PG 138Theodori Balsamonis
Commentaries on the Canons (Continuation)
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 811–812page 402 of 534
PG 138:811σθαι καὶ μηχανάσθαι ἐπιτηδείων, θέλων ἀξιόπιστον ποιῆσαι τὸν οἰκεῖον λόγον, ἐπέγραψε τῷ γράμματι τὸ σὸν ὄνομα. Οστις, ερωτηθεὶς εἰ θέμιτον, ἦγον εἰ νόμιμον ἢ δίκαιόν ἐστι τὴν ἀδελφὴν τῆς τελευτησάσης ιδίας γυναικὸς ἀγαγέσθαι πρὸς γάμον, τὸ ἀσε δὲς ἐρώτημα τῷ ἐρωτήσαντι συγκατέπραξεν, ἀντὶ τοῦ, διὰ τὸ ἐπιτρέψαι τὴν ἀσέλγειαν, κἀκεῖνος δε κεῖ κοινωνῆσαι τῆς πράξεως. Εἰ μὲν οὖν εἶχον, φησί, τὸ γράμμα, έπεμψα ἄν σοι αὐτό, καὶ ἡμυνα; ἂν ἑαυτῷ καὶ τῇ ἀληθείᾳ, ἤτοι έβοήθησας ἂν, ὡ; ψευδώς τάχα κατηγορηθεὶς εἰπεῖν καὶ γράψαι ἀθέ μιτα, ὅπερ καὶ σοῦ καθάπτεται καὶ τῆς ἀληθείας τῆς μὲν ἀληθείας, ὡς τοῦ ψεύδους ἐκείνης προτιμηθέντος, σοῦ δὲ, ὡς ἐπιτρέψαντος ἃ μὴ ἐχρῆν. Ἐπειδὴ δὲ ὁ δείξας πάλιν ἀφείλετο, καὶ ὥσπερ δὲ τρόπαιον καθ' ἡμῶν περιέφερε. Τρόπαιον δέ ἐστι σημείόν τι τῷ νικήσαντι ἐν πολέμῳ διδόμενον, εἴη δήλη ἐκ τούτου ή τρέψασα μοίρα τους πολεμίους ὅθεν ὠνόμασαι τρόπαιον, ἐκ τοῦ τροπὴν τῶν πολε μίων γενέσθαι, τρεψάντων τὰ νῶτα τοῖς ἐναντίοις. Ἐπεὶ οὖν γράμμα οὐκ ἔχω, ἐπέστειλα νῦν σοι, ἵνα ἐπέλθωμεν, ἵνα ἀνταγωνισώμεθα διπλῇ τῇ χειρὶ, τῇ ἐμὴ δηλαδὴ καὶ τῇ σῇ, κατὰ τοῦ νόθου ἐκείνου λόγου τοῦ ξένου καὶ τοῦ πεπλασμένου, καὶ μὴ ἐά σωμεν αὐτῷ δύναμιν, ἵνα μὴ εὐκόλως βλάπτη τους ἐντυγχάνοντας αὐτῷ καὶ ἀναγινώσκοντας. ΚΑΝΩΝ ΠΗ. Πρῶτον μὲν οὖν, δ μέγιστον ἐπὶ τῶν τοιούτων ἐστὶ, τὸ παρ' ἡμῖν ἔθος, δ ἔχομεν προβάλλειν, νόμου δύναμιν ἔχον, διὰ τὸ ὑφ᾽ ἁγίων ἀνδρῶν τοὺς θεσμούς ἡμῖν παραδοθῆναι. Τοῦτο δὲ τοιοῦτόν ἐστιν· ἐάν τις, πάθει ἀκαθαρσίας ποτὲ κρατηθείς, ἐκπέσῃ προς δυεῖν ἀδελφῶν ἄθεσμον κοινωνίαν, μήτε γάμον ἡγεῖ σθαι τοῦτον, μεθ' ὅλως εἰς Ἐκκλησίας πλήρωμα παραδέχεσθαι πρότερον, ἢ διαλύσαι αὐτοὺς ἀπ' ἀλ λήλων. Ὥστε εἰ καὶ μηδὲν ἕτερον εἰπεῖν ἦν, ἐξήρχει τὸ ἔθος πρὸς τὴν τοῦ καλοῦ φυλακήν. Ἐπειδὴ δὲ ὁ τὴν ἐπιστολὴν γράψας, ἐπιχειρήματι κιβδήλω κακὸν τοσοῦτον ἐπειράθη τῷ βίῳ ἐπαγαγεῖν, ἀνάγκη μηδὲ ἡμᾶς τῆς ἐκ τῶν λογισμῶν βοηθείας ὑφέσθα καίτοι γε ἐπὶ τῶν σφόδρα ἐναργῶν μείζων ἐστὶ τοῦ λόγου ἡ παρ' ἑκάστου πρόληψις. Γέγραπται, φησίν, ἐν τῷ Λευϊτικῷ· Γυναῖκα ἐπ' ἀδελφῇ αὐτῆς οὐ λήψῃ ἀντίζηλον, ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς ἐπ' αὐτῇ, ἔτι ζώσης αὐτῆς. Δῆλον δὴ οὖν ἐκ τούτου εἶναί φησιν, ὅτι συγ χωρεῖται λαμβάνειν τελευτησάσης. Πρὸς δὲ τοῦτο πρῶτον μὲν ἐκεῖνο ἐρῶ· ὅτι, ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ· ἐπεὶ οὕτω γε καὶ περιτομή. καὶ Σαββάτῳ, καὶ ἀποχῇ βρωμάτων υποκεισόμεθα. Οὐ γὰρ δὴ, ἐὰν μέν τι εύρωμεν συντρέχον ἡμῶν ταῖς ήδοναῖς, τῷ ζυγῷ τῆς δουλείας τοῦ νόμου ἑαυτοὺς ὑποθήσομεν· ἐὰν δέ τι φανῇ βαρὺ τῶν νομίμων, τότε πρὸς τὴν ἐν Χριστῷ ἐλευθερίαν ἀποδραμούμεθα. Ηρωτήθημεν εἰ γέγραπται λαμβάνειν γυναῖκα ἐπ' ἀδελφῇ. Εἴπομεν, ὅπερ ἀσφαλὲς ἡμῖν
col. 813–814page 403 of 534
PG 138:813καὶ ἀληθὲς, ὅτι οὐ γέγραπται. Τὸ δ' ἐκ τῆς τοῦ ἀκο λούθου ἐπιφορᾶς, τὸ σκοπηθὲν συλλογίζεσθαι νομο θετοῦντός ἐστιν, οὐ τὰ τοῦ νόμου λέγοντος· ἐπεὶ οὕτω γε ἐξέσται τῷ βουλομένῳ κατατομῆσαι καὶ ἔτι ζώσης τῆς γυναικὸς λαμβάνειν τὴν ἀδελφήν. Τὸ γὰρ αὐτὸ τοῦτο σόφισμα καὶ ἐπ' ἐκείνου ἁρμόζει. Γέ γραπτα γάρ, φησίν, Οὐ λήψῃ ἀντίζηλον, ὡς τήν γε ἔξω τοῦ ζῆλου λαβεῖν οὐκ ἐκώλυσεν. (δὴ συν ηγορῶν τῷ πάθει ἀζηλότυπον εἶναι διοριεῖται τὸ ἦθος τῶν ἀδελφῶν. Ανηρημένης οὖν τῆς αἰτίας, δι' ἣν ἀπηγόρευσε τὴν ἀμφοτέρων συνοίκησιν, τί τὸ χωλύον ἔσται λαμβάνειν τὰς ἀδελφάς; Αλλ' οὐ γέγραπται ταῦτα, φήσομεν. Αλλ' οὐδὲ ἐκεῖνα ὤρι σταί. Ἡ δὲ ἔννοια τοῦ ἀκολούθου ὁμοίως ἀμφοτέ τὴν ἄδειαν δίδωσιν. Έδει δὲ, καὶ μιχόν ἐπὶ τὰ κατόπιν τῆς νομοθεσίας επαναδραμόντα, ἀπηλλάχθαι πραγμάτων. Έοικε γὰρ οὐ πᾶν εἶδος ἁμαρτημάτων περιλαμβάνειν ὁ νομοθέτης· ἀλλ' ἰδίως ἀπαγορεύειν τὰ τῶν Αἰγυπτίων, ὅθεν ἀπῆρεν ὁ Ἰσραὴλ, καὶ τὰ τῶν Χαναναίων, πρὸς οὓς μεθ ίσταται. Έχει γὰρ οὕτως ἡ λέξις· Κατὰ τὰ ἐπιτηδεύματα τῆς Αἰγύπτου, ἐν ᾗ παρατήσατε ἐπ' αὐτῆς, οὐ ποιήσετε· καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, εἰς ἦν ἐγὼ εἰσάξω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ ἐν τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε. "Ωστε τοῦτο εἰκός που τὸ εἶδος τῆς ἁμαρτίας μὴ ἐμπολιτεύεσθαι τότε παρὰ τοῖς ἔθνεσι· διὸ μηδὲ τῆς ἐπ' αὐτῷ φυλακῆς προσδεηθῆναι τὸν νομοθέτην, ἀλλ' ἀρκεσθῆναι τῷ ἀδιδάκτῳ ἔθει πρὸς τὴν τοῦ μύσους διαβολήν. Πῶς οὖν, τὸ μεῖζον ἀπαγορεύσας, τὸ ἔλαττον εσιώπησεν; Ὅτι ἐδόκει πολλοὺς τῶν φιλοσάρκων, πρὸς τὸ ἔτι ζώσαις ἀδελφαῖς συνοικεῖν, τὸ ὑπόδειγμα βλάπτειν τοῦ πατριάρχου. Ημᾶς δὲ τί χρὴ ποιεῖν; Τὰ γεγραμμένα λέγειν, ἢ τὰ σιωπηθέντα προσεξεργάζεσθαι; Αὐτίκα τὸ μὴ δεῖν μια ἑταίρα κεχρῆσθαι πατέρα καὶ υἱὸν ἐν μὲν τοῖς νόμοις τούτοις οὐ γέγραπται, παρὰ δὲ τῷ Προφήτη μεγίστης κατηγορίας ἠξίωται. Υἱὸς γάρ, φησί, καὶ πατὴρ πρὸς τὴν αὐτὴν παιδίσκην εἰσεπορεύοντο. Πόσα δὲ εἴδη ἄλλα τῶν ἀκα θάρτων παθῶν τὸ μὲν τῶν δαιμόνων διδασκαλεῖον ἐξεῦρεν, ἡ δὲ θεία Γραφὴ ἀπεσιώπησε, τὸ σεμνὸν ἑαυτῆς ταῖς τῶν αἰσχρῶν ὀνομασίαις καταῤῥυπαίνειν οὐχ αἱρουμένη, ἀλλὰ γενικοῖς ὀνόμασι τὰς ἀκαθαρσίας διέβαλεν! Ὡς καὶ ὁ ἀπόστολος Παυλός φησι Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθώς πρέπει ἁγίοις· τῷ τῆς ἀκαθαρσίας ὀνόματι τάς τε τῶν ἀῤῥένων ἀῤῥητοποιίας καὶ τὰς τῶν θηλειών περιλαμβάνων. "Ωστε οὐ πάντως ἡ σιωπὴ ἄδειαν φέρει τοῖς φιληδόνοις. Ἐγὼ δὲ οὐδὲ σεσιωπῆσθαι τὸ μέρος τοῦτό φημι, ἀλλὰ καὶ πάνυ σφοδρῶς ἀπηγορευκέναι τὸν νομοθε την. Τὸ γὰρ, Οὐκ εἰσελεύσῃ πρὸς πάντα οἰκεῖον σαρκός σου, ἀποκαλύψαι ἀσχημοσύνην αὐτῶν εμπεριεκτικόν ἐστι καὶ τούτου τοῦ εἴδους τῆς οἰκειότητος Τί γὰρ ἂν γένοιτο οἰκειότερον ἀνδρὶ τῆς ἑαυ τοῦ γυναικὸς μᾶλλον δὲ τῆς ἑαυτοῦ σαρκός; Οὐ γὰρ ἔτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὥστε διὰ τῆς γυναικὸς
col. 815–816page 404 of 534
PG 138:815ὺς γὰρ μητέρα γυναικὸς οὐ λήψεται, οὐδὲ θυγατέρα τῆς γυναικὸς, διότι μηδὲ τὴν ἑαυτοῦ μητέρα, μηδὲ τὴν ἑαυτοῦ θυγατέρα· οὕτως οὐδ᾽ ἀδελφὴν γυναικός, διότι μηδὲ ἀδελφὴν ἑαυτοῦ. Καὶ τὸ ἀνάπαλιν, οὐδὲ τῇ γυναικὶ ἐξέσται τοῖς οἰκείοις τοῦ ἀνδρὸς συνοικεῖν. Κοινὰ γὰρ ἐπ' ἀμφοτέρων τῆς συγγενείας τὰ δ καια. Ἐγὼ δὲ παντὶ τῷ περὶ γάμου βουλευομένῳ διαμαρτύρομαι, ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ ὁ καιρὸς συνεσταλμένος ἐστὶν, Ινα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν. Ἐὰν δὲ μοι παραναγινώσκῃ τὸ, Αὐξάνεσθε καὶ πληθύνεσθε· καταγελῶ τοῦ τῶν νομοθεσιῶν τοὺς καιρούς μὴ διακρίνοντος. Πορνείας παραμυθία ὁ δεύτερος γάμος, οὐκ ἐφόδιον εἰς ἀσέλγειαν. Εἰ οὐκ ἐγκαρτε ἡ ἀδελφὴ πρὸς τὴν τοῦ ἀνδρὸς οἰκειότητα μεταβαίνει. ρεύονται, γαμησάτωσαν, φησίν· οὐχὶ δὲ καὶ γα μοῦντες παρανομείτωσαν. Οἱ δὲ οὐδὲ πρὸς τὴν φύσιν ἀποβλέπουσιν, οἱ τὴν ψυχήν λημῶντες τῷ πάθει τῆς ἀτιμίας, πάλαι διακρίνασαν τὰς τοῦ γένους προσηγορίας. Εκ ποίας γὰρ συγγενείας τοὺς γεννηθέντας προσαγορεύσουσιν; Αδελφοὺς αὐτοὺς ἀλλήλων ἢ ἀνεψιούς προσεροῦσιν; ἀμφότερα γὰρ αὐτοῖς προσαρμόσει διὰ τὴν σύγχυσιν. Μὴ ποιήσῃς, ὦ ἄνθρωπε, τὴν θείαν μητρυιάν τῶν νηπίων· μηδὲ τὴν ἐν μητρὸς τάξει θάλπειν ὀφείλουσαν, ταύτην εφοπλίσης ταῖς ἀμειλικτοις ζηλοτυπίαις. Μόνον γὰρ τὸ γένος τῶν μητρυιών καὶ μετὰ θάνατον ἐλαύνει τὴν ἔχθραν μάλλον δὲ οἱ μὲν ἄλλως πολέμιοι τοῖς τεθνηκόσι σπένδονται· αἱ δὲ μητρυιαὶ τοῦ μίσους μετὰ τὸν θάνατον ἄρχονται. – Κεφάλαιον δὲ τῶν εἰρημένων, Εἰ μὲν νόμῳ τις ὁρμα ται πρὸς τὸν γάμον, ήνοικται πᾶσα ἡ οἰκουμένη· εἰ δὲ ἐμπαθὴς αὐτῷ ἡ σπουδή, διὰ τοῦτο καὶ πλέον αποκλεισθήτω, Ἵνα μάθῃ τὸ ἑαυτοῦ σκεῦος κτλ σθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας. Πλείονά με λέγειν ώρμημένον τὸ μέτρον ἐπ έχει τῆς ἐπιστολῆς. Εύχομαι δὲ ἡ τὴν παραίνεσιν ἡμῶν ἰσχυροτέραν τοῦ πάθους ἀποδειχθῆναι, μὴ ἐπιδημῆσαι τῇ ἡμετέρᾳ τὸ ἄγος τοῦτο· ἀλλ᾽ ἐν οἷς ἂν ἐτολμήθη τόποις εναπομείναι. ΒΑΛΣ. Ἡ πρὸς Διόδωρον ἐπιστολὴ τοῦ μεγάλου Πατέρας κἂν πάσης σοφίας καὶ ἀληθοῦς ῥητορεία; " πεπλησμένη ἐστὶ, καὶ τὴν κιννύραν τοῦ Παναγίου Πνεύματος υποφθεγγίζηται, ἀλλ' οὐκ ἔστι ζητητέα ἐν ταῖς παρούσαις ἡμέραις. Οροθετεῖ γὰρ μηδένα λαμβάνειν πρὸς κοινωνίαν γάμου ἀδελ φὰς δύο, ὅπερ Θεοῦ χάριτι σήμερον οὐδὲ εἰ; ἐνα θύμησιν ὅλως ἔρχεται ἀνθρώπου Χριστιανοῦ, καὶ διὰ τοῦτο οὐδὲ πλείονος ερμηνείας ἐδεήθη. Εχει δὲ ταύτην τὴν θείαν ἐπιστολὴν διηνεκῶς ἐπὶ μνήμης. Κἂν γὰρ τὸ ἐροθέτημα ταύτης οὐ τραπταίζεται, ἀλλὰ τὰ ἐν ταύτῃ περιεχόμενα, επιχειρήματα, ενα θυμήματά τε καὶ ἐπενθυμήματα καὶ μᾶλλον ἔσα ἀπό τε τῆς Παλαιᾶς καὶ τοῦ μεγάλου ἀποστόλου
col. 817–818page 405 of 534
PG 138:817Παύλου συνετέθησαν τε καὶ ἀνατέθησαν, μεγάλως συντελοῦσιν ἐπὶ ἑτέραις ὑποθέσεσι. Σημείωσαι δὴ ἀπὸ ταύτης ὅτι καὶ τὰ ἄγραφα ἐκκλησιαστικὰ ἔθη, ὡς οἱ ἔγγραφοι κανόνες, τὸ ἀπαρεγχείρητον ἔχουσι καὶ ὅτι ταῖς Μωσαϊκαῖς νομοθεσίαις προσέχειν οὐχ ὀφείλομεν. Καὶ ἕτερα δὲ πολλὰ παρασημείωσαι ἐκ ταύτης ΖΩΝΑΡ. Προκαταστήσας (α) τον λόγον ὁ ἅγιος, καὶ ὡς ἐν ἄλλῳ προσώπω τρέψας τὸν γράψαντα, νῦν καὶ πρὸς ἀνατροπὴν τοῦ γράμματος χωρεί· καὶ πρῶτον μὲν τὸ ἔθος προβάλλεται καὶ νόμου δύνα μιν ἔχειν φησὶν, ὡς τῶν θεσμῶν ἤτοι τῶν νενομισμένων, τῶν δεδογμένων ὑπὸ ἁγίων ἀνδρῶν, παρα δεδομένων. Καὶ ὁ πολιτικὸς δὲ νόμος τὸ κρατῆσαν ἔθος νόμου δύναμιν ἔχειν διακελεύεται· κἂν μὴ ὑπὸ ἁγίων ἀνδρῶν τὰ νενομισμένα τοῖς πολίταις ἐδαγματίσθησαν. Φησὶ γὰρ βιβλίον β' τῶν βασιλικῶν, τίτλῳ α', κεφ. λβ', περὶ ὧν ἔγγραφος οὐ κεῖται νόμος παραφυλάττειν δεῖ τὸ ἔθος καὶ τὴν συνή θειαν, καὶ τὰ ἑξῆς. Καὶ αὖθις• Παλαιά συνήθεια ἀντὶ νόμου φυλάττεται. Καὶ πάλιν· Ἡ μακρὰ συνή θεια ἀντὶ νόμου κρατεῖ, ἐν οἷς οὐκ ἔστιν ἔγγραφος. Εθος δὲ λέγει ὁ ἅγιος οὗτος τὸ ἐν τῇ Ἐκε κλησίᾳ ἐνεργούμενον. Ἐὰν γάρ τις δυσὶν ἀδελφαῖς ἀθέσμως μιχθῇ, φησίν, οὐ πρότερον παραδέχεται εἰς Ἐκκλησίαν, εἰ μὴ χωρισθεῖον ἀπ' ἀλλήλων οι οὕτω μιανθέντες, ὡς μηδὲ γάμου τοῦ τοιούτου μύ σους λογιζομένου. Κἂν οὖν ἄλλο τι οὐκ εἴχομεν εἰ πεῖν, τοῦτο τὸ ἔθος ἤρχει εἰς ἀποτροπὴν τοῦ κακοῦ. Ἐπεὶ δὲ, φησίν, ὁ συνηγορήσας διὰ τῆς ἐπιστολῆς τῷκα ῷ, τῷ παλαιῷ ἐχρήσατο νόμῳ, τῷ λέγοντι, ο Γυναῖκα ἐπ' ἀδελφῇ αὐτῆς οὐ λήψη αντίζηλον ἀποκαλύψαι ἀσχημοσύνην αὐτῆς, ὅτι ζώσης αὐ τῆς· κἀντεῦθεν συνήγαγεν, ὅτι συγχωρείται λαμ βάνειν τελευτησάσης τὴν ἀδελφὴν αὐτῆς· πρῶτον μὲν ὁ ἅγιος λέγει, ὅτι ὅτα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ. Εἰ γὰρ μὴ τοῦτο καὶ περιτμηθησό μεθα, καὶ τὰ Σάββατα φυλάξομεν, καὶ βρωμά των διαφόρων άφεξόμεθα· οὐ γὰρ τῶν περιποιούν των ἡμῖν ἡδονὰς ἀνθεξόμεθα ἐκ τοῦ παλαιοῦ· τῶν δὲ βαρύ τι εχόντων ἀφεξόμεθα, καὶ τῇ διὰ τοῦ Χρισ στοῦ ἡμῖν δοθείσῃ ἐλευθερίᾳ τότε προσδραμούμεθα. Ο γὰρ τοῦ Χριστοῦ νόμος ἠλευθέρωσεν ἡμᾶς τῶν βαρέων τοῦ νόμου, τῶν τῆς περιτομῆς δηλαδή, καὶ τῆς τῶν κεκωλυμένων βρωμάτων ἀποχῆς, τοῦ τὸν γονοβρυῆ ἀκάθαρτον κρίνεσθαι, καὶ τὸν ἀψάμενον νεκροῦ, καὶ τὸν λεπρωθέντα, καὶ ἄλλων πολλῶν. Πρωτήθην, φησίν, εἰ γέγραπται λαμβάνειν γυναῖκα ἐπ' ἀδελφῇ, ήγουν εἰ τῆς γυναικὸς αὐτοὺς τὴν ἀδελ φὴν ἔξεστι λαμβάνειν τινί· καὶ εἶπον ὅτι οὐ γέν γραπται. Όπερ καὶ ἀληθές ἐστιν, ἀλλὰ καὶ ἀσφα λές. Τὸ δὲ συλλογίζεσθαι τὸ σιωπηθέν, ήγουν ἐπεὶ ὁ νόμος εἶπεν, ὅτι, Οὐ λήψῃ γυναῖκα ἐπ' ἀδελφή αὐτῆς ἀντιζηλον, καὶ ἔτι ζώσης αὐτῆς, ἀκόλουθον ἐστιν, ὅτι μετὰ θάνατον οὐ κωλύεται τὴν ἀδελ φὴν τῆς γυναικὸς λαμβάνειν, ὡς μηκέτι τῆς ζηλοτυπίας ἐσομένης· τοῦτο, φησί, τὸ τοιαῦτα λέγειν νομοθετεῖν ἐστι καὶ οἰκείους συνεισάγειν νόμους, οὐ τὰ τοῦ νόμου λέγειν· εἰ γὰρ δῶμεν μετά θάνατον τῆς ἐπιστολῆς, ἀναγκαιότατά τε καὶ χρησιμώτατα. (α)
col. 819–820page 406 of 534
PG 138:819τῆς γυναικὸς τὴν ἀδελφὴν αὐτῆς λαμβάνειν τὸν τῆς τελευτησάσης ἄνδρα, διὰ τὸ μηκέτι τὸ τῆς ζηλοτυπίας πάθος χώραν ἔχειν, λήψεται ταύτην καὶ ζώσης εκείνης, εἰ ἀζηλότυπον πρὸς ἀλλήλας πάθος ἔχοιεν αἱ ἀδελφαί. 'Αλλ' ἐρεῖ τις ὅτι τοῦτο οὐ για γραπται· ἀλλ' οὐδὲ ἐκεῖνο γέγραπται, τὴ μετὰ θάνα τον δηλαδή της γυναικὸς τὸν ἐκείνης ἄνδρα τὴν ἀδελ φὴν τῆς τελευτησάσης εἰς γυναῖκα λαμβάνειν. Εἶτα ἐπάγει, ὅτι εἰ τὰ κατόπιν τῆς νομοθεσίας σκοπήσεις, τὰ ὄπισθεν δηλαδή, ἀπαλλαγήσῃ. πραγμάτων. 06 γὰρ πᾶν εἶδος ὁ νομοθέτης ἐνταῦθα, φησί, περιλα δεῖν ἁμαρτημάτων προέθετο· ἀλλὰ τὰ τῶν Αἰγυ πτίων, οἷς παρῴκει πρώην ὁ Ἑβραίων λαὸς, καὶ τὰ τῶν Χαναναίων, πρὸς οὓς μετετίθετο καὶ μετά κ:στο, καὶ εἰκός ἐστι. Καὶ ὅτι τοῦτο τὸ εἶδος τοῦ ἁμαρτήματος, τὸ μετὰ θάνατον τῆς γυναικὸς αὐτοῦ τινα λαμβάνειν τὴν ἀδελφὴν ἐκείνης, διὰ τοῦτο ἐκώλυσεν, ὅτι εἰς ὑπόδειγμα εἶχον οἱ ἀκόλαστοι τὸν πατριάρχην Ἰακώβ συνοικήσαντα κατὰ ταὐτὸν δυσὶν ἀδελφοῖς, τῇ τε Λείᾳ καὶ τῇ Ραχήλ. Πολλὰ δὲ λέ γει τῷ νόμῳ μὲν σιωπηθῆναι, κεκωλύσθαι δὲ ὅμως οἷόν ἐστι τὸ μὴ μια παλλακῇ κεχρῆσθαι πατέρα καὶ υἱόν. Τούτου μὲν ὁ νόμος οὐκ ἐμνημόνευσεν· ὁ δὲ προφήτης ὡς ἀθέσμου τῆς πράξεως κατηγόρησεν, εἰπών· Ο υἱὸς καὶ ὁ πατὴρ πρὸς τὴν αὐτὴν παιδίσκην εἰσεπορεύοντο. Καὶ οἱ μὲν δαίμονες, φησὶ, πολλὰ εἴδη τῶν ἀκαθάρτων παθῶν ἐδίδαξαν ἡ δὲ θεία Γραφὴ ταῦτα παρεσιώπησε, καὶ γενικῷ ὀνόματι τῆς ἀκαθαρσίας διέλαβεν, ἵνα μὴ ἡ σεμνό τῆς αὐτῆς ταῖς τῶν αἰσχρῶν ὀνομασίαις καταρρυπαίνοιτο. Και ο Απόστολος, Πορνεία δὲ καὶ ἀκα θαρσία πᾶσα μηδὲ ὀνομαζέσθω, φησίν, ἐν ὑμῖν, τῷ τῆς ἀκολασίας ονόματι πᾶσαν ἀῤῥητοποιίαν περιλαβών. Ώστε οὐ πάντως ἄδεια δέδοται τοῖς φιληδόνοις διὰ τῆς σιωπῆς αἰσχρουργεῖν. Εἶτα καὶ βιαιότερον ἐπιχειρεῖ ὁ ἅγιος, λέγων ὅτι οὐδὲ σεσιώπηται τῷ νόμῳ τὸ μέρος τοῦτο, ήγουν τὸ εἶδος τούτου τοῦ ἁμαρτήματος· ἐπεὶ γὰρ γέγραπται ἐν αὐτῷ, Οὐκ εἰσελεύσῃ πρὸς πάντα οἰκεῖον σαρκός σου αποκαλύψαι ασχημοσύνην αὐτ τοῦ, καὶ τοῦτο τὸ εἶδο; ἀπηγόρευται. Εἰ γὰρ ἡ γυνὴ καὶ ὁ ἀνὴρ σάρξ εἰσι μία, κατὰ τὴν Γραφήν, πάντως μεγάλην ἄν τις εἰκείωσιν εἶναι λογίσαιτο πρὸς τὸν ἄνδρα τῇ τῆς γυναικὸς αὐτοῦ ἀδελφῇ. Καὶ ώσπερ μητέρα τις οικείας γυναικός, θυγατέρα ἐξ ἑτέρου ἀνδρὸς τεχθεῖσαν αὐτῇ, οὐ λήψεται, διὰ τὴν οἰκείωσιν, οὐδὲ μέν τοι τὴν οἰκείαν μητέραν ἢ θυγα τέρα οὕτως οὐδὲ τῆς γυναικός· οὐδὲ γυνὴ γὰρ τῷ ἀδελ φῷ τοῦ ἀνδρὸς αὐτῆς θανόντος συναφθήσεται, οὐδὲ τοῖς ἄλλοις ἐκείνῳ οἰκείοις κατὰσυγγένειαν. Εἶτα τὰ ἀποστολικὰ ἐπάγει βήματα· καὶ πρός τινας τὸν Αὐξάνεσθε καὶ πληθύνεσθε προβαλλομένους φησὶ καταγελῶ, τῶν μὴ διακρινόντων τοὺς καιροὺς τῶν νομοθεσιῶν, τοῦτο λέγων, ὅτι τὸ Αὐξάνεσθε καὶ πληθύνεσθε πρὸς τοὺς πρωτοπλάστους είρηκεν δ Θεός, ὅτε οὔπω πλῆθος ἀνθρώπων, καὶ ἀνάγκη πάντως τοὺς τοῦ Ἀδὰμ παῖδας ἀλλήλοις συνάπτεσθαι. Κατὰ τοῦτον οὖν τὸν λόγον καὶ νῦν ἀλλήλοις Ει Ει

Commentary on the Letter of the same to the priest Gregory, that he separate from the woman with whom he livedCommentaria in ejusdem Epistolam ad Gregorium presbyterum, ut separetur a muliercula cum qua habitabat

col. 821–822page 407 of 534
Commentaria in ejusdem Epistolam ad Gregorium presbyterum, ut separetur a muliercula cum q
PG 138:821συναφθήσονται ἀδελφοί καὶ ἐπὶ τούτοις, φησὶν, ὅτι ὁ δεύτερος γάμος πορνείας παραμυθία ἐστὶ, τουτο ἐστιν, ἵνα μὴ εἰς πορνείαν ἐκκυλίωνται οἱ ἄνθρωποι. Διὰ τοῦτο συνεχωρήθη ή διγαμία, ἀλλ' οὐχ ἵνα πρόσ φασις γίνηται ἀσελγείας. Καὶ τὸν μέγαν Παῦλον, ὃς τὴν δεύτερον συγχωρεῖ γάμον, παράγει λέγοντα, Ει οὐκ ἐγκρατεύονται γαμησάτωσαν, καὶ οὐ προσέθετο, φησίν, ὅτι γαμοῦντες παρανομείτωσαν. Εἶτα καὶ ἄλλωθεν κατασκευάζει τὴν ἀτοπίαν τῆς πρά ξεως, λέγων, Ο τὴν τῆς ἀπελθούσης γυναικὸς αὐτοῦ λαβὼν ἀδελφὴν, καὶ παιδοποιησάμενος ἐξ ἀμφοῖν, ποίαν τοῖς τέκνοις προσηγορίαν περιποιήσεται; καὶ πῶς ἀλλήλους οἱ παῖδες καλέσουσιν; 'Αδελφούς, ὡς ἐξ ἑνὸς προσελθόντες πατρός, ἢ ἀνεψιούς ήγουν ἐξαδέλφους, ὡς ἐκ δύο γενόμενοι ἀδελφῶν; πολλαχοῦ δὲ εὕρηνται παρὰ τοῖς παλαιοῖς τῷ τῶν ἀνεψιῶν καλούμενοι ὀνόματι οἱ ἐξάδελφοι· Αμφότεραι γὰρ, φησὶ, αἱ κλήσεις, ἡ τῶν ἀδέλφων δηλονότι καὶ τῶν ἀνεψιῶν, αὐτοῖς προσαρμόζουσι διὰ τὴν σύγχυσιν τῆς συγγενείας. Καὶ ἔτι ἐπαγωνίζεται λόγῳ, λέο γων, ὅτι ὁ λαβὼν τὴν ἀδελφὴν τῆς προτέρας συμ βίου, τὴν θείαν τῶν ἑαυτοῦ τέκνων, τῶν ἐκ πρώτου γάμου, καθίστησιν αὐτῶν μητρυιάν, καὶ ὀφείλουσαν στέργειν αὐτοὺς ὡς ἀδελφόπαιδας· κατ' αὐτῶν ὁπλί ζει αὐτὴν ζηλοτυπούσαν. Ωσπερ γὰρ φυσικόν τι πάν βος ταῖς μητρυιαῖς πρὸς τοὺς ἐξ ἄλλου γάμου παῖδας τῶν οἰκείων ἀνδρῶν ἡ ζηλοτυπία ἐμφύεται, καὶ τοῖς μὲν ἐχθροῖς, θανόντων τῶν ἐναντίων αὐτοῖς, τὸ μίσος ἀμβλύνεται· αἱ δὲ μητρυιαὶ τῆς ἔχθρας πρὸς τὰς ἀν τιζήλους αὐταῖς μετὰ τὸν ἐκείνων θάνατον άρχονται. Κεφάλαιον δὲ, φησί, τῶν εἰρημένων τουτέστιν, ἵνα συντόμως εἴπω τὸ πᾶν· εἰ μὲν ὁ δευτερογαμήσαι ζητῶν νόμιμον θέλει συναλλάξαι γάμον, ήνοικται αὐτῷ πᾶσα ἡ οἰκουμένη, καὶ οὐκ ἐπιλείψει αὐτῷ γυνή, ᾗ συμβιώσεται κατὰ νόμους· εἰ δὲ διὰ πάθος ζητεῖ τῇ δὲ ἐρωτικῶς ἴσως διακείμενος, καὶ διὰ τοῦτο σπεύδων συζυγῆναι αὐτῇ, διὰ τοῦτο μᾶλλον ἀπο κλεισθήτω, ἵνα μάθῃ τὸ ἑαυτοῦ σκεῦος, καὶ τὰ ἑξῆς τοῦ ᾿Αποστόλου ρήματα. Ἐβουλόμην, φησί, καὶ πλείονα γράψαι, ἀλλ' ἐπέχει με ήγουν ανακόπτει τὸ μέτρον τῆς ἐπιστολῆς· οὐ γὰρ μακρηγορίαν ἔχειν δεῖ τὰς ἐπιστολάς. Εύχομαι δὲ, ἢ τὴν παραίνεσιν ἰσχυροτέραν τοῦ πάθους γενέσθαι, ἀντὶ τοῦ ἰσχύσαι τοσοῦτον, ὥστε λῦσαι τὸ πάθος· ἢ μὴ εἰς τὴν ἡμετέραν χώραν τὸ ἄγος τοῦτο ἐπιδῆσαι, μὴ προχωρῆσαι τὸ μίασμα τοῦτο εἰς τὴν ἡμῶν ἐνορίαν ἀλλ᾽ ὅπου ἐτολμήθη, ἐκεῖ ἐναπομείναι. ἀνεψιούς ἀνεψιοὶ ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΓΡΗΓΟΡΟΝ ΠΡΕΣΒΥΤΕΡΟΝ, ΩΣΤΕ ΧΩΡΙΣΤΗΝΑΙ ΑΥΤΟΝ ΤΟΥ ΣΥΝΟΙΚΟΥ ΓΥΝΑΙΟΥ. ΚΑΝΩΝ ΙΘ'. Ενέτυχόν σου τοῖς γράμμασι μετὰ πάσης μακροθυμίας, καὶ ἐθαύματα πῶς, δυνάμενος ἡμῖν συντά καὶ εὐκόλως ἀπολογήσασθαι διὰ τῶν πραγμάτ μως των, τοῖς μὲν κατηγορουμένοις ἐπιμένειν καταδέχῃ, λόγοις δὲ μακροῖς θεραπεύειν ἐπιχειρεῖς τὰ ἀνίατα. Ούτε πρῶτοι οὔτε μόνοι, Παρηγόριε, ἐνομοθετήσα μεν γυναῖκας ἀνδράσι μὴ συνοικεῖν. Αλλ' ἀνάγνωθι
col. 823–824page 408 of 534
PG 138:823τὸν ἐξενεχθέντα κανόνα παρὰ τῶν ἁγίων Πατέρων ἡμῶν τῶν ἐν τῇ συνόδῳ Νικαίας, ὃς φανερῶς ἀπὸ ηγόρευσε συνεισαχτούς μὴ εἶναι. Αγαμία δὲ ἐν τούτῳ ἔχει τὸ σεμνὸν, ἐν τῷ κεχωρίσθαι τῆς μετά γυναικὸς διαγωγής. Ως ἐὰν ἐπαγγελλόμενος τις τῷ ὀνόματι, ἔργῳ τὰ τῶν γυναιξί συνοικούν των ποιῇ, δηλός ἐστι τὸ μὲν τῆς παρθενίας σεμνὸν ἐν τῇ προσηγορίᾳ διώκων, τοῦ δὲ καθ᾽ ἡδονὴν ἀπρε τοὺς μὴ ἀφιστάμενος. Τοσούτω οὖν μᾶλλον ἐχρῆν σε εὐκόλως είξαι ἡμῶν τῇ ἀξιώσει, όσπερ λέγεις Ελεύθερος εἶναι παντὸς σωματικού πάθους. Οὔτε γὰρ τὸν ἑβδομηκονταετή γεγονότα πείθομαι ἐμπαθώς συνοικεῖν γυναικί, οὔτε ὡς ἐπιγενομένῃ τινὶ ἀτόπαῳ πράξει ωρίσαμεν & ωρίσαμεν· ἀλλ' ἐπειδὴ ἐδιδάχθημεν παρὰ τοῦ ᾿Αποστόλου μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ εἰς σκάνδαλον. Οίδαμεν δὲ, ὅτι τὸ μὴ διορθωσάμενος σεαυτόν, ἀντέχεσθαι τῆς ἱερωσύνης, ἐκκήρυκτοι κατὰ πᾶσαν Ἐκκλησίαν γενήσονται. παρά τινων ὑγιῶς γινόμενον ἄλλοις ἀφορμὴ πρὸς ἁμαρτίαν ὑπάρχει. Τούτου ένεκεν προσετάξει μεν, επόμενοι τῇ διαταγῇ τῶν ἁγίων Πατέρων, χω ρισθῆναι σε τοῦ γυναίου. Τί οὖν ἐγκαλεῖς τῷ χωρεπισκόπῳ, καὶ παλαιᾶς ἔχθρας μέμνησαι; Τί δὲ ἡμᾶς καταμέμφῃ ὡς εὐκολους ἀκοὰς ἔχοντας εἰς τὸ τὰς διαβολὰς προσίεσθαι; ἀλλ᾽ οὐχὶ σεαυτῷ μὴ ἀνεχο. μένῳ ἀποστῆναι τῆς πρὸς τὴν γυναῖκα συν ηθείας; Εκβαλλε τοίνυν αὐτὴν ἀπὸ τοῦ οἴκου σου, καὶ κατάστησον αὐτὴν ἐν μοναστηρίῳ. ἐκείνη μετὰ παρθένων, καὶ σὺ ὑπηρετοῦ ὑπ' ἀν δρῶν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ δι' ὑμᾶς βλασφημῆται. Ἕως δ' ἂν ταῦτα ποιῇς, αἱ μυριάδες, ἅπερ συγγράφεις διὰ τῶν ἐπιστολῶν, οὐδὲν ὠφελήσουσι σε· ἀλλὰ τελευτήσεις ἀργῶν, καὶ δώσεις τῷ Κυρίῳ λόγον τῆς σεαυτοῦ ἀργίας. Ἐὰν δὲ τολμήσῃς, ἀνάθεμα ἔσῃ παντὶ τῷ λαῷ. καὶ οἱ δεχόμενοί σε Έστω ΒΛΑΣ. Γρηγόριος τις πρεσβύτερος γύναιον εἶχεν ὑπηρετοῦν αὐτῷ· 8 μαθὼν ὁ ἅγιος ἀπῄλει τὸν πρεσβύτερον ἐκσεῖσαι τῆς κατοικίας αὐτοῦ τὸ γύ ναιον. 'Ο δὲ ἔγραψε περὶ τούτου πρὸς αὐτὸν ἀπο λογούμενος, καὶ ὁ μέγας Βασίλειος αντέγραψε πρός τὸν πρεσβύτερον. Εοικε δὲ τὸν πρεσβύτερον ἐν τῇ ἐπιστολῇ αὐτοῦ ἀξιῶσαι τὸν ἅγιον μακροθύμως ἀνα γνῶναι τὰ γράμματα· πρὸς ὅν ἀντέγραψεν ὁ Πα τήν, ὅτι Μετὰ πάσης μακροθυμίας ἐνέτυχόν σου τοῖς γράμμασι, καὶ ἐθαύμασα ὅτι, δυνάμενος συντόμως ἀπολογήσασθαι διὰ πραγμάτων, ήγουν διὰ τοῦ ἀπο πέμψασθαι τὴν γυναῖκα, τοῖς μὲν κατηγορουμένοις, ἤτοι τοῖς πράγμασιν αὐτοῖς, δι' ἃ ἡ κατηγορία, επισ μένει;· διὰ δὲ λόγῳ ἀπολογίας ποιείς. Εἶτά φησι ὅτι οὔτε πρώτοι οὔτε μόνοι ἡμεῖς ὠρίσαμεν μὴ συνοικεῖν ἀνδράσιν, ἱερωμένοις δηλαδή, γυναῖκας· ἀλλ᾽ ἀνά γνωθι τὸν κανόνα τῆς ἐν Νικαίς συνόδου, ὃς ἀπηγόρευσε συνεισάκτους μὴ εἶναι. Συνεισάκτους δὲ λέγει ὁ κανών, ὃς τρίτος ἐστὶ τῆς εἰρημένης συνόδου, τὰς εἰς κατοικίας ἱερωμένων ἀζύγων συνεισαγομένας καὶ κατοικούτας σὺν αὐτοῖς. Οἱ δὲ ἐπαγγειλάμενοι ἀγα μίαν ἔχουσι, φησὶ τὸ σεμνὸν, ἤγουν τὸ ἐπὶ σωφροσύνη ἔντιμον, ἐν τῷ κεχωρίσθαι ἀπὸ γυναικῶν, Ἐὰν δέ τις ἐπαγγέληται παρθενεία», συνοικῇ δὲ γυναιξίν,
col. 825–826page 409 of 534
PG 138:825ἔνομα μόνον ἔχει, οὐ μὴν καὶ αὐτὸ τὸ πρᾶγμα. Ἐπεὶ οὖν, φησί, λέγεις ελεύθερος εἶναι παντὸς σω ματικού πάθους, ἔδει σε διὰ τοῦτο μᾶλλον ἀκολούθως ὑποταγήναι τῇ ἀξιώσει ἡμῶν, καὶ ἀποπέμψασθαι τὸ γύναιον. Οὐκ εἶπε τῇ κελεύσει ἢ τῇ προς τάξει, ἀλλὰ τῇ ἀξιώσει διὰ μετριοφροσύνην. Οὐ γὰρ ὡς ἐμπαθῶς σου, φησί, ἔχοντος πρὸς τὸ γύναιον, καὶ διὰ πράξιν ἄτοπον ὡρίσαμεν ἐκβαλεῖν αὐτό. Οὐ γὰρ τὴν ἑβδομήκοντα ζήσαντα χρόνους πιστεύω ἐμπαθῶς συνοικεῖν γυναικί· ἀλλὰ διὰ τὸ εἰρημένον τῷ ᾿Απο στόλῳ, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἡ σκάνδαλον. Τὸ γὰρ παρ' ἄλλων ἀπαθῶς ἢ ἁγίως γενόμενον ἄλλοις πρόφασις ἔσται πρὸς ἁμαρτίαν. Σὺ μὲν γὰρ, φησὶν, ἴσως ἀπαθῶ; συνοικεῖς τῷ γυ ναίῳ· ἕτερος δὲ, ὑπόδειγμα λαβών σε, συνοικήσει γυναίῳ οὐκ ἀπαθῶς, ἢ καὶ κατὰ σοῦ σχοίη ὑπολήψεις οὐκ ἀγαθὰς, καὶ ἔσται τοῦτο εἰς ἀτιμίαν τῆς Ιεροσύνης. Τί οὖν ἐγκαλεῖς τῷ χωρεπισκόπῳ; Εοι κεν οὖν παρὰ τοῦ χωρεπισκόπου μηνυθῆναι τῷ ἁγίῳ τὰ περὶ τοῦ ἐπεισάκτου γυναίου. Τί δὲ αἰτία ἡμᾶς, ὡς εὐκόλως τὰς διαβολὰς προσδεχομένους, καὶ οὐχὶ μᾶλλον ἑαυτὸν, μὴ ἀνεχόμενον ἀποστῆναι τῆς γυναικό:; Κατάστησον οὖν, φησίν, αὐτὴν ἐν μονῇ, σὺ ὑπηρετοῦ παρὰ ἀνδρῶν ἕως ἂν ταῦτα ποιήσῃς, Ο γράψεις, πολλὰ ὄντα, οὐδὲν ὠφελήσουσί σε, ἀλλὰ τελευτήσεις ἀργῶν, ἀντὶ τοῦ ἕως τέλους τῆς ζωῆς σου οὐκ ἐνεργήσεις ὡς ἱερεύς, ἀφωρισμένος ῶν, καὶ δώσεις λόγον τῷ Κυρίῳ τῆς ἑαυτοῦ ἀργείας, ὡς ἐξ αἰτίας σου ταύτης σοι ἐπενηνεγμένης. Ἐὰν δὲ μὴ διορθωσάμενος τολμήσης ἱερουργεῖν, ἀνάθεμα ἔσῃ, καὶ οἱ δεχόμενοί σε ἱερουργοῦντα πάσης όμηγύρεως " πιστῶν ἐκκηρυχθήσονται. Ανάγνωθι καὶ τῆς ἐν Αντιοχεία συνόδου κανόνα δ', καὶ τῆς ἐν τῷ Τρούλλῳ κανόνα ε', καὶ τῆς ἐν Νικαίς πρώτης κανόνα γ'. Καὶ ταῦτα μὲν οὕτως. Ἐπεὶ δέ τινες, χρώμενοι τῷ τρίτῳ κανόνι τῆς α' συνόδου καὶ τοῖς ρήμασι τῆς παρούσης ἐπιστολῆς, θέλουσι μὴ συνοικεῖν τοὺς ἐπι σκόπους καὶ τοὺς κληρικούς μετὰ τῶν συγγενικῶν αὐτῶν ἀνυπόπτων προσώπων, εχόντων γύναια ὑπουργικά, λέγοντες περιγράφεσθαι τοὺς κανόνας, ἐὰν δὲ τῷ ὀνόματι τῆς ἀνυπόπτου προσγενούς οι Ιερωμένοι τοὺς πιστοὺς σκανδαλίζουσι διὰ τῆς μετὰ τῶν λοιπῶν γυναίων συνοικήσεως, φακὲν ὅτι οἱ μὲν Επίσκοποι ἀπὸ τῆς Ἰουστινιανείου Νεαράς, τῆς παρ' ἡμῶν καταστρωθείσης εἰς τὴν ἑρμηνείαν τοῦ γ΄ κανόνος τῆς α' συνόδου, κωλύονται συνοικεῖν οἰᾳδήτινι γυναικί· τοὺς δὲ κληρικοὺς ἤθελον μὲν καὶ αὐτοὺς ἁγιοπρεπῶς ζῆν, καὶ πάνυ ἀπέχεσθαι τῆς μετὰ γυναικῶν οίωνδήτινων συνοικήσεως. Εἰ δὲ τοῦτο οὐ δύνανται, οὗτοι, ὡς ἐμοὶ δοκεῖ, ἀκινδύνως συνοικοῦσι μετὰ μητέρων καὶ ἀδελφῶν καὶ λοιπῶν ἀνυπόπτων προσώπων, κἂν ἔχωσι ταῦτα γυναίκας πρὸς ὑπηρεσίαν χρησιμευούσας. Ο γὰρ μέγας οὗτος Πατὴρ τὸ ἀσκανδάλιστον τῶν πολλῶν πραγματευό. μενος, διωρίσατο μετοικισθῆναι ἀπὸ τοῦ Γρηγορίου τὸ γύναιον, οὐκ ὁροθετῶν τὸ μὴ συνοικεῖν τὸν ἱερω μένον ἀνυπόπτοις προσώποις, ἐὰν μεθ᾿ ἑαυτῶν ἔχωσι και έτερα γύναια. Καὶ ἐπεὶ τοῦ ἱερωμένου συνοικούντος μετὰ ἀνυπόπτου προσώπου ἅπαν σκάν

Commentary on the Letter of the same to the chorepiscopi, that ministers not be made without him contrary to the canonsCommentaria in ejusdem chorepsicopis Epistolam, ne sine ipso fiant ministri praeter canones

col. 827–828page 410 of 534
Commentaria in ejusdem chorepsicopis Epistolam, ne sine ipso fiant ministri præter canones
PG 138:827εἶναι τούτου τὰ ἀλλότρια γύναια, ἀλλὰ τῆς προσγενοῦς αὐτοῦ· μετὰ δὲ ὑπόπτου διάγοντος γυναικείου μέρους, τὸ ἀπὸ τῆς φαύλης υποψίες ανακύπτον σκάνδαλον προσλαμβάνει τὴν ἐργασίαν, ἀπαρεμποδίστως μετὰ ἀνυπόπτων προσώπων οἰκίζει ὁ ἱερ μένος, κἂν ἔχωσιν ὑφ' ἑαυτὰ γυναίκας· μὴ ὄντων δὲ τοιούτων προσώπων μεθ' ὧν συνοικεῖ, οὐκ ἔσται αὐτῷ ἀνεπιτίμητος ή συνοίκησις. "Αλλως τε, εἰ δοθή τὸν ἱερωμένον μὴ συνοικεῖν οἰῳδήτινι προσώπω ἀνυπόπτῳ ἔχοντι ἕτερα γύναια, ἀναγκασθήσεται καὶ πᾶς ἱερωμένος μήτε πατρὶ συνοικεῖν, μήτε παισὶν ἰδίοις, μήτε τινὶ ἐξυπηρετῆσαι βιωτικῷ· οἱ πλείους γὰρ τούτων ἔχουσι δουλίδας, εἴτε καὶ ἐλευθέρας εἰς υπουργίαν τῶν ὑπ' αὐτούς. "Η εἴποιμεν εἶναι πάντα τὰ τοιαῦτα πρόσωπα πτωχικά, καὶ ἑαυτοῖς ἐξαρ κοῦντα πρὸς παντοίαν υπηρεσίαν, ὅπερ ἄτοπον. Τὸ μέντοι δουλεύεσθαι ἱερωμένον παρά γυναικός, καν συνοικῇ μετὰ ἀνυπόπτου προσώπου, ἐστὶ κακὸν, καὶ τοῖς κανόσιν, ἀλλὰ μὲν καὶ τῇ παρούσῃ ἐπιστολή ἀνέ δεκτον, καὶ διὰ τοῦτο κολάσεως άξιον. 'Ανάγνωθι καὶ τὸν σ' κανόνα τῆς ἐν τῷ Τρούλλῳ συνόδου, καὶ τὸν ιβ'. Τούτων οὕτω διευλυτωθέντων, ἐρωτήσῃ τις, ὡς τῆς ἐπιστολῆς διοριζομένης τῷ Γρηγορίῳ εἰς μοναστήριον ἀπαγαγεῖν τὴν συνοικοῦσαν αὐτῷ για ναῖκα, ἠναγκάζετο οὗτος ἀποκεῖραι ταύτην, ἢ οὐ; Λύσις, Τινὲς, ἀπὸ τοῦ μη' κανόνος τῆς ἐν τῷ Τρούλλω συνόδου ὁρμώμενοι, λέγουσιν ἐπικεῖσθαι αὐτῷ ἀνάγ κην, ὥστε ἀποκεῖραι τὴν συνοικούσαν τούτῳ. Ο γὰρ ἄριστας, φασί, τῷ ἁγίῳ ἀντὶ εἱρκτῆς καὶ κοι λάσεως χρηματίσαι τῷ γυναίῳ τὸ μοναστήριον. Ἐμοὶ δὲ δοκεῖ διαφορὰν εἶναι μεγάλην δουλευτρίας καὶ νομίμου συμβίου, καὶ διὰ τοῦτο ἐκεῖ μὲν ὁ ἐπίσ σκοπός ἠναγκάσθη φροντίσαι τῆς σωματικῆς καὶ ψυχικῆς σωτηρίας τῆς συμβίου αὐτοῦ· ἐνταῦθα δὲ ὁ ἱερεὺς μίαν ἀνάγκην εἶχε, τὸ περιαιρῆσαι τὸ σκάνδαλον διὰ τῆς διαστάσεως. Αλλ' οὐδὲ αὐτὴν τὴν γυναῖκα εἶπέ τις εὐλόγως ἀναγκασθῆναι χάριν τοῦ ἐλέσθαι καὶ ἄκουσαν ἀπόκαρσιν. Διὸ καὶ κατανοεῖται μοι ἀναγκαῖον εἶναι μόνην τὴν διάστασιν, οὐ μὴν καὶ τὴν ἀπόκαρσιν. Εἰ δὲ καὶ αὐτὴ γένηται κατὰ θέλησιν τῆς γυναικός, διπλασιάζει τὸ καλόν, καὶ γίνεται κάλλιον. Ἐπεὶ δέ τινες εἶπον ὡς ἀπὸ τῆς παρούση; ἐπιστολῆς πᾶς ἱερωμένος συνοικῶν Λ δαλον περιαιρείται καχύποπτον (οὐ γὰρ λέγουσιν γυναικὶ ἀλλοτρίᾳ ἀφωρισμένος ἐστὶ καὶ πρὸ παράγο γελίας, λέγω ὅτι οὐδὲ τῷ παρόντι ἁγίῳ ἥρεσε τοῦτο. Ἰδοὺ γὰρ καὶ αὐτὸς εἰδὼς τὸν Γρηγόριον συνοικοῦντα μετὰ γυναίου, ἐπιφωνηματικῶς παρήγγειλε τούτῳ, ἐκ τῆς συνοικίας μεταστῆσαι τὸ γύναιον· καὶ. εἰ ἐποίησεν ὁ Γρηγόριος κατὰ τὴν παραγγελίαν, οὐκ ἂν ὑπέπεσε τῷ ἀφορισμῷ. Ωστε οὐδὲ ἕτερος ἀφορισθήσεται, εἰ μὴ μετὰ παραγγελίαν ἐπιμένει τῇ μετὰ τῆς ἀλλοτρίας γυναικός συνοικία. ΤΟΥ ΑΥΤΟΥ ΧΩΡΕΠΙΣΚΟΠΟΙΣ, ΩΣΤΕ ΜΗ ΓΙΝΕΣΘΑΙ ΧΩΡΙΣ ΑΥΤΟΥ ΥΠΗΡΕΤΑΣ ΠΑΡΑ ΤΟΥΣ ΚΑΝΟΝΑΣ. ΚΑΝΩΝ Κ. Πάνυ με λυπεῖ, ὅτι ἐπιλελοίπασι •λοιπὸν οἱ τῶν Πατέρων κανόνες, καὶ πᾶσα ἀκρίβεια τῶν Ἐκκλη
col. 829–830page 411 of 534
PG 138:829σιῶν ἀπελήλαται, καὶ φοβοῦμαι μή κατά μικρόν, τῆς ἀδιαφορίας ταύτης ὁδῷ προϊούσης, εἰς παντελῆ σύγχυσιν ἔλθῃ τὰ τῆς Ἐκκλησίας πράγματα. Τους ὑπηρετοῦντας τῇ Ἐκκλησίᾳ ἡ πάλαι ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις ἐμπολιτευομένη συνήθεια μετά πάσης ἀκριβείας δοκιμάζουσα παρεδέχετο· καὶ ἐπολυπραγμονεῖτο πᾶσα αὐτῶν ἡ ἀναστροφή, εἰ μὴ λοίδοροι εἰσιν, εἰ μὴ μέθυσοι, εἰ μὴ πρόχειροι πρὸς τὰς μάχας, εἰ παιδαγωγοῦσιν ἑαυτῶν τὴν νεότητα, ὥστε κατορθοῦν δύνασθαι τὸν ἁγιασμόν, εὖ χωρίς οὐδεὶς ἔψεται τὸν Κύριον. Καὶ τοῦτο ἐξήταζον μὲν πρεσβύτεροι καὶ διάκονοι συνοικοῦντες αὐτοῖς, ἐπ ανέφερον δὲ τοῖς χωρεπισκόποις, οἶ, τὰς παρὰ τῶν ἀληθινῶς μαρτυρούντων δεξάμενοι ψήφους, καὶ ὑπομνήσαντες τὸν ἐπίσκοπον, οὕτως ἐνηρίθμουν τὸν ὑπηρέτην τῷ τάγματι τῶν ἱερατικῶν. Νῦν δὲ πρῶτον μὲν, ἡμᾶς παρωσάμενοι, καὶ μηδὲ ἐπαναφέρειν ἡμῖν καταδεχόμενοι, εἰς ἑαυτοὺς τὴν ὅλην περιεστήσατε αὐθεντίαν· ἔπειτα, καταρραθυμοῦντες τοῦ πράγματος, πρεσβυτέροις καὶ διακόνοις ἐπετρέψατε, οὓς ἂν ἐθέλωσιν ἀπὸ ἀνεξετάστου βίου, κατὰ προσπάθειαν, ἢ τὴν ἀπὸ συγγενείας, ἢ τὴν ἐξ ἄλλης τινὸς φιλίας, ἐπεισάγειν τῇ Ἐκκλησίᾳ τοὺς ἀναξίους. Διὸ πολλοὶ μὲν ὑπηρέται ἀριθμοῦνται καθ' ἑκάστην χώμην, ἄξιος δὲ λειτουργίας τοῦ θυσιαστηρίου οὐδὲ εἷς, ὡς ὑμεῖς αὐτοὶ μαρτυρεῖτε, ἀποροῦντες ἀνδρῶν ἐν ταῖς ψηφοφορίαις. Ἐπεὶ οὖν ὁρῶ τὸ πρᾶγμα λοιπὸν εἰς ἀνήκεστον προϊόν, μάλιστα νῦν, τῶν πλείστων φόβῳ τῆς στρατολογίας εἰσποιούντων ἑαυ τοὺς τῇ ὑπηρεσίᾳ, ἀναγκαίως ἦλθον εἰς τὸ ἀνανεώσασθαι τοὺς τῶν Πατέρων κανόνας· καὶ ἐπιστέλλω ὑμῖν ἀποστείλαί μοι τὴν ἀναγραφὴν ἑκάστης κώμης τῶν ὑπηρετούντων, καὶ ὑπὸ τίνος εἰσῆκται ἕκαστος, καὶ ἐν ποίῳ βίῳ ἐστίν. Εχετε δὲ καὶ αὐτοὶ παρ' ἑαυτοῖς τὴν ἀναγραφήν, ὥστε συγκρίνεσθαι τοῖς παρ' ἡμῖν ἀποκειμένοις γράμμασι τὰ ὑμέτερα, καὶ μηδενι ἐξεῖναι ἑαυτὸν, ότε βούλεται, παρεγγράφειν. Οὕτω μέντοι, μετὰ τὴν πρώτην επινέμησιν εἴ τινες ὑπὸ πρεσβυτέρων εἰσήχθησαν, ἐπὶ τοὺς λαϊκοὺς ἀπορριφῶσιν. ῎Ανωθεν δὲ γένηται αὐτῶν παρ' ὑμῶν ἐξ έτασις· κἂν μὲν ἄξιοι ὦσι, τῇ ὑμετέρα ψήφῳ παρα δεχθήτωσαν Επικαθαρίσατε τὴν Ἐκκλησίαν, τοὺς ἀναξίους αὐτῆς ἀπελάσαντες, καὶ τοῦ λοιποῦ ἐξετάζετε μὲν τοὺς ἀξίους καὶ παραδέχεσθε· μὴ ἀριθμεῖτε δὲ πρὶν εἰς ἡμᾶς ἐπανενεγκεῖν· ἡ γινώσκετε, ὅτι λαϊκὸς ἔσται ὁ ἄνευ ἡμετέρας γνώμης εἰς υπηρεσίαν παραδεχθείς. ΒΑΛΣ. Τίνες ἦσαν οἱ χωρεπίσκοποι, καὶ τίνα εἶχον δίκαια, εἴρηται εἰς τὸν ιδ' κανόνα τῆς ἐν Νεοκαισαρείᾳ συνόδου, καὶ εἰς τὴν ιδ κανόνα τῆς ἐν Ἀντιοχείᾳ καὶ διὰ τοῦτο ἐνταῦθα περιστὸν ἐλογίσθη μοι χάριν τῶν αὐτῶν παλιλλογεῖν· καὶ μᾶλλον ὅτι τὰ ἐν τῇ παρούσῃ ἐπιστολή περιεχόμενα χάριν των χωρι πισκόπων ἐσχόλασαν παντελῶς, καὶ πάντες οἱ κλη μικοὶ παρὰ τῶν ἐπισκόπων γίνονται κατά μόνην δο κιμασίαν αὐτῶν. ΖΩΝΑΡ. Αἰτιᾶται (α) ο μέγας Βασίλειος τοὺς ὑπο κειμένους αὐτῷ χωρεπισκόπου;, ώ; καθ᾿ ἑαυτοὺς

Commentary on the Letter of the same to his suffragan bishops against ordinations for moneyCommentaria in Epistolam ejusdem ad episcopos sibi subjectos, ne propter pecunias ordinent

col. 831–832page 412 of 534
PG 138:831καθιστώντας ὑπηρέτας, καὶ τὴν συνήθειαν παραβαί επινέμησιν. Ἐπινέμησιν νοντας, ἣν λέγει κρατήσαι, ὥστε γνώμῃ τοῦ ἐπισκόπου γίνεσθαι παρὰ τῶν χωρεπισκόπων αὐτοὺς, καὶ τοῦ λοιποῦ ἀνανεώσθαι τοὺς κανόνας ἀπαιτεῖ, ήγουν μετὰ τὴν πρώτην ἐπινέμησιν. Ἐπινέμησιν δὲ τὴν Ινδικτον λέγει, καὶ αὐτοὺς μὲν ἐξετάζειν τους ἀξίους, καὶ παραδέχεσθαι, μὴ κατατάττειν δὲ αὐτοὺς ἐν τῷ κλήρῳ, εἰ μὴ ἀναφέροιεν τὰ περὶ αὐτῶν πρὸς αὐτόν. Τοὺς δὲ μὴ οὕτω καταταγέντας ἀπειλεῖ εἰς τοὺς λαϊκοὺς ἐξωθεῖσθαι. Εἰ μὲν οὖν συνήθεια εκράτει τότε τοιαύτη, οὐκ οἶδα· κανὼν δὲ τοιοῦτος ἐν ταῖς προγενεστέραις ἐκείνου συνόδοις οὐχ εὕρηται ἀλλὰ μᾶλλον ὁ ια' κανὼν τῆς ἐν Ἀντιοχεία συνόδου, παλαιοτέρας ούσης τοῦ ἁγίου τούτου, δίδωσι τοῖς χωρεπισκόποις καὶ ὑποδιακόνους, οἵτινες καὶ ὑπηρέται λέγονται, καὶ ἀναγνώστας καὶ ἐφορκιστὰς και Οιστᾷν· πρεσβυτέρους δὲ καὶ διακόνους ὁρίζει μὴ χειροτονεῖν τοὺς χωρεπισκόπους, εἰ μὴ γνώμῃ τοῦ ἐπισκόπου ᾧ ὑπόκεινται. Ὁ δὲ ιδ' τῆς ἐν Νεο καισαρείς συνόδου κανὼν τύπον τῶν σ' ἀποστόλων ἐπέχειν χωρεπισκόπους φησί. ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΥΣ ΥΦ' ΕΑΥΤΟΝ ΕΠΙΣΚΟΠΟΥΣ Ωστε μὴ χειροτονεῖν ἐπὶ χρήμασιν. ΚΑΝΩΝ ΚΑ'. Τὸ τοῦ πράγματος ἄτοπον, περὶ οὗ γράφει, διότι μὲν ὅλως ὑπωπτεύθη καὶ ἐλαλήθη, οδύνης ἐπλήρωσέ μου τὴν ψυχήν τέως δὲ ἐφάνη μοι ἀπισ στον. Τὸ οὖν περὶ αὐτοῦ γράμμα ὁ μὲν συνεγνωκώς ἑαυτῷ δεξάσθω ὡς ίαμα, ὁ δὲ μὴ συνεγνωκώς ὡς προφυλακτήριον· ὁ δὲ ἀδιάφορος, ὅπερ ἀπεύχομαι ἐφ' ὑμῖν εὑρεθῆναι, ὡς διαμαρτυρίαν. Τί δέ ἐστιν δ λέγω; Φασί τινας ὑμῶν παρὰ τῶν χειροτονουμένων λαμβάνειν χρήματα· ἐπισκιάζειν δὲ ὀνόματι εὐσεβείας. Τοῦτο δὲ χεῖρόν ἐστιν. Ἐὰν γάρ τις τὸ κακὸν ἐν προσχήματι τοῦ ἀγαθοῦ ποιῇ, διπλασίονος τιμωρίας ἐστὶν ἄξιος· διότι αὐτό τε τὸ οὐκ ἀγαθὸν ἐργάζεται, καὶ κέχρηται εἰς τὸ τελέσαι τὴν ἁμαρ τίαν, ὡς ἂν εἴποι τις, τῷ καλῷ συνεργῷ. Ταῦτα εἰ οὕτως ἔχει, τοῦ λοιποῦ μὴ γινέσθω, ἀλλὰ διορθωθήτω· ἐπεὶ ἀνάγκη λέγειν πρὸς τὸν δεχόμενον τὸ ἀργύριον, ὅπερ ἐβρήθη παρὰ τῶν ἀποστόλων πρὸς τὸν θέλοντα δοῦναι, ἵνα Πνεύματος ἁγίου μετουσίαν
col. 833–834page 413 of 534
PG 138:833ὠνήσηται· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώ Λειαν. Κουφότερος γὰρ ὁ δι' ἀπειρίαν ὠνήσασθα θέλων ἢ ὁ πιπράσκων τὴν τοῦ Θεοῦ δωρεάν. Πρᾶτις γὰρ ἐγένετο· καὶ δ σὺ δωρεὰν ἔλαβες, ἐὰν πωλῆς, ὡσανεὶ πεπραμένος τῷ Σατανά, ἀφαιρεθήση τοῦ χαρίσματος. Καπηλείαν γὰρ ἐπεισάγεις τοῖς πνευ ματικοῖς, καὶ τῇ Ἐκκλησίᾳ, ἔνθα πεπιστεύμεθα σῶμα καὶ αἷμα Χριστοῦ. Ταῦτα οὕτω γίνεσθαι οὐ χρή. Ο δέ ἐστι τέχνασμα, λέγω. Νομίζουσι μὴ ἁμαρτάνειν τῷ μὴ προλαμβάνειν, ἀλλὰ μετὰ τὴν χειροτονίαν λαμβάνειν. Λαβεῖν δὲ ἔστιν ὅτε δή ποτε τὸ λαβεῖν. Παρακαλῶ οὖν ταύτην την πρόσοδον, μᾶλλον δὲ τὴν προσαγωγὴν τὴν ἐπὶ γέενναν ἀπόθεσθε· καὶ μὴ, τὰς χεῖρας μολύναντες τοιούτοις λήμμασιν, ἑαυτοὺς ἀναξίους ποιήσητε τοῦ ἐπιτελεῖν ἁγνὰ μυστήρια. Σύγγνωτε δέ μοι. Πρῶτον μὲν ὡς ἀπιστήσας, εἶτα ὡς πεισθεὶς ἀπειλῶ. Εἴ τις μετὰ ταύτην μου τὴν ἐπιστολὴν πράξειέ τι τοιοῦτον, τῶν μὲν ἐνταῦθα θυσιαστηρίων ἀναχωρήσει ζητήσει δὲ ἔνθα τὴν τοῦ Θεοῦ δωρεὰν ἀγοράζων μεταπωλεῖν δύναται. Ἡμεῖς γὰρ καὶ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ τοιαύτην συνήθειαν οὐκ ἔχομεν. Εν δὲ προσθεὶς παύσομαι. Διὰ φιλαργυρίαν γίνεται ταῦτα. Η δὲ φιλαργυρία καὶ ρίζα πάντων τῶν κακῶν ἐστι, καὶ ὀνομάζεται εἰδωλολατρεία. Μὴ οὖν πρὸ τοῦ Χριστοῦ τιμή σητε τὰ εἴδωλα διὰ μικρὸν ἀργύριον· μηδὲ πάλιν τὸν Ἰούδαν μιμήσησθε, λήμματι παραδιδόντες δεύ τερον τὸν ἅπαξ ὑπὲρ ἡμῶν σταυρωθέντα. Ἐπεὶ καὶ τὰ χωρία καὶ αἱ χεῖρες τῶν τοὺς καρποὺς τούτων δεχομένων ᾿Ακελδαμά κληθήσονται. ΒΑΛΣ. Πῶς κολάζονται οἱ ἐπὶ χρήματι χειροτονοῦντες καὶ χειροτονούμενοι, ἐῤῥήθη πλατύτερον εἰς τὴν Ερμηνείαν τοῦ κθ' κανόνος τῶν ἁγίων ἀποστόλων, εἰς τὸν β' κανόνα τῆς δ' συνόδου, εἰς τὸν κβ' κανόνα τῆς ς' συνόδου, καὶ εἰς τὸν ε' καὶ ιθ' τῆς ζ' συνόδου καὶ ἀνάγνωθι τούτους καὶ τὰς ἑρμηνείας αὐτῶν. Ἐπεὶ δὲ καὶ ἡ παροῦσα ἐπιστολή, ὡς καὶ οἱ κανόνες, και θαιρέσει καθυποβάλλει τους χειροτονοῦντας καὶ τοὺς χειροτονουμένους, κἂν πρὸ τῆς χειροτονίας λάβωσιν * δώσουσι χρήματα, κἂν μετὰ τὴν χειροτονίαν σύ να ψον ταῦτά τε κἀκεῖνα, καὶ διὰ τῆς νοητῆς μαχαί. ρας τοῦ Πνεύματος τὸ τῆς φιλαργυρίας πάθος, ὡς ενών, ῥιζοτόμησον. Τὰ μέντοι ἐξωνούμενα χωρία διὰ τῶν τοιούτων χρημάτων 'Ακελδαμα, φησί, κληθήσονται ὅπερ Εβραϊκόν ἐστι, καὶ ἐξελληνιζόμενον, τιμή καὶ χωρίον αἷματος ἑρμηνεύεται, εἴρηται ἐν τῇ βίβλῳ τῶν Πράξεων. Τοῦτο δέ ἐστιν ὁ λέγει, ὅτι, ὥσπερ ὁ διὰ τῶν ἀργυρίων, ὧν ἐπράθη διὰ τοῦ Ἰούδα ὁ Κύριος, ἀγορασθεὶς ἀγρὸς τιμὴ αἵματος ἐκλήθη, οὕτω καὶ τὰ λαμβανόμενα ἀργύρια παρὰ τῶν πωλούντων τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ αἱ ἐνορίαι, καὶ αἱ χῶμαι ἐν οἷς οἱ διδόντες χειροτονοῦνται, τιμὴ αἷμα τος ἔσονται καὶ κληθήσονται. ΖΩΝΑΡ. Πρὸς τοὺς οἰκείους (α) ἐπισκόπους ἔγε
col. 835–836page 414 of 534
PG 138:835γραψεν ο Άγιος, ἀκούσας ὅτι ἀπὸ τῶν χειροτονουμέν των παρ' αὐτῶν λαμβάνουσι χρήματα, καὶ ἄπιστον μὲν, φησὶν, ἡγησάμην το πράγμα· ὅτι δὲ καὶ ὑποπτεύθη μόνον, λύπην μοι προεξένισε, μονονουχὶ τοῦτο λέγων, ὅτι λύπη μοι ἐστὶ τὸ τοιούτους εἶναι ὑμᾶς, ὥστε τοιαῦτα λέγεσθαι καθ᾽ ὑμῶν. Εστι γὰρ ἦθος κατά τινα σοφὸν ἕτερον τινός κατηγορίας ἀνένδεκτον, ὡς εἴ τίς; φησιν, έταιρήσεως διώκει τὸν Αίαντα. Ταῦτα δὲ, & γράφω, φησὶν, ὁ μὲν συνειδώς ἑαυτῷ τοιοῦτόν τι δεξάσθω ὡς ἴαμα τῆς κακίας ὁ δὲ καθαρὸς ἐξ αὐτῆς, ὡς προφυλακτήριον· τὰ γὰρ φάρμακα παρὰ τῶν ἰατρῶν τοῖς μὲν ἐμπεσοῦσιν εἰς νόσον διὰ ἴασιν δίδονται, καὶ τῆς νόσου ἀπαλλαγήν, τοῖς δὲ μήπω νοσούσι, παρέχονται προφυλακτικά, ὥστε μὴ νοσῆσαι. Οστις δέ, φησίν, ἀδιά φορές ἐστιν, ήγουν ὅστις οὐδὲ νομίζει κακόν τι ποιεῖν, λαμβάνων ἐκ τῶν παρ' αὐτοῦ χειροτονουμένων, ὅπερ τὸ τῆς ἀδιαφορίας δηλαδὴ ἀπεύχομαι ἐν ὑμῖν εὑρεθῆναι, δεξάσθω τὰ γραφόμενα ως μαρτυρίαν, ήτοι ώς παραγγελίαν, ὡς ἐπιφώνημα. Απηύξατο δὲ τὴν ἀδια φορίαν εἰκότω;. Ο γὰρ ἁμαρτάνων, καὶ εἰδὼς καὶ κὸν ποιεῖν, ἐλπίζεται ἴσως καὶ ἀποσχέσθαι ἀπὸ τοῦ κακοῦ· ὁ δὲ τὸ κακὸν πράσσων, καὶ μηδὲ λογιζόμενος κακὸν ποιεῖν, οὐκ ἄν ποτε ἔλθῃ εἰς μετάνοιαν, οὐδὲ τῆς ἁμαρτίας ἀφέξεται. Ο δὲ λέγω, φησίν, ἐστί, τὸ λέγειν τινάς, ὅτι χρήματα λαμβάνοντες τὰ; χειροτονία; ποιεῖτε· ἐπισκιάζετε δὲ, ἀντὶ τοῦ ἐπι κρύπτετε, τὸ κακὸν εὐσεβείας ονόματι. Τοῦτο δὲ χεῖρον ἐστίν. Ὁ γὰρ ποιῶν, φησί, τὸ κακὸν, καὶ σχηματιζόμενος καλόν τι ποιεῖν, διπλῆς ἐστιν ἄξιος τιμωρία;, ὅτι τε τὸ κακὸν ποιεῖ, καὶ ὅτι κέχρηται εἰς συνεργίαν τῆς κακίας τῷ ἀγαθῷ, ἤτοι τῷ ὀνόματι τοῦ καλοῦ, οὐ γὰρ αὐτῷ τῷ καλῷ. Ταῦτα εἰ οὕτω; ἔχει, ήγουν εἰ ἀληθῆ εἰσι, διορθωθήτω. Ανάγκη γὰρ λέγεσθαι πρὸς τοὺς ἐπὶ χρήμασι χειροτονοῦντας τὸ τοῦ ἁγίου Πέτρου, 8 πρὸς τὸν Σίμωνα ἔφη, χρή ματα προσαγαγόντα, καὶ ζητοῦντα δεθῆναι αὐτῷ τὴν χάριν τοῦ Πνεύματος, ὅπερ ἐστὶν, Εἴη τὸ ἀργύριον σου σύν σοι εἰς ἀπώλειαν. Εἶτα καὶ αὔξει τὴν ἁμαρτίαν, λέγων, ὅτι οἱ τάς χειροτονίας ὠνούμενοι, ἐλαφρότερόν τι ἁμαρτάνουσι τῶν πιπρασκόντων αὐτ τά;· οἱ μὲν γὰρ δι' ἀπειρίαν ὠνοῦνται 8 οὐκ ἔχου σιν· ὁ δὲ πιπράσκων πωλεῖ ὁ ἔλαβε δωρεάν· ὡ; πεπραμμένος τῷ Σατινᾷ, ήγουν ὡς δοῦλος ὠνητής ῃ τῷ διαβόλῳ γενόμενος, καὶ εἰς καπηλείαν, ἀντὶ τοῦ εἰς πραγματείαν, κατάγει τὴν χάριν τοῦ Πνεύματος. Καπηλεία γὰρ ἡ πραγματεία λέγεται, καὶ μάλιστά γε ἡ ῥυπαρά, ἣν, φησί, τὴν ῥυπαρὰν πραγματείαν ἐπεισάγει τῇ Ἐκκλησίᾳ, ὅπου πεπιστεύμεθα τὰ τι μιώτατα, μᾶλλον δὲ τὰ ὑπὲρ πᾶσαν τιμὴν, ἅ εἰσι τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Χριστοῦ. Εἰπὼν ἄνω, ὅτι Ἐπισκιάζετε τὸ κακὸν, νῦν καὶ πῶς ἐπισκιάζουσι, λέγει. Νομίζουσι, φησί, μὴ ἁμαρτάνειν, ὅτι οὐ λαμβάνουσιν ἅμα τῇ χειροτονίᾳ, ἀλλὰ μετὰ ταῦτα λαβεῖν δέ ἐστιν, ἐτεδήποτε τὸ λαβεῖν. Κἂν γὰρ μὴ πρότερόν τις λάβῃ, ἢ ὅτε χειροτονεῖ, ἀλλὰ μετὰ καιρόν, διὰ τὴν χειροτονίαν, τὸ αὐτό ἐστιν ἁμάρτημα.
col. 837–838page 415 of 534
PG 138:837Παρακαλῶ οὖν, ἀπόθεσθε ταύτην τὴν πρόσοδον, μάλ- Λ λον δὲ τὴν προσαγωγὴν τὴν ἐπὶ γέενναν· ἡ γὰρ ἐκ τοιαύτης αιτίας πρόσοδος προσάγει τῇ γεέννῃ τὸν χρώμενον αὐτῇ. Καὶ μὴ τὰς χεῖρας μολύνοντες ἀπὸ τοῦ λαμβάνειν, ἀπὸ πόρων τοιούτων ἀναξίους ποιήσητε ἑαυτοὺς τοῦ μεταχειρίζεσθαι τὰ ἅγια μυστήρια, ήγουν τοῦ ἱερουργεῖν καὶ θύειν τὸ σῶμα καὶ αἷμα τοῦ Χριστοῦ. Ὅτι δὲ εἰς ἀπειλὴν περιέστησε τὸν λόγον ὁ ἅγιος, εἰπὼν ἐν ἀρχῇ τῆς ἐπιστολῆς, ὅτι ἄπιστον ἡγησάμην τὸ πράγμα, συγγνώμην αἰτεῖ. Ἡ δὲ ἀπειλή ἐστι τὸ μηκέτι ἐαθῆναι τὸν μετὰ τὴν ἐπιστολὴν τοιοῦτόν τι ποιήσαντα εἰς θυσιαστήριον ἐνεργῆσαι. Αναχωρήσει γάρ, φησὶν, ὁ τοιοῦτος τῶν ἐνταῦθα Ουσιαστηρίων, ἀντὶ τοῦ κωλυθήσεται δε ἱερατεύειν, καὶ λοιπὸν ἄλλην χώραν αἰτήσει, ἐν ᾗ ἐξωνίσεται τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ μεταπωλήσει αὐτήν. Καὶ ἐπὶ τούτοις τὰ ἀποστολικὰ ἐπάγει ῥητά· Ἡμεῖς γὰρ καὶ αἱ ᾿Εκκλησίαι τοῦ Θεοῦ τοιαύτην συνήθειαν οὐκ ἔχομεν. Εἶτά φησιν, ὅτι τὸ πωλεῖν τὴν χάριν τοῦ Πνεύματος, διὰ φιλαργυρίαν γίνεται, ήτις ρίζα πάντων τῶν κακῶν ἐστὶ, καὶ ὀνομάζεται εἰδωλολατρία. Μὴ οὖν προτιμήσητε τὰ εἴδωλα τοῦ Χριστοῦ. διὰ μικρὸν ἀργύριον. Ἐπεὶ γὰρ ἡ φιλαργυρία εἰδωλολατρία ἐστὶν, ὁ διὰ φιλαργυρίαν πωλῶν τὴν δωρεὰν τοῦ Θεοῦ προτιμᾶται τὰ εἴδωλα τοῦ Θεοῦ, καὶ μιμεῖται τὸν Ἰούδαν. Ὡς γὰρ ἐκεῖνος διὰ τὸ κερδῆσαι τὰ ἀργύρια παρέδωκε τὸν Χριστὸν, οὕτω καὶ οὗτοι προδιδέασιν εκόντες δευτέραν εἰς προδοσίαν τὸν Χριστὸν, ὃς ἅπαξ ὑπὲρ ἡμῶν ἐσταυρώθη. Τοσοῦ τον δὲ φησί, τὸν Ἰούδαν μιμοῦνται οἱ τὴν χάριν πω λοῦντες τοῦ Πνεύματος, ὅτι καὶ τὰ χωρία, τὰ διὰ τῶν ἀργυρίων τούτων ὠνούμενα, ήγουν αἱ ἐνορίαι, καὶ αἱ κώμαι ἐν αἷς ἐπικηρύττοντα: οἱ οὕτω χειροτονούμενοι, καὶ αἱ χεῖρες, αἱ τοὺς καρποὺς τούτους δεχόμεναι, Ακελδαμὰ κληθήσονται· ὅπερ Εβραϊκόν ἐστι, ἐξελληνιζόμενον δὲ τιμὴν καὶ χωρίον αἵματος ἑρμη νεύεται. Είρηται δὲ ἐν τῇ βίβλῳ τῶν Πράξεων. Τοῦτο οὖν ἐστιν 8 λέγει· ὅτι ὥσπερ ὁ διὰ τῶν ἀργυ ρίων, δι' ὧν ἐπράθη παρὰ τοῦ Ἰούδα ὁ Κύριος, ἀγορασθεὶς ἀγρὸς τιμὴ αἵματος ελογίσθη και ενη μάσθη, οὕτω καὶ τὰ λαμβανόμενα ἀργύρια παρά τῶν πωλούντων τὴν δωρεάν τοῦ Θεοῦ, καὶ αἱ ἐνορίαι, καὶ αἱ κώμαι, ἐν οἷς οἱ διδόντες χειροτονοῦνται, τιμή αίματος ἔσονται καὶ κληθήσονται.

Commentary on the Letter of the same to Amphilochius on the Holy SpiritCommentaria in ejusdem Epistolam ad Amphilochium, de Spiritu sancto

col. 839–840page 416 of 534
PG 138:839ΤΟΥ ΑΓΙΟΥ ΒΑΣΙΛΕΙΟΥ ΕΚ ΤΟΥ ΚΖ' ΚΕΦ. Τῶν περὶ τοῦ ἁγίου Πνεύματος ΠΡΟΣ ΤΟΝ ΜΑΚΑΡΙΟΝ ΑΜΦΙΛΟΧΙΟΝ. ΚΑΝΩΝ ΙΒ'. Τῶν ἐν τῇ Ἐκκλησία πεφυλαγμένων δογμάτων και κηρυγμάτων τὰ μὲν ἐκ τῆς ἐγγράφου διδασκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν ἀποστόλων παραδί στις διαδοθέντα ἡμῖν ἐν μυστηρίῳ παρεδεξάμεθα ἅπερ αμφότερα τὴν αὐτὴν ἰσχὺν ἔχει πρὸς τὴν εὐ σέβειαν. Καὶ τούτοις οὐδεὶς ἀντερεῖ, οὐκοῦν ὅστις γε κατά μικρόν γοῦν θεσμῶν ἐκκλησιαστικῶν πε πείραται. Εἰ γὰρ ἐπιχειρήσαιμεν τὰ ἄγραφα των ἐθῶν ὡς μὴ μεγάλην ἔχοντα τὴν δύναμιν παραιτεῖσθαι, λάθοιμεν ἂν εἰς αὐτὰ τὰ καίρια ζημιοῦντες τὸ Ευαγγέλιον· μᾶλλον δὲ εἰς ὄνομα ψιλόν περιιστῶντες τὸ κήρυγμα. Οἷον ἵνα τοῦ πρώτου καὶ κοινοτάτου πρῶτον μνησθώ ] τῷ τύπῳ τοῦ σταυροῦ τοὺς εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἠλπικότας κατασημαίνεσθαι τίς ὁ διὰ γράμματος διδάξας; Τὸ πρὸς ἀνατολὰς τετράφθαι κατὰ τὴν προσευχὴν ποῖον εδίδαξεν ἡμᾶς γράμμα; Τὰ τῆς ἐπικλήσεως βήματα ἐπὶ τῇ ἀναδείξει τοῦ ἄρτου τῆς Εὐχαριστίας καὶ του ποτηρίου τῆς εὐλογίας τῆς τῶν ἁγίων ἐγγράφως ἡμῖν καταλέλοιπεν; Οὐ γὰρ δὴ τούτοις ἀρκούμεθα, ὧν ὁ ᾿Απόστολος ἢ τὸ Εὐαγγέλιον ἐπεμνήσθη, ἀλλὰ καὶ προλέγομεν καὶ ἐπιλέγομεν ἕτερα, ὡς μεγάλην ἔχοντα πρὸς τὸ μυστήριον τὴν ἰσχὺν, ἐκ τῆς ἀγράφου διδασκαλίας παραλαβόντες. Εὐλογοῦμεν δὲ τό τε ὕδωρ τοῦ βαπτίσματος, καὶ τὸ ἔλαιον τῆς κρίσεως, καὶ προσέτι αὐτὸν τὸν βαπτιζόμενον. Ἀπὸ ποίων ἐγγράφων; Οὐκ ἀπὸ τῆς σιωπωμένης καὶ μυστικῆς παρα δόσεως; Τί δέ; αὐτὴν τοῦ ἐλαίου τὴν χρίσιν τίς λόγος γεγραμμένο· ἐδίδαξε· Τὸ δὲ τρὶς βαπτίζεσθαι τὸν ἄνθρωπον πόθεν, ᾿Αλλὰ δὲ ὅσα περὶ τὸ βάπτισμα, ἀποτάσσεσθαι τῳ Σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἐκ ποίας ἐστὶ γραφῆς; Οὐκ ἐκ τῆς ἀδημοσιεύτου ταύτης καὶ ἀποῤῥήτου διδασκαλίας, ἣν ἐν ἀπολυπραγμονήτῳ καὶ ἀπεριεργάστῳ σιγῇ οἱ πατέρες ἡμῶν ἐφύ λαξαν, καλῶς ἐκεῖνο δεδιδαγμένοι, τῶν μυστηρίων τὸ σεμνὸν σιωπῇ διασώζεσθαι; γὰρ οὐδὲ ἐποτε τεύειν ἔξεστι τοῖς ἀμυήτοις, τούτων πῶς ἂν ἦν εἰς τὴν διδασκαλίαν ἐχθριαμβεύειν ἐν γράμμασιν; Θριαμβεύειν ἐν γράμμασι. σχόλιον Ἱστέον, ὅτι ὁ μακάριο: Ἰωάννης ὁ Χρυσόστομος ἐν τῷ δ' λόγῳ τῆς πρὸς Θεσσαλονι
col. 841–842page 417 of 534
PG 138:841Οὗτος ὁ λόγος τῆς τῶν ἀγράφων παραδόσεως, ὡς μὴ καταμεληθεῖσαν τῶν δογμάτων τὴν γνῶσιν εὐτ καταφρόνητον τοῖς πολλοῖς γενέσθαι διὰ συνήθειαν. Αλλο γὰρ δόγμα, καὶ ἄλλο κήρυγμα. Τὸ μὲν γὰρ σωπᾶται, τὰ δὲ κηρύγματα δημοσιεύεται. Σιωπής δὲ εἶδος καὶ ἡ ἀσάρεια, ᾗ κέχρηται ή Γραφή, δυσθεώρητον κατασκευάζουσα τῶν δογμάτων τὸν νοῦν πρὸς τὸ τῶν ἐντυγχανόντων λυσιτελές. Τού του χάριν πάντες μὲν ὁρῶμεν κατ' ανατολὰς ἐπὶ τῶν προσευχῶν· ὀλίγοι δὲ ἴσμεν, ὅτι τὴν ἀρχαίαν ἐπιζητοῦμεν πατρίδα, τὸν παράδεισον, ἦν ἐφύτευσεν ὁ Θεὸς ἐν Ἐδὲμ κατ' ανατολάς. Ορθοδ μὲν πληροῦμεν τὰς εὐχὰς ἐν τῇ μιᾷ τοῦ Σαββάτου τὸν δὲ λόγον οὐ πάντες οἴδαμεν. Οὐ γὰρ μόνον ὡς συναναστάντες Χριστῷ, καὶ τὰ ἄνω ζητεῖν ὀφείλοντες, ἐν τῇ ἀναστασίμῳ ἡμέρᾳ τῆς δεδομένης ἡμῖν χάρι της διὰ τῆς κατὰ τὴν προσευχὴν στάσεως ἑαυτοὺς ὑπομιμνήσκομεν· ἀλλ᾽ ὅτι δοκεῖ πως τοῦ προσδοκωμένου αιώνος εἶναι εἰκών. Διὸ καὶ ἀρχὴ οὖσα ἡμε ρῶν, οὐχὶ πρώτη παρὰ Μωϋσέως, ἀλλὰ μία ὠνόμασται. Εγένετο γάρ, φησίν, ἐσπέρα, καὶ ἐγένετο πρωί, ἡμέρα μία· ὡς τῆς αὐτῆς ἀνακυκλουμένης πολλάκις. Καὶ μία τοίνυν ἡ αὐτὴ, καὶ ὀγδόη, την μίαν ὄντως ἐκείνην καὶ ἀληθινὴν ὀγδόην, ἧς καὶ ὁ Ψαλμῳδὸς ἐν τισιν ἐπιγραφαῖς τῶν ψαλμῶν ἐπεμνήσθη, δι' ἑαυτῆς ἐμφανίζουσα, την μετὰ τὸν χρόνον τοῦτον καταστασιν, τὴν ἄπαυστον ἡμέραν, τὴν ἀν έσπερον, τὴν ἀδιάδοχον, τὸν ἅληκτον ἐκεῖνον καὶ ἀγήρω αἰῶνα. Αναγκαίως οὖν τὰς ἐν αὐτῇ προσευχές ἑστῶτας ἀποπληροῦν τοὺς ἑαυτῆς τροφίμους ή Εχ κλησία παιδεύει, ἵνα τῇ συνεχεῖ ὑπομνήσει τῆς ἀτε λευτή του ζωῆς τῶν πρὸς τὴν μετάστασιν ἐκείνην ἐφοδίων μὴ ἀμελῶμεν. Καὶ πᾶσα δὲ ἡ πεντηκοστή τῆς ἐν τῷ αἰῶνι προσδοκωμένης ἀναστάσεις ἐστὶν ὑπόμνημα. Η γὰρ μία ἐκείνη καὶ πρώτη ἡμέρα, επτάκις ἑπταπλασιασθεῖσα, τὰς ἑπτὰ τῆς ἱερᾶς πεντηκοστῆς ἑβδομάδας ἀποτελεῖ. Ἐκ πρώτης γὰρ ἀρχομένη, εἰς τὴν αὐτὴν καταλήγει, δι᾿ ὁμοίων τῶν ἐν τῷ μέσῳ ἐξελιττομένη πεντηκοντάκις. Διδ καὶ αἰῶνα μιμεῖται τῇ ὁμοιότητι, ὥσπερ ἐν χυ κλικῇ κινήσει ἀπὸ τῶν αὐτῶν ἀρχομένη σημείων, καὶ εἰς τὰ αὐτὰ καταλήγουσα. Ἐν ᾖ τὸ ὄρθιον σχῆμα τῆς προσευχῆς προτιμάν οἱ θεσμοὶ τῆς Ἐκκλησίας κεῖς δευτέρας Επιστολῆς, ἐρμηνεύων τὸ λέγον 1 ζητόν, Αρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε είτε διὰ λόγων, είτε δι' Επιστολῆς ἡμῶν, φησίν, ἐνταῦθα δῆλον, ὅτι οὐ πάντα δι' Επιστολῆς παρεδίδοσαν, ἀλλὰ πολλὰ καὶ ἀγράφω; ὁμοίως δὲ κακεῖνα καὶ ταῦτά ἐστιν ἀξιόπιστα. Ωστε καὶ τὴν παράδοσιν τῆς Εκ κλησίας ἀξιόπιστον ἡγούμεθα. Παράδοσις ἐστι μηδὲν πλέον ζήτει. Ὁ αὐτὸς ἐν τῷ ἑρμηνευτικῷ τῆς πρὸς Εφεσίους Επιστολής ια' λόγῳ περὶ τῶν σχιζόντων τὴν Ἐκκλησίαν, φησὶν οὕτως· Ἀνήρ τις ἅγιος εἶπεν ὅτι οὐδὲ μαρτύρων αἷμα δύναται ταύ τὴν τὴν ἁμαρτίαν ἐξαλείφει».
col. 843–844page 418 of 534
PG 138:843ἡμᾶς ἐξεπαίδευσαν, ἐκ τῆς ἐναργούς υπομνήσεως πἱονεὶ μετοικίζοντες ἡμῶν τὸν νοῦν ἀπὸ τῶν παρόν των ἐπὶ τὰ μέλλοντα. Καὶ καθ' ἑκάστην δὲ γονυκλι υίαν καὶ διανάστασιν ἔργῳ δείχνυμεν, ὅτι δια τῆς ἁμαρτίας εἰς γῆν κατεμβύημεν, καὶ διὰ τῆς φιλ ανθρωπίας του κτίσαντος ἡμᾶς εἰς οὐρανὸν ἀνεκλή σημεν. Επιλείψει με ἡ ἡμέρα, τὰ ἄγραφα της Εκκλησίας μυστήρια διηγούμενον. Εν τἆλλα· εὐ τὴν δὲ τὴν ὁμολογίαν τῆς πίστεως εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ἐκ ποίων γραμμάτων ἔχομεν; Εἰ μὲν γὰρ ἐκ τῆς τοῦ βαπτίσματος τα ραδόσεως, κατὰ τὸ τῆς εὐσεβείας ἀκόλουθον, ώς βα πτιζόμεθα οὕτω καὶ πιστεύειν ὀφείλοντες, οὐσίαν τῷ βαπτίσματι τὴν ὁμολογίαν κατατιθέμεθα, συγ χωρησάτωσαν καὶ ἡμῖν ἐκ τῆς αὐτῆς ἀκολουθίας ὁμοίαν τῇ πίστει τὴν δόξαν ἀποδιδόναι· εἰ δὲ τὸν τρόπον τῆς δοξολογίας ὡς ἄγραφον παραιτούνται, δότωσαν ἡμῖν τῆς τε κατὰ τὴν πίστιν ὁμολογίας καὶ τῶν λοιπῶν, ὧν ἀπηριθμησάμεθα, ἐγγράφους τὰς ἀποδείξεις. Εἶτα τοσούτων ὄντων ἀγράφων, καὶ το σαύτην ἐχόντων τὴν ἰσχὺν εἰς τὸ τῆς εὐσεβείας μυ στήριον, μίαν λέξιν ἡμῖν ἐκ πατέρων εἰς ἡμᾶς ἐλθοῦσαν οὐ συγχωρήσουσιν, ἣν ἡμεῖς ἐκ τῆς ἀνεπιτηδεύτου συνηθείας ταῖς ἀδιαστρόφοις τῶν Ἐκκλησιῶν ἐναπομείνασαν εὕρομεν, οὐ μικρὸν τὸν λόγον ἔχουσαν. οὐδὲ βραχείαν συντέλειαν εἰς τὴν τοῦ μυστηρίου δύναμιν εἰσφερομένην; ΒΛΑΣ. Περὶ τῶν ἀγράφων ἐθῶν τῆς Ἐκκλησίας ανάγνωθι τὸ γ' κεφαλ. τοῦ σ' είτλου τοῦ παρόντος συντάγματος, καὶ τὰ ἐν αὐτῷ παρ' ἡμῶν γραφέντα, "Ο δέ φησιν ἡ παροῦσα ἐπιστολὴ, τοιοῦτόν ἐστι· Τῶν Πνευματομάχων λεγόντων μὴ ὀφείλειν συνδοξάζεσθαι τῷ Πατέρι καὶ τῷ Υἱῷ τὸ πανάγιον Πνεῦμα, διὰ τὸ με παραδοθῆναι τοῦτο ἡμῖν ἐγγράφως, ὁ ἅγιος, μετά τὸ καταλέξαι διάφορα αγραφα ἔθη, ἐξ ἀνάγκης πάσης μὴ παραλυόμενα, ἀλλ᾽ αἰωνίζοντα κρατεῖν μέλλοντα, ἐπάγει καὶ αἰτίας δι' ἂς ἀγράφω; τινὰ ἐκ τούτων παραδέδονται, καί φησι διὰ τί κατὰ ἀνατολὰς ὁμῶν τες εὐχόμεθα, καὶ διὰ τί ὀρθοὶ τῇ μιᾷ τῶν Σαββάτων ποιούμεθα τὰς εὐχάς· καὶ ὁ μὲν περὶ τοῦ μὴ ἐγγράφῳ, παραδεδόσθαι ἡμῖν λόγος ἐστὶ, τὸ τὰ δίγματα μὴ δημοσιεύεσθαι, καὶ παρὰ πάντων γινώσκεσθαι. Τὰ μὲν γὰρ κηρύγματα, φησί, δημοσιεύεται· τὰ δὲ δόγματα σιωπᾶται, ἵνα μὴ καταμελετηθέντα, τουτέστιν, ἐν συνεχεί μελέτῃ γινόμενα, ἐκ τῆς συν ηλείας καταφρονῶνται. Σιωπῆς δὲ εἶδὺς ἐστι καὶ ἡ ἀσάφεια. Τὸ γὰρ ἀσαφῶς εἰρημένον, ὥστε μὴ καὶ παρὰ πολλῶν νοεῖσθαι, ἔοικε σιωπᾶσθαι· ὥσπερ γὰρ οὐκ οἶδέ τις ἤ ἕτερος κατὰ νοῦν ἔχει, οὕτω καὶ τὸ ἀσαφῶς εἰρημένον ἀγνοεῖται τοῖς πλείοσι. Τούτο μὲν οὖν φησιν ὁ ἅγιος αἴτιον τοῦ μὴ πάντα ἡμῖν ἐγγράφως παραδεδέσθαι. Τῷ δὲ κατὰ ἀνατολὰς ὁρᾷν ἐν ταῖς προσευχαῖς τὸν λόγον φησὶν εἶναι τὸ ζητεῖν † ᾶς τὴν ἀρχαίαν πατρίδα, τὴν παράδεισον δηλαδή, δν ἐφύτευσεν ὁ Θεὸς κατὰ ἀνατολάς. Μη γόνυ δὲ κλίνειν τῇ μιᾷ τῶν Σαββάτων, ἥτις ἐστὶν ἡ Κυριακή, παραδίδοται, ὅτι ἐν αὐτῇ συνανέστημεν τῷ Χριστῷ,
col. 845–846page 419 of 534
PG 138:845ἐκείνου μὲν τοῦ τάφου ἐξαναστάντος, ἡμῶν δὲ τοῦ ἀρχαίου πτώματος δι' ἐκείνου ἐξεγερθέντων· καὶ ὅτι τὰ ἄνω ζητεῖν ἐφείλομεν, καὶ μὴ πρὸς τὰ γεηρὰ καὶ φθαρτὰ ῥέπειν, καὶ ὅτι τοῦ μέλλοντος αἰῶνος εἰκών ἐστιν ἡ Κυριακή, ἥτις ἀρχὴ οὖσα τῶν ἡμερῶν, οὐχὶ πρώτη ἐκλήθη τῷ Μωϋσῇ, ἀλλὰ μία, ὅτε ανακυκλων μένη καὶ μία οὖσα καὶ ὀγδόη καὶ τὴν ὀγδόην ἐκείνην τυποῦσα ἡμέραν, τὸν μέλλοντα δηλονότι αἰῶνα, τὸν ἄληκτον καὶ ἀπέραντον, οὗ καὶ Δαβίδ ἐν ἐπιγραφαῖς ἐμνήσθη ψαλμῶν, ὑπὲρ τῆς ὀγδόης ἐπιγράψας αὐτούς. Διὰ ταῦτα οὖν ἀναγκαίως, φησί, παιδεύει ή ἐκκλησίᾳ ἴστασθαι εὐχομένους τοὺς τροφίμους αὐτῆς, ήγουν τοὺς πιστοὺς, οὓς ἡ Ἐκκλησία ἐθρέψατο, ἵνα συνεχῶς διὰ τὸ ἄνω ὁρᾷν ὑπομιμνήσκωνται τῆς μελλούσης ζωῆς, καὶ τὰ πρὸς ἐκείνην ἐφόδια ἑτοιμάζωσιν. Εἶτα καὶ περὶ τῶν τῆς Πεντηκοστῆς φησιν ἡμερῶν, ὅτι καὶ αὗται τὴν προσδοκωμένην ἀνάστασιν ἡμῖν σημαίνουσιν. Ἐπεὶ καὶ ἡ πρώτη ἡμέρα τῆς ἀναστάσεως τοῦ Κυρίου ἑπτάκις επταπλασιαζομένη διὰ τῶν ἐν μέσῳ ἡμερῶν ἀποτελεῖ τὴν Πεντηκοστήν ἄρχε καὶ γὰρ ἀπὸ τῆς τοῦ Πάσχα Κυριακῆς, καὶ καταντά εἰς τὴν ἑτέραν Κυριακὴν τὴν κοινὴν, καὶ ἐξ ἐκείνης αὖθις εἰς τὴν ἐφεξῆς Κυριακὴν, καὶ οὕτως ἀνα κυκλουμένη καὶ ἐξελιττομένη διὰ τῶν ἑπτὰ ἑβδομά δω; εἰς τὴν Πεντηκοστὴν καταλήγει, καὶ μιμεῖται αἰῶνα ἀπὸ τῶν αὐτῶν ὀρχομένη ἡμερων, καὶ εἰς τὰς αὐτὰς καταντῶσα, ὥσπερ ἐν κυκλική κινήσει. Η γάρ τὸν κύκλον ἀποτελοῦσα γραμμή, ἥτις καὶ περιφέρεια λέγεται, ὅθεν ἄρχεται ἐκεῖ καταλήγει. Εν γουν ταῖς τῆς Πεντηκοστῆς ἡμέραις, οἱ θεσμοὶ τῆς Ἐκ κλησίας, ήγουν οἱ νόμοι ἢ οἱ τύποι, ἐπαίδευσαν ἡμᾶς προτιμᾶν τὸ ὀρθοὺς ἑστῶτας προσεύχεσθαι, ἀπαν ιστώντες ώσπερ τὸν νοῦν ἡμῶν ἐκ τῶν γηίνων ὑπὲρ τὰ οὐράνια διὰ τῆς ἐνεργοῦς ήτοι φανεράς ὑπομνήσεως. Υπομιμνησκόμεθα γὰρ διὰ τοῦ ὀρθίου σχήματ τος ἄνω ὁρῶντες τῶν μελλόντων καὶ οὐρανίων. ᾿Αλλὰ καὶ αἱ γονυκλισίαι οὐκ ἀσύμβουλοι ἡμῖν εἰσι σημαίνει γὰρ ἡμῖν εἰς γῆν κατάκλισις, ὅτι ἁμαρτά ναντες εἰς γῆν κατερρύημεν, ήγουν πεπτώκαμεν· ἡ δὲ ἐκ τῆς γῆς αὖθις ἀνάνευσις καὶ ἀνάστασις ὅτι ἐκ τοῦ πτώματος ἀνεκλήθημεν διὰ τῆς χάριτος τοῦ Θεοῦ φιλανθρωπευσαμένου περὶ ἡμᾶς. Καὶ τί ταῦτα, τησὶν, ἀπαριθμῶ; Εἰ γὰρ πάντα λέγειν ἐθέλω στα ἀγράφως μυστήρια παρελάβομεν, ἐπιλείψει με ή ἡμέρα, ἀντὶ τοῦ οὐδὲ καιρὸν ἔξω ἀρκοῦντα πρὸς τὴν διήγησιν. Εἶτα καὶ ἕτερόν τι προστίθησιν ἄγραφόν, λέγων, Εῶ τἄλλα. Τὸ δὲ ὁμολογεῖν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, πόθεν ἐγγράφως ἔχομεν; Εἰ μὲν γὰρ ἐκ τῆς ἐν τῷ βαπτίσματι παραδόσεως, ἤγουν ἐκ τοῦ εἰπεῖν τὸν Χριστὸν τοῖς ἀποστόλοις, βαπτίζοντες εἰς τὸ ὄνομα τοῦ Πατέρος, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ὡς βαπτιζόμεθα, οὕτω καὶ πιστεύειν ὀφείλομεν, καὶ διὰ τοῦτο ὁμοίαν τῷ βαπτίσματι τὴν ὁμολογίαν τιθέμεθα· δότωσαν ἡμῖν ἵνα, ὡς ὁμολογοῦμεν, οὕτω καὶ δοξάζωμεν, ήγουν πιστεύωμεν ἢ δοξολογῶμεν· ἐὰν δὲ λέγωσιν, Αλλ' οὐκ ἐγγράφως παρελάβομεν οὕτω δοξολογεῖν, δότωσαν ἡμῖν ἐγγράφως τὰς ἀποδείξεις, ἀντὶ τοῦ ἐγγράφως δειξάτωσαν τὴν κατὰ τὴν πίστιν ἐμολογίαν καὶ τὰ
col. 847–848page 420 of 534
PG 138:847ἆλλα τὰ ἀπαριθμηθέντα. Πρὸς τοὺς Πνευματομάχους ῃ ταῦτα ὁ ἅγιος διαλέγεται, μὴ ἀνεχομένους συνταξη λογεῖσθαι τῷ Πατέρι καὶ τῷ Υἱῷ τὸ ἅγιον Πνεῦμα, οἷα δοῦλον αὐτὸ δοξάζοντας, καὶ οὐχ ὁμότιμον, καὶ λέ γοντας, ὅτι οὐχ εὑρίσκομεν ἐγγράφως παραδοθὲν τῇ Ἐκκλησίᾳ τὸ συνδοξολογεῖσθαι αὐτῷ τῷ Πατέρι και τῷ Υἱῷ, καὶ ἐπάγει καὶ ταῦτα ὁ ἅγιος. Εἶτα τοσού των ὄντων ἀγράφων, καὶ τοσαύτην ἐχόντων ἰσχὺν εἰς τὸ τῆς εὐσεβείας μυστήριον, μίαν λέξιν ἡμῖν ἐκ Πατέρων τῶν πρὸ ἡμῶν εἰς ἡμᾶς ἐλθοῦσαν οἱ συγ χωρήσουσι; Καὶ τὰ ἐξῆ;. "Ο δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι Ἐπεὶ τοσαῦτά εἰσιν & ἀγράφως παρελάβομεν, καὶ οὕτω πρὸς τὴν πίστιν ἰσχυρά, οὐ παραχωρήσωσιν ἡμῖν μίαν λέξιν, οὐ παρ' ἡμῶν εἰσαχθεῖσαν, ἀλλ' ἦν καὶ εὗρομεν ἐκ συνηθείας ἀνεπιτηδεύτου, ήγουν άπεριέργου, καὶ ἁπλῆς ἐναπομεινάσης ταῖς ἀδια στρόφοις τῶν ἐκκλησιῶν, ἤτοι ταῖς ὀρθοδόξοις, ταῖς μὴ διαστραφείσαις παρὰ τῶν αἱρετικῶν ἔχουσαν αὐ μικρὸν λόγον, οὐδὲ ὀλίγην συντέλειαν, ήγουν ώρέ λειαν εἰσφέρουσαν εἰς τὴν τοῦ μυστηρίου τῆς πίστεως δύναμιν, ἀντὶ τοῦ μεγάλως ὠφελεῖν δυναμένην εἰ; τὸ τῆς πίστεως μυστήριον. ΖΩΝΑΡ. Περὶ τῶν ἐξ ἀγράφου παραδόσεως ἐθῶν ἐδιδάσκε: ὁ ἅγιος, καί φησιν, ὅτι πολλά εἰσι, & παρ ελάβομεν ἀγράφως ποιεῖν, τὰ πρὸς τὴν εὐσέβειαν συμβαλλόμενα, ὦ τινα ἐὰν παραιτησώμεθα φυλά τειν, εἰς τὰ καίρια τὸ Εὐαγγέλιον βλάψομεν, ήγουν διὰ τοῦ Εὐαγγελίου κηρυχθεῖσαν ἡμῖν πίστιν. Εἶτα ἀπαριθμεῖ καὶ τὰ ἀγράφως τελόμενα, καί φησι, τὴ κατασημαίνεσθαι, ήτοι σφραγίζεσθαι τῷ τύπῳ τοῦ σταυροῦ τοὺς πιστεύσαντας τῷ Χριστῷ τίς ἐγγράφω; δίδαξεν; ἢ τὸ κατὰ ἀνατολής στρέφεσθαι προσεχι μένους; Τὰ δὲ τῆς ἐπικλήσεως βήματα, ήγουν δι' ὧν ἐπικαλεῖται ὁ ἱερεὺς τὴν χάριν τοῦ Πνεύματος, ἐν τῷ τὸν ἄρτον ἁγιάζειν τῆς Εὐχαριστίας καὶ τὴ εὐλογίας ποτήριον, ἀπὸ τίνος, φησίν, ἔχομεν; ε γὰρ ἀρκούμεθα τοῖς ἐγγράφως παραδοθεῖσιν ἐκ τοῦ ᾿Αποστόλου καὶ τοῦ Εὐαγγελίου, ἀλλὰ καὶ πρὸ ἐκεί. νων τινὰ λέγομεν καὶ μετ' ἐκεῖνα ἕτερα. Τὸ δὲ ὕδωρ του βαπτίσματος καὶ τὸ ἔλαιον τῆς κρίσεως πόθε παρελάβομεν εὐλογεῖν; Καὶ αὐτὸ τὸ χρίειν ἐλαίῳ τὸν βαπτιζόμενον τίς ἡμᾶς ἐγγράφως ἐδίδαξε; Καὶ τὰ τρὶς βαπτίζεσθαι τὸν ἄνθρωπον πόθεν ἔχομεν; (τά μὲν οὖν ἄλλα ἀγράφω; ὡς ἀληθῶς παραδίδονται, τ δὲ τρισσάκις τὴν βαπτιζόμενον καταδύεσθαι, ἐκ τοῦ ν' κανόνος ἔχομεν τῶν ἁγίων ἀποστόλων. Θαυμάζω οὖν, πῶς καὶ τοῦτο ὁ ἅγιος ἀγράψω; εἶπε παρα δεδόσθαι· οὐ γὰρ ἀγνοεῖσθαι τὸν κανόνα ἐκείνῳ υποληπτέον.) Καὶ τὸ ἀποτάσσεσθαι δὲ τῷ Σατανά, καὶ τἆλλα όσα λέγειν ὁ βαπτιζόμενο; ἀπαιτεῖται, πάντα, φησίν, ἐκ τῆς ἀπορρήτου καὶ ἀδημοσιεύτων διδασκαλίας εἰσὶν, ήγουν τῆς μὴ δημοσίᾳ κεκτρι γμένης, τῆς μὴ πᾶσι γινωσκομένης, Αναὶ πρὸ ἡμῶν ἐφύλαξαν σεσιγημένως, μὴ πολυπραγμονοῦντες, ή περιεργαζόμενοι· ἐδιδάχθησαν γὰρ τὰ σεμνὰ τῶν μυστηρίων, ήγουν τὰ ἔνδοξα καὶ τίμια καὶ ἀπὸ ῥητα σιωπῇ διασώζεσθαι καὶ φυλάττεσθαι. "Α γαρ, φησίν, οὐ δὲ ὁρᾷν ἢ κατασκοπεῖν ἔστιν ἀμυήτοις δυνατών, ταῦτα οὐκ ἦν ἐνδεχόμενον θριαμβεύειν καὶ φανερώ; κηρύσσειν ἐν γράμμασιν.
col. 849–850page 421 of 534
PG 138:849ΤΟΥ ΑΥΤΟΥ ΕΚ ΤΟΥ ΚΟ' ΚΕΦΑΛΑΙΟΥ ΤΗΣ ΑΥ̓ΤΗ͂Σ ΠΡΑΓΜΑΤΕΙΑΣ. ΚΑΝΩΝ ΑΓ. μία Πρός γε μὴν τὸ ἀμάρτυρον καὶ ἄγραφον είναι τὴν σὺν τῷ Πνεύματι δοξολογίαν ἐκεῖνο λέγομεν ὅτι εἰ μὲν μηδὲν ἕτερον ἄγραφον, μηδὲ τοῦτο παρα δεχθήτω· εἰ δὲ τὰ πλεῖστα τῶν μυστικῶν ἀγράφως ἡμῖν ἐμπολιτεύεται, μετὰ πολλῶν τῶν ἑτέρων καὶ τοῦτο παραδεξόμεθα. Αποστολικὸν δὲ ο μαι καὶ τὸ ταῖς ἀγράφοις παραδόσεσι παραμένειν. Επαινώ γάρ, φησὶν, ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καλώς παρέδωκα ὑμῖν, τὰς παραδόσεις κατέχετε καὶ τὸν Κρατεῖτε τὰς παραδόσεις ἃς παρελάβετε εἴτε διὰ λόγου, εἴτε δι' ἐπιστολῆς· ὧν ἐστὶ καὶ ἡ παροῦσα αὕτη, ἣν οἱ ἐξ ἀρχῆς διαταξάμενοι παραδιδόντες τοῖς ἐφεξῆς, συμπροϊούσης ἀεὶ τῷ χρόνῳ τῆς χρήσεως, διὰ μακρᾶς τῆς συνηθείας ταῖς Ἐκκλησίαις ἐγκατεῤῥίζωσαν. Αρ' οὖν εἰ, ὡς ἐν δικαστηρίῳ τῆς διὰ τῶν ἐγγράφων ἀποδείξεως ἀπο ρούντες, μαρτύρων ὑμῖν πλῆθος παραστη ραίμεθα, οὐκ ἂν τῆς ἀφιείσης παρ' ὑμῶν ψήφου τύχοιμεν; Ἐγὼ μὲν οὕτως οἶμαι· Ἐπὶ στόματος γὰρ δύο καὶ τριών μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Εἰ δὲ καὶ τὸν πολὺν χρόνον πρὸς ἡμῶν ὄντα ἐναργῶς ὑμῖν ἐπε εδείκνυμεν, οὐκ ἂν ἐδόξαμεν ὑμῖν εἰκότα λέγειν, μη εἶναι καθ' ἡμῶν τὴν δίκην εἰσαγώγιμον ταύτην; Δυστ ωπητικά γάρ πως τὰ παλαιὰ τῶν δογμάτων, οἱονεὶ πολιᾷ τινι τῇ ἀρχαιότητι τὸ αἰδέσιμον ἔχοντα. ΒΑΛΣ. Ετι κατασκευάσει ὁ ἅγιος τὸν οἰκεῖον λό γον λέγων πρὸς τοὺς αἱρετικούς, ὅτι Εἰ μὲν μὲν ἄλλο ἄγραφον παρεδόθη, μηδὲ τοῦτο παραδεχθήτω εἰ δὲ πολλὰ εἶσαι τὰ ἀγράφω; πολιτευόμενα, ἅτινά τερ ἀπηρίθμησε, μετὰ τῶν ἄλλων καὶ τοῦτο παρα δεξώμεθα. Εἶτα δείκνυσιν ὅτι καὶ ἀποστολικόν ἐστι το παραδιδόμενον φυλάττειν, τίθησι καὶ αὐτὰ τοῦ ᾿Αποστόλου τὰ ῥήματα, καί φησιν ὅτι τῶν παραδόσεων μία καὶ αὕτη ἐστὶν, ήγουν ἡ περὶ τοῦ ἁγίου Πνεύματος, ἣν ἐν ταῖς Ἐκκλησίαις ἐγκατεῤῥίζωσαν, ἀντὶ τοῦ βεβαίως κατέθεντο, καὶ παρέδωκαν. Ωσπερ γαρ τὰ καταῤῥιζωθέντα τῶν φυτῶν οὐ ῥᾷον ἀποσπῶνται τῆς γῆς· οὕτω καὶ τοῦτο οὐ ῥᾳδίως ἀποβαλοῦν και αἱ Ἐκκλησίας, οὐδὲ προδώσουσιν. Ἐπιχειρεῖ δὲ ἔτι λέγων, ὅτι εἰ δικαστήρια ἄρα συνεστησάμεθα παρ' ἡμῖν, καὶ οὐκ εὐποροῦμεν ἐπὶ τοῖς εἰσαγομένοις ἐγγράφων ἀποδείξεων, παρεστήσαμεν δὲ ὑμῖν μά τυρας, οὐκ ἂν διὰ τῆς τῶν μαρτύρων φωνῆς ἐδικαιώθη μεν; Επάγει δὲ εἰς κατασκευὴν τοῦ οἰκείου λόγου καὶ εὐαγγελικά βήματα. Αλλά εἰ καὶ προεβαλλόμεθα, φησὶν, τὸν πολὺν χρόνον, ὡς διὰ τούτου νικῶν τις τὸν ἀντίδικον, οἷα τὸ ἐκνικώμενον παρ' ἐκείνου

Commentary on the Canonical Letter of St. Gregory of Nyssa to St. Letoius, Bishop of MeliteneCommentaria in S. Gregorii Nysseni Epistolam canonicam ad S. Letoium Melitenes episcopum

col. 851–852page 422 of 534
PG 138:851νεμηθέντες ἐπὶ μακρὸν, καὶ τοῦτο ἐδείκνυμεν φανε ρῶς, οὐκ ἂν ἐποιήσαμεν μηδὲ εἰσαχθῆναι όλως την δίκην εἰς δικαστήριον, ἀλλὰ μᾶλλον ἀποπεμφθῆναι; τὰ γὰρ παλαιά δόγματα δυσωποῦσιν, αιδουμένων αὐτὰ τῶν ἀνθρώπων διὰ τὴν ἀρχαιότητα, καὶ ὥσπερ τοῖς γεγηρακόσιν ἡ πολιὰ περιποιεῖται τὸ αἰδέσιμον, οὕτω καὶ ἡ ἀρχαιότης τοῖς δόγμασιν. ΕΠΙΣΤΟΛΗ ΚΑΝΟΝΙΚΗ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΡΟΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΛΗΤΟΙΟΝ ΕΠΙΣΚΟΠΟΝ ΜΕΛΙΤΗΝΗΣ. Εν καὶ τοῦτο τῶν εἰς τὴν ἁγίαν ἑορτὴν συντελούν των ἐστί, τὸ κατανοήσαι ἡμᾶς τὴν ἔννομόν τε καὶ κανονικὴν ἐπὶ τῶν πεπλημμεληκέτων οικονομίαν ὅπως ἂν θεραπευθείη πᾶν ἀρρώστημα ψυχικὸν, τὴ διά τινος ἁμαρτίας ἐπιγινόμενον. Ἐπειδὴ γὰρ ἡ καθολική καὶ αὕτη τῆς κτίσεως ἑορτὴ κατὰ τὴν τεταγμένην περίοδον τοῦ ἐνιαυσιαίου κύκλου καθ᾿ ἕκαστον ἔτος, ἐν παντὶ πληρουμένη τῷ κόσμῳ, ἐπὶ τῇ ἀναστάσει τοῦ πεπτωκότος ἐπιτελεῖται· πτῶσις δέ ἐστιν ἡ ἁμαρτία· ἀνάστασις δὲ ἡ ἐκ τοῦ πτώματος τῆς ἁμαρ τίας ἀνόρθωσις· καλῶς ἂν ἔχοι κατὰ τὴν ἡμέραν ταύτην, οὐ μόνον τοὺς ἐκ παλιγγενεσίας μεταστοι γειουμένους διὰ τῆς τοῦ λουτρού χάριτος τῷ Θεῷ προσάγειν, ἀλλὰ καὶ τοὺς διὰ τῆς μετανοίας τε καὶ ἐπιστροφῆς ἀπὸ τῶν νεκρῶν ἔργων εἰς τὴν ζῶσαν ὁδὸν πάλιν ἐπανιόντας, καὶ τούτους χειραγωγείν πρός τὴν σώζουσαν ἐλπίδα, ἧς διὰ τῆς ἁμαρτίας ἀπεξενώ βησαν. Εστι δὲ οὐ μικρὸν ἔργον, τὸ τοὺς περὶ τούτων λόγους οἰκονομῆσαι ἐν τῇ ὀρθῇ τε καὶ δεδοκιμασμένη κρίσει, κατὰ τὸ παράγγελμα τοῦ Προφήτου, τὸ κε λεύον δεῖν αἰκονομεῖν τους λόγους ἐν κρίσει, ἵνα, καθὼς ἔχει τὸ λόγιον, μήτε σαλευθῇ εἰς τὸν αἰῶνα, καὶ εἰς μνημόσυνον αιώνιον γένηται δίκαιος. Ὥσπερ γὰρ καὶ ἐπὶ τῆς σωματικῆς θεραπείας, ὁ μὲν σκοπὸς τῆς ἰατρικῆς εἰς ἐστι, τὸ ὑγιῆναι τὸν κάμνον τα· τὸ δὲ εἶδος τῆς ἐπιμελείας διάφορον· κατὰ γὰρ τὴν ποικιλίαν τῶν ἀρρωστημάτων καταλλήλως καὶ ἡ θε ραπευτική μέθοδος ἑκάστῳ τῶν νοσημάτων προσάγι ται· οὕτω πολλῆς οὔσης καὶ ἐν τῇ ψυχικῇ νόσῳ τῆς τῶν παθῶν ποικιλίας, ἀναγκαίως πολυειδής γενήσεται Η θεραπευτικὴ ἐπιμέλεια, πρὸς λόγον τοῦ πάθους Τρία ἐστὶ τὰ περὶ τὴν ψυχήν. 1: λογικό», ἐπιθυμητικών αι θυμοειδές,
col. 853–854page 423 of 534
PG 138:853ἐνεργοῦσα τὴν ἴασιν. ὡς δ᾽ ἂν γένοιτό τις τεχνική μέθοδος περὶ τοῦ προκειμένου προβλήματος, οὕτω τὸν λόγο, διαληψόμεθα. Τρία ἐστὶ τὰ περὶ τὴν ψυχὴν ἡμῶν θεωρούμενα κατὰ τὴν πρώτην διαίρεσιν· τό τε λογικὸν, καὶ τὸ ἐπιθυμητικόν, καὶ τὸ θυμοειδές. Εν τούτοις ἐστὶ καὶ τὰ κατορθώματα τῶν κατ' ἀρετὴν βιούντων, καὶ τα πτώματα τῶν εἰς κακίαν ἀποῤῥεόντων. Διό προσ ήνει τὸν μέλλοντα τὴν κατάλληλον θεραπείαν προσ ἄγειν τῷ νενοσηκότι τῆς ψυχῆς μέρει, πρότερον μὲν ἐπισκέπτεσθαι ἐν τίνι συνέστη τὸ πάθος· εἶθ' οὕτω πεπονθότι προσάγειν ἁρμοδίως τὴν θεραπείαν· ὥστε μὴ δι' ἀπειρίαν τῆς θεραπευτικής μεθόδου, ἄλλο μὲν ᾗ τὸ νοτῆσαν μέρος, ἕτερον δὲ τὸ τὴν θεραπείαν δε χόμενον· ὥσπερ αμέλει βλέπομεν πολλοὺς τῶν ἰατρῶν ἐν ἀπειρίᾳ τοῦ πρωτοπαθούντος μέρους προσεπιτρί βοντας τὴν νόσον δι' ὧν θεραπεύουσι. Τῆς γὰρ ἀρρω στίας οὔσης πολλάκις κατὰ θερμοῦ ἐπικράτησιν, ἐπειδὴ τοῖς κατὰ πλεονασμὸν τοῦ ψυχροῦ κεκακωμένοις χρήσιμον τὸ θερμαῖνόν τε καὶ ἀναθάλπον ἐστὶ, τὸ τούτοις κατὰ λογον συνενεγκόν, ἀπερισκέπτως τη αὐτὸ τοῖς ἐν ἀμετρία θερμότητος εκκαιομένοις ἐπε αγαγόντες, δυσίατον τὸ πάθος ἐποίησαν. Ὥσπερ τοί νυν ἀναγκαιοτάτη τοῖς ἰατροῖς ἐνομίσθη ἡ κατανόησις τῆς τῶν στοιχείων ιδιότητος, ὅπως ἂν ἑκάστου τῶν εὖ ἡ κακῶς διακειμένων γένοιτο τοῦ παρὰ φύ σιν διατεθέντος ἡ ἐπανόρθωσις· οὕτω καὶ ἡμεῖς ἐπὶ ταύτην ἀναδραμόντες τὴν διαίρεσιν τῶν ἐν τῇ ψυχῇ θεωρουμένων, ἀρχὴν καὶ ὑπόθεσιν τῆς καταλλήλου τῶν παθῶν θεραπείας ποιησώμεθα τήν γενικήν θεω ρίαν. Οὐκοῦν τριχῆ, καθὼς ἔφαμεν, διῃρημένης τῆς ἰδίοτητος τῶν τῆς ψυχῆς κινημάτων, εἰς τὸ λογιστι. κόν τε καὶ ἐπιθυμητικὸν καὶ θυμοειδές· κατόρθωμα μὲν τοῦ λογιστικοῦ μέρους τῆς ψυχῆς ἐστιν, ἡ εὐσε βῆς περὶ τὸ θεῖον ὑπόληψις, καὶ ἡ τοῦ καλοῦ τε καὶ κακοῦ διακριτικὴ ἐπιστήμη, καὶ ἡ τρανήν τε καὶ ἀσύγχυτον ἔχουσα περὶ τῆς φύσεως τῶν ὑποκειμέν νων τὴν δόξαν· τί μέν ἐστιν αἱρετὸν ἐν τοῖς οὖσ:· τί δὲ βδελυκτὸν καὶ ἀπόβλητον. Καὶ πάλιν ἐκ τοῦ ἐναν τίου πάντως ἡ ἐν τῷ μέρει τούτῳ κακία θεωρηθήσεται, ὅταν ἀσέβεια μὲν ᾖ περὶ τὸ θεῖον, ἀκρισία δι περὶ τὸ ὄντως καλόν· ἐνηλλαγμένη δὲ καὶ ἐσφαλμένη ἡ περὶ τὴν τῶν πραγμάτων φύσιν ὑπόληψις, ὥστε τιθέναι τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς, και θώς φησιν ή Γραφή. Τοῦ δὲ ἐπιθυμητικού μέρους ἡ μὲν ἐνάρετός ἐστι κίνησι; τὸ πρὸς τὸ ὄντως ἐπι β Η Η ψυχή διαιρεῖται εἰς τρία· τὸ μὲν γὰρ αὐτῆς ἐστι λογιστικών λογικὸν), τὸ δὲ ἐπιθυμητικὸν, τὸ δὲ θυμικόν. Τούτων δὲ τὸ μὲν λογιστικόν ἐστιν αἴτιον τοῦ βουλεύεσθαι, καὶ λογίζεσθαι, καὶ διανοεῖσθαι, καὶ πάντων τῶν τοιούτων· τὸ δ' ἐπιθυμητικὸν μέρος ἐστὶ τῆς ψυχῆς, αἴτιον τοῦ ἐπιθυμεῖν, φαγεῖν, καὶ τοῦ πλησιάσαι, καὶ τῶν τοιούτων πάντων. Τὸ δὲ θυμικὴν μέρος αἴτιόν ἐστι τοῦ θαλα μεῖν καὶ ὀργίζεσθαι. Τῆς ἄρα ψυχῆς ἐστι τὸ μὲν λογιστικών, τὰ δὲ ἐπιθυμητικόν, τὸ δὲ θυμικόν, Ἐπειδὴ, ὥσπερ πόλις (ἣν δ' ἐγὼ) διήρηται κατὰ τρία είδη, οὕτω καὶ ψυχὴ ἑνὸς ἑκάστου τριχῆ, διέξεται, ὡς ἐμοὶ δοκεῖ, καὶ ἑτέραν ἀπόδειξιν· τίνα ταύτην; τήνος· τριῶν ὄντων τριτταὶ καὶ ἡδοναί μοι φαίνονται, ἑκάστου μία Ιδία. Επιθυμίαι τε ὡσαύτως καὶ ἀρχαί. Πῶς λέγεις Εφη. Τὸ μὲν φάμεν, ἦν, ᾧ μανθάνει ἄνθρωπος τὸ δὲ, ᾧ θυμοῦται· τὸ δὲ τρίτον, διὰ πολυειδίαν, ἑνὶ οὐκ ἔσχομεν ὀνόματι προσειπεῖν ἰδίῳ αὐτοῦ· ἀλλὰ Ο μέγιστον καὶ ἰσχυρότατον εἶχεν ἐν αὐτῷ, τούτῳ ἐπωνομάσαμεν. Επιθυμητικὸν γὰρ αὐτὸ κεκλήκα μεν, διὰ σφροδότητα τῶν τε περὶ ἐδωδὴν ἐπιθυμιών καὶ πόσιν. καὶ ἀφροδίσια, καὶ ὅσα ἄλλα τούτοις ἀκόλουθα. ι,
col. 855–856page 424 of 534
PG 138:855καὶ εἴ τις ἐν ἡμῖν ἐρωτικὴ δυναμῖς τε καὶ διάθεσις, ἐκεῖ κατασχολεῖσθαι πᾶσαν, ἐν τῷ πεπεῖσθαι μηδὲν ὀρεκτὸν εἶναι τῇ ἑαυτοῦ φύσει ἄλλο, πλὴν τῆς ἀρε τῆς, καὶ τῆς τὴν ἀρετὴν πηγαζούσης φύσεως. Παν ριτροπὴ δὲ καὶ ἁμαρτία τοῦ τοιούτου μέρους ἐστὶν, όταν τις μεταγάγῃ τὴν ἐπιθυμίαν πρὸς τὴν ἀνυπό. στατον κενοδοξίαν· ἢ πρὸς τὸ ἐπικεχρωσμένον τοῖς σώμασιν ἄνθος· ὅθεν γίνεται ἡ φιλοχρηματία, καὶ ἡ φιλοδοξία, καὶ ἡ φιληδονία, καὶ πάντα τὰ τοιαῦτα, ὅσα τοῦ τοιούτου ήρτηται τῆς κακίας γένους. Πάλιν δὲ τῆς θυμώδους διαθέσεως κατόρθωμα μέν ἐστιν ἡ πρὸς τὸ κακὸν ἀπέχθεια, καὶ ὁ πρὸς τὰ πάθη πόλε μος, καὶ τὸ πρὸς ἀνδρείαν ἑστομάσθαι τὴν ψυχὴν, ἐν τῷ μὴ καταπτήσσειν τὰ τοῖς πολλοῖς φοβερά νομιζόμενα, ἀλλὰ μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν ἀν τικαθίστασθαι· καταφρονεῖν δὲ θανατικῆς ἀπειλῆς, καὶ ἀλγεινῶν κολαστηρίων, καὶ τῆς τῶν ἡδίστων διπ ζεύξεως, καὶ πάντων ἅπαξ τῶν, διά τινος συνηθείας καὶ προλήψεως ἐν ἡδονῇ τοὺς πολλοὺς κατεχόντων κρείττονα γενέσθαι, τῆς τε πίστεως καὶ τῆς ἀρετῆς προμαχόμενον. Τὰ δὲ ἀποπτώματα τοῦ τοιούτου μέσ ρους ἐστὶν ἅπασι πρόδηλα, ο φθόνος, τὸ μέσης. Η μήνις, αἱ λοιδορίαι, αἱ συμπλοκαί, αἱ ἐμφιλόνεικοί τε καὶ ἀμυντικαὶ διαθέσεις, αἱ μέχρι πολλοῦ παρα τείνουσαι τὴν μνησικακίαν, καὶ πολλοὺς εἰς φόνους καὶ αἷματα καταθήγουσαι. Μὴ γὰρ εὐρὼν ὁ ἀπαί δευτος λογισμὸς ὅπου χρήσηται λυσιτελῶς τῷ ἔπλην ἐφ' ἑαυτὸν τρέπει τὴν τοῦ σιδήρω ἀκμήν· καὶ γίνει ται τὸ ἐκ Θεοῦ δοθὲν ἡμῖν ἀμυντήριον ὅπλων τῷ και κῶς κεχρημένῳ ολέθριον. ', θυμηθικόν, καὶ ἀληθῶς καλὸν ἀνάγεσθαι τὸν πόθον ΒΑΛΣ. Εν καιρῷ τῆς τοῦ Πάσχα ἑορτῆς φαίνεται ὁ μέγας οὗτος Πατὴρ τὴν ἐπιστολὴν ταύτην ἀπεσταλκὼς καὶ φησιν ὅτι συντελεῖ εἰς τὴν ἑορτὴν πῶς οἱ ἁμαρτάνοντες οικονομηθήσονται εννόμως τε καὶ κανονικῶς. Η γὰρ τῆς ᾿Αναστάσεως ἑορτὴ τοῦ Κυ ρίου διὰ τὴν ἀνάστασιν τοῦ πεπτωκότος διὰ τὴν ἁμαρτίαν ἀνθρωπείου γένου: καὶ γέγονε καὶ ἐτησίως ἐπιτελεῖται. ᾿Ανάστασις δέ ἐστι καὶ ἡ ἐκ τοῦ πτώ ματος τῆς ἁμαρτίας ἀνόρθωσις. Τὸ γὰρ ἀποσχέσθαι τῆς ἁμαρτίας τὸν ἁμαρτάνοντα ἀναστῆναι ἐστι τοῦ πτώματος οὗ πέπτωκεν ἁμαρτάνων. Διό φησι κατά τὴν ἡμέραν ταύτην, μή μόνον προσάγειν Θεῷ τοὺς διὰ τοῦ σωτηρίου λουτροῦ τοῦ βαπτίσματος μετα στοιχειουμένους ἐκ παλιγγενεσίας, νέον ὥσπερ τὴ σῶμα λαμβάνοντας, οἷα καθαρθὲν τῇ τοῦ Πνεύματος Τῷ κακῶς κεχρημένῳ ἀλέθριον. 1 ἑκάστης ημέρας ποιεῖν ρ', ἢ ς', καὶ εἶθ' οὕτω τῷ Η τοῦ πατριάρχου Μεθοδίου διατύπωσις τοὺς παραπεσόν ὡς καὶ ὑποστρέψαντας, νηπίους μὲν αἰχμαλωτισθέντας, καὶ φόβῳ ἢ ἀγνοίς καθυπαχθέντας, συγ γνώμης άξιοι, τῷ ἁγίῳ μόνον χρίουσα μύρω τελείους δὲ τὴν ἡλικίαν δντας, καὶ ἀνάγκῃ καθυπο αυθέντας, συγγνώμης μὲν καὶ αὐτοὺς ἀξιον, τῷ άγω χρίουσα μύρῳ· νηστεῦσαι δὲ ὅμως τεσσαρα νοστὰς ἡμερῶν δύο προστάττει, χρεῶν ἀπεχομένους ἐκτενεῖς τε δεήσεις καὶ γονυκλισίας ποιεῖν, όπέση δύναμις. Τοὺς δὲ ἐκ προαιρέσεως αυτομολήσαντα, ἐπὶ δύο ἐνιαυτούς νηστεύειν προστάττει, παραπλησίως τοῖς ἄνω δεδηλωμένοις, και γονυκλισίας ἁγίῳ χρίεσθαι μύρω.
col. 857–858page 425 of 534
PG 138:857χάριτι τῶν μολυσμάτων, ἃ διὰ τῆς κακίας αὐτῷ προσετρίβησαν. Οὐ τούτους οὖν μόνον, φησί, προς ἄγειν χρεών κατὰ τὸν τοῦ Πάσχα καιρόν, ἀλλὰ καὶ τοὺς μετανοοῦντας καὶ ἐκ τῶν νεκρῶν ἔργων ἐπαν ντας εἰς τὴν ζῶσαν ὁδόν. Τοῦτο δὲ ἐν τῇ πρὸς Εβραίους Επιστολῇ τῷ μεγάλῳ είρηται Παύλῳ, νεκρὰ καλέσαντι ἔργα, τὰ δυσωδίας τὴν ψυχὴν πληροῦντα καὶ ἡμᾶς ἀκαθάρτους ποιοῦντα. Ως γὰρ παρὰ τῷ νόμῳ τῷ παλαιῷ ὁ τοῦ νεκροῦ ἀψάμενος ἀκάθαρτος ἐνομίζετο, οὕτω καὶ ὁ τῶν νεκρῶν ἔργων ἀπτόμενος ἀκάθαρτος κρίνεται τῷ Θεῷ, καθαιρόμενος δὲ διὰ τῆς μετανοίας επάνεισιν εἰς ἐδὸν ζῶ σαν· ἡ πρὸς Θεὸν ἄγουσα δέ ἐστιν ἡ ζῶσα ὁδὸς, ἡ τὴν ζωὴν ἡμῖν προξενοῦσα την μέλλουσαν, ἡ τῶν νεκρῶν ἢ καὶ νεκρούντων ἡμᾶς χωρίζουσα έργων, η τῶν ἀποξενούντων τῆς σωζούσης Ελπίδος, τουτέστι τῆς βασιλείας τοῦ Θεοῦ, ἥτις ἐλπιζομένη σώζει τους ταῦτα ἐλπίζοντας, βιοῦντας κατὰ τὰς τοῦ Θεοῦ ἐντολὰς, ἵνα ταύτης μὴ ἀποτύχωμεν. Εστι δὲ, φησίν, οὐ μικρὸν ἔργον τὸ οἰκονομῆσαι τοὺς περὶ τούτων λόγους, δηλονότι τῶν μετανοούντων, ἐν ὀρθῇ κρίσει, κατὰ τὸν Δαβὶδ λέγοντα περὶ τοῦ φου βουμένου τὸν Κύριον, Οικονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, καὶ τὰ ἑξῆς. Καί φησιν ὅτι, ὥσπερ τοῖς τῶν σωμάτων θεραπευταῖς εἴ: μέν ἐστιν ὁ σκοπός, ἐκ τῆς ἰατρικῆς τέχνης τὸ βάσασθαι τὴν ἀρρωστοῦντα, ἡ δὲ μεταχείρισις οὐχ ὁμοῖς ἐπὶ πᾶσι τοῖς ἀσθενοῦσιν, ἀλλὰ κατὰ τὰς διαφορὰς τῶν να σούντων σωμάτων ποιοῦνται τὴν ἐπιμέλειαν, καὶ ἡλικιῶν καὶ σωμάτων ιδιότητας καὶ ὁρῶν καὶ χω. ρῶν παρατηρούμενοι διαφοράς, οὕτω χρὴ καὶ τὸν θεραπεύοντα νοσήματα ψυχικά, ὧν πολλή τις 4 ποικιλία ἐστὶ, πολυειδῇ καὶ τὴν θεραπείαν προσ ἄγειν. καὶ τὰ αἴτια τῶν παθῶν παρατηρούμενου, καὶ τὴν ἑκάστου τῶν μετανοούντων διάθεσιν. Ἐπὶ τούτοις τεχνικὴν ποιεῖται τὴν περὶ τῶν ἁμαρτανόντων διδασκαλίαν, καί φησι τρία εἶναι τὰ περὶ τὴν ψυχὴν ἡμῶν θεωρούμενα, τὸ λογικόν, τὸ ἐπι θυμητικόν, καὶ τὸ θυμοειδές, & καὶ δυνάμεις ψυχικαὶ καὶ ἰδιότητες ὀνομάζονται· καὶ ἐκ τούτων φύεσθαι λέγει τὰ κατορθώματα, ήγουν τὰς ἀρετὰς, καὶ τὰ πτώματα, ήγουν τὰ ἁμαρτήματα. Καὶ δεῖ τὸν θε ραπευτὴν τῶν ψυχικῶν παθημάτων σκοπεῖν ἐκ τίνος τῶν ψυχικών δυνάμεων συνέστη τὸ ἁμάρ τημα, καὶ οὕτω προσάγειν τῷ θεραπευομένῳ τὴν θεραπείαν κατάλληλον καὶ οἰκείαν τῷ πάθει, ἵνα μὴ ἐξ ἀπειρίας ἄλλο μὲν ᾗ τὸ πάσχον, ἄλλο δὲ τὸ ἱατρευόμενον· ἢ καὶ ἄλλως δέον μεταχειρίσασθαι τὸ ψυχικὸν ἀρρώστημα, ὁ δὲ ἑτέρως αὐτὸ θερα πεύειν ἐπιχειρῇ· ὅπερ, φησί, καὶ οἱ ἄτεχνοι ποιοῦσι τῶν ἰατρῶν, καί τινος πάσχοντος κατά θερμοῦ πλεονασμόν, δέον προσενεγκεῖν αὐτῷ ψυχροτέρα τινα, εἰ προσενέγκοιεν μᾶλλον ἀπερισκέ. πτω: θερμαίνοντα, δυσίατον τὸ πάθος ἐποίησαν. Τὰ γὰρ ἐναντία τῶν ἐναντίων εἰσὶν ἰάματα· καὶ τοῖς μὲν κατ' ἐπικράτησιν τοῦ ψυχροῦ πάσχουσι κατάλο ληλός ἐστι θεραπεία τὸ θερμαίνον καὶ ἀναθάλπον οἱ δὲ τὸ θερμὴν ἐπλεόνασε, προσφέρειν δεῖ τὸ ἀν
col. 859–860page 426 of 534
PG 138:859τίθετον, ὅπερ ἐστὶ τὸ ψυχρόν. Καὶ ὥσπερ τοῖς τῶν η σωμάτων θεραπευταῖς ἀναγκαῖόν ἐστι τὸ κατανοῆσαι ὅθεν ὁ νοσῶν πάσχει, καὶ οὕτω τὴν θεραπείαν αὐτῷ οἰκείαν τῇ νόσῳ προσαγαγείν, οὕτω καὶ τοῖς τα ψυχικά ιατρεύουσι πάθη ἀπαραίτητος ἡ κατα σκόπησις, τοῦ ὅθεν τὸ μέλλον θεραπευθῆναι ἁμάρ τημα φύεται. Εἰς τρία τοίνυν, ὡς εἴρηται, τῶν τῆς ψυχῆς δυνάμεων διαιρουμένων, τοῦ μὲν λογιστικού, φησὶν, ἀρετὴ ἐστιν ἡ εὐσεβὴς περὶ τὸ θεῖον ὑπό λήψις, καὶ ἡ τοῦ καλοῦ καὶ τοῦ κακοῦ διάκρισις, καὶ ἡ τρανὴν καὶ ἀσύγχυτον ἔχουσα περὶ τῆς φύ σεως τὴν ὑπόληψιν καὶ τῶν ὑποκειμένων τὴν δόξαν. Καὶ τρανς λέγεται βλέπειν, ὁ ὁρῶν καθαρῶς τε καὶ ἁπλανῶς, καὶ κατανοῶν τὸ ὀρώμενον ὡς ἔχει φύ σεως. Καὶ ἀσυγχύτως ὁρᾷ, ὁ τὴν ὁρατικὴν συνε γόμενος δύναμιν, καὶ ἄλλο μὴ ὁρῶν, ἄλλο δὲ δοκών βλέπειν. Οταν οὖν τις τὴν τῶν ὑποκειμένων πραγμάτων φύσιν κατανοῆ, καὶ ἀνεπισφαλῶς κρίση τί μέν ἐστι καλόν, τί δὲ κακὸν, καὶ τί μὲν προκρίνειν δέον, τί δὲ βδελύττεσθαι· τότε λέγεται τραίν καὶ ἀσύγχυτον ἔχειν δόξαν, ήτοι ὑπόληψιν, ἀντὶ τοῦ καλώς κρίνειν τὰ πράγματα, καὶ ὑπολαμβάνειν περὶ αὐτῶν ἀσφαλῶς. Εἰπὼν δὲ τί ἐστιν ἀρετὴ τοῦ λογιστικοῦ, νῦν καὶ περὶ τῆς κακίας αὐτοῦ λέγει, καὶ ἐκ τῶν ἐναντίων ταύτην θεωρεῖσθαι εἴτουν καταγινώσκεσθαι διδάσκει· καί φησιν είναι κακίαν τοῦ λογιστικοῦ τὴν περὶ τὸ θεῖον ἀσέβειαν, τουτέστι τὸ λογίζεσθαί τι ἀνάξιον τῆς θείας φύσ σεως, καὶ τὴν περὶ τῶν πραγμάτων μὴ ὀρθὴν κρί σιν, ἀλλ' ἐσφαλμένην, ὥστε τὸ κακὸν ὑπολαμβάνειν καλόν, καὶ τὸ καλὸν κακόν· τοῦτο γὰρ δηλοῖ τὸ τιθέναι τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος· τοῦτο δὲ τοῦ Ἠσαΐου ἐστὶν οὐαὶ τοῖς τοῦτο ποιοῦσιν ἐπαρα μένου. Τοῦ δὲ ἐπιθυμητικοῦ μέρος λέγεται ἀρε στὸν τὸ τὴν ἔπεσιν ἡμῶν κινεῖσθαι πρὸς τὸ ὄντως καλὸν καὶ ἐπιθυμητόν, καὶ πείθεσθαι μή τι άλλο εἶναι ὀρεκτόν, ήγουν ὀρέξεως ἢ ἐπιθυμίας ἄξιον, κατὰ τὴν οἰκείαν φύσιν ἢ τὴν ἀρετὴν πηγάζουσαν φύσιν, ήτοι τὸν Θεόν· πηγὴ γὰρ τῆς ἀρετῆς καὶ ἐδηγὸς πρὸς αὐτὴν ἡ θεία φύσις. Οὐδὲν δὲ ὀρεκτὴν κατὰ τὴν οἰκείαν φύσιν ἢ μόνην τὴν ἀρετὴν, εἶπεν ὁ ἅγιος· δηλονότι τὰ ἄλλα τὰ ἡμῖν δοκοῦντα ἐπι θυμητά τε καὶ ὀρεκτὰ οὐ κατὰ τὴν οἰκείαν φύσιν εἰσὶ τοιαῦτα, ἀλλὰ κατὰ τὴν ἡμετέραν ἐσφαλμένην κρίσιν τε καὶ ὑπόληψιν. Καὶ αὐτίκα ἐπάγει τὴν τῆς δόξης ἐπιθυμίαν, τὴν τοῦ κάλλους τῶν σωμάτων, τὴν φιλοχρηματίαν, τὴν φιληδονίαν, καὶ ὅσα τοιαῦ τα, & καὶ παρατροπὴν καὶ ἁμαρτίαν τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς ἀποφαίνεται. Παρατρέπεται γὰρ καὶ διαμαρτάνει, τουτέστιν ἀποτυγχάνει τοῦ καλοῦ καὶ τῆς ὀρθῆς κρίσεως, ὁ ταῦτα κρίων ὀρεκτά. Λέγει δὲ ἐκ κενοδοξίας καὶ τοῦ ἐπιχε χρωσμένου τοῖς σώμασιν ἄνθους φύεσθαι την φιλο δοξία, καὶ τὴν φιλοχρηματίαν καὶ τὴν φιληδονία» καὶ τὰ ὅμοια του τοις. Εἰ γάρ τις εἴη κενόδοξος, ὁ ἐφ᾽ οἷς ἔχει κατόρθωμα επαινούμενος, ὁ τοιοῦτος θέλει δοξάζεσθαι, καὶ ἡ τοῦ τῶν σωμάτων ὀρεγά μενος ἄνθους, εἰς φιληδονίαν ή φιλοχρηματίαν ἐξολισθαίνει Σωμάτων δὲ ἄνθος νοητέον ἢ τὸ των
col. 861–862page 427 of 534
PG 138:861ἀνθρωπίνων σωμάτων κάλλος ἢ τὴν εὔχροιαν τοῦ χρυσοῦ, καὶ τὰς τῶν λίθων διαυγὰς, καὶ τὴν τῶν μαργαρέων στιλπνότητα, καὶ τὰ τῶν ὑφασμάτων ποικίλματα, καὶ ὅσα τούτοις ἐπόμενα· σῶμα γὰρ καὶ ταῦτα. Ηγουν κάλλους ἀνθρωπίνου ἐρᾷ, καὶ κρατεῖται φιληδονίᾳ, ἢ τοῦ ἄνθους ὀρέγεται του χρυσοῦ καὶ τῶν ἄλλων, καὶ γίνεται φιλοχρήματος. Ἐκ δὲ τούτων εἰς μυρίας ἄλλας κακίας καὶ παντοδόξα, δαπὰς ἐκκυλίεται. Ο γὰρ δόξης εφιέμενος εἰς φθύ νον ἐμπίπτει καὶ τῶν ὁμοτίμων διαβολάς, θέλων αὐτὸν ἁπάντων ὑπερτερεῖν· ὁ δὲ κάλλους εραστής εἰς ἀσελγείας· ὁ δὲ χρημάτων ἐπιθυμῶν εἰς ἀδι κίας· καὶ ἄλλα δὲ μυρία καὶ ποικίλα κακὰ ἐκ τούτων φύεσθαι πέφυκεν, ἅπερ ἀπαριθμεῖν τε καὶ ὀνομάζειν μακρᾶς ἂν δέοιτο συγγραφής. Ατινα πάντα εἰς τὴν κακίαν ἀνάγονται τὴν ἐκ παρατροπής γινομένην τῆς ἐπιθυμητικῆς δυνάμεως τῆς ψυχῆς, ὡς τὰ εἴδη πρὸς γένος. Ανυπόστατον δὲ τὴν κενο δοξίαν εἶπεν ὁ ἅγιος, ὅτι ἡ ἀνθρωπίνη τιμὴ διὰ ἐστομώσθαι τοῦτο λέγεται δόξα, ὡς ὑπόληψις μόνον οὖσα, καὶ οὐδὲν ὑφεστὼς ἔχουσα, οὐ βέβαιον, οὐδὲ μόνιμον, ἀλλὰ δόκησις τυγχάνουσα μόνον καὶ φαντασία. Καὶ αὐτὸ δὲ τὸ ὄνομα τῆς κενοδοξίας ἐκφαντικωτέρα δήλωσις τοῦ λεγομένου ἐστί. Μεταίαν γὰρ ὑπόληψιν καὶ οὐκ ἀληθῆ ταῦτα εἶναι διδάσκει. Τοῦ δὲ θυμικοῦ τῆς ψυχῆς μέρους ἀρετὴν μὲν καὶ κατόρθωμα λέγει, τὸ πρὸς κακίαν μίσος, καὶ τὰ τοῖς πάθεσι μάχεσθαι, καὶ μὴ ὑποκύπτειν καὶ δουλοῦσθαι αυτ τοῖς, καὶ τὸ τὴν ψυχὴν πρὸς ἀνδρίαν ἑστομῶσθαι, 5 ἐστι τὸ ἀπτοήτως ἔχειν καὶ εὐθαρσώς. Είληπται δὲ ἡ λέξις ἐκ τοῦ σιδήρου. Ὡς γὰρ ἐστομωμένος σίδηρος ἄκαμπτός ἐστι καὶ τμητικὸς τοῦ παραπε πόντο; παντὸς, οὕτω καὶ ὁ τὴν ψυχὴν ἀνδρεῖος πρὸς οὐδὲν τῶν δοκούντων φοβερῶν κάμπτεται, ἀλλὰ πρὸς πάντα ἐστὶν εὐθαρσής. Οὐ γὰρ θάνατον καταπτήσε σει, οὐ κολαστήρια, οὐ μαλακίζεται τοῖς ἡδέσιν, οὐ συνηθεία δουλοῦται, ἀλλὰ πάντων τῶν τοιούτων καταφρονεῖ, τῆς πίστεως καὶ τῆς ἀρετῆς ἀντεχόμενος, ἵνα μὴ τούτων ἐκπέσῃ παντὸς ὑπερορῶν ἀλγεινοῦ, καὶ τὰ ἤδιστα παραιτούμενος. Αποπτώ κατα δέ φησιν εἶναι τοῦ θυμοειδούς τῆς ψυχῆς, ήγουν εκπτώσεις ἐκ τοῦ καλοῦ, τὸν φθόνον, τὸ μίσος, τὴν μήνιν, τὰς λοιδορίας, καὶ τὰ ἄλλα τὰ ἐπηριθμημένα, καὶ τούτων δὲ πλείω. Ο γὰρ ἀπαί δεοντος, φησίν, ήγουν ὁ μὴ παιδεία, τυχών, ὥστε εἰδέναι ποῦ χρὴ τῷ θυμῷ κεχρῆσθαι ὠφελίμως ὡς ὅπλῳ, καθ᾿ ἑαυτοῦ κέχρηται τούτῳ, τὴν ἀκμὴν τοῦ σιδήρου, τὴν ὀξύτητα δηλαδή, τρέπων πρὸς ἑαυτόν καὶ γίνεται οὕτω τὸ ὅπλον, ὁ ἡμῖν ἐδόθη παρὰ Θεοῦ εἰς ἄμυναν, ἤτοι εἰς βοήθειαν, τοῦτο δὲ ἐστιν ὁ θυ μὸς, κακῶς αὐτῷ κεχρημένοις εἰς ὄλεθρον, ήγουν εἰς βλάβην ψυχικήν, ἀλλὰ μὴν καὶ σωματικήν. ΚΑΝΩΝ Β'. Τούτων τοίνυν κατὰ τὸν εἰρημένον διακρινηθέντων 1 τρόπον, ὅσα μὲν ἁμαρτήματα τοῦ λογιστικοῦ τῆς ψυ χῆς ἅπτεται μέρους, χαλεπώτερα παρὰ τῶν Πατέρων ἐκρίθη, καὶ μείζονος καὶ διαρκεστέρας καὶ ἐπιπονο τέρας τῆς ἐπιστροφῆς ἄξια· οἷον εἴ τις ἡμνήσατο τὴν εἰς Χριστὸν πίστιν, ἢ πρὸς Ἰουδαϊσμόν, ἢ πρὸς εἰ δωλολατρείαν, ἢ πρὸς Μανιχαϊσμὸν, ἢ πρὸς ἄλλο τι τοιοῦτον ἀθεΐας εἶδος αυτομολήσας ἐφάνη, ὁ μὲν ἀκουσίως ἐπὶ τὸ τοιοῦτον ὁρμήσας κακὸν, εἶτα και ταγνοὺς ἑαυτοῦ, χρόνον τὸν τῆς μετανοίας ἔχει, ὅλον τὸν τῆς ζωῆς αὐτοῦ. Οὐδέποτε γὰρ μυστικῆς ἐπιτελουμένης εὐχῆς, μετὰ τοῦ λαοῦ προσκυνῆσαι τὴν Θεόν καταξιοῦται, ἀλλὰ καταμόνας μὲν εὔξεται· τῆς
col. 863–864page 428 of 534
PG 138:863δὲ κοινωνίας τῶν ἁγιασμάτων καθόλου αλλότριο; ἔσται· ἐν δὲ τῇ ὥρᾳ τῆς ἐξόδου αὐτοῦ, τότε τῆς τοῦ ἁγιάσματος μερίδος αξιωθήσεται. Εἰ δὲ συμβαίη παρ' ἐλπίδας ζῆσαι αὐτὸν, πάλιν ἐν τῷ αὐτῷ κρίματι διαβιώσεται, ἀμέτοχος τῶν μυστικῶν ἁγιασμάτων μέχρι τῆς ἐξόδου γινόμενος. Οἱ δὲ βασάνοις καὶ τι μωρίαις χαλεπαῖς αἰκισθέντες, ἐν ῥητῷ χρόνῳ ἐπι ετιμήθησαν, οὕτω τῶν ἁγίων Πατέρων φιλανθρωπία ἐπ' αὐτῶν χρησαμένων, ὡς οὐχὶ ψυχῆς γεγενημένης ἐν πτώματι, ἀλλὰ τῆς σωματικῆς ἀσθενείας πρὸς τὰς αἰκίας οὐκ ἀντισχούσης. Διὸ τῷ μέτρῳ τῶν ἐν πορνεία πλημμελησάντων, καὶ ἡ βεβιασμένη τε καὶ ἐπώδυνος παράβασις ἐν τῇ ἐπιστροφή συνεμετρήθη. ΒΑΛΣ. Εἰπὼν μετὰ τὸ προοίμιον ὡς ἐν προθεα οἷς ὁ ἅγιος τίνι τῶν ψυχικῶν δυνάμεων αρμόττει έκαστον τῶν κατορθωμάτων ἢ τῶν ἐλαττωμάτων, ἄρτι καὶ περὶ τῶν ἐπιτιμίων τῶν ἐξ αὐτῶν τῶν αμαρτημάτων διαλαμβάνει· καὶ χείρονα των άλλων είναι λέγει καὶ παρὰ τῶν Πατέρων κριθῆναι τὰ τοῦ λογιστικοῦ τῆς ψυχῆς μέρου: ἁπτόμενα, καὶ τῆς θεο ραπείας ἐπιπονωτέρας ἀξιωθῆναι, ἐξ ὧν φησιν εἶναι τὴν ἐκ τῆς ὀρθῆς πίστεως ἔκπτωσιν· ὡς ὅταν τις ἀρνησάμενος τὴν εἰς Χριστὸν πίστιν, πρὸς Ἰουδαϊσμὸν ἢ Ελληνισμὸν ἀποκλίνῃ, ἢ πρός τινα ἀπηγ ρευμένων αἱρέσεων, ἢ πρὸς ἄλλο τι ἀθεῖες εἶδος. 'Αθεΐας δὲ εἶδος ἐκάλεσε καὶ τὸν Ἰουδαϊσμὸν καὶ τὰς αἱρέσεις, διότι κἂν ἐμολογῶτι Θεὸν οἱ Ἰουδαῖοι, ἀλλὰ τοῖς ἔργοις αὐτὸν ἀρνοῦνται. Καὶ γὰρ μὴ δεξάμενοι τὸν Υἱόν, οὐδὲ τὸν Πατέρα τιμᾷν πιστεύονται, κατά τὴν μέγαν ἀπόστολον Ἰωάννην λέγοντα· Πᾶς ὁ ἀρ νούμενος τὸν Υἱόν, οὐδὲ τὴν Πατέρα ἔχει. Κα! αἱ αἱρέσει; δὲ εἰς ἀθεΐαν φέρουσιν. Οἱ γὰρ τὸν Υἱὸν τῆς πατρικῆς οὐσίας καὶ δόξης χωρίζοντες. καὶ τὸ πανάγιον Πνεῦμα κτίσμα καὶ δοῦλον εἶναι διδάσκον. τες, περὶ τὴν θεότητα σφάλλονται, οὔτε περὶ τοῦ γἱοῦ οὔτε περὶ τοῦ Πνεύματος ὑγιῶς φρονοῦντες, καὶ δικαίως ἂν καὶ οἶντο ἄθεοι καὶ αὐτοὶ ὡς μὴ τὴν προσήκουσαν δόξαν ἔχοντες περὶ τοῦ Θεοῦ. Τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων εὕροι τις πάντως αἱρέσεων. Τῶν οὖν περὶ τὴν πίστιν σφαλλομένων διαίρεσιν ποιεῖται ὁ ἅγιος· καὶ τοὺς μὲν αὐτομολήσαντας, ήγουν έχου τίω: καὶ χωρὶς ἀνάγκης ἀρνησαμένους τὴν ὀρθὴν εἰς Χριστὸν πίστιν, εἶτα εἰς μετάνοιαν ἐλθόντας, παρ' ὅλην αὐτῶν τὴν ζωὴν λέγει ἀφωρισμένους εἶναι, ὥστε μηδέποτε τῆς μεταλήψεως τῶν ἁγίων δώρων ἀξιωθῆναι, εἰ μὴ ὅτε εἰς τέλος τῆς οἰκείας ἕξουσι ζωῆς. Κἂν δὲ ἤδη θνήσκων τις αὐτῶν κοινωνίας ἀξιωθῇ, εἶτα ἐκφύγῃ τὴν κίνδυνον καὶ ζήσῃ. πάλιν ἀκοινώνητος ἔσται μέχρις ἂν αὖθις θνήσκῃ. Καὶ οι τοῦτον μόνον ἐπάγεσθαι λέγει αὐτοῖς τὸν ἀφορισμόν, ἀλλὰ μηδὲ συνεστάναι τοῖς ὀρθοδόξοις, καὶ συνεύχεσθαι μυστικῆς ἐπιτελουμένης εὐχῆς, ήγουν ὅτε ὁ ἱε ρεὺς τὴν ἄρτον ἁγιασθῆναι καὶ τὸ ποτήριον καὶ ἐπυ τὸν εύχεται. Εὔχεσθαι μὲν γάρ, φησί, κατὰ μένας, ἤχουν καθ' ἑαυτὸν, οὐ κωλυθήσεται ὁ ἐν μετανοία γενόμενος· συνίστασθαι δὲ τοῖς πιστοῖς οὐ συγχωρηθήσεται, ἀλλὰ ἔξω στήσεται τοῦ ναοῦ μετὰ τῶν κατηχουμένων. Ταῦτα μὲν οὖν περὶ τῶν ἄνευ βίας κατά
col. 865–866page 429 of 534
PG 138:865θέλησιν οἰκείαν μόνὴν ἀρνηταμένων. Όσοι δὲ, φησί, ἐξ ἀνάγκη; ὑπέκυψαν, μὴ μέχρι τέλους ἀντισχεῖν πρὸς τὰς βασάνους καὶ τὰς χαλεπὰς αἰκίας καὶ τι μωρίας δυνηθέντες, οἱ τοιοῦτοι ῥητῷ χρόνῳ ἐπιτεμή θησαν παρὰ τῶν Πατέρων, ἔσῳ καὶ ὁ πορνεύσας ἐπισ τιμᾶται. Ον δὴ χρόνον, προϊών, ἐννέα έτη εἶναι λέγει. Φιλανθρωπεύσασθαι δὲ λέγει τους Πατέρες περὶ τοὺς ἐκ βία; αρνησαμένους, ὅτι οὐχ ἡ ψυχὴ αὐτ τῶν συνέθετο τῇ ἀρνήσει, ἀλλὰ γλώσσῃ μόνῃ ἐκπ πτώκασι τοῦ καλοῦ· ἡ δὲ γνωμική διάθεσις ἀμετάτρεπτος αὐτοῖς ἐφυλάχθη. Τοιαῦτα μὲν οὖν ἐπάγεσθαι λέγει τὰ ἐπιτίμια τοῖς περὶ τὴν ὀρθὴν πίστιν ἀπυ σφαλεῖσι· περὶ τῶν ἀπιόντων δὲ εἰς γόητας ἢ μάντεις ΚΑΝΩΝ Γ. Οἱ δὲ πρὸς γόητας ἀπιόντες ἢ μάντεις, ἢ τοὺς διὰ δαιμόνων καθάρσιά τινα καὶ ἀποτροπιασμούς ένερ γεῖν ὑπισχνουμένους, οὗτοι ἐρωτῶνται δι' ἀκρι βείας καὶ ἀνακρίνονται, πότερον ἐπιμένοντες τῇ εἰς Χριστὸν πίστει ὑπ' ἀνάγκης τινός συνηνέχθησαν ἐκείνῃ τῇ ἁμαρτίᾳ, κακώσεώς τινος ἢ ἀφορή του ζημίας ταύτην αὐτοῖς τὴν ὁρμὴν ἐμπο ησάτης, ἢ καθόλου καταφρονήσαντες τοῦ πεπιστευμένου παρ' ἡμῶν μαρτυρίου, τῇ τῶν δαιμόνων συμμαχία προσέδραμον. Εἰ μὲν γὰρ ἀθετήσει τῆς πίστεως καὶ πρὸς τὸ μὴ πιστεύειν εἶναι Θεὸν τὸν παρὰ τῶν Χριστιανῶν προσκυνούμενον ἐκεῖνο ἐποίησαν, δη λαδὴ τῷ κρίματι τῶν παραβάντων ὑπαχθήσοντα εἰ δέ τις ἀβάστακτος ἀνάγκη κατακρατήσασα τῆς μικροψυχίας αὐτῶν εἰς τοῦτο προσήγαγε διά τινος ἠπατημένης ἐλπίδη; παρακρουσθέντας, ὡσαύτως ἔσται καὶ ἐπ' αὐτῶν ἡ φιλανθρωπία, καθ' ομοιότητα τῶν πρὸς τὰς βασάνους ἐν τῷ καιρῷ τῆς ὁμολογίας ἀντισχεῖν μὴ δυνηθέντων. ΒΑΛΣ. Τοὺς δὲ πρὸς γόητας ἁπιόντας ἢ μάντεις, ἢ τοὺς διὰ δαιμόνων καθάρσια τινα καὶ ἀπιτροπια σμοὺς ἐνεργεῖν ὑπισχνουμένους, κατὰ ἀκριβείας δεῖν ἀνακρίνεσθαι, καὶ ἐξετάζεσθαι λέγει. Γόητε, μὲν οὖν εἰσιν οἱ καὶ ἐπαοιδοὶ καλοῦνται, οἱ διά τινων μαγι κῶν ἐπῳδῶν ἢ θηρία καταδεσμοῦντες, ἢ πρὸς βλά Την ἀνθρώπων ἢ πρὸς ὠφέλειαν τῷ δοκεῖν ποιοῦντές τινα· πρὸς βλάβην μὲν, νόσους ή παραφροσύνας ἢ παρέσεις ἐπάγοντες· πρὸς δὲ δοκοῦσαν ὠφέλειαν, έρωτας εμποιούντες ἢ φιλίας, ἢ εὐπραγίας ἐπικλήσει δαιμόνων. Μάντει; δέ εἰσιν οἱ διά τινων μεθόδων, οὐδ' οὗτοι χωρὶς ἐπικλήσεως δαιμόνων, μέλλοντά τινα προλέγοντες, ἢ ἀγνοούμενα εκκαλύπτοντες. καθάρσια δὲ λέγοντα: γίνεσθαι, ὡς ὅταν τις νομίζῃ ἐκ βα σκάνων βλαβῆναι ὀφθαλμῶν, ἢ ἐκ περιεργίας τινός, καντεῦθεν ἢ νοσεῖν, ἢ δυσπραγεῖν, ἢ ἄλλο τι κακόν πάσχειν. Εἰσὶ γάρ τινες, οἱ ἐπαγγέλλονται καθάρσια τῶν τοιούτων παθημάτων ποιεῖν δι' ἐνεργείας πάντως σατανικῆς, καὶ ἀποτροπιασμούς, ήγουν ἀποτροπάς καὶ ἀποδιώξεις τῶν τοιούτων κακῶν. Τοὺς οὖν τοιού τοις τισὶ προσερχομένους ἀποκρίνεσθαι χρή, φησίν, ἀντὶ τοῦ μετὰ ἀκριβείας ἐρωτᾶσθαι, πῶς τοῖς τὰ τοιαῦτα ποιοῦσι προσῆλθον, ἀνάγκης κατεπειγούσης αυτούς, ήγουν κακώσεώς τινος ἢ νότου ἡ ὀργῆς τυ χὸν δυνάστου τινὸς ἢ δεσπότου, ἢ ζημίας ἀφορήτου καὶ πῶς προσῆλθον ἐκείνοις, ἄρα καταγνόντες της ταῦτά φησιν.
col. 867–868page 430 of 534
PG 138:867μὲν γὰρ ὡς ἀποστάντες τῆς πίστεως, καὶ μὴ πο στεύοντες Θεὸν εἶναι τὸν Χριστόν, μηδὲ ἐλπίζοντες ἐξ ἐκείνου βοηθείας, ἐπεκαλέσαντο τὴν τῶν δαιμόνων ἐπικουρίαν, ὡς οἱ παραβάντες καὶ τὴν πίστιν ἐκόνε τις αρνησάμενοι οἰκονομηθήσονται· εἰ δὲ ἐκ μικροψυχία; ἐπεκαλέσαντο τὴν τῶν δαιμόνων βοήθειαν, ἀνάγκης σφοδρᾶς ἐπελθούσης αὐτοῖς, ἣν διὰ μικρ ψυχία, βαστάσαι οὐκ ἠδυνήθησαν, απατηθέντες κα! ἐλπίσαντες ὠφεληθῆναι, ἐπιτιμηθήσονται καὶ οὗτοι, ὡς οἱ θύσαντες εἰδώλοις διὰ τὸ μὴ ὑπομεῖναι τὰς δι ὁμολογίας βασάνους. πίστεως προσέδραμον τῇ τῶν δαιμόνων βοηθεία. ΚΑΝΩΝ Δ'. Τῶν δὲ δι᾽ ἐπιθυμίαν τε καὶ ἡδονὴν γινομένων ἁμαρτημάτων τοιαύτη ἐστὶν ἡ διαίρεσις· τὸ μὲν γὰρ καλεῖται μοιχεία, τὸ δὲ πορνεία. Τισὶ μὲν οὖν τῶν ἀκριβεστέρων ήρεσε καὶ τὸ κατὰ πορνείαν πλημμέλημα, μοιχείαν είναι νομίζειν. Διότι μία ἐστὶν ή να μιμος συζυγία, καὶ γυναικὶ πρὸς ἄνδρα, καὶ ἀνδρὶ πρὸς γυναῖκα. Πἂν οὖν τὸ μὴ νόμιμον παράνομον πάντως, καὶ ὁ μὴ τὸ ἴδιον ἔχων, δηλαδὴ τὸ ἀλλά τριον ἔχει· τῷ γὰρ ἀνθρώπῳ μία δέδοται παρὰ τοῦ Θεοῦ βοηθὸς, καὶ τῇ γυναικὶ μία εφήρμοσται κεφα λή. Οὐκοῦν εἰ μέν τις τὸ ἴδιον αὐτοῦ σκεύος, και θὼς ὀνομάζει ὁ θεῖος Απόστολος, ἑαυτῷ κτήσαιτο, συγχωρεῖ ὁ νόμος τῆς φύσεως τὴν δικαίαν χρήσιν. Εἰ δέ τις ἔξω τοῦ ἰδίου τραπείη, ἐν ἀλλοτρίῳ πάντως γενήσεται· ἀλλότριον δὲ ἑκάστῳ πᾶν τὸ μὴ ἴδιον, κἂν μὴ ὁμολογούμενον ἔχει τὸν κυριεύοντα. Ούκουν πόρρω τοῦ κατὰ τὴν μοιχείαν πλημμελήματος, καὶ ἡ πορνεία τοῖς τὸν ἀκριβέστερον ἐξετάζουσι λόγον ἐδείχθη, λεγούσης καὶ τῆς θείας Γραφῆς· ὅτι Με πολὺς ἴσθι πρὸς ἀλλοτρίαν· πλὴν ἀλλ' ἐπειδὴ τοῖς ἀσθενεστέροις ἐγένετό τις παρὰ τῶν Πατέρων συμ περιφορά διεκρίθη τὸ πλημμέλημα τῇ γενικῇ δίαι ρέσει ταύτῃ, ὡς πορνείαν μὲν εἶναι καὶ λέγεσθαι, τὴν χωρὶς ἀδικίας ἑτέρου γινομένην τισὶ τῆς ἐπιθυμίας ἐκπλήρωσιν· μοιχείαν δέ, τὴν ἐπιβουλήν τε καὶ τὴν ἀδικίαν τοῦ ἀλλοτρίου. Ἐν ταύτῃ δὲ καὶ τὴν ζωοφθορίαν καὶ τὴν παιδεραστίαν εἶναι λογίζονται διότι καὶ ταῦτα φύσεώς έστι μοιχεία. Εἰς γὰρ τὸ ἀλο λάτριόν τε καὶ παρὰ φύσιν γίνεται ἡ ἀδικία. Ταύτης τοίνυν τῆς διαιρέσεως καὶ ἐν τούτῳ τῷ εἴδει τῆς ἁμαρ τίας γεγενημένης, καθολική μέν έστι θεραπεία, τὸ τῆς ἐμπαθοῦς λύσσης, τῆς περὶ τὰς τοιαύτας ἡδονάς, καθαρὸν ἐκ μεταμελείας γενέσθαι τὸν ἄνθρωπον ο ἐπὶ δὲ τῶν ἐν πορνείᾳ μολυνθέντων ἀοικία τις τῇ ἁμαρτίᾳ ταύτῃ οὐ καταμέμικται· διὰ τοῦτο διπλάσιον ὡρίσθη τῆς ἐπιστροφῆς ὁ χρόνος τοῖς ἐν μοιχεία μιαν θεῖσι, καὶ ἐν τοῖς ἄλλοις τοῖς ἀπηγορευμένοις κακοίς, ζωοφθορίᾳ τε καὶ τῇ κατὰ τοὺς ἄρρενας λύσση - δι πλασιάζεται γὰρ, ὡς εἶπον, ἐπὶ τῶν τοιούτων ἡ ἁμαρτία. Μία μὲν ἡ κατὰ τὴν τοῦ ἀλλοτρίου ἀδικίαν συνισταμένη. Διαφορὰ δὲ τίς ἐστιν ἐν τῷ λόγῳ τῆς μετανοίας, καὶ ἐπὶ τῶν κατὰ ἡδονὴν πλημμελούντων
col. 869–870page 431 of 534
PG 138:869τοιαύτη. Ο μὲν γὰρ ἀφ' ἑαυτοῦ πρὸς τὴν ἐξαγόρευσιν τῆς ἁμαρτίας ὁρμήσας, αὐτῷ τὸ καταδέξασθαι δι' οἰκείας ὁρμῆς γενέσθαι τῶν κρυφίων κατ ήγορος· ὡς ἥδη, τῆς θεραπείας τοῦ πάθους ἀρξάμενος, καὶ σημεῖον τῆς πρὸς τὸ κρείττον μεταβολῆς ἐπιδειξάμενος, ἐν φιλανρωποτέροις γίνεται τοῖς ἐπιτιμίοις. Ὁ δὲ φωραθεὶς ἐπὶ τῷ κακῷ, ἢ διά τινος υποψίας ή κατηγορίας ἀκουσίως ἀπελεγχθεὶς, ἐν επιτεταμένη γίνεται τῇ ἐπιστροφῇ· ὥστε καθαρισθέντα δι' ἀκριβείας αὐτὸν, οὕτως ἐπὶ τὴν τῶν ἁγια σμάτων κοινωνίαν παραδεχθῆναι. Ἔστι τοίνυν ὁ και νῶν τοιοῦτος, ὥστε τοὺς ἐν πορνεία μολυνθέντας, ἐν τρισὶ μὲν ἔτεσι καθόλου τῆς εὐχῆς ἀποβλήτους εἶναι ἐν τρισὶ δὲ τῆς ἀκροάσεως μετέχειν μόνης, ἐν ἄλλοις δὲ τρισὶν ἔτεσι μετὰ τῶν ἐν τῇ ἐπιστροφῇ ὑποπιπτόντων προσεύχεσθαι, καὶ τότε μετέχειν τῶν ἁγια σμάτων. Ἐπὶ δὲ τῶν σπουδαιότερον κεχρημένων τῇ ἐπιστροφῇ, καὶ τῷ βίῳ δεικνύντων τὴν πρὸς τὸ ἀγαθὸν ἐπάνοδον, ἔξεστι τῷ οἰκονομοῦντι πρὸς τὸ συμφέρον τὴν ἐκκλησιαστικὴν οἰκονομίαν, συντεμεῖν τὸν χρόνον τῆς ἀκροάσεως, καὶ τάχιον εἰς ἐπιστροφὴν ἀγαγεῖν, καὶ πάλιν καὶ τοῦτον συντεμεῖν τὸν χρόνον, καὶ τάχιον ἀποδοῦναι τὴν κοινωνίαν, ὅπως ἂν τῇ ἑαυτοῦ δοκιμασίᾳ ἐκκρίνῃ τὴν τοῦ θεραπευομένου κατάστασιν. Ωσπερ γὰρ τὸ τοῖς χοίροις ῥίπτειν τὸν μαργαρίτην ἀπείρηται, οὕτω τὸ ἀποστερεῖν τοῦ τιμίου μαργαρίτου τὴν ἤδη ἄνθρωπον διὰ τῆς και θερότητός τε καὶ ἀπαθείας γενόμενον, τῶν ἀτόπων ἐστίν. Ἡ δὲ κατὰ μοιχείαν ήτοι καὶ τὰ λοιπὰ εἴδη τῆς ἀκαθαρσίας γενομένη παρανομία, καθώς προείρηται, κατὰ πάντα ἐν τῷ αὐτῷ κρίματι θεραπευθής σεται, ἐν ᾧ καὶ τὸ τῆς πορνείας ἄγος· τῷ δὲ χρόνῳ διπλασιάζεται. Παρατηρηθήσεται δὲ καὶ ἐπ' αὐτῷ ἡ τοῦ θεραπευομένου διάθεσις, ὃν τρόπον καὶ ἐπὶ τῶν τῷ μολυσμῷ τῆς πορνείας συνενεχθέντων, ὥστε θᾶττον ἢ βραδύτερον γενέσθαι αὐτοῖς τὴν τοῦ ἀγαθοῦ μετουσίαν. ΒΑΛΣ. Νῦν περὶ τῶν ἐν τῷ ἐπιθυμητικῷ μέρει τῆς ψυχῆς φυομένων ἁμαρτημάτων διαλέγεται ὁ Πατὴρ, ὅθεν φησίν εἶναι τὴν πορνείαν καὶ τὴν μοι χείαν, καὶ ἐπάγει, ὅτι τῶν ἀκριβεστέρων τισὶ καὶ ἡ πορνεία μοιχεία καλεῖται· διότι ἡ νόμιμος μίξις ἀν δρὸς καὶ γυναικὸς μὲν ἐστιν, εἴ τι δὲ ἕτερον παρά ταύτην γένηται, παράνομον τ' τοιοῦτον, καὶ ὅστις μὴ τῷ ἰδίῳ κέχρηται, ἀλλοτρίῳ χρῆται. Πἂν δὲ δ οὐκ [διόν ἐστί τινι, τοῦτο ἀλλότριον, κἂν μὴ ἔχῃ τὸν κυριεύοντα. Καὶ διὰ τοῦτο οὐ πόῤῥω ἔδοξε τῆς μοιχείας καὶ ἡ πορνεία. Ταῦτά φησιν ὁ ἅγιος οὕτω κατα σκευάζεσθαι παρὰ τῶν καὶ τὴν πορνείαν εἰς τὸ τῆς μοιχείας ἀναγαγόντων ἁμάρτημα· τοῖς δὲ ἀσθενεστέροις τῶν ἁμαρτανόντων γενέσθαι τινὰ παρὰ τῶν τέρων λέγει συμπεριφοράν, ήγουν οἰκονομίας συγκατάβασιν. Είληπται δὲ ἡ λέξις ἐκ τῶν Παροιμιών. Φησὶ γὰρ ὁ Σαλομῶν ἐν αὐταῖ;· Ὁ μη συμπεριφε όμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἀνέμους καὶ διακριθῆναι, ἀντὶ τοῦ διαιρεθῆναι, τὸ ἁμάρτημα τῆς ἀθέσμου μίξεως· καὶ πορνείαν μὲν ὀνομασθήναι συμπε ριφοράν, ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ,
col. 871–872page 432 of 534
PG 138:871τὴν χωρίς οδικίας ἑτέρου μίξιν, ήγουν την πρ ἐλευθέραν ἀνδρὸς γυναίκα, μοιχείαν δὲ τὴν πρὸς γυ ναῖκα ἀνδρὶ συνοικοῦσαν εἰσέλευσιν. Ὁ μὲν γὰρ γυ ναικὶ προσιών ἄνδρα μὴ ἐχούσῃ ἁμαρτάνει μὲν, ὅτι μὴ νομίμως αὐτῇ κέχρηται· ἀδικεῖ δὲ οὐδένα· ὁ δὲ τῇ συνοικούσῃ ἀνδρὶ πλησιάζων ἀδικεῖ τὸν ἐκείνης ἄνδρα, τὴν ἀλλοτρίαν οικειούμενος· πολλάκις δὲ καὶ ἐπιβουλεύει τῷ ἐκείνης ἀνδρί· καὶ τοῦτο δῆλον ἐκ τοῦ Δαβίδ. Και τὴν ζωοφθορίαν δὲ καὶ τὴν παιδεραστίαν ἐπίσης τῇ μοιχείᾳ τεθέασιν, ὅτι τε ἀδικεῖται ἡ φύσι παρὰ φύσιν ἁμαρτανόντων τῶν οὕτω πλημμελού των, καὶ ὅτι ἀλλοτρίῳ κέχρηται ὁ οὕτως ἁμαρτάνων ἀλλότριον γὰρ ἡ φύσις ἡ τῶν ἀλόγων καὶ ἡ τῶν ἀρ μένων. Αρσεν γὰρ καὶ θῆλυ ἐποίησεν ὁ Θεός. Τῶν μὲν οὖν τοιούτων ἁμαρτημάτων καθολικὴν μὲν θερα Β. πείαν λέγει ὁ ἅγιος, ήγουν πᾶσι τοῖς ἁμαρτάνουσιν ἁρμόττουσαν, τὸ καθαρὸν τῆς τοιαύτης λύσσης ἐκ μεταμέλου γενέσθαι τὸν ἄνθρωπον, ήγουν τὴ καταγνῶναι τῆς ἁμαρτίας καὶ ἀποστῆναι αὐτῆς. Εἰ μὴ γάρ τις ἀποσταίη τοῦ ἁμαρτάνειν, πῶς ἂν λογισθείη μετ τανοεῖν; Ἐπεὶ δὲ τῇ πορνείᾳ ἀδικία οὐ πρόσεστι, τῇ δὲ μοιχείᾳ, καὶ τοῖς ἄλλοις τοῖς εἰρημένοις, ὡς ἔφθην εἰπεῖν, πρὸς τῷ ἀθέσμῳ τῆς μίξεως καὶ ἀδικία παρέ πεται, διπλασιάζει τὸν χρόνον τοῦ ἐπιτιμίου τῆς μα χείας καὶ τῆς ζωοφθορίας καὶ ὁῤῥενοκοιτίας προς τὸν τῆς πορνείας. Επειτα καὶ διαφοράν τινα εἰσά γει ἐπὶ τῶν ἐξομολογουμένων τὰ αὐτὰ ἁμαρτήματα. Εἰ μέν τις, φησίν, ἀφ' ἑαυτοῦ ὁρμηθεὶς ἐξαγορεύσει τὴν ἁμαρτία, ἁγνοουμένην, φιλανθρώπως ἐπιτιμη Ο θήσεται· ὁ δὲ οὐχ ἑκὼν εἰς ἐξαγόρευσιν ἐλθὼν, ἀλ ἐπὶ τῇ ἁμαρτίᾳ εὐρεθεῖς, ἢ ἐξ ὑποψίας γνωσθείς, ἢ κατηγορηθεὶ; καὶ ἐλεγχθεὶς, κἂν πρόκειται με την ο ῆσαι, βαρύτερον ἐπιτιμᾶται, καὶ ἐν ἐπιτεταμένῃ. ήγουν μακροχρονίω, γίνεται μετανοίᾳ, ἵνα οὕτω και Θαρθεὶς δεχθῇ εἰς τὴν τῶν ἁγίων μετάληψιν. Εἶτα καὶ τοὺς χρόνους ἀπαριθμεῖται τοῦ ἐπιτιμίου τῆς πορνείας· καὶ ἐννέα λέγει εἶναι αὐτοὺς, καὶ ὅπως οἰκονομούνται προστίθησι. Τὸ δὲ πᾶν τῷ οίκονο. μοῦντι τοὺς ἁμαρτάνοντας ἀνατίθησι, καὶ πρὸς τὴν ἐπὶ τῇ μετανοίᾳ σπουδὴν ἡ ῥᾳθυμίαν ελαττοῦν τον χρόνον τῶν ἐπιτιμίων καὶ ἐπιτείνειν διακελεύεται. ὡς γὰρ οὐ δεῖν φησι τοὺς μαργαρίτας ρίπτειν Εμ προσθεν τῶν χοίρων· τοῦτο δὲ τὸ εὐαγγελικόν, μαρ γαρίτας μὲν καλῶν τὸ ἅγιον σῶμα τοῦ Κυρίου και τὴ τίμιον αἷμα, χοίρους δὲ τοὺς ἐμπαθῶς ζῶντας καὶ τῷ βορβόρῳ τῶν παθῶν ἐκχυλισμένους· οὕτως άτο τον ἀποστερεῖν τῆς μεταλήψεως τῶν τιμίων μαργαριτῶν τοὺς διὰ μετανοίας καθάραντας ἑαυτούς των παθῶν, καὶ ἐκ χοίρων εἰς ἀνθρώπους μεταβληθέντα; διὰ τῆς καθαρότητος. Εννέα μὲν οὖν ἔτη ἐπὶ τῆς πορνεία; εἰπὼν εἶναι τὸ ἐπιτίμιον, ἐπὶ τῆς μοιχείας καὶ ζωοφθορίας καὶ ἀρσενοκοιτίας διπλασιάζεσθαι λέγει τὸν χρόνον τοῦτον· τὴν δὲ οἰκονομία, ὁμοία, γίνεσθαι τῇ τῆς πορνείας. Τοῦτο γάρ ἐστι τὸν ἐν τῷ αὐτῷ κρίματι, ἤγουν ἐν τῇ αὐτῇ κρίσει, ἐν τῇ αὐτῇ ἐπιτιμήσει. Τῷ δὲ χρόνῳ μόνῳ διπλασιάζεται. Εν ἑκάστῳ γαρ τόπῳ τῶν ἐπιτιμίων τριετίας ορισθείσης ἐν τῇ πορνείᾳ, ἐξαετία ἐν τῇ μοιχείᾳ καὶ τοῖς λοιποῖς
col. 873–874page 433 of 534
PG 138:873ώρισται· κἀνταῦθα δὲ τὸ συντεμεῖν τὸν χρόνον τοῦ ἐπιτιμίου, ἢ αὐξῆσαι, τοῦ οἰκονομοῦντος τῇ διακρί σε: τοὺς ἐν μετανοίᾳ δίδωσιν. ΚΑΝΩΝ Ε'. Λείπεται πρὸς τούτοις τὸ θυμοειδές τῆς ψυχῆς προ θεῖναι εἰς ἐξέτασιν, ὅταν παρασφαλεῖσα τῆς ἀγαθῆς τοῦ θυμοῦ χρήσεως, εἰς ἁμαρτίαν εκπέση. Πολλών τε ὄντων κατὰ θυμὸν εἰς ἁμαρτίαν ἐνεργουμένων, καὶ πάντων κακῶν, ἡρεσέ πως τοῖς Πατράσιν ἡμῶν, ἐν τοῖς ἄλλοις μὴ λίαν ἀκριβολογεῖσθαι, μηδὲ πολλῆς ἄξιον ἡγεῖσθαι σπουδῆς, τὸ θεραπεύειν πάντα τὰ ἐκ θυμοῦ παραπτώματα· καί τοί γε τῆς Γραφῆς, οὐ μόν νον τὴν ψυχὴν ἀπαγορευούσης πληγήν· ἀλλὰ καὶ πᾶσαν λοιδορίαν, ἢ βλασφημίαν, καὶ εἴ τι ἄλλο τοι οὗτον ὁ θυμὸς ἀπεργάζεται· μόνον δὲ τοῦ κατὰ τὸν φόνον ἄγους τὴν παραφυλακὴν ἐποιήσαντο, διὰ τῶν ἐπιτιμίων. Διήρηται δὲ τὸ τοιοῦτον κακὸν τῇ διαφορά τοῦ ἑκουσίου τε καὶ ἀκουσίου, ἐν οἷς ἐκούσιος μέν ἐστι φόνος. Πρῶτον μὲν, ὁ ἐκ παρασκευῆς τετολμημένος τοῦ εἰς αὐτὸ τοῦτο εὐτρεπισαμένου, ὅπως ἂν τὸ ἄγος ἐργάσηται. Ἔπειτα δὲ κἀκεῖνος ἐν τοῖς ἑκουσίοις ἐνομίσθη, ὅταν τις ἐν συμπλοκῇ καὶ μάχῃ, τύπτων τε καὶ τυπτόμενος, ἐνέγκῃ κατά τινος καιρίου τὴν διὰ τῆς χειρὸς πληγήν. Ο γὰρ ἅπαξ τῷ θυμῷ κρατηθεὶς, καὶ τῇ ὁρμῇ τῆς ὀργῆς χαριζόμενος, οὐδὲν ἂν παρὰ τὸν καιρὸν τοῦ πάθους τῶν ἀνακόψαι τὸ κακὸν δυναμένων ἐπὶ νοῦν λάβοι. Ὥστε καὶ τὰ ἐκ τῆς συμπ οκῆς ἀπο τέλεσμα του φόνου, εἰς ἔργον προαιρέσεως, καὶ οὐκ εἰς ἀποτυχίαν ἀνάγεται. Οἱ δὲ ἀκούσιοι φανερὰ ἔχουσι τὰ γνωρίσματα· ὅταν τις πρὸς ἕτερόν τι τὴν σπου δὲν ἔχων, ἐξ ἀποτυχίας τι τῶν ἀνηκέστων δράση. Ἐπὶ τούτων τοίνυν ὁ μὲν φόνος, εἰς τριπλασίονα χρόνον παρατείνεται, τοῖς δι᾽ ἐπιστροφῆς θεραπευομένοις τὸ ἑκούσιον ἄγος. Τρισεννέα γάρ εἰσιν ἐνιαυτοὶ, καθ' έκαστον βαθμὸν τῆς ἐννάδος τῶν ἐτῶν όρι σθείσης, ὥστε ἐν μὲν τῷ παντελεῖ ἀφορισμῷ, ἐνναετή χρόνον διαγενέσθαι ἀπειργόμενον τῆς Ἐκκλησίας ἄλλα δὲ τοσαῦτα ἔτη ἐν τῇ ἀκροάσει παραμεῖναι, μόνης τῶν διδασκάλων καὶ τῆς τῶν Γραφῶν ἀκροάσεως, καὶ μετὰ τῆς τοῦ λαοῦ συστάσεως ἀξιούμενον, ἐν δὲ τρίτῃ ἐννάδι, μετὰ τῶν ὑποπιπτόντων ἐν τῇ ἐπιστροφή προσευχόμενον, οὕτως ἐλθεῖν ἐπὶ τὴν μετουσίαν τοῦ ἁγιάσματος· δηλαδὴ καὶ ἐπὶ τοῦ τοιούτου, ἡ αὐτὴ προστήρησις ἔσται παρά τοῦ οἰκονομοῦντος τὴν Ἐκκλησίαν, καὶ πρὸς λόγον τῆς ἐπιστροφῆς συντμηθήσεται αὐτῷ καὶ ἡ τοῦ ἐπι τιμίου παράτασις, ὥστε ἀντὶ ἐννέα ἐτῶν, ἐφ' ἑκάστῳ βαθμῷ ὀκτὼ ἢ ἑπτὰ ἢ ἐξ, ἢ καὶ πέντε μόνα γενέ σθαι· εἴπερ τὸ μέγεθος τῆς ἐπιστροφῆς νικοίη τὸν χρόνον, καὶ ὑπερβάλλοιτο τῇ σπουδῇ τῆς διορθώσεως τοὺς ἐν τῇ μακρᾷ προθεσμία βαθυμότερον πως εαυ τοὺς ἀπὸ τῆς κηλίδος καθαίροντας. Τὸ δὲ ἀκούσιον, συγγνωστὸν μὲν, οὐ μὴν ἐπαινετὸν ἐκρίθη. Τοῦτο δὲ εἶπον, ὥστε δῆλον γενέσθαι, ὅτι κἂν ἀκουσίως τις γένηται ἐν τῷ τοῦ φόνου μιάσμασι, ὡς ἤδη βέβηλον αὐτὸν ἀπὸ τοῦ ἄγους γενόμενον, ἀπόβλητον ἱερατικῆς χάριτος ὁ κανὼν ἀπεφήνατο· ὅσος δέ ἐστιν ἐπὶ τῇ Δελή πορνεία τοῦ καθαρσίου ὁ χρόνος, τοσοῦτος καὶ
col. 875–876page 434 of 534
PG 138:875160 ἐπὶ τῶν ἀκουσίως πεφονευκότων εδοκιμάσθη καλόν ἔχειν, δηλαδὴ καὶ ἐν τούτῳ τῆς προαιρέσεως τοῦ με τανοοῦντος δοκιμαζομένης· ὥστε εἰ ἀξιόπιστος γένοιτο ἡ ἐπιστροφὴ, μὴ πάντως παραφυλαχθῆναι τὸν ἀριθμὸν τῶν ἐτῶν, ἀλλὰ διὰ συντομία; ἀγαγεῖν αὐτὸν εἰς τὴν τῆς Ἐκκλησίας ἀποκατάστασιν, καὶ εἰς τὴν τοῦ ἀγαθοῦ μετουσίαν. Εἰ δέ τις μὴ πληρώσες τὸν χρόνον τὸν ἐκ τῶν κανόνων ἀφωρισμένον, ἐξιδεύοι τοῦ βίου κελεύει ἡ τῶν Πατέρων φιλανθρωπία μετασχόντα τῶν ἁγιασμάτων, μὴ κενὸν τοῦ ἐφοδίου πρὸς τὴν ἐσχάτην ἐκείνην καὶ μακρὰν ἀποδημίαν ἐκπεμφθῆναι. Εἰ δὲ μετασχὼν τοῦ ἁγιάσματος, πάλιν εἰς τὴν ζωήν επανέλθοι, ἀναμένειν τὸν τεταγμένον χρόνον, ἐν ἐκεί νῳ τῷ βαθμῷ γενόμενον, ἐν ᾧ ἦν πρὸ τῆς κατὰ ἀνάγ κην αὐτῷ δοθείσης κοινωνίας. ΒΑΛΣ. Εἰπὼν περὶ τῶν δύο ψυχικών δυνάμεων δ μέγας οὗτος Πατήρ, προστίθησιν ἄρτι καὶ τὴν λα πήν, ἥτις ἐστὶ τὸ θυμοειδές. Καὶ πολλὰ μὲν εἶναί φησι τὰ ἐκ τοῦ θυμοῦ τικτόμενα ἁμαρτήματα, οἷας πληγάς, ύβρεις, λοιδορίας, βλασφημίας, ἅπαντα τῇ θείᾳ Γραφῇ ἀπηγόρευται. Ο γάρ μακάριος Παῦλος πρὸς Κολασσαείς γράφων, καὶ τὰ τῆς σαρχές ἔργα ἀπαριθμῶν, μετὰ τῶν ἄλλων καὶ ἔχθρας καὶ ἔρεις καὶ ζήλους καὶ θυμούς, ἐριθείας τε καὶ διχοστασίας καὶ φόνους επήγαγε, καὶ οἱ ταῦτα πράσο σοντες, ἔφη, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Αλλά και πάντα, φησὶν ὁ ἅγιος οὗτος, τῇ Γραφῇ ἀπηγόρευται, όμως ἤρεσέ πως τοῖς Πατράπιν ἡμῶν ἐν τοῖς ἄλλοις μή λίαν ἀκριβολογεῖσθαι· τὸ δὲ ἤρεσέ πως ἀπαρνοῦντός ἐστι καὶ ὥσπερ μή ειδότος τὸν λόγον, δι' δν ταῦτα οἱ Πατέρες ἀκριβολογεῖσθαι οὐκ θέλησαν, οὐδὲ πάνυ σπουδαῖον ἡγήσαντο θεραπεύειν τὰ τοιαῦτα. Μόνον δὲ τὴ τοῦ φόνου μίασμα ἐπιτιμίων ἠξίωσεν, ὥστε παραφυλάττεσθαι τοὺς ἀνθρώ τους μὴ ποιεῖν φόνους φοβουμένους τὰ ἐπιτίμια. Τὸ δὲ ἐκ τοῦ φόνου ἁμάρτημα διαιρεῖται εἰς ἐκεύ στον καὶ ἀκούσιον. Καὶ ἔστιν ὁ ἑκούσιος φόνος, ὁ ἐκ παρασκευής, ήγουν ὁ ἐκ μελέτης, τετολμημένος, πρὸς ἦν τις παρεσκευάσθη καὶ ἡτοιμάσθη. Εκού σιον δὲ λέγει καὶ τὸν μὴ ἐκ μελέτης μὲν, ἐν δὲ συμπλοκῇ καὶ φιλονεικίᾳ γενόμενον, ὅτε τις πλήξει τὸν ἀνθιστάμενον ἐν καιρίῳ μέρει του σώματος, τῷ θυμῷ στρατευόμενος. Καὶ τοῦτο γὰρ τὸ εἶδι; του φόνου οὐ τυχαῖον ὁ ἅγιος κρίνει, ἀλλὰ προαιρε τόν. 'Ακούσιον δὲ φόνον ὁρίζεται, ὅτε άλλο το παι ῆται βουλόμενος, οἷον θηρίον ἀμύνασθαι ἡ κατάπεισαι δένδρου καρπόν, ἄνθρωπον παριόντα μὴ προιδὼν πλήξει, καὶ ὁ πληγείς θανείται. Τῷ μὲν οὖν ἐκουτίῳ φόνω, κζ' ἔτη ορίζεται τὸν τοῦ ἐπιτιμίου καιρὸν, καὶ εἰς τρεῖς μοίρας αὐτὸν διαιρεί, ὥστε μοῖραν ἑκάστην ἐννέα ἔχειν. ἐνιαυτούς. Καὶ παντελῆ μὲν ἀφορισμόν ονομάζει τὸ ἔξω τῆς ἐκκλησίας ἵστασθαι τὴν ἀφορισθέντα καὶ προσκλαίειν· ἐκεῖ δὲ προσκλαύσαντα ἐπὶ ἔννα τον ἐνιαυτὸν, ἐπὶ τοσοῦτον αὖθις χρόνον ἐν ἀκρου μένου στῆναι τόπῳ, κἀκεῖθεν προβῆναι εἰς τὸν τῆς ὑποπτώσεως τόπον· καὶ οὕτω τῶν κι' ἐκμετρηθέντων ἐνιαυτῶν, τῆς τῶν ἁγιασμάτων κοινωνία; άξιαθήναι Πανταχοῦ δὲ τὴν ἐξουσίαν τοῦ συντεμείν
col. 877–878page 435 of 534
PG 138:877τὸν τῶν ἐπιτιμίων καιρὸν τῷ οἰκονομοῦντι τὸν ἐν μετανοίᾳ γενόμενον δίδωσιν, εἰ βλέπει τὸν μετα νοοῦντα δαψιλεῖς τοὺς τῆς μετανοίας καρπούς ἐνδεικνύμενον. Ὁ δὲ ἀκούσιος, φησί, φόνος συγ γνωστὸς μὲν ἐκρίθη, οὐ μὴν ἐπαινετὸς, ήγουν οὐκ ἀνεκτές, ὥστε καὶ πάντη εἶναι ἀνεπιτίμητος. Καν γὰρ ἀκουσίως τις φονεύσῃ ἄνθρωπον, οὔτε ξερω σύνης τεύξεται, καὶ ἀπόβλητος ταύτης ὡς τῷ φόνῳμ μιανθείς έπεται. Χρόνον δὲ τῷ ἐπιτιμίῳ τοῦ ἀκου σίου φόνου λέγει τετάχθαι, δρος ἐν τῇ ψιλῇ πορνεία στάχθη· ἔστι δὲ οὗτος, κατὰ τοῦτον τὸν ἅγιον, ἐννέα έτη. Ψιλὴν δὲ πορνείαν, τὴν εἰς γυναῖκα μὴ ἔχουσαν ἄνδρα ὠνόμασε, τοὺς χρόνους δὲ τῶν ἐπι τιμίων εἰπὼν ἐφ' ἑκάστῳ πλημμελήματι, νῦν προσ τίθησιν ὅτι, εἰ οὔπω ὁ ἐπιτιμηθεὶς ἐπλήρωσε τὸν τοῦ ἐπιτιμίου καιρὸν, ἀλλ' ἔτι ἀφωρισμένος ἐστὶ καὶ κινδυνεύει θανεῖν, ὥρισαν οἱ Πατέρες φιλαν θρωπευσάμενοι τὸν τοιοῦτον μετασχεῖν τῶν ἁγια σμάτων, ἵνα μὴ ἐστερημένος του ἐφοδίου ἀπέλθῃ πρὸς τὴν μακρὰν ἀποδημίαν. Εφόδια δὲ λέγονται τὰ ἐπὶ τῇ ὁδῷ τοῖς ἐδεύουσι συμβαλλόμενα. Μέγα δὲ συμβάλλεσθαι τοῖς πιστοῖς πιστεύεται τῶν ἁγια σμάτων ή μέθεξις. Εἰ δὲ περὶ τὴν ζωὴν κινδυνεύων ὁ ἐν ἐπιτιμίῳ ἀξιωθείη τῶν θείων δωρεῶν, εἶτα ἐκφύγῃ τὸν κίνδυνον καὶ ἀναῤῥωσθῇ, αὖθις ἀκοινώνητος ἔσται, καὶ ἐν ἐκείνῳ στήσεται τῷ βαθμῷ, ἐν ᾧ ἦν καὶ πρὸ τοῦ κινδύνου, μέχρις ἂν ὁ χρόνος ὁ τεταγμένος ἐκμετρηθῇ. ΚΑΝΩΝ Γ'. Τὸ δὲ εἶδος τῆς εἰδωλολατρείας· οὕτω γὰρ ὀνομάζει τὴν πλεονεξίαν ὁ θεῖος ᾿Απόστολος· οὐκ οἶδα ὅπως ἀθεράπευτον ὑπὸ τῶν Πατέρων ἡμῶν περιώφθη. Και τοί γε δοκεῖ τὸ τοιοῦτον κακὸν τῆς τρίτης ἐν τῇ ψυχῇ καταστάσεις πάθος εἶναι. Καὶ γὰρ λογισμὸς τῆς τοῦ καλοῦ κρίσεως ἁμαρτάνων, ἐν τῇ ὕλῃ τὸ καλὸν εἶναι φαντάζεται, οὐ πρὸς τὸ ἄθλον ἀναβλέπων κάλλος, καὶ ἡ ἐπιθυμία πρὸς τὰ κάτω ῥεῖ, τοῦ ἀληθοῦς ὀρεκτοῦ ἀποδ ῥέουσα. Καὶ ἡ φιλόνεικός τε καὶ θυμώδης διάθεσις, πολλὰς ἐκ τῆς τοιαύτης ἁμαρτίας τὰς ἀφορμὰς λαμ βάνει. Καὶ τὸ ὅλον εἰπεῖν, συμφωνεῖ ἡ τοιαύτη νόσος τῷ ἀποστολικῷ τῆς πλεονεξίας δρῳ. Ο γάρ θεῖος ᾿Απόστολος, οὐ μόνον αὐτὴν εἰδωλολατρείαν, ἀλλὰ καὶ βίζαν πάντων τῶν κακῶν ἀπεφήνατο· καὶ ὅμως τὸ τοιοῦτον εἶδος παρώφθη τῆς νόσου ἀνεπισκεπτόν τε καὶ ἀτημέλητον· διὸ καὶ πλεονάζει κατὰ τὰς ἐκκλησίας, τὸ τοιοῦτον ἀῤῥώστημα, καὶ οὐδεὶς τοὺς ἐπὶ τὸν κλῆρον ἀγομένους περιεργάζεται, μήπως τῷ τοιούτῳ είδες τῆς εἰδωλολατρείας κατεμιάνθησαν. ᾿Αλλὰ περὶ μὲν τούτων, διὰ τὸ παρεῖσθαι τοῖς Πατρᾶσιν ἡμῶν, ἀρχεῖν ἡγούμεθα τῷ δημοσίῳ τῆς διδασκαλίας λόγῳ, ὅπως ἂν οἷόν τε ᾖ, θεραπεύειν, ὥσπερ τινὰ πάθη πληθωρικά, τάς πλεονεκτικὰς ἀρρωστίας διὰ τοῦ λό του καθαίροντας. Μόνην δὲ τὴν κλοπὴν καὶ τὴν τυμ θωρυχίαν, καὶ τὴν ἱεροσυλίαν πάθη νομίζομεν, διὰ τὸ οὕτως ἐκ τῆς τῶν Πατέρων ἀκολουθίας τὴν παρά δοσιν ἡμῖν περὶ τούτου γενέσθαι. Και το γε παρά
col. 879–880page 436 of 534
PG 138:879τῇ θείᾳ Γραφῇ, καὶ ὁ πλεονασμὸς, καὶ ὁ τόπος, τῶν η ιν, απειρημένων ἐστὶ, καὶ τὸ ἐκ δυναστείας τινὸς τῇ ίδια κτήσει προσαγαγεῖν τὰ ἀλλότρια, κἂν ἐν προσχήματι πραγματείας τὲ τοιοῦτον τύχῃ γινόμενον. Επει δὴ τοίνυν τὸ καθ' ἡμᾶς, εἰς ἐξουσίαν κανὼν ἀξιόπιστος, τὴν ἐπὶ τῶν ὁμολογουμένως απηγορευμένων κανονικὴν κρίσιν ἤδη τοῖς εἰρημένοις προσθήσομεν. Διήρηται οὖν ἡ κλοπὴ εἰς τε ληστείαν καὶ εἰς τοιχωρυχίαν καὶ εἰς μὲν ἐπ' ἀμφοτέρων σκοπός, ἡ τῶν ἀλλοτρίων ἀφαίρεσις· πολλὴ δὲ κατὰ τὴν γνώμην αὐτῶν ἡ πρὸς ἀλλήλους ἐστὶ διαφορά. Ο μὲν γὰρ λῃστὴς, καὶ τὴν μιαιφονίαν εἰς συμμαχίαν τοῦ σπουδαζομένου παρα λαμβάνει, πρὸς αὐτὸ τοῦτο παρασκευαζόμενος καὶ ὅπλοις καὶ πολυχειρίᾳ, καὶ τοῖς ἐπικαίροις, τῶν το των ὥστε τὸν τοιοῦτον, τῷ κρίματι τῶν ἀνδρογόνων ὑπάγεσθαι, εἰ διὰ μεταμελείας ἑαυτὸν πρὸς τὴν Ἐκ κλησίαν τοῦ Θεοῦ ἐπανάγοι. Ὁ δὲ δι᾽ ὑφαιρέσεως λανθανούσης σφετεριζόμενος τὸ ἀλλότριον, εἶτα δι' ἐξαγορεύσεως τὸ πλημμέλημα αὐτοῦ τῷ ἱερεῖ φανερώσας, τῇ περὶ τὸ ἐναντίον τοῦ πάθους σπουδή θεραπεύσει τὴν ἀρρωστίαν· λέγω δὲ διὰ τοῦ τὰ προσόντα παρέχειν τοῖς πένησιν, ἵνα τῷ προέσθαι ἃ ἔχει, φανερός γένηται καθαρεύων τῆς κατὰ πλεονεξίαν νόσου. Εἰ δὲ μηδὲν ἔχοι, μόνον δὲ τὸ σῶμα ἔχοι, κελεύει ο Απόστολος διὰ τοῦ σωματικοῦ κόπου τὸ τοιοῦτον ἐξιλάσασθαι πάν θος. Ἔχει δὲ ἡ λέξις οὕτως· Ὁ κλέπτων, μηκέτι κλυπτέτω· μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι ΒΑΛΣ. Μπορεῖ ὁ ἅγιος, πῶς τοῖς Πατρίσι τη τῆς πλεονεξίας πάθος, είτουν φιλαργυρία, ἀθεράπευτον παρεωρήθη, μὴ ἐπαγαγοῦσιν ἐπιτίμια τοῖς τοῦτο κεκτημένοι;, καὶ ταῦτα τοῦ ᾿Αποστόλου εἰ δωλολατρείαν αὐτὸ καλέσαντος. Καίτοι γε δοκεί, φησὶ, καὶ τὰς τρεῖς ψυχικές δυνάμεις ἐν τούτῳ πάσχειν καὶ περιτρέπεσθαι τῆς εὐθύτητος. Ούτε γὰρ τὸ λογιζόμενον τῆς ψυχῆς ὀρθῶς κρίνει, ἀλλ᾽ ἐσφαλμένως καὶ διημαρτημένως. Αμαρτάνει γάρ, φησί, τῆς κρίσεως τοῦ καλοῦ, ἀντὶ τοῦ ἀποτυγχάνει, καὶ οὐ πρὸς τὸ ἄϋλον κάλλος βλέπον, τὴν τοῦ Θεοῦ δηλαδή, ὡς ἐφικτόν, κατανόησιν, καὶ τὴν τῶν μελλόντων ἀπόλαυσιν ἀγαθῶν, ἐν τῇ ὕλῃ φαντάζεται τὸ καλόν. Τὴν ἠπατημένην δὲ δόξαν καὶ τὴν ψευτο μένην ὑπόληψιν φαντασίαν ὁ ἅγιος προσφέρως ὠνόμασεν, ήγουν τὸ νομίζειν ἐν τοῖς χρήμασι τὴ καλὸν εἶναι καὶ τῷ πλούτῳ καὶ τοῖς ἄλλοις τοῖς δυοίοι; αὐτοῖς. Καὶ τὸ ἐπιθυμητικόν ἐκπίπτον τοῦ Καὶ εἰς τοιχωρυχίαν, δ τοιχωρύχος ἐξαγορεύων, καὶ τὰ ἴδια διανεμέτω τοῖς πένησι, Τὸ τοιοῦτον ὁ Νηστευτής ἐπὶ τριετίαν καταδικάζει. Τοῦ αὐτοῦ Νηστευτοῦ καὶ τάδε· Εμπεσόντος τινὸς ἀκαθάρτου εἰς φρέαρ. ἢ εἰς οἶνον, ἢ εἰς ἔλαιον, ὁ τούτου γεν σάμενος ἐπὶ τρεῖς ἡμέρας κρέατος καὶ τυροῦ μὴ ἀπτέσθω· ἑπτὰ δὲ μὴ κοινωνήσω. Ο μετὰ τὴν Κείαν ἐμήσας μετάληψιν, μ' ἡμέρας τῆς θείας ἀφίσταται κοινωνίας, τὸν ν' ἀδων καθ' εκάστην ψαλμὸν, καὶ μετανοίας ποιῶν ν' κἂν ὅπως δήποτε τοῦτο συμβαίη.
col. 881–882page 437 of 534
PG 138:881ὄντως ὀρεκτοῦ, ἤτοι τῆς θείας φύσεως καὶ τῶν οὐρανίων, τῶν γηίνων καὶ ῥεόντων ὀρέγεται. Καὶ τὸ θυμικὸν δὲ πολλὰς ἀφορμὰς εἰς τὸ ἀνάπτεσθαι πρὸς φιλονεικίαν λαμβάνει. Διὰ γὰρ τὴν τῶν χρη μάτων ἐπιθυμίαν ἔρινές τε καὶ ἔχθραι καὶ πόλεμοι, καὶ κατὰ τὸν θεῖον Απόστολον, "Ρίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. ᾿Αλλὰ καὶ οὕτως ἔχον, φησί, τὸ τοιοῦτον πάθος, παρευράθη τοῖς Πατράσιν ἀνεπισκόπητόν τε καὶ ἀθεράπευτον. Οθεν καὶ πλεονάζει κατὰ τὴν Ἐκκλησίαν, πολλῶν τοῦτο νοσούντων, καὶ τοὺς καταταττομένους εἰς κλῆρον, ἤτοι χειροτονουμένους, οὐδεὶς ἐρευνᾷ, μή ποτε μεμίανται τῇ τοιαύτῃ εἰδωλολατρεία. Αλλ' ἐπεὶ τοῦτο τοῖς Πατράσι παρείθη, ἀντὶ τοῦ κατα λείφθη ἀνεπιτίμητόν τε καὶ ἀκόλαστον, θεραπευτέον αὐτὸ διὰ τῆς δημοσίας διδασκαλίας, ὡς δυνατόν, ήγουν δημοσίᾳ διδάσκοντες τὸν λαὸν ποιησώμεθα τούτου καταδρομήν, ὥσπερ τινὰ πάθη πληθωρικά τὰς πλεονεκτικές αρρωστίας διὰ τοῦ λόγου καθαιροῦντες. Εἰπὼν δὲ ὁ ἅγιος τὸ τῆς φιλαργυρίας πά θος τὰς ψυχικές δυνάμεις διαφθείρειν, καὶ πολυειδή ἐξ αὐτῆς πάθη φύεσθαι, πληθωρικοίς πάθεσι ταῦτα ἀπείκασε, τῶν τῆς ἰατρικῆς λόγων μετεσχηκώς ἀκριβέστατα, ὡς ἔστι γνῶναι ἐκ τῶν αὐτοῦ συγκ γραμμάτων. Πληθώρα ονομάζεται τοῖς ἰατροῖς, ὅταν οἱ τέσσαρες χυμοί, ἐξ ὧν τὰ σώματα συνίστανται, αὐξηθῶσι καὶ πλεονάσωσιν ἀναλόγω; τῷ ὄγκῳ ἑκάστου τῶν χυμῶν γενομένῳ, κατὰ ταὐτὸν συμ βαίνοντα πάθη πληθωρικά καλοῦνται νοσήματα. Ωστε εἰκότως κἀνταῦθα ὁ σοφὸς οὗτος Πατὴρ τὰ ἐκ τῆς πλεονεξίας ἀναφυόμενα πάθη πληθωρικά εἶπεν, ὡς πάσας τὰς ψυχικὰς ἡμῶν δυνάμεις περιτρεπούσης, καὶ αὐξανούσης ταύτας επιβλαβώς τῇ ψυχῇ. Τὰς μὲν οὖν ἄλλας, φησί, νόσους τῆς πλεονεξίας τῷ τῆς διδασκαλίας θεραπεύσομεν λόγω τὴν δὲ κλοπὴν καὶ τὴν ἱεροσυλίαν, ἀλλὰ μὴν καὶ τὴν τυμβωρυχίαν, κανονικῶν ἐπιτιμίων ἀξιωθείσας παρὰ τῶν Πατέρων, τοῖς ἤδη ῥηθεῖσι προσθήσομεν. Καίτοι, φησί, τῇ θείᾳ Γραφῇ καὶ ὁ πλεονασμὸς καὶ ὁ τόπος, καὶ τὸ ἐκ δυναστείας τινὸς τὰ ἀλλότρια προσενῶσαι τῇ ἰδίᾳ κτήσει, τῶν ἀπηγορευμένων ἐστι. Πλεονασμὸς μὲν οὖν ἐστιν ὡς ὅταν τις δῷ τινι σἶτον ἢ οἶνον ἢ ἔλαιον ἢ ἄλλο τι, ἐπὶ τῷ λαβεῖ ἐμοιογενές πλέον τοῦ δοθέντος· οἷον ἔδωκέ τις οἶνου μετρητές πεντήκοντα ἐπὶ τῷ λαβεῖν ἑβδομήκοντα ἢ καὶ πλείονας. Τόκος δὲ λέγεται ἐπὶ νομισμάτων. Ἐκ δυναστείας δέ τινος εἶπεν, ὅτι, κἂν μὴ ἐξ οἰκείας δυναστείας τις σφετερίσηται τὰ ἀλλότρια, δι' ἑτέρου δὲ δυνάστου τινὸς ποιήσῃ τοῦτο, κἀκεῖνος τῷ αὐτῷ ὑπόκειται κρίματι. Λέγει γὰρ ὁ προφητικὸς λόγο;· Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν, ἵνα τι τοῦ πλη σίον ἀξέλωνται. Ἀλλὰ κὰν τὰ Γραφῇ, φησὶν, ἀπὸ ηγόρευται ταῦτα, ἡμεῖς αὐτοῖς κανονικὰ οὐκ ἐπι άξομεν επιτίμια, ὅτι τὰ καθ' ἡμᾶς εἰς ἐξουσίαν κανόνων οὐκ ἀξιόπιστα, ὅτι οὐκ ἀξιόπιστοι κρινόμεθα εἰς κανονικὴν ἐξουσίαν, ἀντὶ τοῦ κατ' ἐξουσίαν ν, 8. που η
col. 883–884page 438 of 534
PG 138:883ήμετέραν καὶ κρίσιν τιθέναι κανονικὰ καὶ τοῖς ἁμαρτάνουσιν ἐπιτίμια. Εἰπὼν δὲ κλοπήν, διαιρεί ταὐτὴν εἰς ληστείαν καὶ εἰς τοιχωρυχίαν. Καὶ ἕνα μὲν σκοπὸν εἶναι λέγει καὶ τοῖς λῃστεύουσι καὶ τοῖς τοιχωρυχοῦσι, τὴν τῶν ἀλλοτρίων ἀφαίρεσιν. Ποιο λὴν δὲ διαφορὰν θετέον αὐτῶν. Οἱ μὲν γὰρ λησταί καὶ πρὸς μιαιφονίαν παρασκευάζονται, όπλα φέ ροντες καὶ τόπους ἐπιτηδείους καταλαμβάνοντες εἰς 163 βοήθειαν, ἀλλὰ μὴν καὶ πολυχειρίαν, ήγουν πολλούς εἰς συνεργίαν προσλαμβανόμενοι, καὶ ἔτοιμοι ὄντες πρὸς φόνους. Τοὺς οὖν τοιούτους απονεύσαντας εἰς μετάνοιαν τῷ τῶν ἀνδροφόνοιν ἐπιτιμάσθαι κρί ματί φησι. Τὸν δὲ λαθραίως ἀφαιρούμενον τὰ ἀλ λότρια, καὶ τὴν ἁμαρτίαν ἐξαγορεύοντα, θεραπεύει σθαί φησι τὴν ἐναντίαν διάθεσιν, ήγουν, ἐπειδὴ διὰ πλεονεξίαν ἀφείλετο τὰ ἀλλότρια, δεῖ αὐτὸν καὶ τὰ οἰκεῖα πένησι δοῦναι, ἵνα οὕτω φανῇ ἀποσχόμενος τῆς πλεονεξίας. Ο γὰρ μὴ φειδόμενος τῶν οικείων, οὐκ ἐπιθυμήσει τῶν ἀλλοτρίων. Εἰ δὲ μὴ ἔχῃ, φησί, χρήματα, ὥστε δοῦναι αὐτὰ, δεῖ αὐτὸν κοπιῶντα τὸ πάθος Ιάσασθαι, ήγουν κοπιᾶν ἐργα ζόμενον, καὶ ἐκ τοῦ διὰ τοῦ κόπου αὐτῷ πορεία '. μένου μεταδιδόναι τοῖς δεομένοις. Καὶ τοῦτο ἀπο στολικόν ἐστι τὸ διάταγμα. Λέγει γὰρ ὁ θέσπιο; Παῦλος Ο κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγνιδέν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Ταῦτα μὲν οὖν περὶ τοῦ λάθρα ἀφαιρουμένου τὰ ἀλλότρια. Εἰ δὲ καὶ οὗτος ξίφει κέχρηται, καὶ ἑτοιμός ἐστι κατὰ τοῦ ἀνθισταμένου αὐτῷ τούτῳ χρήσασθαι, καὶ οὗτος, οἶμα:, ὁμοίως ἐπιτιμηθήσεται τῷ λῃστεύοντι, ὅτι καὶ ὁμοίαν είχε προαίρεσιν. ΚΑΝΩΝ Ζ'. 'Η δὲ τυμβωρυχία και αὕτη διήρηται εἰς σύγγ στόν τε καὶ ἀσύγγνωστον. Εἰ μὲν γάρ τις τῆς οὐσίας φειδόμενος καὶ ἄτυλον ἀφεὶς τὸ κεκρυμμένον σῶμα, ὡς μὴ ἀναδειχθῆναι ἡλίῳ τὴν ἀσχημοσύνην τῆς φύσεως, λίθοις τισὶ τῶν τῷ τάξω βεβλημμένων συγχρήσεται εἰς ἔργου τινός κατασκευὴν, ἐπαινετὴν μὲν οὐδὲ τοῦτό ἐστι πλὴν ἀλλὰ συγγνωστὸν ἐποίησεν ή συνήθεια, ὅταν εἰς προτιμότερόν τι καὶ κοινωφελέστερον ή τῆς ὕλης μετάθεσις γίνηται. Τὸ δὲ διερευνᾶσθαι τὴν κόνιν ἀπὸ τῆς γεωθεσίας σαρκὸς, καὶ ἀνα κινεῖν τὰ ὀστᾶ, ἐλπίδι τοῦ κόσμου τινὰ τῶν συγκατορυχθέντων κερδάναι, τοῦτο τῷ αὐτῷ κρίν ματι κατεδικάσθη, ᾧ καὶ ἡ ψιλὴ πορνεία, καθὼς ἐν τῷ προλαβόντι διήρηται λόγῳ, ἐπισκοπούντος δηλα δὴ τοῦ οἰκονόμου, ἐξ αὐτοῦ τοῦ βίου, τὴν ἰατρεία τοῦ θεραπευομένου, ὥστε συντεμεῖν τὴν ἐκ τῶν κανόνων ἐρισθεῖσαν τοῦ ἐπιτιμίου προθεσμίαν. ΒΑΛΣ. Ωσπερ δὲ τὴν κλοπήν εἰς δύο διείλεν, οὕτω καὶ τὴν τυμβωρυχίαν εἰς δύο διαιρεῖ. Εἰ μὲν γάρ τις, φησί, λίθους μένους ἐκ τάφου ἀφέληται, ὥστε τὸ καλυπτόμενον σῶμα μὴ ὁραθῆναι, της οὐσία; φειδόμενος, ἤτοι τῆς ἀφωσιωμένης τοῖς τε Ονεῶσι τιμῆς, καὶ χρήσεται τούτοις εἰς ἔργου και τασκευήν προτιμοτέραν καὶ κοινωφελεστέραν, ούδ'
col. 885–886page 439 of 534
PG 138:885οὗτος ἀνέγκλητος, συγγνωστός δ' οὖν Λίθους δὲ τοὺς τῷ τάρῳ προβεβλημένους, οὐχὶ τοὺς αὐτὰ τὰ τεθαμμένα σώματα καλύπτοντας. Εἰ γὰρ τοιούτους λίθους ἀφέληταί τις, δίδωσι πάντως ὁρᾶσθαι τὸ κεκρυμμένον σῶμα, καὶ δημοσιεύει τῆς φύσεως τὰ μυστήρια, καὶ οὐκέτι συγγνωστός ἐστιν, ἀλλ᾽ εἰς τὸ ἕτερον εἶδος τῆς τυμβωρυχίας ἐμπίπτειν δοκεί, ὅ τι πέρ ἐστι τὸ τοὺς τάφους ἀνοίγειν καὶ τὴν κό νιν ἐκ τῆς φθαρείσης σαρκὸς ἀνορύττειν, καὶ μετακινεῖν τὰ ὀστᾶ τῶν κειμένων, κόσμον τινὰ λαβεῖν ἐκεῖθεν ζητοῦντα συντεθειμένον τοῖς τελευτήσασι. Ταῦτο τοίνυν τὸ εἶδος τῆς τυμβωρυχίας ὁμοίως τῇ ψιλῇ πορνεία καταδικάζεσθαι λέγει. Ψιλὴν δὲ πορ νείαν τὴν εἰς ἐλευθέραν ἀνδρὶς γυναῖκα μίξιν ὠνό μασε. Κανταῦθα δὲ τῷ οἰκονομοῦντι τὸν μετανοοῦντα δίδωσι τὸ συντεμεῖν ἴσως τὸν τοῦ ἐπιτιμίου καιρὸν, & εἰ ὁρᾷ θερμὴν αὐτοῦ τὴν μετάνοιαν. ᾿Αλλὰ ταῦτα μέν φησι περὶ τυμβωρύχων ὁ ἅγιος. Ὁ δὲ πολιτικός νόμος ἐν βιβλίῳ ξ' τίτλου κγ' ταῦτα διατάττεται· Οἱ ἀπὸ τῶν τάφων ύλας ἀφαιροῦντες ὑποκείσθωσαν τῷ τῆς ἱεροσυλίας ἐγκλήματι· καὶ πάλιν· Τὸ τῆς τυμβωρυχίας Εγκλημα ἀτιμίαν ἐπιφέρει· καὶ αὖ θε;· Ἐάν τις ἀπὸ τοῦ τάφου ἀφέληται ἡ λίθους ή κίονας ή μάρμαρα, ή άλλην οιανδήποτε ύλην, εξ κοσι νομίσματα χρυσίου τῷ δημοσίῳ καταβάλλει και τὰ ἑξῆς. ΚΑΝΩΝ Η'. 1 δὲ ἱεροσυλία, παρὰ μὲν τῇ ἀρχαία Γραφῇ, οὐδὲ ἐνομίσθη τῆς φονικής κατακρίσεως ἀνεκτοτέρα. Ομοίως γὰρ ὅ τε ἐπὶ φόνῳ ἁλούς, καὶ ὁ τὰ ἀνατιθέντα τῷ Θεῷ ὑφελόμενος, τὴν διὰ τῶν λίθων τιμω ρίαν ὑπέσχον. Ἐπὶ δὲ τῆς ἐκκλησιαστικής συνηθείας οὐκ οἶδα πῶς συγκατάβασίς τις ἐγένετο, καὶ συμπερ φορά, ὥστε ἀνεκτότερον νομισθῆναι τὸ τῆς τοιαύτης νόσου καθάρσιον· ἐν ἐλάττον: γὰρ χρόνῳ παρὰ τὴν μοιχείαν, τοῖς τοιούτοις τὸ ἐπιτίμιον διετάξατο ἡ τῶν Πατέρων παράδοσις. Πανταχοῦ καὶ ἐν πλημμελήματος εἴδει τοῦτο καθορᾷν προσήκει πρὸ πάντων, οἷα ἐστὶ τοῦ θεραπευομένου διάθεσις, μὴ τὸν χρόνον οἴεσθαι πρὸς θεραπείαν ἀρκεῖν· τίς γὰρ ἂν ἐκ τοῦ χρόνου ἴασις γέν νοιτο; ἀλλὰ τὴν προαίρεσιν τοῦ ἑαυτὸν δι' ἐπιστροφῆς Ιατρεύοντος. Ταῦτά σοι, ὦ ἄνθρωπε τοῦ Θεοῦ, κατά πολλὴν σπουδὴν ἐκ τῶν προχείρων συνθέντες, διὰ τὸ δεῖν τοῖς τῶν ἀδελφῶν ἐπιτάγμασι πείθεσθαι, κατὰ σπουδὴν ἀπεστείλαμεν. Σὺ δὲ τὰς συνήθεις ὑπὲρ ἡμῶν εὐχὰς τῷ Θεῷ προσάγων μὴ διαλείπῃς. Χρεωστεῖς γὰρ ὡς εὐγνώμων υἱὸς, τῷ κατὰ Θεόν σε γεννήσαντι, τὴν διὰ τῶν προσευχῶν γηροκομίαν, κατὰ τὴν ἐντολὴν τὴν κελεύουσαν τιμὴν τοὺς γονέας, ἵνα εὖ σοι γέ νηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Δῆλον δὲ ὅτι ὡς σύμβολον ἱερατικόν, δέξῃ τὸ γράμμα, καὶ οὐκ ἀτιμάσεις τὸ ξένιον. κἄν τι μικρότερον τῆς στς μεγαλοφυΐα; είη. ΒΑΛΣ. Εἰπὼν περὶ κλοπής και τυμβωρυχίας, νῦν καὶ περὶ ἱεροσυλίας διδάσκει, καί φησιν ὅτι ἡ μὲν Παλαιὰ Γραφὴ ἐπίσης τὸν φονέα καὶ τὸν κλέ ψαντα τὰ τῷ Θεῷ ἀνατεθειμένα έκόλασε, λίθοις
col. 887–888page 440 of 534
PG 138:887αὐτοὺς ἀναιρείσθαι διαταξαμένη. Όπερ ἐπὶ τοῦ "Αχαζ ἐγένετο, υφελομένου ἐκ τῶν τῆς Ἱεριχώς λαφύρων, & πάντα τῷ Θεῷ ἀνετέθησαν, χρυσόν τε καὶ ὕφασμα· λίθοις γὰρ βληθείς παγγενεὶ ἐξαλ θρεύθη. Ἡ δὲ Ἐκκλησία οὐχ ὁμοίως ἐπιτιμῇ τῷ φονεῖ καὶ τῷ ἱεροσύλῳ· ἀλλὰ συγκαταβατικώτεραι διετέθη πρὸς τὸν ἱερόσυλον. Οὐκ οἶδα πώς, φησιν, ἀντὶ τοῦ τὸν λόγον ἀγνοῶ. Παραδέδοται γάρ, φησί, παρὰ τῶν Πατέρων ήττονι χρόνῳ παρὰ τὴν μοιχείαν τὸ ἐπιτίμιον τῇ ἱεροσυλία ορίζεσθαι. Ἐν πάσῃ ἁμαρτίᾳ δεῖ πρὸ πάντων σκοπεῖν τὴν τοῦ μετανοοῦντος καὶ θεραπευομένου διάθεσιν, καὶ μὴ τῷ χρόνῳ τοῦ ἐπιτιμίου ἀνατιθέναι τὸ πᾶν, ὡς ἀρκοῦντι πρὸς κάθαρσιν. Ο γὰρ χρόνος ὅσος ἂν παρέλθῃ, οὐδὲν ὠφελήσει προς ἴασιν. ᾿Αλλὰ τὴν προαίρεσιν δεῖ σκοπεῖν τοῦ μετανοοῦντος καὶ τὴν ἐπὶ τῇ μετανοίᾳ σπουδήν, ὥστε, εἰ μὲν προσήκουσαν τῷ ἁμαρτήματι καὶ ἀνάλογον ἐνδείκνυται τὴν μετάνοιαν, συν τέμνειν τὸν τοῦ ἐπιτιμίου καιρόν· εἰ δὲ ἀνειμένος διάκειται καὶ ἀμελέστερον διατίθεται, καὶ προστιθέναι τὸν καιρὸν τοῦ ἐπιτιμίου. Μπόρηται δέ μοι, πῶς ὁ ἅγιος οὗτος τὸ τῆς πλεονεξίας πάθος ἀθερά. πευτὸν ἔφη παρὰ τῶν Πατέρων καταλειφθῆναι, καὶ ταῦτα τοῦ ἁγίου Γρηγορίου τοῦ Θαυματουργοῦ ἐν τῷ τρίτῳ τῶν αὐτοῦ κανόνων ταῦτα λέγοντος· Δεινή ή πλεονεξία, καὶ οὐκ ἔστι δι' ἐπιστολῆς περιθέσθαι τα θεία Γράμματα, ἐν οἷς οὐ τὴ ληστεύειν μόνον φευκτὸν καὶ φρικώδες καταγγέλλεται· ἀλλὰ καθ όλου τὸ πλεονεκτεῖν καὶ τὸ ἀλλοτρίων εφάπτεσθαι ἐπὶ αἰσχροκερδείᾳ· καὶ, Πᾶς ὁ τοιοῦτος ἐκκήρυκτος Ἐκκλησίας Θεοῦ. Πῶς οὖν ἀθεράπευτον περιώφθη τὸ ἐκκήρυκτον Ἐκκλησίας Θεοῦ ποιεῖν κεκριμένον; Ὅτι δὲ ἐκράτει ὁ κανὼν οὗτος τοῦ θαυματουργοῦ δήλον ἀπὸ τῆς πρὸς Μηνᾶν ἐπίσκοπον ἐπιστολῆς Θεοφίλου ἀρχιεπισκόπου Αλεξανδρείας, γράψαντος νόμιμον πράγμα πεποιηκέναι τοὺς χωρίσαντας τῆς συνάξεως τὴν ἀδικοῦσαν γυναῖκα, καὶ μὴ βουλομένην ἀναστείλαι τὴν ἀδικίαν.

Commentary on the Canonical Responses of Timothy, Bishop of AlexandriaCommentaria in Responsa canonica Timothei episc. Alexandrini

col. 889–890page 441 of 534
PG 138:889(ΑΠΟΚΡΙΣΕΙΣ ΚΑΝΟΝΙΚΑΙ ΤΙΜΟΘΕΟΥ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, Ενὲς τῶν ργ' Πατέρων τῶν ἐν Κωνσταντινουπόλει συναθροισθέντων, πρὸς τὰς προσενεχθείσας αὐτῷ ἐρωτήσεις περὶ ἐπισκόπων καὶ κληρικῶν. Ερώτησις. Ἐὰν παιδίον κατηχούμενον, ως ἐτῶν ἑπτά, ή Λ άνθρωπος τέλειος εὐκαιρήσῃ που προσφοράς γινομέν νης, καὶ ἀγνοῶν μεταλάβη, τί ὀφείλει γίνεσθαι περί αὐτοῦ;; Απόκρισις. Φωτισθῆναι ὀφείλει· παρὰ Θεοῦ γὰρ κέκληται. ο ΒΑΛΣ. Ηρωτήθη ὁ Πατήρ οὗτος, ὅτι ἐὰν παιδίον ἢ καὶ ἀνὴρ τέλειος ἐν κατηχουμένοις τεταγμένος, καὶ μήπω τοῦ ἁγίου τυχών βαπτίσματος, προσφοράς για νομένης, ήτοι θυσίας μυστικῆς προσαγομένης, εὐκαιρήσῃ, ἀντὶ τοῦ, καιροῦ τύχῃ ἐπιτηδείου, καὶ μεταλά ῃ τῶν ἁγιασμάτων, ἀγνοῶν, ὅτι οὐ δεῖ αὐτὸν μετα λαβεῖν πρὸ τοῦ βαπτίσματος, ἀλλ' οὐχὶ καταφρονητικῶς διατιθέμενος· τί ὀφείλει γενέσθαι; Καὶ ἀπὸ εκρίθη, ὅτι βαπτισθῆναι ὀφείλει. Ἐπεὶ γὰρ ἀπονήρως Αποκρίσεις κανονικαὶ Τιμοθέου. Ιστέον, ὅτι μετὰ Διονύσιον τὸν μέγαν τεσσαρεσκαιδέκατον ᾿Αλεξανδρείας γενόμενον ἐπίσκοπον, οἶδε ἐπισκόπησαν" Θεωνάς, Μάξιμος, Πέτρος Ιερομάρτυς, Αχιλλάς, Αλέξανδρος, Αθανάσιος, Γρη γόριος Αρειανός ὁ Καππαδόκης, Αθανάσιος πάλιν, Πέτρος δ' παρὰ Ουάλεντος περιορισθεὶ;, Λούκιος Αρειανός, Πέτρος πάλιν· εἶτα Τιμόθεος οὗτος ὁ μέ γας, ἀναχθεὶς μὲν ἐπὶ τὸν θρόνον κατὰ τὸ δ' ἔτος τῆς βασιλείας Θεοδοσίου τοῦ Μεγάλου, παρὼν δὲ ἐν τῇ κατὰ Μακεδονίου τοῦ Πνευματομάχου συνόδῳ τῶν ρν Αγίων Πατέρων. Μετὰ δὲ ἑπταετίαν ἐξεδήμησε προς Κύριον. διάδοχον ἐσχηκώς Θεόφιλον
col. 891–892page 442 of 534
PG 138:891προσῆλθε τῇ κοινωνίᾳ τῶν ἁγίων δώρων, καὶ εὐχειρίας ἔτυχε μὴ κωλυθεὶς ὑπό τινος, ἀγνοησάντων ἴσως τῶν παρόντων πιστῶν, καὶ αὐτοῦ τοῦ μεταδιδόντος, ὅτι κατηχούμενος ἐστι, δοκεῖ παρὰ τοῦ Θεοῦ προσ κληθῆναι. Καὶ ὅπερ ὁ ἅγιος ἀπόστολος Πέτρος ἔτη περὶ τοῦ Κορνηλίου καὶ τῶν περὶ αὐτὸν, ὅτε κα ηχουμένων ἐκείνων ἔπεσεν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐλάλουν γλώτταις, καὶ ἐμεγάλυνον τὸν Θεὸν, ὡς ἐν τῇ βίβλῳ τῶν Πράξεων γέγραπται, Μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις, τοῦ μὴ βαπτισθῆναι τούτοις, οἱ τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβον, ὡς καὶ ἡμεῖς; τοῦτο μονονουχι καὶ ὁ Τιμόθεος εἶπεν, ὅτι παρὰ Θεοῦ κληθεὶς, καὶ ἄξιος νομισθεὶς τῶν ἁγιασμά των, φωτισθῆναι ὀφείλει. Ερώτησις. Ἐὰν δαιμονιζόμενος κατηχούμενος ᾖ, και θελήσῃ αὐτὸς, ἢ οἱ ἴδιοι αὐτοῦ, ἵνα λάβῃ τὸ ἅγιον βάπτισμα· ὀφείλει λαβεῖν ἢ οὐ, καὶ μάλιστα ἐὰν περὶ τὸν θάνατόν ἐστιν; ν Απόκρισις. Ἐὰν ὁ δαιμονιζόμενος μὴ καθαρισθῇ ἀπὸ του ἀκαθάρτου πνεύματος, οὐ δυναται λαβεῖν τὸ ἅγιον βάπτισμα· περὶ δὲ τὴν ἔξοδον βαπτίζεται. ο ΒΑΛΣ. Ο δαιμονιζόμενος εἶναι δοκεῖ οἰκητήριον δαίμονος. Κρίνεται τοίνυν, ὡς εἰ μὴ ἄξιον αὑτοῦ τὸν ἄνθρωπον εὗρε τὸ ἀκάθαρτον πνεῦμα κατοικητήριον, οὐκ ἂν ᾤχησεν ἐν αὐτῷ. Ὁ δὲ βαπτιζόμενος, διὰ τοῦ βαπτίσματος, τὴν χάριν τοῦ ἁγίου Πνεύματος έχει ται ἐνοικοῦσαν αὐτῷ. Πῶς οὖν ἐν ταύτῷ δυνατόν ἐστι τὸν αὐτὸν δύο ἐναντίων δεκτικὸν γενέσθαι; διὰ τοῦτο τὸν κατηχούμενον καὶ μὴ ἀπαλλαγέντα τοῦ ἐν οχλοῦντος αὐτὸν δαίμονος, οὐκ ἔκρινεν ὁ Πατὴρ τοῦ θείου βαπτίσματος ἄξιον. Εἰ δὲ καὶ τελευτά, φησί, βαπτισθήσεται, ἵνα μὴ ἀμέτοχος τῆς χάριτος τοῦ βα πτίσματος, τοῦ βίου ἐξελθών, στερηθῇ τοιούτου ἐξ ολίου, καὶ ἀσήμαντος ἀπέλθῃ. Ερώτησις. Ἐὰν πιστός τις ὢν δαιμονίζεται, οφείλει μεταλαβεῖν τῶν ἁγίων μυστηρίων, ἢ οὐ;» Απόκρισις. Ἐὰν μὴ ἐξαγορεύῃ τὸ μυστήριον, μήτε ἄλλωςπως βλασφημη, μεταλαμβανέτω· μὴ μέντοι καθ ἑκάστην. Αρκεῖ γὰρ αὐτῷ κατά καιρούς μόνον. ΒΑΛΣ. Ο Ιούδας ἐξαγορεῦσαι λέγεται τὸ μυστήριον, ὡς ὁ ἐδιδάχθη παρὰ Κυρίου ἐκκαλύψας τοῖς Ἰουδαίοις, οἷα διαπιστῶν αὐτοῖς, καὶ μηδὲ τῷ ταῦτα διδάσκοντι ὡς θεῷ προσέχων, ἀλλ' ὡς ἀνθρώπῳ ψι λῷ. Ὁ δὲ δαιμονιζόμενος, εἰ μὲν διόλου μαίνεται, ούτε τῶν ἁγιασμάτων ἀξιωθήσεται, οὔτε τὸ μυστήριον ἐξ αγορεύων και βλασφημῶν κατακριθήσεται, ὡς μὴ εἰδὼς ὅ ποιεῖ. Εἰ δὲ διαλείμματα ἔχει, καὶ ἐν τῷ και ρῷ, ᾧ σωφρονεῖ, διασύρει τὸ μυστήριον καὶ βλασφημεῖ· οὐ μόνον τῶν ἁγιασμάτων οὐ μεθέξει, ἀλλ' οὐδὲ πιστοῖς συνεύξεται η συναριθμήσεται. Ὥστε ὁ θεῖος οὗτος Πατὴρ περὶ δαιμονιζομένου καὶ διαλείμματα
col. 893–894page 443 of 534
PG 138:893ἔχοντος λέγει. Ἐὰν ουν, ὅτε οὐκ ἐνεργεῖται ὑπὸ τοῦ δαίμονος, οὐδὲν κατὰ τῆς πίστεως λέγῃ, μεταλήψεται τῶν ἁγιασμάτων. Ερώτησις. Εάν τις κατηχούμενος, ὢν ἀσθενὴς, γένηται ἐκ φρενός, καὶ μὴ δύνηται ἑαυτὸς ὁμολογῆσαι τὴν πίστιν, καὶ παρακαλῶσιν οἱ ἴδιοι αὐτοῦ, ἵνα λάξῃ τὸ ἅγιον βάπτισμα, ἕως ζῇ· ὀφείλει λαβεῖν, ἢ οὗ;» Απόκρισις. Οφείλει λαβεῖν, ἐὰν μὴ ὑπὸ πνεύματος ἀκαθάρ του πειράζηται.» ΒΑΛΣ. Η ερώτησις ἦν περὶ κατηχουμένου καὶ ἐκ νόσου ἔξω φρενών γενομένου. ὥστε μὴ δύνασθαι αὐ τὸν ἐρωτώμενον τὰς ἐν τῷ βαπτίσματι ἀποκρίσεις ἀποκρίνεσθαι, εἰ δεῖ τοῦτον βαπτίζεσθαι; 'Η δὲ ἀπό κρισις, ὅτι δεῖ βαπτίζεσθαι αὐτὸν καὶ οὕτως ἔχοντα, καὶ εἰκότως. Ἐπεὶ γὰρ κατηχούμενος ἦν, ἔδειξε προ αίρεσιν, ὅτι ἀσπάζεται τὴν πίστιν, καὶ κἂν μὴ ἐν τῷ βαπτίσματι ἀποκρίνηται, ἔφθασε δεῖξαι τὴν οἰκείαν προαίρεσιν. Εἰ δὲ ὑπὸ πνεύματος ἀκαθάρτου πειράζεται, οὐ βαπτισθήσεται, φησὶν, ἀλλὰ γενήσεται αυτ τῷ, καθὼς ἄνωθεν είρηται. Ερώτησις. Εάν γυνὴ συγγένηται μετὰ ἀνδρὸς αὐτῆς τὴν νύχτα, ἢ ἀνὴρ μετὰ γυναικὸς, καὶ γένηται μίξις ὀφείλουσι μεταλαβεῖν, ἢ οὔ;» Απόκρισις. 1. Οὐκ ὀφείλουσι, τοῦ ᾿Αποστόλου βοῶντος· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώ του πρὸς καιρόν, ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε, ἵνα μὴ πει ράσῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.» ΒΑΛΣ. Περὶ τῶν ἐννόμως συνοικιζομένων ἡ ἐρώ τησις, εἰ ὀφείλουσι μεταλαβεῖν, κατὰ τὴν νύκτα ἐκεί την συνελθόντες ἀλλήλοις. Ἡ δὲ ἀπόκρισις, ὅτι οὐκ ὀφείλουσι. Καὶ εἰς σύστασιν τοῦ οἰκείου λόγου τοῖς βήμασιν ἐχρήσατο τοῦ μεγάλου Παύλου. Ερώτησις. Εάν γυνή κατηχουμένη δέδωκε τὸ ὄνομα αὐτῆς, ἵνα φωτισθῇ, καὶ περὶ τὴν ἡμέραν τοῦ βαπτίσματος γέγονεν αὐτῇ τὸ κατ᾽ ἔθος τῶν γυναικῶν· ἐφεί λει φωτισθῆναι αὐτῇ τῇ ἡμέρᾳ, ἢ ὑπερθέσθαι, καὶ πόσον ὑπερθέσθαι. ο Απόκρισις. «Υπερθέσθαι ὀφείλει, ἕως οὗ καθαρισθῇ. Ερώτησις. Ἐὰν γυνὴ ἴδῃ τὸ κατ' ἔθος τῶν γυναικείων αὐ τῆς, ὀφείλει προσέρχεσθαι τοῖς μυστηρίοις αὐτῇ τῇ ἡμέρᾳ, ἢ οὐ;, Απόκρισις. Οὐκ ὀφείλει, ἕως οὗ καθαρισθῇ.» ΒΑΛΣ. Οἱ μέλλοντες καταξιοῦσθαι τοῦ θείου βα πτίσματος, ἀπεγράφοντο παρὰ τῶν ἐν τῇ ἐκκλησίᾳ ἐνεργούντων. Ἐὰν οὖν γυνή, φησίν, ἀπογραφείσα, ὡς
col. 895–896page 444 of 534
PG 138:895μέλλοντα βαπτισθῆναι, γένηται ἐν φύσει τῶν ἐμμήνων· τότε δεῖ αὐτὴν φωτισθῆναι; Καὶ ἀπεκρίθη προς τοῦτο ὁ θεῖος οὗτος Πατήρ, ὅτι ὅτε καθαρθῇ. Εως γὰρ αἱ νενομισμέναι παρέλθωσιν ἡμέραι, ἐν ἀκαθαρ σίμ κρίνεται εἶναι, καὶ οὔτε βαπτισθήσεται, ούτε τῶν θείων μυστηρίων ἀξιωθήσεται. Ερώτησις. Γυνὴ ἐὰν γεννήσῃ, τὸ Πάσχα ὀφείλει νηστεῦσαι καὶ μὴ πιεῖν οἶνον, ἢ ἀπολύεται τῆς νηστείας, καὶ τοῦ μὴ πιεῖν οἶνον, διὰ τὸ γεννῆσαι; ο Απόκρισις. Η νηστεία επενοήθη διὰ τὸ σῶμα ταπεινών σαι Εἰ οὖν τὸ σῶμα ἐν ταπεινώσει ἐστὶ καὶ ἀσθενείᾳ, ὀφείλει καταλαβεῖν καθώς βούλεται καὶ δύναται βαστάσαι, τροφῆς καὶ ποτού, κ ΒΑΛΣ. Ἠρωτήθη, εἰ ὀφείλει γυνή τεκοῦσα κατὰ τὴν Τεσσαρακοστὴν τοῦ Πάσχα, πιεῖν οἶνον, καὶ τῆς νηστείας λυθῆναι. Καὶ ἀπεκρίθη, ὅτι ἡ νηστεία διὰ ταπείνωσιν τοῦ σώματος ωρίσθη. Ἐὰν δὲ τὸ σῶμα τε ταπεινωμένον καὶ ἀσθενὲς ᾖ, ἄλλοθεν οὐ δεῖται τῆς ἐκ τῆς νηστείας παιδαγωγίας, ἀλλὰ μᾶλλον συστάσεως χρήζει καὶ ἀνακτήσεως. Οφείλει οὖν ἡ τεκοῦσα κατὰ τὸ Πάσχα, ήγουν ἐν τῇ διὰ τὸ Πάσχα γινομένη νηστείᾳ, καὶ οἴνῳ χρήσασθαι καὶ βρώματι. Ερώτησις. Εί ὀφείλει κληρικὸς εὔχεσθαι· παρόντων Αῤῥεια νῶν, ἢ ἄλλων αἱρετικῶν· εἰ οὐδὲν αὐτὸν βλάπτει, ὅταν αὐτὸς ποιῇ τὴν εὐχὴν, ήγουν την προσφορὰν. ο Απόκρισις. Οι Ἐν τῇ θείᾳ ἀναφορᾷ ὁ διάκονος προσφωνεί προ τοῦ ἀσπασμοῦ· Οἱ ἀκοινώνητοι, περιπατήσατε. Οὐκ ὀφείλουσιν οὖν παρεῖναι, εἰ μὴ ἂν ἐπαγγέλε λωνται μετανοεῖν καὶ ἐκφεύγειν τὴν αἵρεσιν. ο ΒΑΛΣ. Η ερώτησις περὶ κληρικοῦ, εἰ ὀφείλει εξ χεσθαι παρόντων αἱρετικῶν, ήγουν προσφέρειν τὴν ἀναίμακτον θυσίαν. Καὶ ἀπεκρίθη, ὅτι μέλλουσε προσάγεσθαι τῇ ἱερᾷ τραπέζῃ τὰ ῞Αγια, λέγεται τοῖ; ἀμυήτοις· Οἱ ἀκοινώνητοι, περιπατήσατε, ήγουν. Οι κατηχούμενοι, προσέλθετε Εἰ οὖν οἱ κατηχούμεν νοι οὐκ ἐῶνται παρείναι τελουμένης τῆς θυσίας, πώς αἱρετικοὶ ἐαθήσονται; Εἰ μήπου ἐπαγγέλλωνται φησί, μετανοεῖν καὶ ἀφίστασθαι τῆς αἱρέσεως· καὶ τότε δὲ, οἶμαι, οὐκ ἐντὸς τοῦ ναοῦ παραχωρηθήσον ται εἶναι, ἀλλ' ἔξω μετὰ τῶν κατηχουμένων· ὡς εἰ μή ἐπαγγέλλονταὶ ἀφίστασθαι τῆς αἱρέσεως, οὐδὲ Διὰ τὸ σῶμα ταπεινώσαι. διὰ τὸ τὴ σώμα, Καταλαβεῖν. μεταλαβεῖν. Επιτ. Κατασταλ τοῖς κατηχουμένοις συστήσονται, ἀλλ' ἐκδιοιχθήσον ται. Ερώτησις. Ἐάν τις ᾖ ἀσθενῶν καὶ ἐκτακεὶς πάνυ ἀπὸ τῆς πολλῆς ἀσθενείας, καὶ ἔλθῃ τὸ ἅγιον Πάσχα· πάν τως ὀφείλει νηστεῦσαι, ἢ ἀπολύει αὐτὸν ὁ κληρικὸς λαμβάνειν, οὗ δύναται, ἢ καὶ ἔλαιον καὶ οἶνον, διὰ τὴν πολλὴν αὐτοῦ ἀσθένειαν· ο Προσέλθετε. παρέλθετε, νεὶ ἐξέλθετε, Επαγγέλλωνται. ἐπαγγέλλονται α
col. 897–898page 445 of 534
PG 138:897Απόκρισις. Απολύεσθαι ὀφείλει μεταλαμβάνειν καὶ τῆς τρο φῆς καὶ τοῦ ποτοῦ ὁ ἀσθενῶν, πρὸς ὁ δύναται βα στάσει. Τὸ γὰρ μεταλαμβάνειν ἐλαίου τὸν ἅπαξ ἐκτα κέντα, δίκαιόν ἐστιν.» ΒΛΑΣ. Περὶ νοτοῦντος καὶ ἐκτακέντος ὑπὸ τῆς νόσου ἡ ἐρώτησις· εἰ ὀφείλει ἐν τῇ διὰ τὸ Πάσχα νηστεία πάντως νηστεῦσαι, ἀντὶ τοῦ, ἀπαραιτήτως, ἀσυμπαθῶς, ἡ μετασχεῖν οίνου καὶ ἐλαίου διὰ τὴν ἀσθένεια». Ἡ δὲ ἀπόκρισις λέγει, ὅτι τὸν ἐκτακέντα ἐκ νόσου, δίκαιον καὶ οἴνου καὶ ἐλαίου μεταλαμβάνειν, ὡς δύναται ὑπομεῖναι, ήγουν, ἢ διόλου, ἢ ἐν ἡμέραις τισὶ, κατὰ τὴν κρίσιν τοῦ οἰκονομοῦντος αύτ τόν. Σημειωτέον οὖν ἐκ τούτου τοῦ κανόνος καὶ ἐκ τοῦ η', ὅτι ἡ νηστεία τῆς Τεσσαρακοστῆς τοῦ Πάσχα ξηροφαγία ἐστὶν, ἀλλὰ καὶ οἴνου ἀποχή. Τινὲς δὲ καὶ ἐν ἀμφοῖν τοῖς κανόσι τούτοις, τὴν ἐν τῷ Πάσχα νη στείαν, τὴν τῶν ἁγίων Παθῶν ἑβδομάδα λέγουσιν εξ ναι, καὶ οὐ πᾶσαν τὴν Τεσσαρακοστήν. Ερώτησις. Εἰς τὸ δεῖξαι γάμον ἐὰν καλέσῃ τις κληρικόν, ἀκούσῃ δὲ τὸν γάμον παράνομον, ἢ θειογαμιαν, ἤγουν ἀδελφὴν τελευτησάσης γυναικὸς τὴν μέλλουσαν ζεύγνυσθαι, εἰ ὀφείλει ἀκολουθῆσαι ὁ κληρικός, ἡ προσφορὰν ποιῆσαι; ο Απόκρισις. Απαξ εἴπατε· Ἐὰν ἀκούσῃ ὁ κληρικὸς τὸν γάμον παράνομον. Εἰ οὖν ὁ γάμος παράνομός ἐστιν, οὐκ ὀφείλει ὁ κληρικὸς κοινωνεῖν ἁμαρτίαις ἀλλοι μί αις. ΒΑΛΣ Τοὺς κληρικούς δεῖ, φησί, καλουμένους εἰς τελετὴν γάμων, ὥστε εὔξασθαι καὶ συζεύξαι τοὺς νυμφευομένους, εἰ ἀκούσουσι παράνομον εἶναι – τὸν γάμον, μὴ ἀπέρχεσθαι, μήτε εὔχεσθαι, μήτε προσφέρειν, καὶ οὕτω κοινωνεῖν ἁμαρτίαις άλλο τρίαις. Ερώτησις. Ἐὰν ὀνειρασθεὶς ὁ λαϊκὸς ἐρωτήσῃ κληρικὸν, εἰ ὀφείλει ἐπιτρέψαι αὐτῷ κοινωνῆσαι, ἢ οὔ;» Απόκρισις. Εἰ μὲν ὑπόκειται ἐπιθυμία γυναικός, οὐκ ὀφεί λει· εἰ δὲ ὁ Σατανᾶς πειράζει αὐτὸν, ἵνα διὰ τῆς προφάσεως ταύτης ἀλλοτριῶται τῆς κοινωνίας τῶν θείων μυστηρίων, ὀφείλει κοινωνῆσαι. Ἐπεὶ οὐ παύ σεται ὁ πειράζων κατ' ἐκεῖνον τὸν καιρὸν, ὅτε ὀφεί λες κοινωνεῖν, ἐπιτιθέμενος αὐτῷ. ΒΑΛΣ. Περὶ τῶν ἐν ὀνείροις φανταζομένων, οἷς καὶ σπέρματος ἴσως γίνεται εκροή, φησὶν ὁ Πατὴρ οὗτος, ὅτι εἰ μὲν πρὸ τούτου προσέβαλλε τῷ ἐνειρα σθέντι ἐπιθυμίας γυναικός λογισμός, καὶ ἐνέμεινεν ὁ νοῦς ἐπὶ τῇ ἐπιθυμίᾳ, καὶ ἐνεφιλοχώρησε ταύτῃ, κἀντεῦθεν ἡ φαντασία, ἐπῆλθε ἡ φύσις τοῦ σπέρματος· οὐκ ὀφείλει μεταλαβεῖν. Καὶ εἰκότως· ἡ γὰρ συγκατάθεσις ἐμόλυνε τὸν λογισμὸν τοῦ ὀνειρασθέν τος. Καὶ πῶς μετά τοιούτου λογισμοῦ προσελεύσεται τοῖς Ἁγίοις; Εἰ δὲ οὐδὲν τοιοῦτον προηγήσατο, τοῦ διαβόλου, φησίν, ἐστὶ πεῖρα, ἵνα οὕτως ἀποξενώ τα: αὐτὸν τῆς θείας κοινωνίας· καὶ δεῖ αὐτὸν και νωνεῖν. Εἰ γὰρ ίξῃ ὁ Πονηρὸς οὕτω κατορθούμενον
col. 899–900page 446 of 534
PG 138:899τὸ μὴ μετέχειν αὐτὸν τῶν ἁγιασμάτων, οὐ παύσεται ἐπιβουλεύων τῷ ἀνθρώπῳ, οσάκις ἂν γνῶ αὐτὸν θέ λοντα μεταλαβεῖν. εἰ τό. Επιτ. Ο Ερώτησις. Τοῖς ζευγνυμένοις εἰς γάμου κοινωνίαν, περί ποίων ἡμερῶν τῆς ἑβδομάδος παρατίθεσθαι χρή ἀπέχεσθαι τῆς πρὸς ἀλλήλους κοινωνίας, καὶ ποίας ἔχειν ἐπ' ἐξουσίας; Απόκρισις. Προείρηκα καὶ νῦν λέγω· ὁ ᾿Απόστολος λέγει Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μὴ τι ἂν ἐκ συμ φώνου προς καιρὸν, ἵνα σχολάσητε τῇ προσεν κῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. Ἐξ ἀνάγκης δὲ τὸ Σάββατον καὶ τὴν Κυριακὴν ἀπέχεσθαι δεί, διὰ τὸ ἐν αὐταῖς τὴν πνευματικὴν θυσίαν ἀναφέρεσθαι τῷ Κυρίῳ.» Ερώτησις. Εάν τις μὴ ἔχων ἑαυτὸν, χειρίσηται, ἢ κρη μνήσῃ ἑαυτὸν, εἰ γίνεται προσφορά, ή ού. ο Απόκρισις. Ὑπὲρ τοῦ αὐτοῦ διακρῖναι ὀφείλει ὁ κληρικός, τὸ ἀληθὲς ἐκφρενής ὤν, πεποίηκε τοῦτο. Πολ λάκις γὰρ οἱ διαφέροντες τῷ πεπονθότι, θέλοντες τυχεῖν τῆς προσφορᾶς καὶ τῆς ὑπὲρ αὐτοῦ εὐχῆς, καταψεύδονται, καὶ λέγουσιν, ὅτι οὐκ εἶχεν ἑαυτόν ἐνίοτε δὲ ἀπὸ ἐπηρείας ἀνθρώπων ἢ ἄλλως πως ἀπὸ ολιγωρίας πεποιηκέναι τοῦτο. Οὐ χρὴ προσφοράν ἐπάνω αὐτῷ γενέσθαι· αὐτοφονευτής γὰρ ἑαυτοῦ ἐστι. Δεῖ οὖν πάντως τὸν κληρικὸν μετὰ ἀκριβείας ἐρευνῆσαι, ἵνα μὴ ὑπὸ κρῖμα πέσῃ. Η ΒΑΛΣ. Ερωτηθείς, ὡς εἰ μὴ ἔχων τις ὑγιὰ τὸν λογισμόν, ἀλλὰ παρατραπείς τὰς φρένας, αὐτόχειρ γένηται ἑαυτοῦ, ἢ κατὰ κρημνοῦ ὠθήσει ἑαυτόν· ἐὰν χρὴ ὑπὲρ αὐτοῦ εὐχὴν γενέσθαι, ἡ προσφοράν· εἶ πεν, ὅτι ἐὰν ἀληθῶς ἔξω φρενών γενόμενος ὁ ἄνθρωπος, καὶ μὴ εἰδὼς ὁ ποιεῖ, διεχειρίσατο ἑαυτὸν, κ ἐκρήμνισεν, ἢ ἄλλως διέφθειρε γενήσεται ὑπὲρ αὐ τοῦ δέησις καὶ προσφορά. Δεῖ δὲ τοὺς εἰς εὐχὴν προσκαλουμένους ἀκριβοῦσθαι περὶ τούτου, μήποτε ἢ ἐκ μικροψυχίας, ἢ ἐξ ἐπηρείας ἀνθρώπων, ἢ ἄλ λως πως, ἐκὼν καὶ εἰδὼς ὁ ποιεῖ, διεχειρίσατο έαυ τόν. Ὑπὲρ γὰρ τοῦ τοιούτον οὐ δεῖ, οὔτε εὔχεσθαι, οὔτε προσφέρειν, ὅτι αὐτοφονευτής έστι. Ερώτησις. Εάν τινος γυνή πνευματιᾷ, ὥστε καὶ σίδηρε φορεῖν, ὁ δὲ ἀνὴρ λέγει. ἔτι Οὐ δύναμαι ἐγκρατεύεσθαι, καὶ θέλει λαβεῖν ἄλλην· ὀφείλει λαβεῖν ἑτέραν, Απόκρισις. Μοιχεία μεσολαβεῖ τῷ πράγματι· καὶ περὶ τού του τί ἀποκρίνεσθαι οὐκ ἔχω, ἢ ἐφευρίσκω.» ΒΑΛΣ. Περὶ ἀνδρὸς ἡ ἐρώτησις ἔχοντος γυναῖκε πνευματιῶσαν, ήγουν πνεύματι πονηρῷ συνεχομένην, καὶ οὕτως μαινομένην, ὡς καὶ σιδήροις δεσμεῖσθαι, ἵνα μὴ ἑαυτὴν ἀπολέσῃ ἢ ἑτέρους βλάψη, η

Commentary on the Edict of Theophilus, Archbishop of Alexandria, regarding the Holy Theophany on the Lord's DayCommentaria in Edictum Theophilii archiepiscopi Alexandrini cum sanct Theophania in die Dominico instarent

col. 901–902page 447 of 534
Commentaria in Edictum Theophilii archiepiscopi Alexandrini cum sanct Theophania in die Do
PG 138:901συνελθεῖν αὐτὸν ἀδύνατον, καὶ λέγοντος σωφρονείν, θέλοντος δὲ λαβεῖν γυναῖκα ἑτέβαν νομίμως. Ἡ δὲ ἀπόκρισις, ὅτι οὐ δύναταί τι εἰπεῖν. Μοιχεία γάρ ἐστι, τὸ, ἔτι συνισταμένου τοῦ γάμου, ἑτέραν ἀγαγέσθα: τὸν ἄνδρα γυναῖκα εἰς συμβίωσιν. Ἐκ δὲ τῆς νεαρᾶς τοῦ βασιλέως κυρίου Λέοντος τοῦ φιλοσόφου, δέδοται τῷ ἀνδρὶ, μαινομένης διηνεκή μανίαν τῆς γυναικὸς, λύειν τὴν γάμον· τοῦ γάμου δὲ λυ θέντος, ἔξεστι τῷ ἀνδρὶ ἑτέραν νομίμως εἰσοιχί σασθαι. Ερώτησις. Ἐὰν νηστεύων τις ἐπὶ τῷ κοινωνῆσαι, νιπτόμενος τὸ στόμα, ἢ ἐν τῷ βαλανείῳ κατέπιεν ὕδωρ μὴ θέλων· ὀφείλει κοινωνήσαι:» Απόκρισις. Ἐπεὶ εὗρεν ὁ Σατανᾶς ἀφορμὴν τοῦ κωλύειν αὐτὸν τῆς κοινωνίας, συχνότερον τοῦτο ποιήσει.» Ερώτησις. Συχνῶς ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ, καὶ μὴ ποιοῦντες, ἆρα ὑπὸ κατάκρισίν ἐσμεν;» Απόκρισις. «Ε! καὶ μὴ ποιοῦμεν, ἀλλ' οὐκ ἐνδέχεται μὴ μέμ φεσθαι ἑαυτοὺς, ὅτι ἀκούοντες παρακούομεν· μέρος δὲ σωτηρίας ἐστὶ καὶ τὸ μέμφεσθαι ἑαυτούς.» Ερώτησις. Εκ ποίας χείρας κρίνονται παρὰ Θεοῦ τὰ ἁμαρ τήματα; ο Απόκρισις. Πρὸς τὴν γνῶσιν ἑκάστου καὶ τὴν φρόνησιν. Οι μὲν ἀπὸ δεκαετοῦς κείρας, οἱ δὲ καὶ μείζονος.» ΒΑΛΣ. Πρὸς τὴν γνῶσιν ἑκάστου καὶ τὸ φρόνημα ἔφη κρίνεσθαι τῷ Θεῷ τὰ ἁμαρτήματα. Οἱ μὲν γὰρ ὀξυτέρας φύσεως ὄντες τῶν παίδων καὶ μᾶλλον ἀγρηγορυίας, συντομώτερον διακρίνουσι τὸ καλὸν καὶ τὸ χεῖρον· οἱ δὲ νωθροτέρας τυχόντες καὶ ἀνα πεπτωκυίας ἕξεως, βραδεῖς εἰσι πρὸς τὴν γνῶσιν τοῦ δέοντος. Διὸ τοῖς μὲν ἀπὸ δεκάτου ἐνιαυτοῦ τῆς ἡλι κίας αὐτῶν λογίζεσθαι εἶπε τὰ ἁμαρτήματα, τοῖς δὲ ἐκ μείζονος καὶ τελεωτέρας. ΘΕΟΦΙΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΠΡΟΣΦΩΝΗΣΙΣ ΤΩΝ ΑΓΙΩΝ ΘΕΟΦΑΝΙΩΝ ΕΠΙΣΤΑΝΤΩΝ ΕΝ ΚΥΡΙΑΚΗ. Συναχθώμεν τοίνυν ἀπὸ ὥρας ἐννάτης ἐνταῦθα. Καὶ τὸ ἔθος καὶ τὸ πρέπον ἡμᾶς ἀπαιτεί η πᾶσαν Κυριακὴν τιμᾷν, καὶ ἐν ταύτῃ πανηγυρίζειν, ἐπειδήπερ ἐν ταύτῃ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἐκ νεκρῶν ἀνάστ σιν ἡμῖν έπρυ τάνεισε. Διὸ καὶ ἐν ταῖς ἱεραῖς Γραφαῖς, καὶ πρώτη κέκληται, ὡς ἀρχὴ ζωῆς ἡμῖν ὑπάρχουσα, καὶ ὀγδόη, ἅτε ὑπερβεβηκυῖα τὸν τῶν Ἰουδαίων σαββατισμόν. Ἐπεὶ οὖν συνέβη τὴν τῶν ἁγίων Θεοφανίων νήστιμον ἡμέραν είναι ταύτην, οἰκονομήσωμεν, καὶ πρὸς ἑκατέρων επιστημόνως χωρήσωμεν, ἵνα μεταλαμβάνοντες ὀλίγων φοινίκων, ἐκκλίνωμεν ἅμα καὶ τὰς αἱρέσεις τὰς μὴ τιμώ σας τὴν ἀναστάσιμον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἡμέραν, καὶ τὸ ὀφειλόμενον τῇ νηστίμῳ ἡμέρα ἀποδῶμεν, περιμένοντες τὴν ἑσπερινὴν σύναξιν, ἥτις ἐνταῦθα, Θεοῦ θέλοντος, τελεῖται.

Commentary on the Commonitorium of the same received by Ammon regarding LycoCommentaria in ejusdem Commonitorium quod accepti Ammon propter Lyco

col. 903–904page 448 of 534
PG 138:903ΤΟΥ ΑΥΤΟΥ ΥΠΟΜΝΗΣΤΙΚΟΝ Οπερ ἔλαβε 'Αμμῶν, διὰ τὴν Λυκώ. των οἷς κεκοινωνήκασι ταῦτα, καὶ οὗτοι Θηβαΐδι πάντες ἐπίσκοποι ὀρθόδοξοι. Περὶ τῶν κοινωνησάντων τοῖς Ἀρειανοῖς καὶ μέχρι νῦν τὰς Εκκλησίας κατεχόντων, ὡς ἔθος γινέσθω, οὕτω μέντοι ετέρους καταστήναι μαρτυρουμένους ἐν ὀρθοδοξίᾳ, κακείνους αὐλίζεσθαι. Οὕτως οικονομουμένων καὶ τούτων, ὥσπερ καὶ ἐν ταῖς ἄλλαις πόλεσι πεποιήκασιν οἱ ἐν τῇ Θηβαίδι ὀρθόδοξοι ἐτίσκοποι, οἱ καταστάντες παρὰ τοῦ Ἀπόλλωνος τοῦ ἐπισκόπου, καὶ κοινωνήσαντες τοῖς ἔχουσι τὰς Εκκλησίας Αρεια τοῖς, ἐπιτιμάσθωσαν, είχε γνώμῃ αὐτῶν πεποιήκασι τοῦτο· εἰ δὲ ὑπήκοοι γεγόνασι τῷ οἰκείφ ἐπισκόπῳ, αὐλιζέσθωσαν, καὶ μὴ ἐπεγνωκότες τὸ εὔλογον. Καὶ εἰ μὲν πάντες οἱ λαοὶ τούτους ἀποποιοῦνται μετὰ τῶν ἄλλων, ἕτεροι χειροτο νείσθωσαν· εἰ δὲ ἀντιποιοῦνται αὐτῶν μετ' ἐκεί ἀποπειράσθωσαν τῆς συνηθείας, ᾗ ἐχρήσαντο οἱ ἐν ΚΑΝΩΝ Β'. Περὶ Βίστου καταστάντος ἐν Ερέβῃ πρεσβυτέρου ζητητέον· καὶ εἰ μὲν ἀποταξαμένην τινὰ ζῶντος τοῦ ἀνδρὸς ἐβιάσατο, μὴ συγχωρείσθω εἶναι πρεσβύτερος, ὅπου γε οὐδὲ ὡς λαϊκὸς ὀφεί λει συνάγεσθαι, τῆς Ἐκκλησίας ειωθυίας τοὺς τοιούτους χωρίζειν. τύ φέρει δὲ τοῦτο πρόκριμα τῷ ἐπισκόπῳ Ἀπόλλωνι, εἰ ἐξ ἀγνοίας αὐτὸν κατέστησε, τῆς ἁγίας συνόδου κελευσάσης τοὺς ἀναξίους μετὰ τὴν χειροτονίαν ελεγχομένους ἐπὶ Εγκλημα εκβαλέσθαι. ΒΑΛΣ. Ο Βίστος παρὰ Απόλλωνος ἐπισκόπου κατέστη πρεσβύτερος ἐν Ερέβῃ· χώρα δὲ αὕτη Δί γυπτίων ἐστὶν, ὥσπερ καὶ ἡ Λυκώ. Ελέγετο δὲ περὶ ἐκείνου, ὅτι πρὸ τῆς χειροτονίας γυναῖκα ἐβιάσατο ἀποταξαμένην ζώντος τοῦ ἀνδρός. Περί τούτου οὖν ἐρωτηθεὶς ὁ Θεόφιλος, ἔφη, ὅτι ἐρευνηθήτω, καὶ εἰ ἀληθές ἐστι τὸ βιάσασθαι αὐτὸν τὴν γυναῖκα, μὴ συγχωρείσθω εἶναι πρεσβύτερος. Πῶς γὰρ εἴη πρεσβύτερος, ὃς οὐδὲ λαϊκὸς συγχωρεῖται εἰσιέναι εἰς ἐκκλησίαν, ἀφοριζόμενος διὰ τὸ ἁμάρτημα; ἐξωθεῖ γὰρ τους τοιούτους ἡ Ἐκκλησία καὶ χι ρίζει ἀπὸ τῶν πιστῶν. Τοῦτο δὲ οὐ κανονικῶς τῷ Θεοφίλῳ εἴρηται· ὅ τε γὰρ τῶν ἁγίων ἀποστόλων κε' κανών, καὶ ὁ τοῦ μεγάλου Βασιλείου τρίτος καὶ ὁ λβ', καὶ ὁ τῆς ἐν Καρθαγένῃ κβ' τοὺς κληρικοὺς ἁμαρ 171 τήσαντας, και καθαιρεθέντας, τῆς κοινωνίας οὐκ ἀπείργουσι. Τὸ δὲ χειροτονηθῆναι αὐτὸν οὐ φέρει βλάβην τῷ χειροτονήσαντι αὐτὸν ἐπισκόπῳ ἐξ ἀγνοίας τοῦ ἁμαρτήματος· ἡ γὰρ σύνοδος ώρισε τους ελεγχομένους ἐπὶ ἐγκλήματι καὶ μετὰ τὴν χειροτονίαν ἐκβάλλεσθαι. Τοῦτο δὲ τῆς ἐν Νικαίᾳ συνόδου πρώτης ἐστὶ κανὼν ἔννατος. Τὸ δὲ, ἀποταξαμένην
col. 905–906page 449 of 534
PG 138:905ζῶντος τοῦ ἀνδρός, τοῦ φάκτου ἐστί, διὰ τοῦτο καὶ τὸν τινὰ, πρόσκειται, ὥσπερ καὶ τὸ ἐβιάσατο. Κὰν γὰρ ἁπλῶς ἄλλῃ συνεφθάρη γυναικὶ μὴ ἀποταξαμένη, καὶ οὕτως ἡ καθαίρεσις αὐτῷ ἐπήγετο, κἂν μὴ ἐβιάσατο αὐτήν. ΚΑΝΩΝ Γ'. Περὶ δὲ Σούρ, ἐπειδὴ ὁ ἐπίσκοπος Ἀπόλλων διαβεβαιώσατο καὶ ἀπεσταλκέναι τοῦτον καὶ ἀλ Δότριον τῆς Ἐκκλησίας πεποιηκέναι, έστω ού τως ὡς ἀπεφήνατο ὁ ἐπίσκοπος, χρωμένου εκεί του ταῖς οἰκείαις δικαιολογίαις, εἶχε βούλεται, καὶ μέμφεται τὴν ἀπόφασιν τοῦ ἐπισκόπου. ΒΑΛΣ. Κληρικὸς ἦν ὁ Σούρ τοῦ ἐπισκόπου Απόλ λωνος· ὃς ἐπίσκοπος αὐτὸν ἀπεσταλκέναι τοῦ κλήρου διεβεβαιώσατο, ἀντὶ τοῦ ἐκβεβληκέναι. Έστω οὖν, φησί, κατὰ τὴν ἐπ' αὐτῷ κρίσιν τοῦ ἐπισκόπου, τοῦ κλήρου αλλότριος. Εἰ δὲ αἰτιᾶται τὴν τοῦ ἐπισκόπου ἀπόφασιν, χράσθω ταῖς οἰκείαις δικαιολογίαις παρὰ τῇ συνόδῳ, ἐξ ἧς ἦν πάντως καὶ ὁ ἐπ! σκοπος. ΚΑΝΩΝ Δ'. Περὶ Πανοὺς τοῦ καταστάντος διακόνου ἐν τῇ Λυκώ, δεῖ ζητῆσαι. Καὶ εἰ μὲν εὑρεθείη οὗτος, κατηχούμενος τυγχάνων, τὴν ἀδελφιδὴν ἑαυτοῦ πρὸς γάμου κοινωνίαν δεξάμενος, μετὰ δὲ τὸ βάπτισμα εἰς κλῆρον δεχθείς, μενέτω ἐν τῷ κλί. Γῳ εἶχε κεκοίμηται ἐκείνη καὶ μετὰ τὸ βάπτισμα οὐκ ἐκοινώνησεν αὐτῇ. Εἰ δὲ πιστὸς τυγχάνων τὴν αὐτὴν ἀδελφιδὴν ἑαυτοῦ πρὸς γάμου κοινων νίαν ἐδέξατο, ἔστω τοῦ κλήρου ἀλλότριος. Οι γὰρ πρόκριμα τῷ ἐπισκόπῳ Ἀπόλλων, εἰ ἐξ αγνοίας κατέστησεν αὐτόν. ΒΑΛΣ. Ο Πανοὺς ἐλέγετο πρὸ τοῦ βαπτισθή και τὴν οἰκείαν ἀδελφιδὴν εἰς γυναῖκα λαβεῖν· βαπτισθεὶς δὲ χεχειροτόνητο διάκονος. Λέγει οὖν ὁ Θεόφιλος, ὅτι ἐὰν ἡ γυνὴ ἐτελεύτησε, καὶ μετὰ τὸ βά πτισμα οὐκ ἐχρήσατο αὐτῇ, μενέτω διάκονος, ὡς τοῦ ἁγίου βαπτίσματος τὰ πρὸ τούτου καθάραντος ἁμαρτήματα. Εἰ δὲ πιστὸς ὢν μετὰ τὸ βάπτισμα ἔσχεν αὐτὴν, ἐκβληθήτω τοῦ κλήρου. Τῷ δὲ ἐξ ἀγνοίας αὐτὸν χειροτονήσαντι ἐκ τούτου βλάβη οὐ προσγενήσεται. Τὸ δὲ, εἰ κεκοίμηται ἡ γυνή, εξ πεν, ὡς οὕτω συμβεβηκέναι λεγόμενον· ἐπείτοιγε κἂν ζῶσα ἦν καὶ μετὰ τὸ βάπτισμα οὐκ ἔγνω αὐτὴν ὁ Πανούρ, ἀλλὰ καὶ ἀπεπέμψατο αὐτὴν, ηδύνατο καὶ οὕτως εἶναι διάκενος. Περί Ιακώβ χρὴ ζητῆσαι. Εἰ ἀναγνώστης ἦν, καὶ ἐγκλήματι πορνείας υπεύθυνος ἐδείχθη, καὶ παρὰ τῶν πρεσβυτέρων ἐξεβλήθη, εἶτα κεχειροτόνηται οὗτος, ἐκβαλλέσθω, ἀκριβοῦς ἐξετάσεως γενομένης, καὶ μὴ μόνον· ἐκ ψιθυρισμῶν ἢ κακο λογιῶν ὑποψίας εἰς αὐτὸν γενομένης. Εἰ δὲ μὴ εὑρεθείη ὑπεύθυνος, μενέτω ἐν τῷ κλήρῳ· οὐ γὰρ δεῖ ταῖς ματαίαις διαβολαῖς προσέχειν. ΒΑΛΣ. Ἰακώβ τις αναγνώστης ἐλέγετο εἶναι, καὶ ἐπὶ πορνείας διαβληθῆναι, καὶ ἐκβληθῆναι του κλή ρου, εἶτα εἰς μείζονα χειροτονηθῆναι βαθμόν. Γράφει και
col. 907–908page 450 of 534
PG 138:907& οὖν ὁ Θεόφιλος, ὅτι ἐξετάσεως ἀκριβούς γενομένης, δοκιμαζόντων, παρόντος πάλιν τοῦ ἐπισκόπου καὶ περιδρομή τις γένηται. ἐὰν εὑρεθῇ ἡμαρτηκώς, ἐκβληθήτω τοῦ κλήρου· κα δεῖ γὰρ ἐκ ψιθυρισμῶν ἤτοι καταλαλιάς λαθραίας, κακολογιῶν ἤτοι λοιδοριών φανερῶν ὑποψίας γινομένης κατακρίνεσθαί τινα. Εἰ δὲ τῆς ὑποθέσεως ἐξεταζομένης ανεύθυνος ευρεθείη, μενέτω ἐν τῷ κλήρφ. ΚΑΝΩΝ Γ. Περὶ τῶν μελλόντων χειροτονεῖσθαι οὗτος ἔσται τύπος· Ὥστε πᾶν τὸ ἱερατεῖον συμφωνείν καὶ αἱρεῖσθαι, καὶ τότε τὸν ἐπίσκοπον δοκιμάζειν, ἢ καὶ συναινούντος αὐτῷ τοῦ ἱερατείου χει ροτονεῖν ἐν μέσῃ τῇ ἐκκλησίᾳ, παρόντος τοῦ λαοῦ, καὶ προσφωνοῦντος τοῦ ἐπισκόπου, εἰ καὶ ὁ λαὸς δύναται αὐτῷ μαρτυρεῖν. Χειροτονία δὲ λαθραίως μη γενέσθω. Τῆς γὰρ Εκκλησίας εξή την ἐχούσης πρέπει παρόντων τῶν ἁγίων τας χειροτονίας ἐπὶ ταῖς ἐκκλησίαις γίνεσθαι. Εν δὲ τῇ ἐνορίᾳ, εἰ μὲν κοινωνήσαντες εἰσί τινες ταῖς τῶν κοινωνησάντων γνώμαις, μὴ ἄλλως χειροτονεί σθωσαν, ἀλλὰ τῶν ἀληθῶς ὀρθοδόξων κληρικών προσφωνούντος παρόντι τῷ λαῷ, ἵνα μὴ μέσον ΒΑΛΣ. Περὶ τῶν μελλόντων χειροτονείσθαι ἐν αλή ρψ δίδωσι τύπου, καί φησιν ὅτι δεῖ τὸν μέλλοντα χειροτονεῖσθαι παρὰ παντὸς ἱερατείου αἱρεῖσθαι, ἀντ τοῦ προκρίνεσθαι συμφώνως, οὕτω δὲ προκριθέντα, τότε δοκιμάζεσθαι αὐτὸν παρὰ τοῦ ἐπισκόπου, καὶ ὅτε κἀκείνῳ δόξε: ὁ ἄνθρωπος ἐπιτήδειος εις χειροτονίαν, τότε χειροτονεῖσθαι συναινέσει τοῦ ἱερατείου, παρόντος καὶ τοῦ λαοῦ. Διατί δ' εἶπε, χειροτονεῖν αὐτ τὸν συναινέσει τοῦ ἱερατείου; Ἐπεὶ γὰρ ἐξελέγη παρά τοῦ ἱερατείου, ἡ ἐπὶ χειροτονίᾳ συναίνεσις δοκεῖ μὴ ἀναγκαία εἶναι. Αλλ' είχες καιρόν τινα μετὰ τὴν ἐκλογὴν παρελθεῖν, καὶ ἐν τῷ μέσῳ γνῶναι τι τοὺς προ κρίνοντας τὸν μέλλοντα χειροτονηθῆναι κωλύον αὐτῷ τὴν χειροτονίαν. Διὰ τοῦτο οὖν συναινεῖν αὐτοὺς κεχειροτονημένου αὐτοῦ εἶπε, καὶ τὸν ἐπίσκοπον καὶ τότε προσφωνεῖν τῷ λαῷ, ἐρωτῶντα εἰ μαρτυρεῖ αὐτὸν πρὸς χειροτονίαν άξιον. Λαθραίας δὲ χειροτονίας γίνεσθαι ἀποτρέπει. Ἐπεὶ γὰρ, φησὶν, εἰρήνη ἐστὶ παρὰ τῇ Ἐκκλησίᾳ, ήγουν ἐπεὶ νῦν οὐ μεμέρισται ὁ λαὸς παυ θεὶς τῶν αἱρέσεων, ἀλλὰ πάντες τῆς ὀρθοδόξου μοίρας εἰσὶ, πάντες μιᾶς ἔσονται γνώμης, καὶ δεῖ παρουσία τῶν ἁγίων ἤτοι τῶν πιστῶν τὰς χειροτονίας γίνεσθαι ἐπ' ἐκκλησίας. Αγίους δὲ τοὺς πιστοὺς ἐκάλεσεν, ἐκ τοῦ θεσπεσίου Παύλου τούτο παραλαβών· οὕτω γὰρ κἀκεῖνος ἐν ταῖς Ἐπιστολαῖς αὐτοῦ τοὺς πιστοὺς ἀνα μάζει. Ταῦτα μὲν οὖν περὶ τῶν ἐν πόλεσιν ὄντων ἔοικε λέγειν. Περὶ δὲ τῶν ἐν τῇ ἐνορίᾳ, ἤτοι τῶν ἐν τῇ χώρα, φησίν, ὅτι ἐπεὶ πολλοὶ τοῖς αἱρετικοῖς ἐχει νώνουν καὶ ἄκοντες, τῶν τοιούτων δὲ πολλοὶ τῶν π στῶν ἐκοινώνουν ταῖς γνώμαις, ήγουν συγκατέβαινον καὶ συνῄνουν· Εἰ ἐκ τούτων μέλλει τις χειροτονεῖσθαι εἰς τὸν κλῆρον, μὴ ἄλλως χειροτονεῖσθαι, εἰ μὴ μετὰ δοκιμασίας τῶν ὁμολογουμένως ὀρθοδόξων κλιμ ρικῶν, παρόντος καὶ τοῦ ἐπισκόπου, καὶ προσφωνοῦντος τῷ λαῷ, ὡς ἄνωθεν είρηται. Ταῦτα δὲ λέγει για νεσθαι, ἵνα μὴ μέσον γένηται τις περιδρομή, ήγουν
col. 909–910page 451 of 534
PG 138:909ἀπάτη καὶ συναρπαγὴ, καὶ χειροτονηθῇ τις μὴ ὑγιῶς ἔχων περὶ τὴν πίστιν. ΚΑΝΩΝ Ζ'. Τὰ πριν φερόμενα εἰς λόγον θυσίας, μετὰ τὰ ἀνα Δισκόμενα εἰς τὴν τῶν μυστηρίων χρείαν, οι κλη ρικοὶ διανειμάσθωσαν, καὶ μήτε κατηχούμενος ἐκ τούτων ἐσθιέτω ἡ πινέτω, ἀλλὰ μᾶλλον οἱ κληρικοὶ καὶ οἱ σὺν αὐτοῖς πιστοὶ ἀδελφοί. ΒΑΛΣ. Εἴ τινα περιττεύουσι τῶν εἰς θυσίαν προς αγομένων παρὰ τῶν πιστῶν, μετὰ τὰ δαπανώμενα εἰς τὰ θεῖα μυστήρια, τοῖς κληρικοῖς δεῖν ταῦτα, φησί, διανέμεσθαι, ὥστε παρ' αὐτοῖς ἐσθίεσθαι καὶ πίνεσθαι, καὶ παρὰ τῶν πιστῶν λαϊκῶν· τοῖς δὲ κατη χουμένοις μηδὲν ἐξ αὐτῶν δίδοσθαι. Ἐπεὶ γὰρ προς ήχθησαν τῷ θυσιαστηρίῳ, καὶ ἐξ αὐτῶν μερίδες ἐλήφθησαν εἰς τὰ θεῖα δῶρα, κἀκεῖνα ἡγιάσθησαν, πῶς ἐκ τούτων τοῖς ἀτελεστέροις δοθήσονται δαπανη θησόμενα; Τὰ δὲ εἰς θυσίαν προσαγόμενα άρτος καὶ οἶνός εἰσιν· ἕτερον γάρ τι προσάγεσθαι εἰς Ουσια στήριον οὐκ ἐφεῖται. Ανάγνωθι τὴν γ' ἀποστολικών κανένα, καὶ τῆς ἐν τῷ Τρούλλῳ συνόδου της λεγ?n= μένης ς' κανόνα κη'. ΚΑΝΩΝ Η'. Ἐπειδὴ Ιέραξ τόνδε, ὡσανεὶ ἐπὶ πορνείᾳ δια βαλλόμενον, οὐκ ὀφείλειν λέγει ἐν τῷ κλήρῳ εἶ ναι, ὁ δὲ ἐπίσκοπος Απόλλων διισχυρίζετο την καῦτα, μηδένα κατήγορον ἐν μέσῳ ἐληλυθέναι κατ' αὐτοῦ, ἐξεταζέσθω καὶ οὗτος· καὶ εἰ μὲν και τήγορός τις ἀναφύεται πίστεως ἄξιος, καὶ τὸ Εγκλημα ἀποδείκνυται, φερομένων ἀξιοπίστων μαρτύρων, τῆς ᾿Εκκλησίας ἐκβαλλέσθω· εἰ δὲ τοῦ κλήρου αξιός ἐστι, καὶ ἐπὶ σωφροσύνῃ μαρτ τυρεῖται, μενέτω ἐν τούτῳ. ΒΑΛΣ. Εχειροτονήθη τις κληρικός, εἶτα διεβλήθη ὡς πορνεύσας. Ελεγεν οὖν Ιέραξ τις, μὴ δεῖν αὐτὸν ἐν κλήρῳ εἶναι· ὁ δὲ χειροτονήσας αὐτὸν διισχυρίζετο, ἤτοι ἐνίστατο, μὴ κατηγορηθῆναι αὐτὸν παρά τινος. Ἔφη οὖν ὁ Θεόφιλος, ὅτι ἐξετασθήτω ὁ ἄνα θρωπος, καὶ εἰ μὲν εὑρίσκεται τις κατήγορος πίστεως ἄξιος ήγουν δεκτὸς εἰς κατηγορίαν (οὐ γὰρ παντὶ ἐφεῖται κατηγορείν ἱερωμένων, κατὰ τὸν ς' κανόνα τῆς δευτέρας οικουμενικῆς συνόδου, καὶ τὸν κανόνα και τῆς δ' οἰκουμενικῆς συνόδου), ἐκβληθήτω τῆς Εκκλησίας μετὰ ἀπόδειξιν· εἰ δὲ οὐδὲν τοιοῦτον ἀπο δείκνυται, μενέτω ἐν τῷ κλήρῳ. ΚΑΝΩΝ Θ. Ωστε γνώμῃ παντὸς ἱερατείου οικονόμον ἀπο δειχθῆναι ἕτερον, ἐφ᾽ ᾧ συντέθειται καὶ ὁ ἐπίσκοπος Απόλλων πρὸς τὸ τὰ τῆς Ἐκκλησίας εἰς δέον ἀναλίσκεσθαι. ΒΑΛΣ. Ὁ αὐτὸς γνώμην ἔδωκε κρίσει παντὸς τοῦ ἱερατείου τὸν οἰκονόμον τῆς ἐπισκοπῆς γίνεσθαι, εἰ καὶ ὁ ἐπίσκοπος συγκατατίθεται τῇ κρίσει τοῦ κλήρου γίνεσθαι δὲ οίκονόμον, ἵνα τὰ τῆς Ἐκκλησίας εἰς δέον δαπανώνται φροντίδι ἐκείνου. Τὴν δὲ εἰς δέον δαπάνην, τὸ ἑξῆς δηλοῖ κεφάλαιον, ἥτις ἐστί, τὰ εἰς χήρας καὶ ξένους καὶ πένητας ἀναλώματα. ἰδιοποιεῖσθαι γὰρ τὸ τῆς Ἐκκλησίας τινὶ οὐκ ἐφεῖται, ὅτι ἀφι β

Commentary on the Narrative of the same concerning those called CathariCommentaria in ejusdem Narrationem de iis qui dicuntur Cathari

col. 911–912page 452 of 534
PG 138:911; λάργυρον δεῖ εἶναι τὸν λειτουργὸν τοῦ Θεοῦ, καὶ οὐδὲ εἰς οἰκείαν χρήσιν τοῖς τῆς ἐπισκοπῆς πράγμασι κα χρῆσθαι τῷ ἐπισκόπῳ συγκεχώρηται, εἰ μὴ εἰς τὰ πάνω ἀναγκαῖα, καὶ τότε ὅτε οίκοθεν οὐκ εὐπορεῖ τού των ὁ ἐπίσκοπος, κατὰ τὸν μα' κανόνα τῶν ἁγίων ἀπο στόλων. Ζήτει τὰ ἐν ἐκείνῳ γεγραμμένα, καὶ τὸν κα κανόνα τῆς ἐν ᾿Αντιοχείᾳ συνόδου. ΚΑΝΩΝ Ι. Χῆραι καὶ οἱ πένητες καὶ οἱ παρεπιδημοῦντος ξένοι πάσης ἀναπαύσεως ἀπολαυέτωσαν, καὶ μή τις τὰ τῆς Ἐκκλησίας ιδιοποιείσθω. ΤΟΥ ΑΥΤΟΥ ΑΦΗΓΗΣΙΣ Περὶ τῶν λεγομένων Καθαρῶν. Δεδήλωκέ μοι ἡ σὴ εὐλάβεια, ὡς τινὲς τῶν ὄνο μαζόντων ἑαυτοὺς Καθαρούς, προσελθεῖν βού λονται τῇ Ἐκκλησίᾳ. Ἐπειδὴ τοίνυν ἡ μεγάλη σύνοδος ἡ γενομένη εν Νικαίᾳ παρὰ τῶν μακα ρίων Πατέρων ἡμῶν, ὥρισεν, ὥστε χειροτονεῖσθαι τοὺς προσερχομένους, θέλησον κατὰ τὸν τύπον τοῦτον τοὺς ἐθέλοντας προσέρχεσθαι τῇ Εκκλησίᾳ χειροτονεῖν, εἶχε ὁ βίος αὐτῶν ὀρθός ἐστι καὶ μηδὲν τούτοις ἀντίκειται. ΒΑΛΣ. Περὶ Ναυατιανῶν ἠρωτήθη (τοῦτοι γάρ εἰς σιν οι λεγόμενοι Καθαροί), καὶ ἀπεκρίθη, ὅτι εἰ προσέρχονται τῇ Ἐκκλησίᾳ, ἐπεὶ ἡ μεγάλη σύνοδος ἡ ἐν Νικαίᾳ, ήγουν ή πρώτη, ώρισε χειροτονεῖσθαι αὐτοὺς, ποίει καὶ σὺ κατὰ τὸν τύπον, ἤτοι κατὰ τὸν κανόνα τοῦτον, καὶ χειροτόνει τοὺς προσερχομένους, εἰ μή τι κώλυμα ἀπὸ τοῦ βίου αὐτῶν αὐτοῖς ἐναν τιοῦται. Ὁ δὲ περὶ τῶν Ναυατιανών κανὼν ἔγερός Άστι τῆς πρώτης συνόδου. ΤΟΥ ΑΥΤΟΥ ΑΓΑΘΩΝΑ ΕΠΙΣΚΟΠΩ. Αγνοῶν τοὺς τῆς Ἐκκλησίας νόμους Μάξιμος, διισχυρίσατο παρανόμως συμβιώσει συνῆσθαι καὶ ἐπειδὴ θορυβεῖ αὐτὸν τὸ ἀσύντακτον εἶναι, διεβεβαιώσατο, ἐπειδὴ ἀγνοίᾳ τὸ παράνομον ἕδρα σεν, ἐκ συμφώνου απέχεσθαι τῆς παρανόμου συμβιώσεως, κἀκείνης αγαπώσης τοῦτο Σὰν δὲ τοίνυν δοκιμάσῃς, ὅτι τοῦτο ποιοῦσιν ἐκ συμφώ του καὶ μὴ ἀπατῶσιν, ἐπειδὴ δεκαετής ἐστιν ὁ χρόνος, εἰ σκοπεῖς μετὰ τῶν κατηχουμένων αυτ τοὺς συνάγεσθαι, τέως οὕτω διοίκησον. Εἰ δὲ συνερᾷς, ὅτι ἀπατῆσαι βούλεται, καὶ δεῖται τὰ

Commentary on the Canonical Letter of St. Cyril, Archbishop of Alexandria, in hymnsCommentaria in S. Cyrilli archiepiscopi Alexandrini Epistolam canonicam in hymnis

col. 913–914page 453 of 534
PG 138:913κατ' αὐτοὺς ἐπιστύψεως, ὅτερ ὁ Θεὸς ὑποβάλῃ σοι, τοῦτο ποίησον, πανταχοῦ πρὸς τὸ ἐπέχον οδηγούμενος. Ἐπὶ γὰρ τῶν τόπων τυγχάνων τὰς γνώμας αὐτῶν μᾶλλον εἰδέναι δύνασαι. ΒΑΛΣ. Μάξιμός τις, ὡς παρανόμῳ γάμῳ συν αφθεὶς γυναικί, ἀφωρίσθη καὶ τῆς συνάξεως τῆς μετὰ τῶν πιστῶν εἴργετο. Ο δὲ ἔλεγεν, ὅτι ἐν ἀγνο!ᾳ ἐποίησε τὸ παράνομον, καὶ ἕτοιμός ἐστιν ἀποστῆναι τοῦ γάμου, τοῦτο καὶ τῆς γυναικός βουλομένης· καὶ ἐζήτει ἀφιστάμενος δεχθῆναι. Πρὸς ταῦτα οὖν ἔφη Ο Θεόφιλος, ὡς ἂν ἐξετάσας εὑρήσεις, ὅτι ἐκ συμφώνου, ἀντὶ τοῦ ἐκ κοινῆς βουλῆς, ἀφίστανται τοῦ γά μου, καὶ οὐκ ἀπατῶσι, δεκαετίαν συνοικήσαντες ἀλλήλοις, δυσχερὲς ἴσως ἂν λογίζοιτο αὐτοῖς ἡ διά ζευξις, καὶ μήποτε ἀπατῶσιν. Εἰ σκοπεῖς, ἀντὶ τοῦ εἰ κρίνεις μετὰ τῶν κατηχουμένων αὐτοὺς ἴστασθαι τέως, ήγουν πρὸς τὸ παρὸν, οὕτως αὐτὸν οἰκονόμησον. Εἰ δὲ νοεῖς, φησὶν, ὅτι κατὰ ἀπάτην λέγουσι ταῦτα, καὶ ὅτι ἔτι δέονται στύψεως, ήτοι αὐστηροτέρων ἐπιτιμίων, ποίησον ὅπερ ἂν ὁ Θεὸς ὑποβάλῃ σοι, ἀντὶ τοῦ ἐνηχήσῃ τῷ λογισμῷ σου, ὅπερ ὁ Θεὸς ενθυμήσει σε, πανταχοῦ πρὸς τὸ ἐπέχον οδηγούμενος, ἤτοι πρὸς τὸ ἐπικρατοῦν ἢ τὸ κατεπείγον. ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΑ ΕΠΙΣΚΟΠΩ. Νόμιμον πράγμα πεποιήκασιν οι πρεσβύτεροι ἐν Γεμίνῳ τῇ κώμῃ, εἰ ἀληθεύει ἡ κομίζουσα τὸ γράμμα Ευσταθοῦς. Φάσκει γὰρ, ὅτι Κυράδιον ἀδικοῦσαν καὶ μὴ βουλομένην ἀναστείλαι τὴν ἀδικίαν, ἐχώρισαν τῆς συνάξεως. Επειδή τοίνυν εὗρον, ὡς τὸ ἑαυτῆς κακὸν θεραπεύουσα βούλεται συναχθῆναι, θέλησον παρασκευάσαι αὐτὴν ἀποθέσθαι πρῶτον τὴν ἀδικίαν, καὶ πεῖσαι με τανοήσαι, ἴν' οὕτως, εἰ συνίδης ότι νόμῳ Θεοῦ προσέρχεται τῆς συνάξεως ὀρεγομένη, ἐπιτρέψης αὐτὴν μετὰ τῶν λαῶν συνάγεσθαι. ΒΑΛΣ. Γυναῖκά τινα Κυράδιον λεγομένην καὶ ἄξιο χοῦσαν οἱ ἐν Γεμίνῳ πρεσβύτεροι ἀφώρισαν τῆς Ἐκε κλησίας, μὴ ἀπεχομένην τῆς ἀδικίας. Ἡ δὲ, διὰ τὸν ἀφορισμόν, ὑπισχνείτο θεραπεῦσαι τὴν ἀδικίαν, καὶ ήθελε δεχθῆναι. Γράφει οὖν ὁ Θεόφιλος πρὸς τὸν τῆς χώρας ἐπίσκοπον, ότι Παρασκεύασον αὐτὴν ἀποθέσθαι πρῶτον τὴν ἀδικίαν, ήγουν ἀποδοῦναι ὁ ἀδίκως εκτήσατο, καὶ μετανοῆσαι, ἀντὶ τοῦ ἐπὶ τῇ ἁμαρτίᾳ τῆς ἀδικίας μεταμεληθῆναι, καὶ δεηθῆναι τοῦ Θεοῦ ἀφεθῆναι αὐτῇ τὸ ἁμάρτημα. Καὶ ταῦτα ποιησάσης αὐτῆς, εἰ συνίδης, τουτέστι, γνῶς ὅτι νόμῳ Θεοῦ προσέρχεται, ήγουν συνειδήσει ἀγαθῇ μὴ ἀνεχομένῃ κεχωρίσθαι τῆς τῶν πιστῶν συνάξεως, διὰ τὸν Θεὸν καὶ μὴ δι' αἰσχύνην ἀνθρώπων, τότε επίτρεψον αὐτῇ τὴν μετὰ τῶν πιστῶν λαῶν σύναξιν καὶ σύστασιν ἐν τοῖς ὕμνοις.
col. 915–916page 454 of 534
PG 138:915ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΠΙΣΤΟΛΗ ΚΑΝΟΝΙΚΗ ΕΝ ΤΟΙΣ ΥΜΝΟΙΣ. Κύριλλος πρὸς Δόμνον. Ἕκαστα τῶν καθ' ἡμᾶς πραγμάτων όταν εὐθό φέρηται κανονικῆς εὐταξίας, οὐδένα μὲν ἡμῖν ἐντί κτει θόρυβον, ἀπαλλάττει δὲ καὶ τῆς παρά τινων δυσ φημίας, μᾶλλον δὲ καὶ τὰς παρὰ τῶν εὖ φρονούντων εὐφημίας ἡμῖν προξενεί. Τίς γὰρ οὐκ ἂν ἀποδέξαιτο ψῆφον ἀπροσκλινή, εἴπερ ἂν γίνοιτο παρά τινων; Η πῶς τὸ κρίνειν ὀρθῶς καὶ ἐννόμως οὐκ ἀνεπίπληκτον ἔσται, μᾶλλον δὲ παντὸς ἐπαίνου μεστόν; Καὶ ταῦτα γράφω νυνὶ τῇ σῇ θεοσεβείᾳ, ἐν τοῖς ἑαυτῆς γράμμασι τοῖς σταλεῖσι πρὸς ἐμέ τε καὶ τὸν οσιώτατον καὶ θεοσεβέστατον ἀδελφὸν ἡμῶν καὶ συν επίσκοπον Πρόκλον, ἐπίσκοπον μὲν ὀνομαζούσης τὸν εὐλαβέστατον καὶ θεοφιλέστατον Πέτρον· αὐτοῦ δὲ κλαίοντος, καὶ τῆς ἐκνεμηθείσης αὐτῷ Εκκλησίας παραλόγως κεκινήσθαι λέγοντος. Ην δ' ἀκόλουθον τὸ τῆς ἱερωσύνης όνομα μετὰ τοῦ πράγματος ἔχειν αὐτὸν, ήγουν εἴπερ μὴ ἦν ἄξιος τοῦ προεστάναι θείου θυσιαστηρίου, μηδ' αὐτῇ τιμάσθαι τῇ κλήσει τῆς επισκοπῆς. Αλλ' ίσως δόξειεν ἂν τῇ σῇ θεοφιλείς σκληρὸς εἶναί τις καὶ ἀφιλάλληλος ὁ παρ' ἐμοῦ λό γος. Εχει δὲ οὐχ οὕτως κατὰ τὸ ἀληθές. Ἐλεῆσαι γὰρ τάχα που νομίζομεν τὸν πρεσβύτην μόνην αὐτῷ τὴν κλῆσιν ἀφέντες· μακρῷ δὲ ἦν ἄμεινον ἐννοῆσαι καὶ τὸ ἕτερον. Φάσκει γὰρ οὐ δύνασθαι μὲν συστῆναι τῇ οἰκείᾳ υπολήψει· οὐ λαβεῖν δὲ καιρὸν ἀπολογίας, οὔτε μὴν ἀκρόασιν αὐτῷ προτεθῆναι κανονικήν. Ει δ' ἐγεγόνει τι τοιοῦτον, αὐτὴ τῶν ὑπομνημάτων ἡ σύστασις διήλεγξεν ἂν αὐτὸν ἢ ἁλόντα τοῖς αἰτιάμασιν, ἢ ἔνοχον ἀποπεφασμένον καὶ οὐδὲν ἔχοντα λοιπὸν εἰ (; πεῖν ὡς ἡδικημένον, ήγουν ἐλεύθερον ἀποφήνασα, πάλιν ἐδίδου τὸ προεστάναι τῆς Ἐκκλησίας, ἢ καὶ ὑπὸ χεῖρα γέγονε τὴν αὐτοῦ. Οὐδενὸς δὲ πεπραγμέν του τοιούτου, καταβολή του πραγματος, και αδικίαν ἀφόρητον ὑποστήναί φησι, καὶ ἀθέσμως ἐκβεβλήσθαι, προσεπάγων ὅτι καὶ ἡρπάγη πάντα τὰ προσόντα αὐτῷ χρήματα. Η σὴ τοιγαροῦν ὁσιότης, ἐννοοῦσα καὶ τὸ τοῖς θείοις κανόσι δοκοῦν, καὶ τὸ πρέπον τῇ Ἐκκλησίᾳ καὶ τοῖς τεταγμένοις εἰς ἱερὰν λειτουργίαν· ἔτι τε πρὸς τού τοις, καὶ τὰ παρ' ἡμῶν δυσωπηθείσα γράμματα, μὲν στησάτω τοῦ πρεσβύτου τὸ δάκρυον. Καὶ Έλοιτο δικάτασθαι πρὸς τοὺς ἐπάγοντας αὐτῷ τὰς αἰτίας, δικαζέσθω κατὰ τὸ εἰωθὸς ἐπὶ τῆς θεοσεβείας συμπαρόντων δηλονότι τῶν ὑπὸ τὴν αὐτῆς χεῖρα θεοσεβεστάτων Επισκόπων· ἐκτὸς εἰ μὴ παραιτεῖτό
col. 917–918page 455 of 534
PG 138:917τινας ὡς ὑπόπτους. Οὐδένα μὲν γὰρ τῶν θεοσεβεστά των Επισκόπων ἐχθρὰ φρονεῖν ἀδελφῷ πιστεύομεν. Ἵνα δὲ μὴ πρόφασις αὕτη γένηται, τὴν ἐσομένην ἐπ' αὐτῷ κρίσιν παραλύουσα, πρὸς τὸ μὴ ἐν δίκη πεποιῆσθαι δοκεῖν, οὐδέν ἐστι τὸ λυποῦν ἀπεῖναι τοῦ συνεδρίου τῶν ἐν ὑποψία τινάς. ΒΑΛΣ. Τὸ προοίμιον τῆς ἐπιστολῆς τοιαύτης ἐστὶν ἐννοίας. Φησὶν ὁ ἅγιος· Οτι τὰ καθ᾿ ἡμᾶς πράγματα, τὰ ἐκκλησιαστικά δηλονότι, ἢ ἁπλῶς τὰ ἀνθρώπινα, δαν κατ' ευθύτητα κανονικὴν διεξάγωνται, οὔτε θόρ ρυβον ἡμῖν ἐπάγουσιν, οὔτε δυσφημίαν παρά τινων ἀλλὰ μᾶλλον ἐπαίνους ἡμῖν προξενεῖ. Η γρ ἀπροσκλινής κρίσις ἢ ἀῤῥεπῆς, ἡ εὐθυτάτη, πασίν ἐστιν ἀποδεκτέα· καὶ οὐ μόνον ἀνεπίπληκτόν ἐστιν, ήγουν ἀκαταιτίατον, οὐκ ἐπιπλήξεως ἄξιον, τὸ κρίσ νειν ὀρθῶς, ἀλλὰ καὶ ἐπαινούμενον. Οὕτω δὲ προοι. μιασάμενος φησὶν ὅτι Ταῦτα γράφω, ὅτι σὺ ἐπέστειλας ἡμῖν τὸν εὐλαβέστατον πρεσβύτερον ἐπίσκοπον ὀνομάσας· καὶ ταῦτα αὐτοῦ κλαίοντος, καὶ λέγοντος κεκινήσθαι τῆς νεμηθείσης αὐτῷ ἐκκλησίας, ηγουν ἐκβεβλῆσθαι τῆς διθείσης αὐτῷ ἐπισκοπῆς. Ην δὲ ἀκόλουθον ἢ καὶ τὸ ὄνομα τοῦ ἐπισκόπου ἔχειν αὐτὸν καὶ τὸ πρᾶγμα, ήγουν τήν ἐπισκοπὴν καὶ τὴν ἐνέρ γειαν τοῦ ἐπισκόπου ἢ εἰ μὴ ἦν ἄξιος προΐστασθαι θυσιαστηρίου, μηδὲ ἐπίσκοπον λέγεσθαι. 'Αλλ' ίσως τοῦτο τὸ λεγόμενον ἄν σοι δόξῃ σκληρόν, κἀγὼ δ λέγων αὐτὸ ἀφιλάλληλος· οὐκ ἔστι δὲ τοῦτο. Ἐλεῆσαι τάχα που νομίζομεν τὸν πρεσβύτην. Εἰσάγει δὲ ἐνα ταῦθα τὸν λόγον πληθυντικῶς, ὥσπερ καὶ περὶ αὐτοῦ λέγων & λέγει, ἵνα ἀνεπαχθέστερος οὕτως εἴη ὁ λό γος, καὶ μὴ εἰς καταδρομὴν μόνου ἐκείνου δοχή γι. νεσθαι. Καὶ ὡς ἐλεούντων ἡμῶν αὐτόν, φησί, μόνη αὐτῷ κατελείφθη ἡ κλῆσις τοῦ ἐπισκόπου. Πολλῷ δὲ ἦν κρείσσον ἐννοῆσαι καὶ τὸ ἕτερον. Ποῖον τοῦτο; Οὐ δοθῆναι αὐτῷ καιρὸν ἀπολογίας, καὶ ἀκρόασιν προστεθῆναι κανονικήν, ήγουν δικαστήριον συνοδ. κόν. Λέγει γὰρ δύνασθαι συστῆναι τῇ οἰκείᾳ ὑπολήψει, ἀντὶ τοῦ ἀναίτιον ἑαυτὸν ἀποδείξαι. Εἰ δὲ ἐγέ νετο ταῦτα, αὐτὰ τὰ ὑπομνήματα, τὰ ἐπὶ τῇ ἐξετάσει γενόμενα, ἤλεγξαν ἂν αὐτὸν, ἢ κεκρατημένον, καὶ ἔνοχον τοῖς αἰτιάμασι, καὶ μὴ δυνάμενον λέγειν ὅτι ἠδίκηται, ἢ ἐὰν ἀνεύθυνος ἐφάνη, πάλιν ἐδίδοτο αὐτῷ ἡ προστασία τῆς Ἐκκλησίας. Οτι δὲ οὐκ ἐγές νετο τοιοῦτόν τι καταβοᾷ ὡς ἀδικηθεὶς καὶ παρανόμως ἐκβληθείς, λέγων ὅτι καὶ ἠρπάγησαν ὅσα εἶχε χρήματα. Σὺ τοίνυν, τῷ Δόμνῳ γράφει ὁ ἅγιος, εἰδὼς καὶ τοὺς θείους κανόνας καὶ τὸ πρέπον τῇ Ἐκκλησία καὶ τοῖς λειτουργοῖς τοῦ Θεοῦ, ἤγουν τὸ δικαιοπραγεῖν, δυσωπηθεὶς δὲ καὶ τὴν ἡμετέραν γραφήν, στῆσον τοῦ πρεσβύτου τὸ δάκρυον, καὶ εἰ θελήσει συνδικασθῆναι τοῖς κατηγόροις αὐτοῦ, δικασθήτω παρά σοι καὶ τοῖς ὑπό σε επισκόποις· εἰ δέ τινας ὑπόπτους ἔχει τῶν ἐπισκόπων, ὡς μή καλῶς δια κειμένους πρὸς αὐτὸν, καὶ παραιτεῖται αὐτοὺς ἐκεῖν νοι μὴ παρίστωσαν εἰς τὸ δικαστήριον. Ἡμεῖς μὲν γάρ, φησίν, οὐδένα τῶν ἐπισκόπων ἔχθραν ἔχειν πιστεύομεν κατὰ ἀδελφοῦ, οὐδὲ διὰ τοῦτο κωλύομεν αὐτοὺς συνδικάσαι ἡμῖν· ἵνα δὲ μὴ τοῦτο ἀφορμὴ γένηται τοῦ μὴ δικασθῆναι αὐτὸν, ἐκεῖνοι ἀπίτωσαν συνεδρίου.
col. 919–920page 456 of 534
PG 138:919ει Τὰ δὲ ἀδίκως ληφθέντα παρ' αὐτοῦ χρήματα, ἀνα δοθῆναι δίκαιον κατὰ δύο τρόπους. Πρῶτον μὲν ὅτι οὐδὲ ἐχρῆν ὅλως γενέσθαι τι τοιοῦτον· καὶ ὅτι λυπεί σφόδρα καὶ εἰς ἐσχάτην ἀκηδίαν καταφέρει τους ἀπανταχόσε γῆς ὄντας θεοσεβεστάτους τὸ ἀπαιτεῖσίας λόγους τῆς οἰκονομίας τῶν παραπιπτόντων αὐτῶς ἀναλωμάτων, εἴτε ἐκ προσόδων ἐκκλησιαστικών, είτ' οὖν καὶ ἀπὸ τῆς τινων καρποφορίας. Εκαστος γάρ ἡμῶν τῶν ἰδίων κακῶν δώσει λόγον τῷ πάντων κριτῇ. Κειμήλια μὲν γὰρ καὶ κτήσεις ἀκινήτους ταῖς Ἐπ κλησίας, σώζεσθαι χρή· θαρσείσθαι δὲ τοῖς κατά καιμὸν τὴν θείαν διέπουσιν ἱερωσύνην των παραπο πτόντων ἀναλωμάτων τὴν οἰκονομίαν. ΒΑΛΣ. "Α δὲ, φησίν, ἀφηρέθη πράγματα, δίκαιόν ἐστιν ἀποδοθῆναι αὐτῷ κατὰ δύο τρόπους· ἕνα μὲν, ὅτι καὶ τὸ ὅλως γενέσθαι τὴν ἀφαίρεσιν αὐτῶν ἄι κέν ἐστιν· ἕτερον δὲ, ὅτι πάντας τοὺς ἐπισκόπους σφόδρα λυπεῖ, καὶ ἀκηδίαν ἐμβάλλει, τὸ λογο προ γεῖσθαι αὐτοὺς ἐπὶ τῇ οἰκονομίᾳ τῶν παραπιπτόν των ήτοι συμβαινόντων ἀναλωμάτων, ὅθεν ἂν τὰ χρήματα περιέλθωσιν, εἴτε ἐκ προσόδων ἐκκλησιαστικῶν, εἴτε καρποφορίας, ήτοι προσαγωγών τινων. Εκαστος γάρ, φησί, τῶν ἐπισκόπων ἡμῶν τῷ Θεῷ δώσει λόγον περὶ τῆς διοικήσεως τῶν πραγμάτων τῆς Ἐκκλησίας αὐτοῦ ὑπὲρ τῶν ἰδίων καιρῶν, τουτο ἐστιν ὑπὲρ τοῦ καιροῦ καθ᾽ ἂν ἦν ἐπίσκοπος. Τι μὲν γὰρ κειμήλια τῶν ἐκκλησιῶν ἤτοι τὰ ἱερὰ καὶ τὰ λοιπὰ ἀναθήματα καὶ τὰς ἀκινήτους κτήσεις ανεκποιήτους ἐνδέχεται εἶναι, καὶ φυλάττεσθαι ταῖς ἐκκλησίαις· τὴν δὲ οἰκονομίαν τῶν ἐξόδων τῶν ἐν ταῖς ἐκκλησίαις θαρσεῖσθαι, ἀντὶ τοῦ μετὰ θάρ σους εμπιστεύεσθαι, τοῖς κατὰ καιροὺς ἐπισκόποις. Τοὺς δὲ τῆς παραιτήσεως λιβέλλους οὐ κατὰ προ αίρεσιν οἰκείαν, ἀλλ' ὡς ἐξ ἀνάγκης καὶ φόβου καὶ τῆς τίνων ἀπειλῆς ἐπιδοῦναι φησι. Καὶ ἕτερον δὲ πραγμά ἐστιν οὔτε τοῖς τῆς Ἐκκλησίας ἀρέσχον θεσμοῖς, τὸ λιβέλλους παραιτήσεων προσάγειν τι λὰς τῶν ἱερουργών. Εἰ γὰρ εἰσιν ἄξιοι τοῦ λειτουργεῖν, ἔστωσαν ἐν τούτῳ· εἰ δ' ἀνάξιοι, μὴ ἀπὸ παραιτήσεως ἐξίτωσαν, κατεγνωσμένοι δὲ μᾶλλον ἐπὶ τρά γμασιν, ὧν ἄν τις πολλὴν ποιήσαιτο τὴν καταβοὴν, ὡς ἔξω τρεχόντων πάσης ἀκολουθίας. Πρόσειπε τὴν παρὰ σοὶ ἀδελφότητα· σὲ ἡ σὺν ἡμῖν ἐν Κυρίω πρ 18 αγορεύει. ΒΑΛΣ. Καὶ παραίτησις εφέρετο τοῦ ἐπισκόπου, περὶ οῦ ἔγραψεν ὁ μέγας οὗτος Πατήρ. Λέγει οὖν καὶ περὶ τοῦτο ὅτι φησὶν ὁ ἐπίσκοπος ὡς οὐχ έχου σίως τὸ τῆς παραιτήσεως ἔγραφον δέδωκεν, ἀλλ' ἐξ ἀνάγκης διὰ φόβον καὶ ἀπειλὰς τινῶν. Εἶτα ἐπάγει ὅτι καὶ ἄλλως δὲ, κἂν δοκῶμεν ὡς ἑκὼν παρητήσατο, καὶ τοῦτο ἀνίσχυρον ἐστὶν, ὡς μὴ τοῖς θεσμοῖς της Ἐκκλησίας ἀρέσκον, τὸ παραιτεῖσθαι τοὺς ἱερουργοὺς τὰς ἐκκλησίας αὐτῶν. Αξιοι μὲν γάρ, φησίν, ὄντες τοῦ ἱερουργεῖν, ἔστωσαν ἐν τούτῳ, καὶ μὴ παραδεχέσθωσαν ώς παραιτούμενοι· ἀνάξιοι δὲ ὄντες μὲ ἀπὸ παραιτήσεως ἐξίτωσαν, μηδ' ὑποχωρείτωσαν ώς παραιτούμενοι, ἀλλ' ὡς κατεγνωσμένοι ἐπὶ

Commentary on the Letter of the same to the bishops in Libya and PentapolisCommentaria in Epistolam ejusdem episcopis qui sunt in Libya et Pentapol

col. 921–922page 457 of 534
PG 138:921πράγμασιν, ὧν ἂν τις πολλὴν ποιήσαιτο καταβοὴν, τουτέστιν ἀξίων καταβοᾶσθαι, ὡς μὴ πηραύστων ἀκρίβειαν καὶ ἀκολουθίαν ἐκκλησιαστικήν ἢ τὸ ὧν πολλήν τις ποήσαιτο καταβοήν, περὶ τῶν παραιτουμένων μάλλον ειρήσθαι νοηθήσεται. ΤΟΥ ΑΥΤΟΥ ΤΟΥΣ ΚΑΤΑ ΛΙΒΥΗΝ ΚΑΙ ΠΕΝΤΑΠΟΛΙΝ ΕΠΙΣΚΟΠΟΙΣ. Παντὸς τοῦ χρησίμου καὶ ἀναγκαίου πρὸς οίκοδο μὲν τῶν λαῶν, τελοῦντος δὲ καὶ εἰς ὑπόληψιν τῶν ἁγίων Ἐκκλησιῶν, φροντίδα ποιεῖσθαι χρή. γέγραπται γάρ, ὅτι ὁ Εὐλαβεῖς ποιεῖτε τους υιούς Ισραήλ. ο Μοναστηρίων τοίνυν Πατέρες τῶν κατὰ τὴν Θηβαίων ἐπαρχίαν, ἄνδρες εὐλαβεῖς καὶ οὐκ ἀθαύμαστον ἔχον τες πολιτείαν, ἐλθόντες ἐν ᾿Αλεξανδρείᾳ, ερωτώμενοι παρ' ἐμοῦ τὴν κατάστασιν τῶν αὐτόσε μοναστηρίων, ἐδίδασκον, ὅτι σκανδαλίζονται πολλοὶ διὰ τὴν τοιαύ την αιτίαν. Νεωστὶ γεγαμηκότες τινὲς καὶ οἷον ἐξ αὐτῶν και ταβάντες τῶν νυμφώνων, συναρπάζουσί τινας τῶν θεοφιλεστάτων ἐπισκόπων, καὶ οὐδενὸς τάχα που τὰ κατ' αὐτοὺς καταγγέλλοντος, χειροτονούνται κληρικοὶ, ήγουν πρεσβύτεροι. Ετεροι δέ τινες ἐξ αὐτῶν τῶν μοναστηρίων ὡς ἄτακτοι ἐκβαλλόμενοι, πάλιν " ὑποτρέχουσι τας χειροτονίας, καὶ γενόμενοι κληρικοί, εἰσέρχονται καὶ ἐν αὐτοῖς τοῖς μοναστηρίοις ὅθεν ἐκβέβληνται, καὶ βούλονται προσφέρειν, καὶ ὅσα κλη ρικοῖς ἔθος πληροῦν, καὶ ταῦτα ὁρᾷν, ὡς καί τινας τῶν εἰδότων αὐτοὺς παραιτεῖσθαι καὶ τὰς συνάξεις, καὶ μὴ ἀνέχεσθαι κοινωνεῖν λειτουργούντων ἐκείνων. Ἐπειδὴ τοίνυν πρὸς οἰκοδομὴν, ὡς ἔφην, τῶν λαῶν πάντα χρὴ πράττεσθαι παρ' ἡμῶν, ἐπιτηρείτω ταῦτα ἡ θεοσέδεια ὑμῶν· καὶ εἰ μέλλει τις χειροτονεῖσθαι κληρικός, περιεργαζέσθω τὸν βίον αὐτοῦ, καὶ πότε ρόν ποτε γαμετὴν ἔχει ἡ οῦ, καὶ πῶς καὶ πότε ἡγά γετο, καὶ εἰ μή τίς ἐστι τῶν ἐκβαλλομένων, ἢ παρ' ἑτέρου θεοσεβεστάτου ἐπισκόπου, ἢ ἐκ μοναστηρίου, καὶ τότε χειροτονείτω, ἀδιάβλητον εὑρεθέντα. Τη ρήσομεν γὰρ οὕτω καὶ τὸ ἑαυτῶν συνειδός καθαρόν. καὶ ἀδιάβλητον τὴν ἱερὰν καὶ σεπτὴν λειτουργίαν. Ἐὰν δὲ χωρισμὸν ὑπομείνωσί τινες ἐπιτιμηθέντες πταισμάτων ἕνεκα, εἶτα μέλλωσι τελευτήν κατηχούμενοι όντες, βαπτιζέσθωσαν, καὶ μὴ ἀποδημείτωσαν τῶν ἀνθρωπίνων ἀμέτοχοι τῆς χάριτος, ήγουν ἀκοινώνητοι. Δοκεῖ γὰρ προσέχειν καὶ τοῦτο τοῖς τῆς Ἐχ κλησίας θεσμοῖς. Προσείπατε τὴν παρ' ὑμῖν ἀδελ φότητα· ὑμᾶς ἡ σὺν ἡμῖν ἐν Κυρίῳ προσαγορεύει. ΒΙΑΣ. Τὸ ἀκοινώνητοι ἐνταῦθα ὁ ἅγιος οὐ μόνον περὶ τῆς ἁγίας μεταλήψεως λέγει, οὐ γὰρ ἀξιωθής σοντα: τῶν θείων μυστηρίων πρὸ τοῦ βαπτίσματος

Commentary on a passage from the Poems of St. Gregory the TheologianCommentaria in S. Gregorii Theologi locum ex Poematibus

col. 923–924page 458 of 534
PG 138:923ἀλλὰ καὶ περὶ αὐτοῦ φησὶ του βαπτίσματος. Επει πρὸ τοῦ βαπτισθῆναι οὐδὲ τῆς μετά τῶν πιστῶν συστάσεως τεύξεται· ἥτις καὶ αὐτὴ κοινωνία ἐν διαφόροις είρηται κανόσι. Διὸ καὶ τὸ, Δοκεῖ γὰρ προσέχειν καὶ τοῦτο τοῖς τῆς Ἐκκλησίας θεσμοῖς, προσέθετο. Καὶ τοῦτο γὰρ, φησί, νόμιμον καὶ ἔχε κλησιαστικόν ἐστι, τὸ μὴ συνίστασθαι τοῖς πιστοῖς ἐν ταῖς εὐχαῖ; διόλου τοὺς κατηχουμένους ἢ τοὺς ἐπιτιμωμένους. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΕΚ ΤΩΝ ΕΜΜΕΤΡΩΝ ΑΥΤΟΥ ΠΟΙΗΜΑΤΩΝ, ΠΕΡΙ ΤΟΥ ΤΙΝΑ ΧΡΗ ΑΝΑΓΙΝΩΣΚΕΣΘΑΙ ΒΙΒΛΙΑ ΤΗΣ ΠΑΛΑΙΑΣ ΚΑΙ ΝΕΑΣ ΔΙΑΘΗΚΗΣ. Οφρα δὲ μὴ ξείνῃσι νέον κλέπτοιο βίβλοιτι. (Πολλαὶ γὰρ τελέθουσι παρέγγραπτοι κακότητες), Λέχνυσο τοῦτον ἐμεῖς τὸν ἔγκριτον, ὦ φίλ', ἀριθμόν Ιστορικαὶ μὲν ἔασι βίβλοι δυοκαίδεκα πᾶσαι Τῆς ἀρχαιοτέρης Εβραϊκῆς σοφίης. Πρωτίστη, Γένεσις, εἶτ᾽ Εξοδος, Λευιτικόν τε. Έπειτ' Αριθμοί. Εἶτα Δεύτερος Νόμος. Επειτ' Ἰησοῦς, καὶ Κριταί. 'Ρούθ ὀγδόη. Ἡ δ' ἐνάτη δεκάτη τε βίβλοι, Πράξεις βασιλήων, Καὶ Παραλειπόμεναι. Εσχατον "Εσδραν ἔχεις. Αἱ δὲ στιχηραὶ πέντε, ὧν πρῶτός γ' Ιώδ Επειτα Λαυίδ. εἶτα τρεῖς Σολομωντίαι " Εκκλησιαστής, 'Ασμα καὶ Παροιμίαι. Καὶ πένθ' ὁμοίως Πνεύματος προφητικού. Μίαν μέν εἰσιν ἐς γραφὴν οἱ δώδεκα Ωσηέ κ' ᾿Αμώς, καὶ Μιχαίας ὁ τρίτος δ Επειτ' Ἰωήλ, εἶτ᾽ Ἰωνᾶς, Αβδίας. Ναούμ τε 'Αββακούμ τε, καὶ Σοφονίας, Αγγαίος, εἶτα Ζαχαρίας, Μαλαχίας. Μία μὲν οἶδε. Δευτέρα δ' Ιταΐας. Επειθ᾽ ὁ κληθεὶς Ἱερεμίας ἐκ βρέφους. Εἶτ᾽ Ἰεζεκιήλ, καὶ Δανιήλου χάρις. ᾿Αρχαίας μὲν ἔθηκα δύω καὶ εἴκοσι βίβλους, Τοῖς τῶν Εβραίων γράμμασιν ἀντιθέτους. "Ηδη δ' ἀριθμει καὶ νέου μυστηρίου. Ματθαῖος μὲν ἔγραψεν Εβραίοις θαύματα Χριστού Μάρκος δ' Ιταλίη, Λουκάς 'Αχαϊάδι Πάσι δ' Ιωάννης, κήρυξ μέγας, οὐ μανοφο της. Επειτα Πράξεις τῶν σοφῶν ἀποστόλων. Δέκα δὲ Παύλου τέσσαρές τ' Επιστολαί. Ἑπτὰ δὲ καθολικα!, ὧν, Ἰακώβου μία, Δύω δὲ Πέτρου, τρεῖς δ᾽ Ἰωάννου πάλιν Ἰούδα δ' ἐστὶν ἑβδόμη. Πάσας ἔχεις. Εἴ τι δὲ τούτων ἐκτὸς, οὐκ ἐν γνησίαις.

Commentary on the Iambics of St. Amphilochius to Seleucus on the same subjectCommentaria in S. Amphilochii ex iambis ad Seleucum de eodem argumento

col. 925–926page 459 of 534
PG 138:925ΒΑΛΣ. Ἵνα δὲ μὴ ἀλλοτρίαις τὸν νοῦν ἀπατᾷ βίβλοις. Πολλὰ γὰρ εἰσι ψευδῶς γεγραμμένα, δέχου τοῦτον ἐμοῦ τὸν δεδοκιμασμένον, ὦ φίλε, ἀριθμόν. Ιστορίας μὲν περιέχουσαι βίβλοι δώδεκα εἰσὶ, τῆς Παλαιᾶς δηλονότι Γραφῆς, καὶ αἱ βίβλοι τῶν Βα σιλειῶν, εἰ τέσσαρες εἰσὶν, ἀλλ᾽ εἰς δύο παραλαμβάνονται καὶ ἀριθμοῦνται· καὶ αἱ δώδεκα βίβλος τῶν ἀπηριθμημένων προφητών, μία, φησί, λογί ζονται. Τέσσαρες δὲ αἰτῶν ἄλλων προφητῶν, ἑκάστη μία λογιζομένη. Τῆς μέν τοι ἀρχαίας ήτοι τῆς Παρ λαιᾶς Γραφῆς ἔγραψε βίβλους κβ' τοῖς τῶν Εβραίων γράμμασιν ἀντιθέτους, ήγουν ισοθέτους καὶ ἰσαρίθμους. Λαμβάνεται γὰρ ἡ ἀντὶ πρόθεσις καὶ ἐπὶ τοῦ ἴσου. Ωσπερ λέγομεν ἀντίτεχνον τὸν ὁμότεχνον. Στοιχεῖα δὲ παρὰ τοῖς Εβραίοις κβ' λέγονται είναι. Απαριθμήσας μέν τοι καὶ τὰ τῆς Νέας Γραφῆς βι βλία ὁ ἅγιος, ἐπήνεγκεν, ὅτι εἴ τι τούτων τῶν ἀπη ριθμημένων ἔξω ἐστιν, οὐ γνήσιον λογίζεται, ἀλλὰ νόθον. άντι, ἀντίτεχνον ὁμότεχνον, ΤΟΥ ΑΓΙΟΥ ΑΜΦΙΛΟΧΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΕΚ ΤΩΝ ΠΡΟΣ ΣΕΛΕΥΚΟΝ ΙΑΜΒΩΝ ΠΕΡΙ ΤΗΣ ΑΥΤΗΣ ΥΠΟΘΕΣΕΩΣ. Πλὴν ἀλλ' ἐκεῖνο προσμαθεῖν μάλιστά σου Προσῆκον· οὐχ ἅπασα βίβλος ἀσφαλῆς, Η σεμνὸν ὄνομα τῆς Γραφῆς κεκτημένη. Εἰσὶν γὰρ, εἰσὶν ἔσθ' ὅτε ψευδώνυμα Βίβλοι· τινὲς μὲν ἔμμεσοι, καὶ γείτονες, Ὡς ἄν τις εἴποι, τῶν ἀληθείας λόγων Α' δ' αὖ νόθοι τε καὶ λίαν ἐπισφαλείς, Ω; παράσημα καὶ νόθα νομίσματα, βασιλέως μὲν τὴν ἐπιγραφὴν φέρει, Κίβδηλα δ' ἐστί, ταῖς ὕλαις δολούμενα. Τούτων χάριν σοι τῶν θεοπνεύστων ἐρῶ Βίβλων ἑκάστην· ὡς δ᾽ ἂν εὐκρινῶς μάθης, Τὰς τῆς Παλαιᾶς πρώτα Διαθήκης ἐρῶ. 11 Πεντάτευχος τὴν Κτίσιν, εἶτ᾽ Εξοδον, Λευϊτικὴν δὲ τὴν μέσην ἔχει βίβλον, Μεθ' ην ᾿Αριθμούς, εἶτα Δευτερονόμιον. Τούτοις Ίησουν προστίθει, καὶ τοὺς Κριτάς. Επειτα τὴν Ρούθ, Βασιλειῶν τε τέσσαρας Βίβλους, Παραλειπομένων δέ γε ξυνωρίδα Εσδρας ἐπ' αὐταῖς πρῶτος, εἶθ' ὁ δεύτερος. Εξῆς στιχηρὰς πέντε σοι βίβλους ἐρῶ Στεφθέντος άθλοις ποικίλων παθῶν Ἰώβ,
col. 927–928page 460 of 534
PG 138:927Λόγον. Ο Ψαλμών τε βίβλον, ἐμμελὲς ψυχῆς ἄκος, Τρεῖς δ᾽ αὖ Σολομῶντος τοῦ σοφοῦ, Παροιμίες, Εκκλησιαστὴν, Ασμά τε τῶν ᾀσμάτων. Ταύταις προφήτας προστίθει τους δώδεκα, Ἐπὶ πρῶτον, εἶτ' Αμὼς τὸν δεύτερ Μιχαίαν, Ιωήλ, Αβδίαν, καὶ τὸν τύπον Ἰωνᾶν αὐτοῦ τοῦ τριημέρου πάθους. Ναούμ μετ' αὐτούς. 'Αββακούμ, είτ' έννατον Σοφονίαν, 'Αγγαίόν τε καὶ Ζαχαρίαν, Διώνυμόν τε ἄγγελον Μαλαχίαν. Μεθ' οὖς προφήτας μάνθανε τους τέσσαρας, Παῤῥησιαστὴν τὸν μέγαν Ἡσαΐαν, Ἱερεμίαν τε συμπαθῆ, καὶ μυστικών, Βεζεκιήλ, ἔσχατον δὲ Δανιήλ, Τὸν αὐτὸν ἔργοις και λόγοις σοφώτατον. Τούτοις προσεγκρίνουσι την Εσθήρ τινες. Καινῆς Διαθήκης ώρα μοι βίβλους λέγειν. Εὐαγγελιστὰς τέσσαρας δέχου μόνους, Ματθαῖον, εἶτα Μάρκον, ᾧ Λουκᾶν τρίτον Προσθεὶς, ἀριθμες τὸν Ἰωάννην χρόνῳ Τέταρτον, ἀλλὰ πρῶτον ύψει δογμάτων. Βροντῆς γὰρ υἱὸν τοῦτον εἰκότως καλώ, Μέγιστον ἠχήσαντα τῷ Θεοῦ Λόγῳ. Δέχου δὲ βίβλον Λουκᾶ καὶ τὴν δεύτερον, Τὴν τῶν καθολικῶν Πράξεων ἀποστόλων. Τὸ σκεῦος ἐξῆς προστίθει τῆς ἐκλογῆς, Τὸν τῶν ἐθνῶν κήρυκα, τὸν ἀπόστολον Παῦλον, σοφῶς γράψαντα ταῖς Ἐκκλησίαις Επιστολὰς δὲς ἑπτὰ, Ρωμαίων μίαν, χρή συνάπτειν πρὸς Κορινθίους δύο, Τὴν πρὸς Γαλάτας τε, καὶ τὴν πρὸς Ἐφεσίους, μεθ' ην Τὴν ἐν Φιλίπποις, εἶτα τὴν γεγραμμένην Κολοσσαεῦσι, Θεσσαλονικεῦσι δύο, Δύο Τιμοθέῳ, Τίτῳ δὲ καὶ Φιλήμονι, Μίαν ἑκατέρῳ, καὶ πρὸς Εβραίους μίαν, Τινὲς δέ φασι τὴν πρὸς Εβραίους νόθον, Οὐκ εἴ λέγοντες· γνησία γὰρ ἡ χάρις. Είεν, τί λοιπόν; Καθολικῶν Ἐπιστολῶν Τινὲς μὲν ἑπτά φασιν, οἱ δὲ τρεῖς μόνας Χρῆναι δέχεσθαι, τὴν Ἰακώβου μίαν, Μίαν δὲ Πέτρου, τὴν τ᾽ Ἰωάννου μίαν. Τινὲς δὲ τὰς τρεῖς, καὶ πρὸς αὐταῖς τὰς Πέτρου δέχονται, τὴν Ἰούδα δ' ἑβδόμην. Τὴν δ' 'Αποκάλυψιν τὴν Ἰωάννου πάλιν Τινὲς μὲν ἐγκρίνουσιν, οι πλείους δέ γε Νόθον λέγουσιν. Οὗτος ἀψευδέστατος Κανὼν ἂν εἴη τῶν θεοπνεύστων Γραφών,

Commentary on the Encyclical Letter of Gennadius, Patriarch of Constantinople, and the Holy Synod gathered with him to all metropolitans and the Pope of RomeCommentaria in Epistolam encyclicam Gennadii patriarchae CP et sanct&aelaig; cum eo congregatae Synodi ad omnes metropolitanos et ad papam urbis Romae

col. 929–930page 461 of 534
Commentaria in Epistolam encyclicam Gennadii patriarchæ CP et sanctæ cum eo congregatæ Syn
PG 138:929ΕΓΚΥΚΛΙΟΣ ΕΠΙΣΤΟΛΗ ΓΕΝΝΑΔΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΚΑΙ ΤΗΣ ΣΥΝ ΑΥΤΩ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ ΠΡΟΣ ΑΠΑΝΤΑΣ ΤΟΥΣ ΟΣΙΩΤΑΤΟΥΣ ΜΗΤΡΟΠΟΛΙΤΑΣ, ΚΑΙ ΠΡΟΣ ΤΟΝ ΠΑΠΠΑΝ ΡΩΜΗΣ. Τῷ θεοφιλεστάτω συλλειτουργῷ τῷδε Γεννάδιος, καὶ ἡ ἐνδημοῦσα τῇ βασιλικῇ πόλει νέα Ρώμῃ, ἀγία σύνοδος. Ο Δεσπότης ἡμῶν καὶ Θεὸς, καὶ Σωτὴρ Ἰησοῦς Χρι στὸς ἐγχειρίσας τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς τοῦ Εὐαγ γελίου τὸ κήρυγμα, καὶ διδασκάλους τούτους ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἀνθρώποι; ἐξαποστείλας, παρικι λεύσατο διαρρήδην, ἣν ειλήφασι παρ' αὐτοῦ δωρεάν, ταύτης καὶ αὐτοὺς τοῖς ἀνθρώποις μεταδιδόναι δω ρεάν, μὴ κτωμένους ὑπὲρ αὐτῆς χαλκόν, ἢ ἄργυρον, ἢ χρυσόν, ή τινα περιουσίαν, άλλως ὅλως υλικήν, 4 γεώδη· μὴ γὰρ εἶναι τῶν ἐπουρανίων, καὶ πνευματικῶν χαρισμάτων ἀμοιβήν, τὰ γεηρά, καὶ ἐπίκηρα. Ταύτην τὴν ἐντολὴν, οὐ μόνον ἐκείνοις, ἀλλὰ καὶ ἡμῖν δι' ἐκείνων ἐνετείλατο, οὓς εἰς τὸν ἐκείνων βα θμόν τε, καὶ τόπον ὑπεισαγαγεῖν κατηξίωσε· καὶ δεῖ καθάπερ ἐκεῖνοι τότε, καὶ ἡμᾶς νῦν ἀκριβῶς φυλάττειν τε, καὶ παρατηρεῖν, καὶ μὴ σοφίζεσθαι τὰ ἄσοφα, μηδὲ κύβον ἀναῤῥίπτειν ἐπὶ κίνδυνον. Δε ρεάν, φησὶν, ἐλάβετε, δωρεάν δότε, μὴ κτησάμενοι χαλκόν, μηδὲ ἄργυρον, μήτε χρυσὸν εἰς τὰς ζώνας ὑμῶν. 'Απλοῦς καὶ σαφῆς ὁ τῆς ἐντολῆς ταύτης λόγος ἐστὶν, οὐδὲν ποικίλον ἔχων, οὐδὲ δυσέφικτον, οὐδὲ σοφιστικῆς δεόμενον ἐξηγήσεως - Παρ' ἐμοῦ, φησίν, ἐδέξασθε τὸ τῆς ἱερωσύνης ἀξίωμα, εἰ μὲν ὑπὲρ αὐτ τοῦ μοι μικρόν, ή μέγα τι κατεβάλλεσθε, καὶ τοῦτο ὑμῖν πέπραται παρ' ἐμοῦ, πωλεῖτε καὶ ὑμεῖς ἑτέροις αὐτό. Εἰ δὲ δωρεάν ειλήφατε, δότε δωρεάν καὶ ὑμεῖς. Τι τῆς ἐντολῆς ταύτης σαφέστερον; Τί δὲ τοῖς πειθαρχοῦσι λυσιτελέστερον; Οὐαὶ τῷ ὄντι, τοῖς κτήσασθαι τὴν τοῦ Θεοῦ δωρεάν, ἢ διδόναι ταύτην διά χρησ μάτων υπειληφόσιν. Εἰς γὰρ χολήν πικρίας, καὶ
col. 931–932page 462 of 534
PG 138:931σύνδεσμον ἀδικίας οἱ τοιοῦτοι, κατὰ τὴν ἀπόφασιν τοῦ ἁγίου Πέτρου, ὑπάρχουσι συλληφθέντες ὑπὸ τῆς ἑαυτῶν φιλαργυρίας. Οθεν καὶ τῶν ὁσίων, καὶ μακαρίων Πατέρων τῶν τῆς ἁγίας καὶ μεγάλης οικουμενικῆς τῆς ἐν Χαλκηδόνι συναχθείσης, τῷ Δεσποτικῷ τούτῳ νόμῳ συνά δει ὁ περὶ τούτου κανών, ὃς ἡμῖν σαφῶς οὕτωσὶ μέσ ξεσιν αὐταῖς ἐκπεφώνηται Εἴ τις επίσκοπος ἐπὶ χρήμασι χειροτονίαν ποιή σαιτο, καὶ εἰς πράσιν καταγάγοι τὴν ἄπρατον χάριν, καὶ χειροτονήσαι ἐπὶ χρήμασιν ἐπίσκοπον, ἢ χωρ επίσκοπον, ή πρεσβύτερον, ἢ διάκονον, ἢ ἑτερόν τινα τῶν ἐν τῷ κλήρῳ καταριθμουμένων, ἢ προβάλλα το ἐπὶ χρήμασιν οἰκονόμον, ἢ ἔκδικον, ἢ παραμονάριον, ἢ ἄλλως τινὰ τοῦ κλήρου, δι' αἰσχροκέρδειαν οἰκείαν, ὁ τούτῳ ἐπιχειρήσας ἐλεγχθεὶς κινδυνευέτω περὶ τὸν οἰκεῖον βαθμόν· καὶ ὁ χειροτονούμενος, μηδὲν ἐκ τῆς β κατ' ἐμπορίαν ὠφελείσθω χειροτονίας, η προβολή; ἀλλ᾽ ἔστω ἀλλότριος τῆς ἀξίας, ἢ τοῦ φροντίσματος, ούπερ ἐπὶ χρήμασιν ἔτυχεν. Εἰ δέ τις καὶ μεσιτεύων φανῇ τοῖς αἰσχροῖς τούτοις, καὶ ἀθεμίτοις λήμματα, καὶ οὗτος εἰ μὲν κληρικὸς εἴη, τοῦ οἰκείου ἐκππτέτω βαθμοῦ· εἰ δὲ λαϊκός, ἢ μονάζων, ἀναθεματιζέσθω. 182 ΒΑΛΣ. Κάλλιστα καὶ λίαν εὐσεβῆ τοῦ κανόνος τους ἁγίων Πατέρων ὑπάρχει τὰ παραγγέλματα, πᾶσαν έρε οδον σατανικήν, καὶ πᾶν ἐγχείρημα δαβολικόν κατά τῆς πνευματικῆς φερόμενον δωρεᾶς, ἀπωθούμενά τε καὶ ἀνακόπτοντα. Οὐ βούλεται γὰρ οὐδαμῶς διὰ χρη μάτων γίνεσθαι τῆς χειροτονίας τὴν προβολὴν, ἢ ὑποδέχεσθαι, οὔτε παρὰ τοῦ ταύτην ἐνεργοῦντος, ούτε παρὰ τοῦ τῆς χειροτονίας την προβολὴν ὑποδεχομένου, ἀλλ' οὐδὲ πρὸ καιροῦ τῆς χειροτονίας, οὐδὲ μετὰ τὸν καιρὸν τῆς χειροτονίας, οὐδὲ κατὰ τὸν και τὸν αὐτὸν τῆς χειροτονίας, ὑπὲρ τῆς χειροτονίας δίδοσθαι χρήματα συγχωρεῖ· καθόλου γὰρ τὴν ἐπὶ τῷ πράγ ματι τούτῳ δωροδοκίαν ἀπέφηνεν. Όμως ἐπειδὴ νῦν, καίτοι προδήλως τούτων οὕτω κεκωλυμένων, έφωράθησάν τινες κατὰ τῶν Γαλατών ολιγωροῦντες, καὶ παραβαίνοντες δι' αἰσχροκέρδειαν, καὶ φιλαργυρίαν· τὰ σωτήρια ταῦτα, καὶ φιλάνθρωπο παραγγέλματα, εὖ ἔχειν ἔδοξε καὶ ἡμῖν ταῦτα πάλιν ἀνανεώσαοθαι μετὰ τῆς ἁγίας συνόδου, τῆς ἐνδημούσης ἐν ταύτῃ τῇ βασιλευούσῃ νέα. "Ρώμῃ, ὥστε δίχα πάσης ἐπινοίας, καὶ πάσης προφάσεως, καὶ παντὸς σοφισμοῦ, τὴν βδελυρὰν ταύτην, καὶ ἀσεβῆ οὐκ οἶδ ὅπως ἐπεισελθοῦσαν συνήθειαν ταῖς ἁγιωτάται; Έχε κλησίαις παντελῶς ἐκτεμεῖν· ἵνα ἀληθῶς ἀκαπηλεύτου, καὶ καθαρᾶς παρὰ τῶν ἀρχιερέων τῆς ἐπὶ τῶν χειροτονουμένων ἀναρρήσεως γινομένης, ἄνωθεν ἡ τοῦ Πνεύματος χάρις ἐπιφοιτῇ· ὧν νῦν γε οὐκ οἶδα διὰ χρημάτων την προβολὴν ποιουμένων, καὶ οὐ τῆς χειρὸς καθαρῶς ἐνεργούσης, επιφοιτᾷ τῷ προχειρι ζομένῳ κατὰ τὴν φωνὴν τοῦ κηρύγματος, καὶ οὐχὶ συστέλλεται μᾶλλον ἡ τοῦ ἁγίου Πνεύματος χάρις. ἴσθι τοίνυν, τὰ πάντα θεοσεβέστατε, πάντα τὸν ὀντιναοῦν ἁλίσκομεν ἐπὶ τῷ τοιούτῳ τινὶ ἐπίσκοπον, ή χωρεπίσκοπον, ή περιοδευτήν, ἢ πρεσβύτερον, ἢ διάκονον, ἢ ἄλλον τινὰ δήποτε τοῦ κανόνος, ἢ λαϊκόν, κοινῷ δόγματι τῶν ἀρχιερέων κατακεκρίσθαι, καὶ κοινῇ ψήφῳ, καθὼς περὶ τούτου καὶ ὁ τῶν ἁγίων Πατέρων κανών φθάσας διαλαλεί. Δεί γάρ εἶναι χά

Commentary on the Letter of St. Tarasius, Patriarch of Constantinople, to Pope Adrian, against ordinations for moneyCommentaria in S. Tarasii patriarchae CP. Epistolam ad Adreianum papam, de non faciendis pecunia ordinationibus

col. 933–934page 463 of 534
Commentaria in Epistolam Magni BAsilii ad NicopolitanosCommentaria in S. Tarasii patriarchæ CP. Epistolam ad Adreianum papam, de non faciendis pe
PG 138:933ριν τὴν χάριν, καὶ μηδαμοῦ μεσιτεύειν παρ' αὐτῇ ἀργύριον. Εστω τοίνυν καὶ ἔστιν ἀποκήρυκτος, καὶ πάσης ἱερατικῆς ἀξίας τε, καὶ λειτουργίας ἀλλότριος, καὶ τῇ κατάρα τοῦ ἀναθέματος ὑποκείμενος, ὅ τε ταύτην κτᾶσθαι διὰ χρημάτων οιόμενος, καὶ ὁ ταύ την παρέχειν ἐπὶ χρήμασιν ὑπισχνούμενος, είτε κλη ρικὸς, εἴτε λαϊκός εἴη, κἂν ἐλέγχοιτο, κἂν μὴ ἐλέγ χοιτο ποιεῖν, ὅτι οὐδὲ οἷόν τε συμβιβασθῆναι ποτε τὰ σύμβολα, οὐδὲ Θεῷ συμφωνῆσαι τὸν μαμμωναν, ἢ τοὺς τούτῳ δουλεύοντας δουλεῦσαι Θεῷ. Δεσποτική καὶ αὕτη ἐστὶν ἀπόφασις ἀναμφίβολος· Οὐ δύνασθε Θεῷ δουλεύειν, καὶ μαμμωνᾷ. Τούτοις ἐπιθαῤῥοῦντες ἡμεῖς κατὰ δύναμιν, καὶ τούτοις ὑπήκοντες, μετὰ τοῦ ταῦτα φήσαντος, κατά τῶν ταῦτα παρανομούντων τὴν ἀπόφασιν πεποιήμεθα. Φροντισάτω δὲ καὶ ἡ σὴ ὁτιώτης διὰ πάσης περιφυ λακῆς ποιουμένη, δῆλα καταστῆσαι διὰ ἀντιγράφων καὶ τοῖς ὑπὸ σὲ θεοφιλεστάτοις ἐπισκόποις, καὶ πε ριοδευταῖς, καὶ τοῖς ἄλλοις ἅπασιν· ἵνα ἐν ἐνὶ πνεύ ματι, καὶ μια ψυχῇ πάντες ὁμοῦ Χριστιανοὶ συμ φραξάμενοι κατὰ τοῦ κοινοῦ δυσμενούς ἰσχύσωμεν σὺν Θεῷ, τὴν ὑπ' ἐκείνου φυτευθεῖσαν ἐν ἡμῖν τῆς φιλαργυρίας ρίζαν, ἅμα πᾶσιν αὐτοῖς τῶν κακῶν τοῖς βλαστήμασιν ἐκτεμεῖν. Πᾶσαν τὴν σὺν σοὶ ἐν Χριστῷ ἀδελφότητα προσαγορεύω. Εῤῥωμένος ἐν Κυρίῳ ὑπερεύχου ἡμῶν, θεοφιλέστατε ἀδελφέ. περιοδευταῖς, Τούτῳ τῷ ἐπιστολιμαίῳ λόγῳ σὺν αὐτῷ δὴ τῷ Γενναδίῳ ὑπέγραψαν καὶ οἱ ἑβδομήκοντα τρεῖς. ΕΚ ΤΗΣ ΠΡΟΣ ΝΙΚΟΠΟΛΙΤΑΣ ΕΠΙΣΤΟΛΗΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ. Ἡ ἐπιστολὴ διαλέγεται περὶ τοῦ ὑπομενεῖν καὶ εὐχαρίστως φέρειν τοὺς πειρασμούς· εἶτα ἐπάγει, Τί πεπόνθαμεν δεινόν; εἰ μὴ τάχα τοῦτο λυπηρόν, ὅτι μηδὲν πεπόνθαμεν, μηδὲ ἐνομίσθημεν ἄξιοι τῶν ὑπὲρ Χριστοῦ παθημάτων. Εἰ δὲ ὅτι ὁ δεῖνα κατέχει τὸν οἶκον τῆς προσευχῆς, ὑμεῖς δὲ ἐν Οπαίθρῳ προσκυνεῖτε τὸν οὐρανοῦ καὶ γῆς ποιο στὴν, τοῦτο ὑμᾶς ἀνιᾷ· ἐνθυμήθητε ὅτι οἱ μὲν Ενδεκα μαθηταὶ ἐν τῷ ὑπερῴῳ ἦσαν ὑποκεκλει σμένοι· οἱ δὲ σταυρώσαντες τὸν Κύριον ἐν τῷ περιβοήτῳ ναῷ τὴν Ἰουδαϊκὴν λατρείαν ἐπλήρουν. Ἰούδας γάρ, τὸν δι' ἀγχόνης θάνατον τοῦ μετ' αἰσχύνης την προτιμήσας, έδειξε τάχα τῶν νῦν ἀπερυθριασάντων πρὸς πᾶσαν ἀνθρώπων κατά γνω τιν, καὶ διὰ τοῦτο ἀναιδῶς πρὸς τὰ αἰσχρὰ διακειμένων ἑαυτὸν αἱρετώτερον. Μόνον μὴ ἀπα τηθῆτε ὑπὸ τῶν ψευδολογιῶν αὐτῶν ἀπαγγελλομένων ὀρθότητα πίστεως. Χριστέμποροι γὰρ οἱ τοιοῦτοι, καὶ οὐχὶ Χριστιανοί, τὸ ἀεὶ κατὰ τὸν βίον αὐτοῖς λυσιτελοῦν τοῦ κατὰ ἀλήθειαν ζῆν προτιμώντες. Οτε δὲ ἐνόμισαν κτάσθαι τὴν κει νὴν ταύτην ἀρχὴν, προσέθεντο τοῖς ἐχθροῖς τοῦ Θεοῦ· ὅτι εἶδον τοὺς λαοὺς ἀγριαίνοντας, σχηματίζονται πάλιν τὴν ὀρθότητα. Οὐκ οἶδα εἰ ἐπί σκοποι εἶεν, μηδὲ ἀριθμησαίμην ἐν ἱερεῦσι
col. 935–936page 464 of 534
PG 138:935Χριστοῦ τὸν παρὰ τῶν βεβήλων χειρῶ ἐπὶ κατα λύσει τῆς πίστεως εἰς προστασίαν προβεβλημένον. Αὕτη ἐστὶν ἡ ἐμὴ κρίσις. Ὑμεῖς δὲ, εἴ τινα έχετε μεθ᾿ ἡμῶν μερίδα, τὰ αὐτὰ ἡμῖν φρονήσατε δι λονότι. Εἰ δὲ ἀφ' ἑαυτῶν βουλεύεσθε, τῆς ἰδίας γνώμης ἐστὶν ἕκαστος κύριος. Ημεῖς ἀθῶνι ἀπὸ τοῦ αἵματος τούτου. ΕΠΙΣΤΟΛΗ ΤΑΡΑΣΙΟΥ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΝΕΑΣ ΡΩΜΗΣ, ΠΡΟΣ ΑΔΡΙΑΝΟΝ ΤΟΝ ΠΑΠΠΑΝ ΤΗΣ ΠΡΕΣΒΥΤΕΡΑΣ ΡΩΜΗΣ Περὶ τοῦ μὴ ἐπὶ χρήμασι γίνεσθαι τὰς χειροτονίας. Τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀδελφῷ καὶ συλ λειτουργῷ κυρίῳ Αδριανῷ, πάπᾷ τῆς πρεσβυτέρας Ρώμης, Ταράσιος ἐλέῳ Θεοῦ ἐπίσκοπος Κωνσταντινουπόλεως νέας Ρώμης ἐν κυρίῳ χαίρειν. Πολυμερῶς καὶ πολυτρόπως εὐαγγελικῶς, ἀλλ στολικῶς τε καὶ πατρικῶς διδασκόμεθα, κ. τ. λ. ΒΑΛΣ. Η επιστολή αὕτη κατεσκευάσθη ἀπὸ Γρα φικῶν καὶ κανονικῶν ἀποδείξεων, διαλαμβάνουσα χείρονα των Πνευματομάχων ἁμαρτάνειν τους ποιοῦντας χειροτονίας διὰ χρημάτων, καὶ πωλοῦντας τὴν χάριν τοῦ ἁγίου Πνεύματος. Οἱ μὲν δοῦλον του Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον λέγουσιν, οὗτοι δὲ δοῦλον ἑαυτῶν ποιοῦσι τοῦτο διὰ τὴν πράσιν. Ἐκεῖνα γάρ τις πωλεῖ, τὰ οἰκεῖα. Παρεικάζει δὲ τούτους καὶ τῷ προδότη Ἰούδα, ώς τολμώντας πωλεῖν τὸ ἅγιον Πνεῦμα, τὸ ὁμοούσιον τῷ Χριστῷ καὶ Θεῷ ἡμῶν. Οφείλεις δὲ εἰδέναι ὅτι τὸ Ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ, ἐκ τῆς προφητείας ἐστὶ τοῦ Ἰσαίου· τ), Ο σκοπὲς ἐὰν ἴδη τὴν μορι φαίαν· καὶ τὰ ἐξῆς, τοῦ Ἰεζεκιήλ τον καθαροί

Commentary on the Questions of the Monks and the Responses made to them by the Holy Synod of Constantinople in the time of Patriarch St. NicholasCommentaria in Interrogationes monachorum et Responsiones quae ad eas fact&aelaig; sunt a sancta Synodo CP. tempore S. Nicolai patriarchae

col. 937–938page 465 of 534
Commentaria in Interrogationes monachorum et Responsiones quæ ad eas factæ sunt a sancta S
PG 138:937ἐσμεν ἀπὸ τοῦ αἵματος τῶν παραβαινόντων τὰς κανονικὰς διατάξεις, ἐκ τῶν Πράξεων τῶν ἀπο στόλων, ἤτοι ἐκ τῆς πρὸς τοὺς πρεσβυτέρους τῶν Εφεσίων διαταγῆς τοῦ μεγάλου Παύλου· τὸ, Ὡς τὸν Σίμωνα τὸν Μάγων κατακρίνεσθαι τοὺς διὰ χρημάτων χειροτονουμένους, ἐξελήφθη ἀπὸ τοῦ κθ' ἀποστολικού κανόνος· τὸ Νῦν φησι Κύριος, 'Αλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω, ἀπὸ τῆς ἀρχῆς τῆς πρώτης τῶν Βασιλειῶν· τὸν “Ο οὐκ ἔλαβον οὐδὲ ἔχουσιν, ἀπὸ τῆς πρὸς Κορινθίους πρώτης ἐπιστολῆς· τὸ, Οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, ἀπὸ τῶν Πράξεων τῶν ἀποστόλων τὸ. Δεῖ τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, ἀπὸ τῆς πρὸς Τιμόθεον πρώτης Επιστολῆς· τὸν Ἀκού σωμεν ταῦτα πάντα καὶ ἐνωτισώμεθα, ἀπὸ τῆς πρὸς Εβραίους Επιστολῆς· τὸ, Οὐ φθαρτοῖς, ἀρ γυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθημεν, ἀπὸ τῆς πρώτης καθολικῆς Ἐπιστολῆς Πέτρου· τλ, Επ' ὅρους υψη τοῦ ἀνάβηθι ἐκ τοῦ Ἡσαΐου καὶ τοῦ Ἀπηέ· τὸ, Οἱ ἱερεῖς ὡς φοῖνιξ ἀνθήσουσιν, ἐκ τῆς πρὸς Κο ρινθίους δευτέρας Ἐπιστολῆς· καὶ τὸν Περιειλε Κύριος ἐκ σοῦ τὰ ἀδικήματά σου, ἐκ τοῦ Σοφωνίου. 189-215 ΕΡΩΤΗΣΕΙΣ ΜΟΝΑΧΩΝ ΤΙΝΩΝ ΕΞΩ ΤΗΣ ΠΟΛΕΩΣ ΑΣΚΟΥΜΕΝΩΝ, ΚΑΙ ΑΠΟΚΡΙΣΕΙΣ ΕΠ' ΑΥΤΑΙΣ ΓΕΝΟΜΕΝΑΙ ΠΑΡΑ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ ΕΠΙ ΤΩΝ ΗΜΕΡΩΝ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΝΙΚΟΛΑΟΥ, ΒΑΣΙΛΕΥΟΝΤΟΣ ΤΟΥ ΑΟΙΔΙΜΟΥ ΒΑΣΙΛΕΩΣ ΚΥΡΙΟΥ ΑΛΕΞΙΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ· ΕΦ' ΑΙΣ ΚΑΙ ΕΡΜΗΝΕΙΑΙ ΕΞΕΦΩΝΗΘΗΣΑΝ ΠΑΡΑ ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΒΑΛΣΑΜΩΝ. ΕΡΩΤΗΣΙΣ Α'. Εἰ χρὴ μοναχὸν εἰσιέναι εἰς τὸ ἅγιον θυσιαστήριον; Κωλύει γὰρ τοῦτο ὁ λγ' κανὼν τῆς ἐν τῷ Τρούλλῳ ἁγίας συνόδου, ὃς καὶ οὐ παραχωρεῖ ἐπὶ ἄμβωνος ἀναγινώσκειν ἢ ψάλλειν ἀσφράγιστον τινα ἢ μοναχόν. Ομοίως καὶ ὁ τῆς ἐν Λαοδικεία κανών ιε', καὶ ὁ τῆς ἐν Νικαίᾳ τὸ δεύ τερον κανών ιδ'. ΑΠΟΚΡ. Τὸ μὲν δίχα χειροθεσίας ἐπὶ ἄμβω τος ὡς ἀναγνώστην ποιῆσαι τὸν μοναχὸν τὰς
col. 939–940page 466 of 534
PG 138:939τοῦ ἀναγνώστου υπηρεσίας κεκώλυται· τὸ δὲ εἰς θυσιαστήριον εἰσιέναι χάριν ὑφάψεως κηρίου ἡ κανδήλας τὸν μηδενὶ ἐγκλήματι γενόμενον ἔνοχον οὐκ οἶμαι δεῖν κωλυθῆναι διὰ τὴν τοῦ μοναχικοῦ σχήματος σεμνότητα. ΕΡΜΗΝ. Καλῶς καὶ κατὰ τὴν τῶν θείων καν νων παράδοσιν ἀποκριναμένης τῆς ἁγίας συνόδου πρὸς τὴν ἐρώτησιν, εἶπόν τινες ὡς τὸ μὲν μὴ ἀνα γινώσκειν ἐπ' ἄμβωνος τοὺς μὴ λαβόντας ἀναγνώστου σφραγίδα μοναχοὺς ἀδιάστικτόν ἐστι· τὸ δὲ ἐν χωρηθῆναι πάντα περιβεβλημένον σχῆμα μοναχικὸν εἰσιέναι εἰς τὸ θυσιαστήριον οὐδὲ ἀδιαστίκτω; πι ραληφθήσεται. Ἀλλ᾽ ἐπεὶ ὁ ξθ' κανὼν τῆς ἐν τῷ Τρούλλῳ συνόδου διορίζεται ἄβατον εἶναι τοῖς λαῖ κοῖς τὸ ἅγιον θυσιαστήριον, εἰ μὲν ὁ τοῦ μοναχικοῦ σχήματος καταξιωθεὶς καὶ ἀποκάρσεως ἔτυ χεν, ἀκωλύτως εἰσελεύσεται εἰς τὸ ἅγιον θυσιαστή. ριον· εἰ δὲ διὰ δοκιμασίαν κατὰ τοὺς κανόνας τὰ μοναχικὰ ἐνεδύσατο, & καὶ ἀποτίθεσθαι ἐντὸς τριετίας ἐξεχωρήθη, οὐκ εἰσελεύσεται εἰς τὸ ἅγιον θυσιαστήριον χωρὶς οιασδήποτε ὑποθέσεως, ὡς μηδὲ μετὰ τῶν μοναχῶν συνταττόμενος, ἀλλ᾽ ἔτι ὧν λατ κός. Ἐμοὶ δὲ δοκεῖ ὅτι οὐ δύναταί τις τὰ μοναχικά ὁπωσδήποτε περιβαλλόμενος άμ για ρίψαι καὶ δια παίξαι αὐτά. Οὐ γὰρ μετά μοναχικῶν ἀμφίων ὀφεί λει δοκιμάζεσθαι, ἀλλὰ μετὰ σχήματος λαϊκοῦ· διὸ καὶ πᾶσι τοῖς τὸ ἱερὸν σχῆμα ημφιεσμένοις ἀπο κριμάτιστος ἔσται ἡ εἰς τὸ ἅγιον θυσιαστήριον εἰσ έλευσι;, ὡς μηδὲ δυναμένοις εἰς τόπον ἐλθεῖν λαί Ο κου. Ανάγνωθι καὶ τὰ παρ' ἡμῶν γραφέντα εἰς τὸν ιθ' κανόνα τῆς 5' συνόδου. ΕΡΩΤΗΣΙΣ Β'. Εἰ χρὴ μὲν κλίνειν ἐν Σαββάτῳ γόνυ, ὥσπερ οὐδὲ ἐν Κυριακῇ ἡ ἐν Πεντηκοστῇ; ΑΠΟΚΡ. Ἀπὸ τοῦ κανόνος μὲν οὐ κεκώλυται οἱ πολλοὶ δὲ διὰ τὸ μὴ ἐπακολουθεῖν ἐν Σαββάτῳ νηστείαν οὐδὲ γόνυ κλίνουσιν. ΕΡΜΗΝ. Ἡ προσκυνητέα απόκρισις δι' ὀλίγου πολλὰς ἀντιλογίας ἔλυσεν. Εἶπε γὰρ ὡς, ἐπεὶ παρὰ τῶν ἁγίων Πατέρων οὐκ ἐκωλύθη ῥητῶς τὸ γόνυ κάμ πτειν κατὰ τὰ Σάββατα, ὥσπερ τὸ νηστεύειν χει κώλυται, ὁ γόνυ κάμπτων οὐ λογισθήσεται ταῖς ἐκκλησιαστικαῖς ἐναντιούμενος παραδόσεσι, καὶ μᾶλ λον εἴπερ τοῦτο ποιεῖ διὰ ἄσκησιν. Ὅτι δὲ παρά τῶν ἁγίων Πατέρων ἐξισώθησαν διόλου σχεδόν ταῖς Κυριακαῖς τὰ Σάββατα, καὶ οἱ νηστεύοντες ἐν τούτοις κολάζονται, οὐδὲ ὁ γόνυ μὴ κάμπτων προ κριματισθήσεται· ἐρεῖ γὰρ νομικόν τι παράγγελμα, οὕτω διεξιόν. Οὐ πᾶν τὸ μὴ κεκωλυμένον ἐπιτέτραπται. ΕΡΩΤΗΣΙΣ Γ'. Εἰ χρὴ ἐν τῷ Αυγούστῳ νηστείαν ἐπιτελεῖν; ΑΠΟΚΡ. Ην ἡ νηστεία πρότερον ἐν τῷ και ρῷ τούτῳ, μετετέθη δὲ διὰ τὸ μὴ περιπίπτειν ταῖς κατὰ τὸν καιρὸν τοῦτον γινομέναις εθνι καῖς νηστείαις. Πλὴν καὶ ἔτι πολλοὶ τῶν ἀνθρώπων ταύτην την νηστείαν νηστεύουσιν. ΕΡΜΗΝ. Τὸ περὶ τῆς νηστείας ταύτης εζητήθη ποτὲ ἐνώπιον τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν βασι λέως κατὰ παρουσίαν τοῦ ἁγιωτάτου ἐκείνου πα
col. 941–942page 467 of 534
PG 138:941τριάρχου κυροῦ Λουκᾶ καὶ τῶν παρευρεθέντων ἀρχιερέων. Καὶ τινὲς μὲν εἶπον μὴ ὀφείλειν νηστεύ. ειν ἡμᾶς διὰ τὴν ἐν τῇ ἀποκρίσει δηλουμένην μετάθεσιν Ετεροι δὲ ἀντέθεντο ὡς, ἐπεὶ ἡ ἁγία σύνοδος ἀνενδοιάστως φησὶ νηστείαν μὲν γίνεσθαι το'τερον κατά ταύτας τὰς ἡμέρας, μετατεθῆναι δὲ ταύτην, οὐ δηλούται δὲ ὅπως καὶ ὅπου ἡ μετά (στις γέγονεν, ὀφείλομεν ἐξ ἀνάγκης νηστεύειν. Ο 33 πατριάρχης καὶ οἱ ἀρχιερεῖς ἀπεφήναντο ἀπαραίτητον εἶναι τὴν νηστείαν τοῦ Αὐγούστου μενὸς, καὶ εἰς ἐπισύστασιν τοῦ λόγου αὐτῶν ἐχρῶντο καὶ τῷ τόμῳ τῆς ἑνώσεως, τῷ διαλαμβά νοντι τους τριγάμους τρὶς τοῦ ἔτους μεταλαμβάνειν τῶν θείων ἁγιασμάτων· κατὰ τὸ μέγα Πάσχε δηλαδή, κατὰ τὴν ἑορτὴν Κοιμήσεως τῆς ὑπεραγίας Θεοτόκου, καὶ κατὰ τὴν Γέννησιν τοῦ Κυρίου ἡμῶν " Ἰησοῦ Χριστοῦ, διὰ τὸ ἐν ταύταις προηγείσθαι νησ στείαν, καὶ τὸ ἐκ ταύτης ὄφελος. Αμφιβαλλόντων δὲ καὶ εἰσέτι τότε τινῶν διὰ τὸ μὴ εὑρίσκεσθαι ὁπουδήποτε τὴν ποσότητα τῶν ἡμερῶν τῆ; τοιαύτης νηστείας, εἶπεν ὁ αὐτὸς ἀγιώτατος πατριάρχης ες ῶν ἡμερῶν ταύτης τε καὶ τῆς τελουμένης νησ στείας πρὸ τῆς ἑορτῆς Γεννήσεως τοῦ Χριστοῦ μὴ δηλουμένων ἔκ τινος ἐγγράφου, ἀναγκαζόμεθα ἔπεσθαι τῇ ἀγράφῳ ἐκκλησιαστική παραδόσει, καὶ ὀφείλομεν νηστεύειν ἀπὸ τῆς πρώτης τοῦ Αὐ γούστου μηνός καὶ ἀπὸ τῆς ιδ' τοῦ Νοεμβρίου μηνός. Εἰ δὲ καταλῦσαι διὰ σωματικὴν ἀσθένειαν ἀναγ καζόμεθα, ἐκ προτροπῆς ἐπισκοπικῆς αἱ δηλωθεῖσαι ἡμέραι τῶν νηστειῶν στενοχωρηθήσονται· ὅτι καὶ τοῦτο δέδοκται ἐξ ἀγράφου ἐκκλησιαστικής παρα δήσεως. Καὶ τότε μὲν ἐλαλήθησαν ταῦτα. Ἐγὼ δὲ μετά τοῦτο σκοπήσας ἔθεν καὶ ὅπως παρεδόθησαν αἱ δύο αὗται νηστείαι, ήγουν ἡ τῆς Κοιμήσεως τῆς ἁγίας Θεοτόκου, καὶ ἡ τῆς Γεννήσεως τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν· ἀλλὰ μὴν καὶ ἡ πρὸ τῆς ἑορτῆς τῶν ἁγίων Αποστόλων τελουμένη νηστεία, καὶ ἡ πρὸ τῆς Μεταμορφώσεως νηστεία, καὶ εἰ ἐξ ἀνάγ της ὀφείλομεν κατὰ ταύτας νηστεύειν, καὶ ἐπὶ πό σαις ἡμέραις, λέγω τὴν μὲν νηστείαν τῶν τοιούτων τεσσάρων ἑορτῶν ἀπαραίτητον εἶναι, τὴν δὲ ποσότητα τῶν ἡμερῶν ταύτης μὴ εἶναι εἰς πάντας Ισά ριθμόν· ὅπερ εἰς τὴν μεγάλην ἐστὶ Τεσσαρακοστήν ἀλλὰ πρὸ μὲν ἑπτὰ ἡμερῶν ἑκάστης τῶν τοιούτων ἑορτῶν πάντες οἱ πιστοί, λαϊκοί δηλονότι καὶ μονα χολ, ἀναγκάζονται νηστεύειν κατὰ τὸ ἀπαραίτητον, καὶ εἰ μὴ οὕτω ποιοῦντες ἐκ τῆς κοινωνίας τῶν ὀρθοῦνάξων Χριστιανῶν ἀλλοτριωθήσονται· οἱ δὲ ἀπὸ τῶν κτητορικῶν τοπικῶν συνωθούμενοι μοναχοί νηστεύειν ἐπὶ πλέον, ήγουν ἀπὸ τῆς ἑορτῆς τῶν Αγίων πάντων, καὶ ἀπὸ τῆς ιδ' τοῦ Νοεμβρίου μηνός, καὶ ἄκοντε; ἀναγκασθήσονται τοῖς κτητορι κοἶ; αὐτῶν τοπικοῖς ἀκολουθεῖν, ὅτι τοῦτο κανονικὸν καὶ σωτηριωδες ἐστιν, ὥσπερ καὶ οἱ λαϊκοὶ οὕτως Εκοντί νηστεύοντες Εὐχαριστίας ἀξιωθήσονται: Ἐπεὶ δὲ τὰς αἰτίας τούτων πάντων γραφικοίς Ααίοις δόγ μασι καὶ διδάγματι εὐδοκοῦντος Θεού και η σφαλισά μεθα, καὶ δι' ἐπιστολῆς παρέστησάμεθα γραφείσης πρὸς τὸν ἐν τῷ βουνῷ τοῦ ἁγίου Αυξεντίου εγκλει
col. 943–944page 468 of 534
PG 138:943στότατον τιμιώτατον μοναχών κυρὸν Θεοδόσιον τὸν Σαρπειώτην, ἀνάγνωθι καὶ ταύτην. Ενταύθα γερ ὡς πολύστιχος οὐ κατεστρώθη· ἡ αὐτὴ δὲ ἐπιστολὴ ἐγράφη ἀπαραλλάκτως καὶ πρὸς τοὺς ἐν τῷ θρόνῳ τῆς μεγάλης Αντιοχείας κληρικούς καὶ λοιπούς. ΕΡΩΤΗΣΙΣ Δ'. Εἰ δεῖ τὸν δαιμονιζόμενον μεταλαμβάνειν τῶν ἁγιασμάτων· ὁ μὲν γὰρ ἅγιος Τιμόθεος εἰς τὰς πρὸς αὐτὸν ἐρωτήσεις εἶπεν ἄλλως, καὶ οἱ ἅγιοι ἀπόστολοι ἄλλως, καὶ οἱ μεταγενέστεροι άλλως. ΑΠΟΚΡ. Εἰ ἀπὸ μέλανος ἐνοχλεῖται χυμοῦ τις, ὡς δαιμονᾷν δοκεῖν, οὐ κωλυθήσεται· εἰ δὲ τῇ ἀληθείᾳ δαιμονῶν ἐστιν, ἥκιστα τῶν ἁγια σμάτων ἀξιωθήσεται· ὅτι οὐδὲ κοινωνία φωτί πρὸς σκότος. ΕΡΜΙΝ. Εμοι δοκεῖ καὶ τῷ ἐκ διαλείμματος δαιμονῶντι παρὰ τοῦ ἁγίου Τιμοθέου εκχωρηθήναι τὴν τῶν θείων ἁγιασμάτων μετάληψιν καθ' δν νήσει πάντως καιρόν· καὶ μᾶλλον ἐὰν κατὰ τὴν μανίαν οὐ βλασφημεῖ κατὰ τῶν ἁγίων. Ὥσπερ γὰρ ὁ ἀπὸ χυμού μελαγχολικωτέρου όχλούμενος, ἐὰν οὐκ οἶδε τὴν χάριν τῶν ἁγιασμάτων, ἐπὶ πλέον καὶ βλασφημεῖ, οὐ παραχωρηθήσεται μεταλαβεῖν, ἵνα μὴ ἐντεῦθεν παρυδρίζωνται τὰ θεῖα· οὕτω καὶ ὁ ἐκ διαλείμματος μαινόμενος, ἐὰν ἄξιός ἐστι, καὶ οὐ δὲ βλασφημεῖ κατὰ τὸν τῆς μανίας καιρὸν τῶν θείων μυστηρίων, οὐκ ἐμποδισθήσεται αὐτῶν μετ τασχεῖν, καθ' εν νήφει καιρόν. Κατὰ δὲ τὰς τε λευταίας αναπνοές οίομαι πάντας ὀφείλειν ἀξιοῦσθαι τοῦ θείου καὶ ἁγίου ἐφοδίου· ὅτι καὶ ὁ ἅγιος Τιμόθεος βαπτίζεσθαι τούτους τηνικαῦτα διορίζεται, μή προβαπτισθέντας. ΕΡΩΤΗΣΙΣ Ε'. Βὶ δεῖ τὰ προσφερόμενα ἐν τῇ Ἐκκλησίᾳ, οἷον προσφοράς, καὶ νάματα, ἀδιαφόρως ἐσθίειν τὸν Ιερέα, καὶ ὡς βούλεται· καὶ εἰ ὡς ἄρτον κοινόν ὀφείλει ταῦτα ἐσθίειν καὶ εἰ πολλὰ τοιαῦτα συναχθείη, εἰ δεῖ ταῦτα ποιεῖν; ΑΠΟΚΡ. Τὰ μὲν τῆς ὑψωθείσης κλάσματα οὐχί· ἀλλ' ἐν τῇ ἐκκλησίᾳ μόνῃ ἐσθίειν, ἔστ' ἂν ἅπαντα δαπανήσωσι· τὰ δὲ περιττὰ τῶν ἄλλων μή μετά γάλακτος, καὶ τυροῦ, καὶ ὡῶν, καὶ ἰχθύων, ἀλλ' ἀποτεταγμένως, καὶ ἰδιαζόντως. ΕΡΜΗΝ. 'Ακολούθως τῷ ζ' κανόνι Θεοφίλου ἐπι σκόπου Αλεξανδρείας, τῷ κειμένῳ εἰς τὸν προ σφωνηματικὸν λόγον αὐτοῦ τὸν εἰς τὰ ἅγια Θεοφάνεια, καὶ διοριζομένῳ ταῦτα ῥητῶς, Τα προσφερόμενα εἰ; λόγον θυσίας μετὰ τὰ ἀναλισκόμενα εἰς τὴν τῶν ἁγίων χρείαν οἱ κληρικοὶ διανεμέσθωσαν, καὶ μήτε κατηχούμενος ἐκ τούτων ἐσθιέτω, ἢ πινέτω, ἀλλὰ μᾶλλον οι κληρικοὶ καὶ οἱ σὺν αὐτοῖς πιστοὶ ἀδελ φοί, ἀπεκρίνατο ἡ ἁγία σύνοδος. Πλην ὁ μὲν κανών οὐ διεστείλατό τι χάριν τῶν περιττευόντων κλασμάτ των ἀπὸ τοῦ ὑψωθέντος ἁγίου ἄρτου, καὶ τῶν λοι πῶν, οὐδ' ὅπως τούτοις δεῖ χρῆσθαι παρεκελεύσατο Ἡ δὲ ἀπόκρισις διεῖλεν εἰς δύο τὴν τούτων δαπό νην. Περὶ μέντοι τοῦ προσφερομένου οίνου ἡ μὲν ἁγία σύνοδος οὐδέν τι ἀπελογίσατο· ὁ δὲ Θεόφιλος καὶ τοῦτον παρομοίως τοῖς ἄρτοις δαπανᾶσθαι δια
col. 945–946page 469 of 534
PG 138:945ρίσατο· καὶ ὡς νομίζω, καλῶς· οὐδὲ γὰρ ὑψοῦται ὁ οἶνος, ἀλλὰ μόνον ἁγιάζεται. Ανάγνωθι τῶν ἁγίων ἀποστόλων κανόνα οβ' καὶ τῆς ἐν Αγ κύρᾳ συνόδου κανόνα ζ' καὶ η'. Σημείωσαι δὲ τὰ ἐν τῇ παρούσῃ ἀποκρίσει περιεχόμενα, καὶ θρήνησον, τῶς καταφρονεῖτα: σχεδὸν ἀπὸ πάντων τῶν ἱερέων ή δαπάνη των μὴ ὑψωμένων προσφορων ὅτι πλείους γὰρ καὶ μετὰ κρεάτων ἐσθίουσιν αὐτὰ;, καὶ ἀλλοτρόπως κοινοποιοῦσιν. ΕΡΩΤΗΣΙΣ Γ'. Εἰ οπουδήποτε ἀποκαρεις μοναχός τις βλά πτεται κατά τι συμβαν ψυχικῶς, καὶ βουλόμενος ὑποχωρῆσαι δεσμηθῇ παρὰ τοῦ οἰκείου προ εστώτος, τί ποιήσει; τῆς βλάβης καταφρονήσει, ἢ τοῦ δεσμοῦ; ΑΠΟΚΡ. Χρὴ τοῦτον λέγειν τῷ προεστῶτι δι' δ βλάπτεται· καὶ εἰ ἔστι προφανής κίνδυνος ἐκ τούτου, ὑποχωρεῖν ἐκεῖθεν, καὶ μὴ τοῦ δε σμοῦ φροντίζειν. ΕΡΜΗΝ. Ο τρίτος κανὼν τῆς ἐν τῷ ναῷ τῶν 'Αγίων Αποστόλων συστάσης πρώτης καὶ τῆς δευ τέρας συνόδου ἀφορίζεσθαι διορίζεται τὸν καθηγούμενον, μὴ ἀναζητοῦντα μετὰ ἐπιμελείας τὸν ἀποδιδράσκοντα μοναχὸν αὐτοῦ· καὶ ὁ δ' κανὼν τῆς αὐτῆς συνόδου ἀφορίζει τὸν χωρὶς εὐλόγου αίτιας μετα πίπτοντα μοναχὸν, καὶ τὸν δεχόμενον αὐτόν. "Οθεν καὶ ἡ ἁγία σύνοδος ἀπελογήσατο μὴ ἀπεριμερίμνως, καὶ κατὰ τὸ δόξαν σκάνδαλον ἑνὶ ἑκάστῳ τῶν με ναχῶν, ὑποχωρεῖν ἐξ ἧς ἀπεχάρη μονῆς, ἀλλὰ ἀνα διδάσκειν τοῦτο τὸν καθηγούμενον, καὶ εἰ μὴ τύχοι διορθώσεως, ὑποχωρεῖν ἀπὸ τῆς μονῆς, καὶ μὴ ἐπιστρέφεσθαι τοῦ ἡγεμονικοῦ δεσμοῦ. Ἐκλαβοῦ δὲ τὸ μὴ ἐπιστρέφεσθαι αὐτὴν τοῦ δεσμοῦ εἰς τὸ μὴ ὑποπτεύειν κίνδυνον ἐκ τοῦ ὑποχωρῆσαι πρὶ τοῦ λυθῆναι τὸν δεσμόν· μὴ μέντοι γε καὶ εἰς τὸ γε νέσθαι αὐτόλυπον· ἀναγκασθήσεται γὰρ προσελθεῖν τῷ κατὰ χώραν ἐπισκόπῳ, καὶ λυθῆναι τοῦ δεσμοῦ ἢ κατὰ παρουσίαν τοῦ ἐπαγαγόντος αὐτὸν, ἢ καὶ ἐκείνου δίχα, μετὰ τὴν μετάκλησιν μή παρουσιάσαντος. ΕΡΩΤΗΣΙΣ Ζ'. Ηγούμενος τελευτῶν κατέλιπεν ἕτερον ἀνθ' ἑαυτοῦ, δεσμήσας αὐτὸν μὴ ὑποχωρῆσαι. Αλλ' ὲ τοιοῦτος καταγνοὺς ἑαυτοῦ ἀσθένειαν ὑπε χώρησε. Τί γοῦν χρὴ ποιῆσαι περὶ τοῦ δεσμοῦ; ΑΠΟΚΡ. "Αλογος ή δεσμὸς, καὶ διὰ τοῦτο ἀνίσχυρος· καὶ ὁ δεσμηθεὶς ἀπολυθήσεται ἀρχιερεῖ προσελθὼν, καὶ τὰ καθ' ἑαυτὸν ἀπαγ γείλας. ΕΡΜΗΝ. Ο λβ' κανὼν τῶν ἁγίων ἀποστόλων φησὶ τὴν ἀφορισθέντα παρ' ἐπισκόπου μὴ δέχεσθαι παρ' ἑτέρου ἀλλ᾽ ἢ παρὰ τοῦ ἀφορίσαντος αὐτὸν, εἰ μὴ κατὰ συγκυρίαν τελευτήσει ὁ ἀφορίσας τοῦ τον. Κατὰ γοῦν τὴν τούτου περίληψιν ἀπελογήσατο ἡ ἁγία σύνοδος τὸν ἀνεύλογον δεσμὸν τοῦ τελευτήσαντος καθηγουμένου λύεσθαι παρὰ ἀρχιερέως πάντως τοῦ κατὰ χώραν. Οὐ γὰρ ἐνεδόθη ἑτέρα; ἐνορίας ἀρχιερεῖ λύειν δεσμὸν καθηγουμένου, μὴ ὑποκειμένου αὐτῷ. Καὶ ὁ μὲν παράλογος ἀφορ σμός
col. 947–948page 470 of 534
PG 138:947οὕτω λυθήσεται. Περὶ δὲ τοῦ ἐπιτιμηθέντος διὰ ο ο ἀδύν: τον, ἢ καὶ προφανώς παράνομον καὶ ἀκεν στην αιτίαν, σκοπητέον. Καὶ ζήτει θέμα ε' τον ε' κεφ. τοῦ πρώτου τίτλου τοῦ τα' βιβλ. τῶν Βαπ. λικών. ΕΡΩΤΗΣΙΣ Η'. Εἰ χρὴ τὸν ἐπὶ ἐγκλήματι καθαιρεθέντα ιερέα ἢ ἑκουσίως τὴν ἱερωσύνην καταλείψαντα, και ταγνόντα ἑαυτοῦ προλέγειν τό, «Εὐλογητὸς ἐ Θεὸς,» καὶ τὸ, «Ο Θεὸς οἰκτηρήσαι ἡμᾶς, τ καὶ τύ, ο Χριστός ἀληθινός Θεός, ν ή θυμιάν μετὰ θυμιατοῦ, ἡ μεταλαμβάνειν ἔνδιν τοῦ Ου σιαστηρίου. ΑΠΟΚΡ. Οὐχ· εἰς γὰρ τὸν τῶν λαϊκῶν τόπον καταχθήσεται. ΕΡΜΗΝ. Ο «' κανὼν τοῦ ἁγίου Βασιλείου των εθε μετογαμήσαντα ἱερέα ἐν ἀγνοίς μόνης καθέδρας δια τὴν ἄγνοιαν ἀξιοῦσθαι φησὶν, εὐλογεῖν δὲ ἑτέρους εί παραχωρεί. Ο θ' κανὼν τῆς ἐν Νεοκαισαρεία συν όδου φησὶ ταῦτα ῥητῶς· Πρεσβύτερος ἐάν προς μαρτηκώς σώματι προαχθῇ, καὶ ὁμολογήσῃ ὅτι ἥμαρτε πρὸ τῆς χειροτονίας, μὴ προσφερεται, μένων ἐν τοῖς λοιποῖς διὰ τὴν ἄλλην σπουδήν. Καὶ ἡ οθ' Νεαρά τοῦ βασιλέως κυρού Λέοντος τοῦ Φιλοσόφου διορίζεται τὸν μετά την χειροτονίαν συναπτόμενον γυναικὶ καθαιρείσθαι μὲν, του σχήματος δὲ τῶν κληρικῶν καὶ τῆς ἄλλης της ἐν ταῖς ἐκκλησίαις ὑπηρεσίας, ἧς ἐφάπτεσθαι εὐχ ἀθέμιτον, μὴ παντάπασι τὴν ἀλλοτρίωσιν κα:2 Ο δικάζεσθαι. Δοκεῖ οὖν μοι ταύτα συμβιβάζεσθαι κατὰ τὴν διαφορὰν τῆς ἐκκλησιαστικῆς ἐνεργείας. Καὶ οἱ οὕτω μὴ ἐνεργοῦντες τῶν μὲν ἀνηκόντων τοῖς ἱερεῦσι διὰ τῆς εἰς τὸ ἅγιον θυσιαστήριον είσε λεύσεως στερηθήσονται, τῶν δὲ ἀντχουσῶν ἐνερ γειῶν τοῖς ἔξω τοῦ βήματος οὖσι κληρικοῖς οὐ στε ρηθήσονται. ΕΡΩΤΗΣΙΣ Θ. *Οπερ λέγει ὁ ἅγιος Βασίλειος ἐν τοῖς μικροῖς ἐπιτιμίοις, Εστω ἀπὸ εὐλογίας κατὰ τὴν ἀνα λογίαν τοῦ σφάλματος, τί ἐστι; ΑΠΟΚΡ. Τὸ ἀποστερηθῆναι τινα τῆς διδομένης εὐλογίας ἐν τῇ ᾿Εκκλησίᾳ. ΕΡΜΗΝ. Εκκλησιαστικαὶ εὐλογία: εἰσὶ πάντα Ο τὰ παρὰ τῶν ἐπισκόπων καὶ τῶν ἱερέων ἐπ᾿ εὐλο γίας γινόμενα, ή διδόμενα εἰς εὐχὴν καὶ στηριγμὸν τοῦ πιστοῦ λαοῦ. Εκαστος γοῦν κατὰ ἀναλογίαν τοῦ οἰκείου σφάλματος στερηθείη τῆς ἐκκλησιαστικῆς εὐλογίας. ΕΡΩΤΗΣΙΣ Ι. Τοὺς κεκωλυμένους ἀπὸ τῆς ἁγίας δωρεᾶς εἰ χρὴ ἐσθίειν ὑψωμένας προσφοράς; ΑΠΟΚΡ. Ευρίσκομεν ἐν τῷ Βιῷ τοῦ ἁγίου Θεο δώρου τους τοιούτους κεκωλυμένους. ΕΡΩΤΗΣΙΣ ΙΑ'. Εἰ χρὴ κατὰ τὸ κανονικὸν τοῦ Νηστευτοῦ κατα νίζειν τινάς; ΑΠΟΚΡ. Τὸ τοιοῦτον κανονικὸν πολλῇ συγκα
col. 949–950page 471 of 534
PG 138:949ταβάσει χρησάμενον πολλοὺς ἀπώλεσε· διὸ οἱ ἐν γνώσει τοῦ καλοῦ ὄντες καὶ ἐκ τούτου σφαλ λόμενοι επανορθωθήσονται. ΕΡΜΗΝ. Α' δύο ἀποκρίσεις αὗται σαφεῖς εἰσι. Βλέπομεν δὲ ὅτι οἱ πλείους τῶν δεχομένων λογιο σμοὺς ἀνθρώπων μετὰ τοῦ τοιούτου κανονικού κανο νίζουσι· ζήτει οὖν κατὰ τὴν παροῦσαν σωτήριον γενέσθαι ἀπόκρισιν. Τὸ μέντοι μὴ λαμβάνειν κλά σμα ὑψωμένου ἄρτου τοὺς μεταλαμβάνειν κωλυθέντας θείων ἁγιασμάτων πραγματικῶς γινόμενον βλέ πομεν. Νομίζω δὲ ὅτι αἱ γυναῖκες, κἂν κωλυθῶσι τῆς μεταλήψεως τῶν ἁγιασμάτων, οὐκ ἐμποδισθής σονται λαμβάνειν κλάσμα ὑψωμένου ἄρτου· διότι ἐν διαφόροις κανόσι φησὶν ὁ ἅγιος Βασίλειος τὰς Ολισθησάσας γυναῖκας καὶ διὰ τοῦτο ἐπιτιμίῳ ἀκοινωνησίας ἐκκλησιαστικῷ καθυποβληθείσας τῆς μὲν ἁγίας μεταλήψεως ἀπαλλοτριοῦσθαι, τῆς δὲ ἐκκλησιαστικῆς συνάξεως μὴ ἀποξενοῦσθαι, ὥσπερ τοὺς ἄνδρας, ἵνα μὴ γένωνται ἐν ὑπολήψει οὐκ ἀγαθῇ καὶ παρὰ τοῦτο θριαμβευθῶσιν. Εἰ γοῦν οὐ δοθείη αὐτ ταῖς ἐκκλησιαζούσαις κλάσμα άρτου ὑψωθέντος, διαγνωσθείη ἑτοίμως τὸ κακὸν, δι' ὃ οὐκ ἀξιοῦνται τῆς ἁγίας μεταλήψεως· ὅπερ οὐ βούλεται δ Άγιος.

Canonical Questions of St. Mark, Patriarch of Alexandria, and Responses by Theodore BalsamonInterrogationes canonicae S. patriarchae Alexandriae D. Marci et Responsa ad eas Theodori Balsamonis

col. 951–952page 472 of 534
Interrogationes canonicæ S. patriarchæ Alexandriæ D. Marci et Responsa ad eas Theodori Bal
PG 138:951ΕΡΩΤΗΣΕΙΣ ΚΑΝΟΝΙΚΑΙ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΚΥΡΙΟΥ ΜΑΡΚΟΥ, ΚΑΙ ΑΠΟΚΡΙΣΕΙΣ ΕΠ' ΑΥΤΑΙΣ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΑΝΤΙΟΧΕΙΑΣ, ΚΥΡΙΟΥ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΒΑΛΣΑΜΩΝ. σε θανάτου. Ὁ μὲν θεόπτης καὶ προφήτης Μωσής, Ερώτησον, φησί, τὸν πατέρα σου, καὶ ἀναγγελεί σοι· τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι. Ὁ δὲ ἀγιώτατος πατριάρχης Αλεξανδρείας, ἀγαπητὸς ἀδελφὸς καὶ συλλειτουργὸς τῆς ἡμῶν μετριότητος, κύριος Μάρ κος, Πατήρ Πατέρων ὑπάρχων, τῇ χάριτι τοῦ Θεοῦ, καὶ πρεσβυτέρων πρεσβύτερος, κἀντεῦθεν μηδὲ ψάλλονταν όμων αὐτῷ ταύτην την προφητικήν καλλιέπειαν, ἐφ' οἷς ἐζυγομαχεῖτο πολλοῖς ἐκκλησιαστικοῖς ἐρωτήμασιν, ἕτερον ἐκ τῆς αὐτῆς κινύρας τοῦ πνεύματος ανεδέξατο θεσπιώδημα, λέγον Ιδου δὴ τί καλὸν ἢ τί τερπνόν ἐστιν, ἀλλ᾽ ἢ τὸ συμφρονεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Δι, καθά τι ψαλτήριον ὄργανον μουσικῆς ἐπιμελείας δεόμενον, ἐκθέμενος ερώτησιν ἔγγραφον, ενεχείρισε ταύτην τῇ ἡμῶν μετριότητι· καὶ ἐζήτησε τὰ ἐν αὐτῇ περιεχόμενα κανονικά προβλήματα καὶ ζητήματα λαληθῆναι ἐπὶ κοινοῦ καὶ ἀδελφικῆς ἀποκρίσεως καλλιγραφηθῆναι τοῦτο κωδίκιον. Τὸ γοῦν παρὰ τῆς ἁγιωσύνης αὐτοῦ συντεθὲν γράμμα διαλαμβάνει ταῦτα ῥητῶς. Ἐν ὀνόματι τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Ερωτήματα ἅπερ χρήζουσιν οἱ Χριστιανοὶ οἱ κατοικοῦντες ἐν τῇ χώρᾳ τῶν Σαρα κηνῶν, καὶ ἐν ταῖς ἐξουσίαις αὐτῶν· ἐρωτηθέντα παρὰ Μάρκου τοῦ ἐλαχίστου ἐν τοῖς πατριάρχαις ᾿Αλεξανδρείας, ἐν ἡμέραις τῆς βασιλείας τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως ἡμῶν κυρίου Ισαακίου τοῦ 'Αγγέλου, καὶ ἐπὶ τοῦ ἁγιωτάτου καὶ μι.
col. 953–954page 473 of 534
PG 138:953οἰκουμενικοῦ πατριάρχου κυρίου Γεωργίου. ἂν τὰ ἔτη αὐξανεῖ ὁ Θεὸς εἰς μακρότητα ἡμερῶν. Μηνὶ Φεβρουαρίῳ ἐπινεμήσεως ιγʹ, καὶ ἐτῶν μετὰ τὴν σάρκωσιν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, Ασγ'. Ερώτησις. Αἱ περὶ τὰ μέρη τῆς ᾿Αλεξανδρείας καὶ τῶν Ἱεροσολύμων ἀναγινωσκόμεναι λειτουργίαι, καὶ λεγόμεναι συγγραφῆναι παρὰ τῶν ἁγίων ἀπο στόλων, Ἰακώβου τοῦ ἀδελφοθέου, καὶ Μάρκου, δεκταί εἰσι τῇ ἁγίᾳ καὶ καθολικῇ Ἐκκλησίᾳ, ἢ οὐ; Απ. Ο μέγας ἀπόστολος Παῦλος, ὁ τῶν ἁγίων Ἐκκλησιῶν τοῦ Θεοῦ ῥήτωρ καὶ διδάσκαλος, Κορινθίοις ἐπιστέλλων, φησίν· 'Αδελφοί, παρακαλῶ ὑμᾶς διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσ σματα· ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῖ, καὶ ἐν τῇ αὐτῇ γνώμῃ. Φαμὲν τοίνυν, ὡς οὔτε ἀπὸ θείας Γραφῆς, οὔτε ἀπὸ κανόνος ἐκφωνηθέντος συνοδικῶς ἀνεδιδάχθημεν, ἱεροτελεστίαν ὑπὸ τοῦ ἁγίου ἀποστό του Μάρκου παραδοθήναι μόνος δὲ ὁ λβ' κανὼν τῆς ἐν τῷ Τρούλλῳ τοῦ μεγάλου παλατίου συστάσης ἁγίας καὶ οἰκουμενικῆς συνόδου, φησὶν ὑπὸ τοῦ ἁγίου Ἰακώβου τοῦ ἀδελφοθέου μυστικὴν ἱερουργίαν συντεθῆναι. Ο μέντοι πε κανὼν τῶν ἁγίων καὶ παν ευφήμων ἀποστόλων, καὶ ὁ νθ' κανὼν τῆς ἐν Λαοδικείᾳ συνόδου, ἀπαριθμούμενοι τὰ ὀφείλοντα παρ' ἡμῖν πολιτεύεσθαι βιβλία τῆς Παλαιᾶς Διαθήκης καὶ τῆς Καινῆς, καὶ αὐτὰ δὴ τὰ ἀποστολικά, ἱερουργίας τοῦ ἁγίου Ἰακώβου ἢ τοῦ ἁγίου Μάρκου μνείαν ὅλως οὐ ποιοῦνται. Ἀλλὰ καὶ ἡ καθολική Ἐκκλησία τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ θρόνου τῆς Κωνσταντινουπόλεως οὐδ᾽ ὅλως ταύτας ἐπιγινώσκει. Ψηφιζόμεθα οὖν μὴ εἶναι δεκτὰς αὐτάς. Καν γὰρ ἐγένοντο, παντελοῦς ἀπραξίας κατεψηφίσθησαν, ὡς καὶ ἄλλα πολλά. Καὶ δῆλόν ἐστιν ἀπὸ τοῦ πε' κανόνος τῶν ἁγίων καὶ πανευφήμων ἀποστόλων, καὶ τοῦ β' κανόνος τῆς ἐν τῷ Τρούλλῳ τοῦ μεγάλου παλατίου συστάσης ἁγίας καὶ οἰκουμενικῆς συνόδου. Ο μὲν γὰρ, ὁ ἀποστολικός δηλαδή, διορίζεται τὰς τοῦ Κλήμεντος δύο επιστολάς, καὶ τὰς διαταγὰς τῶν ὀκτὼ βιβλίων αὐτοῦ ἀναγινώσκεσθαι μὲν, μὴ δημοσιεύεσθαι δὲ, διὰ τὰ ἐν αὐταῖς μυστικά· ὁ δὲ θέλει ταύτας μηδὲ ἀναγινώσκεσθαι, διὰ τὸ παρεντεθῆναι αὐταῖς παρὰ ἑτεροδόξων πολλά τινα νόθα, καὶ τῆς εὐσεβείας ἀλλότρια. Διά τοι τοῦτο καὶ ὀφείλουσι πᾶσαι αἱ Εκκλησίαι τοῦ Θεοῦ ἀκολουθεῖν τῷ ἔθει τῆς νέας Ῥώμης, ἤτοι τῆς Κωνσταντινουπόλεως· καὶ ἱερουργεῖν κατὰ τὰς παραδόσεις τῶν μεγάλων διδασκάλων καὶ φωστήρων τῆς εὐσεβείας, τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου καὶ τοῦ ἁγίου Βασιλείου. Φησὶ γὰρ τὸ μα' κεφάλαιον τοῦ α' τίτλου τοῦ β' βιβλίου τῶν Βασιλικῶν· Περὶ ὧν ἔγγραφος οὐ κεῖται νόμος, παραφυλάττειν δεῖ τὸ ἔθος, ᾧ ἡ Ῥώμη κέχρηται. 'Ερώτησις β. Βιβλία διάφορα εὑρίσκονται εἰς τὰς ἀνατολικὸς καὶ νοτίους χώρας· καὶ τὰ μὲν ονομάζονται Διδασκαλίαι τῶν ἁγίων ἀποστόλων, τὰ δὲ, Οράσεις τοῦ ἁγίου Παύλου. Ἐρωτῶ οὖν εἰ ὀφεί λομεν ἀναγινώσκειν αὐτά;
col. 955–956page 474 of 534
PG 138:955ο Απ. Τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν Εὐαγγελίοι; εἰπόντος· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, Ὅτι ἐγώ εἰμε, καὶ ὁ καιρὸς ἤγγικε ψηφιζόμεθα καὶ ἡμεῖς, ὅτι ἀποστολικές διδασκαλίας, καὶ δράσεις, καὶ διδάξεις ἡ τοῦ Θεοῦ Ἐκκλησία για νώσκει καὶ ὁμολογεῖ τὰ ἐν τῷ πε' ἀποστολικῷ κανόνι δηλούμενα βιβλία, καὶ πιστευόμενα εἶναι τῶν θεσ κηρύκων φωνάς· ἕτερον δέ τι παρὰ ταῦτα οὐκ οἶδεν ἀποστολικὴν σύγγραμμα. Παρατηρητέον οὖν ἀπο στρέφεσθαι τὰ πεπλασμένα παρὰ τῶν αἱρετικῶν σχεδιάσματα. Αψινθίου γὰρ πικρότερα εἰσι, καν μελιτοῦτταν διὰ τῆς ἐπιγραφῆς τῶν ὀνομάτων τῶν ἁγίων ἀποστόλων ὑποκρίνωνται. Ερώτησις γ'. Τὰ ἐξήκοντα κεφάλαια τῶν Βασι λικῶν οὐ διεδόθησαν εἰς τὰς χώρας ἡμῶν· διὰ τοῦτο νυχτοβατοῦμεν ὅσον τὸ εἰς αὐτά. Ζητοῦμεν οὖν μα θεῖν, εἰ ἐντεῦθεν κατακρινόμεθα. Απ. Οσα ὁ νόμος λαλεῖ, τοῖς ἐν τῷ νόμῳ λέγει, κατὰ τὸν μέγαν Απόστολον. Οι γοῦν αὐλοῦντες βίον ὀρθόδοξον, κἂν ἐξ ἀνατολῶν ὦσι, κἂν ἐξ ᾿Αλεξανδρέων, κἂν ἑτέρωθεν, 'Ρωμαίοι λέγονται, καὶ κατὰ νόμους ἀναγκάζονται πολιτεύεσθαι· τῷ νόμῳ δὲ τῷ φάσκοντι, Οὐ δεῖ 'Ρωμαῖον ἄνδρα νόμον ἀγνοεῖν, οὐ συσφίγγονται. Μόνοι γὰρ οἱ κατοικοῦντες τὴν Ῥώ μην, τὴν βασιλίδα δηλονότι τῶν πόλεων, την κατ 1 σφαλισμένην ὁμοίοις πυργώμασι, καὶ πολλοὺς πλου τοῦσαν νομομαθεῖς, ταῖς ἐκ τούτων σιδηροπέδαις κατέχονται. Διὸ οὗτοι μὲν ἀγνοῆσαι νόμον διενιστάμενοι, οὐ συγγινώσκονται· κἂν χειρωνάκται, και ἀγύρται τινὲς ὦσι, καὶ γραμμάτων ἀνήκεοι· ὡς δυ νάμενοι τὰ τῶν νόμων μαθεῖν ἀπὸ τῶν συγκατοίκων αὐτῶν. Οἱ δὲ ἔξω τῆς Ῥώμης διάγοντες, ἀγρόται δηλονότι, καὶ λοιποί, πολλῷ δὲ πλέον 'Αλεξανδρείς, νόμον πολιτικὸν ἀγνοήσαντες συγγινώσκονται. Καλόν γοῦν ἐστι καὶ τούτους ερωτᾷν, καὶ μανθάνειν τὰ νομικά παραγγέλματα· εἰ δὲ δυσχερές ἐστι, συγγνώμης ἀξιωθήσονται. Ερώτησις δ'. Ακίνδυνόν ἐστι τοῖς ἱερωμένοις, καὶ μέντοι καὶ τοῖς λαϊκοῖς, ἐπὶ τόκῳ δανείζειν, ἢ μᾶλλον ολέθριον; Απ. Ὁ μὲν Μωσαϊκός νόμος, Οὐκ ἐκτοκιεῖς, φησί, τὸ ἀργύριόν σου τῷ ἀδελφῷ σου· ὁ δὲ πολι τικὸς ἐπιγινώσκει τόκους εκατοστιαίους, καὶ ἀπὸ τρίτης εκατοστής. Διορίζεται γὰρ τοὺς συγκλητικοὺς λαμβάνειν τόκους ἀπὸ τρίτης ἑκατοστῆς· ήγουν ἐφ' ἑκάστῃ λίτρᾳ νομίσματα δ'. Τοὺς κοινολαΐτας πραγματευτὰς, καὶ λοιποὺς, ἡμιεκατοστιαίους· ήγουν ἐφ' ἑκάστῃ λίτρα νομίσματα ς'. Τοὺς δὲ διδόντας διαπόντιον δάνειον, ὑπὲρ ἑκάστης λίτρας νομίσματα ιβ'. Οπως δὲ καλοῦνται οἱ τόκοι ἑκατοστιαῖοι, τῆς λίτρας μὴ συμποσουμένης εἰς νομίσματα ρ', ἀλλ' εἰς οβ', καιρὸς οὐκ ἔστι λέγειν· ἵνα μὴ ἔργον τὸ πάρ εργον γένηται. Καὶ ταῦτα μὲν περὶ λαϊκῶν. Τοὺς ἱερωμένους δὲ τοκίζειν παντελῶς ἀπηγόρευται, Φησί
col. 957–958page 475 of 534
PG 138:957γαρ 5 μδ' κανὼν τῶν ἁγίων ἀποστόλων ταῦτα ῥητῶ; Επίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος τόχους ἀπαι τῶν τοὺς δανειζομένους, ἢ παυσάσθω, ή καθαιρείσθω. Καὶ ὁ ιζ' κανὼν τῆς ἁγίας καὶ οἰκουμενικῆς α' συν βου ταῦτα διέξεισιν· Ἐπειδὴ πολλοὶ ἐν τῷ κανόνι ἐξεταζόμενοι, τὴν πλεονεξίαν καὶ τὸ αἰσχροκερδές διώκοντες, ἐπελάθοντο τοῦ θείου Γράμματος, λέγοντος. Τ' ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκι· καὶ δανείζοντες εκατοντὰς ἀπαιτοῦσιν, ἐδικαίωσεν ἡ ἁγία καὶ μεγάλη σύνοδος, ὡς εἴ τις εὑρεθείη μετά τὸν ὅρον τοῦτον τόκους λαμβάνων ἐκ μεταχειρήσεω:, ἢ ἄλλως ἐπερχόμενος τὸ πρᾶγμα, ή ημιολίας άπαι τῶν, ἡ ἕτερόν τι ἐπινοῶν αἰσχροκερδείας ἕνεκα, καθαιρεθήσεται τοῦ κλήρου, καὶ ἀλλότριος τοῦ κα νόνος ἔσται. Τὰ αὐτά φησι καὶ ὁ δ' κανὼν τῆς ἐν Λαοδικεία συνόδου, καὶ ἕτερος. Ερώτησις 8. ᾿Ακίνδυνόν ἐστιν ἱερατεύειν έρθο δόξους, Σύρους, καὶ ἐξ ᾿Αρμενίων, ἀλλὰ μὴν καὶ ἐξ ἑτέρων χωρῶν τινὰς πιστούς, κατὰ τὴν οἰκείαν διά λεκτον· ἡ παντοίως ἀναγκάζονται μετὰ Ἑλληνίδος ιερατεύειν γραφῆς; Απόκρισις. Ο μέγας ἀπίστολος Παῦλος Ρω μαίοις ἐπιστέλλων φησίν· *Η Ἰουδαίων μόνων ὁ Θεό;; οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν. Οἱ γοῦν ὀρθοδοξοῦντες ἐν πᾶσι, κἂν ὦσι τῆς Ἑλληνίδος φωνῆς πάμ την ἀμέτοχοι, μετὰ τῆς ἰδίας διαλέκτου ἱερουργή σουσιν, ἀντίγραφα ἔχοντες τῶν συνήθων ἁγίων εὐχῶν ἀπαράλλακτα, ὡς μεταγραφέντα ἐκ κοντακίων καλ λιγραφηθέντων διά γραμμάτων Ἑλληνικῶν. Ερώτησις ς'. Πῤῥαβωνίσατό τις γυναῖκα, καὶ ἐτελεύτησε πρὸ τοῦ ἱερολογηθῆναι μετ' αὐτῆς, ὡς " νενόμισται, καὶ πρὸ τοῦ συναφθῆναι αὐτῇ, ἀκίνδυνόν ἐστι ταύτην λαβεῖν τὸν τούτου ἀδελφὸν, ἢ οὐ; Απ. Τὸ καλὸν οὐκ ἔστι καλὸν, εἰ μὴ καλῶς γέν νηται. Ει γοῦν ἡ μνηστεία, ἤτοι ὁ ἀῤῥαβών, ἐτελέσθη κατὰ τὴν ὑποτύπωσιν τῆς νεαράς νομοθεσίας τοῦ ἀοιδίμου βασιλέως κυρίου Αλεξίου τοῦ Κομνηνού, μετὰ τελετῆς τῶν συνήθων ἁγίων εὐχῶν· τῆς γυα ναικὸς οὔσης δωδεκαετούς, τοῦ δὲ ἀνδρὸς τὸν τεσσα ρισκαιδέκατον χρόνον ἀνύσαντος, οὐ λήψεται ταύτην εἰς γάτου ὁ ἀδελφὸς αὐτοῦ. Ὁ γὰρ οὕτω τελεσθεὶς ἀλλαβὼν ἐν πᾶσι τῷ νομίμῳ γάμῳ ταυτίζεται. Εἰ δὲ κατὰ τὴν κρατοῦσαν συνήθειαν, ὡς μανθάνομεν, εἰς πάντα σχεδόν τὰ μέρη του Νότου καὶ τῆς ᾿Ανατολῆς, ἀλλοτρόπως, ὁ θανὼν τὴν περιοῦσαν ἀρραβωνίσατο, συζευχθείη νομίμως αὐτῇ ὁ τούτου αὐτάδελφος. 'Ερώτησις ζ. Απροκριματίστως διακονικοῦ ἢ ἱερατικοῦ βαθμοῦ ἀξιωθείη ὁ διὰ τὸ τελευτῆσαι τὴν μνηστευθεῖσαν αὐτῷ, ἑτέραν σύμβιον ἀγαγόμενος, ἢ ω; είγαμος κωλυθήσεται; Απ. Εἰ μὲν κατὰ τὴν τῆς ῥηθείσης νεαρᾶς ὑπο τύπωσιν ἠῤῥαβωνίσατο τὴν ἀποιχομένην μνηστήν, ἑτέρα γυναικὶ μετὰ τὸν ταύτης θάνατον συζευχθείς, οὐκ ἀξιωθείη βαθμοῦ τινος τῶν τοῦ βήματος. Δίγα μας γὰρ λογίζεται. Εἰ δὲ παρὰ τὴν ταύτης περίληψιν
col. 959–960page 476 of 534
PG 138:959τὰ τελευτῆσαν εμνηστεύσατο γύναιον; ἀπαρεμποδίστους ἱερωθήσεται, ὡς μὴ λογιζόμενος δίγαμος. Ερώτησις η'. Ἱερεὺς ἐὰν ἀποκαρῇ, ἐκχωρηθείη ἱερουργεῖν μετὰ τὴν ἀπόκαρσιν, ἢ οὐ; Απ. Τοῦ β' κανόνος τῆς ἐν τῷ ἀγιωτάτῳ θρόνῳ τῆς Κωνσταντινουπόλεως συστάτης ἁγίας καὶ οἰκουμενικῆς συνόδου ταῦτα κατὰ ῥῆμα διεξιόντος· Εἰ καὶ μέχρι τοῦ νῦν ἔνιοι τῶν ἀρχιερέων, εἰς τὸ τῶν μου ναχῶν κατιόντες σχῆμα, ἐν τῷ τῆς ἀρχιερωσύνης ἀλλ᾽ οὖν ἡ ἁγία ἐβιάζοντο διαμένειν ὄψει,..... καὶ οἰκουμενική σύνοδος αὕτη, καὶ τοῦτο ρυθμίζουσα τὸ παρόραμα, καὶ πρὸς τοὺς ἐκκλησιαστικούς θε σμοὺς τὴν ἄτακτον ταύτην ἐπανάγουσα πράξιν, ώρι σεν ἵνα εἴ τις ἐπίσκοπος ἤ τις ἄλλος τοῦ ἀρχιερατικοῦ ἀξιώματος πρὸς τὸν μοναχικὸν θελήσεις κατελθεῖν βίον, καὶ τὸν τῆς μετανοίας τόπον αναπληρώσει, μη κέτι λοιπὸν τῆς ἀρχιερατικῆς ἀντιποιῆται ἀξίας. γὰρ τῶν μοναχῶν συνθῆκαι ὑποταγής έχουσι λόγον, καὶ μαθητείας, ἀλλ' οὐχὶ διδασκαλίας καὶ προεδρείας οὐδὲ ποιμαίνειν ἄλλους, ἀλλὰ ποιμαίνεσθαι ἐπαγγέλλονται. Διό, καθά προείρηται, θεσπίζομεν μηκέτι τινὰ τῶν ἐν ἀρχιερατικῷ καταλόγῳ καὶ ποιμένων ἐξεταζομένων εἰς τὴν τῶν ποιμαινομένων καὶ μετανοούντων χώραν ἑαυτὸν καταβιβάζειν. Εἰ δέ τις τοῦτο τολμήσεις πρᾶξαι μετὰ τὴν ἐκφώνησιν καὶ διάγνωσιν τῆς νῦν ἐχε πεφωνημένης ψήφου, αὐτὸς ἑαυτὸν τοῦ ἀρχιερατικοῦ ἀποστερήσας βαθμοῦ, οὐκέτι πρὸς τὸ πρότερον όπερ ἠθέτησε διὰ τῶν ἔργων ἀξίωμα επαναστρέψει. Κατα λαμβάνεται δὲ πρὸ τῆς ἐκφωνήσεως τούτου μὴ μόνον τοὺς τοῦ βήματος, ήγουν υποδιακόνους, διακόνους καὶ ἱερεῖς, ἀλλὰ καὶ αὐτοὺς τοὺς ἀρχιερεῖς ἱερουργεῖν καὶ μετὰ τὴν ἀπόκαρσιν. Τῶν γοῦν ἀρχιερέων μετ' εμβριθείας κανονικῆς ἐκ τῆς ἱερωσύνης ἀποξε νωθέντων, διὰ τὸ μετὰ τὴν ἀπόκαρσιν εἰς τόπον μαθητιώντων καὶ μετανοούντων ἐλθεῖν, κἀντεῦθεν ἀπαλλοτριωθῆναι τοῦ διδασκαλικοῦ ἀξιώματος, πάνω τως οἱ ἱερεῖς καὶ ἁπλῶς οἱ τοῦ βήματος ἀπαρεμποδίστως καὶ μετὰ τὴν ἀπόκαρσιν τὰ τῶν βαθμών ενεργήσουσι δίκαια. Καὶ πρὸ τῆς ἀποκάρσεως γὰρ ὡσαύτως, καὶ μετὰ τὴν ἀπόκαρσιν μαθηταὶ καὶ ὑποτακτικοὶ ἦσαν καὶ εἰσί. Ερώτησις θ'. Λαϊκὸς τὰν φαντασθῇ, ἀξιωθείη αὐθημερὸν τῆς τῶν θείων ἁγιασμάτων μεθέξεως, ή οὗ; καὶ ἱερεὺς ἐὰν φαντασθῇ, ἱερουργήσει κατ' αὐτὴν τὴν ἡμέραν τοῦ φαντασμοῦ, ἡ ου; 'Απ. Ο προσφέρων (φησὶ τὸ Γράμμα τὸ ἱερὸν) δῶρα καὶ θυσίας ἀρχιερεὺς, ἐξ ἀνθρώπων λαμβάνεται, καὶ καθὼς περὶ τοῦ λαοῦ προσφέρει τῷ Θεῷ, οὕτω δὴ καὶ περὶ ἑαυτοῦ· ἐπεὶ καὶ αὑτῷ βάρος σαρ κικῆς ἀσθενείας ἐπίκειται. Ἀλλὰ καὶ διὰ Μωσέως εἶπεν ὁ Κύριος, Οἱ καθαροὶ τῷ καθαρῷ προσίτωσαν. Ο δὲ μῶμον ἔχων κατά ψυχήν, πρὸς τὸ καταπέτασμα μου οὐκ εἰσελεύσεται, καὶ πρὸς τὸ θυσιαστής ριόν μου οὐκ ἐγγιεῖ· ὅθεν καὶ τρεῖς ἁγιώτατοι πατριάρχαι τοῦ θρόνου τῆς ᾿Αλεξανδρείας, ὁ ἅγιος Διονύσιος δηλαδή, ἀντιγράφων πρὸς Βασιλείδην ἐπί σκοπον, ὁ μέγας Αθανάσιος κανονίζων τινὰ μονα χόν, Ἀμοῦν ἐπονομαζόμενον, καὶ ὁ ἅγιος Τιμόθεος,
col. 961–962page 477 of 534
PG 138:961πρός τινας ερωτήσαντας περὶ τοιούτου τινὸς ἀποκρινόμενοι, τέω; τὰ περὶ τῶν λαϊκῶν ἀκολούθως ταῖς θείαις ταύταις Γραφαῖς διηυλύτωσαν. Φησὶ γὰρ ἡ τοῦ ἁγίου Διονυσίου ἀπόκρισις, Εἰ μὲν ὑπόκειται ἐπιθυμίᾳ γυναικός, οὐκ ὀφείλει· εἰ δὲ ὁ Σατανᾶς πειράζει αὐτὸν, ἵνα διὰ τῆς προφάσεως ταύτης ἀπαλλοτριώσῃ τῆς κοινωνίας τῶν μυστηρίων, ὀφείλει κοινωνῆσαι. Ἐπεὶ οὐ παύσεται ὁ πειράζων κατ' ἐκεῖ νον τὸν καιρὸν ἐπιτιθέμενος αὐτῷ. Διὸ καὶ ἡμεῖς τὰ αὐτὰ περὶ λαϊκῶν διοριζόμενοι, περὶ ἐπισκόπων, διακόνων καὶ ἱερέων φανταζομένων κατὰ σατανικήν καὶ μόνον ἐπήρειαν, τὸν αὐτὸν τύπον κρατεῖν οὐ διαγινώσκομεν, ἐπιζυγωθῆναι δὲ μᾶλλον αὐτοῖς τὴν τῆς ἱεροτελεστίας ενέργειαν κατὰ μόνην τὴν ἡμέραν τῆς ὀνειρώξεως ψηφιζόμεθα, διὰ τὸ τῆς ἱερωσύνης σεβάσμιον. Εἰ μὴ τυχὸν κινδυνώδης ἐστὶν ἡ ὑπέρ θεσις, ἢ διὰ τὸ τῆς ἡμέρας περιφανέστατον, ἢ διὰ τὸ τοῦ πράγματος χρησιμώτατον. Τῇ νυκτὶ γὰρ συντριβείη μὲν ἡ παγὶς τοῦ ἐπηρεαστοῦ, ὑψωθείη δὲ τῆς ἱερουργίας ή δύναμις. Ερώτησις ι'. Ο μετὰ νομίμου συμβίου αὐτοῦ σαρκικῶς συναφθεὶς, ἀξιωθείη αυθημερὸν τῆς τῶν ἁγιασμάτων μεταλήψεως, ἢ οὐ; 'Απ. Ο θεοκήρυξ Παῦλος, ὁ τῆς Ἐκκλησίας μέ γας διδάσκαλος, Δοκιμαζέτω (φησίν) ἕκαστος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτον ἐσθιέτω, καὶ τοῦ ποτηρίου πινέτω. Καὶ πάλιν, Μὴ ἀποστερείτωσαν (φησίν) ἑαυτοὺς οἱ ὁμόζυγοι, εἰ μή τι ἐκ συμφώνου, ὅταν τῇ προσευχῇ τῆς ἁγίας κοινωνίας μέλλωσι προσελθεῖν. Καὶ τὸν Δαβὶδ δὲ καὶ τοὺς σὺν αὐτῷ, ζητήσαντας ἐκ τῶν ἄρτων φαγεῖν τῆς προθέσεως, προησφαλίσατο ὁ ἀρχιερεὺς, εἰ καθαροί εἰσιν ἀπὸ κοίτης γυναικός. ᾿Αλλὰ καὶ ἐν τῇ Μωσαϊκῇ βίβλῳ τῆς Ἐξόδου ταῦτα ζητῶς ἀνατάττονται· Καὶ εἶπε Κύριος πρὸς Μωσήν, Καταβὰς διαμάρτυραι τῷ λαῷ τούτῳ, καὶ ἄγνισον αὐτοὺς σήμερον καὶ αύριον. Καὶ πλυτάτωσαν τὰ Ιμάτια αὐτῶν, καὶ ἔστωσαν ἔτοιμοι εἰς τὴν ἡμέ ραν τὴν τρίτην. Τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινά, ἐναντίον παντὸς τοῦ λαοῦ. Καὶ πάλιν, Κατέβη Μωσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαόν, καὶ ἡγίασεν αὐτούς· καὶ ἔπλυναν τὰ ἱμάτια. Καὶ εἶπε τῷ λαῷ, Γίνεσθε έτοιμοι τρίτηἡμέρα, καὶ μὴ προσέλθητε γυναικί. Ὁ δὲ ἀγιώ τατος πατριάρχης Αλεξανδρείας Τιμόθεος περὶ τούτου ἐρωτηθείς, ἔφησεν, οὐκ ὀφείλουσιν οι συμ πλακέντες ομόζυγοι σαρκικῶς καταξιοῦσθαι τῆς τῶν θείων ἁγιασμάτων μεταλήψεως, κατ' αὐτὴν τὴν ἡμέραν τῆς σαρκικῆς αὐτῶν συνελεύσεως. Διὸ καὶ ἡμεῖς τοῖς οὕτω διορισθεῖσιν ἑπόμενοι, λέγομεν ὡς οὐκ ἔστιν ἐκχωρητέα τοῖς ὁμοζύγοις ἡ τῶν ἁγιασμά των μετάληψις, κατὰ τὴν ἡμέραν καθ᾽ ἣν συνήφθησαν σαρκικῶς. Προστιθέμεν δὲ ὡς ἐπεὶ ὁ αὐτὸς μέγας Τιμόθεος, ερωτηθεὶς κατὰ ποίαν ἡμέραν τῆς ἑβδομάδος ὀφείλουσιν ἐγκρατεύεσθαι οι ομόζυγοι, ἀπεκρίνατο, Κατὰ τὸ Σάββατον καὶ τὴν Κυριακὴν, διὰ τὸ ἐν αὐταῖς καὶ μᾶλλον τὴν πνευματικὴν θυσίαν τῷ Κυρίῳ προσφέρεσθαι· ἐξ ἀνάγκης ὀφείλουσιν οἱ η
col. 963–964page 478 of 534
PG 138:963ομόζυγοι ἐκ τῆς πρὸς ἀλλήλους σαρκικής κοινωνίας ἀποδιίστασθαι κατὰ τὴν ἡμέραν τῆς τῶν θείων ἁγια σμάτων μεταλήψεως. Οὐ μόνον πρὸ τῆς ἐπιστασίας αὐτῆς, ἀλλὰ καὶ τὴν μετ' αὐτόν. Καὶ εὐχόμεθα διορθωθῆναι τὸ κακῶς καὶ παρα τὰ θεῖα διατάγματα καὶ διδάγματα κατὰ τὴν νυμφαγωγίαν εἰς τοὺς νόμο φοστόλους γινόμενον. Μετὰ γὰρ τὸ ἱερολογηθῆνας καὶ τῶν θείων ἁγιασμάτων καταξιωθῆναι αὐτούς, πρὸς σαρκικὴν κατεπείγουσιν ένωσιν οἱ τῶν ἡδέων τοῦ γάμου κατατρυφήσαντες· μὴ ἀναλογιζόμενοι τῆς ἱεροτελεστίας τὴν δύναμιν, καὶ τῶν ἁγιασμάτων τὴν καταφρόνησιν. Απαραιτήτως οὖν οἱ ἐμόζυγο, μετασχεῖν, οὐ μόνον πρὸ τῆς μεταλήψεως τούτων, καθ᾿ ἣν ἡμέραν τῶν θείων ἁγιασμάτων μέλλουσι ἀλλὰ καὶ μετὰ τὴν μετάληψιν, ὀφείλουσιν ἐγκρατεύεσθαι. Τοῦτο δὲ μὴ ποιοῦντες, αυστηροτέραις ἐπιτιμίοις υποβληθήσονται. Ερώτησις ια'. Ἐὰν ἱερεὺς λουθῇ, δύναται κατά τὴν αὐτὴν ἡμέραν ἱερουργῆσαι; καὶ λαϊκὸς μετὰ τὸ ἀπελθεῖν εἰς βαλανείον, ἐκχωρηθείη αὐθημερὸν τῶν μυστηρίων μεταλαβεῖν; καὶ ἐκ τοῦ ἐναντίου, ἱερα τελεστήσας ὁ ἱερεὺς, ἢ ὁ λαϊκὸς θείων ἁγιασμάτων ἀξιωθεὶς λουθήσεται, ἢ φλεβοτομηθήσεται, ἢ εἴ; Απ. Ὁ ἐν ἰατροῖς διδασκαλικώτατος Γαληνός, Βαλανείον, φησί, καὶ ἥλιος καὶ γυμνάσιον εἰς κίνησιν ἐξορμᾷ τὰ τέως ἡσυχάζοντα περιττώματα. Διὸ οὐδὲν ἐξ ὧν ἠρώτησας γενήσεται. Καὶ αἱ τομαὶ γὰρ τῶν φλεβῶν ἐλέγχουσι τὰς τούτων κακίας καὶ ἰδιότητας, κατὰ τὰ Ἱπποκράτεια δόγματα· ποτὲ μὲν κυίσκου σαι διαφόρησιν, ποτὲ δὲ μᾶλλον στεγάνωσιν. Ινατί γοῦν; προσδοκήσιμον ἴσως κακὸν τῇ σωτηριώδει τῶν ἁγιασμάτων μεθέξει συνάψωμεν, καὶ ῥᾳθυμίᾳ τὸ φῶς τῆς ἡμῶν σωτηρίας επηλυγάσωμεν; ὅπου γε τοὺς ἱερουργοῦντας δίκαιος λόγος καταναγκάζει καὶ πρὸ τῆς ἱερουργίας καὶ μετὰ τὴν ἱερουργίαν μετά πάσης κατανύξεως καὶ εὐλαβείας γονυκλυτεῖν πρὸς Θεὸν, καὶ εὐχαριστεῖν χάριν τῆς τοῦ Κυριακου σώ ματος καὶ αἵματος μεταλήψεως, καὶ μὴ θρύπτεσθαι βλακείαις καὶ ῥαντισμοῖς ὑδάτων θερμών. Εἰ δὲ τὴν φλεβοτομίαν κατεπείγει θανάσιμον νόσημα, διὰ τὴν σωτηρίαν τοῦ κάμνοντος τελεσθήσεται. Ερώτησις ιβ'. Ἐὰν ἐμέσῃ τις μετὰ τὴν ἁγίαν μετάληψιν, κατὰ ποίαν διορθωθείη παράδοσιν; 'Απ. Ο μὲν φυλάττων (φησίν) ὁσίως τὰ ὅτια, ὁσιωθήσεται καὶ ἁγιασθήσεται· ὁ δὲ προδιδοὺς τὴν χάριν, βεβηλωθήσεται. Εἰ γοῦν ἐξ ἀκρασίας ὠλίσθησεν εἰς τὸν ἔμετον ὁ τῶν θείων ἁγιασμάτων μετα λαβών, μετὰ σφοδροτέρων ἐπιτιμίων διορθωθήσεται εἰ δὲ διὰ συμπεσόντος τυχαίως ἀῤῥωστήματος κάτ κωσιν, κατὰ τὴν ἐπισκοπικὴν διάκρισιν μετριωτέρως ἐπιτιμηθήσεται. Καὶ τοῦτο γὰρ ἔργον ἐστὶν ἐγκαταλείψεως. Ερώτησις ιγ'. Ακινδύνως ἐν πλοίῳ ἢ ἐν ἀνιέρω οἰκίᾳ ἱερουργήσει τις, ἡ θεῖα τελέσει βαπτίσματα; Απ. Ὁ μὲν Θεὸς εἶπε διὰ Μωσέως πρὸς τὸν Ἰσραήλ, Εν Ἱεροσολύμοις καὶ οὐκ ἐν ἑτέρῳ τόπῳ τινὶ ἑορτά
col. 965–966page 479 of 534
PG 138:965) δὲ νθ' σεις Πάσχα Κυρίῳ τῷ Θεῷ σου. Ἐντεῦθεν καθαρῶς αινιττόμενος τοῦ Ἰουδαϊκού Πάσχα τὴν παντελῆ ἀπραξίαν, διὰ τὸ τοῦ τόπου μονώτατον. κανὼν τῆς ἐν τῷ Τρούλλῳ τοῦ μεγάλου παλατίου συστάτης ἁγίας καὶ οἰκουμενικῆς συνόδου, καὶ ὁ πδ' κανὼν τῆς ἐν Καρθαγένη συνόδου, καθαιρέσει καθε υποβάλλουσι τὸν ἐν εὐκτηρίῳ οἴκῳ θεῖον ἐκτελέσαντα βάπτισμα. Διορίζονται γὰρ ἐν καθολικαῖς ἐκκλησίαις τὰ βαπτίσματα γίνεσθαι. Αλλὰ καὶ ὅλα κανὼν τῆς ἐν τῷ Τρούλλῳ συνόδου, καὶ ὁ ιβ' κανὼν τῆς ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων συστάσης συνόδου, διατάττονται μετὰ ἐκχωρήσεως ἐπισκοπικῆς καὶ εἰς εὐκτηρίους οίκους τελεῖσθαι βαπτίσματα. Ο μέντοι ἀοίδι μας βασιλεύς κύριος Λέων, ο σοφός, βλέπων τὴν ὀρθόδοξον πίστιν εὐθηνουμένην ὡς ἄμπελον, καὶ αυξανομένην ὡς νεόφυτα ἐλαιῶν, κύκλῳ τῆς τρα πέζης τῶν ταύτης ἐκκλησιῶν, διωρίσατο ἐν δ' καὶ ἐν ιε' Νεαρᾷ θεσμοθεσίᾳ αὐτοῦ μὴ μόνον εἰς τὰς ἐκκλησίας ἀλλὰ καὶ εἰς τοὺς εὐκτηρίους οίκους ἀδιαστίκτως Ιεροτελεστίας καὶ βαπτίσματα γίνεσθαι. Διὸ κατὰ τὴν τούτων περίληψιν, ὁ μετὰ ἀντιμινσίου ἱερουργήσας, ἢ βαπτίσας εἰς εὐκτήριον οἶκον, μὴ ἱερωθέντα δι' ἐγκαινίων ἀνοιξίων, καὶ τοῦ συνήθους ἐνθρονισμοῦ, καὶ μέντοι καὶ διὰ λειψάνων ἁγίων ἐν σοριασμού (ταῦτα γὰρ εἰσι τῶν καθολικῶν Ἐκκλησ σιῶν ἀποθησαυρίσματα καὶ ὑψώματα), ἀλλ᾽ εἰς εὐχὴν οἰκιακὴν ἀφορισθέντα πιστῶν, ἢ εἰς οἰκίσκον πλοια. μίου τινὸς ἀποταμιευθέντα Θεῷ, καὶ ἁγίαις εἰκόσι κοσμούμενον, οὐ προκριματισθείη ὡς παραβάτης κανόνων καὶ ἀδιάφορος. Οὕτω γὰρ καὶ οἱ μετὰ τῶν αὐτοκρατόρων επόμενοι κληρικοί, εἰς πεδιάδας ἐρήμους ἱερουργεῖν δεδικαίωνται, κατὰ μόνον τὸ εἰς ἐκκλησίαν ἀφορισθεν βαμβίκινον οἰκισκά μον. Ερώτησις ιδ'. 'Ακινδύνως ἱερουργήσει τις ή συν είξεται μετά αἱρετικῶν, Ἰακωβιτών δηλαδή καὶ Νεστοριανῶν, εἰς ἐκκλησίαν αὐτῶν, εἴτε μὴν καὶ ἡμετέραν· ἡ κοινῆς μετ' αὐτῶν μετάσχῃ τραπέζης Η ποιήσει ἀνάδοχον ἐκ τοῦ ἁγίου βαπτίσματος Η κατοιχομένων ποιήσει μνημόσυνα· ἡ μεταδώσει τῶν θείων ἁγιασμάτων αὐτοῖς; Η στενοχωρία γὰρ τοῦ τόπου πολλὰ τοιαῦτα ποιεῖ. Καὶ ζητῶ τὸ ποιητέον. Απ. Μὴ δότε τὰ ἅγια τοῖς κυσὶν (ὁ Κύριος καὶ θεὸς ἡμῶν εἴρηκεν), μηδὲ βάλητε τους μαργαρίτας τῶν χοίρων ἐπίπροσθεν. Διά τοι τοῦτο καὶ ὁ ξδ' και νὼν τῶν θεοκηρύκων ἁγίων ἀποστόλων φησίν, Εἴ τις κληρικὸς ἢ λαϊκὸς εἰσέλθῃ εἰς συναγωγὴν Ἰουδαίων * αἱρετικῶν προσεύξασθαι, καθαιρείσθω καὶ ἀφο οριζέσθω. Καὶ ὁ λγ' κανὼν τῆς ἐν Λαοδικείᾳ συνόδου, ἀλλὰ μὴν καὶ ὁ ς' καὶ ὁ λδ, ταῦτά φησι περὶ τοῦ συγχωρεῖν τοῖς αἱρετικοῖς εἰσιέναι εἰς οἶκον Θεοῦ, ἐπιμένουσι τῇ αἱρέσει, ὅτι οὐ δεν αἱρετικῷ ἡ σχισματικῷ συνεύχεσθαι. "Οτι οὐ δεῖ Χριστιανὸν ἐγκαταλείπειν μάρτυρας Χριστοῦ, καὶ ἀπιέναι πρὸς τοὺς ψευδομάρτυρας· τουτέστιν αἱρετικοὺς, ἡ αὐτοὺς τοὺς προειρημένους αἱρετικοὺς γενομένους. Οὗτοι γὰρ ἀλλότριοι τοῦ Θεοῦ τυγχάνουσιν. Ἔστωσαν οὖν ἀνά θεμα οἱ ἀπερχόμενοι πρὸς αὐτούς. Διά τοι τοῦτο καὶ
col. 967–968page 480 of 534
PG 138:967ἡμεῖς ψηφιζόμεθα μὴ μόνον ἀφορισμῷ καὶ κελαι ρέσει καθυποβάλλεσθαι τοὺς λαϊκούς τε καὶ κληρ. κούς, συνευχομένους ἐν ἐκκλησία ὀρθοδόξων ή αίρε τικών, ἢ ἐπευδήποτε συνευχομένους αὐτοῖς ἱερατικῶς, ἢ μὴν καὶ συνεσθίοντας· ἀλλὰ καὶ μειζόνως κολάζεσθαι, κατὰ τὴν τῶν ῥηθέντων θείων κανόνων περίληψιν. Ἡ γὰρ στενοχωρία τῶν τόπων, καὶ ὁ τῶν αἱρετικῶν πληθυσμὸς τῆς ὀρθοδόξου πίστεως οὐ μετα ήμειψε τὴν ἀκεραιότητα. Ερώτησις ιε'. Αἰχμάλωτοι Λατίνοι καὶ ἔτε μοι παρουσιάζουσιν εἰς τὰς καθολικὰς ἐκκλησία; ἡμῶν, καὶ ζητοῦσι μεταλαβεῖν τῶν θείων ἁγιασμό των. Εἰ γοῦν ἐκχωρητέον τοῦτό ἐστι, ζητούμεν μαθεῖν. Απ. Ο μὴ ὢν μετ᾿ ἐμοῦ, κατ᾿ ἐμοῦ ἐστι (τ θεῖον ἔφησεν Εὐαγγέλιον)· καὶ ὁ μὴ συνάγων μετ ἐμοῦ, σκορπίζει. Ἐπεὶ οὖν πρὸ χρόνων πολλῶν ἀπο εσχίσθη τῆς δυτικῆς Ἐκκλησίας (τῆς Ῥώμης φαμὲν) τὸ περιώνυμον άθροισμα ἐκ τῆς τῶν ἑτέρων τεσσάρων ἁγίων πατριαρχῶν πνευματικής κοινωνίας, καὶ ἀπεσχοινίσθη πρὸς ἔθη καὶ δόγματα τῆς καθ ολικῆς Ἐκκλησίας καὶ τῶν ὀρθοδόξων ἀλλότρια. Διὰ γὰρ τοῦτο οὔτε ἐν ταῖς θείαις Ιεροτελεστίας, κοινῆς τῶν πατριαρχικών ονομάτων ἀναφορᾶς ὁ τάπας ἠξίωται, οὐκ ὀφείλει γένος Λατινικὸν ἐπ χειρός ἱερατικῆς διὰ τῶν θείων καὶ ἀχράντων μυ στηρίων ἁγιάζεσθαι· εἰ μὴ κατάθηται πρότερον ἀπέχεσθαι τῶν Λατινικῶν δογμάτων τε καὶ συνηθειών, καὶ κατὰ κανόνας κατηχηθῇ, καὶ τοῖς ὀρθοδόξεις ἐξισωθῇ. Ερώτησις ις'. Ἡ τῶν θείων ἁγιασμάτων μετά ληψις αυθαίρετός ἐστι πᾶσι τοῖς μὴ κεκωλυμένα; μοναχοῖς κληρικοῖς τε καὶ λαϊκοῖς· ὥστε δύνασθαι τούτους καθ' ἑκάστην σχεδὸν δι' αὐτῆς ἁγιάζεσθαι ἢ ὡς ὑπὸ στάθμης ζυγοστατεῖται τὸ δώρημα; 'Αλά καὶ τοῖς τούτων ἐκκλησιάζουσιν ἀναγκαστική ἐστι τοῦ ἀγαθοῦ ἡ μετάληψις, ή προαιρετέα καὶ αὐτοκέλευστος; τοῦ μυστηρίου το μέγεθος. Απ. Ὡς νενόμισται δίδοσθαι τοῖς ἀξίοις τὰ ἀξα ματα, οὕτω καὶ τοῖς ἁγίοις τὰ ἅγια. Οσοι γοῦν διὰ καθαρότητα βίου τῆς θείας μεταλήψεως τὴν ὁδὸν αὐτοῖς ἐξωμάλισαν, ἀπαρεμποδίστως δεχθήσονται. Πάντως γὰρ οὐδὲ αὐτοὶ ταύτης ὡς τυχαίας κατα τολμήσουσι, κατανοοῦντες τὸ ὕψος τῆς χάριτος, καὶ ᾿Αναγκαστικῶς δέ τινας τῶν θείων μεταλαμβάνειν ἁγιασμάτων οὐ δέδοκται. Κἂν γάρ τινες τῷ ἀποστολικῷ θ' κανόνι χρησαμένοι, (τῷ οὕτω λέγοντι· Πάντας τοὺς εἰσιόντας πιστοὺς καὶ τῶν Γραφῶν ἀκροωμένου;, μὴ παραμένοντας δὲ τῇ προσευχή και τῇ ἁγίᾳ μετ ταλήψει, ὡς ἀταξίαν ἐμποιοῦντας τῇ Ἐκκλησίᾳ ἀφορίζεσθαι δεῖ), θέλουσι δὲ τοὺς ἐκκλησιάζοντας τῶν θείων μεταλαμβάνειν ἁγιασμάτων καὶ ἄκοντας ἀλλ' ἡμῖν οὕτω τὰ τοῦ κανόνος οὐκ ἐκλαμβάνεται Εκκλησιάζειν μὲν γὰρ τοὺς πιστοὺς μέχρι τέλους
col. 969–970page 481 of 534
PG 138:969τῆς θείας ιεροτελεστίας, καὶ τῆς τελευταίας του ἱερουργοῦντος εὐχῆς, καὶ τοῦ ἀντιδώρου τῆς μετα λήψεως, ψηφιζόμεθα· καὶ τοῖς οὕτω μὴ ποιοῦσι τὴν ἐκ τοῦ κανόνος ἐπισείημεν ἀγανάκτησιν. Μετα λαμβάνειν δὲ αὐτοὺς οὐκ ἀναγκάζομεν, διὰ τὴν τῆς συνειδήσεως βάσανον. Προσεκτέον οὖν, κατὰ τὴν τοῦ μηθέντος κανόνος περίληψιν, μὴ ἀσυντάκτως ἐκ τῆς ἱερουργίας ὑποχωρεῖν τοὺς ἐκκλησιάζοντας ἀλλ᾽ ἐπεὶ αὕτη ἐκ τε τῆς Παλαιᾶς Διαθήκης καὶ τῆς Νέας εἰς μίαν ταυτότητα μεγαλύνεται, καὶ μέχρι μὲν τῆς τῶν ἁγίων Ευαγγελίων ἀνακηρύξεως, τῆς Δαυϊτικής κινύρας τὰ ψαλτωδήματα τοῦ μυστηρίου τὴν δύναμιν ἁγιάζουσι· μετὰ δὲ ταύτην τῆς ἀναι μάκτου θυσίας ἀνοίγονται τὰ προαύλια, επιτρέποντα καὶ τοῖς ἀρχιερεῦσι τὸ μὲν ἐπωμάδιον ὠμοφόριον τὸ εἰς τύπον τοῦ ἀμνοῦ καλλιτεχνηθὲν ἀποτίθεσθαι, μεταχειρίζεσθαι δὲ τοῦ ἀληθοῦς καὶ ζωοποιοῦ ᾿Αμνοῦ τὸ μυστήριον· εἰ μὲν οἱ ἐκκλησιάζοντες εὐθὺς μετά τὰ ἅγια Εὐαγγέλια, αυθαιρέτως ὑποχωρήσουσιν, οὐκ αἰτιαθήσονται· εἰ δὲ μετὰ τὴν καταρχὴν τῆς ἀναιμάκτου θυσίας καὶ μυστικῆς, ὡς ἄτακτοι καὶ σκανδαλισταὶ δικαίως ἀφορισθήσονται. Ερώτησις ιζ'. Οἱ μετὰ τοῦ ἀρχιερέως ἢ μετά τοῦ ἱερέως συλλειτουργοῦντες διάκονοι, ἀπαραιτήτως μεταλαμβάνειν ὀφείλουσιν, ἢ οὐ; 'Απ. Ο η' κανὼν τῶν ἁγίων ἀποστόλων οὕτω φη σίν, Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, ἢ τοῦ καταλόγου τοῦ ἱερατικοῦ, προσφοράς γινο μένης μὴ μεταλάβῃ, τὴν αἰτίαν εἰπάτω. Καὶ ἐὰν ᾗ εύλογος, συγγνώμης τυγχανέτω. Εἰ δὲ μὴ λέγει, ἀφοριζέσθω, ώς αἴτιος βλάβης γενόμενος τῷ λαῷ, καὶ ὑπόνοιαν ποιήσας κατὰ τοῦ προσενέγκαντος ὡς μὴ ὑγιῶς προσενεγκόντος. Παρατηρητέον οὖν τοὺς ὑποδιακόνους καὶ τοὺς διακόνους, καὶ μᾶλλον τοὺς χειραπτήσαντας μεταλαμβάνειν τῶν θείων ἁγιασμάτων· ἢ μὴν τὴν αἰτίαν λέγειν δι᾽ ἣν τοῦ ἀγαθοῦ τούτου ἀπέστησαν. Τοῦτο γὰρ μὴ ποιοῦντες, ἀφορισθήσονται κατὰ τὴν τοῦ ῥηθέντος κανόνος περίληψιν. 'Ερώτησις ιη'. 'Ακίνδυνόν ἐστι γίνεσθαι τὴν τῶν Θείων ἁγιασμάτων διάδοσιν καὶ μετάληψιν μετά ψυχρού οίνου καὶ ὕδατος· ἡ ἀπαραίτητόν ἐστι καὶ ζέον ὕδωρ κατὰ τὸν καιρὸν τῆς μεταλήψεως εἰς τὰ ἅγια βάλλειν; ᾿Απ. Τοῦ λβ' κανόνος τῆς ἐν τῷ Τρούλλῳ τοῦ μεγάλου παλατίου συστασης ἁγίας καὶ οἰκουμενικής συνόδου καθαιρέσει καθυπεβάλλοντος τοὺς μὴ τε λειοῦντας τὸ θεῖον καὶ ἅγιον ποτήριον ἐξ οίνου καὶ ὕδατος, αἱρεσιῶταί τινες οὐκ ἀνέχονται βάλλειν ζέον εἰς τὸ ἅγιον καὶ θεῖον ποτήριον· Οτι (φασὶ) τὰ περὶ τούτου τῷ κανόνι οὐ διελήφθησαν. Ακούουσι δὲ, ὅτι τὸ ζέον τῷ ἁγίῳ αἵματι προστιθέμενον τὴν δι' ὕδατος καὶ οἶνον ἔνωσιν τοῦ ἁγίου ποτηρίου οὐκ ἀλλοιοὶ ἐπεὶ μηδὲ ἕτερόν τι παρὰ τὸ ὕδωρ ἐστί. Βάλλεται δὲ εἰς πληροφορίαν τοῦ εἶναι ζωοποια τὰ βεύσαντα ἀπὸ τῆς ἁγίας πλευρᾶς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὸν καιρὸν τοῦ σωτηρίου πάθους αὐτοῦ, τὸ αἷμα δηλονότι καὶ τὸ ὕδωρ· ἀτινα ἐξέρρευσαν ζέοντα ὡς ἐκ ζωο
col. 971–972page 482 of 534
PG 138:971ποιοῦ τελεωμένου σώματος ζωοποιά. Οι γοῦν μὲ ποιοῦντες οὕτω, καὶ τὸ τοῦ θαύματος καντεύθε μεγαλύνοντες μέγεθος, ἀλλὰ διὰ ψυχροῦ ὕδατος καὶ οἴνου τὴν τῶν θείων μυστηρίων ποιοῦντες μετά ληψιν, οὐ πιστεύουσι καὶ μετὰ τὸν σωτήριον τοῦ Κυρίου θάνατον παρὰ τῷ ἁγίῳ σώματι αὐτοῦ τὴν θεότητα εἶναι, ἀλλὰ ἀποστῆναι ἐκ τούτου, καὶ εἶναικατὰ τὰ ἡμέτερα σώματα. ύπερ μεγάλης αἱρέσεως ἐστι φλιάρημα. Ὁ γὰρ μέγας ἐν ἁγίοις Ἰωάννης ὁ Δαμασκηνός, Εν τάφῳ (φησί) σωματικῶς· ἐν ἄξῃ δὲ, μετὰ ψυχῆς, ὡς θεός· ἐν παραδείσῳ δὲ μετὰ λῃστοῦ· καὶ ἐν θρόνῳ ὑπῆρχες, Χριστέ, μετά Πατρός καὶ Πνεύματος· πάντα πληρῶν, ὁ ἀπερίγραπτος. Οἱ γοῦν μὴ διὰ ζέοντος ὕδατος τελειοῦντες τὸ θεῖον ποτήριον, ὡς αἱρεσιῶται, τῆς μερίδος τῶν ὀρθοδόξων Εκκηρυχθήσονται. Ερώτησις ιθ'. Λαϊκὸς ἱερεὺς μετὰ ἐπιτροπῆς επισκοπικῆς καλῶς ἐξαγορείας ἀνθρώπων τινῶν ἀνα δέξεται, ἢ οὐ; 'Απ. Οἱ θεῖοι κανόνες τὴν ἐξαγορείαν τῆς κατ αλλαγῆς τοῖς ἱερεῦσι μετὰ προτροπῆς ἐπισκοπικῆς ἀναθέμενοι, κατά πολύ προγενέστεροι τοῦ ἁγίου Παχωμίου εἰσὶν, ἀξιωθέντος ἰδεῖν δι᾿ ὀπτασίας άγο γελικῆς τὸ σχῆμα τῶν μοναχῶν. Διὰ γὰρ τοῦτο οὐδὲ μέμνηνται που μοναχῶν, ἀλλὰ πρεσβυτέρων ἁπλῶς. Κατὰ κρίσιν γοῦν ἐπισκοπικὴν τοῖς λαϊκοῖς ἱερεῦσιν ἐνδυνάμως ἐπιτραπήσεται τῆς ἐξαγορείας τὸ δίκαιον, καὶ διὰ ταύτης ἡ τῶν μετανοούντων καταλλαγή. Ερώτησις κ'. Απροκριματίστως μεταβαίνουσι μοναχοὶ ἐξ ὧν ἀπεχάρησαν μοναστηρίων πρὸς ἕτερα μοναστήρια, ἢ ού; Ἀπ. Ἐὰν ὁ πρὸς ἄνθρωπον καταθέμενος τὴν οἰκείαν ὁμολογίαν, πληροῦν ἀναγκάζηται, πῶς ὁ πρὸς Θεὸν καταθέμενος, ἀναγκασθήσεται τὴν οἰκείαν ἀθετῆσαι κατάθεσιν; Διά τοι τοῦτο καὶ κατὰ τὸν δ᾽ κανόνα τῆς ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων στ στάσης ἁγίας καὶ οἰκουμενικῆς συνόδου, της λεγο μένης α' και β' τὴν ταῦτα διεξιόντα ρητώς, Εί τις μοναχὸς τῆς ἰδίας ἀποδράσας μονῆς εἰς ἕτερον μεταπέσῃ μοναστήριον, ἢ εἰς κοσμικόν" εἰσκωμάσῃ οἴκημα, ὡσαύτως τε καὶ ὁ τοῦτον δεξάμενος, ἀφ ωρισμένος εἴη, ἕως ἂν ὁ ἀποφυγών επανέλθῃ ἐξ ἧς κακῶς ἐξέπεσε μονῆς. Εἰ μέντοιγε ὁ ἐπίσκοπος τινὰς τῶν μοναχῶν ἐπ᾽ εὐλαβείᾳ καὶ βίου σεμνότητι μαρτυρουμένους εἰς ἕτερον μοναστήριον ἐπὶ κατα στάσει τῆς μονῆς θελήσει μετακομίσαι, ἢ εἰς κοσμικὴν οἰκίαν ἐπὶ σωτηρίᾳ τῶν ἐνοικούντων δοκιμάσει καταστῆσαι, ἡ ἀλλαχόσε εὐδοκήσει ἐπιστατῆσαι τούτων οὔτε τοὺς ὑποδεχομένους, οὔτε τοὺς μονα χοὺς ὑποδίκους ποιεί. Οι γοῦν είχα προτροπῆς ἐπισκοπικῆς μεταβαίνοντες εἰς ἕτερα μοναστήρια ἐξ ὧν ἀπεχάρησαν, πολλῷ δὲ πλέον εἰς κοσμικὰς κατο οικίας διατρίβοντες, καὶ οἱ δεχόμενοι τούτους, άφω ρισμένοι καὶ ἀκοινώνητοι ἔσονται, μέχρις ἂν ὑπο στρέψωσιν εἰς τὰ μοναστήρια ἐν οἷς τὰς συνθήκας δεδώκασιν.
col. 973–974page 483 of 534
PG 138:973Ερώτησις κα. Εξεστιν εἰς διαφόρους εκκλησίας κληρωθήναι τινα, ἢ οὐ; Απ. Εἶπεν ἐν Εὐαγγελίοις ὁ Κύριος, Οὐδεὶς δύο καται δυσὶ κυρίοις δουλεύειν. Τοῦ γὰρ ἐνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. "Οθεν καὶ ὁ ιε' κανών τῆς ἁγίας καὶ οἰκουμενικῆς ζ' συνόδου ταῦτα κατά βήμα διέξεισι, Κληρικὸς ἀπὸ τοῦ παρόντος μὴ καταταττέσθω ἐν δυσὶν ἐκκλησίαις. Εμπορείας γὰρ καὶ αἰσχροκερδείας ἴδιον τοῦτο, καὶ ἀλλότριον ἐκ κλησιαστικῆς συνηθείας. Ηκούσαμεν γὰρ ἐξ αὐτῆς τῆς Κυριακῆς ἁγίας φωνῆς, ὅτι οὐ δύναταί τις δυσὶ κυρίοις δουλεύειν· ἡ γὰρ τὸν ἕνα μισήσει, καὶ τὴν ἕτερον ἀγαπήσει· ἡ τοῦ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Εκαστος οὖν, κατὰ τὴν ἀπο στολικὴν φωνὴν, ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ ὀφείλει μένειν, καὶ προσεδρεύειν ἐν μιᾷ Εκκλησίᾳ. Τὰ γὰρ δι' αἰσχροκέρδειαν γινόμενα ἐπὶ τῶν ἐκκλησιαστικῶν πραγμάτων, ἀλλότρια τοῦ Θεοῦ καθεστή κατι. Πρὸς δὲ τὴν τοῦ βίου τούτου χρείαν ἐπιτηδεύματα εἰσι διάφορα. Ἐξ αὐτῶν οὖν εἴ τις βούλοιτο τὰ χρειώδη τοῦ σώματος ποριζέσθω. Εφη γὰρ ὁ *Απόστολος, Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ᾿ ἐμοῦ ὑπηρέτησαν α! χείρες αὗται. Παρατηρητέον οὖν τὰ τοῦ Θείου τούτου κανόνος συντηρεῖσθαι ἀπαρεγχείρητα Ερώτησις κβ'. Αρχαῖον ἔθος εἰς τὴν τῶν ᾿Αλεξανδρέων ἐκράτησε χώραν, τους τελευτώντας ἱερεῖς καὶ ἀρχιερεῖς διὰ ἁγίου μύρου χρίεσθαι, καὶ ἐντα φιάζεσθαι· καὶ ζητοῦμεν μαθεῖν εἰ ἀπροκριμάτιστον τοῦτό ἐστιν. πολλὴ γὰρ γέγονεν αὐτοῦ καταφρόνησις. Απ. Εὐαγγελικόν έστι παράγγελμα, ἅπαξ βαπτίζεσθαι τοὺς πιστεύσαντας εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Διά τοι τοῦτο καὶ ὁ μζ' κανὼν τῶν ἁγίων ἀποστόλων ταῦτά φη σιν, Ἐπίσκοπος ἢ πρεσβύτερος τὸν κατὰ ἀλήθειαν ἔχοντα βάπτισμα ἐὰν ἄνωθεν βαπτίσῃ, ἢ τὸν μεμολυσμένον παρὰ τῶν ἀσεβῶν μὴ βαπτίσῃ, καθαιρεί σθον· ὡς γελῶν τὸν σταυρὸν καὶ τὸν τοῦ Κυρίου θάνατον, καὶ μὴ διακρίνων ἱερέας ψευδοτερέων. Καὶ ὁ της κανὼν τῆς ἐν Καρθαγένη συνόδου ταῦτα δια έξεισιν, Εάν τις κληρικός χειροτονῆται, ὀφείλει ὑπου μιμνήσκεσθαι τοὺς ὄρους φυλάττειν· καὶ ἵνα τοῖς σώμασι τῶν ἀποθανόντων εὐχαριστία μὴ διδῶται, μηδὲ βάπτισμα. Οἱ γοῦν διὰ μύρου χρίοντες τους τελευτώντας ἱερεῖς καὶ ἀρχιερεῖς, ἢ ἑτέρους τινὰς καὶ οὕτως ἐνταφιάζοντες, μεγάλης εἰσὶ κολάσεως ἄξιοι· ἢ ὡς καταγινώσκοντες τῶν βαπτιζόντων όρ θοδόξων αὐτοὺς, ἢ ὡς μή πληροφορίαν ἔχοντες ἐνα τελή, τοῖς ὀρθοδόξοις εἶναι τούτους κοινωνούς, καὶ πρὶ κατακρίσεως κατακρίνοντες. Ερώτησις κγ'. Λελωβημένος ή ετερόφθαλμος ἀξιωθείη βαθμοῦ ἱερατικοῦ; ἢ ὁ μετὰ τὴν ἱερωσύνην καταπαθής γεγονώς, ἐσεῖται καὶ μετὰ τὸ πάθος Ιερουργών, ἢ οὐ; Απ. Καὶ ἄλλοτε είπομεν ἀπὸ τοῦ Μωσαϊκού νό μου τους τοιούτους εἰς ἱερωσύνην μή προβιβάζεσθαι Ὁ δὲ ος κανὼν τῶν ἁγίων καὶ πανευφήμων ἀποστόλων ταῦτά φησιν· Εἴ τις ἀνάπηρος ᾖ τὸν ὀφθαλμόν,
col. 975–976page 484 of 534
PG 138:975ἢ τὸ σκέλος πεπληγμένος, ἄξιος δὲ ἐστιν ἐπισκοπῆς, γινέσθω. Οὐ γὰρ λώβη σώματος αὐτὸν μιαίνει, ἀλλὰ ψυχῆς μολυσμός. Και ὁ της κανὼν τῶν αὐτῶν ἁγίων ἀποστόλων οὕτω διέξεισι, Κωφός και τυφλός, μὴ γινέσθω ἐπίσκοπος· οὐχ ὡς μεμιασμένος, ἀλλ᾽ ἵνα μὴ τὰ ἐκκλησιαστικά παρεμποδίζοιντο. Ο σοι τοίνυν ἐκ πάθους ἀρρωστημάτων τινῶν ἱερατικῶν βαθμών ἐνεργεῖν νεκώλυνται δίκαια χειροτονίας οὐκ ἀξιωθήσονται. Οἱ δὲ μετὰ τὴν χειροτονίαν οὕτω παθόντε; κακῶς, οὐκ ἐμποδίζονται διὰ τὴν νόσον ἱερουργεῖν, καὶ οὕτως ἀρρώστως ἔχοντες, ἀκωλύτως ἱερουργή σουσι. Τοῖς γὰρ θεοκήρυξιν έδοξε, διὰ λώβην σώ ματος τῆς ἱερουργία; τινὰ μὴ κωλύεσθαι. Εἰ δὲ τῆς ἱερατείας τὸ σπούδασμα εμποδίζει τῆς νόσου τὸ ἔφη μα, τῆς ἐνεργείας παυθήσεται ὁ νοσῶν, τοῦ δὲ ἀξιώματος οὐκ ἀλλοτριωθήσεται· ἀλλὰ μᾶλλον οι χτειρηθήσεται, καὶ ἀπολαύσει μὲν τῆς προτέρας τιμῆς, ἔξε: δὲ καὶ τὰ πρὸς ζωάρκειαν, καὶ τὰ λοιπὰ, κατὰ τὴν προτέραν συνήθεια». Ερώτησις κδ'. 'Ακινδύνως γίνεται ἱερεὺς ἢ διά κονος καταλλάκτης, η κομμερκιάριον, ἢ ἰατρὸς, η ἀστρολόγος, ἢ οὐ; Απ. Ο ς' κανὼν τῶν ἁγίων καὶ πανευφήμων ἀποστόλων ταῦτά φησιν· Ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος κοσμικός φροντίδας μὴ ἀναλαμβανέ τω· εἰ δὲ μή, καθαιρείσθω. Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίαις δουλεύειν. Καὶ ὁ πα' κανὼν εἶπεν, ὅτι Οὐ χρὴ επίσκοπον ἢ πρεσβύτερον καθιέναι ἑαυτὸν εἰς δη μοσιακὰς διοικήσεις, ἀλλὰ προσευχαιρεῖν ταῖς ἐκκλησ σιαστικαῖς χρείαις. Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύει», κατὰ τὴν Κυριακὴν παραγγελίαν. Ἡ πειθέσθω οὖν τοῦτο μὴ ποιεῖν, ἢ καθαιρείσθαι. Καὶ ὁ δ᾽ κανὼν τῆς ἐν Καρθαγένη συνόδου διορία ζεται, ἀπὸ ἀτίμου ή αἰσχρού πράγματος τοὺς ἱερωμένους τροφὴν μὴ πορίζεσθαι. Καὶ ὁ ι' και νὼν τῆς αὐτῆς συνόδου πρὸς διδασκαλίας πα! δων καὶ ἀνάγνωσιν Γραφῶν ἑτοίμους εἶναι τοὺς κληρικούς διορίζεται, καὶ μὴ κοσμικαῖς καὶ βιωτικαί, φροντίσιν ἐνασχολεῖσθαι. Ἔστι δὲ καὶ πρόσταγμα τοῦ ἀοιδίμου βασιλέως κυρίου Μανουὴλ τοῦ Κομνηνοῦ, ἐξενεχθὲν μὲν κατὰ μήνα Νοέμβριον, ἐπινεμήσεως ιε', ἐπὶ ὑπομνήσει τινῶν κλη ρικῶν καταλλακτῶν· καταστρωθὲν ἐν τῷ σεκράτῳ τῶν οἰκειακῶν, κατὰ μῆνα Νοέμβριον, ἐπινεμήσεως ιε'. καὶ ταῦτα ῥητῶς παρακελευόμενον Όσοις περιῆλθον ἐξ ἀγορασίας τὰ τοιαῦτα κατ αλλακτικά τραπεζοτόπια, δίδωσιν ἄδειαν ἡ βασι λεία μου ἐναλλαγῆναι ταῦτα εἰς ἅπερ ἂν εὑρήση τε ἀξιόλογα καὶ Ῥωμαϊκά πρόσωπα. Ὑμᾶς γάρ, ἱερω μένους ὄντας τὴν τοιαύτην ἐπιστήμην μετέρχεσθαι οὐκ ἐνδέχεται, ὅτι οὐδὲ δυνατὸν ἀναστέλλεσθαι διά προσήκοντος σωφρονισμού, όπηνίκα τι ποιεῖτε παρὰ τὸν ἐπαρχικόν ὁρισμόν, διὰ τὸ εἶναι ἱε ρωμένους. Ὅσοι οὖν ἐξ ὑμῶν ἐξ ἀγορασίας, ὡς εἴρηται, ταῦτα κέκτησθε, προσκομισάτωσαν ἀξιόλογα πρόσο
col. 977–978page 485 of 534
PG 138:977ὁ ἱερεὺς καὶ ὁ διάκονος, τῆς ἀπονεμηθείσης αὐτῷ ωπα τῷ ἐπάρχῳ· καὶ ἵνα δέξηται αὐτά, καὶ στρα γίσῃ τραπεζίτας ἀντ᾿ αὐτῶν, κατά δωρεάν, καὶ ἄνευ συνηθείας καὶ δόσεως οιασδήτινος. Ο μέντοι δς κανὼν τῆς ἐν Λαοδικεία συνόδου ταῦτά φησιν, ἔτι Θ' δεῖ ἱερατικούς ή κληρικούς, μάγους ή ἐπαειδοὺς εἶναι, ή μαθηματικούς, ἢ ἀστρολόγους, ποιεῖν τὰ λεγόμενα φυλακτήρια· ἅτινά εἰσι δεσμωτήρια τῶν ψυχῶν αὐτῶν. Τοὺς δὲ φοροῦντας, μία πτεσθαι ἐκ τῆς Ἐκκλησίας ἐκελεύσαμεν. Καὶ τὸ κβ' εφάλαιον τοῦ ο τίτλου τοῦ ξ' βιβλίον ταῦτα διέξεισιν· Ἡ μὲν γεωμετρική δημοσία διδάσκεται, ἡ δὲ μαθηματικὴ κατακρίνεται. Καὶ ὁ Παλαιός φησι Μαθηματικὴν εἶπε τὴν ἀστρονομίαν. Οἱ γοῦν τολμήσαν τις κληρικοί, πολλῷ καὶ πλέον οἱ τοῦ βήματος, δη μοσιακῶν δουλειῶν ἐνεργείας ἀναδέξασθαι, ἢ συστη ματικών πολιτείαν καὶ μεταχείρησιν ἐμπορεύεσθαι, καταλλάκται, τυχόν γενόμενοι, ἢ πρανδιοπράται, ἢ οἰνοπράται, καὶ αὐτοὶ δὲ οἱ ἀστρονόμοι, παρεγγυη θήσονται τῶν ἀκανονίστων τούτων ἐπιτηδευμάτων ἀπέχεσθαι· καὶ μὴ πειθόμενοι, καθαιρέσει καθ υποβληθήσονται. Η δὲ τέχνη τῶν ἰατρῶν, κἂν ὁρίο ζηται παρὰ τῶν σοφῶν ὑγείας εἶναι περιποιητική, ἀλλ' οὐκ ἐξ ἀνάγκης γίνεται τοῦτο. Σφαλεραὶ γάρ εἰσιν αἱ τῶν ἀνθρώπων ἐπίνοιαι, καὶ τῶν πολλῶν αἱ διαγνώσεις δειλαί, κατὰ τὸ παλαιὸν γνωμοδότημα. Ινατί γοῦν ἀποσταίη ο κληρικός, πολλῷ δὲ πλέον διακονίας, τῆς ἀμέμπτου καὶ ἀσφαλούς, καὶ εἰς σφαλερὰν καὶ ἀμφίβολον πολλάκις καὶ ἐπικίνδυνον ἑαυτὸν επιρρίψει; Ερώτησις κε'. Μονοθελήτης Ιερατικὸν ἔχων ἐπάγγελμα, διὰ μετανοίας υπέστρεψεν εἰς τὴν καθ' ἡμᾶς ὀρθόδοξον πίστιν, καὶ ἐδέχθη, καὶ ἡγιάσθη μετὰ μικρὸν δὲ στραφεὶς εἰς τὸν ἴδιον ἔμετον, αἱρεσιώτης, ὡς πρότερον, γέγονεν· ἀλλ᾽ αὖθις, ὡς λέγει, καθ᾿ ἑαυτὴν γεγονώς, καὶ τὸ ἁμάρτημα συν εἰς, εἰς τὴν ὀρθόδοξον πίστιν κατέφυγε, καὶ ἐδέχθη, κατὰ τὴν καλῶς ὑποστρέψαντα ἄσωτον· ἐπεὶ δὲ θέλει καὶ ἱερωσύνης ἀξιωθῆναι, ζητοῦμεν τὸ ποιη τέον μαθεῖν. Απ. Οὐδεὶς βαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βα σιλείαν τῶν οὐρανῶν, τὸ ἱερόν φησιν Εὐαγγέλιον. Διὸ κατὰ τὸν ιδ' κανόνα τῆς ἐν Νικαίᾳ ἁγίας καὶ οἰκουμενικῆς συνόδων (τάδε κατὰ ῥῆμα διαλαμβά γοντα, Περὶ τῶν κατηχουμένων καὶ παραπεσόντων ἔδοξε τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, ώστε τριῶν ἐτῶν αὐτοὺς ἀκροωμένους μόνον, μετὰ ταῦτα εἶχε σθαι μετὰ τῶν κατηχουμένων), ἀρκεῖ τῷ οὕτω καὶ πῶς ὀλισθήσαντι, καὶ τῇδε κἀκεῖσε μεταῤῥιπιζο μένῳ, δεχθῆναι κατὰ τὴν τοῦ κανόνος περίληψιν. Ἱερατείας γὰρ οὐκ ἀξιωθήσεται. Ερώτησις κς'. Ακινδύνως ἐπίσκοποι μοναχοί τε καὶ κληρικοὶ γίνονται φροντισταί δημοσίων ὀφφικίων καὶ δουλειῶν, καὶ κηδεμόνες πραγμάτων ἀρχοντικών, Η ου; Απ. Οἱ ἐν Χαλκηδόνι συνελθόντες εξακοσιοι τριάκοντα ἅγιοι Πατέρες, καὶ τὴν ἁγίαν τετάρτην
col. 979–980page 486 of 534
PG 138:9797 σύνοδον οὐρανώσαντες, ἐν ζ' κανόνι αὐτῶν τάδε ῥητῶς περὶ τούτων ἐκαλλιγράφησαν, Τούς ἅπαξ εν κλήρῳ τεταγμένους καὶ μοναστὲς ὡρίσαμεν μήτε ἐπὶ στρατείας, 'μήτε ἐπὶ ἀξίαν κοσμικὴν ἔρχεσθαι ἢ, τοῦτο τολμῶντας, καὶ μὴ μεταμελομένους ώστε επιστρέψαι ἐπὶ τοῦτο ὁ διὰ Θεὸν είλοντο, ἀναθεματίζεσθαι. Καὶ ὁ πγ' κανὼν τῶν ἁγίων ἀποστόλων ταῦτα διέξεισιν· Ἐπίσκοπος, η πρεσβύτερος, διάκονος στρατείᾳ σχολάζων, καὶ βουλόμενος ἀμφ τερα κατέχειν, Ρωμαϊκὴν ἀρχὴν καὶ ἱερατικὴν. διακονία», καθαιρείσθω. Τὰ γὰρ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ, τῷ Θεῷ. Γενήσεται οὖν ἐπὶ τα; οὕτω καλῶς πολιτευομένοις μοναχοῖς τε καὶ λοιποῖς τὰ ἐν τοῖς τοιούτοις κανόσι διωρισμένα. Ερώτησις κζ'. Ομόζυγοι κατὰ κοινὴν τάχα ψυχ ωφελή θέλησιν καὶ ἀρέσκειαν τὸν μονήρη βίον ἐπελέξαντο· ὅτι δὲ καὶ αὖθις ἐν μιᾷ κατοικία διάγουσιν, ὁμοδίαιτοι πάντως ὄντες καὶ ὁμοτράπεζοι, ζητῶ τὸ ποιητέον ἐπὶ τούτοις μαθεῖν. Απ. Οἱ θεῖοι κανόνες τῆς ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων συστάσης ἁγίας καὶ εἰκουμενικῆς συν όδου, τῆς λεγομένης α΄ καὶ β', διορίζονται κατὰ τὸ ἀπαραίτητον εἰς μοναστήρια τὰς ἀποκάρσεις για νεσθαι, καὶ ὑπὸ ἀναδόχων τὰς συνθήκας τῶν ἀπο χειρομένων δέχεσθαι. Οἱ γοῦν μὴ διάγοντες εἰς τὰ μοναστήρια εἰς & μετεσχηματίσθησαν καὶ ἀπεκάρησαν, ἀλλ᾽ εἰς κοσμικά καταγώγια, καταναγκασθήσονται παρὰ τοῦ ἐγχωρίου ἐπισκόπου, μετά ἀφορισμοῦ, καὶ δριμυτάτων ἐπιτιμίων, υποστρέψαι Ο καλῶς ὅθεν ἐξῆλθον κακῶς. 'Ερώτησις πη'. Οἱ χειροτονοῦντες ἀρχιερεῖς δια κόνους καὶ ἱερεῖς, ἀλλὰ μὴν καὶ οἱ διὰ τοῦ θείου βαπτίσματος παῖδας ὀρθοδόξων ἁγιάζοντες, ἢ καὶ τινας αἱρετικούς· ὡσαύτως καὶ οἱ μεταδιδόντες τι νὰς τῶν θείων ἁγιασμάτων, ἐὰν ἀπαιτῶσιν ἐξ αὐτῶν χάριν κόπου τούτων ποσότητάς τινας νομισματικές, καλῶς ποιοῦσιν, ἢ οὐ; Απόκρισις. Οἱ στρατιῶται, φησίν, ἰδίοις όψω νίοις οὐκ ἀνατρέφονται. Καὶ διὰ Μωσέως εἶπεν ὁ Θεός, Οὐ φιμώσεις βοῦν ἁλοῦντα. Εἰ γοῦν διὰ μετρίας τινὸς δόσεως, καὶ τῇ προαιρέσεις τοῦ χειροτονουμέν νου, ἢ ἄλλως ἁγιαζομένου, παρηγορηθήναι ζητοῦσιν οι χειροτονοῦντες ἢ βαπτίζοντες. Ἱερεῖς τε καὶ ἀρε χιερεῖς, οὐδέν τι ποιοῦσι κακόν. Νενόμισται γὰρ διὰ συνήθειαν παρηγορείσθαι τοὺς χειροτονούντας. Εἰ δὲ τοιαύτας μὲν συνήθεις εὐλογίας οὐ ζητοῦσιν, ἀλλὰ δόματα σθεναρὰ καὶ τὴν ἰσχὺν τοῦ χειροτονουμένου στενοχωροῦντα, οὐ μόνον οὐκ εἰσακουσθήσονται, ἀλλὰ καὶ καθαιρέσει ὑποβληθήσονται. Της γὰρ ὁ β' κανὼν τῆς ἁγίας καὶ οἰκουμενικῆς συν ίδου, Εἴτις ἐπίσκοπος ἐπὶ χρήμασι χειροτονίαν ποιή σει, καὶ εἰς πράσιν κατάγει τὴν ἄπρατον χάριν, καὶ χειροτονήσει ἐπὶ χρήμασιν ἐπίσκοπον, ή πρεσβύτερον, ἢ διάκονον, ἢ χωρεπίσκοπον, ἢ ἑτερόν τινα τῶν ἐν τῷ κλήρῳ κατηριθμημένων, ἢ προβάλοιτο ἐπὶ χρήμασιν οἰκονόμον, ἢ ἔκδικον, ἢ προσμονάριον, ἢ
col. 981–982page 487 of 534
PG 138:981ἄλλως τινὰ τοῦ κανόνος δι' αἰσχροκέρδειαν, ὁ τούτῳ ἐπιχειρήσας, ἐλεγχθεὶς κινδυνευέτω περὶ τὸν οἰκεῖον βαθμόν. Καὶ ὁ χειροτονούμενος, μηδὲν ἐκ τῆς κατ' εμπορίαν ὠφελείσθω χειροτονείας, η προβολῆς· ἀλλ᾽ ἔστω ἀλλότριος τῆς ἀξίας ἢ τοῦ φροντίσματος, οὗ περ ἐπὶ χρήμασιν ἔτυχεν. Εἰ δέ τις μεσιτεύων φανείη τῖς οὕτως αἰσχροῖς καὶ ἀθεμίτοις λήμμασι, καὶ εὗτος, εἰ μὲν κληρικός εἴη, τοῦ οἰκείου ἐκπιπτέτω βαθμοῦ· εἰ δὲ λαϊκὸς ἢ καὶ μονάζων, Ἀναθεματιζέσθω. Καὶ ὁ κγ' κανὼν τῆς ἐν τῷ Τρούλλῳ τοῦ μετ γάλου παλατίου συστασης ἁγίας καὶ οἰκουμενικής συνόδου ταῦτα διέξεισι περὶ τοῦ Μηδένα ἐπίσκοπον, εἴτε πρεσβύτερον, εἴτε διάκονον, τῆς ἀχράντου μετ ταδιδόντα κοινωνίας, παρὰ τοῦ μετέχοντος εἰσπράτε τειν, τῆς τοιαύτης μεταλήψεως χάριν, ὀβολήν, ἢ εἶδος τὸ οἰονοῦν. Οὐδὲ γὰρ πεπραμένη ἐστὶν ἡ χά ρις, οὐδὲ χρήμασι τὸν ἁγιασμὸν τοῦ πνεύματος με ταξιδόαμεν, ἀλλὰ τοῖς ἀξίοις τοῦ δώρου ἀπανουρ γεύτως μεταδοτέον. Εἰ δὲ φανείη τις τῶν ἐν τῷ κλής ριν κατειλεγμένων απαιτῶν ᾧ μεταδίδωσι τῆς ἀχράντου κοινωνίας τὸ οἰονοῦν εἶδος, καθαιρείσθω, ὡς τῆς τοῦ Σίμωνος ζηλωτής πλάνης καὶ. κακουργίας. Ερώτησις κθ'. Οἱ κατ' ἐπίγνωσιν ἀληθῆ πρὸς τὴν ὀρθόδοξον πίστιν ἐρχόμενοι, Νεστοριανοί δηλο νότι, 'Αρμένιοι, Ἰαχωβίται, καὶ ἕτεροι αἱρεσιῶται, διὰ μόνου τοῦ ἁγίου μύρου ὀφείλουσι τελειοῦσθαι, ἢ καὶ διὰ θείου βαπτίσματος; 'Απ. Ο κε' κανὼν τῆς ἐν τῷ Τρούλλω συνόδου, ἀκολουθήσας τῷ ζ' κανόνι τῆς ἁγίας καὶ οἰκουμενικῆς β' συνόδου, τάδε κατὰ ῥῆμα διαλαμβάνει· Τοὺς προστιθεμένους τῇ ὀρθοδοξίᾳ καὶ τῇ μερίδι τῶν σωζο μένων ἀπὸ αἱρετικῶν, δεχόμεθα κατὰ τὴν ὑποτεταγμένην ἀκολουθίαν τε καὶ συνήθειαν, Αρειανοὺς μὲν καὶ Μακεδονιανοὺς καὶ Ναβατιανούς, τοὺς λέγοντας ἑαυτοὺς καθαρούς, καὶ ἀριστερούς, καὶ τοὺς τεσσαρεσκαιδεκατίτας, ήτοι τετραδίτας, ήγουν 3 Απολινα ριαστάς, δεχόμεθα διδόντας λιβέλλους, καὶ ἀναθεματ τίζοντας πᾶσαν αἵρεσιν μὴ φρονοῦσαν ὡς φρονεῖ ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ καὶ ἀποστολική Εκκλησία σφραγιζομένους ήτοι χρισμένους πρῶτον τῷ ἁγίῳ μύρῳ τό, τε μέτωπον καὶ τοὺς ὀφθαλμούς, καὶ τὰς ῥίνας, καὶ τὸ στόμα, καὶ τὰ ὦτα. Καὶ σφραγίζοντες αὐτοὺς, λέγομεν, Σφραγίς δωρεάς πνεύματος ἁγίου. Περὶ δὲ τῶν παυλιανισάντων, εἶτα προσφυγόντων τῇ καθολικῇ Ἐκκλησία, δρος ἐκτέθειται, ἀναβαπτίζεσθαι αὐτοὺς ἐξ ἅπαντος. Ευνομιανούς μέντοι τοὺς εἰς μίαν κατάδυσιν βαπτιζομένους, καὶ Μοντανιστάς τοὺς ἐκταῦθα λεγομένους Φρύγας, καὶ Σαβελλιανούς, τοὺς υἱοπατορίαν δοξάζοντας, καὶ ἕτερά τινα χα λεπὰ ποιοῦντας· καὶ πάσας τὰς ἄλλας αἱρέσεις, ἐπειδὴ πολλοί εἰσιν ἐνταῦθα, μάλιστα οἱ ἀπὸ τῆς Γαλατῶν χώρας ορμώμενοι, πάντας τοὺς ἀπ' αὐτῶν θέλοντας προστίθεσθαι τῇ ὀρθοδοξία, ὡς Έλληνας δεχόμεθα· καὶ τὴν πρώτην ἡμέραν ποιοῦμεν αὐτοὺς Χριστιανούς, καὶ τὴν δευτέραν κατηχουμένους, εἶτε καθαρούς
col. 983–984page 488 of 534
PG 138:983καὶ τὴν τρίτην ἐξορκιζομένους, μετὰ τοῦ ἐμφύσιν τρίτον εἰς τὸ πρόσωπον, καὶ εἰς τὰ ὦτα· καὶ οὕτως κατηχούμεν, καὶ ποιοῦμεν χρονίζειν εἰς τὴν ἐκκλησίαν, καὶ ἀκροάσθαι τῶν Γραφῶν· καὶ τότε αυτούς βαπτίζομεν. Καὶ τοὺς Μανιχαίους δὲ, καὶ τοὺς Γα λεντινιανούς 40, καὶ τοὺς Μαρκιωνιστάς, καὶ τοὺς ἐκ τῶν ὁμοίων αἱρέσεων, τους Νεστοριανούς, χρή που εἶν λιβέλλους, καὶ ἀναθεματίζειν τὴν αἵρεσιν αὐτῶν, καὶ Νεστόριον, καὶ Εὐτυχές, καὶ Διόσκορον, καὶ Σεβήρον, καὶ τοὺς λοιποὺς ἐξάρχους τῶν τοιούτων αἱρέσεων, καὶ τοὺς φρονοῦντας τὰ αὐτῶν, καὶ πά σας προσαναφυομένας αἱρέσεις· καὶ οὕτως μετα λαμβάνειν τῆς ἁγίας κοινωνίας. Κατὰ γοῦν τὴν τοῦ τοιούτου κανόνος περίληψιν, οἱ μὲν τῶν αἱρεσιωτῶν διὰ βαπτίσματος ἁγιάζονται, οἱ δὲ διὰ μόνου τοῦ ἁγίου μύρου τελειοῦνται. Ο Ερώτησις 2'. Ἐὰν αἱρετικός, ἱερεὺς, ἡ διάκονος, ἀξιωθῇ τοῦ θείου καὶ ἁγίου βαπτίσματος, ἢ διὰ τοῦ ἁγίου μύρου ἁγιασθῇ, ἐσεῖται ἱερουργών μετά τῆς προτέρας χειροτονίας αὐτοῦ, ἡ ἑτέρας ἀξιωθείη χειροτονίας, ἐὰν θελήσῃ ἱερουργεῖν, Απ. Ο τῶν ἁγίων ἀποστόλων π' κανὼν τοὺς ἐξ ἐθνικοῦ βίου προσελθόντας τῇ ὀρθοδόξῳ πίστει· καὶ βαπτισθέντας, καὶ ἐπισκοπικοῦ ἀξιώματος καταξιδι σθαι διορίζεται. Τῆς γοῦν προτέρας ἱερωσύνης, μια ρωσύνης νομιζομένης, καὶ ὡς μή γινομένης λογιζομένης, ἐὰν μετὰ τῆς κανονικῆς ἀκριβείας ἀνακρινόμενος ὁ οὕτως ὀρθοδοξήσας, καὶ ὢν ποτε βέβηλος ἱερεὺς, περὶ τοῦ ὑστέρου αὐτοῦ βίου ἀκατάκριτος ἀναφανείη, ἀξιωθείη οὐ μόνον ἱερατικοῦ ἀξιώματος, ἀλλὰ καὶ ἐπισκοπικοῦ, διὰ τῶν συνήθων πάντως βαθμῶν εἰς τὸ διδασκαλικὴν ὕψος ἀναγόμενος. Ερώτησις λα'. Ἐὰν τοῦ προσελθόντος τῇ πίστει τῶν ὀρθοδόξων αἱρετικοῦ ἡ γυνὴ, καὶ οἱ παῖδες, ἢ καὶ Έτεροι τούτῳ συνέστιοι καὶ συγκάτοικοι, οὐκ ὀρθοδς ξήσουσιν, ἀλλ' ἐξέχονται τῆς προτέρας αἱρέσεως, ού κωλυθήσεται ὁ τελειωθεὶς, ὡς εἴρηται, διὰ τοῦ βα πτίσματος, εἰς ἱερατικὸν βαθμὸν ἢ ἐπισκοπικών ἀνελθεῖν· ἡ διὰ τὴν ἐκείνων κακίαν καὶ αὐτὸς τοσού του ἀγαθοῦ ἀποστερηθῇ; Απ. Ὁ μὲν λς' κανὼν τῆς ἐν Καρθαγένῃ συν όδου, φησίν, Ἐπίσκοπον καὶ πρεσβύτερον καὶ διέκο νον μὴ χειροτονεῖσθαι πρὶν πάντας τοὺς ἐν τῷ οἴκῳ αὐτῶν ὀρθοδόξους Χριστιανούς ποιήσουσιν. Ο δὲ β κανὼν τῆς ἐν τῷ Τρούλλῳ ἁγίας και οικουμενικής η συνόδου διορίζεται εν μέρει ταῦτα ῥητῶς. Εἰ δέ τινες ο Βαλιντινιανούς. Καὶ ἐν τῇ ἀπιστία τυγχάνοντες, καὶ οὔπω τῇ τῶν ὀρθοδόξων εγκαταλεγέντες ποίμνῃ, ἀλλήλοις γάμῳ νομίμῳ ἡρμόσθησαν· εἶτα ὁ μὲν τὸ καλὸν ἐκλεξί μενος, τῷ φωτὶ τῆς ἀληθείας προσέδραμεν· ὁ δὲ ὑπὸ τοῦ τῆς πλάνης κατεσχέθη δεσμοῦ, μὴ πρὸς τὰς θείας ἀτενίσαι ἀκτῖνας ἑλόμενος· εὐδοκεῖ δὲ τῷ πιστῷ ἡ ἄπιστος, ἢ τὸ ἔκπαλιν ὁ ἄπιστος συνοικεῖν τῇ πιστῇ· μὴ χωριζέσθω, κατὰ τὸν θεῖον ἀπόστολον. Ηγίασται γὰρ ὁ ἄπιστος ἀνὴρ ἐν τῇ γυναικὶ, ἢ ἡγίασται ἡ ἄπιστος γυνὴ ἐν τῷ ἀνδρί. Τὴν ἀνα φαινομένην οὖν ἐναντιότητα τῶν δύο τούτων κανό
col. 985–986page 489 of 534
PG 138:985των κανονικῶς λύοντες, λέγομεν ὅτι, ὁ μὲν ἐκ γενε τῆς ὢν ὀρθόδοξος, μετὰ γυναικός αἱρετικής συν εφθείς, οὐκ ἀξιωθείη κληρώσεω;, εἰ μὴ καὶ τοὺς ἐν τῷ οἴκῳ αὐτοῦ ποιήσει ὀρθοδόξους Χριστιανούς· ὅτι καὶ τῆς ἐκκλησιαστικῆς κεχωρισμένος ἐστὶ συγ άξεως, ὡς τῇ τοῦ Χριστοῦ μερίδι συμπλέξας κλήρον ἁμαρτωλόν. Ο δὲ αἱρεσιώτης ὢν ἐκ σπαργάνων αὐτῶν, ἐὰν τὴν ὀρθόδοξον πίστιν προέληται, δικαίως, δὲν ἀπό τινος ἑτέρου λόγου οὐκ ἐμποδίζηται, χει μοτονίας ἀξιωθείη ἱερατικής. Τί γὰρ οίδας, φησὶν ὁ μέγας Απόστολος, ἐὰν ὁ πιστὸς μεταγάγῃ τὴν ἄπιστον σύζυγον αὐτοῦ πρὸς τὴν πίστιν; Καλῶς οὖν ὁ εἰς τὴν ὀρθόδοξον πίστιν ἐλθὼν ἀπὸ θρησκείας αἱρετικῶν, κατὰ κανόνας ἀξιωθείη ἀξιώματος ἱερα τικοῦ, καὶ μὴ ἐρθοδοξήσωσιν ἡ γυνὴ καὶ τὰ τέκνα αὐτοῦ. Ερώτ. λβ. Απροκριμάτιστόν ἐστι τελεῖσθαι τέκνων ἀναδοχὰς διὰ Λατίνων, Αρμενίων, Μονοθελητῶν, Νεστοριανῶν, καὶ λοιπῶν τοιούτων· ἢ μᾶλ λον μισητὸν καὶ ἀποτρόπαιον; Απόκ. Τ' β' θέσπισμα τοῦ ι' κεφαλαίου τοῦ α' τίτλου τοῦ α' βιβλίου τῶν Βασιλικῶν; Αιρετικός, φησίν, ἐστί, καὶ τοῖς κατὰ των αἱρετικῶν ὑπόκειται νόμοις, ο μικρόν γοῦν ἐκκλίνων τῆς ὀρθοδόξου πίσ στεως. Ἐπεὶ γοῦν πάντες οἱ ἀπαριθμηθέντες εἰς τὴν παροῦσαν ἐρώτησιν, οὐ διὰ μικρὸν, ἀλλὰ διὰ πλάτος μέγα καὶ δυσδιεξίτητον ἐκ τῆς τῶν ὀρθοδόξων Εκκλησίας απεξενώθησαν, πάντως οὐδὲ χάριν ἀναδοχής παίδων πνευματικών μεσιτευομένης δι' ἁγίων εὐχῶν καὶ ἁγιασμάτων πολλῶν, ἡμῖν συγκοι νωνήσουσιν· ἵνα μὴ καὶ αὐτοὶ ἀκοινωνησίᾳ κατα κριθῶμεν, κατὰ τὸν κανόνα, τὸν λέγοντα, Ο κοινων νῶν ἀκοινωνήτῳ, καὶ αὐτὸς ἀκοινώνητός ἐστιν. Ερώτ. λγ'. Ορθόδοξοι γυναίκες συνάπτονται τάχα γαμικῶς μετὰ Σαρακηνῶν, ἡ καὶ αἱρεσιωτῶν, καὶ θέλουσιν, ὡς ὀρθοδοξοῦσαι, καθώς διενίστανται, μεταλαμβάνειν τῶν θείων ἁγιασμάτων· ζητοῦμεν οὖν τὸ ποιητέον μαθεῖν. Απόκ. Ο ο κανὼν τῆς ἐν τῷ Τρούλλῳ συνόδου ταῦτά φησι· Μὴ ἐξεῖναι ὀρθόδοξον ἄνδρα αἱρετικῇ συνάπτεσθαι γυναικί, μήτε αἱρετικῷ ἀνδρὶ ὀρθόδοξον γυναῖκα συζεύγνυσθαι. ᾿Αλλ' εἰ καὶ φανῇ τοιοῦτον ὑπό τινος τῶν ἁπάντων γινόμενον, ἄκυρον τὸν γάμου ἡγεῖσθαι, καὶ τὸ ἄθεσμον διαλύεσθαι συνοικέσιον. Οὐ γὰρ χρὴ τὰ ἄμικτα μιγνύναι, οὐδὲ τῷ προβάτῳ τὸν λύκον συμπλέκεσθαι, καὶ τῇ τοῦ Χριστοῦ ποίμνῃ τὸν τῶν ἁμαρτωλῶν κλήρον. Εἰ δὲ παραβῇ τις τὰ παρ' ἡμῶν ὁρισθέντα, ἀφοριζέσθω. Η γοῦν διὰ τὴν ἄθεσμον ταύτην κοινωνία, μετά αἱρετικοῦ, ἀφωρισμένη οὖσα καὶ ἀκοινώνητος, πῶς τῶν θείων ἁγια σμάτων ἀξιωθείη; πάντως οὐδαμοῦ, εἰ μὴ ἀποστῇ τοῦ κακοῦ, καὶ κανονικοῖς ἐπιτιμίοις διορθωθῇ. Ερώτ. λδ'. Τινές γυναικείων μοναστηρίων προεστῶται ζητοῦσιν ἐκχώρησιν ἐπισκοπικὴν χάριν τοῦ δέχεσθαι λογισμοὺς τῶν ὑπ' αὐτὰς μοναχῶν. Ζητοῦμεν οὖν εἰ ἔστιν ἐνδεχόμενον τοῦτο γενέσθαι,
col. 987–988page 490 of 534
PG 138:987Απόπ. Καὶ ἄλλοτε είπομεν, μόνοις τοῖς ἱεροῦσ μετὰ ἐπισκοπικῆς ἐκχωρήσεως δεδομένον εἶναι τὸ δέχεσθαι λογισμούς. Αν γοῦν οὐδὲ ἀνίερος καθώ ηγούμενος μετὰ ἐπισκοπικῆς ἐκχωρήσεως δύναται δέχεσθαι λογισμούς, πολλῷ πλέον οὐκ ἐκχωρηθῇ τοῦτο παρὰ καθηγουμένης γίνεσθαι, κἂν ἡ ἀρετὴ αὐτῆς λάμπῃ ὑπὲρ τὸν ἥλιον. Ερώτ. λε'. Οἱ θεῖοι κανόνες μέμνηνται διακονισσῶν. Ζητοῦμεν οὖν μαθεῖν τοῖόν ἐστι τὸ τούτων λειτούργημα. Απόκ. Πάλαι ποτὲ καὶ τάγματα διακονισσῶν τοῖς κανόσιν ἐπεγινώσκετο, καὶ εἶχον καὶ αὗται βαθμὸν ἐν τῷ βήματι· ἡ δὲ τῶν ἐμμήνων κάκωσις τὴν ὑπηρεσίαν ταύτην ἐκ τοῦ θείου καὶ ἁγίου βήματος απεξένωσε· παρὰ δὲ τῇ ἁγιωτάτῃ Ἐκκλησίᾳ τοῦ θρόνου τῶν Κωνσταντινουπολιτών διακόνισσαι προς χειρίζονται, μίαν μὲν μετουσίαν μὴ ἔχουσαι ἐν τῷ βήματι, ἐκκλησιάζουσαι δὲ τὰ πολλὰ, καὶ τὴν γυναικωνῖτιν ἐκκλησιαστικώς διορθούμεναι. 'Ερώτ. λς'. Υποδιάκονος καὶ διάκονος δύναται νομίμως συναφθῆναι γυναικί, ἢ οὐ; Απόκ. Καὶ κανόνες καὶ νόμοι διάφοροι κωλύουσι τοὺς ἱερωμένους συνάπτεσθαι γυναιξὶ μετὰ τὴν χειροτονίαν. Τοῦ δὲ τοιούτου κανονικού παραγγέλματος ἀθετουμένου, ὡς ἔοικεν, ὁ ἐν βασιλεῦσιν ἀοίδιμος καὶ σοφώτατος κύριος Λέων, διὰ θεσπίσματος Νεαροῦ τὸ κακὸν διωρθώσατο. Φησὶ γὰρ ἡ τρίτη Νεαρὰ αὐτοῦ ἐν μέρει ταῦτα ῥητῶς· κελεύομεν κατὰ τὸ ἄνωθεν ἀρχαῖον τῆς Ἐκκλησίας διάταγμα τας χειροτονίας προβαίνειν. Οὐ γὰρ ἄξιόν ἐστι, μετὰ τὸ ἀνυψωθῆναι τῆς σωματικῆς ταπεινώσεως ὑπὸ τῆς πνευματικῆς ἀναβάσεως, τούτους πάλιν ἐπὶ τὴν σαρκικὴν ταπεινότητα κατα πίπτειν· τοὐναντίον δὲ μᾶλλον χρὴ εἰς ἀνάβασιν ὑψηλὴν τὴν θείαν λειτουργίαν ἐκ τῆς σωματικῆς ταπεινότητος ἀναβαίνειν. Διὸ οὐδεὶς τῶν τοῦ βήμα τος μετὰ τὴν χειροτονίαν τολμηρῶς συζευχθείη κατά νόμον γάμου γυναικί· τοῦτο δὲ ποιήσας καθαιρεθήσεται. Ἐξῆν γὰρ αὐτῷ πρὸ τῆς χειροτονίας ποιῆσαι τὸ μετὰ τὴν χειροτονίαν οὕτω κακῶς τελο μηθέν. Ερώτ. λζ'. Εκχωρητόν ἐστι τοὺς ἱερεῖς, ἡγου μένους ὄντας, ἢ πρωτοπαπάδας, καὶ τοὺς ἀρχιερεῖς, διὰ ἐπιμανίκων καὶ ἐπιγονατίων ἀποσεμνύνεσθαι Η κεκώλυται; Απόκ. Ἡ τῶν ἐπιμανίκων καὶ τῶν ἐπιγονατίων ἱερωτάτη ενδυμενία μόνοις τοῖς ἀρχιερεύσι πεφιλοτίμηται, ὡς τὸν τύπον ἐπέχουσι τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· κἀντεῦθεν καὶ ἁμαρτίας ἀφιοῦσιν ἀνθρώπων, καὶ ἄλλα ποιοῦσι Χριστομιμήτως μείζονα, ὅσα τοῖς ἱερεῦσιν οὐκ ἐνεδόθησαν. Διὸ οὐδὲ τῆς τῶν ἐπιμανίκων οὐδὲ τῶν ἐπιγονατίων ενδυμενίας ἀξιωθήσονται. Τὰ γὰρ ἐπιμάνικα τύπος εἰσὶ τῶν χειροπεδῶν τῶν ἐλιχθει σῶν εἰς τὰς χεῖρας τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σα τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὅτι πρὸς τὸ ἐκούσιον
col. 989–990page 491 of 534
PG 138:989πάθος ἠπείγετο. Τὸ δὲ ἐπιγονάτιον εἰς τύπο τοῦ λεντίου ἐστὶν, ὁ ὁ Κύριος ἐνεδύσατο, καὶ τοὺς πόδας τῶν μαθητῶν ἔνεψεν. Ὥσπερ οὖν οὐ δοθείη ἐπισκόπῳ τινὶ τὰ τοῖς πατριάρχαις φιλοτιμηθέντα διὰ ἐνδυμενίας χαρίσματα, σάκκος δηλονότι καὶ πολυσταύριον (τούτους γὰρ ὑπὸ τούτων κυδαίνεσθαι δέδοκται, ὡς καὶ ἀναφερομένους εἰς τῆς οἰκουμένης τὰ πέρατα οὕτως οὐδὲ τὰ τοῖς ἐπισκόποις ἀπονεμηθέντα προ νόμια τοῖς ἱερεῦσι δοθήσεται· ἵνα μὴ τῶν ἐκκλησιαστικῶν προνομίων σύγχυσις γένηται, καὶ τῷ Πλάσαντι εἴπῃ τὸ πλάσμα· Ἐξισοῦμαί σοι. Ερώτ. λη'. Ἀπὸ ἀρχαίας εγχωρίου συνηθείας θάπτονται λείψανα ὀρθοδόξων εἰς τὰς κατά χώραν ἐκκλησίας ἡμῶν. Ζητῶ οὖν μαθεῖν εἰ ἔστι τοῦτο ἀποκριμάτιστον. Απόκ. Διαφορά μεγάλη ἐστὶν ἐκκλησιῶν καθιερω θεισῶν διὰ ἐγκαινίων ἀνοιξίων καὶ ἐνθρονισμού, χρίσματός τε ἁγίου μύρου, καὶ ἀποθέσεως λειψάνων ἁγίων μαρτυρικῶν, καὶ τῶν μὴ οὕτως ἁγιασθεισῶν, καὶ εὐκτηρίου τόπον ἐπεχουσῶν. Διὸ ἐν ἐκείναις μὲν ἐν οἷς δηλονότι μαρτυρικὰ λείψανα τεθησαύρισται, καὶ ἁγίου μύρου ἐμεσολάβησε χρίσμα, ἀνθρώπινον λείψανον οιονδηποτοῦν οὐ ταφήσεται (κατὰ τὸ β' και φάλαιον τοῦ α' τίτλου τοῦ ε' βιβλίου τῶν Βασιλικῶν, τὸ λέγον• Μηδεὶς ἐν ἐκκλησίᾳ θαπτέτω νεκρόν. Καὶ κατὰ τὴν ἔξωθεν αὐτοῦ κείμενον παλαιὸν, τὸν λέω γοντα· Οὐκ ἔξεστι θάπτειν τινὰ ἐν ἐκκλησίᾳ, ἔνθα δηλονότι μάρτυρας ἐκεῖσε σῶμα ἀπόκειται)· εἰς δὲ τοὺς μὴ οὕτω καθιερωθέντας, ἁγίους εὐκτηρίους κατονομαζομένους, ἀκινδύνως ἐνταφιασθήσονται λείψανα. Ερώτ. λθ'. Κάτοικοί τινων ενοριῶν, τὰς τῶν οἰκείων ἀρχιερέων χειροτονίας παραιτούμενοι, έτέ ρων ἐνοριῶν ἐπισκόποις προσέρχονται καὶ χειροτονιῶν, καθώς ἕκαστος έχει θελήματος. Εἰ γοῦν ἀσφαλῶς αὐτοῖς γίνεται τοῦτο, ζητῶ μαθεῖν. Απόκ. Τοὺς μὲν ἀναγνώτας τοὺς ἀθετήσαντας τὰς χειροτονίας τῶν ἐπισκόπων αὐτῶν, καὶ εἰς ἑτέρας ἐνορίας μείζονος ἀξιωθέντας βαθμοῦ διὰ χειροθεσίας ἐπισκοπικῆς, ἀκοινωνησίας ἐπιτιμίῳ οἱ κανόνες καθυποβάλλουσι· καὶ οὐ μόνον αὐτούς, ἀλλὰ καὶ τοὺς χειροτονήσαντας τούτους, καθὼς τὰ περὶ τούτου παρίσταται ἀπὸ τοῦ νδ κανόνος τῆς ἐν Καρθαγένη συνόδου, ταῦτα κατὰ ῥῆμα διαλαμβά νοντος • Κληρικοὺς εἰς ἐκκλησίαν τελοῦντας, ώς ἤδη ὡρίσαμεν, μὴ ἐξεῖναι εἰς ἄλλης πόλεως τάττεσθαι ἐκκλησίαν, ἀλλὰ στέργειν ἐκείνην ἐν ᾗ λειτουργεῖν ἐξ ἀρχῆς ἠξιώθησαν· ἐκτὸς ἐκείνων οἵτινες ἀπολέσαντες τὰς ἰδίας πατρίδας, ὑπὸ ἀνάγκης εἰς ἄλλην ἐκκλησίαν μετῆλθον. Εἰ δέ τις ἐπίσκοπος, μετὰ τὸν ὄρον τοῦτον, ἄλλῳ ἐπισκόπῳ προσήκοντα δέξηται κληρικόν, ἔδοξεν ἀκοινώνητον εἶναι καὶ τὸν δεχθέν τα καὶ τὸν δεξάμενον· ἕως ἂν ὁ μεταστὰς κληρικός εἰς τὴν ἰδίαν ἐπανέλθῃ Ἐκκλησίαν. Περὶ δὲ τῶν λαϊκῶν συνεζητήθη ποτέ παρὰ ταύτῃ τῇ ἁγίᾳ συνόδῳ τῆς τῶν Κωνσταντινουπολιτῶν Ἐκκλησίας, πατριαρχεύοντος τοῦ ἁγιωτάτου ἐν πατριάρχαις καὶ
col. 991–992page 492 of 534
PG 138:991σοφωτάτου κυρίου Μιχαήλ τοῦ Ἀγχιάλου· καὶ γέ γονε κατά μήνα Νοέμβριον, ἐπινεμήσεως δ', στη μείωμα συνοδικὸν, συγκεκροτημένον ἀπὸ διαφόρων κανόνων προσκομιδῆς· ἐπίσης γνωματεύον κολάζεσθαι καὶ τὸν ἐξ ἑτέρας ἐνορίας χειροτονήσαντα λαϊκὸν παρὰ γνώμην τοῦ ἐπισκόπου αὐτοῦ, καὶ αὐτὸν δὲ τὸν χειροτονηθέντα. Ερώτ. μ'. Δύνανται οἱ διάκονοι παρὰ γνώμη τῶν ἀρχιδιακόνων αὐτῶν ἱερατικοῦ καταξιούσθα χαρίσματος, ἢ οὐ; Απόκ. Τοῖς ἐπισκόποις ἡ περὶ τούτου πρόνοια περ φιλοτίμηται παρὰ τῆς χάριτος τοῦ παναγίου Πνεύ ματος. Διὸ καὶ μετὰ γνώμης αὐτῶν ἱερωθήσονται ε διάκονοι, τοῦ ἀρχιδιακόνου, ὡς συναδέλφου, μόνο παρουσιάζοντος; Ερώτ. μα'. Οἱ διγαμήσαντες λαϊκοὶ, καὶ ἑτέ του γάμου, ήτοι τρίτου, νομίμως ἀξιωθήσονται, ἢ οὐ; Απόκ. Ὁ μὲν παλαιός νόμος καὶ τρίτον γάμον ὡς Έννομον ἐπεγίνωσκε, καὶ τοὺς ἐκ τούτου γεννηθέντας, κληρονόμους καὶ ὑπεξουσίους εἶχε τοῦ φύσαντος οἱ δὲ κανόνες τῶν θείων καὶ ἁγίων Πατέρων, οὐ μόνον τὸν τρίτον γάμον οὐκ ἐπιγινώσκουσιν, αλλα καὶ τὸν δεύτερον ἐπιτιμίῳ μετρίῳ καθυποβάλλουσιν. Οτι δὲ βασιλεύοντος τοῦ ἀοιδίμου βασιλέως κυρίου Λέοντος τοῦ Σοφού σχίσμα γέγονε μέγα παρὰ ταῖς Ἐκκλησίαις τοῦ κόσμου παντός, διὰ τὸ τὸν βασιλέα μὴ μόνον τριγαμῆσαι, ἀλλὰ καὶ τετραγαμῆσαι, συν έλευσις ἐτελέσθη συνοδική πάντων σχεδὸν τῶν ἀρ χιερατευόντων ἐν ταῖς ἀπανταχού διοικήσεσι, κατα τὴν η' ἐπινέμησιν τοῦ ςυχή' ἔτους. Καὶ συνεζητήθη ποῖα γαμικὰ συναλλάγματά εἰσιν ἀποτρόπαια, καὶ πεία συγχωρητέα, ὡς ἔννομα· βασιλευόντων τοῦ τε ἀοιδίμου βασιλέως Κωνσταντίνου τοῦ Πορφυρογεννή του, καὶ τοῦ πενθεροῦ αὐτοῦ κυρίου Ρωμανού. Μετὰ πολλὰς γοῦν ἀντιλογίας καὶ μετὰ ἐξέτασιν ἀκριβῆ, ἐκαλλιγραφήθη τόμος συνοδικός, κατησια λισμένος καὶ τῇ τοῦ βασιλέως συνήθει υπογραφῇ, τὸν μὲν τέταρτον γάμον, ἀπόπτυστον εἶναι καὶ ἀσυγχώρητον· τὸν δὲ τρίτον, πῆ μὲν συγχωρητέον εἶναι, πῆ δὲ ἀσυγχώρητον. Διορίζεται γὰρ, τοὺς μήπω πληρ ρώσαντας τὸ τεσσαρακοστὸν ἔτος, διγαμήσαντας, καὶ ἄπαιδας ὄντας, συναλλάττειν καὶ τρίτον γάμον, διὰ τὴν θεραπείαν τῆς ἀπαιδίας. Πλὴν ἐπιτετιμημένους είναι δι' ὅλης πενταετίας, ὥστε μὴ μεταλαμβάνειν τῶν θείων ἁγιασμάτων· μετὰ δὲ τὴν πενταετίαν, τρὶς τοῦ ἔτους μεταλαμβάνειν αὐτούς. ᾿Αλλὰ καὶ τοὺς τριακονταετεῖς ὄντας, καν παῖδας ἔχωσιν, ἐξε χώρησαν, διὰ τὴν ἐκ τῆς ἡλικίας ἀσθένειαν, καὶ τρίτον γάμον· ὀφείλοντας καὶ τούτους ἐπὶ τετρας τίαν ἀμετόχους εἶναι τῶν θείων ἁγιασμάτων, ὡς ἔκ. τοτε καὶ αὐτῶν μελλόντων τρὶς τοῦ ἔτους τῶν θείων μεταλαμβάνειν μυστηρίων. Τοῖς δὲ τὸν τεσσαρακοστὸν χρόνον ὑπεραναβᾶσιν, ἐξ οὐδενὸς τρόπου τὸν τρίτον γάμον συγχωρητέον εἶναι οἱ θεῖοι Πατέρες ἐθεσπιῴδησαν· καὶ ὁ μὲν τόμος οὗτος τῆς ἑνώσεως ταῦτα διορίζεται· ἡ Ἐκκλησία δὲ οὐκ ἐπέτρεψε τέως ἐπὶ τῶν ἡμετέρων χρόνων τρίτου γάμου συνάλλαγμα.
col. 993–994page 493 of 534
PG 138:993Ερώτ. με'. Τις παλλακευομένοις συγχωρη. τέα ἐστὶν ἡ τῶν θείων ἁγιασμάτων μετάληψις, ἢ Απόκ. Ο μέγας ἐν ἀρχιερεύσι Βασίλειος ἐν διαφύ φοις κανόσιν αὐτοῦ οὐ δίδωσιν ἄδειαν τοῖς πορνεύ ευσε τῶν θείων ἁγιασμάτων μεταλαμβάνειν. Έν δὲ τῷ τὰ κανόνι αὐτοῦ διορίζεται, τὴν πορνεύουσαν, ἀποστᾶσαν τῆς πορνείας, μὴ ἀπεντεῦθεν, ἀλλὰ μετὰ τριετίαν τῶν θείων ἁγιασμάτων μεταλαμβάνειν. Ερώτ. μγ'. Ἡ συμπενθερία τῶν συντέκνων μέχρι τύπου βαθμοῦ κωλύεται; Απόκ. Ο μὲν νγ' κανὼν τῆς ἐν τῷ Τρούλλῳ τοῦ μεγάλου παλατίου συστάσης ἁγίας καὶ οἰκουμενικής συνόδου κολάζει τοὺς ἀναδόχους συνάπτεσθαι γαμικῶς ταῖς μητράσι τῶν ἐκ τοῦ ἁγίου βαπτίσματος αναδεχθέντων παίδων. Καὶ μετὰ ἀπόστασιν τοῦ κακού, καθυποβάλλει πορνευόντων ἐπιτιμίῳ. Τὸ δὲ τελευταῖον θέσπισμα τοῦ ι' κεφαλαίου τοῦ σ' τίτλου του κη' βιβλίου τῶν Βασιλικῶν ἐπὶ πλέον ἐπεκτείνει τὴν κόλασιν. Ὅτι δὲ καὶ ὁ δηλωθεὶς κανὼν καὶ ὁ δια ληφθείς νόμος μείζονα τὴν κατὰ πνεῦμα συγγένειαν λέγουσι τῆς σωματικής συναφείας, γέγονε σημείωμα συνοδικὸν ἐπὶ τοῦ ἁγιωτάτου. Εκείνου πατριάρχου κυρίου Νικολάου, κατὰ μήνα Μάϊον τῆς ιε' ἐπινεμής σεως, ἐπὶ ἐρωτήσει τοῦ ὑπερτίμου ἐκείνου κυρίου Γρηγορίου του Ξηρού, διοριζόμενον τοῖς αὐτοῖς ὅροις συσφίγγεσθαι καὶ ὑφαπλοῦσθαι τὴν διὰ τῆς συντε καβας συστᾶσαν πνευματικήν συγγένειαν, οἷς καὶ αἱ σωματικαὶ συγγένεται περιορίζονται. Ερώτ. μδ'. Η χώρα τῶν ᾿Αλεξανδρέων πολ λεῖς μυριάσι γενεαλογουμένη, καὶ πληθυνομένη, ὀρθοδόξων Χριστιανῶν … ζητοῦμεν οὖν μαθεῖν, εἰ ἐφεῖται καὶ ἐντὸς τοῦ ς' βαθμοῦ συνάλλαγμα γίνεσθαι γαμικών, διὰ τὴν ἀνάγκην τοῦ πράγμα Απόκ. Οἱ θεῖοι καὶ ἱεροὶ κανόνες καὶ νόμοι χάριν τῶν γαμικῶν συναλλαγμάτων ἐν πᾶσιν ὁμοφρονήσαντες, καὶ θεαρέστους σχοινίσμασι καὶ διδάγμασι τὰ γαμικά περιορίσαντες συναλλάγματα, ἐξ οἱουδήτινος τρόπον ἐξελθεῖν ταῦτα οὐκ ἐξεχώρησαν· ἀλλ' ἐπὶ μὲν τῶν ἀνιόντων καὶ κατιόντων τήν γαμικὴν συνάφειαν κεκωλυμένην εἶναι παντελῶς διωρίσαντο τῶν ἐκ πλαγίου δὲ τὴν συγγένειαν μέχρις εβδόμου βαθμοῦ δικαίω; ἐστενοχώρησαν. Τὴν δὲ ἐξ ἄγχι στείας, ήτοι συμπενθερίας, συγγένειαν, κατὰ τὸν ἔκτον βαθμὸν ἀπέλυσαν. Οφείλουσι γοῦν καὶ οἱ ᾿Αλεξανδρεῖς οὕτω γαμικῶς συναλλάττειν, καὶ τὴν στε νοχωρίαν τῶν ὀρθοδόξων Χριστιανῶν εἰς ἁμαρτία; δικαίωμα μὴ προβάλλεσθαι. Διασπασθήσεται γὰρ τὸ παρὰ ταῦτα γενησόμενον συνοικέσιον· καὶ μοιχευόν των ἐπιτιμίοις οἱ τὸ ἀθέμιτον συναλλάξαντες καθα υποβληθήσονται. Ἐπεὶ δὲ καὶ ἀπὸ τοῦ τόμου τοῦ ἁγιωτάτου πατριάρχου ἐκείνου κυρίου Σισινίου δύο πρῶτοι ἐξάδελφοι δύο ἀδελφὰς οὐ λαμβάνουσι, καὶ ταῦτα, τοῦ συναλλάγματος ἀναγομένου εἰς ἕκτον ἐξ ἀγχιστείας βαθμὸν, ὅσο καὶ τὰ περὶ τούτου εἰδώς ἵνα μὴ κατὰ λήθην τῷ τῆς Ἐκκλησίας έθει ψυχούλα βῶς ἐναντιωθῇς.
col. 995–996page 494 of 534
PG 138:995Ερώτ. με'. Εάν τις πορνικώς συμφθαρ μετά γυναικός αἰχμαλώτου Χριστιανῆς, καὶ κατὰ ταὐτὸν ὀρθοδόξου, ἀκινδύνως ὡς δούλην πωλήσε αὐτήν; Απόκ. Αδειαν ὁ δεσπότης έξει τὴν ὑπὸ τούτου πορνευομένην δούλην αὐτοῦ πωλεῖν, καὶ ἀποκερδαίνειν τὸ ταύτης τίμημα. Ελευθερίας γὰρ τότε ἀξιοῦται ἡ δούλη μετὰ τοῦ δεσπότου συμφθειρομένη, ὅτε μέχρι τελευταίας τούτου ἀναπνοῆς οὐδέν τι περὶ διαπράσεως ταύτης φθάσει γενέσθαι. Φησί γὰρ τὸ β' κεφάλαιον τοῦ ιθ' τίτλου τοῦ μὴ βιβλίου ταῦτα ῥητῶς· Εάν τις δούλην σχῇ ἐν τῇ ἰδίᾳ συν αφείᾳ, μὴ ἔχων γαμετήν, καὶ μείνῃ μετ᾿ αὐτῆς μέχρι τελευτής, εἴτε ἔχων παῖδας ἐξ αὐτῆς, εἴτε μήν καὶ μηδὲν εἴπῃ περὶ αὐτῆς ἐν ἰδίᾳ διαθήκῃ· γίνετα ἐκείνη ἐλευθέρα. Ερώτ. μζ'. Ἐὰν ὀρθόδοξος συμφθαρή πορτ νικῶς μετὰ Ἰουδαίας ή Αγαρηνῆς γυναικός, δι' ἐπιτιμίου διορθωθείη, ἢ ἀναβαπτισθήσεται; Απόκ. Ο μὲν μία κανὼν τῶν ἁγίων καὶ πανευφήμων ἀποστόλων ταῦτά φησιν· Ἐπίσκοπος ἡ πρε σβύτερος τὸν κατὰ ἀλήθειαν ἔχοντα βάπτισμα ἐὰν ἄνωθεν βαπτίσῃ, ἢ τὸν μεμολυσμένον παρὰ τῶν ἀσεβῶν μὴ βαπτίσῃ, καθαιρείσθω, ὡς γελῶν τὸν σταυρὸν καὶ τὸν τοῦ Κυρίου θάνατον, καὶ μὴ δια κρίνων ἱερέας ψευδοτερέων. Ίσως ουν εἴποι τις ὀφείλειν καὶ τὸν πορνεύσαντα ὀρθόδοξον μετὰ τῆς ἀσεβοῦς μολυνθῆναι, καὶ ἀναβαπτισθῆναι ἐφείλειν. Οὐκ ἔστι δὲ τοῦτο ἀληθές. Ἐκεῖνος γὰρ μολύνεται παρὰ τῶν ἀσεβῶν, ὃς ἐκοντὶ μὲν ἀπονίπτεται τὸ θεῖον καὶ ἅγιον βάπτισμα, ενδύεται δὲ βάπισμα ἀσε δῶν. Δι' ἐπιτιμίου γοῦν σφοδροτέρου κατ' ἐπισκοπικὴν διάκρισιν διορθωθείη, καὶ ὡς πόρνος, καὶ ὡς κοινωνήσας μετὰ ἀσεβοῦς κοινωνίας σατανικής ἀλλ οὐ βαπτισθήσεται. 'Ερώτ. μη'. Ποσαετής ἀνὴρ ἡ γυνή δεχθείη εἰς ἐξαγορείαν; Απόκ. Οἱ μὲν νόμοι συγχωρητέα τὰ τῶν ἀνήβων ἁμαρτήματα λέγουσιν εἶναι. Ανηβοι δὲ εἰσιν ἐπὶ μὲν τῶν ἀῤῥένων, οἱ τὸν τεσσαρεσκαιδέκατον χρόνον πληρώσαντες· ἐπὶ δὲ τῶν θηλειών, αἱ δωδεκαετείς. Ισως οὖν εἴπῃ τις, μετὰ τὸν δωδέκατον καὶ τὸν τεσσαρεσκαιδέκατον χρόνον τῆς ἡλικίας αὐτῶν ὀφείλειν τούτους ἐξαγορεύειν, ὡς καὶ ἐξ ἁμαρτημάτων εὐθυ νομένους, καὶ γεγονότας πορνείας καὶ ἄλλων ἁμαρτημάτων τινῶν δεκτικούς. Ἡμῖν δὲ ἀπὸ πείρας αὐτῆς, ἀλλὰ μὴν καὶ ἀπὸ λαληθέντων συνοδικῶς κατὰ δια φόρους καιρούς, χάριν τοιούτων τινών, γνωμοδοτεί ται· μετὰ τὸν ἔκτον ἐνιαυτὸν ὀφείλειν καὶ τοὺς ἄ μενας καὶ τὰς θηλείας δι' ἐξαγορείας διορθούσθαι καὶ ἁγιάζεσθαι. Οτι καὶ κληρικός τις διὰ δεσμωτι κῶν ἐγγράφων κατεγγυησάμενος γυναῖκα ἑπταετή, καὶ μετὰ θάνατον ταύτη; ἑτέρα συζευχθείς γυναικ οὐ παρεχωρήθη συνοδικῶς κανονικῆς ἀξιωθῆναι χειροτονίας, ὡς δίγαμος. Εἶπε γὰρ ἡ ἐν Κωνσταντινουπόλει ἁγία σύνοδος τὴν ἑπταετή γυναῖκα δεχτι
col. 997–998page 495 of 534
PG 138:997τὴν ἔρωτος εἶναι· κάντεύθεν καὶ φθορὰν ὑφίστασθαι, καὶ τῆς πορνείας τοῖς λογισμοῖς ἁλίσκεσθαι. Εἰ δὲ ἐπὶ γυναικὸς ταῦτα δικαίως πεφιλοσόφηται, πολλῷπλέον ἐπὶ ἀνδρὸς ψηφισθήσεται. Ερώτ. μθ'. Κατὰ τὴν ἑσπέραν τῆς κυριωνύμου πρώτης ἡμέρας ἐὰν συμπλακῶσιν ὁμόζυγοι σαρκικῶς, ἐπιτιμηθήσονται ὡς παρανομήσαντες, ἢ οὐ; Απόκ. Καὶ ἄνωθεν εἴρηται, κατὰ τὸ Σάββατον καὶ τὴν Κυριακὴν ὀφείλειν ἀπέχεσθαι τοὺς ὁμοζύγους τῆς σαρκικῆς κοινωνίας· διὰ τὸ ἐν αὐταῖς τὴν πνευ ματικὴν θυσίαν ἀναφέρεσθαι τῷ Κυρίῳ· καθώς τοῦτο καὶ ὁ μέγας ἐν ἁγίοις Τιμόθεος πατριάρχης Αλεξανδρείας πρὸς τοὺς ἐρωτήσαντας περὶ τούτου ἀπεκρίνατο. Οἱ γοῦν μὴ εἰς ταύτας τὰς ἡμέρας ἐγκρατευόμενοι, πῶς καὶ τότε κατὰ κοινὴν συμ φωνίαν σχολάσουσιν (ὡς ὁ μέγας Απόστολος είρηκε) τῇ πρὸς Θεὸν ἐντεύξει καὶ προσευχῇ; Πάντως οὐδέ ποτε. Διὸ καὶ δι' ἐπιτιμίων μετρίων οἱ οὕτως ἡμαρ τηκέτες διορθωθήσονται. Ερώτ ν. Ἐὰν κατὰ τὴν Τεσσαρακονθήμερον νηστείας οὐκ ἐγκρατεύωνται οἱ ὁμόζυγοι, ἀξιωθήσονται τῆς τῶν θείων ἁγιασμάτων κοινωνίας, κατὰ τὴν τοῦ μεγάλου Πάσχα κοσμοσωτήριον ἑορτήν, ή ού; Απόκ. Εἰ μηδὲ ἔχθυοφαγεῖν ἐδιδάχθημεν, μηδὲ ἁπλῶς καταλύειν δι' ὅλης τῆς ἁγίας Τεσσαρακοστής, καὶ κατὰ πᾶσαν τετράδα, καὶ Παρασκευήν, πολλῷπλέον τῆς σαρκικής συμπλοκῆς ἀπέχειν ἀναγκασθήσονται. Οι γοῦν παρανομήσαντες οὕτως ὁμόζυ γει, καὶ εἰς ἀκρασίαν σατανικὴν μεταστοιχειώσαντες τὴν ἀπὸ τῆς νηστείας καὶ τῆς ἀπαλλαγῆς τῶν σαρ κικῶν ἐπιθυμιών σωτηριώδη μετάνοιαν (ὥσπερ εί μὴ τοῦ ὅλου ἐνιαυτοῦ ἡ περιδρομὴ ἐξήρκει τούτοις εἰς ἀποπλήρωσιν τῶν σαρκικῶν ἐπιθυμιῶν αὐτῶν) οὔτε τῆς θείας καὶ ἁγίας μεταλήψεως κατὰ τὴν ἑορτὴν τοῦ ἁγίου καὶ μεγάλου Πάσχα ἀξιωθήσον τα', ἀλλὰ καὶ δι' ἐπιτιμιῶν διορθωθήσονται. Ερώτ. να'. Ακίνδυνόν ἐστι κατὰ τὴν Κυρι ώνυμον ἡμέραν εἰς βαλανεῖον ἀπέρχεσθαι, καὶ θερ μεῖς λουτροῖς ἀπονίπτεσθαι, ἢ οὐ; Απόκ. Κατὰ τὴν Κυριώνυμον ἔργου παντὸς ἀπο δ ίστασθαι τοὺς πιστοὺς, καὶ οἱ θεῖοι Πατέρες ἐδίδαξαν, καὶ ἡ νδ Νεαρὰ τοῦ βασιλέως κυρίου Λέοντος τοῦ Σοφού δικαίως ἐθεσπιῴδησε, φησὶ γὰς ἐν μέρει ταῦτα Ορίζομεν καὶ ἡμεῖς & τῷ ἁγίῳ ἔδοξε Πνεύ ματι, καὶ τοῖς ὑπ' αὐτοῦ μεμνημένοις ἀποστόλοις ὥστε πάντας ἐν τῇ θείᾳ καὶ τὴν ἀφθαρ σαν ἡμῶν ἐγκαινισαμένῃ ἡμέρᾳ σχολάζειν άρ γίᾳ, καὶ μήτε γεωργόν μήτε τινὰ ἕτερον ἅπτε σθαι ἔργου ἐν ταύτῃ τῶν μὴ νενομισμένων. Εἰ γὰρ οἱ παλαιοὶ τὰς σκιὰς καὶ τοὺς τύπους τιμῶντες, διὰ τοσαύτης ἦγον τιμῆς τὴν τοῦ Σαββάτου ἡμέραν, ὡς παντελεῖ αὐτοὺς ἀπραξία διδόναι, πῶς εἰκὸς οὓς ἡ χάρις θεραπευτὰς ἔχει καὶ ἡ ἀλήθεια, τούτους μὴ τιμῶν τὴν ἡμέραν ἥτις τὸ τίμιον παρὰ τοῦ Δεσπότου ἐπλούτησε, καὶ ἡμᾶς ἠλευθέρωσε τῆς ἐκ φθοράς Ει
col. 999–1000page 496 of 534
PG 138:999ἀτιμίας "Η πῶς οὐ παντελῶς ἀσυνείδητον, ἑπτὰ ἡμερῶν οὐσῶν, ὧν μία εἰς Δεσποτικὴν τιμὴν ἀνε! ται, μὴ ἀρκεῖσθαι ἡμᾶς ταῖς ἐξ ἀποκεχρημένου; εἰς ἔργον, καὶ ἀναφαίρετον τῷ Δεσπότῃ ἐκείνην τηρεῖν· ἀλλὰ καὶ ταύτην κοινοποιεῖσθαι, καὶ τῶν ἡμετέρων έργων νομίζειν καιρόν; Διό φαμεν καὶ ἡμεῖς, πάσης ἐνεργείας εμπορευομένων, καὶ αὐτῶν δὴ τῶν γεωργῶν, ἀπρακτησάσης, ὡς εἴρηται, καὶ πάντων ἀναγκαζομένων ταῖς ἐκκλησίαις ἐνασχολεῖσθαι, καὶ δοξολογεῖν τὸν Θεὸν μᾶλλον κατὰ ταύτην 1. τὴν κυριώνυμον, διὰ τὸ ἐν αὐτῇ ἰδεῖν ἡμᾶς τοὺς πιστοὺς τὸν τῆς δικαιοσύνης Ιλιον λάμψαντα· οὔτε οὖν οἱ τὰ τῶν βαλανείων προκαυστήρια, λουτήριά τε, καὶ λοιπὰ ἐνεργοῦντες τούτοις ὑπηρετήσουσιν, οὔτε τις πιστὸς συγγνώμης αξιωθείη τῆς μὲν προσευχῆς ἀποσχόμενος, καὶ τῶν πολυμνήτων δοξολογιῶν καὶ διδασκαλιῶν τῆς κυριωνύμου ἀφιστάμενος, καὶ θερ μοῖς ὕδασι προσανέχων καὶ ἀσχολούμενος· ἀλλὰ διὰ ἐπιτιμίων κατὰ τὴν ἐπισκοπικήν διάκρισιν διο ορθωθήσεται. το διακαινησίμου. Ερώτ. νβ'. Ο καταλύων διὰ κρέατος, τυροῦ καὶ ὠοῦ, τὰς τετράδας καὶ τὰς παρασκευὰς τοῦ δίου χρόνου, συγγνωστέος ἐστὶν, ἢ οὐ; Απόκ. Ο ξθ' κανὼν τῶν ἁγίων ἀποστόλων φησίν Εἴ τις ἐπίσκοπος, ή πρεσβύτερος, ή διάκονος, ἢ ἀνα γνώστης, ή ψάλτης, τὴν ἁγίαν Τεσσαρακοστὴν τοῦ Πάσχα οὐ νηστεύει, ή τετράδα, ή παρασκευήν, καθ αιρείσθω· εἰ μὴ δι' ἀσθένειαν ἐμποδίζοιτο. Εἰ δὲ λαϊκὸς εἴη, ἀφοριζέσθω. Ὁ γοῦν καταλύων ἄνευ σω ματικῆς ἀσθενείας τὰς τετράδας καὶ τὰς παρα σκευάς, κολάζεται κατὰ τὴν τοῦ τοιούτου κανόνος περίληψιν. "Οτε δὲ δι᾿ ἀσθένειαν ἀναγκασθείη τις καταλῦσαι, διὰ ἰχθύων ἢ ἐλαίου μετριάσει τοῦ ἀρρωστήματος τὴν κακότητα. Κρέατος γὰρ ἡ τυροῦ ἢ τοῦ ἅψασθαι οὐ συγχωρηθείη, κἂν πνέῃ τὰ λοί σθια, οὔτε ἐν τῇ μεγάλη Τεσσαρακοστῇ, οὔτε ἐν οἰᾳδήτινι τετράδι καὶ παρασκευῇ· ἀρκεῖ γὰρ τῷ ἐξ ἀνάγκης διὰ ξηροφαγίας μεγαλύνειν ὀφείλοντι τὰς τετράδα; καὶ τὰς παρασκευὰς, διὰ ἐλαίου καὶ ἰχθύων ἐπιεικεῦσαι τὸ νόσημα. Υπέξελέ μοι τὰς τετράδας, καὶ τὰς παρασκευὰς τῆς ἀπόκρεω, της τυροφάγου τῆς διακινησίμου 1, καὶ τοῦ δωδεκαημέρου. Εν ταύταις γὰρ καὶ διὰ κρέατος ἀκινδύνως καταλύο μεν· ὅτι κατὰ τὸ δωδεκαήμερον νηστεύουσιν οι Αρμένιοι διὰ τὸν ᾿Αρτζιβούριον· κατὰ τὴν ἑβδο μάδα τῆς πρώτης ἀπόκρεω, διὰ τοὺς Νινευΐτας· καὶ κατὰ τὴν ἑβδομάδα της τυροφάγου νηστεύουσιν οἱ Τετραδῖται οἱ αἱρετικοὶ νηστείαν μεγάλην. Ἡμεῖς οὖν ἀντιπράττοντες τούτοις, καταλύομεν, ἵνα μὴ δόξωμεν ὁμοφρονεῖν αὐτοῖς. Πλὴν καὶ τοῦτο γενή σεται, ὅταν τις μετὰ Τετραδιτῶν ἡ ᾿Αρμενίων συνο αυλίζηται. Εἰ γὰρ εἰς χώραν διάγει ἔνθα οὐκ ἔστι τοιοῦτος, ἀπογεύσεται μόνον κρέατος ἢ τυροῦ, καὶ μετεωρίσει τὴν ὑποψίαν δι' ἐγκρατείας, οὐ μὴν διὰ
col. 1001–1002page 497 of 534
PG 138:1001άδης αγίας. Κατὰ δὲ τὴν ἑβδομάδα τῆς διακινησία μου ἀκινδύνως χρεωταγήσομεν, κατὰ τὴν αὐτῆς τετράδα, καὶ παρασκευήν. Ως μία γὰρ λογίζεται κυριώνυμος τὸ ἑπταήμερον τοῦτο διάστημα. Ερώτ. νγ'. Α' νηστείαι τῆς ἑορτῆς τῶν ἁγίων ἀποστόλων, καὶ τῆς Χριστοῦ γεννήσεως, καὶ τῆς κοιμήσεως τῆς ἁγίας Θεοτόκου, καὶ τοῦ Σωτῆρος, ἀπαραίτητοί εἰσιν, ἢ συγχωρητέας καὶ ἀδιάφοροι; Απόκ. Ἡ μὲν ἐν Κωνσταντινουπόλει ἁγία σύνοδος ἐπὶ τῶν ἡμερῶν τοῦ ἀγιωτάτου ἐκείνου πατριάρχου … Ερωτηθείσα εἰ χρὴ τὴν ἐν τῷ Δύο γούστῳ νηστείαν ἐπιτελεῖν, ἀπελογήσατο ὡς αὕτη ἡ νηστεία μετετέθη, διὰ τὸ μὴ περιπίπτειν ταῖς κατὰ τὸν καιρὸν τοῦτον γινομέναις ἐθνικαῖς νηστεία αις. Πλὴν καὶ ἔτι πολλοὶ τῶν ἀνθρώπων ταύτην τὴν νηστείαν νηστεύουσιν. Ἡμεῖς δὲ, σκοπήσαντες τὰ περὶ τούτου, ἀπολογούμεθα, ὅτι ἐξ ἀνάγκης προς ηγοῦνται νηστείαι πρὸ τῶν τεσσάρων τούτων ἑορτῶν ἤγουν πρὸ τῆς ἑορτῆς τῶν Αγίων Αποστόλων, τῆς Γεννήσεως τοῦ Χριστοῦ, τῆς Μεταμορφώσεως τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, καὶ τῆς Κοιμήσεως τῆς ἁγίας Θεοτόκου· πλὴν ἑπταήμεροι. Μία γὰρ τεσσαρακονθήμερος νηστεία ἐστὶν, ἡ τοῦ ἁγίου καὶ μετ γάλου Πάσχα. Εἰ δέ τις καὶ πλέον τῶν ἑπτὰ ἡμε ρῶν κατὰ τὴν ἑορτὴν τῶν ᾿Αγίων Αποστόλων καὶ κατὰ τὴν ἑορτὴν τῆς Γεννήσεως τοῦ Χριστοῦ νηστεύει, ἢ ἐποντί, ἢ ἀπὸ κτητορικού τυπικοῦ συνωθούμενος, οὐ καταισχυνθήσεται. Οπως δὲ καὶ διατί πρὸ ἑκά στης τούτων τῶν τεσσάρων ἑορτῶν ἑπταήμερον νηστείαν ἐξ ἀνάγκης νηστεύειν ὀφείλομεν, ἐδηλώθη ἐν τῷ γεγονότι παρ' ἡμῶν χάριν τούτου συνοδικῷ τόμῳ. Οι γοῦν μὴ νηστεύοντες πρὸ ἑκάστης τούτων τῶν τεσσάρων ἑορτῶν κατὰ τὸ πάντη ἀπαραίτητον, δι' ἐπιτιμίων μεγάλων διορθωθήσονται. Ερώτ. νδ'. Οἱ κατὰ ταύτας τὰς νηστείας ἐγκρατευόμενοι, πρὸς δὲ καὶ οἱ κατὰ τὰς τετράδας καὶ παρασκευάς ξηροφαγοῦντες, ἐκχωρηθήσονται διὰ δευτέρας τραπέζης θεραπεῦσαι τὴν τοῦ σώμα τος ἔνδειαν, ἢ οὐ; Απόκ. Κυρίως ἡ ἐγκράτεια, νηστεία ἐστίν· ὅτι καὶ παθοκτόνος, οὐκ ἀνθρωποκτόνος καλεῖται. Εἰ γοῦν οἱ ἐγκρατευόμενοι, διὰ σύστασιν τοῦ σώματος καὶ δευτέρας τραπέζης δεηθῶσιν, οὐ προκριματισθή σονται. Πάντως γὰρ καὶ αὐτοὶ τὴν ὁλοήμερον οὐκ ἀτιμάσουσιν ἐγκράτειαν, διὰ ἑσπερινῆς ἀκρασίας. Τοῦτο δὲ ποιήσαντες, ἐπιτιμηθήσονται. Ερώτ. νε'. Κατὰ τὴν παραμονὴν τῆς ἐκ νεο κρῶν ἐγέρσεως τοῦ δικαίου Λαζάρου, καὶ κατὰ τὴν ἑορτὴν τῶν Αγίων Τεσσαράκοντα, ἀκινδύνως τελείαν ἱερουργίαν ἱερουργήσει τις, ἢ οὐ; Ὡσαύτως καὶ κατὰ τὴν ὅλην ἁγίαν Τεσσαρακοστὴν ἔξεστι βαπτίζειν, ἡ ἱερολογίας γάμων και μνηστειῶν ποιεῖν, ἢ οὐ; Απάκ. Ο νβ' κανὼν τῆς ἐν τῷ Τρούλλῳ τοῦ μεγάλου Ο διακαινησίμου.
col. 1003–1004page 498 of 534
PG 138:1003παλατίου συστάσης ἁγίας καὶ οἰκουμενικῆς συνόδου, ταῦτά φησιν· Ἐν πάσαις ταῖς τῆς ἁγίας τεσσαρακοστῆς τῶν νηστειῶν ἡμέραις, παρέξ. Σαββάτου καὶ Κυριακῆς, καὶ τῆς ἁγίας τοῦ Εὐαγγελισμοῦ ἡμέρα; ἡ τῶν προηγιασμένων ἱερῶν λειτουργία γινέσθαι. Καὶ ὁ μύ' τῆς ἐν Λαοδικείᾳ συνόδου ταῦτα διέξεισιν, ὅτι οὐ δεῖ τῇ Τεσσαρακοστῇ ἄρτον προσφέρειν, εἰ μὴ ἐν Σαββάτῳ καὶ Κυριακῇ μόνον. Καὶ ὁ να' και νὼν τῆς αὐτῆς συνόδου φησίν, ὅτι οὐ δεῖ τῇ τεσσαρακοστῇ μεν τύρων γενέθλια τελεῖν, ἀλλὰ τὰς τῶν ἁγίων μαρτύρων μνήμας ποιεῖν ἐν τοῖς Σάββασι καὶ ταῖς Κυριακαί;. Καὶ ὁ νβ' λέγει, ὅτι οὐδεῖ ἐν τῇ Τεσσαρακοστῇ γάμους ή γενέθλια ἐπιτελεῖν. Ο με τῆς αὐτῆς συνόδου διαλαμβάνει ὅτι οὐ δεῖ μετὰ δύο ἑβδομάδας τῆς Τεσσαρακοστῆς δέχεσθαι εἰς τὸ φώ τισμα. Οἱ γοῦν ποιοῦντες παρὰ τὴν τούτων περίληψιν βαπτίσματα, ή Ιερολογίας γαμικάς, δι' όλης της ἁγίας μεγάλης Τεσσαρακοστῆς, ἡ τελείας θυσίας ἱερουργοῦντες, ἄνευ μόνου τοῦ Σαββάτου καὶ τῆς Κυριακῆς καὶ τοῦ Εὐαγγελισμοῦ, παρανομοῦσι, καὶ δι' ἐπιτιμίων μεγάλων διορθωθήσονται, ὡς ἀσύγγνωστε πλημμελήσαντες. Κατὰ μέντοι τὸ μέγα Σάββατον κεκανόνιστα: τὰ βαπτίσματα γίνεσθαι. Εἰ δὲ κατ επείγει τὴν τοῦ θείου βαπτίσματος τελετὴν ἡ τοῦ βίου μετάστασις, γενήσεται βάπτισμα καὶ καθ᾽ ἐτέ ραν ἡμέραν τῆς Τεσσαρακοστῆς· ὅτι καὶ τοῖς ἐσχά τως ἐπιτιμηθεῖσι καὶ ἀκοινωνησίᾳ κατακριθείσι παν τελεῖ τὸ τοῦ θανάτου μυστήριον βοηθεῖ πρὸς τὴν τῶν ἁγίων μυστηρίων μετάληψιν. Ερώτ. νς'. Ακινδύνως γίνονται χειροτονίαι κατὰ τὴν ἁγίαν καὶ μεγάλην Τεσσαρακοστὴν τῶν ὑποδιακόνων, τῶν διακόνων, τῶν ἱερέων καὶ τῶν ἀρχιερέων, ἢ οὐ; Απόκ. Κακανόνισται (καθὼς ἄνωθεν εἴρηται) με γίνεσθαι τελείαν Ιεροτελεστίαν δι' ὅλης τῆς τεσσαρακονθημέρου νηστείας, ἄνευ μόνων τῶν Σαββάτων καὶ τῶν Κυριακῶν, καὶ τῆς ἑορτῆς τοῦ Εὐαγγελισμού. Διὸ κατὰ μὲν τὰς ἡμέρας ταύτας, ὅτε καὶ μυστική τετελειωμένη θυσία τελεῖται, γενήσονται χειροτονίας κατὰ τὸ πάντη ἀκριμάτιστον· ἐν δὲ ταῖς λοιποῖς νηστίμοις ἡμέραις, ότε τελεία Ιεροτελεστία οὐ γίνε ται, οὐδὲ χειροτονία τινὸς τῶν τοῦ βήματος, πολλῷ δὲ πλέον ἐπισκοπική τελεσθήσεται. Καὶ ἡ χειροτονία γὰρ πανηγύρεως ἐστι καιρὸς, καὶ δοξολογίας Θεοῦ, Ο τοῖς ἀξίοις χαριζομένη πνευματικὰ ἀξιώματα. Ερώτ. νζ. Τὰ ἐν ταῖς ἁγίαις τοῦ Θεοῦ Ἔχο κλησίαις παρά τινων προσφερόμενα οιαδήτινα πρά γματα, ἢ καὶ τρωχτά, παρὰ τίνος δεχθήσονται καὶ ἐξουσιασθήσονται; Καὶ τίνα, καὶ ποῖα εἰσι τὰ έτη σίως διδόμενα τοῖς ἱερεῦσι, καὶ ἀρχιερεῦσι κανονικά; Απόκ. Τὰ μὲν τῷ Θεῷ προσαγόμενα χρυσά καὶ ἀρ γυρά σκεύη καὶ ἔπιπλα, ἀδέσποτά εἰσι, κἂν διὰ τῶν ἐπισκόπων προσφέρωνται τῷ Θεῷ· τὰ δὲ τρωπτὰ καὶ ποτὰ συνήθως ἐν μνήμαις ἁγίων καὶ ὑπὲρ μνη
col. 1005–1006page 499 of 534
PG 138:1005μοσύνων κατοιχομένων εἰσκομιζόμενα τῷ ναῷ, καὶ τὰ ὑπὲρ ψυχικῶν διαδόσεων ταῖς ἐκκλησίαις παρά τινων προσφερόμενα, τοῖς ἐπισκόποις δίδοσθαι κεκανόνισται, καὶ παρὰ τούτων πρός τε τοὺς κληρικούς καὶ τοὺς ξενιζομένους καὶ ἄλλως πενητεύοντας ἀδελ φοὺς διαμερίζεσθαι, κατὰ τὴν τούτων διάκρισιν. Φησὶ γὰρ ὁ γ' κανὼν τῶν ἁγίων ἀποστόλων ταῦτα ῥητῶς Εἴ τις ἐπίσκοπος ή πρεσβύτερος παρὰ τὴν τοῦ Κυ ρίου διάταξιν τὴν ἐπὶ τῇ θυσίᾳ προσενέγκῃ ἕτερά τινα ἐπὶ τὸ θυσιαστήριον, ἢ μέλι, ή γάλα, ἢ ἀντὶ είνου σίκερα ἐπιτηδευτά, ἢ ὄρνις, ἡ ζωά τινα, ή όσπρια, παρὰ τὴν διάταξιν, καθαιρείσθω· πλὴν νέων χέδρων, τῷ καιρῷ τῷ δέοντι. Μὴ ἐξὸν δὲ ἔστω Ετερόν τι προσάγεσθαι εἰς τὸ θυσιαστήριον, ἢ μόνον ἔλαιον εἰς τὴν λυχνίαν, καὶ θυμίαμα τῷ καιρῷ τῆς ἁγίας προσφορᾶς· ἡ ἄλλη δὲ πᾶσα οπώρα εἰς οἶκον ἀποστελλέσθω, ἀπαρχὴ τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις, ἀλλὰ μὴ πρὸς τὸ θυσιαστήριον. Δῆλον δὲ ὡς ὁ ἐπίσκοπος καὶ οἱ πρεσβύτεροι επιμερίσουσι τοῖς διακόνοις καὶ τοῖς λοιποῖς κληρικοῖς. Καὶ ὁ ζ' καὶ ὁ η' κανὼν τῆς ἐν Γάγγρᾳ συνόδου ταῦτα παρακελεύεται· Εί τις καρποφορίας ἐθέλει λαμβάνειν, ἢ διδόναι ἔξω τῆς ἐκκλησίας, παρά γνώμην τοῦ ἐπισκόπου, ἢ τοῦ ἐγκεχειρισμένου τὰ τοιαῦτα, καὶ μὴ μετὰ γνώ μης αὐτοῦ ἐθέλει πράττειν, ἀνάθεμα ἔστω. Καὶ ὁ εβ' ἀποστολικός κανών ταῦτά φησιν· Εί τις κληρικός, ἢ λαϊκὸς, ἀπὸ τῆς ἁγίας ἐκκλησίας ἀφέληται κηρὸν ἢ ἔλαιον, ἀφοριζέσθω. Καὶ ὁ ογ' κανὼν λέγει· Σκεῦο; χρυσοῦν ἢ ἀργυροῦν ἁγιασθὲν, ἢ οθόνην, μηδεὶς εἰς οἰκείαν χρήσιν σφετεριζέσθω· παράνομον γάρ. Εἰ δέ τις φωραθείη, ἐπιτιμάσθω ἀφορισμῷ. Ὁ δὲ ι' και νὼν τῆς ἐν τῷ ναῷ τῶν ᾿Αγίων Αποστόλων συστάσης οἰκουμενικῆς ἁγίας συνόδου, τοὺς μὲν κοινοποιοῦντας τὰ τοῦ βήματος ἱερὰ καθαιρέσει καθυποβάλλει τοὺς δὲ τὰ ἔξωθεν τοῦ βήματος ὄντα ἱερὰ σκεύη εἰς ἀνίερον χρῆσιν μεταποιοῦντας, ἀφορίζει· τοὺς δὲ ἁρπάζοντας, ὡς Ιεροσύλους κατακρίνει. 'Ο δὲ μέγας Κύριλλος ἐν τῇ πρὸς Δόμνον ἐπιστολῇ ταῦτά φησιν Ἕκαστος ἡμῶν τῶν ἰδίων καιρῶν δώσει λόγους τῷ πάντων Κριτῇ. Κειμήλιον μὲν γὰρ, και κτήσεις ἀκινήτους ἀνεκποίητα ταῖς ἐκκλησίαις σώζεσθαι χρή, θαρσεῖσθαι δὲ τοῖς κατὰ καιρὸν τὴν θείαν διο έπουσιν ἱερωσύνην, τῶν παραπιπτόντων ἀναλωμάτων τὴν οἰκονομίαν. Ζήτει καὶ βιβλίου νδ' τίτλον γ', και φάλαιον β'. Χάριν δὲ τῆς ὀφειλούσης δίδοσθαι ποσότητος ὑπὲρ κανονικοῦ παρὰ κοινολαϊτῶν, οἱ κανόνες μὲν οὐδέν τι διορίζονται, πρόσταγμα δὲ τοῦ ἀοιδίμου βασιλέως ἐκείνου κυρίου Ισαακίου τοῦ Κομνηνοῦ ὑποτυποῖ πολλά τινα δίδοσθαι τοῖς ἐπισκόποις παρὰ τῶν ἐν ταῖς ἐνορίαις αὐτῶν προσκαθημένων λαϊκῶν. Ἐπεὶ δὲ ἡ τῶν πραγμάτων ἀνωμαλία καὶ ἔνδεια τὴν τούτων ἐκάλυψεν ὑποτύπωσιν (πολλοστημόριον γάρ τις αὐτῶν οὐ δίδωσι πρὸς ἐπίσκοπον), ἀρκούμεθα τῇ συνηθείᾳ καὶ προαιρέσει τῶν διδόντων.
col. 1007–1008page 500 of 534
PG 138:1007Ερώτ. νη'. Ορθόδοξες τις αἰχμαλωτισθείς παρὰ Ἀγαρηνῶν, καὶ κατὰ βίαν τὴν ὀρθόδοξον πιο στιν ἐξομοσάμενος, καὶ περιτμηθείς, διόλου σχεδόν τὴν ἀκαθαρσίαν ἀποκλαίεται, καὶ μετὰ τῶν ὀρθοδόξων λαθραίως συνέρχεται, καὶ τὴν σωτηρίαν ἀνακαλεῖται. Ἐπεὶ δὲ ἐθέλει καὶ τῶν ἁγιασμάτων μετα λαμβάνειν, ζητοῦμεν τὸ ποιητέον μαθεῖν. Απόκ. Τῶν ἀγωνιζομένων εἰσὶν οἱ στέφανοι, καὶ ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστός. Εἰ είς με ὁμολογήσει, φησίν, ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ακάθαρτον γοῦν ἀγγεῖον πρὸς ὑποδοχὴν μύρου πῶς παραφρονούντως δεχθήσεται; Διὸ παρ ηγορίας μὲν ἐπισκοπικῆς καὶ ἄλλης πνευματικής ὁμιλίας, ὁ οὕτω μετανοῶν, καὶ τὴν καλὴν θέλων ἀλλοιωθῆναι ἀλλοίωσιν, ἀξιωθήσεται· τῶν δὲ ἁγίων μυστηρίων οὐκ ἀξιωθήσεται. Πρότερον γὰρ ὀφείλει τῆς ἀσεβείας τὴν βεβήλωσιν ἀπονίψασθαι, καὶ οὕτως δεχθῆναι· καὶ μετὰ τὸν νενομισμένον, καιρὸν καὶ τῆς ἁγίας μεταλήψεως γενήσεται μέτοχος. Ερώτ. νθ. Πλήθη χωριτικὰ τὸν δοκοῦντα τού τοις ἄξιον εἶναι πρὸς ἀξίωμα ἐπισκοπικὸν ἢ ἱερα τικὸν παριστῶσι μοι· καὶ ζητοῦσι κατὰ τὸ ἀπαρα! τητον ἐπικηρυχθῆναι καὶ χειροτονηθήνα: ἀρχιερέα, ἢ διάκονον. Ζητῷ τοίνυν μαθεῖν εἰ ταῖς φωναῖς τῶν ὄχλων ἀναγκαζόμεθα κατακολουθεῖν. Απ. Πάλαι ποτὲ αἱ χειροτονίαι τῶν ἐπισκόπων καὶ τῶν λοιπῶν ἱερωμένων δι' ἐπιλογῆς τοῦ ὄχλου καὶ τῶν παραδυναστευόντων ἐγίνοντο· ὁ δὲ ιγ' κανὼν τῆς ἐν Λαοδικείᾳ συνόδου, καὶ ὁ γ' κανὼν τῆς ἁγίας καὶ οἰκουμενικῆς ζ' συνόδου, τὰς τοιαύτας χειροτονίας ἀπὸ τῆς ἐκκλησιαστικῆς ἀπεξένωσαν καταστάσεως. Ὁ μὲν γάρ φησι περὶ τοῦ μὴ ὄχλοις επιτρέπειν τὰς ἐκλογὰς ποιεῖσθαι τῶν μελλόντων καθίστασθαι εἰς ἱερατεῖον· ὁ δὲ ταῦτα διέξεισι, Πᾶσαν ψῆφον γινο μένην παρὰ τῶν ἀρχόντων, ἐπισκόπου, ή πρεσβυτέρου, ἡ διακόνου, ἄχυρον μένειν, κατὰ τὸν κανόνα τὴν λέγοντα. Εἴ τις ἐπίσκοπος κοσμικοῖς ἄρχουσι χρησάμενος, δι' αὐτῶν ἐγκρατὴς ἐκκλησίας γένηται, καθαιρείσθω καὶ ἀφοριζέσθω, καὶ οἱ κοινωνοῦντες αὐτῷ πάντες. Δεῖ γὰρ τὸν μέλλοντα προβιβάζεσθαι εἰς ἐπι σκοπὴν, ὑπὸ ἐπισκόπων ψηφίζεσθαι· καθώς και παρὰ τῶν ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ ὥρισται, ἐν τῷ κανόνι τῷ λέγοντι. Επίσκοπον προσήκει μέ λιστα μὲν ὑπὸ πάντων τῶν ἐν τῇ ἐπαρχία καθίστασθαι· εἰ δὲ δυσχερές εἴη τοῦτο, ἢ διὰ κατεπείγουσαν ἀνάγκην, ἢ διὰ μῆκος ὁδοῦ, ἐξ ἅπαντος τρεῖς ἐπὶ τὸ αὐτὸ συναγομένους, συμψήφων γινομένων καὶ τῶν ἀπόντων, καὶ συντιθεμένων διὰ γραμμάτων, τότε τὴν χειροτονίαν ποιεῖσθαι. Τὸ δὲ κῦρος τῶν γινομένων δίδοσθαι καθ' ἑκάστην επαρχίαν τῷ μητροπολίτῃ. 'Ερώτ. Γ'. Οἱ τοῦ δευτέρου γάμου παῖδες, καὶ οἱ ἀπὸ δουλίδων καὶ παλλακῶν τεχθέντες, ἀξιωθήσονται ἱερωσύνης, ἢ οὔ; Απόκ. Οἱ τοῦ δευτέρου γάμου παῖδας ἐξ οὐδενὸς λό
col. 1009–1010page 501 of 534
PG 138:1009γου κωλύονται ἱερᾶσθαι. Ο γὰρ ἐπὶ τοῦ πορφυρογεννήτου καὶ βασιλέως κυρίου Κωνσταντίνου γεν γονώς τόμος συνοδικὸς τῷ πρώτῳ γάμῳ τὸν δεύτερον ἐπὶ πᾶσιν ἐξίσωσε. Διὸ καὶ ὑπεξούσιοι κληρονόμοι τοῦ πατρός εἰσιν. ᾿Αλλὰ καὶ οἱ ἀπὸ δουλίδων τεχθέντες, καὶ ἐλευθερίας ἀξιωθέντες, ὡσαύτως καὶ οἱ ἐκ παλλακῶν γεννηθέντες, οὐ κωλυθήσονται ἱερωθῆναι. Αἰ γὰρ μητέρες αὐτῶν ἐπιτιμίοις πορνευόντων ὑπέπεσον, αὐτοὶ δὲ οὐδὲν ἥμαρτον, καὶ διὰ τοῦτο οὐδὲ ἐπι τιμίοις ὑπόκεινται. Κατὰ γοῦν τοὺς λοιποὺς ἀνθρώπους τοὺς μηδὲν ἡμαρτηκότας, καὶ αὐτοὶ τιμῆς ἰε ματικῆς κατὰ κανόνας ἀξιωθήσονται. Ερώτ. ξα'. Αναγνώστης παρὰ ἡγουμένου ἐπιτραπεὶς διέπειν κτήματα μοναστηριακά, θέλει προκαθῆσθαι τῶν ἐκεῖσε ὄντων ἱερέων, καὶ λοιπῶν κληρικῶν, καὶ ἐν ταῖς ἱεραῖς ἁγιστείαις μετὰ τὸν ἡγούμενον μνημονεύεσθαι. Ερωτῷ τοίνυν μαθεῖν εἰ καλῶς περὶ τούτου φιλονεικεῖ. Απόκ. Τάξις συνέχει τὰ οὐράνια καὶ τὰ ἐπίγεια. Διὸ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, τῆς κενο δοξίας αναστέλλων τὴν ματαιότητα, Όταν κληθῇς εἰς γάμον ὑπό τινος, ἔφησεν, εἰς πρωτοκλισίας τά πητας μὴ ἀνακλιθῇς, ἀλλ᾽ εἰς ἔσχατον τόπον ἀνάπεσον· ἵνα ἀκούσῃς παρὰ τοῦ κεκληκότος σε Φίλε, προσανάβηθι. Καὶ οὕτως ἔσται σοι δόξα πολλή. Ο γοῦν ζητῶν ἀναγνώστης πρὸ τῶν ἱερέων καθώ ἦσθαι, καὶ μετὰ τὸν ἡγούμενον μνημονεύεσθαι, τοῖς Κυριακοῖς ἐναντιοφρονεί παραγγέλμασιν. Εἰ δὲ κατὰ τὴν διήγησίν σου ὁ ἀναγνώστης εἰς χώραν ἐπιδημεί, καθηγουμένου τόπον ἀναπληρῶν, ἀκινδύνως μᾶλλον δὲ ἀξίως φιλονεικεῖ πρὸ τῶν ἱερέων καθῆσθαι, καὶ μνημονεύεσθαι, ὡς τόπον ἐπέχων τοῦ ἐπιτρέψαντος αὐτῷ τὸ λειτούργημα. Καὶ παρίσταται τοῦτο ἀπὸ τοῦ τ' κανόνος τῆς ἐν Τρούλλῳ τοῦ μεγάλου παλα τίου συστάσης ἁγίας καὶ οἰκουμενικῆς δ' συνόδου ἐν μέρει ταῦτα διεξιόντος. Μεμαθήκαμεν ἐν τισι τῶν Ἐκκλησιῶν διακόνους τινὰς αὐθαδείᾳ καὶ αὐτο νομία κεχρημένους, τολμᾷν πρὸ τῶν πρεσβυτέρων καθέζεσθαι, ἐκτὸς εἰ μὴ τὸ πρόσωπον ἐπέχων τοῦ οἰκείου της τριάρχου. Η μητροπολίτου, ἐν ἑτέρα πόλει παραγία νηται, ἐπί τινι κεφαλαίῳ. Τότε γὰρ, ὡς τὸν ἐκείνου τόπον ἀναπληρῶν, τιμηθήσεται. 'Ερώτ. ξβ'. Αγροικώτερος ἱερεὺς ἐὰν τρίτου γάμου Ιερολογίαν ποιήσῃ, την τριτογαμίαν εἰ δώς, κολασθείη, ἢ ὡς χωρίτης, συγγνώμης άξιω θήσεται; Απόκ. Ο μὲν φάκτον ἀγνοήσας, οἷος ἂν καὶ ἔστιν, ἀξιοῦται κατά νόμους συγγνώμης· ὁ δὲ νότ μου ἀγνοήσας, οὐ συγγινώσκεται. Ἐπεὶ δὲ ἀπὸ τῆς Νεαράς νομοθεσίας τοῦ ἀοιδίμου βασιλέως κυρίου Κωνσταντίνου του Πορφυρογεννήτου ὁ τρίτος γάτ μος πη μεν συγγνωστέος ἐστὶ πῆ δὲ ἀσύγγνωστος (οἱ γὰρ ἔχοντες παῖδας ἐκ πρώτου Η δευτέρου γά
col. 1011–1012page 502 of 534
PG 138:1011μου, καὶ οἱ τεσσαρακοστὸν χρόνον τῆς ἡλικίας αὐτῶν ὑπεραναβάντες, τρίτον συναλλάττειν οὐ δύνανται) φαμὲν ὅτι ὁ τοιούτου κεκωλυμένου τρίτου γάμου με ρολογίαν ταποιηκώς ἱερεὺς, καθαιρετέος ἐστίν· πα χύτητα γὰρ νόμου ἡγνόησεν. Οἱ δὲ χωρίται, λεπτότητα νόμου ήγνοηκότες, ενίοτε συγγινώσκονται, οὐ μὲν τὰ πᾶσι δῆλα νόμιμα. 'Ερώτ. ξγ. Γυνή τις αναγκαζομένη παρὰ τοῦ οἰκείου πατρός νομίμως συζευχθῆναι ἀνδρὶ, καὶ βλέπουσα δι' ἐγγράφων δεσμωτικῶν τὴν συζυγίαν ὑπὸ τοῦ πατρὸ; ἀσφαλιζομένην, μήνυμα ἔθετο πρός τινα διακείμενον έρωτικῶς πρὸς αὐτὴν τοῦ γινομένου καλοῦ. Ὁ δὲ, μηδὲν μελλήσας, ὡς ἐρωτομανών, μετά τινων ἀπαιδεύτων συνήθων αὐτῷ ἐν ἑσπέρα μια τὴν τῆς γυναικός κατοικίαν κατέλαβε· καὶ ταύ τὴν ἤρπασε θέλουσαν, καὶ ἀπήγαγεν εἰς τὴν κατοικίαν αὐτοῦ, διακειμένην εἰς ἑτέρου χωρίου περιο οχήν. Ερωτῶ οὖν μαθεῖν εἰ δύνανται διὰ ἱερολογίας κανονικῶς συναφθῆναι οἱ οὕτω τὴν τοιαύτην αρπαγήν συσκευάσαντες. Καὶ οἱ γονεῖς γὰρ τῆς γυναικός θέσ λουσιν ἀρτίως τοῦτο γενέσθαι. Απόκ. Το γ' κεφάλαιον τοῦ νη' τίτλου τοῦ ξ' βε βλίου τῶν Βασιλικῶν ταῦτά φησι ῥητῶς· Μὴ γαμείο σθω ἡ ἁρπαγεῖσα τῷ ἁρπάσαντι αὐτήν· ἀλλὰ καὶ εἰ συναινέσουσι τῷ τοιούτῳ συνοικεσίῳ οἱ γονεῖς αὐτῆς, περιορίζονται. Καὶ ὁ κζ' κανὼν τῆς ἁγίας καὶ οἰκουμενικῆς δ' συνόδου ταῦτα φησι· Τοὺς ἀρο πάζοντας γυναῖκας ἐπ' ὀνόματι συνοικεσίου, Η συμπράττοντας, ἢ συναιρομένους τοῖς ἁρπάζουσιν, ώρισεν ἡ ἁγία σύνοδος, εἰ μὲν κληρικοὶ εἶεν, ἐκπίπτειν τοῦ βαθμοῦ· εἰ δὲ λαϊκοί, ἀναθεματίζεσθαι. Διὸ καὶ ἡμεῖς τοῖς οὕτω διατεταγμένοις νομίμως τε καὶ κανονικῶς ἀκολουθήσαντες, λέγομεν ὡς εἰ οὕτως ἔχουσι τὰ τοῦ πράγματος καθὼς ἡ ἐρώτησις περιέστησεν, οὔτε γάμος γενήσεται μεταξύ τῆς ἀρχ παγείσης καὶ τοῦ ἁρπάσαντος, κἂν ὁ πατὴρ ταύτης ἀσπάζηται τὸ γινόμενον, οὔτε τὰ τῆς ἁρπαγῆς ἐπιτίμια διαδράσουσιν οἱ ταύτης συνίστορες, ἀλλὰ ἐσχάτως τιμωρηθήσονται. καὶ Ερώτ. Ες. Γυνή τις αρρωστία περιπεσοῦσα δεινῇ, ἐν ὥρᾳ νυχτερινῇ, τοῦ νοσήματος ἀμυνομένη δῆθεν τὴν κάκωσιν, ἑαυτὴν εἰς θάνατον ἔρ ριψε, καὶ τὸ τοῦ θανάτου ποτήριον ἔπιεν. Ἐρωτᾷ οὖν ὁ ταύτης ἀνὴρ, ἀναγνώστης ὢν καὶ τότε καὶ σήμερον, εἰ ἐντεῦθεν κωλύεται τυχεῖν ἱερατικοῦ ἀξιώματος. Απόκ. Εἰ κατὰ τὴν διήγησίν σου συνέπεσον τὰ τοῦ πράγματος, ἀπαρεμποδίστως ὁ ἀναγνώστης ἱερωθήσεται. Ὡς γὰρ οὐ βλάπτει τὸν σπουδαί ἡ ῥαθυμία τοῦ ἀμελοῦς, κατὰ τὴν τῶν θείων νό μων περίληψιν, οὐδὲ τὸν ἀναγνώστην προκριματί σει τῆς γυναικὸς αὐτοῦ τὸ ὀλίσθημα. Εκαστος γαρ ταῖς οἰκείαις σειραῖς, κατὰ τὸν εἰπόντα, συσφίγγεται. ΤΟ ΚΑΘΗΚΟΝ ΚΑΙ ΟΡΟΣ ΤΟΥ ΕΠΙΣΚΟΠΟΥ. ᾿Απὸ τοῦ νομίμου βιβλίου Βασιλείου, Κων σταντίνου καὶ Λέοντος, ἀπὸ τοῦ δ τίτλου, κεφ. α'. Ἐπίσκοπος ἐστιν ἐπιτηρητής καὶ ἐπιμελητής

Meditations or Responses of the SameMeditata sive Responsa ejusdem

col. 1013–1014page 503 of 534
PG 138:1013ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΒΑΛΣΑΜΩΝ ΠΑΤΡΙΑΡΧΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΜΕΛΕΤΑΙ ΗΤΟΙ ΑΠΟΚΡΙΣΕΙΣ Τοῦ ἁγιωτάτου πατριάρχου Αντιοχείας Θεοδώρου με λέτη ήγουν απόκρισις, χάριν τῶν πατριαρχικῶν προνομίων. Εἰσῆλθε τὸ ἀξίωμά σου ἐνώπιόν μου, πανιερώ τατε, καὶ ἐδέχθη, καὶ ἀπεδέχθη, καὶ ᾠκειώθη μοι. Οὐ γὰρ ἄσεμνα ράκη περιεβέβλητο, καὶ τῆς σῆς πλουτοδότιδος σοφίας ἀνάξια· σεμνὰ δὲ μᾶλλον, καὶ εὐπρεπῆ, καὶ οἷα χείλη στη μονίζουσιν ἱερατικά, λα λοῦντα δικαιοσύνην, καὶ ζητοῦντα ἀλήθειαν. Δέξαι τοίνυν δ δι᾽ αὐτοῦ λαβεῖν ἐζήτησας ἐξ ἡμῶν φιλικῆς ἀποκρίσεως τάλαντον. Ηξίωσάς με διαλαβέσθαι γραφῇ, πόθεν καὶ πῶς ἡ τῶν ἁγιωτάτων πατριαρχῶν οὐσιώθη πεντὰς, καὶ ποίων προνομίων ἠξίωται, καὶ εἰ ἔστι τις μέσον τούτων διαφορά, καθώς τινες λέγουσι. Γράφομεν τοίνυν τῇ ἱερότητί σου, ὅτι πρὸ πάντων πατριαρχῶν τῆς θεουπόλεως μεγάλης Αν τιοχείας παρὰ τοῦ ἁγίου ἀποστόλου Πέτρου κεχειροτόνηται ὁ ἐξ Ἀντιοχέων Εὔοδος· καὶ μετ' ὀλίγον ὑπὸ τοῦ αὐτοῦ θεοκήρυκος, τῆς Ἐκκλησίας τῶν ᾿Αλεξανδρέων ἐπίσκοπος, ὁ ἅγιος Μάρκος προβέβληται τῶν Ἱεροσολυμιτῶν, ὁ ἅγιος Ἰάκωβος· καὶ τῆς Θρᾷ κης. ὁ ἅγιος Ανδρέας. Μετὰ δὲ χρόνους ὡσεὶ τρια κοσίους ὁ μέγας ἐν Πατράσιν, ὁ ἅγιος Σίλβεστρος παρὰ τοῦ ἁγίου Ισαποστόλου μεγάλου Κωνσταντίνου, ἄρτι πρώτως ὀρθοδοξήσαντος, πάπας του θρόνου τῆς παλαιᾶς Ρώμης ὠνόμασται, καθὼς ἡ φιλόθεος ἱστορία, καὶ αἱ λοιπαὶ ἐκκλησιαστικαὶ ἱστορίαι δια λαμβάνουσιν. Ο δὲ μέγας θρόνος τῆς Κωνσταντινουπόλεως, τὸ περιβόητον τοῦτο καὶ πρᾶγμα καὶ ὄνομα, Περινθίοις ὑποκείμενος (Πείρινθος δέ ἐστιν ἡ δυτικῇ Ηράκλεια) ἐτέλει ὑπὸ ἐπίσκοπον. Ούπω γὰρ μεγαλόπολις ή Κωνσταντινούπολις ὠνομάζετο, ἀλλὰ πολίχνιον, καὶ Βυζάντιον. Μετενεχθέντων δὲ τῶν σκήπτρων τῆς βασιλείας ἀπὸ τῆς παλαιᾶς Ρώμης ἐν αὐτῇ, κατὰ θείαν καὶ ἀπόῤῥητον Πρόνοιαν, ὡς ἐξ ἀγριελαίου εἰς καλλιέλαιον, ὁ τότε ἀρχιερατεύων τῆς Ἐκκλησίας τοῦ τοιούτου θρόνου ἅγιος Μητροφάνης, ἐξ ἐπισκόπου μετωνομάσθη ἀρχιεπίσκοπος. Διὰ γὰρ τοῦτο καὶ ἡ πρώτη ἁγία οἰκουμενική σύνοδος μνημονεύσασα καὶ τοῦ θρόνου τῆς Κωνσταντινουπόλεως,
col. 1015–1016page 504 of 534
PG 138:1015δέδωκεν αὐτῇ τὰ πρεσβεῖα τῆς παλαιᾶς Ρώμης, δια τὸ εἶναι ταύτην (φησί) νέαν 'Ρώμην, καθώς δηλού καὶ τὰ περὶ τούτου ἀπὸ τοῦ δευτέρου καὶ τρίτου κανόνος τῆς αὐτῆς συνόδου. Ἵνα δὲ τὸ κάλλιστον χρή μα της ευταξίας καὶ εἰς τὰς κεφαλὰς φυλάττητας τῶν Ἐκκλησιῶν, ὥσπερ καὶ εἰς τὰ οὐράνια τάγματα, ὥρισεν ἡ ἐν τῷ Τρούλλῳ τοῦ μεγάλου παλατίου συ στατα θεία καὶ οἰκουμενικὴ ἀγία σύνοδος, ἢ καὶ πενθέκτη λεγομένη, ταῦτα ῥητῶς. Ανανεούμενοι τὰ παρὰ τῶν ρν' ἁγίων Πατέ ρων, τῶν ἐν τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πέλει συνελθόντων, καὶ τῶν ἐξακοσίων τριάκοντα των ἐν Χαλκηδόνι συνελθόντων γενομοθετημένα ὁρίζομεν, ὥστε τὸν τῆς Κωνσταντινουπόλεως θρόνον τῶν ἴσων ἀπολαύειν πρεσβείων τοῦ τῆς πρεσβυτέρας Ρώμης θρόνου, καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς ὡς ἐκεῖνον μεγαλύνεσθαι πράγμασι, δεύτερον μετ' ἐκεῖνον ὑπάρχοντα· μεθ᾽ ἂν ὁ τῆς Αλεξανδρείας μεγαλοπόλεως ἀριθμείσθω θρόνος εἶτα ὁ τῆς τῶν ᾿Αντιοχέων· καὶ μετὰ τοῦτον, ὁτῆς τῶν Ἱεροσολυμιτών πόλεως. Διὸ καὶ κατὰ τὴν τούτου περίληψιν, ἔκτοτε καὶ μέχρι τοῦ νῦν οἱ τῶν τοιούτων πέντε ἁγιωτάτων θρόνων μεγάλοι ἀρχιερεῖς οὕτω κατὰ πᾶσαν τὴν οἰκουμένην σεβάζονται. Τοῦ γὰρ πάπα τῆς παλαιᾶς Ρώμης ἡ δικαία ἐκ τῶν Ἐκκλησιῶν ἐκκοπή, τὴν κανονικήν ευταξίαν οὐκ ἐλυμήνατο. Παρὰ τοῦτο δὲ, τοῦ δευτέρου ὁ πρῶ τος οὐ κατεπαίρεται, οὐδὲ τοῦ τρίτου ὁ δεύτερο; ἀλλ' ὡς αἰσθήσεις πέντε μιᾶς κεφαλῆς ἀριθμούμεναι καὶ μὴ μεριζόμεναι, παρὰ τῷ χριστωνύμῳ λαῷ λογιζόμενοι, ισοτιμίαν ἐν ἅπασιν ἔχουσι, καὶ κάραι τῶν κατὰ πᾶσαν τὴν οἰκουμένην ἁγίων Ἐκκλησιῶν τοῦ Θεοῦ δικαίως καλούμενοι, διαφορὰν ἀνθρωπίνην οὐ πάσχουσιν· οὐδὲ κατὰ σμικρολόγους, ὁ πάπα; Ῥώμης ὑβριοπαθεῖ, ὅτι αὐτὸς μὲν διὰ τοῦ Ρ στοιχείου τρίτος τῇ θέσει τῶν γραμμάτων κατεστοιχείωτα, ὁ δὲ Κωνσταντινουπόλεως διὰ τοῦ Κ τιμάται καὶ προτερεύεται. Οὐδὲ σκανδάλου πάροδος γέγονε μέσσον τοῦ ᾿Αλεξανδρείας καὶ τοῦ ᾿Αντιοχείας, χάριν τοῦ ἄλφα στοιχείου, ὡς ἑκάστου αὐτῶν ἰδιευμένου τὸν πρότερον· ἀλλ' ὥσπερ ἡ πεντὰς τῶν αἰσθήσεων στοιχεῖ τῇ διαπλάσει τοῦ ἀρχιτέκτονος καὶ πλάστου Θεοῦ, καὶ οὐ κατατρέχει τυχόν ἡ δρασις τῆς ὀστρή σεως, οὐδὲ ἡ ἀκοὴ τῆς ἀφῆς καὶ τῆς γεύσεως, ὅτι παρ' ἡμῖν οὕτω πως ονομάζονται· οὕτως οὐδέ τις τῶν ἁγιωτάτων πατριαρχῶν ἐκ τῶν θείων κανόνων τόπον κληρωσάμενος πρότερον, τοῦ δευτέρου καὶ τοῦ μετ' αὐτὸν ὡς ὑπερφέρων ἀλαζονεύεται. Ἐπεὶ δέ τινες λέγουσιν, ὡς οὐκ ἐφεῖται τῷ Αλε ξανδρείας ἢ τῷ ᾿Αντιοχείας τυχόν, μετὰ λαμπάδος πατριαρχικῆς τὰς ὁδοιπορίας ποιεῖν εἰς τὴν τῶν πόλ λεων βασιλεύουσαν, ἢ εἰς ἑτέραν διοίκησιν, παρὰ τὰς ἀπονεμηθείσας ἀπὸ τῶν κανόνων αὐτοῖς. Ἡ γὰρ
col. 1017–1018page 505 of 534
PG 138:1017καμπάς του διδασκαλικοῦ, φασὶν, ἐστὶν ἀξιώματος. Παρ' ἐνορίαν δὲ διδάσκειν οὐκ ἐφεῖται ἀρχιερεῖ, κατὰ τὸν κ' κανόνα τῆς ἐν τῷ Τρούλλῳ ἁγίας καὶ οἰκουμενικῆς ἔκτης συνόδου. Καὶ εἰς ἐπισύστασιν δῆθεν τοῦ λόγου αὐτῶν, καὶ τοῖς εὐαγγελικοῖς ἀπο χρῶνται ρήμασι, καὶ λέγουσι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων. Ακουσάτωσαν, ὡς οἱ βασιλεῖς καὶ οἱ πατριάρχαι μεγαλύνονται μὲν καὶ διδασκαλικοῖς ἀξιώμασι, διὰ τὴν τοῦ ἁγίου χρίσματος δύναμιν· ἐντεῦθεν γὰρ οἱ πιστοὶ δεσπόται καὶ αὐτοκράτορες κατηχητικῶς ὁμιλοῦσι τῷ χριστωνύμῳ λαῷ, ἢ θυμιώσιν ὡς ἱερεῖς, καὶ μετὰ δικηρίου σφραγίζουσι. Κατὰ τοῦτο δὲ μόνον λαμπάσι ζωννυο μέναι; ἀργυροῖς καὶ διαχρύσοις (οἷον εἰπεῖν) στεφα σώμασιν οὐκ ἀποσεμνύνονται, ἀλλ' ὅτι καὶ κατὰ τὸν ουράνιον γίγαντα τὸ κέντρον καταφωτίζουσι τῆς ὀρθοδοξίας τοῖς ἀμαρύγμασι καὶ ἡ ἔξοδος αὐτῶν ἀπ' άκρου λάμπει τοῦ οὐρανοῦ, καὶ τὸ κατάντημα αὐτῶν ἕως ἄκρου φθάνει τοῦ οὐρανοῦ· καὶ οὐκ ἔστιν ᾶς τῆς θέρμης αὐτῶν ἀποκρύπτεται. Εἰ γὰρ μόνον διὰ τὸ τῆς διδασκαλίας ἀξίωμα τῶν τοιούτων λαμ πάδων ἐπενοήθη τὸ σεμνολόγημα, ἡ κατὰ καιροὺς τέως αὐτοκρατόριστα ἐκ τοῦ προνομίου τούτου δι καίως ἂν ἀφῆκεν ἀφώτιστος. Γυναῖκας γὰρ σιγαν καὶ μὴ διδάσκειν νενομοθέτηται. ᾿Αλλὰ μὴν καὶ ταύτας ἐρῶμεν οὕτω δοξαζομένας κατὰ τοὺς βασι λεῖς. Καὶ οἱ ἐγχώριοι δὲ πάντες ἀρχιερεῖς παρο ομοίως τὰς ἀρχιερατικὰς καὶ ἀλλοίας προόδους ἐπο ενόουν ἄν· καὶ εἶδεν ἄν τις τυχὸν τὸν τοῦ ᾿Αθύρα ἐπίσκοπον, καὶ τὸν πολλῷ τούτου μικροπρεπέστερον, ο πεζῇ μὲν καὶ βάδην τὰς προόδους τῆς οἰκείας ἐνορίας περιερχόμενον, λαμπάδι δὲ πατριαρχική κυδαινόμεν νον, ὅτι καὶ αὐτοὶ διδασκαλικὸν ἀξίωμα περιβέβληνται. Οὗ τί ἄν τις φαίη καινοπρεπέστερον, ἢ μᾶλλον εἰπεῖν, ἀηδέστερον; Εἰ δὲ τοῦτο οὐδέποτέ τις εἶδε γινόμενον εἰς τινα τῶν μητροπολιτῶν ἢ τῶν ἀρχιεπισκόπων, πολλῷ δὲ πλέον τῶν ἐπισκόπων, ἄνευ μόνων τῶν αὐτοκεφάλων ἀρχιεπισκόπων, τοῦ Βουλο γαρίας φημί, καὶ τοῦ Κύπρου, καί τινων ὀλίγων μητροπολιτῶν λαβόντων ἀπὸ φιλοτιμίας βασιλικῆς ἰδικῆς τοῦτο τὸ δίκαιον· ἄραρε, μόνοις τοῖς βασι λεῦσι καὶ τοῖς πατριάρχαις ὑπὸ τῆς τοῦ παναγίου Πνεύματος χάριτος, καὶ τῆς ἀρχαιοπαραδότου συν ηθείας, καὶ εὐταξίας, επιφιλοτιμηθῆναι τοῦτο τὸ δί καιον διὰ τὰς ῥηθείσας αἰτίας. Ὅτι δὲ τῶν μὲν αὐτοκρατόρων ἡ ἀρωγὴ πρὸς φω τισμὸν καὶ σύστασιν ἐπεκτείνεται ψυχῆς τε καὶ σώ ματος, τὸ δὲ μεγαλεῖον τῶν πατριαρχῶν εἰς μόνην ψυχικὴν ἱστενοχώρηται λυσιτέλειαν («λίγη γὰρ τού τοῖς ἐστὶ φροντὶς εὐπαθείας σωματικῆς), ὡσαύτως καὶ ἡ περὶ τοὺς ὑπηκόους τῆς βασιλίσσης κηδεμονία καὶ μέριμνα προς μόνην σωματικὴν εὐζωΐαν ἐξο ήπλωται (πάσης γὰρ ψυχικῆς βοηθείας αἱ γυναῖκες ἑστέρηνται), αἱ λαμπάδες μὲν τῶν βασιλέων διττεῖς
col. 1019–1020page 506 of 534
PG 138:1019διαχρύσοις περιζωννύονται στεφανώμασι· τῶν δὲ πατριαρχῶν καὶ τῆς βασιλίσσης ἐνὶ κατακυκλοῦντας θριγγώματι. Αλλ' ἐρεῖ τις· Εστω· δεδόσθω, τὰς πατριαρχικὰς λαμπάδας ανάπτεσθαι πυρὶ τοσούτων εύλογοφανῶν παραδόσεων. Τὸ ταύτας ἐξ ἀργύρου περιζωννύεσθαι δύναμιν, πόθεν περιεζώσατο δύνα μιν; Ἤρχει διὰ μόνων τῶν λαμπάδων τὰς κεφαλὰς τῶν ἐκκλησιῶν μεγαλύνεσθαι, καὶ τέως τοὺς ὑπερ ορίους πλανωμένους καὶ πενητεύοντας, χάριν τούτου μὴ σκύλλεσθαι. Φαμὲν οὖν, ὡς οἱ εὐσεβέστατοι βα σιλεῖς, καὶ τῶν ἁγιωτάτων πατριαρχῶν ἡ πεντά;, εοίκασι γεωργοίς μέσον ἑστηκόσι σιτοδότιδος Ελα νος, καὶ τῷ πτύῳ τοῦ χρίσματος την κακίαν ὡς ἄχυρον ἐκφαυλίζουσι, καὶ τὴν ἀρετὴν ὡς κόκκον συν άγουσιν· ἡ διαβήταις ζυγοστατοῦσιν ἐθυτενῶς τοῦ κύκλου τὴν ἐπιφάνειαν, καὶ τὸ κέντρον καταπυρ σεύουσι τῆς δικαιοσύνης τοῖς ἀμαρύγμασιν· ἢ νηός ποντοπορούσης Ιστοῖς καὶ πετάσμασιν, ἐν προμηθείαις βασιλικαῖς, καὶ παραγγελίαις πνευματικαῖς τὸ κοσμικὸν ἀκάτιον σώζουσι. Τῷ τοι καὶ μικρής τὰ μεγάλα σταθμώμενοι τῶν βασιλέων οἱ εὐσεβέστατοι, καὶ τῶν ἁγίων Πατέρων οι προύχοντες, διωρίσαντο ἐξ ἀνάγκης οὕτω δορυφορεῖσθαι τους μεγά λους ἀρχιερεῖς, καὶ εἶναι ἐπιτοαυτό πλούσιόν τε καὶ πένητα· ὡς ἂν οἱ μὲν ὀρθόδοξοι βλέποντες τὸ μέγα τοῦτο καὶ σεβάσμιον σεμνολόγημα παρά βασιλεῦσι καὶ πατριάρχαις μόνοις πολιτευόμενον, εὐχαριστίαν ἀνάλογον ὡς θυμίαμα δεκτὸν τῷ Κυρίῳ προσφέρωσι, τῷ μέσον τοῦ κέντρου τῆς κοσμικῆς ὡραιότητος Ο τοὺς δεφένσορας τούτου δοξάζοντι· καὶ γονυκλιτῶσι πρὸς Κύριον, τροπαίοις βασιλικοῖς τὴν ὑφήλιον και ταλάμπεσθαι, καὶ εὐχαῖς πατριαρχικαῖς ἀκτινοβο λεῖσθαι τὰ ἐπιχθόνια· οἱ δὲ πεποιθότες ἐπὶ τῇ δυσ νάμει αὐτῶν ἑτερόδοξοι, καὶ καυχώμενοι ἐπὶ τῷ πλούτῳ αὐτῶν τὰ γὰρ εἴδωλα τῶν ἐθνῶν χρυσίον εἰσὶ καὶ ἀργύριον), πρὸς τὸ ὁρώμενον ἀβλεπτήσωσι, καὶ νομίσωσιν ἔργα χαλκοτύπων εἶναι μάταια καὶ ἀνόνητα, καὶ κοσμικοῦ δοξαριου χαρίσματα. Καὶ ταῦτα μὲν περὶ τῶν πατριαρχικών λαμπάδων. Έπει δὲ καὶ ῥάβδος, καὶ σάκκος, καὶ πολυσταύριον, καὶ διὰ γραμμάτων το στιχάριον, την πατριαρχικὴν καὶ μόνην δοξάζουσιν ἁγιότητα, θέλουσι δέ τινές τισιν ἐξ αὐτῶν τινας τῶν πατριαρχῶν ἐνίοτε μὴ κατα ποικίλλεσθαι, φέρε καὶ περὶ τούτων βραχέα φιλοσοφήσωμεν. Κλίνον τὸ οὖς σου, πανιερώτατε, καὶ ἄκου σόν μου. Οὐ γὰρ ἐν παραβολαῖς ἀνοίξω τὸ στόμα μου, ἀλλὰ φθέγξομαι προβλήματα ἀπ᾿ ἀρχῆς, ὅσα μὴ θείων Πατέρων χάρις εδίδαξε. Τοὺς ἁγιωτάτους πατριάρχας πέντε (καὶ ἔτι γὰρ ὡς κισσὸς δρυός, τῆς ὁμονοίας τοῦ πάπα Ρώμης ἐξέχομαι, καὶ τῷ χωρισμῷ τούτου τὴν καρδίαν σπαράττομαι, καὶ τὴν καλὴν ἐπιστροφὴν καθεκάστην καραδοκώ) μίαν οίδαμεν κεφαλὴν τοῦ σώματος πα σῶν τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, καθὼς καὶ ἄνωθεν " να γαμμάτων.
col. 1021–1022page 507 of 534
PG 138:1021εἴρηται· καὶ πιστεύοντες τελειωθῆναι τούτους τῆς ἁγιωσύνης τῷ χρίσματι, Χριστοὺς Κυρίου, καὶ ἁγιωτάτους κατονομάζομεν, καὶ στηλογραφούντες μετὰ τῶν ἁγίων καὶ θεοφόρων Πατέρων ἡμῶν, καὶ σχετικῶς ἀσπαζόμενοι, πληροφορούμεθα διὰ τούτων ἡμῖν τὰς θύρας τῆς βασιλείας τῶν οὐρανῶν ἀπο κλείεσθαι καὶ ἀνοίγεσθαι, καὶ διὰ τῶν χειλέων αὐτ τῶν τὸν Θεὸν ἀποστοματίζειν τὰ μέλλοντα. Οὐ γὰρ σὰρξ καὶ αἷμα, ἀλλ' ὁ οὐράνιος Πατήρ καὶ Θεὸς ἡμῶν, ὁ εἰπών· Ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ οἱ δουλοί μου προφητεύσουσιν, ἀποκαλύπτει τούτοις τὰ ὄντα καὶ τὰ σόμενα. Οὕτω γὰρ καὶ Σαούλ ἐν προφήταις, καὶ Κατάφας ἄκων προεφητεύσατο, εἰπών· Συμφέρει ἕνα ἀπολέσθαι ὑπὲρ τοῦ λαοῦ καὶ ὑπὲρ τοῦ ἔθνους παν τός. Ὁ μὲν γὰρ τῷ χρίσματι τῆς βασιλείας ύπεθερ. μαίνετο, ὁ δὲ τῆς ἀρχιερωσύνης τῇ χάριτι. Ην γάρ, φησὶν, ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου. Διὸ καὶ ὡς τόπον ἐπέχοντες τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, δικαίως ἀποσεμνύνουσι τὰ ἑκούσια πάθη αὐτοῦ, καὶ τὰ διὰ τὴν σωτηρίαν ἡμῶν ἐπενεχθέντα τούτῳ παρὰ τῶν ἀχαρίστων Ἰουδαίων ἐφύβριστα πρὸ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως. Ποῖα δὲ ταῦτά εἰσιν, ἀκουσάτω ἡ ἱερότης σου. Κἂν γὰρ κόπος ἐνώπιόν μου ἐστιν ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ τὰ ἐν αὐτῷ καὶ περὶ αὐτό, ἀλλ' ἡ χάρις τοῦ παναγίου Πνεύματος ἡ ἐν πατριάρχαις προτυπω θεῖσα, ἐν προφήταις προκηρυχθεῖσα, ἐν ἀποστόλοις Θεμελιωθεῖσα, ἐν μάρτυσι τελειωθεῖσα, καὶ ἐν ἱερ άρχεις κατακοσμηθεῖσα, δώσει λόγον ἐν ἀνοίξει τοῦ στόματός μου. Τὰ τῶν πατριαρχῶν τῶν ἁγίων ἐπιμάνικα, τὰς χειροπέδας τοῦ Κυρίου δοξάζουσιν, ὡς ἑκὼν ὑπέστη διὰ τὴν σωτηρίαν ἡμῶν, κατά μαστιγίαν πρὸς Καϊάφαν ἀγόμενος. Τὰ ἐπιτραχήλια, τὸ φραγέλλιον τὸ ἐλκύσαν τὴν ζωὴν πρὸς τὸν θάνατον. Τὰ μετὰ ποταμίων στιχάρια, τους κρουνούς τοῦ αἵματος καὶ τοῦ ὕδατος, τοὺς ἐκ τῆς θείας πλευρᾶς ἀποστάξαντας. Τῶν γονατίων τὰ ἐπιβλήματα, τοῦ λεντίου τὸ ἐγχειρίδιον, δι' οὗ τοὺς πόδας ὁ Κύριος τῶν ἀποστόλων ἀπέσμηξεν. Οἱ σάκκοι, τὴν χλαῖναν τῆς ὕβρεως. Τὰ ωμοφόρια, τὴν ἐκ τοῦ ᾅδου πρὸς οὐρανὸν τοῦ πρωτ τοπλάστου μετάβασιν. Τὰ διὰ πολυστυρίων φαινόλια, τοῦ τιμίου σταυροῦ τὴν παγκόσμιον δόξαν καὶ δύνα μιν. Τὰ ἐν τούτοις τριγώνια, τὸν ἀκρογωνιαῖον λίθον, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν τὰ διεστῶτα συνάψαντα. Καὶ αἱ ράβδοι τὸν κάλαμον, τὸν τὴν σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων καλλιγραφήσαντα. Καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. ᾿Απὸ γοῦν τῶν οὕτω δε δοξασμένων ἀγακλεῶς, καὶ εἰς τύπον καταστάντων τοῦ ἀληθινοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, ποιός τις τολμητίας καὶ θρασυκάρδιος ἀφέληταί τι δίκαιον ἱερα τικὸν ὁπωσδήποτε; Πάντως οὐδείς. 'Ακούσει γὰρ ἐκ τοῦ θεοπάτορος· Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας τὸν Χριστόν σου, καὶ τὸ ἁγίασμα αὐτοῦ ἐβεβήλωσας. Ὥσπερ τοίνυν οὐκ ἔξεστι τῶν ἁπάντων τινὶ λέγειν περὶ τοῦ ἑνὸς Χριστοῦ καὶ Θεοῦ ἡμῶν, ἄλλως μὲν ἐν τῷδε τῆς οἰκουμένης τῷ κλίματι παρουσιάζειν καὶ μεγαλύνεσθαι, ἄλλως δ' ἐν ἐκείνῳ δοξάζεσθαι, ἵνα
col. 1023–1024page 508 of 534
PG 138:1023μὴ παραπληξίας ἐσχάτης κατακριθῇ, καὶ πρὸς δυσ σέβειαν μετακυλισθῇ, οὕτως οὐδὲ τὴν πατριαρχικὴν θείαν μεγαλειότητα διαιρετέαν είποι τις εἶναι, καὶ πρὸς μείζονα καὶ ἐλάττονα προνόμια μεταπίπτουσαν. Τῷ τοι καὶ δέδοκται κατὰ πᾶσαν ἐκκλησίαν, περὶ τὸν Εὐφράτην, καὶ Τίγρητα, καὶ αὐτὸν διήκουσαν τὸν ὠκεανὸν, ἱλαδὸν αὐτοὺς ἀναφέρεσθαι. Ἔλαβον γὰρ, φησὶ, χώρας ἐθνῶν, καὶ οἱ θρόνοι αὐτῶν ὡσεὶ κατηρτισμένη σελήνη, καὶ ὡς ἥλιος εἰσιν ἐναντίον μου. 'Αλλ' ἐρεῖ τις· Καὶ πῶς τῶν θείων καὶ ἱερῶν κανόνων ὡς ἐν σχοινίω κληροδοσίας επιμερισάντων τοῖς πατριάρχαις τῆς οἰκουμένης τὴν τετραμέρειαν, αὐτὸς ὑπερβαίνων τὰ δόξαντα θέλεις ὡς μίαν ενορίαν ταύτας λογίζεσθαι, καὶ συγχέειν κακῶς τὰ διαιρεθέντα καλῶς; Φαμὲν οὖν πρὸς τὴν τοιαύτην ἀντίθεσ σιν, ὡς ἔστι καὶ ταῦτα κρατεῖν καθὼς ὑπὸ τῶν ἁγίων Πατέρων τεθέσπισται, καὶ τὴν ταυτότητα τῆς ἐνώ σεως μὴ συγχέεσθαι. Ο Δημιουργὸς τῶν ὅλων θεός κατ' οἰκείαν εἰκόνα πλαστουργήσας τὸν ἄνθρωπον, καὶ βασιλέα καταστήσας τῶν ἐπὶ γῆς βασιλευόμενον ἄνωθεν, ὑμνεῖται μὲν καὶ χάριν τῆς ἄλλης ὑπερφυούς ἁρμονίας τοῦ πλάσματος, καὶ πῶς ἐξ ἀθανάτου κράτ ματος καὶ θνητοῦ τὸ ἐφόλκιον διωργάνωσε, καὶ τόπῳ περιγραφόμενον τῷ λόγῳ τῆς σαρκώδους παχύτητας, νοερῶς τὰ παρὰ Γαδείρων περιεργάζεται. Οὐχ ἧττον δὲ μεγαλύνεται, ὅτι τὴν ζωὴν τῶν ἀνθρώπων εὐδό κησε διὰ πέντε αισθήσεων διεξάγεσθαι, σφετεριζομένων τὴν ἰδικότητα, καὶ μὴ ἀπαρνουμένων τὴν ἀνακοίνωσιν. Κἂν γὰρ ἡ ὄψις τυχὸν ἐνεργῇ καὶ μονο μερῶς τὸ ἀποκληρωθὲν ταύτῃ λειτούργημα παρά Θεοῦ, καθά τι δίκαιον όφλημα, μὴ ἐμποδιζομένη παρὰ τῶν συντρόφων αισθήσεων, ἀλλὰ τῆς κοινωνίας αὐτῶν οὐ χωρίζεται· θέλει δὲ ταύτας μετέχειν τῶν ἀξιωμάτων αὐτῆς, καὶ συναρήγειν εἰς τὸ αὐτὸ κατὰ δουλίδας πιστὰς, πρὸς θεραπείαν τοῦ ταύτας πλου τήσαντος σώματος. Ετι θαυμάζεται, πῶς ἑκάστην τούτων ἐδιπλασίασεν, ἵνα κἂν συμβῇ περιαιρεθῆναι τὴν μίαν, ἡ περιλειφθεῖσα κἀκείνης τὸν τόπον ἀνα πληρώσεις, καὶ μὴ καταλαζονεύωνται ταύτης απ ἀρτιόσωμοι, συμπονῶσι δὲ μᾶλλον αὐτῇ, ὡς ἂν μὴ ὁ οἰκοδεσπότης αὐτῶν θριαμβεύηται. Ως είπερ τύχοι καὶ τὴν θατέραν ἀχρειωθῆναι τῶν ἀκοῶν, οὐκέτι τὸ κάλλιστον χρῆμα ὁ ἄνθρωπος, ἐντελὴς καὶ σῶος, καὶ οἷον αὐτὸν ὁ Θεὸς εἰργάσατο, λέγεται· ἀλλ' ὡς Εκτρωμα τι λογίζεται, ὑπὸ τῶν λοιπῶν τεττάρων αἰσθήσεων, ύγιαινουσῶν καὶ ταῦτα, μὴ βοηθούμενος. Ὡς γοῦν ἑκάστης τῶν αἰσθήσεων πληρούσης τὴν οἰκείαν ἐνέργειαν, τῶν λοιπῶν τὸ χρήσιμον οὐκ ἀπα ναινόμεθα, οὐδὲ καταψηφιζόμεθα τούτων ἀσχημοσύνην καὶ ἀχρειότητα, διὰ τὸ μὴ διπλοειδῶς ἐνεργεῖν, καθώς πεπλαστούργηνται, μᾶλλον μὲν οὖν καὶ συν άγομεν (μιᾶς γὰρ ἐξ αὐτῶν σχολασάσης τελείως, ὡς εἴρηται, ὅλον τὸ σῶμα ἠχρείωται, καὶ ὡς μηδὲ ἐν τοῖς ἀνθρώποις λογίζεται)· οὕτω καὶ τῶν πατριαρχῶν ἡ πεντὰς, δικαίως καὶ ἀσφαλῶς οἰκονομηθήσεται. Εκαστος γὰρ τούτων, τὴν μὲν ἀπονεμηθεῖσαν αὐτῷ διοίκησιν ἐνεργήσει μονοειδώς, ἵνα μὴ συγχέωνται τῶν ἁγίων Ἐκκλησιῶν τὰ προνόμια· τῶν δὲ τιμῆς τοῦ Θεοῦ καὶ τῶν ἀνέκαθεν δεδομένων δικαίων τῇ
col. 1025–1026page 509 of 534
PG 138:1025πατριαρχικῇ θείᾳ μεγαλειότητ:, οὐδεὶς ἀποξενωθή σεται. Εἰ γὰρ τοιοῦτόν τι γένηται, καὶ τὸν ᾿Αλεξανδρείας τυχόν εὑρισκόμενον εἰς τὴν τῶν πόλεων βασιλεύουσαν, τῶν πατριαρχικῶν προνομίων ἀποξε νώσει τις, ὅτι κατὰ τὴν οἰκείαν ἐνορίαν οὐ πάρεστιν, ἀχρειώσει τὴν κεφαλὴν ὡς κωφεύουσαν, ἢ ἀβλεπτου σαν, καὶ ὑπὸ τεττάρων, ἢ καὶ τριών διεξαγομένην αἰσθήσεων. Διὰ ταύτην τὴν αἰτίαν, ὡς ἔοικε, προτετύπωται προβάλλεσθαι κατὰ τὸ ἀπαραίτητον καὶ τοὺς μὴ ἔχοντας πατριάρχας τοὺς ἀποκληρωθέντας αὐτοῖς ἁγίους θρόνους, διὰ τὴν ἐπιδρομὴν τῶν ἐθνῶν, τὸν ᾿Αντιοχείας καὶ τὸν Ἱεροσολύμων φημί. Καν γὰρ ἐξώσθησαν τῆς δόξης τῶν θρόνων αὐτῶν, ἀλλ᾽ ἡ πνευματικὴ χάρις; κατὰ τὸν Δαβίδ, οὐ πα λαιωθήσεται. Ηξει δὲ μᾶλλον ὁ Θεὸς ἡμῶν ἐμφανῶς, καὶ οὐ παρασιωπήσεται· ὡς συναγάγῃ αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αυτ τοῦ. Φιλοφρονητέον τοίνυν τοὺς ἀποξενωθέντας παρ τριάρχας ἐκ τῶν ἁγιωτάτων ἐκκλησιῶν αὐτῶν, καὶ ὑπερορίους καθημένους εἰς ἑτέρου πατριάρχου δια οίκησιν, καὶ μὴ ἀτιμαστέον. Κεκανόνισται γὰρ παρα καλεῖσθαι τούτους, καὶ πάσης ἐπιμελείας καὶ ὑποδοχῆς ἀξιοῦσθαι, οὐ μὴν ὑβρίζεσθαι διὰ τὴν τῶν πραγμάτων ανωμαλίαν, θρήνων ἀξίαν οὖσαν, καὶ μὴ ἀλαζονείας γεννήτριαν. Εἶτα τῶν θείων καὶ ἁγίων Γραφῶν καὶ τῶν Πατρικῶν παραδόσεων κατονομα ζουσῶν Πάπαν τὸν ἐπίσκοπον Ῥώμης, ὡσαύτως καὶ τὸν ᾿Αλεξανδρείας· ἀλλὰ μὴν καὶ τὸν Κωνσταντινουπόλεως, καὶ τὸν Ἱεροσολύμων, ἀρχιεπισκόπους· μό νου δὲ τὸν ᾿Αντιοχείας, πατριάρχην. Πῶς τῶν Αν τιοχέων ἡ ἐκκλησία οὐχ ὑβριοπαθεί, μανθάνουσα καὶ τοὺς λοιποὺς, πατριάρχας ἀνακηρύττεσθαι; πάν τως διὰ τὴν ταυτότητα τῆς τιμῆς, καὶ διὰ τὸ ἐπο ἔχειν τοὺς πέντε πατριάρχας τόπον τῆς μιᾶς κεφα λῆς τοῦ σώματος, δηλαδὴ τῶν ἁγίων Ἐκκλησιῶν τοῦ Θεοῦ. Ἐπεὶ δέ τινες λέγουσι μηδὲν εἶναι τὸ ἐμποδὼν, καὶ τοὺς ἑκασταχῇ ἀρχιερατεύοντας οὕτω τιμάσθαι καὶ μεγαλύνεσθαι. Καὶ οὗτοι γαρ διδασκαλικού ἀξιώματος κατηξίωνται, καὶ κατὰ Μωσέα καὶ 'Ααρών εἰς τὰ ἅγια τῶν ἁγίων ἐστήκασι, καὶ τὴν ἀναίμακτον θυσίαν προσφέρουσι. Φαμέν, ὡς ἀπὸ τῶν θείων καὶ ἱερῶν κανόνων μόνοις τοῖς πατριάρχαις πεφιλοτίμηται τῆς οἰκουμένης τὰ κλίματα. Κἀντεῦθεν οὐδὲ Έχει τις ἕτερος οἰκείῳ δικαίῳ ἐνορίαν, ἢ ἄλλο τι δι καιον ἱερατικόν· ἀλλ᾽ ἐκεῖνο καὶ μόνον τὸ μέρος τῆς διοικήσεως ἱερατικῶς ἐνεργεῖ, τὸ δοθὲν αὐτῷ παρά τῆς πατριαρχικῆς θείας μεγαλειότητος. Ὅθεν ὡς ἀποστελλόμενοι παρὰ πατριαρχῶν, καὶ ἀναπληροῦντες τὸν τόπον τῶν θείων καὶ ἁγίων ἀποστόλων, ἀπο στολικῶν μὲν προνομίων ἠξίωνται (δεσμοῦσι γὰρ καὶ λύουσι κατ' αὐτοὺς καὶ χειροτονίας ποιοῦσι, καὶ τὴν ἀναίμακτον θυσίαν, προσάγουσι) πατριαρχικών δὲ δικαίων οὐ κατηξίωνται. Οὔτε γὰρ σάκκους, οὔτε πολυσταύρια ἐνδιδύσκονται· οὔτε μετὰ γραμμάτων καὶ τριγωνίων στιχάρια. Ταῦτα δὲ οὕτω γίνεται, ὅτι καὶ τῶν ἁγίων ἀποστόλων ἡ θεία ὁμήγυρις τὸ τοῦ
col. 1027–1028page 510 of 534
PG 138:1027φραγγελίῳ καθυποβέβληται, καὶ πόδας μαθητῶν διὰ λεντίου ἀπέσμηξε, καὶ ἐνεδιδύσκετο κατά Ααρών τὴν ἐπωμίδα, καὶ τὸν ποδήρη, καὶ τὸ ἐρεὺς, τὰ τὸ ἀρχαῖον σημαίνοντα κώδιον τοῦ ᾿Αδαμιαίου φυράματος· αἷμα δὲ καὶ ὕδωρ ἐκ τῆς πλευρᾶς αὐτῶν οὐ κατέρρευσεν, ὧν ἀναπληροῦσι τόπον τὰ τῶν στιχαρίων γαμμάτια. Οὐδὲ τὴν χλαῖναν τῆς ὕβρεως ἐνα εδύσαντο. Οὐδέ τις αὐτῶν λίθος ἀκρογωνιαίος ὠνόμασται, ὡς ὁ Κύριος καὶ Θεὸς ἡμῶν. Οὐδὲ τὸ τῆς πίστεως τάλαντον δι' εκάστου αὐτῶν εἰς πᾶσαν τὴν οικουμένην ἐφή πλωται, ἀλλ' ὁ μὲν ἐν 'Ρώμῃ, ὁ δὲ ἐν Ἰνδοῖς ἢ Βρεττανοῖς, ὁ δὲ ἐν Γαλάταις τοὺς τῆς διδα σκαλίας μετώχευσε πίδακας. Μόνος δὲ ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν πανταχοῦ παρῆν, καὶ χαρᾶς τὰ πάντα μαρτυρίου στάδιον τρέχουσα, χειροπέδαις μὲν καὶ επλήρωσεν. "Οθεν καὶ οἱ ἁγιώτατοι πατριάρχαι, τότ φραγίλλιῳ. το μετυχέτευσε. που αναπληροῦντες τῆς κεφαλῆς τῶν ἁγίων ἐκκλησιῶν τοῦ Θεοῦ, ἐνδιδύσκονται σάκκους, καὶ μετὰ ποταμίων καὶ τριγωνίων στιχάρια, καὶ διὰ πολυσταν ρίων φαινόλια, καὶ εἰς πάσας τὰς Εκκλησίας κατὰ ταὐτὸν ἀναφέρονται. Τῇ δὲ ῥάβδῳ, ὡς ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν τῷ καλάμῳ τῆς ὕβρεως, ἀποσεμνύνονται. Οἱ δὲ λοιποὶ ἀρχιερεῖς καὶ ἡγούμενοι, ὡς ὁ 'Ααρών τῇ ράβδῳ ἐκείνῃ τῇ βλαστησάσῃ κατά μεγάλου μυ στηρίου προδήλωσιν, ἢ ὡς ὁ μέγας ἀπόστολος Πέ τρος, ὁ ἀκούσας παρὰ Θεοῦ, Ποίμανε τὰ πρόβατά μου. Ἐπεὶ δὲ τῶν εἰκότων ἐστὶν ἑρωτῆσαί τινα, τίς ἡ τοῦ πάπα σημασία, καὶ τίς ἡ τοῦ πατριάρχου ἐστὶ, καὶ τίς ἡ τοῦ ἀρχιεπισκόπου, καὶ διατί τῶν πέντε κεφαλῶν ἡ μὲν ἐνέργεια καὶ τὰ προνόμια ταὐτίζονται, καθὼς διείληπται, τὰ δὲ ὀνόματα τούτων εἰσὶ διάφορα, δέον ελογισάμεθα καὶ τὰ περὶ τούτων ἐχε κορυφῶσαι. Πάπας παρὰ Λατίνοις κέκληται ὁ Πατήρ. Και παρὰ Ἰουδαίοις πατριάρχης, ὁ ἄρχων ἤτοι ὁ Πατὴρ τῶν πατριῶν. Καὶ ἀρχιεπίσκοπος ὁμοίως, ὁ ἐπισκόπων Πατήρ. Κἂν γοῦν ὦσι τοῦ πάπα, τοῦ πατριάρχου, καὶ τοῦ ἀρχιεπισκόπου τα σημαινόμενα τῇ διατ λέκτῳ διάφορα, ἀλλὰ δυνάμει κατὰ μηδὲν διαφέρουσι. Διὸ καὶ πάντες κοινῷ ὀνόματι πατριάρχαι κατονομάζονται. Ο γοῦν πρώτως ἀρχιερατεύσας ἐν Ρώμῃ ἅγιος Σίλβεστρος, καὶ ὁ πρώτως ἀρχιερατεύσας ἐν ᾿Αντιοχεία Εύοδος, ἐκλήθησαν ευλόγως Πα τέρες. Οὔπω γὰρ ἦσαν πατριάρχαι, παρὰ τῶν Πα τέρων προβαλλόμενοι. Ὡσαύτως καὶ ὁ ᾿Αλεξανδρείας ἐκλήθη πάπας, διὰ τὸ λαβεῖν τὸν ἅγιον Κύριλλον κατὰ τὴν τρίτην σύνοδον τοῦ πάπα Ρώμης, τοῦ Κελεστίνου φημί, τὰ προνόμια. Τῆ; δὲ εὐσεβείας δια δραμούσης εἰς τῆς οἰκουμένης τὰ πέρατα, καὶ πόλεως ἑκάστης σχεδόν λαβούσης ἐπίσκοπον, εδέησε τιμηθῆς και θεαρέστως καὶ εὐσεβῶς καὶ τὴν Ἱερουσαλήμ, διὰ τὰ ἅγια πάθη καὶ τὸν τάφον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Η γὰρ μεγαλόπολις προτετίμητο, καθώς προείρηται, διὰ τὸ εἰς ταύτην μετενεχθῆναι τὰ σκήπτρα τῆς τῶν Ρωμαίων βασιλείας. Μετονομά ΝΟΤΑ.
col. 1029–1030page 511 of 534
PG 138:1029σθησαν οὖν οἱ ἐν ταύταις ἀρχιερατεύοντες, ἀρχιεπίσκοποι· ἀρχαὶ δηλονότι καὶ κεφαλαὶ πολλῶν ἐπισκό των. Ταὐτὸν δὲ ἐστιν εἰπεῖν, Πατέρες καὶ πατριάρχαι. Ἐκ τούτου δὲ διαφορά τις οὐκ ἔστι μέσον αὐ τῶν. Ὁ γὰρ πατὴρ τοῦ ἔθνους τοῦδε τυχόν, πατήρ ἐστι καὶ ἱερατικῆς φυλῆς καὶ λαϊκῆς, ὡς ὁ Ἰακὼβ τῶν ιβ' φυλῶν Ἰσραήλ. Καὶ ἄρχων ἐπισκόπων, ἐξ ανάγκης ἐστὶ πατὴρ καὶ ἐπισκόπων καὶ λαϊκῶν· ὁ δὲ Γοτθία; οὐ καλεῖται ἀρχιεπίσκοπος, ὡς ἄρχων ἐπι σκόπων καὶ προβολεύς, ἀλλ' ὡς ἀρχὴ ἐπισκόπων. Ορίσθη γὰρ παρὰ τῶν ἁγίων Πατέρων, τὰς μὲν ἐχούσας διοικήσεις πολλὰς πόλεις, ὑπὸ ἐπισκόπων κυβερνωμένας, παρά μητροπολιτῶν διεξάγεσθαι, οὺς καὶ πρώτους οι κανόνες ὀνομάζουσι· τὰς δὲ μὴ ἐχούσας ὑφ' ἑαυτὰς πόλεις τινὰς ὑπὸ ἐπισκόπων Εθυνομένας, παρὰ ἀρχιεπισκόπων ἱερατεύεσθαι· ὥστε μειονεκτεῖν μὲν αὐτὰς τῶν μητροπόλεων, ὑπερτερεῖν δὲ τῶν ἐπισκόπων. Οὕτω λυθείσης καὶ τῆς τοι αὐτῆς ἀμφιβολίας, ἤθελον εἰπεῖν, ὅτου χάριν ὁ πά πας Ρώμης οικουμενικὸς πάπας λέγεται, ὡσαύτως καὶ ὁ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, οἰκουμενικὸς πατριάρχης· οἱ δὲ λοιποί πατριάρχαι, καὶ ταῦτα τῆς αὐτῆς ὄντες τάξεως, κλήσεώς τε καὶ τι μῆς, καὶ ταύτης οὐκ ἔτυχον τῆς ἀνακηρύξεως. Ἐπεὶ δὲ τὸν μὲν πάπαν τὸ τῆς φιλαυτίας δαιμόνιον τῆς τῶν λοιπῶν ἁγιωτάτων πατριαρχῶν ἀπέστησεν όμ ηγύρεως, καὶ εἰς μόνην τὴν Δύσιν ἐστενοχώρησε· τὸν δὲ Κωνσταντινουπόλεως βλέπω μηδενὶ τῶν προνομίων τοῦ πάπα κατακοσμούμενον (οὔτε γὰρ τῷ τῆς βασιλείας λώρῳ κατὰ τὸ τοῦ ἁγίου Κωνσταντίνου @ νομιζόμενον θέσπισμα καταστέφεται, οὔτε κοκκοβα φέσι πεδίλοις κατὰ τὸ τυπωθὲν θεατρίζεται, ἀλλ᾽ οὐδ᾽ ἑτέρῳ προνομίῳ τῆς παλαιᾶς Ρώμης κέχρηται, καὶ διὰ τοῦτο υἱ πόδες αὐτοῦ ἵστανται ἐν εὐθύτητι, καὶ ἡ κεφαλὴ αὐτοῦ παντοίᾳ συνέσει, κατὰ τὸν Δαβίδ, πεπολίωται· καὶ τὰς οἰκείας δὲ ὑπογραφὰς ὡς οι κουμενικὸς οὐ μεγεθύνει πατήρ, καν παρ' ἡμῶν οὕτω κέκληται καὶ δεδόξασται)· τὴν μὲν περὶ τούτου συζήτησιν, ὡς ἀλυσιτελῆ, παρατρέχω. Απολογοῦμαι δὲ πρὸς τοὺς λέγοντας τολμηρῶς, ὀφείλειν τῆς πατριαρχικῆς ἀποξενοῦσθαι τιμῆς τὸν ᾿Αντιοχείας καὶ τὸν Ἱεροσολύμων. Κεκανόνισται γὰρ, φασί, μηδ' ἐν ἀρχιερεῦσι συντάττεσθαι τοὺς μὴ βιψοκινδύνως ἀπερχομένους ἀρχιερεῖς εἰς τοὺς παρὰ Βαρβάρων κατεχομένους θρόνους αὐτῶν, μηδὲ τὸν τοῦ μαρτυρίου προαρπάζοντας στέφανον. ὡς εἰ μὲν εἰσὶ λαϊ καὶ οἱ τοιαῦτα καθά τι μάταιον άμβλωμα κατὰ τῶν ἁγίων κεφαλῶν ὠδινήσαντες, συγγνώμης ἀξιωθήσονται κατὰ πολλὴν ἐπιείκειαν. Γέγραπται γάρ· Οὐ χρὴ Ρωμαῖον άνδρα νόμους (ταὐτὸν δ᾽ ἔστιν εἰπεῖν καὶ κανόνας) ἀγνοεῖν. Οτι κἂν χειρώναξ τίς ἐστι, κἂν σύρφαξ, οἴκοθεν εἰδέναι νόμους ή κανόνας μὴ συγχωρούμενος ἐστιν, ἀλλ' οἱ τούτους κατὰ σπουδαίους ἀργυρογνώμονας μεταλλεύοντες, ΠΟ Οσσά τε φύλλα καὶ ἄνθεα γίνεται εἴαρος ώρῃ
col. 1031–1032page 512 of 534
PG 138:1031παρὰ ταύτῃ τῇ βασιλευούσῃ τῶν πόλεων καθεστήκασι, καὶ πρόκεινται τῷ βουλομένῳ παντὶ φιλότιμος πανδαισία καὶ ἀπραγμάτευτος, καὶ πάντως τῷ μετ λικράτῳ τῆς διδασκαλίας αὐτῶν ἐμελιτώθη τὸ τῆς ἀγνοίας ἐκείνων αψίνθιον. Εἰ δὲ τοῦ θείου καταλόγου τῶν ἀρχιερέων εἰσὶ, βαβαί! πῶς ἄν τις εἴπῃ καὶ δι ηγήσεται τὴν ἐπαγομένην τούτοις κατάκρισιν; Ποίας γὰρ συγγνώμης ἀξιωθήσεται ὁ διδάσκειν κανόνας ἐπαγγειλάμενος, καὶ κανόνων μὴ βλέπων παχύτητα, τὸν ᾿Αθων αὐτὸν σχεδὸν ὑπερβαίνουσαν; Πάντως οὐ δεμιᾶς· ἀκούσει δὲ μᾶλλον ἀπὸ Θεοῦ παντοκράτορος Σὺ ἀπώσω δικαιοσύνην, κἀγὼ ἀπώσομαί σε τοῦ μὴ ἱερατεύειν μοι. Ὅθεν τὴν περὶ τούτου πολλὴν ἀντι λογίαν καταλιπών, καταστρωννύω πρὸς περιαίρεσιν σκανδάλου παντὸς τῇ παρούσῃ γραφῇ τὸν λζ' κανόνα τῆς ἐν τῷ Τρούλλῳ τοῦ μεγάλου παλατίου συστάτης ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς λεγομένης πενθ έκτης, οὕτως ἐπὶ λέξεως ἔχοντα· Ἐπειδὴ κατὰ δια φόρους καιρούς βαρβαρικαὶ γεγόνασιν έφοδοι, και πλείσται πόλεις ἐντεῦθεν υποχείριοι τοῖς ἀνόμοις κατέστησαν, ὡς ἐντεῦθεν μὴ δυνηθῆναι τὸν τῆς τοιαύτης πόλεως πρόεδρον μετὰ τὴν ἐπ' αὐτῷ χειροτονίαν τὸν οἰκεῖον θρόνον καταλαβεῖν, καὶ ἐν αὐτῷ ἱερατικῇ καταστάσει ἐνιδρυθῆναι, καὶ οὕτω κατὰ τὸ κρατῆσαν ἐθὸς τὰς χειροτονίας. καὶ πάντα, ὰ τῷ ἐπισκόπῳ ἀνήκει, πράττειν το καὶ μεταχειρίζεσθαι, ἡμεῖς τὸ τίμιον καὶ σεβά σμιον τῇ ἱερωσύνῃ φυλάττοντες, καὶ μηδαμώς πρὸς λύμην τῶν ἐκκλησιαστικών δικαίων τὴν ἐθνικὴν ἐπήρειαν ἐνεργεῖσθαι βουλόμενοι, τοῖς οὕτω χειροτονηθεῖσι, καὶ διὰ τὴν προκειμένην αἰτίαν ἐν τοῖς ἑαυτῶν μὴ ἐγκαταστᾶσι θρόνοις, τὸ ἀποκριμάτιστον συντηρηθήναι συνεωράκαμεν ὥστε καὶ χειροτονίας διαφόρων κληρικών κατοι νικώς ποιεῖν, καὶ τῇ τῆς προεδρείας αυθεντία κατὰ τὸν ἴδιον δρον κεχρῆσθαι, καὶ βεβαίαν καὶ γενομισμένην εἶναι πᾶσαν ὑπ' αὐτῶν προϊοῦσαν διοίκησιν. Οὐ γὰρ ἀπὸ τοῦ τῆς ἀνάγκης καιρού τῆς ἀκριβείας περιγραφείσης, ό τῆς οἰκονομίας όρος περιορισθήσεται. η Σὺν τῷ τοιούτῳ δὲ κανόνι ἀναδιδάσκω τοὺς ἐντυγχάνοντας τῇ παρούσῃ γραφή, ὡς καὶ πρόσταξες ἐστι τοῦ ἀοιδίμου βασιλέως κυροῦ ᾿Αλεξίου τοῦ Κομνηνοῦ, κατὰ τὸν Νοέμβριον μήνα της δευτέρας επινεμήσεως ἀπολυθεῖσα, καὶ τοῖς δημοσιακοῖς καὶ ἐκκλησιαστικοῖς σεκρέτοις καταστρωθεῖσα, καὶ δια οριζομένη μὴ μόνον ἀπαρεμποδίστως ἀρχιερεῖς ψηφίζεσθαι εἰς τὰς ἀνατολικὰς Ἐκκλησίας, τὰς παρὰ τῶν ἐθνῶν κατεχομένας, κἂν οὐ δύνανται οἱ ἐν αὐταῖς επικηρυττόμενοι καταλαμβάνειν τους λαχόντας τούτ τους θρόνους διὰ τὴν ἐθνικὴν κακίαν, ἀλλὰ καὶ μετά τὴν χειροτονίαν ἔχειν ὅσα πρὸ ταύτης ἔσχον κατά τὴν μεγαλόπολιν δίκαια. Ηγουμενείας δηλαδή, ἀδελ φάτων σιτηρέσια, καὶ λοιπά. Καὶ ἡμεῖς μὲν καθώς ἠξιώθημεν, ταῦτα γεγράφαμεν. Ο δὲ τῆς εἰρήνης Θεὸς, ὁ εἰπὼν διὰ τοῦ προφήτου Δαβίδ· Εαν ὁ λαός μου τὰς ἐντολάς μου φυλάξῃ, ἐν ῥάβδῳ τοὺς ἐχθροὺς αὐτῶν ἐπισκέψομαι, καὶ ἐν μάστιξι τὰς ἀδικίας απ ΝΟΤΕ.
col. 1033–1034page 513 of 534
PG 138:1033τῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπὸ τῶν αγαπώντων με, οὐδ᾽ οὐ μὴ βεβηλώσω την διαθήκην μου· τὴν μὲν ἐθνικὴν ἀπιστίαν διασκορπίσει ὡσεὶ κονιορτόν ἀπὸ ὅλωνος θερινῆς, τοὺς δὲ ὁσίους αὐτοῦ συναγάγῃ, καὶ δώσει αὐτοῖς χώρας ἐθνῶν καὶ φυλάς. Καὶ ἐρεῖ πᾶς ὁ λαός· Εὐλογητός Κύριος εἰς τὸν αἰῶνα. Γένοιτο, γένοιτο. ΤΟΥ ΑΥΤΟΥ Μελέτη, χάριν τῶν δύο ὀφφικίων, τοῦ τε χαρτοφύλακος, καὶ τοῦ πρωτεκδίκου. Τοῦ μεγάλου διδασκάλου τῆς Ἐκκλησίας Παύλου τοῦ θεοκήρυκος λέγοντος, Οὐχ ἑαυτῷ τις λαμβάνει τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, ὤφειλεν ὁ πρωτέκδικος ἀρκεῖσθαι τοῖς δεδομένοις αὐτῷ, καὶ κατ' ἰχνία το βαίνειν τῶν πρὸ αὐτοῦ, παντοίᾳ σοφίᾳ τῶν πλειόνων κεκοσμημένων τῇ χάριτι τοῦ Θεοῦ, καθὼς καὶ αὐτός ἐστι, καὶ τὰ ὑψηλότατα τῆς ἁγιων τάτης τοῦ Θεοῦ μεγάλης Εκκλησίας ενεργησάντων ὀφφίκια, τινῶν δὲ καὶ κατὰ γνησίους πτερυξαμένων ἀετιδεῖς, καὶ εἰς τὴν μέγαν φθασάντων θρόνον τῆς Κωνσταντινουπόλεως, καὶ τὰ κυρωθέντα διὰ χρόνων ἀμνημονεύτων σχεδόν, μὴ σπεύδειν αλλοιωθῆναι κατὰ σηπύας αυθημερόν, καὶ οὕτω ριψοκινδύνως σκανδαλίζειν καὶ σκανδαλίζεσθαι· θέλειν δὲ μᾶλλον εἰρήνην ἐπὶ τὸν λαὸν τοῦ Θεοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ. Ἐπεὶ δ᾽ οὐκ οἶδ' ὅπως παραδραμὼν τοὺς ἐγείροντας τὰ σκάνδαλα μύλωνας, καὶ τὰ διορισθέντα κανονικῶς κατὰ τῶν παραλυόντων ἀπερισκέπτως συνήθειαν μακρὰν ἐκκλησιαστικὴν οἰανδήτινα (καὶ ταύτην γὰρ κρατεῖν ὡς τοὺς θείους κανόνας νενομοθέτηται), καὶ ὑπεραναβὰς τὸν ὁρίζοντα, θέλει παρα σαλεῦσαι τὰ τοῦ χαρτοφύλακος προνόμια, καὶ συν άψαι τοῖς ἐκδικικούς λειτουργήμασι, κατά τινας ἑτεροφυῆ συμμοσχεύοντας σώματα, καὶ πρὸς ἐπισύστασιν τοῦ οἰκείου θελήματος, κανόσι χρῆται τῆς ἁγίας καὶ οἰκουμενικῆς τετάρτης συνόδου, πρὸς δὲ καὶ τισι βήμασι τοῦ ἀποκειμένου βιβλίου ἐν τῷ σεκρέτῳ τοῦ ἱεροῦ ἐκδικείου, παριστῶ καὶ αὐτὸς διὰ τῆς παρού της γραφής μου, καθὼς ἠξίωμαι, τὰ τοῦτον, ὡς ἐγᾦ μαι, δικαίως επιστομίζοντα, καὶ τὸν κατὰ καιροὺς χαρτοφύλακα φιλαλήθως αποσεμνύνοντα. ᾿Απὸ τοῦ πγ' κανόνος τῶν ἐν Χαλκηδόνι συνελθόντων χλ' ἁγίων Πατέρων, συκίνην ἐπικουρίαν ὁ πρωτέκδικος ιδιώ σατο, χάριν τοῦ κρίνειν ἰδιορυθμίας μοναζόντων καὶ κληρικῶν, καὶ ἀνακρίνειν ἀποδημίας αὐτῶν, καὶ κατακρίνειν ὡς φυγαδίας δουλοπρεπείς. Πρὸ γὰρ ἑκατὸν χρόνων μικρόν τι πλέον ἢ ἔλαττον, τοῦ ἀοι δίμου βασιλέως τοῦ Ἰουστινιανοῦ, τοῦ τὴν Ἐκκλησίαν ἀγακλεῶς οὐρανώσαντος, ὁ τοιοῦτος κανὼν ἐκπε φώνηται, ὅτε λόγος οὐκ ἦν ἐκδίκων ὄντων ἀπὸ τοῦ βήματος, λαϊκῶν δὲ ταῖς ἐκκλησίαις διδομένων ἑκάστοτε πρὸς ἐκδίκησιν. Καὶ τοῦτο δῆλόν ἐστιν ἀπὸ τοῦ οι' κανόνος τῆς ἐν Καρθαγένη συνόδου, ούτωσι διεξιόντος ῥητῶς· Περὶ ἐκδίκων τῶν Ἐκκλησιῶν, τῶν ὀφειλόντων ἀπὸ τοῦ βασιλέως αιτηθῆναι, σύμπασιν ἔδοξεν αἰτῆσαι ἀπὸ τῶν βασιλέων το κατέχεια.
col. 1035–1036page 514 of 534
PG 138:1035διὰ τὴν τῶν πενήτων κάκωσιν, ὧν ταῖς ἐπα χθείαις ἀπαύστως ή Εκκλησία παρενοχλείται, ὥστε ἐκδίκους τούτοις μετὰ τῆς τῶν ἐπισκόπων προνοίας ἐπιλέγεσθαι κατὰ τῆς τῶν πλουσίων τυραννίδος. Οι προσαλεῖσθαι. Ὡσαύτως καὶ ἀπὸ τῆς ιε' νεαρᾶς τοῦ βασιλέως Ιουστινιανοῦ, τῆς κειμένης ἐν βιβλίῳ δ' τῶν Βασι λικών, τίτλῳ ιη', καὶ διαλαμβανούσης, τοὺς ἐκδίκους ἀπὸ τῶν κατοίκων ἑκάστης πόλεως ἀμοιβαδόν ἐπιο λέγεσθαι, κἂν ἀλλούστριοί τινες ὦσι καὶ λαμπρότατοι καὶ ἐπὶ μόνῃ διετίᾳ τὸ τῆς ἐκδικήσεως ὑπέχειν τού τους λειτούργημα. Τῶν γοῦν ἐκδίκων ἐπιλεγομένων ὡς εἴρηται, καὶ τῆς λειτουργίας αὐτῶν μετρουμένης χρονικῷ διαστήματι, εἰκαιομυθοῦσιν οἱ λέγοντες, ἀπὸ τοῦ ῥηθέντος κανόνος στηρίζεσθαι τὸ παρὰ τοῦ πρωτεκδίκου λεγόμενον. Τὰ δὲ βήματα τοῦ πρωτεκδί του βιβλίου, τὰ οὕτω πως κατὰ ῥῆμα διαλαμβάνοντα Δεῖ ὑμᾶς, εἰ τις τῶν πρεσβυτέρων καὶ διακόνων δίκην ἔξει μετά τινος, προκαλεῖσθαι * τὸν διατ καλούμενον ἐκ τρίτου κατὰ τὸν εἰρημένων τρό πον, καὶ μὴ ὑπείκοντα καταδικάζειν. Οὐ κατασπώσι προβέλυμνον, οὐδ᾽ ἐξ ἀποσπάδος, οὐδ' ἐκ φλοιοῦ, τὴν κατὰ πάντων τῶν ἱερωμένων δικαιοδοσίαν τοῦ χαρτοφύλακος, καὶ πρὸς τοὺς ἐκδίκους μεταφυτεύουσιν. Οὐδὲ γὰρ ἐκλαμβάνονται, καθώς φησιν ὁ πρωτέα δικος, εἰς τὸ δύνασθαι τοῦτον καταναγκάζειν καὶ ἄκοντας τοὺς ἐναγομένους παρὰ διακόνων καὶ πρε σβυτέρων τινῶν, ἴσως ὄντας καὶ λαϊκούς, ἀπολογεῖσθαι παρὰ τούτῳ περὶ ὧν ἡ αἰτίασις. Τοῦτο γὰρ καὶ τολμηρόν ἐστιν, οὐδὲ τῇ πατριαρχικῇ θείᾳ μεγα λειότητι δέδοται, ὡς ὑπεναντίον τοῖς νόμοις, τοῖς διοριζομένοις τῶν ἐναγομένων τῷ φόρῳ τοὺς ἀνάγοντας ἔπεσθαι. Εἰ δέ τις τοῦ πρωτεκδικικοῦ θελήματος ἀντεχόμενος (εὐλογοῦνται γάρ, φησί, καὶ κακοπραγοῦντες ἐνίοτε), υποθήσει κενεμβατῶν, τὰ ῥηθέντα βήματα διαλέγεσθαι περὶ μερῶν μὴ μεριζομένων δια φόροις ἐπιτηδεύμασιν, ἀλλ᾽ ἡνωμένων τῆς ἱερωσύνης τῷ ἐπαγγέλματι, ἀκούσει διὰ τούτου σχολὴν τολμηρὰν καταψηφίζεσθαι καὶ παρόρασιν, μή μόνον τῆς δικαιοδοσίας τοῦ χαρτοφύλακος, ἀλλὰ καὶ τοῦ πατριαρχικοῦ θειοτάτου βήματος. Εἰ γὰρ τοῦτο δοθείη, δικαιοδοτήσει θαρρούντως, μάλιστα δ' εἰπεῖν αὐθεντικῶς ὁ πρωτέκδικος, κατὰ ἀρχιερέων, καὶ διακόνων, καὶ λοιπῶν τῶν τοῦ βήματος, ἔστιν ὅτε καὶ μετ γάλα διαπρεπόντων ὀφφίκια, καὶ τὴν πρωτεκδικι κὴν Ιουρισδικτίονα κατά διάμετρον υπερπαίοντα, Ζητήσει δὲ καὶ τοὺς ἐπισκοπειανούς σφετερίσασθαι, ὡς ἐπισκόπου κληρωσάμενος λογοθέσιον. Ὅπερ ὡς ἄτοπον, οὐδὲ λέγεσθαι ἄξιον. Τὸ δὲ λέγειν τινά, τοὺς ἐλκομένους παρὰ τοῖς ἐκδίκοις ὑπό τινων τῶν τοῦ βήματος περί χρηματικής ή εγκληματικής οιασδήτινος ὑποθέσεως, ὀφείλειν μετακαλεῖσθαι διά μηνυμάτων τριῶν, καὶ καταδικάζεσθαι μὴ ὑπείκοντας (οὕτω γὰρ ἀνάγκη πάσα πρόκειται γίνεσθαι, εἰ δοθείη διὰ τῶν ῥηθέντων ρημάτων τοῦ πρωτεχνικ
col. 1037–1038page 515 of 534
PG 138:1037κοῦ βιβλίου λαβεῖν τὸν πρωτέκδικον ἄδειαν, περὶ πάσης υποθέσεως δικάζειν διακόνους καὶ ἱερεῖς μετά τῶν ἀντιθετούντων αὐτοῖς), πῶς οὐκ ἔστι τῆς πρωτο εκδικικής σοφίας ἀνάξιον; Βαβαὶ γὰρ, πόσα τούτου ἔοθέντος ἀθετοῦνται θειότατα νόμιμα! τόσα βασι λέων ορθοδόξων θεσπιωδήματα 1 πόσα Πατέρων θείων δόγματα καὶ διδάγματα, τοὺς ἐναγομένους παντοίως συνάγοντα, [καὶ] δι' ἐπιφωνημάτων τρια κονθημέρων μετακαλουμένους, καὶ διπλαῖς ἐκκλή τοῖς τὴν τούτων καταδίκην μετεωρίζοντα! Πάντως πολλά, καὶ πάντα σχεδόν ἀριθμὸν ὑπερβαίνοντα. Συνάγεται τοίνυν ἀπροσπαθῶς, καὶ τὴν ἐκ τούτων τῶν ῥημάτων ἀναφαινομένην δῆθεν ἀσάφειαν συναρμολογεῖσθαι καλῶς τῇ περὶ ἐλευθεριῶν λοιπῇ τοῦ βιβλίου γραφῇ· καὶ τοὺς παρὰ πρεσβυτέρων ἡ δια κίνων Ελκομένους παρὰ τοῖς θεοσεβεστάτοις ἐκδίκοις χάριν ἐλευθεραβούντων ἢ δουλαγωγουμένων τινών, καὶ μετὰ τρεῖς διαλαλιὰς μὴ πειθομένους ἐλθεῖν, μονομερώς κατακρίνεσθαι, διὰ τὰ νόμιμα θεία θεσπίσματα, τὰ τὴν ἐλευθερίαν ὑπὲρ πάντα σχεδόν περιθάλποντα, καὶ ἐξ ἐπιπέδου διοριζόμενα τὴν ταύτης ζήτησιν γίνεσθαι, καὶ μὴ ὠφελεῖσθαι τους οὕτω τὴν καταδίκην καθ᾿ ἑαυτῶν σχεδιάσαντας, ἐκ τοῦ εἶναι τοῦ βήματος τῆς ἐλευθερίας τοὺς ἀντιλήπτορας. Οὕτω δὲ τούτων ἐχόντων, δικαίως ἐπιτραπήσεται ὁ πρωτέκδικος, τῶν μὲν χάριν ἐλευθερίας τὴν ἐκκλησιαστικὴν ζητούντων βοήθειαν, μετά δικαιοδοσίας ἀντιλαμβάνεσθαι· τῶν δὲ λοιπῶν προσ φύγων ἀντιποιεῖσθαι, ὥσπερ καὶ ὅπου νενόμισται καὶ συνίστασθαι μᾶλλον τούτοις, καὶ ἐκδικεῖν ἀπὸ τῶν ἐπηρεαζόντων αὐτοὺς, καθώς που καὶ κέκληται. Οὕτω γὰρ ποιῶν, καὶ φυλάξας ὁσίως τὰ ὅσια, δεόν τως ὁσιωθήσεται. Καὶ ταῦτα μὲν ἀποχρώντως ἐγρά φησαν εἰς έκτροπὴν τῶν παρὰ τοῦ πρωτοδίκου προτιθεμένων, καὶ παρασπωμένων τὰ παρὰ τοῦ χαρτοφύλακος ἀμέμπτως νεμόμενα δίκαια. Ρητέον δὲ καὶ τὰ συνιστῶντα τὸν χαρτοφύλακα. Ειπάτω δὲ μᾶλλον ταῦτα τῆς ἀληθείας τὸ στόμα, καὶ τῆς δικαιοσύνης ὁ ἥλιος. Οὐδὲ γὰρ οίκοθεν εἴπωμεν ἐπιμύ θεον, κατὰ τοὺς κνηθομένους τὰς ἀκοὰς, τῷ λόγῳ τοῦ διαφέροντος, καὶ τοὺς ἐπὶ ὕδατος ἀντιλογίας δοκιμάζοντας τὰ ἀμφίβολα· ἀλλ' ἐκεῖνα διπλόης πάσης ἐκτὸς σχεδιάσομεν, ὅσα πεῖρα μακρὰ, καὶ χρόνο; πολὺς, καὶ θείων Γραφῶν ἀνάγνωσις ἡμᾶς ἀνεδίδαξαν. Αρκτέον οὖν, ὅθεν ἄρχεσθαι ἄμεινον· καὶ που ρευτέον ἐκ δυνάμεως πάλιν εἰς δύναμιν. Κεφαλὴ τῆς ἁγιωτάτης τοῦ Θεοῦ μεγάλης ἐκκλησίας ἐστί, μετὰ τὴν πρώτην αναρχον, καὶ ἀϊδιον, καὶ ἀπειροδύναμον κεφαλήν, τὸν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν, ὁ πνευματικός νυμφίος αὐτ τῆς ὁ κατὰ καιροὺς ἁγιώτατος οἰκουμενικός παρ τριάρχης. Τῶν γοῦν ἐκκλησιαστικῶν δικαίων διαι ρουμένων διχῆ, εἰς τε τὰ διαφέροντα τῇ Ἐκκλησία πολυειδῶς, καὶ εἰς τὰ τῷ πατριάρχη προσκύρω θέντα κανονικῶς, ἐδέησε τοῖς τὰ τῆς Ἐκκλησίας ὁροθετήσασιν ὀρθοδόξοις ἡμῶν αὐτοκράτορσιν, και ταμερίσαι ταῦτα πρὸς πέντε σεκρέτων εναγή λογο
col. 1039–1040page 516 of 534
PG 138:1039νηταῖς. Οὐδὲ γὰρ ἔδει τὸν οὕτως ἀγακλεῶς ἐν πᾶσι νυμφοστολούμενον, περὶ σκαπάνην ἀσχολεῖσθαι καὶ δούλων χορτάσματα. Εκτοτε γοῦν καὶ μέχρι τοῦ νῦν παρά πέντε προκαθημένων, τῶν ἐξωκατακοίλων ἀρχ χόντων φημί, ὡς ὑπὸ πέντε αἰσθήσεων ταυτί διεξ άγονται· ήγουν τοῦ μεγάλου οικονόμου, τοῦ μεγάλου σακελλαρίου, τοῦ μεγάλου σκευοφύλακος, τοῦ χαρτοφύλακος, καὶ τοῦ σακελλίου. Καὶ ἔχει τῶν ἐκκλησιαστικῶν κτημάτων τὴν πρόνοιαν, ὁ μέγας οίκο νόμος· τῶν κατὰ πόλιν, καὶ τῶν περατικῶν μονα στηρίων τὴν μέριμναν (τρισκαιδέκατος γὰρ φεγεών τῆς βασιλευούσης τῶν πόλεων, ἡ περαία ταύτης ἐστὶν), ὁ μέγας σακελλάριος· τῶν ἱερῶν κειμηλίων τὴν ἐπιμέλειαν, ὁ μέγας σκευοφύλαξ· καὶ τῶν καθ ολικῶν ἐκκλησιῶν, πρὸς δὲ καὶ τῶν ἐμφυτεύσεων τὴν διοίκησιν, ὁ σακελλίου. θέσια καὶ ἀναθεἶναι τὴν τούτων διοίκησιν διακο Ο δὲ χαρτοφύλαξ κατευθύνει μονομερώς τὰ τῷ πατριάρχῃ, δικαίῳ τῆς ἀρχιερωσύνης, ἀνήκοντα. Ὅπως μὲν οὖν τῶν ἄλλων τεσσάρων προκαθημένων τὰς προβλήσεις τετύπωται γίνεσθαι, καὶ πόσους ἕκαστον τούτων έχει χαρτουλαρίους τοῦ κόπου συμ μεριστὰς, καὶ πόσους σεκρετικούς διακονητὰς, οὐκ ἔστι λέγειν καιρός. Οὐδὲ γὰρ περὶ τούτων εἰπεῖν προεθέμεθα. "Οθεν δὲ, καὶ ὅπως ὁ χαρτοφύλαξ σεμνολογεῖται πανευκλεώς, καὶ καλείται τοῦ πατριάρχου στόμα καὶ χείρ, ζητητέον. Ἐπεὶ δέ τινες παρ ωνυμίζεσθαι τὸν χαρτοφύλακα θέλουσιν ἐκ τοῦ φυλάττειν μεμβράνας ήτοι κωδίκια, περιαιρετέον πρὸ πάντων τὸ ἐκ τούτου φυόμενον σκάνδαλον. Ο χαρτοφύλαξ οὐκ ἔστιν, ὥς τινες λέγουσιν, φύλαξ τοῦ σεκρέτου, καὶ θυρωρός (τοῦτο γὰρ τῶν ὀστιαρίων ἀρχαῖον ἐπάγγελμα)· ἐπισκοπικῶν δὲ δικαίων φρον τιστὴς ἀξιόμαχος. Οὕτω γὰρ καὶ νομοφύλαξ καλεῖται, καὶ σκευοφύλαξ στρατοπέδου βασιλικού. Ει δ' ἀπισχυρίζονται, πῶς τῶν ἄλλων σεκρέτων οι προ καθήμενοι, φύλακες οὐ κατονομάζονται, καὶ ταῦτα πραγμάτων όντες διοικηταί· ἀλλ᾽ ὁ μὲν, μέγας οἰκονόμος καλεῖται· ὁ δὲ, μέγας σακελλάριος· ὁ δὲ σακελλίου· ἀκουσάτωσαν, ὡς ταυτόν ἐστιν εἰπεῖν, οἰκονόμον, φύλακα, σακελλάριον, καὶ τὸν σακελλίου. Παρὰ γὰρ τοῖς Ῥωμαίοις σάκελλον, παρὰ τὸ διοι κεῖν καὶ φυλάττειν ἐστί. Καὶ ἡ τοὺς κακούργους δὲ φυλάττουσα πατριαρχικὴ σακέλλη ἐντεῦθεν, καὶ οὐκ άλλοθεν μετωνόμασται, ὥσπερ δὴ καὶ τὸ σακούλιον. Λέγεται γοῦν σακελλάριος, ὁ τῶν μοναστηρίων διοικητὴς· καὶ ὁ σακελλίου υποκοριστικῶς, ὁ τῶν καθ ολικῶν ἐκκλησιῶν φροντιστής. Ἵνα δὲ ἡ τῶν προ καθημένων πεντὰς μὴ ταυτωνυμίζηται, ωρίσθη διαφόρων οφφικίων ὀνόμασιν αὐτὴν μεγεθύνεσθαι. Τῷ τοι καὶ ταυτιζομένη τῶν ἐνεργειῶν τοῖς ἀποτελέσμασι, μερίζεται τῶν ὀφφικίων ταῖς κλήσεσιν. Οὕτω γοῦν περιαιρουμένης καλῶς, τῆς ἐκ τῆς φυ λαχῆς ὑποκλεπτομένης ασαφείας κατὰ τοῦ χαρτοφύλακος, σαφηνιστέον καὶ τὰ λοιπά. Τοῦ χαρτοφύ λαχος ή ενέργεια πολυειδής και πολυσχιδής ἐστι, Διὸ καὶ ὁ κατὰ καιροὺς ἁγιώτατος πατριάρχης, ώς
col. 1041–1042page 517 of 534
PG 138:1041ἄλλον Δαρὼν τοῦτον ἐπιλεγόμενος, λέγει μετὰ Μω σέως πρὸς Κύριον· «Επισκεψάσθω Κύριος ὁ Θεὸς τῶν πατέρων καὶ πάσης σαρκὸς, ἄνθρωπον ἐπὶ τῆς συναγωγής ταύτης, ὅστις ἐξελεύσεται ἀπὸ προσώπου ὁμοῦ», καὶ ὅστις εἰσελεύσεται πρὸ προσώπου αὐτῶν, καὶ ὅστις εἰσάξει αὐτοὺς ὡς ἐμὲ, καὶ ὅστις ἐξάξει αὐτοὺς ἐξ ἐμοῦ· καὶ οὕτως ἐπιτίθησι τὰς χεῖρας αὐτοῦ ἐπ' αὐτὸν, καὶ δίδωσιν αὐτῷ τὴν δόξαν αὐτοῦ, ὅπως ἀκούωσιν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ. Εγχειρίζει τούτῳ καὶ χρυσοῦν ὡς ἄν τις είποι δακτύλιον, και θὼς εἶπε Κύριος πρὸς Μωσήν· καὶ ἐπιθήσεις τὸ λογεῖον ἐπὶ τὸ στῆθος τοῦ 'Ααρών, καὶ ποιήσεις δακτύλιον χρυσοῦν, καὶ συναρμολογήσεις αὐτὸν τοῦ Λογείου τοῖς χείλεσιν, ἐφ᾽ ᾧ δι' αὐτοῦ τῶν υἱῶν Ἰσραὴλ ἀπογράφεσθαι τὰ ὀνόματα. Ποῖος δὲ οὗτός ἔστι; Τὸ πατριαρχικόν βουλλωτήριον, τὸ παρὰ τῷ στήθει τοῦ χαρτοφύλακος ἀπωρημένον, ώς είωθε, δοχείῳ καθεστηκότι λογικοῦ παντοίου σπουδάσματος (Τοῖς γὰρ ἀξίοις, φησί, δοτέον τὰ ἀξιώματα) δι' οὗ τοὺς ὀλοθρευτὰς ἀσφαλίζεται σὺν σφραγίδι καὶ χάριτι, τοὺς ἁμαρτωλοὺς ἐπιστρέφει σὺν γραφίδι καὶ μέλανι, τοὺς καταπονουμένους διεκδικεῖ σὺν βακτηρία καὶ σύριγγι, καὶ τοὺς ἀξίους τῷ πνεύματι χα ρισμάτων ἱερατικῶν ἀξιοῖ· τοὺς μὲν ἐκτὸς τοῦ βήματος, κληρικοποιῶν· τοὺς δὲ ἐντὸς, τελειο ποιῶν. Διὰ τούτου καὶ κατὰ πᾶσαν τὴν οἰκουμένην σχεδόν πατριαρχικά καταγράφεται καὶ δίδωσι σταυ ροπήγια, καὶ πολλῶν πόλεων ἐκκλησιαστικά μετα τίθησι κάρηνα, εἰς τῆς πρώτης κεφαλῆς τὸ ἀνάκτορον. Δίδονται διὰ τούτου τῷ χαρτοφύλακι καὶ αἱ κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, ὡς ὑπὸ τοῦ Κυρίου τῷ φίλῳ Πέτρῳ καὶ μαθητῇ. Φησὶ γὰρ οἷον πρὸς αὐτὸν, ὁ μέγας ἀρχιερεύς· ῾Ο ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς· καὶ δ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον καὶ ἐν τοῖς οὐρανοῖς. Καὶ τὴ πάντων καινότερον, οὐ μόνον οὗτος τοσαύτης έξου σίας επλούτησε χάρισμα, ἀλλὰ καὶ οἱ ἐξ αὐτοῦ τὴν χάριν ταύτην λαμβάνοντες. Επιτρέπει γὰρ Ιερα τεύουσι μοναχοῖς, ἀνθρώπων δέχεσθαι λογισμούς, καὶ διαρρήσσειν ἁμαρτημάτων χειρόγραφα· ὅπερ μόνοις ἐπισκόποις ἀπὸ τοῦ παναγίου δέδοται Πνεύ ματος. "Αν ἴδῃς δὲ τοῦτον συνοδικῶς σχεδιάζοντα ὅσα λαλῶν λαλήσει Μωσής, κἀκεῖνα κρουνηδὸν ἀπο στοματίζοντα, ὅσα νεφελώσει καὶ ὑδατώσει τῆς κει φαλῆς ἡ ἀκρώρεια, οὐ ζητήσεις ἰδεῖν Ααρών θεο γράφων πλακῶν ἀπαγγέλλοντα ρήματα, οὐδὲ Βα ρούχ περιδεξίως ἀπογραφόμενον τῆς Ἰουδαίας τὴν ἅλωσιν· ἀρκεσθήσῃ δὲ τοῖς οὕτω πραττομένοις ὑπὸ τοῦ χαρτοφύλακος, καὶ Δευτερονόμιον συμπεραίνουσι. Πρὸς τούτοις θαύμασον, πῶς τῶν θείων κανό νων μόνοις έκχωρησάντων ταῖς ἐν πόλεσιν ἀρχιερα τεύουσι τὴν τοῦ διδάσκειν τὸν λαὸν σεμνοπρέπειαν, ὁ χαρτοφύλαξ καὶ μόνος τὸ διδάσκειν κατηχητικώς τὸν λαὸν ἐπ' ἐκκλησίας ἀπεκληρώσατο· πῶς τὰς πατριαρχικὰς διαγνώσεις καλλιγραφεί, καὶ ὑπογραφαῖς οἰκείαις καὶ σφραγίσι κατεμπεδοῖ· καὶ πῶς δικαστηρίου μεγάλου προκάθηται καὶ δικαιοδοτεῖ κατὰ μὲν παντὸς ἀνθρώπου, κἂν οἴας ἂν εἴη τύχης καὶ φύσεως, περὶ ἐκκλησιαστικών ζητημάτων, καὶ ο
col. 1043–1044page 518 of 534
PG 138:1043σφαλμάτων ψυχικών διορθώσεως. Κατὰ δὲ ἱερωμένων καὶ μοναχῶν, περὶ πάσης εγκληματικής καὶ χρηματικής αιτιάσεως. Περὶ γὰρ καὶ μέχρι Γαδείρων αὐτῶν ἡ δικαιοδοσία τοῦ χαρτοφύλακος, εἰ δοίη τις κἀκεῖσέ τινας κατοικεῖν ὑποκειμένους τῷ θρόνῳ τῆς Κωνσταντινουπόλεως. β Τὸ δὲ προκαθῆσθαι τοῦτον δωδεκάδος πατριαρχικῶν νοταρίων αὐτοπιστίαν ἐχόντων, οίαν ἔχει καὶ ἡ δωδεκὰς τῶν τοῦ Βήλου καὶ τοῦ Ἱπποδρόμου κριτών (ἐῷ γὰρ εἰπεῖν δωδεκάδος διπλῆς, ὅτι τῶν πατριαρχῶν ἡ φιλανθρωπία καὶ συγκατάβασις οὐχ ἕλκεται πρὸς ἀναίρεσιν τῶν νενομισμένων ἀνέκαθεν), ὡσα; τως καὶ τὸ προκαθῆσθαι τῶν μητροπολιτῶν ἐν ταῖς ψήφοις τῶν χηρευουσῶν ἁγιωτάτων ἐκκλησιών, καὶ ἐν ταῖς ἔξωθεν τοῦ πατριαρχικού βήματος γινομέναις κοιναῖς συνελεύσεσιν, ἀλλὰ μὴν καὶ ἑορ τατίμοις πανδήμοις τελεταῖς τε καὶ πανηγύρεσιν, οὐ μόνον ἐντὸς τῶν τῆς ἐκκλησίας μερῶν, ἀλλ' ἐν τόπῳ παντί, ὅπερ οὐδενὶ διακόνῳ πεφιλοτίμηται, διὰ τὸ ῥητῶς ὑπὸ τοῦ ιη' κανόνος τῆς ἁγίας καὶ οἰκουμενικῆς πρώτης σποδοῦ κωλύεσθαι, ποῦ θήσεις, ἀκροατή συνετώτατε; Πάντως ἂν εἴποις τούτων πάντων δούῆναι τὴν ἐξουσίαν αὐτῷ, διὰ τὸ λογίζες σθαι στόμα, καὶ χείλη, καὶ χεῖρας ὡσανεὶ πατριαρ χικάς. Έλκει με τὸ πρόθυμον εἰπεῖν καὶ ἐπεξεργάσασθαι, τίνος χάριν παρὰ τοὺς ἄλλους προκαθημένους 6 χαρτοφύλαξ καὶ μόνος διττοῖς ἐκκλησιαστικοῖς μεγαλύνεται τάγμασιν, ἐπισκοπειανοῖς δηλαδή καὶ σεκρετικοῖς. Οτι δὲ τῆς τούτων εὑρέσεως ὑπου βάθρα τις τιμήεσσα πρόκειται, καὶ τὸ πρᾶγμα παρακαλεῖ καὶ ταύτην ἀργυρογνωμονῆσαι διὰ τὴν τῆς ἀληθείας παράστασιν, ἀναμεινάτω πρὸς μικρὸν Ο λόγος τὴν τῶν ῥηθέντων ταγμάτων συζήτησιν, καὶ ῥητέον, τίνος χάριν παρὰ τὴν τῶν θείων κανό των περίληψιν, ἐν διακόνοις ὁ χαρτοφύλαξ ταττό. μενος, - τῶν ἀρχιερέων προκάθηται. Το ζήτημα τοῦτο τὸ πολυθρύλλητον πολλὰ κατὰ διαφόρους και ροὺς ἀνήγειρε σκάνδαλα, καὶ μεγάλη τούτου κατεξ έτασις γέγονε μέσον τοῦ χαρτοφύλακος καὶ τῶν ἀρχιερέων τοῦ θρόνου τῆς Κωνσταντινουπόλεως. Καὶ τάχα μειδιώσης ἀκροθιγῶς τῆς ὑπὲρ τῶν ἀρχιερέων πατριαρχικῆς διαγνώσεως διὰ τὸν τοῦ ῥηθέντος ἀνωτέρω κανόνος περίληψιν, προεκομίσθη πρόσ ταγμα τοῦ ἀοιδίμου βασιλέως, κυροῦ ᾿Αλεξίου τη Κομνηνού, τάδε κατὰ ῥῆμα διαλαμβάνον Η βασιλεία μου τῆς ἐκκλησιαστικῆς ευκοσμία; φροντίζουσα, καὶ τὸ εὔτακτον καὶ ἐν παντὶ μὲν ζητοῦσα τῷ πολιτεύματι, ἐπιπλέον δὲ τοῖς θείας τοῦτο ἐμπολιτεύεσθαι διὰ σπουδῆς τιθεμένη, τὰ ἀρχῆθεν ἀπονενεμημένα προνόμια ἑκάστῳ τῶν ἐκκλησιαστικῶν βαθμῶν, καὶ τὴν ἄχρι καὶ δεῦρο ἐπικρατήσασαν ἐν τούτοις κατάστασιν, κατὰ τὸ ἀναλλοίωτον καὶ εἰς τὸ ἑξῆς εἶναι καὶ διαμένειν βούλεταί τε καὶ εὐδοκεῖ, ἀγιώτατε δέσποτα, ὡς καὶ παραδεχθεῖσαν διὰ τοσούτων ἐτῶν, καὶ τῷ μακρ χρόνῳ ἐμπολιτευσαμένην, καὶ ταῖς ἀπ᾿ ἄλλου εἰς ἄλλον κατὰ τὸ ἀνεξάλλακτον ἕως τοῦ νῦν μεταβήσει ΝΟΤΑ.
col. 1045–1046page 519 of 534
PG 138:1045σιν ἐπικριθεῖσαν καὶ βεβαιωθεῖσαν καλῶς. Ἐπεὶ δὲ νῦν ἡ βασιλεία μου μάθοι, ώς τινες τῶν ἀρχιερέων αντιφιλοτιμούμενοι πειρῶνται τὸ τοῦ χαρτοφύλακος ὑποβιβάσει προνόμιον, καὶ κανόνας εἰς μέσον προ φέροντες, διὰ τούτων φιλονεικοῦσι μὴ προκαθῆσθαι αὐτὸν τῶν ἀρχιερέων, όπηνίκα δέοι τούτους συνέρχεσθαι κατά τινα χρείαν, καὶ συνεδριάζειν κατὰ ταυ τὸν, πρὸ τῆς εἰς τὴν ἁγιωσύνην σου εἰσελεύσεως, οὐκ ἀνασχετὸν τῇ βασιλείᾳ μου έδοξε, πράγμα διὰ τοσούτου χρόνου βασανισθεν, καὶ τοῖς πριν πατριάρχαις καὶ τοῖς ἄλλοις ἀρχιερεῦσιν, ἀλλὰ δὴ καὶ αὐτοῖς τοῖς νῦν οὐκ ἐπ᾽ εὐλόγῳ ἐρίζουσι πράγματι διὰ τῆς πολυημέρου δεχθὲν σιωπῆς, κατὰ τὸ παρ. έλκον ἀθετηθῆναι, καὶ ὥς τι τῶν ἡμελημένων παρα συρῆναι. Τοίνυν καὶ διορίζεται πράγματι εύλογον καὶ πάνυ δίκαιον τοῦτο. Εἰ μὲν γὰρ αἱροῖντο καὶ πάλιν οἱ ἀρχιερεῖς μὴ κινεῖν τὰ ἀκίνητα, μηδὲ τὰ τοῖς πρὶν δεδογμένα Πατράσιν, ἀλλὰ δὴ καὶ αὐτοῖς διὰ τῆς μακράς συνδόξαντα σιωπῆς, καὶ τῆς ἕως τοῦ νῦν ἀνοχῆς, ἐκ παλιμβολίας ὥσπερ ἀναπαλαίειν, εὖ ἂν ἔχοι, καὶ χάρις, ὅτι τὸ μάχιμον καταθέμενοι, τὸ εἰρηναῖον προτετιμήκασιν. Εἰ δὲ καὶ ἔτι τούτων τινὲς τῶν τοῦ κανόνος ῥημάτων ἀντιποιούμενοι, (τῆς γὰρ ἐννοίας πόῤῥω ἀποδιεστήκασι) πειρῶνται τὸ οἰκεῖον συστῆσαι θέλημα, καὶ ἐπὶ τὸ ἄτακτον οὐ καλῶς τὴν τάξιν μεταβιβάζουσιν, ἐξ μὲν νῦν ἡ βασιλεία μου τὴν τοῦ κανόνος ἑρμηνεῦσαι καὶ σαφη νίσαι ὑφὴν, ῥᾴστην οὖσαν καταληφθῆναι καὶ διαγνωσθῆναι καλῶς τοῖς βάπτουσιν εἰς ἀκρίβειαν, καὶ κανονικῆς ἐννοίας θιγγάνουσιν· αὐτὸ δὲ τοῦτο τοῖς ἀρχιερεῦσιν ἐπιτιμή, τί δή ποτε τὸν κανόνα εἰδότες, καὶ τὰ βήματα τούτου ἐξακριβούμενοι, τὴν ἑαυτῶν συνείδησιν ἀνευλόγως ἐπάτησαν, καὶ τοῦ κανόνος παραῤῥιπτουμένου ἠνείχοντο, καὶ τὴν ὑφεδρίαν ἐπὶ τῶν πρὶν χαρτοφυλάκων ήσπάζοντο· καὶ μισθὸν τούτοις τῆς τῶν ἱερῶν κανόνων περιφρονήσεως τὴν επὶ τὰς λαχούσας αὐτοὺς Ἐκκλησίας ἀπέλασιν, δίδωσι, κανόνι στοιχοῦσα κἀνταῦθα ἐκκλησιαστικῷ, καὶ τοῖ; περιφρονηταῖς τῶν κανόνων, ἐκείνους αὐτοὺς τοὺς ἱερούς κανόνας εἰς ἄμυναν ἀντεξε άγουσα.» Καὶ ἐπεὶ μετὰ τὴν τούτου προκομιδὴν τὰ ἀπὸ μακρᾶς συνηθείας κραθήσαντα, καὶ διὰ βασιλικοῦ προστάγματος γεγόνασι κραταιότερα, προκάθηται μέχρι τοῦ νῦν παντὸς ἀρχιερατεύοντος, κἂν τύχῃ τοῦτον καὶ βασιλικὴν ἔχειν ἀξίωμα, υπερτίμου πρωτοσυγκέλλου τυχόν. Καὶ τότε μὲν οὕτω διευλυ τώθη τὸ δῆθεν ἀμφίβολον. Ἐγὼ δὲ τῷ βασιλικῷ δι ορισμῷ κατὰ τὰ νενομισμένον ἀκολουθῶν, τῇ κατα σκευαζούσῃ γνώμῃ τὴν προεδρίαν τοῦ χαρτοφύλακος διὰ μόνην τὴν ἄγραφον μακροτάτην συνήθειαν, τὴν ἀντὶ νόμου παραλαμβανομένην, ὡς γέγραπται, οὐ προστίθεμαι. Οίδα γὰρ τότε τὴν μακρὰν συν ήθειαν ἀντὶ νόμου κρατείν, δοκιμασθεῖσαν πάντως δικαστικῶς, ὅτε νόμοι καὶ κανόνες διὰ ταύτης οὐ παραλύονται. Λέγω δὲ τὴν προεδρείαν ἔχειν τὸν χαρ ΝΟΤΑ.
col. 1047–1048page 520 of 534
PG 138:1047τοφύλακα, κατὰ τὴν τῶν θείων κακόνων περιληψεν, τοῦτο ὅπερ ἡ βασίλειος θεία περιωπὴ ἐκοντὶ την. καῦτα παρεσιώπησε. Κἂν γὰρ ὁ ῥηθεὶς τῆς ἐκ Νι καίᾳ πρώτης συνόδου κανών διορίζηται, μή μετα λαμβάνειν μηδὲ καθῆσθαι πρὸ τῶν ἱερέων διάκονον, ἀλλ' ὁ ζ' κανὼν τῆς ἁγίας καὶ οἰκουμενικῆς ἐκτης συνόδου παρακελεύεται, τὸν ἐπέχοντα πρόσωπον πατριαρχικὸν ἢ ἁπλῶς ἐπισκοπικόν, πρὸ τῶν ἱερέων καθέζεσθαι. Διὸ καὶ ὁ μέγας ἅγιος Κύριλλος ὁ πά της Αλεξανδρείας, ἐπὶ κεφαλῆς χρυσούν χῶρον περιεβέβλητο, ὅτε τῆς ἁγίας καὶ οἰκουμενικῆς τρί της συνόδου προΐστατο. Επείχε γὰρ καὶ τὸν τόπον τοῦ Κελεστίνου, τοῦ τὴν Ἐκκλησίαν τῆς Ῥώμη; ιθύνοντος, καθώς τοῦτο παρίσταται ἐκ τῶν πρακτικῶν τῆς τρίτης συνόδου. Καὶ ὡς ἐκεῖνος ἐμεγαλύνετο, κατὰ τὸ θέσπισμα του Ισαποστόλου ἁγίου μεγάλου Κωνσταντίνου, τὸ γεγονὸς πρὸς τὸν ἅγιον Σίλβεστρον, ὅτε τὰ σκήπτρα τῆς βασιλείας ἐκ τῆς παλαιᾶς Ρώμης κατὰ Θεοῦ πρόνοιαν μετετέθησαν εἰς τὴν τῶν πόλεων βασιλεύουσαν, καὶ διοριζόμενον, μετὰ χρυσοπάστου λώρου τὴν τοῦ ἁγίου Σιλβέστρου κεφαλήν, καὶ τῶν μετ' αὐτὸν ἀρχιερέων τῆς Ῥώμης κατακαλλύνεσθαι, καὶ αὐτὸς τοιουτοτρόπως καθ ωραΐζετο. Καντεῦθεν καὶ οἱ μετ' ἐκεῖνον εἰς 'Ἀλεξάνδρειαν ἀρχιερατεύοντες, διὰ μνήμην αἰώνιον τοῦ τότε συνδόξαντος, ὡσαύτως μέχρι τοῦ νῦν καταχε σμούνται στηλογραφούμενοι. Καὶ πάντων ἀπερικαλύπτοις ἱερουργούντων ταῖς κεφαλαῖς, μόνος δ πατριάρχης Αλεξανδρείας ἱερουργεί μετὰ τοῦ λώρου τὴν κεφαλὴν καλυπτόμενος. Καὶ τοὺς δώδεκα δὲ Καρδηναρίους τοῦ Πάπα παρομοίως βλέπομεν κεκοσμένους χρυσοῖς ἐπιβλήμασιν, ὡς ἀντιπροσωποῦν τας τῷ Πάπα, καὶ τὰ τούτου στηρίζοντας δίκαια. Κάρδων γὰρ παρὰ Ρωμαίοις, αἱ φλιαὶ τῶν θυρῶν ὀνομάζονται. "Αραρεν οὖν ἀληθεύειν ἐνεργῶς τοὺς λέγοντας καὶ τὸν κατὰ καιροὺς χαρτοφύλακα μετά τοιαύτης τιάρας χρυσῆς πρὸ μετρουμένων χρόνων τινῶν, ἔν τισι πανδήμοις δοξάζεσθαι πανηγύρεσιν, οὐ μόνον ἐπ' Ἐκκλησίας γινομέναις, ὡς εἴωθεν, ἀλλὰ καὶ ἐν προόδοις, καὶ ἀγοραῖς. Πεπληροφόρημαι δὲ καὶ αὐτὸς, ἀποκεῖσθαι μέχρι τοῦ νῦν εἰς τὸ τοῦ χαρτοφύλακος κιβώτιον, χρυσόπαστον τοιοῦτον ἐπίσ βλημα· καὶ χρόνος οὐκ ἔστι γηραλέος καὶ πέμπελς ἀλλὰ νέος καὶ πρόσφατος. Καὶ φθόνο; οὐκ ἀγεν ή καὶ ἀπαίδευτος δῆθεν εὐλάβεια, τὰ τὸ τοιοῦτον σχολάσαντα μέγα τοῦ ὀφφικίου προνόμιον. Τί γάρ, εἰπέ μοι πρὸς τῆς ἀληθείας αὐτῆς, πρὸς τῆς ἀδελφικῆς ἀγάπης, πρὸς τῆς κατὰ Θεὸν διαθέσεω;, εἴη ἂν σπουδαιότερον, τοῦ βλέπειν ἔστιν ὅτε τὸν χαρτοφύλακα διὰ τῆς ἀγορᾶς προοδεύοντα μετὰ χρυσοπάστου τιάρα;, καὶ ἐποχούμενον ἐν ἡμιόνῳ, πατριας χικῶς μετὰ ὀθονίου κεκοσμημένη οι λευκού, καθώς καὶ τοῦτο διὰ τοῦ ῥηθέντος θεσπίσματος ώρισται, καὶ ὑπὸ ἐξκουβιτώρων δορυφορούμενον; Εἰ μή τις οι κεκοσμημένον.
col. 1049–1050page 521 of 534
PG 138:1049λέγει προτιμητέαν εἶναι τὴν κεφαλὴν τῆς χειρὸς, ἢ ἄλλου μέλους τοῦ σώματος. Τοῦτο γὰρ διὰ τὴν εὐ ήθειαν οὐ παραλληλίζεται. Αλλ' ἐπανιτέον ὅθεν ὁ λόγος μετέπεσε, καὶ ζητητέον, τίνος χάριν τῶν μὲν ἄλλων σεκρέτων οι προκαθήμενοι μόνοις ἐξ υπηρετούνται σεκρετικοῖς δουλευταῖς· ὁ δὲ χαρτοφύλαξ τάγμασι διττοῖς διακονητῶν μεγεθύνεται. Φαμὲν οὖν, ὅτι τὰ τοῦ χαρτοφύλακος δίκαια ψυχικών ῥυπασμάτων εἰσὶ καθαρτήρια, καὶ νοσημάτων σωματικών ἀλεξιτήρια. Διὸ καὶ τετύπωται, ταγμάτων διττών ὑπουργοῖς αὐτὰ κατευθύνεσθαι. Αν γοῦν θεμιστεύων προκάθηται, καὶ δικαστικὰ διυλίζων νοήματα, νό μους συνάπτῃ νομίμοις θεσπιωδήμασι, καὶ κανόσι κανόνας ἀρμολογῇ, ἂν δικολογῶν προτάσεις καὶ ἀντιθέσεις σφυρηλατῇ, καὶ τὰς μὲν ἀποσμιλεύῃ τῇ λυδίᾳ τῆς διαγνώσεως, τὰς δὲ παραδέχηται· καὶ τέλος, ἂν κρίσεις πατριαρχικών νοταρίων ζυγοστατῇ, σεκρετικῶν διαλαλιαῖς μεγαλύνεται· καὶ μᾶλλον, ὅταν τὸ δικαστήριον ἐν μόνοις πράγμασι στημονίζης ται. Εἰ δὲ προκάθηται ψυχικῶν ἀρρωστημάτων θε ραπείαν ποιεύμενος, καὶ σεσηπότων τραυμάτων Επισκεπτόμενος κακοήθειαν, πῆ μὲν σιδήρῳ χωνεύων τοῦ πάθους τὴν ὑπουλότητα, πῆ δ᾽ ἐπιπάσσων ἤπια φάρμακα, παρὰ τῆς τάξεως ὑπηρετεῖται τῶν ἐπι σκοπειανῶν. Εἰ δ᾽ ἔστιν ὅτε κατὰ διορισμὸν πα τριαρχικόν, τινὰ τῶν προνομίων τούτων παρασα λεύοιντο, τέως ἐγὼ ἀγνοῶ, καὶ συγγνώμης ἀξιωθή σομαι, τὴν παλαιὰν ἀναδιδάσκων παράδοσιν. Τούτων οὖν οὕτω καλῶς διευκρινηθέντων, ὡς οἶμαι, ἀναγ καῖον ἔδοξέ μοι ποιῆσαι καὶ πρὸς τὸν κατὰ καιροὺς χαρτοφύλακα δικαίαν ἀξίωσιν. Δέσποτα μου χαρτοφύλαξ, τὸ ἐμπιστευθέν σοι τάλαντον ἀπὸ Θεοῦ παντοκράτορος, μὴ καταχωσθείη διὰ νωθρείαν σου, ἵνα μὴ ἀκούσῃς δοῦλος πονηρὸς καὶ ἀχάριστος· μηδὲ τὸ κέρμα τῶν μεγάλων προνομίων αὐτοῦ προδοθείη κατὰ σὴν πολλὴν ἐπιείκειαν· ἀλλὰ διαδοθήτω πρὸς τραπεζίτας, καὶ διπλασιασθήσεται. Σκοπόν σε κατ έστησε δεύτερον ὁ Θεὸς διὰ χειρὸς ἐπισκοπικῆς. Κάντεῦθεν ἐπὶ τῷ στόματί σου πάντες εἰσέρχονται εἰς οἶκον Θεοῦ παντοκράτορος, καὶ ἐπὶ τῷ στόματί σου ἐξέρχονται. Μὴ οὖν εἴπῃς, Τί δοθείη μοι, καὶ τί προστεθείη μοι πρός μέριμναν ολοχρόνιον; Μηδὲ σιγήσῃς, μηδὲ καταπραύνης, μηδὲ λαλήσης ὡς ἀνθρώποις ἀρέσκων, εἶπεν ὁ μέγας ἀπόστολος Παῦλος, κατ' ἐκεῖνον τὸν πονηρὸν μισθωτόν, τὸν καθ᾿ ἑαυτὸν ψιθυρίσαντα· τὸ ἐκλείπον ἐκλειπέτω, τὸ ἐσκορπισμένον μὴ συναχθείη, καὶ τὸ συντετριμμένον μὴ ὁλομεληθείη. Αρκεῖ γὰρ τῇ ἡμέρᾳ ἡ και κία αὐτῆς. Ἀλλὰ σήρυξον ἀποστολικῶς, ἐνώπιον Θεοῦ τὴν ἀλήθειαν. Ἐπίστηθι εὐκαίρως, ἀκαίρως, Έλεγξον, ἐπιτίμησον, παρακάλεσον, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. Καὶ τάχα νεανικῶς οὕτω τὸν καλὸν ἀγῶνα κατὰ τὸ ἀπῃτημένον ἀγωνισάμενος, καὶ τὴν διακονίαν σου συντηρήσας ἀνεπιβούλευτον καὶ ἀμείωτον, ἐν τῷ μηδενὶ ἂν ταπεινώσης τοὺς ἀντι πίπτοντας, καὶ ἐρεῖς, Τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα. Λοιπὸν ἀπόκειται μοι τῆς δικαιοσύνης ή στέφανος. Ὃς καὶ δοθήσεται σοι παρά Θεοῦ
col. 1051–1052page 522 of 534
PG 138:1051παντοκράτορος ἔν τε τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλ. λοντι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. ΤΟΥ ΑΥΤΟΥ Διάγνωσις, χάριν τοῦ λαληθέντος συνοδικῶς ζη τήματος, περὶ τοῦ, εἰ χρὴ τὸν αὐτὸν καὶ ἕνα δυσὶ δισεξαδέλφαις συνάπτεσθαι. Οἱ τῶν ᾿Αθηναίων ιθαγενεῖς καὶ προσήλυτοι εἰς οὐδὲν ἕτερον εὐχαίρουν, ὁ μέγας Παυλός φησιν, ή λέγειν τι καὶ ἀκούειν καινότερον. Ἡ Ἐκκλησία δὲ τοῦ Θεοῦ, καὶ μᾶλλον τὸ θεῖον ἀνάκτορον τῆς ἁγιω τάτης τοῦ Θεοῦ μεγάλης Εκκλησίας, τὰ παρὰ τῶν ἁγίων Πατέρων δογματισθέντα κρατύνουσα, προθέσ λυμνον ἀποσπᾷ πᾶσαν καινοφανή περιττότητα, καὶ θέλει τῆς ἀληθείας τὸν ἄσταχυν ἀνατέλλειν ἑκατοστεύοντα. Προκόπτει γὰρ τῇ χάριτι τοῦ Θεοῦ, ἐπὶ παντὶ θεαρέστῳ λόγῳ καὶ πράγματι. Διά τοι τοῦτο καὶ τὸ συνοδικῶς ἐρωτηθὲν πρὸ μικροῦ, περὶ τοῦ εἰ χρὴ τὸν αὐτὸν καὶ ἕνα δυσὶ δισεξαδέλφαις συνάπτεσθαι, οὐκ ηὐδόκησεν ὥς τι καινοπρεπὲς ὑπὸ γωνίαν πεσεῖν ἀτημέλητον· ἀλλ' ὡς σπουδαῖον καὶ χρησιμώτατον, εἰς κοινὴν προέθετο κατεξέτασιν. Ἐπεὶ οὖν ὁ παναγιώτατος νυμφίος αὐτῆς, καὶ τῶν κανονικών παραδόσεων μελεδωνὸς ἀγρυπνότατος, ἠθέλησε καὶ ἡμᾶς συμμεριστὰς γενέσθαι τοῦ ἀγαθοῦ, φαμὲν ὅτι τινὲς πλατείαν ὁδὸν καὶ ἀπρόσκοπον (ώς φασιν) ἤπλωσαν τῷ Δημητρίῳ τυχόν, τῷ χρηματίσαντι γαμέτη Μαρίας τινός, δισεξαδέλφην ταύτης Θεοδώραν καλουμένην ἁρμόσασθαι. Καὶ ἐρωτώμενοι, πόθεν καὶ ὅπως τοῦτο προτρέπουσι, λέγουσιν εἰς ἑβδομον βαθμὸν καταντᾶν τὴν τοῦ συναλλάγματος ποίησιν, διὰ τὰ πρόσωπα δύο, καὶ ἀκολούθως δύο βαθμούς καθίστασθαι τὸν Δημήτριον μετὰ Μαρίας τῆς ἀπο οιχομένης συζύγου αὐτοῦ, κἂν τῇ ὁμονοίᾳ καὶ τῇ στοργή σαρξ μία λογίζωνται. Η γὰρ Μαρία, φασὶν, ἔκτον εἶχε μετὰ τῆς Θεοδώρας βαθμὸν, οὐ μὴν ὁ Δημήτριος, ὡς εἰς ἕβδομον πρόσωπον, καὶ βαθμὸν τοσαυτάριθμον ἀναγόμενος. Τὸ δὲ β' θέμα, τοῦ λβ' κεφαλαίου τοῦ ε' τίτλου τοῦ κη' βιβλίου τῶν Βασι λικῶν, καὶ ὁ νδ' κανὼν τῆς ἐν τῷ Τρούλλῳ τοῦ μετ γάλου παλατίου συντάσης ἁγίας καὶ οἰκουμενικῆς συνόδου, μέχρι τοῦ ἔκτου βαθμοῦ καὶ αὐτοῦ τὰ ἐξ ἀγχιστείας καὶ τὰ ἐξ αἵματος ἐξεστενοχώρησαν συν αλλάγματα. Τὰ δὲ μετὰ τοῦτον, ἀδεῶς ἀπέλυσαν ἀναχώννυσθαι. Καὶ κἂν ἐξηνέχθη προσφάτως τόμος συνοδικός, στηριχθεὶς καὶ προστάξει βασιλική, τους ἐξ αἵματος ὄντας ἑβδόμου βαθμοῦ μὴ συνάπτεσθαι, ἀλλὰ τοὺς ἐξ ἀγχιστείας οἰκείωσιν τοιουτόμετρον ἔχοντας, οὐκ ἐστενοχώρησε. Πολὺ γάρ ἐστι τὸ διά φορον μέσον συγγενείας ἐξ αἵματος, και συγγενικής ἁπλῶς οἰκειώσεως· καὶ λόγος μέγας μέσον του των ἐστήρικται, τοὺς μὲν συνάπτων, τοὺς δὲ διαιρῶν. Οι πλείους δὲ τούτων καὶ ἐπιχειρήμασι συλλογιστικοῖς, καὶ διὰ τῆς εἰς τὸ ἀδύνατον ἀπ Αι
col. 1053–1054page 523 of 534
PG 138:1053αγωγῆς τοὺς οἰκείους δῆθεν λόγους στηρίζουσι. Λέ γουσι γὰρ, ὡς εἰ δοθείη γενέσθαι τὴν Μαρίαν καὶ τὸν Δημήτριον ἑνὸς βαθμοῦ μετὰ τὴν συνάφειαν, πολλὰ συμπέσουσιν ἄτοπα· οἷον, Δημήτριος γαμέτης τῆς Μαρίας καλούμενος, καὶ γαμβρός τοῦ ταύτης πατρὸς, τούτου μὲν παῖς, ἐκείνης δὲ ἀδελφὸς μετα ονομασθήσεται, τοῦ βαθμοῦ τῇ ταυτότητ:· καὶ οὕτω διασπᾶσθαι τὸ συνοικέσιον, εἰς ἀδελφομιξίαν περι ιστάμενον. Προστιθέασι δὲ κατὰ τοῦτο τὸ ἄτοπον καὶ τὰς ἐξ ἀδιαθέτου διαδοχές, ἀλλήλων τε, καὶ τῶν γονέων τούτων, ναὶ μέντοι καὶ προσγενῶν, αὐτοὺς σφετερίσασθαι. Ωσαύτως καὶ τὸ μὴ δύνασθαι τοὺς ετερομερεῖς ἀγχιστεῖς ἀλλήλοις συνάπτεσθαι, καθώς τῆς ἀγχιστείας τὰ νόμιμα διορίζονται· ἀλλὰ κατὰ τοὺς γάμους τῶν ἐξ αἵματος προσγενών. Καὶ μὴν ἐν τῇ Ῥωμαϊκῇ συνηθείᾳ, καὶ τῇ ἐκκλησ σιαστικῇ καταστάσει, φασί, τὸ ἐναντίον σήμερον πολιτεύεται. Θεῖος γὰρ καὶ ἀνεψιός μετὰ θείας καὶ ἀνεψιᾶς ἀκωλύτως συνάπτονται, ἔκτον ἐξ ἀγχιστείας καὶ ταῦτα λαχόντες βαθμόν, ὡς τοῦ τόμου τοῦ ἁγιω τάτου πατριάρχου Σισινίου τους πρώτους ἐξαδέλφους κωλύσαντος δυσὶν αὐταδέλφαις συνάπτεσθαι. Δεν ενίστανται δὲ, μηδὲ ἀπρεπές τι, καὶ τῶν ὀνομάτων συγχυτικὸν ὑποσύρεσθαι, ἐκ τοῦ τὸν αὐτὸν δυσὶ δισεξαδέλφαις συνάπτεσθαι· ὅτι τότε φασὶ παρατηρεῖται τῶν ὀνομάτων ἀκρίβεια, καὶ τὸ ἀσύγχυτον τούτων φυλάττεται, ὅτε δουλική τύχη μεσιτεύει συγγένειαν· οὐ μὴν ὅταν ἐκ συναφείας ομοζύγων τοῖς νόμοις δεκτῇς, ὡς ἐκ ῥίζης τινός πτόρθοι γεννηθῶσι κατάλληλοι. Εἰ γὰρ δοθείη κάν τούτοις συν τηρεῖσθαι τῶν ὀνομάτων τὸ εὐπρεπὲς καὶ ἀσύγχυ τον, στενοχωρηθείῃ καὶ τῶν τρισεξαδέλφων καὶ ἐφεξῆς ἡ ἐκχωρητέα σε συνάφεια· ἵνα μὴ κληθῶσιν οἱ ἐξ ἐκείνων φυόμενοι, ἀδελφοὶ καὶ τετταρεξάδελ φοι, ὅπερ οὐ δέδοκται. Καὶ αὐτοί, ταῦτα. Ἡμεῖς δὲ σκοπήσωμεν πρότερον, εἰ τοῖς νόμοις καὶ τοῖς κανό σι δοκεῖ, δύο βαθμούς τοὺς ὁμοζύγους ψηφίζεσθαι, καὶ διὰ τοῦτο συγχωρητέον εἶναι τὸ, περὶ οὗ ὁ λό γος, συνάλλαγμα. Εἴπωμεν οὖν, καὶ πάλιν ἐκκορυ φώσωμεν τὰ λεγόμενα. Φασί τινες τὴν φωνὴν τοῦ Κυρίου τὴν λέγουσαν, Καὶ ἔσονται οἱ ὁμόζυγοι σὰρξ μία, μὴ ἐκλαμβάνετ σθαι πρὸς ταυτότητα, ἀλλὰ πρὸς στοργὴν καὶ ὁμός νοιαν. Εἰ γὰρ μὴ οὕτως ἐκληφθῇ τὸ Κυριακὸν θεσπιώ δήμα, ἀδελφοὶ κληθεῖεν οἱ συναφθέντες, καὶ οὐχ ὁμόζυγοι· καὶ ἐφεξῆς ἐπακολουθήσουσι κακὰ μυρι άριθμα, τὴν ἀτοπίαν τοῦ ζητήματος μεγαλύνοντα, Ακουσάτωσαν οὖν, ὡς προτάσεις ψευδεῖς οὔτε διὰ συλλογισμῶν ἀλήθειαν συμπεραίνουσιν, οὔτε πρὸς τὸ ἀδύνατον ἀπαγόμεναι, τοῦ ὑποκειμένου την φύσιν μετατιθέασιν· ἀλλ' ἐξ ὁμολογουμένων καὶ ἁπλανῶν ἀνατέλλει τῆς ἀληθείας ὁ ἥλιος. Εἰ γάρ τις εἶποι Οι εγχωρητές. που
col. 1055–1056page 524 of 534
PG 138:1055τυχόν, Πᾶς λίθος ἔμψυχῆς ἐστι, καὶ ἑτέρωθεν, Πάσα σμάραγδος λίθος ἐστί· καὶ συμπερανεί, Πᾶς ἄρα λίθος σμάραγδος ἔμψυχός ἐστι … ψιν συναγάγει, καὶ ψεῦδος ἔσχατον. Ὅθεν καὶ ὁ λέγων γενέσθαι διὰ τῆς συναφείας τῶν ὑποστάσεων τὴν σύγχυσιν, καὶ τὴν ὁμοζυγίαν μεταστοιχειωθῆναι πρὸς ἀδελφότητα, καὶ οὕτω συμπεραίνων τάχα τὸ ἄτοπον, γλωτ τοπέδην συνήγαγεν, οὐκ ἀλήθειαν. Τούτου δὲ οὕτως ἔχοντος, καὶ τῶν γενῶν σωζομένων ἑκατέρων μετά τὴν ἕνωσιν, μὴ τολμητέον ἀδελφοὺς τοὺς ὁμοζύγους εἰπεῖν εἰς ἐπιστομισμὸν τοῦ ῥήματος τοῦ Θεοῦ, τοῦ εἰπόντος· Καὶ οὐκέτι ἔσονται οἱ ὁμόζυγες δύο, ἀλλὰ εἷς. Ὡς γὰρ οὐ λέγεται τὸ ἀγριέλαιον καλλιέλαιον, ὅτι κλάδος αὐτοῦ μετὰ καλλιελαίου μεταμοσχεύθη, οὕτως οὐδὲ πατέρα τῆς κόρης τὸν ταύτης εἴποιμεν πενθερόν. Τούτου δὲ στηριχθέντος ἐξ ἀναντιῤῥήτου καὶ ἀσφαλοῦς ἀποδείξεως, ὡς οιόμεθα, οὔτε τὸ καλεῖσθαι θάτερον ἐξ αὐτῶν εἰς τὴν κληρονομίαν τοῦ τελευτήσαντος, ἢ τινὸς τῶν ἐξ αἵματος αὐτῷ προσγενών παρρησιασθήσεται (πῶς γάρ; προσλαμβανόντων τῶν κτησαμένων ἐκ νόμου τὰς διακατο χάς), ούτε μεμπτέον ἔσται καὶ ἀποτρόπαιον τὸ λέ γειν, τοῖς αὐτοῖς ὅροις συστέλλεσθαι τὰ ἐξ ἀγχιστείας καὶ τὰ ἐξ αἵματος συναλλάγματα. Οὕτω γὰρ κεκανόνισται. Τὸ δὲ συνάπτεσθαι θεῖον καὶ ἀνεψιόν μετά θείας καὶ ἀνεψιάς, οὐκ ἔστιν (ώς τινες λέγουσι) συνηθείας ἀγράφου παγκράτιον, ἢ καὶ ἀπαραδότου εκκλησιαστικῆς καταστάσεως τροπαιούχημα· ἀλλὰ πρόσταξις θεία τοῦ ἀοιδίμου βασιλέως, κυροῦ ᾿Αλε ξίου τοῦ Κομνηνοῦ, ἐξενεχθεῖσα ἐπὶ ὑπομνήσει Βάρδα τινὸς λεγομένου Ξηροῦ, καὶ ἐπιγνωσθεῖσα τοῖς δη μοσιακοῖς καὶ ἐκκλησιαστικοῖς ἀρχείοις καὶ κώδιξι, τὸν τοιοῦτον γάμον ἀπέλυσε κατὰ τὴν δεδομένην τοῖς βασιλεῦσιν ἄνωθεν κυριότητα· μὴ τοίνυν συκοφαν τητέον τὴν ἀκριβῆ τῆς Ἐκκλησίας κατάστασιν. Τὰ γὰρ ἐξ ἀγχιστείας συναλλάγματα, μέχρι τοῦ ἔκτου βαθμοῦ καὶ αὐτοῦ, καὶ ἐστενοχώρει πάντοτε, καὶ στενοχώρει, καθώς που καὶ τὰ ἐξ αἵματος, ἐπομένη νομικοῖς καὶ κανονικοῖς διατάγμασι, καὶ τῷ τόμῳ τοῦ ἁγιωτάτου ἐκείνου πατριάρχου, κυροῦ Σισινίου. Τὸ γὰρ ἐπ' ἀνατροπῇ τούτου διορισθέν παρά βασι λικῆς θείας μεγαλειότητος, εἰς ἔργον ἐλθεῖν ὁ δίκαιος κριτὴς οὐκ ηὐδόκησεν, ὡς οίδασιν οἱ μεμνημένοι, καὶ οὐ πεπλάνηνται. Ναί, φησίν, ἀλλ' οὐδὲ τὸ σύγχυσιν καὶ ἀπρέπειαν ὀνομάτων εἰσάγεσθαι διὰ τὴν τῶν βαθμῶν ἰδιότητα, ἐμποδίσει λαβεῖν τὸν Δημήτριον τὴν δισεξαδέλφην τῆς προτέρας αὐτοῦ γυναικός. Τοῦτο γὰρ καὶ εἰς τοὺς συναπτομένους ἐξ αἵματος συγγενεῖς καὶ ὀγδόου ὄντας βαθμοῦ θριαμβεύεται, δι' ὧν ὁμοζύγους ἀν ερυθριάστως κατονομάζομεν, οὓς ἡ φύσις τρισεξο αδέλφους εγνώρισε, καὶ τοὺς παῖδας αὐτῶν ὡς ἀδελ φοὺς περιέπομεν, τετταρεξαδέλφους ὄντας ἐκ φύ σεως. Τί γοῦν ἐστι καινὸν κἀν τῷ παρόντι ζητήματι λαλεῖσθαι τοῦτο καὶ γίνεσθαι; Αλλ' ἀκουσάτωσαν οἱ ταῦτα συνείροντες, ὅτι καθὼς τὰ Γαδείρων ἐντὸς διακείμενα, καὶ ἀκριβολογοῦνται καὶ ἀπογράφονται,
col. 1057–1058page 525 of 534
PG 138:1057τὰ δὲ πέρα Γαδείρων οὐ πέρατά εἰσιν· οὕτω τὰ μὲν ἐντὸς τοῦ ἔκτου βαθμοῦ γινόμενα συναλλάγμα τα, καὶ διὰ τὸ φύσει δίκαιον καὶ εὐπρεπές κατα κρίνονται· τὰ δὲ ἐκτὸς αὐτῶν μετεωριζόμενα, οὐδὲ κατασπώνται, οὐδὲ κουφίζονται, ἄνευ μόνου τοῦ ἐξ αἵματος ἑβδόμου βαθμοῦ. Τοῦτον γὰρ βασιλικός ὁρισμὸς καὶ τόμος συνοδια κὸς τοῖς τοῦ ἔκτου βαθμοῦ συναλλάγμασι συνεξίσω σαν. Ἐπεὶ οὖν ἱκανῶς διελάβομεν τά τισι δικαιολο γούμενα περὶ τοῦ εἰς ἕνα βαθμὸν τοὺς ὁμοζύγους ἀνάγεσθαι, εἴτε καὶ μή· Φέρε καὶ τὸ ἡμῖν παριστάμενον χάριν τοῦ τοιούτου ζητήματος, εἴπωμεν. Οι νενομοθετηκότες περὶ κεκωλυμένων γάμων διδάσκοντες ἐν βιβλίῳ κη', τίτλῳ ε', εἰς δύο διαιροῦσι τους συγγενεῖς· εἰς ἀνιόντας καὶ κατιόντας, παῖδας δηλα δὴ καὶ γονεῖς, καὶ εἰς τοὺς ἐκ πλαγίου, ἀδελφούς φημι καὶ λοιποὺς ἐξ αἵματος προσγενεῖς. Καὶ τῶν μὲν ἀνιόντων καὶ κατιόντων, κἂν γνήσιοι ὦσι, κἂν φυσικοί, καν θετοί, τους γάμους κωλύουσιν εἰς ἀπές ραντον. Τῶν δὲ ἐξ αἵματος, μέχρις ἔκτου βαθμοῦ, Μετὰ μέντοι τὸ τεχνολογῆσαι τὰ περὶ τούτων, καὶ εἰς ὄψιν προθέσθαι τὴν τῶν βαθμῶν βαθείαν καὶ δυσδιεξίτητον ύπουλότητα (δυσχερεστάτη γάρ φησι, καὶ οὐκ εὐκατάληπτος ἡ ἐκ πλαγίου τῶν βαθμῶν ἐστιν εὕρεσις) προστιθέασι καὶ ταῦτα ῥητῶς· Εἰσὶ δὲ καὶ ἕτεροι γάμοι, οὐ διὰ θεσμόν συγγενείας, διὰ δὲ ἀγχιστείαν μὴ προβαίνοντες. Αγχιστεία δέ ἐστιν οἰκειότης προσώπων ἐκ γάμων ἡμῖν συνημμένων, συγγενείας εκτός. Οἷον οὖν οἰκειοῦνται βαθμὸν οἱ ὁμόζυγες μετὰ τὴν συνάφειαν, καθαρῶς μὲν οὐ δι δάσκουσιν· ἐπάγουσι δὲ, μὴ δύνασθαί τινα προς γάμον λαβεῖν τὴν οἰκείαν νύμφην ή προγονήν. Αλλ' οὐδὲ τὴν μητρυιάν, ἢ τὴν πενθερὰν, ἐπειδὴ μητέ ρων τάξιν ἐπέχουσι. Σκοπητέον τοίνυν πρὸ πάντων τὸ περὶ τῶν βαθμῶν. Οὕτω γὰρ ἐξομαλισθείη τὸ τοῦ ζητήματος άναντες. Οἱ τῆς συγγενείας βαθμοί, ἐκ τῶν βαθμίδων τῆς κλίμακος ὠνομάσθησαν. ὡς γὰρ ἐκεῖναι λαμβάνουσαι καταρχὴν ἐξ ἐπιπέδου τινὸς, καὶ εἰς τὰ πρόσω προβαίνουσαι, τὴν κάθοδον ἢ τὴν ἄνοδον συμπεραίνουσιν, οὕτω καὶ οἱ βαθμοί, ὡς ἐκ ρίζης ὁμοφυείς κλάδοι τοῦ πρώτου γεννήτορος προϊέμενοι, την συγγένειαν καταρτίζουσιν. Ιδωμεν οὖν, ποία ρίζα καὶ καταρχὴ μεσιτεύει τὸν ἄνδρα μετὰ τῆς γυναικὸς, ὥστε πρὸς ταύτην ἀναδραμεῖν, καὶ ἐξ αὐτῆς ὡς διὰ βαθμίδας πρὸς τούτους ἐλθεῖν. Πάντως οὐδεμία. Οὐδὲ γὰρ δύναταί τις εἰπεῖν, Ὁ Πέτρος εγγένησε τὸν Δημήτριον. Ὁ αὐτὸς καὶ τὴν Μαρίαν ἀπέτεκεν. Ωστε τούτους δύο βαθμῶν ἔχειν συγγένειαν. Προ φανὲς γὰρ ψεῦδός ἐστι. Πολλῷ δὲ πλέον οὐκ εἴποι τις υποστάσεις διττὰς ἑνὸς εἶναι βαθμοῦ. Δύο γὰρ γεννήσεις τούτους παρήγαγον. Οι γοῦν λέγοντες
col. 1059–1060page 526 of 534
PG 138:1059εἶναι τοὺς συζύγους ἑνὸς ἢ δευτέρου βαθμοῦ, καὶ ζυγοστατοῦντες διὰ βαθμίδων αὐτοὺς, κατὰ τὰ σταθμώμενα, ή μετρούμενα, ἡ ἀριθμούμενα, εοίκασ τοῖς ἐρωτωμένοις, πόσος ἀμπίσχει τόδε τὸ δάπεδον μάργαρος; καὶ ἀποκρινομένοις, διττός. Αίθος γὰρ πρασίζων αὐτὸ περιζώννυσι, καὶ ξύλον κέδρινον ἀμφιέννυσιν. Αραρε τοίνυν λέγειν ἡμᾶς, μήτε πρὸς δύο βαθμῶν οἰκειότητα τοὺς ὁμοζύγους ἀνάγεσθαι, (πῶς γὰρ, οἱ μὴ τὴν αὐτὴν ἐσχηκότες βίζαν καὶ γέν νησιν, καὶ διὰ τοῦτο μηδὲ φυτικῶς διαιρούμενοι;) μήτ' οὖν ἐνὸς γενέσθαι βαθμοῦ, διὰ τὴν ἐνσαρκον ἕνωσιν, καὶ συγχυθῆναι κατὰ μελίκρατον. Πώς γάρ; Σωζομένων ἀδιαπτώτων τῶν ὑποστάσεων; Διὰ δὲ τὴν θείαν καὶ σωτηριώδη φωνὴν τοῦ Κυρίου, καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ εἰ πόντος πρὸς τοὺς ἐρωτήσαντας αὐτὸν μαθητάς, εἰ έξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ, καὶ ἐπαγαγόντος ταῦτα ῥητῶς· Οὐκ ἀνέγνωτε, ὅτι ὁ ποιήσας ἀπαρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς καὶ ἕνεκεν τούτου καταλείψει άνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία· πιστεύειν ἡμᾶς, καὶ ὁμολογεῖν, ἕνα σχεδὸν ὁμόψυχον ἄνθρωπον ἐν δυσὶ θεωρούμενον ὑποστάσεσιν, ομοζύγους διὰ τὸν γάμον λογίζεσθαι. ᾿Αλλὰ δοτέον ἀναδραμείν τοῦ λόγου τὸν βύακα καὶ πρὸς ἕτερον καίριον. Ἡ τοῦ μονογενούς Υἱοῦ τοῦ Θεοῦ πρὸς ἡμᾶς ἀκατάληπτος συγκατάβασις, καὶ τὸ τῆς σωτηρίας τοῦ γένους τῶν ἀνθρώπων εχέγγυον, μεγαλύνεται μὲν καὶ ἐξ ἄλλων μυστηρίων πολλών, εὐχ ἧττον δὲ καὶ ἐκ τῆς γαμικής Ιερολογίας δοξάζεται. Τῆς γὰρ ἁμαρτητικῆς συναφείας διαδοθείσης εἰς ἅπαν τῶν ἀνθρώπων τὸ φύραμα, μετὰ τὸν φθόνον τοῦ δράκοντος, καὶ τῆς ἐντολῆς τοῦ Θεοῦ τὴν παράβασιν, καὶ τοῦ κακοῦ πρὸς ἕτερα κακά προχωρήσαντος μετ. ζονα, ἐμέλησε τῷ φιλανθρώπῳ θεῷ τῆς ἡμῶν παλιγο γενεσίας καὶ ἀναπλάσεως. Γεγονώς τοίνυν ἄνθρωπος καθ' ἡμᾶς, δι' ἡμᾶς ὁ μονογενής Υἱός τοῦ Θεοῦ, καὶ πᾶσαν ἄλλην πληρώσας οίκονομίαν, ἵνα ἡμεῖς τὴν ἀρχαίαν μακαριότητα λάβωμεν, καὶ τὸν ἐν Κα νὰ τῆς Γαλιλαίας γάμον ηυλόγησε, καὶ τὸ ὕδωρ τῆς ἀπογνώσεως εἰς οἶνον ἀληθοῦς θεογνωσίας μετέβαλεν ἐντεῦθεν πληροφορῶν τὸ ἀνθρώπινον, ὡς οὐκέτι γυ ναῖκες ἐν λύπαις τέκνα γεννήσουσιν, οὐδὲ ἐκ γαμικῆς συναφείας τικτόμενοι, κατὰ τὸ πρότερον εἰ ποιεν, Εν ἁμαρτίαις εκίσσησέ με ή μήτηρ μου· ἀλλὰ τηρήσαντες τὰς ἐντολὰς τοῦ Θεοῦ, καθὼς ὁ προπάτωρ αὐτὸς ἐτήρησε πρὸ τῆς παραβάσεως, τῆς αὐτῆ; τιμῆς καὶ δόξης ἀξιωθήσονται, οίας πρὸ τῆς παρα κοῆς οἱ προπάτορες. Τίμιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη αμίαντος, σωτη ρίαν φιλοτιμούμενος. Τούτων οὕτως ἐχόντων, καὶ τῶν θεογράφων πλακών λεγουσῶν· Οὐκ εἰσελεύση πρὸς πάντα οἰκεῖον σαρκός σου ἀποκαλύψαι αἰσχύνην αὐτοῦ· καὶ τοῦ προπάτορος ἀποκρινομένου ἐτέ ρωθεν. Νῦν καὶ μᾶλλον ἡ γυνή μου ὀστοῦν ἐκ τῶν
col. 1061–1062page 527 of 534
PG 138:1061ὀστων μου ἐστι, καὶ σαρξ ἐξ τῆς σαρκός μου· οὐ ως τολμῶ τοὺς ὁμοζύγους εἰπεῖν ἄλλης καὶ ἄλλης εἶναι σαρκὸς, κἂν ἐν δυσὶν ὑποστάσεσιν αὐτοὺς θεωρῶ Ένα μὴ δικαίως κατακριθῶ κατὰ τοὺς ἀθετοῦντας ἀγγράφους καὶ ἀγράφους παραδόσεις, τῶν ἁγίων Εκκλησιῶν καὶ τῆς σωτηρίας ἡμῶν τὸ ἐχέγγυον. Διαγινώσκω δὲ μᾶλλον μίαν σάρκα τούτους λογίζες σθαι, καὶ τοῖς αὐτοῖς στενοχωρεῖσθαι τὸν ἄνδρα να μικοῖς καὶ κανονικοῖς παραγγέλμασιν, ὅσον τέως εἰς συνάφειαν γαμικὴν, οἷς καὶ ἡ τούτου στενοχωρεῖται ὁμόζυγος· ὥσπερ καὶ τὸ ἀνάπαλιν. Καὶ διὰ τοῦτο. μὴ δύνασθαι τὸν Δημήτριον εἰς γυναῖκα τὴν Θεο δώραν λαβεῖν, λογιζομένην διεξαδέλφην αὐτοῦ, διὰ τὴν μετὰ τῆς Μαρίας γαμικὴν τούτου συνάφειαν. ᾿Αποδέχομαι δὲ καὶ τοὺς κωλύοντας τὸ τοιοῦτον γαμικὸν τοῦ Δημητρίου συνάλλαγμα διὰ τοὺς νόμους τοὺς λέγοντας, ἐν τοῖς γάμοις οὐ μόνον τὸ ἐφειμένον, ἀλλὰ καὶ τὸ εὐπρεπές ζητητέον· κατανοῶν ἀπρε πέστατον εἶναι, τὸν μέχρι τοῦ νῦν γαμβρόν παρά τῆς διπεξαδέλφης λεγόμενον, ομόζυγον αὐτῆς ὀνο μάζεσθαι. Οτι δὲ χρώμενοι ρήμασί τινες τοῦ κατὰ τὴν λ' τοῦ Ἰουλίου μηνός, τῆς ιβ' επινεμήσεως, συνοδικοῦ σημειώματος, τοῦ μὲν ἁγιωτάτου κυροῦ Θεοδοσίου πατριαρχεύοντος, ἡμῶν δὲ τοῦ χαρτοφύλακος Ενεργούντων ἀφίκιον, καὶ περὶ τὸ τέλος ταῦτα διεξιοῦσιν. Ἐπεὶ γὰρ ἡ μετὰ Ἰωάννου τελεσθεῖσα μνηστεία ὡς ἀνυπόστατος λέλυται, διὰ τὴν τῆς Εἰρήνης ανηβότητα, καλῶς ἡ Εἰρήνη δευτέρῳ ἐξαδέλφῳ αὐτοῦ κατὰ νόμον γάμου συξευχθή σεται. Οὔτε γὰρ συγγενικόν πρόσωπον τὴν Εἰ ρήνην λογίζεται, ο Θεόδωρος, οὔτε τοῖς ἐξ ἀγχι στείας δεσμοῖς καὶ ὅροις συσφίγγεται, διὰ τὸ ὑπερβῆναι τὸν ἐξ ἀγχιστείας ἕκτον βαθμόν. Θέλουσιν ἡμᾶς σιωπάν, ἄρτι τἀναντία διαγινώ σκοντας· πρῶτον μὲν λέγομεν, ὡς ὁ κατὰ καιρούς χαρτοφύλαξ στόμα πατριαρχικὸν λογιζόμενος, ἐκεῖνα λέγει καὶ γράφει, ὅσα νεφελώσει καὶ ὑδατώσει τῆς κεφαλῆς ἡ ἀκρώρεια. Οὐκοῦν οὐδὲ αἰτιατέους ἢ ἐπαι νετέους λογιεῖται τις ἡμᾶς καλλιγραφήσαντας ίσως τὴν παροῦσαν ὑπόθεσιν, ἢ τούναντίον κακογραφή. σαντας. Κατὰ γὰρ τὸν Βαρούχ υπεγραμματεύσαμεν όσα θρηνῶν Ἱερεμίας εθρήνησε· καὶ κατὰ τὸν Δαρὼν ἐλαλήσαμεν, ὅσα λαλῶν ἐλάλησε Μωσῆς. υπερ δὲ καὶ τότε τὴν μικρόνοιαν ἡμῶν ἐθεράπευσε χάριν τοῦ τοιούτου ζητήματος, εγράφη παρ' ἡμῶν ἐν τῷ β' κεφαλαίῳ, τοῦ ιγ' τίτλου τοῦ νομοκανόνου. Εἶπομεν γὰρ τὸ τοιοῦτον κεφάλαιον ἑρμηνεύοντες, ὡς καὶ βασιλικὸν ἐκώλυσε πρόσταγμα τὸ ζητούμενον συνοικέσιον, κἂν καταστρωθήναι οὐκ ἔφθασε, καὶ ἡ Ἐκ κλησία τὴν τούτου ποίησιν οὐκ ἀνέχεται. Εἶτά φαμεν, ὡς σημειωμάτων προκομιζομένων ταλαυγενῶν, καὶ διὰ σ γραμμάτων ὁμοίων ἐκκλησιαστικῶν, διυλιζόν των καὶ αὐτὸν τὸν φαυλότατον κώνωπα τοῦ τοιούτου ζητήματος, καὶ ἀποκαλούντων τοῦτο παρανομώτατον, δε σε διαγραμμάτων. ΝΟΤΑ.
col. 1063–1064page 528 of 534
PG 138:1063νων μὲν καταψηφιείται σχολὴν, καὶ ταῦτα μηδὲ ἀναιρεθέντων ῥητῶς ὑπὸ τοῦ παρόντος συνοδικοῦ σημειώματος· τὰ δὲ ἐν τούτῳ περιεχόμενα, κανονικοῖς καὶ νομίμοις ἐξισώσει διδάγμασιν. ἀφορῶν οὖν εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστόν, λέγω καὶ αὖθις ὡς ἐπεὶ ὁ μέγας Παυλός φησιν· Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή. Οἱ δὲ θεῖος καὶ ἱεροὶ κανόνες καὶ τόμοι τὸν μετὰ χήρας γαμικώς συναφθέντα λογιζόμενοι δίγαμον, εἰς ἐκκλησιαστικὸν βαθμὸν οὐκ εὐδο δοκοῦσιν ἐλθεῖν, ἀλλ᾽ οὐδὲ τὴν τοῦ τελευτήσαντος ἱερέως ομόζυγον δευτερογαμήσαι παραχωρούσι, πάντως διὰ τὴν ταυτότητα τῶν σωμάτων αὐτῶν, καθὼς τὰ περὶ τούτου παρίσταται ἐκ τοῦ λα' καὶ λβ' κεφαλαίου, τοῦ πρώτου τίτλου, του γ' βιβλίου τῶν Βασιλικῶν, καὶ τοῦ μὴ κανόνος τοῦ ἁγίου Βα σιλείου, λέγοντος περὶ τὸ τέλος· Ἡμεῖς οὖν τῆς διακόνου τὸ σῶμα, ὡς καθιερωμένης, οὐκέτι ἐπιτρέπομεν ἐν χρήσει είναι σαρκικῇ· διαγινώσκω κανο νικὸν εἶναι καὶ νόμιμον, τὸ μετὰ αὐθεντίας έχε κλησιαστικῆς κωλύεσθαι τὸν αὐτὸν καὶ ἕνα δυσί δισεξαδέλφαις συνάπτεσθαι, καὶ τὸ ἀνάπαλιν· καὶ εἰ λάθοι γενέσθαι τοιοῦτόν τι, σπουδαίως διασπάσθαι, καὶ μετ' ἐπιτιμίου διορθοῦσθαι. οὐδεὶς μὴ σκαρδαμύττων πρὸς τὴν ἐνάργειαν, ἐκεί ΤΟΥ ΑΥΤΟΥ Επιστολή, χάριν τῶν διδομένων θυμιαμάτων παρὰ τοῦ πατριάρχου, κατὰ τὴν ἡμέραν τῆς κατηχήσεως. Σὺ μὲν, τριπόθητον τέκνον, μεγαλοδοξότατε κριτὰ, καὶ ἐπὶ τῶν κρίσεων, ψάλλων μετὰ τοῦ Θεοπάτορος, Ερώτησον τὸν πατέρα σου, καὶ ἐρεῖ σου, τοὺς πρεσβυτέρους σου καὶ ἀπαγγελοῦσί σου καλῶς ἐζήτησας μαθεῖν ἐξ ἡμῶν, τίνος χάριν δίδον καὶ τῷ λαῷ παρὰ τῶν κατὰ καιροὺς ἁγιωτάτων κα τριαρχῶν μετὰ τὴν κατήχησιν θυμιάματα. Εγώ δὲ πίνων τρυγίαν θλίψεως υπερόριον, ώχνουν πρὸς τὴν ἀπόκρισιν. Ἐπεὶ δὲ παντὶ τῷ αἰτοῦντι, καὶ πάντοτε, καὶ γλώττῃ καὶ χειρὶ ὀφείλειν διδόναι με μάθηκα, σχεδιάζω σοι ταῦτα πρὸς τὴν ἐρώτησιν. Τὴν ὑψηλοτάτην τῶν θείων αὐτοκρατόρων περιοπὴν, καὶ τῶν πατριαρχῶν τὴν μεγαλειότητα, μετά τῶν ἄλλων ἐσέμνουν καὶ ἐτήσιοι λόγοι ποτέ, καὶ βαΐων φιλοτιμήματα. Ἐκάθηντο γὰρ ἐτησίως οι κατά καιρούς πατριάρχαι καὶ βασιλεῖς, καὶ μετεχα λοῦντο τοὺς ὑπηκόους διὰ τούτων πρὸς εὔνοιαν. Οἶδε ταῦτα τῆς συγκλήτου βουλῆς τὸ ὑπέρτατον, ἴσως δὲ καί τινες τῶν τῆς καθ' ἡμᾶς γενεάς. Οὐδὲ γὰρ πρὸ Εὐκλείδου με μυθολόγηνται, οὐδὲ γραϊδίων ἐστὶν ὀνειροπολούντων λογύδρια· ἀλλὰ μέχρι τῆς βασιλείας τοῦ Δούκα κυροῦ Κωνσταντίνου καὶ ταύ τὴν εἶχον τὴν σεμνοπρέπειαν τὰ τοῦ Θεοῦ καὶ τῶν βασιλέων ἀνάκτορα, καὶ πάντως γέγονεν ἂν τὸ καλόν πρὸς ἡμᾶς διαδόσιμον ἐκ προγόνων εἰς παῖδας, καὶ ἐκ φυλῆς εἰς φυλήν πτερυσσόμενον. Εἰ δ᾽, ὅπερ οὐ
col. 1065–1066page 529 of 534
PG 138:1065πέπεισμαι, καὶ τοῦτο λήθης βυθῷ κατακέχωνται, καὶ Κασταλίας ὕδωρ εὐχάριστον τῶν τότε κρατούντων οὐ κηρύττει τὴν πρόνοιαν, ἀλλὰ μεμβράναι βίβλων ἱστορικῶν, καὶ συγγραφαὶ τακτικῶν ἀνακτορικῶν κεκράξονται κατὰ Στέντορα. Καὶ σὺ δὲ παντὸς συν τάγματος λογικοῦ τελῶν ὑφηγητής νουνεχέστατος, κἂν τούτῳ τῷ σπουδαίῳ προβλήματι πλεονεκτήσεις πολλούς, καί μοι συλλαλήσεις τῷ γέροντι. ᾿Αλλὰ καὶ τοῦ βασιλέως κυροῦ Κωνσταντίνου τοῦ Μονομάχου τὰ θεσπεσιώτατα διατάγματα, τὰ τελεσφορήσαντα τὰ ὀφφίκια τοῦ ἐπὶ τῶν κρίσεων, καὶ τοῦ νομοφύ λαχος, καὶ διοριζόμενα τούτους ετησίως μετὰ καὶ ἄλλων πολλῶν ἀποφέρεσθαι χάριν ῥόγας ἀνὰ χρυσίου τοσήνδε ποσότητα, καὶ τὰ συνήθη βαΐα, οὐκ εἰσὶν ἐν τῷ οὐρανῷ, οὐδὲ πέραν θαλάσσης, ἵνα τις εἴπῃ, Τίς ταῦτα μετακομίσει μοι; Παρὰ δὲ τῇ χειρί σου, καὶ τῇ καρδίᾳ σου, καὶ τῷ στόματί σου εἰσι. Καὶ πάντως γνωμολογήσεις ἐκ τούτων τοῦ πράγματος τὴν ἀλήθειαν. Τῶν γοῦν βασιλέων καὶ τῶν πατριαρχῶν μεγαλυνομένων, ώς είρηται, διὰ τῶν βαΐων καὶ τῶν ῥογῶν, ἔδε: τέως τοὺς πατριάρχας τοὺς τὴν ἀρ χαίαν μέχρι τοῦ νῦν συντηροῦντας συνήθειαν, καὶ χρυσίνους παραμετροῦντας τοῖς κληρικοῖς, διδόναι καὶ βαΐα, καθὼς προτετύπωται. Ἐπεὶ δ' οὐκ οἶδ' όπως οὐ φαίνεταί ποτε τοῦτο γινόμενον, ἀλλ' ἐν ταῖς ἡμέραις τῶν κατηχήσεων ἀντὶ ῥογῶν καὶ βαΐων μόνα διδόασι τῷ λαῷ θυμιάματα· σκοπητέον πρό πάντων, τὸ σημαινόμενον τῶν βαΐων, καὶ ζητητέον τὴν αἰτίαν, δι᾿ ἣν θυμιάματα μὲν δίδονται κατὰ τὴν ἡμέραν τῆς κατηχήσεως, καὶ κατὰ τὴν μεγάλην τε τράδα κηρία και θυμιάματα· κηρία δὲ καὶ σταυρός κατὰ τῆς βαϊφόρου και την Κυριώνυμον. Οἷα μὲν οὖν ἦσαν τὰ βαῖα ἐκεῖνα, παρὰ βασιλέων διδόμενά ποτε καὶ πατριαρχῶν, τέως ἐγὼ ἀγνοῶ. Οὔτε γὰρ ἀπὸ χειρός βασιλικῆς ἢ πατριαρχικής βαΐον ἡ χείρ μου μετὰ ρόγας ἐδέξατο, καὶ ταῦτα πλουτιζομένη καθ' εκάστην σχεδὸν ὑπ' αὐτῶν, οὔτε τὴν τούτων ποιότητα παρ' ἑτέρων μεμάθηκα. Κλά δους δὲ φοινίκων καὶ μυρσινῶν βλέπω τοὺς ἀνθρώπους κατέχοντας, καὶ τὴν βαϊφόρον δοξάζοντας. Ποίας δὲ διαλέκτου τὸ βαῖον ἐστὶ, καὶ τίνα σημαί σίαν ἔχει κατὰ Ῥωμαίους καὶ Ἕλληνας, δηλωθήσεται. Βαΐον κατὰ Ῥωμαίους οὔτε κλάδος ἐστὶν ἐκ δέν δρου κοπτόμενος, οὔτε ῥόδον ἐκ ροδωνιάς συναγόμεν νον, οὔτε κρίνον ἐκ κρινωνιᾶ; συλλεγόμενον· ἀνθρωπίνῃ σε δὲ γνώμη, ἐκ τοῦδε εἰς τόδε μετάβασις, ἀγαθὴ δηλονότι ἢ πονηρά. Εντεῦθεν γὰρ τοὺς παιδοτρίβας βαϊούλους κατονομάζομεν, ὡς τὰ νηπιώδη τῶν παίδων φρονήματα μετάγοντας πρὸς ἀῤῥένωσιν. Καὶ πραεβαρικάτορας λέγομεν, τοὺς ποικιλλομένους κατὰ τὴν ἴριν συνεργούς, καὶ προδιδόντας τους πρόσφυγας. Τῆς γοῦν Ιουδαίας καὶ Ἱερουσαλὴμ γε νομένης υποχειρίας τῶν Ῥωμαίων τῷ στέμματι, μετὰ τὸ μοναρχῆσαι τὸν Ἰούλιον Καίσαρα, (οὕτω Οι σταυροί κατὰ τὴν βαϊοφόρου σε ανθρωπίνης δὲ γνώμης,
col. 1067–1068page 530 of 534
PG 138:1067Λ γὰρ καὶ Πιλάτος τὸν Κύριον ἔκρινε, καὶ τὴν Ἰου δαίαν Καίσαρ Αύγουστος απεγράψατο, καὶ Παῦλος κατακρινόμενος ἔφη· Δεῖ με παραστῆναι τῷ Καίσαρι) ἡ πατρώα τῶν Ἰουδαίων διάλεκτος πρὸς τὴν τῶν Ρωμαίων μετεστοιχείωται. Τοῖς ἔθνεσι γὰρ ἐμίγησαν, καὶ ἔμαθον τὰ τούτων ἐπιτηδεύματα. Ιδόντες τοίνυν τῶν Ἰουδαίων οι δημογέροντες, καὶ τῶν γραμ ματέων ὁ σύλλογος τὸν ἐπὶ νώτοις χερουβικούς καθή μενον Κύριον καὶ Θεὸν ἡμῶν, ἐπὶ πώλου μὲν ὄνου κατὰ συγκατάβασιν ἐποχούμενον, βασιλικῶς δὲ παρὰ τῶν προαγόντων καὶ τῶν ἑπομένων στενοχωρούμενον, καὶ τὴν Ἱερουσαλήμ μεγαλύνοντα, ἠγάπησε γὰρ τὴν πόλιν Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ) καὶ τοὺς ὄχλους μὲν τῇ γῇ τοὺς χιτῶνας στρωννύοντας, καὶ τὰς ὁδοὺς μαλακίζοντας, τοὺς παῖδας δὲ κλαδηφοροῦντας καὶ λέγοντας· Ὡσαννὰ τῷ υἱῷ τοῦ βασιλέως Δαβίδ! εὐλογημένος εἶ ὁ ἐρχόμενος οὐκ εἶπον μετὰ τῶν προφητῶν Αἰνεῖτε, παίδες Κύ ριον· οὐδὲ, Χαίρε σφόδρα, θύγατερ Σιών, κήρυττε 86 δ ξαν Θεοῦ Ἱερουσαλήμ, ὅτι ἰδοὺ βασιλεύς σου έρχε ταί σοι πραὺς καὶ σώζων, ἐπιβεβηκώς εἰς πώλον όνου, υἱὸν ὑποζυγίου. Εχοντες γὰρ στόμα, φησίν, οὐ καλέσουσιν· ὀφθαλμοὺς, καὶ οὐκ ὄψονται ώτα, καὶ οὐκ ἀκούσουσιν· ὅτι ταῖς καρδίαις αὐτῶν κάτ λυμμα νόμου καὶ ἀγνωσίας ἐπίκειται. Ηγανάκτησαν δὲ ὡς ἁμαρτωλοὶ, καὶ ὠργίσθησαν, καὶ τοὺς ὁδόντας ἔδρυξαν, καὶ ἐτάκησαν, καὶ εἶπον Εξέλθετε ἔθνη, ἐξέλθετε λαοὶ, καὶ ἴδετε, πῶς ὅλος ὁ κόσμος ὑπάγει ὀπίσω αὐτοῦ. Διὸ καὶ τῶν κλάδων μὴ συνιέντες τὸ δορυφόρημα, Βαβαὶ κατὰ μαινομέν νους ἐβόησαν, βαβαί πάντες πεπλάνηνται, πάντες ἠχρειώθησαν καὶ ἐξέκλιναν. Βαβαὶ τῶν Μωσαϊκῶν παραγγελιών, βαῖον ἀπροσδόκητον γέγονε, τουτέστι κατὰ τὴν τούτων ἀπόνοιαν, μεταφορὰ πρὸς ἀπὸ ώλειαν. Ούτω καλῶς σαφηνισθείσης, ὡς εἴομαι, τῆς τῶν βαΐων φωνῆς, ρητέον ὅπως καὶ διατί παρὰ τῶν ἁγιωτάτων πατριαρχῶν μετὰ τὴν κατήχησιν θυμιάματα δίδονται, κατὰ τὴν βαϊοφόρου σταυροὶ καὶ κηρία, καὶ αὖθις κατὰ τὴν μεγάλην τετράδα κηρία καὶ θυμιάματα, καὶ κατὰ τὸ ἅγιον Πάσχα ἀσπασμοί καὶ τρικέφαλα. Φαμὲν τοίνυν, ὡς τοῦ γένους τῶν Ἰουδαίων προς τὸ φῶς ἀβλεπτήσαντος, καὶ τὴν σωτηρίαν πανωλεθρίαν κατονομάσαντος, ὡς διείληπται, (τοῖς γὰρ ἱκτεριῶσι τὸ μέλι πικρόν ἐστιν), ἡμεῖς τἀναντία τούτ τοις φρονοῦντες καὶ πράττοντες (ἀσκαρδαμυκτὶ γὰρ τὸν ἥλιον βλέπομεν) κλαδηφοροῦντες πανηγυρίζο μεν, καὶ τὴν ἐκείνων απόνοιαν θριαμβεύοντες, θέα τρον γὰρ καὶ ἀνθρώποις γεγόνασιν), ὁμολογοῦμεν καὶ οὐκ ἀρνούμεθα, βαῖον γεγονέναι τῆς πίστεως ἀλλ᾽ ἐκ σκιᾶς πρὸς ἀλήθειαν, ἀλλ᾽ εἰς ἀθανασίαν ἀπὸ θνητότητας· καὶ βαΐα τοὺς κλάδους κατονομάζοντες, οὐκ ἐπαισχυνόμεθα. Οὕτω φρονοῦντες καὶ οἱ πιστότατοι βασιλεῖς, ταῖς ετησίοις φύγαι; βαῖα συνεπρυτάνευον, ἐξ ἀργύρου τυχὸν ἢ χρυσοῦ καλο λυνόμενα. Συνέχαιρον γὰρ τοῖς λαμβάνουσι ταῦτα ὀρθοδοξοῦσι τὰ πρὸς Θεὸν, καὶ εὐνοουμένοις τα πρὸς αὐτούς. Ἐπεὶ δὲ τῶν μὲν βασιλέων αἱ φύγει, καὶ τῶν βαίων τὰ ἄνθη τὰ ταύταις συνανατέλλοντα,
col. 1069–1070page 531 of 534
PG 138:1069προ χρόνων ἐσχόλασαν, δι' ἣν αἰτίαν ἄνωθεν είπομεν τῶν δὲ θείων πατριαρχῶν αἱ ρόγαι δημοσιεύονται, καὶ ἡ συνήθως διδομένη ρόγα κατὰ τὴν κυρίως ἀπό κρεω, εἰς τὴν ετησίως προβαίνουσαν εκκλησιαστι χὴν μέγαν κατὰ τὴν μεγάλην τρίτην μετέπεσε, και θώς, τὰ παλαιὰ λαλοῦσι μεγάλια, διδόασιν οι πα τριάρχαι μετὰ τὴν κατήχησιν τῷ λαῷ ὡς βαΐα τὰ (υμιάματα· παρεγγυώμενοι δι' αὐτῶν ὡσανεὶ τοῖς λαμβάνουσι, μεταπεσεῖν ἐκ τῆς φαύλης διαγωγής, καθώς που καὶ καθηγήθησαν, καὶ δι' ὀλιγοημέρου ἐπιστροφῆς βασιλείαν αἰώνιον ἀνταλλάξασθαι. Εύτε λέσι δὲ θυμιάμασι κατὰ σμικρολόγους καὶ κίμδικας οὐκ ἐλαττονοῦσι τὸ μεγαλεῖον τοῦ Πνεύματος· (πως γὰρ οἱ πᾶσαν τὴν οἰκουμένην φιλανθρωπίαις παν τι δαπαῖς σαγηνεύοντες, καὶ πᾶσαν πενητεύουσαν αὐλακίζοντες άρουραν, καὶ πολύχουν εὐεργεσίας θερίζοντες ἄσταχυν;) ἀλλὰ τῆς ἡμέρας τὴν δύναμιν αἰνιττόμενοι, καὶ διδάσκοντες ώσπερεί δι' αὐτῶν τοὺς λαμβάνοντας, ὁποῖον εἶναι δεῖ τὸ ψυχικὸν κατάστημα τοῦ νηστεύοντος, καὶ τῆς μετανοίας τὸ ὁλοκαύτωμα, καὶ τῆς προσευχῆς τὸ θυμίαμα. Καὶ τότε μὲν οὕτω κατευθύνουσι τῆς νηστείας τὸ στάδιον. Κατὰ δὲ τὴν τῆς βαϊοφόρου χαρμόσυνον κυριώνυμον, ὡς ἀθλοθέται καθίσαντες, (Εκάθισε γάρ, φησὶν, ὁ κρίνων δια καιοσύνην,) δεξιοῦνται τοὺς τὸ παγκράτιον τῆς νησ στείας νικήσαντας, τιμίων καὶ ἁγίων σταυρῶν ἁγιάσμασι, και κηρίων φωτοβόλων χαρίσμασιν. Οὐδὲ γὰρ θέλουσι σκιαμαχεῖν τοὺς πιστοὺς κατ' ἐκείνους τοὺς νηπιόφρονας, ἀλλ' ὡς ἤδη τῆς δικαιοσύνης τὸν ἥλιον βλέποντας, τὴν νέαν Σιών διὰ πο που φωτίζοντα, προτρέπονται δι' αὐτῶν τοῖς ἤδη νηστεύουσι νηστείαν Κυριακὴν τεσσαρακονθήμερον, καὶ τῶν παθῶν τὰ νέφη διώξασι, συνανατέλλειν μετὰ τοῦ γίγαντος. Βαΐα μὲν κατέχουσι ταῖς χερσί, διὰ τὸ μεταπεσεῖν ἐξ ἐμπαθοῦς καὶ κοινοτέρας ἴσως διαγωγής πρὸς ὑψηλοτέραν καὶ ἀπαθῆ· κηρία δὲ καὶ σταυρούς, διὰ τὸ καταβαλεῖν μετὰ τοῦ τῆς ἀλη θείας φωτὸς τὸ ἀρχέκακον Σατὰν καὶ ἀντίπαλο». Καὶ τί γὰρ ἄλλο δῶρον δοθήσεται τοῖς δι' ἐγκρατείας νικήσασι τὸ μέγα τῆς νηστείας παγκράτιον, τοῦ τριποθήτου θείου σταυροῦ τιμιώτερον, τοῦ μύλας είδου παμφάγου συντρίψαντος, καὶ πύλας ζωῆς τῷ γένε: τῶν ἀνθρώπων ἀνοίξαντος; Πάντως οὐδένο εἰ μή τις εἴποι τὸν δι' αὐτοῦ τὴν σωτηρίαν ἡμῖν σχεδιάσαντα Ἰησοῦν Χριστὸν καὶ Θεὸν ἡμῶν. Ἐπεὶ δὲ καὶ βασιλές πολλαῖς δορυφορούμενον κυριότησιν, ἀμέσως ἢ κατὰ ῥυπαροῦ καταστήματος οὐκ ἔξεστιν ὑποδέξασθαι, Νῦν μὲν, φησὶν ὁ μέγας ἀρχιερεὺς, τοῖς ἀγχεμάχοις συναριθμήθητε, τοῖς σφενδονήταις συστοιχειώθητε, τοῖς ἀκοντισταῖς συνανάθητε, καὶ τοῖς τροπαιοφόροις συνανακλήθητε. Μετὰ δὲ μικρὸν ἀνοιχθήσονται ὑμῖν τὰ ἀνάκτορα, καὶ ἴδητε τὸν οὐ ρανοῦ καὶ γῆς βασιλεύοντα απερίγραπτον Κύριον καὶ Θεὸν ἡμῶν σαρκικῶς χερσὶ δικαίων περιγραφόμενον, καὶ ζωὴν ἀτελεύτητον ἀντὶ βαΐων φιλοτιμούν μενον. Καὶ κατὰ μὲν τὴν χαρμόσυνον κυριώνυμον τῆς τῶν βαΐων, σεπτής πανηγύρεως, κηρία καὶ σταυρούς λαμβάνοντες οἱ λαοὶ, τὴν κατὰ τοῦ θανάτου νίκην ἑαυτοῖς προμνηστεύονται, καὶ ὡς ἀστέρες και
col. 1071–1072page 532 of 534
PG 138:1071ταφωτίζουσι τὴν ἄναστρον σφαίραν τῆς ἀπογνώσεως, ἢ ὡς δοῦλοι πιστοί λαμπαδηφόροι τὰς τριόδους περι ερχόμενοι, τοῦ νυμφίου τὴν ἐνδημίαν καταλαμπρύνουσι, καὶ τὴν λώβην τῶν ἐν σκότει καθημένων αἱρεσιωτών θριαμβεύουσι. Μετὰ δὲ τρίτην ἡμέραν, ὁ τῶν ἀνθρωπίνων ψυχῶν κηδεμών, ὁ πατριάρχης φημί, καθ᾿ ἑαυτὸν ὥσπερ συλλογισάμενος, μὴ λάθη τις ἀχρειῶσαι τοῦ σωτηρίου πάθους τὰ ἔπαθλα, (καὶ μέλι γὰρ εἴωθε πολλάκις τὴν ἠδύτητα μετάγειν εἰς ἔμετον, εἰ μεταληφθείη παρὰ τὸ χρήσιμον, ὡς άγρυπνος φύλαξ ἀναστὰς ὀρθριαίτερον, δίδωσι τοῖς πιστοῖς θυμιάματα, ὁμιλῶν οἷον διὰ τούτων αὐτοῖς, καὶ ὑποτιθέμενος, μὴ πανηγυρικῶς, ἀλλὰ ἀγωνιστικῶς τῶν ἐφεξῆς τριῶν ἡμερῶν τὸ στάδιον ἀνα δέξασθαι. Κἂν γὰρ ἀκινδύνως, φησί, τὸ μέγα τῆς νηστείας διεπεραιώθητε πέλαγος τῷ ἱστίῳ τοῦ σταυροῦ κουφιζόμενοι, καὶ παρὰ τῷ θείῳ λιμένι τῶν ἁγίων παθῶν τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν κατ ηντήσατε, ἀλλὰ τὸν ἀτίμητον οὐκ ἐπλουτήσατε μάργαρον, ὡς ἐκεῖνος ὁ φρόνιμος έμπορος. Στι γὰρ ἅρπαγες καὶ λῃσταὶ σπουδαίως ερεβοδιφωσε τὸν Κύριον, καὶ σαγήνην μιαιφονίας συρράψαντες, και ροσκοποῦσι τούτου τὴν ἅλωσιν. Γρηγορήσωμεν τοίνυν καὶ ἐφεξῆς, καὶ τοῖς ἀγρυπνοῦσιν Ἰουδαίοις συν αγρυπνήσωμεν. Αὐτοὶ μὲν γὰρ ἐν σκότει ποντοπο ρήσουσι, κεναῖς ὠλέναις ἀφάσοντες δίκτυα· ἡμεῖς δ' ἐν ἡμέρᾳ περιπατήσωμεν, καὶ τοῦ φωτὸς τὰ ἔργα ληψόμεθα. Αὐτοὶ τοὺς σκόλοπας ἀγκιστρεύσουσιν, ἡμεῖς δὲ τὴν ἄγραν κερδήσωμεν. Αὐτοὶ τὸν μάργαρον ἐν λίθῳ καλύψουσιν, ἡμεῖς δὲ τοῦτον ἐν ὀστρακίνοις ἀποθησαυρίσωμεν σκεύεσιν. Οὕτω γινομένης καὶ ταύτης τῶν θυμιαμάτων τῆς διαδόσεως, καὶ τοῦ λαοῦ τὰς χεῖρας πάλιν ἐπὶ τὸ τῆς νηστείας ουριοδρο μήσαντο; πέλαγος, καὶ τὴν νύκτα τῶν ἁγίων παθῶν τοῦ Χριστοῦ λαμπάσι καταπυρσεύσαντος, (τοὺς γὰρ ἐν ἡμέρᾳ περιπατοῦντας νυχτοβατεῖν κατὰ τοὺς ἐσκοτισμένους ἀδύνατον, ὁ τῆς Ἐκκλησίας νυμφίας ἀνατείλας καὶ πάλιν, καθά τις εἴπῃ, ἐῷος ἀρκτούρος καὶ ἀκροκνέφαιος, κατὰ τὴν φαιδρὰν τοῦ ἁγίου Πάσχε ἡμέραν τὴν κυριώνυμον ὡς ἄλλος θεσπέσιος Μωσής τὸν τοῦ Χριστοῦ λαὸν ἐγκολπίζεται. Καὶ συγχαίρων οἷον αὐτοῖς, πᾶσαν Αίγυπτιακὴν ἀποτιναξαμένοις κακότητα καὶ Φαραώ διώκτην καταποντίσασι· Δεῦτε, φησὶν, ἴδετε τῆς ὀρθοδοξίας οι έμποροι, οἱ τὸ τῆς νηστείας ακινδύνως περάσαντες πέλαγος, ποὺ τὸ μέγα κύμα τοῦ φθόνου τὴν τῆς ζωῆς θησαυρὸν ἀπὸ εκύλισε· ποῦ τὸν ἀκοίμητον μάργαρον εὐροκλύδων τυφωνικὸς ὡς ἐν ὀστρέῳ τῷ τάφῳ κατέκρυψε. Καὶ Ιδόντες τὸ μὲν ἔλυτρον μετασαλευθὲν δυνάμει θεϊκῆς ἀστραπῆς, τὸν δὲ μάργαρον αὐτεξουσίως ἐξανατείλαντα, καὶ εἰς ἐμπορίαν προκείμενον ἀπραγμάτιν τον, λάβετε τοῦτον καὶ ἰδιώσασθαι σε, καὶ ζωὴν αἰώνιον ἑαυτοῖς ἀποθησαυρίσατε. Τάχα δὲ καὶ κατὰ πατέρα φιλόστοργον νῦν πρώτως ιδόντα παῖδας ἀμύμονας, ἀπὸ μακρᾶς καὶ κινδυνώδους ἀποδημίας ἀβλαβῶς ἐνδημήσαντας, ἐν φιλήματι ἁγίῳ περιχα τα ιδιώσασθε.
col. 1073–1074page 533 of 534
PG 138:1073ρῶς κατασπάζεται, καὶ ἀνοίξας τοὺς θησαυροὺς τῆς εὐλογίας αὐτοῦ, δεξιοῦνται τούτους νομίσμασιν, όλι γοις μὲν κατὰ τὸ φαινόμενον, πολλοῖς δὲ κατὰ τὸ νοούμενον. ᾿Αφορῶν γὰρ εἰς τὸν τῆς πίστεως ἀρχη γὸν καὶ τελειωτὴν Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, ἀρραβωνίζεται δια τούτων αὐτοῖς καὶ τὴν τοῦ ἁγίου Πνεύματος επιφοίτησιν. Ταῦτα ἡμεῖς ὡς ἀρχιτέκτονες γέροντες γεγράφα μέν σοι, σοφώτατε, καὶ ἐπεδείξαμέν σοι ἀπολογίας θεμέλιον. Σὺ δὲ ὡς ἄλλος Βεσελεήλ, εποικοδομήσεις τὸ ἀληθές. Θεμέλιον γὰρ ἄλλον οὐδεὶς, φησί, δύναται θεῖναι παρὰ τὸν κείμενον, Ἰησοῦν Χριστὸν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. ΤΟΥ ΑΥΤΟΥ Μελέτη, χάριν τῆς εἰς τοὺς θείους ναούς τῶν μοναστηρίων γινομένης μετακλήσεως διὰ σημαντηρίων τριών. Βλέπων απειροκάλους τινάς, καὶ πρὸς μηδὲν εύκ καιροῦντας ἐπωφελές, ἀλλ᾽ ἢ λέγειν τι καὶ ἀκούειν καινότερον, ματαίαν ἀποκαλοῦντας καὶ σκανδαλο ποιὸν τὴν διὰ σημαντηρίων τριῶν εἰς τοὺς ναούς γινομένην τῶν μοναζόντων μετάκλησιν, χάριν τῆς τῶν θείων δοξολογιῶν ἀκροάσεως· (Ηρχει γάρ, φησί, δι᾿ ἑνὸς αὐτοὺς μεταστέλλεσθαι, καὶ μὴ γίνεσθαι κατὰ τῶν ἁγίων Ἐκκλησιῶν τοῦ Θεοῦ μυκτηρισμὸν καὶ χλευασμὸν παρὰ τῶν κυκλούντων ἡμᾶς ἀσεβῶν; κάντεῦθεν καὶ παραβολὴν ἐν τοῖς ἔθνεσι, μηδὲ θριαμβεύεσθαι τὸ μοναχικόν, ὡς δῆθεν εἰς μίαν διαλαλιὰν μὴ εὐσυνθετοῦν) παριστῶ διὰ τῆς παρούσης μεν γραφῆς, ὡς οὔτε διὰ τὰς φληναφίας τῶν ἀσε βῶν, οὔτε διὰ τὰς δυσκολίας τῶν μοναστῶν ἐπενοήθη, διὰ σημαντηρίων τριῶν τὰς θείας δοξολογίας ἐπικηρύττεσθαι· ἀλλὰ διὰ λόγον ἀρχαιοπαράδοτον σπου δαιότατον. Τῶν γὰρ ἐπ᾿ Ἐκκλησίας γινομένων ἡμερινῶν καὶ νυχτερινών δοξολογιών, κατὰ τὸ τοῦ προφήτου Δαβίδ θεσπιώδημα, τὸ λέγον· Ἐν ἑσπέρᾳ, καὶ πρωί, καὶ μεσημβρία διηγήσομαι, καὶ ἀπαγγελῶ, καὶ εἰσε ακούσεται τῆς φωνῆς μου ὁ Κύριος· ἀπὸ τῶν δύο συν τελουμένων Διαθηκῶν, ἀπὸ τῆς Νέας δηλαδή καὶ τῆς Παλαιᾶς, κατὰ τῶν ἁγίων καὶ θεοφόρων Πατέρων παράδοσιν, ὡρίσθη πρὸ πάντων δοξάζεσθαι τὸν Θεὸν ἀπὸ τῆς θείας κιννύρας τοῦ θεοπάτορος ('Ανοίξω γὰρ, φησὶν, ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου) καὶ μετὰ τὴν τούτου ἀνάπτυξιν, τὸν θεῖον μελισσῶνα τῆς ἐκκλησίας εξαγωνίζεσθαι, διὰ κηρίου διδασκαλιῶν εὐαγγελικῶν, τοῦ κέντρου φωτίζοντας την σκοτόμαιναν· διὰ μέλιτος γραφῶν ἀποστολικῶν, γλυκαίνοντος τῆς οἰκουμένης τὰ πέρατα· καὶ διὰ μαρτυρικῶν ἀφηγήσεων, μεγαλυνουσῶν τὸν ἔνσαρκον οἰκονομίαν τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν. Διὸ καὶ χάριν μὲν τῶν ἂς ψαλμῶν τοῦ θεοπάτορος, καὶ λοιπῶν, τῶν ἐν τῇ ὀρθρινῇ δοξολογία πρὸ τοῦ ἁγιοπολίτου ψαλλομένων ἑκάστοτε, καὶ ταῖς ψαλλομένων συνήθως ἐν ταῖς θείαις Ιερο τελεστίαι· καὶ ταῖς ἑσπεριναῖς προσευχαῖς, προ
col. 1075–1076page 534 of 534
PG 138:1075ἀλλὰ μὴν καὶ τῶν στιχηρῶν, μετακαλοῦνται οἱ μοναχοὶ διὰ σημαντηρίου μικροῦ, καὶ οἷον ταπεινοτέρα, καὶ σκοτεινοῦ. Τὰ γὰρ τῇ Παλαια Διαθήκη σκιαγραφούμενα, τύπος τῶν μελλόντων ἦσαν, καὶ εἰκονίσματα. Χάριν δὲ τῆς τῶν θεαφθόγγων Ευαγγελίων ἀνακηρύξεως, καὶ λοιπῶν πανηγυρικών βιβλίων ἱερᾶς ἀναγνώσεως, καὶ τῆς ὅλης ἀκολουθίας τοῦ ἁγιοποί του ἁπλῶς, τὸ μέγα σημαντήριον εὕρηται. Εἰς πᾶπι γὰρ τὴν γῆν καὶ εἰς τῆς οἰκουμένης τὰ πέρατα ἡ ἐκ τούτων διῆλθεν ὠφέλεια. Οὕτω δὲ τούτων τ λουμένων θεαρέστως καὶ εὐσεβῶς, ἔδει τὸν τοῦ Κυ ρίου λαὸν καὶ περὶ τῆς μελλούσης υπομιμνήσκεσθαι κρίσεως, δι' ήν, γονυκλισοῦμεν και προσευχόμεθα. Τετύπωται γοῦν, διὰ σημαντηρίου χαλκού, περί τῶν ἀποστολικῶν ἀναγνισμάτων καὶ εὐαγγελικών, τῆς τελευταίας ἡμέρας εκείνης τοὺς χριστωνύμους υπομιμνήσκεσθαι. 'Ανέβη γάρ, φησὶν, ὁ θεὸς ἐν ἀλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Σαλπί σουσιν οἱ ἄγγελοι τοῦ Θεοῦ, καὶ οἱ νεκροὶ ἀναστήσονται, καὶ ἑκάστῳ ἀποδοθήσεται κατὰ τὰ ἔργα αὐτοῦ. Τὸ δὲ κατὰ τὰς καθολικές εκκλησίας τῶν πόλεων μὴ μετακαλεῖσθαι τὰ πλήθη διά στο μαντηρίων τριῶν, ἀλλὰ διὰ μεγάλου ἑνὸς, οὐκ ἔστι τῆς ἐκκλησιαστικῆς ἀκολουθίας ἀνατροπή. Λαλ γὰρ μετακαλεῖται χειρώναξ, καὶ περὶ σκαπάνιν ἠσχολημένος καὶ ἄροτρον. Εστι τοίνυν ἀγαπητὸν ἐκκλησιάσαι τοῦτον κἂν εἰς τῆς Νέας Διαθήκης τὰ ψαλτωδήματα. Καὶ ἡμῖν μὲν τοῖς φυλάττουσι τῇ χάριτι τοῦ Θεοῦ πᾶσαν ἐκκλησιαστικὴν παράδοσιν ἀμετάπτωτον, οὕτω πολιτεύεσθαι δέδοκται. Τεῖς δὲ Λατίνοις μερισθεῖσι κακῶς ἀφ' ἡμῶν, καὶ πωρωθείσι τὴν καρδίαν ὑπὸ τοῦ Σατανᾶ, καν τοῖς λόγοις ὑπὲρ ἔλαιον ἀπαλύνωνται, ἄλλη τις παρεδόθη συνήθεια, περὶ τῆς εἰς τοὺς ναούς μετακλήσεως τοῦ λαοῦ. Ενὶ γὰρ κέχρηνται σημαντηρίῳ, τῇ καμπάνα φημί, ἥτις ἐκ τοῦ κάμπου μετονομάζεται. Ως γὰρ ὁ κάμπος (ρασί) βουλομένοις εἰς ὁδοιπορίαν ἀνεμπόδιστος πρόκειται, οὕτω καὶ τῆς χαλκοστόμου και δωνος ή μετέωρος διαλαλιὰ τοῖς πᾶσιν εὐπρόσιτος ήπλωται. Πολλῶν δὲ σημαντηρίων οὐκ ἔστι χρεία Λατίνοις καὶ Ἰταλοῖς, ὅτι μηδὲ ψαλτωδημάτων ἁγιοπολιτικῶν, ἀλλὰ μόνης της κιννύρας του Θεοπάτορος.
Page scan enlarged

Notebook

Full View