PG 146Nicephorus Callistus Xanthopulus.
Ecclesiastical History (continuation)
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Chapter ICaput I

Book VIIILiber Octavius

col. 9–10page 1 of 633
Caput I
PG 146:9ΝΙΚΗΦΟΡΟΥ ΚΑΛΛΙΣΤΟΥ ΞΑΝΘΟΠΟΥΛΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ Η'. ΚΕΦΑΛ. Α'. Ανακεφαλαίωσις τῶν προῤῥηθέντων καὶ ὧν ἐν τῷ παρόντι διαληψόμεθα. Οσα μὲν δὴ τῷ Ισαποστόλῳ γεγένηται Κωνσταν τένῳ, πρὶν ἐς ἀντίπαλον κριθῆναι μοῖραν Λικινίῳ τῷ δυσσεβεῖ, ἄχρι δὴ καὶ εἰς τὴν Βύζαντος οἰκοδομὴν τε καὶ ἐπὶ τὸ κρεῖττον ἀλλοίωσιν, ταῦτά ἐστιν ἐπεὶ δὲ τῶν λίαν ἀτόπων ἔμοιγε κρίνεται, τὴν οὕτω περιφανή βασιλείαν, καὶ τὴν τῆς εὐσεβείας ὡς ἄν τις εἴποι κρηπίδα καὶ κορωνίδα, τῷ τῶν δυσσεβεστάτων τυράννων καταλόγῳ σύμμικτον οὖσαν ἐᾷν (τοῦτο δὲ πάντως ἐξ ἀναγκαίου συνέβαινεν ), οὐκ ἀνήσω μὴ διελεῖν ταύτην ὡς ἐγχωροῦν, καὶ ἰδίῳ τόμῳ συμπεριγράψαι, περιφανῆ τε οὖσαν καὶ τὸ ὑπερφέρον προβεβλημένην ἐφ' ἅπασι. Καὶ τοίνυν ὅσα μὲν προδιείληπται τοῖς τῶν τυράννων χρόνοις ἐγε καταμεμιγμένα, ὡς οἷόν τ' ἐπιδραμοῦμαι τῷ λόγῳ τήν τε πατέρα καὶ γένεσιν καὶ ἀνατροφὴν, καὶ ὡς ἐπὶ τὴν ἀρχὴν κατέστη, ἐκδιηγούμενος· εἶτα ὡς καὶ τῆς παλαιτέρας κατάρχει Ρώμης, καὶ κατ' οὐ ρανὸν τὸ νικοποιὸν τρόπαιον ἐθεᾶτο, δι᾿ οὗ καὶ τῶν ἀλιτηρίων τυράννων περιεγένετο· ἔπειτα ὡς τοῦ θείου ἐν Ρώμῃ κατηξιώθη λούτρου· καὶ ὅσα ὑπὲρ Χριστιανῶν καὶ τῶν ἐκκλησιῶν διεπράξατο· καὶ τίσι νομοθεσίαις ὑπὲρ ἡμῶν κεχρημένος, τὰ ἡμέτερα ὡς τάχος ἐπιδοῦναι παρεσκευάσατο· ἔτι δὲ καὶ ὡς Λικίνιος αὐτῷ τελευταῖος διέφθαρτο· καὶ τέλος, ὡς Βυζάντιον χειρωσάμενος, τοὺς ἐν αὐτῷ ἀπελαύνει λῃστάς, καὶ τὴν ἐν αὐτῷ ἐπώνυμον πόλιν μεγαλοπρεπῶς ἀνιστᾷ, νεώς τε καὶ οἴκοις ἐμβόλοις τε καὶ ἀγάλμασιν, ὕδασι τε καὶ δημοσίοις ἄλλοις διαρκῶς ἀγλαῖσας ἔσωθέν τε καὶ ἔξωθεν. Ταῦτα μὲν οὖν, ὅτ' εἰς πλάτος εἰρημένα, επιδραμείται αὖθις ὁ λόγος τὰ δ᾽ ἐφεξῆς πλατύτερον διεξέλθοι· τὰ κατὰ τὸν δυσσεβέστατον δηλαδή "Αρειον, καὶ τὴν ἐν Νικαία

Chapter IICaput II

col. 11–12page 2 of 633
PG 146:11πρώτην οἰκουμενικὴν σύνοδον· τήν τε φορὰν τῶν τηνικαῦτα διαλαμψάντων θείων ἀνδρῶν, καὶ ὅσα τῶν ἐθνῶν καὶ ὅπως τὴν ἡμετέραν πίστιν ἠσπάσαντο· τὴν μετὰ τὴν σύνοδον τῶν ᾿Αρειανῶν δυστροπίαν· ἔσα τε ἐν Ἀντιοχείᾳ, Τύρῳ τε καὶ Αἰλίᾳ, ᾿Αλεξανδρείᾳ τε καὶ τῇ Κωνσταντίνου αὐτῇ διεπράξαντο κατά τε Ευσταθίου καὶ ᾿Αθανασίου τοῦ τῆς εὐσεβείας λαμπτῆρος. Εἶτα τὰ κατὰ τὴν μακαρίαν Ελένην, ὡς εἰς Ἱεροσόλυμα γενομένη, τὸν τίμιον ἀνεῦρα τοῦ Κυρίου σταυρόν· ὅσοις τε καλοῖς τοὺς θείους ἐκείνους ἐσέμνυνε τόπους· καὶ οἴῳ τέλει καὶ αὐτὴ ἐχρήσατο. Πολλὰ δὲ καὶ ἕτερα ἐν τῷ μεταξύ διαλήψεται περί τε τῶν Μελιτιανῶν, Αστερίου τέ, καὶ Μαρκέλλου, καὶ Ναυατιανῶν· καὶ ὡς διεῤῥάγη Άρειος, πρότερον λίβελλον δῆθεν εὐσεβείας δούς. Επὶ δὲ πᾶσι τούτοις περὶ τοῦ μακαριστοῦ τέλους διαλήψεται Κωνσταντίνου· καὶ ὡς περιφανῶς τῆς ἀνηκούσης κηδείας τετύχηκε, θαυμάτων καὶ μυρίων τεράτων γενόμενος αυτουργός. Χείρα δ' ἐπιβάλλων τῷ ἔργῳ, ἐντεῦθεν ποιήσομαι τὴν ἀρχήν. ΚΕΦΑΛ. Β'. Επιτομὴ τῶν κατὰ τὸν Ισαπόστολον Κωνσταντῖνον γεγενημένων ἀπὸ γενέσεως ἕως οὗ ἄρα ξειεν. Τῷ θείῳ Κωνσταντίνῳ πατήρ Κώνστα; ἦν, ᾧ Πανύπερτος ἐπώνυμον, πρός τινων δὲ καὶ Χλωρός κατωνόμαστο. Οὗτος τῶν εὖ γεγονότων ὤν, εἰς βα σιλείαν τὸ γένος ἀνέφερε. Κλαυδίου καὶ γὰρ θυγατριδοῦς ἐγνωρίζετο· ὅς πρινὴ Διοκλητιανὸν καὶ τὸν πρὸ αὐτοῦ Αυρήλιον εἰς τὴν ἀρχὴν παριέναι, τὴν βασιλείαν ἐν Ῥώμη διεἶπεν. Ἐπεὶ δὲ Πέρσαι, Σαρ μάται δ' ἐπὶ τούτοις καὶ Πάρθοι κατὰ 'Ρωμαίων κεκίνηντο, Οὐαράχου αὐτοὺς ἐρεθίζοντος, διοκλητιανὸς δ' ἦν τηνικαῦτα τὰ Ῥωμαίων σκήπτρα δια χειρίζων· πρέπειν τὸν Κωνσταντα ἔπεμπε τὴν εἰ ρήνην καταστησάμενον. Ἐξ Εσπέρας δ' ἐς τὴν Εω γενόμενος, ἐπὶ χῶρον, δ; Δρέπανον ἐκαλεῖτο, κατασκηνοί. Ενταῦθ᾽ ὁ ξεναγὸς τὴν βασιλικὴν το ρυφορίαν ἰδὼν, ὑποβάλλει αὐτῷ τὸ θυγάτριον, ἀκο μάζον καὶ ὥραν ήδη γάμου προβεβλημένον. Κών στας δὲ μισθὸν τῶν φίλτρων ἐδίδου πέπλον τι βασι λική πορφύρα διηνθισμένον φυλάττειν δὲ καὶ τὸ τεχθὲν παρηγγύα τῷ τῆς κόρης πατρί καινὸν γάρ τι ἔσεσθαι ὑπενίει, οἷς συγκαθεύδων τῇ γυναικὶ κατὰ τὴν ἑσπέραν, περὶ τὴν εὐνὴν ἔλεγεν ἰδεῖν ἔν δεν περιλάμψαι τὸν ἥλιον. Καὶ ὁ μὲν τὰ τῆς πρεσ βεία; καλῶς διαθέμενος καὶ ἐπανήκων, οἴκοι διήγε. Χρόνῳ δὲ τῷ μέσῳ Διοκλητιανὸς εἰς τὴν ἀρχὴν παρελθὼν, τῷ τετάρτῳ τῆς ἡγεμονίας ἔτει, Μαξιμιανὸν τὸν Ερκούλλιον συνάρχειν αἱρεῖται. Κών στὰς δὲ καὶ Μαξιμίνος ὁ Γαλέριος ταῖς Καισαρικοῖς ταινίας αναγορεύονται, ὁ μὲν τὴν Διοκλητιανοῦ θύγατρα γήμας, ὁ Μαξιμῖνος, Γαλλερίαν ὄνομα, Κών στας δὲ ὁ Πανύπερτος Θεοδώραν τὴν τοῦ Ερκουλ
col. 13–14page 3 of 633
PG 146:13λίου παῖδα εἰς λέχους κοινωνίαν λαβών· καὶ ἄμφω δὲ ἄς εἶχον πρότερον γαμετάς, τῇ πρὸς τοὺς κρατ τοῦντας στοργῇ ἀπέλιπον. Ὁ μὲν οὖν Κώνστας Βρεταννίας ἦρχε καὶ ᾿Αλπεων καὶ τῶν ἄνω τε Γαλ λιῶν· δυσέμβολα δὲ ταῦτα χωρία τε καὶ δυσπρόσ οδπ. Χρόνου δ' ήκοντος πρέσβεις καὶ αὐτὸς ἐς ἣν ἐστάλη πρεσβείαν ἔπεμπεν, ἄνδρας γένει διαφανεῖς. Ἐπεὶ δὲ καὶ οὗτοι κατὰ τὸ Δρέπανον γένοιντο, τῇ οἰκίᾳ ἐπιξενοῦνται τῆς τοῦ Κωνσταντίνου μη τρός. Παίζων δ' ὁ παῖς, πρός τινος τῶν πρέσβεων παρωξύνετο· καὶ ἀσχάλλων τοῖς εἰρημένοις, οὐ και θεκτώς εἶχε τῇ μητρὶ ἐπίδακρυς προστών. Η δ' Ελένη τὸ περὶ τὸν παῖδα δράμα προῆγεν εἰς μέσον ὡς βασιλικός μὲν εἴη σκύμνος ὁ παῖς· ἀληθῆ δὲ πίστιν παρεῖχε τοῖς λόγοις ὅ τε τοῦ παιδὸς χαρα κτὴρ ἀκραιφνῶς τὸν Κώνσταντα διαγράφων, ὅτι δὲ καὶ ἂν ἡ πορφύρα πέπλος ἐπέχρωσε της θέσης εξα γαγοῦσι. Ως δὲ κἀκεῖνοι τὸ πρὸς βουλῆς τῷ Κώνο σταντ ἐκπληρώσαντες ἐπανῆκον, τά τε ἄλλα τῆς πρεσβείας κατέλεγον, προσετίθουν δὲ καὶ τὰ κατὰ τὸν παῖδα Κωνσταντῖνον· ὡς ὡραῖόν τε καὶ εὐφυές μειράκιον εἴη - σκιρτήματα δὲ βασιλικά διαδείκνυσι, καὶ σχεδὸν ὅλον αὐτοῦ τὸν τύπον ἀκραιφνῶς ἀναμά ξαιτο. Κώνστα; δὲ μετάπεμπτον εὐθὺς ἐποίει τὸν παῖδα σὺν τῇ μητρί. Ἐπεὶ δὲ μή τι πάθοι ὁ παῖς καὶ ἡ μήτηρ διὰ τὸ ζηλότυπον τῆς γυναικὸς ὑφεώρα, τὸ κατὰ τὴν Ἑλένην ὥσπερ ἐχρῆν διῳκήσας, τὸν παῖδα πολλῷ ὕστερον κατὰ τὴν Νικομήδους ἀνέπεμπε Δ κλητιανῷ. Καὶ ὁ μὲν οἷά τ: ἐνέχυρον τοῖς βασιλείοι; διέτριβε, δομέστικος προχειρισθεὶς τῶν σχολῶν γενναῖα δὲ χειρὸς ἔργα διαπραξάμενος, ἐθείαζε μὲν τὰ Χριστιανῶν ἡρέμα· ἤχθετο δὲ τῇ πολλῇ τῶν κρατούντων δεισιδαιμονίᾳ, καὶ ὅτι τῇ πολλῇ ἐφή δοντο τῶν μαρτύρων σφαγῇ. Ως δὲ καὶ μαγγανείαις δή τισιν αὐτὸν μόνον τῆς ὅλης ἀρχῆς ἐγκρατῆ γε νέσθαι, καὶ τὴν τῶν εἰδώλων θρησκείαν ἐκ μέσου ποιεῖν οἱ περὶ Διοκλητιανὸν εὕρισκον, εἰς φθόνον ἀνεῤῥιπίζοντο· καὶ δόλῳ τὸν ἐκείνου φόνον ἦσαν ἐμμελετῶντες. Ο γνούς Κωνσταντίνος, πρὸς τὸν πατέρα διέβαινεν. Ἐπεὶ δ᾽ ἐν τελευταίαις τὸν πα τέρα κατειλήφει ἀναπνοαίς, ἤδη δὲ καὶ ἐς διαθήκας ηὐτρέπιστο· ἐκείνῳ οἷα δὴ τὰ Χριστιανῶν ἑλομένῳ τὸ κράτος ἐφίει, τοὺς ἐκ τῶν γνησίων σπερμάτων τῆς Θεοδώρας παρωσάμενος παῖδας· αὐτὸς οἰκείαις χερσὶ κατὰ Βρετταννίαν τὸν βασιλικόν στέφανον αὐτῷ περιθεὶς, ἓξ μὲν καὶ πεντήκοντα ζήσας ἐνιαυτοὺς, τρεῖς δὲ καὶ εἴκοσι τούτων ἡγεμονεύσας, λιο μὴν ἄκλυστος τοῖς εὐσεβεῖν ᾑρημένοις γενόμενος. Καὶ ὁ μὲν Κωνσταντῖνος οὕτω τὴν ἀρχὴν ἀναζώννυται, τῆς διακοσιοστῆς ἑβδομηκοστῆς πέμπτης ἀρχομένης Ολυμπιάδος· ὅπερ ἐστὶ κόσμου ἔτος πεντακισχιλιοστὸν ὀκτακοσιοστὸν πέμπτον καὶ δέ κατόν.

Chapter IIICaput III

col. 15–16page 4 of 633
PG 146:15ΚΕΦΑΛ. Γ'. Ὡς τῶν τυράννων περιεγένετο Κωνσταντίνος, καὶ ὡς τὴν Χριστιανῶν ἡσπάσατο πίστιν. Διοκλητιανὸς δὲ καὶ Μαξιμιανὸς ἔτος που είκοσ στὸν διανύσαντες τῇ ἀρχῇ, ἑκόντες ταύτης ἐξίσταντο. Ἐπὶ τίσι δ' αἰτίαις, καὶ τίνα πεπονθότες δεινά, τίνα τε προγράμματα καθ' ἡμῶν καὶ ὑπὲρ ἡμῶν ἐνεστήσαντο, καὶ ὅσοις τὴν ὑπὲρ Χριστοῦ ἀγῶνα διενεγκεῖν κατέστησαν πρόξενοι, αὐτοί τε καὶ ὁ μετ' αὐτοὺς Μαξιμίνος, φθάνει τε μικρὸν ὄπισθεν καὶ πρὸς λεπτὸν εἰρημένον. Μαξέντιος δ' ἐν Ρώμῃ καὶ Μαξιμῖνος ἐν Νικομηδείᾳ τυραννοῦντες, ὁ μὲν κατὰ τὴν Εω, ὁ δ' ἐν Εσπέρᾳ, τὰ ἴσα πράττοντες ἦσαν· ἁρπαγαῖς χρώμενοι, γάμους διορύττοντες ἀλλοτρίους, καὶ φόνον ἄπειρον καθεκάστην ὡς εἰ πεῖν κεραννύντες· καθ' ὧν ἐκ πρεσβείας πολλῶν τῶν Γαλλιῶν κινηθείς Κωνσταντίνος, πρῶτα μὲν κατὰ Μαξεντίου ἐπιστρατεύει ἐν 'Ρώμῃ· ὁπηνίκα δὴ συῤῥαγῆναι μέλλων πρὸς μάχην ἐκείνῳ, τὸν πα τρῷον ἐπεκαλεῖτο Θεόν. Αίφνης δ' ἐν οὐρανῷ τὸ σωτήριον τοῦ σταυροῦ ἐπιφαίνεται ὅπλον κατ' ἀνα τολὰς, ἐπὶ μήκιστον διήκον, ἐν ἡμέρᾳ μέσῃ ὑπερο αστράπτον τῇ αἴγλῃ τὸν ἥλιον. Ιρις δὲ περιθέουσα κύκλῳ ἐκ τῶν ἴσων άστρων πρὸς γραμμάτων χα ρακτήρα ῥυθμιζομένων Ῥωμαϊστὶ, Ἐν τούτῳ νίκα, ὑπέγραφεν· δ αὐτίκα ἐκ χρυσοῦ καὶ λίθων πολυ τελῶν διασκευάσας, Μαξέντιόν τε κατὰ κράτος ενίκα κατὰ τῆς γεφύρας διαφθαρέντα, καὶ τῆς Ρώμης εἶχε τὸ κράτος. Εντεῦθεν τὰ μὲν εἴδωλα εἰς λεπτὴν διετίθει κόνιν, καὶ τοὺς ἐκείνων νεώς εἰς ἔδαφος ὁ πρώην ἐτύγχανε Κωνσταντίνος. ἔβαλλεν· αὐτὸς δὲ οἰκείαις χερσὶ τῷ Σωτῆρι νεών ἐν τοῖς κατὰ Ῥώμην ἀνακτόροις τῇ σκαλίδι διέ γραφε καὶ ἀνίστα· καὶ νόμους ὑπὲρ Χριστιανῶν ἐτίθει, καὶ τἄλλα κατεσπουδασμένως ὑπὲρ ἡμῶν ἔπραττεν, ὅσα δὴ μικρὸν ἄνωθεν διελάβομεν. Καὶ νόσος μὲν ἐκείνῳ ἐπέσκηπτεν· αἷμασι δὲ νηπίων ἐκκαθαίρεσθαι τὴν νόσον ἰατρῶν παῖδες διήγγελον. ᾿Αλλ' ἀπηγόρευε τὴν πρᾶξιν ὁ θεοφιλής βασιλεὺς, μητρικῶν ἡττώμενος θρήνων. Νυξ ἐπὶ τούτοις ἐπῄει καὶ οἱ κορυφαίοι τῶν ἀποστόλων ὀπτάνονται, τὸν τῆς Ῥώμης μεταστέλλεσθαι ἱερέα παρεγγυώμενοι παρ' ᾧ κολυμβήθραν εἶναι, ᾗ λουσάμενον, ἀθρόον ἐξάντη γενέσθαι τῆς νόσου. Καὶ ὁ μὲν ἧκε· καὶ ὅσα ἦν εἰκὸς ἐπειπὼν, ἐβάπτιζε. Καὶ ἡ μὲν νόσος τῷ ὕδατι ἐπεπόλαζεν, ὡσεὶ λεπίδες οὐκ ἀπ' ἐφθαλ μῶν, ἀλλ' αὐτῶν σαρκῶν ἀποπίπτουσαι. Ο δὲ ῥᾴων ἦν· καὶ ἐπὶ τόσον ὡς καὶ θαυμάζειν εἰ ἐκεῖνος ὢν Εντεῦθεν Ἰουδαίων στίφος ἐγείρονται· καὶ τῇ τοῦ βασιλέως προσιόντες μητρί, τὴν μὲν τῶν εἰδώς λων τοῦ Κωνσταντίνου ἀποστροφὴν δι' αἰδοῦς εἶ χον· τὴν δ' ἐπὶ Χριστὸν μετάθεσιν καὶ σφόδρα και τῃτιῶντο· καὶ γραφαὶ τῆς Ελένης προήγοντο. Ο δ' ἐρηρεισμένος στεῤῥῶς, ἐς διάλογον ἐκείνους και Θίστα Σιλβέστρῳ τῷ τῆς Ῥώμη; ἀρχιερεῖ· καὶ πολὺς κατ' ἐκείνων ῥέων, τὸ κράτος ηνέγκατο.
col. 17–18page 5 of 633
PG 146:17Έπειτα Μαξιμίνῳ εἰς μάχην ἧκε, τὸ σταυρικὸν τρόπαιον ἐπαγόμενος· καθ᾽ οὗ βάλλειν ἐκεῖνος κε λεύων, διώλλυτο. Ἐπεὶ δ᾽ ἐκεῖνος ἐκ τοῦ μέσου ἐγίνετο, εἰς μέγα τε τὰ Χριστιανῶν ἤρετο, ἐγκαίνια τε ἀπανταχοῦ εἰρήνης ἐκ Θεοῦ πρυτανευομένης συνεκροτείτο· καὶ τἄλλα ὅσα ἦν εἰκὸς ἐπὶ τοιαύτας πραγμάτων οἰκονομία:ς: Ἐντεῦθεν διατάξεις ἔγγραφοί τε καὶ ἄγραφοι ὅσα δὴ προσῆκε Χριστιανοῖς ἐπιτάττουσαι· ναῶν οἰκοδομαί τε καὶ μετα πλάσεις πρὸς τὸ εὐρύτερόν τε καὶ εὐπρεπέστερον καὶ νόμοι λάτραις Θεοῦ ἀτέλειαν εἰσηγούμενοι, ἄνεσίν τε, καὶ πολυτελεῖς ἐπιχορηγοῦντες τὰς δω ρεάς, τοῖς ἱεροῖς καὶ θείοις τε μένεσι· συνόδους τε καὶ συνελεύσεις ἐς ταυτὸ πιστῶν διατάξεις συνα θροίζονται· ἕτεραι τὸ σύμπνουν ταῖς ἐκκλησίαις λατρεύουσαι. Εἶχε μὲν οὖν οὕτω ταῦτα· Λικίνιος δ' ἐπ' ἀδελφῇ Κωνσταντία γεμβρὸς ὢν Κωνσταντίνῳ, καὶ τὴν Εω διέπειν κατὰ τὴν Νικομήδειαν κελευσθείς, ἥκιστα τὸν τῆς ἀρχῆς ὄγκον διενεγκών, ἐπανάστασιν τῷ εὐεργέτῃ ἐκμελετᾷ, καὶ τὴν ἄμυναν ἐδείκνυ, λάθρα ὧν αὐτὸς ἐραστὴς ἦν, κτείνων Χριστιανούς, καὶ πολλοὺς ἐκ τούτων τῷ τῶν μαρτύρων καταλέγων χορῷ. ὡς δὲ παραινῶν, συμβουλεύων, καὶ δε διττόμενος, οὐδαμῶς ἑώρα πειθήνιον Κωνσταντῖνος, τὸν ἐν Χρυσοπόλει Βιθυνιακὸν τὸ τελευταῖον ἐκείνῳ συνεῤῥήγνυτο πόλεμον. Καὶ εἰς χεῖρας μὲν ἧκε τῷ Κωνσταντίνῳ καταστρατηγηθεὶς ὁ Λικίνιος" φειδοῦς δὲ ὅμως καὶ οὕτως ἐτύγχανε· καὶ ἡ τῶν Θετταλῶν ἦν αὐτῷ εἰ; φρουράν. Ἐπεὶ δὲ κἀκεῖσε νεωτερίζων ηλίσκετο, αὐτὸς ἐφ' ἑαυτὸν τὸ ξίφος ἔλκει· καὶ δὴ πελέκει ἀναιρεθείς, τέλος μὲν ἑαυτῷ, στάσιν δὲ τῇ τυραννίδι καὶ τῇ τῶν εἰδώλων λατρεία ἐποίει. ΚΕΦΑΛ. Δ'. Περὶ τῆς ἀνεγέρσεως Κωνσταντινουπόλεως καὶ τῶν ἐν αὐτῇ· ὅπως τε τὰ Χριστιανῶν ἐπέδωκε, καὶ περὶ τῆς εὐσεβείας καὶ ἀρετῆς καὶ νομοθεσίας τοῦ ἁγίου Κωνσταντίνου. Τοῖς δὲ κατὰ Λικίνιον καλῶς ἀπαντήσασι, καὶ πόλιν εἰς ὄνομα ἑαυτῷ ἀνιστᾷν διεσκόπει. Καὶ δὴ Βυζαντίοις ἀγρίοις δή τισι καθεστῶσι, καὶ βαρ βάρῳ ξίφει τὰ μεγάλα φυσῶσι, καταστὰς εἰς δια φοράν, πολέμου νόμῳ νικῇ· καὶ τὸ ἐκ παλαιοῦ φρούριον εἰς ἔδαφος καταστρέψας, μεγαλοπρεπῆ συνεισενεγνὼν εἰσφοράν, τὴν μεγάλην ἐγείρει πό λιν, οὐδέν τι λιπὼν τῶν, ὅσα ταύτης εἰς περιφάνειαν· οἴκους τε δειμάμενος έκφανεῖς, ἔκ τε Ρώ μῆς καὶ τῶν ἐθνῶν, ἀλλαχοῦ τοὺς οἰκήσοντας

Chapter IVCaput IV

col. 19–20page 6 of 633
PG 146:19μετεστέλλετο· ἱππόδρομον τε καὶ ἐμβόλου; καὶ η Επ ταμεῖα ὑδάτων, καὶ κρήνας, ἀγάλματα καὶ πᾶν τι τῶν, ὅσα χειρὸς ἐξαισίας, εκόμιζέ τε καὶ κατεκόσμει, διαφανή καθιστῶν. Νεώ; ἐπὶ τούτοις Θεῷ ἀνίστα, καὶ ἀποστόλοις καὶ μάρτυσι· καὶ τὸν μέσ γιστον πορφυροῦν κίονα, ἐν ᾧ καὶ ἴδιον ἀνδριάντα ἐπῆγεν, ἐπὶ πόλῳ σταυρὸν ἐμπεπηγότα διακατέχοντα. Οἷς παρεδήλου, ὡς γῆ τε αὐτῷ καὶ θάλαττα δεδούλωται πᾶτα τῇ δυνάμει τοῦ ἀηττήτου τροπαίου. Καὶ κατὰ τὸν δς καλεῖται χῶρος Σωσθένιον ἐν τῷ ἀνάπλῳ, νεὼν ἐξ ἐπιφανείας τοῦ ἀρχαγγέλου ανα στη· καὶ ἀλλ᾽ ἅττα, ἄξιά γε τῆς ἐκείνου καὶ φρενὸς καὶ θείας συνέσεως, ἔτι δὲ καὶ τοῦ ἐφ᾽ ἅπασι μεγαλοπρεποῦς διεπράττετο. Λέγεται μέντοι περὶ τῆς ἐπωνύμου αὐτῷ πόλεως, ὡς κατὰ τὴν Ιλιον περί τὸ τῶν Ἑλλήνων ναύσταθμον ἐπιβάλλειν πρότερον αὐτὴν ἀνιστᾷν· τοῦ δὲ Θεοῦ χρήσαντος νύκτωρ, κατὰ τὸ Βυζάντιον ἀντικρὺ Χαλκηδόνος, ἐγείρειν αὐτὴν, τῷ χρησμῷ πεισθέντα, τείχεσι μεγάλοις περιβαλεῖν, ὁμότιμόν τε τῇ Ῥώμη πρεσβείοις παρ σιν οἰκοδομῆσαι, βουλευτήριόν τε καὶ σύγκλητον, καὶ δαπάνην, καὶ σιτηρέσια, καὶ φιλοτιμίαν ἄλλην αυταρκεστάτην βασιλικῶς τοῖς οἰκήτορσι διανείμαι. Φιλοκάλως δ' ἅπαντα τὰ κατ' αὐτὴν διαθέμενος, Νέαν 'Ρώμην Κωνσταντινούπολιν κατωνόμασεν, ἴσα τ' ἐκείνῃ κρατεῖν, καὶ οἰκονομεῖν, καὶ θεμιστεύειν ἐδίδου· καὶ βασιλίδα τῶν πόλεων ἀνηγόρευε, τῶν, ὅσοι τὴν Ῥωμαίων ὑπήκοον γινώσκουσι, πρὸς ἄρ κτον καὶ νότον καὶ ἀνίσχοντα ἥλιον, καὶ τὰ ἐν μέσῳ πελάγη, ἐκ τῶν παρὰ τὸν Ιστρον πόλεων, καὶ Ἐπιδάμνου τῆς πρὸς τῷ Ἰονίῳ κόλπῳ μέχρι Κυρήνης, καὶ τῶν τῇδε Λιβύων, παρὰ τὸ βόρειον καλούμενον κλίμα. Καὶ ἄρξασθαί γε τῆς οἰκοδομῆς κατὰ τὸ πιν. τακισχιλιοστὸν ἐκτακοσιοστὴν πέμπτον καὶ εἰκοστὸν ἔτος τοῦ κόσμου, τῆς δὲ ἀρχῆς αὐτοῦ δέκατον· τε λέσαι δὲ ταύτην παντάπασι κατὰ τὸ εἰκοστὴν ὄγδοον αὐτοῦ τῆς ἀρχῆς· ὅπερ ἐστὶ κόσμου ἔτος πεντακισχιλιοστὸν ὀκτακοσιοστόν μγ', ὡς δ᾽ ἕτεροι, εωλη. Καὶ τοῦτο δὲ περὶ ταύτης ἱστορεῖται, ὡς τὸν ταύ της περίβολον όριζόμενον, βάδην περιιέναι τὸν βα σιλέα δόρυ κατέχοντα τῇ χειρί· ἐπεὶ δὲ τοῖς ἑπομέν νοις ἐδόκει μεῖζον ἢ προσῆκε τὸ μέτρον ἐκτείνειν, προσελθεῖν τε αὐτῷ τινα καὶ διαπυνθάνεσθαι, "Εως που, δέσποτα; τὸν δὲ διαῤῥήδην ἀποκρινάμενον φά ναι, ἕως ἂν ὁ ἔμπροσθεν ὁδηγών με στη. Επίδηλον δὲ ἄρα ἦν, ὡς δύναμις αὐτοῦ τις οὐρανία προηγεῖτο, τοῦ πραττομένου διδάσκαλος. Οὕτω δὲ μεγαλοπρεπῶς ἱδρυσάμενον, ἅλμα Ρώμαν ὀνομάσα: αὐτὴν, δ τῇ Ῥωμαίων γλώττῃ τὴν ἔνδοξον ὑπαινίσσεται. Ὑπὲρ δὲ τῆς εὐσεβείας ὁ Κωνσταντῖνος ἀεί τι που νῶν διετέλει· καὶ οὐκ ἐν τῷ Βυζαντίῳ, ἀλλὰ καὶ ἁπανταχοῦ τῆς γῆς, περικαλλεῖς ἀνέστη νεώς. Δια φερόντως δ' ἐν ταῖς μητρόπολεσι τοῦ θ' ἑωρᾶτο ποιῶν ὥσπερ ἐν τῇ κατὰ Νικομήδειαν τῶν Βιθυνῶν ἐπαρ χίᾳ· καὶ ἐν τῇ πρὸς Ορόντην Αντιοχείᾳ, καὶ τῇ
col. 21–22page 7 of 633
PG 146:21πρεσβυτέρα Ρώμῃ, καὶ ἐν αὐτῇ Ἱερουσαλήμ περ ἧς μικρὸν ὕστερον τὰ αὐτῷ εἰργασμένα διέλθω. Ἐπεὶ δὲ αὐτῷ πάντα κατὰ γνώμην προυχώρει, κα λῶς δὲ οἱ αὐτῷ καὶ τὰ τῶν ἀλλοφύλων συνέβαινε, τῶν τε ποῤῥωτέρω και σύνεγγυς νόμῳ πολέμου καὶ σπουδαῖς ἐξημερουμένων, βαθεῖα εἰρήνη τοῖς Ρώ μαίων ἐπεχόρευε πράγμασιν ἔτεσιν ήδη συχναίς, καὶ ἡ κατὰ Χριστὸν πίστι; ἀπανταχοῦ τῆς γῆς διεσπείρετο, ὡς καὶ πολλὰ τῶν ἀγρίων ἐθνῶν ἀσπάσασθαι τὰ ἡμέτερα· πολιτεία τε ὑπερφέρουσα ἔν τε ταῖς ἐκκλησίαις καὶ πλήθεσι δήμων καὶ ἐν αὐτοῖς τοῖς ὄρεσιν ὑπερήστραπτεν, ἄρτι τῶν μοναχῶν ὑπο φυομένων· ἔτι δὲ μαρτύρων καὶ ὁμολογητῶν διασωζομένων, καὶ ἱερέων ἀποστολικοῖς χαρίσμασι καὶ θαύμασι καὶ ἁπλότητι βίου διαπρεπόντων, ὧν ἔτι περιόντων, τὴν οὐράνιον ἦν πολιτείαν ὁρᾶν ἐπὶ γῆς, καθεκάστην καὶ διὰ πάντων ἀεὶ τῆς θρησκείας ἐπι διδούσης, τοῦ Κωνσταντίνου πᾶσαν εἰσάγοντος τὴν σπουδήν, ὥστε καθεστάναι τοῖς ὅλοις, αὔξειν τε ταύ τὴν καὶ εἰς μέγεθος ἥκειν· καὶ δι' αὐτὸν, τὰ τοῦ 536 Χριστιανισμοῦ ἐν σταθερᾷ καὶ ἀταράχω γαλήνη, καὶ ἐν βαθείᾳ καθειστήκει εἰρήνῃ· καὶ ἁπλῶς εἰς πεῖν, τηνικάδε χορείας καὶ θυμηδίας ἦταν έμπλεω τὰ ἡμέτερα· τὰ δὲ τῶν ἐναντίων εἰς τὴν ἐναντίαν μετεχώρει ἀηδίαν τε καὶ κατήφειαν. ΚΕΦΑΛ. Ε'. Περὶ τῆς ᾿Αρείου πρὸς ᾿Αλέξανδρον φιλονεικίας καὶ περὶ Μελιτίου· καὶ ὅθεν καὶ ὅπως καὶ δι' ἃς αἰτίας ἡ ἔρις ἐγένετο. Καίπερ δὴ οὕτω τῆς θρησκείας εὐδοκιμούσης, καὶ οὕτως ἀγομένης, τὴν τοιαύτην εἰρήνην ἐμφύ λιός τις πόλεμος ἀνεῤῥίπισεν. Εριστικαὶ γάρ τινες λέσχας καὶ διαλέξεις, πρόφασιν ἔχουσαι τὴν εὐσέ βειαν, καὶ τὴν τελείαν τοῦ θείου εὕρεσιν, τὰ πρὶν ἀνεξέταστα ὑπὸ ζήτησιν ἦγον, κἀντεῦθεν καὶ τὰς ἐκκλησίας ετάραττον. Ο γὰρ τοῦ γένους ἡμῶν ἀλάστωρ, ὁ παμπόνηρος καὶ παλαμναῖος ἐχθρὸς, οὕτω τὴν ἐκκλησιαστικὴν ὁλκάδα ἐξ οὐρίων τῷ θείῳ πνεύματι φερομένην ὁρῶν, καὶ κυβερνωμένην ὑπὸ τοῦ τῶν ὅλων Δεσπότου, οὐκ ἀνεκτῶς εἶχεν. Ἐν δεινῷ δ' ἐποιεῖτο εἰ μὴ καταδύσαι ταύτην παρα σκευάσαιεν, οὕτως ἀκλύστως τῶν πονηρῶν ὑπερ νηχομένην δογμάτων. Ως γὰρ εἶδε τὴν Ἑλληνικὴν διαπτυομένην τερθρείαν, εἰς προπτόν τε τὰς ἐκεί νου φωραθείσας πάγας, καὶ ἐπ' ἀκριβές διελεγχου μένας, καὶ τὴν μὲν κτίσιν οὐκέτι σεβομένην ὡς πρότερον, τὸν δὲ ταύτης ποιητὴν ὡς χρεὼν ὑμνούς μενόν τε καὶ προσκυνούμενον· ἀπεῖπε μὲν τὸ προσ φανῶς οὕτω κατὰ Θεοῦ ἀναρριπίζειν αὖθις τὸν πόλεμον· μέτεισι δὲ τὸ πρᾶγμα λίαν ὑπούλως καὶ δολερῶς. Εὑρὼν γάρ τινας, τὴν μὲν τῶν Χριστιανῶν πίστιν ἀσπαζομένους, τύφῳ δὲ καὶ τῇ διακένῳ

Chapter VCaput V

col. 23–24page 8 of 633
PG 146:23καὶ οἷά τισιν ὀργάνοις τῆς σφετέρας τέχνης καὶ ἐπινοίας χρησάμενος, ἕτερον τρόπον εἰς τὴν προτέραν ἐπανήγαγε πλάνην, τὸν δημιουργὸν τῶν ὅλων Θεόν συγκαταλέξαι τοῖς κτίσμα τιν· ὡς ἴσον εἶναι τῇ ἐκείνου προσκυνήσει, τὴν κτίσιν πάλιν προσκυνεῖσθαι ὥσπερ τὸ πρότερον· ποῦ δὲ καὶ ὅπως καὶ διὰ τίνος ὑπέσπειρε τὰ ζιζάνια, ἐγὼ ἄνωθεν ὡς οἷόν τε ἀναλαβών, διηγήσομαι. 537 τῆς δόξης φιλοτιμία και φιλαρχία βεβακχευμένους, Ἐν ᾿Αλεξανδρείᾳ, πόλις δὲ αὕτη μεγίστη καὶ πολυάνθρωπος, τὴν ἡγεμονίαν τῶν πρὸς Αἰγύπτῳ καὶ Θήβαις καὶ Διδύῃ περιφανῶς ἔχουσα, μετά β Θεωνᾶν, ὡς εἴρηται, Πέτρος ὁ τῆς εὐσεβείας ἀγων νιστής, τοὺς τῆς ἐκκλησίας ἐγκεχείριστο οίακας οὗ τὸν ἀγῶνα λαμπρῶς ἐπὶ τῶν δυσσεβῶν τυράννων διηνυκότος, Αχιλλᾶς μετ' ὀλίγον ἐπὶ τῶν ἱερῶν πηδαλίων καθῆστο· ὃν Αλέξανδρος διεδέχετο, τῶν ἀποστολικῶν δογμάτων γενναίως υπερμαχῶν· ὃς ἐπὶ τῆς μνημονευθείσης εἰρήνης διάγων, δίγμασι θείοις καὶ διδασκαλίαις ὁσημέραι τὴν Ἐκκλησίαν ἐφεί δρυνεν. "Αρειος δέ τις κατ' ἐκείνους τους χρόνους, τῷ μὲν ἱερῷ καταλόγω συναριθμούμενος, ἀρχῆθεν δὲ περὶ τὸ δόγμα σπουδὴν ἐνδεικνύμενος, πρῶτα μὲν νεωτερίζοντι Μελιτίῳ συνέπραττε· τοῦτον δὲ καταλείψας, τῷ εἰρημένῳ θείῳ προσιών Πέτρῳ, χειροτονεῖται διάκονος· καὶ παρ' αὐτοῦ πάλιν τῆς Εκκλησίας ἐκβέβληται· καθότι Πέτρου Μελίτιον καὶ τοὺς ἐκείνου σπουδαστὰς ἐκκηρύξαντος, καὶ τὸ ἐκείνου βάπτισμα μὴ προτιεμένου· καὶ δι᾿ ἄλλας μὲν αἰτίας, μάλιστα δ᾽ ὅτι τὴν τοῦ διωγμοῦ πεῖραν οὐκ ἐνεγκών, τὸ σέβας ἐξομοσάμενος ἐπιθύει· οὗ χάριν καθαιρεθείς, καὶ δι᾿ οὐδεμίαν ἄλλην αἰτίαν εύλογον τῆς Ἐκκλησίας ἀποῤῥαγείς, ὁ Μελέτιος ἄδικα μὲν πάσχειν ἔλεγε, καὶ ἐλοιδορεῖτο τὸν Πέτρον κακηγορῶν· πολλοὺς δὲ τοὺς ἑπομένους ἔχων, αἱρε σιάρχης καθίστατο· ἀνθήπτετο δὲ τῆς ἐπισκοπῆς Λυκὼ δὲ ἦν αὕτη ἡ πρὸς Αἴγυπτον· καὶ τὰ τῇ ἱε ρωσύνῃ ἐφειμένα ἀδεῶς ἔπραττεν, ἐν δευτέρῳ τὸν Πέτρον τιθέμενος· ἐπέσκηπτεν οὖν Πέτρῳ σύν ἄλλοις καὶ ᾿Αρειος τοῖς κατὰ Μελίτιον γινομένοις, καὶ ἠρεμεῖν ἥκιστα ἤθελεν. Ἐπεὶ δὲ Πέτρος μαρ τυρίῳ ἐστεφάνου τὸν τοῦ βίου δρόμον, τὸν μετ' ἐκεῖ. νον ᾿Αχιλλᾶν, συγγνώμην "Αρειος ᾔτει, καὶ πάλιν διακονεῖν ἐπετρέπετο. Ἔπειτα δὲ καὶ τοῦ πρεσβυτερίου ἠξίωται. Διὰ τιμῆς δὲ καὶ ὁ μετ' Αχιλλᾶν Αλέξανδρος ήγεν αὐτόν. Λέσχης δὲ διαλεκτικῆς οὐκ ἄμοιρος ὢν ἐλέγετο γὰρ καὶ τῶν τοιούτων μαθη μάτων εἶναι ἐν πείρᾳ, τὴν τῶν Γραφῶν ἑρμηνείαν πεπίστευτο. Καί γε μὴ φέρων τὸν ᾿Αλέξανδρον ἐπὶ τοῦ θρόνου ὁρᾶν, ὑπόψηφος γὰρ καὶ οὗτος ἐτύγχανεν, εἰς ἔριδάς τινας καὶ μάχας ὑπούλως έχώρει. Καὶ ἐπεὶ μὴ πρὸς τὸν βίον ᾿Αλεξάνδρου ἀντιλέγειν, οὐδέ τινα συκοφαντίαν ἐκ τοῦ ῥᾴστου εἶχεν ὑφαίνειν, τέως μὲν ἡσυχίαν ἦγεν ἐν τούτοις· τοῖς γε μὴν
col. 25–26page 9 of 633
PG 146:25ὁμότιμον, ὀρθοδόξως ἐκείνῳ λεγομένοις ἐπ' ἐκκλησίες ἀντι τείνειν δις πειρᾶτο. Ο μὲν γὰρ ἐπίσκοπος ὁμότιμον ἔλεγε τῷ Πατρὶ τὸν Υἱὸν, καὶ τῆς αὐτῆς οὐσίας εἶναι ἐκείνῳ, καὶ κατὰ πάντα ὅμοιον τῷ γεγεννη κάτι Πατρί, κατὰ τὴν τῶν θείων Γραφών παράδι σιν. Αρειος δὲ ὁ τῶν πρεσβυτέρων ἡγούμενος, τῷ λόγῳ τῆς ἀληθείας ἄντικρυς διὰ μάχης των, κτίσμα καὶ ποίημα τὸν Υἱὸν εἶναι τοῦ Πατρὸς προσηγόρευε, καὶ εἰς ἀτόπους δόξας ἐξ: κυλίετο· ἐξ οὐκ ὄντων τε γεγεννῆσθαι, καὶ εἶναί ποτε χρόνον ὅτι οὐκ ἦν καὶ αὐτεξουσιότητι γνώμης κακίας καὶ ἀρετῆς δεκτικὴν ὑπάρχειν, δυσσεβῶς ἐδογμάτιζε· καὶ ἄλλα τοιαῦτα ὅτα ἦν εἰκὸς τὸν ἐπὶ τοιούτοις συνιστάμενον ἐπὶ διαλέξεις και συζητήσεις χωρεῖν. Καὶ γὰρ οἶμενος τὸν ἐπίσκοπον τὸ τοῦ Λίβυος Σαβελλίου συνιστᾶν δόγμα, εἰς τὸ κατὰ διάμετρον ἐναντίον τῇ ἀντιλογίᾳ ἐξέκλινε· πολλούς τε πρὸς τὸν νεωτερισμὸν τοῦ δόγματος ὑπεσύρετο, καὶ ἐπὶ σμικρού σπινθήρος μεγάλη καὶ διαέριος ἀνήπτετο φλόξ. Εκ γὰρ τῆς ᾿Αλεξάνδρου τὸ δόγμα τὴν ἀρχὴν ἐσχηκός, Αἴγυπτόν τε καὶ Λιβύην καὶ τὴν ἄνω Θηβαΐδα διέ τρεχεν· ἤδη δὲ καὶ τῶν ἄλλων ἐπαρχιῶν καὶ πόλεων Επτετο. Αμφηρίστου δὲ τῆς ζητήσεως οὔσης, πει θε:» 'Αλέξανδρος ἐπειρᾶτο· ἤδη γὰρ οὐκ ὀλίγοι τῶν ἐπισκόπων, καὶ τῶν ἐκ τοῦ κλήρου δὲ πλεῖστοι, καλῶς λέγειν τὸν ᾿Αρειον διετείνοντο, καὶ τῆς ἐκεί νου δόξης ἀντελαμβάνοντο. Ἐπεὶ δὲ μὴ συνέβαινον ἀλλήλοις, μᾶλλον μὲν οὖν καὶ κορυβαντιών Αρειος ἀναφανδὸν ἐκήρυττε τὴν ἀσέβειαν, ἀπεκήρυξε μὲν καὶ τῶν ἱερατικῶν ἐξήλασε καταλόγων αὐτόν τε καὶ οἱ συνέπραττον αὐτῷ κληρικοὶ ὁ ᾿Αλέξανδρος. Συνέπραττον δὲ ἐκ μὲν τῆς ἐν Αλεξανδρείᾳ παροικίας πρεσβύτερο: μὲν Αειθαλᾶς καὶ ᾿Αχιλλᾶς, Καρπώνης τε καὶ Σαρμάτης, καὶ ᾿Αρειος ἕτερος διάκονοι δὲ Εὐζώτος καὶ Μακάριος, Ἰούλλιος, Ληνας και Ελλάδιος πολλὴν καὶ τοῦ λαοῦ μοῖραν ἀποτεμόμενοι. Τοῖς μὲν οὖν ὁμοίως χρῆναι περὶ Θεοῦ πιστεύειν ἐνομίζετο δεῖν τῷ ἀρχιερεῖ· οἷς δὲ, οἷα δὴ 539 συμβαίνειν είωθε τοῖς πολλοῖς, εἰς οἴκτον ἦσαν ἐκεῖνοι, ὡς ἡδικημένοι, καὶ τῆς Ἐκκλησίας ἀκρί τως εκβεβλημένοι. τοῦ ὁμουσίου, Εἰτὶ δὲ οἱ φασι τῆς τοιαύτης Εριδος πρό Αρείου ἕτερον ἄρξασθαι, Αλέξανδρον ὄνομα, τὴν δευτέραν τάξιν μετ' "Αρειον ἔχοντα, Βαύκαλιν ὄνομα· καλεῖσθαι δ' οὕτω, διὰ τὸ σαρκὸς ὑπερτραφούς ὄγκον ὑπὸ τῶν μεταφρένων αὐτοῦ σεσωρευμένον ἄγγους ὀστρακίνου ἐκμιμεῖσθαι σχῆμα· ἅπερ οὖν βαυκάλας ἐπιχωρίως Αλεξανδρεῖς εἰώθασιν ὀνομάζειν. Τὰ δεύτερα δὲ σχόντα τῆς λειτουργίας, τῆς αἰτίας ἄρξαι, ἐξ ἧς ἡ διαφορὰ 'Αλεξάνδρῳ καὶ Ἀρείῳ ἔπειτα συνερράγη, καὶ τὴν τοῦ ὁμοουσίου ἀνακήρυξιν ἐντεῦθεν γενέσθαι. Τῷ γὰρ προτιμηθῆναι τὸν ᾿Αρειον μὴ φέρων ὁ Βαύκαλης, τὸν περὶ τὸ δόγμα ἐπῆγε νεωτερισμὸν ἐκείνῳ. Αλέξανδρο; δὲ

Chapter VICaput VI

col. 27–28page 10 of 633
PG 146:27ᾑρημένος. Καὶ συνεδρίων γεγενημένων πολλῶν, οἷα δῆτα φιλεῖ τῆς ἔριδος ἑκατέρωθεν αιρομένης, ποτὲ μὲν τούτῳ, ἄλλοτε δ' ἐκείνῳ εὐφυῶς προσέκειτο ὁ ἐπίσκοπος· τέλος δὲ καὶ αὐτὸς, συναΐδιον καὶ ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱόν, ὥσπερ καὶ ἄνωθεν εἶχε δύξης, τρανῶς ἀνεκήρυττε, καὶ "Αρειον τὰ ἴσα φρο νεῖν ἐκέλευεν. Ως δ' οὐκ ἔπειθε, τῶν ἱερῶν περι βόλων τέλος ἐξήλαυνε. θέλων παύειν τῆς ἔριδος ἄμφω, εἰς ἅμιλλαν λόγων ἐκάλει, πειθοί μᾶλλον ἢ βίᾳ λῦσαι τὸ ἀμφίβολον ΚΕΦΑΛ. Γ'. Τίνες τηνικαῦτα τῶν μεγάλων πόλεων ἦσαν ἐπι σκοποι· καὶ περὶ τῶν ἀρχῆθεν ἐπισκέπων τοῦ Βυζαντίου. Κατὰ τοῦτον δὲ τὸν χρόνον τῆς μὲν Ρωμαίων Ἐκκλησίας Σίλβεστρος τὰς ἡνίας εἶχε, Μιλτιάδην διαδεξάμενος, ὃς μετὰ Μαρκελλίνον τὸν ἐν τῷ διωγμῷ καλῶς διαγωνισάμενον, τῇ ἱερωσύνῃ διέπρεπε τὴν δ' ᾿Αλεξάνδρου μετὰ Θεωνᾶν καὶ Πέτρον Αχιλ λᾶς· εἶτα ὁ προῤῥηθείς Αλέξανδρος τὴν θείαν ἡγεμονίαν διεῖ πε· τῆς δ' ᾿Αντιόχου μετὰ Τύραννον Βιτάλιος τὴν διακονίαν ἐγκεχείριστο, τῆς ἐκκλησιαστικῆς ἀρξάμενος εἰρήνης· καὶ τὴν ὑπὸ τῶν τυ ράννων καταλυθεῖσαν ἐκκλησίαν ἀνήγειρεν· ὃν Φιλογόνιος ὁ ἀπὸ δικολόγου ἐπίσκοπος γεγονώς διαδεξάμενος, τὰ λείποντα τῇ οἰκοδομῇ ἐπετίθει, κάν τοῖς Λικινίου καιροῖς, τὸν ὑπὲρ εὐσεβείας ζῆλον ἀνδρικῶς διεδείκνυ. Τῶν δὲ Ἱεροσολύμων μετὰ Ερμωνα Μακάριος τὴν λειτουργίαν ενεπιστεύετο, ἄξιος τῆς ἐπικλήσεως ὁ ἀνὴρ, καὶ πᾶσιν ἀδρυνόμενος ἀγαπ θοῖς. Τῆς δὲ Κωνσταντίνου μετά Μητροφάνην τὸν ἀδελφόπαιδα Πρόβου τοῦ βασιλέως Αλέξανδρος τὴν ἱερὰν ἐκληροῦτο ἀρχήν. Ἐνταῦθα δὲ γενομένῳ, προύργου δοκεί μοι ἄνωθεν ἐκ τῶν ἀποστόλων, τοὺς τοῦ Βυζαντίου ἐπισκόπους διαλαβεῖν, καὶ ὡς πρός γραμμά τι θεῖον τῇ ἱστορίᾳ ἐνθεῖναι. Ανδρέας γὰρ ὁ τοῦ Κυρίου ἀπόστολος, τὰ περὶ Θρᾴκην καὶ Μακεδονίαν καὶ τὸν Εὔξεινον κλῆρον λαχών, ἐπεὶ ἐν Βυζαντίῳ γενόμενος ἐκήρυττε τὸν Χριστόν, ὑπὸ Ζευξίππου του τηνικάδε τυραννοῦντος ζητούμενος, ἐν ᾿Αργυροπόλει μετέβαινε· καὶ χρό νον διετῆ ἐκεῖτε συνάγων, πολλοὺς ἐπεσπᾶτο πίστει τῇ εἰς Χριστόν. Θυσιαστήριον τοίνυν τῷ τόπῳ ἑδρά σας, καὶ τὸν ἀπόστολον Στάχυν ἐκεῖσε χειροτονήσας ἐπίσκοπον, εἰς Σινώπην ἀπαίρει. "Ος τῇ λειτουργία ἔτη ις' παραμείνας, καὶ ταφεὶς ἐκεῖσε, Ονήσιμον ἔσχε διάδοχον· ὃν τέσσαρα πρὸς τοῖς δέκα ἔτεσι διαγεγονότα Πολύκαρπος διεδέξατο. Δεκαοκτώ δ' ἔτη τῇ διακονία καὶ οὗτος ἐμπρέψας, Πλουτάρχω ταύτη; ἐξίσταται. Καὶ οὗτος δὲ οὐχ ἧττον ἢ ις' δια γεγονώς, Σεδεκίωνι του θρόνου παραχωρεῖ· οὗ με τα θ' ἔτος Διογένης πεντεκαίδεκα έτη Ιερατεύει. Μεθ᾿ ὃν Ελευθέριος· ὃς ζ' ἔτη ἱερατεύσας, Φήλικα διάδοχον ἔσχε. Πέντε δὲ καὶ οὗτος διακονησάμενος, Πολυκάρπῳ μεταδίδωσι τῆς λειτουργίας. Οἱ δὴ πάνω της διὰ τὰς τῶν ἀπίστων ἐφόδους, τῷ διειλημμένῳ
col. 29–30page 11 of 633
PG 146:29εὐκτηρίῳ τοῦ ἀποστόλου τὰς συνάξεις ἐπεποίηντο. 541 Επειτα ᾿Αθηνόδωρος τὴν λειτουργίαν ἐλάμβανεν. δς ἔτη δ' ἱερατεύσας, ἐκκλησίαν ἑτέραν ἀνίστησιν ἐν τόπῳ ἐπιλεγομένῳ Ελαία· κἀκεῖ τὴν σύναξιν ἐποιεῖτο· ὃν οἶκον ἐς ὕστερον ὁ μέγας Κωνσταντῖνος ἐγείρει περιφανῶς. Τοῦτον Ευζώνος διαδέχεσ ται ἔτη ς'· δν Λαυρέντιος ἐπὶ ἔτη ἕνδεκα· μεθ᾽ δι ᾿Αλύπιος, τρία πρὸς τοῖς δέκα ἱερασάμενος· οὗ μετὰ τελευτὴν Περτίναξ ὑπατικὸς ἐπίσκοπος γίνεται. Πλούσιος δὲ σφόδρα γενόμενος, ἑτέραν ἐκκλησίαν ἐγείρει πρὸς θάλασσαν, ἐν τόπῳ, ᾧ Συκαῖ κλήσις ἦν, Εἰρήνην τὸν οἶκον προσαγορεύσας. Ον δὴ τόν που Χριστιανοὶ τῷ συνεχεῖ καὶ καλλίστῳ τῶν οίκο δομημάτων εἰς πόλεως σχήμα μετεσκευάσαντο. Ο χάριν καὶ ὁ πολὺς τὴν ἀρετὴν Κωνσταντίνος τείχεσι καλλίστοις τὸν τόπον ἐτίμα· ἐν ᾗ τῆς Εἰρήνης ἐκ κλησίᾳ πρῶτος μετὰ Περτίνακα ἔτη ἐννέα ἐπισκοπήσαντα Ολυμπιανὸς ἐπὶ ἕνδεκα ἔτεσι τὸν θρόνον λαμβάνει. Τούτου δὲ διάδοχος Μάρκος ἦν ἔτη ιγι μετὰ δὲ τοῦτον Κυριλλιανὸς ἔτη ις'· καὶ τοῦτον δὲ Κωνσταντίνος διαδέχεται ἔτη ζ. Οὗτος τῷ πρώτῳ τῆς ἱερατείας ἔτει ἔνδον τοῦ Βυζαντίου κατὰ τὸ βόρειον μέρος νεὼν ἀνιστᾷ, Εὐφημίᾳ τῇ μάρτυρ τι τέμενος ἀναθείς, τηνικάδε τὸ μαρτύριον ἀγωνισαμένη· οὗ δὴ καὶ τὸ λεἶπον διανύσας τοῦ βίου, Τίτον διάδοχον κατελίμπανεν· οὗ ἐπὶ ε' καὶ λ' καὶ μικρόν τι πρὸς τὴν ἱερατείαν τελέσαντος, Δομέτιος ὁ ἀδελφὸς Πρόξου τοῦ βασιλέως, ἐπὶ τῶν τῆς Ἐκ κλησίας ο!άκων καθῆστο. Τοῦτον δὲ Πρόβος ὁ υἱὸς διεδέχετο· ὧν ὁ μὲν δ' πρὸς τοῖ; εἴκοσι, Πρόβος δὲ τὰ ἡμίση τούτων, διήνυον. Τὸν δὲ Πρόβον ὁ ἀδελφὸς αὐτοῦ Μητροφάνης διεδέχετο· ὃς ἐπὶ ἔτη δέκα και λῶς τὴν ἱερωσύνην κοσμήσας διέπρεπεν. Εφ' οὗ δὴ καὶ ὁ ἀεισέβαστος Κωνσταντίνος τὴν ἐπώνυμον αὐτῷ περιφανῶς ἀνεγείρει πόλιν. Μεθ᾽ ἂν Αλέξανδρος τῆς ἱερατικῆς ἠξιοῦτο καθέδρας, ἀποστολικοῖς χαι ρίσμασι λαμπρυνόμενος. Καὶ τὰ μὲν τῶν ἐπισκόπων ἐν τούτοις. ο Τότε δ᾽ οὖν ὁ τῆς ᾿Αλεξανδρείας Αλέξανδρος, τὸν Αρειον ὁρῶν τῷ τῆς φιλαρχίας ο στρῳ πυρούμενον, ἰδίᾳ το συνάγοντα, καὶ πολὺν τὸν σάλον ἐξερευγόμενον, γράφει μὲν καὶ τοῖς τῶν ἐκκλησιῶν ἡγεμόσι τὴν βλασφημίαν ἐκείνου. Δήλην δὲ ταύτην ἐκαὶ τοῖς κατὰ πόλεις ἐτίθει πιστοῖς. Ἐγὼ δὲ καὶ μέρη τῶν ἐκείνου ἐπιστολῶν ἐνθήτω τῇ συγγραφῇ ἵν᾿ ἅμα μὲν ταληθή συγγράφειν, καὶ μηδέν τι πλάττειν, δοκοίημεν· καὶ ἄλλας δ' ἐπὶ ταύταις ἐροῦμεν, ὡς ἄν γε τῇ ἀληθείᾳ συνάδωσι, καὶ τὸ σπο φὲς τῇ ἱστορία έχωσι παριστάν. ΚΕΦΑΛ. Ζ'. Επιστολὴ ᾿Αλεξάνδρου τοῦ Ἀλεξανδρείας πρὸς τὸν Κωνσταντίνου πόλεως Αλέξανδρον διά τοὺς περὶ "Αρειον. Πρὸς μὲν οὖν τὸν ὁμώνυμον αὐτῷ τῆς Κωνσταντίνου ᾿Αλέξανδρον τάδε ἔγραφεν ὁ τῆς ᾿Αλεξανδρείας

Chapter VIICaput VII

col. 31–32page 12 of 633
PG 146:31ψύχῳ Αλεξάνδρῳ Αλέξανδρος ἐν Κυρίῳ χαίρειν. Η φίλαρχος τῶν μοχθηρῶν ἀνθρώπων τε καὶ φι λάργυρος πρόθεσις, ταῖς δοκούσαις ἀεὶ μείζοσι παροικίαις πέφυκεν ἐπιβουλεύειν, διὰ ποικίλης προφάσεως τῶν τοιούτων ἐπιτιθεμένων τῇ ἐκκλησιαστικῇ εὐσεβεία. Οιστρηλατούμενοι γὰρ ὑπὸ τοῦ ἐν αὐτοῖς ἐνεργοῦντος διαβόλου εἰς τὴν προκειμέ. νην αὐτοῖς ἡδονήν, πάσης εὐλαβείας ἀποσκιρτήσαντες, πατοῦσι τὸν τῆς κρίσεως τοῦ Θεοῦ φόβον. Περὶ ὧν ἀναγκαῖον ἦν μοι τῷ πάσχοντι δηλῶσαι τῇ ὑμετέρᾳ εὐλαβείᾳ, ἵνα φυλάττησθε τους τοιούτους, μή τις αὐτῶν τολμήσῃ καὶ ταῖς ὑμετέραις παροικίαις ἐπιβῆναι. Ικανοὶ γὰρ ὑποκρίνεσθαι πρὸς ἀπάτην οἱ γόητες ήτοι δι' ἑαυτῶν, ἢ διὰ γραμ μάτων ψευδῶς κεκομψευμένων, δυναμένων ἀφαρ πάται τὸν ἁπλῇ πίστει καὶ ἀκεραίᾳ προσεσχηκότα. Αρειος οὖν καὶ Ἀχιλλᾶς, συνωμοσίαν έναγχον ποιησάμενοι, την Κολούθου φιλαρχίαν πολύ χείρον ἢ ἐκεῖνος ἐζήλωσαν. Ο μὲν γὰρ αὐτοῖς τούτοις ἐγκαλῶν, τῆς ἑαυτοῦ μοχθηρᾶς προθέσεως εὗρε πρόφασιν· οἱ δὲ τὴν ἐκείνου θεωροῦντες Χριστε μπο ρίαν, οὐκέτι τῆς Ἐκκλησίας ὑποχείριοι μένειν ἐκαρτέρησαν· ἀλλ' ἑαυτοῖς σπήλαια λῃστῶν οἰκο δομήσαντες, ἀδιαλείπτους ἐν αὐτοῖς ποιοῦντες συνό δους, νύκτωρ τε καὶ μεθημέραν ἐν ταῖς κατὰ Χρι στοῦ καὶ ἡμῶν διαβολαῖς ἀσκούμενοι, οἱ πάσης τῆς εὐσεβοῦς ἀποστολικῆς δόξης κατηγοροῦντες, Ἰουδαϊκῷ προσχήματι Χριστομάχον συνεκρότησαν ἐρω Α' έξανδρος· Τῷ τιμιωτάτῳ ἀδελφῷ καὶ ὁμο. γαστήριον, την θεότητα τοῦ Σωτῆρος ἡμῶν ἀρνού πᾶσαν ἁγυιὰν ἀσέμνως τὰς παρ' αὐτοῖς νεωτερο μενοι, καὶ τοῖς πᾶσιν ἴσον εἶναι κηρύσσοντες· πα σάν τε αὐτοῦ τῆς σωτηρίου οικονομίας καὶ δι' ἡμᾶς ταπεινώσεως φωνὴν ἐκλεξάμενοι, ἐξ αὐτῶν συνα γείρειν πειρῶνται τῆς ἀσεβείας αὐτῶν τὸ κήρυγμα, τῆς ἀρχῆθεν θεότητος αὐτοῦ καὶ παρὰ τῷ Πατρὶ δόξης ἀλέκτου τοὺς λόγους ἀποστρεφόμενοι. Τὴν γοῦν Ελλήνων καὶ Ἰουδαίων ἀσεβὴ δόξαν περὶ Χριστοῦ κρατύνοντες, τὸν παρ' αὐτοῖς ἔπαινον ὡς Ενι μάλιστα θηρῶνται, πάντα μὲν ὅσα καθ' ἡμῶν παρ' αὐτοῖς γελᾶται πραγματευόμενοι, στάσεις δὲ ἡμῖν καθ' ἡμέραν καὶ διωγμούς ἐπεγείροντες· καὶ τοῦτο μὲν, δικαστήρια συγκροτοῦντες δι' ἐντυχίας γυναικαρίων ἀτάκτων & ἠπάτησαν, τοῦτο δὲ, τὸν Χριστιανισμὸν διασύροντες, ἐκ τοῦ περιτροχάζειν ποιίας. ᾿Αλλὰ καὶ τὸν ἄῤῥηκτον τοῦ Χριστοῦ χια τῶνα, ὃν οἱ δήμιοι διελεῖν οὐκ ἐβουλεύσαντο, αὐτοὶ σχίσαι ἐτόλμησαν. Ἡμεῖς μὲν οὖν & καὶ τῷ βίῳ αὐτῶν καὶ τῇ ἀνοσίῳ ἀπιχειρήσει, διὰ τὸ λανθάνειν, βραχέως ἐπιστήσαντες, παμψηφεί τῆς προσκυνούσης Χριστοῦ τὴν θεότητα Ἐκκλησίας ἐξηλάσαμεν ἐπεχείρησαν δὲ περιδρομαῖς χρώμενοι καθ' ἡμῶν, παρεκβαίνειν πρὸς τοὺς ὁμόφρονας ἡμῶν συλλειτουργοὺς, σχήματι μὲν εἰρήνης καὶ ἀξιώσεως ἀξίω σιν ὑποκρινόμενοι, τὸ δ' ἀληθὲς, συναρπάσαι. Τινάς αὐτῶν εἰς τὴν ἰδίαν νόσον διὰ τὴν χρηστολογίαν
col. 33–34page 13 of 633
PG 146:33σπουδάζοντες, καὶ στωμυλώτερα γράμματα παρ' αὐτῶν αἰτοῦντες, ἵνα παραναγινώσκοντες αὐτὰ τοῖς ὑπ' αὐτῶν ἠπατημένοις, ἀμετανοήτους ἐφ᾽ οἷς ἐσφάλησαν κατασκευάζωσιν, ἐπιτριβομένου; εἰς ἀσέβειαν, ὡς συμψήφους αὐτοῖς καὶ ὁμόφρονας ἔχοντες ἐπισκόπους. Οὐχ ἅπερ γοῦν πονηρῶς παρ' ἡμῖν ἐδίδαξαν καὶ διεπράξαντο, ὁμολογοῦσιν αὐτοί, δι᾽ ἃ καὶ ἐξώσθησαν· ἀλλ᾽ ἢ σιωπῇ ταῦτα παραδιο δόκσιν, ἢ πεπλασμένοις λόγοις καὶ ἐγγράφοις ἐπι σκιάζοντες, ἀπατῶσι. Πιθανωτέραις γοῦν καὶ βλ μολοχικαῖς ὁμιλίαις τὴν φθοροποιὸν αὐτῶν διδασκαλίαν ἐπικρύπτοντες, συναρπάζουσι τὸν εἰς ἀπάτην ἐκκείμενον, οὐκ ἀπεχόμενοι καὶ τοῦ παρὰ πᾶσι συκοφαντεῖν τὴν ἡμετέραν εἰσέβειαν. "Οθεν καὶ συμβαίνει τοῖς γράμμασιν αὐτῶν τινας ὑπογράφοντας, εἰς ἐκκλησίαν εἰσδέχεσθαι, μεγίστης διαβολῆς ὑποκειμένης, ὡς οἶμαι, τοῖς τοῦτο τολμῶσι συλλειτουργοίς, τῷ μήτε τὸν ἀποστολικὸν κανόνα τοῦτο συγχωρεῖν, ἀλλὰ καὶ ὑπεκκαίειν τὴν ἐπ' αὐ τοῖς διαβολικὴν κατὰ Χριστοῦ ἐνέργειαν. Δι' ἃ δὴ καὶ οὐδὲν μελλήσας, ἀγαπητοί, δηλῶσαι ὑμῖν τὴν τῶν τοιούτων ἀπιστίαν ἐμαυτὸν διανέστησα. ο Επειτα κατὰ μέρος τὰς ἐκείνων βλασφημίας ἐκ τίθησι, καὶ ἀνθίσταται ταύταις τὰ ἐκ τῶν θείων εἰς πλάτος παράγων Γραφῶν, ἀπελέγχων αὐτῶν τὴν δυσσέβειαν· καὶ τοῦ πρόσω πολὺ προϊών, επάγει Πολλά λέγειν ἔχων, ἀγαπητοί, παρέρχομαι, φορ τικὴν εἶναι νομίσας διὰ πλειόνων διδασκάλους ὁμός φρονας υπομιμνήσκειν. Αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί έστε, οὐκ ἀγνοοῦντες, ὡς ἡ διδασκαλία αὕτη, Ἐδίωνός ἐστι καὶ Ἀρτεμᾶ καὶ τοῦ Σαμοσατέως Παύλου· ὧν τῆς ἀσεβείας τὴν τρύγα ἐῤῥοφηκότες, νῦν ἡμῖν ἐξ οὐκ ὄντων ἐπεφύησαν τὰ ἐκείνων κεκρυμμένως μοσχεύματα, "Αρειός τε καὶ ᾿Αχιλλᾶς, καὶ ἡ τῶν σὺν αὐτοῖς πονηρευομένων σύνοδος, καὶ οὐκ οἶδ' ὅπως ἐν Συρίᾳ χειροτονηθέντες ἐπίσκοποι τρεῖς· περὶ ὧν ἡ κρίσις τῇ ὑμετέρᾳ ἀνακείσθω δοκιμασία.» Έπειτα διασαφήσας περὶ τῶν ταπεινοτέρων λέξ ξεων τῆς Γραφῆς, ἃς ἐπικτήτους ὁ Σωτὴρ δι' ἡμᾶς ἀνεδέξατο διὰ τὴν κένωσιν καὶ τὸ σωτήριον πάθος ὡσαύτως δὲ καὶ ὅσαι τὴν ἀνωτάτω ἀρχὴν καὶ ιεό. τητα, τήν τε φυσικὴν αὐτοῦ δόξαν τε καὶ θεότητα διελθὼν καὶ φιλοσοφήσας, επιφέρει λέγων· «Καὶ τί λοιπὸν ἔτι θαυμαστὸν ὁ μέλλω γράφειν, ἀγαπητοὶ, εἰ τὰς κατ' ἐμοῦ ψευδείς διαβολάς, καὶ τοῦ εὐσεβεστάτου λαοῦ ἡμῶν ἐκθήσομαι; Οἱ γὰρ κατά τῆς θεότητος τοῦ Υἱοῦ τοῦ Θεοῦ παραταξάμενοι οὐδὲ τὰς καθ᾿ ἡμῶν ἀχαρίστους παροινίας πέρα τοῦνται λέγειν· οἴ γε οὐδὲ τῶν ἀρχαίων τινάς συγ κρίνειν ἑαυτοῖς ἀξιοῦσιν οὐδὲ οἷς ἡμεῖς ἐκ παίδων
col. 35–36page 14 of 633
PG 146:35οὐδὲ τῶν νῦν πανταχοῦ συλλειτουργῶν τινα εἰς μέσ τρον ἡγοῦνται, μόνοι σοφοὶ καὶ ἀκτήμονες καὶ δογμάτων εὑρεταὶ λέγοντες εἶναι, καὶ αὐτοῖς ἀπο κεκαλύφθαι μόνοις, ἅπερ οὐδενὶ τῶν ὑπὸ τὸν ἥλιον ἑτέρῳ πέφυκεν ἐλθεῖν εἰς ἔννοια». Ὦ ἀνοσίου τύφου καὶ ἀμέτρου μανίας, καὶ μελαγχολικῆς δόξης καὶ σατανικού φρονήματος! ὡμιλήσαμεν διδασκάλοις ἐξισοῦσθαι ἀνέχονται· ἀλλ᾽ Εἰπὼν δὲ καὶ ἄλλα καὶ τὸ δόγμα τῆς αὐτοῦ πιο στεως πλατύτερον διεκθέμενος, περὶ τὸ τέλος τῆς ἐπιστολῆς καὶ ταῦτα ἐπάγει· «Τούτου; οὖν ἀναθεματισθέντας ὑπὸ τῆς ἀδελφότητος μηδείς ὑμῶν δεχέσθω, μηδὲ ἀνασχέσθω τῶν λεγομένων ή γρα φομένων ὑπ' αὐτῶν. Πάντα γὰρ οἱ γόητες ψεύδονται· ἀλήθειαν οὐ μὴ λαλήσωσι· περιέρχονται γὰρ τὰς πόλεις, οὐδὲν ἕτερον σπουδάζοντες, ἢ τῷ τῆς φιλίας προσχήματι δι᾿ ὑποκρίσεως καὶ κολακείας γράμματα διδόναι καὶ λαμβάνειν· πρὸς τὸ πλανιν ὑπὸ τούτων τὰ δι' αὐτῶν ἠπατημένα ὀλίγα γυναικάρια σεσωρευμένα ἁμαρτίαις. Καὶ τὰ ἑξῆς. Τού τους οὖν τοὺς τοσαῦτα κατὰ Χριστοῦ τολμήσαντα, τοὺς τὸν Χριστιανισμὸν τοῦτο μὲν δημοσίᾳ σύροντας, τοῦτο δὲ ἐπὶ δικαστηρίων ἐπιδεικτικῶς φιλοτιμουμένους, τοὺς διωγμὸν ἡμῖν ἐν εἰρήνῃ τὸ ὅσον ἐπὶ αὐτοῖς ἐπεγείραντας, τοὺς τὸ ἄῤῥητον μυστήριον τῆς Χριστοῦ γεννήσεως εκνευρίσαντας· τούτους ἀποστραφέντες, ἀγαπητοὶ καὶ ὁμόψυχοι, σύμψηφοι γένεσθε κατὰ τῆς μανιώδους αὐτῶν τόλμης, καθ' ὁμοιότητα τῶν ἀγανακτησάντων συλλειτουργῶν ἡμῶν, καὶ ἐπιστειλάντων μοι κατ' αὐτῶν, καὶ τῷ τόμῳ συνυπογραψάντων· ἃ καὶ διεπεμψάμην διὰ τοῦ Υἱοῦ μου 'Απίωνος καὶ ἀρχιδιακόνου, τοῦτο μὲν πάσης Αἰγύπτου καὶ Θηβαΐδος, τοῦτο δὲ Λιο δύης καὶ Πενταπόλεως καὶ Συρίας, καὶ ἔτι Λυκίας καὶ Παμφυλίας, Ασίας τε καὶ Καππαδοκίας, ὧν καὶ τῶν ἄλλων περιχώρων καθ' ομοιότητα και παρ' ὑμῖν δέξασθαι πέποιθα. Πολλῶν γάρ μοι βοη θημάτων πρὸς τοὺς βλαβέντας πεπορισμένων, καὶ τοῦτο εὕρηται λυσιφάρμακον τοῦ ὑπ' αὐτῶν ἀπα τηθέντος λαοῦ, πειθομένων, καὶ ταῖς τῶν συλλειτουργῶν ἡμῶν συγκαταθέσεσιν εἰς μετάνοιαν ἔρ χεσθαι διὰ τούτου σπουδαζόντων. Ασπάσασθε ἀλλή λους ἐν τῇ παρ᾽ ἡμῶν ἀδελφότητι. Εῤῥῶσθαι ὑμᾶς ἐν Κυρίῳ εὔχομαι, ἀγαπητοί. Όναίμην ὑμῶν τῆς φιλοχρίστου ψυχῆς. Εἶτα τοὺς ἀναθεματισθέντας τῇ ἐπιστολῇ κατα λέγει, οὓς καὶ ἡμεῖς ἄνωθεν διελάβομεν. Τὰ δ᾽ αὐτὰ καὶ Φιλογονίῳ καὶ Εὐσταθίῳ, ὧν ὁ μὲν ᾿Αντιοχείας, Εὐστάθιος δὲ τῆς ἐν Συρίᾳ Βεῤῥοίας ἡγεῖτο, ἐπέ στελλε, καὶ τοῖς ἄλλοις τῶν ἐκκλησιῶν ἡγεμόσιν, οὓς ᾔδει τοῖς ἀποστολικοῖς συνηγοροῦντας διδάγματ σιν. "Ο γε μὴν ῎Αρειος, οὐδ᾽ αὐτὸς ἡσυχίαν ἄγειν
col. 37–38page 15 of 633
PG 146:37ᾑρεῖτο· ἀναγκαῖον δ' ᾤετο τὴν εὔνοιαν προφθάνειν τῶν ἐπισκόπων· καὶ πρεσβεύων ἔγραφεν ὡς ἐπίστευε καὶ ἐξῄτει δῆθεν εἰ μὲν ὀρθῶς πιστεύοι, κἀκείνους κυροῦν Ἀλεξάνδρῳ τε δηλοῦν μή κατ' αὐτοῦ τε καὶ τῶν περὶ αὐτὸν χαλεπαίνειν· εἰ δ᾽ οὖν, καλῶς ἐθέλειν διδάσκεσθαι ὃν χρὴ τρόπον πιστεύειν. Καὶ οὐ μικρῶς γε ὤνησε τὸ τοιοῦτο τοῖς περὶ Αρειον· τῆς γὰρ τοιαύτης δόξης τοῖς ἀπανταχοῦ σχεδὸν ἐπισκόποις διασπαρείσης, κοινή πᾶσι ζήτη σις ἦν. Οἱ μὲν οὖν μηδαμῶς προσίεσθαι τοὺς περι "Αρειον ᾿Αλεξάνδρῳ ἐπέστελλον, πρὶν τὴν ἑαυτῶν ἀποκηρύξωσι βλασφημίαν· οἱ δὲ τοὐναντίον μᾶλ λον, ἀντιποιεῖσθαι ὡς εὐσεβῶν καὶ μηδὲν περὶ τὴν πίστιν νεωτεριζόντων. Ὁ γοῦν Αλέξανδρος, ὁρῶν πολλοὺς τῶν τηνικαῦτα ἐν σχήματι σεμνότητος τοὺς περὶ ᾿Αρειον συλλαμβανομένους, καὶ ἄλλους διερεβ Οίζοντας, ᾿Αλέξανδρον πείθειν εἰσδέχεσθαι "Αρειον, καὶ μάλιστα τὴν Νικομηδείας Εὐσέβιον, ἄνδρα έλ λόγιμον, ἑκατέραν τε παιδείαν εἰς ἄκρον ἀσκή σαντα, τιμῆς τε πλείστης ἐν τοῖς βασιλείοις εὐμοιροῦντα, περὶ γὰρ τὴν Νικομήδειαν οἱ πρὸ Διοκλη τιανοῦ τὴν διατριβὴν εἶχον, διεγείρεται· καὶ πάλιν οὐκ ἀνῄει γράφων, μὴ εἰς κοινωνίαν αὐτοὺς δέχεσθαι· λίαν δὲ τοῖς γράμμασι καὶ τοῦ τῆς Νεο κομηδείας Εὐσεβίου καθήπτετο· ἃ δὲ ἔγραφεν, ἦσαν ταῦτα. ΚΕΦΑΛ. Η'. 'Ετέρα ἐπιστολὴ τοῦ αὐτοῦ καθολικὴ, ἀποκηρύττουσα "Αρειον· καθαπτομένη δὲ καὶ τοῦ Νικομηδείας Ευσεβίου. Τοῖς ἀγαπητοῖς καὶ τιμιωτάτοις συλλειτουργοῖς τοῖς ἀπανταχοῦ τῆς καθολικῆς Ἐκκλησίας Αλέξ ανδρος ἐν Κυρίῳ χαίρειν. Ενός σώματος ὄντος τῆς καθολικῆς Ἐκκλησίας, ἐντολῆς τε οὔσης ἐν ταῖς θείαις Γραφαῖς τηρεῖν τὸν σύνδεσμον τῆς ὁμονοίας καὶ εἰρήνη;, ἀκόλουθόν ἐστι γράφειν ἡμᾶς καὶ σημαίνειν ἀλλήλοις τὰ παρ' ἑκάστοις γινόμενα ἵνα εἴτε πάσχει είτε χαίρει ἓν μέλος, ἢ συμπάσχω μεν ἢ συγχαίρωμεν ἀλλήλοις. Ἐν τῇ ἡμετέρα τοίνυν παροικίᾳ ἐξῆλθον νῦν ἄνδρες παράνομοι καὶ Χριστομάχοι, διδάσκοντες ἀποστασίαν· ἣν εἰκότως ἄν τις πρόδρομον τοῦ ᾿Αντιχρίστου νομίσειε καὶ καλέσεις. Καὶ ἐβουλόμην μὲν σιωπῇ παραδοῦναι τὸ τοιοῦτον, ἴν' ἴσως ἐν τοῖς ἀποστάταις μόνοις ἀνα-D λωθῇ τὸ κακὸν, καὶ μὴ εἰς ἑτέρους τόπους διαθὰν, βυπώσῃ τινῶν ἀκεραίων τὰς ἀκοάς· ἐπειδὴ δὲ Εὐα σέβιος ὁ νῦν ἐν τῇ Νικομηδείᾳ, νομίσας ἐπ' αὐτοῦ κεῖσθαι τὰ τῆς Ἐκκλησίας, ὅτι καταλείψας τὴν Βηρυτὸν, καὶ ἐποφθαλμίσας τῇ Ἐκκλησίᾳ Νικομηδέων, οὐκ ἐκδεδίκηται τὰ κατ' αὐτόν, προΐσταται καὶ τούτων τῶν ἀποστατῶν, καὶ γράφειν ἐπεχείρησε πανταχοῦ, συνιστῶν αὐτοὺς, ἵνα μὴ ἴσως ὑποσύρῃ τινὰς ἀγνοοῦντας εἰς τὴν ἐσχάτην και Χριστομάχων αἵρεσιν, ἀνάγκην ἔσχον, εἰδὼς τὸ ἐν τῷ νόμῳ για γραμμένον, μηκέτι μὲν σιωπῆσαι, ἀναγγείλαι δὲ πᾶσιν ὑμῖν, ἵνα γινώσκητε τούς τε ἀποστάτες γε

Chapter VIIICaput VIII

col. 39–40page 16 of 633
PG 146:39νομένους καὶ τὰ τῆς αἱρέσεως αὐτῶν δύστηνα μή ματα· καὶ ἐὰν γράφῃ Εὐσέβιος, μὴ πρόσχητε. Την πάλαι γὰρ αὐτοῦ κακύνοιαν τὴν χρόνῳ σιωπηθεῖσαν νῦν διὰ τούτων ἀνανεῶσαι βουλόμενος, σχηματίζεται μὲν ὡς ὑπὲρ τούτων γράφων, ἔργῳ δὲ δείκνυσιν, ὡς ὅτι ὑπὲρ ἑαυτοῦ σπουδάζων τοῦτο ποιεῖ. Οἱ μὲν οὖν ἀποστάται εἰσὶν Αρειος, Αχιλλᾶς, Αειθαλής, καὶ Καρπώνης, καὶ ἕτερο; "Αρειος, καὶ Σαρμάτης, καὶ Εὐζώτος, καὶ Λούκιος, καὶ Ἰουλιανὸς, καὶ Με νῆς, καὶ Ἑλλάδιος, καὶ Γάϊος, καὶ σὺν αὐτοῖς Σεκοῦνδος καὶ Θεωνᾶς οἱ ποτὲ λεχθέντες ἐπίσκοποι. Ποῖα δὲ παρὰ τὰς Γραφὰς ἐφευρόντες λαλοῦσιν, ἔστι ταῦτα. Οὐκ ἀεὶ ὁ Θεὸς πατήρ ἦν, ἀλλ᾽ ἦν ὅτε ὁ Θεὸς πατὴρ οὐκ ἦν· οὐκ ἀεὶ οὖν ἦν ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ' ἐξ οὐκ ὄντων γέγονεν. Ο γὰρ ὢν Θεό; τὰ μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκε. Διὸ καὶ ἦν ποτὲ ὅτε οὐκ ἦν. Κτίσμα γάρ ἐστι καὶ ποίημα δ Υιός. Οὔτε δὲ ὅμοιος κατ' ουσίαν τῷ Πατρί ἐστιν, οὔτε ἀληθινὸς, καὶ φύσει τοῦ Πατρὸς Λόγος ἐστίν οὔτε ἀληθινὴ σοφία αὐτοῦ ἐστίν· ἀλλ' εἷς μὲν τῶν ποιημάτων καὶ γεννητῶν ἐστι· καταχρηστικῶς δὲ Λόγος καὶ σοφία γενόμενος. Καὶ αὐτὸς δὲ, ἐν τῷ ἰδίῳ τοῦ Θεοῦ Λόγῳ καὶ τῇ ἐν τῷ Θεῷ σοφίᾳ ἐστίν ἐν ᾗ καὶ τὰ πάντα καὶ αὐτὸν πεποίηκεν ὁ Θεός. Διὸ καὶ τρεπτός ἐστι καὶ ἀλλοιωτές τὴν φύσιν, ὡς καὶ πάντα τὰ λογικά. Ξένος τε καὶ ἀλλότριος καὶ άπεσχοινισμένος ἐστὶν ὁ Λόγος τῆς τοῦ Θεοῦ οὐσίας καὶ ἄῤῥητός ἐστιν ὁ Πατὴρ τῷ Υἱῷ· οὔτε γὰρ τε λείως ὁρᾷν δύναται τὸν Πατέρα ὁ Λόγος, οὔτε τε λείως καὶ ἀκριβῶς γινώσκει αὐτόν. Καὶ γὰρ ἑαυτοῦ τὴν οὐσίαν οὐκ οἶδεν ὁ Υἱὸς ὡς ἔστι. Δι' ἡμᾶς γὰρ πεποίηται, ἵνα ἡμᾶς δι' αὐτοῦ ὡς δι᾿ ὀργάνου κτίσῃ ὁ Θεός. Καὶ οὐκ ἂν ὑπέστη, εἰ μὴ ἡμᾶς ὁ Θεὸς ἠθέλησε ποιῆσαι. Ηρώτησε γοῦν τις αὐτοὺς, εἰ δύναται ὁ τοῦ Θεοῦ Λόγος τραπῆναι, ὡς ὁ διάβολος ἐτράπη· καὶ οὐκ ἐφοβήθησαν εἰπεῖν, Ναὶ δύναται τρεπτῆς γὰρ φύσεώς ἐστι, γεννητὸς καὶ τρεπτός ὑπάρχων. Ταῦτα λέγοντας τους περί Αρειον καὶ ἐπὶ τούτοις ἀναισχυντοῦντας, αὐτούς τε καὶ τοὺς συνακολουθήσαντας αὐτοῖς, ἡμεῖς μὲν μετὰ τῶν κατ' Αίγυπτον ἐπισκόπων καὶ τῆς Λιβύης ἐγγὺς ἑκατὸν ὄντων συνελθόντες ἀναθεματίσαμεν· οἱ δὲ περὶ Εὐσέβιον προσεδέξαντο σπουδάζοντες συγκαταμίξαι τὸ ψεῦδος τῇ ἀληθείᾳ, καὶ τῇ εὐσεβείᾳ τὴν ἀσέβειαν. Αλλ' οὐκ ἰσχύσουσι· νικῇ γὰρ ἡ ἀλη θεια. Καὶ οὐδεμία ἔστι κοινωνία φωτὶ πρὸς σκότος, οὐδὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ. Τίς γὰρ ἤκουσε πώποτε τοιαῦτα; ἢ τίς νῦν ἀκούων οὐ ξενίζεται, καὶ τὰς ἀκοὰς βύει, ὑπὲρ τοῦ μὴ τὸν ῥύπον τούτων τῶν ῥημάτων ψαῦσαι τῆς ἀκοῆς; Τίς ἀκούων Ιωάννου λέγοντος, Εν ἀρχῇ ἦν ὁ Λόγος, οὐ και ταγινώσκει τούτων λεγόντων, "Ην ποτὲ ὅτε οὐκ ἦν; Η τίς ἀκούων ἐν τῷ Εὐαγγελίῳ, Ο μονογενής Υἱὸς, καὶ, Δι' αὐτοῦ ἐγένετο τὰ πάντα, οὐ μισήσει τούτους φθεγγομένους, ὅτι εἰς ἐστι τῶν ποιημάτων ὁ Υἱό;; Πῶς δὲ δύναται ἴσος εἶναι τῶν δι' αὐτοῦ γενομένων; ἢ πῶς μονογενὴς ὁ τοῖς πᾶσι κατ' ἐκεί τους συναριθμούμενο;; Πῶς δὲ ἐξ οὐκ ὄντων ἂν εἴη τοῦ Πατρὸς λέγοντος, Εξηρεύξατο ή καρδία
col. 41–42page 17 of 633
PG 146:41μου λόγον ἀγαθὲν, καὶ, Ἐκ γαστρὶς πρὸ ἑωση ρου ἐγέννησά σε; Η πῶς ἀνόμοιος τῇ ουσίᾳ τοῦ Πατρὸς ὁ ὢν εἰκὼν τελεία καὶ ἀπαύγασμα τοῦ Πα τρὸς, καὶ λέγων, Ὁ ἐμὲ ἑωρακώς εώρακε τὸν Πατέρα; Πῶς δὲ, εἰ Λόγος καὶ σοφία ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, ἦν ποτὲ ὅτε οὐκ ἦν; Ἴσον γάρ ἐστιν αὐτοὺς λέγειν ἄλογον καὶ ἄσοφόν ποτε τὸν Θεόν. Πῶς δὲ τρεπτό, ἢ ἀλλοιωτὸς ὁ λέγων δι' ἑαυτοῦ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, καὶ, Εγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν; διὰ δὲ τοῦ προφή του, Ιδετέ με ὅτι ἐγώ είμι, καὶ οὐκ ἠλλοίωμαι; Εἰ δὲ καὶ ἐπ' αὐτόν τις τὸν Πατέρα τὸ ῥητὸν δύνα ται ἀναφέρειν, ἀλλ᾽ ἁρμοδιώτερον ἂν εἴη περὶ τοῦ Λόγου νῦν λεγόμενον· ὅτι καὶ γενόμενος ἄνθρωπος οὐκ ἀλλοίωται· ἀλλ' ὡς ὁ ᾿Απόστολος, Ἰησοῦς Χρι στὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶ νας. Τί δὲ ἅμα εἰπεῖν αὐτοὺς ἔπεισεν, ὅτι δι' ἡμᾶς γέγονε, καίτοι τοῦ Παύλου γράφοντος, Δι' ὃν τὰ πάντα, καὶ δι' οὗ τὰ πάντα; Περὶ μὲν οὖν τοῦ βλασφημεῖν αὐτούς, ὅτι οὐκ οἶδεν ὁ Υἱὸς τὸν Πα τέρα, οὐ δεῖ θαυμάζειν· ἅπαξ γὰρ προθέμενοι χριστομαχεῖν, παρακρούονται καὶ τὰς φωνὰς αὐτοῦ τοῦ Κυρίου λέγοντος, Καθώς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Εἰ μὲν οὖν ἐκ μέσ μους γινώσκει ὁ Πατήρ τὸν Υἱόν, δηλονότι καὶ ὁ Υἱὸς ἐκ μέρους γινώσκει τὸν Πατέρα· εἰ δὲ τοῦτο λέγειν οὐ θέμις, οἶδε δὲ τελείως ὁ Πατήρ τὸν Υἱὸν, δῆλον ὅτι καθώς γινώσκει ὁ Πατὴρ τὸν ἑαυτοῦ Λό γεν, οὕτω καὶ ὁ Λόγος γινώσκει τὸν ἑαυτοῦ Πατέρα, οὗ καὶ ἔστι Λόγος Καὶ ταῦτα λέγοντες καὶ ἀναπτύσσοντες της θείας Γραφάς, πολλάκις ἀνετρέψαμεν αὐτούς· καὶ πάλιν ὡς χαμαιλέοντες μετεβάλλοντο, φιλονεικοῦντες εἰς ἑαυτοὺς ἐφελκύσαι τὸ γεγραμμένων· "Οταν ἔλθῃ ὁ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ. Πολλαὶ γοῦν αἱρέσεις πρὸ αὐτῶν γεγόνασιν, αἵτινες πλέον τοῦ δέοντος τολμήσασαι πεπτώκασιν εἰς ἀφρο σύνην. Οὗτοι δὲ διὰ πάντων αὐτῶν τῶν ῥημάτων ἐπιχειρήσαντες ταῖς ἀναιρέσεσι τῆς τοῦ Λόγου Θεό τητος, εδικαίωσαν ἐξ ἑαυτῶν ἐκείνας, ὡς ἐγγύτεροι τοῦ ᾿Αντιχρίστου γενόμενοι. Διὸ καὶ ἀπεκηρύχθησαν ἀπὸ τῆς Ἐκκλησίας, καὶ ἀνεθεματίσθησαν. Λυπούμεθα μὲν οὖν ἐπὶ τῇ ἀπωλείᾳ τούτων, καὶ μάλιστα ὅτι μαθόντες καὶ αὐτοί ποτε τὰ τῆς Ἐκ κλησίας, νῦν ἀπεπήδησαν· οὐ ξενιζόμεθα δέ· τοῦτο γὰρ καὶ Ὑμένα.ος καὶ Φιλητὸς πεπόνθασι, καὶ πρὸ αὐτῶν Ἰούδας ἀκολουθήσας τῷ Σωτήρι, ὕστερον δὲ προδότης καὶ ἀποστάτης γενόμενος. Καὶ περὶ τούτων δὲ αὐτῶν οὐκ ἀδίδακτος μεμενήκαμεν· ἀλλ' ὁ μὲν Κύριος προείρηκε, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνό ματί μου λέγοντες, Ἐγώ εἰμι· καὶ ὁ καιρὸς ἤγγικε, καὶ πολλοὺς πλανήσουσι. Μὴ πορευθῆτε ὀπίσω αὐτῶν· ὁ δὲ Παῦλος μαθὼν ταῦτα παρά χιν, ΧΙV,

Chapter IXCaput IX

col. 43–44page 18 of 633
PG 146:43τοῦ Σωτῆρος, έγραψεν, ὅτι ἐν ὑστέροις καιρι ἀποστήσονταί τινες τῆς πίστεως τῆς ὑγιαινούσης προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων ἀποστρεφομένων τὴν ἀλήθειαν. Τοῦ τοί νυν Σωτῆρος καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ αὐτ τοῦ παραγγέλλοντος, καὶ διὰ τοῦ ᾿Αποστόλου σημά ναντος περὶ τῶν τοιούτων, ἀκολούθως ἡμεῖς αὐτή κοοι τῆς ἀσεβείας αὐτῶν γενόμενοι, ἀνεθεματίσαμεν, καθὰ προείπομεν, τοὺς τοιούτους, ἀποδείξατε, αὐτοὺς ἀλλοτρίους τῆς καθολικῆς Ἐκκλησίας τε καὶ πίστεως. Εδηλώσαμεν δὲ καὶ τῇ ὑμετέρα θεοσε δείᾳ, ἀγαπητοὶ καὶ τιμιώτατοι συλλειτουργοί, ἵνα μήτε τινὰς ἐξ αὐτῶν, εἰ προπετεύσαιντο καὶ πρὸς ὑμᾶς ἐλθεῖν, προσδέξησθε, μήτε Εὐσεβίῳ ἢ ἑτέρῳ τινὶ γράφοντι περὶ αὐτῶν πεισθῆτε πρέπει γὰρ " ὑμᾶς, ὡς Χριστιανοὺς ὄντας, πάντας τοὺς κατά Χριστοῦ λέγοντάς τε καὶ φρονοῦντας ὡς θεομάχους καὶ φθορέας τῶν ψυχῶν ἀποστρέφεσθαι, καὶ μηδὲ κἂν χαίρειν τοῖς τοιούτοις λέγειν, ἵνα μή ποτε καὶ ταῖς ἁμαρτίαις αὐτῶν κοινωνοὶ γενώμεθα, ὡς παρ ήγγειλεν ὁ μακάριος Ιωάννης. Προσείπατε τους παρ' ὑμῖν ἀδελφούς· ὑμᾶς οἱ σὺν ἐμοὶ προσαγορεύουσιν. ο Ταῦτα τὰ γράμματα ἀπανταχοῦ φοιτῶντα με ζονα τὴν ἔριν ἐποίουν, καὶ τὸ κακὸν ἐκ φιλονεικία; ἐπικρατέστερον ἦν. Οἱ μὲν γὰρ σύμψηφοι γενόμεναι, προσυπέγραφον· οἱ δὲ καὶ ἀντέλεγον· μάλιστα δ' Εὐσέβιος ὁ Νικομηδεία;, καὶ πρὸς ἀντιπάθειαν ὥρμα· ἔτιπερ κάν τοῖς γράμμασι πολλὴν αὐτοῦ εἶναι τὴν καταφορὰν ἐπυνθάνετο· πολλοὶ δ᾽ αὐτῷ συνιέντες ὑπήκουον. Αλεξάνδρῳ δ' ἐκεῖνος συχνῶς ἐπέστελλεν, ἵνα τοὺς περὶ "Αρειον δέξηται τὸ ζή τημα παρεταμένῳ. Ενῆγε δὲ αὐτὸν ᾿Αρειος μάλι στα παραθήγων τοῖς γράμμασιν· ὧν τινα καὶ τῇ Ιστορίᾳ ἐντάξω, ὡ; ἂν καὶ οἱ κοινωνοῦντες τῆς ἀσεβείας κατάδηλοι γένωνται, πιστὸς δὲ καὶ ᾿Αλέξανδρος δόξει, μὴ ψευδή κατ' αὐτῶν συστησάμενος. Γράφει οὖν Αρειος τῷ Νικομηδείας Ευσεβίῳ πρὸς λέξιν οὕτω ΚΕΦΑΛ. Θ. Περὶ ὧν Αρειος τῷ Νικομηδείας ἔγραψεν Εὐσε βίῳ. Κυρίῳ ποθεινοτάτῳ ἀνθρώπῳ Θεοῦ, πιστῷ, όρο θοδόξῳ, Ευσεβίῳ, "Αρειος ὁ διωκόμενος ὑπὸ Ἀλε ξάνδρου τοῦ πάππα ἀδίκως διὰ τὴν πάντα νικῶσαν ἀλήθειαν, ἧς καὶ σὺ ὑπερασπίζῃ, ἐν Κυρίῳ χαί ρειν. Τοῦ Πατρός μου 'Αμμωνίου ἐρχομένου εἰς την Νικομήδειαν, εύλογον ὀφειλόμενον προσαγορεῦσαι σε ἐφάνη δι' αὐτοῦ· ὁμοῦ τε καὶ ὑπομνήσαι τὴν ἔμφυτόν σου ἀγάπην καὶ διάθεσιν, ἣν ἔχεις πρὸς τοὺς ἀδελφοὺς διὰ τὸν Θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ· ὅτι μεγάλως ἡμᾶς ἐκπορθεῖ καὶ ἐκδιώκει, και πάντα κάλων κινεῖ καθ᾿ ἡμῶν ὁ ἐπίσκοπος ὥστε ἐκδιῶξαι ἡμᾶς ἐκ τῆς πόλεως ὡς ἀνθρώπους ἀθέους· ἐπειδὴ οὐ συμφωνούμεν αὐτῷ δημοσίᾳ λέ γοντι, 'Αεὶ Θεὸς, ἀεὶ Υἱός· ἆνα Πατήρ, ἅμα Υιός. Συνυπάρχει ἀγεννήτως ὁ Υἱὸς τῷ Θεῷ. Λει
col. 45–46page 19 of 633
PG 146:45γενής ἐστιν, ἀγεννητογεννής ἐστιν. Οὔτε ἐπινοίᾳ οὔτε ἀτόμῳ τινὶ προάγει ὁ Θεὸς τοῦ Υἱοῦ. 'Αεὶ Υἱός, ἀεὶ Χριστός. Ἐξ αὐτοῦ ἐστι τοῦ Θεοῦ γι'ς. Καὶ ἐπειδὴ Εὐσέβιος ὁ ἀδελφός σου ἐν Καισαρεία, καὶ Θεόδοτος, καὶ Παυλίνος, καὶ ᾿Αθανάσιος, καὶ Γρηγόριος, καὶ 'Αέτιος, καὶ πάντες οἱ κατὰ τὴν ἀνατολὴν λέγουσιν, ὅτι προϋπάρχει ὁ Θεὸς τοῦ Υἱοῦ ἀνάρχως, ἀνάθεμα ἐγένοντο· δίχα μόνου Φίλογο του και Ελλανίκου καὶ Μακαρίου, ἀνθρώπων αἱρετικῶν ἀκατηχήτων, τὸν Υἱὸν λεγόντων οἱ μὲν ἐρυγήν, οἱ δὲ προβολὴν, οἱ δὲ συναγέννητον. Καὶ τούτων τῶν ἀσεβῶν οὐδὲ ἀκοῦσαι δυνάμεθα, καν μυρίους θανά τους ἐπαπειλῶσιν ἡμῖν οἱ αἱρετικοί. Ἡμεῖς δὲ τί λέγομεν καὶ φρονοῦμεν, καὶ ἐδιδάξαμεν καὶ διδάσκο μεν; Ὅτι ὁ Υἱὸς οὐκ ἔστιν ἀγέννητος, οὐδὲ μέρος ἀγέννητον κατ' οὐδένα τρόπον, οὔτε ἐξ ὑποκειμένου τινός· ἀλλ᾿ ὅτι θελήματι καὶ βουλῇ ὑπέστη πρὸ χρόνων καὶ αἰώνων, πλήρης Θεὸς μονογενής· ἀναλο λοίωτος καὶ πρὶν γεννηθῇ, ἤτοι κτισθῇ, ἢ ὁρισθῇ, ἢ θεμελιωθῇ, οὐκ ἦν. ᾿Αγέννητος γὰρ οὐκ ἦν. Διωκόμεθα δὲ, ὅτι εἴπαμεν, ᾿Αρχὴν ἔχει ὁ γιὸς, ὁ δὲ Θεὸς ἀναρχός ἐστι· διὰ τοῦτο διωκόμεθα· καὶ ὅτι εἴπαμεν ὅτι ἐξ οὐκ ὄντων ἐστίν. Οὕτως δὲ εἰ ταμεν, καθότι οὐ μέρος Θεοῦ ἐστιν, οὐδὲ ἐξ ὑπο κειμένου τινός· διὰ τοῦτο διωκόμεθα· λοιπὸν σὺ οἱ δας. Ερρωσθαί σε ἐν Κυρίῳ εὔχομαι, μεμνημένον τῶν θλίψεων ἡμῶν, συλλουκιανιστὰ ἀληθὴς Εὐσέβιε. ο Οι μέντοι καταλεγέντες ἦσαν Εὐσέβιος μὲν ὁ Καισαρείας της Παλαιστίνης ἐπίσκοπος, ὁ Παμφί που λεγόμενος· Λαοδικείας δὲ ἦν ὁ Θεόδοτος· Παν λίνος δὲ τῇ Τυρίων ἐπεσκόπει· τὴν δ' ᾿Αναζαρδων διεἶπεν ὁ ᾿Αθανάσιος· Βηρυτοῦ δὲ Γρηγόριος ἦν Λυδῶν δὲ, ἢ νῦν καλεῖται Διόσπολις, ὁ 'λέτιος. Ο τοι μὲν ἦσαν οἱ συμφωνοῦντες Αρείῳ τῆς δ' ἐναντ τίας ἐκάλει μοίρας τὸν τῆς Ἀντιόχου Φιλογόνιον, Ελλάνικόν τε τὸν Τριπόλεως, καὶ τὸν Ἱεροσολύμων Μακάριον, οὓς συκοφαντών, αἱρετικοὺς ὀνομάζει σε συναΐδιον καὶ προαιώνιον, ὁμότιμόν τε καὶ ὁμοούσ στον τῷ Πατρὶ Θεῷ τὸν Υἱὸν ἐδογμάτιζον. Ἐκ δὲ ταύτης κινηθείς της γραφής, πολλοὺς μὲν καὶ ἄλο λους ηρέθιζε, τὸν τὸν τῆς αἱρέσεως ἐξεμῶν ὁ Εὐσέ Ειος. Οἷα δὲ Παυλίνῳ τῆς Τυρίων Εκκλησίας Αγου μένῳ γέγραφεν, ἀκούειν χρεών. ΚΕΦΑΛ. Γ'. Οία ὁ Νικομηδείας Ευσέβιος Παυλίνῳ τῷ Τυρίων ἐπισκόπῳ ἐπέστειλε. Τῷ δεσπότῃ μου Παυλίνῳ Ευσέβιος ἐν Κυρίῳ χαίρειν. Οὔτε ἡ τοῦ δεσπότου μου Ευσεβίου σπουδή ὑπὲρ τοῦ ἀληθοῦς λόγου παρεσιωπήθη, ἀλλ' ἔφθασεν ἕως καὶ ἡμῶν, οὔτε ἡ σοῦ σιωπὴ ἐπὶ τούτῳ, δέσποτα. Καὶ ὅσον ἀκόλουθον, ἐπὶ μὲν τῷ δεσπότῃ μου Εὐσε Εἰς ηὐφράνθη μεν· ἐπὶ σοὶ δὲ λυπούμεθα, στοχαζί

Chapter XCaput X

col. 47–48page 20 of 633
PG 146:47ναι. Διὸ παρακαλῶ σε, εἰδότα ὡς ἀπρεπὲς ἀνδρὶ φρονίμῳ ἀλλοῖα φρονεῖν, καὶ σιωπᾶν τἀληθῆ, ἀνα σκευάσαντι τῷ πνεύματι τὸν λογισμών, περὶ τὸ γράφειν ἄρχου λυσιτελοῦντος καὶ σοὶ καὶ τοῖς ἀκούουσί σου μάλισθ' ὅταν κατ' ἀκολουθίαν τῆς Γραφῆς καὶ τοῖς ἴχνεσι τῶν λόγων αὐτῆς καὶ τῶν βουλημάτων ἐθέλοις γράφειν. Οὔτε γὰρ δύο ἀγένο νητα ἀκηκόαμεν, οὔτε ἓν εἰ; δύο διῃρημένον, οὐδὲ σωματικό, τι πεπονθός μεμαθήκαμεν ἢ πεπιο στεύκαμεν, δέσποτα· ἀλλ' ἓν μὲν τὸ ἀγέννητον· ἓν δὲ τὸ ὑπ' αὐτοῦ ἀληθῶς καὶ ἐκ τῆς οὐσίας αὐτοῦ γε γονός, καθόλου τῆς φύσεως τῆς ἀγεννήτου μετέχον, ὡς οὐκ ἂν ἐκ τῆς οὐσίας αὐτοῦ, ἀλλὰ γεγονὸς ὁλο σχερῶς, ἕτερον τῇ φύσει καὶ δυνάμει πρὸς τελείαν ὁμοιότητα διαθέσεώς τε καὶ δυνάμεως τοῦ πεποιηκότος γενόμενον. Οὗ τὴν ἀρχὴν οὐ λόγῳ μόνον ἀδιήγητον, ἀλλὰ καὶ ἐννοίᾳ, οὐκ ἀνθρώπῳ μόνον, ἀλλά καὶ τῶν ὑπὲρ ἀνθρώπους, πάντων εἶναι ἀκατάλη στον πεπιστεύκαμεν· καὶ ταῦτα, οὐχὶ λογισμούς ἑαυτῶν ὑποτιθέμενοι, ἀλλ' ἀπὸ τῆς ἁγίας Γραφής μεμαθηκότες, λέγομεν κτιστὸν εἶναι, καὶ θεμελιω τὸν, καὶ γεννητὸν τῇ οὐσίᾳ, καὶ τῇ ἀναλλοιώτῳ καὶ ἀῤῥήτῳ φύσει καὶ τῇ ἐμοιότητι πρὸς τὸν πεποιηκότα μεμαθήκαμεν, ὡς αὐτὸς ὁ Κύριος φησιν Ο Θεὸς ἔκτισε με ἀρχὴν ὁδῶν αὐτοῦ· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Εἰ δὲ ἐξ αὐτοῦ, τοῦτ' ἔστιν, ἀπ' αὐτοῦ ἦν, ὡς ἂν μέρος αὐτοῦ ἢ ἐξ ἀπορ βοίας τῆς οὐσίας, οὐκ ἂν ἔτι κτιστὸν, οὐδὲ θεμελιω τὸν εἶναι ἐλέγετο· οὐδὲ αὐτὸς ἀγνοεῖς, κύριε, ἀλη θῶς τὸ γὰρ ἐκ τοῦ ἀγεννήτου ὑπάρχον κτιστὸν ἔτι ὑφ᾽ ἑτέρου ἢ αὐτοῦ, ἢ θεμελιωτόν, οὐκ ἂν εἴη, εξαρχῆς ἀγέννητον ὑπάρχον. Εἰ δὲ τὸ γεννητὸν αὐτ τοῦ λέγεσθαι ὑπόφασίν τινα παρέχει, ὡς ἂν ἐκ τῆς οὐσίας τῆς πατρικῆς αὐτὸν γεγονότα, καὶ ἔχειν ἐκ τούτου τῆς φύσεως την ταυτότητα, γινώσκομεν ὡς οὐ περὶ αὐτοῦ μόνου τὸ γεννητὸν εἶναί φησιν ἡ Γραφή, ἀλλὰ καὶ ἐπὶ τῶν ἀνομοίων αὐτῷ κατά πάντα τῇ φύσει. Καὶ γὰρ καὶ ἐπ' ἀνθρώπων φησιν, Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέ τησαν· καὶ, Θεὸν τὸν γεννήσαντά σε εγκατέλιπες. Καὶ ἐν ἑτέροις τί φησιν; Ο τετοκὼς βώλους διό σου· οὐ τὴν φύσιν ἐκ τῆς φύσεως διηγούμενος, ἀλλὰ τὴν ἐφ' ἑκάστῳ τῶν γενομένων ἐκ τοῦ βουλή. ματος αὐτοῦ γένεσιν· οὐδὲ γάρ ἐστιν ἐκ τῆς οὐσίας αὐτοῦ· πάντα δὲ βουλήματι αὐτοῦ γενόμενα, ἕκασ στον ὡς καὶ ἐγένετο· ὁ μὲν γὰρ Θεός, τὰ δὲ πρὸς ὁμοιότητα αὐτοῦ λόγῳ ὅμοια εσόμενα· πάντα δὲ ἐκ τοῦ Θεοῦ. "Απερ λαβὼν καὶ ἐξεργασάμενος, κατὰ τὴν προσοϊσάν σοι θεόθεν χάριν, γράψαι τῷ δεσπότῃ μου 'Αλεξάνδρῳ σπούδασον. Πεπίστευκα γὰρ ὡς, εἰ γράψεις αὐτῷ, ἐντρέψεις αὐτόν. Πάντας πρόσειπε τοὺς ἐν Κυρίῳ. Ερβωμένον σε, καὶ ὑπὲρ ἡμῶν ευχόμενον, ή θεία χάρις διαφυλάττοι σε, δέο μενοι τὴν σιωπὴν ἀνδρὸς τοιούτου ἦταν ἡμῶν εἶ σποτα. ὑπίβασιν.
col. 49–50page 21 of 633
PG 146:49ΚΕΦΑΛ. ΙΑ'. Περὶ τῶν ὑπὲρ 'Αρείου συνόδων· καὶ περὶ τῆς τὴν οἰκουμένην διαλαβούσης συγχύσεως δια τοῦτον. Τοιαῦτα καὶ οὗτοι ἔγραφον πρὸς τὸν κατὰ τῆς ἀληθείας ὁπλιζόμενοι πόλεμον. ὡς δὲ πολλὰ γράφοντες ήκιστα πείθειν τὸν ᾿Αλέξανδρον εἶχον, χαλεπαίνοντες ἦσαν ὡς ὑβρισμένοι· καὶ σπουδὴν ἐτίθεντο τὸ ᾿Αρείου κρατῦναι δόγμα. Καὶ δὴ ἐν τῇ Βιθυνῶν τὸ τῆς ἀσεβείας συγκροτήσαντες ἐργαστήριον, τοῖς ἀνὰ τὴν οἰκουμένην οἱ περὶ Εὐσέβιον ἐπισκόποις ἔγραψαν, Αρειόν τε καὶ τοὺς μετ' αὐτοῦ κοινωνία; ἀξιοῦν· εἶναι γὰρ αὐτοῖς ἐῤῥωμένην τὴν περὶ τὸ δόγμα δόξαν· καὶ ᾿Αλέξανδρον δὲ ταυτὸ τοῦτο δρά. και παρασκευάζειν. Ὡς δὲ οὐδὲν ἧττον τὸ σπού δασμα παρά γνώμην ἐξέβαινεν, ᾿Αλεξάνδρου τοῖς ἅπαξ κατ' ᾿Αρείου δεδογμένοις ἐμμένοντος, ἀπει πών Αρειος, πρεσβείαν ἔστελλε Παυλίνῳ τε καὶ Εὐσεβίῳ τῷ Παμφίλου, καὶ Πατροφίλῳ τῷ Σκυθοπόλεως, καὶ περὶ ἐκείνους συστήματι, ἐπιτετράφθαι οἱ καὶ τοῖς ἀμφ' αὐτὸν, τὸν περὶ αὐτὸν ὡς πρότερον ἐκκλησιάζειν λαὸν, οἷα δὴ καὶ τὴν τῶν πρε σβυτέρων τάξιν ἐκ πολλοῦ ἔχοντα, ἔθους ἐκ παλαιοῦ κρατήσαντος ἕνα μὲν εἶναι τὸν κατὰ πάντων ἐπίσ σκοπον, τοὺς δὲ πρεσβυτέρους ἰδίας τὰς ἐκκλησίας ἔχειν, καὶ τὸν λαὸν ἐκεῖτε συνάγοντας ἐκδιδάσκειν. Οἱ δὲ δέχονται τὴν πρεσβείαν· καὶ ἐν Παλαιστίνῃ μεθ' ἑτέρων γενόμενοι, τὴν ᾿Αρείου αἴτησιν ἐκπληροῦσιν, ἐγγράφως διαταξάμενοι συνάγειν μὲν ὡς πρότερον "Αρειον, Αλεξάνδρῳ γε μὴν ὑποκεῖσθαι δεῖσθαι δὲ καὶ ἀντιβολεῖν τῆς ἐκείνου κατατυγχάνειν εἰρήνης τε καὶ ἑνώσεως. Καὶ ἄλλη δ' ἐν Αἰγύ πτῳ σύνοδος ὑπὲρ τούτων συνίστατο. Συνέπραττε δὲ αὐτῷ καὶ Μελίτιος καὶ οἱ περὶ αὐτὸν, οἱ τῆς Ἐκ κλησίας προ βραχέος σχισθέντες, καὶ τὰ μέγιστα συνελαμβάνοντο,ἅτε δὴ καὶ οὗτοι κακῶς πρὸς 'Αλέ ξανδρον διακείμενοι. Τίς δὲ ὁ Μελίτιος οὗτος φθάσ νομεν εἰρηκότες. Τοῖς δὲ κατ' Αίγυπτον καὶ ταῖς ἀπανταχοῦ ἐκκλησίαις διασπαρείσης τῆς αἱρέσεως, ἔρις ἐν ἑκάστοις ἄμαχος ἀνηγείρετο. Ὁ δὲ κοινὸς ὄχλος κρίνων ἦν τὰ τοιαῦτα· καὶ ἐπ' ἀγορᾶς προβ. κειντο, τῶν μὲν τοῖσδε, τῶν δ᾽ ἐκείνοις προστιθεμένων καὶ ἐπικλινομένων. Τραγῳδία τε καὶ γέλως ἄντικρυς τὰ δρώμενα ἦσαν. Οὐ γὰρ ἀλλόγλωσσοι ταῖς ἐκκλησίαις ἐπεστράτευον, ἀλλ᾽ ὁμοδίαιτοι καὶ ἐμόφυλοι κατ' ἀλλήλων ὑπλίζοντο, ταῖς γλώσσαις οἷα δόρασι χρώμενοι· καὶ ὑπ' ἀλλήλων κατησθίοντο ἕκαστοι. Εἰς τοσοῦτον δ᾽ ἀτοπίας προέβη τὸ πρᾶγμα, ὡς δημοσίᾳ ἐν καταγέλωτι τὰ τοῦ Χριστιανισμοῦ ἐκκεῖσθαι. Νεανικῶς γὰρ διαπληκτιζόμενοι, πρέσβει; ἔστελλον, ὁποῖον τῶν μερῶν μείζονα περιαθροίσει τον σύλλογο.ν. Γράμματα δ' εναντία παρ' ἑκάστοις ἐπέμποντο, ὡς πλεῖστα καὶ ᾿Αλέξανδρον καὶ "Αρειον ταῖς σφετέραις δόξαις συναγαγεῖν· ὡς ἐξ ἐκείνων καὶ τὰς ἑξῆς αἱρέσεις 'Αρειανών, Ευνομιανῶν, καὶ ὅτων ἄλλων, την πρόφασιν τῆς συστάσεως ἐσχη κέναι.

Chapter XIICaput XII

col. 51–52page 22 of 633
Caput XI
PG 146:51ΚΕΦΑΛ. ΙΒ'. Ως ἀκούσας τὴν τῆς ῾Εκκλησίας ἔριν ὁ Κων σταντίνος, "Οσιον τὸν Ισπανὸν εἰς τὴν ἕω ἀπέστελλεν εἰς διαλλαγάς χωρῆσαι τοῖς στα σιάζουσιν. Ἐπεὶ δὲ ἡ ἔρις ἄχρι καὶ τῶν βασιλείων ἐφοίτα, οὐ μετρίως ἐδυσφόρησε διακούσας ὁ πανεύφημος βασιλεύς. Περιαλγής δὲ τὴν ψυχὴν γενόμενος, οι κείαν ελογίσατο συμφοράν· καὶ παραχρῆμα σβέσαι τὴν ἀναπτομένην φλόγα σπουδὴν ἐποιεῖτο, καὶ τὴν τῶν κακῶν ὡς τάχος ἐμφράξαι πηγήν. Καὶ γὰρ ᾤετο προσφάτως ήδη τῆς θρησκείας αὔξειν ἀρχομένης, πολλοὺς τῇ διαφωνίᾳ τῆς δόξης ἀποστραφῆναι τὴν πίστιν· καὶ γράφων, ἐν αἰτίαις ἐτίθει καὶ ᾿Αρειον καὶ ᾿Αλέξανδρον, ἐγκαλῶν, οἷς δυναμένην λαβεῖν ζήτησιν ἦγον εἰς μέσον· καὶ τῇ ἄγαν τοῦ φιλονε κεῖν μετακλίσει, παράγειν & μήτε κινεῖν ἔδει, μήτε τὴν ἀρχὴν ἐνθυμεῖσθαι· καὶ ἐνθυμηθέντας, σιωπῇ κρύπτειν· μηδ' οὕτως ἀλλήλων ἀποδιίστασθαι, εἰ καὶ τέως περί τε τοῦ δόγματος διαφέρονται. Τὸ γὰρ ἀναγκαῖον ἐν εἶναι, περὶ τῆς θείας προνοίας συμ φωνεῖν πάντας, καὶ τὴν αὐτὴν τηρεῖν πίστιν. Τὸ δ' ἀκριβολογεῖν περὶ τῶν τοιούτων ἐν δευτέρῳ τίθετ σθαι. Εἰ δὲ καὶ ἀμφίβολοι γένοιντο γνῶμαι, ἐν ἀποῤῥήτῳ τῆς διανοίας επηλυγάζειν. Διά τοι καὶ τῆς περὶ τὰ τοιαῦτα λέσχης ὡς πορρωτέρω γενο μένους, τὰ ἴσα φρονεῖν ὁπετίθει· ἄχθεσθαι γὰρ τοῖς τοιούτοις ὡς πλεῖστον· καί γε προύργου τιθέμενον καὶ τὰς κατὰ τὴν ἕω πόλεις ἰδεῖν καὶ αὐτὴν ᾿Αλεξάνδρειαν τὴν τοιαύτην ἔριν καθίστασθαι ἐμπου δών. Τοιαῦτα δή τινα σύμμικτα γέμψει καὶ συμ βουλῇ ᾿Αλεξάνδρῳ καὶ ᾿Αρείῳ ὁ πάνσοφος έγραφε βασιλεύς. Λίαν δὲ χαλεπῶς ἔφερε πυνθανόμενος, καί τινας κατὰ τὴν ἕω τὴν τοῦ Πάσχα ἑορτὴν μὴ ἐπὶ μιᾶς ἄγειν ἡμέρας, ὡς τοὺς ἄλλους ἅπαντας Χριστιανούς· διαφόρους δ' ἐντεῦθεν καθίστασθαι καὶ τῷ ἀκοινωνήτῳ μὲν μὴ διίστασθαι, ὅτε δὲ Ἰουδαϊκώτερον ἐπιτελοῦντας αὐτὸ, συμβαίνειν τὸ φαι δρὸν τῆς πανηγύρεως ἀμαυροῦσθαι τῇ διχονοίᾳ καὶ καταβλάπτεσθαι. Καί γε τὸ ἀστασίαστον τῇ Ἐκε κλησία πραγματευόμενος, ἐσπούδασε δι' ἀμφότερα προκαταλαβεῖν τὴν τοῦ κακοῦ ῥύμην, πρὶν εἰς πολ λούς διαβῇ, καὶ τὸ στασιάζον συναγαγεῖν εἰς ὁμό νοια». Καὶ δή τινα τῶν ἀμφ' αὐτὸν βίῳ τε καὶ λόγῳ διάσημον ἄνδρα εὑρών· διαβόητον μὲν κἂν τοῖς ἄλ λοις, καν ταῖς ὑπὲρ τῆς πίστεως ομολογίαις μικρῷ πρόσθεν εὐδοκιμήσαντα· δι᾿ αἰδοῦς δὲ καὶ ὅτι πλεί στης ήγε τιμῆς τοῦτον ὁ βασιλεύς· ὄνομα δ' ἐκείνῳ ῞Οσιος ἦν· μιᾶς δὲ τῶν ἐν Ισπανίᾳ πόλεων τὴν ἐπισκοπὴν ἐκληροῦτο· Κουρδούδη δὲ ἐκαλεῖτο τοῦτον μετὰ γραμμάτων τοῖς ἐν Αἰγύπτῳ στασιάζουσιν ἔπεμπε, καταλλάξαι τε καὶ εἰς ὁμόνοιαν ἀγαγεῖν· ἔτι δὲ καὶ τοῖς περὶ τὴν ἑορτὴν διαφερομένοις κατὰ τὴν ἕω τὴν συμφωνίαν βραβεῦσαι. Μέρος δὲ ὧν ἐπεφέρετο γραμμάτων, οὐκ ἂν δι' όχλου γένοιτο, εἴ γε τῇ συγγραφῇ παραθείημεν τὸ γὰρ
col. 53–54page 23 of 633
PG 146:53πλῆρες Εὐσέβιος ἐν τῷ τρίτῳ τῶν πρὸς Κωνσταντῖνον βιβλίων ἀνέγραψεν. Εχει δὲ οὕτω ΚΕΦΑΛ. ΙΓ'. Επιστολὴ τοῦ θεοφιλούς βασιλέως, Αλεξάνδρῳ καὶ Ἀρείῳ πεμφθεῖσα. Νικητής Κωνσταντίνος, μέγιστος, σεβαστές, Αλεξάνδρῳ καὶ ᾿Αρείῳ. Μανθάνω ἐκεῖθεν ὑπῆρχθαι τοῦ παρόντος ζητήματος την καταβολήν. Οταν γὰρ σύ, ὦ ᾿Αλέξανδρε, ἐζήτεις παρὰ τῶν πρεσβυτέρων μαθεῖν, τί δή ποτε νοεῖ ἕκαστος αὐτῶν ὑπέρ τινος τόπου τῶν ἐν νόμῳ γεγραμμένων· μᾶλλον δὲ ὑπέρ * τινος ματαίου ζητήματος μέρους πυνθάνοιο· σύ τε, ὦ Αρειε, ὅπερ ἢ μήτε τὴν ἀρχὴν ἐνθυμηθῆναι, ή ἐνθυμηθέντα σιωπῇ παραδοῦναι προσῆκον ἦν, ἀπρος όπως εντέθεικας, τῆς ἐν ὑμῖν διχονοίας ἐγερθείσης, ἡ μὲν σύνοδος ἠρνήθη· ὁ δὲ ἀγιώτατος λαὸς εἰς ἀμφοτέρους σχισθεὶς, ἐκ τῆς τοῦ κοινοῦ σώματος ἁρμονίας ἐχωρίσθη· οὐκοῦν ἑκάτερος ὑμῶν ἐξ ἴσου τὴν γνώμην παρασχών, ὅπερ ἂν ὁ συνθεράπων ὑμῶν δικαίως παραινῇ, δέξασθε. Τί δὲ τοῦτό ἐστιν, οὔτε ἐρωτᾷν ὑπὲρ τῶν τοιούτων ἐξαρχῆς προσῆκον ἦν, οὔτε ἐρωτώμενον ἀποκρίνασθαι. Τὰς γὰρ τοιαύτας ζητήσεις, οπόσας οὐ νόμου τινὸς ἀνάγκη προσ τάττει, ἀλλ᾽ ἀνωφελούς ἀργίας ἐρεσχελία προστίθησιν, εἰ καὶ φυσικής τινος γυμνασίας γένοιτο ἕνεκα, όμως ὀφείλομεν εἴσω της διανοίας ἐγκλείειν, καὶ μὴ προχείρως εἰς δημοσίας συνόδους εκφέρειν, μηδὲ ταῖς πάντων ἀκοαῖς ἀπρονοήτως πιστεύειν. Πότος γάρ ἐστιν ἕκαστος, ὥστε πραγμάτων οὕτω μεγάλων καὶ λίαν δυσχερῶν δύναμιν ἢ πρὸς τὸ ἀκριβὲς συνιδεῖν, ἢ κατ' ἀξίαν ἑρμηνεῦσαι; Εἰ δὲ καὶ τοῦτο ποιεῖν τις εὐχερῶς νομισθείη, πόσον μέ ρος τοῦ δήμου πείσει; Η τίς δς ταῖς τῶν τοιούτων ἀκριβείαις ἔξω τῆς ἐπικινδύνου παρολισθήσεως ἀνα τισταίη; Οὐκοῦν ἐφεκτέον ἐν τοῖς τοιούτοις τὴν πολυλογίαν· ἵνα μήπως ἡ ἡμῶν ἀσθένεια τῆς φύσ σεως, τὸ προτεθὲν ἑρμηνεῦσαι μὴ δυνηθέντων, ἢ ἡ τῶν διδασκομένων ἀκροατῶν βραδυτέρα σύνεσις, πρὸς ἀκριβῆ τοῦ ῥηθέντος κατάληψιν ἐλθεῖν μή χω ρησάντων, αὖθις ἐξ ἑκατέρου τούτων, ή βλασφημίας ἢ σχίσματος, εἰς ἀνάγκην ὁ δῆμος περισταίη. Διό περ καὶ ἐρώτησις ἀπροφύλακτος, καὶ ἀπόκρισις ἀπρονόητος, τὴν ἴσην ἀλλήλαις ἐπιδιδότωσαν ἐφ' ἑκατέρῳ συγγνώμην. Οὐδὲ γὰρ ὑπὲρ τοῦ κορυφαίου τῶν ἐν τῷ νόμῳ παραγγελμάτων ἡμῖν ἐξήφθη πρό φασις, οὐδὲ καινή τις ὑμῖν ὑπὲρ τῆς τοῦ Θεοῦ θρησκείας αίρεσις ἀντεισήχθη· ἀλλ᾿ ἕνα καὶ τὸν αὐτὸν ἔχετε λογισμόν, ὥσπερ τὸ τῆς κοινωνίας σύν θημα. Ὑμῶν γὰρ ἐν ἀλλήλοις ὑπὲρ μικρῶν καὶ λίαν ἐλαχίστων φιλονεικούντων, τοσοῦτον τὸν τοῦ Θεοῦ λαὸν ταῖς ὑμετέραι; ἰθύνεσθαι φρεσὶν οὐ προσήκει διὰ τὸ διχονοεῖν· ἀλλ᾽ οὔτε πρέπον οὔτε ὅλως θεμιτὸν εἶναι πιστεύεται. Ἵνα δὲ μικρῷ πα ραδείγματι τὴν ὑμετέραν σύνεσιν ὑπομνήσω, λέξω. Ιστε δὴ καὶ τοὺς φιλοσόφους αὐτούς, ὡς ἑνὶ μὲν ἔπαντε; δόγματι συντίθενται· πολλάκις δὲ ἐν τ

Chapter XIIICaput XIII

col. 55–56page 24 of 633
PG 146:55τῶν ἀποφάσεων μέρει διαφωνούσιν· εἰ καὶ τῇ τῆς ἐπιστήμης ἀρετῇ διαφωνοῦσι, τῇ μέντο: τοῦ σώμα τος ἑνώσει πάλιν εἰς ἀλλήλους συμπνέουσιν. Εἰ δὲ τοῦτό ἐστι, πῶς οὐ πολλῷ δικαιότερον ὑμᾶς τοῦ μεγάλου Θεοῦ θεράποντας καθεστῶτας ἐν τοιαύτῃ προαιρέσει θρησκείας, ὁμοψύχους ἀλλήλοις εἶναι; Επισκεψώμεθα δὲ λογισμῷ μείζονι, καὶ πλείονι συνέσει τὸ ῥηθὲν ἐνθυμηθῶμεν, εἴπερ ὀρθῶς ἔχει δι' ὀλίγας καὶ ματαίας ῥημάτων ἐν ὑμῖν φιλονεικίας ἀδελφοὺς ἀδελφοῖς ἀντικεῖσθαι, καὶ τὸ τῆς συνόδου τίμιον ἀσεβεῖ διχονοίᾳ χωρίζεσθαι δι' ὑμῶν, οἱ πρὸς ἀλλήλους ὑπὲρ μικρῶν οὕτω καὶ μηδαμῶς ἀναγκαίων φιλονεικεῖτε. Δημώδη ταῦτ' ἐστί· καὶ παιδικαῖς ἑν νοίαις ἁρμόττοντα μᾶλλον ἢ τῇ τῶν ἱερέων καὶ φρονίμων συνέσει ἀνδρῶν προσήκοντα. ᾿Αποστῶμεν ἑκόντες τῶν διαβολικῶν πειρασμῶν. Ο μέγας Θεός καὶ Σωτὴρ ἡμῶν πάντων κοινὴν ἅπασι τὸ φῶς ἐξέ τεινεν· ἐφ' οὗ τῇ προνοίᾳ ταύτην ἐμοὶ τῷ θερα πευτῇ τοῦ κρείττονος τὴν σπουδήν εἰς τέλος ἐνεγκεῖν συγχωρήσατε· ὅπως δι' ὑμῶν τοὺς ἐκείνου δήμους ἐμῇ προσφωνήσει καὶ ὑπηρεσίᾳ καὶ νουθεσίας ένα στάσει πρὸς τὴν τῆς συνόδου κοινωνίαν ἐπαναγάγοιμι. Ἐπειδὴ γὰρ, ὡς ἔφην, μία τίς ἐστι πίστις ἐν ὑμῖν, καὶ μία τῆς καθ' ἡμᾶς αἱρέσεως σύνεσις, τό τε τοῦ νόμου παράγγελμα τοῖς δι' ἑαυτοῦ μέρες σιν εις μίαν ψυχῆς πρόθεσιν τὸ ὅλον συγκλείει, τοῦτο ὅπερ ὑμῖν ἐν ἀλλήλοις φιλονεικίαν ήγειρεν, ἐπειδὴ μὴ πρὸς τὴν τοῦ παντὸς νόμου δύναμιν ἀνή κει, χωρισμόν τινα καὶ στάσιν ἐν ὑμῖν μηδαμῶς ἐμπο:είτω. Καὶ λέγω ταῦτα, οὐχ ὡς ἀναγκάζων ὑμᾶς ἐξάπαντος τῇ λίαν εὐήθει καὶ οἰᾳδήποτε ἐστιν ἐκείνῃ ζητήσει συντίθεσθαι. Δύναται γὰρ καὶ τὸ τῆς συνόδου τίμιον ὑμῖν ἀκέραιον φυλάττεσθαι, καὶ ἡ αὐτὴ κατὰ πάντων κοινωνία τηρεῖσθαι· κἂν τὰ μάλιστά τις ἐν μέρει πρὸς ἀλλήλους ὑπὲρ ἐλαχίστου διαφωνία γένηται· ἐπεὶ μηδὲ πάντες ἐν πᾶσι ταυτὸ βουλόμεθα· μηδὲ μία τις ἐν ὑμῖν φύσις ἢ γνώμη πολιτεύεται. Περὶ μὲν οὖν τῆς θείας προνοίας μία τις ἐν ὑμῖν ἔστω πίστις, μία σύνεσις, μία συνθήκη τοῦ κρείττονος· ἃ δὲ ὑπὲρ τῶν ἐλαχίστων τούτων ζητήσεων ἐν ἀλλήλοις ἀκριβολογεῖσθε, κἂν μὴ πρὸς μίαν γνώμην συμφέρηται, μένειν εἴσω λογισμών προσήκει τῷ τῆς διανοίας ἀποῤῥήτῳ τηρουμένῳ. Τὸ μέντοι τῆς κοινῆς φιλίας ἀπόῤῥητόν τε καὶ ἐξαίρε τον, καὶ ἡ τῆς ἀληθείας πίστις, ἥ τε περὶ τὸν Θεὸν καὶ τὴν τοῦ νόμου θρησκείαν τιμή, μενέτω παρ' ὑμῖν ἀσάλευτος. Επανέλθετε δὴ πρὸς τὴν ἀλλήλων φιλίαν τε καὶ χάριν. Απόδοτε τῷ σύμπαντι λαῷ τὰς οἰκείας περιπλοκάς· ὑμεῖς τε αὐτο, καθάπερ τις ἑαυτῶν ψυχὰς ἐκκαθάραντες, αὖθις ἀλλήλους ἐπίσ γνωτε. Ιδίων γὰρ πολλάκις γίνεται φιλία μετὰ τὴν τῆς ἔχθρας ἀπόθεσιν, αὖθις εἰς καταλλαγὴν ἐπαν ἐλθοῦσα. Απόδοτε οὖν μοι γαληνὰς μὲν ἡμέρας νύκτας δὲ ἀμερίμνους· ἵνα καμοί τις ἡδονὴ καθα ροῦ φωτὸς καὶ βίου λοιπὸν ἥσυχος εὐφροσύνη σών
col. 57–58page 25 of 633
PG 146:57ζηται· εἰ δὲ μή, στένειν ἀνάγκη καὶ δακρύοις διό λου συνέχεσθαι, καὶ μηδὲ τὸν τοῦ ζῆν αἰῶνα πράξω; 559 ὑφίστασθαι. Τῶν γάρ τοι τοῦ Θεοῦ λαῶν, τῶν συν θεραπόντων λέγω τῶν ἐμῶν, οὕτως ἀδίκως και βλαβερά πρὸς ἀλλήλους φιλονεικίᾳ κεχωρισμένων, ἐμὲ πῶς ἐγχωρεῖ τῷ λογισμῷ συνεστάναι λοιπόν; Ἵνα μηδὲ τῆς ἐπὶ τούτῳ λύπης τὴν ὑπερβολὴν αἴ σθησθε, ἀκούσατε. Πρώην ἐπιστάς τῇ Νικομηδέων πόλει, παραχρήμα εἰς τὴν ἑψαν επειγόμην τῇ γνώμῃ· σπεύδοντι δέ μοι πρὸς ὑμᾶς ἤδη, καὶ τῷ πλείονι μέρει σὺν ὑμῖν ἔντι, ἡ τοῦδε τοῦ πράγμα της ἀγγελία πρὸς τὸ ἔμπαλιν τὴν λογισμὸν ἀνεχαίτισεν· ἵνα μὴ τοῖς ὀφθαλμοῖς ὁρᾶν ἀναγκασθείην, & μηδὲ ταῖς ἀκοαίς προσίεσθαι δυνατὸν ἡγούμην. Ανοίξατε δή μοι λοιπὸν ἐν τῇ καθ' ὑμᾶς ὁμονοίᾳ τῆς ἑῴας τὴν ὁδὸν, ἣν ταῖς πρὸς ἀλλήλους φιλονει- " κίαις ἀποκλείσατε· καὶ συγχωρήσατε θᾶττον ὑμᾶς τε ὁμοῦ καὶ τοὺς ἄλλους ἅπαντας δήμους ἐπιδεῖν χαίροντας, καὶ τὴν ὑπὲρ τῆς κοινῆς ἁπάντων ὁμο νοίας καὶ ἐλευθερίας ὀφειλομένην χάριν ὑπερευφή μοις λόγων συνθήμασιν ὁμολογήσαι τῷ κρείττονι. ΚΕΦΑΛ. ΙΔ'. Περὶ τῆς ἐν Νικαίᾳ πρώτης οἰκουμενικῆς ἁγίας. συνόδου· υἷαι περὶ αὐτῆς ὁ Εὐσέβιος γράψει. Ο μὲν οὖν βασιλεὺς τοιαῦτα συνέσεως ἔγραφε ῥήματα· ἐκράτει δ' οὖν ὅμως ἡ φιλονεικία, καὶ παρ' ἐλπίδας ἐχώρει τὸ πράγμα, καὶ κρείττων ἦν ἡ ἔρις διαλλαγῶν. Οὔτε γὰρ ἡ τοῦ κρατοῦντος σπουδή, ούτε ἡ τοῦ διακονησαμένου τοῖς γράμμασιν ἀρετὴ ἴσχυε τοσοῦτον γὰρ εἶχον πείθεσθαι, ὥστε καὶ ἐπὶ μᾶλ λον πρὸς ἄμυναν ἠρεθίζοντο· ὅθεν καὶ ἄπρακτος ἐπανῄει ὁ τὴν εἰρήνην βραβεῦσαι ἀπεσταλμένος. 'Ορῶν τοίνυν ὁ βασιλεὺς τὸ δεινὸν κορυφούμενον, την πολυθρύλλητον ἐκείνην σύνοδον κατὰ τὴν ἐν Βιθυνία Νίκαιαν συνεκρότει, γράμμασι τοὺς ἀπαν ταχοῦ ἐπισκόπους εἰς ῥητὴν ἡμέραν μεταστελλόμε Οχήματά τε δημόσια τούτους ἦγον, ἵπποι καὶ ὀρεῖς καὶ ἡμίονοι· οὐκ αὐτοὺς δὲ μόνον, ἀλλὰ καὶ ἔσοι τούτοις πρὸς θεραπείαν συνείποντο· ἦσαν δὲ σχεδὸν ἐκ πασῶν ἐπαρχῶν τε καὶ πόλεων, ὧν τάς τε κλήσεις, καὶ ὧν ἐπεσκόπουν πόλεων τὰς ὀνομασίας, ὁ πολὺς ᾿Αθανάσιος ἐν τῷ ἑαυτοῦ συνοδικῷ κατηρίθμησεν. Ησαν δὲ ἀρχιερεῖ; ἀμφὶ τοῖς τρια κοσίοις δέκα πρὸς τοῖς ὀκτώ. Οὐχ ἥττους δὲ ἦσαν καὶ ἱερεῖς καὶ διάκονοι συνεπόμενοι. Τῶν δ' ἀποστολικῶν θρόνων ἐκοινώνουν Αλέξανδρος μὲν ὁ ᾿Αλεξανδρείας τῆς πρὸς τῇ Μαρεία λίμνη κειμένης Ευστάθιος τε, ἤδη τὴν πρὸς τῷ Ὁρόντῃ ἐπιτραπείς Αντιόχειαν. Φιλογονίου γὰρ ἄρτι τὴν πρὸς Θεὸν στειλαμένου, καὶ τὴν ἀμείνω βίον μετειληχότος, τοῦτον οἱ τῆς ἐπαρχίας ἀρχιερεῖς τε καὶ ἱερεῖς, ἔτι δὲ καὶ ὁ κοινὸς τοῦ Κυρίου λαλ, βίαν πλείστην επα γαγόντες, ἐκ Πεῤῥοίας ἐπὶ τὸν θρόνον ἀνείλκυσαν ἐπιπλεῖστον ἀπαγορεύοντα· ὁ φερώνυμός τε τῶν Ιεροτολύμων Μακάριος· Ἰούλλιος δὲ ἡ Ῥώμης, και ὁ τῆς Κωνσταντίνου Μητροφάνης. Ὁ μὲν ὁ Ρώ

Chapter XIVCaput XIV

col. 59–60page 26 of 633
PG 146:59ή μης διὰ γῆρας βαθύ, ὁ δὲ διὰ πολλὴν ἀσθένειαν ἀπελείφθησαν. Αντ᾿ αὐτῶν δὲ κατὰ δύο πρεσβύτεροι διεπέμφθησαν· Ῥωμαῖοι μὲν Βίτων τε καὶ Βικέντιος· ἐκ δὲ Μητροπάνους ἕτεροι βίῳ καὶ λόγῳ πολλῷ διαφέροντες· ἐγγύην λαβόντες, τόν τ' ἐκεί νων τόπον ἀναπληροῦν, καὶ τοῖς καλῶς πραττομένοις συνθέσθαι. Πολλοὶ δ᾽ ἦταν ἐκείνων ἀποστολικοῖς χαρίσμασι διαπρέποντες. Οὐκ ἐλάχιστοι δ' ἔτι ταῖς διὰ Χριστὸν ὁμολογίαις τὰ στίγματα τῇ σαρκὶ περιφέροντες· ἐκ μὲν τῶν ἐπισκόπων Παφνούτιος ἐκ τῆς ἄνω Θηβαΐδος, καὶ Σπυρίδων ὁ Κυπρίων τῆς Τριμυθούντων, καὶ Όσιος ὁ Κουρδούδης, καὶ Ἰά κωβος ὁ Νισίσεως (Μυγδονία δὲ τῆς ᾿Αντιοχείας ή Νίσιβι; πρότερον ἐκαλεῖτο), δς καὶ νεκροὺς ἀνιστών, τοῖς ζῶσι συνέταττε, καὶ μυρία ειργάζετο θαύματα Μελέτιος ὁ Σεβαστουπόλεως· Βασιλεὺς ὁ τῶν ᾿Αμα σέων· ὁ τῶν Μύρων Νικόλαος, καὶ ὁ τῆς μεγάλης Αρμενίας Γρηγόριος, καὶ Παῦλος ὁ Νεοκαισαρείας" ὄχθῃ δὲ τῇ τοῦ Εὐφράτου αὕτη παράκειται· δς ἄμφω τώ χεῖρε πεπηρωμένος ἦν, τῶν κινητικών ὀργάνων διαθραυσθέντων πεπυρακτωμένῳ σιδήρῳ, προσβαλόντι τοῖς μέλεσι ταῖς Λικινίου κακοτρο πίαις. Καὶ ἄλλοι, ων οἱ μὲν τῶν ὀφθαλμῶν θάτερον σίζοντι σιδήρῳ εἶχον πεπηρωμένον· οἱ δὲ τὰς τῶν γονάτων ἀγκύλας τὰς δεξιὰς ἀκινήτους τοῖς καυστῆρσιν ἐκέκτηντο. ἂν μετεῖχε καὶ Παφνούτιος ὁ Αἰγύπτιος· περὶ οὗ καὶ Σπυρίδωνος ὕστερον ἐροῦ μεν. Καὶ ἁπλῶς εἰπεῖν, μαρτύρων δῆμος ἦν εἰς ἐν συνιών. Πλείστοι δὲ καὶ ἄλλοι ἐκ διαφόρων ἦσαν καὶ εκ λαϊκῶν, ἀγαθοὶ καὶ νοεῖν καὶ λέγειν, ἐπίσημοι τε τῇ τε τῶν ἱερῶν βίβλων παιδείᾳ, καὶ τῇ ἔξω σοφίᾳ διαπρεπείς, ἑκατέροις μέρεσι πρόθυμοι διδό και ροπήν. Περὶ μέντοι τῶν συνεληλυθότων ἐν τῷ εἰς τὸν Κωνσταντίνον τρίτῳ βιβλίῳ τάδε ὁ Παλαιστινὸς Εὐα σέβιος ἱστορεῖ· «Τῶν γοῦν ἐκκλησιῶν ἁπασῶν, απ τὴν Εὐρώπην ἅπασαν, Λιβύην τε καὶ τὴν ᾿Ασίαν ἐπλήρουν, ὁμοῦ συνῆκτο τῶν τοῦ Θεοῦ λειτουργῶν τὰ ἀκροθίνια· εἷς τε οἶκος εὐκτήριο;, ὥσπερ ἐκ Θεοῦ πλατυνόμενος, ἔνδον έχώρει κατὰ τὸ αὐτὸ Σύρους τε καὶ Κίλικα;, Φοίνικάς τε καὶ ᾿Αραβίους, καὶ Παλαιστινούς· καὶ ἐπὶ τούτοις Αἰγυπτίους, θη βαίους, Λίβυας, τούς τε ἐκ Μέσης τῶν ποταμῶν ὁρμωμένους. Ηδη δὲ καὶ Πέρσης ἐπίσκοπος τῇ συνόδῳ παρῆν. Οὔτε Σκύθης ἀπελιμπάνετο τῆς χου ρείας. Πόντος τε καὶ 'Ασία, Φρυγία τε καὶ Παμφυλία τοὺς παρ' αὐταῖς εἶχον ἐκκρίτους. ᾿Αλλὰ καὶ Θρᾷκες καὶ Μακεδόνες, 'Αχαιοί τε καὶ Ἠπειρῶται· τούτων τε οἱ ἔτι προσωτάτω οἰκοῦντες ἀπήν των· αὐτός τε Ἱσπανῶν ὁ πάνυ βοώμενος εἷς ἦν τοῖς πολλοῖς ἅμα συνεδρεύων. Τῆς δέ γε βασιλευούσης πόλεως ὁ μὲν προεστώς διὰ γῆρας ὑστέρει πρεσβύτεροι δὲ αὐτοῦ παρόντες, τὴν αὐτοῦ τάξιν ἐπλήρουν. Τοιοῦτον μόνος ἐξ αἰῶνος εἷς βασιλεὺς Κωνσταντίνος Χριστῷ στέφανον δεσμῷ συνάψας είν
col. 61–62page 27 of 633
PG 146:61ρήνης τῷ αὐτοῦ Σωτῆρι τῆς κατ' ἐχθρῶν πολεμίων νίκης θεοπρεπὲς ἀνετίθει χαριστήριον, εἰκόνα χο ρείας ἀποστολικῆς ταύτην καθ' ἡμᾶς συστησάμενος. Ἐπεὶ κατ' ἐκείνους συνήχθη λόγος ἀπὸ παντὸςἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν, ἄνδρες εὐλαβεῖς· ἐν οἷς ἐτύγχανον Πάρθοι και Μήδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες Μεσοποταμίαν, Ιουδαίαν τε καὶ Κατ παδοκίαν, Πόντον καὶ τὴν Ασίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αίγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, οἵ τε ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰου δαῖοί τε καὶ προσήλυτοι, Κρήτες και Αραβες. Πλην ὅσον ἐκείνοις μὲν ὑστέρει τὸ μὴ ἐκ Θεοῦ λειτουργών συνεστάναι τοὺς ἅπαντας· ἐπὶ δὲ τῆς παρούσης χορείας ἐπισκόπων μὲν πλῆθος ἦν, τριακοσίων ὑπερο ακοντίζουσα· ἐπομένων δὲ τούτοις πρεσβυτέρων καὶ διακόνων, ἀκολούθων τα πλειόνων, ὅσων ἑτέρων οὐδὲν ἦν ἀριθμός. Τῶν δὲ τοῦ Θεοῦ λειτουργῶν οἱ μὲν διέπρεπον σοφίας λόγῳ, οἱ δὲ βίου στεῤῥότητι καὶ καρτερίας ὑπομονῇ· οἱ δὲ τῷ μέσῳ τρόπῳ κατ σκοσμοῦντο. Ησαν δὲ τούτων οἱ μὲν χρόνου μήκει τετιμημένοι, οἱ δὲ νεότητι καὶ ψυχῆς ἀκμῇ διακ λάμποντες· οἱ δὲ ἄρτι παρελθόντες ἐπὶ τὸν τῆς λει τουργίας δρόμον. Οἷς δὴ πᾶσιν ὁ βασιλεὺς ἐφ' ἑκά στης ἡμέρας τα σιτηρέσια δαψιλῶς χορηγεῖσθαι διετάξατο, ο Καὶ ὁ μὲν Εὐσέβιος ταῦτα. ΚΕΦΑΛ. ΙΕ. Περὶ τῶν πρὸ τῆς συνόδου γεγενημένων· καὶ περὶ τῶν δύο φιλοσόφων των παραδόξως πι στευσάντων Χριστῷ, Τῇ δέ γε 'Αρείου δόξῃ πλεῖστοι προσέκειντο. Μά λιστα δ᾽ αὐτὴν συνεκρότουν Ευσέβιος ὁ τῆς Βηρυτοῦ μὲν πρότερον, εἶτα δὲ καὶ τῆς Νικομηδείας ἡγητά. μενο;· Θέογνις τε ὁ Νικαεύς, καὶ αὐτῆς Νικαίας ἐπίσκοπος ὤν, καὶ Μάρις Χαλκηδόνος τῆς ἐν Βιθυνίᾳ τὴν ἐπιτροπὴν ἔχων. Πρὸς οὓς γενναίως ἀντε φέρετο ᾿Αθανάσιος, τοῦ χοροῦ μὲν τῶν διακόνων ἐν 'Αλεξανδρείᾳ ἡγούμενος, σφόδρα δὲ τίμιος τῷ ἐπι σκόπῳ 'Αλεξάνδρῳ ἦν, ἅτε δὴ λόγῳ καὶ ἀρετῇ σεμνυνόμενος· ξεινὸς δ᾽ ὧν διαλέγεσθαι, μέρος οὐκ ἐλάχιστον τῆς ἐν τῇ συνίδῳ βουλῆς ἦν· γνώριμος τε βασιλεῖ καὶ τοῖς ἀμφ' αὐτὸν ἐγένετο· ὧν χάριν που λὺν τὸν φθόνον τοῖς Ἀρειανοῖς ἐκίνησε κατ' αὐτοῦ, ὡς προϊούσης ἱστορίας δειχθήσεται. Πριν δ' εἰς κοι τὸν ἐλθεῖν ἅπαντας, οἷα δὴ φιλεῖ γίνεσθαι, οἱ τῶν διαλέξεων ἔμπειροι ἅμιλλαν ἐποιοῦντο καὶ προαγῶνας λόγων ὑπὲρ ὧν δόξης εἶχον. Τινῶν δ' ἑλκομένων τῷ τῶν λόγων τερπνῷ, παρών τις τῶν ὁμολογητών λαϊκῶν, ἀκεραίῳ δὲ φρονήματι κεκασμένο;, Τὸ καθ' ἡμᾶς, ἔλεγε, δόγμα, οὐ λίγων ἀπάτῃ καὶ διαλεκτικῇ μεθόδῳ οἱ ἐξαρχῆς αὐτέπται παρέδοσαν, γνώμῃ δὲ καὶ πίστει γυμνῇ, καὶ τοῖς ἀγαθοῖς τῶν ἔργων ἐναρ γῶς ἡδρασμένον. Καί γε τοῖς περὶ "Αρειον συνεβού λενε μήτι νεωτερίζειν περὶ τὴν ἐξαρχῆς παραδοθεῖσαν πίστιν· ἀβασανίστως δὲ τὴν περὶ τὸ θεῖον σέδες προσίεσθαι δόξαν. Οἱ δὲ μὴ χρῆναι ἀντέλεγον δοκιμασίας δίχα ταῖς τῶν παλαιτέρων ἕπεσθαι δό ξαις. Καὶ οἱ μὲν τὸν ὁμολογητὴν ἀποδοχῆς ἠξίουν

Chapter XVCaput XV

col. 63–64page 28 of 633
PG 146:63οἱ δὲ τοῦ διαλόγου ἡσυχίαν τῳτέως ἦγον, τἀληθὲς διακούοντες. Πολλοί γε μὴν καὶ τῶν παρ' Έλλησι φιλοσόφων μετεῖχον τῆς διαλέξεως· οἱ μὲν ὅ τι ποτέ ἐστι τὸ ἡμέτερον μαθεῖν ἐφιέμενοι, οἱ δὲ παρῆσαν ἀσχάλλοντες, οἷς διὰ τὸν Χριστιανισμὸν ἑώρων προσφάτως ἄρτι τὴν Ἑλληνικὴν τερθρείαν ἀπολλυμένην. Καὶ εἰς ἔριδας τὸ ἡμέτερον ἔβαλον· ῖν ὡς στασιάζον ἐναντίον καθίστηται, καὶ τοῖς πολλοῖς ἀπρόσδεκτον εἴη. Καί τις αὐτῶν ἐπὶ φιλοτιμία λόγων κομπάζων, καὶ τοῖς ἱερεῦσιν ἐπιτωθάζων, πολλὴν ἐκείνων κατ ηγόρει ἐρεσχελίαν. Οὗτινος τὸν τύφον ἁπλοῦς τις γέρων μὴ ἐνεγκών (λόγος δ' ἔχει τὸν πολὺν καὶ μέσ γαν εἶναι τοῦτον Σπυρίδωνα) εἰς ἅμιλλαν καταστῆναι λόγων. Καὶ τοῖς μὲν προπετέσι γέλως ἐδόκει· ὅσοι δ' ἦσαν ἐπιεικεῖς δι' αἰδοῦς ἐποιοῦντο μὴ ὑπ' ἀνδρὶ τεχνίτῃ γελοῖος ὁ γέρων φανείη, τέχνης τῆς Ἑλλη νικῆς παντάπασιν ἄμοιρος ὧν· ἐπέχειν γὰρ εἰσάγαν ηὐλαβοῦντο τὸν ἄνδρα τοιοῦτον ὄντα. Ἐπεὶ δὲ εἶδ σταν, Εν ὀνόματι Ἰησοῦ Χριστοῦ, φιλόσοφε, ἔλεγεν, ἄκουσον. Εἷς ἐστι Θεὸς οὐρανοῦ καὶ γῆς καὶ πάν των, ὅσα τε ὁρατὰ καὶ ὅσα ἀόρατα, δημιουργός· ὃς πάντα ταῦτα τῇ δυνάμει τοῦ λόγου παράγει, καὶ τῇ ἁγιωσύνῃ τοῦ ἐν αὐτῷ Πνεύματος ἑδραιοῖ. Οὗτος οὖν ὁ Λόγος, ἂν ἡμεῖς Υἱὸν Θεοῦ ὀνομάζομεν, τὰ ἀνθρώπινον τῆς πλάνης οἰκτείρας, τίκτεται μὲν ἐκ γυναικὸς, καὶ ἀνθρώπινον οὐσιοῦται σῶμα, καὶ θνής σχει ὑπὲρ ἡμῶν, καὶ ἀνίσταται· ἥξει δὲ ὅσον οὔπω τῶν ἑκάστῳ πεπραγμένων ἐξεταστής. Ταῦτα γνώ σει πολυπραγμοσύνης ἐκτός· οὕτω πιστεύομεν ἔχειν. Μὴ τοίνυν πως ταῦτα ζήτει, καὶ τὸν τρόπον ἐλέγχειν πειρῶ· ὑπὲρ γὰρ λόγον ταῦτα, καὶ γνῶσιν πᾶσαν ἐν δευτέρῳ τίθει. Καὶ μικρὸν ἐπισχών, Πιο στεύεις ταῦτα; ἀπόκριναι, ἔφη. Ἐπὶ τούτοις ἀχαν νῆς γενόμενος ὁ φιλόσοφος, εἶτα πιστεύειν ἔλεγε καὶ τὴν ἧτταν εὐθὺς ὁμολόγει· καὶ τὰ ἴσα δοξάζειν ᾑρεῖτο τῷ θείῳ πρεσβύτῃ· καὶ τοῖς ἄλλοις τὸν ἴσον τρόπον διατεθῆναι ἐσπούδαζε, πᾶσιν ἐπομνύμενος, μὴ ἄνευ θείας μοίρας ἐπὶ τὸ σέβας ἐλαύνεσθαι ἀῤῥήτῳ δὲ βίᾳ ἐπὶ τὰ Χριστιανῶν μετατίθεσθαι. Τὸ δ' αὐτό φασιν ὕστερον γενέσθαι τῷ ᾿Αλεξάνδρῳ τῷ τῆς Κωνσταντίνου προεδρεύειν λαχόντι. "Αρτι γὰρ Κωνσταντίνου μετὰ τὴν σύνοδον παρελθόντος εἰς τὸ Βυζάντιον, τινὲς τῶν Ἑλλήνων προσιόντες τούτῳ φιλόσοφοι ὑπὸ μέμψιν ἐποιοῦντο, ὅτι μὴ προστ η κούσῃ θρησκείᾳ ἐπιδίδωσιν ἑαυτὸν, καὶ ὡς νεωτερίζει περὶ τὸ θεῖον, τὸ δόξαν τοῖς προγόνοις πολι τεύεσθαι ᾑρημένος, καὶ οὓς ὁ μέγας αἰὼν ἐκ παλαιοῦ ἤνεγκε. Πεῖραν δὲ καὶ τῆς προσφάτου δόξης ήτουν λαβεῖν· καὶ τῷ ἐπισκόπῳ εἰς λόγους ἥκειν κατηντι βάλουν. Ο δὲ καίπερ ἀτριβὴς καὶ ἄπειρος ὢν τῶν τοιούτων λόγων, μόνῳ δὲ τῷ βιοῦν πεποιθὼς (ἐγέ νετο γὰρ εἴπερ τις καλός τε καὶ ἀγαθὸς), διαγων!
col. 65–66page 29 of 633
PG 146:65σασθαι πείθεται, τοῦ κρατοῦντος κελεύσαντος. Πολ λῶν δ᾽ ἐν ταυτῷ προσιόντων, ἵνα τὸν τῶν ἄλλων διαφορώτατον ἐπιλεγῆναι ᾔτει· τοὺς δ᾽ ἄλλους ἐν ἡσύχῳ μένοντας ἀκροᾶσθαι. Ἑνὸς οὖν τὸν ἀγῶνα ἀναδεξαμένου, Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ, Αλέ ξανδρος ἔλεγεν, ἐπιτάττω σοι μὴ λαλεῖν. Ο δὲ, ἅμα τῷ λόγῳ τὴν γλῶτταν δεθείς, ἄφωνος ἵστατο, δια νεύων τοὺς ἄλλους, καὶ ἐκπληττόμενος τῷ πραχθέντι, Πιστεύειν δὲ σχηματίσας, καὶ τῶν δεσμῶν λυθείς, πείρα τὴν τοῦ μυστηρίου ἐλάμβανε δύναμιν. Καὶ τὰ μὲν ὧδε ἔσχεν. ΚΕΦΑΛ. 17' Ως εἰσῄει ὁ βασιλεὺς εἰς τὴν σύνοδον· καὶ δημηγορία αὐτοῦ πρὸς τὸν ἱερὸν ἐκεῖνον χο ρέν. Επεί δ' ὁ βασιλεὺς τὴν ἐπινίκιον ἑορτὴν τῆς κατὰ Λικινίου μάχης τελέσας, εἰς Νίκαιαν καὶ αὐτὸς ἀπήντα, μέγιστον ἐν τοῖς βασιλείοις οἶκον εὐτρεπίσας, βάθρα πολλὰ ἑκατέρωθεν παρεσκεύαζε, καὶ θρόνους ἀποχρῶντας τοῖς συνεληλυθός: τῶν ἱερῶν ἀνδρῶν, συμπαρεκτεινομένοις τοῖς τοίχοις· καὶ δῆθ᾽ ἑκάστῳ τὸ προσῆκον εὐτρεπίσας γέρας, εἰσιέναι κατὰ τάξιν πάντας ἐκέλευεν. Ἐπεὶ δ᾽ ἐδόκει καὶ αὐτὸν τῆς βουλῆς κοινωνῆσαι, ἔσχατος σὺν ὀλίγοις κἀκεῖνος εἰσῄει, μέγεθος μὲν ἀξιάγαστον ἔχων, ὥρᾳ δὲ δια λάμπων φαιδρᾷ, ξένην δέ τινα καὶ ἐπιεικῶς τέρ τούσαν το προσώπῳ ἐπικαθημένην φέρων αιδώ. Ὑφεμένου δὲ τῇ ἀξίᾳ θρόνου τεθέντος, ὃς αὐτῷ κατεσκεύαστο, οὐ πρότερον ᾑρεῖτο καθῆσθαι, πρὶν ἂν πρὸς τῶν ἐπισκόπων ἐπιτραπείη. Τοσαύτη τις ἐπιείκεια συγκεκραμένη τῇ τῶν ἀνδρῶν εὐλαβεία το κρατοῦντι προσήν. Καὶ δὴ ἐπὶ τὴν ἀρχὴν τοῦ συλλόγου προτραπεὶς ἐκαθέσθη· σὺν αὐτῷ δὲ ἅμα καὶ ὁ θεῖος ἐκεῖνος χορός. Ησύχου γοῦν καὶ ἀθού Εσυ γενομένης σιγής, πρῶτος ὁ τῆς Ἀντιόχου Εὐστάθιος ἐγκωμίοις λόγων τὴν βασιλικὴν ἐκείνην οἷά τισι νεοδρέπτοις ἄνθεσι περιέστεφε κεφαλήν, καὶ τὰ περὶ τὰ θεῖα κατεσπουδασμένον ἐκείνῳ γε ραίρων, ταῖς εὐφημίαις ημείβετο. Παραπλήσια δὲ καὶ ὁ Παμφίλου Εὐπέδιος διεπράττετο ἀναστάς προσεφώνει μὲν γὰρ ἐκείνῳ τὸν αἰνετήριον χαρι στήριον δὲ δι' αὐτὸν καὶ τὸν ὕμνον ἀνετίθει Θεῷ. Τούτων δὲ παυσαμένων, καὶ αὖθις σιγής γενομένης, ὁ βασιλεὺς αὐτόθεν ἐκ καθέδρας τοῖς παραινετικούς ἐχρῆτο τῶν λόγων, προτρέπων αὐτοὺς εἰς ὁμόνοιαν καὶ τὴν μὲν ἰδίᾳ ἑκάστῳ προσούσαν λύπην τό γε νῦν ἔχον ἐκέλευεν ἀμελεῖν· πολλοὶ γὰρ ἀντεγκαλοῦντες ἦσαν ἀλλήλοις, καὶ καιρὸν οἰόμενο: ἔχειν τὰ λυποῦντα διορθώσασθαι ὑπὲρ ὧν πρὸς ἀλλήλους διεπληκτίζοντο, βιβλία γράφοντες ἐνεχείριζον βασι λεῖ. Εὐχερῶς δὲ τούτου συμβαίνοντας, εἰς ῥητὴν ἡμέραν ἐκέλευεν ὕστερον διασκέπτεσθαι περὶ τού των· ἐπὶ μέντοι τὸ περὶ τῆς πίστεως προκείμενον ἀρτίως χωρεῖν. Πολλοὶ δὲ, οἷς φίλον καὶ ἐπιπολὺ ἀπεχθάνεσθαι καί τινας αὖθις τῶν ἐπισκόπων ἐγρά φοντο· καὶ ἐγγράφως καὶ ταῦτα βασιλεῖ ἔδωσαν. Οἷς πᾶσι δεσμὸν ἐπιθεὶς, καὶ τῷ σφραγιστήρι δακτυ Ο

Chapter XVICaput XVI

col. 67–68page 30 of 633
PG 146:67λίῳ υποσημηνάμενος, ἀσφαλῶς τηρεῖν παρηγγύα. Μετὰ δὲ τὴν σύμβασιν, ἀφικομένης τῆς προθεσμίας, τὰ βιβλία παρόντων ἁπάντων ἐπὶ χεῖρας φέρων, Αὗται μὲν, ἔφη, αἱ κατηγορίας τῷ μεγάλῳ ἐκείνῳ κριτῇ ἀνεῖνται, καὶ καιρὸς αὐταῖς ὁ τῆς ἐσχάτης κρίσεις ἐστι, ᾧ δῆλα καὶ τἀφανῆ καθίσταται ἐμοὶ δὲ οὐ θέμις, ἀνθρώπῳ ἐφαμάρτῳ γε ὄντι, άνω δρῶν ἱερέων κατηγορίας ἀναδέχεσθαι, καὶ εἰς ἀκρία σιν καθιστάν. Μηδὲ γὰρ ὅσιον ἔμοιγε χρῆναι λελόγισται, Θεοῦ λειτουργούς καθεστῶτας, τοιούτους ἑαυτοὺς παρέχειν, ὡς παρ' ἑτέρων ἡ ὑφ' ἡ μῶν κρίνεσθαι. Τῶν γὰρ πλημμεληθέντων τοῖς ἱερεῦσι δήλων καθισταμένων τοῖς πλείστοις, πρόφασις σκανδάλου ἀνακύπτει πλείστη τοῖς ἀδεῶς ἁμαρτάνειν ἐθέλουσιν. Αγε οὖν Χριστὸν μιμησάμενοι, τῇ πρὸς ἀλλή λους συγγνώμῃ τὰ ἑαυτῶν θεραπεύσωμεν· ἀφιέναι γάρ φησι τὰ ὀφειλήματα δεῖν τὴν ἀφέσεως τυχεῖν ὀρεγόμενον. Ταῦτα λέγων, τὰ βιβλία παῤῥησία κατα έκαυσεν, ἐπομνύμενος μηδὲν τῶν ἐγκειμένων τοῖς γράμμασιν ἀναγνῶναι. Προσετίθει δὲ τούτοις, ὡς εἴ γε καὶ ἐπισκόπῳ ἐνέτυχε γάμον ἀλλότριον διορύτο 566: τοντι, συγκαλύψαι ἂν τῇ πορφυρίδ. τὸ ἄγος, ἵνα μὴ τους θεωμένους ἡ τῶν δρωμένων ὄψις εἰς βλάβης πρόφασιν περιστῇ. Ταῦτα μὲν πρὸ τῆς κοινῆς συνελεύσεως· τότε δ' οὖν τοὺς πρὸς ὁμόνοιαν παρακλητικούς διελθών, περὶ τῶν δογμάτων τῆς πίστεως τὴν σκέψιν ποιεῖσθαι κατά γνώμην ἐπέτρεπεν. "Α δ' οὖν διελέγετο τούτοις, ὡς ἐν τύπῳ περιλαβεῖν, ἦσαν ταῦτα· «Χά ριν μὲν εἰδέναι Θεῷ πάντων ἔνεκεν ἔλεγεν· οὐχ ἧττον δὲ τῷ παρόντι συλλόγῳ, ὦ φίλοι και πατέρες καὶ ἀδελφοί· καλῶ γὰρ ὑμᾶς οὕτω, τοῦ κοινοῦ Σω τῆρος ἡμῶν ταῦτα χαρισαμένου. Καὶ πλέον γὰρ ἢ κατ' εὐχὴν ἔμοιγε περιέστη τὸ πρᾶγμα· τὸ γὰρ τοσούτους ιερέας Θεοῦ, ἐς ταυτό συνδραμόντας ἀξιοῦσθαι ὁρᾷν, πόσον ἄν τις θείη; Αλλά γε βουλοίμην ἂν ἅπαντας ταῦτα μὲν θεᾶσθαι φρονούντας, συμ φωνίᾳ δὲ ψυχῆς ἐπὶ μιᾶς ἑστάναι τῆς γνώμης. Πανα τὸς γὰρ ἔμοιγε χεῖρον, καὶ ὅσου ἄν τις εἴποι κακοῦ ἐπέκεινα κρίνω, τὴν Ἐκκλησίαν Θεοῦ ὁρᾶν στασιάζουσαν, καὶ εἰς ἀντιπάλους διακρίνεσθαι δόξας. Οπηνίκα τοίνυν, ως γε μὴ ὠφελε, καταφανή & μοι προσηγγέλη ἐγένετο, πῶς δοκεῖτε δέδηγμαι, τὴν ψυχὴν στασιάζειν πεπυσμένος ὑμᾶς; οὓς ἥκιστά γε προσῆκε, Θεοῦ λειτουργοὺς καὶ βραβευτὰς εἰρήνης καθεστηκότας. Τις γὰρ ἂν τοὺς ἄλλους πείσειεν ηρε μεῖν, ὑμῶν οὕτω διὰ μάχης Μόντων καὶ κατ᾽ ἀλλή λων όπλιζομένων; Ενθεν τοι καὶ τὴν ἱερὰν ὑμῶν συνεκρότησα σύνοδον, βασιλεύς τε ὢν καὶ συνθερά των ὑμέτερο. Καί γε μίαν αἰτῶ χάριν, ἣν ἐμέ τε λαβεῖν, καὶ ὑμᾶς πάντως δοῦναι δίκαιον· τὴν δὲ εἶναι τὰ τὴν στάσιν γεννήσαντα ἐπὶ μέσου προθεῖναι, καὶ τὴν ἀμφισβήτησιν ἡσυχῆ διαλυσαμένους, εἰς εἰρήνην κατὰ τὴν ἐνοῦσαν ὑμῖν χάριν ἄγειν πάνε τας, καὶ τὸ ἀστασίαστον τῷ δόγματι ἐπιχορηγῆσαι ἵνα σύναμα τοσούτῳ θείῳ στρατῷ καὶ κατὰ τοῦ φθονεροῦ δαίμονος κοινὸν ἀναστήσω τὸ τρόπαιον ὃς τῶν παλαμναίων τυράννων ἐκποδὼν ὡς τάχος
col. 69–70page 31 of 633
PG 146:69γεγενημένων, οἱ τὰ φίλα ἐκείνῳ ἦσαν διαπραττόμενοι, ἀμηχανήσας, τὸν ἐμφύλιον τουτονὶ πόλεμον ἂν ἐῤῥίπισε, νεμεσῶν ἀεὶ καὶ τοῖς ἡμετέροις ἐπιτιθέμενος ἀγαθοῖς. Διὸ δέομαι ὡς Θεοῦ παρόντος, και στος διαρρίψας εἴ τι ἄχθος ἐντριβὲν ἔχει, τῷ τῆς κοινῆς ὁμονοίας προσίτω καλῷ. Μηδὲ γὰρ ἂν τὰ κοινὰ καλῶς ἔχειν οἰέσθω τις, τῶν καθ' ὑμᾶς οὕτως ἐν στάσεσι καθεστώτων καὶ διχονοίαις. Καὶ γὰρ ἂν εἴη δεινὸν καὶ τῶν ἄγαν ἀτόπων, εἰ τῶν πολεμίων οὕτω καταλυθέντων, οὐδενὸς δ᾽ ἔτι ἀντιτείνειν τολ μῶντος, ὑμᾶς κατ᾽ ἀλλήλων ὁπλίζεσθαι· καὶ τοῦτό γε εἰς ἡδονὴν καθεστάναι τῶν πολεμίων καὶ εἴρωνα γέλωτα· καὶ ταῦτα περὶ θείων διαλεγομένους πραγ μάτων, οἷς ἡ τοῦ Πνεύματος διδασκαλία διαρρήδην εἰσηγεῖται τὸ ποιητέον. "Η τε γὰρ τῶν ἱερῶν Εὐαγ γελίων γραφή, τά τε τῶν ἀποστόλων θεόπνευστα βήματα, πρὸς ἐπὶ τούτοις δὲ καὶ προφητῶν ἀρχαῖα θεσπίσματα σαφῶς & χρῆναι περὶ Θεοῦ λέγειν τε καὶ φρονεῖν ἡμᾶς ἐκδιδάσκουσι. Καὶ τοίνυν τὴν ἔριν ὡς πορρωτέρω βαλόντες, ἢ τὸν ἱερὸν τοῦτον πόλεμον ἀνηρέθισε, τοῖς θεοῤῥήτοις διδάγματι τῶν ἀμφηρί στων τὴν λύσιν ζητήσωμεν. Καί γε ῥᾳδία, ως γε εἶμαι, ἐσεῖται ἡ εὕρεσις, εἴπερ βουλοίμεθα.» ΚΕΦΑΛ. ΙΖ'. Περὶ ὧν ἡ σύνοδος ὥρισε· καὶ περὶ τοῦ ἁγίου συμβόλου. Ταῦτα δὲ καὶ τὰ τούτοις παραπλήσια οἷα παῖς φιλοπάτωρ τοῖς ἱερεῦσιν ὡς πατράσι προσφέρων, τὴν ἀποστολικὴν συμφωνίαν ἐπραγματεύετο. Επι συνείρων δὲ καὶ ἄλλα, ἑξῆς περὶ τοῦ δόγματος ἀνα κινεῖν ἐπέτρεπε τὴν διάλεξιν. Καὶ παρήγετο μὲν εἰς μέσον ο Άρειος· καὶ τῶν ἐκείνῳ προβαλλομένων ἀκριβὴς ἡ βάσανος ἦν· ἐφυλάττοντό γε μὴν προπετῆ τὴν ψῆφον ἐπὶ θάτερον ἄγειν. Οἷα δ᾽ ἐν τῷ τρίτῳ πρὸς Κωνσταντίνον βιβλίῳ καὶ περὶ τούτων φησὶν ὁ Εὐσέβιος, χρεών διελθεῖν. «Πλείστων δὴ τῶν ὑφ' ἑτέρῳ τάγματι προτεινομένων, πολλῆς τε ἀμφιλογίας τὰ πρῶτα συνισταμένης, ἀνεξικακως ἐπηκροάτο ὁ βασιλεὺς τῶν πάντων, σχολῇ τε εὐτόνῳ τὰς προ τάσεις ὑπεδέχετο· ἐν μέρει τε ἀντιλαμβανόμενος τῶν παρ' ἑκατέρου τάγματος λεγομένων, ηρέμα συνῆγε τοὺς φιλονείκως ενισταμένους· πραέως τε ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας, ελληνίζων τε τῇ φωνῇ, ὅτι μηδὲ ταύτης ἀμαθῶς εἶχε, γλυκύτερος τις ἦν καὶ ἡδὺς, τοὺς μὲν συμπείθων, τοὺς δὲ καὶ σιωπῶν τῷ λόγῳ, τοὺς δ' εὖ λέγοντας ἐπαινῶν, πάνω τας τε εἰς ὁμόνοιαν ἐλαύνων, ὁμογνώμονάς τε καὶ ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασιν ἐπιτοαυτὸ κατεστήσατο· ὡς ὁμοφώνως μεν κρατῆσαι τὴν πίστιν, τῆς δὲ σωτηρίου ἑορτῆς τὸν αὐτὸν παρὰ τοῖς πᾶσιν ὁμολογηθῆναι καιρόν. Εκυρουτά τε ἤδη καὶ ἐγγράφως δι᾽ ὑποσημειώσεως ἑκάστου τα κοινῇ δεδογμένα.

Chapter XVIIICaput XVIII

col. 71–72page 32 of 633
Caput XVII
PG 146:71Τ Ταῦτα δὲ παρεθέμην, ἵν' ἡ μαρτυρία τῆς πίστεως καὶ παρὰ τῶν ἐχθρῶν ἔχοι τὸ βέβαιον· μηδέ τις και τηγορεῖν ἔχοι, ὡς ἰδιῶται ἦσαν, καὶ μηδὲν ἐπιστάμενοι οἱ ἐκθέμενοι. «Τούτων γάρ, φησὶν ὁ Εὐσέβιος, τῶν ἐν Νικαίᾳ Θεοῦ λειτουργῶν οἱ μὲν διέπρεπον σοφίας λόγῳ, οἱ δὲ βίου στερεότητι· ν καὶ ὅτι ὁ βα σιλεὺς παρών, πάντας εἰς ὁμόνοιαν ἄγων, ὁμοδόξους κατέστησεν. "Η γε μὴν παρὰ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἐξενεχθεῖσα πίστις, ἢ καὶ ταῖς ἐκκλησίαι; μέχρι καὶ νῦν ἐκδέδοται πολιτευομένη, ἀσφαλισθεῖσα ταῖς γραφαῖς τῶν ἐπισκόπων, καὶ Κωνσταντίνου τοῦ Θεοσόφου βασιλέως, εἶχεν ἐπὶ λέξεως οὕτως Πιστεύομεν εἰς ἕνα Θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς, μονογενῆ· τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός· Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν, κατελθόντα και σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. Τοὺς δὲ λέγοντας, Ην ποτὲ ὅτε οὐκ ἦν, ἢ, Οὐκ ἐν πριν γεννηθῆναι, ἢ, Ἐξ οὐκ ὄντων ἐγένετο, ἢ, Ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ κτιστὸν, ἢ τρεπτὸν, ἢ ἀλλο:ωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ή καθολικὴ καὶ ἀποστολική τοῦ Θεοῦ Ἐκκλησία. • Οὕτως ἅπαντες ἀλλήλοις συνέβησαν· καὶ ὁμοούσιον εἶναι τῷ Πατέρι τον Γιὸν ἐψηφίσαντο, καὶ τὸ ὑγιὲς τῆς πίστεως κατησπάσαντο. ΚΕΦΑΛ. ΙΗ'. Περὶ τῶν στασιασάντων ἐπισκόπων κατὰ τοῦ δόγματος· καὶ ἔσα κατά τε 'Αρείου καὶ αὐτῶν ἡ σύνοδος καὶ ὁ βασιλεὺς έψηφίσαντο. Ολίγοι δέ τινες τὴν ᾿Αρείου ἐπήνουν δόξαν· μετα βραχὺ δὲ καὶ οὗτοι συνέθεντο, πλὴν Σεκούνδου και Θεωνᾶ, οἱ καὶ ἐν αἰτίας τὴν τοῦ ὁμοουσίου λέξιν ἐτίθεντο. Ησαν δὲ οὗτοι, Ευσέβιος ὁ Νικομηδείας, Θέογνις ὁ Νικαίας, Μάρις ὁ Χαλκηδόνος, Θεωνᾶς ὁ Μαρμαρικής, Σεκούνδος ὁ Πτολεμαϊδος, Μηνόταν ὁμοουσίου, τας ὁ Εφέσου, ὁ Σκυθοπολίτης Πατρόφιλος, ὁ Νε ὁμοούσιον ὁμοουσίου ρωνιάνος Νάρκισσος (Κιλικία δ' ἐν τῇ δευτέρα ή Νερωνιάς ἐστιν, ἢ νῦν Εἰρηνούπολις ονομάζεται). Ελεγον γὰρ ἐμοούσιον εἶναι, ὃ ἔκ τινός ἐστι κατά μερισμόν, ἢ κατὰ προβολὴν, ἢ κατὰ ῥεῦσιν· καὶ κατὰ μὲν ῥεῦσιν, ὡς οἱ πατρικοὶ παῖδες· κατά προβολὴν δὲ, ὡς ἐκ ῥιζῶν βλάστημα· κατα μερι σμὸν δὲ, ὡς βώλου χρυσίδες δύο ή τρείς. "Ων κατ' οὐδένα τρόπον εἶναι ἐκ Πατρὸς τὸν Υἱόν· καὶ διὰ τοῦτο μὴ συντίθεσθαι τῇ ὑπαγορευθείσῃ πίστει ἐνίσταντο. Τὸ παράπαν δὲ μὴ δεξάμενοι τὴν τοῦ ὁμοουσίου λέξιν, τῇ ᾿Αρείου καθαιρέτει υπογράψαι οὐκ ἤθελον. Διόπερ ἡ μὲν σύνοδος Αρειον καὶ τοὺς ομόφρονας ἐκείνῳ ὑπέλαβεν ἀναθέματι ἐκκηρύξασα, καὶ μὴ ἐπιβαίνειν Αλεξανδρείας ἐθέσπιζε τούτων
col. 73–74page 33 of 633
PG 146:73μηδένα. Οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς λέξεις αὐτοῦ τῆς αἱρέσεως ἀνεθεμάτισε· καὶ τὸ βιβλίον δὲ ὁ κατὰ τῆς εὐσεβείας συντάξας ἐπέγραψε Θάλειαν οὗ ὁ χαρακτήρ, ὡς ἐκ γραφῆς ἐπυθόμην, ἀφελής τις ἦν καὶ διαλελυμένος, ἐοικὼς τοῖς Σωτάδου τοῦ ποιητοῦ ᾆσμασι· καὶ εἴ τι δὲ αὐτοῦ καὶ τῶν ὁμοφρόνων αὐτ τοῦ εὑρίσκοιτο σύγγραμμα, δαπάνην πυρὶ καταλείπεσθαι, ὡς μήτι αὐτῶν ὑπόμνημα τῆς αἱρέσεως τῷ ἑξῆς βίῳ ἐμφέρεσθαι· θάνατον δ' εἶναι ζημίαν ένο μοθέτει, εἴ τις φωραθείη τι κατακρύπτων ἐκείνων, καὶ μὴ θάττον εμπίπρησι. Πολλὰς δ᾽ ἐπιστολὰς ὁ βασιλεὺς κατὰ πόλεις ἔπεμπε κατά τε Αρείου καὶ τῶν τὰ ἴσα φρονούντων ἐκείνῳ. Εὐσέβιον δὲ καὶ Θέογνιν τῶν ἰδίων ἐφυγάδευε πόλεων. Τῇ δὲ Νικομηδείᾳ Εχεσθαι τῆς ὀρθῆς πίστεως παρηγγύα, ἣν οἱ τριακόσιοι παρέδοσαν· καὶ ἐπισκόπους προχει ρίζειν ἑτέρους, ὀρθὰ φρονεῖν ᾑρημένους· βυθεῖς δὲ λήθης Ευσεβίου παραδοῦναι τὴν μνήμην. "Οἷς δ' ἐπιχειρεῖν γένοιτο τὰ ἐκείνων ἢ φρονεῖν ἢ ἐπαινεῖν, κολάζειν σφόδρα ἠπείλει. Οἷς δὴ γράμμασι καὶ ἄλλως ἀπηχθημένον εἶναι ἐδήλου Ευσέβιον, ὡς πρότερον Λικινίῳ συμφρονοῦντα. Κατὰ δὴ ταῦτα τὰ γράμματα οὐ μόνον ἠλάθησαν, ἀλλὰ καὶ ἑτέρους ἔσχον ἐπὶ τῶν οἰκείων θρόνων. Ἀντὶ γὰρ Ευσεβίου Αμφίων τὴν Νικομήδους ελάμβανε, Χρηστὸς δὲ τὴν Νικαίας· καὶ ἄμφω δὲ τῶν εὐσεβούντων μά λιστα ήταν. Εἰδέναι δὲ χρὴ ὡς Εὐσέβιος καὶ Θέογνις καὶ οἱ περὶ αὐτοὺς πρότερον μὲν τῇ συνόδῳ πί στεως διδασκαλίαν ἰδίαν ὑπαγορεύσαντες ἔδοσαν, ἦν, ὡς κίβδηλον καὶ ἀσεβείας μεστην, διέρρηξαν πολλοῦ δ᾽ ἐντεῦθεν ταράχου ἀναχυθέντος, καὶ πάντ των τῷ προδήλῳ τῆς ἀσεβείας κατ᾿ αὐτῶν κινουμένων, τὰ μὲν πρῶτα "Αρειον καὶ αὐτὸν ἀναθέματι καθυπέβαλον, πλήν Σεκούνδου καὶ θεω να υπογράψει μέντοι τῇ αὐτοῦ καθαιρέσει οὐκ ἠβουλήθησαν, καίπερ τῇ τῆς πίστεως εκθέσει καθυπογράψαντες, κἂν ὑπούλως καὶ οὐκ εἰλι κρινῶς μετὰ τὴν ἐξορίαν ἐπανελθόντες, ὡς προϊόντες δηλώσομεν. Μαρτυρήσει δὲ καὶ αὐτὰ τὰ παρ' αὐτῶν γεγενημένα τοῖς τῆς εὐσεβείας προβόλοις, καὶ ὅσα περὶ τούτων κατέλιπον· ἃ δὴ καὶ ἐχθήσομαι. Ο γε μὴν Ευσέβιος ἕτερος, ὁ Παμφίλου τὴν προσωνυμίαν κεκληρωμένος, τῇ συνόδῳ πα ρών, ἀμφιβάλλων ἦν καὶ διασκεπτόμενος, εἴ γε δέον τῷ ἐκτεθέντι ὄρῳ στοιχεῖν· καὶ μικρὸν ἐπι σχών, συνήνεσέ τε, καὶ τῇ χειρὶ ἐπεσφράγιζε· καὶ τῇ σφετέρᾳ ἐκκλησίᾳ αἰτιωμένῃ τὸν ὅρον ἔπεμπεν, ἐν ᾧ καὶ τὴν τοῦ ὁμοουσίου λέξιν διασαφεῖ· ἵνα μή τινι δι᾽ ὑπονοίας γένηται, ἅτε δὴ ἐμβραδύνας, ὡς ἀτημελήτως καὶ ὡς ἔτυχε τὰ τοῦ ὅρου ὑπέ γραφε. του ὁμοουσίου Εἰ τοῦτο τὸ ἱμάτιον ἐμοῦ θεωμένου διαιρεθείη, οὔποτ' ἂν φαίην τῆς αὐτῆς οὐσία; ἑκάτερον.» Καθαιρέτε:,

Chapter XIXCaput XIX

col. 75–76page 34 of 633
PG 146:75ΚΕΦΑΛ 10. Οσα περὶ τοῦ Πάσχα καὶ τοῦ αἱρεσιάρχου Μελιτίου ἡ σύνοδος ἀπεφήνατο· καὶ περὶ τῶν ἱερῶν καὶ θείων κανόνων. Τί ὁ ὁμολογητής Ια φνούτιος ἐβουλεύσατο. Καλῶς δὲ κυρωθέντος τοῦ δόγματος, αὖθις συν ελθόντες, τὰ περὶ τῆς τοῦ Πάσχα ἑορτῆς διεσκέπτοντο. Καὶ ἐδόκει πᾶσι, κατὰ τὸν αὐτὸν ἐπιτελεῖν καιρὸν πάντας τὴν ἑορτήν. Τρίτῃ δὲ συνελεύσει καὶ τὰ κατὰ τὴν πρόσθεν ῥηθέντα Μελίτιον τὸν αἱρεσιάρχην καὶ τοὺς περὶ αὐτὸν ἐξητάζοντο, καὶ τὰ δι' αὐτὸν ἐν Αἰγύπτῳ συμβάντα καὶ νεωτερισθέντα. Καὶ δεῖν ἐδόκει πάντας ἐν τῇ Λυκῷ διατρίβειν, μόνον ἐπισκοπῆς γυμνὸν ὄνομα ἔχοντας· μὴ ἐξεῖναι δὲ αὐτοῖς εἰσέπειτα χεῖρας ἐπιτιθέναι τινί. Οὓς μένω τοι φθάσαντες χειροθεσίας ἠξίωσαν, μένιν ᾗ ἔλαχον λειτουργίᾳ, καὶ ἀδεῶς κοινωνεῖν· ταῖς γε μὴν τι μαῖς δευτέρους εἶναι τῶν ἐν ἑκάστῃ παροικία και ἐκκλησίᾳ κεκληρωμένων. Εἰ δέ τις φθάσει τελευτήσας, τῶν πρὸ αὐτῶν ταῖς τιμαῖς ἐπαναλαμβάνειν, εἰ ψήφῳ τέως ἄξιος φαίνοιτο, τοῦ τε ᾿Αλεξανδρείας ἐπισκόπου ἐπιχειροτονοῦντος· μὴ αὐτοὺς δὲ ἐπιλέγεσθαι οὓς ἂν ἐθέλωσι· καλὸν δὲ καὶ δίκαιον τοῦτο τῇ συνόδῳ ἐδέδοκτο, τὸ προπετὲς καὶ ἕτοιμον εἰς χειροθεσίας Μελιτίου καὶ τῶν περὶ αὐτὸν ἐπιστομι ζούσῃ. Τοσοῦτος γὰρ ἦν αὐθαδείᾳ χρώμενος, ὡς καὶ τὰς διαφερούσας Πέτρῳ τῷ ἀοιδίμῳ μάρτυρι χειροθεσίας αφαρπάζειν καὶ ὑφ᾽ ἑαυτὸν ποιεῖν, ὁπηνίκα τὸν διωγμὸν φεύγων ἦν ἐκεῖνος, καὶ διὰ τοῦτο κρυπτόμενος. Οὗ χάριν καὶ ἐπιπολὺ τὸ κατ' αὐτὸν σχίσμα ἐν Αἰγύπτῳ ἐκράτησεν. Έπειτα ἡ σύνοδος καὶ τὸν βίον ἐπανορθοῦσα, τὸ τελευταῖον καὶ νόμους ἐκτίθησιν εἴκοσιν, οὓ; κανένας ειωθός ὀνομάζειν. Βουλευομένων δὲ περὶ τούτων, τοῖς μὲν ἄλλοις δεῖν ἐδόκει πάντας τοὺς ἱερᾶσθαι λαχόντας, δίχα μόνων ἀναγνωστών, μὴ του λοιποῦ ταῖς ἑαυτῶν γαμεταῖς συγκαθεύδειν, ἂς πρὶν τῆς ἀξίας τυχεῖν ἔσχον· Παφνούτιος δὲ ἐκ τῶν ἄνω Θηβῶν, οὗ μικρῷ πρόσθεν ἐμνήσθην, ἀνα στὰς διεκώλυε, τίμιον εἶναι τὸν γάμον ἀποκαλῶν μὴ ἀμοιρεῖν δὲ σωφροσύνης καὶ τὸν ἔννομον ὑπο τιθέμενος· καὶ τῆς συνόδου ἐδεῖτο τοῦτον τὸν νόμον ἀπαγορεύειν· ἐν χαλεπῷ γὰρ εἶναι καὶ ἀμφοτέροις, αὐτοῖς τε καὶ γαμεταῖς. Ίσως γὰρ αἴτιος ὁ νόμος οὗτος τοῦ μὴ σωφρονεῖν γένοιτο. "Οθεν ἔμοιγε δείν ἔλεγε κατὰ τὸ ἔκπαλαι κρατῆσαν ἔθος τοὺς μὲν ὑποδύντας ἱερωσύνην ἀγάμους μή του λοιποῦ αἰ. ρεῖσθαι γαμεῖν τούς γε μὴν μετὰ συζυγίαν τούτου ἠξιωμένους τῶν γαμετῶν μὴ χωρίζεσθαι. Τοιαῦτα Παφνουτίου εἰσηγουμένου, ἡ σύνοδος ἔστεργε· καὶ ταῦτ᾽ ἀπείρου γάμου παντάπασιν ὄντος. Καὶ περὶ μὲν τούτου, τῇ γνώμῃ τῶν ᾑρημένων ἑάσασα, οὐδὲν εἴρηκε· περὶ δὲ τῶν ἄλλων, ὡς αὐτῇ καλὸν εἶναι ἐδόκει, νόμους ἔθετο, καθ' οὓς προσήκει τὰ κατὰ
col. 77–78page 35 of 633
PG 146:77τὴν Ἐκκλησίαν φέρεσθαι. Καὶ πρόκεινται γε πᾶσι καὶ εἴ τῳ φίλον ἐντυγχάνειν, ῥᾴδιόν ἐστιν. ΚΕΦΑΛ. Κ'. *Οτι καὶ ᾿Ακέσιον τὸν τῶν Ναυατιανῶν ἐπισκόπου ὁ βασιλεὺς εἰς τὴν σύνοδον μετεστείλατο. Ο δὲ θεοφιλής βασιλεὺς, τῆς κοινῆς προμηθούμενος ὁμονοίας, καὶ ᾿Ακέσιον τὸν τῶν Ναυατιανῶν Επίσκοπον εἰς τὴν σύνοδον μετεστέλλετο, καὶ τὸν τῆς συνόδου δρον περί τε τοῦ δόγματος καὶ τῆς ἑορτῆς ὑπεδείκνυ. Πρώτα τε εἰ καὶ αὐτῷ τὰ 86 ξαντα καὶ τοῖς ἐπισκόποις βεβαιωθέντα καλά γι εἶναι δοκεῖ· τὸν δ' ἐπαινέσαντα, μηδέν τι καινόν β βρίσασθαι φάναι. Καὶ αὐτὸν γὰρ οὕτω ἄνωθεν είλη φέναι τὸ δόγμα, καὶ οὕτω δὴ ἑορτάζειν. Ὁ δὲ βα σιλεὺς, Τί οὖν οὕτω δοξάζων, πῶς τοῦ σὺν ἡμῖν κοινωνεῖν ποῤῥωτέρω γίνῃ; Καὶ ὅς τὴν κατὰ Ναυατον καὶ Κορνήλιον τὸν Ρώμης διαφορὰν ὑπε μίμνησκε κατὰ Δέκιον· ὅτιπερ τοὺς μετὰ τὸ βά πτισμα ἁμαρτόντας τὴν πρὸς θάνατον ἁμαρτίαν, καὶ ἐπιθύσαντας, θείων μυστηρίων ἀπηξίου τῆς κοινωνίας. Θεοῦ γὰρ εἶναι τῆς ἐξουσίας ἔλεγε μόνου, καὶ οὐχ ἱερέων, πρυτανεύειν τούτοις τὴν ἄφεσιν. Ο δὲ βασιλεὺς ὡς τάχος ὑπέφερε· θες, ὦ Ακέσιε, κλίμακα, καὶ μόνος εἰς οὐρανοὺς ἀνάβηθι. Ταῦτα δ' εἰπεῖν τὸν κρατοῦντα, μὴ τὸν ᾿Ακέσιον ἐπαινοῦντα, ἀλλ' ὅτιπερ ἀναμάρτητον ἑαυτὸν τάχα ἐνόμιζε. Καὶ τὰ μὲν κατὰ τὴν σύνοδον οὕτω προέ η, ὡς ἐν συντόμῳ εἰπεῖν· ἐγὼ δ᾽ οὐκ ὀκνήσω τά σφαλὲς πρυτανεύων τοῖς γεγραμμένοις, μὴ καὶ ἃ περὶ τοῦ δόλου τῶν ᾿Αρειομανιτῶν Εὐστάθιος καὶ ᾿Αθανάσιος τῆς εὐσεβείας οἱ πρόβολοι γεγράφασι διελθεῖν· ὅσα τε αὐτὸς ὁ Παμφίλου Ευσέβιος περί τῶν δοξάντων τῇ συνόδῳ τῇ ἰδίᾳ γέγραφεν ἐκκλησίᾳ· ἔτι δὲ τὰ ὁρισθέντα πᾶσι Πατράσι κοινῶς πρὸς δὲ καὶ ὅσα ὁ θεοφιλής Κωνσταντίνος τοῖς ἀπανταχοῦ μὴ παροῦσι τῶν ἐπισκόπων περί τε τοῦ δόγματος καὶ τοῦ Πάσχα, καὶ ᾿Αρείου, καὶ τῶν περὶ Αρειον, ἔτι δὲ καὶ περὶ τοῦ Νικομηδείας γέγραφεν Ευσεβίου. Γένοιτο γὰρ ἂν ἐκ τούτων μᾶλλον δῆλα τὰ τῇ συνόδῳ πραχθέντα. Καὶ πρότερόν γε τὰ Εὐσταθίου τοῦ τῆς Ἀντιοχείας ἐκθήσομαι· ἐν οἷς τήν τε τῶν Ἀρειανῶν βλασφημίαν ἐλέγχει, καὶ τὰ πραχθέντα ἀναδιδάσκει· καὶ τὴν ῥῆσιν ἑρμη νεύει, την, Κύριος έκτισε με ἀρχὴν ὁδῶν αὐτοῦ. Γράφει δὲ οὕτω ΚΕΦΑΛ. ΛΑ'. Οία Εὐστάθιος ὁ Ἀντιοχείας καὶ ᾿Αθανάσιος ὁ Αλεξανδρείας, οἱ τῆς εὐσεβείας πρόβολοι, περὶ τῶν ἐν τῇ συνόδῳ πραχθέντων ἱστόρησαν. Βαδιῶ δ' ἐντεῦθεν ἐπὶ τὰ πεπραγμένα. Τί οὖν; Ἐπειδὴ διὰ ταῦτα σύνοδος εἰς τὴν Νίκαιαν ἀφικνεῖται μεγίστη, μήτι γε καὶ ἑβδομήκοντα τὸν ἀριθμὸν ὁμόσε συναχθέντων. Τὸ γὰρ σαφὲς διὰ τοὺς τῆς πολυανδρίας όχλους οὐχ οἷός τέ είμι γράφειν,

Chapters XX, XXICaput XX, XXI

col. 79–80page 36 of 633
PG 146:79έπειδὴ μὴ πάντη τοῦτο περισπουδάστως ἀνίχνευον. Ως δὲ ἐζητεῖτο τῆς πίστεως ὁ τρόπος, εναργής μὲν ἔλεγχος τὸ γράμμα τῆς Εὐσεβίου προβάλλετο βλασφημίας· ἐπὶ πάντων δὲ ἀναγνωσθέν, αὐτίκα συμφορὰν μὲν ἀστάθμητον τῆς ἐκτροπῆς ἕνεκα τοῖς αὐτηκόοις προξενε?· αἰσχύνην δ' ἀνήκεστον τῷ γράψαντι παρείχεν. Ἐπειδὴ δὲ τὸ ἐργαστήριον τῶν ἀμφὶ τὸν Εὐσέβιον σαφῶς ἐάλω, τοῦ 81 ρανόμου γράμματος διαῤῥαγέντος ὑπ' ὄψει πάνω των ὁμοῦ, τινὲς ἐκ συσκευῆς τοὔνομα προβαί λόμενοι τῆς εἰρήνης, κατεσίγησαν μὲν ἅπαντας τοὺς ἄριστα λέγειν ειωθότας· οἱ δὲ 'Αρειομανίται δείσαντες μήποτε ἄρα τοσαύτης συνόδου ἐν τούτῳ συγκεκροτημένης εξοστρακισθείεν, αναθεματίζουσι μὲν προπηδήσαντες τὸ ἀπηγορευμένον δόγμα· συμ-ο φώνοις δὲ γράμμασιν αυτοχειρίᾳ ὑπέγραψαν. Τῶν δὲ προεδριῶν διὰ πλείστης ὅσης περιδρομῆς κρατήσαντες, δέον αὐτοὺς ὑπόπτωσιν λαμβάνειν, ποτὲ μὲν λεληθότως, ποτὲ δὲ προφανῶς τὰς ἀποψηφισθείσα, πρεσβεύουσι δόξας, διαφόροις ἐπιβουλεύοντες τοῖς ελέγχοις. Βουλόμενοι δὲ παγιῶσαι τὰ ζιζανιώδη φυτουργήματα, δεδοικότες τοὺς ἐπιγνώμονας, ἐκκλίνουσι τοὺς ἐφόρους· καὶ ταύτῃ τοὺς τῆς Εὐσεβείας κήρυκας ἐκπολεμοῦσιν. Οὐχ οὕτως δὲ πιστεύομεν, ὡς ἀνθρώπους ἀθέους δύνασθαι κρατῆσαι πώποτε τοῦ θείου. Καν γὰρ πάλιν ἰσχύσωσι, καὶ πάλιν ήττηθήσονται, κατὰ τὸν σεμνόφωνον προφήτην Ἡσαΐαν.» Ουσία, Ὁ μὲν οὖν πολὺς Εὐστάθιος ταῦτα· ὁ δὲ τὴν ἀρετὴν οὐχ ἧττον, ἢ καὶ τὸν ὑπὲρ εὐσεβείας ζῆλον πολυύμνητος Αθανάσιος, Αφροις ἐπιστέλλων, καὶ ταῦτα διέξεισι· «Τῶν γὰρ συνελθόντων ἐπισκόπων βουλομένων τὰς μὲν παρὰ τῶν Ἀρειανῶν ἐφευρεθείσας τῆς ἀσεβείας λέξεις ἀνελεῖν, τὸν Ἑξ οὐκ ἔντων, καὶ τὸ λέγειν κτίσμα καὶ ποίημα τὸν Υἱόν· και τὸ, Ην ποτέ ότε οὐκ ἦν· καὶ ὅτι τρεπτῆς ἐστι φύ σεως· τὰς δὲ τῶν Γραφῶν ὁμολογουμένας γράψαι ὅτι τε ἐκ τοῦ Θεοῦ ὁ Υἱὸς φύσει μονογενής ἐστι Λόγος, δύναμις, σοφία μόνη τοῦ Πατρὸς, Θεὸς ἀλη θενός, ὡς εἶπεν ὁ Ἰωάννης, καὶ ὡς ἔγραψεν ὁ Παῦ λοί, απαύγασμα τῆς δόξης καὶ χαρακτήρ τῆς τοῦ Πατρὸς ὑποστάσεως· οἱ περὶ Εὐσέβιον ὑπὸ τῆς ἰδίας κακοδοξίας ἑλκόμενοι, διελάλουν ἀλλήλοις· συνθώμεθα· καὶ γὰρ καὶ ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν· εἷς γὰρ Θεὸς, ἐξ οὗ τὰ πάντα· καὶ τὰ ἀρχαῖα παρῆ θεν ἰδοὺ γέγονε τὰ πάντα καινά· τὰ δὲ πάντα ἐν τοῦ Θεοῦ. Ἐλογίζοντο γὰρ καὶ τὸ ἐν τῷ Ποιμένι γραφέν· Πρῶτον πάντων πίστευσον, ὅτι εἷς ἐστιν ὁ Θεὸς, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας, καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι. Ἀλλ' οἱ ἐπίσκο. ποι θεωρήσαντες τὴν κακουργίαν ἐκείνων καὶ τὴν τῆς ἀσεβείας κακοτεχνίαν, λευκότερον ειρήκασι τὸ ἐκ τοῦ Θεοῦ, καὶ ἔγραψαν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ
col. 81–82page 37 of 633
PG 146:81εἶναι τὸν Υἱόν· ῖνα τὰ μὲν κτίσματα διὰ τὸ μὴ ἀφ' ἑαυτῶν χωρὶς αἰτίου εἶναι, ἀλλ' ἀρχὴν ἔχειν τοῦ γίνεσθαι, λέγηται ἐκ τοῦ Θεοῦ, ὁ δὲ Υἱὸς μόνος, ἀΐδιος, ἐκ τῆς τοῦ Πατρὸς οὐσίας. Τοῦτο γὰρ ἴδιον μονογενοῦς καὶ ἀληθινοῦ Λόγου Πατρός. Καὶ περὶ μὲν τοῦ γεγράφθαι ἐκ τῆς οὐσίας πρόφασις ἦν αὕτη· πάλιν δὲ τῶν ἐπισκόπων ερωτώντων τοὺς δοκοῦντας ὀλίγους, εἰ λέγοιεν τὸν Υἱὸν οὐ κτίσμα, ἀλλὰ δύναμιν, σοφίαν τε μόνην τοῦ Πα τρός· καὶ εἰκόνα ἀΐδιον ἀπαράλλακτον κατὰ πάντα τοῦ Πατρὸς, καὶ Θεὸν ἀληθινὸν, κατελήφθησαν οι περὶ Εὐσέβιον διανεύοντες ἀλλήλοις, ὅτι καὶ ταῦτα φθάνει καὶ εἰς ἡμᾶς· καὶ γὰρ καὶ ἡμεῖς εἰκὼν καὶ δόξα τοῦ Θεοῦ λεγόμεθα· καὶ περὶ ἡμῶν εἴρηται, Αεὶ γὰρ ἡμεῖς οἱ ζῶντες, και, Δυνάμεις πολλα! εἰσι· καὶ, Ἐξῆλθε πᾶσα ἡ δύναμις τοῦ Θεοῦ ἐκ τῆς Αἰγύπτου. Ἡ δὲ κάμπη καὶ ἡ ἀκρὶς λέγεται δύναμις μεγάλη· και, Κύριος τῶν δυνάμεων ἀντι λήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. ᾿Αλλὰ καὶ τὸ ἰδίους ἡμᾶς εἶναι τοῦ Θεοῦ ἔχομεν οὐχ ἁπλῶς· ἀλλ' ὅτι καὶ ἀδελφοὺς ἡμᾶς ἐκάλεσεν. Εἰ δὲ καὶ Θεὸν ἀληθινὸν λέγουσι τὸν Υἱόν, οὐ λυπεῖ ἡμᾶς· γενόμενος γὰρ ἀληθινός ἐστιν. Αὕτη ἡ τῶν ᾿Αρειανῶν ἐφθαρμένη διάνοια. Αλλὰ καὶ ἐνταῦθα οἱ ἐπίσκοποι θεωρήσαντες ἐκεῖνο τὸ δόλιον, συνήγαγον ἐκ τῶν Γρα φῶν τὸ ἀπαύγασμα, τήν τε πηγὴν, καὶ ποταμόν, καὶ χαρακτῆρα πρὸς τὴν ὑπόστασιν· καὶ τὸν Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· καὶ τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἓν ἐσμεν· καὶ λευκότερον λοιπὸν καὶ συν τίμως ἔγραψαν ὁμοούσιον τῷ Πατρί. Καὶ τοῦτος ἐγίνωσκεν Εὐσέβιος ὁ γενόμενος ἐπίσκοπος τῆς Καισαρείας, ὅτι ἄγραφοί εἰσιν αἱ λέξεις. ἐλέγχεται δὲ παρ' αὐτῶν ματαίως· ἐξ ἀγράφων γὰρ κάτ κεῖνοι ἀσεβοῦντες ἦσαν. Αγραφα δὲ τὸν Ἐξ οὐκ ὄντων καὶ τὸ, Ην ποτὲ ὅτε οὐκ ἦν, αἰτιῶνται διὰ τοῦτο ἐξ ἀγράφων μετ᾿ εὐσεβείας νοουμένων λέξεων κατεκρίθησαν. Αὐτοὶ μὲν γὰρ ὡς ἐκ κο πείας εὑρόντες ἐλάλησαν ἀληθῶς ἀπὸ γῆς· οἱ δὲ ἐπίσκοποι οὐχ ἑαυτοῖς εὑρόντες τὰς λέξεις, ἀλλ' ἐκ τῶν Πατέρων ἔχοντε; τὴν μαρτυρίαν, οὕτως ἔγρα ψαν. Επίσκοποι γὰρ ἀρχαῖοι πρὸ ἐτῶν ἐγγύς που ἑκατόν τριάκοντα τῆς τε μεγάλης Ρώμης καὶ τῆς ἡμετέρας πόλεως ᾐτιάσαντο τοὺς ποίημα λέγοντας τὸν Υἱὸν, καὶ μὴ ὁμοούσιον τῷ Πατρί. Καὶ τοῦτο ἐγίνωσκεν Εὐσέβιος ὁ γενόμενος ἐπίσκοπος τῆς Καισαρείας πρότερον μὲν οὖν συντρέχων τῇ 'Ἀρειανῇ αἱρέσει· ὕστερον δὲ ὑπογράψας ἐν αὐτῇ τῇ Νι καία συνέδῳ, ἔγραψε τοῖς ἰδίοις διαβεβαιούμενος, ὅτι καὶ τῶν παλαιῶν τινας λογίους καὶ ἐπιφανεῖς ἐπισκόπους συγγραφέας γνωμεν ἐπὶ τῆς τοῦ Πατ τρὸς καὶ τοῦ Υἱοῦ θεότητος τῷ τοῦ ὁ οουσίου χρη σαμένους ονόματι. Οὗτοι μὲν οὖν κατακρύψαντες τὴν νόσον, ἔδεισαν γὰρ τῶν ἐπισκόπων τὸ πλῆθος, τοῦ ὁμοουσίου

Chapter XXIICaput XXII

col. 83–84page 38 of 633
PG 146:83ρίαν ἐπισπασάμενοι. Βοᾷ δὲ καὶ πρὸς αὐτοὺς ὁ τῶν ὅλων Θεός, Ο λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ τῇ δὲ καρδίᾳ πόρρω απέχει απ' ἐμοῦ. Θεωνᾶς δὲ καὶ Σεκούνδος τοῦτο δρᾶσαι μὴ βουληθέντες, παρά πάντων συμφώνως ἀπεκηρύχθησαν, ὡς τὴν ᾿Αρείου βλασφημίαν τῆς εὐαγγελικῆς προτεθεικότες διδα σκαλίας.» Ταῦτα καὶ ᾿Αθανάσιος. τοῖς ἐκτεθεῖσι συνέθεντο, την προφητικὴν κατηγο ΚΕΦΑΛ. ΚΒ'. Επιστολή Εὐσεβίου τοῦ Παμφίλου πρὸς τὴν κατ' αὐτὴν ἐκκλησίαν, τὰ κατὰ τὴν σύνοδον διεξιούσα. Οἷα δὲ καὶ ὁ Παμφίλου Εὐσέβιος αὐτόθεν ἐκ Νι καίας πρός τινας ἔγραψεν 'Αρειανούς, προδοσίαν ὡς εἰκὸς ἐγκαλοῦντας, ἀκούειν χρεών. Έλεγχος δ' έναρ γὴς καὶ τῆς ἐκείνου λύττης ἐστίν. ᾿Αμεινον δὲ τὴν οἰκεῖον σκοπὸν ἡ ἐπιστολὴ δείξει. Ἔχει δὲ οὕτω «Τὰ περὶ τῆς ἐκκλησιαστικῆς πίστεως πραγματευθέντα κατὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ συγκροτηθεῖσαν εἰκὸς μὲν ὑμᾶς καὶ ἄλλοθεν μεμαθηκέναι, τῆς φήμης προτρέχειν ειωθυίας τὸν περὶ τῶν πραττομένων ἀκριβῆ λόγον· ἀλλ᾽ ἵνα μὴ ἐκ τοιαύ τῆς ἀκοῆς τὸ τῆς ἀληθείας ἑτεροίως ὑμῖν ἀπαγγέλληται, ἀναγκαίως διεπεμψάμεθα ὑμῖν πρῶτον τὴν ὑφ' ἡμῶν προταθεῖσαν παρὰ τῆς πίστεως γραφήν. Έπειτα τὴν δευτέραν, ἣν ταῖς ἡμετέραις φωναῖς προσθήκας ἐπιβαλόντες, ἐκδεδώκασι. Τὸ μὲν οὖν παρ' ἡμῶν γράμμα, ἐπὶ παρουσίᾳ τοῦ θεοφιλοῦς ἡμῶν βασιλέως ἀναγνωσθὲν εὖ τε ἔχειν καὶ δοκίμως ἀποφανθέν, τοῦτον ἔχει τὸν τρόπον· Η ὑφ' ἡμῶν ἐκτεθεῖσα πίστις, καθώς παρελάβομεν ὑπὸ τῶν πρὸ ἡμῶν ἐπισκόπων, καὶ ἐν τῇ πρώτη κατηχήσει, καὶ ὅτε τὸ λοῦτρον ἐλαμβάνομεν, καθὼς ἀπὸ τῶν θείων Γραφών μεμαθήκαμεν· καὶ ὡς ἐν αὐτῷ τῷ πρεσβυτερίῳ καὶ ἐν αὐτῇ ἐπισκοπῇ ἐπιστεύομέν τε καὶ ἐδ δάσκομεν. Ἔστι δὲ αὕτη· Πιστεύομεν εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, τὸν τῶν ἁπάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν τοῦ Θεοῦ Λόγου, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, ζωὴν ἐκ ζωῆς, Υἱὸν μονογενῆ, πρωτότοκον πάσης κτίσεως, πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πα τρὸς γεγεννημένον, δι᾿ οὗ καὶ ἐγένετο τὰ πάντα τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθέντα, καὶ ἐν Ὦ ἀνθρώποις πολιτευσάμενον, καὶ παθόντα καὶ ἀνα στάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα πρὸς τὸν Πατέρα, καὶ ἤξοντα πάλιν ἐν δόξῃ, κρῖναι ζῶντας καὶ νεκρούς. Πιστεύομεν καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον· τούτων ἕκαστον εἶναι καὶ ὑπάρχειν πιστεύοντες Πατέρα ἀληθινῶς Πατέρα, καὶ Υἱὸν ἀληθινῶς Υἱὸν, καὶ Πνεῦμα ἅγιον ἀληθινῶς Πνεῦμα ἅγιου καθὰ καὶ ὁ Κύριος ἡμῶν ἀποστέλλων εἰς τὸ κήρυγμα τοὺς ἑαυτοῦ μαθητάς, εἶπε· Πορευθέντες μαθη τεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Περὶ ὧν καὶ διαβεβαιούμεθα οὕτως
col. 85–86page 39 of 633
PG 146:85ἔχειν καὶ οὕτως φρονεῖν, καὶ πάλαι οὕτως ἐσχηκέναι, '. καὶ μέχρι θανάτου ὑπὲρ ταύτης συνίστασθαι τῆς πίστεως, ἀναθεματίζοντες πᾶσαν ἄθεον αἵρεσιν. τοῦ ὁμο ουσίου ὁμοούσιον «Ταῦτα ἀπὸ καρδίας καὶ ψυχῆς πεφρονηκέναι, ἐξ οὗπερ ἴσμεν ἑαυτοὺς, καὶ νῦν φρονεῖν τε καὶ λέγειν ἐξ ἀληθείας, ἐπὶ τοῦ Θεοῦ τοῦ παντοκράτορος, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μαρτυρόμεθα δεικνύναι ἔχοντες καὶ δι᾿ ἀποδείξεως, καὶ πείθειν ὑμᾶς, ὅτι καὶ τοὺς παρεληλυθότας χρόνους οὕτως ἐπιστεύομέν τε καὶ ἐκηρύσσομεν. Ταύτης ὑφ᾽ ἡμῶν ἐκτεθείσης τῆς πίστεως, οὐδεὶς παρῆν ἀντιλογίας τόπος. Αλλ' αὐτός τε πρῶτος ὁ θεοφιλέστατος ἡμῶν βασιλεὺς, ὀρθότατα περιέχειν αὐτὴν ἐμαρτύρησεν. Οὕτω τε καὶ αὐτὸν φρονεῖν συνωμολόγησε, καὶ ταύτῃ & τοὺς πάντας συγκατατιθέναι· ὑπογράφειν τε τοῖς δόγμασι καὶ συμφωνεῖν τούτους αὐτοῖς παρεκελεύσατο, ἑνὸς μόνου προσεγγραφέντος βήματος τοῦ ὁμοουσίου· ὁ καὶ αὐτὸ ἡρμήνευσε λέγων, ὅτι μὴ κατὰ σωμάτων πάθη λέγοιτο ὁμοούσιος, οὔτε κατὰ διαίρεσιν, οὔτε κατὰ ἀποτομὴν ἐκ τοῦ Πατρὸς ὑπο στῆναι. Μηδὲ γὰρ δύνασθαι τὴν ἄϋλον καὶ νοεράν καὶ ἀσώματον φύσιν σωματικόν τι πάθος ὑφίστασθαι· θείοις δὲ καὶ ἀποῤῥήτοις λόγοις προσήκει τὰ τοιαῦτα νοεῖν. Καὶ ὁ μὲν σοφώτατος καὶ εὐσεβέστα τοῦ ἡμῶν βασιλεὺς τὰ τοιαῦτα διεφιλοσόφει· οἱ δὲ προφάσει τῆς τοῦ ὁμοουσίου προσθήκης ἑτέραν ἔκε δοσιν πίστεως πεποιήκασιν (ἣν μικρῷ πρόσθεν κἀγὼ παρεθέμην τῇ ἱστορία). "Η; δὴ καὶ ὑπαγορευθείσης, σε τοῦ ὁμοουσίου ὅπως εἴρηται, αὐτοῖς τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρός, καὶ τὸ τῷ Πατρὶ ὁμοούσιον οὐκ ἀνεξέταστον αὖθις καταλιμπάνομεν ερωτήσεις γὰρ καὶ ἀποκρίσεις ένα τεῦθεν ἀνεκινοῦντο. Ἐβασανίζετο δὲ ὁ λόγος τῆς διανοίας τῶν εἰρημένων. Καὶ δὴ τὸ ἐκ τῆς οὐσίας ὡμολογεῖτο πρὸς αὐτῶν, δηλωτικὸν εἶναι τοῦ ἐκ τοῦ Πατρὸς μὲν εἶναι, οὐ μὴν ὡς μέρος ὑπάρχειν τοῦ Πατρός. Ταύτῃ καὶ ἡμῖν καλῶς ἔχειν ἐδόκει συγκατατίθεσθαι τῇ διανοίᾳ, τῆς εὐσεβοῦς διδασκαλίας ὑπὲ αγορευούσης ἐκ τοῦ Πατρὸς εἶναι τὸν Υἱόν, οὐ μὴν μέρος αὐτοῦ τῆς οὐσίας τυγχάνειν. Διόπερ τῇ δια νοίᾳ καὶ αὐτοὶ συντιθέμεθα· οὐδὲ τὴν φωνὴν παρ αιτούμεθα τοῦ τῆς εἰρήνης σκοποῦ πρὸ ὀφθαλμῶν ἡμῶν κειμένου· καὶ τοῦ μὴ τῆς ὀρθῆς ἐκπεσεῖν δια νοίας. Κατὰ ταυτὰ δὲ καὶ τὴ, Γεννηθέντα, καὶ οὐ ποιηθέντα, κατεδεξάμεθα· ἐπειδὴ τὸ ποιηθὲν κοινὸν εἶναι ἔφασκον πρόσρημα τῶν λοιπῶν κτισμάτων τῶν διὰ τοῦ Υἱοῦ γενομένων, ὧν οὐδὲν ὅμοιον ἔχειν τὸν Υἱόν. Δ:δ δὴ μὴ εἶναι αὐτὸν ποίημα τοῖς δι' αὐ τοῦ γενομένοις ἐμφερές· κρείττονος δὲ ἢ κατὰ πᾶν Qπο ὁμοούσιον ὁμοούσιον ὁμοού στον
col. 87–88page 40 of 633
PG 146:87ποίημα τυγχάνειν οὐσίας, ἣν ἐκ τοῦ Πατρὸς γεγεννῆσθαι τὰ θεῖα διδάσκει λόγια, τοῦ τρόπου τῆς γεν νήσεως καὶ ἀνεκφράστου καὶ ἀνεπιλογίστου πάσῃ γεννητῇ φύσει τυγχάνοντος. Οὕτω δὲ καὶ τὸ ὁμοού στον εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν ἐξεταζόμενος ὁ λόγος συνίστησιν, οὐ κατὰ τὸν τῶν σωμάτων τρόπον, οὐδὲ τοῖς θνητοῖς ζώοις παραπλησίως· οὔτε γὰρ κατὰ διαίρεσιν τῆς οὐσίας, οὔτε κατὰ ἀποτομὴν, ἀλλ' οὐδὲ κατά τι πάθος, τροπήν, ἢ ἀλλοίωσιν τῆς τοῦ Πατρὸ; δυνάμεως. Τούτων γὰρ ἁπάντων ἀλλότριον εἶναι τὴν ἀγέννητον Πατρὸς φύσιν· παραστατικὸν δὲ εἶναι τὸ ὁμοούσιον τῷ Πατρὶ τοῦ μηδεμίαν ἐμφέρειαν προς τὰ γεννητὰ κτίσματα τὸν Υἱὸν τοῦ Θεοῦ φέρειν· μόν νον δὲ τῷ Πατρὶ τῷ γεγεννηκότι κατά πάντα τρία που αφομοιοῦσθαι, καὶ μὴ εἶναι ἐξ ἑτέρας τινὸς ὑπο στάσεως καὶ οὐσίας, ἀλλ᾽ ἐκ τοῦ Πατρός· ᾧ καὶ αὐτῷ τοῦτον ἑρμηνευθέντι τὸν τρόπον, καλῶς ἔχειν εφάνη συγκατατίθεσθαι· ἐπεὶ καὶ τῶν παλαιῶν τινας λογίους ἐπιφανεῖς ἐπισκόπους καὶ συγγραφέας ἔγνω μεν, ἐπὶ τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ θεολογίας τῷ τοῦ ὁμοουσίου συγχρησαμένους ονόματι. Ταῦτα μὲν περὶ τῆς ἐκτεθείσης εἰρήσθω πίστεως· ᾗ συνεφωνήσαμεν ἅπαντες οὐκ ἀνεξετάστως, ἀλλὰ κατὰ τὰς ἀποδοθείσας διανοίας, ἐπ' αὐτοῦ τοῦ θεοφιλούς βασι λέως εξετασθείσας, καὶ τοῖς εἰρημένοις λογισμοῖς συνομολογηθείσας. Καὶ τὸν ἀναθεματισμὸν δὲ τὸν μετὰ τὴν πίστιν πρὸς αὐτῶν τεθέντα δεκτὸν εἶναι ἡγησάμεθα, διὰ τὸ ἀπείργειν ἀγράφοις χρήσασθαι φωναῖ;· δι᾽ ἂς σχεδόν πᾶσα ἐγεγόνει σύγχυσις καὶ ἀκαταστασία τῆς Ἐκκλησίας. Μηδεμιᾶς γοῦν θεο πνεύστου Γραφῆς τὸ, Ἐξ οὐκ ὄντων, καὶ τὸ, Ην ποτὲ ὅτε οὐκ ἦν, καὶ τοῖς ἑξῆς ἐπιλεγομένοις κεχρημένη;, οὐκ εὐλογον ἐφάνη ταῦτα καὶ λέγειν καὶ δι δάσκειν· καὶ αὐτῷ καλῶς δόξαντι συνεθέμεθα· ἐπεὶ μηδὲ ἐν τῷ πρὸ τούτου χρόνῳ τούτοις εἰώθειμεν συγ χρῆσθαι τοῖς ρήμασι. Ετι μὴν τὸ ἀναθεματίζεσθαι, Τὸ πρὸ τοῦ γεννηθῆναι οὐκ ἦν, οὐκ ἄτοπον ἐνομίσθη, τὸ παρὰ πᾶσι μὲν ὁμολογεῖσθαι εἶναι αὐτὸν Υἱὸν τοῦ Θεοῦ καὶ πρὸ τῆς κατὰ σάρκα γεννήσεως. Ηδη δὲ ὁ θεοφιλὴς ἡμῶν βασιλεὺς τῷ λόγῳ κατεσκεύαζε κατὰ τὴν ἔνθεον αὐτοῦ γέννησιν τὸ πρὸ πάντων αἰώνων εἶναι αὐτόν· ἐπεὶ καὶ πρὶν ἐνεργείς γεν νηθῆναι, δυνάμει ἦν ἐν τῷ Πατρὶ ἀγεννήτως, ὄντος τοῦ Πατρὸς ἀεὶ Πατρὸς, ὡς καὶ βασιλέως ἀεὶ καὶ Σωτήρος, καὶ δυνάμει πάντα ὄντος, ἀεί τε κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος. Ταῦτα ὑμῖν ἀναγκαίως διεπεμψάμεθα, ἀγαπητοί, τὰ κεκριμένα τῆς ἡμετέρας εξετάσεώς τε καὶ συγκαταθέσεως, φανερά καθ ιστάντες· ὡς εὐλόγως ποτὲ μὲν καὶ μέχρις ὑστάτης ὥρας ἱστάμεθα, ὅθεν ἡμῖν τὰ ἑτεροίως γραφέντα προσέκοπτε· τότε δὲ ἀφιλονείκως τὰ μὴ λυποῦντα καταδεξάμεθα, ὅθ' ἡμῖν εὐγνωμόνως τῶν λόγων εξω ετάζουσι τὴν διάνοιαν, ἐμφανή σύμπραξιν ἔχειν ἔδοξε τοῖς ὑφ᾽ ἡμῶν αὐτῶν ἐν τῇ προεκτεθείση πίστει ὡμολογημένοις. ο τοῦ ὁμουσίου
col. 89–90page 41 of 633
PG 146:89Ως μὲν οὖν οὐ πρόσφατος ἡ τοῦ ὁμοουσίου λέξις ὑπὸ τῶν τηνικάδε συναθροισθέντων φανεῖσα, ἀλλ' ἐκ πολλῶν ἤδη τῶν χρόνων σοφοῖς τισι Πατράσιν ἐξ ευρημένη, ἀριδήλως ἐσήμανεν ὁ Εὐσέβιος. Καὶ ὅτι κοινῇ συμφωνία πάντες τῷ ὁμοουσίῳ συνεψηφίσαντο, ὡς αὐτὸς μικρὸν ἄνωθεν παρεθέμην· & καὶ Εὐσέ βιος ἐν τῷ Εἰς τὸν βίον Κωνσταντίνου σαφῶς παριστά. ΚΕΦΑΛ. ΚΓ'. Ως καὶ οἱ τελευτήσαντες δύο Πατέρες τὸν ὅρον τῆς συνόδου ὑπέγραψαν, Χρύσανθος καὶ Μουσώνιος. Ο δὲ γέγονε παράδοξον ἐν τῇ τοῦ ἁγίου συμβά λου υπογραφῇ, οὐκ ἄκαιρον γένοιτο διελθεῖν. Ἐν τῷ η μεταξὺ τοῦ χρόνου τῆς συνοδικῆς τελειώσεως δύο τινὰς τῶν ἐπισκόπων συνέβη τὸν βίον ἀπολιπεῖν, μήπω τῷ τόμῳ τὰς ὑπογραφὰς ἐνθεμένους. Ὁ δὲ λοιπὸς τῶν Πατέρων ὅμιλος, ἐπὶ τὸ κοινὸν τῆς κοι μήσεως χωρίον γενόμενοι, ὥσπερ δὴ ζῶσι καὶ ἀκροωμένοις περιστάντες τὸ μνῆμα, τὸν τόμον ἐπὶ χεῖρας φέροντες, Τὸν καλὸν ἀγῶνα, εἶπον, θεῖοι Πατέρες, σὺν ἡμῖν ἡγωνίσασθε· τὸν δρόμον ἐτελέσατε· τὴν πίστιν ἐτηρήσατε. Εἰ τοίνυν δεῖν εἶναι λογίζεσθε τὸ πραχθὲν παρ' ἡμῖν, ὅτι γε καὶ νῦν καθαρώτερον ἐποπτεύετε, ἀμέσῳ τῇ αἴγλῃ τῆς Τριάδος καταστρα πτόμενοι, σὺν ἡμῖν τὸν τόμον υποσημαίνειν χρεών. Ταῦτ᾽ ἔλεγον, καὶ τῇ σορῷ τὸν τόμον ἐσφραγισμένον παραθέμενοι, ἐν ἀγρύπνῳ διετέλουν νυκτί. Εἶθ' ἑξῆς προσιόντες τῶν σφραγίδων ἐπικειμένων, ἀνελίξαντες τὸν τόμον εὗρον καὶ τὰς ἐκείνων ὑπογραφὰς ἐνταγεί σας ταῖς λοιπαῖς, νεαρὰς ἔτι, ταῦτα. διαγορευούσας Χρύσανθος και Μουσώνιος οἱ μετὰ τῶν Πατέρων πάντων ομοφωνήσαντες ἐν τῇ ἁγίᾳ πρώτῃ καὶ οἱ κουμενικῇ συνόδῳ τῇ ἐν Νικαίᾳ, εἰ καὶ τῷ σώματι μετέστημεν, ἀλλ᾽ οὖν οἰκείᾳ χειρὶ τὸν τόμον καὶ ἡμεῖς ὑπεργράψαμεν. ΚΕΦΑΛ. ΚΑ'. τὸ ὁμοούσιον Οποῖα καὶ ἡ ἁγία σύνοδος τῇ ᾿Αλεξανδρέων ἔγραψεν Εκκλησίᾳ περὶ ὧν διεπράξατο. Η δὲ σύνοδος τὰ πεπραγμένα τῇ τε Αλεξανδρεία, καὶ Αἰγύπτῳ, Λιβύῃ τε καὶ Πενταπόλει τάδε ἀπ έστειλε γράψατα· «Τῇ ἁγίᾳ Θεοῦ χάριτι μεγάλῃ Αλεξανδρέων Ἐκκλησίᾳ, καὶ τοῖς κατ' Αἴγυπτον καὶ Λιβύην καὶ Πεντάπολιν ἀγαπητοῖς ἀδελφοῖς, οἱ ἐν Νικαίᾳ συναχθέντες, καὶ τὴν μεγάλην καὶ ἁγίαν συγκροτήσαντες σύνοδον, ἐν Κυρίῳ χαίρειν. Επειδή τῆς τοῦ Θεοῦ χάριτος καὶ τοῦ θεοφιλεστάτου βασι λέως Κωνσταντίνου συγκροτήσαντος, ἐξάπαντος ἀναγ καῖον ἐφάνη παρὰ τῆς ἱερᾶς συνόδου καὶ πρὸς ὑμᾶς ἐπιστολῆναι γράμματα, ἵν᾽ εἰδέναι ἔχοιτε, τίνα μὲν ἐκινήθη καὶ ἐξητάσθη, τίνα δὲ ἔδοξε καὶ ἐκρατύνθη πρῶτον μὲν οὖν ἐξ ἁπάντων ἐξητάσθη τὰ κατὰ τὴν

Chapter XXIII, XXIVCaput XXIII, XXIV

col. 91–92page 42 of 633
PG 146:91αὐτῷ· καὶ ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου ἔδοξεν ἀναθεματισθῆναι τὴν ἀσεβῆ αὐτοῦ δόξαν, καὶ τὰ ῥήματα καὶ τὰ ὀνόματα τὰ βλάσφημα οἷς ἐκέχρητο βλασφημῶν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ λέγων αὐτὸν ἐξ οὐκ ὄντων, καὶ εἶναι ποτε ὅτι οὐκ ἦν, καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτικὸν τὸν Υἱὸν τοῦ Θεοῦ λέγοντος, καὶ κτίσμα καὶ ποίημα ονομάζοντος. "Απαντα ταῦτα ἀνεθεμάτισεν ἡ ἁγία σύνοδος, οὐδὲ ὅσον ἀκοῦσαι τῆς ἀσεβοῦς δόξης ή ἀπονοίας καὶ τῶν βλασφήμων ῥημάτων ἀνασχομένη. Καὶ τὰ μὲν κατ᾽ ἐκεῖνον οἴου τέλους τετύχηκεν, ἢ ἀκηκόατε, ἢ ἀκούσεσθε· ἵνα μὴ δόξωμεν ἐπεμβαίνειν ἀνδρὶ δι' οἰκείαν ἁμαρτίαν ἄξια τὰ ἐπί χειρα κομισαμένῳ. Τοσοῦτον δὲ ἴσχυσεν αὐτοῦ ἡ ἀσέβεια, ὡς καὶ παραπολέσαι Θεωνᾶν ἀπὸ Μαρμαρικῆς, καὶ Σεκούνδον ἀπὸ Πτολεμαΐδος· τῶν γὰρ τύ τῶν κἀκεῖνοι τετυχήκασιν. ᾿Αλλ' ἐπειδὴ ἡ τοῦ Θεοῦ χάρις τῆς μὲν κακοδοξίας ἐκείνης καὶ ἀσεβείας καὶ βλασφημίας καὶ τῶν προσώπων τῶν τολμησάντων διάστασιν καὶ διαίρεσιν ποιήσασθαι τοῦ εἰρηνευομές νου ἄνωθεν λαοῦ ἠλευθέρωσε τὴν Αἴγυπτον· ἐλε! πετο δὲ τὸ κατὰ τὴν προπέτειαν Μελιτίου καὶ τῶν ἀπ' αὐτοῦ χειροτονηθέντων· καὶ περὶ τούτου τοῦ μέσ ρους & ἔδοξε τῇ συνόδῳ, ἐμφανίζομεν ὑμῖν, ἀγαπη τον ἀδελφοί. Εδοξεν οὖν Μελίτιον, φιλανθρωποτέρως κινηθείσης τῆς συνόδου, κατὰ γὰρ τὸν ἀκριβῆ λόγον οὐδεμιᾶς συγγνώμης ἄξιος ἦν, μένειν ἐν τῇ πόλει αὐτοῦ, καὶ μηδεμίαν ἐξουσίαν ἔχειν αὐτὸν μήτε χειροθετεῖν, μήτε προχειρίζεσθαι· μήτε ἐν χώρᾳ, μήτε ἐν πόλει ἑτέρα φαίνεσθαι ταύτης τῆς προφάσεως ἕνεκα· ψιλὸν δὲ ὄνομα τῆς τιμῆς κεκτῆσθαι· τοὺς δὲ ὑπ' αὐτοῦ κατασταθέντας, μυστικωτέρα χειροτονίᾳ βεβαιωθέντας, κοινωνῆσαι· ἐπὶ τούτοις, ἐφ᾽ ᾧ τε ἔχειν αὐτοὺς τὴν τιμὴν καὶ λειτουργίαν δευτέρους δὲ ἐξάπαντος εἶναι πάντων τῶν ἐν ἑκάστῃ παροικία τε καὶ ἐκκλησίᾳ ἐξεταζομένων, τῶν ὑπὸ τοῦ τιμιωτάτου ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν Αλεξάνδρου προκεχειρισμένων. Ωστε τούτοις μηδε μίαν ἐξουσίαν εἶναι τοὺς ἀρέσκοντας αὐτοῖς προχειρίζεσθαι, ἢ ὑποβάλλειν ὀνόματα, ἢ ὅλως ποιεῖν τι χωρίς γνώμης τῶν τοῦ τῆς καθολικῆς Ἐκκλησίας ἐπισκόπου τῶν ὑπὸ ᾿Αλέξανδρον· τοὺς δὲ χάριτι Θεοῦ καὶ εὐχαῖς ὑμετέραις ἐν μηδενὶ σχίσματι εύρε ἀσέβειαν καὶ τὴν παρανομίαν 'Αρείου καὶ τῶν σὺν θέντας, ἀλλὰ ἀκηλιδώτους ἐν τῇ καθολικῇ Ἐκκλησία ὄντας, καὶ ἐξουσίαν ἔχειν προχειρίζεσθαι, καὶ ὀνέ ματα ἐπιλέγεσθαι τῶν ἀξίων τοῦ κλήρου· καὶ ὅλως πάντα ποιεῖν κατὰ νόμον καὶ θεσμὸν τὸν ἐκκλησιαστικὸν. Εἰ δέ τινα συμβαίη ἀναπαύσασθαι τῶν ἐν τῇ Εκκλησίᾳ, τηνικαῦτα προσαναβαίνειν εἰς τὴν τιμὴν τοῦ τετελευτηκότος τοὺς ἄρτι προσληφθέντας· μόνον εἰ ἄξιοι φαίνοιντο, καὶ ὁ λαὸς αἱροῖτο, συνεπιψηφίζοντος αὐτῷ, καὶ ἐπισφραγίζοντος τοῦ τῆς ᾿Αλεξανδρείας ἐπισκόπου. Τοῦτο δὲ τοῖς μὲν ἄλλοις πᾶσι συνεχωρήθη· ἐπὶ δὲ τοῦ Μελιτίου προσώπου οὐκέτι τὰ αὐτὰ ἔδοξε διὰ τὴν ἀνέκαθεν αὐτοῦ ἀταξίαν, καὶ διὰ τὸ πρόχειρον καὶ προπετὲς τῆς γνώμης· ἵνα μηδεμία ἐξουσία ἢ αὐθεντία αὐτῷ δοθείη, ἀνθρώπῳ δυναμένῳ πάλιν τὰς αὐτὰς ἀταξίας ἐμποιῆσαι. Ταυτά
col. 93–94page 43 of 633
PG 146:93ἐστι τὰ ἐξαίρετα καὶ διαφέροντα Αἰγύπτῳ καὶ τῇ Αλεξανδρέων Ἐκκλησίᾳ. Εἰ δέ τι ἄλλο ἢ ἐκανονίσθη ἢ ἐδογματίσθη, συμπαρόντος τοῦ κυρίου καὶ τιμιω τά του συλλειτουργοῦ καὶ ἀδελφοῦ ἡμῶν ᾿Αλεξάνδρου, αὐτὸς παρὼν ἀκριβεστέρως ἀνοίσει πρὸς ὑμᾶς, ὅτε δὴ καὶ κύριος καὶ κοινωνὸς τῶν γεγενημένων τυγχάνων. Εὐαγγελιζόμεθα δὲ ὑμῖν καὶ περὶ τῆς συμ φωνίας τοῦ ἁγιωτάτου Πάσχα, ὅτι καὶ ὑμετέραις εὐχαῖς κατωρθώθη καὶ τοῦτο τὸ μέρος· ὥστε πάν τας τοὺς ἐν τῇ Εᾳ ἀδελφοὺς τοὺς μετὰ Ἰου δαίων το πρότερον ποιοῦντας συμφώνως Ρωμαίοις καὶ ἡμῖν, καὶ πᾶσιν ὑμῖν, τοῖς ἐξ ἀρχαίου μεθ᾿ ἡμῶν φυλάττουσι τὸ Πάσχα, ἐκ τοῦ δεῦρο ἄγειν. Χαίροντες οὖν ἐπὶ τοῖς κατορθώμασι, καὶ τῇ τῆς εἰρήνης συμφωνίᾳ, καὶ ἐπὶ τῷ πᾶσαν αἵρεσιν ἐκκοπῆναι, ἀποδέξασθε μὲν μετὰ μείζονος τιμῆς καὶ πλείονος ἀγάπης τὸν συλλειτουργὸν ἡμῶν, ὑμῶν δὲ ἐπίσκοπον ᾿Αλέξανδρον, τὸν εὐφράναντα ἡμᾶς ἐν τῇ παρουσίᾳ αὐτοῦ, καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ τοσοῦτον πόνον ὑποστάντα ὑπὲρ τοῦ εἰρήνην γενέ σθαι καὶ παρ' ὑμῖν· εὔχεσθε δὲ καὶ ὑπὲρ ἡμῶν ἁπάντων, ἵνα τὰ καλῶς ἔχειν δόξαντα ταῦτα βέβαια μείνῃ διὰ τοῦ παντοκράτορος Θεοῦ, καὶ διὰ τοῦ Κυ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σὺν ἁγίῳ Πνεύματι· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶτας. Αμήν. Οὐχ ἡ θεία σύνοδος μόνη, ἀλλὰ καὶ ὁ περιβόητος Κωνσταντίνος, τῷ δήμῳ τῶν ᾿Αλεξανδρέων τὰ ἴσα διεχάραττε γράμματα· ἐν ᾧ δείκνυσιν ὡς οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ὁ ὅρος ὑπηγορεύθη τῆς πίστεως, ἀλλὰ δοκιμασία πολλῇ καὶ συζητήσει ηκριβωμένῃ καὶ ὅσα τῷ δόγματι ἦσαν ἁρμόδια, πάντα εἰς μέσον ἤχθη· καὶ πρότερον Ερεύνῃ διαβεβηκυίᾳ, ὅσα πρόσ φασιν διαστάσεως ἐδόκει γεννᾷν, ἐκποδὼν ἐγένοντο ἀναντιῤῥήτως· καὶ οὕτως ὁ ὄρος ἐξήγετο. Καὶ τέτ λοῦ Θεοῦ γνώμην τὴν εἰς ταυτὸ γνώμης ἐλθοῦσαν τῶν ἐπισκόπων σύνοδον ονομάζει· καὶ Πνεύματι ἁγίῳ τῶν τοσούτων Πατέρων τὴν συμφωνίαν εἶναι διασαφεῖ, κἀντεῦθεν καὶ μηδὲ τῆς ἀληθείας ἀστοχῆσαι καὶ τἀσφαλούς. ΚΕΦΑΛ. ΚΕ'. Ἐπιστολὴ τοῦ μεγάλου βασιλέως Κωνσταντίνου ταῖς ἀπανταχοῦ ἐκκλησίαις περὶ τῶν ἐν τῇ ἁγίᾳ συνόδῳ διαπεπραγμένων· καὶ κατὰ Ἀρειανῶν. Ο δ᾽ αὐτὸς καὶ τοῖς μὴ δυνηθεῖσιν ἀφικέσθαι τῶν ἐπισκόπων, καὶ ταῖς ἁπανταχοῦ ἐκκλησίαις τὰ γεγενημένα διδάσκων, ἔγραψε τοιάδε· ι Πείραν λα βὼν ἐκ τῆς τῶν κοινῶν εὐπραξίας ὅση τῆς θείας δυνάμεως πέφυκε χάρις, τοῦτον πρὸ πάντων ἔκρινα εἶναί μοι προσήκειν σκοπὸν, ὅπως παρὰ τοῖς μακα ριωτάτοις τῆς καθολικῆς Ἐκκλησίας πλήθεσι πίστις μία, καὶ εἰλικρινής αγάπη, ομογνώμων τε περί

Chapter XXVCaput XXV

col. 95–96page 44 of 633
PG 146:95τὸν παγκρατῇ Θεὸν εὐσέβεια τηρῆται. Αλλ' ἐπεὶ δὴ Ο πλανωμένους, ἀντὶ τῆς προσηκούσης ἐπανορθώσεως. τοῦτο ἑτέρως οὐχ οἷόν τε ἦν, ἀκλινῆ καὶ βεβαίαν τάξιν λαβεῖν, εἰ μὴ εἰς ταυτὸ πάντων ὁμοῦ, ἡ τῶν γοῦν πλειόνων ἐπισκόπων συνελθόντων, ἑκάστην τῶν προσηκόντων τῇ ἁγιωτάτῃ θρησκεία διάκριση γένοιτο· τούτου ἕνεκεν πλείστων όσων συναθροισθέν των, καὶ αὐτὸς δὲ, καθάπερ εἷς ἐξ ὑμῶν, τυγχάνων συμπαρὼν (οὐ γὰρ ἀρνησαίμην ἂν ἐφ᾽ ᾧ μάλιστα χαίρω, συνθεράπων ὑμέτερος πεφυκέναι ), ἄχρι τον σούτου ἅπαντα τῆς προσηκούσης τετύχηκεν ἐξετάσεως, ἄχρις οὗ ἡ τῷ τῶν πάντων ἐφόρῳ Θεῷ ἀρέ σκουσα γνώμη πρὸς τὴν τῆς ἑνότητος συμφωνίαν εἰς φῶς προήχθη, ὡς μηδὲν ἔτι πρὸς διχόνοιαν, ἢ πίστεως ἀμφισβήτησιν υπολείπεσθαι. Ενθα καὶ περὶ τῆς τοῦ Πάσχα ἁγιωτάτης ἡμέρας γενομένης ζητήσεως, ἔδοξε κοινή γνώμῃ, καλῶς ἔχειν ἐπὶ μᾶς ἡμέρας πάντας τοὺς ἁπανταχοῦ ἐπιτελεῖν· τί γὰρ ἡμῖν κάλλιον, τί δὲ σεμνότερον ὑπάρξαι δυνήσεται τοῦ τὴν ἑορτὴν ταύτην, παρ' ἧς τὴν τῆς ἀθανασίας εἰλήφαμεν ἐλπίδα, μια τάξει καὶ φανερῷ λόγῳ παρὰ πᾶσιν ἀδιαπτώτως φυλάττεσθαι; Καὶ πρῶτον μὲν ἀνάξιον ἔδοξεν εἶναι τὴν ἁγιωτάτην ἐκείνην ἑορτὴν τῇ τῶν Ἰουδαίων επομένους συνηθεία πλη ροῦν, οἱ τὰς ἑαυτῶν χεῖρας αθεμίτῳ πλημμελήματα χράναντες, εἰκότως τὰς ψυχὰς οι μικροί τυφλώτα τουσιν. Έξεστι γάρ, τοῦ ἔθνους ἀποβληθέντος, ἀλη θεστέρᾳ τάξει ἣν ἐκ πρώτης τοῦ πάθους ἡμέρας μέχρι τοῦ παρόντος ἐφυλάξαμεν, καὶ ἐπὶ τοὺς μέλο λοντας αἰῶνας τὴν τῆς ἐπιτηρήσεως ταύτης συμ πλήρωσιν ἐγγίνεσθαι. Μηδὲν τοίνυν ἔστω ὑμῖν κοινὸν μετὰ τοῦ ἐχθίστου τῶν Ἰουδαίων ὄχλου. Εἰλήφαμεν γὰρ παρὰ τοῦ Σωτῆρος ἑτέραν ὁδόν. Πρόκειται γὰρ δρόμος τῇ ἱερωτάτῃ ἡμῶν θρησκεία, καὶ νομικὸς κανὼν καὶ πρέπων τούτῳ, οὗ συμφώνως ἀντιλαμβανόμενοι τῆς αἰσχρᾶς ἐκείνης ἑαυτοὺς συνε ειδήσεως, ἀποσπάσωμεν, ἀδελφοὶ τιμιώτατοι. Εστι γὰρ ὡς ἀληθῶς ἀτοπώτατον ἐκείνους αὐχεῖν, ὡς ἄρα παρεκτὸς τῆς αὐτῶν διδασκαλίας ταῦτα φυλάττειν οὐκ ἐσμὲν ἱκανοί. Τί δὲ φρονεῖν ἐκεῖνοι ὀρθὸν δυνή σονται, οἱ μετὰ τὴν Κυριοκτονίαν ἐκείνην τῶν φρε νῶν ἐκστάντες, ἄγονται οὐ λογισμῷ τινι, ἀλλ' ὁρμῇ ἀκατασχέτῳ, ὅπου ἂν αὐτοὺς ἡ ἔμφυτος ἀπάγῃ μανία; Ἐκεῖθεν τοίνυν καν τούτῳ τῷ μέρει τὴν ἀλήθειαν οὐχ ὁρῶντας, ὡς ἀεὶ κατὰ πάθος αὐτοὺς ἐν τῷ αὐτῷ ἔτει δεύτερον τὸ Πάσχα ἐπιτελεῖν. Τίνος οὖν χάριν τούτους επόμεθα, οἱ δεινὴν πλάνην νοσεῖν ὡμολόγηνται; δεύτερον γὰρ τὸ Πάσχα ἐν ἑνὶ ἐνιαυτῷ οὐκ ἂν ποτε ποιεῖν ἀνεξόμεθα. ᾿Αλλ' εἰ καὶ ταῦτα μὴ προϋκειτο, τὴν ὑμετέραν ἀγχίνοιαν ἐχρῆν καὶ διὰ σπουδῆς καὶ δι᾿ εὐχῆς ἔχειν πάντοτε, ἐν μη δενὸς ὁμοιώματι τὸ καθαρὸν τῆς ἡμετέρας ψυχῆς κοινωνεῖν, ἢ δοκεῖν ἔπεσθαι ἀνθρώπων ἔθεσι 'παγκάκων. Πρὸς τούτοις κἀκεῖνο πάρεστι συνορᾷν, ὡς ἐν τηλικούτῳ πράγματι καὶ τοιαύτης θρησκείας ἑορ τῇ διαφωνίαν ὑπάρχειν ἐστὶν ἀθεώτατον· μίαν γὰρ ἡμῖν τὴν τῆς ἡμετέρας ελευθερίας ἡμέραν, τουτέστι τοῦ ἁγιωτάτου πάθους, ὁ ἡμέτερος παρέδωκε Σωτήρο μίαν εἶναι τὴν καθολικὴν αὐτοῦ Ἐκκλησίαν βεβού
col. 97–98page 45 of 633
PG 146:97ληται· ἧς εἰ καὶ τὰ μάλιστα εἰς πολλούς τε καὶ διαφόρους τόπους τὰ μέρη διῄρηνται, ἀλλ' ὅμως ἐνὶ πνεύματι, τουτέστι τῷ θείῳ βουλήματι θάλπεται. Λογισάσθω δὲ ἡ τῆς ὑμετέρας οσιότητος ἀγχίνοια, ὅπως· ἐστὶ δεινόν τε καὶ ἀπρεπές κατὰ τὰς αὐτὰς ἡμέρας ἑτέρους μὲν ταῖς νηστείαις σχολάζειν, ετέ ρους δὲ συμπόσια τελεῖν· καὶ μετὰ τὰς τοῦ Πάσχα ἡμέρας ἄλλους μὲν ἑορταῖς καὶ ἀνέσεσιν ἐξετάζεσθαι, ἄλλους δὲ ταῖς ὡρισμέναις ἐκδεδόσθαι νηστείαις. Δια ταῦτα γοῦν τῆς προσηκούσης επανορθώσεως τυ χεῖν, καὶ πρὸς μίαν διατύπωσιν ἄγεσθαι τοῦτο, ἡ θεία πρόνοια βούλεται· ὡς ἔγωγε ἀπαθῶς συνορῶ. Οθεν ἐπειδὴ τοῦτο οὕτως ἐπανορθοῦσθαι προσήκει, ὡς μηδὲν μετὰ τῶν Κυριοκτόνων εἶναι κοινὸν, ἔστι τε τάξις εὐπρεπής, ἣν ἅπασαι τῶν δυτικῶν τε καὶ μεσημβρινῶν καὶ ἀρκτῴων τῆς οἰκουμένης μερῶν παραφυλάττουσιν αἱ ἐκκλησίαι· καί τινες τῶν κατὰ τὴν Ἑψαν τόπων, ὧν ἕνεκεν ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν ἅπαντες ἡγήσαντο· καὶ αὐτὸς δὲ τῇ ὑμετέρα ἀγχινοίᾳ ἀρέσειν ὑπεσχόμην· ἵνα ὅπερ δ᾽ ἂν κατά τὴν Ῥωμαίων πόλιν, Ἰταλίαν τε καὶ Ἀφρικὴνἅπασαν, Αίγυπτον, Ισπανίας, Γαλλίας, Βρεταννίας, Λιδύας, ὅλην Ελλάδα, Ασιανήν τε διοίκησιν, καὶ Ποντικὴν, καὶ Κιλικίαν, μιᾷ καὶ συμφώνω φυλάττηται γνώμῃ, ἀσμένως τοῦτο καὶ ἡ ὑμετέρα προσδέξηται σύνεσις, λογιζομένη, ὡς οὐ μόνον πλείων ἐστὶν ὁ τῶν κατὰ τοὺς προειρημένους τόπους ἐκκλησ σιῶν ἀριθμὸς, ἀλλὰ καὶ ὡς τοῦτο μάλιστα κοινῇ πάντας ὁσιώτατόν ἐστι βούλεσθαι· ὅπερ καὶ ὁ ἀκρι Εῆς ἀπαιτεῖν δοκεῖ λόγος· καὶ οὐδεμίαν μετὰ τῆς Ἰουδαίων ἐπιορκίας ἔχειν κοινωνίαν. Ινα δὲ τὸ κεφαλαιωδέστατον συντόμως είπω, κοινῇ πάντων ἤρεσε κρίσει, τὴν ἁγιωτάτην τοῦ Πάσχα ἑορτὴν μια καὶ τῇ αὐτῇ ἡμέρᾳ συντελεῖσθαι. Οὐδὲ γὰρ πρέπει ἐν τοιαύτῃ ἁγιότητι εἶναί τινα διαφοράν· καὶ κάλ λιον ἔπεσθαι τῇ γνώμῃ ταύτῃ, ἐν ᾗ οὐδεμία ἔσται ἀλλοτρίας πλάνης καὶ ἁμαρτήματος ἐπιμιξία. Τού των οὕτως ἐχόντων, ἀσμένως δέχεσθε τὴν οὐρανίαν καὶ θείαν ὡς ἀληθῶς ἐντολήν. Πᾶν γὰρ ὅ τι δ᾽ ἂν ἐν τοῖς ἁγίοις τῶν ἐπισκόπων συνεδρίοις πράττηται, τοῦτο πρὸς τὴν θείαν βούλεσιν ἔχει τὴν ἀναφοράν. Διὸ πᾶσι τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελφοῖς ἐμφανίσαν τις τὰ προγεγραμμένα, ἤδη καὶ τὸν προειρημένον λόγων καὶ τὴν παρατήρησιν τῆς ἁγιωτάτης ἡμέρας ὑποδέχεσθαί τε καὶ διατάττειν ὀφείλετε· ἵνα ἐπειδὰν πρὸς τὴν πάλαι μοι ποθουμένην τῆς ὑμετέρας δια θέσεως ἔψιν ἀφίκωμαι, ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ τὴν ἁγίαν μεθ' ὑμῶν ἑορτὴν ἐπιτελέσαι δυνηθώ, καὶ πάντων ἕνεκεν μεθ᾽ ὑμῶν εὐδοκήσω, συνορῶν τὴν διαβολικὴν ὠμότητα ὑπὸ τῆς θείας δυνάμεως διὰ τῶν ἡμετέρων πράξεων ἀνῃρημένην, ἀκμαζούσης πανταχοῦ τῆς ὑμετέρας πίστεως καὶ εἰρήνης καὶ ὁμονοίας. Ὁ Θεὸς ὑμᾶς διαφυλάξαι, ἀδελφοὶ αγαπητοί, ο Οποῖα δὲ καὶ κατ' Αρείου καὶ τῶν ὁμοφρόνων ἐκείνῳ γράφει τοῖς πανταχοῦ ἐπισκόποις καὶ λαοῖς, δίκαιον ἐπακοῦσαι. «Τοὺς πονηροὺς καὶ ἀσεβεῖ;

Chapter XXVICaput XXVI

col. 99–100page 46 of 633
PG 146:99μιμησάμενος "Αρειος, δίκαιός ἐστι τὴν αὐτὴν ἐκεί νοις ὑπέχειν ἀτιμίαν. Ωσπερ τοίνυν Πορφύριος δ τῆς θεοσεβείας ἐχθρὸς συντάγματα παράνομα περί τῆς θρησκείας συστησάμενος, ἄξιον εὕρατο μισθόν καὶ τοιοῦτον ὥστε ἐπονείδιστον μὲν αὐτὸν πρὸς τὸν ἑξῆς γενέσθαι χρόνον, καὶ πλείστης ἀναπλησθῆναι κακοδοξίας, ἀφανισθῆναι δὲ τὰ ἀσεβῆ αὐτοῦ συγ γράμματα· οὕτω καὶ νῦν ἔδοξεν Αρειόν τε καὶ τοὺς Αρείου ὁμογνώμονας Πορφυριανοὺς μὲν καλεῖσθαι, ἵν᾽ ὧν τοὺς τρόπους μεμίμηνται, τούτων ἔχωσι καὶ τὴν προσηγορίαν· πρὸς δὲ τούτοις, καὶ εἴ τι σύνταγμα ὑπὸ ᾿Αρείου συντεταγμένον εὑρίσκο:το, τοῦτο πυρί παραδίδοσθαι, ἵνα μὴ μόνον τὰ φαῦλα αὐτοῦ τῆς διδασκαλίας ἀφανισθείη, ἀλλὰ μηδὲ ὑπόμνημα αὐτοῦ δίως ὑπολίποιτο. Ἐκεῖνο μέντοι προαγορεύω· ὡς εἴ τις σύνταγμα ὑπὸ Ἀρείου συνταγὲν φωραθείη κρύψας, καὶ μὴ εὐθέως προσενεγκών πυρὶ καταναλώσῃ, τούτῳ θάνατος ἔσται ἡ ζημία. Παραχρῆμα, γὰρ ἁλοὺς ἐπὶ τούτῳ, κεφαλικὴν ὑποστήσεται τιμα ρίαν.» Πολλὰς δὲ καὶ ἄλλας ἐπιστολὰς κατ' αὐτῶν πέμψας, ἀπανταχοῦ ἐξαπέστειλεν, ἐν εἴρων τῷ λό γῳ διαπαίζων αὐτούς. Καὶ Νικομηδεῦσι δὲ κατὰ Ευσεβίου καὶ Θεόγνιδος ἔγραφεν, ἐν οἷς τοῦ Εὐστ βίου καθάπτεται, ὡς Λικινίῳ εὐνοοῦντος, κἀκείνῳ ἐπιβουλεύοντος, καὶ ἐπίσκοπον ἕτερον ελέσθαι καὶ ἐγένετο. Τὸ δὲ μῆκος φεύγων ἐγώ, καὶ ταύτες παραθεῖναι τὰς ἐπιστολὰς οὐ δέον ἐλογισάμην. Καὶ περὶ μὲν τούτων ταῦτα. ΚΕΦΑΛ. Κα' Ὅτι ἐν Κωνσταντινουπόλει τὴν σύνοδον ἀγα γών, εὐλογίας χάριν, δημοτελῆ αὐτῇ ἑστίασιν ἐποιήσατο· καὶ δώροις ἅπαντας φιλοτιμησάμενος, οἴκαδε ἀπέλυεν ἕκαστον. Τούτων οὕτω προβάντων, συνέβη τὴν εἰκοσαετηρίδα τῆς Κωνσταντίνου τηνικαῦτα βασιλείας περιελθεῖν. Εἰωθὸς δὲ Ῥωμαίοις καθ' ἑκάστην δεκάδα τοῦ κρατοῦντος ἀρχῆς κοινήν πανήγυριν ἄγειν, προσῆκον κἀκεῖνος λογισάμενος, εἰς ἑστίασιν τὴν σύνοδον προετρέψατο· καὶ δῆτα πολλῶν στιβάδων ἐν εὐθέτῳ γεγενημένων, κατὰ ταυτὸν πάντας εἰστία, πολλοῖς καὶ λόγοις καὶ δώροις τὸ φιλότιμον ἐπιδεικνύμενος. Τοὺς μὲν οὖν περιφανεῖς ἐκείνων καὶ ὁμοτραπέζους ἑαυτῷ ἐποίει· ὧντινων καὶ τὰ πεπη ρωμένα διὰ Χριστὸν μέλη θεώμενος, καὶ τὸ ἑδραῖον ἐντεῦθεν τῆς πίστεως ἐννοῶν, χείλεσιν ἰδίοις οὐκ ἀπηξίου τιμᾷν τὰς πληγὰς, θαῤῥῶν ὡς χάριν ἕλκει τῷ φιλήματι καὶ ταῖς εὐλογίαις. Ἐπεὶ δὲ τὸ ἱερὸνἐκεῖνο συμπόσιον εἶχε πέρας, τοῦ θρόνου ἐξαναστάς, ἱκέτης ἐγίνετο τοῦ συλλόγου, μὴ ὀκνῆσαι τοσοῦτον κάματον ἀνατλάντας, βραχείας καὶ αὐτῷ τινες ἡμέρας χαρίσασθαι, καὶ ἄχρι δὴ τῆς νεοπαγούς αὐτοῦ πόλεως, ἀφικέσθαι ὅσον ἤδη συντελεσθείσης ῖν εὐχαῖς τὸν ταύτης περίβολον καὶ τὰ τείχη στηρί ξαιεν. Οἱ δ᾽ εὐθὺς ἐποίουν τὸ αἰτηθέν· καὶ τὴν Κωνσταντίνου καταλαβόντες, τὰ ἐγκαίνια ταύτης ἐποίουν, τὴν ἀναίμακτον θυσίαν ἐπιτελοῦντες· καὶ εὐχαῖς διαλαβόντες και στηρίξαντες ἱκανῶς, τῇ
col. 101–102page 47 of 633
PG 146:101Θεοτόκῳ ανέθεντο, νέαν 'Ρώμην καὶ βασιλεύουσαν Κωνσταντινούπολιν ὀνομάσαντες, Μητροφάνους της νικαῦτα τὸν θρόνον τοῦ Βυζαντίου διέποντος. Καὶ αὖθις οὖν εἰς ἑστίασιν καλέσας, ἕτερα δώρα προσήγαγε· καὶ γράμματα πρὸς τοὺς τῶν ἐθνῶν προστατεύοντας, ἑκάστῃ πόλει τοῖς ἀφιερωμένοις τῇ θείᾳ λατρεία, χήραις τε καὶ ταῖς προσεδρευούσαις παρα θένοις θείοις σηκοῖς σιτηρέσια ετήσια χορηγοῦντα, οὐ χρείᾳ μᾶλλον ἢ φιλοτιμία προσήκοντα· ὁ Ἰου λιανὸς μὲν ὕστερον περιεῖλεν· ὁ δὲ μετ᾿ αὐτὸν τὸ τριτημόριον ἐκείνων χορηγεῖσθαι προσέταξεν. Επει δὲ καὶ οἴκαδε ἐπανιέναι παρεσκευάσαντο έκαστος, παρεκάλει τὸ ταυτὸ τῆς πίστεως πάντας φρονεῖν, καὶ τῆς πρὸς σφᾶς εἰρήνης ἐπιμᾶλλον ἀντιποιεῖσθαι, ῖν ἀστασίαστοι διαμένοντες, τῷ τῶν ὅλων εὐαρε στῶσι θεῷ. Πολὺν δὲ τὸν ὑπὲρ τῆς κοινῆς ὁμονοίας κατατείνας λόγον, τέλος ὑπέρ τε αὐτοῦ καὶ τῶν παίδων καὶ τῆς ἀρχῆς εὔχεσθαι θερμῶς παρηγγύα, καὶ διηνεκῶς ἵλεων αὐτοῖς τὸ θεῖον ποιεῖν, καὶ τὸ τῆς συνόδου δόγμα ἀῤῥαγές καθισταν. Τοῖς δὲ μὴ παροῦσι γράφων τὰ προβληθέντα, τὴν διὰ τοσούτων δοκιμασθεῖσαν μετὰ βάσανον ἀκριβὴ στέργειν πίστιν ἐπίτρεπεν, ὡς κατά γνώμην πάντως γεγενημένην Θεοῦ, τοσούτῳ συλλόγῳ Πατέρων συγκροτηθείσαν. Καὶ οἱ μὲν ἕκαστος τοσαύτης ἀξιωθέντες τιμῆς, οἴκαδε πρὸς τὴν οἰκείαν ἐπανῄεσαν ποίμνην μων δὲ ὁ βασιλεὺς ὑπερφυώς διετέλει, μίαν ὁρῶν τὴν καθόλου Εκκλησίαν, συμφωνοῦσάν τε περὶ τὸ δόγμα· καὶ Θεῷ ἀνετίθει τὰ χαριστήρια τῆς ὁμο νοίας χάριν τῶν ἀπανταχοῦ τῆς γῆς ἐπισκόπων. Φιλομαθὲς δ' εἶναι νομίζω καὶ τῶν ἐπισκόπων τὰ ὀνόματα καὶ τὰς ἐπαρχίας τῶν πόλεων καὶ τὰς κλήσεις αὐτῶν εἰδέναι· καί γε ἂν παρεθέμην εὑρὼν ἐν τῷ ᾿Αθανασίου συνοδικῷ, εἰ μὴ τὸ προσκορὲς τοῦ λόγου φεύγων, τοῖς βουλομένοις ζητεῖν ἐπιτρέπω. Ο δὲ τῆς συνόδου χρόνος, ὡς εὑρομεν, ἐν μηνί Μαΐῳ ια' ἐγένετο, τρίτης ἐπεχούσης, ἐν ὑπατείᾳ Παυλίνου καὶ Ἰουλιανοῦ. Τοῦτο δὲ ἦν ἔτος ς' καὶ τριακοστὸν καὶ ἑξακοσιοστὸν ἀπὸ τῆς ᾿Αλεξάνδρου τοῦ Μακεδόνος ἀρχῆς· εἰκοστὸν δὲ τῆς ἀρχῆς Κων σταντίνου, ἀφ' οὗ κατὰ Βρεταννίαν ἦρξε· τρισκαιδέκατον δ' ἐξότου πρὸς Βυζάντιον ἧκεν. Ἡ δὲ σύνο δος ἐπὶ τρία καὶ μικρόν τι πρὸς ἔτη ἐν Νικαία συνήχθη. Καὶ τὰ μὲν κατὰ Νίκαιαν τοιοῦτον ἔσχε τὸ τέλος· Κωνσταντῖνος δ' ἐντεῦθεν ὑπερφυῶς ἔτι και Θεοτόκος Θεότοκος Θεοτόκῳ. Θεοτόκῳ τῷ θεοτόκῳ «α

Chapter XXVIICaput XXVII

col. 103–104page 48 of 633
PG 146:103ἅπασιν ὑπὸ σκήπτρῳ τελοῦσι Ῥωμαίων ἐπέστελλε, τὴν μὲν προτέραν ἀπάτην ἀρνεῖσθαι, τὴν δὲ τοῦ Χριστοῦ διδασκαλίαν ἀσπάζεσθαι. Τοῖς δ᾽ ἐπισκόποις χρήματα πέμπων, φιλοτιμότερον ἐπὶ τὰς τῶν ἐκκλησιῶν οἰκοδομὰς ἀνηρέθιζεν, ἀφθόνους χορηγῶν τὰς δαπάνας· ὡσαύτως δὲ καὶ τὰς ἐκκλησιαστικές βίβλους χερσὶν ἰδίαις γράφειν καὶ ἐπισκευάζειν ἐκέλευε. Δηλώσει δὲ μᾶλλον τὸν σκοπὸν τοῦ γεγραφότος ἡ αὐτοῦ ἐπιστολὴ πρὸς Εὐσέβιον, τοῦτον ἔχουσα τὸν τρόπον περὶ τὴν θρησκείαν διατεθεὶς, πόλεσι καὶ δήμοις ΚΕΦΑΛ. ΚΖ. Επιστολαὶ τοῦ μεγάλου Κωνσταντίνου περί τε τῆς τῶν ἐκκλησιῶν οἰκοδομῆς, καὶ τῆς τῶν ἱερῶν βιβλίων ἐπισκευῆς. Νικητής Κωνσταντίνος, Μέγιστος, Σεβαστός, Ευσεβίῳ. Εως τοῦ παρόντος χρόνου, τῆς ἀνασίου βουλήσεως καὶ τυραννίδος τοὺς ὑπηρέτας τοῦ Σωτ τῆρος Θεοῦ διωκούσης, πεπίστευκα καὶ ἀκριβῶς ἐμαυτὸν πέπεικα, πασῶν τῶν ἐκκλησιῶν τὰ ἔργα ἢ ὑπὸ ἀμελείας διεφθάρθαι, ή φόβῳ τῆς ἐπικειμένης ἀδικίας ελάττονα τῆς ἀξίας γεγενῆσθαι, ἀδελφὲ προσφιλέστατε. Νυνὶ δὲ τῆς ἐλευθερίας ἀποδοθείσης, καὶ τοῦ δράκοντος ἐκείνου ἀπὸ τῆς τῶν κοινῶν δια κήσεως, Θεοῦ τοῦ μεγίστου προνοίᾳ, ἡμετέρᾳ δὲ υπηρεσία διωχθέντος, ἡγοῦμαι καὶ πᾶσι φανεράν γεγενῆσθαι τὴν θείαν δύναμιν· καὶ τοὺς ἢ φόβῳ ἢ ἀπιστία ἢ ἁμαρτήματι περιπεσόντας, ἐπιγνόντας τὸν ὄντως, ἥξειν ἐπὶ τὴν ἀληθῆ καὶ ὀρθὴν τοῦ βίου κατάστασιν. "Οσων τοίνυν ἢ αὐτὸς προΐσταται έχε κλησιῶν, ἡ ἄλλους τοὺς κατὰ τόπον προϊσταμένους ἐπισκόπους, πρεσβυτέρους τε ή διακόνους οἶσθα, ὑπόμνησον σπουδάζειν περὶ τὰ ἔργα τῶν ἐκκλησιῶν, ἢ ἐπανορθοῦσθαι τὰ ὄντα, ἢ εἰς μείζονα αὔξειν, ἢ ἔνθα ἂν ἡ χρεία ἀπαιτῇ, καινὰ ποιεῖν. Αιτήσεις δὲ καὶ αὐτὸς, καὶ οἱ λοιποὶ διὰ σοῦ τὰ ἀναγκαῖα παρά τε τῶν ἡγεμονευόντων καὶ τῆς ἐπαρχικῆς τάξεως. Τούτοις γὰρ ἐπεστάλη πάσῃ σπουδῇ ἐξυπηρετήσασθαι τοῖς ὑπὸ τῆς σῆς ὁσιότητος λεγομένοις. Ο Θεός σε διαφυλάξοι, ἀδελφὲ ἀγαπητέ.» Ταῦτα περὶ τῆς τῶν ἐκκλησιῶν οἰκοδομῆς οὐ τούτῳ μόνῳ, ἀλλὰ καὶ τοῖς λοιποῖς τῶν ἐπισκόπων ἐπέστειλεν. Οἷα δὲ καὶ τῷ Παμφίλου Εὐσεβίῳ ὑπὲρ τῆς τῶν βιβλίων ἐπισκευῆς ἔγραψεν, ἑξῆς παρα θήσομαι" ο Νικητής Κωνσταντίνος Μέγιστος Σεβα στὸς Εὐσεβίῳ. Κατὰ τὴν ἐπώνυμον ἡμῶν πόλιν τῆς τοῦ Σωτῆρος Θεοῦ συναιρομένης προνοίας μέγιστον πλῆθος ἀνθρώπων τῇ ἁγιωτάτῃ Ἐκκλησίᾳ ἀνατέθεικεν ἑαυτό ὡς πάντων ἐκεῖσε πολλὴν λαβόντων αυ ξησιν, σφόδρα ἄξιον καταφαίνεσθαι, καὶ ἐκκλησίας ἐν αὐτῇ κατασκευασθῆναι πλείους. Τοιγάρτοι δέδεξε προθυμότατα τὸ δόξαν τῇ ἡμετέρᾳ προαιρέσει πρέπον γὰρ κατεφάνη δηλῶσαι τοῦτο τῇ σῇ συνέτει, ὅπως ἂν ν' σωμάτια ἐν διφθέραις εγκατασκεύοις, εὐαναγνωστότατα, καὶ πρὸς τὴν χρήσιν εὐπαρακόμιστα, ὑπὸ τεχνιτών καλλιγράφων, καὶ ἀκριβῶς τὴν
col. 105–106page 49 of 633
PG 146:105τέχνην ἐπισταμένων, γραφήναι κελεύσειας· τῶν θείων δηλαδή Γραφών, ὧν μάλιστα τὴν ἐπισκευὴν καὶ τὴν χρήσιν τῶν τῆς Ἐκκλησίας λόγων ἀναγ καίαν είναι γινώσκεις. Απέσταλται δὲ καὶ γράμ ματα παρὰ τῆς ἡμετέρας ἡμερότητος πρὸς τὸν τῆς διοικήσεως καθολικὸν, ὅπως ἂν πάντα τὰ πρὸς τὴν ἐπισκευὴν ἐπιτήδεια παρασχεῖν φροντίσειεν. Ινα γὰρ ὡς τάχιστα τὰ γραφέντα σωμάτια κατασκευασθείη, τῆς σῆς ἐπιμελείας ἔργον τοῦτο γενήσεται. Καὶ γὰρ δύο δημοσίων οχημάτων ἐξουσίαν εἰς δια κομιδὴν ἐκ τῆς αὐθεντίας τοῦ γράμματος ἡμῶν τούτου λαβεῖν σε προσήκει. Οὕτω γὰρ ἂν μάλιστα καλῶς γραφέντα, καὶ μέχρι τῶν ἡμετέρων ὄψεων έ στα διακομισθείη· ἑνὸς δηλαδὴ τοῦτο πληροῦντος τῶν τῆς ἐκκλησίας διακόνων· ὅς ἐπειδὰν ἀφίκηται πρὸς ἡμᾶς, τῆς ἡμετέρας πειραθήσεται φιλανθρωβ πία;. Ο Θεός σε διαφυλάξοι, ἀδελφὲ ἀγαπητέ, ο ΚΕΦΑΛ. ΚΗ. Οἷα ο μέγας Κωνσταντίνος Μακαρίῳ τῷ Ἱερο σολύμων γράφει περὶ τοῦ ζωηφόρου τάφου Χριστοῦ. Τάστα μὲν οὖν ἄν τις τεκμηριώσοι σαφῶς ἐκ τού των τὴν τοῦ βασιλέως ἐπὶ τὰ θεῖα σπουδήν· οὐχ ἧττον μέντοι δείξοι καὶ ἃ περὶ τὸν ζωηφόρον τάφον Χριστοῦ διεπράξατο. Ἐπεὶ γὰρ μάθοι ὡς οἱ πάλαι περὶ τὴν τῶν εἰδώλων πλάνην βεβακχευμένοι τὸν μὲν σωτήριον τάφον κατέχωσαν, ὑπὸ πολλῷ δὴ τῷ χώματι ύψος ἐγείραντες μέγιστον· τὸν δὲ πέριξ τόπον τοῦ Κρανίου καὶ τῆς Ἀναστάσεως διαλαβόντες, λίθοις μεγάλοις τὴν ἐπιφάνειαν κατέστρωσαν, λήθη τὰ τῆς μνήμης διδόντες, νεών τε ἐπὶ τούτοις τῆς ἀκολάστου δαίμονος Αφροδίτης καὶ ἄγαλμα ταύτης Ιδρύσαντο, ταῖς παρθενικαῖς ὠδῖσι διατωθάζοντες, ἶν' οἱ ἐκεῖσε δὴ Χριστῷ νέμειν ᾑρημένοι σέβας δο κῶσι τῷ ξοάνῳ μᾶλλον χαρίζεσθαι, καὶ χρόνῳ δὲ τῷ προήκοντι λήθη τὴν ἀληθῆ κατακρύψοι αἰτίαν, τῷ μὴ ἀδεῶς αἱρεῖσθαί τινας ἐκεῖσε φοιτάν, μηδ' ἄλλοις καταμηνύειν τολμᾷν· τὸν μὲν νεὼν ἀνασπᾶν ἐκ βάθρων προσέταττε, καὶ τὸν χοῦν ἐκεῖνον ὡς πολ φωτέρω βάλλειν τοῦ ἄστεος, οἷα δὴ ταῖς ἐναγέσι θυσίαις μεμιασμένον· νεών δ' ἕτερον εἰς κάλλος ἐξαίσιον τῷ Χριστῷ ἀνιστήν μέγιστόν τε καὶ μεγα λοπρεπέστατον· ὃν μάλα σαφῶς ἡ ἐπιστολὴ δηλώσει, ἣν Μακαρίῳ τῷ Ἱεροσολύμων ἐπισκόπῳ ἀπέστειλεν, ὃς σὺν τοῖς λοιποῖς Πατράσι τὴν ᾿Αρείου δόξαν διέ σεισεν, ούτωσί πως διεξιούσα· ο Νικητής Κωνσταντῖνος Μέγιστος Σεβαστός Μακαρί. Τοσαύτη τοῦ Σωτῆρος ἡμῶν ἐστιν ἡ χάρις, ὡς μηδεμίαν λόγων χορηγίαν τοῦ παρόντος θαύματος ἀξίαν εἶναι δοκεῖν τὸ γὰρ γνώρισμα τοῦ ἁγιωτάτου ἐκείνου πάθους ὑπὸ τῇ γῇ πάλαι κρυπτόμενον τοσαύταις ἐτῶν περιόδοις λαθεῖν, ἄχρις οὐ διὰ τῆς τοῦ κοινοῦ πάντων ἐχθροῦ ἀναιρέσεως, ἐλευθερωθεῖσι τοῖς ἑαυτοῦ θεράπουσιν, ἀναλάμπειν ἔμελλε, πᾶσαν ἔκπληξιν ὡς ἀληθῶς ὑπερβαίνει. Εἰ γὰρ πάντες οἱ διὰ πάσης τῆς οἰκουμένης εἶναι δοκοῦντες σοφοί, εἰς ἐν καὶ τὸ αὐτὸ

Chapter XXVIIICaput XXVIII

col. 107–108page 50 of 633
PG 146:107συνελθόντες, ἄξιόν τι τοῦ πράγματος εθέλωσιν ει πεῖν, οὐδ' ἂν πρὸς τὸ βραχύτατον ἀμιλληθῆναι δυνή σονται· ἐπὶ τοσούτῳ πᾶσαν ἀνθρωπίνου λογισμού χωρητικήν φύσιν ἡ τοῦ θαύματος τούτου πίστις ὑπερβαίνει, ὅσῳ τῶν ἀνθρωπίνων τὰ οὐράνια συνέ στηκεν εἶναι δυνατώτερα. Διὰ τοῦτο γοῦν οὗτος ἀεὶ καὶ μόνος καὶ πρῶτος ἔστι μοι σκοπός, ἵν᾿ ὥσπερ ἑαυτὴν καινοτέροις θαύμασιν ἡ τῆς ἀληθείας πίστις ἐπιδείκνυται, οὕτω καὶ αἱ ψυχαί πάντων ἡμῶν σωφροσύνῃ καὶ ὁμογνώμονι προθυμία σπουδαιότεραι γίνωνται· ὅπερ ἐπειδὴ πᾶσι νομίζω είναι φανερόν, ἐκεῖνο μάλιστά σε πεπείσθαι βούλομαι, ὡς ἄρα πάντων μοι μάλιστα μέλει, ὅπως τὸν ἱερὸν ἐκεῖνον τόπον, ὃν Θεοῦ προστάγματι αἰσχίστης εἰδώλων προσθήκης ὥσπερ τινὸς ἐπικειμένου βάρους ἐκούφισα, ἅγιον μὲν ἐξαρχῆς Θεοῦ κρίσει γεγενημένον, ἀγιώτερον δὲ ἀποφανθέντα, ἀφ' οὗ τὴν τοῦ σωτηρίου πάθους πίστιν εἰς φῶς προήγαγεν, οἰκοδομημάτων κάλλει κοσμήσωμεν. Προσήκει τοίνυν τὴν σὴν ἀγχίνοιαν οὕτω διατάξαι τε καὶ ἑκάστου τῶν ἀναγκαίων ποιήσασθαι πρόνοιαν, ὡς οὐ μόνον βασιλικὴν καὶ τῶν πανταχοῦ βελτίονα, ἀλλὰ καὶ τὰ λοιπὰ τοιαῦτα γενέσθαι, ὡς πάντα τὰ ἐφ' ἑκάστης πόλεως καλλιστεύοντα ὑπὸ τοῦ κτίσματος τούτου νικᾶσθαι. Καὶ περὶ τῆς τῶν τοίχων δὲ ἐργασίας καὶ καλλιεργίας Δρακιλλιανῷ τῷ ἡμετέρῳ φίλῳ διέποντι τῶν λαμπροτάτων επάρχων τὰ μέρη, καὶ τῷ τῆς ἐπαρ χίας ἄρχοντι παρ' ἡμῶν ἐγκεχειρίσθαι τὴν φροντίδα γίνωσκε. Κεκέλευσται γὰρ ὑπὸ τῆς ἐμῆς εὐσεβείας καὶ τεχνίτας καὶ ἐργάτας καὶ πάνθ᾽ ὅσα περὶ τὴν οἰκοδομὴν ἀναγκαῖα τυγχάνει, εἰ παρὰ τῆς σῆς μά θοιεν ἀγχινοίας, παραχρῆμα διὰ τῆς ἐκείνων προ νοίας ἀποσταλῆναι. Περὶ δὲ τῶν κιόνων ήγουν μαρ μάρων, ἃ δ᾽ ἂν νομίσειας εἶναι τιμιώτερά τε καὶ χρησιμώτερα αὐτῆς συνόψεως γενομένης, πρὸς ἡμᾶς γράψαι σπούδασον· ἵνα ὅσων δ᾽ ἂν καὶ ὁποίων χρείαν εἶναι· διὰ τοῦ σοῦ γράμματος ἐπιγνῶμεν, ταῦτα πανταχόθεν δυνηθῇ μετενεχθῆναι. Τὸν γὰρ τοῦ κόσ σμού θαυμασιώτερον τόπον κατ' ἀξίαν φαιδρύνεσθαι δίκαιον. Τὴν δὲ τῆς βασιλικῆς καμάραν πότερον εἰ λακωναρίαν, ἢ διά τινος ἑτέρας έργασίας γενέσθαι δοκεῖ, παρὰ σοῦ γνῶναι βούλομαι· εἰ γὰρ λαχωναρία μέλλει είναι, δυνήσεται και χρυσῷ καλλωπισθῆναι. Τὸ λειπόμενον, ἵνα ἡ σὴ ὁσιότης τοῖς προειρημένοις δικασταῖς ᾗ τάχος γνωρισθῆναι ποιήσῃ, ὅσων τε ἐργατῶν καὶ τεχνιτῶν καὶ ἀναλωμάτων χρεία· ἃ καὶ πρὸς ἐμὲ εὐθέως ἀνενεγκεῖν σπούδασον, οὐ μόνον περὶ τῶν μαρμάρων τε καὶ κιόνων, ἀλλὰ καὶ περὶ τῶν λαχωναρίων, εἴ γε τοῦτο κάλλιον ἐπικρίνειας. Ο Θεός διαφυλάξει σε, ἀδελφὲ ἀγαπητέ.»
col. 109–110page 51 of 633
PG 146:109ΚΕΦΑΛ. ΚΘ'. Ως ἡ τοῦ βασιλέως μήτηρ Ελένη εἰς Ἱεροσόλυμα γενομένη, τὸν θεῖον εὗρε σταυρὸν, καὶ τὰ ἐπ' αὐτῷ πεπραγμένα. Διάκονος δὲ τῶν τοῦ βασιλέως γραμμάτων ἡ τὸν τοσοῦτον τεκοῦσα τοῦ βασιλέως μήτηρ, ἡ μακαρία Ελένη, ἐγένετο. Τῷ γὰρ αὐτῷ τῆς συνόδου ἔτει κατ' ὄναρ χρηματισθεῖσα, εὐχῆς χάριν καὶ ἱστορίας και τέλαβε τὰ Ἱεροσόλυμα, οὔτε τὸν τῆς ὁδοῦ κόπον, οὔτε μὴν τὰ τοῦ γήρως υπολογισαμένη. Περὶ γὰρ τὸ τέρμα τῆς αὐτῆς ἀφίκετο βιοτῆς. Λίαν δὲ καὶ αὕτη περὶ τὸ Χριστιανῶν εὐλαβῶς διέκειτο σέβας. Περὶ πλείστου δ᾽ ἦν αὐτῇ τὸ τοῦ σταυροῦ ξύλον εύ ρεῖν, καὶ τὸ ζωηφόρον μνῆμα Χριστοῦ. Καὶ δυσχερῶς μὲν, εὑρίσκει δ' οὖν ὅμως, ὡς μέν τινες ἔφα σαν, ἀνδρὸς Εβραίου καταμηνύσαντος τὸν χῶρον ἔκ τινος πατρώας γραφῆς τὸ δ' ἀληθὲς, ὡς ἐγώ μαι, Θεοῦ σημείοις δή τισι καὶ ὀνείρασιν ὑποδείξαντος. Ἡρημένῳ γὰρ Θεῷ δῆλα καθιστῶν τὰ θεῖα τε καὶ ἀπόρρητα, ἥκιστα δεῖσθαι τῆς ἐξ ἀνθρώπων μηνύσεως. Κατὰ γὰρ τὴν τοῦ κρατοῦντος πρόσταξιν, τοῦ ἐναγοῦς ἐκείνου καθαιρουμένου ναοῦ, καὶ τοῦ χώματος ἐκφορουμένου, ἔνθεν μὲν τὸ ἱερὸν τῆς ᾿Αναστάσεως ἐκεῖνο άντρον εφαίνετο, τρεῖς δ' ἐν μέσ ρει σταυροί χύδην διεῤῥιμμένοι, καὶ σανὶς ἑτέρα λευκή, η βασιλέα τῶν Ἰουδαίων γράφων διαφόροις γράμμασιν ὁ Πιλᾶτος ὑπὲρ κεφαλῆς ἐτίθει, ἐν εἴδει στήλης βασιλέα τῶν Ἰουδαίων τὸν σταυρωθέντα κηρύττων. Καί γε διεῤῥνηκότος τοῦ γράμματος, καὶ τῆς σανίδος ὡς ἔτυχεν ἐῤῥιμμένης, εργώδης ἔτι ἡ τοῦ θείου ξύλου εὕρεσις κατεφαίνετο, καὶ τῶν σταυ τῶν διεσπαρμένων συγχυθείσης τῆς τάξεως. Τί γὰρ καὶ τοῖς ῥίψασι πάλαι κατὰ χώραν ταῦτα ἐᾷν, τοῖς σταυρωταῖς τὸν θάνατον διὰ τὸ Σάββατον ἐπισπεύδουσιν; ἄλλως τε καὶ οὐκ ἀγαθὸν ἡγουμένοις περὶ σταυρούς διατρίβειν, ἀνδρῶν καὶ ταῦτα βίᾳ τελευτησάντων, ἄλλο ἄλλῃ ἔρριψαν. Αμφηρίστου δὲ τῆς ζητήσεως οὔσης, ἐν ἀθυμίαις ἡ τοῦ βασιλέως ἦν μή. της, καὶ καταμηνύειν ἐδεῖτο Θεοῦ· καὶ ἔλυέ γε τρόπῳ τοιῷδε, ὑποδεικνὺς τὸ ξύλον, ᾧ τὸ Δεσποτικὸν προσπελάσαν σῶμα, τοῦ θείου αἵματος τὴν λιβάδα ἐδέξατο καταρρέουσαν. Γυνή γάρ τις τῶν εἶ γεγο νότων, χαλεπῷ πάθει κατισχομένη, τὰ ἔσχατα κάτ μνουσα ἦν, ἐφ' ᾗ Μακάριος σύναμα Ἑλένῃ καὶ τοῖς ἀμφ' αὐτὸν ἧκε· σύμβολόν τε ἐδίδου, ὃς ἂν ἐπιτεθεὶς τῶν σταυρῶν τὴν κάμνουσαν ἀπαλλάττειν ἀθρόον ἔχοι, τοῦτον εἶναι τὸν τοῦ Κυρίου σταυρόν. Καὶ δὴ ευχόμενος, κατὰ ἕνα τῶν σταυρῶν προσῆγεν ἀρξά μένος. Τῶν τοίνυν δύο τεθέντων οὐδὲν ἧττον τοῖς ἴσοις ἦν ἡ γυνή, ἀπολεγομένη ἤδη τὸ ζῆν. ὡς δὲ τὸ γνήσιον προσεπέλασε ξύλον, ἐξαπίνης ἀνέβλεψε καὶ τὰς δυνάμεις ερρωμένως ἀθροίσασα, παρα χρῆμα τῆς στρωμνῆς ἀπεπήδησε. Λέγεται δ' ἔπειτα καὶ νεκρῷ παντάπασιν ἐπιτεθέντα τὸν θεῖον σταυ μὲν ἀναβιῶναι ἐκ τοῦ αὐτίκα. Καὶ τοῦτον μὲν τὸν τρόπον τὸ θεσπέσιον ἐμφανές γεγενῆσθαι ξύλον ἱστόρηται. Οὗ μέρος τὸ πλεῖστον ἡ θεία Ελένη ἀρ γυρά περικλείσασα θήκῃ, τῷ ἐπισκόπῳ εἰς μνήμην

Chapter XXXCaput XXX

col. 111–112page 52 of 633
Caput XXIX
PG 146:111καὶ τὴν θείαν Ὕψωσιν ἐθέσπιζεν ἐκτελεῖν· μέρος δὲ τῷ παιδὶ καὶ βασιλεῖ διεκόμιζεν. Ο πῶς ἄν τις εἴποι ἐκεῖνος δεξάμενος, συνελογίζετο πίστει τὴν πόλιν ἐκείνην σώζεσθαι, ᾗ ἂν τὸ τοσοῦτον διατηροῖτα κειμήλιον; Καὶ δὴ τοῦτο τῷ ἑαυτοῦ ἀνδριάντι κατέκρυπτεν, ὅς ἐν τῇ παρ' αὐτῷ μεγαλοπρεπώς το μηθείσῃ πόλει ἐπὶ πορφυροῦ ἵδρυτο κίονος, κατὰ τὴν ἐπιλεγομένην ἀγορὰν Κωνσταντίνειον. Επεμπέ γε μὴν καὶ τῶν θείων ήλων τινὰς οὓς εὕροι τηνι καῦτα περὶ τὸ μνῆμα, οἷς τὸ σῶμα διεπερονάτο Χριστοῦ. Ἐξ ὧν λόγος περικεφαλαίαν τε ἑαυτῷ κατασκευάσαι, καὶ ἐπὶ τῷ χαλιγῷ δὲ τοῦ ἵππου θάτερον ἐμβαλεῖν, ὡς ἂν ἐν μάχαις άτρωτος διαμένοιεν· ἶν' ἐντελής ἡ Ζαχαρίου γένοιτο προφητεία ἐπὶ καιροῦ, Εσται, λέγοντος, τὸ ἐπὶ τοῦ χαλινοῦ τοῦ ἵππου ἅγιον τῷ Κυρίῳ παντοκράτορι. "Α δὴ προφῆται πάλαι μὲν ἱεροὶ ἔγνωσαν, ἐς ὕστερον δὲ καιροῖς ἰδίοι;, ὅτε δοκοῦν ἐφάνη Θεῷ, καὶ ἔργοις ἔσχον τὸ βέβαιον. Καὶ τοῦτο μὲν οὐ τόσον γε διὰ θαύματος, ὅτι γε καὶ Ἕλληνες τῶν θείων τινὰ προεμήνυσαν· ὥσπερ δὴ Σιβύλλης ἐκεῖνο εἶναι πᾶς ἄν τις καὶ τῶν ἐναντίων ὁμολογήσεις περὶ τοῦ θείου σταυροῦ πρόπαλαι εἰρημένον 4 ταῖς εἰσέπειτα κατελίμπανε γενεαῖς· οὗ κατ' ἔτο; ῾Ο ξύλον μακαριστὸν, ἐν ᾧ Θεὸς ἐξετανύσθη. Τῶν γὰρ Ελλήνων πλεῖστοι, οἱ τῶν ἄλλων διαφέρειν ἐδόκουν, ᾔδεισαν μὲν πολλὰς τῶν προφητειών, ἂς ἐν μέτροις καὶ σεμνοτέραις πρὸς δῆμον λέξεσιν οἷα δή τινας χρησμούς ἐγκατέκρυψαν· Θεοῦ δὲ ἦν ἄρα, ὡς γε οἶμαι, ἐπὶ τῇ τῶν ἐσομένων συμφωνία μή μόνον διὰ τῶν σφετέρων θεραπόντων ένηχῆσαι τὸ μέλλον, ἀλλ᾽ ἡρέμα πως καὶ τοῖς ἀλλοτρίοις προσ χρήσασθαι· ὡσανεί τις μέλους ἐργάτης κατὰ χρείαν ἐπεράστου μέλους, καὶ τὰς περιττὰς τῶν χορδῶν ἐπιτρέχων τῷ πλήκτρῳ ἢ κόσμου χάριν καν ταῖς οὔσαις καὶ ἄλλας προσεπιβάλλων. Ταῦτ᾽ εἰ καὶ παρ εκβατικώτερα, ἀλλ᾿ οὖν ἁρμοζόντως οἶμαι εἰρῆ σθαι, καὶ τοὺς ἐθνείους τοῦ δόγματος οικονομία κρείττονι τὸ μέλλον προφητεῦσαι περὶ Χριστοῦ. ΚΕΦΑΛ. Λ'. Περὶ τῶν ἐκκλησιῶν ἂς Ελένη καὶ ὁ Κωνσταντῖνος ἐν Ιεροσολύμοις καὶ τοῖς ἐκεῖσε μέρεσιν ᾠκοδόμησαν. Ἡ δὲ βασιλις Ελένη, πολυτελῆ τὸν οἶκον ἐν τῷ τῆς ᾿Αναστάσεως μνήματι καὶ τοῦ Κρανίου δειμαμένη, ὡς μηδενὸς λείπεσθαι τῶν, ὅσα εἰς κάλλος ἥκει καὶ μέγεθος, νέαν Ιερουσαλήμ τὴν Ἐκκλησίαν ὠνόμασεν, ἀντίτυπον τῇ παλαιᾷ ἐκείνῃ καὶ καταλελυμένῃ σκηνῇ. Οἴκοθεν δὲ αὕτη καὶ ἄλλας δύο έχε κλησίας μεγαλοπρεπῶς ἀνιστῷ· τὴν μὲν ἐπὶ Βηθλεὲμ ἀμφὶ τὸ τῆς Χριστοῦ γεννήσεως σπήλαιον· ἐξ δὲ
col. 113–114page 53 of 633
PG 146:113τὸ Δωδεκάθρονον, Επτάπηγος, μιλίοις διέχει τῆς πόλεως, ἐν ᾧ τοῦ θυσιαστηρίου χαμαὶ τὴν φάτνην καὶ τὸ θεῖον σπήλαιον περιέσχεν ἑτέραν δ᾽ ἐν τῷ τῶν Ἐλαιῶν ὄρει πρὸς τῇ ἀκρωρείᾳ, ὅπου δὴ λιπὼν τοὺς μαθητάς ὁ Χριστὸς, πρὸς οὐ ρανοὺς ἀνελήφθη. Υπερφυή δέ τινα ἕτερον ἐν τῷ χωρίῳ Γεθσιμανή νεών τῇ Θεοτόκῳ ἐγείρει, Ενδον τοῦ θυσιαστηρίου τὸν ζωηφόρον ἐκείνης τάφον ἀσφαλῶς περιστείλασα. Καταφεροὺς δ' ἐντός τοῦ τόπου, ἀναβαθμούς ἐκ μαρμάρων ποιησαμένη, τὸν βουλόμενον ἐκ τῆς ἁγίας πόλεως πρὸς ἀνατολὰς κατάγει. Λέγεται γάρ τοι καὶ στόματι πολλῶν περιάγεται, ὡς ἐς τὸ κάταντες ἰὼν ὁ τόπος, κοιλὰς κλαυθμῶνος καλεῖσθαι· χειμάρρους τε τῶν Κέδρων καὶ κοιλὰς τοῦ Ἰωσαφάτ' ἄγχιστα δ' εἶναι καὶ τὸν κῆπον ᾧ παρεδόθη Χριστὸς, εἰωθὼς ὢν ἐκεῖ προσεύχεσθαι. Καὶ τοῖς θείοις δὲ νηπίοις, καὶ ὅπου δὲ ἄγγελος τοῖς ποιμέσιν εὐηγγελίζετο, εδημιούργει τούτοις δὴ τοῖς ἄντροις ἱερὰ φροντιστήρια· αὐτοῖς το βρέφεσι, καὶ τῇ τοῦ Λόγου λοχευτρίς, καὶ τῷ μνήστορ: Ἰωσὴφ ἕτερον. Ἐκεῖθεν εἰς Βηθάνιαν ἰοῦσα, Λαζάρῳ τῷ φίλῳ Χριστοῦ νεών περὶ τὸν τάφον περιφανῶς ἀνι στα διέχει δὲ Ἱεροσολύμων ὡσεὶ μίλια δύο. Επειτα τῷ θείῳ Ἰορδάνῃ προσβάλλει· καὶ ἀμφὶ τῷ σπηλαίῳ ᾧ πάλαι τὴν κατοίκησιν εἶχεν ὁ Βαπτιστής, οίκον αὐτῷ περικαλλῆ ἀνεγείρει· καὶ ἄλλον δὲ πρὸς τὸ ἄναντες τοῦ ὄρους Ηλιού τῷ Θεσβίτῃ ἐγκαθιστα. 'Οδὲν δ' ἐκεῖθεν τεσσάρων ἀνύσασα ἡμερῶν, εἰς Τι βεριάδα ήκει, ἔνθα τὸ Δωδεκάθρονον ἔστησιν, ὅπου Χριστὸς καὶ τοὺς τετρακισχιλίους διέθρεψε· καὶ τὸ χωρίον ἔστιν ἡ Καπερναούμ, ἔνθα δὴ καὶ τὰ κατὰ τὸν ἑκατόνταρχον ἐτελέσθη, καὶ ὁ διὰ τῆς στέγης χαλασθεὶς παραλυτικὸς αὐτίκα εὗρε τὴν ἴασιν. Εἶτα ἐν ᾧ τὴν τοῦ αἵματος στάσιν ἡ αἱμόρρους εὗρε κὰν τῷ Επταπήγῳ λεγομένῳ ἐφίσταται, ὅπου τὸ τῶν ἑπτὰ ἄρτων καὶ τῶν δύο ἰχθύων θαῦμα ξένον εἰργάσατο. Κάν τῇ ἀλείᾳ δὲ τῆς Τιβεριάδος γεγε νημένη, καὶ ὅπου δὲ τὴν Μαγδαληνὴν ἰᾶτο, διαφό μους καθ᾿ ἕκαστον τούτων τοῖς ἀποστόλοις ἀνίστα νεώς. Ενδον δὲ τῆς πόλεως Τιβεριάδος τὴν οἰκίαν τῆς πενθερᾶς Πέτρου εὑροῦσα Πέτρῳ τῷ θείῳ ποι κίλον ᾠκοδόμει νεών. Κάν τῷ Θαβωρίῳ δὲ τὰ ἴσα δεπράττετο ἔνθα δὴ λέγεται καὶ τὸν Μελχισεδέκ εὐλογίας καταξιῶσαι τὸν 'Αβραάμ. Τῷ δὲ τῆς Μετα μορφώσεως τόπῳ τοῖς τὴν ὑπερφυά κατιδοῦσιν απ γλην ἐκείνην τρισὶν ἀποστόλοις περικαλλῆ τὸν οἶκον ἐδείματο· καὶ πολλὰ τῷ τόπῳ κατεβάλλετο χρήματα, ἵν' εἶεν τοῖς ἐκεῖσε παραμένουσι, καὶ τὸν χῶρον ε.πρεπή καθιστώσιν εἰς ὄνησιν. Ἐκεῖθεν δὲ πρὸς ἀνατολὰς κατιούσα, εἰς Ναζαρέτ γίνεται. Καὶ τὸν τοῦ χαιρετισμοῦ οἶκον εὑροῦσα, ναὸν χαρίεντα τῇ Θεοτόκῳ ἀνίστα [ἄλ. ἀνίστη]. Κάν τῇ Κανᾷ δὲ τῆς Γαλιλαίας, ἔνθα ὁ τοῦ Κανανίτου Σίμωνος γάμος ἐγένετο, καὶ ἐξ ἀδήλων βοτρύων οἶνος ἐπηγάζετο, οἶκον ἱερὸν ἐδείματο ἕτερον.
col. 115–116page 54 of 633
PG 146:115Πάλιν δὲ πρὸς τὴν ἁγίαν ὑποστρέψασα πόλιν, ἐν τῇ Σιών μέγιστον εἰς μήκος και πλάτος εκτρέχοντα οἶκον ἀνίστη· οὗ ἐν μὲν τοῖς ὄπισθεν μέρεσι τὸ οἴ κημα περιέκλεισεν, ἔνθα ἦσαν συνηγμένοι τῶν θυ ρῶν κεκλεισμένων διὰ τὸν τῶν Ἰουδαίων φόβον οἱ μαθηταὶ, ἐν ᾧ καὶ ὁ θεῖος δεῖπνος ἐγένετο, ὅ τε θεῖος νιπτήρ, καὶ ἡ τοῦ ἁγίου Πνεύματος κάθοδος ἐν τῷ ὑπερῴῳ· καὶ πρῶτος ἱεράρχης ἀνεκηρύχθη Ιάκω ος· ὅπου δὴ καὶ ὁ πορφυροῦ; ἦν κίων, ἔνθα προτε έθη φραγγελωθεὶς ὁ Σωτήρ. Οὗ τοῖς εὐωνύμοις μέρεσι τοῦ ναοῦ ὁ τοῦ θείου προφήτου Δαυΐδ τάφος μεγαλοπρεπῶς ίδρυται τῇ προσκομιδῇ τῆς αναφορά;. Ἡ δὲ Σιὼν πρὸς νότον ἐστὶ τῆς πόλεως, τὸν ὑπερανεστηκότα χῶρον ταύτης λαχοῦσα. Μίλιον δ' ἐν διέχει Σιὼν τῆς τοῦ Χριστοῦ ἀναστάσεως. Κάν τῇ αὐλῇ δὲ τοῦ Καϊάφα Πέτρῳ τῷ κορυφαίῳ τῶν μαθητῶν ναὸν ἕτερον ήγειρεν. Εν τε τῷ λάκκῳ Ἱερεμίου καὶ ἐν τῇ πηγῇ ἢ τοῦ Σιλωάμ εἴρηται, πολυτελῆ τὰ ἔργα ἐποίει. Τέλος δὲ καὶ τὸν ἀγρὸν τοῦ κεραμέως μετασκευάσασα, πολυάνδριον ἔπραττε τοῖς ξένοις δηλονότι ταφήν. Σπουδαῖς δὲ τοῦ παιδὸς Κωνσταντίνου κἂν τῇ δρυΐ τῇ Μαυρή, ήτις νῦν Τερέβινθος λέγεται, ἀπὸ ιε' μὲν σταδίων γείτονα τὴν Χεβρών ἔχουσα προς μεσημβρίαν, Ἱεροσολύμων δὴ διεστῶτα ἀμφὶ διακόσια καὶ πεντήκοντα στάδια, ἔνθα λόγος ἐστὶν ἀληθὴς σύναμα τοῖς κατὰ Σοδομι τῶν ἰοῦσιν ἀγγέλοις καὶ τὸν Υἱὸν τοῦ Θεοῦ ἐπιξενωθῆναί τῷ ᾿Αβραὰμ καὶ τὴν τοῦ Ἰσαὰκ γέννησιν ἐπαγγείλασθαι, ναὸν μέγιστον καὶ περικαλλέστατον ἀνεδείματο· καὶ γὰρ μαθὼν ἦν Κωνσταντίνος ὑπὸ τῇ δρυΐ, βωμοὺς Ελληνικοὺς τοὺς πάλαι ἱδρύσασθαι, καὶ θυσίας Ελληνικὰς ἐκεῖσε τελεῖσθαι, οἶνους τε σπένδειν, καὶ λιβάνους ἐπιθύειν, καὶ βοῦν καὶ τρά γον καὶ ἀλεκτρυόνα· λύχνους τε ἐτίθουν ἡμμένους ἐπιχέοντες ἔλαιον, καὶ πόπανα προσῆγον· ἦσαν δὲ οἱ καὶ νομίσματα καὶ μύρα διάφορα κατὰ τοῦ ἐκεῖσε φρέατος ἔβαλλον, ὡς ἐντεῦθεν ἀχρεῖον τὸ ὕδωρ για νεσθαι τῇ ποικίλη μετουσίᾳ τῶν ῥιπτουμένων. Η τῆς Κωνσταντίνου δὲ γαμετῆς μήτηρ ἐκ τοῦ παρή κοντος, θεασαμένη, τῷ γαμβρῷ τὸ δρώμενον ἤγγελλεν, ὥρᾳ θέρους του; ἐπιχωρίους ἰδοῦσα καὶ τοὺς προσωτέρω Παλαιστινούς, Φοίνικάς τε καὶ ᾿Αραβίους, τὴν ἐτήσιον τῷ χώρῳ ἄγοντας ἑορτήν. Πᾶσι γὰρ ἐπέραστος ἦν ἡ πανήγυρις· Ἰουδαίοις μὲν, ὅτι πα διὰ τὴν τριάρχην ηύχουν τὸν ᾿Αβραάμ, Ελλησι δὲ, τῶν ἀγγέλων τῷ χώρῳ ἐπιδημίαν· Χριστιανοῖς δὲ, ὅτιπερ τῷ θεοφιλεῖ ἐκείνῳ προεμήνυσεν, ὃ πολλοῖς χρόνοις ἐς ὕστερον ἐκ παρθένου ποιεῖν ἔμελλεν. "Α δὴ πυθόμενος Κωνσταντίνος, τῶν ἐν Παλαιστίνῃ ἐπισκόπων κατῃτιᾶτο· καὶ μᾶλλον Εὐσεβίου τοῦ Παμφίλου καθήπτετο, οὕτω τὰ περὶ τὸν ἅγιον ὑπερ ιδόντας τόπον. Καί γ' ἐκέλευε τοῖς τῆς Φοινίκης ἐπισκόποις ἐκ βάθρων μὲν καθαιρείν τους βωμούς, πυρὶ δὲ τὰ ξόανα δαπαναν· ἄξιον δὲ τέμενος τῷ περιωνύμῳ τῆς τοῦ τόπου ἀρχαιότητος καθισιν, καὶ τὸ θεῖον ἐκεῖσε κατὰ τὸ τῆς Ἐκκλησίας ἔθος θρησκεύειν, καὶ τοῦ λοιποῦ ἐλεύθερον τὸν τόπον ει
col. 117–118page 55 of 633
PG 146:117εἶναι τῶν μιασμάτων. Εἰ δέ τις ἑξῆς φωραθεὶς ἁλοίη τοιαῦτα πράττων, μεγίστῃ τοῦτον ζημία υπάγεσθαι. Καὶ ἔργῳ τὰ προσταττόμενα αἴσιον ἐλάμβανε πέ ρας. Καὶ ἐν τῇ τῆς Φοινίκης Ηλιουπόλει ἕτερον οἶκον οἰκοδομεῖν ἐκέλευε Κωνσταντῖνος· ἐπίσκοπόν τε καὶ κλῆρον ἱερὸν κατεσκεύαζε· καὶ τὸν ἐκ πα λαιοῦ προσόντα νόμον τούτοις ἀπεῖργεν, ὃς κοινὰς εἶναι τὰς γυναῖκας ἐτίθει, καὶ τοῖς παροῦσι ξένοις τὰς σφῶν παρθένους πρότερον, ἐκπορνεύεσθαι, ὡς εἶναι μὲν αὐτοῖς τὰ τέκνα ἀμφίβολα, καὶ μηδεμίαν εἶναι τούτοις διάκρισιν. ἂν ἀνελὼν τὸ μύσος, τὰ γένη ἐπιγινώσκειν παρεσκευάσατο. Παραπλήσιον δέ τι καὶ ἐν Φαιάκοις ἐποίει· τὸ γὰρ τῆς ἐκεῖσε Αφρο Σίτης ἱερὸν τῷ Λιβάνῳ περιελών, καὶ τὰς ἐν ἐκείνῳ αἰσχρὰς καὶ ἀσέμνους μίξεις συμπεριείλε· τόν τ' ἐν Κιλικία Πυθωνικών κατέστρεφεν οἶκον· καὶ τὸν ἐκεῖσε ἐμφωλεύοντα ἐξήλαυνε δαίμονα. Οὐ μόνον δὲ τῇ γῇ τὰς Ἐκκλησίας ἐῤῥίζου, ἀλλὰ τῷ περὶ Χρι στὸν πόθῳ φλεγόμενος, ἵνα κἂν ἐρήμοις ἔχοι τὰ σύμβολα, καὶ οἶκον ἐξ ὀθόνης ποικίλης κατασκευάσας, ὥσπερ πάλαι Μωϋσῆς περιέφερεν, ᾗπέρ μοι προείρηται. Πολλὰς δὲ καὶ ἄλλας ἐκκλησίας τοῖς ἁγίοις ἐκείνοις τόποις κατασκευάσασα, οὔσας ὑπὲρ τριάκοντα, ἡ θεοφιλής βασιλι; Ελένη, πρὸς τὸν φίλον ταύτης υἱὸν ἐπανέστρεψε, τοῖς ἐσπερίας μετά στην σύνοδον διάγοντα μέρεσι. ΚΕΦΑΛ. ΛΑ'. Περὶ τῶν θεοφιλῶν ἔργων τῆς μακαρίας Ελένης, καὶ τῆς αὐτῆς τελευτῆς· καὶ περὶ τῆς ἐπωνύμου αὐτῇ πόλεως· καὶ ἱστορία παράδοξος τοῦ ἁγίου μάρτυρος Λουκιανοῦ. Ταύτης πολλὰ μὲν καὶ ἄλλα μαρτυρεῖ τὸ εὐλαβες καὶ φιλόθεον· οὐχ ἧττον δὲ παραστήσει καὶ δ μέλλω ἐρεῖν. Λέγεται γὰρ τὰς ἐν Ἱεροσολύμοις ἱερὰς παρ θένους πρὸς ἑστίασιν μεταστειλαμένην, θεραπαινίδος ἐκπληρῶσαι τάξιν αὐταῖς. Αὐτὴ γὰρ τὰ ὄψα ταῖς οἰκείαις παρετίθει χερσίν· ὕδωρ τε προσήγε καὶ χέρνιβα καὶ ἀλλ᾽ ἄττα διακονουμένη, οἷς τους δαιτυμόνας ειωθός θεραπεύειν. Δῶρα δὲ πλεῖστα καὶ πολυτελῆ ἀναθήματα ταῖς ἀνὰ τὴν ἕω ἐκκλησ σίαις ἐδίδου. Ενδεέσι τε τὰ ἐπιτήδεια εχορήγει αφθόνως. Πολλού; τε εἰς τὴν προτέραν ἐπανῆγεν ξιν καιρῶν δυσκολίαις ανατραπέντας· δεσμών τε χρονίων λύσιν ἐπῆγε, μετάλλων τε ἠλευθέρου· καὶ τὴν ὑπερόριον ἀνεκαλεῖτο φυγήν. Ὧν χάριν καὶ ἄξιά γε πρὸς Θεοῦ εἰληφέναι τὰ γέρα· καὶ γὰρ τὸ μὲν παρόν, ὡς οὐκ ἄν τις ψήθη, κάλλιον διαγέγονε σεβαστή τε ἀνακηρυχθεῖσα, καὶ χρυσούν νόμισμα εἰς μόρφωμα ίδιον κάψασα, θησαυρών τε βασιλικών ἐξουσίαν λαβοῦσα, κατά γνώμην ἐκέχρητο. Ἐπεὶ δὲ τελευτήν ἔδει, μετ' εὐφήμου ἐτελεύτα τῆς μνήμης ἐν Ῥώμῃ ὀγδοηκοστὸν ἔτος γεγενημένη ἑνὸς λείποντος, πολλὰ τῷ παιδὶ ἐντειλαμένη τοῖς ἐξιτηρίοις περὶ τῆς εὐσεβοῦς πολιτείας. Πάνυ δὲ μεγάλης καὶ μετὰ τὴν τελευτὴν η μοίρει τιμῆς, ὁποίαν ἐχρῆν

Chapter XXXIICaput XXXII

col. 119–120page 56 of 633
Caput XXXI
PG 146:119Ῥώμης ἀξιωθεῖσα ταφῆς, ἐν ναῷ στρογγύλῳ λάρο νακι πορφυρά κατετέθη. Μετὰ δὲ διετή χρόνον, σὺν τῇ λάρνακι ἐν τῇ Κωνσταντίνου ἀνασωθεῖσα, πρώτη ἐν τοῖς βασιλικοῖς μνημείοις τῶν ἱερῶν ἀποστόλων ταφῆς ἠξιώθη, φαιδραῖς τὸ ἐξ ἐκείνου μνείαις καὶ παννυχίσιν ὡς εἰκὸς τιμωμένη. Αἱ δ' ἐν Ἱεροσολύμοις σεμναὶ παρθένοι ἐκεῖναι, αἷς οἷά τις διηκονεῖτο θεραπαινίς, ἐξαισίαις μνήμαις ταύτην ἐσέμνυνον. Εἰ δέ τι καὶ τὸ κατὰ κόσμον εἰς ὄνησίν τις λογίζεσθαι ἔλοιτο, καὶ λήθης καν τούτῳ ὑπερτερεῖ· ἐνέ χυρον γὰρ ὥσπερ ὁ μέλλων ἔχει αἰὼν τῆς ἐς ἀεὶ μνήμης τὴν ἐπὶ Βιθυνίας πόλιν, καὶ ἑτέραν ἐν Πα λαιστίνῃ· &ς ὁ παῖς αὐτῇ καὶ βασιλεὺς δειμάμενος, τὴν ἀθάνατον ἐκείνην μνήμην χαρίζεται. Ασπάζεσθαι δέ φασι τὸ χωρίον τὴν μακαρίαν Ελένην· καὶ ὡς ὁρμωμένην ἐκεῖθεν Δρέπανον πρῶτον ὠνομασμένον· καὶ ὅτι Λουκιανὸς ὁ μάρτυς ἐκεῖσε τύχοι μετὰ τὸν μαρτυρικὸν θάνατον ὑπὸ δελφίνος ἐκκομισθείς. Περὶ οὗ μάρτυρος λόγος διατεθρύλληται τελευταν μέλλοντος, τῆς τυραννικῆς βίας μήτε ναόν, μήτε θυσιαστήριον παρεχούσης, ἀλλὰ μηδὲ τῶν δεσμῶν καὶ τῶν πληγῶν συγχωρούντων κινεῖσθαι, ἐν τῷ οἰκείῳ στέρνῳ ἀνακείμενον, τὴν φρικτὴν ἐπιτελέ και μυσταγωγίαν· καὶ οὕτως αὐτόν τε μετασχεῖν τῆς ἀχράντου θυσίας, καὶ τοὺς ἄλλους μεταλαβείν ἐπιτρέψαι. Τὰ δὲ τῆς ἱερουργίας ἐτελεῖτο ἐν τῇ εἱρκτῇ· καὶ ἐκκλησίας σχῆμα ὁ κυκλώσας ἐκεῖνον ἱερὸς ἐτύπου χορὸς, ὡς ἤδη ἀποβιοῦντα. Αλλως τε καὶ τοῦ μὴ καθορᾶσθαι τὰ δρώμενα παρὰ τῶν εὐ σεβῶν τοῖς ἄλλως ἔχουσι δόξης, οὕτως ἐτέλουν. Τού του μαθητάς φασιν εἶναι τόν τε Νικομηδείας Εὐσέ βιον, Μάριν τὸν Χαλκηδόνος, καὶ τὸν Νικαίας Θέογνιν, Λεόντιόν τε τὸν ὕστερον τῆς Ἀντιόχου ἐπισκοπήσαντα, Αντώνιόν τε (Ταρσοῦ δὲ τῆς Κιλικίας οὗτος ἐγένετο), καὶ Νουμήνιον, καὶ Εὐδόξιον οὐ μὴν ἀλλὰ καὶ ᾿Αλέξανδρον, καὶ Αστέριον τὸν Καππαδόκην· οὓς καὶ ἑλληνίσαι φασὶν ἐνδόντας τῇ τῶν τυράννων βίᾳ· ἐς ὕστερον δὲ τὴν ἧτταν ἀνακαλέσασθαι, συλλαβομένου αὐτοὺς πρὸς τὴν μετάνοιαν τοῦ διδασκάλου· κἂν αὖθις μὴ τὰ ἴσα τῷ διδασκάλῳ φρονεῖν ᾑρετίσαντο, την 'Αρείου περιφανῶς ἀσπασάμενος δόξαν. Περὶ μὲν οὖν τῆς μακαρίας Ελένης τοσαῦτα. τὴν οὕτω θεοφιλῶς ζήτασαν. Ἔξω δὲ τῆς πόλεως ΚΕΦΑΛ, ΛΒ'. Περὶ τῶν τριῶν μεγάλων σταυρῶν, οὓς ἐν κίοσι μεγάλαις Κωνσταντῖνος ἐν τῇ ἐπωνύμῳ αὐτοῦ πάλει ἀνίδρυσε· καὶ ὑπερφυής τις περὶ ἑνὸς τούτων διήγησις. Κωνσταντίνος δὲ ἀπανταχοῦ τῆς γῆς πολλοὺς ἐγείρας νεώς ταῖς περιφανέσι τῶν πόλεων, κάν τῇ
col. 121–122page 57 of 633
PG 146:121ἐπωνύμῳ δὲ αὐτοῦ πόλει μάλιστα τούτους ἀνίστη ἦν καὶ ἀγάλμασι καὶ ἄλλοις ὑπερφυέσιν ἔργοις ἐκάλλυνεν, ὡς ἐν τῷ τέλει τοῦ πρὸ τούτου διελάβο μεν τόμου. Εἰδώς γε μὴν πείρᾳ καὶ τὴν τοῦ θείου σταυροῦ δύναμιν, ὑπερφυῶς αὐτὸν ἐτίμα, καὶ ἐν θαύματ: διὰ παντὸς ἦγε. Καὶ δὴ μετὰ νόστον Ελέ νης τρεῖς ὑπερμεγέθεις σταυρούς τεκτηνάμενος, κατὰ μίμησιν ὧν τριχῶς ἐν οὐρανῷ ἐθεάσατο, πρῶ τον μὲν ἐν Ῥώμη καταστρατηγών Μαξεντίου· δεύ τερον δ' ηνίκα Βυζαντίους διὰ μάχης Ιὼν ἐτροποῦτο καὶ τὸ τρίτον, ἡνίκα Σκύθας πέραν Ἴστρου ὑπέταξε, καὶ τὸν ποταμὸν γεφύρᾳ ἐζεύγνυ· κατὰ μίμησιν ταίνων τῶν τριῶν τούτων σταυρικῶν δράσεων, τρεῖς ἐκ χαλκοῦ ἐποίει σταυρούς, καὶ τὰ σεβάσμια τούτων ὀνόματα οὕτως ὠνόμαζεν· Ἰησοῦς, Χριστός, νικᾷ. ῶν ὁ μὲν τὸ Ἰησοῦς ὄνομα ἔχων, χρυσῷ ἀπαντα τοῦ διαχυθέντι κοσμηθείς, ἔστη ἐπάνω τῆς ἁψίδος του φόρου, ὅς τὸ τῆς εὐσεβείας αὐτοῦ θερμὸν ὑπαι νίσσεται· τῷ γὰρ κράτει τῆς ἰσχύος αὐτοῦ τὴν Ελ ληνικὴν θρησκείαν κατέβαλλε· τὸν δὲ ὅς ἐκαλεῖτο Χριστός, σεβάσμιον καὶ θεῖον σταυρὸν, ἐπὶ πορ φυρῷ Ρωμαίῳ ἀνίστα κίονι, ἐν τῷ Φιλαδελφίῳ ούτωσί πως είρημένῳ· τὸν δὲ τρίτον, ὃν Κωνσταντῖνος μὲν νῖκος ἐκάλεσεν, Ηράκλειος δ' ἀνίκητον κατωνόμασεν, ἐπὶ ὑψηλῷ κίονι ἐκ μαρμάρων συν τεθειμένῳ ἀνίδρυσεν, ἐν τόπῳ ᾧ κλῆσις ἦν Αρτοπώλιον· ἐν ᾧ καὶ πολλαὶ δυνάμεις ενηργοῦντο παράδοξοι· καὶ μᾶλλον ὅσοι ρίγει φλογώσεως Επα σχον, καὶ ὀφθαλμίαις καὶ ὑποχύσεσιν ἦσαν συνισχημένοι· περὶ οὗ τι καὶ τῶν μάλα διὰ θαύματος ἀγομένων πραττόμενον διηγήσομαι. Καί μοι μηδεὶς – ἀπιστείτω διηγουμένῳ· οὐδὲν γὰρ οἶμαι παράδοξον, 8 μὴ Θεῷ διαπεπραγμένον εἴη· οὐδὲν δὲ πάλιν ἀδύ νατον, Θεοῦ βουλομένου. Λέγεται γὰρ, καὶ ἀληθῶς λέγεται, ὡς ὅτι παρ' αὐτὸν ἄγγελος Κυρίου τρίτον ἰὼν τοῦ ἐνιαυτοῦ ἐν ἀποῤῥήτῳ σιγῇ τῆς νυκτός, οἷάπερ ἀστραπὴ ἐξ οὐρανῶν διαττουσα, ἐν ἀπροσίτῳ τῇ αἴγλῃ, κύκλῳ περίεισι τὸν σταυρὸν θυμιῶν, λι γυρά τε φωνῇ ὡς δή τινος λεπτοῦ σημαντῆρος τὴν παρουσίαν διαμηνύει τοῖς ἀνεπιστροφῳ πρὸς κακίαν βίῳ τὰ τοιαῦτα καὶ ὁρᾷν καὶ ἀκούειν ἠξιωμένοις. Ασματι δὲ ἀποῤῥήτῳ τὸ ἔνθεον μέλος τῆς τρισα γίας φωνῆς τούτῳ ἐπιλέγων καὶ ὑποψάλλων, καὶ αὖθις ὥσπερ ἀστὴρ μεγαλοπρεπῶς διάττων, πρὸς τὰ οἰκεῖα ἐπανέρχεται ἤθη. "Ον δῆτα σεβάσμιον τοῦ Κυρίου σταυρόν, πολλῷ χρόνῳ ὕστερον κατὰ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς ἀρχῆς Μαυρικίου, σεισμῷ μεγάλῳ πεσεῖν ἐπειγόμενον, ἔπειτα σιδηροῖς τισι μηχανήμασιν Ηράκλειος δρασε, πρὸς τῇ βάσει ταῦτα δὴ ἐγκολάψας τὰ γράμματα· Εργον θεάρεστον βα σιλέως μεγάλου Ηράκλειος ἥδρασεν· ἃ δὴ καὶ εἰς ἐμὲ νῦν εἰσι θεωρούμενα. ᾿Αλλὰ τοιαῦτα μὲν καὶ τὰ περὶ τῶν τριῶν σταυρῶν εἰργασμένα τῷ Κων σταντίνῳ. Φιλαδέλφιον, νίκος, ἀνίκητον, Αρτοπώλιον,

Chapter XXXIIICaput XXXIII

col. 123–124page 58 of 633
PG 146:123ΚΕΦΑΛ. ΑΓ. *Οπως Κωνσταντῖνος τὸν Χριστιανισμὸν ἁπαν ταχοῦ τῆς γῆς διαδραμεῖν παρεσκεύασε. Πάσης δ᾽ ἦν ἐκείνῳ σπουδῆς ὑπέρτερον ἡ τῆς θρησκείας ἐπίδοσις. Κατέχειν δ' οὐκ εἶχεν ἑαυτόν ἀθρόον γάρ, εἴ γ᾽ ἐνἦν αὐτῷ, πάντας ἤθελεν ἐπι σπᾶσθαι καὶ προσάγειν Χριστῷ, ἀποστολικὴν ἐπι δεικνύμενος τὴν σπουδήν. Ἐπεὶ δὲ τὸ ἀνὰ τὴν Ῥω μαίων ὑπήκοον δεῖμα καὶ σέβας ἄλογον τῆς περὶ τὰ ξόανα φαντασίας εἶχον, ἤθη τε πάτρια κατησπάζοντο, καὶ ἀρχαιότητος εἴχοντο· δεῖν ἐδόκει λήθην αὐτοῖς τῆς θρησκείας εισάγειν. Τοῦτο δ' οὐκ ἄλλως ἦν ἐγχωροῦν, πρὶν ἂν τῶν νεῶν καὶ τῶν ἐν αὐτοῖ; ἀμελήσειαν ἀγαλμάτων. Καὶ τὸ ἐννόημα εἰς ἔργον ἤγετο· γραμμάτων γὰρ φοιτησάντων βασιλικών δείσαντες οἱ δῆμοι μή τι περὶ τὰ φίλτατα πάθοιεν, καθ' ἑαυτοὺς ἦσαν. Οι γε μὴν νεωκόροι καὶ ἱερεῖ; μή τι δρᾷν ἔχοντες, τὰ παρ᾽ αὐτοῖς τίμια κατεφρόνουν· καὶ τὰ ἐν μυχῷ πάλαι ἀθέατα τῶν ἀδύτων ἐξῆ γον· πᾶσι δὲ δῆλα τὰ πρὶν αὐτοῖς γε μόνοις ἐγνω σμένα καθίστατο. Η δὲ τῶν ξοάνων ὕλη, ὅση μὲν διαφέρουσα ἦν, πυρὶ διακρινομένη εἰς κέρμα ἐκό πτετο· ὅση δ' ἐν χαλκῷ εἰς κάλλος εξείργαστο, κάτ σμου χάριν εἰς τὴν νέαν τοῦ κρατοῦντος πόλιν ἤγετο· καὶ ἀνὰ τὰς ἀγυιάς, τόν τε Ιππόδρομον και ἁπανταχοῦ καθιδρύετο. Ηγετο οὖν Απόλλων τε ἐκ Πυθίας, καὶ ἐξ Ἑλικῶνος αἱ Μοῦσαι, καὶ ὁ σεμνὸς ἐκ Δελφῶν τρίπους, καὶ ὁ διαβόητος Παν, ὃν Παν σανίας μετὰ τὸν Μηδικὸν ἀνέθετο πόλεμον. Οἱ δὲ νεώ, παντοίως ἀμεληθέντες, εἰς ἐρείπια ἦσαν. Παν τάπασι δὲ τηνικάδε ὅ τε ἐν Αἰγαῖς τοῦ ᾿Ασκληπιού ἐν Συρίᾳ, καὶ ὁ ἐν Ἀφάκοις τῆς ᾿Αφροδίτης περί τὸ τοῦ Λιβάνου δρος ἠφάνιστο. Καὶ ἄμφω δὲ οὗτοι ἐπισήμω ἦσαν καὶ σεβασμίω τοῖς πάλαι. "Ων γι νομένων, κατὰ σκοπὸν τῷ βασιλεῖ προυχώρει τὸ πράγμα· οἱ μὲν γὰρ τὰ πρὶν δι' αἰδοῦς αὐτοῖς ἐῤ ῥιμμένα ὁρῶντες, καλάμης τε καὶ φορυτοῦ ἔμπλεα, εἰς καταφρόνησιν ἧκον ἐκείνων, καὶ τοῖς προγόνοι; τῆς πλάνης ἐμέμφοντο· οἱ δὲ ζήλῳ τῶν ἡμετέρων καὶ τῆς τοῦ βασιλέως χάριν τιμῆς δεῖν ἡγοῦντο τα τοῦ κρατοῦντος ἤθη τιμᾷν· ἄλλοι δὲ καὶ θεοσημίαις τισὶν, ἐπισκόποις τε καὶ μοναχοῖς ἐντετυχηκότες, ἄμεινον εἶναι Χριστιανίζειν ᾑροῦντο. Ενθεν τοι καὶ πολλοὶ δῆμοι καὶ πόλεις ὅλαι μετεῤῥυθμίζοντα· ω; δὴ καὶ τὸ Γαζαίων ἐπίνειον, 8 Μαιουμᾶς καλεῖται, δυσειδαιμονοῦν τὰ μάλιστα πρότερον, ἀθρόον μετέ βαλε πρὸς ἡμᾶς· ὃ καὶ τῆς ἀθρόας μεταβολῆς ἀμει ύμενος, πολλῆς ἠξίου τιμῆς· καὶ πόλιν εἶναι ἐκή ρυττε, Κωνσταντίαν κατονομάζων, ἑνὶ τῶν παίδων τὸν χῶρον τιμῶν τῇ θρησκείᾳ. Τὴν ἴσην δ' εἴληχε τάξιν καὶ ἡ παρὰ Φοίνιξι Κωνσταντίνα ἐπικληθεῖσα, διὰ τὸ σέβας τὴν τοῦ βασιλέως ἐπιγραψαμένη ἐπω νυμίαν. Πολλαὶ δὲ καὶ ἄλλαι τῶν πόλεων αὐτόματοι πρὸς τὸ θρησκεύειν ἠπείγοντο τὰ ἡμέτερα· ἑκόν
col. 125–126page 59 of 633
PG 146:125δες τε τὰ ξανα καὶ τὰ παρ' αὐτοῖς κατέστρεφον Ιερά, καὶ εἰς ἐκκλησίας Θεοῦ μεταρρύθμιζαν. Οὕτω δὲ τῆς Ἐκκλησίας ἐπιδιδούσης, πᾶσαν διελάμβανε τὴν οἰκουμένην καὶ διὰ τῶν βαρβάρων χωροῦσα ἡ πίστις. Οὐ γάρ τοι τὰ περὶ τὸν ποταμὸν Τήνον μεσ νον τὰ Χριστιανῶν ἠσπάζοντο, ἀλλὰ καὶ Γαλάται καὶ Κελτοί, οι τελευταῖοι τὸν Ὠκεανὸν προσοικοῦσιν οὐ μὴν δὲ ἀλλὰ καὶ Γότθοι καὶ ὅσα ὅμορα τούτοις ἀμφὶ τὸν Ἴστρον ᾤχουν, οὐ πάλαι τὴν εἰς Χριστὸν δεξάμενοι πίστιν, ἐξ ἀγρίου διαίτης πρὸς τὸ λογ πόν τε καὶ ἡμερον μεθηρμόζοντο. Ως δὲ λόγος εἰ πεῖν, βαρβάροις ἅπασι πρόφασις μία ἐγένετο τὰ Χριστιανῶν ἑλέσθαι, οἱ μεταξύ Ῥωμαίων καὶ ἀλ λοφύλων γενόμενοι πόλεμοι ἐπί τε τῆς Γαλιήνου βασιλείας, καὶ καθεξῆς· πλῆθος γὰρ σύμμικτον τὴν ἕω περαιωθεν, τὰ ἐκείνῃ κατέδραμον· καὶ ἄλλοι ἀλλαγὴ τῶν βαρβάρων ταυτὸν εἰργασμένοι, τοῖς ἀγχιθύροις Ρωμαίοις ἐπέστησαν. Λείαν δὲ πεποιημένοι πλείστην, πολλοὺς καὶ τῶν ἱερέων αἰχμαλώτους ηγάγοντο· ὧν ἰωμένων τὰς ἐν τοῖς ἔθνεσι νόσους, καὶ δαίμονας ἐλαυνόντων, τῇ ἐπικλήσει μόνη Χριστού, βιοτήν τε φιλόσοφον καὶ ἄμωμον ἐπιδεικνυμένων, οἱ κατὰ χώρας βάρβαροι, τῆς τε ἀρετῆς καὶ τῶν παραδόξων Εργων τοὺς ἄνδρας θαυ μάσαντες, συνεἶδον τὸ δέον· καὶ Θεὸν ἱλεωσάμενοι δι' αὐτῶν, τὸ κρεῖττον εἷλοντα θεραπεύειν. Καὶ δήτ' ἐκείνοις τὸ πρακτέον εἰσηγουμένοις ἐπείθοντο· βαπτιζόμενοι τε, τὴν ἀκραιφνῆ διδασκαλίαν ἠσπάζοντο, καὶ τέλος ἐκκλησίας ἀνῳκοδόμουν. ΚΕΦΑΛ. Α'. Περὶ τῶν 'Ιβήρων, ὅπως εἰς τὴν εὐσεβῆ πίστιν ἐφωδηγήθησαν. Ὥσπερ δὲ καὶ Ιβηρες· ἔθνος δὲ τουτί βάρβαρόν τε καὶ μαχιμώτατον, τὰ Χριστιανῶν κατησπάσαντο, Κωνσταντίνου την αυτοκράτορα Ῥωμαίοις διέποντος. Οἰκεῖ δὲ τὸ ἔθνος τοῦτο τὰ ἐνδότερα τῆς ᾿Αρμενίας πρὸς 'Αρκτον καὶ πρὸς τὸν Εὔξεινον ἀπο νεύοντα τόπον, ἄποικοι ὄντες τῶν ἐν Ισπανία Ιβήρων. Ηγήσατο δὲ τῆς θρησκείας αὐτοῖς γυνή τις αἰχμάλωτος· ἢ τά τε ἄλλα καὶ σώφρων οὖσα, οὐδ᾽ ἐν αἰχμαλωσία καθυφῆκε τι τῆς φιλοσόφου διαίτης, καὶ τῆς θεοσεβοῦς πολιτείας. Νύκτωρ γὰρ καὶ μεθ᾿ ἡμέραν πολλήν τινα ἄσκησιν ἐπεδείκνυτο βαθεία τε συνέζη νηστείᾳ, καὶ συντόνοι; ἐκέχρητο προσευχαῖς. Οἱ δὲ βάρβαροι τὸ ξένον τῆς διαίτης ὁρῶντες ἐθαύμαζον τὰ πραττόμενα, καὶ ὅτου χάριν τοιαῦθ' αἱρεῖται διεπυνθάνοντο. Η δ' ἀφελῶς οὕτωσὶ καὶ ἁπλῶς οὕτω χρῆναι σέβειν Χριστὸν τὸν τοῦ Θεοῦ

Chapter XXXIVCaput XXXIV

col. 127–128page 60 of 633
PG 146:127Υἱὸν εἰσηγεῖτο. Οἱ δ' ἀκούοντες τό τε ὄνομα καὶ τὴν θρησκείαν τοῦ τιμωμένου, ἐν ἐκπλήξει πεποίηντο. Τούτων γινομένων, συνέβαινε τὸν τοῦ βασιλέως υἱὸν ἔτι νήπιον ὄντα δεινῶς ἀσθενεῖν. Εθει δέ τινι έγχω ρίῳ τὸν παῖδα ἡ μήτηρ παρὰ ταῖς ἄλλαις ἔπεμπε γυναιξίν, ὡς ἄν γ᾽ εὐπόριστος ἡ τοῦ κάμνοντος ἀπαλλαγὴ γένηται. Ως δὲ περιαχθεὶς ὁ παῖς ὑπὸ τῆς τροφοῦ, οὐδαμὴ τὴν ἀπαλλαγὴν εὔρισκε, τέλος ἐπὶ τὴν αἰχμάλωτον ἄγεται. 'Η δὲ παρουσίᾳ πολύ λῶν οὐδέν τι τῶν ἐξ ὕλης ἐπιπλάστων φαρμάκων προσήγε· μηδὲ γὰρ εἰδέναι διετείνετο· ἀνακλίνασα δὲ κατὰ τὸ ἐκ τριχῶν ἐκείνῃ προσόν διεῤῥητές ὕφασμα, ἁπλοῦν προσῆγεν αὐτῷ φάρμακον, τὴν κλη σιν ἐκείνῳ ἐπᾴδουσα τοῦ Χριστοῦ. Καὶ ὁ ἤδη τεθνήξεσθαι προσδοκώμενος παραχρήμα, γενομένης εὐ χῆς, ἐξάντης ἦν τοῦ δεινοῦ. Ἐξ ἐκείνου δ᾽ ἐν φή μαις ἦν ἡ γυνή, γνώριμος τε τῇ μητρὶ καθίστατο τοῦ παιδὸς, καὶ ταῖς ἄλλαις γυναιξὶ τῶν βαρβάρων. Οὐ πολλῷ δ' ὕστερον καὶ αὐτὴν ἐκείνην τὴν μητέρα τοῦ παιδὸς ἀνιάτῳ πάθει γενομένην κατάσχετον τὸν ἴσον τρόπον διέσωζε· παρήνει τε τοῦ λοιποῦ ἐκείνῃ τὸ σέβας νέμειν καὶ τὴν χάριν ἔχειν, ὃς τῶν ἀγα θῶν ἐστι πρύτανις καὶ τῆς ἀληθοῦς ὑγεία; δοτήρ, καὶ ζωῆς καὶ βασιλείας αὐτῆς. Τοῦτον δ' εἶναι Χρι στὸν, τὸν ἀληθῆ Λόγον. Επειτα καθ' ἑκάστην φα τῶσα, τὰ ῥωστικὰ τῆς εὐσεβείας προσῆγεν αὐτῇ φάρμακα. Η μὲν οὖν βασιλίς, πείρα τοῖς ἐπ' αὐτῇ γεγενημένοις τάληθὲς διαγνοῦσα τῶν λόγων, τὰ Χριστιανῶν ἐπρέσβευεν ἤδη, καὶ ἐν ὑπερβαλλούσαις τὴν ἄνθρωπον ἦγε τιμαῖς. Βασιλεὺς δὲ τὸ τάχος καὶ τὸ τῆς ὑγείας φάρμακον παρὰ τῆς γαμετῆς μαθών, δώροις ἀμείβεσθαι ἤθελεν. Ἐκείνη δὲ μὴ δεῖν αὐτοῦ χρημάτων ἔλεγεν· ἔχειν γὰρ ἀρκοῦντα πλοῦτον Χριστόν· καί γ' ἐν δώροις εἶναι μεγάλοις εἶχε καὶ αὐτοὶ ἔλοιντο ἐπίσης θρησκεύειν. Ταῦτα λέγουσα, ὄπισθεν τὴν δόσιν, αδράν γε οὖσαν, ἀνέπεμπεν. Ενῆγε δὲ αὐτὸν ἡρέμα πως τὸ ἐξ ἐκείνου ἡ γαμετή, παραπείθουσα τὴν καλὴν ἀπάτην κατ' ἀντίπαλον τῇ Ενα διακειμένη· ὑπετίθει γὰρ σέβειν ὂν ἡ γυνὴ καταγγέλλει Θεόν, μέγαν τε ὄντα, κἀκ τοῦ ῥᾴστου ἔχοντα ὅπως ἂν ἐθόλοι ποιεῖν· βασιλείας τε ἐν τῷ καθεστῶτι μένειν, τούς τ' ἀδόξους ἐπιφανεῖς καθι σταν· καὶ ἱκανῶς ἔχειν τους μικρούς αθρόον με γάλους ποιεῖν, κἂν τοῖς δεινοῖς διασώζειν. Εὖ τοίνυν οὕτω λεγούσης τῆς γυναικὸς, ὁ τῆς Ἰβηρίας ἡγού μενος ἐμαλάσσετο μὲν τοῖς λόγοις· ἀμφίβολος δ' ἦν, ὑπειδόμενος νεωτερίζειν, αἰδούμενός τε ἄλλως μεταλλάσσειν τὰ πάτρια. Καὶ δή ποτ' ἐξελθὼν συν αμα τοῖς ἀμφ' αὐτὸν, ἐθήρα. Ομίχλη δέ τις βα θεῖα καταχυθεῖσα τοῖς ὄρεσι, σκότος ἐποίει βαθύ καὶ τὸ συνηρεφὲς τῆς ὕλης ἀποφράξαν, νύκτα τὴν ἡμέραν εἰργάζετο. Απορος δ᾽ ἦν ἡ θήρα, καὶ ἡ ὁδὸς ἀδιέξοδος. Δείσαντες δ' ἕκαστος ὅπη-ἔτυχεν ἐσκεδάννυντο. Επίσης δὲ καὶ ὁ βασιλεὺς ἁλώμενος μόνος, τοὺς πατρώους. ἐπεκαλεῖτο θεούς. Ως δ' οὐ δὲν ἧττον ἦν τὸ δεινὸν, οἷα φιλεῖ γίνεσθαι, ἀπροστ δοκήτοις εμπεσών, τὸν τῆς αἰχμαλώτου ενενόει Θεόν· καὶ κατὰ νοῦν τοῦ λοιποῦ σέβειν ἐκεῖνον διε νοεῖτο, εἰ τὸ παρόν γε διαδράσοι κακόν. Ταῦτ᾽ εἰς
col. 129–130page 61 of 633
PG 146:129νοῦν βαλλομένῳ, τὸ μὲν σκότος εὐθὺς ἐλύετο λαμ πρὶ δ' αιθρία μετέβαλλε, τῆς ἀκτῖνος προσβαλλούσης τῇ ὕλῃ. Καὶ χαίρων ἐπὶ τὸν οἶκον ἐλθὼν, τῇ γυναικὶ τὸ συμβἂν ἡδέως κατέλεγε. Καὶ αὐτίκα τὸ γύναιον μετεστέλλετο· καὶ τίνα τρόπον θρησκεύειν θερμότερον ἔτει διδάσκεσθαι. Τῆς δ᾽ εἰσηγουμένης, ὅσα γε ἦν εἰκὸς λέγειν, τοὺς ὑπ' αὐτὴν ἀθροίσας, ἐπὶ κοινοῦ τῷ πλήθει δημηγορῶν, τὰς διὰ τῆς αἰχμαλώτου γεγενημένας τῷ ἐκείνου οἴκῳ εὐεργεσ σίας ἐξήγγελλε. Μήπω δὲ μυηθεὶς τὰ τοῦ δόγματος, τοῖς ὑπηκόοις μετεδίδου τὰ τῆς βουλῆς· καὶ ἄρδην τὸν Χριστὸν ὁμοῦ σέβειν φιλοτίμως ᾑροῦντο. Καὶ τάχος ὅσον τῆς γυναικὸς τὸ σχῆμα διαγραψάσης, ἐκκλησίαν ἀνίστων περιφανή. Κἀκεῖνος μὲν τοὺς ἄνδρας, ἡ δὲ γυνὴ σὺν τῇ αἰχμαλώτῳ τὰς γυναῖκας σπουδαίως ἐπὶ τὴν θρησκείαν ἐνῆγον. Περικύκλῳ δὲ καὶ περίβολον ἔβαλον. Ἐπεὶ δὲ καὶ τοὺς κίονας σχοι νίοις δή τισιν ἀνιμῶντες ταῖς βάσεσιν ήδραζον, ὁ μὲν πρῶτος καὶ δεύτερος κίων εὐπετῶς κατὰ χώραν ἐγέ νετο· τῷ δὲ τρίτῳ δυσχερής ἦν καὶ ἐργώδης ή στά σις. Οὔτε γὰρ ἐπήρκει τέχνη τῷ μηχανήματι, οὔτε μὴν τῇ βίᾳ τῶν ἑλκόντων ὑπήκοος ἦν, καὶ ταῦτα πολλῶν ἐφελκομένων τοῖς μηχανήμασιν. Ως δ' ἐπει γένετο νύξ, οἱ μὲν ἄλλοι πάντες οἴκαδε ᾔεσαν μόνη δὲ ἡ αἰχμάλωτος τῷ χώρῳ παρέμενεν, εὐχαῖς Ελεουμένη τὸ θεῖον, ὡς ἂν εὐχερής ή στάσις τῷ χίονι γένοιτο. Αχρι γὰρ τοῦ μέσου ὀρθωθείς, ἐγκάρσιος ἔμενε, τῆς ἄλλης ἀρχῆς προσερεισθείσης τῆς καὶ πάμπαν ἀκινήτου μενούσης. Τοῦτο δὲ προὐχώρει, ἵν' ᾗ τοῖς Ιβηρσι τὰ πρότερα βέβαια καὶ τὰ περὶ τὸ θεῖον μᾶλλον ἐν ἀσφαλεῖ κατασταίη. Περὶ γὰρ τὴν ἕω εἰς τὴν ἐκκλησίαν ιόντες, θαυμάσιον οἷον καὶ ὀνείρῳ προσεοικὸς ἄντικρυς καθεώρων. Ο γὰρ πρὶν ἀκίνητος κίων ὀρθὸς ἦν σμικρῷ διαστήματι, ὑπεράνω τῆς ἰδίας βάσεως αιωρούμενος. Εν ἐκπλήξει δὲ πάντων γεγενημένων, καὶ τὸν Χριστὸν μόνον ἀληθινὸν ὁμολογούντων Θεὸν, ἐπ' ὄψει πάντων ἠρέμα διολισθήσας αυτόματος, καὶ κρεῖττον τέχνης προσηρμόσθη τῇ βάσει. Επειτα δὲ καὶ οἱ λοιποὶ κίονες εὐχερῶς ἐστηρίζοντο. Οἱ δ' Ιβηρες ἐντεῦθεν σπουδῇ τῇ πάσῃ τὸ ἔργον ἐτέλουν. Υποτιθείσης δὲ τῆς αἰχμαλώτου πρέσβεις πέμποντες Κωνσταντίνῳ, σπονδάς ήτουν, καὶ συμμαχεῖν ᾑροῦντο Ρωμαίοις. Ανθ' ὧν ἱερέας καὶ Θεοῦ λειτουργοὺς τῷ ἔθνει ἐδέοντο καθιστᾷν. Τῶν δὲ πρέσβεων ἐπὶ κοινοῦ τὰ παρ' ἐκείνοις γενόμενα διελθόντων, καὶ ὡς ἕτοιμοι εἶεν πανδημεί σέβειν Χριστὸν τὸ πᾶν ἔθνος, ὑπερ φυῶς ἤδετο βασιλεύς· καὶ τάχος ὅσον ὀπίσω ἀνέ πεμπε τοὺς πρέσβεις τὰ κατὰ γνώμην ἐκείνοις ἅπαντα διαπεπραγμένος. Καὶ τοῦτον τὸν τρόπον Ιβηρες τὸ κατὰ Χριστὸν ἠσπάσαντο κήρυγμα· καὶ εἰσέτι νῦν προϊόντι χρόνῳ ἐπιμελῶς ἐξέχονται τοῦ σεβάσματος.

Chapter XXXVCaput XXXV

col. 131–132page 62 of 633
PG 146:131ΚΕΦΑΛ. ΛΕ. Ως καὶ τὰ ἐνδότερα των Ινδῶν ἔθνη τὸν Χρι στιανισμὸν παρεδέξαντο· ἔτι δὲ καὶ τὸ ᾿Αρμενίων ἔθνος. Ἐπὶ δὲ τῆς αὐτῆς βασιλείας καὶ τὰ ἐνδότερα τῶν καθ' ἡμᾶς Ἰνδῶν ἔθνη, ὅσα δὴ τῆς Βαρθολομαίου διδασκαλίας ἀπείρατα μεμενήκασιν, ὑπό τινε ἱερεῖ, Φρουμεντίῳ τούνομα, καθηγητῇ αὐτῶν γεο μένῳ, τῆς ἱερᾶς διδασκαλίας μετέσχον. ὡς ἂν δὲ μή τισι δοκοίη τὸν Χριστιανισμὸν ἐξ ἀνθρώπων συστῆναι, καὶ ἐκ τῶν παρ' Ινδοῖς γενομένων μαθεῖν ἐστιν εὐπετές. Οἱ δὲ Ἰνδοὶ Σάβαι μὲν τὸ ἀνέκαθεν ἑκα λοῦντο· Ομηρῖται δὲ ἐκλήθησαν ὕστερον. Τῶν δ' ἐκ Χεττούρας τῷ Ἀβραὰμ γεννωμένων τὸ ἔθνος. Τὴν δὲ χώραν αὐτῶν εἶναί φασιν, ἣν Ἕλληνες μεγά λην Αραβίαν καὶ εὐδαίμονα ὀνομάζουσιν. Ἐπὶ τὸν ἐξωτάτω δὲ Ὠκεανὸν καθήκειν ταύτης τὰ τέρματα ἧς ἡ μητρόπολις, ἡ Σαβά, ἐξ ἧς Σολομῶντι παρα γεγονέναι λόγος ἔχει τὴν τοῦ Νότου βασίλισσαν. Ἐμπερίτομον δὲ τὸ ἔθνος· Ἡλίῳ τε καὶ Σελήνῃ καὶ δαίμοσιν ἄλλοις ἐπιχωρίοις θύει. ᾿Αναπέφυεται δὲ αὐτοῖς καὶ Ἰουδαίων οὐκ ἐλάχιστον πλῆθος. Ταύτην τοίνυν Μερόπιος τις φιλόσοφος Τύριος ἱστορῆσαι σπουδὴν θέμενος, μιμησάμενος μὲν καὶ τοὺς πάλαι σοφούς, Πλάτωνα καὶ Ἐμπεδοκλῆν καὶ Δημόκριτον, κατὰ θέαν τόπων πλοῦν στειλαμένους μακρόν, μάλιστα δὲ τὸν προσεχή Μητρόδωρον τὰ κατ᾿ ἵνα δοὺς ἱστορήσαντα, δύο τινὰ μειράκια συμπαραλαβὼν γένει προσήκοντα, καὶ Ἑλληνικῆς οὐκ ἄμοιρα @ διαλέκτου (ἐλευθερίων γὰρ διὰ λόγων ἦγεν αὐτα), τοῦ πρόσω ἠπείγετο. Καὶ δῆτα ὅσα γ' ἐχρὴν ἱστο ρήσας, ἐπανόδου είχετο, Αίγυπτίᾳ καταπλέων νηΐ. Κατὰ δὲ χρείαν ὕδατος ἢ καί τινος ἄλλου τῶν ἀναγε καίων λιμένι προσορμίζει τινί. Συμβὰν δὲ την καῦτα τὰς μεταξύ Ρωμαίων τε καὶ Ἰνδῶν δια σπάσθαι σπονδάς, Ἰνδοί ποθεν ἐκδραμόντες, κτεί νουσι μὲν ἅπαντας· καὶ αὐτὸν δὲ τὸν φιλόσοφος διεχρήσαντο. Τοὺς δὲ παῖδας ἅτε νέους ζωγρήσαντες, δῶρον τῷ σφῶν προσάγουσι βασιλεῖ. Καὶ ὅς τὸν μὲν νεώτερον, Αἰδέσιος ἦν αὐτῷ ὄνομα, ἐπὶ τὸ οἰνοχοεῖν καθίστα· τὸν δὲ Φρουμέντιον τῶν βασι λικῶν γραμμάτων ταμίαν είχε, καὶ τῶν χρημάτων ἐπίτροπον. Ἐχέφρονα γὰρ εἶναι, καὶ τὰ τοιαῦτα διακονεῖν ἐγίνωσκεν ἱκανώτατον. Χρόνῳ δὲ πλείστῳ τὰ πιστά οἱ παρεσχηκότας, τελευτῶν ἐπὶ γαμετῇ καὶ ἀπαλῷ παιδὶ ἐλευθερίᾳ τὴν μακρὰν ἡμείβετα εὔνοιαν, καὶ ὅπη δὴ βουλομένοις διατρίβειν, ἀνεῖτο. Οἱ μὲν οὖν εἰς Τύρον ἔσπευδον ἐπανήκειν, ὅθεν δὴ καὶ πατρίδος ἦσαν· ἡ δὲ βασιλὶς τῶν Ἰνδῶν ἔτι κομιδή νέου τοῦ παιδὸς ὄντος ἐδεῖτο παρ' ὀλίγον μένειν χρόνον εἰς ἐπιτρόπους τῆς ἀρχῆς καθισταμένους τῷ νέῳ, ἕως οὗ ὁ παῖς ἀνδρωθείη. Καὶ πεί θονται μὲν ἐκεῖνοι· ᾐδοῦντο γὰρ ἀντιβολοῦσαν την δέσποιναν παραιτήσασθαι· καὶ τὴν ἡγεμονίαν Ίνα δῶν ὡς ἐγχωροῦν ἐπετρόπευον. Καὶ μᾶλλον Φρουμέντιος ἐπὶ τῶν ὅλων ἦν· ὃς Θεοῦ γε οίμαι διερεθίζοντος, εἴ τινές εἰσι παρ᾽ Ἰνδος Χριστιανοὶ ἀνη

Chapter XXXVICaput XXXVI

col. 133–134page 63 of 633
PG 146:133ρεύνα, ἡ Ῥωμαῖοι τῷ πλῷ ἐπιχωριάζοντες. Ευρί σκων δὲ, φιλοφρόνως τε ὑπεδέχετο· καὶ ἰδιάζουσι τόποις, ᾗ ἔθος Χριστιανούς, συνηύχετο. Ο δ᾽ ὧδε προϊών, εὐκτήριον οἶκον ἀνῳκοδόμει. Καί τινας τῶν Ἰνδῶν κατηχών, εὐχὰς τελεῖν παρεσκεύαζε, καὶ πρεσβεύειν τὰ θεῖα προτρέπετο. Ηδη δ' ἐφήβου τοῦ βασιλέως γενομένου παιδός, τοῦτόν τε καὶ τὴν αὐτοῦ μητέρα παραιτησάμενοι, ἐπὶ τὴν σφετέραν πόλιν ἀπέπλεον, καίπερ μένειν ὡς πλεῖστον ἐκδια ζόμενοι. Καὶ ὁ μὲν Αἰδέσιος εἰς Τύρον ήκων, καὶ τοὺς προσήκοντας κατιδών, κατὰ ταῦτα τῆς τοῦ πρεσβυτερίου καθέδρας ηξίωτο· Φρουμέντιος δὲ τὴν ἐπὶ Φοίνικας παριδών, εἰς ᾿Αλεξάνδρειαν ἧκε· καὶ ᾿Αθανασίῳ ἐντυχών, ἄρτι τῶν ἱερῶν οἰάκων ύπερ καθίσαντι, τὰ κατ' Ινδούς διηγεῖται· καὶ ὡς ἐν ἑτοίμῳ εἰσὶ τὸν Χριστιανισμὸν παραδέξασθαι έλεγε, καὶ μὴ περιορᾶν τὴν θήραν κατηντιβολει ιερέα δὲ ὅσον τάχος καὶ κλῆρον αὐτοῖς ἐπιπέμπειν. ᾿Αθανά σιες δὲ εἰς ἔννοιαν θέμενος τὸ ῥηθὲν, τοὺς ἐπιδημοῦντας τῶν ἐπισκόπων ἀθροίσας, οὐκ ἄλλον ἐπιτήδειον τε καὶ ἱκανώτατον τὴν θρησκείαν αὐξῆσαι ἔκρινεν ἢ αὐτὸν ἐκεῖνον ὅς πρῶτος σπέρματα τῆς τῶν Χριστιανῶν μετουσίας αὐτοῖς κατεβάλλετο. Καὶ ὁ μὲν πεισθεὶς, ανελάμβανε τὴν ἱερωσύνην· καὶ αὖθις ἐπὶ τὴν Ἰνδῶν ἀνέστρεφε χώραν· καὶ κῆρυξ τοῦ Εὐαγγελίου τοῖς ἐκεῖσε ἅπασι γίνεται. Τοσοῦτον δ' ἐπαινεθῆναι τοῦτόν φασιν, ὡς ἴσον τὸ γέρας τοῖς ἀποστόλοις κτήσασθαι· ἐπεί τοί γε καὶ ἐπισημότατον ὁ Θεὸς αὐτὸν ἀπέφηνε, τέρασι καὶ σημείοις ἐξαι σίοις κατακοσμῶν· πλουσίας γὰρ τῆς χάριτος εὐμοι, μας ρήσας, οἴκους Θεῷ πλείστους ἀνήγειρεν. Ἰατρὸς δὲ καὶ κατ' ἄμφω ψυχῶν καὶ σωμάτων ἀνηκέστων, ἐθεράπευε χρόνια τραύματα. Ταῦτα Ρουφίνος ἱστό ρησεν, Αἰδεσίῳ ἀνὰ τὴν Τύρον περιτυχών, ὥς φησιν. Αλλ' οὕτω μὲν καὶ ἡ παρ᾽ Ἰνδοῖς ἱερωσύνη συνέ στην κἀκεῖθεν ἐφεξῆς τὸ θεῖον δόγμα διὰ τῶν ὁμό ρων διέβη. Τοῖς δ᾽ αὐτοῖς δὲ χρόνοις, καὶ ᾿Αρμενίους ἐπυθόμην τὰ Χριστιανῶν ἑλέσθαι. Γρηγορίου γὰρ ἐκείνου τοῦ Θαυμαστοῦ πολλὰ πρὸς Τηριδάτου πα θόντος διὰ Χριστὸν, καὶ μετὰ πολλὴν καὶ ποικίλην και κῶν ἰδέαν, ἐπὶ τεσσαρεσκαίδεκα έτη λάκκῳ βορβορώδει καὶ ἀφεγγεῖ συγκλεισθέντος, Τηριδάτης ὁ τοῦ ἔθνους ἡγούμενος θεομηνίας πανοικὶ πειρᾶται σύν ἅμα τοῖς ὑπερέχουσι. Χοιρώδη γὰρ καὶ βίον καὶ ὄψιν αμειψάμενοι, διῆγον σφᾶς αὐτοὺς κατεσθίοντες. Αλλ' ἐκεῖθεν ἀνιμηθεὶς ὁ θεῖος Γρηγόριος, ὑφ᾽ ἑνὶ συνθήματι πάντας θρησκεύειν Χριστὸν ἔπειθεν· ἐκ τῆς χορείας τ' ἐκείνης καὶ μορφῆς καὶ διαίτης ᾿ ἀπαλλάττων, τὴν κατὰ Χριστὸν ἀσπάζεσθαι πολι τείαν ἠρέθισε· νεώς τε αὐτοῖς ἀνήγειρε, καὶ τὰ τῆς μυστικῆς ἑτέλει τούτοις θυσίας. Καινοῖς δὲ θαύμασι τοὺς ἐνοίκους δαίμονας ἀπελάσας τῆς χώρας, αὐτόν το Γρηγορίου σύναμα Τηριδάτη παρὰ τὸν μέγαν βασιλέα Κωνσταντῖνον γενέσθαι· τὸν δὲ συνήδεσθαι τὰ παράδοξα διακούοντα. Επίσκοπον δὲ τῆς ὅλης χώρας καταστήσας Γρηγόριον ἔπεμπεν. Ὑπὸ γοῦν
col. 135–136page 64 of 633
PG 146:135Τηριδάτη Γρηγόριος συγκροτούμενος, τά τε παρ' ἐκείνοις εἰδωλεία κατέστρεψε, καὶ Χριστῷ θεία τεμένη ἀνήγειρε. Θαύμασι δ' ἐξαισίοις πίστει τὸ σύμπαν χειρωσάμενος ἔθνος, ἐβάπτιζε, καὶ τῷ σω τῆρι προσῆγε Χριστῷ. Περὶ τῶν ἐν Περσίδι γεγενημένων Σαβώρῃ τῷ βασιλεῖ· καὶ περὶ τοῦ ἐπισκόπου Συμεών, καὶ τῶν σὺν αὐτῷ μαρτυρησάντων. Συμεώνης πεδηθεὶς σιδήροις, τῷ βασιλεῖ παρία Οὐ πολλῷ δὲ ὕστερον διὰ τῶν ὁμόρων εἰς πλῆθος τὸ δόγμα ἐπέδωκεν ἐξ ὧν ἡγοῦμαι καὶ ἐς Πέρσας διαβῆναι τηνικαῦτα τὸ κήρυγμα. Τινὲς γὰρ ἐκεῖθεν Οπροηνοῖς καὶ ᾿Αρμενίοις ἐπιμιγνύμενοι, θείοις τέ τισιν ἀνδράσι διομιλούμενοι, καὶ ἡσυχῆ τῆς ἐκεί νων πειρώμενοι ἀρετῆς, εἰς ζῆλον τῆς ἐκείνων διαί της κατ' ὀλίγον ἧκον, καὶ Χριστιανίζειν ήρχοντο. Ως δὲ χρόνῳ πλείστοι γενόμενοι ἐκκλησίας τε ἐπεσκεύαζον, καὶ ἱερωσύνην συνίσταντο, καὶ τἆλλα τῆς καθ' ἡμᾶς ἐπετήδευον τελετῆς· οὐ μετρίαν ἐνῆκε τοῦτο τοῖς μάγοις πληγήν. Οὗτοι γὰρ ἐξ ἀρχαίου οἷά τι γένος τῇ καθ' αὐτοὺς ἱερωσύνη προσήκον, τὴν αὐτῶν θρησκείαν ἐπιτροπεύουσιν. Οὐ μὴν δὲ ἀλλὰ καὶ οἱ παρ' αὐτοῖς Ἰουδαῖο: ἐν δεινῷ ἐποιοῦντα, ἄνωθεν βασκανίᾳ τῇ περὶ τὸ ἡμέτερον δόγμα ἐκπεπολεμωμένοι. Καὶ Σαβώρῃ προσιόντες, οὗτος γὰρ ἡγεῖτο τηνικαῦτα τοῦ ἔθνους, τὸν ἐπίσκοπον Συμεώνην Σελευκείας καὶ Κτησιφῶντος, αὗται δ' ἐν Περσίδι των πόλεων βασιλεύουσι, διέβαλον ὡς τῷ Ρωμαίων βασιλεῖ φίλον, καὶ δυσμεναίνοντα τοῖς Περσῶν πράγμασιν· οἷς πεισθεὶς, τὰ μὲν πρῶτα χαλεπῶς ἐπέτριβε τους Χριστιανούς, ἐπιστασίαις ἀνδρῶν ἀπηνῶν καὶ δριμείαις φόρων εισπράξεσιν, ὡς ἂν τῇ ἐνδείᾳ καὶ ἀπηνείᾳ τῶν ἀπαιτούντων έχε βεβιασμένοι, ἀπόθωνται τὴν θρησκείαν, δ διὰ σπου δῆς μεγάλης αὐτῷ ἦν· ἔπειτα τοὺς ἱερέας, καὶ ὡσανεὶ προστάτας αὐτῶν κτείνειν ἐκέλευεν· εἰς ἐρείπια δὲ καθίστασθαι τοὺς νεώς, καὶ τὰ ἱερὰ κειμήλια τῷ δήμῳ ἀνεῖσθαι, καὶ τὸν Συμεώνην, ὡς ἐπίβουλον καὶ τῆς θρησκείας καὶ τῆς βασιλείας Περσών, σύρεσθαι. Μάγοι μὲν οὖν, Ἰουδαίων συναιρομένων αὐτοῖς, τὰς ἐκκλησίας θᾶττον ἐῤῥίπτουν· ὁ δὲ στατο. Ενθα δὴ ἀνὴρ καλός τε καὶ ἀγαθὸς διεφάνη. Μετὰ γὰρ πολλὴν βάσανον εἰσαχθεὶς, οὐκέτι ὡς ἔθος αὐτῷ προσκυνῆσαι ἠνέσχετο· ἐφ᾽ ᾧ χαλεπήνας ὁ τύ ραννος, τί δή ποτε παρὰ τὸ εἰωθὸς ἄρτι πράττο:, διεπυνθάνετο. Οτιπερ, ἔλεγεν, οὐδέπω ὡς νῦν εἰσή χθην, προδοῦναι τὸν ἀληθῆ Θεὸν βιαζόμενος. Ω; γοῦν μηδεμιᾶς ἐνούσης διαφορᾶς, τὰ ειωθότα ἐποίουν νῦν δ᾽ οὐ θέμις είναι νομίζω· ὑπὲρ γὰρ ἀληθείας καὶ τῆς πίστεως ὁ ἀγών. Σαβώρης δὲ τὸν ἥλιον προσκυνεῖν κατηνάγκαζε. Μὴ ποιεῖν δ' αἱρούμενον, οὐ μόνον αὐτὸν διολέσειν ἡ πείλει, ἀλλὰ καὶ σύμπαν φύλον τῶν ἐκεῖσε Χριστιανῶν. Ἐπεὶ δὲ οὔτε λόγοις τοῦτον κατακτυπῶν, οὔτ᾽ ἐπαγγελίαις χαυνών, προς δοῦναι τὸ σέβας, καὶ τὸν Ἥλιον μήποτε προσκυνεῖν
col. 137–138page 65 of 633
PG 146:137ἔλπισε· τό γε νῦν δεσμώτην ἀνέπεμπον εἰς φρου ράν. Απαγόμενον οὖν, Οὐσθαζάνης πρεσβύτης εύ νοῦχος, παιδαγωγός χρηματίσας Σαβώρη, τα πρώτα δ' ἐν τοῖ; βασιλείοις ἐκείνου φερόμενος, ἀναστὰς τὸν μάρτυρα προσεκύνει· ἔτυχε γὰρ πρὸ τῶν αὐλείων οὐδῶν καθήμενος· Συμεώνης δὲ οὐδὲ λόγου μετα δοὺς αὐτῷ, ὑβριοπαθών παρέμεινε, μυσαττόμενος, οἷς οὐ πρὸ πολλοῦ βιασθεὶς Ηλίῳ προσκυνεῖν εἴλετο. Δακρύων δὲ πλήσας τοὺς ὀφθαλμοὺς ὁ εὐνοῦχος, ᾤμωξε· καὶ δὴ τὴν λαμπρὰν ἐσθῆτα ρίψας, μετημ φίεστο μέλαιναν· καὶ πρὸ τῆς οἰκίας εκάθητο, πέν θος ἔχων οιμωγαῖς καὶ δάκρυσι σύμμικτον, τοιαῦτα ὑποφωνῶν· Οίμοι ἐγώ! τίς δὲ ἄρα ἔσται περὶ ἐμὲ, ἐν ἀβ:άντως ἡρνησάμην Χριστόν; ὅπου γε Συμεών οὗτος διὰ ταῦτα, παλαιός γ' ἐμοὶ συνήθης ὤν, παρέ δραμεν οὐδὲ προσβλέμματος ἀξιώσας; Ταῦτα Σαβώ τὴν ἀγνοῆσαι οὐκ ἦν· καὶ μεταστελλόμενος τὸν εὐνοῦχον, εἴ τινι κατ' οίκον ἐχρήσατο συμφορᾷ ἐπυνθάνετο. Ὁ δὲ μὴ κατ᾽ οἶκον ἔλεγε δυστυχεῖν· ἡ γὰρ ἂν μακάριον ἦν πᾶσι τοῖς κατ' οἶκον ἔχειν κακῶς εξον γὰρ ἦν ἢ τοιαύτη περιπεσείν συμφορά. Πένθος δ᾽ ἔχω, φησὶν, ὅτιπερ ζῶ, καὶ ὁρῶ τὸν ἥλιον, ἐκ πολλοῦ τεθνάναι δίκαιος ὢν, ὅτιπερ μὴ κατὰ γνώ μην, σὴν χάριν, τὸν Ἥλιον προσεκύνησα. Κατ' άμφω οὖν με χρῆναι κρίνω θανεῖν· οἷς τε δν ἐπόθουν μάλα Αρνησάμην Χριστὸν, τῶν καλλίστων προδότης γεγε νημένος, καὶ περὶ σὲ ἀπατεῶν χρηματίσας. Ταῦτα λέγων, διώμνυτο μὴ τοῦ λοιποῦ μετατεθεῖσθαι τὴν γνώμην. Σαβώρης δὲ τῇ ἀθρόᾳ τοῦ εὐνούχου μετα βολῇ ἐκπλαγείς, τοῖς Χριστιανοῖς ἐχαλέπαινε μάλι στα, γοητείαις τὰ τοιαῦτα δὴ πράττειν οιόμενος. Συνηθείᾳ δὲ καὶ φειδοῖ τῇ περὶ τὸν τροφέα, πάσῃ μηχανῇ μεταπείθειν ἐπειρᾶτο, πραότητι τὸ ἀπηνὲς κερανούς. Ὡς δὲ τὸ πρὸς βουλῆς περαίνειν οὐκ εἶ. χεν, Ουσθαζάνου μὴ τοσοῦτον εἶναι εὐήθη λέγοντος, ὡς ἀντὶ τοῦ Ποιητοῦ καὶ Κτίστου σέβειν αἱρεῖσθαι τὰ κτίσματα, ἐκνικηθεὶς τῷ θυμῷ Σαπώρης, την κεφα λὴν ἀφαιρεῖσθαι προσέταττε. Καὶ δῆς ἀπαγόμενος, τῶν τινα πιστοτάτων τῷ βασιλεῖ εὐνούχων Σαπώρη πέμπων, ἐπέτρεπε τάδε εἰπεῖν· "Ην μὲν ἐκ νέου, ὦ βασιλεῦ, εύνοιαν εἶχον, σοί τε καὶ πατρὶ τῷ σῷ καὶ τᾶσι τοῖς κατ' οίκον προθύμως διακονούμενος, οὐκ ἄν μοι νῦν μαρτύρων εἶναί σοι χρείαν πιστεύω ἐπίσταμαι γάρ σε πάντα εἰδέναι· ἀλλ' ὑπὲρ ὧν ἐσπεὶ κεχαρισμένος ὑμῖν διαγέγονα, μίαν δὴ χέρ. αἰτῶ, ἣν ἀμείβεσθαι δίκαιος ἂν εἴης, πολλῶν ἀπο λαύσας. Ἐν δεινῷ τε μάλα τίθεμαι θνήσκων, ὡς ἄπιστος καὶ κακοῦργος περὶ τὸν σὸν οἶκον φανείς ἐκτίνω τὴν δίκην. Κήρυκα τοίνυν κέλευε σημαίνειν πᾶσιν, ὅτιπερ Ουσθαζάνης θανάτῳ κολάζεται, οὐδὲν οὐδαμῶ; μοχθηρός τις περὶ τὴν βασίλειαν φανείς ἐκ προγόνων δὲ τὰ Χριστιανῶν πρεσβεύων, καὶ ἥκιστα πειθόμενος βασιλεῖ, ἀρνεῖσθαι μὲν ἂν ἐπάθει Θεόν, Ηλίῳ δὲ ἀντ᾿ αὐτοῦ νέμειν τὸ σέβας, ταύτην ὑπέχει τὴν δίκην. Καὶ ὁ μὲν τοιαῦτα ἐμήνυε. Σαΐώ ρης δὲ τὴν αἴτησιν ἀπεπλήρου· ᾤετο γὰρ ἐν καλὰ οἱ ἔσεσθαι τὴν ἀνακήρυξιν. Εἰ γὰρ κατὰ νοῦν τοῖ; ἄλο τους Χριστιανούς γένοιτο, ὡς οὐδενὸς ἔσται φειδ τοῦ λοιποῦ, οὕτως εὔνου καὶ τροφέως ανηρημένο
col. 139–140page 66 of 633
PG 146:139σιμον δ' ἑτέρως καὶ Οὐσθαζάνῃ συνέβαινε τὸ πρα χθὲν εἶναι. Οπηνίκα γὰρ δείσας τὴν προσκύνησι, ἀφωσίου, πολλοὺς ἐκλόνησε τῶν Χριστιανῶν· ἐπίση; δ' αὖθις εἶναι μιμητάς γενέσθαι, εἴ γε μάθοιεν ὑπὲρ τῆς ἀληθοῦς θρησκείας ανηρημένον. Καὶ Οὐσθαζά. νῆς μὲν οὕτως ἐνδόξῳ βιοτῇ ἐτελεύτα· τῇ δ' ἑξῆς καὶ Συμεώνην βασιλεὺς ἐκέλευεν ἀναιρεῖν. Ην δ' ἡμέρα ἡ πρὸ τῆς κυριωνύμου καὶ σεπτῆς Χριστού ἀναστάσεως. Καὶ ἄλλους δ' ἐπίσης κτείνειν ἑκατὸν δεσμώτας προσέταττεν. Επίσκοποι δ' ἦταν καὶ ἄλ λοι τοῦ καταλόγου τῶν ἱερῶν. Ὁ μὲν οὖν Συμεώνης προσαχθείς, οὔτ᾽ αὐτῷ οὔτε Ηλίῳ προσκυνείν 400 λεν, ἐλευθέρως μάλα περὶ τοῦ σφετέρου δόγματος διαγωνιζόμενος. Ὁ δὲ μέγιστος ἀρχιμάγος, ἀπαγι μένοις αὐτοῖς, προφθάσας εἰ βούλοιντο ζῆν, καὶ πα ραπλησίως βασιλεῖ θρησκεύειν αἱροῖντο, ἠρώτα. Ω; δ' ἀπηξίουν ἅπαντες, τῇ καταδίκῃ ἐπέστησαν. Κι οἱ μὲν δήμιοι περὶ τὰς τῶν μαρτύρων διεπονούν ο σφαγάς· Συμεώνη; δὲ παρών, θαρτεῖν τε ἐκέλευε καὶ ὑπεμίμνησκε περί τε θανάτου καὶ τῆς αἰωνίου ζωῆς· ἔτι δὲ καὶ περὶ ἀναστάσεως καὶ εὐσεβείας. Παράγων δὲ καί τινας μαρτυρίας τῶν ἱερῶν Γρ φῶν, ἐπιστοῦτο γενναίως ἀποδεικνὺς τὸν θάνατον εἶ ναι ζωήν· τὸ δὲ διὰ δειλίαν τὸ σέβας προδοῦναι, τοῦτ' εἶναι θάνατον ἀληθῶς. Οὐ πάνυ γὰρ πόρρω καὶ μπο δενὸς κτείνοντος, αὐτόματον ἀνάγκη ἐπιστῆναι τὴν θάνατον. Τοῦτο γὰρ ἄφυκτον παντὶ γέννησιν ἐσχη κότι. Τὰ δ' εἰσέπειτ' ἀΐδια ὄντα, καὶ τὸν αἰῶνα μά τυρα ἔχοντα, οὐ πᾶσι πάντως ἔψεται· ἀλλ᾽ ἑκάστῳ ἀκριβής τις επιστήσεται στάθμη, τὸν ἐνταῦθα βίν εὐθύνουσα· καὶ λήψεταί γε τὰς ἀμοιβὰς ἕκαστος ἢ ἀθανάτους ὧν ἔπραξε τῶν χρηστῶν, ἐν ἴσῳ δ' αὖθ τὰς εὐθύνας ἕτερος. Πολλῷ δὲ ἄρα πάντων μεῖζον τὸ ὑπὲρ Θεοῦ προέσθαι τὸ ζῆν· ὁ τῶν παρ' ἡμῖν ἀγα θῶν ἔσχατον καὶ μακαριώτατον. Τοιαῦτα Συμεώνης οἷά τις ἀγαθὸς παιδοτρίβης πρὸς τοὺς ἀγῶνας υπου λείφων, εὐθαρσῶς πρὸς τὰς σφαγὰς χωρεῖν παρεσκεύαζεν. Ἐπεὶ δὲ τοὺς ἑκατὸν ὁ δήμιος διεχρήσατο, τέλος καὶ αὐτὸν Συμεώνην ὑπῆγε τῷ ξίφει. Εν εἶ; ἦσαν καὶ ᾿Αβδεχαλάας καὶ ᾿Ανίννας, πρεσβύται δὴ καὶ πρεσβύτεροι τῆς κατ' αὐτὸν ἐκκλησίας. Τρέ μοντι δὲ τῷ ᾿Ανίννᾳ τῷ πρὸς τὴν σφαγὴν εὐτρεπίζει σθαι, Μουσίκης ὁ τῶν τοῦ βασιλέως ἡγούμενος τεχνι τῶν. Μύσον, ἔλεγε, γέρον, ἐπὶ βραχὺν χρόνον τοὺς σοὺς ὀφθαλμοὺς, καὶ θαρσῶν δέξαι τὸ ξίφος. Αὐτίκα δ' ὄψει τὸ μέγα φῶς τοῦ Θεοῦ. Ταῦτ᾽ εἰπὼν, συλληφθεὶς ὡς βασιλέα ἀνήγετο· καὶ Χριστιανὸς εἶναι ὁμολογῶν, ὡς ἐλευθεριάτας ὑπὲρ τοῦ δόγματος, κ ὑπὲρ τῶν μαρτύρων τῷ βασιλεῖ ἀντιστάς, μὴ προς ηκόντως τῇ παρρησίᾳ χρησάμενος, καινῷ τιν: τρόπο κατεδικάσθη θανεῖν· όρυγμα γὰρ πεποιηκότες κατά τοῦ τένοντος, ἐκεῖθεν τὴν γλῶτταν ἀνείλκυσαν. Γκ τινος δὲ διαβολῆς καὶ θυγάτηρ αὐτοῦ ἱερὰ παρθένος ἀνήρητο. ἡ ἀνδρὸς, τάχιστ' ἂν παύσαιντο σέβειν Χριστόν. Χρή Ο
col. 141–142page 67 of 633
PG 146:141ΚΕΦΑΛ. ΛΖ'. Περὶ Ταρβούλας τῆς ἀδελφῆς Συμεών, καὶ περὶ τῶν ἐπισκόπων Ακεψιμᾶ καὶ Μίλη· καὶ τῶν ἄλλων ἐν Περσίδι μαρτυρησάντων μυρίων έξα κισχιλίων. Τοῦ δ᾽ ἐπιγινομένου ἔτους, κατὰ τὴν ἐπιλύχνιον ἡμέραν τῆς Ἀναστάσεως πρόσταγμα Σαπώρου έφοίτα θάνατον καταδικάζον Χριστιανῶν, ἔνθα πλῆθος αὐ τῶν ἄπειρον λέγεται μαρτυρῆσαι. Πολλοὶ δὲ καὶ ἐν τοῖς βασιλείοις ἀντέσχον· μεθ᾽ ὧν καὶ ὁ τὰ μάλιστα κεχαρισμένος Σαπώρῃ, Αζάδης ὄνομα, τὸν ἀγῶνα τοῦ μαρτυρίου ὑφίσταται· δι' ἂν περίλυπος μάλα για νόμενος, τὸ μὲν πλῆθος κτείνειν οὐκ ἀνέσχε· μόνοις δὲ τοῖς τῆς θρησκείας καθηγεμόσι τὸ ξίφος ἐπή νεγκε. Συνελαμβάνετο δὲ καί τις ἱερὰ παρθένος σύν θεραπαίνῃ τὸν ἴσον βίον μετερχομένῃ· ᾧ καὶ ἀδελφή προσήν, μετ᾿ ἀνδρὸς θάνατον, γάμον ἀπαγορεύουσα Ταρβούλλα δὲ ἡ συλληφθεῖσα ἦν, τοῦ ἐπισκόπου ἀδελφὴ Συμεών, Αἰτίαν δ' ἔσχε της συλλήψεως ἐκ διαβολής, αἰτιωμένων Ἰουδαίων, ὡς τοῦ ἀδελφοῦ χάριν Συμεών κατὰ μῆνιν τοῦ μόρου φαρμάκοις ἐπιβουλεύει τῇ βασιλίδι. Ενόσει γὰρ ἐκείνη τὰ ἔσχατα. 'Η δὲ πάσχουσα, ὑπῆκε τὴν ἀκοὴν ὡς ἀληθῆ εἴη τὰ εἰρημένα· πείθεται γάρ πως ῥᾷστα ταῖς ἀ πευκταίοις συμφοραῖς περιπεσών ἄνθρωπος, καὶ μάλιστα ότιπερ καὶ ἐκ γένους ἦν ἐκείνων καὶ κατ᾿ ἐκείνους ἐξίω, καὶ ἀψευδῶς εὔνους εἶναί γε ᾤετο. Ενθεν καὶ πρόφασιν ἀποχρῶσαν εὑρηκότες τῷ μία σει, πρὶν τὰς ἱερὰς ἐκείνας παρθένους διχῆ διε λόντες, ἀνεσκολόπιζον· μέσον δὲ τῶν σκολόπων διελ θεῖν ἔπειθον τὴν νοσοῦσαν, ὡς ἄν γε τὸ ἀποτρόπαιον ἄγος αὐτοῖς ἐπαφία.. Τὴν δὲ Ταρ βούλλαν εὐπρεπῆ γε οὖσαν καὶ τὸ εἶδος μάλα καλὴν, τινὰ τῶν μάγων ἡττη θέντα τῆς ὄψεως πρότερον, λάθρα διαπεμψάμενον, περὶ συνουσίας διαλεχθῆναι· μισθὸν δ' αὐτῇ παρασχείν, είχε πεισθείη, τὴν ἀπαλλαγὴν τῆς διαβολῆς ἔλεγε. Τὴν δ᾽ ἀκούσασαν μηδαμῶς ἀνασχέσθαι, ἐξυβρίσα δὲ τὸν ἀκόλαστον ἐκείνου τρόπον, καὶ θανεῖν ἐλέσθαι μᾶλλον, ἢ τὸ σώφρον τῆς παρθενίας προδοῦναι. Τοῦ δὲ Σαπώρου δόγματος κυρωθέντος, τοὺς μὲν ἄλλους ἐξν, ὡς εἴρηται, τοῖς δὲ ἡγεμόσι μόνοις τῆς θρη σκείας τὴν δίκην ὑπέχειν, οι μάγοι καὶ οἱ τούτων κατάρχοντες, ἐντεῦθεν ἀνασκιρτήσαντες, οὐκ ἔστινεἰπεῖν, μεθ᾽ ὅσης τῆς κακουργίας ἀνὰ τὴν Περσῶν Ιόντες χώραν, τοὺς ἐπισκόπους καὶ ἱερεῖς διεχρήσαντο μάλιστα δ' ἐν τῇ χώρᾳ τῶν Ἀδιαβηνῶν τὰ πάνδεινα ἔπραττον. Κλίμα δὲ τουτί Περσικὸν ὡς ἐπίπαν Χριστιανίζον. Τοῖς δ' αὐτοῖς καιροῖς καὶ Κατὰ τὴν ἡμέραν ᾖ τοῦ μὲν πάθους τοῦ Χρι στοῦ ἡ ἀνάστασις ἐπετελεῖτο, τῆς δὲ ἐκ νεκρῶν ἀνα στάσεως ἡ πανήγυρις προσεδοκᾶτο.

Chapter XXXVIICaput XXXVII

col. 143–144page 68 of 633
PG 146:143Ακεψιμᾶς ἐπίσκοπος ἤγετο, καὶ πολλοὶ τῶν ὑπὸ τῷ κλήρῳ τελούντων αὐτῷ. Τῶν μὲν οὖν ἄλλων ἀφελόμενοι τὰς οὐσίας, εἴων· Ακεψιμᾶν δ' ἱμᾶσι πολλοῖς ᾔκιζον, καὶ βίαν ἐπῆγον οἱ μάγοι τὸν "Ηλιον προσκυνεῖν. Ως δ᾽ οὐκ ἔπειθον, δεσμωτηρίῳ καθα εἶρξαν· ᾧ ἐκών τις ἠκολούθει Ἰάκωβος, πρεσβύτερος τὸ ἀξίωμα, δέησιν τοῖς μάγοις προσαγαγών, ὑπὸ τὸν αὐτὸν γενέσθαι δεσμόν. Γέροντα δ' ὄντα τὸν ἐπίσκοπον ἐθεράπευε· καὶ τὰς συμφοράς μετ τριωτέρας τῇ προθύμῳ ὑπηρεσίᾳ εἰργάζετο. Ὑπὸ δὲ τὸ αὐτὸ δεσμωτήριον και Αειθαλάς πρεσβύτερος ἦν δέσμιος, Ἰωσήφ τε καὶ ᾿Αζαδάνης, καὶ ᾿Αβδιο σισοῦς, διάκονοι, μάστιγας πλείστας διὰ τὸ δόγμα ύπομεμενηκότες. Ἐπεὶ δὲ χρόνῳ ὕστερον ὁ ἀρχίμαγος Σαπώρου κοινωσάμενος περὶ τούτων, ὡς ἐκείνῳ βουλομένῳ ἦν τιμωρεῖν ἐκεῖνος ἐπέτρεπεν, εἰ μὴ Ηλίῳ τὴν προσκύνησιν ἀπονείμειαν, δήλην τοῖς καθειργμένοις εποίει τὴν ψῆφον. Ἐκείνοις δ' ἐκ τοῦ σχεδὸν ἀπειποῦσι, μήτε Χριστόν ποτ' ἀρνεῖσθαι, πολλοῦ γε μὴν δεῖν Ἠλίῳ σέβας προσενεγκείν, πολλὴν ὁμῶς ἐπῆγε τὴν βάσανον. Καὶ ᾿Ακεψιμᾶς μὲν ἐναγώνιος ἐτελεύτα πολλὴν τὴν καρτερίαν ἐπιο δειξάμενος· λάθρα δέ τινες ᾿Αρμένιοι τὸ λείψανον ὑφελόμενοι θάπτουσιν· οἱ δὲ ἄλλοι καὶ πλείω τοῖ; ἱμᾶσι καταξανθέντες, άτρωτοι δὲ τὸ σέβας μείναντες, δεσμοῖς αὖθις είχοντο. Ἐν οἷς ἦν καὶ Ἀειθαλᾶς, ὅς ἐν τῷ κατατείνεσθαι τοὺς βραχίονας ἀπε σπάσθη τῶν ὤμων· καὶ τοῦ λοιποῦ νεκροὺς αὐτοὺς καὶ μάτην ᾐωρημένους εἶχεν· ὡς μηδ' ἱκανοὺς εἶναι δι' αὐτῶν τροφὴν τῷ στόματι φέρειν, ἀλλ᾽ ἑτέρων χρῆσθαι πρὸς ὑπουργίαν. Πολλοὺς δὲ καὶ ἄλλους ἱερεῖς τε καὶ διακόνους, μοναχούς τε καὶ παρθένοις ἱερὰς ἐκολάσατο, καί τινα; ἑτέρους θερμούς περὶ τὸ δόγμα καὶ περὶ τὰ ἱερὰ τῶν ἐκκλησιῶν διαπονουμένους, ὡς ὑπερβαίνειν τὰ πλήθη τὸν ἀριθμόν. Ἐξ ὧν ἦσαν ἐπίσκοποι. Βαρβασύμης, καὶ Παῦλος, καὶ Γαδιάβης, Σαβινός τε καὶ Μαρέας, καὶ Μώκιο;, καὶ Ἰωάννης, καὶ Ορμίσδας, Πάπας τε καὶ Ἰά κωβος, Ρώμας καὶ Μπάρης, καὶ ᾿Αγας, καὶ Βάκχο ρις, καὶ ᾿Αβδᾶς καὶ ᾿Αβδιησοῦς, Ἰωάννης τε καὶ ᾿Αβράμιος, καὶ ᾿Αβδελᾶς, καὶ Σαβώρης, καὶ Ἰσαὰκ Δαυστᾶς, ἀπὸ χωρίου ὧδε προσαγορευομένου, δου ρυάλωτος Πέρσαις γενόμενος. Κατ' ἐκεῖνον δὲ τὸν χρόνον, σὺν τῷ χωρεπισκόπῳ Μαρεάδῃ καὶ ὁ νε κρέμαρτος Μίλλης, σύναμα τοῖς ἀμφ' αὐτὸν κληρικοῖς, πεντήκοντα δὲ καὶ διακόσιοι ἦσαν τὸν ἀριθμὸν, έγνωρίζετο· οἱ καιροῖς ἐκείνοις ὑπὸ Περσῶν αἰχμάλωτοι ήχθησαν. Ο δὲ Μίλλης Πέρσης μὲν ἦν στρατιώτης· μεταθέμενος δὲ τὸν βίον, τὴν ἀποστολικὴν πολιτείαν είλετο· καί τινος τῶν ἐν Περσίδι πόλεων ἐπίσκοπος γεγονώς, πολλὰς πολλάκις καὶ χαλεπὰς ὑποστὰς τὰς πληγάς, ὡς οὐδεὶς χριστιανίζειν ᾑρεῖτο, ἐπαρασάμενος τοῖς ἐποίκοις ἀνεχώρει ἐκεῖθεν. Οὐ πολλῷ δ᾽ ὕστερον τῶν ἐκεῖσε πρωτευόν των εἰς βασιλέα ἐξαμαρτόντων, στρατιὰν μυρίαν ὁ Πέρσης ἐπαγαγών, κατήρειψε την πόλιν, καὶ βουσὶν ἀρόσας κατέσπειρε. Μίλλης δὲ πήραν μόνην λα
col. 145–146page 69 of 633
PG 146:145Εὼν, ᾗ τὴν ἱερὰν τῶν Εὐαγγελίων βίβλον ἐφρούρει, εἰς Ἱεροσόλυμα ἧκεν εὐχῆς ἕνεκα· ἔπειτ' ἐκεῖθεν εἰς Αἴγυπτον κατὰ θέαν τῶν ἐκεῖσε μοναχῶν ἀπῆς ρεν. Οἷος δ' ἐκεῖνος τοῖς παραδόξοις τῶν ἔργων ἐγένετο δημιουργός, ὡς καὶ νεκροὺς ἀνιστον, μαρ τυρήσει & Σύρων παῖδες ἰδίᾳ παραδόντες γραφῇ κατέλιπον, ἀνάγραπτον τὸν βίον καὶ τὰς ἐκείνου πράξεις ποιούμενοι. Ἐμοὶ δ᾽ ἀρκέσει, τὰ παρόντα μόνα περὶ αὐτοῦ διελθεῖν, καὶ μνησθῆναι μόνον, ὅσοι δὴ ἐν Περσίδι ὑπὸ Σαπώρῃ τὸν θεῖον ἀγῶνα διῆλθον· σχολῇ γὰρ ἄν τις τίνες τε ἦσαν καὶ ὅθεν καὶ ὅπως καὶ τίνας ὑπέστησαν τιμωρίας ἀπαριθμής σα:το. Παντοδαποί γάρ τινες καὶ ποικίλοι οἱ τῶν κολάσεων τρόποι Περσῶν, κάν τούτοις δὴ μάλιστα τὸ φιλότιμον ἐπιδεδειγμένων. Ως δὲ λόγῳ περιλα δεῖν ἔστι, λέγεται τῶν τηνικάδε μαρτυρησάντων του; ὄνομα φερομένους εἶναι ἄνδρας τε καὶ γυναί και, πλὴν τῆς ἐκτὸς πληθύος καὶ ἀριθμοῦ κρείττονος, σὺν ἐξακισχιλίοις μυρίοις· ὧν ἐργῶδες νομί σαντες τὰς αὐτῶν προσηγορίας ἀπαριθμεῖν, οἱ ἀνὰ τὴν Έδεσαν Πέρσαι καὶ Σύροι Χριστιανοὶ τοῦτο μόνον ἱστόρησαν. ΚΕΦΑΛ. ΛΗ. Ολα ό μέγας Κωνσταντῖνος ὑπὲρ Χριστιανῶν Σα δώρῃ έγραφε τῷ Περσῶν βασιλεῖ. Ἐπεὶ δὲ οὕτω πάσχειν τοὺς ἐκεῖσε τὸν Χριστὸν σέδοντας ὁ πανεύφημος εγνώρισε βασιλεύς, ήσχαλλε μεγάλως καὶ ἡνιᾶτο· βοηθεῖν δὲ πρόθυμος ῶν, ἐν ἀπόρῳ τὸ ποιητέον εἶχεν, ὅπως ἂν καὶ οἱ ἐν ἐκείνῳ ἡσυχίαν άγοιεν. Συμβὰν δὲ πρέσβεις ἐκεῖθεν τηνι κάδε παρεῖναι, τοῖς αἰτουμένοις ἐπιθεὶς πέρας, εὖ δ' ἡγησάμενος Σαβώρῃ καὶ περὶ τῶν ἐκεῖσε ἀνα θέσθαι Χριστιανῶν, ἐπιστολὴν ἀξιύμνητον ἔγραφε, μεγίστην χάριν ὁμολογῶν αὐτῷ, εἰ τοῖς τὸ κατὰ Χριστὸν δόγμα στέργουσιν ἄνεσιν δοίη. Μὴ γὰρ ἐγκαλεῖν ἔχειν καὶ τὸν τῆς θρησκείας τρόπον, ἐπεί τοί γε μὴ σφαγίοις, ὥσπερ ἐκεῖνοι, ἀλλ᾽ ἀναι μάκτοις χαίρουσι ταῖς θυσίαις, εὐχόμενοι τῷ θεῷ, ᾧ μὴ φίλον χύσις αἱμάτων, ἀλλὰ ψυχὴ ἀρετὴν ἀκραιφνῶς ἀσκοῦσα, καὶ δόγματα εὐσεβείς μάλα προσήκοντα. Ωστε καὶ δι᾿ ἐπαίνου μᾶλλον ἄγειν τοὺς ὧδε δεῖν ἡγουμένους, πιστεύειν. Ἐπὶ δὴ τού τοῖς ἵλεων ἔχειν ὑπισχνεῖτο τὸ θεῖον, εἴ γ᾽ ἔλοιτο προνοεῖν τῆς θρησκείας· καὶ τεκμήριον προῆγε Γαλιῆνον ἐκεῖνον καὶ Οὐαλλεριανὸν, καὶ τὰ ἐπ' αὐτῷ ἐκείνῳ συμβεβηκότα. Οἱ μὲν γὰρ διὰ τὴν πρὸς Χριστιανοὺς εἰρήνην εὐμαρῶ; τὴν ἀρχὴν διήνυσαν. Ἐπεὶ δὲ καὶ οὗτοι, μᾶλλον δ' Οὐαλεριανὸς διωγμὸν κατ' αὐτῶν, ὡς οἱ λοιποί, πράττειν ᾑρεῖτο, ὑπὸ Πέρσαις γενόμενος, τῆς θείας ἐπειράθη δίκης· ἐν οἷς αἰχμάλωτος γεγονώς, κακῶς τὸ ζῆν ἐξεμέτρησεν. Αὐτῷ δ' ἐκείνῳ διὰ τὴν εἰς Χριστὸν πίστιν σύμμαχον τὸ θεῖον γεγενημένον πᾶσαν τὴν Επηρεάσατο τῇ πόλει,

Chapter XXXIXCaput XXXIX

col. 147–148page 70 of 633
Caput XXXVIII
PG 146:147ἐκ τοῦ κατὰ δύσιν ἡργμένῳ Ὠκεανοῦ, καὶ τὸ πολὺ τῆς ἕω λαβόντι. Πολλοὺς δὲ πολέμους και τυράννους βαρεῖς τῇ ἐκεῖθεν τροπωσαμένῳ ῥοπῇ, μή τινων δεηθῆναι σφαγίων ἢ μαντειῶν, ἀλλ' εἰς νίκην ἀπο χρῆσαι μόνον τὸ σταυρικὸν ὅπλον τοῦ στρατοῦ προηγούμενον· καὶ πρὸς τούτῳ εὐχὴν αἱμάτων ἀπηλλαγμένην. Κατὰ λέξιν δὲ καὶ ταῦτα πρὸς τῷ τέλει τῆς ἐπιστολῆς ἐπιλέγει·. Τούτου τοῦ κατα λόγου τῶν ἀνθρώπων, λέγω δὴ τῶν Χριστιανών, ὑπὲρ γὰρ τούτων ὁ πᾶς μοι λόγος, πῶς οἴει με ἥδεσθαι ἀκούοντα, ὅταν καὶ τῆς Περαίδος τὰ κρά τιστα ἐπὶ πλεῖστον ὥσπερ ἔστι μοι βουλομένῳ κοσμείται; Σοί τε οὖν ὡς ὅτι κάλλιστα, ἐκείνους τε ὡσαύτως ὑπάρχει τὰ κράτιστα· ὃ ἔστι σοὶ κἀκείνοις. Οὕτω γὰρ ἕξεις τὸν τῶν ὅλων Θεὸν πρᾶον καὶ εὐμενῆ. Τούτους τοιγαροῦν, ἐπειδὴ τοσοῦτος εἶ, σοὶ παρατίθεμαι. Τοὺς αὐτοὺς δὲ τούτους, ὅτι καὶ εὐσεβείᾳ ἐπίσημος εἶ, ἐγχειρίζω. Τούτους αγάπα ἁρμοδίως τῇ σαυτοῦ φιλανθρωπία· σαυτῷ τε γὰρ καὶ ἡμῖν ἀπερίγραπτον δώσεις διὰ τῆς πίστεως χάριν.» Τοσαύτη τις ἦν τῷ θείῳ τούτῳ ἀνδρὶ φροντὶς τῶν ἀπανταχοῦ Χριστὸν ἐγνωκότων. Διά τοι καὶ τοιοῦτος τῆς θείας κηδεμονίας ἀπολαύσας ἀρκούντως, Εὐρώπην μὲν καὶ Λιβύην καὶ τὰ πλεῖστα τῆς Ασίας συσχών, εὔνους εἶχε τοὺς ὑπ' αὐτὸν μεθ᾿ ἡδονῆς πειθομένους· ἤδη δὲ καὶ τῶν βαρβάρων οἱ πλεῖστοι, οἱ μὲν ἐχόντες, οἱ δὲ μάχῃ, ἕτοιμοι θεραπεύειν ἦσαν. Καὶ πανταχοῦ τρόπαια ἑστηκότα νικηφόρον τὸν βασιλέα εκήρυττον. Ῥωμαίων οἰκουμένην ὑπὸ χεῖρα γενέσθαι ἐποίει ΚΕΦΑΛ. ΑΘ. Περὶ τῆς μοναχικῆς πολιτείας, πόθεν ήρξατο, καὶ τί ἐπαγγέλλεται, καὶ τίνας ἔσχεν ἀρχη γούς. Καὶ ὁ μὲν τοιαῦτα πράττων, περιμανῶς εἶχε τὴν θρησκείαν γεραίρειν αὐτὴ δὲ καὶ καθ᾿ ἑαυτὴν μὲν εὐκλεὴς ἦν, διὰ τῶν τηνικάδε τὴν ἀρετὴν μετιόν των. Πολλοὶ γὰρ εἰσέτι τῶν ὁμολογητών περιῆσαν τῷ βίῳ, ταῖς ἐκκλησίαις ἐμπρέποντες. Οὐ μὴν δὲ ἀλλὰ καὶ ἐπίσημον ἐποίουν αὐτὸν, καὶ τὴν πίστιν δὲ τῇ τοῦ βίου λαμπρότητι ἐπὶ μέγα δόξης ἐτίμω, καὶ οἱ τηνικάδε την μοναδικὴν μετερχόμενοι βιοτήν. (Τα γάρ τι θεῖον καὶ ἀπόρρητον χρῆμα ἄνωθεν ἐ; ἀνθρώπους ἡ τοιαύτη κατιούσα φιλοσοφία, ὡς ἐπίπ παν μὲν τῆς ἐν μαθήμασι τέχνης καὶ τῆς ἐν διαλόγοις λέσχης παντάπασιν ἀμελεῖ, ἅτε δὴ ταύτην περίεργον οὖσαν, καὶ τὴν περὶ τὰ κρείττω σχολήν ὑφαιροῦσαν, ἐμποδών τε γινομένην πρὸς τὴν τῆς καθαρότητος βιοτήν· μόνη δὲ χρωμένη τῇ ἐκ φύσεως ἀρετῇ, τὰ πρὸς αὐτὴν συντελῆ, καὶ τὴν κακίαν ὅτα μειοῖ ἐκπαιδεύει· τὰ δὲ μέσα τούτων ἐν οὐδενὶ τίθεται· διόλου δὲ σύνεστι τοῖς καλοῖς· τόν γε μὴν πόρρω κακία; ὄντα, ἥκιστα δ᾽ ἀντιποιούμενον άρε της, μοχθηρόν τινα νομίζει καὶ φαῦλον. Οὐ γάρ
col. 149–150page 71 of 633
PG 146:149ἐπίδειξιν ἐθέλει ποιεῖν ἀρετῆς, ἀλλὰ πράττειν μάλα αὐτὴν, ἐν οὐδενὶ τὴν παρ' ἀνθρώποις τιθεμένη δόσ ξαν· γενναίως δ' ἔχουσα πρὸς τὰ τῆς ψυχῆς πάθη, τὰς τῆς φύσεως ἀνάγκας ἐν δευτέρῳ ποιεῖται, παρὰ φαῦλον ἡγουμένη, καὶ ὅσαι δὴ ἀσθένειαι σώματος. Νῷ δὲ θείῳ δυναμωθεῖσα, πρὸς τὸν ἀκήρατον ἐκεῖ τον Νοὖν αἱωρεῖται, νύκτωρ καὶ μεθημέραν τοῦτον φανταζομένη· ὑπερφυώς σέβουσα, καὶ διηνηκέσιν Ελεουμένη τοῦτον εὐχαῖς. Τῷ δὲ καθαρῷ τῆς ψυχῆς καὶ τῶν καλῶν πράξεων ταῖς ἐνεργείαις εἰς τὸ εξ τῆς θρησκείας ἡγμένη, τῶν μὲν ἔξωθεν καθαρμῶν, καὶ ὅσα δὴ τοιαῦτα περιῤῥαντήρια, διαπτύει. Εν γὰρ ἐκείνῃ μίασμα, ἡ ἁμαρτία λογίζεται. Οὕτω δὲ κρείττων γενομένη τῶν ἔξωθεν, καὶ ὡς οἷον εἰπεῖν αὐτοκρατοροῦσα, οὔθ᾽ ὑπὸ τῆς ἀταξίας τοῦ βίου καὶ τῆς ἀνάγκης, τῆς προαιρέσεως τοῦ δέοντος ἐκτρα πὴν πάσχει, οὔτ᾽ ἀνιᾶται ὑβριζομένη· ἀλλ' οὐδὲ πάσχουσα, τὴν ἄμυναν μελετᾷ. Νόσος δὲ καὶ τῶν ἐπιτηδείων ἡ ἔνδεια εκπιέζουσα, οὐ καταπίπτειν ποιεῖ, χαίρειν δ' ἐπὶ τούτοις μᾶλλον, τὸ γενναίων ἐπιδεδειγμένη καὶ πρᾶον· καὶ παντὶ τῷ βίῳ τὸ τῶν ἐλαττόνων δεῖσθαι σπουδάζει, καὶ ὡς ἐνόν γε ἀν θρωπίνη φύσει, ἐγγὺς γενέσθαι πειρᾶται Θεοῦ. Πάροδον δὲ καὶ τὴν παροῦσαν ἡγουμένη ζωήν, οὔτ' ἀσχολίαις πραγμάτων ἁλίσκεται, οὔτε πρόνοιαν τῶν παρόντων ἔχει· τὸ εὔξωνον δὲ καὶ ἀπέριττον ἐπαινοῦσα, πρὸς τὴν ἐκεῖθεν βλέπει μακαριότητα, καὶ πρὸς τὴν εὐδαίμονα λῆξιν καραδοκεῖ· πᾶσαν δὲ περὶ τὸ θεῖον εἰσοικισαμένη εὐλάβειαν, τὸ τῶν λίγων αἰσχρὸν ὡς ἀηδὲς ἀποσείεται· ὧν γὰρ τὴν πρᾶξιν τῆς ἰδίας εξώρισε βιοτῆς, τούτων οὐδὲ μέχρι λόγων ἀνέχεται. Τὰς δὲ τῆς φύσεως χρείας κατά βραχύ περιστέλλουσα, καὶ τὴν σάρκα τοῖς μετρίοις ἐθίζουσα, τῷ μὲν σώφρονι περιγίνεται τῆς ἀκολασίας· τὴν δ᾽ ἀδικίαν πόρρω βάλλει τῇ περὶ τὰ δί κατα στάθμῃ· τὸ δὲ ψεῦδος ἀπελαύνει τῇ ἀληθείᾳ τῷ δ' εὐτάκτῳ τὴν ἐν πᾶσι περιαιρεῖ ἀνισότητα τῷ δὲ κοινωνική του ήθους καὶ τῷ τοῖς πέλας ὁμονοεῖν, τὸ πολιτεύεσθαι καλῶς καθιστά. Πρόνοιαν δὲ καὶ ξένων καὶ φίλων μάλα ποιεῖται. Τοῖς δέ γε χρήζουσι κοινὰ ἡγεῖται τὰ ἴδια. Τὰ προσήκοντα δ' ἑκάστῳ συναίρεται, χαίρουσα μὲν, οἷς ἔστι χαρά ᾧ δὲ λύπης πρόσεστι, παραμυθίας οὐδὲν ἐλλείπουσα. Συνόλως δὲ, τὴν περὶ τὸ ὄντως ἂν ἀγαθὸν σπουδήν κατατείνουσα, σώφροσι λόγοις καὶ νοεροῖς νοήμασιν ἐκπαιδεύει, κάλλους ἀμελοῦσα τοῦ περιττού. Καὶ τὸ κακηγορεῖν ἐπιμᾶλλον ἐκτρέπεται· σὺν αἰδοῖ δὲ, προσυφασμένης τιμῆς ἐπάγουσα τὴν διά λεξιν, οἷά τινι φαρμάκω θεραπεύει τὸν ἀκροώμενον. Πολλοί γε μὴν δεῖ ἐκείνῃ ὀργῆς τε καὶ λοιδο μίας καὶ ἔριδος· καθαρῶς γὰρ οὗτα λογική, παραιτεῖται πᾶσαν ἀλίγιστον κίνησιν. Καὶ ἁπλῶς εἰπεῖν, κυρία τῶν παθῶν γίνεται, ὅτα ψυχαῖς καὶ σώμασιν ἐπιγίνεται· τῆς δ' ἐνθέου ταύτης φιλοσοφίας άρξαι μέν τινες λέγουσιν Ηλίαν ἐκεῖνον τὸν ζηλωτήν, τινὲς δὲ Ἰωάννην τὸν Βαπτιστήν. Φίνων δ' ἐκεῖνος, ὁ τὸ γένος μὲν Ἑβραῖος, τὴν δ' αἵρεσιν Πυθαγόρειος, ἐν τοῖς κατ' αὐτόν φησι χρόνοις, τους παρ' Εβραίοις σεμνούς εἰς χῶρον τινά γεωλογοι περί

Chapter XLCaput XL

col. 151–152page 72 of 633
PG 146:151τὴν Μαρείαν λίμνην κείμενον, ᾿Αλεξανδρείᾳ προσο ήκοντα, ξένην φιλοσοφίαν μετέρχεσθαι· ὧν οἴκησιν καὶ πολιτείαν καὶ τὴν ἄλλην ἅπασαν ἀγωγὴν τοιαύ την εἶναί τις εἰκάσειεν ἐξ ὧν καταλέγει, οιανπερ καὶ οἱ πάλαι μοναχοὶ ἐν Αἰγύπτῳ μετήρχοντο. Του γὰρ φιλοσοφεῖν ἀρχόμενοι, τοῖς προσήκουσι τῶν ὄντων ἐξίστανται· πᾶσι δ' ἀπαγορεύοντας, ἔξω τειχῶν γίνεσθαι· καὶ κήποις δή τισι καὶ μοναγρίοις τὰς διατριβάς· ἔχειν. Εἶναι δὲ αὐτοῖς καὶ καταγωγάς, ο μοναστήρια καλεῖν θέμις· οἷα ἰδιά ζοντας, σεμνώς μυεῖσθαι· ᾠδαῖς δὲ θείαις καὶ ὕμνων ψαλμοῖς τὸν Θεὸν θεραπεύειν. Μή τινα δὲ τούτων ἐντυγχάνειν τροφή, πρὶν ἥλιος περὶ γῆν γίνεται. Εἰσὶ δὲ οἱ καὶ διὰ τριῶν ἡμερῶν καὶ πλειόνων τροφῆς ἄγευστοι διαμένουσιν. Οίνου δὲ καὶ ἐναίμων πάμπαν ἀπέχονται. Ῥηταῖς δ' ἐν ἡμέραις καὶ χαμευνεῖν αἱροῦνται. Τὸ δ' ὄψον αὐ τοῖς ἄρτος καὶ ἄλες εἰσὶ καὶ ὕσσωπον, καὶ ὕδωρ ποτόν. Εἶναι δ' ἐγγὺς καὶ γυναῖκας γηραλέας, δι έρωτα φιλοσοφίας τὸν ἴσον δρόμον αἱρουμένας βιοῦν φησι· διὸ καὶ γνώμῃ ἑκουσίῳ τὴν ἀγαμίαν ἀσκοῦσαι, τὸν βίον παρέλκουσιν. Ὁ μὲν δὴ φίλων τοιαῦτα ἱστορῶν ἐν λόγῳ ἂν Περὶ βίου θεωρητικοῦ ἢ ἱκε τῶν ἐπιγράφει, ἔοικε τοὺς ἐξ Εβραίων ἄρτι πρώτ τως Χριστιανίσαντας ὑποφαίνειν, Ἰουδαϊκώτερον ἔτι διακειμένους, καὶ τὰ ἐκείνων ἤθη τηροῦντας. Εν ἄλλῳ γὰρ ἔθνει τοιαύτην βίου διαγωγήν πλὴν ἡμῶν οὐκ ἔστιν εὑρεῖν. Καί γε συμβάλλω ἐξ ἐκεί νων ἐν Αἰγύπτῳ τήνδ' ἀκμάσαι τὴν πολιτείαν. Εἰσι δὲ οἱ φασι καὶ τοὺς κατὰ καιρὸν διωγμούς ταύτην σχεδιάσαι πρώτω; τὴν ἀγωγήν· τῆς γὰρ θρησκείας ἐκ πεπολεμωμένη;, φεύγοντες ὄρεσιν ἀγρίοις καὶ νάπαις τισὶ διητῶντο· οἷς μὴ ἀλῶναι ταῖς πλάναις διὰ σπουδῆς ἐποιοῦντο. Ἐθάδες δὲ τοῦ βίου γενό μενοι, κατὰ μικρὸν ἀποπληρῶσαι τῇ διαίτῃ τὸν βίον, εἰς μέγα τ' ἐπιδοῦναι, πολλῶν κατὰ ζῆλον υποδυομένων τὴν πολιτείαν. ΚΕΦΑΛ. Μ'. Περὶ βίου καὶ ἀγωγῆς τοῦ περιβοήτου ἐν ἀσκη ταῖς ᾿Αντωνίου τοῦ μεγάλου, καὶ τῶν αὐτοῦ μαθητῶν, καὶ Παύλου τοῦ ἁπλοῦ. Εἴτ' οὖν Αἰγύπτιοι, εὔθ᾽ οἱ πρότερον εἰρημένοι, ἢ οποιοιδή τινες τοῦ τοιούτου βίου κατῆρξαν, καὶ τῆς τοιαύτης φιλοσοφίας προΰστησαν, τοῦτό γε μήν πᾶσιν ἀνωμολόγηται, ὡς εἰς ἄκρον ἔν τε ἤθεσι καὶ ἀκριβεῖ πολιτείᾳ τὴν τοιαύτην δίαιταν ἐξασκῆσα λόγος ἔχει τὸν πολὺν ἐκεῖνον καὶ μέγαν Αντώνιον ἂν τηνικαῦτα τοῖς κατ' Αίγυπτον δρεσι διατρίβοντα διὰ τὸ τῆς ἀρετῆς περιόν, γνήσιον ἐποιεῖτο φίλων
col. 153–154page 73 of 633
PG 146:153Κωνσταντίνος ὁ περιβόητος βασιλεύς· τιμῶν τε πυκνοίς γράμμασι, περὶ ὧν αἱρεῖται γράφειν ἠρέθιζεν. Ἦν δὲ οὗτος τῷ γένει Αἰγύπτιος, τὰ πρῶτα τῆς πατρίδος φερόμενος, ἀπὸ κώμης οὕτω λεγομένης Κομά· όμορος δ' αὕτη Ηρακλείᾳ τῶν παρ' Αἰγυπτίοις Αρκάδων. Ἐν νέᾳ δὲ ἡλικίᾳ καταλειφθεὶς ἐρφανός, ὅσοι μὲν αὐτῷ προσῆσαν ἀγροι, τοῖς συγχωρίτα:ς είασε, τὴν δὲ λοιπὴν περιουσίαν τοἶ; δεομένοις ἀπέδοτο· δεῖν γὰρ ᾤετο τὸν φιλοσοφείν σπεύδοντα μὴ μόνον ἀφιέναι τὰ χρήματα, ἀλλὰ καὶ προσηκόντως καταναλίσκειν τοῖς χρήζουσι. Καὶ δὴ τοῖς τηνικάδε περὶ τὰ καλὰ σχολὴν ἔχουσιν ἑαυτὸν συμμίξας, τὰ κράτιστα τῶν ὅλων ἐζήλωσεν. Ειδώς γε μὴν τὸν ἄριστον βίον τῇ συνηθείᾳ ἡδὺν ἐσόμετ νον, εἰ καὶ χαλεπός τις εἴη ταπρῶτα, τὰς συντ μους μᾶλλον καὶ τελείας τῶν ἀρετῶν ἐπεμέλετο. Καὶ καθ' ἑκάστην ὡσανεὶ ἀρχὴν βαλόμενος, ἐπιμᾶλλον τῇ καθόλου ἐγκρατείς εχώρει, νεαράν τινα καὶ ἀκμάζουσαν όσημέραι προθυμίαν αὐχῶν. Καί γε τὰς μὲν τοῦ σώματος ἡδονὰς ἐκολάσατο ταῖς περὶ αὐτὸ ἐπιμόνοις ταλαιπωρίαις· τὰς δὲ τῆς ψυχῆς ἀτάκτους ὁρμᾶς κατέστειλε τῷ ἀνενδότῳ τῆς προ αιρέσεως. "Απαξ δ' ἐσιτεῖτο ἡμέρας ἡλίου δύνοντο; πολλάκις δὲ καὶ ἐς δύο καὶ τρεῖς ἡμέρας απόσιτος Έμεναν. Ἡ δὲ τροφὴ ἄρτος ἦν, καὶ ἁπλοῦν ὄψον οἱ ἄλες· τὸ δὲ ποτὴν ὁ παραλλέων αὐτῷ χείμαρρος ἐχορήγει. Διὰ πάσης δ' ἀγρυπνῶν ὡς εἰπεῖν ἀεὶ τῆς νυκτός, καί τι τῆς ἡμέρας μέρος ἐλάμβανε ταῖ; εὐχαῖς. Εἰ δέ που καὶ ὕπνος παρῴδευε, βραχύς τις μάλα προσήν. Χαμαὶ δ᾽ ἐπὶ ψιλοῦ κείμενος τοῦ ἐδά φους τὰ πολλὰ διετέλει. Παντάπασι δ' ἀπείπατο ἐλαίου τε χρίσιν καὶ λούτρων χρείαν, εἰδὼς τὴν σύντονον ἕξιν τοῦ σώματος ἠρέμα πρὸς τὸ ἀνειμένον καὶ χαῦνον ταῖς ὑγροῖς στρεφομένην. Ηκιστα δέ φασι καὶ γυμνὸν αὐτὸν ὀφθῆναι ποτε. Γράμματα δὲ μὴ μαθών, οὐδὲ τὸν εἰδότα διὰ θαύματος είχε. Νοῦν δ᾽ ἀγαθὸν ὡς γραμμάτων πρεσβύτερον και τῶν τοιούτων εὑρετήν μάλα επήνει· μηδὲ γὰρ εἶναι τούτων ἀνάγκην, τοῦ νοῦ ἐῤῥωμένως ἔχοντος. Πράος δ' εἴπερ τις καὶ φιλάνθρωπος γεγονώς, χαρίεις μάλιστα τοῖς ἐντυγχάνουσιν ἦν, ὀξύς τε καὶ ἀκαταγώ κιστος. Διαλεγόμενος δ' ἐπιμᾶλλον, τὸ μὴ λυπεῖν ἐφυλάττετο, εἰ καί τινες ἐριστικῶς τέως αὐτῷ προσ εφέροντο. Κρείττονι γὰρ σοφίᾳ τινὶ καὶ παραξένῳ τῷ ἤθει σὺν ἐπιστήμῃ θείᾳ ριπιζομένην φιλονεικία» εὐχερῶς καταστέλλειν εἶχε, καὶ πρὸς τὸ μετριώτε μον μεθιστᾷν. Κιρνῶν δὲ τὸ σύντονον τῶν διομιλούντων, καὶ τρόπους ἐρρύθμιζε. θείας δ' ἐντεῦθεν γνώσεως καὶ προγνώσεως μετασχών, οὐδὲν ἡγεῖτο τί μέλον εἰδέναι· εἰκαίαν δ᾽ εἶναι καὶ τὴν περὶ τοῦτο σπουδήν ἔλεγεν, ὅτι μηδ' ἀρετὴν εἶναι τὴν πρόγνωσιν ὑπετίθει· ἐπεί τοί γε μηδ' ἐν εὐθύναις πάλιν τὸν μὴ εἰδότα τί, μέλλον ὑπάγεσθαι. Εν γὰρ εἶναι τὸ μακάριον ὑπενόει, καλῶς τὸ θεῖον σέβειν, τούς τε νόμους αὐτοῦ καὶ τὰς ἐντολὰς ἀπαρατρώτους τηρεῖν. Εἰ δέ τῳ ἔρως καὶ τοῦ προ Καὶ ὧν ἐδεῖτο. Τῷ ἐνει τῶν εὐπατριδών. 1, Τοῖς παρ' Αίγυπτίοις ἄκροισ:.
col. 155–156page 74 of 633
PG 146:155ειδέναι ἐνέσκηψε, καθαρός εἴη ψυχήν, ἔλεγε· καὶ τὸ διορᾷν τὸ μέλλον ἔψεται, τοῦ Θεοῦ διά τινος ἐσόπτρου τὴν τῶν ἐσομένων γνῶσιν παραδεικνύοντος. Μισῶν δὲ τὴν ἀργίαν, πᾶσι τοῖς καλῶς βιοῦν αἱρουμένοις, παρήνει ἐργάζεσθαι· ὑπὸ κρίσιν τε καὶ λόγον ἄγειν αὐτὸν, ὧν νύκτωρ καὶ μεθημέραν ἐγέ νετο αὐτουργός· κἄν τι μὴ δεόντως ἐπράχθη, γράμ μασιν ἐγχαράττειν· ὡς ἄν γε δι' αἰδοῦς αὐτὸν ἔχῃ, τοῦ λοιποῦ τῶν ἀτόπων τοῦ νοῦ κινημάτων φειδή μενος μὴ πολλὰ εὕροι τὰ γεγραμμένα φόβῳ τε καὶ τοῦ μὴ δῆλος ποτὲ γενέσθαι, μοχθηρός ων, φωρα θείσης τινὶ τῆς γραφῆς. Ναὶ μὴν καὶ τῶν ἀδικουμένων σφοδρῶς ὑπερίστατο διά τοι καὶ ἐπὶ τὰς πόλεις ἐφοίτα· πολλοὶ γὰρ προσιόντες εδίαζον ἥκειν, τὰς οἰκείας συμφοράς οδυρόμενοι, καὶ πρες δεύειν ἐδέοντο τοῖς ἐν τέλει. Περὶ πλείστου γὰρ ἐκείνοις ἦν ἰδεῖν τε αὐτὸν καὶ ἀκοῦσαι τῆς τῶν λόγων σειρῆνος, καὶ πειθαρχῆσαι κελεύοντι. Πάνυ γὰρ τὸ λανθάνειν εἶχε διὰ σπουδῆς καὶ ἐν ἐρημίαις κρύπτεσθαι. Καὶ ταῦθ' οὕτω; ἔχων, καὶ τοίνυν είποτε φανείη, διαθεὶς ὅσον τάχος ἐφ' ὅτῳ καὶ ἧκεν, ἀνεχώρει αὖθις. Ιχθύσι μὲν γὰρ θάνατον ἐπάγειν ἔλεγε τὴν ἔξω τοῦ ὑγροῦ δίαιταν· ἀπόλλοι δ᾽ ἂν καὶ μοναχὸς τὴν κατὰ Θεὸν βιοτὴν καὶ τοῦ σχήματος τὸ σεμνὸν, χρονίζων ταῖς πόλεσι. Πᾶσι δ' οὖν κεχα ρισμένον ἑαυτὸν παρέχων, ἐπεμέλετο μήτ' ἀγεννῆ καὶ κόλακα εἶναι δοκεῖν, μήτε πρὸς τύφον ἐξάγεσθαι τῷ διὰ πάντων τιμᾶσθαι, καὶ οἷς ἂν κελεύοι πείθεσθαι. Επιστέλλοντι δὲ καὶ Κωνσταντίνῳ παρ' αὐτὸν ἥκειν, ὑπερφυῶς γὰρ ἐφίλει Αντώνιον, ἀπηξίωσεν ἐπειπών· Ηκων μὲν ἐς βασιλέα, Αντώνιος ἔσομαι· μὴ τοῦτο δὲ πράξη;, ἀτας Αντώνιος. Καὶ τούτῳ τῷ τρόπῳ τὴν ἐπ' ἐκεῖνον πορείαν ἀνέσχεν. ᾿Αλλὰ γεῦμα ταῦτα καὶ βραχὺς χαρακτήρ τῆς Αν τωνίου διαίτης και πολιτείας. Εἴρηται δ' ἵνα ἐκ τούτου τὴν ὅλην ἐκείνου φιλοσοφίαν, ὅση τις ἦν, υπολογισώμεθα· ἦν ὁ τὰ πάντα ἄριστος Αθανάσιος καὶ αὐτῷ διαφερόντως φιλούμενος, πρὸς λεπτὸν Ιστορήσας ἐξέδωκε τὰς μετὰ δαιμόνων πάλας αὐτοῦ, καὶ τὰς ἐξευρημένας τέχνας αὐτῷ κατ᾿ αὐτῶν, καὶ τὰ λοιπὰ τοῦ βίου τεράστια, καὶ πάνθ᾽ ἕκαστα δια γράψας, ὡς ὄρον εἶναι μοναδικῆς πολιτείας τὴ σύγ γραμμα. Οποία δὴ ὁ αὐτὸς Ἀθανάσιος κἂν τῷ βίῳ συγκλητικῆς ἔπραξεν, ἀνδρῶν μὲν πολιτείαν ἐντεῦθεν, γυναικῶν δ' ἐκεῖθεν ὑποτιθεὶς ὡς ἐν πλάσματι διηγήσεως. Πολλοὺς δὲ καὶ φοιτητὰς ἔσχε, δοκίμους τε καὶ τὸν διδάσκαλον ἀποχρώντως ενδεικνυμένους, τῇ τε παιδείᾳ καὶ φιλοσοφίᾳ καὶ τῇ λοιπῇ ἀρετῇ ῶν οἱ μὲν ἐν Αἰγύπτῳ καὶ Αιβύῃ, οἱ δ' ἐν Παλαιστίνῃ καὶ Συρίᾳ καὶ Ἀῤῥαβίᾳ, τὸ φιλοσοφεῖν ἐπεδείξαντο. Περὶ πλείστου δ᾽ ἦσαν καὶ οὗτοι καὶ οἱ τούτων διάδοχοι ὡς ἔργον ποιεῖν πάντας τοὺς θεῷ ᾑρημένους βιοῦν, καὶ αὐτοὺς ἐκζητεῖν, καὶ παρ' αὐτῶν τὸ ποιητέον ἀναδιδάσκεσθαι, σπεύδοντας ἐπι μελῶς κρύπτεσθαι, οὐχ ἧττον ἡ περ οἱ νῦν τύρῳ καὶ διακένῳ φιλοτιμία σοβοῦντες διὰ τῆς ἀγορᾶς ἐκπομπεύουσι. Πολλοὶ μὲν οὖν τῶν αὐτοῦ ἐγένοντο εὐδόκιμοι φοιτηταί· καὶ Παῦλος δ' ἐκεῖνος, ὃς ἐξ
col. 157–158page 75 of 633
PG 146:157ἀρετῆς ᾿Απλοῦς ὠνομάσθη· ὃν λόγος ἀγροικία συ ζώντα, ὡραίᾳ δὲ καὶ τὸ εἶδος γυναικὶ συνοικούντα, ἐπεὶ ἐπ' αὐτοφώρω μοιχευομένην συνέβαινε κατιδεῖν, σεμνὸν μειδιάσαντα σὺν ὅρκῳ ἀπειπεῖν τὴν συνάφειαν· διαφέντα δ' εὐθὺς, χωρείν πρὸς 'Αντώ νιον. Πρᾶον δὲ μάλα γενέσθαι καὶ ὑπακοὴν διαφερόντως ἀσκῆσαι λέγεται· ἀνθαμιλλάσθαι δὲ καὶ πρὸς τοὺς ἀσκητικοὺς ἀγῶνας τῷ διδασκάλῳ, περ ραν ἐπάγοντι τὴν παντοδαπὴν, καὶ μηδὲν ἀγεννὲς τῇ μιμήσει φωράσαι. Εντελὲς δ' αὐτῷ τὸ τῆς ἀρίστης πολιτείας καὶ φιλοσοφίας ἐπιμαρτυρήσαι, μὴ δεῖν ἐκείνῳ διδασκάλου του λοιποῦ ἔλεγε. Φιλοσοφεῖν δ' ἐν αὐτῷ διάγοντα· καὶ ταῦτα γηραλέω τε όντι, καὶ μὴ ἐκ παιδὸς τὴν ἄσκησιν μελετήσαντι, ἄρτι δὲ πα μιόντι πρὸς τὸν ἀγῶνα. Ἐκύρου δὲ καὶ Θεὸς ἄνωθεν τὰ ἐψηφισμένα τῷ ᾿Αντωνίῳ· καὶ ἐν οὐ πολλῷ ἐπίσημον ἐποίει τὸν ἄνδρα. Αμεινον δ' εἶχε τοῦ διδασκάλου δαίμοσί τε παλαίειν, καὶ αὐτοὺς ἀπελᾷν. ΚΕΦΑΛ. ΜΑ'. Περὶ τοῦ ἁγίου ᾿Αμοῦν, καὶ Ευτυχιανοῦ τοῦ ἐν τῷ Ολύμπῳ. Χρόνῳ δ' ἐκείνῳ καὶ ᾿Αμοῦν ἐκεῖνος ήκμαζεν Αἰγύπτιος δὲ καὶ οὗτος ἦν· ὃς γυναικὶ συζυγείς, τῶν οἰκείων βιασαμένων, μὴ πειραθήναι ταύτης, ᾗ θέμις ἐστὶν ἀνδράσιν. Ἐπεὶ γὰρ ὁ γάμος συνί στατο, καὶ τῇ νύμφῃ ὡς ἔθος ἐθαλαμεύετο, μόνος μένη συνών, πέρας μὲν ἤδη ἔχειν τὸν γάμον διωμιλεῖτό· ὑπετίθει γε μὴν μέγα εἶναι τὸ παρθένους διαβιοῦν καὶ τὰ μέρα διεξήει τῆς ἀζυγίας· καὶ πεῖραν προσῆγεν ἀσπάζεσθαι τὸ καθ᾿ ἑαυτούς. Ἡ δὲ νεάνις δι' ἐπαίνου μὲν ἐποιεῖτο τοὺς λόγους· χω ρίζεσθαι δ' ἐκείνου παντελῶς ἀπηγόρευε. Καὶ δὴ συνῆν ἐκείνῃ Αμοῦν ὀκτὼ πρὸς τοῖς δέκα ἔτεσιν ἰδία καθεύδων, καὶ τῆς κατὰ Θεὸν ἀσκήσεως τὴν ἐπιμέλειαν ἔχων. Ζήλῳ δ' ἐκείνου καὶ ἡ γυνὴ πτερωθεῖσα, δεῖν ἐνόμιζε μὴ δι' αὐτὴν τηλικοῦτον ἄνδρα ἐν τῷ ἀφανεῖ καθεστάναι, χρῆναι δ᾽ ἑκάτερον ἀνὰ μέρος ἀσκεῖν, καὶ τοῦ ἀνδρὸς ἐδεῖτο χωρίζεσθαι. Καὶ ὁ μὲν τὸν οἶκον ἐκείνῃ λιπών, αὐτὸς εἰς τὴν πρὸς μεσημβρίαν τῆς Μαρείας λίμνης γεγονώς ἔρημον, περὶ τὴν Σκῆτιν καὶ τὸ τῆς Νιτρίας δρος, δύο και εἴχωσιν ἔτη ἐφιλοσόφες, δις τοῦ ἔτους παραβάλλων καὶ τὴν γυναῖκα θεώμενος. Πολλοὺς δὲ καὶ οὗτος οἷα καθηγητὴς ἐκτήσατο μαθητάς. Αὐτουργὸς δὲ

Chapter XLICaput XLI

col. 159–160page 76 of 633
PG 146:159πολλῶν καὶ θεσπεσίων Έργων ἐγένετο· καὶ πολλὰ τῶν ἐκείνῳ ῥηθέντων ἀπομνημονεύεται· & τοῖς κατ' Αίγυπτον μοναχοῖς διὰ σπουδῆς ἔχουσιν ἀκριβοῦν τὰ τοιαῦτα. Καὶ ταῖς τῶν παλαιοτέρων ἀσκητῶν έργα σίαις ἐγγράφως τε καὶ ἀγράφως ειωθόσι χαίρειν, ἐς δεῦρο φέρεται τῇ τοῦ χρόνου διαδοχῇ, ξενίζοντα τοὺς ἀκούοντας· ὧν γεύματος χάριν ταῦτα εἰρήσθω. ᾿Απῄει ὁ μέγας οὗτος ἐπί τινα ἔρημον. Δεῆσαν δ' ἐκείνῳ διώρυγά τινα σὺν τῷ μαθητῇ αὐτοῦ Θεοδώρο διαπερᾷν, ἵνα μὴ ἀναστέλλοντες τὰ ἱμάτια τὴν γύμνωσιν ἀλλήλων θεάσωνται, μικρὸν ὑπαναχωρείν Θεόδωρον ἔλεγεν. Ἐπεὶ δὲ καὶ ἑαυτὸν γυμνὸν η λα δεῖτο θεάσασθαι, θείᾳ ροπῇ μετάρσιος παρθείς, εἰς τὴν ἀντιπέραν ὄχθην ἐγένετο. Ως δὲ καὶ Θεόδωρος διάβροχος ἱκανῶς γεγονώς, εἰς τὸ πέραν τοῦ Λύκου ήν (οὕτω γὰρ ἐγχωρίοις ή διώρυξ ὠνόμαστο), καὶ τὴν ἐσθῆτα καὶ τοὺς πόδας ᾿Αμοῦν ἀβρόχους ἑώρα, ἐπέκειτο λιπαρῶν, καὶ τὴν αἰτίαν φράζειν τὸν πρε σβύτην ἠξίου. Ὁ δὲ κρύπτειν μὲν ἐπειρᾶτο καὶ ἔτι· ὡς δ' ἰσχυρῶς ἐπετίθετο μὴ ἀνήσειν ὁμολογών, ἐκεῖνος, σύνθημα δούς μή τινι τὸ ἔργον ζῶντος Αμοῦν ἐξειπεῖν, ἐγνώριζε τὸ συμβάν· καὶ φύσεως ὑπερτέρας εἶναι τοῦ λοιποῦ τὸν ἄνδρα ᾤετο. Οτι δὲ καὶ θείας προγνώσεως ἔμπλεως ἦν, δείξει τὸ ῥηθης σόμενον. Παῖς ἀδίκων πατέρων κυνὶ λυσσῶντι δη χθεὶς, θανεῖν ἐσόσον ούπω προσδόκιμος ἦν. Ἐπεὶ δὲ πρὸς Ἀμοῦν ἤγαγον, τὴν ἴασιν ἐλιπάρουν. Τὸν δὲ φάναι· Οὐκ ἐγώ, ἀλλ᾽ ὑμεῖς αὐτόν, είγε βούλοισθε, θεραπεύσετε. Εἰ γὰρ ἀποδοῦναι ὑμῖν τὸν βοῦν γέ νοιτο, παρ' ὧν συλἂν εἴλεσθε δεσποτῶν, αὐτίκα ῥᾴων ἔσται ὁ παῖς τῶν δεινῶν. Καὶ ὁ μὲν βοῦς ἀπεδίδοτο ὁ δὲ κίνδυνος αὐτίκ᾽ ἐδραπέτευεν ἐξάντη κακῶν τὸν παῖδα λιπών. Ἐπεὶ δὲ χρόνῳ ὕστερον καὶ Ἀμοῦν ἐτελεύτα, λέγεται ᾿Αντώνιον ἀναγομένην τὴν ψυχὴν ἐκείνου εἰς οὐρανὸν θεωρεῖν, περικύκλῳ θείων δυνά μεων ἑπομένων, καὶ παραπεμπόντων ἐκείνην αἰδεῖ καὶ δορυφορία πολλῇ, καί τινι ἀῤῥήτῳ ὕμνων ᾠδή τοὺς δὲ περὶ αὐτὸν ἐν ἐκπλήξει τὸν ἀέρα θεώμενον καὶ διὰ θαύματος ἔχοντα πρὸς τὴν ὄψιν τῶν παρα δόξω, διαπυνθάνεσθαι τὸν ᾿Αντώνιον τὴν αἰτίαν. Τὸν δὲ μὴ ἀποκρύψαι τὴν ὄψιν· καὶ τἀσφαλὲς εἶχεν ὁ λόγος· ἔπειτ' ἀπὸ Σκήτεως πολλῶν ἐκεῖθεν ἡκόν των, καὶ τὸν χρόνον τῆς ᾿Αμοῦν τελευτῆς ἀνειπόν των· εἶναι δ' ἐκεῖνον, καθ᾽ ἂν Αντώνιος ἐκπληττόμενος εἰς οὐρανοὺς ἔβλεπε· καὶ ἄμφω δὲ ἠξίουν μα καρισμοῦ· τὸν μὲν οὕτως τῶν παρόντων ἀπαλλαγέντα, ᾿Αντώνιος δ' ὅτι τοσαύτης όψεως ἠξίωτο ἐκ Θεοῦ· πολλοῦ διαστήματος ἡμερῶν ὁδοῦ τῷ μέσῳ τόπῳ τῆς διατριβῆς ἑκατέρων ὄντος. Καὶ τὰ μὲν περὶ ᾿Αντωνίου καὶ ᾿Αμοῦν ὧδε ἑστόρηται. Κατὰ δὲ τὸν αὐτὸν χρόνον, καὶ ἀνὰ τὸν τῆς Βιθυνίας Ολυμ πον Ευτυχιανὸς ἐκεῖνος τὰς διατριβάς ποιούμενο φιλοσοφῶν ἦν· θείας γὰρ χάριτος ἐκ τῆς ἀρετῆ; μετασχών, ὡς καὶ θαυμάτων καὶ τεράτων πλείστων αὐτουργὸν γενέσθαι πολλῶν, νόσους τῶν ἀνιάτων ἰᾶτο. Δι᾽ ἃ καὶ Κωνσταντίνῳ βασιλεῖ σπουδὴ γέγινε φίλον ἐκεῖνον καὶ συνήθη ποιεῖν. Κατ' ἐκεῖνο δὲ καιροῦ τῶν τις βασιλικῶν δορυφόρων, ὑποψίαν σχών ὡς εἴη τυραννικά φρονῶν, περί που τον Ολυμπον
col. 161–162page 77 of 633
PG 146:161κρυπτόμενος καὶ ἑαλωκώς, δεσμωτηρίῳ καθείρκτο. Ἐπεὶ δὲ πικραῖς βασάνοις ἀνὰ τὴν εἰρ τὴν εἴχετο, οἱ γένει προσήκοντες Ευτυχιανῷ προσιόντες ἐδέοντο πρεσβεύειν ἐς βασιλέα ὑπὲρ αὐτοῦ· καί τινα δὲ ποιεῖν πρόνοιαν, ὥστε τῶν δεσμῶν ἀνεῖναι, μὴ φθάσῃ πρὸ τῆς πρεσβείας τῷ χαλεπῷ τῶν βασάνων διαφθαρείς, καὶ πέμψας, τοὺς δεσμοφύλακας ἐδεῖτο τῶν δεσμῶν ἀνεῖναι αὐτόν. ὡς δ᾽ ἧττον ἦσαν πειθήνιοι, αὐτὸς ἐπὶ τὸ δεσμωτήριον ἥκει. Αἱ δὲ τῆς φρουράς πύλαι αὐτόματοι, τῶν κλείθρων διαρραγέντων τῇ τοῦ ἀνδρὸς παρουσίᾳ, θᾶττον ἀνεπετάννυντο. Καὶ αἱ ἐκ σιδήρου πέδαι καὶ τὰ κλοιά, απο λείποντα τὸν δεσμώτην, διέξει ψοφοῦντα καὶ ἀπαν ταχοῦ σκεδαννύμενα. Εἶτα πρὸς βασιλέα ήκειν τῷ Βυζαντίῳ διατρίβοντα τηνικαῦτα, καὶ λῦσαι τῷ καταδίκῳ τὴν τιμωρίαν εὐθύς. Δυσχερές γὰρ οὐκοῦν ἦν Κωνσταντίνῳ ὅ τι ἂν ἐκεῖνος αἰτοίη. Σφόδρα γὰρ τῷ τοῦ ἀνδρὸς ἔρωτι ἐντετηκὼς ἦν, καὶ διὰ μεγάλης ἐποιεῖτο τιμῆς. Λόγος δ' ἔχει ἐς ὕστερον Ευτυχιανὸν τὰ Ναυάτου φρονῆσαι, καὶ τῆς ἐνούσης χάριτος ἀμοιρῆσαι. Ταῦτα μὲν ἡμῖν ἐκ μέρους περὶ τῆς πολιτείας εἰρήσθω τῶν μοναχῶν, καὶ τῶν ἐν αὐτῇ φιλοσοφησάντων· ᾧ δὲ μέλο: τὰ τοιαῦτα διερευνᾶσθαι, πολλαῖς ἐντύχοι τῶν βίβλων, πλείστους τῶν τηνικάδε καὶ καθεξῆς ἀκριβεία βίου διαλαμψάντων ἑστερουσῶν· μάλιστα δ᾽ ἡ Λαύσῳ πραιποσίτῳ ἐγρά φη. Πολλὴν δὲ καὶ Σωφρόνιος ὁ Ἱεροσολύμων καὶ ἀγαθὴν ἱστορίαν περὶ τούτων ἡμῖν καταλέλοιπε, 628 Λειμῶνα καὶ Νέον παράδεισον τὴν συγγραφὴν ὀνο μάσας. ΚΕΦΑΛ. ΜΒ. Περὶ τῶν ἁγίων καὶ θαυματουργών Σπυρίδωνος, Νικολάου καὶ Παρθενίου. Ἐπεὶ δὲ καὶ Σπυρίδωνος καὶ Νικολάου μνείαν ποιήσασθαι ὑπεσχόμην, ἐνταῦθα δεῖν οἶμαι ἀποτίσαι τὴν ὀφειλήν. Περὶ γὰρ τῶν ἄλλων ὁμολογητῶν τε καὶ ἱεραρχῶν μυρία καὶ παράδοξα καὶ παθόντων καὶ εἰργασμένων διέλαβον ἄνωθεν· καὶ ὡς πολλοί τούτων τῇ ἐνούσῃ ῥώμῃ τῆς χάριτος καὶ νεκρούς ἀναβιώναι παρεσκευάσαντο. Τῷ γε μήν θείῳ Σπυρίδων: τοσαύτη τοῦ θείου Πνεύματος χάρις προσέ πτη, ὡς ἀρκεῖν τὴν εἰσέτι φήμην περὶ αὐτοῦ τὴν ἀρετὴν παριστᾷν. "Αγροικος δ' ῶν, καὶ γυναικὶ συν ζῶν, καὶ παίδων πατὴρ γεγονώς, οὐ παρὰ τοῦτο χείρων τινὸς ἐφάνη περὶ τὰ θεῖα. Τοσαύτη δ' ἦν ὁτιότης αὐτοῦ, ὡς καὶ ποιμένα γενέσθαΤριμμυ θοὺς δ᾽ ἦν ὁ κλῆρος αὐτῷ· ἡ μία τῶν ἐν Κύπρῳ τῇ Αἵρεσιν δὲ τῆς Ναυατιανῶν πρεσβεύων θείας χάριτος μετείχε,

Chapter XLIICaput XLII

col. 163–164page 78 of 633
PG 146:163νήσῳ πόλεων ἐτύγχανεν οὖσα· ἐπὶ τότον δ' ἄτυφος ἦν, ὡς ἐν ταυτῷ καὶ πρόβατα βόσκειν, καὶ ἀνθρώπων είναι ποιμένα ἀγαθόν τε καὶ ἄριστον. Ἐγὼ δὲ πολλῶν ὄντων τῶν περὶ αὐτὸν, ἃ ἡ κατ' αὐτὸν διέξω εισι βίβλος, ἵνα μὴ ῥαθυμίας ὑπόσχω γραφήν, καὶ πάλιν ἵνα μὴ ἔξω τοῦ προκειμένου δόξω πλανᾶσθαι, δύο ἢ τριῶν τῶν ἐκείνου μνησθήσομαι. Κλέπτας ποτέ φασι νύκτωρ εἰσπηλήσαντας τῇ τῶν προβάτων τοῦ ὁσίου ἐπαύλει, ἐπιβουλεύειν τῇ ποίμνῃ, καὶ ὑφαιρεῖσθαι τῶν προβάτων λάθρα ἐποίουν σπουδή. Καὶ μή τινος πέδην ἐπιβάλλοντος, ἐξαπίνης θεόθεν δεσμῶται ἦσαν. "Αμα δὲ ἔῳ τὸν μέγαν παραγενό. μενον, καὶ τὰς χεῖρας όπισθεν διηγκωνισμένους εν ρόντα, μειδιῶντα τῶν ἀοράτων ἐπιλύειν δεσμῶν καὶ νουθετοῦντα παραινεῖν, Ενὸν εἶναι λαβεῖν αὐτή σαντας, οὕτω ταλαιπωρεῖν νυκτός εἵλεσθε. Καὶ μεθ ήρμοζε τὸ ἦθος πρὸς τὸν ἀμείνω βίον, δικαίων έχε πόρων τὴ ζῆν πορίζεσθαι. Απ:ιτε δ᾽, ἔφη, τῆς ταυ λαιπωρίας οίκτείρας, τόνδε τὴν κριόν εἰληφότες, ἵνα μὴ ἐπικενῆς ἡγρυπνηκότες φανείητε, μέμψιν τέ μοι τῶν ἐπὶ τῇ αὐλῇ πόνων προστρίψητε, ὡς ἀπηλ. λαγμένοι κενοί, Ἓν μὲν δὴ τοῦτο ἀστεῖον σὺν θαύ ματι τῶν Σπυρίδων πεπραγμένων· οὐχ ἧττον δὲ κἀκεῖνο θαύματος άξιον. Ειρήνη θυγάτηρ τῷ· μακο ρίῳ προσῆν, παῖς ὄντως τοῦ τοσούτου πατρός. Ταύτη τῶν τις γνωρίμων πολυτελὲς παρέθετο κόσμιον. Η δὲ τἀσφαλὲς προμηθουμένη, οἴκοι κατορύξασα τη σκεῦος, φυλάττειν παρεδίδου τῇ γῇ. Καὶ ἡ μὲν μετὰ βραχύ, μηδὲν εἰποῦσα, τὸν βίον ἀπέλιπεν. Ηκε μετ' ὀλίγον ὁ παραθέμενος· καὶ πῆ μὲν ἐγκαλῶν, πρ δὲ καὶ δεόμενος, δι᾿ ὄχλου ἦν τὸ Σπυρίδων:· ὡς δὲ πολλὰ ζητήσας ἀνὰ τὴν οἰκίαν, ἥκιστα έβρισκε, συ φορὰν ἐποιεῖτο ὁ γέρων οἰκείαν τὴν τοῦ ξένου τη μίαν, ὀδυρομένου τίλλοντός τε τάς τρίχας καὶ ἄν κρυς θανατώντος. 'Αλλ' ἄγε δή, ἔφη, ερώμεθα την κόρην παρὰ τὸν τάφον ιόντες. Ἐπεὶ δ' ἐπέστησαν. ἠρώτα Σπυρίδων ὀνομαστὶ τὴν παῖδα καλῶν, ὅπου δὴ κατακρύψει τὸ κόσμιον. Τὴν δὴ ἐξαπίνης φανεῖσαν, ἅπαν πρὸς λεπτὸν τῷ μακαρίῳ εἰπεῖν, καὶ αὖθις καταδύναι τὸν τάφον. Σπυρίδωνα δ' εὑρόντα ᾗ ἐσήμανεν, ἐπιδοῦναι τἀνθρώπῳ τὸ σκεῦος, και ἀπαλλάττεσθαι. Καὶ ἄλλῳ δὲ πένητι ἐν ἀπορίᾳ καθ εστῶτι πολλῇ, ἔφιν περὶ τὸ θριγγίον Ελισσόμενον, εἰς χρυσὸν μεταπήγνυσι. Καὶ δίδωσι χρῆσθαι, κ ἐπ' ἐκείνῳ δανείζεσθαι, καὶ παραμυθῆσαι τὴν ἔν δειαν· ὃν ἐντεῦθεν ἀναῤῥωσθέντα καὶ τὴν ἔνδειαν αποτρεψάμενον, πάλιν τὸν ὄφιν ὡς εἶχε σχήματος, παρὰ τὸν τόπον τοῦ θριγγίου ἐτίθει. Εὐχῇ δὲ τοῦ ὁσίου τὴν προτέραν φύσιν μεταλλαξάμενον, αὖθις ἕρποντά τε καὶ σπουδῇ περιελισσόμενον, τὸν οἰκεῖον χηραμὸν ὑποδῦναι. Καὶ τοῦτο δὲ τῶν ἐκείνου προσ Γκον εἰρῆσθαι νομίζω. Ἔθος τῷ μακαρίῳ ἐκ τῶν γινομένων αὐτῷ σπερμάτων τε καὶ καρπῶν πιπράσκοντι, τὰ μὲν πτωχοίς χορηγεῖν, ἄλλα δὲ προῖκα δανείζειν. Διδούς μέντοι ἢ καὶ λαμβάνων, οὐ διὰ χειρῶν ηὐτούργει τὴν πρᾶξιν· τὸ δ' ἐνὸν αὐτῷ τα
col. 165–166page 79 of 633
PG 146:165μεῖον ὑποδεικνύς, λαμβάνειν· καὶ αὖθις τὸ δάνειον κατατίθεσθαι τῷ προσιόντι ένεκελεύετο. Καὶ δή τις δανεισάμενος, ἧκεν ἀποτίσων τὴν ὀφειλήν. Ως δ' 630 ἔθο. ἦν ἐπιτραπεὶς τῷ ταμείῳ ἀποδοῦναι αὖθις τὸ χρέος, παρατιθέμενος, ὑφῃρεῖτο μᾶλλον· οὐ μόνον γὰρ τὸ χρέος ἀπέδωκεν, ἀλλὰ καὶ προσαφείλετο καὶ ἀπῄει δῆθεν λαθών, ὡς τὸ ἔφλημα καταθέμενος. Ἀλλ' οὐκ ἦν λαθεῖν· χρόνῳ γὰρ ὕστερον προσιών αὖθις, δανείζεσθαι ἤθελεν. Ὁ δὲ τὸ εἰωνὸς ἔπραττε καὶ πέμπων παρὰ τὴν θίην τὸν ἄνδρα, παραμετρεῖν ὅσον ἦν βουλομένῳ ἐπέτρεπεν. Ως δ' ἥκιστα εὕρισκεν, ἀνήγγειλε τῷ πατρί. Καὶ δ;, Θαυμαστὸν, ἔλεγεν, εἰ σοὶ μόνῳ κενὶν τὸ ταμεῖον ὁρᾶται. Σκου πεῖν οὖν προσήκει, μὴ οὐ πρὶν καταθέμενος, νῦν λαμβάνειν πειρᾷ. Ισθι γὰρ ὡς εἰ μή τι ῥᾳδιουργίας ἐστίν, οὐκ ἀστοχήσεις τοῦ προκειμένου. θι τοίνυν πάλιν τεθαρρηκώς ὡς εὑρήσεις. Καὶ φωραθείς, συγ γνώμην προσιών ᾔτει τοῦ ἁμαρτήματος. παραπλήσιον δέ τι καὶ ἄλλῳ πρόβατα πριαμένῳ τοῦ μακαρίου συνέβη. Εκατὸν μὲν γὰρ ἦσαν ἃ ἑωνεῖτο· ὁ δὲ καὶ μίαν τῶν αἰγῶν παρεμέτρει· ἣν βία δίχων, ήκιστα ἐπομένην εἶχεν. Ἀντιβαίνουσα δ᾽ οἷον, βληχῇ τὴν ἀδικίαν ἐστηλίτευε τοῦ ἀνδρός. Ἐπεὶ δὲ πάντα πράττων καὶ ἐπωμάδιον ἔφερεν, ἐκείνη λὰξ καὶ τοῖς κέρασι τὴν τένοντα σφοδρότερον παίουσα, διωλί σύαινε, καὶ ἐπὶ τὴν μάνδραν ἀνέτρεχεν· ὅ τὴν Σπυρίδωνα διαγνόντα, ἐπ' ἀκριβὲς μετρεῖν ἔπειθε. Τὸν δ' εὐθὺς ὁμολογοῦντα, συγγνώμην παρεῖχε· καὶ κε λεύσαντος, πρόθυμος ἡ αἷς καὶ αὐτόματος εἴπετο ἔστι δ' ὅπου καὶ τῇ σπουδῇ προηγεῖτο. Καλὰ μὲν δὴ καὶ ταῦτα· τὸ δὲ περὶ τὴν ἐκκλησιαστικὴν αὐτοῦ τάξιν ἐμβριθές, καὶ ἀκέραιον περὶ τὴν θείαν παρά δοσιν, πῶς σιωπήσομαι; Συνόδου γάρ ποτε γενομές νης, ἕνα εἶναι καὶ Τριφύλλιον ἐκεῖνον τὸν Λεδρῶν ἐπίσκοπον, λόγου τε αρκούντως πεπειραμένον, καὶ διὰ νόμων ἄσκησιν, πλεῖστον ἐν τῇ Βηρυτῶν διατρίψαντα πόλει. Τοῦτον δ' ἐπιτροπῇ τῶν ἐπισκόπων τὸ πλῆθος διδάσκοντα, Σπυρίδωνος παρόντος, δεῆσαν εἰπεῖν, ῥῆσιν ἣν ὁ Χριστὸς τῷ παραλυτικῷ ἀπε φθέγξατο, το, Αρόν σου τὸ κράββατον, καὶ περι πάτει, σκίμποδι ἀντὶ κραββάτου ἐχρήσατο. Εφ᾽ ᾧ χαλεπῶς ἐνεγκόντα Σπυρίδωνα, Οὐ σύ γε, ἔφη, ἀμείνων εἶ τοῦ κράββατον εἰρηκότος, ὅτι γε δι' αἰ. δοῦς ποιῇ ταῖς ἐκείνου λέξεσι διαπρέπειν; Ταῦτα δὲ λέγων, τοῦ ἱερατικοῦ θρόνου ἀνίστατο πάντων ὁρώντων, τόν τύφον καὶ τὴν ὀφρὺν τῶν ὀφρυομένων ἐν λόγοις πειρώμενος καταστέλλειν. ἱκανῶς γὰρ εἶχε τοιαῦτα ποιεῖν, κἂν ἁπλοῦς ἦν ἐσάγαν. Αἰδέσι μας γὰρ ἦν, καὶ ἐπὶ μέγα δόξης τοῖς παραδόξοις τῶν ἔργων ἐτύγχα τ, προήχων τε τὴν ἡλικίαν, καὶ τῷ τῆς ἱερωσύνης ἀκιβδήλῳ καὶ κοσμίᾳ ἐνσεμνυνό μενος. Ἐγὼ δὲ, οἷος ἦν καὶ περὶ φίλους δεξιός, διηγήσομαι. Η μεγάλη μὲν οὖν τῆς Τεσσαρακοστής νηστεία ἦν· ἧκε δέ τις ἐκ μακρᾶς ὁδοιπορίας τῶν φίλων, καὶ ταῦτ' ἐν οἷς ἐκεῖνος εἴωθε νηστεύειν τῶν ἡμερῶν. "Ασιτος γὰρ εἰς ῥητάς τινας διαμένων

Chapter XLIIICaput XLIII

col. 167–168page 80 of 633
PG 146:167ἡμέρας, έπειτα ήσθιεν. Ηκοντά γοῦν ταῖς ἀφωσιω μέναις ἡμέραις ἐκεῖνον, ἐπεὶ κεκμηκότα είδε, νίπτειν μὲν τοὺς πόδας τῇ ἰδίᾳ ἐκέλευε θυγατρὶ, καὶ τράπεζαν παρατίθεσθαι. Εκείνης δ᾽ εἰπούσης μήτ' ἄρτον μήτ' ἄλφιτα ἐνεῖναι διὰ τὴν ἐπικειμένην νηστείαν, ευξάμενος, τῶν ἀπῃωρημένων ταρίχων χρεῶν τῇ ἑστίᾳ δείων κατάγειν ἐκέλευε τῇ παιδί, καὶ ταῦθ' ὡς τάχος ὀπτᾷν. Ἐπεὶ δ᾽ ἱκανῶς εἶχον πυρὸς, παρά τὸν ξένον καὶ αὐτὸς καθίσας, ἁπτόμενος τῶν ἐδω δίμων ἤσθιε· καὶ τὴν φίλον τὰ ὅμοια δρᾷν παρεκάλει. Τὸν δὲ παραιτούμενον, καὶ Χριστιανὸν ἑαυτὸν εἶναι λέγοντα, καὶ μὴ δεῖν ἐκείνῳ τροφῆς τοιαύτης τοιούτῳ καιρῷ διισχυριζόμενον, μὴ τὴν τροφὴν μαλ λον ἀπαξιοῦν οὕτως ἔχοντα παρηγγύα. Τὲν γὰρ θεῖον χρησμόν, πάντα είναι καθαρὰ τοῖς καθαροῖς ἀποφήσ νασθαι. Πολλὰ δὲ καὶ ἄλλα συγγενῆ τοῖς εἰρημένοις διαπραξάμενον, τὸ προκείμενον οὐκ ἐξ διεξέρχεσθαι· & Ρουφίνος 'Ρωμαϊκῇ λέξει πρῶτα ἐξέδωκε, καὶ ἄλλα πλεῖστα τῇ Ἐκκλησίᾳ προσήκοντα. Καὶ περὶ μὲν Σπυρίδωνος ταῦτα. Ηκμαζε δὲ τηνικαῦτα καὶ Νικόλαος Μύρων τῆς Λυκίας ἐπίσκοπος ὤν, ἐπίσης Σπυρίδωνι τὸν βίον ἔν τε ἁπλότητι καὶ συμ παθείᾳ καὶ θαύματι περιβόητος, καὶ ἐπὶ τῇ ἀκρι σείς του δόγματος. Τούτῳ δ' ἐνεῖναι χάριν λόγος, τὸν προστυχόντα καὶ διομιλησάμενον ἐκ ψυχῆς, χαριτής τινος θείας μετέχειν, καὶ ῥοπὴν ἐκείνῳ ἐντεῦθεν ἐνσπείρεσθαι πρὸς τὰ κάλλιστα τῶν ἔργων μεταρρυθμίζεσθαι. Οὗ τὰς πράξεις ὡς πᾶσι κατα δήλους παρίημι. Επίσης τούτοις καὶ Παρθένιος ἦν, μιᾶς τῶν ἐν Ἑλλησπόντῳ πόλεων ἐπίσκοπος ὧν, βίου λαμπρότητι, φιλανθρωπίᾳ τε καὶ τέρασιν ἐξαι σίοις διαπρεπής, ὡς καὶ νεκρούς ἐγείρειν, δύναμιν πρὸς Θεοῦ εἰληφέναι, δαιμόνων τε κρατεῖν, παντος δαπών το παθημάτων ἰατρὸν ἄμισθόν τε καὶ ἕτοιμον καθεστάναι. Καὶ περὶ μὲν τούτων οὕτως. Καὶ οὕτω τὸ τῆς πίστεως δόγμα διὰ πάντων συνεκροτείτε ἔθνεσί τε καὶ ἐρημίαις καὶ πόλεσι· καὶ ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ διέλαμπε ταῖς καθεκάστην ἐπιδή σεσιν εἰς μέγα καὶ αἰθέριον προαγόμενον· ἐγὼ δὲ τῶν τοιούτων ἀφέμενος, ἐπὶ τῶν κατὰ τὴν ἐκκλησίαν συμβάντων καὶ αὖθις τοῦ λόγου ροῦν τρέψομαι. ΚΕΦΑΛ. Γ'. Ὡς οἱ 'Αρειανοὶ Εὐσέβιος καὶ Θεογόνιος, βιβλία μετανοίας δόντες, τὰς ἰδίας ἐκκλησίας ἀπέλα τον, τοὺς ἐν αὐταῖς χειροτονηθέντας ἐκβεβληκότες. Ο μὲν οὖν πανεύφημος βασιλεύς πάντα κάλων ἐκίνει, ὡς ἄν γε τὰ τῆς ἡμετέρας θρησκείας αύξην λαμβάνει, καὶ εἰ; ἐπίδοσιν ἄγοιτο, ἅτε δὴ ἀπος
col. 169–170page 81 of 633
PG 146:169λικὴν καὶ οὐρανομήκη ἔχων ψυχήν· ἦσαν δ' οἱ τῶν ἐκκλησιῶν ἡγεμόνε;, καὶ τῶν ἐν τέλει τοῦ ἱε ρᾶσθαι, οἱ μὴ μόνον συνοικοδομεῖν ἐκείνῳ ᾑροῦντο, ἀλλὰ καὶ ἀνατρέπειν, καὶ τὰ θεμέλια ταύτης ἐκ ῥιζῶν ἀνασπᾷν, ὡς προϊόντες δηλώσομεν. Ὁ μὲν γὰρ 'Αρειος τὴν συνοδικὴν ψῆφον καὶ τὴν ἐκ βασι λέως λαβὼν, ὑπερόριος ἤγετο· ἐπίσης δὲ καὶ οἱ περὶ τὸν Νικομηδείας Εὐσέβιον, οἱ τῇ ὑπαγορευθείσῃ πίστει ὑπεσημήναντο, σύμψηφος δὲ γενέσθα τῇ ᾿Αρείου καθαιρέσει οὐκ ἐβουλήθησαν. Ο μὲν οὖν Αρειος οὐ πολλῷ ὕστερον τῆς ἐν Νικαία συνόδου τῆς μὲν ἐξορίας ἀνεκλήθη, τῇ γε μήν 'Αλεξανδρεία φοιτᾷν ἐπεσχέθη· ἐν ὑστέρῳ γὰρ καὶ εἰς Ἀλεξάνδρειαν αὐτῷ κάθοδος τοῖς περὶ Εὐσέβιον μετὰ τὴν παλινῳδίαν ἐσπούδαστο, ὡς ἐν καιρῷ μοι λελέξεται μετ' ὀλίγον δὲ Εὐσεβιός τε καὶ Θεογόνιος τάς οι κείας ἐκκλησίας ἀπέλαβον, ὁ μὲν τὸν ἀντ᾿ αὐτοῦ χειροτονηθέντα Αμφίωνα ἐκβαλών, Χρῆστον δὲ ἐκ Νικαίας ὁ Θεογόνιος· μετανοίας γὰρ βιβλίον τοῖς κορυφαίοις τῶν ἐπισκόπων πέμψαντες, βασιλική κελεύσματι ἀνεκλήθησαν. Ωδε δ' εἶχεν ἐπὶ λέξεως τὸ βιβλίον· «Ηδη μὲν καταψηφισθέντες προ κρίσεως παρὰ τῆς εὐλαβείας ὑμῶν, ὀφείλομεν σιωπᾶν τὰ κεκριμένα παρὰ τῆς εὐλαβείας ὑμῶν· ἀλλ' ἐπειδὴ ἄτοπον καθ' ἑαυτῶν δοῦναι τῶν συκοφαντούντων τὴν ἀπόδειξιν τῇ σιωπῇ, τούτου ένεκεν ἀναφέρομεν, ὡς ἡμεῖς καὶ τῇ πίστει συνεδράμομεν, καὶ τὴν ἔν νοιαν ἐξετάσαντες ἐπὶ τῷ ὁμοουσίῳ, ὅλοι ἐγενόμεθα τῆς εἰρήνης, μηδαμοῦ τῇ αἱρέσει ἐξακολουθήσαντες· ὑπομνήσαντες δὲ ἐπὶ τῇ ἀσφαλείᾳ τῶν ἐκκλησιῶν, ὅσα τὸν λογισμὸν ἡμῶν ὑπερέτρεχε. Καὶ πλη μοφορηθέντες καὶ πληροφορήσαντες τοὺς δι᾿ ἡμῶν πεισθῆναι ὀφείλοντας, ὑπεσημηνάμεθα τῇ πίστει. Τῷ δὲ ἀναθεματισμῷ οὐχ ὑπεγράψαμεν, οὐχ ὡς τῆς πίστεως κατηγοροῦντες, ἀλλ' ὡς ἀπιστοῦντες τοι αῦτον εἶναι τὸν κατηγορηθέντα, ἐκ τῶν ἰδίᾳ πρὸς ἡμᾶς παρ' αὐτοῦ διά τε ἐπιστολῶν, καὶ τῶν εἰς πρόσωπον διαλέξεων πεπληροφορημένοις, μή τοιού τον εἶναι. Εἰ δὲ ἐπείσθη ἡ ἁγία ἡμῶν σύνοδος, οὐκ ἀντιτείνοντες, ἀλλὰ συντιθέντες τοῖς παρ' ὑμῶν κεκριμένοις, καὶ διὰ τοῦ γράμματος πληροφοροῦ μεν τὴν συγκατάθεσιν, οὐ τὴν ἐξορίαν βαρέως φέ ροντες, ἀλλὰ τὴν ὑπόνοιαν τῆς αἱρέσεως ἀποδυόμενοι· εἰ γὰρ καταξιώσετε νῦν γοῦν εἰς πρόσωπον ἀναλαβεῖν ἡμᾶς, ἕξετε ἐν ἅπασι συμψύχους, ἀκο λουθοῦντας τοῖς παρ' ὑμῶν κεκριμένοις. Καὶ ὅτε αὐτὸν τὸν ἐπὶ τούτοις εναγόμενον ἔδοξεν ὑμῶν τῇ εὐλαβεία φιλανθρωπεύεσθαι καὶ ἀνακαλέσασθαι, ἄτοπον δέ τι δοκοῦντες εἶναι ὑπευθύνου ἀνακεκλημένου καὶ ἀπολογησαμένου ἐφ᾽ οἷς διεβάλλετο, ἡμᾶς σιωπᾷν, καθ᾿ ἑαυτῶν ἐνδόντας τὸν ἔλεγχον. καταξιώσατε οὖν, ὡς ἁρμόζε: τῇ φιλοχρίστῳ ὑμῶν εὐλα δείᾳ, καὶ τὸν θεοφιλέστατον βασιλέα ὑπομνήσαι, καὶ τὰς δεήσεις ἡμῶν ἐγχειρίσαι, καὶ θᾶττον βουλεύσασθαι τὰ ὑμῖν ἁρμόζοντα ἐφ' ἡμῖν.» Εκ ταύτης τοίνυν τῆς παλινωδίας ἐπανακληθέντες Εὐσέβιός τε καὶ Θεογόνιος, τὰς ἰδίας ἐκκλησίας ἔσχον, τοὺς ἐπ' αὐταῖς χειροτονηθέντας ἐκβεβληκότες, ώς είρηται. Και προ σχήματι τὰ κώδια περιθέμενοι, τὰ λύκων εἰργάσαντο. τοῦ εμουσίου

Chapter XLIVCaput XLIV

col. 171–172page 82 of 633
PG 146:171Τῇ γὰρ βασιλέως φιλανθρωπία χρησάμενοι ὡς ἐ διον ἐξαπάτης, τῷ συνεχεί τῆς πρὸς τὰ βασίλεια εἰσόδου, τὴν προτέραν δυναστείαν ἀπολαβόντες, τα πάνδεινα έδρων, ὡς ἐροῦμεν ἑξῆς. ο ΚΕΦΑΛ. ΜΔ'. Ως μετὰ ᾿Αλέξανδρον ᾿Αθανάσιος τοῦ τῆς Ἀλε ξανδρείας ἐπιβαίνει θρόνου· καὶ περὶ τῆς ἐκ νέου ἀγωγῆς αὐτοῦ· καὶ ὡς αὐτοδίδακτος ἦν ἱερεὺς, καὶ φιλούμενος τῷ μεγάλῳ Αντωνίῳ καὶ περὶ τῆς τῶν Ἀρειανῶν κατ' αὐτοῦ ἐπι βουλῆς. Τότε δὲ μετὰ πέμπτον τῆς συνόδου μήνα, μέλλων τελευτῶν ὁ ᾿Αλεξανδρείας Αλέξανδρος, διάδοχον τοῦ θρόνου τὸν περιβόητον ᾿Αθανάσιον κατελίμπανε, θείᾳ κρίσει, ὡς ἔνεστιν εἰκάζειν, ἐπ' ἐκείνῳ τὰς ψήφους ἐπαγαγών· λόγος γὰρ ἔχει, τὸν ᾿Αθανάσιο, φεύγοντα καὶ ἀνδυόμενον, τὸν ᾿Αλέξανδρον βίαν έπαγαγόντα, μόλις δυνηθῆναι πεῖται τὸν θρόνον εἰσδέξασθαι· καθώς που καὶ ὁ Σύρος Απολλινάριος ὧδε γράφων ἱστόρησεν· «Οὐκ ὀκνεῖ δὲ καὶ κατὰ ταῦτα πολεμεῖν ἡ δυσσέβεια· ἀλλὰ πρῶτον μὲν ἐπὶ τὸν μακάριον διδάσκαλον τοῦ ἀνδρὸς ὁπλίζεται, καὶ οὗτος παρῆν συνήγορος ὡς πατρὶ παῖς· ἔπειτα καὶ ἐπ' αὐτὸν, ὡς ἧκεν ἐπὶ τὴν τῆς ἐπισκοπῆς διαδοχὴν, πολλῇ μὲν ἀποφυγῇ χρησάμενος, κατὰ Θεὸν δὲ ἀνει ρεθείς· ὡς καὶ τῷ μακαρίῳ ἀνδρὶ τῷ τὴν ἐπισκο τὴν προχειρίσαντι προδιδήλωτο θείαις δηλώσεσιν, οὐχ ἕτερον ἔσεσθαι τὸν διάδοχον ἢ τοῦτον· ἐκαλεῖτο μὲν γὰρ ἐκ τοῦ βίου· ἤδη δὲ πρὸς ἀπαλλαγὴν τυχό χάνων, Αθανάσιον ὀνομαστὶ μὴ παρόντα ἐκάλε:. Καὶ ὡς ἡ παρὼν ὁμώνυμος ὑπήκουε τῇ κλήσει, πρὸς μὲν τοῦτο ἀπεσιώπα, ὡς οὐ τοῦτον καλῶν· αὖθις δ' ἐχρῆτο τῇ κλήσει· καὶ ὡς ταυτὸ πολλάκις ἐγί νετο, ἀπεσιώπα μὲν ὁ παρών· ἐδηλοῦτο δὲ ὁ μὴ παρών. Καὶ προφητικῶς ἔλεγεν ὁ μακάριος Αλέξ ξανδρος, ᾿Αθανάσιε, νομίζεις εκπεφευγέναι· οὐκ ἐκφεύξῃ. Δηλῶν ὡς πρὸς τὸν ἀγῶνα ἐκαλεῖτο.» Καὶ ὁ μὲν Απολλινάριος ταῦτα γράφει· οἱ δὲ τῆς Ἀρεία, συμμορίας φασίν, ὡς μετά θάνατον 'Αλεξάνδρου κοινωνοῦντες πρὸς ἀλλήλους ἦσαν, οἱ τὰ Μελιτίου καὶ 'Αλεξάνδρου ἐφρόνουν. Κοινῇ δ᾽ ἅμα οἱ τῶν ἀμ φοτέρων ἐπίσκοποι, ἔκ τε Θηβαΐδος καὶ τῆς ἄλλης Αιγύπτου, ἦσαν δὲ τέσσαρες καὶ πεντήκοντα, ἐς ταυτό συνιόντες, κοινῇ ψήφῳ συνέθεντο ἐκλεγῆναι τὸν, ὅς τῆς ᾿Αλεξανδρέων Εκκλησίας τὴν ἐπιτρο τὴν ἕξει. Επτά δέ τινας τῶν ἐπισκόπων τοὺς ὄρο κους ἠθετηκότων, παρὰ τὴν γνώμην πάντων κλέψαι τὴν χειροτονίαν ᾿Αθανασίου κατά την Διονυσίου και λουμένην ἐκκλησίαν βίαν ἐπαγαγόντος. Ἐμοὶ δ' οὐκ ἀνεεὶ τὸν μέγαν ἐπὶ τὴν ἱερωσύνην ἐλθεῖν δοκεῖ τοιοῦτος γὰρ ἦν οἷον ὁ τηνικάδε ἐζήτει καιρός νοεῖν τε καὶ λέγειν, ἔτι δὲ γράφειν ἱκανώτατον ὄντα εὔστοχόν τε βάλλειν, καὶ πρὸς τὰς ἐπιβουλὰς ἀντέχειν μάλα στεῤῥότατον. Μάλιστα δ᾽ ἦν ἐκκλησιαστικὸς ὁ
col. 173–174page 83 of 633
PG 146:173ἀνὴρ, ἐπιτήδειός τε περὶ τὸ ἱερᾶσθαι, καὶ ὡς οἷον εἰπεῖν αὐτοδίδακτος περὶ τὰ τοιαῦτα. Φασὶ καὶ γὰρ μήπω πρόσηβον γεγονότα, τόδε τι σκιαγραφήσα: τὸ θεῖον περὶ αὐτοῦ. Κατὰ τὴν ᾿Αλεξάνδρειαν περι φανή τινα ἑορτὴν ἦγον ᾿Αλεξανδρεῖς· καθ᾽ ἣν ἡ μέραν Πέτρος ὁ παρ' αὐτοῖς ἡγησάμενος τῷ ὑπὲρ Χριστού μαρτυρίῳ ἐχρήσατο. Ταύτην δὲ ὡς ἔθος ἐπιτελῶν καὶ ᾿Αλέξανδρος ὁ τότε τὴν Ἐκκλησίαν ἐπιτροπεύων, τὴν ἱερὰν τελέσας μυσταγωγίαν, και θῆστο, τοὺς σὺν αὐτῷ ἀριστᾷν μέλλοντας ἐκδεχόμενος. Ἐν μετεώρῳ δὲ ὤν, τῇ θαλάσσῃ τὰς δψεις προστ έβαλλε. Παῖδας δέ τινας ἑώρα κατὰ τῆς ψάμμου παίζοντας· ἡ δὲ παιδιὰ τῶν κατὰ τὴν Ἐκκλησίαν γινομένων μίμησις ἦν, καὶ ἐπισκόπου δῆθεν χειροτονίᾳ. Καὶ μέχρι μέν τινος ἀκίνδυνος ή μίμησις ἦν. ὡς δὲ τῶν μυστικωτέρων καὶ ἀποῤῥήτων ή ποντο, ἐν δεινῷ ἐποιεῖτο τὸ δρώμενον· καὶ τοὺς ἐν τέλει τοῦ κλήρου μεταστελλόμενος, ἐδείκνυ τους παῖδας, καὶ ὡς αὐτὸν ἄγειν ἐκέλευεν. Ἐπεὶ δὲ καὶ ἔχθησαν, τὰ τῆς παιδιᾶς ἠρώτα, καὶ τίνα πράττων τες ἦσαν ἔλεγεν. Οἱ δὲ παῖδες αἰδοῖ καὶ δίει κατισχυμένοι, πρῶτα μὲν ἡρνοῦντο· ὡς δ᾽ ἐπέκειτο τῇ βασάνω ᾿Αλέξανδρος, κατέλεγον τὰ τοῦ δράματος ὡς Αθανάσιος μὲν τὸν κλῆρον τῆς ἐπισκοπῆς ἐκλη ροῦτο· καὶ βαπτίζων πολλούς, καὶ ἐν καταλόγῳ τῶν τῆς Ἐκκλησίας ταγμάτων καθίστη ἱερεῖς καὶ δια κόνους χειροθετῶν. Ἀνέκρινε δ᾽ ἕκαστα ὁ ἐπίσκοπος· τί μὲν πράττων ἔλεγεν ὁ τῆς παιδιᾶς ἱερούς τί δ' αὖθις τελούμενοι ἐκεῖνοι λέγοντες ἦσαν. Ἐπεὶ δ' έκαστα κατὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν φυλαχθέντα εὗρε, μὴ χρῆναι καὶ αὖθις ἀναβαπτίσαι ἐδοκίμαζε, σὺν τοῖς ἀμφ' αὐτὸν ἱερεῦσι σκοπούμενος τοὺς καθάπαξ ἁπλότητι τῆς θείας χάριτος ήξιω μένους. Μόνα δ᾽ ἐκεῖνα ἃ θέμις ἱερεῦσι πράττειν ἀνεῖται, ἐν μυστηρίω πληροῦν ἐκέλευε. Τοὺς δὲ παῖδας καθὸ ἐτάχθη τῇ παιδιᾷ τάγματι ὑπὸ μάρτυρι τῷ Θεῷ, ἐπὶ τὴν ἐκκλησίαν ἀνήγε, καὶ τοῖς προσήκουσι παραδούς, φυλάττειν παρήνει, καὶ ἐπὶ τὴν μίμησιν προβιβάσαι, ἱκανῶς μετεσχηκότας και δείας, καὶ μάλιστα Αθανάσιον· ὃν ἔχων ἀπογραφές καὶ ὁμοδίαιτον, ἐν οὐ πολλῷ τῷ τῆς διακονίας κλήρω καθίστα. Γραμματικὴν δὲ ἀσκήσας, καὶ ῥήτορσι φοιτήσας, καὶ τῇ φιλοσοφίᾳ προβας, καὶ τοσοῦτον ἐκ τούτων ἀπαρυσάμενος ὅσον μὴ κλονεῖσθαι τοῖς περὶ ταῦτα κομψοῖς, ἐπὶ τὴν Νίκαια, ἤγετο, καὶ τὰ μάλιστα ἡγωνίζετο, οὐκ ἐλάχιστον μέρος τῷ στεῤῥῷ τῆς ἀληθείας λόγῳ καθεστηκώς. Πεῖραν δὲ καὶ πρὸ τῆς ἡλικίας ἔδωκε σοφοῦ καὶ διαβεβηκότος ἀνδρός. Ως δ' Αλέξανδρος ἐτελεύτα, διάδοχον ἐκεῖνον λιπών, ἐπιμᾶλλον ἡ ᾿Αθανασίου δόξα ἐξέλαμψε, τῆς ἐκείνου ἐν ἅπασιν ἀρετῆς βεβαιούσης αὐτήν. Πολλὴν δὲ αὐ τὴν καὶ ὁ μέγας Αντώνιος ένεποίει, μαρτυρῶν ἐκείνῳ τὰ κρείττονα, κελεύοντί τε ὑπακούων, καὶ ἐκ τῶν ὀρέων ταῖς πόλεσι φοιτῶν, κάν ταῖς ἐκκλησίαις ἐκείνῳ συνδιατρίβων, καὶ τῇ ἐκείνου δόξῃ ἡ δοξάζοι περὶ Θεοῦ, σύμψηφος καθεστώς· καὶ χαλε αὐτοδίδακτος,

Chapter XLVCaput XLV

col. 175–176page 84 of 633
PG 146:175πῶς ἔχων, οἳ αὐτὸν ἀπηχθάνοντο· καὶ γὰρ διάπυρος ἐκείνῳ φίλος ἐτύγχανεν ων. Περιφανέστερον δ' ἐποίουν τὸν ᾿Αθανάσιον καὶ ᾿Αρειανοί, οι σύναμα Μελιτίῳ τὴν Αἴγυπτον ἀνετάρασσον, ἐπιβουλὰς μὲν κατ' αὐτοῦ ἀεὶ πράττοντες, ἐν δίκῃ δ' ἐλεῖν ἥκιστα ἔχοντες. Αρτι γὰρ καταχθέντες οἱ περὶ Εὐσέβιον βασιλεῖ, οὐ τὴν τυχοῦσαν παρρησίαν ἐκτήσαντο καὶ διὰ πολλῆς ἦσαν ἐκείνῳ τιμῆς, ὅτ' ἐκ τοῦ και κῶς φρονεῖν πρὸς τῷ εὐσεβεῖν μεταθέμενοι. Καὶ δὴ τῇ παρρησίᾳ καταχρησάμενοι, μείζονα ταραχήν τῇ Ἐκκλησίᾳ ἐπήγειραν ἔκ τε τῆς ἐνοικουρούσης και κοδοξίας, καὶ ἐκ τῆς πρὸς ᾿Αθανάσιον ἀπεχθείας ἐπειδὴ ἐκείνῳ ἐν τῇ συνόδῳ προβάλῳ τῆς εὐσεβείας ἐνέτυχον. Καὶ δὴ πρῶτα μὲν τὴν ἐκείνου ἐν αἰτίας ἐποιοῦντο χειροτονίαν, ὡς μὴ ἐνθέσμως, μηδὲ παρὰ των τῶν ἐγκλημάτων ἐδείκνυτο, γενναίως ὑπὲρ τῆς ἐν Νικαία πίστεως διαγωνιζόμενος, βουλὴν ἑτέρα, ὕφαινον, σκευωρῆσαι μὲν ἐκεῖνον εἰς φυγαδείαν, "Αρειον δὲ παρασκευάσαι κατάγειν εἰς ᾿Αλεξάνδρειαν. Οὕτω γὰρ ἐκ τοῦ ῥᾴστου ἔχειν ἐκείνους τὴν μὲν τοῦ ὁμοουσίου πίστιν ἐκβάλλειν, ηρέμα δέ πως τὴν σφετέραν ἀντεισάγειν δυσσέβειαν. Καὶ ἐπειρᾶτο γράφων Εὐσέβιος Αθανασίῳ τοὺς περὶ "Αρειον δέχεσθαι· εἰ δὲ οὖν, ἀγράφως ή πείλει κακῶς αὐτὸν διαθεῖναι. Ἐπεὶ δὲ πάντα κάλων κινῶν, οὐδενὶ τρόπῳ πειθήνιον είχε διενιστάμενον τοὺς περὶ τὸ δόγμα νεωτερίσαντας, καὶ νέαν συστησαμένους απ ρεσιν, καὶ παρὰ τοσαύτης εληλαμένους συνόδου, μὴ δεῖν εἶναι δέχεσθαι, ἐπεχείρει τρόπον ἕτερον πείσαι τὸν βασιλέα δέξασθαι Αρειον, καὶ κάθοδον εἰς Αλεξάνδρειαν παρασχεῖν. Καὶ μόλις τοῦτ᾽ ἀνύσας εἶχεν, ὡς καιρῷ διαλήψομαι. άξιοπίστων προσώπων γεγενημένην· ὡς δὲ κρείτ ομουσίου ὁμοουσίου, Διαβεβηκότες ΚΕΦΑΛ. ΜΕ. Περὶ τῆς ἐν ᾿Αντιοχείᾳ γενομένης συνόδου, ἡ καθεῖλε τὸν μέγαν Εὐστάθιον· καὶ περὶ τῶν μετ' αὐτὴν γενομένων ἐπισκόπων. Τηνικαῦτα δ' ἑτέρα ταραχὴ ἐκ τῶν οἰκείων ἐπι σκόπων τὴν Ἐκκλησίαν ἐλάμβανε, περὶ τῆς τοῦ ὁμοουσίου λέξεως ἀκριβολογουμένων, καὶ κατατρι ομένων, καὶ πρὸς τὸν κατ' ἀλλήλων ωπλίζοντο πόλεμον, ὡς μηδὲν τοῦ νυκτομαχεῖν διαφέρειν. Καὶ γὰρ ἀλλήλων οὐ συνίεσαν, ἀφ᾽ ὧν ἀλλήλους ενόμιζον τους διαβεβηκίτας,
col. 177–178page 85 of 633
PG 146:177βλασφημεῖν. Οἱ μὲν γὰρ τὸ ὁμοούσιον μὴ προσιέμενοι δόξαν ἔσχον τὰ Μοντανοῦ καὶ Σαβελλίου φρονείν τοὺς αὐτὸ παραδεχομένους, καὶ βλασφήμους ἐλάλουν, ὡς τὴν τοῦ Υἱοῦ ὕπαρξιν ἀνατρέποντας· οἱ δὲ τὸ ὁμοούσιον στέργοντες ἐκείνους ἐξετρέποντο, ὡς Ἑλληνισμὸν καὶ πολυθείαν εἰσάγοντας. Μάλιστα δ' ἐπὶ τούτοις συνίσταντο Εὐστάθιος ὁ Ἀντιοχεύς, καὶ ὁ Παμφίλου Εὐσέβιος· καὶ ἀμφότεροι δὲ ἐν ὑποστάσει τὸν Υἱὸν τοῦ Θεοῦ ὡμολόγουν, ἕνα τε Θεὸν ἐν ὑποστάσεσι τρισίν. Καὶ ὁ μὲν Εὐστάθιος ᾐτιᾶτο Εὐσέβιον, ὡς τὴν ἐν Νικαίᾳ πίστιν καινοτομούντα ὁ δ᾽ αὖθις στέργειν μὲν τὰ ἐν Νικαία δόξαντα ελε γεν· ὡς τὰ Σαβελλίου δὲ φρονοῦντα τὸν Εὐστάθιον ἐν αἰτίαις ἐτίθει. Καὶ δὴ συνόδου διὰ ταῦτα ἐν 'Αν τιοχεία γεγενημένης, ἀφαιρεῖται τὴν ἐπισκοπὴν ὁ Εὐστάθιος, κατὰ μὲν τὸν ἀληθῆ λόγον, ὅτιπερ τῆς ἐν Νικαίᾳ ὑπερίστατο πίστεως, καὶ τοὺς περὶ Εὐσέ στον καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως, καὶ τὸν Τύ ρου Παυλίνον, ὧν τῇ γνώμῃ οἱ ἀνὰ τὴν ἕω ἱερεῖς εἶποντο, ὡς 'Αρειανόφρονας ἀπεστρέφετο· ὡς δὲ οἱ ἐξ ᾿Αρείου φασὶν, οἷάπερ Σαβελλίζοντα· καὶ δι' ἄλλας οὐκ ἀγαθὰς αἰτίας, ἃ είωθὸς ἐπὶ πάντων τῶν καθαιρουμένων ἐπισκόπων λέγειν ἐστίν. Τὸ δ' ὅλον συκοφαντία μετὰ διαβολῆς ἦν. ὡς γὰρ τὴν ἱερωσύ την δῆθεν αἰσχύναντα παιδίσκης ἀκολάστου μίξει, καὶ ἀπολαύσει αἰσχρᾶς ἡδονῆς, καθεῖλον τὸν ὅσιον. Εὐφυὲς γὰρ τὴν ὄψιν γύναιον, ἑταιρικὸν, καὶ τὴν ὥραν τῷ βουλομένῳ ἀπεμπολούν μισθωσάμενοι, τὴν γλῶτταν ἀποδόσθαι αὐτοῖς ἔπεισαν. Καὶ δὴ τοῦ συγκ κροτηθέντος, πεντήκοντα δὲ ἦσαν καὶ διακόσιοι, τοὺς μὲν ἐξῆγον πάντας· τὸ δὲ ἀπὸ πείρας ἐκεῖνο ιταμὸν γύναιον ἐπεισήγον, βρέφος ἐπι μαστίδιον ταῖς ἀγκάλαις ἀνέχον· ὁ ἀναίδην ἐπεβοᾶτο, ἐκ τῶν Εὐστα θέου συνουσιῶν συνειληφέναι καὶ τετοκέναι. εὐσταθέος δ', εἴ τινα καὶ ἄλλον ἔχοι τοῦ πεπραγμένου συν ἱστορα, ἢ τῶν τοιούτων τι διειδότα, ἐζήτει. Ὡς δὲ μηδένα ἔχειν διεμαρτύρετο, τὸν ὅρκον ᾔτουν οἱ πικροὶ δικασταί, καίτοι γε τοῦ νόμου διαῤῥήδην βοῶντος, ἐπὶ δύο ἢ τριῶν μαρτύρων τὸ βέβαιον ἔχειν τὰ κακῶς φημιζόμενα· καὶ αὖθις τοῦ ᾿Αποστόλου ἀπαγορεύοντος, μή τινα τὴν κατὰ πρεσβυτέρου γρα φὴν δέχεσθαι μαρτύρων δίχα δύο ἢ καὶ τριῶν. Ἐκεῖνοι δὲ τὸν νόμον ἐν δευτέρῳ θέμενοι, ἁμάρτυ μον κατὰ τοσούτου ἀνδρὸς ἐποίουν κατηγορίαν. Ως γὰρ ἐκείνη τοῖς εἰρημένοις τὸν ὅρκον ἐπῆγεν, ἦ μὴν Ευσταθίου εἶναι τὸ βρέφος φαύλης ἡδονῆς ἀποτέλεσμα, εὐθὺς ὡς κατὰ μοιχοῦ ἐκεῖνοι τὴν ψῆφον ἐπῆ γον. Τῶν δ᾽ ἄλλων ἀρχιερέων οἱ τὰ τυρευθέντα ἡγνόουν, ἀντιλεγόντων, καὶ μὴ κατὰ νόμους την ψῆφον τἀνδρὶ γενέσθαι διατεινομένων, οἱ τὸ δρᾶμα συνθέμενοι ὅσον τάχος ἐς βασιλέα ἧκεν· καὶ πεί σαντες ὡς ἐν δίκῃ τὰ ψηφισθέντα οἷς ἐάλω Εὐστάθιος, ἐκεῖθεν ἐπειρῶντο ἐλαύνειν, φεῦ! τὸν τοσοῦτον τῆς εὐσεβείας καὶ σωφροσύνης αγωνιστήν τε καὶ
col. 179–180page 86 of 633
PG 146:179μαργαρίτην. Δεινὴ δὲ διὰ τὴν ἐκείνου καθαίρεσιν στάσις τῇ ᾿Αντιόχου ἐξήφθη· ὡς μικροῦ δεῖν συμ βαίνειν πᾶσαν ἀρδην ἀφανισθῆναι, τῆς πόλεως εἰς δύο μέρη διαιρεθείσης, συλλαμβανομένης θατέρας μερίδος, καὶ χειρός στρατιωτικής. Ο δή μάλιστα τὸν Εὐστάθιον ἔβλαψεν. Ὡς γὰρ ἔγνω ὁ βασιλεὺς τὴν διαίρεσιν τῆς Ἐκκλησίας, σφόδρα χαλεπαίνων ἦν, καὶ ὡς στασιώδη τὸν Εὐστάθιον ὑπενόει τινα πέμψας τῶν ἐν περιφανείᾳ στρατευομένων, και ταστέλλειν ἐπειρᾶτο τὸν θόρυβον, Εὐστάθιον δ' ἐκεῖσε ἡσυχῆ ἐξάγειν. Καὶ ὁ μὲν διὰ Θρᾴκης ἀπήγετο εἰς Ἰλλυριούς, ἠρέμα φέρων την διαβολήν, οὕτω κρίνας ἄμεινον εἶναι, ἀνὴρ κατὰ πάντα καλός τε κἀγαθὸς γεγονώς, γλῶττάν τε λαμυρὰν ἐπὶ συνθήκῃ λόγων πεπλούτηκώς· ὡς τὰ αὐτῷ πονηθέντα παριστάν ἔχει, φράσεως ὄγκῳ ἀρχαίας, νοημάτων τε σωφροσύνη, χάριτί τε καὶ κάλλει λέξεως, ἐξαγγελίας τε τῷ συντόνῳ διαφερόντως εὐδοκιμήσας. Ες ὕστερον δὲ τὸ ταλαίπωρον ἐκεῖνο γύναιον χαλεπῷ περιπεσὸν ἀρ ῥωστήματι, τὸ τῆς συκοφαντίας δράμα ἀνωμολόγησε, γυμνήν παραστῆσαν την τραγῳδίαν. Εφη καὶ γὰρ πλείστους τῶν ἱερέων, χρήμασιν αὐτὴν ὑπο φθείραντας, τὴν συκοφαντίαν τολμῆσαι, μὴ παντάπασιν οὖσαν ψευδή. Ευσταθίου γάρ τινος βάναυσον μετιόντος τέχνην, σπέρμα τὸ βρέφος είναι διωμολόγει. Ταῦτα ἡ ἐν Ἀντιοχείᾳ τῶν ᾿Αρειανῶν φάλα ξ κατὰ τοῦ ὁσίου τολμήσασα, συνελογίσαντο καθ' αξ τοὺς, ὡς εἴ τινα βασιλεῖ γνώριμον, λόγοις τε ἐπίσημον. τῷ τῆς ᾿Αντιόχου θρόνῳ ἐγκαταστήσουσιν, ἐκ τοῦ ῥᾴστου ἐνεῖναι, πάντας τῇ σφετέρα δόξῃ ὑπαγαγέσθαι. Καὶ δὴ τὸν Παμφίλου Εὐσέβιον τῶν ἄλλων ἀπολεξάμενοι, μετατιθέναι τοῦτον ἐσπούδαζον· καὶ τῷ βασιλεῖ τὰ ψηφισθέντα ἐδήλουν, προστιθέντες, ὡς καὶ τῷ τῆς ᾿Αντιοχείας λαῷ περὶ πλείστου καὶ κεχα ρισμένος αὐτοῖς ὁ ἀνήρ. Οὕτω γὰρ ἔγραφον ὅσοι ἀπεχθῶς πρὸς Εὐστάθιον εἶχον. Εὐσέβιος δὲ ἀπέλεγε τὸ δόξαν ἐκείνοις, καὶ βασιλεῖ γράφων, παραίτησιν ἐποιεῖτο. 'Ο δὲ τὴν πρόθεσιν θαυμάσας αὐτοῦ οἷς τὸν ἐκκλησιαστικὸν κανόνα ἑτήρει, ἐπέχοντα τὸν ἅπαξ ἐκκλησίαν ἐγχειρισθέντα, μὴ πρὸς ἑτέραν μετ ταβαίνειν ἐπισκοπὴν, τῷ τε λαῷ καὶ αὐτῷ Εὐσεβίῳ ἐπέστελλε, τήν τε γνώμην ἀποδοχῆς ἀξιῶν, μακάριόν τε ἀποκαλῶν, καὶ οὐ τῆς ᾿Αντιόχου μόνης, ἀλλὰ καὶ τῆς οἰκουμένης πάσης ἐγχειρισθῆναι τὴν ἐπισκοπὴν ἄξιον ὄντα. Καὶ τῇ συνόδῳ δὲ τὰ ἴσα ἔγραψεν. ᾿Ακιβδήλους δὲ τὴν πίστιν εἶναι οιόμενος τόν τε πρεσβύτερον Καππαδοκίας Ευφρόνιον, καὶ τὸν ἐξ 'Αρεθούσης Γεώργιον, ὁπότερον τούτων, ἢ καὶ ἄλλων ἣν ἂν κρείττονα κρίνωσι, τοῦτον χειροτονεῖν ἐπὶ τὸν τῆς ᾿Αντιόχου θρόνον ἐπέτρεπεν. Οἱ δὲ πρὸ μὲν της Ευσεβίου ψήφου χειροτονοῦσιν Ευλάλιον· ἐλίγον δ' ἐπιβιώσαντος ἐκείνου, τὴν μετάθεσιν ἔσπευδον. Ως δ' ἐκεῖνος ἀπεῖπε, καὶ ὁ βασιλεὺς ἀπηγόρευε τὴν μετάθεσιν, σχολάσαι φατὶ τὸν θρόνον ἑξῆς ἐπὶ ἔτη ὀκτώ· εἶτα χειροτονούσιν Εὐφρόνιον. Μετὰ δ᾽ ἐνιαυτὸν καὶ μὴνάς τινας τὸ βοῦν ἐκμετρήσαντα,
col. 181–182page 87 of 633
PG 146:181Φλάκιτον τῆς ἐκείνης ἐκκλησίας τὴν προεδρείαν και ταξιοῦσι. Πάντες δὲ τὴν ᾿Αρείου λώβην εἰς κόρον ἦσαν έκπεπωκότες, κἂν κρύφα ταύτην περιθάλποντες ἦσαν. "Ων δὴ χάριν καὶ πολλοὶ τῶν ἐν κλήρῳ καὶ ἱερωσύνῃ, καὶ τῶν ἄλλως ἐχόντων, ὅμως δ' εὐσεβεῖν ᾑρημένων ὀρθῶς, τὰς ἐπ᾿ ἐκκλησίας καταλελοιπότες συνάξεις, καθ᾿ ἑαυτοὺς συνηθροίζοντο. Καὶ Εὐσταθιανοὶ τὸ ὄνομα εἶχον, ἐκείνῳ δὴ τὰ μάλιστα μετά τὴν ἔξοδον συναιρόμενοι. Τὰ μὲν δὴ κατὰ τὴν ᾿Αντιόχειαν δι' Εὐστάθιον συμβάντα ὧδε εἶχον. ΚΕΦΑΛ. ΜϚ'. Περὶ τῶν 'Ρώμης καὶ ῾Ιεροσολύμων πατριαρχῶν ἔτι δὲ καὶ περὶ τῆς ἑνώσεως τῶν ᾿Αρειανῶν καὶ Μελιτιανῶν. Σίλβεστρον δὲ Μαρκελλίνου πρότερον, εἶτα καὶ Μιλτιάδου ἐπ' ὀλίγον ἡγησαμένου τῆς Ῥωμαίων Ἐκκλησίας, Ιούλιος διαδέχεται. Μετὰ δὲ Μακάριον τὸν τῶν Ἱεροσολύμων θρόνον διεῖπε Μάξιμος· ὃν δὴ πρότερον λόγο; ἔχει, τῆς ἐν Διοσπόλει ἐκκλησίας παρὰ Μακαρίου τὴν ἱερωσύνην ἐπιτραπέντα, ἐπισ σχεθῆναι παρὰ τῶν Ἱεροσολυμιτών. Τοῖς γὰρ ἀνέ καθεν χρόνοις ὁμολογητής γενόμενος, καὶ ἄλλως ἀγαθὸς ὢν ἀνὴρ, τῇ τοῦ λαοῦ κρίσει ὑπὸ ψῆφον ἦν ὡς τελευτήσαντος Μακαρίου ἀναλαβέσθαι αὐτὸν τὴν ἐπισκοπήν. Ἐπεὶ δὲ στέρησιν υφιστάμενοι τοῦ ἀν Ερὸς οὐχ οἷοί τε φέρειν ἦσαν, καὶ στάσις ἀνεκινεῖτο, δεῖν ἐδόκει ἕτερον μὲν ἐν Διοσπόλει χειροτονεῖν Μάξιμον δὲ συμπαραμένειν τῷ Μακαρίῳ, καὶ τὰς ἱερατικὰς συνδιαφέρειν τούτῳ φροντίδας· τελευτήσαντος δ᾽ ἐκείνου, ἐπὶ τὸν θρόνον τοῦτον ἀνάγειν. Εἰδέναι μέντοι χρεών, ὡς οἱ τάδ' ηκριβωκότες φασί κατὰ γνώμην Μακαρίου τῷ πλήθει τὰ κατὰ Μάξιμον σπουδασθῆναι διισχυρίζονται· μεταμέλῳ γὰρ χρήσασθαι τὸν Μακάριον μετὰ τὴν τοῦ Μαξίμου δηλαδὴ ἐκείνου χειροτονίαν, ἐν νῷ θέμενον τό τε ὀρθῶς δοξάζειν τὸν ἄνδρα περὶ Θεοῦ, καὶ τῷ τῷ πλήθει διὰ τὸ ὁμολογητήν καθεστάναι σφόδρα φιλεῖσθαι, ὡς ἐς τὴν ἐκείνου διαδοχήν τετηρῆσθαι ἀναγ καῖός ἐστιν. Ὑπεισῄει γὰρ ἐκείνῳ δέος οὐκ ἔλαττον, μή, θανάτῳ τὸ ζῆν ὑπαλλάξαντος, οἱ περὶ Εὐσέβιον καὶ Πατρόφιλον ἁρπάσαντες τὸν καιρὸν, τινὶ τῶν τὰ Αρείου φρονούντων τὴν ἐκείνου ἐπισκοπὴν ἐγχειρίσειαν· ἐπεί τοί γε κἀκείνου περιόντος ἔτι, νεωτερίζειν ήρξαντο. ᾿Αφορισθέντες δὲ παρ᾽ αὐτοῦ, τὴν Επεσχελίαν ἀπώσαντο. Οὔπω δ᾽ ἔτι καὶ ἡ ἐν Αἰγύ πτῳ κινηθεῖσα ταραχή κατεστάλη· ἡ μὲν γὰρ "Αρείου αίρεσις παρὰ τῆς ἐν Νικαίᾳ συνόδου ἀπεκη

Chapter XLVIICaput XLVII

col. 183–184page 88 of 633
Caput XLVI
PG 146:183ρύχθη: οἱ δὲ περὶ Μελίτιον ἐπὶ τοῖς προγραφεῖσιν μόλις ήνυσαν τὴν βουλήν. Ὅπως δὲ τοῦτ' ἐξίσχυσαν διαπράξασθαι, πῶς τε ὁ βασιλεὺς ἐπείσθη εἰσδέξα ἐδέχθησαν. Καί γ' ἐπανήκοντι ᾿Αλεξάνδρῳ Μελίτιος τὰς ἐκκλησίας ἐδίδου ἃς παρὰ τάξιν κατεῖχεν. Εκεῖνος δὲ διῆγεν ἐν τῇ Λυκῷ. Ἐπεὶ δ' ἐτελεύτα τὸν βίον Μελέτιος, Ἰωάννην τινὰ τῶν ὁμοδόξων περὶ τὸ δόγμα τῆς ἐν Νικαία συνόδου κατέστησεν ἀντ᾿ αὐτοῦ ὃς ταραχῆς αὖθις ταῖς ἐκκλησίαις κατῆρξεν. Οπερ οἱ τὰ ᾿Αρείου φρονοῦντες ὁρῶντες, οὐδ᾽ αὐτοὶ τὸ καθ᾽ αὑτοὺς ἡμέλουν. Οἷα δὲ τοῖς τοιούτοις φιλεῖ, οἱ μὲν τὴν ᾿Αρείου δόξαν ἐπῄνουν· τοῖς δ᾽ ἐδόκει μᾶλλον ἄρχειν τῶν ἐκκλησιῶν τοὺς περὶ Με λίτιον· καὶ τούτοις μᾶλλον προσέκειντο. Καὶ πρό τερον μὲν διεφέροντο ἑκάτεροι πρὸς ἑαυτούς ὡς δὲ τὸ πλῆθος ἑώρων τοῖς ἱερεῦσι τῆς καθόλου Εκκλησίας επόμενον, εἰς ἐν συνελθόντες, ἐσπείσαντο· καὶ πρὸς τὸν εὐσεβὴ τῆς ᾿Αλεξάνδρου κληρον κοινὸν ἀνείλοντο πόλεμον. Καὶ ἐπὶ τοσοῦτον τά τ' ἐγκλήματα καὶ τὰς ἀπολογίας προέφερον, επίσης ἀγωνιζόμενοι, ὡς χρόνου προϊόντος Μελιτιανούς κληθῆναι τοὺς ᾿Αρειανούς, καὶ τὸ ἔμπαλιν. Καίτοι γε οἱ περὶ Μελίτιον περὶ προστασίας μόνης ἐκκλησιῶν διεκρίνοντο· 'Αρειανοὶ δὲ κακῶς ἐφρόνουν περί Θεοῦ. 'Αλλ' ὅμως τῷ κοινὴν ἔχθραν καθ᾿ ἡμῶν ἀναρρίπτειν, συμφωνεῖν ὑπεκρίνοντο, ἑκάτεροι δό ξαν ἔχοντες ῥᾳδίως ἕξειν τοῖς κατὰ γνώμην. Πλὴν τῷ χρόνῳ προήκοντι, τῷ συνεχεί τῆς περὶ τὰ τοι αῦτα διαλέξεω; εἰς ἕξιν ἐλθόντες, ἐπίσης περὶ Θεοῦ δοξάζοντες ἦσαν· αὖθις τ' ἐκ τούτων εἰς τὴν προτέραν διάστασιν ἦλθον τοῖς περὶ "Αρειον. Καὶ κλῆροι γὰρ, καὶ λαοί, τὴν πρὸς ἀλλήλους ἐξετρέποντο κοι νωνίαν. Καὶ πολλαῖς μὲν τῶν πόλεων ἐπέτρεχε τὸ δεινόν· μάλιστα δ' ήκμαζε παρὰ Βιθυνοῖς καὶ Ἑλ λησποντίοις, καὶ ἐν τῇ Κωνσταντίνου αὐτῇ. Ἔνθεντοι καὶ λέγεται τὸν Νικομηδείας Εὐσέβιον, καὶ Θέογνιν τὸν Νικαίας, δεξιῶς ὑπελθόντας τὸν, ὃς φυλάττειν τὸν ὅρον τῆς ἐν Νικαίᾳ συνόδου τὴν ἐπιτροπή, εἶχεν, ἀπαλείψαι τὰς ἐκείνων ὑπογραφάς· καὶ παρ ῥησίᾳ διδάσκειν μή χρῆναι ὁμοούσιον λέγειν τὸν Υΐν τῷ Πατρί. Οὗτοι δὲ καὶ ᾿Αθανασίῳ αἴτιοι πρῶ τοι τῶν ἐπ' ἐκείνῳ γεγόνασι δυσχερῶν· πολλὴν γὰρ παρὰ βασιλεῖ δύναμιν καὶ παρρησίαν ἔχοντες, "Αρειον μὲν ὡς ὁμόφρονα καὶ φίλον αὐτοῖς κατάγειν εἰς ᾿Αλεξάνδρειαν ἔσπευδον· τὸν δ᾽ ἐκεῖθεν ἀπελάσαι ὡς παντάπασιν ἐκ διαμέτρου τούτοις γινόμενον. Καὶ σθαι Αρειον, ὡς οἷόν τε, διὰ βραχέων ἐρῶ. Τῶν αὐτῷ συνήθων παρὰ τὸ δόγμα τῆς, εἰς. ΚΕΦΑΛ. ΜΖ. ῾Ως ἐπανεκλήθη "Αρειος, τῇ ὀρθῇ πίστει δῆθεν συνθέμενος. Πρεσβύτερός τις, την νόσον 'Αρείου εἰσδεδεγμένος, καν λανθάνειν τέως ἐδόκει, Κωνσταντίᾳ τῇ ἀδελφή
col. 185–186page 89 of 633
PG 146:185τοῦ κρατοῦντος, ἣν Λικίνιος εἰς γάμου κοινωνίαν εἶχε, συνήθης καὶ φίλος ἦν. Ἐκ δὲ τῆς πρὸς αὐτὴν ὁμιλίας πολλὴν παρρησίαν κτησάμενος, τῶν περὶ Εὐσέβιον εἰσηγησαμένων, περὶ 'Αρείου λόγους παρ έσπειρε, μὴ καλῶς τὰ κατ' ἐκεῖνον γεγενῆσθαι φά σκων. Διὰ φθόνον δὲ καὶ ζηλοτυπίαν ᾿Αλεξάνδρου, φυγήν τε τῆς πατρίδος, καὶ τῆς Ἐκκλησία; ἔκπτωσιν κατακριθέντα, παθεῖν· καὶ μηδ' οὕτω φρονείν, ὡς ὁ πολὺς ἔχει λόγος. 'Αληθῆ δὲ ταῦτα ἡ Κωνσταντία νομίσασα, εἶχε παρ' ἑαυτῇ. Καὶ νεωτερίζειν μὲν οὐκ ἐτόλμα, τὸν βασιλές στεῤῥὸν ὁρῶσα περὶ τὰ δέξαντα τῇ συνόδῳ· καὶ ἐν ὅσῳ περιήν, οὕτω δόξης ἐν ἀποῤῥήτῳ εἶχε· νόσῳ δὲ χαλεπῇ περιπεσοῦσα, συνεχῶς φοιτῶντα τὸν ἀδελφὸν τελευταίαν ᾔτει χά ριν, τὸν πρεσβύτερον ἐν τοῖς οἰκείοις ἔχειν, πολλήν ἐκείνῳ τὴν εὐλάβειαν μαρτυροῦσα· ὀρθῶς τε δοξά ζειν, καὶ ἀνόθευτον τὸ πρὸς ἐκεῖνον εύνουν διατηρείν καὶ οἴχεσθαι μὲν ἤδη ἐκείνην, ὀῤῥωδεῖν δὲ περὶ ἐκεῖνον μή τι πάθοι, διεμαρτύρετο· ὅτι γε πεισθείς τ:σι, σεμνοὺς ἄνδρας ἀϊδίῳ φυγῇ ἐζημίωσε. Καὶ ἡ μὲν τοιαῦτα λέγουσα ἐτελεύτα· ὁ δὲ πρεσβύτερος παρρησίας ἐντεῦθεν τυχών, ἠρέμα τοὺς αὐτοὺς ἐαίνε: περὶ ᾿Αρείου λόγους τῷ βασιλεῖ, οὓς δὴ καὶ τῇ ἀδελφῇ ἐκείνου ἀνεῖπε, μή τι παρὰ τὰ δόξαντα τῇ συνόδῳ φρονεῖν καὶ τὸν ᾿Αρειον· ἐλθόντα τε, εἴγε κελεύσειε, δείξειν ἀληθῆ κατὰ πρόσωπον, ὡς ἀλόγω; συκοφαντοῦτο. Ο δὲ βασιλεὺς, εἴτε τῇ ἀδελφῇ χαρι ζόμενος, εἴτε καὶ πεισθεὶς τοῖς εἰρημένοις τῷ πρεσβυτέρῳ, «Εἰ "Αρειος, ἔφη, συντίθεται τὰ τῆς συνόδου φρονεῖν, δέχομαι τοῦτον, καὶ τιμῇ τῇ πάσῃ πρὸς τὴν ᾿Αλεξάνδρειαν εὐθὺς καταπέμψω.» Ταῦτ' εἰπὼν, καὶ τοιαῦτα πρὸς αὐτὸν ἔπεμπε γράμματα Νικητής Κωνσταντίνος Μέγιστος Σεβαστός Αρείῳ. Πάλαι μὲν ἐδηλώθη τῇ στερότητί σου, ὅπως ἂν εἰς τὸ ἐμὸν στρατόπεδον ἀφίκοιο, ἵνα τῆς ἡμετέρας θέας ἀπολαῦσαι δυνηθείης· θαυμάζομεν δὲ σφόδρα, μή παραχρῆμα τοῦτο πεποιηκότα. Διόπερ νῦν ἐπιβὰς ὀχήματος δημοσίου, εἰς τὸ ἡμέτερον στρατόπεδον ἀφικέσθαι ἐπείχθητι, ὅπως ἂν τῆς παρ' ἡμῶν εὐ νοίας τε καὶ ἐπιμελείας τυχῶν, ἐπὶ τὴν πατρίδα ἀφικέσθαι δυνηθῇς. Ο Θεός σε διαφυλάττοι, ἀγαπ πητέ. Εδόθη τῇ πρὸ πέντε Καλανδών Δεκεμβρίων.» Ἡ μὲν οὖν ἐπιστολὴ τοῦ βασιλέως αὕτη· ἐμοὶ δ' ἔπεισι θαυμάζειν τὸν περὶ τὴν εὐσέβειαν τοῦ βασι λέως ζῆλον· δοκεῖ γὰρ ἐξ ὧν γράφει, ὡς πολλάκις αὐτὸν μετανοεῖν προετρέπετο· καὶ ἐν μέμψει ποιεῖται οἷς πολλάκις γράψαντος οὐκ ἐπανῆλθεν ἐπὶ τὸ ἀληθές. Ἐκεῖνος δ᾽ οὖν τὰ γράμματα δεξάμενος, σύναμα Εὐζωΐῳ τὴν Κωνσταντίνου κατέλαβεν. Ο δὲ Εὐζώτος διάκονος ἦν, ὑπὸ ᾿Αλεξάνδρου καθαιρεθεὶς καὶ αὐτὸς, ἡνίκα τοὺς περὶ ᾿Αρειον καθεῖλεν, Ο δὲ βασιλεὺς εἰς πρόσωπον τούτους δεξάμενος, εἰ τῇ πίστει συντίθενται, διηρώτα· τῶν δὲ συνθεμένων, γραφὴν ἐκέλευε παρασχεῖν, ἃ δοξάζοιεν διεξιοῦσαν περὶ Θεοῦ. Οἱ δὲ τὴν προτέραν ἐκκλίναντες ὁδὸν ὧν εὑρεταὶ νοημάτων ἦσαν, ἁπλοῖς τισι καὶ ἐγνω σμένοις ρήμασι τῆς θεοπνεύστου Γραφῆς ἔκθεσιν
col. 187–188page 90 of 633
PG 146:187ἑτέραν ὑφάναντες, όρχῳ διεβεβαίουν, ἢ μὴν ὧδε Ει η πιστεύειν καὶ κατὰ νοῦν ταῦτα φρονεῖν, καὶ μηδὲν ἕτερόν ποτε ἐννοῆσαι. Τὸ δὲ γράμμα ὧδέ πως ἐπ. λέξεως εἶχε· «Τῷ εὐσεβεστάτω καὶ θεοφιλεστάτη δεσπότῃ ἡμῶν βασιλεῖ Κωνσταντίνῳ Αρειος καὶ Ευζώνος. Καθώς προσέταξεν ἡ θεοφιλής σου εὐσέ βεια, δέσποτα βασιλεῦ, ἐκτιθέμεθα τὴν ἑαυτῶν πίσ στιν ἐγγράφως. Ομολογοῦμεν ἐπὶ Θεοῦ οὕτω πι στεύειν καὶ αὐτοὶ καὶ πάντες οἱ σὺν ἡμῖν, ὡς ὑπο τέτακται. Πιστεύομεν εἰς ἕνα Θεόν Πατέρα παντοκράτορα· καὶ εἰς Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ, τὸν ἐξ αὐτοῦ πρὸ πάντων τῶν αἰώνων γεγενημένον Θεὸν λόγον, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς· τὸν ἐλθόντα καὶ σάρκα ἀναλαβόντα, καὶ παθόντα, καὶ ἀναστάντα, καὶ ἀνελ θόντα εἰς τοὺς οὐρανούς· καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς ἅγιον Πνεῦμα καὶ εἰς σαρκὸς ἀνάστασιν· καὶ εἰ; ζωὴν τοῦ μέλο λοντος αἰῶνος· καὶ εἰς βασιλείαν οὐρανῶν· καὶ εἰς μίαν Εκκλησίαν καθολικὴν τοῦ Θεοῦ, τὴν ἀπὸ πε ράτων ἕως περάτων. Ταύτην δὲ τὴν πίστιν παρειλήφαμεν ἐκ τῶν ἁγίων Εὐαγγελίων, λέγοντος τοῦ Κυ ρίου τοῖς ἑαυτοῦ μαθηταῖς· Πορευθέντες μαθη τεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Εἰ δὲ μὴ ταῦτα οὕτω πιστεύου μεν, καὶ ἀποδεχόμεθα ἀληθῶς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ὡς πᾶσα ἡ καθολική Εκκλησία καὶ ἅγιαι Γρααὶ διδάσκουσιν, ὡς κατὰ πάντα πιστεύο μεν, κριτής ἡμῶν ἔσται ὁ Θεὸς καὶ νῦν καὶ ἐν τῇ μελλούσῃ ἡμέρᾳ. Διό παρακαλοῦμεν σοῦ τὴν εὐσέ Γειαν, θεοφιλέστατε ἡμῶν βασιλεῦ, ἐκκλησιαστικούς ἡμᾶς ὄντας, καὶ τὴν πίστιν καὶ τὸ φρόνημα τῆς Εκκλησίας καὶ τῶν ἁγίων Γραφῶν ἔχοντας, ἐνοῦ σθαι ἡμᾶς διὰ τῆς εἰρηνοποιοῦ σου καὶ θεοσεβοῦς εὐσεβείας τῇ μητρὶ ἡμῶν, τῇ Ἐκκλησίᾳ δηλαδή, περιῃρημένων τῶν ζητημάτων, καὶ τῶν ἐκ τῶν ζη τημάτων περισσολογιῶν· ἵνα καὶ ἡμεῖς καὶ ἡ Ἐκ κλησία μετ' αλλήλων εἰρηνεύοντες τὰς συνήθεις εὐχὰς ὑπὲρ τῆς εἰρηνικῆς σου καὶ εὐσεβοῦς βασι λείας καὶ παντὸς τοῦ γένους σου κοινῇ πάντες ποιώ μεθα.» Τὴν μὲν οὖν γραφήν ταύτην τινὲς δολίως συγκεῖσθαι ἔλεγον· καὶ διαλλάσσειν μὲν τοῖς ῥητοῖς, συμφέρεσθαι δ' ὅμως τοῖς πρότερον ἐκείνῳ δόξασι, κατὰ τὴν τῶν ὀνομάτων σημασίαν· ἅτε δῆτ' ἐπαμφοτεριζόντων, καὶ πρὸς ἑκατέραν νευόντων διά νοιαν. Ὁ δὲ βασιλεύς λογισάμενος ἐπίσης αὐτοῖς τοῖς κατὰ Νίκαιαν δεδογμένοις στοιχεῖν, ὑπερφυώς. ἥδετο. Οὐ μήν γε πρὸ τῆς νομίμου δοκιμασίας τῶν κυρίων τῆς Ἐκκλησίας κατὰ τὸ ἐπικρατῆσαν ἔθος ἑαυτῷ ἐπέτρεπε τὴν τῆς κοινωνίας παραδοχήν πέμψας δὲ αὐτοὺς πρὸς τοὺς τηνικάδε εἰς Ἱεροσόλυμα ήθροισμένους ἐπισκόπους, ὥστε τὴν ἐκείνων νέαν ἔκθεσιν τηρηθῆναι, ἐδήλου· καὶ φιλάνθρωπον δὲ κατιδεῖν ἐκέλευεν, εἴτε ὀρθῶς δοξάζοντες φθόνῳ τὴν ἐπιβουλὴν ἔσχον, εἴτε οὐ καλῶς φρονοῦντες τοῖς
col. 189–190page 91 of 633
PG 146:189ἤδη κεκριμένοις μετεμελήθησαν. Οἱ δὲ περὶ Εὐσέ. διον ἔρμαιον τὸν καιρὸν λαβόντες τῇ προφάσει τῶν βασιλικών γραμμάτων, καὶ μήπω τῆς συνόδου για γενημένης, κοινωνούς είλοντο. Καὶ τοῦτο δράσαντες, βασιλεῖ τε ἐδήλουν τα πεπραγμένα, καὶ τῇ ᾿Αλεξανδρέων Εκκλησίᾳ, Αἰγύπτῳ τε καὶ Λιβύῃ πάσῃ, καὶ τοῖς ἐν αὐτῇ ἐπισκόποις καὶ κληρικοῖς ἔγραφον, ἀσμένως αὐτοὺς δέξασθαι, ὡς καὶ βασιλέως αὐτοῦ μαρτυροῦντος, εὐσεβὴ τὴν ἐκείνων εἶναι πίστιν· ἣν δὴ πίστεως ἔκθεσιν καὶ τῇ ἐκείνων ἐπιστολῇ ἔθεντο, τῇ βασιλικῇ κρίσει καὶ τῆς συν δου τὴν ψῆφον ἐπι γαγούσης. ΚΕΦΑΛ. ΜΗ'. Ως Αθανάσιος τὸν "Αρειον μὴ δεξάμενος, κατ ηγορίας ὑπέστη παρὰ 'Αρειανῶν καὶ Μελιτιανῶν. Καὶ περὶ τῆς ᾿Αρσενίου περιβοήτου χει ρός. Καὶ ὁ μὲν "Αρειος οὕτως ἧκεν εἰς ᾿Αλεξάνδρειαν ἀλλ᾽ ἡ τοῦ ψεύδους κατασκευή ήττων τῆς Ἀληθείαςἦν. Ο γὰρ ἱερὸς ᾿Αθανάσιος τοσοῦτον αὐτὸν προσ ἡκατο, ὥστε καὶ ὡς ἄγος αὐτὸν ἐξετρέπετο. ῎Αρειος δ' ἐπιμένων πάλιν ἀνεκίνει τὴν αἵρεσιν. Οἱ δὲ περὶ Εὐσέβιον καὶ αὐτοὶ ἔγραφον, καὶ τὴν βασιλέα γρά φειν ἔπειθον, ὡς ἂν οἰκονομήσῃ εἰσδεχθῆναι τὸν "Αρειον. ᾿Αθανάσιος δὲ παντάπασιν ἀπηγόρευς· καὶ βασιλεῖ δ' ἔπεμπε διδάσκων, ὡς ἐν ἀδυνάτοις ἔστι προσίεσθαι οὓς σύνοδος τοσαύτη ὑπὸ ἀνάθεμα ἔθετο, τὴν εὐσεβὴ πίστιν ἡθετηκότας, καὶ ταῦτα μηδ' εύ θεῖαν τὴν ἐπιστροφὴν ποιουμένους. Ὁ δὲ βασιλεὺς βαρέως ἔφερε· περὶ πλείστου γὰρ αὐτῷ ἡ τῆς Ἐκκλησίας ὁμόνοια ἐσπουδάζετο· καὶ ᾿Αθανασίῳ ἀντέγραφε μηδένα τῆς Ἐκκλησίας είργεσθαι· εἰ δ' οὐ πείθοιτο, ἀμελητὶ τὸν ἐκεῖθεν αὐτὸν ἀπελάσοντα πέμπειν. Ἐγὼ δὲ καὶ τὸ περὶ τούτου μέρος τῆς ἐπι στολῆς Κωνσταντίνου τῇ γραφῇ παρενθήσω, ὧδε διαγορεύον· ι Εχων τοίνυν τῆς ἐμῆς βουλήσεως τὸ γνώρισμα, πᾶσι τοῖς βουλομένοις εἰς τὴν ἐκκλησίαν εἰσελθεῖν ἀκώλυτον παράσχου τὴν εἴσοδον. Εάν γὰρ γνῶ ὡς κεκώλυκας αὐτῶν τινὰς τῆς Ἐκκλησίας, ἢ ἀπείρξας τῆς εἰσόδου, ἀποστελῶ παραχρῆμα την καθαιρήσοντά σε ἐξ ἐμῆς κελεύσεως, καὶ τῶν τόπων μεταστήσοντα. Τοιαῦτα μὲν ἔγραφε Κωνσταντίνος, τοῦ λυσιτελούς προμηθούμενος, καὶ μὴ θέλων τὴν Εκκλησίαν διαρρηγμένην ὁρᾷν· Αθανάσιος δ' αὖθις, ὡς οὐ μεταδοτέον κοινωνίας τοῖς ἐξ Αρείου, γρά των ἐπέκειτο, καὶ τῆς Ἀλεξανδρέων ἐξήλαυνε. Καὶ στα οἱ περὶ Εὐσέβιον συνιδόντες ὡς οὐ τῆς ἐφέσεως ἐπιτυχεῖς ἔσοιντο, εἰ μὴ ἐκποδὼν ᾿Αθανάσιος τῆς ἐπισκοπῆς γένοιτο, καὶ τὴν τοῦ βασιλέως κατ' ἐκείν νου λύπην εἰς ὑπουργίαν ἐλάμβανον του σκοπού. Ησαν δ' οἱ κατὰ τοῦ ἁγίου συνίσταντο, Ευσέβιος δ' Νικομηδεὺς, Θέογνις ὁ Νικαίας, Μάρις ὁ Χαλκηδόνας, Ουρσίκιος Σιγγιδόνος τῆς ἄνω Παννονίας, καὶ Οὐά λης Μουρσῶν τῆς Παννονίας. Πρόφασιν δ' ἱκανὴν μή ἔχοντες πρὸς τοσαύτην διαβολὴν, τῶν ἐκ Μελιτίου του Οι Οι μέντοι γε κρείσσων ή κατασκευὴ τῆς σιωπωμένης ἀληθείας ἐγένετο. 1,

Chapter XLVIIICaput XLVIII

col. 191–192page 92 of 633
PG 146:191Καὶ πρώτην ὑπομένει γραφὴν ἐς βασιλέα διὰ Ἐσσί ωνος καὶ Εὐδαίμονος καὶ Καλλινίκου Μελιτιανῶν ἐπι σκόπων, ὡς λινὴν ἐσθῆται τὴν Αἴγυπτον τῇ ᾿Αλεξανδρέων Εκκλησίᾳ τελεῖν κελεύσοι· καὶ τὸν δασμὸν εἰσεπράξατο· ἣν δῆτα διαβολὴν ἐκ τοῦ παρήκοντος κατὰ Νικομήδειαν βασιλεῖ ἐντυχόντες Αλύπιος καὶ Μακάριος οἱ πρεσύτεροι, ώς ψευδής είη, διήλεγξαν. Καὶ τῶν μὲν κατειπόντων βασιλεὺς καθήψατο γράμ μασιν· ᾿Αθανάσιον δὲ πρὸς ἑαυτὸν μετεστείλατο. Οὔπω δ' ἀφιγμένος, ἑτέραν ὑπέστη κατηγορίαν, τῶν περὶ Εὐσέβιον κατειπόντων, ὡς τῷ κρατοῦντι λάθρα επιβουλεύων, Φιλουμένῳ τινὶ λάρνακα πέμψοι πλήρη χρυσοῦ. Ἐπεὶ δ᾽ ἐφώρασε καὶ ταύτην γυμνὴν εἶναι συκοφαντίαν ὁ βασιλεὺς, ἐν Ψαμμαθίᾳ διατρίβων τῷ τότε· Νικομηδείας δὲ τοῦτο προάστειον· μετὰ πλεί στης τιμής Αθανάσιον ἐπὶ τὴν ᾿Αλεξάνδρου ἀν έπεμπε, γράψας ὡς ψευδή εὕροι πάντα τὰ κατ' αὐτ τοῦ εἰρημένα, πολλήν τε ἐπιείκειαν αὐτῷ καὶ πίστιν ὀρθὴν μαρτυρῶν, θεῖόν τε εἶναι ἄνδρα, φθόνου τε χάριν τὴν γραφὴν ὑποστῆναι· ἔνθεν τοι καὶ κρείτα των ὀφθῆναι τῶν ἐγκλημάτων. Παρεκάλει δὲ καὶ τὸ πλῆθος μὴ διίστασθαι· σθένει δὲ παντὶ τὴν ὁμή νοιαν μεταδιώκειν, καὶ πρὸς Θεὸν ἀφοράν. Κἀκεῖνος μὲν ὧδε γράφων, πρὸς εἰρήνην ἔλκειν ἐσπούδαζεν οἱ δὲ τὰ Μελιτίου καὶ ᾿Αρείου φρονοῦντες ἑτέρας κατὰ ᾿Αθανασίου ὕφαινον κατηγορία;. Τούτων δ' ἦν μία, ὡς ποτήριον συντρίψειε μυστικὸν, καὶ τὴν ἰε ρὰν ἀνέτρεψε τράπεζαν, καί τινα θεῖα βιβλία κατ έκαυσε· δεύτερον δὲ, ὡς Ἀρσενίου τινός χεῖρα κό μας, ἐπίσκοπος δ᾽ ἦν ἐκεῖνος τῆς τῶν Μελιτιανῶν αἱρέσεως, ἔχοι παρ' ἑαυτῷ· δι' ἧς τερατείας εργά ζοιτο. Καὶ τὸν μὲν Ἀρσένιον ἐπιμελῶς κρύψαντε; παρά τινι πρεσβυτέρω μοναστηρίου τινὸς Πατρίνῃ τὴν κλῆσιν, πᾶσαν εὔνοιαν καὶ φιλοφροσύνην ἐπεδείκνυντο ἡσυχῆ μένειν καὶ μηδαμῶς φαίνεσθαι· τὰ δὲ κατὰ Ἀρσένιον καὶ Ἰωάννης μοναχὸς ὁ γραφόμενος συνεσκεύαζε. Καὶ οἱ μὲν αὐθένται τῆς πρά ξεως τοιαῦτα σκευασάμενοι, ἅπανταχοῦ περιήεσαν, λογοποιοῦντες καὶ διασύροντες ᾿Αθανάσιον· ἐπ έκειντο δ' εἰ μᾶλλον ἀπεχθῶς εἶχον· καὶ Ἰσχύρας ἐκεῖνος μάλιστα, ὁ ἐν τῷ Μαρεώτη τάς διατριβάς ἔχων· χώρα δὲ τῆς ᾿Αλεξανδρείας ο Μαρεώτης, παμπληθεῖς εἰσι κῶμαι, ἐν οἷς ἐκκλησίαι τέ εἰσι νὰς χρήμασι κλέψαντες, κατηγορεῖν παρεσκεύασαν πολλαὶ καὶ μεγάλαι τῷ ἐπισκόπῳ ὑποκείμεναι 'Αλε Τότε τυχηρῶς ἐν Νικομηδείᾳ τυγχάνοντες. Πρὸς μαγείας τινάς. Παρεσκεύαστο δὲ πρὸς τοιαύτην κατηγορίαν καὶ Ἰωάννης μοναχός τις ο γραφόμενος. ξανδρείας, καὶ τῇ ἐκείνου πόλει ὡς παροικίας λογί ζονται· ἐν ἐκείνῳ τοίνυν Ἰσχύρας ὢν, οἴκοθεν αὐτό. ματος ἱερεὺς ἀνεδείκνυτο, ἔργον τιμωρίας ἐπέκεινα. Καὶ φωραθείς ᾿Αθανασίῳ, ἐπεὶ πρὸς ἐξέτασιν ἔκειτο, φυγὰς ἐκεῖθεν γενόμενος, συμβάλλει τοῖς περὶ Εὐσέ διον κατὰ Νικομήδειαν. Οἱ δὲ τῷ πρὸς Αθανάσιον μίσει οἷα δὴ πρεσβύτερον δέχονται· υπεσχημένοι δ' ἐπισκοπῆς ἄξια τιμῆσαι, εἰ κατηγορίαν ᾿Αθανασίῳ
col. 193–194page 93 of 633
PG 146:193συρράψαι, τὰ εἰρημένα εὐχερῶς ἐσκαιώρησε. Βασι λεὺς δὲ ταῦτα ἐνωτισθεὶς, τῷ Κήνσορι Δαλματίῳ ἀδελφιδῷ γε ὄντι καὶ τὰ κατ' Αντιόχειαν τῆς Συρίας διέποντι, γράφει δικάσαι ἐπὶ τοῖς εἰρημένοις, καὶ τὴν δίκην ἀξίαν εἰσπράξεσθαι. Επεμπε δὲ καὶ Εὐσέβιον καὶ Θέογνιν, ὡς ἂν μετ᾿ αὐτῶν ἡ κρίσις γένοιτο τῷ ᾿Αθανασίῳ. Ως δ' ἔγνω καλούμενος ὑπὸ Κήνσορος, συνιδών ὡς χαλεπόν ἐστιν ἀπολογήσασθαι παρὰ δι κασταῖς οὐκ εὐγνώμοσιν, ἀντεστρατήγει ταῖς ἐκεί νων μεθόδοις· καὶ πάντα τρόπον ἔπειθε μὴ τἀληθὲς διαφεύγειν. Ἐργῶδες δ' ἂν πάντας πείθειν Αρσενίου μὴ φαινομένου, λογισάμενος ὡς οὐκ ἄλλως ἑαυτὸν καθάροι, εἰ μὴ ζῆν ἀπελέγξοι τὸν τεθνάναι λεγόμενον, τῶν τινα οἰκείων διάκονον τὴν εἰς Αἴγυπτον ἔπεμπεν ἀναζητῆσαι Αρσένιον. Καὶ ἐπεὶ ἐς Θηβαΐδα ἐγένετο, ἔγνω ὅπου διήγε, πρὸς Πατρίνην, παρ' ᾧ καὶ ἐκρύπτετο. Καὶ αὐτὸν μὲν οὐχ εὗρε· τὴν γὰρ τοῦ διακόνου μαθόντες ἄφιξιν, εἰς τὴν κάτω διέβαινον Αἴγυπτον· τὸν δὲ Πατρίνην λαβών, ἅμα δὲ καὶ Ἡ λίαν ὅς ἐτέρωσε τοῦτον μετέστησεν, εἰς ᾿Αλεξάνδρειαν ἤγαγεν· οἱ καὶ ἄμφω παραστάντες τῷ ἄρ χοντι, ὡμολόγουν ἐν ζῶσιν εἶναι 'Αρσένιον ὃν παρ' αὐτοῖς κρυπτόμενον νῦν Αἴγυπτος ἔχει. Δῆλα δὲ καὶ βασιλεῖ ἐποίουν τὰ εἰρημένα. Ο δὲ γράφων ᾿Αθανασίῳ, ἔχεσθαι τῆς ἱερωσύνης ἐπιμελῶς ἔπειθε, καὶ τὰς τῶν Μελιτιανῶν μὴ δεδιέναι συκοφαντίας· καὶ δίκην δ' εἰσπράξασθαι τὴν ἀξίαν τοὺς τὰ τοιαῦτα τολμῶντας κατηγγυᾶτο, καὶ ἡσυχάζειν μὴ αἱρουμένους, ἀλλὰ θορύβους ἀνακινοῦντας τῇ Ἐκκλησίᾳ, ὑπὸ δικάζουσι νόμοις διδόναι· ὡς μὴ μόνον τοῖς ἀθώοις φθόνον καὶ ἐπιβουλὴν ράπτοντας, ἀλλὰ καὶ τῷ καλῷ τῆς εὐταξία; καὶ τῆς εὐσεβείας λυμαινομένους. Ταῦτα γράψας ᾿Αθανασίῳ, ἐπὶ κοινοῦ τὴν ἐπιστολὴν ἀναγνωσθῆναι προσέταττε. Περιδεεῖς δὲ οἱ ἐκ Μελιτίου γενόμενοι, του λοιποῦ ἅτε δὴ τὴν τοῦ κρατοῦντος ὑφορώμενοι ἀπειλὴν, ἡρέμα εἶχον. Καὶ ἡ κατ' Αίγυπτον Εκκλησία ἐν εἰρήνῃ ἐτέλει ὑπὸ τοσού του ἱερέως Ιθυνομένη. Ἐπεδίδου δὲ καθ' ἑκάστην καὶ πολυπλασίων ἐγίνετο, πολλῶν καὶ τῶν ἐκ τῆς Ἑλληνι τῆς θρησκείας τῇ πίστει προστιθεμένων, καὶ ἄρδην ἐθνῶν ὅλων, τὴν κατὰ Χριστὸν πίστιν μετερχομένων. Ει ΚΕΦΑΛ. ΜΘ. Περὶ τῆς ἐν Τύρῳ κατὰ ᾿Αθανασίου γενομένης συνόδου· καὶ ὡς τὰς αὐτοῦ κατηγορίας ψευ δεῖς ἀπήλεγξεν ᾿Αθανάσιος. Οὐ μετ' οὐ πολὺ δὲ αἱ τῶν ἐναντίων ἐπιβουλα! ᾿Αθανασίῳ πράγματα παρείχον, καὶ μέσος παρὰ βα Τέως,

Chapter LXIXCaput LXIX

col. 195–196page 94 of 633
PG 146:195στατο· ὑφ' ὧν μόλις ὁ βασιλεὺς κινηθείς, σύνοδον ἐν τῇ Παλαιστίνης ἐπέταττε Καισαρεία συνάγεσθαι. Ενθα κληθείς Αθανάσιος, ἐπὶ δ' μῆνας τὴν ἄφιξιν ἀνεβάλετο, τοῦ ταύτῃ προεδρεύοντος Εὐσεβίου τοῦ Παμφίλου καὶ τοῦ ὁμωνύμου Νικομηδείας καὶ τῆς περὶ αὐτοὺς συμμορίας ὑπειδόμενος τὴν σκαιωρία». Ἐκεῖ μὲν οὖν ἐλθεῖν ἀνεβάλετο· ἐς ὕστερον δὲ σφο δρότερον βιασθείς, ἧκεν εἰς Τύρον. Ο γὰρ βασιλεὺς ἐπὶ τῇ καθιερώσει τοῦ ἐν Ἱεροσολύμοις νεὼ ὂν αυτ τὸς ἀνήγειρε, σύνοδον ἀθροισθῆναι ἐκέλευσεν. Ενθα θέας χάριν Εὐσέβιός τε καὶ οἱ περὶ αὐτὸν μετὰ πολ λῆς ἤγοντο καὶ βασιλικῆς τῆς πομπής. Ην δὴ σύνο οἷον ἐκέλευε βασιλεὺς ὁδοῦ πάρεργον εἰς Τύρου για νομένους, πρότερον τὰ κατὰ ᾿Αθα ἀσιον ἐξετάσαι, ὡς ἂν ἐκποδὼν πάσης γενομένης ἐρεσχολίας είρη κώτερον τὰ ἐπιβατήρια ἐκτελέσωσι τῷ νεῷ ἀφιε ροῦντες αὐτὸν τῷ Θεῷ. Τηνικαῦτα δὲ τριακοστὸν ἔτος ἡνύετο τῇ ἀρχῇ Κωνσταντίνῳ τῷ βασιλεῖ. Καὶ παρ ἦσαν τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων ἑξήκοντα τὸν ἀρ θα μὲν, τοῦ ἀπὸ ὑπατικῶν Διονυσίου τούτους ἀθρο! σαντος. Καὶ σιδηροδέσμιος ἐκ τῆς ᾿Αλεξανδρείας Έγετο Μακάριος ὁ πρεσβύτερος, στρατιωτικῆς ἀγούσης χειρός. ᾿Αθανάσιος δὲ κληθεὶς, πρῶτον μὲν ἀν εβάλετο, οὐ τοσοῦτον τὰς κατηγορίας, ὅσον μή τι καινοτομηθῇ παρὰ τὸ δόξαν τῇ κατὰ Νίκαιαν συνα όδω, εὐλαβηθείς· δείσας δ' ὅμως τὰ βασιλέως γράμ ματα, γράφοντα, ὡς εἰ μὴ ἑκὼν ἀπαντήσει, άχων μετὰ βίας ἀχθήσεται, ἧκεν εἰς Τύρον. Θεοῦ δὲ ἄρα τις πρόνοια καὶ τὸν λόγῳ νεκρὸν ᾿Αρσένιον ζῶντα εἰς Τύρον ήλαυνεν. Ἐν δευτέρῳ γὰρ θέμενος ἃ πρὸς τῶν συκοφαντιών ἔσχε χρήματα, καὶ τὰς ἐκείνων τῆς ἀποκρυβῆς ἐντολὰς, κρύφα καὶ αὐτὸς ἧκεν, ὅπει ποτ᾽ ἂν λήξειαν τὰ γενησόμενα ἱστορήσων. Αρχι λάου δὲ τοῦ ὑπατικοῦ οἰκέτας ἔν τινι καπηλεία πότῳ καὶ μέθῃ σχολάζοντας, σκούσαντας πρός τινας ὡς ὁ ἀνη ῆσθαι είρημένος πάρεστιν Αρσένιος, κεκρυμμένος οἰκίᾳ τιν, τῷ δεσπότῃ ἀνήγγελλον. Ο δ' εὐθὺς ἀναζητήσας, ἐν τῷ ἀσφαλεῖ κατεῖχε· καὶ τῷ ᾿Αθανασίῳ ἐν ἀπορρήτοις ἐδήλου θαῤῥεῖν· παρεῖναι γὰρ ζῶντα Αρσένιον. Ο δ' ἐν χερσὶ γενόμενος, ἀπὸ ηρνεῖτο. Παῦλος δ' ὁ Τυρίων ἐπίσκοπος ἐκ πολλο τὸν ἄνδρα εἰδὼς, ἡ μὴν ἐκεῖνον εἶναι διωμολόγει. Και ἡ μὲν πρόνοια οὕτω τὰ τοῦ πράγματος ᾠκονόμε σιλεῖ κατεσκεύαζον, καὶ πλῆθος κατηγόρων συν Αθανάσιος δ' ἐπεὶ κληθεὶς παρῆλθε τῇ συνέδῳ, τὰ Επιβατήρια. Ἐν χερσὶ γενόμενος συλληφθείς. 1, μὲν τῶν ἐγκλημάτων διελύσατο· ἐπί τισι δὲ καὶ ὑπέρθεσιν εἰς διάσκεψιν ἔτει (λίαν δ᾽ ἐν ἀπόροις ἦν. τούς τε κατηγόρους κεχαρισμένους τοῖς δικασταίς ἐρῶν, μάρτυρας δὲ πολλοὺς παρακρατοῦντας τἀκείνων ἐκ τῶν τὰ ᾿Αρείου καὶ Μελιτίου φρονούντων, καὶ τοὺς συκοφάντας, συγγνώμης ἀξιουμένους ἐφ᾽ οἷς ἐκεῖνος ἐκράτει)· μάλιστα δ' ἐπὶ τῇ κατ' ᾿Αρτέ νιον γραφῇ, καὶ ἐπὶ γυναικί τινι, ᾗ δῶρα παρεσχημένον, ἀκούσῃ νύκτωρ διαφθαρήναι. "Α δὴ καὶ ἄμφω γελοῖα ἀνέδειξεν. Ἐπεὶ γὰρ ἡ γυνὴ ἐπὶ μέσῳ τῷ
col. 197–198page 95 of 633
PG 146:197συνεδρίῳ παραστᾶσα διήλεγχεν ᾿Αθανάσιον, συμπα- 4 ρὼν ἐκεῖσε πρεσβύτερος τις Τιμόθεος 'Αλεξανδρεύς, ὡς λάθρα τούτοις διωκονόμητο, τὸν λόγον ὡς οἰκεῖον δῆθεν ἀναλαβὼν ὁ Τιμόθεος, ᾿Αληθή, φησί, λέγεις, γύναι, ὡς ἐγώ σε ἐδιασάμην; Ἡ δὲ, ᾿Αλλ' οὐ σύ; τὴν χεῖρα τείνουσα ἔλεγε, καιρὸν προστιθεῖσα καὶ τρόπον ως γε δὴ καὶ βεβίαστο. Τοῦτο μὲν οὖν, ὡς γελοῖον, οὕτω προχείρως ἐξήλεγκτο. Ἔπειτα ἡ χείρ εἰσήγετο ᾿Αρσενίου· καὶ ἡ κατηγορία οὐκέτι λόγοις ἀλλ' ἔργοις ἐνίστατο. Ὁ δὲ δεξιῶς μάλα τὸ πρᾶγμα μετἦλθεν. Πρώτα γὰρ εἴ τινες εἶεν τῶν παρόντων γινώσκοντες τὸν ᾿Αρσένιον. Τινῶν δ᾽ εἰπόντων εἰδέ ναι, εἰσῆγε τοῦτον τῷ συνεδρίῳ, ὑφ᾽ ἱματίῳ τώ χεῖρε κρύπτοντα· καὶ αὐτίκα, Οὗτός ἐστιν, ἔλεγεν, ὁ νε χρός. Καὶ ἀνὰ μέρος ἑκατέραν χεῖρα ἐξάγων, Ιδού, φησίν, ὁ ᾿Αρσένιος καὶ δύο χεῖρας ἔχων πάρεστι τῆς δὲ τρίτης τὸν τόπον ποῦ τις ἂν θείη; δεικνύτωσαν οἱ κατήγοροι· οὐ γὰρ ἀρχῆθεν δημιουργῶν ὁ θεός, τρίχειρα τὸν ἄνθρωπον πάντως ἐποίε:. Τούτων οὕτω διαρρήδην ἐληλεγμένων, οἱ τὸν δόλον συμβά ψαντε; ἐν ἐμηχάνῳ γενόμενος, υποδύντες τὸν θόρυ σου, ἀπεδίδρασκον. Καὶ τὴν μὲν κατηγορίαν ταύτην οὕτως ᾿Αθανάσιος ἀπεδύσατο τῇ τοῦ ᾿Αρσενίου ζωῇ εἶδ᾽ ἑξῆς τὰ κατὰ τὴν Ἰσχύραν παρεγράφετο, προη γουμένως, ὡς οὐκ εἴη πρεσβύτερος· ἄλλως τε καὶ τὸ μὴ δεῖν ἐπ᾽ ἀντιδίκων κρίνεσθαι λέγων, τοὺς περὶ Εὐσέβιον παρεγράφετο. Καὶ ἄλλων κεφαλαίων είσο αχθέντων, δεῖν ἐδόκει παρὰ τὸν Μαρεώτην γενέσθαι, ὡς ἂν τοπικῶς ἐξετασθῇ τὰ ἀμφισβητούμενα. Ως δ' ἐξελέγησαν ἐρευνῆσαι οὓς ὡς κριτής παρεγράφετο (καὶ γὰρ ἐστέλλοντο Θέογνις καὶ Μάρις, Θεόδωρος, Μακεδόνιος, Ουάλης τε καὶ Οὐρσίκιος), Αθανάσιος ἀπηγόρευε, καὶ παντὶ τῷ συνεδρίῳ σκευωρίαν είναι τὸ πρᾶγμα ἀνεβοᾶτο· εἰ ὁ κατήγορος ἅμα τοῖς ἐχθροῖς δικασταῖς παραγένοιτο, ἐκ μονομερούς ἡ δίκη ἔσται. Ὁ μὲν οὖν τοιαῦτα λέγων, ἐπεὶ μηδεὶς αὐ τοῦ λόγον ἐποιεῖτο, ἄλλως τε καὶ δείσας μὴ αὐτόχειρες αὐτοῦ γένωνται, φυγὰς ἀνεχώρει τοῦ συνεδρίου, καὶ ἐς βασιλέα ἀνέτρεχεν. Ἐπεὶ δὲ καὶ οἱ ἐν τῷ Μαρεώτη παραγενόμενοι ἧκον, ὑπομνήματα μονο προσώπως ἐποίουν, ὡς ἀληθῆ εἴη ὅσα ὁ κατήγορος κατείπεν ᾿Αθανασίου· ἡ σύνοδος πρῶτα μὲν ἐρήμην τούτου κατεδιῄτησεν· εἶτα καὶ τὴν καθαιρετικήν ἐσχεδίαζον ψῆφον· ἐν ᾗ πολλὰ τὸν ἔσιον λοιδορήσαντες, ὡς στασιώδη καὶ ταραχών πιμπλῶντα τὴν Αἴ γυπτον· καὶ τὸ μὲν ἐπὶ τῇ γυναικὶ ὡς αἰσχρὸν παρῆκαν, καὶ τὰ τοῦ φίνου δὲ ᾿Αρσενίου παρέδραμον· ἔγραφον δὲ τοῖς ἀπανταχοῦ ἐπισκόποις μὴ λό γου μηδὲ κοινωνίας αὐτῷ μεταδοῦναι, ἀλλὰ μηδὲ τὴν ᾿Αλεξάνδρειαν οἰκεῖν· ἀληθῆ δὲ εἶναι καὶ τὴν ἐπὶ τοῦ μυστικοῦ ποτηρίου συντριβὴν αὐτοῦ γενομέ την κατηγορίαν. Ἐφήπτοντο δ' ἑκάστου ἐγκλήματος τεχνηέντως διαβολὴν ἐργαζόμενοι, τῶν συκοφαντών

Chapter LCaput L

col. 199–200page 96 of 633
PG 146:199τὴν ἦταν ἀποσιγήσαντες· τοὺς δὲ κατηγόρους αὐτ τοῦ πάντας προσίενται, τόν τε μετὰ Μελίτιον Ἰωάν νην καὶ οἱ σὺν αὐτῷ ἦσαν. Καὶ ἑκάστῳ τῶν ἐν τῷ κλήρῳ αὐτοῦ τὸ ἀξίωμα ἔδωκαν. Καὶ αὐτὸν δὲ 'Αρ σένιον παρεδέξαντο, ὃς ἀνῃρῆσθαι ἐλέγετο· ὅς τότε μὲν τῆς Μελιτιανῶν θρησκείας ἐπίσκοπος ἦν· εἰς δὲ τὴν ἄδικον ἐκείνην ᾿Αθανασίου καθαίρεσιν ὡς τῆς Υψηλοπολιτῶν πόλεως ἐπίσκοπος καθυπέγραψε. Καὶ τὸ δὴ ξενίζον τοῦτ᾽ ἦν· ὅτι ὁ ὑπὸ ᾿Αθανασίου ἀνῃρῆσθαι λεγόμενος, ζῶν τὸ εἰς αὐτὸν ἦχον ἀνήρει καθαιρῶν ᾿Αθανάσιον. Ταύτην δὴ τὴν ἄδικον δίκην ὡς μὴ ὑγιῶς ἔχουσαν καὶ πολλοὶ τῶν ἐκεῖσε παρόν των κατεχώρισαν ἱερέων. Καὶ γὰρ καὶ Παφνούτιον τὸν ὁμολογητήν φασι τηνικάδε συμπαρόντα τῷ συν εδρίῳ, τῆς χειρὸς λαβόμενον Μαξίμου τοῦ τῆς Ἱερο σολύμων Ἐκκλησίας προέδρου, ἐξαναστῆναι, μὴ δεῖν είναι λογισαμένους ὁμολογητὰς ὄντας, καὶ διὰ τὸν ἀληθῆ λόγον τὰ ὄμματα ἐξορω συγμένους, καὶ τὰς ἀγκύλας πεπηρωμένους, συλλόγου κοινωνεῖν πονη σῶν καὶ φαύλων ἀνδρῶν, καὶ κατὰ τῶν τῆς εὐσε βείας προμάχων ψηφίζεσθαι. ΚΕΦΑΛ. Ν'. Περὶ τῆς καθιερώσεως τοῦ ἐν Ἱεροσολύμοις ναοῦ· καὶ ἐπιστολὴ τοῦ βασιλέως πρὸς τὴν ἐν Τύρῳ τῆς Φοινίκης σύνοδον· καὶ ὡς ὑπερ όριος ἐγένετο ᾿Αθανάσιος. Κατ᾽ ἐκεῖνο τοίνυν καιροῦ τρίτης δεκάδος τῇ ἀρχῇ Κωνσταντίνου συμπληρουμένης, τοῦ ἐν Ἱεροσολύμοις κατὰ τὸν Κρανίου τόπον πολυτελῶς ἐξεργασθέντος νεώ, ὁ μέγα Μαρτύριον λέγεται, Μαριανός τις τῶν ἐν ἀξιώμασιν ἐκ βασιλέως παραγενόμενος, γράμματα τῇ συνόδῳ ἐδίδου, διαγορεύοντα ὅσον τά χος τὴν Ἱερουσαλὴμ ἐκείνους καταλαβεῖν ἐπὶ κ θιερώσει τοῦ θείου νεώ. Οἱ δ᾽ εὐθὺς ὡς εἶχον ἐπὶ τὰ Ἱεροσόλυμα ἧκον, διαφορὰν καὶ διχόνοιαν πᾶσαν δῆθεν ἐκ μέσου πεποιημένοι· καὶ τὸν νεὼν καθιέρωσαν, ἀναθέμενοι & λόγου πολλοῦ ἄξια κειμήλια τε καὶ ἀναθήματα πέμψειε βασιλεύς· ὁ δῆτα πολλῷ τῷ ἑξῆς χρόνῳ ἀνέκειντο, κατάπληξις ἄντικρυς τοῖς ὁρῶσι μεγέθους τε καὶ πολυτελείας ἕνεκα. τρισκαιδεκάτη δ' ἦν Σεπτεβρίου μηνός· ἦν δὴ τὸ ἐξ ἐκείνου ἐτήσιον δημοτελῆ καὶ περιφανὴ ἑορτὴν ἄγει ἡ τῶν Ἱεροσολύμων Εκκλησία, ἐπὶ ὀκτὼ ἐφεξῆς ἡμέραις ἐκκλησιάζουσα. Ἐξ ἁπάσης δὲ τῆς γῆς φοιτώσιν ἄνθρωποι μνήσεις ἐπιτελέσοντες κατὰ ταύτας δή τὰς ἡμέρας, καὶ καθ' ἱστορίαν τῶν ἱερῶν τόπων τη πανηγύρει συντρέχοντες. Ἔπειτα δὲ καὶ τὴν πο λυθρύλλητον έκείνην σύνοδον ἐκεῖσε ποιήσαντες, Αρειον καὶ Εὐζώϊον προσεδέξαντο, τοῖς βασιλέως
col. 201–202page 97 of 633
PG 146:201δῆθεν πεισθέντες γράμμασι, δι' ὧν ἐδήλου ὀρθῶς αὐ τοὺς περὶ τὴν πίστιν φρονεῖν. Ἔργαψαν δὲ καὶ τῇ Αλεξανδρέων Ἐκκλησίᾳ, ὡς βαθεῖα εἰρήνη ταῖς ἐκκλησίαις ἐπρυτανεύθη τοῦ φθόνου ἀπελασθέντος. Καὶ ᾿Αρειος μεταμέλῳ χρησάμενος, καὶ βιβλίον με τανοίας δούς, δικαίως ἐδέχθη τῆς Ἐκκλησίας ὅρος γενόμενος. Δῆλα δὲ καὶ τὰ πραχθέντα καθίστων τῷ βασιλεῖ. Καὶ οἱ μὲν τοιαῦτα ἔπραττον· ὁ δ' ᾿Αθανάσιος ήχων τὴν Κωνσταντίνου, ἃ πέπονθεν ἐπὶ τῷ βασιλεῖ ἀπωδύρετο. Καί τινων δὲ παρόντων τῶν καταδικασάντων, κατεδεῖτο βασιλέως ἐπ' αὐτοῦ τῶν ἐν Τύρῳ πεπραγμένων τὴν κρίσιν γενέσθαι. Δοκι μάσας δὲ ὁ κρατῶν εύλογα τὸν ᾿Αθανάσιον λέγειν, τοῖς ἐν Τύμῳ συνελθοῦσι τῶν ἐπισκόπων έγραφε τοιάδε, εἰς ἑαυτὸν μεταστέλλων· «Ἐγὼ μὲν ἀγνοῶ τίνα ἐστὶ τὰ ὑπὸ τῆς ὑμετέρας συνόδου μετά θορύ ου καὶ χειμῶνος κριθέντα. Δοκεῖ δέ πως ὑπό τινος ταραχώδους ἀταξίας ἡ ἀλήθεια διεστράφθαι· ὑμῶν δηλαδὴ διὰ τὴν πρὸς τοὺς πέλας ἐρεσχελίαν, ἣν αήττητον εἶναι βούλεσθε, τὰ τῷ Θεῷ ἀρέσκοντα μή συνορώντων. Αλλ' ἔσται τῆς θείας προνοίας ἔργον, καὶ τὰ τῆς φιλονεικίας ταύτης κακὰ φανερῶς ἑλόντα διασκεδάσαι, καὶ ἡμῖν διαρρήδην ἐπιδεῖξαι, εἴ τινα τῆς ἀληθείας αὐτόθι συνελθόντες ἐποιήσασθε φρον τίδα, καὶ εἰ τὰ κεκριμένα χωρίς τινος χάριτος καὶ ἀπεχθείας ἐκρίνατε. Τοιγαροῦν ἐπειγμένως πρὸς τὴν ἐμὴν ἐλθεῖν ὑμᾶς εὐσέβειαν βούλομαι, ἵνα την τῶν πεπραγμένων ὑμῖν ἀκρίβειαν καὶ ὑμῶν αὐτῶν παραστήσητε. Τίνος δὲ ἕνεκεν γράψαι ταῦτα πρὸς ὑμᾶς ἐδικαίωσα, καὶ ὑμᾶς πρὸς ἐμαυτὸν διὰ τοῦ ς γράμματος καλῶ, ἐκ τῶν ἑπομένων γνώσεσθε. Επι βαίνοντί με λοιπὸν τῆς ἐπωνύμου ἡμῶν καὶ τας Ψευδαίμονος πατρίδος τῆς Κωνσταντινουπόλεως (συνέβαινε δέ με τηνικαῦτα ἐφ᾽ ἵππου ὀχεῖσθαι). ἐξαίφνης ᾿Αθανάσιος ὁ ἐπίσκοπος, μέσον τῆς λεωφόρου μετά ἑτέρων τινῶν οὓς περὶ αὐτὸν εἶχεν ἀπροσδοκήτως οὕτως προσῆλθεν, ὡς καὶ παρασχεῖν ἐκπλήξεως ἀφορμήν μαρτυρεῖ μοι γὰρ ὁ πάντων ἔφορος θεός, ὡς οὐδὲ ἐπέγνων αὐτὸν ὅστις ἦν. Καὶ τὴν ἀδικίαν ἣν πέπονθε πυνθανομένοις, ὥσπερ εἰκὸς, ἀπήγγειλεν ἡμῖν. Ἐγὼ μὲν οὖν οὐ διελέχθην αὐτῷ κατ' ἐκεῖνο καιροῦ, οὔτε ὁμιλίας ἐκοινώνησα· ὡς δὲ ἐκεῖνος μὲν ἠξίου, ἐγὼ δὲ παρῃτούμην, καὶ μικροῦ δεῖν ἀπελαύνεσθαι αὐτὸν ἐκέλευον, μετὰ πλείονος παῤῥησίας οὐδὲν ἔτερον παρ' ἡμῶν ᾔτει, ἢ τὴν ὑμετέραν ἄφι- 1 ξιν ἠξίωσεν ὑπάρξαι, ἵν᾿ ἡμῶν παρόντων ἀναγκαίως ἅ πέπονθεν ἀποδύρασθαι δυνηθείη. "Οπερ ἐπειδὴ εύλογον εἶναι καὶ τοῖς καιροίς πρέπον κατεφαίνετο, ἀσμένως ταῦτα γραφῆναι πρὸς ὑμᾶς προσέταξα, ἵνα πάντες ίσοι τὴν σύνοδον τὴν ἐν Τύρῳ γενομένην ἐπλήρωσαν, ἀνυπερθέτως εἰς τὸ στρατόπεδον τῆς ἡμετέρας ἡμερότητος ἐπειχθῆτε, τοῖς ἔργοις αὐτῶν ἐπιδείξαντες τὸ τῆς ὑμετέρας κρίσεως καθα μόν τε καὶ ἀδιάστροφον ἐπ' ἐμοῦ· ὃν τοῦ Θεοῦ γνήσ στον εἶναι θεράποντα οὐκ ἂν ἀρνηθείητε. Τοιγαροῦν διὰ τῆς ἐμῆς πρὸς τὸν Θεὸν λατρείας τὰ πανταχού
col. 203–204page 98 of 633
PG 146:203εἰρηνεύεται, καὶ τῶν βαρβάρων αὐτῶν τὸ τοῦ Θεοῦ ο ὄνομα γνησίως εὐλογούντων, οι μέχρι νῦν τὴν ἀλή θειαν ηγνόουν. Δῆλον δὲ ὅτι ὁ τὴν ἀλήθειαν ἀγνον οὐδὲ τὸν Θεὸν ἐπιγινώσκει. Πλὴν ὅμως, καθὰ προ εἴρηται νῦν, καὶ οἱ βάρβαροι δι' ἐμὲ, τὴν τοῦ Θεοῦ θεράποντα, γνήσιον ἐπέγνωσαν τὸν Θεόν· καὶ εὐλα βεῖσθαι μεμάθηκαν, Θεὸν ὑπερασπίζειν μου παν ταχοῦ καὶ προνοεῖσθαι τοῖς ἔργοις αὐτοῖς ᾔσθοντο. Οθεν μάλιστα καὶ ἴσασι τὸν Θεὸν, ὃν ἐκεῖνοι μὲν διὰ τὸν πρὸς ἡμᾶς φόβον εὐλαβοῦνται· ἡμεῖς δὲ οἱ τα μυστήρια τῆς εὐμενείας αὐτῷ δοκοῦντες πρ βάλλεσθαι (οὐδὲ γὰρ ἂν εἴποιμι φυλάττειν), ἡμεῖς, φημί, οὐδὲν πράττομεν, ἢ τὰ πρὸς διχόνοιαν καὶ μίσος συντείνοντα, καὶ ἁπλῶς εἰπεῖν, τὰ πρὸς βλε θρον τοῦ ἀνθρωπείου γένους ἔχοντα τὴν ἀναφοράν. Αλλ' επείχθητε, καθά προείρηται, καὶ πρὸς ἡμᾶς σπεύσατε πάντες ᾗ τάχος, πεπεισμένοι, ὡς παντὶ σθένει κατορθώσαι πειράσομαι, ὅπως ἐν τῷ νόμῳ τοῦ Θεοῦ πάντα ἐξαιρέτως φυλάττωνται, οἷς ούτε ψάγος οὐδὲ κακοδοξία τις δυνήσεται προσπλακῆναι διασκεδασθέντων δηλαδὴ καὶ συντριβέντων άρδην, καὶ παντελῶς ἀφανισθέντων τῶν ἐχθρῶν τοῦ νόμου, οἵτινες ἐπὶ προσχήματι τοῦ ἁγίου ὀνόματος ποικίλας καὶ διαφόρους βλασφημίας παρέχοντι.» Τοιαῦτὰ γράψαντος τοῦ βασιλέως, οἱ μὲν ἄλλοι τῶν ἐπισκή. πων εἰς δέος μέγιστον ἕκαστος καταστάντες οἴκαδε ἀνεχώρουν· οἱ δὲ περὶ Εὐσέβιον βασιλεῖ ὀφθέντες, δίκαια ψηφίσασθαι τὴν σύνοδον ἰσχυρίζοντο. Πολλά δὲ λοιδορησάμενοι, οὐκέτι μὲν περὶ κατεαγότος που τηρίου ἢ τραπέζης, ἢ βραχίονος ζῶντος νεκροῦ ἐν! σταντο ὡς εἴησαν· ἀλλ' ἐπὶ ἑτέραν καινοτέραν ἐχώ ρουν διαβολήν. Απειλῆσαι γὰρ ἔλεγον ᾿Αθανάσιον, κωλύσαι τὸν σἶτον Αἰγυπτίους, ὃν Κωνσταντίνος ἐθέσπιζεν ἐξ ᾿Αλεξανδρείας κατάγειν ἐπ᾽ ἔτος εἰς Κωνσταντινούπολιν· καὶ τὸν λόγον ἀκηκοέναι Αδι μάντιον, 'Αννουσίωνα, Αρβαθίωνα καὶ Πέτρον τοὺς ἐπισκόπους. Ταῦτ᾽ εἰπόντες ἐκράτησαν ταῖς δια λαἶ;· ἰσχύει γὰρ πολλάκις τὸ ψεῦδος, ὅταν ὁ δια βάλλων τὸ ἀξιόπιστον ἔχῃ. Εὐθὺς γὰρ ὁ βασιλεὺ; συναρπαγείς τῷ θυμῷ, ἐξόριστον ἐν Γαλλίαις ἐποίει τὸν ἄνδρα· καὶ Τρίβεριν οἰκεῖν κατεδίκαζε. Πρᾶξαι δ' οὕτω λόγος ἔχει τὸν Κωνσταντῖνον, οὐ τόσον ἀληθῆ πιστεύσαντα εἶναι τὰ εἰρημένα, ὅσον ἐνοῦσθαι τὴν Ἐκκλησίαν καὶ τοὺς ἐπισκόπους ὁμονοεῖν ᾑρημένον. Οὐκ ἄλλως δὲ τοῦτ' ἐνῆν γενέσθαι, εἰ μὴ ἐκποδὼν γένοιτο Αθανάσιος. Κοινωνῆσαι γὰρ παντάπασι τοῖς περὶ "Αρειον ἐξετρέπετο. Καὶ ὁ μὲν οὕτως ἐν Τριβέρει τῆς Γαλλίας απήχθη.
col. 205–206page 99 of 633
PG 146:205ΚΕΦΑΛ. ΝΑ'. Ως "Αρειος ἐξ ᾿Αλεξανδρείας εἰς τὴν Κωνσταντίνου γενόμενος, πράγματα εκίνησεν 'Αλεξάν διῳ τῷ Κωνσταντινουπόλεως. Καὶ ὡς διερράγη ταῖς ἐκείνου εὐχαῖς· καὶ ὅπως τὴν ἐκείνου τελευτὴν ἱστορεῖ Αθανάσιος. Ὁ δὲ 'Αρειος ἐξ Ἱεροσολύμων αὖθις ἧκεν εἰς Αλεξάνδρειαν. Μηδαμῶς δὲ τῆς κατ' Αἴγυπτον Ἐκ κλησίας τούτῳ κοινωνεῖν ἑλομένης, ἐκεῖνος σὺν τοῖς περὶ αὐτὸν ταράττειν αὖθις, καὶ τὴν οἰκείαν αἵρεσιν ὑποσπείρειν, δολίως κατήρχετο. Ἐν δεινῷ δὲ τοῦ λαοῦ ποιουμένου τήν τε ἐκείνου κάθοδον καὶ τὴν τοῦ οἰκείου ποιμένος φυγήν, ὁ βασιλεὺς, ἐπεὶ μάθοι διεστράφθαι τὴν γνώμην "Αρειον, πρὸς τὴν Κων σταντίνου μετεκαλεῖτο, λόγον δώσοντα τῆς διαστρό του γνώμης καὶ ὧν ὁρᾶν ἐπεχείρει. ᾿Αλέξανδρος δ' ὁ τῆς ἐν Κωνσταντινουπόλει προεστώς ἐκκλησίας, Μητροφάνην πάλαι διαδεξάμενος, θεοφιλής εἴπερ τις μάλιστα ὤν, τοῦ λαοῦ διαιρουμένου διχῆ, καὶ τῶν μὲν μηδαμῶς δεῖν λεγόντων τι τῶν ἐν Νι καία μετακινεῖν, ἄλλων δὲ ὡς καλὰ λέγοι "Αρεος φιλονεικούντων, καὶ ταραχῆς μεγίστης κατὰ πόλιν ἀναπτομένης, καὶ σύνοδον συγκροτεῖν πειρωμένων, πάντα κάλων ἐκίνει διαλύειν αὐτήν. ὡς δ᾽ ἧττον ἴσχυεν, εἰς ἀγῶνα καθίστατο μέγιστον· καὶ μήτι ἄλλο δρᾶν ἔχων, τὰς πρὸς ῎Αρειον τέως παρητείτο σπονδάς· μηδὲ γὰρ εἶναι θεμιτόν ἔλεγε, μηδὲ τῆς ἐκκλησιαστικῆς ἕξεως, ἄκυρα τὰ σφίσιν εψηφισμένα ποιεῖν, καὶ τῶν σὺν αὐτοῖς ἐκ τῆς ὑφ' ἥλιον ἀπάτης συνδραμόντων εἰς Νίκαιαν. Οἱ δ' ἀμφὶ τὸν Εὐσέ διον καὶ φανερῶς διηπείλουν μετὰ πολλὴν λοιδορίαν, ἢ μὴν καθαιρήσειν αὐτὸν, εἰ μὴ "Αρειον δέξηται εἰς ῥητὴν ἡμέραν· εἰ δ᾽ οὖν, αὐτὸν μὲν τῆς Ἐκ κλησίας ὑπερέριον ἄγεσθαι· τὸν δὲ μετ' αὐτὸν και νωνήσειν 'Αρείῳ. Ταῦτ᾽ εἰπόντες, τό γε νῦν διε λύοντο, οἱ μὲν πέρας ἐπιθεῖναι τοῖς ἠπειλημένοις. τεχνώμενοι, ὁ δ' ἐν προσευχαῖς ἦν μὴ εἰς ἔργον ἐκθῆναι ὁ Εὐσέβιος ἐβρενθύετο. Οὐ μὴν μέλον ἐκείνῳ τῆς καθαιρέσεως ἦν, ὅσον μή τι παρατρα τῆναι τοῦ δόγματος. Περιδεᾶ δὲ μάλιστα τοῦτον ἐποίει ὁ βασιλεὺς, τρόπον τινὰ τοῖς ἐκείνων πει αθείς ρήμασιν. ᾿Αγωνιῶν τοίνυν ὁ θεῖος πρεσβύτης, πάντα παραλιπών πρηνής τῷ θυσιαστηρίῳ προς φεύγει νηστεία σχολάζων καὶ προσευχῇ, οὐδὲν ἀνιεις τῶν, ὅσα δυσωπεῖν εἶχε Θεόν. Κατάκλειστον δ᾽ ἑαυ τὸν ποιήσας, ἐπὶ τὸ τῆς ἱερᾶς τραπέζης θυσιαστήριον ἐπὶ στόμα πεσών, δακρύων ηύχετο νύκτας τε καὶ ἡμέρας ἑξῆς ἐν τῇ ἐκκλησίᾳ ἡ ἐπώνυμός ἐστιν Εἰρήνῃ. "Ην δὲ ἡ τοῦ ἐπισκόπου εὐχὴ, ὡς εἰ μὲν ἀληθὴς ἡ ᾿Αρείου, δόξα, ἑαυτὸν τὴν τῆς προθεσμίας ἡμέραν μὴ ὄψεσθαι· εἰ δ᾽ ἣν οὗτος σέβει, ἀληθῆς εἴη μάλιστα, "Αρειον τὴν ἀξίαν δίκην διδό ναι, ὡς αἴτιον ἁπάντων τῶν περὶ τὴν πίστιν δεινῶν. δε μὲν ᾿Αλέξανδρος ηὔχετο· πεῖραν δὲ καὶ ὁ βασ σιλεὺς ᾿Αρείου ποιεῖν ἐθέλων, εἰς τὰ ἀνάκτορα μετεστέλλετο· καὶ διεπυνθάνετο εἰ καὶ αὐτὸς τοῖς ἐν Νικαία δεδογμένοις στοιχεῖ. Ο δ' ἀμελητὶ κατενώ

Chapter LICaput LI

col. 207–208page 100 of 633
PG 146:207σοφιζόμενος. Ἐν θαύματι δὲ τὸ πραχθὲν ποιούμενος βασιλεύς, καὶ ὅρκῳ βεβαιοῦν ἔλεγε τὰ γραφέντα. Καὶ τοῦτ᾽ εὐθὺς ἐποίει σοφιστικῆς, ὡς ἱστορούντων ἀκούειν ἔστι. Τὴν γὰρ φαύλην ήν εἶχε περὶ τοῦ θείου δόξαν "Αρειος χάρτη καταγράψας ὑπ' ἀγκάλης φέρων, ὤμνυε τε ἀληθῶς οὕτω φρονεῖν, κατά γράψας εἶχεν. Οἷς δὴ πεισθεὶς βασιλεύς, ᾿Αλεξάνδρῳ ἐκέλευεν εντονώτερον εἰσδέχεσθαι "Αρειον. Σάβ. σα την δ' ἦν· καὶ τῇ ἑξῆς κοινωνεῖν προσδόκιμος ἦν. 'Αλλ' ἡ δίκη μέλλουσα ἦν οὐδαμοῦ· εἴπετο δὲ κατὰ πόδας τοῖς σοφιστικοῖς ἀτοπήμασιν. Ὑπὸ γάρ τισι δορυφόροις τοῖς περὶ Εὐσέβιον τῶν βασιλείων ἀπάρας ὁ Ἄρειος, σοβῶν ἦν διὰ τῆς ἀγορᾶς, καὶ ἐμπομπεύων διὰ μέσης τῆς πόλεως. Ἐπεὶ δὲ κατὰ τὴν Κωνσταντίνειον ἐγένετο ἀγορὰν, ἔνθα ὁ πολ φυρούς Κωνσταντίνου κίων μέγας μεγαλωστὶ ἀνα τρέχων ἐγήγερται (δείλη δ᾽ ἦν ἐψία), φόβος εὐθὺς τῇ πληγῇ τοῦ συνειδότος εἰστρέχει τὸν ᾿Αρειον· καὶ ἐπὶ τούτῳ χαύνωσις τῆς γαστρὸς ἠκολούθει, και ὅλος τοῦ κατεπείγοντος ἦν, καὶ δῆτα πρὸς δημόσιον ἀφεδρῶνα, εγγύς που ὄντα, εἰσῄει. Λειποθυμήσαν τις τοιγαρούν, αυτόματα ἐξέγξει τὰ διαχωρήματα, τοῦ τῆς φύας σφιγκτήρος διαλυθέντος· καὶ τῆς ἕδρας παρεκπεσούσης, αἷμα ἐχεῖτο πολύ· ἤ τε πλά σις ἔνδον ἅπασα διαχέετο, έντερα καὶ ἧπαρ καὶ σπλήν. Καὶ ὁ μὲν οὕτως διώλετο· ὡς δ' ἐπὶ πολλῷ οὐκ ἐξήει, εἰσιέντας τινὲς, νεκρὸν ἐφεύρον τῆς αἰσχρᾶς καθέδρας ἐγκεκλιμένον. Ο δ' ἀφεδρὼν ἄχει δὴ καὶ ἐς δεῦρο δείκνυται όπισθεν τῆς ἀγορᾶς ἐν τῇ τοῦ μακέλλου στοᾷ. Αείμνηστος δ' ὁ χῶρος, άτε πάντων τῶν παριόντων δάκτυλον και᾿ αὐτοῦ ἐγει μόντων. Πολλῷ δὲ χρόνῳ ὕστερον λόγος μηδένα χρή σασθαι τῇ καθέδρα ταύτῃ. Εφυλάττοντο γὰρ ἅπαν τες τὸν τόπον· καὶ ἀποτρόπαιον εἶχον, ὡς τῆ; ἀσεβείας τὰς κοινὰς ἐκεῖσε Αρείου εκτετικέτος. Εἰσέπειτα δέ τις τῶν τὰ ἐκείνου φρονούντων πλούτῳ βρίθων πολλῷ τὸν τόπον ἐπρίατο· καὶ τὸ πρότερον ο παλείψας σχήμα, οἰκίαν περιφανή κατεσκεύαζεν, ὥστε λήθῃ τὰ τοῦ τόπου δοθῆναι, καὶ μὴ κωμῳδεῖτο ὁ ἐκείνου θάνατος τῇ τῆς τοιαύτης ὑπομνήσεως δια δοχῇ. Ως δὲ κατάδηλος ὁ ἐκείνου θάνατος ἐγεγόνει, οὐ μία τις ἦν ἡ δόξα τῆς τελευτῆς· τοῖς μὲν γὰρ ἐδόκει, ὡς ἀθρόᾳ νόσῳ σχεθείς, καὶ πάρεσιν περί τὴν καρδίαν ὑποστὰς, ἅτε δὴ τοῖς κατὰ γνώμην εύ μοιρήσας ὑφ᾽ ἡδονῆς τὴν καρδίαν περιχυθείσης, αἴφνης ἀποθανεῖν· τοῖς δ' ὡς τῆς δυσσεβείας αξίας ἔτισε τὰς ποινάς· τοῖς δ᾽ ἀμφ' αὐτόν, ὡς γοητείαις ἢ φαρμάκοις πρός τινων ἐπιβούλων ἑάλω διαφθαρεὶς. Οὐ μετρία δὲ ἀγωνία τὸν Νικομηδέα κατέσχεν Εὐσέβιον. Διέθει γὰρ ἡ πρᾶξις οὐ τὴν πόλιν μόνην, ἀλλὰ καὶ τὴν οἰκουμένην πᾶσαν σχεδόν διελάμβανε, ταχεῖ τῆς φήμης τῷ πτερῷ χρησαμένης. ῾Ο δὲ βα σιλεὺς ἤσθη μᾶλλον τῷ γεγονότι, καὶ ὡς ἐκ Θεοῦ ὑπαγορευθεῖσαν τὴν ἐν Νικαίᾳ πίστιν μᾶλλον ἐκράτυνε, καὶ τῷ Χριστιανισμῷ ὑπερφυώς προσετίθετο. Οἶμαι δ' οὐκ ἄκαιρον γένοιτο καὶ ἅπερ τῷ μεγάλῳ πιον τοῦ κρατοῦντος τὸν τῆς συνόδου δρον ὑπέγραφε με
col. 209–210page 101 of 633
PG 146:209Αθανασίῳ εἴρηται περὶ τῶν συμβάντων Αρείῳ διαλαβεῖν. Γράφει δὲ οὕτω· ι Καὶ γὰρ καὶ αὐτὸς Άρειος, ὁ τῆς μὲν αἱρέσεως ἔξαρχος, Ευσεβίου δὲ κοινωνές, κληθεὶς ἐκ σπουδῆς τῶν τότε τῶν περὶ Εἰσέβιον παρὰ τοῦ μακαρίτου Κωνσταντίνου Αὐτ γούστου ἀπαιτούμενος ἐγγράφως εἰπεῖν τὴν ἑαυτοῦ πίστιν, ἔγραψεν ὁ δόλιος κρύπτων τὰς ἀναιδεῖς τῆς ἑαυτοῦ δυσσεβείας λέξεις, ὑποκρινόμενος καὶ αὐτὸς, ὡς ὁ διάβολος, τὰ τῶν Γραφῶν ῥήματα ἁπλᾶ καὶ ὡς ἔστι γεγραμμένα. Εἶτα λέγοντος τοῦ μακαρίου Κωνσταντίνου, Εἰ μηδὲν ἕτερον ἔχεις παρὰ ταῦτα ἐν τῇ διανοίᾳ, μάρτυρα τὴν ἀλήθειαν δός· ἀμυνεῖται γὰρ ἐπιορκήσαντας αὐτὸς ὁ Κύριος ὤμοσεν ὁ ἄθλιος, μήτ' ἔχειν, μήτ' ἄλλα παρὰ τὰ νῦν γραφέντα φρονεῖν, κἂν εἰρῆσθαι πώποτε εἴη παρ' αὐτοῦ ἀλλ' εὐθὺς ἐξελθών, ὥσπερ δίκην δούς κατέπεσε καὶ πρηνής γενόμενος, ἐλάκησε μέσος. Πᾶσι μὲν εν ἀνθρώποις κοινὸν τοῦ βίου τέλος θάνατός ἐστι, καὶ οὐ δεῖ τινος ἐπεμβαίνειν, κἂν ἐχθρὸς ᾗ ὁ τε- 659 λευτήσας, ἀδήλου ὄντος, μὴ ἕως ἑσπέρας καὶ αὐτὸν τούτον καταλάβῃ· τὸ δὲ τέλος 'Αρείου, ἐπειδὴ οὐχ ἁπλῶς γέγονε, διὰ τοῦτο καὶ διηγήσεως ἐστιν ἄξιον. Τῶν γὰρ περὶ Εὐσέβιον ἀπειλούντων εἰσαγαγεῖν αὐτὸν εἰς τὴν Ἐκκλησίαν, ὁ μὲν ἐπίσκοπος τῆς Κωνσταντινουπόλεως 'Αλέξανδρος, ἀντέλεγεν· ὁ δὲ Άρειος ἐθάρρει τῇ βίᾳ, καὶ τοῖς ἀπειλαῖς Εὐσεβίου Σάββατον γὰρ ἦν· καὶ προσεδόκα τῇ ἑξῆς συνάγε εναι. Πολὺς δὲ ἀγὼν ἦν, ἐκείνων μὲν ἀπειλούντων, ᾿Αλεξάνδρου δὲ εὐχομένου. Αλλ' ὁ Κύριος κριτής γενόμενος, ἐβράβευσε κατὰ τῶν ἀδικούντων. Οὔπω γὰρ ὁ ἥλιος ἔδυ, καὶ χρείας αὐτὸν ἑλκυτάσης εἰς τόπον, ἐκεῖ κατέπεσε, καὶ ἀμφοτέρων τῆς τε κοινωνίας καὶ τοῦ ζῆν εὐθος εστερήθη Καὶ ὁ μὲν μακα ρίτης Κωνσταντῖνος ἀκούσας, ἐθαύμασεν, εἰδὼς ἐλεγχθέντα τοῦτον ἐπίορκον· πᾶσι δὲ τότε γέγονε '. φανερὸν ὅτι τῶν μὲν περὶ Εὐσέβιον ἠσθένησαν αἱ ἀπειλαὶ, καὶ ἡ ἐλπὶς δὲ ᾿Αρείου ματαία γέγονεν ἐδείχθη δὲ πάλιν ὅτι παρὰ τοῦ Σωτῆρος ἀκοινώνητος γέγονεν ἡ ᾿Αρειανὴ μανία καὶ ὧδε καὶ ἐν τῇ τῶν πρωτοτόκων Εκκλησίᾳ. Τίς ουνού θαυμάσειεν, ὁρῶν τούτους δικαιῶσαι φιλονεικοῦντας, ἂν ὁ Κύριος και τέκρινε, καὶ βλέπων αὐτοὺς ἐκδικοῦντας τὴν αἵρε σιν, οὗ; ἀκοινωνήτους ἤλεγξεν ὁ Κύριος, μὴ ἀφεὶς τὸν αὐτῆς ἔξαρχον εἰς τὴν Ἐκκλησίαν εἰσελθεῖν; ν Τοσαῦτα περὶ 'Αρείου καὶ ᾿Αθανάσιος.

Chapter LIICaput LII

col. 211–212page 102 of 633
PG 146:211ΚΕΦΑΛ. ΝΒ'. Περὶ τῶν μετὰ ταῦτα γεγενημένων ἐν ᾿Αλεξανδρείᾳ· καὶ περὶ τοῦ νόμου ἂν βασιλεὺς κατὰ πασῶν ἔθετο τῶν αἱρέσεων. Καὶ τούτου δ' οὕτως αἰσχρῶς τὸ ζῆν ἀπορρήξαν της, οὐχὶ τέλος ἔσχον καὶ αἱ ἐκείνου ἐρεσχελίαι, οὐδὲ οἱ ἐξ ἐκείνου πρὸς βραχύ γοῦν ἠρέμουν συρ βάπτειν ἐπιβουλὰς τοῖς τἀναντία δοξάζουσιν. Ο μὲν οὖν τῶν ᾿Αλεξανδρέων δήμος συχνῶς εἰς βασι λέα πέμποντες περὶ τῆς ᾿Αθανασίου καθόδου, οἰκτρῶς ἐλιπάρουν· ἔγραφε δὲ καὶ ὁ πολὺς τὴν ὀρε τὴν ᾿Αντώνιος, ἀντιβολῶν, μὴ πάμπαν πιστεύειν τοῖς Μελιτιανοῖς· συκοφαντίας δ' ἀληθῶς εἶναι πιο στεύειν τὰς κατ' Αθανασίου κατηγορίας. Ο δὲ βα σιλεὺς οὐδαμῶς ἐπείθετο, ἀλλὰ τῷ μὲν ᾿Αλεξανδρέων δήμω γράφων ἄνοιαν καὶ ἀταξίαν ἐνεκάλει ἱερεῦσι δὲ καὶ παρθενίαν ἀσκοῦσιν ἡσυχίαν ἄγειν ἐπέταττε. Μηδὲ γὰρ ἄν ποτε μετατεθῆναι τὴν ἐπ' αὐτῷ γνώμην ἐνίστατο, ὡς οὐδὲ μετακαλέσο: αὐτὸν, οἷα δὴ στασιώδη καὶ ῥέκτην κακῶν· ἄλλως τε καὶ ὡς ἐκκλησιαστική δίκη καταψηφισθέντα. Πρεμα δὲ καὶ ᾿Αντωνίῳ ἐσήμαινε, μὴ οἷός τε εἶναι τὰ συνέδε κεκριμένα εὐχερῶς διαλύειν. Εἰ γάρ που καὶ ὀλίγοι, φησίν, ἦσαν οἱ πρὸς ἀπέχθειαν καταψηφισάμενοι, οὐ πάντως εἶναι καὶ τὴν ἄλλην τῆς συνόδου πληθύν, ἀγαθὴν οὕτω καὶ ἐλλόγιμον οὗταν, ἁπλῶς οὕτω συν νέψεσθαι ταῖς ἐκείνων γνώμαις. Προσετίθει δὲ, ὡς ἀκόλαστος τὴν γλῶσσαν καὶ ὑβριστής Αθανάσιος, καὶ στάσεις καὶ διχονοίας ἐνεργεῖν δεξιός· καὶ γάρ πως οἱ κακῶς πρὸς αὐτὸν ἔχοντες ἐν τούτοις εἰς βασιλέα διέβαλον, εἰδότες τὸν βασιλέα τοῖς τοιούτοις ὑπερφυῶς ἀχθόμενον. Τηνικαῦτα δὲ γνοὺς εἰς δύο διαιρεῖσθαι τὰ πλήθη, καὶ τοὺς μὲν Ἀθανασίῳ προσκεῖσθαι, τοὺς δὲ Ἰωάννῃ, σφόδρα χαλεπήνας καὶ αὐτὸν Ἰωάννην ἐξώρισεν. 'Ην δὲ οὗτος Μελι τίου διάδοχος καὶ παρὰ τῆς ἐν Τύρῳ συνόδου κοινωνῆσαι προσταχθεὶς καὶ τὰς τιμὰς τῶν ἰδίων ἔχειν κλήρων, καὶ οἱ μετ' αὐτοῦ ἦσαν. Καίτοι γε παρά γνώμην τοῦτο δὴ γέγονε τοῖ; ᾿Αθανασίου ἐχθροῖς ἐγένετο δ' οὖν. Καὶ Ἰωάννῃ ἥκιστα ἦσαν εἰς ὄνησιν, ὅσα οἱ ἐν Τύρῳ αὐτῷ συνεκρότησαν. Ο γάρ βασι λεὺς κρείττων ἱκεσίας ἦν καὶ παντοδαπῆς παρα τήσεως, ὁπηνίκα ἐν ὑπονοίαις ἔσχε τινά, εἰς στάσιν καὶ μερισμὸν τὸν Χριστώνυμον κλῆρον διερεθίζοντα. Ιστέον μέντοι ὡς τὸ ᾿Αρείου δόγμα, εἰ καὶ πολλοῖς κατὰ διάλεξιν ἐν σπουδῇ ἦν, ἀλλ' ἔτι τέως ἀνώνυμον ἦν, καὶ οὐχὶ εἰς ἴδιον σύστημα διεκρίνετο. Πλήν γὰρ Ναυατιανῶν καὶ Φρυγῶν, Ουαλεντινιανῶν τε καὶ Μαρκιωνιστῶν καὶ Παυλιανῶν, ἅπαντες ἅμα τε ἐκοινώνουν, καὶ ὑπὸ μίαν ἐκκλησίαν συνήγοντο. Κατὰ δὲ τῶν εἰρημένων αἱρέσεων ένα νόμον θέμε νας ὁ βασιλεὺς, προσέταξε τὰ εὐκτήρια ἀφαιρεῖσθαι, συνάγεσθαι δὲ ταῖς καθόλου ἐκκλησίαις· ἀλλαχοῦ δὲ μὴ ἐξεῖναι μήτε ίδια μήτε δημοσίᾳ ἐκκλησιάζειν ἀλλ' ἐν κοινῷ πάντας συνεβούλευεν εἰσιέναι, Ἐξ ξ; Ο γάρ βασιλεὺς κρείττων ἱκεσίας ην καὶ παντοδαπής παραιτήσεως, όπηνίκα ἐν ὑπονοίαις ἔσχε τινὰ εἰς στάσιν καὶ μερισμὸν τὸν χριστώνυμον κλῆρον διερεθίζοντα.
col. 213–214page 103 of 633
PG 146:213νομοθεσίας, ὡς γέ μοι τεκμηριώσαι ἔστιν, αἱ πολ λα! τῶν αἱρέσεων διερβύησαν καὶ παύλαν ἔσχον τῆς μνήμης. Ἐπὶ μὲν γὰρ τῶν ἄνω χρόνων ὅσοι κλή σει Χριστοῦ ἐσεμνύνοντο, εἰ καὶ διάφοροι ταῖς δόσ ξεις ἦσαν, ἴσοι πάντες πρὸς τῶν τὰ Ἑλλήνων θαυ μιζόντων ἐνομίζοντο· καὶ κακῶς ἐξ ἐκείνων πά σχοντες, ἀπολυπραγμόνητον τὸ διακρίνεσθαι εἶχον, καινὰς ὑφιστάμενοι συμφορά;· διά τοι καὶ ῥᾷστα καθ᾿ ἑαυτοὺς συνιόντες, ἐκκλησίαζον· πυκνήν τε τὴν ὁμιλίαν ἔχοντες, εἰ καὶ ὀλίγοι ἦσαν, ὅμως οὐκ εἰς πολλὰ διελύθησαν· τούτου δὲ τοῦ νόμου ἐκφωνηθέντος, δυσχερὲς εἶχον δημοσίᾳ συνιέναι· πολλῷ γε μὴν λάθρα τοῦτο ποιεῖν, τῶν ἐγχωρίων ἐπισκό των φυλαττομένων. Κἀντεῦθεν περιδεείς μάλα γε γενημένοι, τῇ καθόλου Εκκλησίᾳ ἡνώθησαν. Εἰ δ' ἕως καί τινες ἐπὶ τῆς οἰκείας ἔμειναν γνώμης, αδιάδοχοι κατελείφθησαν τελευτήσαντες, μήτε εἰς ταυτὸν ἰέναι εώμενοι, μήτ᾽ ἀδεῶς διδάσκειν τὴν αἷμετιν δεδυνημένοι. Και γάρ πως αἱ μὲν ἄλλαι αἱμέτει; διὰ φαυλότητα τῶν ευρόντων, ἢ τὸ τῶν δαγμάτων σκαιόν, οὐ πολλοῖς ἐσπουδάσθησαν· οἱ δὲ τα Ναυάτου φρονοῦντες, ὡς τῇ καθόλου Ἐκκλησία ἐπίσης περὶ Χριστοῦ δοξάζοντες, διέμειναν ἐπὶ πλείστον, μηδὲν ὑπὸ τοῦ νόμου ἐμποδὼν ευρηκότες. Εοικε δὲ καὶ ὁ βασιλεὺς ἑκών γε καθυγιείς τοῦ ἐντόνου· φιβῆσαι γὰρ ᾑρεῖτο οὐ λυμαίνεσθαι τὸ ὑπήκοον. Πολλά γὰρ Ακέσιος ὁ τότε τῆς Ναυατιανῶν προϊστάμενος ἐκκλησίας τὰ μάλιστα συναιρόμενος ἦν τῇ κατ' αὐτὸν ἐκκλησίᾳ, βασιλεῖ κεχαρισμένος τυγχάνων διὰ τὸν βίον. Φρύγες δὲ, πλην Φρυγίας καὶ τῶν ἐγγειτόνων, κατ᾿ ἄλλα τῆς ἀρχῆς μέρη τὰ ἴσα τοῖς ἄλλοις ἔπασχον· ἔνθα δὴ ἀφ' οὗ Μοντανὸς ἐγεγόνει τὴν ἀρχὴν ἐσχηκότες, ἐπὶ πολὺ διέμειναν. Τῷ δ' ἐνιαυτῷ ἐκείνῳ οἱ περὶ Εὐσέβιον καὶ Θέογνι νεωτερίζειν περὶ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου ἐγγράφως-ἤρξαντο· καὶ γυμνῇ κεφαλῇ τὸ ὁμοούσιον ἀπελαύνειν οὐκέτ᾽ ἐθάῤῥουν· καὶ γὰρ ἀκριβῶς δε σαν βασιλέα τε οὕτω δοξάζειν, καὶ ὑπερφυῶς τὴν Έκθεσιν στέργοντα. Αλλην δὲ γραφὴν παρενείραν τες, ἑρμηνείαις δή τισι καταδέχεσθαι τὰ ἐν Νικαίτ εύξαντα, τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις ἐμήνυον. Εκ μέντοι τῶν ῥητῶν ἐκείνων καὶ τῆς διανοίας εἰς διά λεξιν πεσοῦσα ἡ προτέρα ζήτησις, κἂν καὶ τελείως Ζήγειν ἐδόκει, ὅμως αὖθις ἀνεκινεῖτο. Καὶ τὰ μὲν κατά "Αρειον ὧδε ἐγένετο. τὸ ὁμοούσιον ΚΕΦΑΛ. ΝΙ. Περὶ τῶν κατὰ Μάρκελλον, ὃς Αγκύρας τῆς μι κρᾶς Γαλατίας ἐπίσκοπος ἐγεγόνει· καὶ περὶ Αστερίου τοῦ σοφιστοῦ. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον οἱ ἐν Κωνσταντινουπόλει συναθροισθέντε; ἐπίσκοποι καὶ Μάρκελλον καθεῖλον τὸν ἐν Ἀγκύρᾳ τῆς μικρᾶς Γαλατίας ἐπίσκο

Chapter LIIICaput LIII

col. 215–216page 104 of 633
PG 146:215πήσαντα, ἅτε δὴ καινὰ εἰσηγησάμενον δόγματα. Σοφιστές γάρ τις ἐκ Καππαδοκίας, Αστέριος όνομα, τὸ σοφιστεύειν ἀφελς, θρησκεύειν τὰ Χριστιανών ἐπηγγέλλετο· καί τινας δὲ λόγους συγγράφων, συν νιστᾶν ἐπεχείρει τὴν δόξαν ᾿Αρείου· μεθ᾽ οὗ οὕτω καὶ τὸν Χριστὸν δύναμιν ἔλεγεν εἶναι Θεοῦ, ὥσπερ δῆτα καὶ Μωϋσῆς τὴν κάμπον καὶ τὴν ἀκρίδα δύνα μιν είπε μεγάλην εἶναι Θεοῦ· καὶ ἄλλα δή τινα παραπλήσια σε φιζόμενος, τοῖς περὶ "Αρειον συνε φέρετο. Κάν ταῖς συνόδοις παρών, τὰ μέγιστα αὐτοῖς ἐβοήθει. Σκοπό; δ' ἦν ἐκείνῳ μιᾶς τινος τῶν ἐπισήμων πόλεων ἱερωσύνην λαβεῖν· ἀλλὰ τοῦ σκοποῦ διημάρτανε. Μὴ ἐνεγκών γὰρ τὸν διωγμὸν ἐπιθύει καὶ διὰ τοῦτο ἀπείρητο αὐτῷ ἱερᾶσθαι. Τούς γε μὴν λόγους οὓς ἔφθη συνθείς, ἀνὰ τὴν Συρίαν τῶν ἐπε δείκνυτο. Οἷς ἀντιλέγων Μάρκελλος ἢ ἑκὼν ἢ ἀγν σας, εἰς τὸ κατὰ διάμετρὸν ἐναντίον κατώλισθε, Παύλῳ τῷ ἐκ Σαμοσάτων ἐπίσης εἰπὼν τὸν Χριστὸν ψιλόν ἄνθρωπον. Ο γνόντες οἱ ἐν Τύρῳ καὶ Αἰλία συναθροισθέντες ἐπίσκοποι, Αστερίῳ μὲν οὐδὲν ἐνεκάλεσαν, ἐπεὶ μηδὲ ἱερωσύνης μετείχε· Μαρκέλλῳ δὲ, ὅτ᾽ ἐπισκοπικῆς καθέδρας ἠξιωμένῳ, καὶ πλείστα προσέφερον, καὶ τῶν οὐ καλῶς συγγραφέν των κατητιῶντο, καὶ ἀφανίζειν τὰ βιβλία ἐκέλευον μηδὲν γὰρ διαφέρειν τῷ Σαμοσατεί συγγραφέντων. Ο δ' ἐπηγγέλλετο πράττειν· ἔπραξε δὲ οὐδαμῶς. Ως δὲ γράμμασι τοῦ Κωνσταντίνου ἐν τῷ Βυζαντίῳ ἧκον ἐκεῖθεν οἱ περὶ τὸν Εὐσέβιον. πάλιν τὰ κατὰ Μάρκελλον ἐκινεῖτο. Ως δ' ἐκείνῳ ἥκιστ' ἐξό και τὸ τῆς δυσσεβείας ἐκεῖνο κατακαίειν βιβλίον, ὡς ἐπηγγέλλετο, αὐτὸν μὲν ἀφεῖλον τὸ ἱερᾶσθαι σιλείῳ δέ τινι δεινῷ λέγειν, καὶ ἐπὶ παιδεύσει λόγων παντοίαν δόξαν ἔχοντι, τὴν τῶν Γαλατῶν ἐγχειρίζουσιν ἐκκλησίαν. Εγραψαν δὲ καὶ ἀφανείᾳ τὴν Μαρο κέλλου συγγραφήν, ἔνθα εὑρίσκοιτο, παραδιδόναι, καί τινα τῆς συγγραφῆς ὡς ἀπᾴδοντα ἐπιβαλόντες τῇ ἐπιστολῇ. Τὸ μὲν οὖν Μαρκέλλου σύγγραμμα βιβλίοις τρισὶν, ὡς ἐπυθόμην, ἀνέτρεψεν ἀρίστως ὁ Παμφίλου Ευσέβιος· αὐτὸς δὲ Μάρκελλος τῇ ἐν Σαρδοί συνάδῳ ἐς ὕστερον ἀνείληφε τὴν ἐπισκοπὴν, μὴ ὧδε φρονεῖν λογισάμενος, μηδὲ γὰρ νενοῆσθαι αὐτοῦ τὸ σύγγραμμα τοῖς πολλοῖς· καὶ διὰ τοῦτο τὴν Παύλου δόξαν φρονήσαι διαβληθείς, ὡς ἐν καιρῷ μοι λέξεται. Καὶ γὰρ ἐλέγετο, ὡς ἐν ζητήσει ταῦτα τῷ Μαρκέλλῳ εἰρῆσθαι. Καὶ αὐτὸς δὲ ὁ βασιλεὺς, όμολογουμένην εἶναι διαβολὴν τῶν περὶ Εὐσέβιον κατεφρασεν. Καὶ γὰρ σφόδρα χαλεπαίνοντες ἦσαν Μαρκέλλῳ. Οἷς μήτ' ἐν τῇ Φοινίκῃ τοῖς ὁρισθεῖσι κατὰ Αθανασίου συνέθετο, μηδ' αὖ παλιν ἐν Ἱεροσολύμοις ὑπὲρ 'Αρείου, μήτε συμμετασχὼν ἐκείνοις τῆς ἀφιερώσεως τοῦ ἐν τῷ Κρανίῳ νεώ, ὃ μέγα μαρτύριον ἐπεκλήθη· διαστέλλετο γὰρ αὐτοῖς κοινωνεῖν. Διά τοι καὶ γράφοντες κατ' αὐτοῦ βασιλεῖ, σὺν ἄλλοις προσφερον, καὶ ὡς βασιλέα ὑβρίσοι· οἷς τὸν αὐτῷ περιφανώς οἰκοδομηθέντα ναὸν μὴ ἀξιώσοι σὺν τοῖς
col. 217–218page 105 of 633
PG 146:217λοιποῖς ἱεροῦ τιν ἀφιεροῦν. Ἀλλὰ περὶ μὲν Μαρκέλ- 4 ΚΕΦΑΛ. ΝΔ'. Περὶ τῆς τελευτῆς καὶ διαθήκης τοῦ μεγάλου Κωνσταντίνου. Τα Ὁ δὲ βασιλεὺς ἤδη εἰς τοὺς παῖδα; Καίσαρας ὅντας τὴν ἀρχὴν διελών, Κωνσταντίνῳ μὲν καὶ Κών σαντι τὰ πρὸς δύσιν ἀπένειμε· Κωνσταντίῳ δὲ τὴν Εψαν ἐκλήρου. Ων τὸν μὲν ἐν τῇ πρώτῃ τῆς ἀρχῆς δεκάδι ἀνεῖπε Καίσαρα, Κωνστάντιον δὲ τῇ εἰκοσα τηρίδι· τὸν δὲ νεώτερον Κώνσταντα ἐν τῇ τριακονταετηρίδι τῆς βασιλείας ἐχειροτόνησεν. Έπειτα ἐνιαυτοῦ καί τινων διαγεγονότων μηνῶν, πέντε καὶ ἑξήκοντα ἐνιαυτῶν γεγονώς, τὸ σῶμα μαλακισθεὶς – κατὰ τὴν τῆς Βιθυνίας 'Ελενόπολιν διεπέρασεν ἵνα τοῖς ἐκεῖ γειτνιάζουσιν, αυτομάτοις καὶ φυσικοίς λουτραῖς χρήσηται. Χαλεπώτερον δὲ διατεθείς, τὸ μὲν λουτρὸν ὑπερτίθησιν· εἰς δὲ Νικομήδειαν φέρει κἀκεῖ ἐν προαστείῳ διάγων, ὥς φησιν Ερμεί. ας καὶ Σωκράτης καὶ Θεοδώρητος, οἱ τὰ ἐκκλησιαστικὰ συγγραψάμενοι, τοῦ θείου μεταλαγχάνει βα πτίσματος. Ἐγὼ δὲ καὶ αὐτὰς ἐκείνων τὰς συλλαβάς παραθήσομαι. Ο μὲν γὰρ Σωζομενός οὕτω λέγει Ενθα δὴ ἐν προαστείῳ διάγων τὴν ἱερὰν ἐμυήθη μάπτισιν· ἐπὶ δὲ τούτῳ σφόδρα ήσθεὶς, χάριν ώμο. λέγει Θεῷ. ο Σωκράτης δὲ λέγει· ι Απαίρει ἐκ τῆς Ελενουπόλεως εἰς τὴν Νικομήδειαν· κἀκεῖ δὲ ἐν προαστείῳ διάγων, τοῦ Χριστιανικοῦ μεταλαμβάνει βαπτίσματος.» Ἐπίσης δὲ καὶ ὁ Θεοδώρητος Τριακοστὸν δὲ ἦν αὐτῷ τῆς βασιλείας ἔτος· ἐνιαυ τοῦ ἄλλου δὲ καὶ μηνῶν διεληλυθότων ὀλίγων, ἐν Νικομηδείᾳ τῆς Βιθυνίας διάγων, ἡῤῥώστησε. Τὸ δὲ τῆς ἀνθρωπίνης βιοτῆς ἄδηλον ἐπιστάμενος, τοῦ Θείου βαπτίσματος τὸ δῶρον ἐδέξατο· ἀνεβάλετο δὲ μέχρι τοῦδε τοῦ χρόνου, ἐν Ἰορδάνῃ τῷ ποταμῷ τούτου τυχεῖν ἱμειρόμενος.» Ταῦτα μὲν ἐκεῖνοι οὐκ οἶδ' ὅπως φασίν· ἡμεῖς δὲ συμφωνοῦντες τῇ καθό του Ἐκκλησίᾳ, κατὰ Ῥώμην εἴπομεν τοῦ θείου τοῦ τον ἀξιωθῆναι λουτρού, Σιλβέστρου τὰς ἱερουργούς χαῖρας ἐπιθέντος αὐτῷ. Καὶ περὶ μὲν τούτων, οὔ τως· διαθήκας δὲ ποιήσας, τοῖς τρισί παισί, καθά ὁ εἷλε καὶ πρότερον, τὴν ἀρχὴν ἐμερίσατο. Πολλὰ δε γέρα τῇ τε πρεσβυτέρα Ρώμῃ καὶ τῇ ἐπωνύμῳ αὐτοῦ πόλει καταλιπών, ἐτελεύτα, πέντε μὲν καὶ ἑξήκοντα γεγονὼς ἐτῶν, τούτων δὲ ἄρξας δύο προς τοῖς τριάκοντα, μηνῶν δεόντων τινών, τῇ πρώτῃ καὶ εἰκάδι τοῦ Μαΐου μηνός, ἐν ὑπατείᾳ Φιλικιανοῦ καὶ Τατιανοῦ, ὁ δὴ δεύτερον ἦν ἔτος τῆς διακοσιοστῆς ὀγδοηκοστῆς ἑβδόμης Ολυμπιάδος. Τελευτών δὲ προσέταξεν εἰς τὴν ᾿Αλεξάνδρειαν ἐπανελθεῖν (β),

Chapter LVCaput LV

col. 219–220page 106 of 633
Caput LIV
PG 146:219Αθανάσιον· καὶ ταῦτα παρόντο; Εὐσεβίου, καὶ τὰ α ναντία σπουδάζοντος. Θαυμαζέτω δὲ μηδείς, εἰ τα ούτους ἄνδρας ἀπατηθεί; ἐξωστράκισεν· ἀρχιερεῖς γὰρ ἦσαν οἱ πείθοντες, κρυπτὸν μὲν δόλον, τὴν δ' έξωθεν περιφάνειαν περικείμενοι. Επεί τοί γε καὶ τὸν θεοπάτορα και μέγαν προφήτην Δαυίδ οὐκ ἀρε χιερεὺς ἐξηπάτησεν, ἀλλ' οἰκέτης μαστιγίας οἰκε τριψ. Τὸν Σιβᾶν ἐκεῖνον οἶδ' ὅτι ἀνέγνωτε, &ς κατά τοῦ Μεμφιβοσθὲ τὸν βασιλέα ἠρέθισε τα ψευδή συμ πλάσας, ὥστε τὸ ἐκείνου χωρίον λαβεῖν· οὐ μέντοι τοῦ προφήτου κατηγορῶν, ἀλλὰ τοῦ βασιλέως ὑπεραπολογούμενος, τὸν λόγον ἐνεστησάμην, καὶ τὸ τῆς φύσεως ἀσθενὲς παριστῶν· εἰσηγούμενός τε, μὴ πάμπαν τοῖς κατηγόροις πιστεύειν, κἂν ὦσι διαβε σηκότε;, ἀλλὰ καὶ θατέραν ἀκοὴν τῷ ἐναντίῳ παρα φυλάττειν ἀεί. Τὰς δὲ διαθήκας τῷ πρεσβυτέρω παρέθετο, ἐν ἐπαινέτην ὄντα Αρείου, Κωνσταντία ἡ Λικινίου μὲν γαμετή, ἀδελφὴ δὲ τοῦ Κωνσταντίνου, τελευτῶσα συνέστησεν ο άπερ ἀγαθῶς βιοῦντα. Προσέταττε δὲ ὅρκον μιγνύς Κωνσταντίῳ δοῦναι, ἐπειδὰν ἐκ τῆς Εω ἀφίκηται. Οὐδεὶς γὰρ τῶν υἱέων αὐτῷ παρήν τελευτώντι. ΚΕΦΑΛ. ΝΕ'. Περὶ τῆς κηδείας αὐτοῦ· καὶ οἷος ἦν τὸ ἦθος καὶ τὴν πλάσιν τοῦ σώματος. Καὶ ὁ μὲν οὕτως εἰς τὴν ἀμείνω βασιλείαν μετέβαινε· στρατηγοὶ δὲ καὶ ἔπαρχοι, καὶ πᾶσα ἡ περὶ αὐτὸν δορυφορία, χρυσῇ θήκῃ τὸ σῶμα ἐνθέμενοι, εἰς τὴν ἐπώνυμον αὐτῷ πόλιν ἤγαγον· καὶ ἐπὶ βή ματός τινος ἀναθέντες, ὅσηπερ ἦν καὶ ζῶντι τιμή καὶ τάξις παρὰ τῶν ἐν τοῖς βασιλείοις ἐγίνετο, πίσω χρώς ολοφυρομένων ἁπάντων, οἷα πατρὸς στέρησιν, οὗ τὴν πεῖραν τῶν ἀγαθῶν εἰλήφεισαν ἄποντες. Τι δὲ καὶ χρή λέγειν, ὅση τιμὴ καὶ δόξα τούτῳ ἐπήγετο, ἕως οὗ τις τῶν παίδων κηδεύσων ἀφίκοιτο; Ἐπεὶ δὲ ἧκε Κωνστάντιος, ἐκ τῆς Εω διαμηνυθεὶς, μεγαλοπρεπῶς ἐκήδευσε τὸν πατέρα ἐν τῇ ἐκκλησίᾳ ἡ τῶν ᾿Αποστόλων ἐστὶν ἐπώνυμος· ἔνθα ἔτι τῷ ζῇν περι ὼν Κωνσταντίνος, ἡρίον ἑαυτῷ κατεσκεύασεν, 8 βω μας Ελλήνων πρότερον ἦν, δωδεκάθεον όνομα, θέα μα λόγου πολλοῦ ἄξιον· ὅπου δὴ ἐν λάρνακι πορφυρί κατετέθη σύναμα Ἑλένῃ μητρί. Ἐκ δὲ τούτου ἔθους γεγενημένου, καὶ οἱ καθεξῆς Χριστιανῶν βα σιλεῖς ἐκεῖ κατατίθενται. Οὐ μὴν δὲ ἀλλὰ καὶ οἱ τοῦ Κωνσταντίνου καὶ ἄλλοι δι' ἀρετὴν ἐπίσκοποι τὸ ἐπίσημον ἔχοντες, καὶ οὗτοι ἐν τῷ τῶν ᾿Αποστόλων ἱερῷ κατατίθενται, οἷάπερ ὁμοτίμου τῆς βασιλείας οὔσης καὶ τῆς ἀκιβδήλου Ιερωσύνης, ἵνα μηδ' ἐν τούτῳ τῶν ἀποστολικῶν λειψάνων ὦσι μακράν. Δόξῃ δὲ πολλῇ ὁ τῶν ἀγαθῶν πρύτανις ἐς ὕστερον ἐτίμα τὸν ἄνδρα, οἷάπερ εὔνουν θεράποντα, καμά των καὶ τεραστίων ἐπαφεὶς χάριν, ἐπί τε τῇ αὐτοῦ λάρνακι, καὶ τῷ ἀνδριάντι, ὃς ἐπὶ τοῦ πορφυρού ἀνίδρυτο κίονος, ὡς μηδεμίαν νόσον ἀντιβαίνειν τοῦ λοιποῦ ἔχειν, τῇ προσψαύσει τῶν εἰρημένων, καὶ πιστοῦσθαι τὸν λόγον Χριστῷ, Τοὺς δοξάζοντάς με δοξάσω, θεσπίσαντι. Εγένετο δὲ ἀνὴρ ἐς τὰ μάλι στα τῆς Χριστιανῶν ἐπαινέτης θρησκείας· ὡς καὶ
col. 221–222page 107 of 633
PG 146:221πρώτος βασιλέων ἄρξει τῆς περὶ τὴν Ἐκκλησίαν σπουδῆς, καὶ εἰς τόσον ἐπιδόσεως ἀγαγεῖν, ὡς εἰς ἄκρον ικέσθαι καὶ μηδενὸς λείπεσθαι. Επιτευχτι κὸς δὲ ὡς οὐκ οἶδ᾽ εἴ τις ἕτερος οἷς ἐπεχείρησεν ἐγεγόνει· καὶ γὰρ ἄνευ, οἶμαι, Θεοῦ οὐδὲν ἔπραττε τῶν τε γὰρ ἔξω πολέμων ἀνακράτος περιεγένετο, καὶ τὴν πολιτείαν οὕτως εὐχερῶς μετέθετο, καὶ πρὸς τὸ δοκοῦν μεταρρύθμισεν, ὡς θᾶττον καὶ βου τὴν ἑτέραν, καὶ σύγκλητον, καὶ πόλιν βασιλεύουσαν καταστῆσαι. Τὴν δ' Ελλήνων θρησκείαν χρόνῳ πολλῷ σπουδασθεῖσαν, καὶ εἰς ἄκρον τῆς δεισιδαιμονίας ἐλάσασαν, καὶ ἐν ἀκμῇ οὖσαν, ἐκ τοῦ ῥᾴστου καθεῖλεν ἅμα τῷ ἐγχειρῆσαι. Ην δὲ καὶ τὸ ἦθος χρηστὸς μάλα καὶ ἤπιος, πρᾶός τε καὶ ἀνδρείᾳ ψυχῇ τὸ μεγαλοπρεπὲς ἐνδεικνύμενος· ἐξύτητι δὲ ναὸς καὶ παιδείᾳ λόγων, ὀρθῷ τε τρόπῳ δικαιοσύνης, καὶ τῷ ἑτοίμῳ τῆς εὐεργεσίας, πάντα; ὑπερ Επλόμενος. Ἐν δὲ μάχαις ἀνδρεῖος· κάλλει δὲ οὐ δενός δεύτερος ἦν. Χαρίεις δὲ τὰ μάλιστα ὢν, σὺν τῷ εὐπρεπεῖ καὶ τὸ μεγαλοπρεπὲς εἶχε· καὶ ἀνα δρομῇ δὲ σώματος ὡραίζετο· ὡς μήτε μακρόν εἶναι λογίζεσθαι, καὶ τοῦ βραχέος πάμπαν ἐξίστασθαι. Εὐρὺς δὲ καὶ τοὺς ὤμους ἦν· ἡρέμα παχύν προβεβλημένος αὐχένα. Ἐρυθράν μέντοι χρόαν ἔχων τοῦ σώματος, οὐ δασείαν ἐπεφέρετο τρίχα. Καὶ αὕτη δ' ὅση τις ἦν, πρὸς τὸ ξανθότερον ἀπένευε. Πετρίως δὲ καὶ τὸν πώγωνα ψιλὸς ἦν. ᾿Αρχιὰν γὰρ τὴν ἐπ' ἐκείνῳ εἶχε τρίχα, καὶ οὐ πάνυ καθήκουσαν, ὡς καὶ πολλαχοῦ τοῦ προσώπου μηδ' ἀναφύειν δι κεῖν. Οι γε μὴν ὀφθαλμοὶ αὐτῷ ἀνδρῶδες ὁρῶντες καὶ ἡμερον, ξενίζουσαν χάριν ἀπέστιλβον· εὐόφθαλμος γάρ τις καὶ μεγαλόφθαλμος ἦν. Ὑπόγριπος δὲ καὶ ἡ εἰς αὐτῷ, ἐφ' ᾗ καί τί σαρκώδες εἶχεν ἐπικα βήμενον. Πλατὺς δὲ τὴν ὄψιν ἦν, καὶ πάνυ μεγαλόψυχος· καὶ εἴπερ τις μάλα θεοφιλής. Ο μὲν οὖν ἅπας τῆς ζωῆς αὐτῷ χρόνος πέντε καὶ ἑξηκονταετῆ διεγένετο· ἀφ᾽ ὧν δύο πρὸς τοῖς τριάκοντα ἦρξε, μηνῶν δεόντων τινῶν, ὡς μοι προείρηται. Με ναρχος δὲ κυρίως ἓξ καὶ εἴκοσι διαγέγονε. Περιέχει δὲ καὶ ἡ παροῦσα ὀγδόη μοι τῶν ἱστοριῶν χρόνον ἐτῶν τριάκοντα καὶ δύο, ἀρξαμένη μὲν ἀπὸ τοῦ πρώτου έτους Κωνσταντίνου· καταλήξασα δὲ ἄχρι τῆς αὐτοῦ τελευτῆς· ὁπηνίκα κόσμου μὲν ἔτος ἑωμί, ἀπὸ δὲ τῆς θείας τοῦ Κυρίου γεννήσεως τριακοσιοστὸν τεσσαρακοστὸν β' έπεραίνετο. ΔΙ. 340.

Book IXLiber Nonus

col. 223–224page 108 of 633
Caput I
PG 146:223ΝΙΚΗΦΟΡΟΥ ΚΑΛΛΙΣΤΟΥ ΤΟΥ ΧΑΝΘΟΠΟΥΛΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑ Σ ΤΟΜΟΣ Θ'. ΚΕΦΑΛ. Α. Προοίμιον τῆς τοῦ τόμου ὅλης ἐκθέσεως· ὅσα ἐντὸς περιέξει. Ὑπὲρ μὲν οὖν τῶν τῇ καθόλου Εκκλησίᾳ ἐπι συμβάντων, ἔτι τῷ ζῆν περιόντος τοῦ Κωνσταν τίκυ, ἀποχρώντως ἡμῖν εἰρῆσθαι δοκεῖ· ἐκδέχεται δὲ τὸ μετὰ τοῦτο λοιπὸν διελθεῖν, καὶ ὅσα ἐπὶ τῶν υἱέων αὐτοῦ τῇ ἱερωσύνῃ ἐπράχθη. Καί γε τῷ πα ρόντι διαληψόμεθα, ὡς ἐκ τῶν Γαλλιῶν ᾿Αθανάσιος ἐπανήκων, τοῖς περὶ Εὐσέβιον ἀντεφέρετο· καὶ ὡς τὸ κράτος εἰς Κώνσταντα καὶ Κωνστάντιον, εἶτα εἰς μόνον τὸν Κωνστάντιον περιέστη. Καὶ περὶ Παύλου και Ευσεβίου και Μακεδονίου τῶν Κωνσταντινουπολιτῶν, καὶ τὰ ἐπὶ τούτοις συμβάντα. Ἔτι δὲ καὶ τὰ ἐν ᾿Αντιοχείᾳ καὶ ᾿Αλεξανδρείᾳ καὶ τῶν ἀναξίως ἐκεῖσε ἱερασαμένων· καὶ ὡς ἐκ Ῥώ μης γράμμασι Κώνσταντος καὶ Ἰουλίου τοῦ Ῥώ μης ἐπανήκοντες Παῦλος καὶ ᾿Αθανάσιος ἔσχον τους θρόνους· καὶ ὡς αὖθις ἠλάθησαν, καὶ περὶ τῶν ἐν Εσπέρᾳ καὶ Εῳ διαφόρων συνόδων τῆς ἐν Σαρδική τε καὶ Σιρμίῳ καὶ Μεδιολάνω, Παλαιστίνῃ τε καὶ Σελευκεία. Διαλήψεται γε μὴν καὶ περὶ Γάλλου τοῦ Καίσαρος, καί τινων αἱρεσιαρχῶν, Φωτεινού, Αετίου, Μακεδονίου τε καὶ Εὐδοξίου, καὶ τῶν δύο Απολλιναρίων. Μεμνήσεται δὲ καί τινων ἐπ' ἀρετῇ διαβοήτων ἀνδρῶν· πρὸς δὲ καὶ Ευσταθίου καὶ Μελετίου τοῦ τῆς Ἀντιοχείας καὶ Σεβαστείας· καὶ τέλος, ὡς οὐκ ἐπαινετῷ χρησάμενος τέλει, ἐτελεύτα Κωνστάντιος. "Αρξομαι δ' ἐντεῦθεν.
col. 225–226page 109 of 633
PG 146:225ΚΕΦΑΛ. Β'. ὺς οἱ περὶ τὴν Νικομηδείας Εὐσέβιον τὸ Αρείου δόγμα συνιστῶν ἐθέλοντες διὰ τοῦ ᾿Αρειανοῦ πρεσβυτέρου ταραχὺς τῇ Ἐκκλησίᾳ ἐκίνησαν. Ἔτι περιόντι τῷ Κωνσταντίνῳ οὐδεὶς ἐτόλμα περιφανῶς τῇ κατὰ Νίκαιαν ἀντιφέρεσθαι πίστει καν και τινες άλλως κρύφα ταύτην οὐκ ἀπεδέχοντο. Ἐπεὶ δ᾽ ἐκεῖνος ἐτελεύτα τὸν βίον, οἱ ἐν μυχῷ καρδίας τὸν ἰὸν τῆς αἱρέσεως τὸ πρὶν ἔχοντες, οι δὴ καὶ πρότερον υποπτοι ἦσαν, εὐθύς ποθεν ἀνα φαγέντες, τοῦ κρύφα λέγειν ἐξέστησαν· καὶ λοιπὸν γυμνῇ κεφαλῇ ὁμόσε πᾶσιν ἐχώρουν, τὴν ᾿Αρείου δίξαν μάλα κρατύνειν σπουδάζοντες, ὧν οἱ Βιθυνοί ἐπίσκοποι καθηγοῦντο, Εὐσέβιός τε καὶ Θεογόνιος. Ρᾳδίως δ᾽ ἂν προχωρῆσαι αὐτοῖς τὰ κατὰ σκοπὸν ᾤοντο, εἰ τὴν ᾿Αθανασίου κάθοδον εἰς τὴν Αλεξάνδρειαν εξρξειαν. Καὶ οἱ μὲν οὕτως εἶχον γνώμης, χειρὸς ἄντικρυς εἰς ὑπουργίαν ἅπασαν κεχρημένοι τῷ πρεσβυτέρῳ, ὅς αἴτιος καὶ ᾿Αρείῳ τῆς ἐπανόδου κατέστη· οὐ γὰρ Κωνσταντίνῳ μό νον, ἀλλὰ καὶ Κωνσταντίῳ τὰ μάλιστα κεχαρισμέν νος ἦν· οἷς & πρὸς βουλῆς αὐτῷ δι' αὐτοῦ ἐπεραίνετο. Τῆς γὰρ Εω κατάρχειν ἠβούλετο· ὅπερ τέως ἡ διαθήκη ἐπέτρεπε τοῦ πατρὸς ἦν αὐτὸς ἐγκεχεί ρι το. Κἀντεῦθεν διὰ τιμῆς ἄγων αὐτὸν, παῤῥησίας τε μετεδίδου πολλῆς· καὶ ἄνετον τὴν εἰς τὰ βασίλεια εἴσοδον εἴα. Καὶ τοίνυν ταῦτα γνώριμόν τε τοῖς πᾶσι μᾶλλον ἐποίει, φίλον τε γνήσιον τῇ γαμετῇ τοῦ κρατοῦντος, καὶ τοῖς περὶ τὴν βασιλικὸν θάλαμον κρατοῦσιν εὐνούχοις, ὧν ἄρχων ἦν της νικαῦτα Εὐσέβιος όνομα, μεγίστην ἐξουσίαν κἀν τῇ βασιλέως οἰκίᾳ πάσῃ περιβεβλημένος. Οὗτος ὑπὸ καθηγητῇ τῷ πρεσβυτέρῳ τῆς ᾿Αρείου μετα σχὼν λύσσης, ἐπαινέτης τῶν ἐκείνου διάπυρος ἦν, πολλούς τε τῶν κατὰ τὰ βασίλεια ὁμόφρονας θᾶτο τον εποίει. Οὐ μὴν δὲ ἀλλὰ καὶ τὴν βασιλίδα διὰ τῆς γυναικωνίτιδος καὶ τοῦ πρεσβυτέρου πρὸς τὴν δυσσεβῆ δόξαν μεθίστη. Ερπον δὲ τὸ κακὸν ἠρέμα τοῖς βασιλείοις, καὶ ἐπὶ τὸν βασιλέα διέβαινε, καὶ φανερὸν κατὰ βραχὺ διὰ τῶν ἔσω τοῖς ἔξω ἐχώρει, καὶ ἀπανταχοῦ διέθει τῆς πόλεως. Καὶ διαλεκτικός τις πόλεμος ἀνεῤῥήγνυτο καὶ ἐν ἀγυιαῖς, καὶ συλ λόγοις, καὶ καπηλείοις, καὶ πάσαις δῆτα συνάξεσι, καὶ γυναῖκες δὲ καὶ παῖδες, οὐκ ἄλλο τι διὰ σπουδῆς εἶχον ἢ περὶ δογμάτων ἐρεσχελεῖν· καὶ τῶν μὲν τῇ ᾿Αρείου προσκειμένων δόξῃ, ὡς εἴη καλή τε καὶ ἀγαθὴ, τῶν δὲ τὰ ἐν Νικαίᾳ δόξαντα μᾶλλον στερ γόντων. Ερις δ᾽ ἐπὶ τούτοις καὶ ζῆλος καὶ ἀπέ χθεια ἀνηγείροντο. ΚΕΦΑΛ. Γ. Ως ᾿Αθανάσιος ἐκ τῶν Γαλλιῶν ἐπανῆκε σὺν ἐπιστολῇ τοῦ Καίσαρος Κωνσταντίνου· καὶ ὡς ἐτελεύτησεν ὁ αὐτὸς Κωνσταντῖνος· καὶ περὶ Ακακίου, ὃς διάδοχος Εὐσεβίου του Παμφίλου ἐγένετο. Καὶ τοῦτο μὲν ταῖς ἀνὰ τὴν Εω πόλεσιν ἦν· αἱ γὰρ ἐν Ἑσπέρα, ἄσυλον τὸ κατὰ Νίκαιαν διετήρουν

Chapter II, IIICaput II, III

col. 227–228page 110 of 633
PG 146:227δόγμα· τὸ δὲ πρᾶγμα τοῖς ἀμφὶ Εὐσίβιων τε καὶ Ο φυλάξοι, ἀδελφοὶ ἀγαπητοί. Κατὰ δὴ τὴν γραφήν Θέογνιν, ἐπὶ τὸ χεῖρον τὴν ἐπίδοσιν προσλαμβάνον, καὶ καθεκάστην ὡς εἰπεῖν ἀναπτόμενον, κατά γνώμην ἐκείνοι; προυχώρει. Καί γε διὰ σπουδής εἶχον καὶ τὸ δόξαν ἀγαγεῖν εἰς πέρας. Τὸ δ᾽ ἦν ἕνα τῶν ὁμοφρόνων αὐτοῖς τῇ ᾿Αλεξανδρείᾳ ἱεραρχεία καταστῆσαι. ᾿Αλλὰ φθάνει τὴν βουλὴν αὐτῶν δι λύσας ἐκ τῆς ἑσπέρας ἐπανιών ᾿Αθανάσιος, ἑνὸς τῶν Αὐγούστων, τοῦ νεωτέρου δηλαδή Κωνσταντίνου, ὃς τῶν πρὸς ἑσπέραν Γαλατῶν ἦρχε, γράμμασιν ὡπλισμένος. Μαθὼν γὰρ, ὡς ὁ πατὴρ αὐτοῦ καὶ ὁμώνυμος τὴν ἐξορίαν ταῖς διαθήκαις ἀνεῖλε, τὴν κάθοδον αὐτῷ ἐπιτρέψας, τὴν ᾿Αλεξάνδρεια, καταλαβεῖν παρεσκεύαζεν. "Α δ' οὖν ἐπεφέρετο γράμματα, οὕτως ἐπὶ λέξεως εἶχον ο Κωνσταντίνας Καίσαρ τῷ λαῷ τῆς καθολικῆς Ἐκκλησίας Αλεξανδρέων. Οὐδὲ τῆς ὑμετέρας ἱερᾶς ἐννοία; ἀποπεφευγέναι τὴν γνῶσιν εἶμαι, διὰ τί τὸν ᾿Αθανάσιον τὸν τοῦ προσκυνητοῦ νόμου υποφήτην πρὸς καιρὸν εἰς τὰς Γαλλίας ἀπεστάλθαι ἐγεγόνει· ἵνα ἐπειδὴ ἡ ἀγριότης τῶν αἱμοβόρων αὐτοῦ καὶ πολύ μέων ἐχθρῶν εἰς κίνδυνον τῆς ἱερᾶς αὐτοῦ κεφαλής ἐπέμενε, μὴ ἄρα διὰ τῆς τῶν φαύλων διαστροφής ἀνήκεστα ὑποστῇ· πρὸς τὸ διαπαίξαι τοίνυν ταύτην, ἀφηρέθη τῶν φαράγγων τῶν ἐπικειμένων αὐτῷ ἀνδρῶν, καὶ ὑπ' ἐμοὶ διάγειν κεκέλευσται οὗτος, ὡς ἐν ταύτῃ τῇ πόλει ἐν ᾗ διέτριβε, πᾶσι τοῖς ἀναγκαίοις ἐμπλεονάζειν· εἰ καὶ τὰ μάλιστα αὐτοῦ ἢ ἀοίδιμος ἀρετὴ ταῖς θείαις πεποιθυία βοηθείαις, καὶ τὰ τῆς τραχυτέρας τύχης ἄχθη ἐξουθενεί. Το γαροῦν εἰ καὶ τὰ μάλιστα πρὸς τὴν προσφιλεστά την ὑμῶν Θεοσέβειαν ὁ δεσπότης ἡμῶν ὁ τῆς ματ καρίας μνήμης Κωνσταντίνος, καὶ σεβαστὸς ὁ ἐμὲς πατὴρ, τὸν αὐτὸν ἐπίσκοπον τῷ ἰδίῳ τόπῳ παρα σχεῖν προῄρητο· ὅμως ἐπειδὴ ἀνθρωπίνῳ κλήρω προληφθείς, πρὸ τοῦ τὴν εὐχὴν πληρῶσαι ἀνεπαύσατο, ἀκόλουθον ἡγησάμην τὴν προαίρεσιν τοῦ τῆς θείας μνήμης βασιλέως διαδεξάμενος πληρῶται. Οστις ἐπειδὰν τῆς ὑμετέρας τύχῃ προσόψεως, ὅσης αἰδοῦς παρ' ἐμοῦ τετύχηκε γνώσεσθε. Οὐ γὰρ θαυμαστὸν εἴ τι δ᾽ ἂν ὑπὲρ αὐτοῦ πεποίηκα· καὶ γὰρ τὴν ἐμὴν ψυχὴν ἤ τε τοῦ ὑμετέρου πόθου εἰ κών, καὶ τὸ τηλικούτου ἀνδρὸς σχῆμα, εἰς τοῦτο ἐκίνει καὶ προέτρεπεν. Η θεία πρόνοια ὑμᾶς δια ταύτην ἡδέως παρὰ τοῖς ᾿Αλεξανδρεῦσιν εἰσδεχθεὶς ᾿Αθανάσιος, τὰς κατ' Αἴγυπτον ἐκκλησίας διεῖπ:ν. Οἱ δὲ περὶ Εὐσέβιον, οἷά τινι βέλει τῇ καθόδῳ ἐκε νου πληγέντες, διαβάλλειν αὖθις και στασιάζειν ἐπεχείρουν, καὶ πράγματα παρεῖχον ἑτέρων διαβολῶν. Ὅσον γὰρ τάχος ἐς βασιλέα φοιτώντες, ὡς στασιώδη διέβαλον, καὶ ὡς τὴν ἐκκλησιαστικήν τάξιν συγχέοντα. Δίχα γὰρ γνώμης ἐπισκόπων ἑαυτῷ τὴν ἐπὶ τῇ ἐκκλησίᾳ ἐπέτρεψεν εἴσοδον. Επ τόσον δὲ τὸν βασιλέα ἠρέθισαν, ὡς αὐτὸν αὖθις ἀπελάσαι τοῦ θρόνου, ὡς αὐτίκα δὴ μάλα ἐροῦμεν. Τηνικαῦτα δὲ καὶ Εὐσέβιος ὃς τὴν Παμφίλου έπω νυμίαν κεκλήρωτο, τὴν ἐν Καισαρείᾳ τῆς Παλα
col. 229–230page 111 of 633
PG 146:229στένης ἐπισκοπην, καὶ τὸν βίον ἀπολιπών, Ακάκιον ἔσχε διάδοχον· δς ἐπ' ἐκείνου δὴ τοὺς ἱερούς νόμους μαθών, οὐ μεῖον δὲ καὶ τὸν ζῆλον ἐκείνου αὐχῶν, φράζειν τε εἰς κάλλος καὶ ἀστεῖος μάλα ἐγένετο. Καὶ πολλὰ μὲν συγγράμματα σπουδῆς ἄξια κατα λέλοιπεν· εὖ δὲ καὶ τὸν τοῦ διδασκάλου βίον συνε έγραψεν. Ἐν οὐ πολλῷ δὲ καὶ Κωνσταντίνος ὁ Και σαρ, τῷ ἀδελφῷ Κώνστα εἰς διαφορὰν καταστάς, ἅτε δὴ τοῖς ἐκείνου μέρεσιν ἐπιών, κἀντεῦθεν που λέγχου δεινοῦ συῤῥαγέντος αὐτοῖς, ὑπὸ τῶν ἐκείνου ἡγεμόνων περὶ Ἀκυλιίαν κτίννυται Κωνσταντίνος καὶ ἡ Ῥωμαίων ἀρχὴ, ὅση μὲν πρὸς ἑσπέραν Κώνσταντι, ἡ δὲ πρὸς Εω πᾶσα τῷ Κωνσταντί ὑπὸ χεῖρα ἐγένετο. ΚΕΦΑΛ. Δ'. Ως Αλεξάνδρου τοῦ Κωνσταντινουπόλεως τε λευτήσαντος, Παῦλος καὶ Μακεδένιες παρὰ τῶν εὐσεβῶν καὶ ᾿Αρειανῶν τὸν θρόνον ἐλάμ ἔανον· καὶ ὡς μετὰ Παῦλον ὑπερόριον γενό μενον, ὁ Νικομηδεὺς Ευσέβιος εἰς τὸν ἐκείνου τόπον καθίστατο. Ἐν δὲ Κωνσταντινουπόλει ἑτέρα ταραχὴ τὴν Ἐκκλησίαν ἐλάμβανεν, ᾿Αλεξάνδρου γὰρ τοῦ ταύτ τῆς ἐπισκόπου, ὅς ταῖς εὐχαῖς κατηγωνίσατο "Αρειον, μετὰ ἔτη μὲν τρία καὶ εἴκοσι τῆς ἐπισκο τῆς, ὀκτὼ δὲ πρὸς τοῖς ἐννενήκοντα τῆς ζωῆς τὸ βιοῦν μεταλλάξαντος, Παῦλος τὴν ἀρχιερωσύνην ἐλάμβανεν ὡς μὲν ᾿Αρειανοὶ διαβάλλουσιν, ἑαυτῷ τὴν προεδρίαν ίδιωσάμενος, γνώμης ἄνευ Ευσεβίου τοῦ Νικομηδείας, καὶ Θεοδώρου τοῦ τῆς Πηρίνθου προέδρου, ἡ νῦν Ηράκλεια λέγεται, οἷς ἐκ πολλοῦ ἡ τοῦ Βυζαντίου χειροτονία διέφερεν, ἐγγειτόνων μάλιστα οὖσιν· ὡς δὲ τἀληθὲς ἔχει ᾿Αλεξάνδρου κρίσει τε καὶ ἐπιλογῇ παρὰ τῶν τηνικάδε ἐνδημούντων ἐπισκόπων τὴν χειροτονίαν ειλήφει. Επει γὰρ ἐν βαθεῖ γήρα ᾿Αλέξανδρος ἔμελλε τελευτᾷν, τῶν περὶ αὐτὸν ἐρωτώντων ποίῳ ἂν ἐπιτρεπτέον εἶναι τὸν θρόνον, δεῖν ἐλέσθαι τὸν ἕτερον εἰσηγεί το. Καὶ εἰ μὲν τὸν βίον ἀγαθόν τε καὶ δόκιμον τὰ θεῖα, καὶ διδασκαλικὸν Παῦλον ἔχετε, ἔλεγε, τὸν πρεσβύτερον, 8; νέος μὲν τὴν ἡλικίαν ἦν, γηραλέον δὲ προσβάλλετο φρόνημα· εἰ δὲ πραγματικόν τινα καὶ μὴ φαύλως πρὸς τοὺς ἐν δυνάμει τῶν ἀρχῶν καὶ τὰς ὁμιλίας ἔχοντα, καὶ τῷ τῆς εὐλαβείας προ σχήματι, ἐν πολλῷ τῷ μέτρῳ ἀμείνων ἐστὶ Μακε δένιος. Καὶ ἄμφω δὲ, μαρτυρίαν προς 'Αλεξάνδρου σχεῖν οἱ Μακεδονίου ἐπαινέται φασί· καὶ δεινὸν μὲν περὶ λόγους γενέσθαι τὸν Παῦλον, κρειττόνως δὲ βιοῦν Μακεδόνιον. Τρυφηλόν δὲ τὸν Παῦλον, καὶ ἀδιαφορία τοῦ ζῆν διαβάλλουσιν ἔοικεν οὖν, ὡς οὐκ ἀγεννῆς περὶ λόγους ἦν· ἐπ' ἐκκλησίας δὲ διδάσκειν μάλα δεξιώς ἔχων ὁ Παῦλος, τοῖς ἐξωῤῥόποις τῶν πραγμάτων καὶ περὶ συνουσίας ἀνθρώπων, τὸ Ελαττον ἀποφέρεσθαι, ὡς δεικνύουσιν αἱ συμβᾶσαι περιστάσεις αὐτῷ· οὐδεμίαν γὰρ διέλυσεν, ὡς οἱ περὶ τὰ τοιαῦτα δεινοί. Καί ερ δὲ τῷ πλήθει στό δρα φιλούμενος, κακῶς ἔσχε παρὰ τῶν ἀντικα σταμένων τοῖς ἐν Νικαίᾳ δόξασι. Καὶ δὴ πρώτην

Chapter VCaput V

col. 231–232page 112 of 633
Caput IV
PG 146:231θρόνου ἐρξίφη, καὶ ἀἰδίῳ κατεδικάσθη φυγῇ· ἐν ᾗ καὶ τὸν δι' ἀγχόνης ὑπέστη θάνατον, τοῦτο τῶν ἀπεχθῶς ἐχόντων συσκευασαμένων αὐτῷ. Αλλά ταῦτα μὲν ὕστερον ἐγεγόνει· τότε δὲ διὰ τὴν χει ροτονίαν, πολὺς κλύδων τῇ Ἐκκλησία ἀνεῤῥιπίζεται περιόντος γὰρ Αλεξάνδρου, οὐκ ἐν πολλῇ παρξη σία ἦσαν οἱ περὶ "Αρειον. Περιεγένοντο δὲ οἱ τὸ ὁμοούσιον πρεσβεύοντε;· καὶ ταῦτ' ἰδόντες οὕτως αἰσχίστῳ μέρῳ διαῤῥαγέντα τὸν ᾿Αρειον κατὰ θεα μηνίαν πάντως. Ὡς δ᾽ ἐτελεύτα, διχῆ τὸ πλῆθος διαιρεθὲν εἰς φανερὰν καθίσταντο ἔχθραν· καὶ ἀμφήριστος ἔρις τὰ πλήθη ἐλάμβανεν. Οἱ γοῦν τὰ ἐν Νικαία στέργοντες Παῦλον προεχειρίζοντα· οἱ δὲ περὶ "Αρειον Μακεδονίῳ ἔσπευδον τὰς ἱερὰς ἐγχει ρίξειν ἡνίας. Καὶ τὴ ἀνὰ τὴν ἐπώνυμον τῆς εἰρήνης ἐκκλησίαν γενόμενοι, ἡ ἐχόμενα του τεμένους τῆς Θεοῦ σοφία; ἐστὶν, ἔνθα δὴ μάλιστα ἡ τοῦ ἀποιχομένου ἐπισκόπου ἐσπουδάζετο δόξα, Παῦλος ἐπίσκε πος ἀνηγόρευτο. Χαλεπῶς δ' ὁ κρατῶν ἐπὶ τῇ χει ριτονία ταύτῃ διατεθείς, ἀπίδημος γὰρ ἂν παρεγένετο, καὶ συνέδριον καθίσας τῶν πάλαι Παύλῳ ἀπεχθανομένων, τὸν μὲν ὡς ἀνάξιον δῆθεν τῆς ἱερατεία; ἀπώσατο· τῷ δὲ Νικομηδείας Εὐσεβίῳ ἐγχειρίζει τὸν θρόνον· καὶ ταῦτα τοῦ κανόνος ἀπαγορεύοντας μη μεταβαίνειν ἐπισκόπους εἰς ἑτέρας πόλεις. Καινὴν δὲ οὐδὲν οἱ οὕτω κατὰ τῆς τοῦ Μονογενούς λελυττηκότες θεότητος, εἰ καὶ τοὺς ἐκείνου νόμους παρέβαινον ἀδεῶς. Οὐ μὴν τοῦτο πρῶτον ἐτόλμα ἀλλὰ καὶ πρότερον τῇ Βηρυτίων ἱερατεύσας, εἰς τὴν Νικομήδειαν μετεπήδησε. Ταῦτα πράξας Κων στάντιος, εἰς Αντιόχειαν παρεγένετο. γραφὴν ὑποστάς, ὡς μὴ κατὰ νόμους βιούς, τοῦ ὁμοούσιον ΚΕΦΑΛ. Ε'. Ὡς Εὐσέβιος ἐν ᾿Αντιοχείᾳ σύνεδεν ἐργασάμενος, ἑτέραν ἔκθεσιν πίστεως υπηγόρευσε καθεῖλε δὲ καὶ τὸν πολὺν Ἀθανάσιον. Ἔτι δέ, καὶ περὶ Εὐσεβίου του Εμεσηνοῦ. Οὕτω δὲ ὁ Εὐσέβιος μείζονα προσειληφώς δύνα μιν, οὐ καθεκτῶς εἶχε πάντα δὲ κάλων εκίνει, τὸ τοῦ λόγου, ὃ καθάπαξ προὔθετο πρᾶξαι. Καὶ δῆ τ' ἐξεργασθείσης τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας, δεκάτῳ ἔτει μετὰ τὴν τῶν θεμελίων καταβολὴν, ἣν ὑπουργώ τῷ Κωνσταντίῳ χρησάμενος, μεγαλοπρεπῶς ἐξ αὐτ τῶν κρηπίδων Κωνσταντῖνος ἀνήγειρε, μεγέθει και τοῦ ὁμοουσίου Επιλογισάμενος ὡς εἴη ἁρπαγείς, καὶ τῇ κάλλει οὐδεμιᾶς λειπομένην· τῇ προφάσει οὖν τῶν ἐγκαινίων αὐτῆς, ἔγκαιρον ἔδοξε τοῖς περὶ Εὐσέβιν σύνοδον ἀθροῖσαι, ἐπὶ τῇ τοῦ ὁμουσίου προφανῶ; καθαιρέσει, καὶ μεταποιήσει τῶν ἐν Νικαία δοξάντων. Καὶ δὴ συνῆλθον ἀπανταχόθεν ἐπίσκοποι εἰς τὴν Αντιόχειαν ζ' καὶ μ' τελοῦντες τὸν ἀριθμόν. Ηγεῖτο δὲ τηνικαῦτα μετὰ Εὐφρόνιον τῆς Ἀντιοχείας Πλά κητος· τῆς δ' ἐν Ἱεροσολύμοις μετὰ Μακάριον Μά ξιμος· ὃς ἐπίτηδες παραγενέσθαι τῇ συνέδῳ ταύτη ἀπείπατο, ἐν νῷ θέμενος, μὴ καὶ αὖθις παρὰ γνώ μην πράξει, ὥσπερ καὶ πρότερον μὴ ἑκὼν τῇ ᾿Αθανασίου καθαιρέσει καθυπογράψας. 'Αλλ' οὐδὲ ὁ Ρώ καθαιρέσει ᾿Αθανασίου υπογράψας. 1,
col. 233–234page 113 of 633
PG 146:233μης ἐπίσκοπος, Ἰούλιος οὗτος ἦν, διαδεξάμενος Σίλβεστρον, τῇ συνόδῳ ἐπεχωρίασεν, οὔτε δι' ἑαυτοῦ, οὔτε μὴν διά τινος τὸν ἐκείνου τόπον ἐπέχοντος· καὶ ταῦτα κανόνος θεσπίζοντος ἐκκλησιαστικού, μὴ δεῖν είναι γνώμης ἄνευ τοῦ Ῥωμαίων ἡγουμένου τὰς ἐκ κλησίας συνοδικῶς κανονίζεσθαι. Αλλ' οὐδὲ τῶν ἄλ λων Ἰταλῶν ἢ τῶν ἐπέκεινα Ῥωμαίων οὐδεὶς ἐκεῖσε συνήλθε. Πέμπτον τοῦτο ἦν ἀπὸ τῆς Κωνσταντίνου τελευτῆς ἔτος, καὶ ἡ σύνοδος τοῦ βασιλέως παρόντος συνεκροτεῖτο. Ητιῶντο δὲ οἱ περὶ Εὐσέβιον Ἀθανάσιον, ὡς θεσμούς ἐκκλησιαστικούς παραλύοι. Πρὶν γὰρ ἐπιτραπείη συνοδικῶς, τὸν θρόνον ἀνέλαβε πολλοῖς δὲ καὶ θάνατον προξενῆσαι, στάσεω; ἐν τῇ εἰσόδῳ γενομένης αὐτοῦ· ὧν οἱ μὲν ἀνῃρέθησαν, οἱ δ' ἐζημίωνται, δικαστικῇ ἐξετάσει παραδοθέντες. Πόλλῆς δὲ καὶ ἄλλης κατ' ᾿Αθανασίου ἐξυφανθείσης διαβολῆς, πρῶτον μὲν Εὐσέβιον, ὃς ἐπεκλήθη Ἐμεσηνὸς, εἰς τὴν ᾿Αλεξάνδρου ψηφίζονται, περὶ οὗ ὕστε ρον ἐροῦμεν· δείσαντος δ᾽ ἐκείνου τὴν εἰς ᾿Αλεξάν Έρειαν ἄφιξιν, Γρηγόριον ἐψηφίσαντο. Εἶτα εἰς τὴν τοῦ δόγματος ζήτησιν ἐλθόντες, οὐδὲν εἶχον μέμψασθαι τῶν ἐν Νικαίᾳ πραχθέντων· χώραν γε μήν δε δώκασι πυκνάς συνόδους ποιεῖν, καὶ ἄλλους όρους πίστεως ἀγορεύειν· ὡς τῇ κατὰ μικρὸν ὑπεξαλλαγῇ ἡρέμα εἰς τὸν ᾿Αρειανικὸν βυθὸν ἐμπεσεῖν. Ἀλλὰ ταῦτα μὲν ὅπως ἐγένετο, σαφέστερον ἡ ἱστορίᾳ δη λώσει· ἃ δ᾽ ἔγραψαν τοῖς κατὰ πόλιν ἐπισκόποις ἦσαν ταῦτα· «Ἡμεῖς οὔτε ἀκόλουθοι Αρείου γεγό ναμεν· πῶς γὰρ ἐπίσκοπο: ὄντες ἀκολουθήσομεν πρεσβυτέρῳ; οὔτε ἄλλην τινὰ πίστιν παρὰ τὴν ἐξ ἀρχῆς ἐκτεθεῖσαν ἐδεξάμεθα. ᾿Αλλὰ καὶ ἡμεῖς ἐξε τασταὶ καὶ δοκιμασταὶ τῆς πίστεως αὐτοῦ γενόμενοι, μᾶλλον αὐτὸν προσηκάμεθα, ήπερ ἠκολουθήσαμεν, Καὶ γνώσεσθε ἀπὸ τῶν λεγομένων· μεμαθήκαμεν γὰρ ἐξ ἀρχῆς, εἰς ἕνα θεὸν τὸν τῶν ὅλων πιστεύειν, τὸν πάντων νοητῶν τε καὶ αἰσθητῶν δημιουργόν τε καὶ προνοητήν· καὶ εἰς ἕνα Υἱὸν τοῦ Θεοῦ μονα γενῆ, πρὸ πάντων τῶν αἰώνων ὑπάρχοντα, και συν ὄντα τῷ γεγεννηκότι αὐτοῦ Πατρὶ, δι᾿ οὗ καὶ τὰ πάντα ἐγένετο τὰ ὁρατὰ καὶ ἀόρατα· τὸν ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν κατ᾽ εὐδοκίαν τοῦ Πατρὸς κατελθόντα, καὶ σάρκα ἐκ τῆς ἁγίας Παρθένου ἀνειληφότα, καὶ πᾶσαν τὴν πατρικὴν αὐτοῦ βουλήν συνεκπεπληρωκότα· πεπονθέναι τε καὶ ἐγηγέρθαι· καὶ εἰς οὐσ ρανοὺς ἀνεληλυθέναι· καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς και θέζεσθαι· καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς καὶ διαμένοντα βασιλέα καὶ Θεὸν εἰς τοὺς αἰῶνας. Πιστεύομεν καὶ εἰς τὸ ἅγιον Πνεῦμα. Εἰ δὲ δεῖ προσο θεῖναι, πιστεύομεν καὶ περὶ σαρκὸς ἀναστάσεως καὶ ζωῆς αἰωνίου.» Ταῦτα πρῶτον γράψαντες τοῖς ἐπισκόποις ἀπέστειλαν, παρασιωπήσαντες, πότερον συναΐδιός ἐστιν ἢ ὁμοούσιος τῷ Πατρὶ, ἢ τοὐναντίον" τῇ δ' Ἀντιόχου ἐπιμείναντες ὥσπερ τῆς προτέρας και τεγνωκότες ἐκθέσεως, ἑτέραν πίστιν ὑπαγορεύουσι κατὰ πάντα τῇ ἐν Νικαίᾳ συνάδουσαν· οὐκ οἶδα εἰ μὴ ἔννοιά τις ἀφανῶς ἔγκειται τοῖς ῥητοῖς. Περὶ δὲ τὸ τέλος καὶ ταῦτά φασι·. Ταύτην οὖν ἔχοντες τὴν πίστιν ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ, πᾶσαν αἱρετικην ἀναθεματίζομεν κακοδοξίαν· καὶ εἴ τις
col. 235–236page 114 of 633
PG 146:235παρὰ τὴν ὑγιῆ τῶν Γραφῶν ὀρθὴν πίστιν διδάσκει Η Συνέβη Εὐστάθιον ὑπὸ κύρου κατηγορηθέντα του Βεροιέως καθαιρεθῆναι ὡς Σαβελλίζοντα. λέγων, ἢ καιρὶν ἢ αἰῶνα εἶναι ἢ γεγονέναι πρὸ τοῦ τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι, ἀνάθεμα ἔστω. Καὶ εἴ τις λέγει τὸν Υἱὸν κτίσμα ὡς ἐν τῶν κτισμάτων, ἢ γέννημα ὡς ἐν τῶν γεννημάτων, καὶ μὴ ὡς αἱ θεῖαι Γραφεί παραδεδώκασι τῶν προειρημένων έκαστα ἢ εἴ τι; ἄλλο διδάσκει ἢ εὐαγγελίζεται παρ' δ παρελάβομεν· ἀνάθεμα ἔστω. Ἡμεῖς γὰρ πᾶσι τοῖς ἐκ τῶν θείων Γραφών παραδεδομένοις υπό τε τῶν προφη τῶν καὶ ἀποστόλων ἀληθινῶς τε καὶ ἐμφανῶς καὶ πιστεύομεν καὶ ἀκολουθοῦμεν.» Εν ταύτῃ δὲ τῇ ἐκε θέσει, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον τὴν θεότητα τοῦ Υἱοῦ ἀποφηνάμενοι, εἰκόνα τε ἀπαράλλακτον τῆς θεϊκῆς οὐσίας καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης, καὶ πρωτότοκον πάσης κτίσεως, οὐκ οἶδ' ὅπως καὶ ὁμοούσιον αὐτὸν εἰπεῖν τῷ Πατρὶ παρητήσαντο. Εκή ρυττόν γε μὴν τὴν τοιαύτην πίστιν, οὕτως εὑρεῖν γεγραμμένην ὑπὸ Λουκιανῷ γραφεῖσα», ὃς κατὰ τὴν Νικομήδειαν ἐμαρτύρησεν, ἀνδρὶ θείῳ, καὶ τὰς ἱε ρας Γραφάς εἴπερ τις ἀκριβωσαμένῳ· οἶμαι τῷ τοῦ μάρτυρος ἀξιώματι σεμνύνοντες τὰ οἰκεῖα, ήπερ ἀληθῆ λέγοντες. Μετεῖχε δὲ τῆς συνόδου ταύτης Εύ σέβιος, ὁ ἐκ Νικομηδείας εἰς τὸν τῆς Κωνσταντίνου θρόνον μετατεθεί;· καὶ ᾿Ακάκιος ὁ τοῦ Παμφίλου Εὐσεβίου καὶ τοῦ θρόνου καὶ τῆς παιδείας διάδοχος Πατρόφιλός τε ὁ Σκυθοπόλεως· καὶ ὁ τῆς κατὰ Πέ ρινθον Ηρακλείας Θεόδωρος· ἑλλόγιμος δὲ ὁ ἀνὴρ, ὡ; καὶ τὴν τῶν Εὐαγγελίων ἑρμηνείαν ὑπαγορεύ σα:· καὶ ὁ Γερμανικίας Ευδόξιος, ὃς μετὰ Μακεδό γιον τῆς Κωνσταντίνου τὸν θρόνον διεἶπε· καὶ Γρη γόριος, ὃς ἐψηφίσθη τῇ ᾿Αλεξανδρέων· οἱ τὰ ἴσα πάντες ἐφρόνουν. Ἀλλὰ γὰρ καὶ Διάνιος ὁ τῆς Καπ παδοκῶν Καισαρείας ἐπίσκοπος, καὶ Γεώργιος ὁ Λα δικείας τῆς Συρίας • πολλοί τε καὶ ἄλλοι, διασήμων θρόνων ἐπίσκοποι καὶ μητροπολιτικὰς ἀξίας ἡμφι σμένοι· πλὴν Ἰουλίου τοῦ Ῥώμης, καὶ τοῦ τῆς Αἰσ λίας Μαξίμου, δι' &; μικρῷ πρόσθεν αἰτίας εἰρήκα μεν. Ἐπὶ δὲ πᾶσι τούτοις καὶ Εὐσέβιος ὁ Εμεσσηνός. Τίς δὲ οὗτος, ἤδη ἐρῶ. Οὗτος ἐξ Εδέσσης τῆς Ὀσροηνῶν γεννηθείς, εὐπατρίδης ἦν· τὰ δὲ ἱερὰ γράμ ματα παιδευθείς, ἔπειτα καὶ τὰ Ἑλλήνων ἐξεδιδάχθη τοῖς ἐκεῖσε διδασκάλοις φοιτήσας. Ἐς ὕστερον δ' Εὐσεβίῳ τοῦ Παμφίλου συγγεγονώς, καὶ Πατροφίλῳ τῷ Σκυθοπόλεως ἐπισκόπῳ, τὰ τῆς θείας ἡκρίβου Γραφῆς. Τῇ δ' 'Αντιόχου προσβαλών, ἡνίκα κατηγορίας Εὐστάθιος ὑποστὰς ὑπὸ Κύρου καθῄρηται, Εύα φρονίῳ τῷ μετ' ἐκεῖνον ὁμωρόφιος ἦν. παραιτούμενος δὲ ἱερᾶσθαι, τοῖς κατ' ᾿Αλεξάνδρειαν διδασκαλείοις ἐφοίτα. Ασκηθεὶς δὲ κἀκεῖθεν ὅσον ἐχρῆν, ἐπανήκεν αὖθις εἰς Αντιόχειαν· καὶ συνδιέτριβε Πλακή του ἐπισκοπήσαντι μετ' Ευφρόνιον. Ἐπεὶ δὲ σύνοδ.ν ἐκεῖσε Εὐσέβιος ὁ τῆς Κωνσταντίνου συνίστα, εἰς τὸν τῆς ᾿Αλεξανδρείας θρόνον τοῦτον ἐψήφιζε. Καὶ γάρ ᾤετο λέγειν δεινὸν ὄντα, καὶ τὸν βίον καλῶς καὶ αγνῶς διεξάγοντα, θᾶττον Αἰγυπτίους μεταῤῥυθμίσαι τῆς περὶ ᾿Αθανάσιον σχέσεως. Ὡς δὲ τὴν τοιαύ
col. 237–238page 115 of 633
PG 146:237τὴν ἀπεώσατο λειτουργίαν, οἰόμενο, ὅπερ καὶ ἀλη- & θὲς ἦν, εὐπρεπές εὑρήσειν μίσος παρὰ τῶν τῆς Αλεξανδρείας, μή τινα ἕτερον ἀντὶ ᾿Αθανασίου ἀνε χομένων ὁρᾷν, εἰς Εμεσαν μετεχώρει. Γρηγόριος δὲ, εἰς τὴν ᾿Αλεξάνδρου προεβιβάζετο. Διαβληθείς δ' ἐν Ἐμέσσῃ, ὡς εἴη τὸ τῆς ἀστρονομίας, ὁ ἀποτελεσματικὸν καλεῖται, μετιών μέρος, φυγὰς εἰς Λαο δίκειαν πρὸς Γεώργιον τὸν ἐκεῖσε ἐπίσκοπον ἥκει, ἑταῖρον ἐκ παλαιοῦ ὄντα. Ο δ' εἰς Αντιόχειαν αὐτῷ συνελθὼν πρὸς Πλάκητον καὶ Νάρκισσον, εἰς τὴν Εμεσσηνῶν αὖθις τὴν ἰδίαν ἀποκατέστη επισκοπήν. Ην δὲ μάλα καὶ βασιλεῖ Κωνσταντίῳ κεχαρισμένος ἐπήγετο γὰρ αὐτὸν πρὸς Πέρσας μέλλων στρα τεύειν· τεράστια γὰρ πολλὰ τὸ θεῖον δι' αὐτοῦ ἐνερ γεῖν, ὡς φησι Γεώργιος ὁ Λαοδικεύς, τὸν βίον αὐτοῦ συνταξάμενος. Καίπερ δὲ τοιοῦτος ὤν, τὰς ἄρκυς τῶν φθονερῶν οὐ διέδρα, ειωθότων τοῖς καλοῖς ἐπι φύεσθαι· μέμψιν γὰρ ἔσχεν ὡς ἐπίσης Σαβελλίω φρονεῖ. Τότε γε μήν, ὡς εἴρηται, τοῖς ἐν Αἰτιοχείς καθίστατο σύμψηφος. Περὶ μὲν οὖν Εὐσεβίου τοσαῦτα ἡ δὲ ἐν Ἀντιοχείᾳ σύνοδος τοιαῦτα πράξασα, διε λύετο. ΚΕΦΑΛ. Γ'. Ως Αθανασίου ἐκβληθέντος, Γρηγόριος μετὰ στρατιωτικῆς φάλαγγος τὴν ἐκκλησίαν κατ ἐσχε· καὶ περὶ Ἰουλίου τοῦ 'Ρώμης ἐπισκόπου· καὶ ὡς ἐχαλέπηγε πε ὶ ᾿Αθανασίου. Κακῶς δ' ἐν ἐκείνοις τοῖς χρόνοις καὶ τὰ κοινά διέκειτο πράγματα· Φράγγοι γὰρ ἔθνος δύσμαχον τῶν πρὸς ἑσπέραν κατέτρεχον Γαλατῶν ἐπιμᾶλλον δροῦντες. Τὰ δὲ πρὸς ἕω ἀρχόμενα ὑπὸ σεισμῶν ἀγρίων ἀνετινάσσοντο. Η δ' 'Αντιόχου μάλιστα καὶ εἰς ἐνιαυτὸν ὅλον ἐσείετο· ὁπηνίκα σὺν πολλῷ πλή θεί στρατιωτών, πέντε χιλιάδες ἦταν τὸν ἀριθμὸν ὧν ἐξηγεῖτο Συριανός, καὶ Γρηγόριος ἐκ τῆς Ἀντιόχου τὴν ᾿Αλεξάνδρου κατέλαβεν. Ἡ δὲ στρατιὰ παρ είπετό οἱ, ὡς ἂν ἀσφαλῆς ἡ εἴσοδος καὶ ἀστασίαστος αὐτῷ γένοιτο, ἀῤῥήτῳ πόθῳ τοῦ πλήθους ἐντετηκό τος εἰς ᾿Αθανάσιον. Οὐ μικρὰ δὲ καὶ οἱ ἐξ ᾿Αρείου ἐκεῖσε ὄντες συνήροντο κατά γε τοῦτο τὸ μέρος, καὶ όπως ᾿Αθανάσιο; ἐξελαθείη διασκοπούμενοι. ἐδεδίεσαν γὰρ μὴ στασιάσαν τὸ πλῆθος, κακῶς ἐκείνους διάθοιτο. Ο δὴ καὶ ᾿Αθανάσιος ὑπειδόμενος, ηρέμα φεύγει. Εσπέρας γὰρ ἤδη καταλαβούσης, ἐπ' ἐκ κλησίας ἦν, προσδοκίμου συνάξεως ού της. Τῆς δὲ στρατιᾶς κατὰ φάλαγγα εὐκόσμω; διαλαβούσης την ἐκκλησίαν, ἐκεῖνος εὐχὴν τελέσας, τῆς ψαλμῳδίας ἐκέλευεν ἔχεσθαι. Οἱ δὲ στρατιῶται τέως ἡσύχαζον, ὡς οὐκ εὔκαιρον δν οἰόμενοι ἐπιθέσθαι, συμφώνου μελωδίας ἐξηχουμένης. Ἐν τούτῳ δὲ ἠρέμα λαθών ᾿Αθανάσιος, ἐν τῷ πάντας διὰ μιᾶς ἐξάγειν πύλης, ἐν μέσῳ τῶν ψαλμῳδούντων ἀβλαβής διεσώζετο, καὶ

Chapter VIICaput VII

col. 239–240page 116 of 633
Caput VI
PG 146:239εἰς Ρώμην ἀνέτρεχε. Γρηγόριος δ', ἐκποδὼν ἐκεί νου γεγενημένου, τὸν θρόνον ἐλάμβανε. Χαλεπῶς δὲ τὸ πλῆθος τοῖς γενομένοις διατεθέν, τὴν παρ' αὐτοῖ; Διονυσίου τοῦ ἐπισκόπου ἐκκλησίαν πυρὶ παραδέξω κεν. Οὕτω δ' ὅσα ἦν πρὸς βουλῆς Εὐσεβίῳ κατειργασμένων, σπουδῇ τε τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων και θῃρημένων, αὐτοῖς δ' ὁμοφρόνων τοῖς ἐπισήμοις τῶν θρόνων ἀντικαταστάντων ἐπί τε Αλεξανδρείας καὶ τῆς παρ' Ορόντην Αντιοχείας, καὶ τῆς ἀνὰ τὸν Ἑλλήσποντον βασιλίδος, εὖ μάλα πειθομένους εἶχον και τοὺς ἀνὰ τόδε σύμπαν ὑπήκοον ἐπισκόπους. Ιούλιος δ' ὁ τῆς Ῥώμης ἐπίσκοπος, καὶ οἱ ἀνὰ τὴν ἑσπέραν ἅπασαν ἱερεῖς, καθάπαξ ἐπαινέται τῆς ἐν Νικαία συνόδου γεγενημένοι, ὑβριοπαθοῦντες ἦσαν τοῖς ἀνὰ τὴν ἕω παρ' ἐλπίδα συμβᾶσιν. Αμέλει τοι καὶ ἥκοντα πρὸς αὐτοὺς ᾿Αθανάσιον ἀσμένως ἐδέξαντο, καὶ τι μῆς ἠξίουν τοιοῦτόν γε ὄντα, καὶ ὁμόφρονα τούτοις καθεστηκότα· καὶ τὴν κατ' ᾿Αθανάσιον δίκην ἐπ' αὐτοῖς γενέσθαι διῳκονόμουν· καὶ γράφοντες προς ἑαυτοὺς τὴν σύνοδον μετεστέλλοντο. Χαλεπαίνων δ τούτοις Εὐσέβιος, διεπρεσβεύετο πρὸς Ιούλιον, αὐτῷ δῆθεν ἐπιτρέπων τὴν κρίσιν τῶν ἐν Τύρῳ δοξάντων κατά ᾿Αθανασίου. Ὦ ὁμοουσίῳ ΚΕΦΑΛ. Ζ'. Ὡς μετὰ Εὐσέβιον πάλιν ὁ Παῦλος τὸν θρόνον ἐλάμβανεν· οἱ δὲ Αρειανοὶ Μακεδόνιον προϊ βάλλοντο, καὶ περὶ τῆς ἀναιρέσεως τοῦ στρατηλάτου Ερμογένους· καὶ ὡς ἐξηλάθη πάλιν ὁ Παῦλος. Πρινὴ δὲ τὴν ἐκ Ρώμης ἀπολογίαν μαθεῖν, ὁ Εὐσέβιος φθάνει τὸν βίον ἀπολιπών, οὐ πάμπολυ τῆς ἐν ᾿Αντιοχεία υστερήσας συνίδου. Τοῦ δὲ του σούτου διαφθαρέντος θηρὸς, ὁ τῆς Κωνσταντίνου εύκ σεβής όμιλος ζήλῳ τῶν κατὰ Νίκαιαν δεδογμένων τὸν Παῦλον αὖθις εἰς τὴν ἐκκλησίαν ἀνήγαγεν. Κατὰ ταυτὸν δὲ καὶ οἱ τῆς ᾿Αρειανών συμμορίας, οἱ ἀμφὶ Θέογνιν καὶ Θέσδωρον τὴν Περίνθιον, Ἡρακλεώτην δὲ αὐτὸν ὀνομάζουσιν, ἐν τῇ κατὰ Παῦλον εἰρημένῃ Εκκλησίᾳ συνελθόντες, Μακεδόνιον τῆς Κωνσταντίνου χειροτονοῦσιν ἐπίσκοπον. Ἐν οἷς ἄλλοι τε πολλοὶ, καὶ Οὐρείκιος, καὶ Οὐάλης· ὧν ὁ μὲν Σιγγιδόνος τῆς ἄνω Μυσίας, Μυρσῶν δὲ τῆς ἄνω Παννονίας Οὐάλης, ἦσαν ἐπίσκοποι· εἰ δὴ ἐς ὕστερον μεταμέλῳ χρησάμενοι βιβλίον μετανοίας τῷ Ρώμης Ἰουλίῳ δόντες, τῷ ὁμοουσίῳ συνέθεντο, καὶ κοινωνεῖν ἠξιώθησαν. Τηνικαῦτα δὲ διάπυροι ζηλωταὶ τῆς ᾿Αρειανικής θρησκείας ὄντες, πολέ μους κατὰ τῆς Ἐκκλησίας οὐ μικροὺς ἀνεστήσαντο ὧν εἷς καὶ ὁ κατὰ Μακεδόνιον. Εμφυλίου γὰρ ἐν τεῦθεν πολέμου γεγενημένου, στάσιν ὁ δῆμος καθ' ἑκάστην ὡς εἰπεῖν εἶχε. Τοῦ δὲ πλήθους συμπίπτοντος ἑκατέρωθεν, πλείστους τε συντρίβεσθαι συνέ βαινε καὶ διόλλυσθαι· & δὴ καὶ βασιλέα μαθόντα, ἔτι κατὰ τὴν ᾿Αντιόχειαν διατρίβοντα, περιοργή τε γενόμενον, Ερμογένει εντείλασθαι στρατηλάτη, τοῖς Θρακῴοις μέρεσι τηνικαῦτα δὴ στειλα· ἐνῳ, ἰδοῦ πάρεργον τὴν βασιλίδα καταλαβεῖν σὺν ἱππικῇ δυ
col. 241–242page 117 of 633
PG 146:241νάμει, καὶ τὸν Παῦλον ἀπελάσαι τῆς ἐκκλησίας. ὡς δὲ παριὼν τὸ κελευσθὲν ἐπεχείρει, καὶ βίαν προσήγεν, οὐ συνεχώρει τὸ πλῆθος. Ἐπεὶ δὲ καὶ ἀμύνειν ἑτοίμως εἶχον, Ερμογένης ἔτι ἐπέκειτο τῇ στρατιωτικῇ χειρὶ χρώμενος. Τὸ δὲ πλῆθος κατά βραχύ στασιάζον ἐξήπτετο, καὶ πρὸς ἀλογωτέρας ἐκινεῖτο ὁρμάς. Επειτα πανδημεί προσιόντες, τὴν Ἑρμογένους ἐμπιπρῶσιν οἰκίαν, καὶ αὐτὸν κτείνουσιν. Εἶτα σχοινίον ἐξάψαντες τῶν ποδῶν, εἷλκον διὰ τῆς λεωφόρου τῆς πόλεως. Ταῦτα μαθὼν ὁ Κων στάντιος, ἱππεὺς ἐλάσας, τὴν βασιλίδα κατέλαβε. Κακῶς δὲ ὁρᾶν τὸ πλῆθος διανοούμενος, παρῆκε δεν δακρυμένους ὁρῶν ὑπαντώντας αὐτῷ. Περιειλέ γε μὴν ἀμφὶ τὸ ἥμισυ τοῦ σίτου, ὃν Κωνσταντίνος κατ᾽ ἔτος ἐκ τῆς ᾿Αλεξανδρείας καὶ τῶν κατ' Αἴγυ στον φόρων τοῖς ἰδίοις ἐδωρεῖτο πολίταις· ἴσως ἄμεινον λογισάμενος περιελεῖν τὰς στάσεις αὐτοῖς, ὑπὸ τρυφῆς, ὡς τὰ πολλὰ, καὶ ῥᾳστώνης φύεσθαι ειωθυίας. Ὀκτὼ γὰρ μυριάδες μέδιμνοι καθ' ἡμέτ ραν ἐχορηγοῦντο σίτου τῷ πλήθει πρὸς Κωνσταντί ναι· ὧν τὸ ἥμισυ τηνικαῦτα περιείλε Κωνστάντιος. Τὴν ὀργὴν δὲ πᾶσαν ἔτρεπεν ἐπὶ Παῦλον· καὶ οὐ του θρόνου μόνον, ἀλλὰ καὶ τῆς πόλεως Κλαυνε. Χαλεπαίνων δὲ καὶ Μακεδονίῳ, ὡς στάσεων καὶ 00 ρύβων αἰτίῳ, οὐ μὴν δὲ ἀλλὰ καὶ τῆς τοῦ Ἑρμογές νους ἀναιρέσεως, καὶ ὅτι τῆς ἐκείνου ἄνευ ἐπιτροπῆς τὴν ἱερωσύνην ἀνέλαβεν, οὔτε συγκροτήσας τὴν ἐκείνου ψήφον, οὔτε μὴν ἀποχειροτονήσας αὐτὸν, ἑάσας δ' οὕτως ἔχειν ἐν ᾗ συνῆγεν ἐκκλησίᾳ, εἰς τὴν Αντιόχου ἀπέστρεφεν. Ἐν τούτῳ δὲ καὶ 'Αρεια να! ὡς νωθῇ περὶ τὴν θρησκείαν Γρηγόριον, καὶ ὡς τοῖς ᾿Αλεξανδρεῦσιν ἀγλευκῆ καθεστῶτα, ἔτι δὲ καὶ διὰ τὰ συμβάντα τῇ εἰσόδῳ αὐτοῦ κατὰ τὴν ἐκκλησίαν τοῦ παρ' αὐτοῖς ἐπισκόπου Διονυσίου, μεθιστῶσι μὲν ἐκεῖνον, Γεώργιον δέ τινα, Καππα τύχην τὸ γένος, μάζῃ καὶ πιτύροις κατατετριμμέ κεν, ὡς καὶ ταρίχων κατῶν θείων ταμίαν γενέσθαι, οἷα δὲ περὶ τὴν θρησκείαν δραστήριον, ἀντικαθιστῶσι τῷ τῆς ᾿Αλεξάνδρου θρόνῳ. ΚΕΦΑΛ. Η. Ως ᾿Αθανάσιος καὶ Παῦλος γράμμασιν 'Ιουλίου ὀχυρωθέντες, τοὺς ἰδίους θρόνους ἀπέλαβον. ᾿Αθανάσιος δὲ τοῖς ἐν Ρώμῃ διήγε, Κώνσταντος τοῦ νεωτέρου τῶν Κωνσταντίνου παίδων τῆς ἑσπέ ρας πάσης κατάρχοντος. Ἐν ταυτῷ δὲ Παῦλος ὁ τῆς Κωνσταντίνου ἀφίκτο, καὶ Μάρκελλος ὁ ᾿Αγκυρα ναι, δι' αἰτίας ὥσπερ εἰρήκαμεν, καὶ 'Ασκληπᾶς, ὁ τῆς Γαζαίων ἐπίσκοπος· ὃς δὴ καὶ οὗτος γενναίως ἀντιφερόμενος τοῖς Ἀρειανοίς, γραφὴν πρὸς τῶν δι' ἐναντίας ὑποστὰς ὡς εἴη θυσιαστήριον ἀνατρέ μας, ἀφῄρηται τὴν ἐπισκοπήν. Κυντιανὸς δὲ ταύ την ἐλάμβανεν. Ἐπίσης δὲ καὶ Λούκιος ὁ τῆ; Αδριανοῦ ἐγκληθεὶς, καὶ τῆς ἀξίας γυμνωθείς, καὶ αὐτὸς ἧκεν εἰς Ῥώμην. Ἐπεὶ δὲ τὰ κατ' αὐτοὺς ἀνέγνω ὁ Ρώμης Ἰούλιος, ὁμονοοῦντας ὅμως περὶ τὰ ἐν Νικαίᾳ δεδογμένα εὑρών, κοινωνίας ἠξίωσε.

Chapter IXCaput IX

col. 243–244page 118 of 633
Caput VIII
PG 146:243Τῷ δὲ τοῦ θρόνου ἀξιώματι ἐκ τῶν ἀνέκαθεν προσ νομίων εἰδὼς προσήκουσαν ἑαυτῷ τὴν τῶν ἁπανταχοῦ ἱερέων κηδεμονίαν τε καὶ ἀνάκρισιν, παῤῥησίας μεστοῖς γράμμασι καθοπλίσας αὐτοὺς, ἑκάστῳ τὴν ἰδίαν ἐκκλησίαν ἀπένειμε, καὶ εἰς τὴν ἕω ἐξέπεμπε, καθαπτόμενος τῶν προπετώς καθελόντων αὐτοὺς, ἅτε δὴ μὴ βεβουλευμένων τὰ δέοντα, δι᾿ ὄχλου το γινομένων ταῖς ἐκκλησίαις, καὶ μὴ ἐμμενόντων τῇ καθάπαξ ἐν Νικαίᾳ κυρωθείσῃ πίστει. Πρὸς δὴ τους τοις ἐκέλευε, καί τινας εἰς ῥητὴν ἡμέραν παρεῖναι, διελέγξοντας, ὡς δικαία ἡ ἐπὶ τοῖς καταψηφισθεῖσιν ἠνέχθη δίκη. Εἰ δ᾽ οὖν, ἠπείλει, εἰ μὴ παύσοιντο νεώτερα πράττοντες, τὴν ἱερὰν εἰσπραχθήσεσθαι καταδίκην. Οἱ μὲν οὖν ἀμφὶ τὸν ᾿Αθανάσιον τοὺς οἰκείους τόπους ἀπέλαβον, διαπεμψάμενοι τὰς ἐπισ στολὰς τοῖς ἑῴοις τῶν ἐπισκόπων· ὕβριν δὲ ἐκεῖνοι λογισάμενοι τὴν τοῦ Ἰουλίου ἐπίπληξιν, ἀθρόοι ἐν Αντιοχείᾳ γενόμενοι, μια γνώμῃ αὐτῷ ἐπιστέλλουσιν ἐπιστολήν τινα, φαιδρῶς μὲν συγκειμένην, μεστὴν δὲ εἰρωνείας πολλῆς, καὶ δικανικῶς διεσκευασμένην. Δεινότητι δὲ χρώματος οὐδὲ ἄμοιρος ἦν ἀπειλῆς. Τὴν μὲν γὰρ Ῥωμαίων πόλιν πᾶσι φέρειν φιλοτιμίαν ἔλεγεν, ἅτ᾽ ἐκ παλαιοῦ ἀποστόλων φροντιστήριον, καὶ εὐσεβείας ὡς ἄν τις εἴποι γεγενημέν την μητρόπολιν, εἰ καὶ ἐξ ἑψας τους καταγγέλλοντας ἐπιδημῆσαι συνέβη· οὐ μὴν τὰ δεύτερα παρὰ τοῦτο ἔχειν ἠξίουν· ὅτι μὴ τῷ τῆς Ἐκκλησίας μετ γέθει πλεονεκτοῦσιν, ἀρετῇ καὶ τοῖς ἄλλοις νικῶντες, ὡς ζοντο. Προέφερον δὲ κακείνῳ εἰς ἔγκλημα, τὸ κοινωνεῖν ἐλέσθαι τοῖς περὶ ᾿Αθανάσιον· καὶ ἐχαλέπαινον ὡς ὑβρισμένης τῆς αὐτῶν συνοδικῆς ἀποφάσεως· καὶ τὸ γενόμενον, οἷα μὴ κατὰ τὸν τῆς Εκκλησίας θεσμὸν προβάν, ὡς ἄδικον διέβαλον. Δεινὰ δὲ παθεῖν, καὶ δικαίως μέμψασθαι διελθόντες, τέλος ὡς εἰ μὲν στέργοι τῶν καταδικασθέντων τὴν ψῆφον, ἐπέφερον· καὶ τῶν ἀντ᾿ αὐτῶν εἰσαχθέντων ταῖς ἐκκλησίαις κατὰ στάσιν, εἰρηνεύειν καὶ αὐτοὺς καὶ κοινωνοὺς εἶναι. ᾿Αντιπράττειν δ᾽ ἐθέλοντι, καὶ αὐτοὺς ὁμόσε κατ' ἐκείνου χωρεῖν· ἐπεί τοί γε οὐδὲ τοὺς πρὸ ἐκείνων ἀνὰ τὴν ἕω ἱερεῖς· Κορνηλίῳ τῷ Ρώμης ἀντειπείν ἰσχυρίζοντο, όπηνίκα τὸν πρεσβύτερον Ναυᾶτον τῆς Ἐκκλησίας ἐξήλαυνε. Περὶ μέν τοι τῶν ἐν Νικαίᾳ οὐδὲν ἔγραψαν, περιττὸν εἰπόντες γράφει», καίπερ πλεῖστα ἔχοντες, τὰ τότε γε γενημένα παραιτεῖσθαι ἀναγκαίως ἔπειθε. Τοιάδε μὲν οἱ τῆς ἕω ἐπίσκοποι τῷ Ἰουλίῳ ἔγραψαν. ΚΕΦΑΛ. Θ Ως ὁ βασιλεὺς Παῦλον ἐξορισθῆναι διὰ Φιλίππου τοῦ ἐπάρχον ἐποίησε· Μακεδόνιον δὲ ἐνεθρόνισε· φυγῇ δὲ ἐχρήσατο Αθανάσιος. Κωνσταντίῳ δὲ τῷ βασιλεῖ κατ' Αντιόχειαν τὰς διατριβάς ποιουμένῳ γράφοντες διέβαλον ὡς στα σιώδεις τοὺς πρὸς ἐκείνων ἐκβεβλημένους. πυθόμενος δὲ καὶ Παῦλον αὖθις εἰληφέναι τὸν θρόνον, ἐθη
col. 245–246page 119 of 633
PG 146:245ριοῦτο· καὶ δὴ γράφει τῷ τῆς πόλεως ἐπάρχῳ Φι λίππῳ, δευτέραν μετὰ βασιλέα τηνικαῦτα τὴν ἰσχὺν περιβεβλημένῳ, Παῦλον μὲν ἐξελάσαι τῆς πόλεως, Μακεδονίῳ δὲ παραδοῦναι τὴν Ἐκκλησίαν. Φίλιππος δ' ἐκ τῶν πρὶν εἰς Ερμογένην πραχθέντων σώφρων γενόμενος, τὰς τοῦ πλήθους δείτας ὁρμάς, τέχνῃ τὴν πρᾶξιν μετέρχεται. Πριν γὰρ ἐν φανερώ καταστῆναι, ὡς περὶ κοινῶν τινων βουλευσόμενος, ἐκάλει τὸν Παῦλον ἀνὰ τὸν Ζεύξιππον· δημόσιον δὲ τοῦτο λουτρόν, περιφανές τε καὶ μέγιστον, ὅ Νου μέρων ἔσχε κλῆσιν εἰσέπειτα. Τὸν δὲ, μετὰ τιμῆς τῆς προσηκούσης ήκοντα, τὰ βασιλέω; γράμματα ἐπε δείκνυ· καὶ διὰ τῶν βασιλείων τῷ εἰρημένῳ γειτονούντων λουτρῶν κατάγων εἰς θάλασσαν, ἐπεβίβαζε πλοίῳ, καὶ εἰς Θεσσαλονίκην κατῆγεν· ἣν δὴ καὶ πατρίδα ἔχειν, καὶ τοὺς προγόνους ἐκεῖθεν ὁρμᾶσθαι ἐλέγετο. Καὶ τὴν μὲν ἕω παντάπασι φεύγειν κατεψηφίζετο· Ιλλυριῶν δὲ καὶ τῆς πρόσω γῆς ἐπιβαίνειν ἐν ἐλευθερία πάσῃ παρέσχεν. Ἐκεῖθεν δ' ὁ ἔπαρχος ἐξιών σύναμα τῷ δυσσεβεῖ Μακεδονίῳ, δρομαίως εἰς τὴν ἐκκλησίαν εἰσήλαυνον. Τὸ δὲ πλῆθος σύμμικτον ἐξ ἁπάντων διακοῦσαν, παρὰ τὴν ἐκκλησίαν ἐφοίτα, σπεύδων ἕκαστος προκαταλαβεῖν, ἄφα τοί τινες καὶ ἀριθμοῦ κρείττους συρρέοντες. Καὶ χεὶρ δὲ στρατιωτική ξιφήρης, δέος εμποιοῦσα τῷ πλήθει παρείπετο. Ἐπεὶ δὲ ἄγχιστα τῆς ἐκκλησίας ἐγένετο, πάροδος δὲ οὐκ ἦν, τοῦ πολλοῦ ὄχλου ἀπαν ταχοῦ περιθέοντος, ὠθισμός τοῖς στρατιώταις ἐτολ μᾶτο συν βία. Μὴ οἴου δὲ ὄντος συνιζάνειν τοῦ πλήθους τῷ εἰς πλεῖστον στενοχωρεῖσθαι, νομίσαν τις οἱ στρατιῶται τὸ πλῆθος ἀνθίστασθαι, καὶ μὴ βούλεσθαι ἐκοντὶ διδόναι τὴν δίοδον, γυμνοῖ; ἐχρῶντο τοῖς ξίφεσι, καὶ ὡς ἀντεπιόντας ἡμύνοντο· καὶ πολλούς τούτους ὡς εἰκὸς διεχρήσαντο. Οὐκ ὀλίγους μέντοι καὶ ὑπ' ἀλλήλων συμπατουμένους λόγος διατ φθαρήναι· ὡς εἶναι τὸ πλῆθος τῶν ἀνῃρημένων ὑπὲρ τρισχιλίου; ἑκατὸν καὶ πεντήκοντα. Μακεδόνιος δὲ ὡς οὐδενὸς καιροῦ γεγονότος, ὥσπερ τις δ' ἀθῶος καὶ καθαρὸς τὰ ἐπιβατήρια, ὡς ἐκ μαγγάνου τινός, ἢ θεὸς τὸ λεγόμενον ἀπὸ μηχανής, ἱεράρχης ἀναφανείς, ὑπὸ τοῦ ἐπάρχου μᾶλλον ἢ κατὰ τὰ τῆς Εκκλησίας ἔθιμα ἐνθρονίζεται· καὶ τοῦτον τὸν τρόπον, καὶ διὰ τοσούτων φόνων, ὅ τε Μακεδόνιος καὶ ᾿Αρειανοὶ τὴν ἐκκλησίαν κατέσχον. Οὕτω δὲ καὶ ὁ Παῦλος τὴν ἀδικον ἐξορίαν ὑφίσταται. Αθανάσιος δὲ τὰς ἀπειλάς Κωνσταντίου δείσας, φυγῇ χρησι μενος ἀφανὴς ἦν. Ἠπείλει γὰρ αὐτῷ κάψειν τὴν κεφαλὴν, τῶν ἐπιβούλων ὡς στασιώδη αἰτιωμένων καὶ ὡς τῇ αὐτοῦ εἰς τὴν ἐκκλησίαν ἐκ Ρώμης εἰσόδῳ, πολύ συμπατηθὲν ἐτεθνήκει πλῆθος. Μάλιστα δ' ἀνηρέθισε τοῦτον συκοφαντία ἦν οἱ ἐξ Αρείου ἐγρά ψαντο· ὡς εἴη τὸ τῶν πτωχῶν σιτηρέσιον, ὃ Κων σταντῖνος ὁ πατὴρ τοῦ κρατοῦντος τοῖς ἐν ᾿Αλεξανδρείᾳ πτωχοίς εἰς διατροφὴν ἐθέσπισε δίδοσθαι, πωλῶν, καὶ ἐξαργυριζόμενος ᾿Αθανάσιος. Εἰδέναι μέντοι χρεών, ὡς καθ' ἂν καιρὸν τὴν ἱερωσύνην κατέσχεν ὁ Μακεδόνιος, Κωνστάντιος τὴν μεγάλην

Chapter XCaput X

col. 247–248page 120 of 633
PG 146:247ἄγχιστα τοῦ τῆς Εἰρήνης ἐπωνύμου ναοῦ· ἣν ὁ τοῦ βασιλέως πατὴρ Κωνσταντίνος, βραχεῖαν οὖσαν τὸ πρότερον, ἐπὶ τὸ νῦν ὁρώμενον μέγεθος ηύξησεν ὡς συμβαίνειν τὰ κράσπεδα τῶν δύο τούτων νεῶν προσεγγίζειν, καὶ εἰς ἕνα δοκεῖν εἶναι περίβολον. ἡ ἐκκλησίαν οἰκοδομῶν ἦν, ἣ Σοφία προσηγορεύθη, Σοφία, ΚΕΦΑΛ. Ι. Ως ὁ Ρώμης Ιούλιος τοῖς ἔῴοις τῶν ἐπισκόπων ἔγραψε, περιθῆναι τινας λόγον ὑπὲρ ᾿Αθανασίου και Παύλου δώσοντας· καὶ όσα ἔγραψε Κωνσταντίῳ τῷ ἀδελφῷ ὁ τῶν ἑσπε ρίων βασιλεὺς Κώνστας· καὶ ὅτι οἱ ἐλθόντες ἑτέραν ἔκδοσιν πίστεως υπηγόρευσαν. Ιούλιος δὲ ὁ 'Ρώμης ἐπίσκοπος, τὰ κατ' ᾿Αθανασίου δεξάμενος γράμματα, & προλαβών Ευσέβιος ἔγραψεν, ἔτι δὲ καὶ ἃ οἱ ἐν ᾿Αντιοχείᾳ συνελθόντες ἀπέστειλαν, ἕτερα δ' αὖθις παρά τινων Αἰγυπτίων ἐπισκόπων, ψευδὴ τὰ κατὰ ᾿Αθανασίου εἶναι πάντα διδάσκοντα· καὶ ἐναντίων δὕτω καταπεμπομένων γραμμάτων, Ἰούλιος ἀντιγράφων μὲν πρὸς τοὺς ἐξ Αντιοχείας ἐπιστείλαντας, διήλεγχε τὸ τῆς ἐπιστολῆς αὐτῶν ἐπαχθές τε καὶ αὐθαδες· καὶ ὡς λαθραίως παρὰ τὰ ἐν Νικαίᾳ δεδεγμένα νεωτερίζειν ἐπιχειροῦσι καὶ παραχαράττειν τὴν πίστιν· ἔτι δὲ καὶ ὡς παρὰ τὸ ἐκκλησιαστικὴν ἔθος πράττουσι, μὴ καὶ αὐ τὸν εἰς τὴν σύνοδον κεκληκότες. Είναι γὰρ ἐκκλησιαστικὸν [κανόνα] ἄκυρα διοριζόμενον εἶναι, ὅσα δὴ πρα χθείη παρὰ γνώμην τοῦ Ῥωμαίων ἐπισκόπου. Τὰ δ' ἐν Τύρῳ καὶ τῷ Μαρεώτῃ πεπραγμένα μὴ ἐν δίκῃ μὴ δεῖν παρὰ γεγενῆσθαι, μονομερούς τυχόντα τῆς ἐξετάσεως. Τὴν δὲ ᾿Αρσενίου χεῖρα συκοφαντίαν προφανῆ ἐλεγε χθῆναι. Εφ' ἅπασι δὲ συνῆγε δίκαιον είναι ᾿Αθανασίῳ καὶ Παύλῳ τὰ μάλιστα βοηθεῖν. Μετ᾿ εὐ πολύ γὰρ καὶ Παῦλος εἰς Κόρινθον ἀπᾶραι σκηψάμενος, εἰς Ἰταλίαν ἐγένετο, καὶ τὰ συμβάντα οἱ οἰκτρῶς ἀπωδύρατο. Ως δὲ μηδὲν ἤνυε γράφων Ἰούλιος τοῖς ἑῴοις τῶν ἐπισκόπων, τῷ τῶν ἑσπερίων βασιλεί Κώνσταντι δῆλα ἐποίει τὰ κατὰ Παῦλον δηλονότι καὶ ᾿Αθανάσιον· καὶ συστάντες ἐκείνῳ, τὰς τῆς 'Αρειανικῆς φάλαγγος δραματουργίας κατέλεγον τοῦ πατρός τε ἐμέμνηντο, καὶ ἣν ἐκεῖνος οἰκουμενικὴν συνήθροισε σύνολον, ἐν μέσῳ παρῆγον· καὶ ὡς νόμῳ τὰ ἐκείνων ἐκράτυνε· καὶ τὸν πατρῷον ζῆλον ἀναλαβεῖν ἔπειγον. Ὁ δὲ γνοὺς ὡς οἰκεῖα τὰ κατὰ τοὺς ἄνδρα; ἄντικρυς έπασχε, καὶ τἀδελφῶ γράφων παρήνει τῆς πατρώας θρησκείας ἀκήρατον φυλάττειν τὸν ὅρον. Ἐκεῖνος γὰρ εὐσεβεία, φησί, τὴν ἀρχὴν κρατύνας, τούς τε 'Ρωμαίων τυράννους τῇ ἀφανείᾳ παρέδωκε, καὶ τῶν κύκλῳ βαρβάρων περιεγένετο. Εδήλου δὲ καὶ τρεῖς ἐπισκόπους ἐξ ἔω πεμφθῆναι λόγον δώσοντας περὶ τῆς καθαιρέσεως Αθανασίου και Παύλου. Καὶ ἐκλέγονται Ν ρκισσος ὁ Εἰρηνοπόλεως τῆς Κιλικίας ἐπίσκοπος, καὶ θεί δωρος ὁ Περίνθιος, καὶ ὁ τὴν ᾿Αρέθουσαν τῆς Σύσ γνώμην τοῦ ἐπισκόπου Ρώμης κανονίζειν τὰς ἔχε κλησίας.
col. 249–250page 121 of 633
PG 146:249μίας ἐπισκοπῶν Μάρκο;· ο? καὶ εἰς Ἰταλίαν ἀφιγμένοι; ἔπειθον βασιλέα δικαίαν εἶναι τῶν ἐπ' αὐτοῖς πεπραγμένων τὴν ψῆφον· καὶ τοῖς περὶ ᾿Αθανάσιον εἰς λόγους ἐλθεῖν οὐ προσήκαντο. Ἐπεὶ δὲ καὶ ὅπως πιστεύουσιν ἐξητάζοντο, ἑτέραν παρὰ τὴν ἐν Ἀντιοχείᾳ συνθέμενοι, ἐπιδιδοῦσι τῷ Κώνσταντι, οὕτω κατὰ ῥῆμα διεξιοῦσαν·. Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, κτίστην καὶ ποιητὴν τῶν πάντων· ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· καὶ εἰς τὸν μονογενῆ αὐτοῦ Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθέντα, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, δι' οὗ ἐγένετο τὰ πάντα ἐν τοῖς ούτ ρανοῖς καὶ ἐπὶ τῆς γῆς, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα Λόγον ὄντα καὶ σοφίαν καὶ δύναμιν καὶ ζωὴν, καὶ φῶς ἀληθινόν· τὸν ἐπ' ἐσχάτου τῶν ἡμερῶν δι' ἡμᾶς ἐνανθρωπήσαντα καὶ γεννηθέντα ἐκ τῆς ἁγίας Παρ θένου· τὸν σταυρωθέντα καὶ ἀποθανόντα· καὶ τα φίντα καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀνεληλυθότα εἰς τοὺς οὐρανοὺς, καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ Πατρὸς, καὶ ἐρχόμενον ἐπὶ συντελείᾳ τῶν αἰώνων κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἀπο διῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· οὗ ἡ βασιλεία ἀκατάπαυστος οὖσα διαμένει εἰς τοὺς ἀπείρους αἰῶνας· ἔσται γὰρ καθεζόμενος ἐν δεξιᾷ τοῦ 12 τρὸς οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τουτέστι τὸν Παράκλητον· ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις, μετὰ τὴν εἰς οὐρανοὺς αὐτοῦ ἄνοδον ἀπέστειλε δι δάξαι καὶ ὑπομνῆσαι πάντα· δι' οὗ καὶ ἁγιασθήτο τα: αἱ τῶν εἰλικρινῶς εἰς αὐτὸν πεπιστευκότων ψυ χεί. Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν Υἱὸν, ἢ ἐξ ἑτέρας ὑποστάσεως, καὶ μὴ ἐκ Θεοῦ, καὶ, ὅτι ἦν ποτέ χρόνο; ὅτε οὐκ ἦν, ἀλλοτρίους οίδεν ή καθολική Εκκλησία.» Ταύτην δεδωκόσι τὴν ἔκθεσιν, συνι δὲν ὁ Κώνστας ὡς ἀδίκως ἐπὶ τοῖς θείοις ἐκείνοις ἀνδράσι συνέστησαν· οὐ γὰρ ἐγκλημάτων χάριν, οὐδὲ βίου φαυλότητι τὴν ἐκείνων ἀπεστράφησαν κοινωνίαν, ὡς ἐδήλουν τὰ ὑπομνήματα, ἀλλ' ὅλον ἡ περὶ τὸ δόγμα διαφωνία ἦν· μηδὲν ἀνύσαντας περ ὧν ἐληλύθεισαν, ὀπίσω ἀνέπεμπε. Καὶ χάσμα τοῖς ἐῴων καὶ ἐσπερίοις ἦν ἡ μέσον διαφορά· ἐν ᾧ χρόνῳ καὶ κατὰ Σίρμιον, Ἰλλυρικὴ δὲ αὕτη πόλις, ἡ κατὰ Φωτεινὸν αἵρεσις ἐπεγένετο· ὅς τῆς μικρᾶς Γαλατίας ὢν, καὶ τῷ προειρημένῳ Μαρκέλλῳ τῆ; πατρίδος ἐπισκόπῳ μαθητευθείς, τῶν ἐκεῖσε ἡγεῖτο ἐκκλησιῶν, φιλὸν ἄνθρωπον δογματίζων τὸν Χριστόν. Περὶ ὦν κατὰ χώραν ἐροῦμεν. ΚΕΦΑΛ. ΙΑ'. Ὡς τῆς ἑσπέρας καὶ ἕω διαστάσης περὶ τὸ δε μα τῆς πίστεως ἐπὶ τρισὶν ἔτεσιν, οἱ ἀνὰ τὴν ἕω ἐπίσκοποι τὴν λεγομένην μακρόστιμον ἔκθεσιν ποιησάμενοι, τοῖς ἐσπερίοις ἀπέστειλαν. Ἐξ ἐκείνου δὲ τριῶν ἔτων διαγεγονότων, οἱ τῆς ἔω ἐπίσκοποι ἑτέραν γραφήν συνθέμενοι, τοῖς ἀνὰ τὴν ἑσπέραν ἔπεμπον ἱερεῦσιν, ἣν μακρόστιχοι γιου μακρόστιχον,

Chapter XICaput XI

col. 251–252page 122 of 633
PG 146:251ὠνόμασαν ἔκθεσιν, ἅτε δὴ πολλοῖς βήμασί τε καὶ νοήμασι συγκειμένην. Αλλ' οὐδ᾽ ἐν ταύτῃ οὐσίας Θεοῦ κατ' ὄνομα μνείαν πεποίηνται. Τούς γε μὴν λέγοντας, ἐξ ἑτέρας υποστάσεως, ἢ ἐξ οὐκ ὄντων τὸν Υἱὸν, καὶ οὐκ ἐκ Θεοῦ, ὅτι ἦν ποτέ χρόνος ἢ αἰὼν ὅτε οὐκ ἦν, ἀπεκήρυττον. Διεκόμιζε την γρα φὴν Εὐδόξιος ὁ Γερμανικίας ἐπίσκοπος, ὃς καὶ μετὰ Μακεδόνιον τῆς Κωνσταντίνου προέστη· Μαρτύριος τε καὶ Μακεδόνιος Μοψουεστίας τῆς ἐν Κιλικία τὴν ἐπισκοπὴν ἔχων. Οἱ δ᾽ ἑσπέριοι ἱερεῖς οὐ προσήκα το τὴν γραφήν. Αποχρῶσαν γὰρ αὐτοῖς τὴν ἐν Νικαία ἔφασκον εἶναι πίστιν, καὶ περαιτέρω μὴ πολυπραγμονεῖν ἐθέλειν ᾤοντο δεῖν· ἐν σχήματι δὲ καὶ τὸ ἀλλόγλωσσον καὶ τὸ μὴ συνιέναι τὰ εἰρημένα πρού βάλλοντο. Ἡ δὲ διὰ μακρῶν ἔκθεσις ταῦτα βήμα σιν αὐτοῖς διελάμβανε ο Πιστεύομεν εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, κτίστην καὶ ποιητὴν τῶν πάντων· ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται· καὶ εἰς τὸν μονογενῆ αὐτοῦ Υἱὸν Ιη σοῦν Χριστὸν Κύριον ἡμῶν, τὸν πρὸ πάντων γεννηθέντα ἐκ τοῦ Πατρός· Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, δι' οὗ ἐγένετο τὰ πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· Λόγον ὄντα καὶ σοφίαν καὶ δύναμιν καὶ ζωὴν καὶ φῶς ἀληθινόν τὸν ἐπ' ἐσχάτων τῶν ἡμερῶν δι' ἡμᾶς ἐνανθρωπήσαντα, καὶ γεννηθέντα ἐκ τῆς ἁγίας Παρθένου· τὸν σταυρωθέντα καὶ ἀποθανόντα, καὶ ταφέντα καὶ ἀνα στάντα τῇ τρίτῃ ἡμέρᾳ· καὶ ἀναληφθέντα εἰς οὐρα γούς, καὶ καθεσθέντα ἐκ δεξιῶν τοῦ Πατρός· ἐρχό μενον ἐπὶ συντελείᾳ τῶν αἰώνων, κρῖναι ζῶντας καὶ νεκρούς· καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτ τοῦ· οὗ ἡ βασιλεία ἀκατάπαυστος οὖσα, διαμένει εἰς ἀπείρου; αἰῶνας. Καθέζεται γὰρ ἐν δεξιᾷ τοῦ Πατρὸς οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Πιστεύομεν δὲ καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τουτέστιν εἰς τὸν Παράκλητον, ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις μετὰ τὴν εἰς οὐρανούς ἄνοδον, ἀπέστειλε διδάξαι καὶ ὑπομνῆσαι αὐτοὺς πάντα· δι' οὗ καὶ ἁγιάζονται αἱ τῶν εἰλικρινῶς εἰς αὐτὸν πιστευόντων ψυχαί. Τοὺς δὲ λέγοντας, ἐξ οὐκ ὄντων τὸν Υἱόν, ἢ ἐξ ἑτέρας ὑποστάσεως καὶ μὴ ἐκ τοῦ Θεοῦ, καὶ ὅτι ἦν ποτε χρόνος ὅτε μὴ ἦν, ἀλλο τρίους οἶδεν ἡ ἁγία καθολική Εκκλησία· ὁμοίως καὶ τοὺς λέγοντας τρεῖς εἶναι Θεούς· ἢ τὸν Χριστὸν μὴ εἶναι Θεὸν πρὸ τῶν αἰώνων· μήτε Χριστόν, μήτε Υἱὸν Θεοῦ εἶναι αὐτόν· ἢ τὸν αὐτὸν εἶναι καὶ Πατέρα καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα· ἢ ἀγέννητον τὸν Υἱόν ἢ ὅτι οὐ βουλήσει οὐδὲ θελήσει ἐγέννησεν ὁ Πατήρ τὸν Υἱόν, ἀναθεματίζει ἡ ἁγία καὶ καθολικὴ ἐκκλησίᾳ. Οὔτε γὰρ ἐξ οὐκ ὄντων λέγειν τὸν Υἱὸν ἀσφα λές, ἐπεὶ μηδαμοῦ τοῦτο τῶν θεοπνεύστων Γραφῶν ἐμφέρεται περὶ αὐτοῦ· οὔτε μὴν ἐξ ἑτέρας ὑπος ά σεως παρὰ τὸν Πατέρα προϋποκειμένης, ἀλλ᾽ ἐπ μόνου τοῦ Θεοῦ γνησίως αὐτὸν γεγεννῆσθαι διδασκόμεθα. Ένα γὰρ τὸν ἀγέννητον καὶ ἄναρχον τὸν Χριστοῦ Πατέρα ὁ θεῖος διδάσκει λόγος. Αλλ' οὐδὲ τὸ, Ιν ποτε ὅτε οὐκ ἦν, τοῖς ἐξ ἀγράφων ἐπισφαλῶς λέγουσιν ὡς χρονικόν διάστημα προενθυμητέον αὐτ τοῦ· ἀλλ᾽ ἢ μόνον τὴν ἀχρόνως αὐτὸν γεγεννηκότα
col. 253–254page 123 of 633
PG 146:253Θεόν. Καὶ χρόνοι γὰρ καὶ αἰῶνες γεγόνασι δι' αὐτοῦ. Ούτε μὴν συνάναρχον οὔτε συναγέννητον τὸν Υἱὸν τῷ Πατρὶ εἶναι νομιστέον συνανάρχου γὰρ καὶ συναγεννήτου οὐδεὶς κυρίως Πατήρ ή Υἱός λεχθήσεται· ἀλλὰ τὸν μὲν Πατέρα μόνον ἄναρχον όντα καὶ ἀνέφικτον, γεγεννηκέναι ἀνεφίκτως καὶ πᾶσιν ἀκαταλήπτως οἴδαμεν· τὸν δὲ Υἱὸν γεγεννῆσθαι πρὸ τῶν αἰώνων καὶ μηκέτι ὅμοιον τῷ Πατρὶ ἀγέννητον εἶναι καὶ αὐτὴν, ἀλλ᾽ ἀρχὴν ἔχειν τὸν γεννήσαντα Πατέρας κεφαλὴ γὰρ Χριστοῦ ὁ Θεός. Οὔτε μὴν τρία όμολο. γοῦντες πράγματα καὶ τρία πρόσωπα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος κατὰ τὰς Γραφάς, τρεῖς διὰ τοῦτο τοὺς θεοὺς ποιοῦμεν· ἐπειδὴ τὸν αὐτοτελῆ καὶ ἀγέννητον, ἀναρχόν τε καὶ ἀδρα τον Θεόν, ένα μόνον οἴδαμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Μονογενοῦς, τὸν μόνον μὲν ἐξ ἑαυτοῦ τὸ εἶναι ἔχοντα, μόνον δὲ τοῖς ἄλλοις πᾶσιν ἀφθόνως χαριζόμενον τὸ εἶναι. Οὔτε μὴν ἕνα Θεὸν μόνον λέγοντες εἶναι, τὸν τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ Πατέρα τὸν μόνον ἀγέννητον, διὰ τοῦτο ἀρνούμεθα τὸν Χριστὸν θεὶν εἶναι προαιώνιον· ὁποῖοι εἰσιν οἱ ἀπὸ Παύλου τοῦ Σαμοσατέως, ὕστερον αὐτὸν μετὰ τὴν ἐνανθρώπησιν ἐκ προκοπῆς τε θεοποιεῖσθαι λέγοντες, τῷ τὴν φύσιν ψιλὸν αὐτὸν ἄνθρωπον γεγονέναι. Οίδαμεν γὰρ αὐτὸν, εἰ καὶ ὑποτέτακται τῷ Πατρὶ καὶ Θεῷ, ἀλλ' ὅμως γεννηθέντα ἐκ τοῦ Θεοῦ, Θεὸν κατὰ φύσιν τέλειον εἶναι καὶ ἀληθῆ, καὶ μὴ ἐξ ἀνθρώπων μετά ταῦτα Θεόν, ἀλλ᾽ ἐκ Θεοῦ ἐνανθρωπῆσαι δι' ἡμᾶς καὶ μηδέπω ποτὲ ἀπολωλεκότα τὸ εἶναι Θεόν. βδελυσσόμεθα δὲ πρὸς τούτοις καὶ ἀναθεματίζομεν καὶ τοὺς Λόγον μὲν μόνον αὐτὸν τοῦ Θεοῦ, ψιλόν καὶ ἀνύπαρκτον ἐπιπλάστως καλοῦντας, ἐν ἑτέρῳ τὸ εἶναι ἔχοντα, νῦν μὲν ὡς τὸν προφορικών λεγόμενον ὑπό τινων, νῦν δὲ ὡς τὸν ἐνδιάθετον· Χριστὸν δὲ αὐτὸν καὶ Κύριον καὶ Θεὸν καὶ μεσίτην καὶ εἰκόνα τοῦ Θεοῦ μὴ εἶναι πρὸ αἰώνων θέλοντας· ἀλλ᾽ ἔκτοτε Χριστὴν αὐτὴν γεγονέναι καὶ Υἱὸν τοῦ Θεοῦ, ἐξ οὗ τὴν ἡμετέραν ἐκ τῆς Παρθένου σάρκα ανείληφε, πρὸ τετρακοσίων ὅλων ἐτῶν. Εκτοτε γὰρ ἀρχὴν βασι λείας τὸν Χριστὸν ἐσχηκέναι θέλουσι· καὶ τέλος ἕξειν αὐτὴν μετὰ τὴν συντέλειαν καὶ κρίσιν. Τοιοῦ τη δέ εἰσιν οἱ ἀπὸ Μαρκέλλου καὶ Φωτεινοῦ τῶν Αγκυρογαλατῶν· οἱ τὴν προαιώνιον ὕπαρξίν τε καὶ θεότητα τοῦ Χριστοῦ, καὶ τὴν ἀτελεύτητον αὐτοῦ βασιλείαν ὁμοίως ἀθετοῦσι τῷ ἱστασθαι δοκεῖν αὐ τοῖς οὕτω τὴν μοναρχίαν. Ισμεν γὰρ ἡμεῖς αὐτὸν οὐχ ἁπλῶς λόγον προφορικὴν ἢ ἐνδιάθετον τοῦ Θεοῦ ἀλλὰ ζῶντα Θεόν Λόγον, καθ᾿ ἑαυτόν τε ὑπάρχοντα, καὶ Υἱὸν Θεοῦ καὶ Χριστόν· καὶ οὕτω προγνωστικῶς συνόντα, καὶ συνδιατρίβοντα πρὸ αἰώνων τῷ ἑαυτοῦ Πατρὶ, καὶ πρὸς πᾶσαν διακονησάμενον αὐτοῦ τὴν δημιουργίαν, εἴτε τῶν ἀοράτων, εἴτε τῶν ὁρατῶν ἀλλ' ἐνυπόστατον Λόγον ὄντα τοῦ Πατρὸς, καὶ Θεὸν ἐκ Θεοῦ. Οὗτος γὰρ ἐστι πρὸς ἄν εἶπεν ὁ Πατήρ Ποιήσωμεν άνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν· ὃς καὶ τοῖς Πατράσιν ὤφθη, δεδω κὼς τὸν νόμον, καὶ λαλήσας διὰ τῶν προφητῶν, καὶ τὰ τελευταῖα ἐνανθρωπήσας, καὶ τὸν ἑαυτοῦ Πατέρα πᾶσιν ἀνθρώποις φανερώσας, καὶ βασιλεύων εἰς τοὺς
col. 255–256page 124 of 633
PG 146:255αἰῶνας τῶν αἰώνων. Οὐδὲν γὰρ πρόσφατον ὁ Χρισ στὸς προσείληφεν ἀξίωμα· ἀλλὰ ἄνωθεν τέλειον αὐτ τὸν, καὶ τῷ Πατρὶ κατὰ πάντα ὅμοιον πεπιστεύκα μεν. Καὶ τοὺς λέγοντας τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καθ᾿ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματός τε καὶ προσώπου τα τρία ονόματα απ ῶς ἐκλαμβάνοντας, εἰκότως ἀποκηρύσσομεν τῆς Ἐκκλησίας· ὅτι τὸν ἀχώρητον καὶ ἀπαθῆ Πατέρα χωρητὸν καὶ παθητὸν διὰ τῆς ἐνανθρωπήσεως ὑπου τίθενται. Τοιοῦτοι γάρ εἰσιν οἱ Πατροπασανοί παρά Ρωμαίοις, Σαβελλιανοὶ δὲ παρ' ἡμῖν λεγόμενοι. Οίδαμεν γὰρ ἡμεῖς, τὸν μὲν ἀποστείλαντα Πατέρα, ἐν τῷ οἰκείῳ τῆς ἀναλλοιώτου θεότητος ἤθει μεμε νηκέναι, τὸν δὲ ἀποσταλέντα Χριστὸν τὴν τῆς ἐναν θρωπήσεως οικονομίαν πεπληρωκέναι. Ομοίως καὶ τοὺς οὐ βουλήσει οὐδὲ θελήσει γεγεννήσθαι τὸν Χρι στὸν εἰρηκότας ἀνευλαβῶς, ἀνάγκην δὲ δηλονότι ἀβούλητον οὐσίαν καὶ ἀπροαίρετον περιτεθεικότας τῷ Θεῷ, ἵνα ἄκων γεννήσῃ τὸν Υἱόν, δυσσεβεστάτους καὶ τῆς ἀληθείας ξένους ἐπιγινώσκομεν· ὅτι τε παρά τὰς κοινὰς ἐννοίας περὶ Θεοῦ, καὶ δὴ παρὰ τὸ βού λημα τῆς θεοπνεύστου Γραφής, τοιαῦτα τετολμήκασι περὶ αὐτοῦ διορίσασθαι· αὐτοκράτορα γάρ ἡμεῖς τὸν Θεὸν καὶ Κύριον αὐτὸν ἑαυτοῦ εἰδότες ἑκουσίως αὐτὸν καὶ θέλοντα τὸν Υἱὸν γεγεννηκένα εὐσεβῶς ὑπειλήφαμεν. Πιστεύοντες δὲ ἐμφόβως καὶ τὸ περὶ αὐτοῦ λεγόμενον, Κύριος ἔκτισε με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ, οὐχ ὁμοίως αὐτὸν τοῖς δι' αὐτοῦ γγνομένοις κτίσμασιν ἢ ποιήμασι γεγεννῆσθαι νοοῦμεν. 'Ασεβὲς γὰρ καὶ τῆς ἐκκλησιαστικῆς πίστεως ἀλλότριον τὸ τὸν κτίστην τοῖς δι' αὐτοῦ ἐκτισμένοις δημιουργήμασι παραβάλλειν, καὶ τὸν αὐτὸν τῆς γενέσεως τοῖς ἀλλοτρίοις τρόπον ἔχειν καὶ αὐτὸν νομίζειν. Μόνον γὰρ καὶ μόνως τὸν μονογενή Υἱὸν γνησίως τε καὶ ἀληθῶς διδάσκουσιν ἡμᾶς αἱ θεῖαι Γραφαὶ γεγεννῆσθαι· ἀλλ' οὐδὲ τὸν Υἱὸν καθ᾽ ἑαυτὸν εἶναι, ζῆν τε καὶ ὑπάρχειν ὁμοίως τῷ Πατρὶ λέγοντες, διὰ τοῦτο χωρίζομεν αὐτὸν τοῦ Πατρός, τόπους δὲ καὶ διαστήματά τινα μεταξὺ τῆς συναφείας αὐτῶν σωματικῶς ἐπινοοῦντες· πεπιστεύκαμεν γὰρ ἀμεσιτεύτως αὐτοὺς καὶ ἀδιαστάτως ἐπισυνήφθαι, καὶ ἀχωρίστως ὑπάρχειν ἑαυτῶν, ὅλον μὲν τοῦ Ια τρὸς ἑνστερνισμένου τὸν Υἱόν, ὅλου δὲ τοῦ Υἱοῦ ἐξηρτημένου καὶ προσπεφυκότος τῷ Πατρὶ, καὶ μόνου τοῖς πατρῴοις κόλποις ἀναπαυομένου διηνεκῶς. Πιστεύοντες οὖν εἰς τὴν παντέλειον Τριάδα τὴν ἁγιωτάτην, τὸν Πατέρα λέγοντες Θεὸν καὶ τὸν Υἱν, οὐ δύο τούτους θεούς, ἀλλ᾽ ἕνα ὁμολογοῦμεν κατὰ τὸ τῆς θεότητος ἀξίωμα, καὶ μίαν ἀκριβῆ τῆς βασι λείας τὴν συνάφειαν· πανταρχοῦντος μὲν καθόλου τοῦ Πατρὸς πάντων καὶ αὐτοῦ τοῦ Υἱοῦ, τοῦ δὲ Υἱοῦ ὑποτεταγμένου τῷ Πατρί· ἐκτὸς δὲ αὐτοῦ πάντων τῶν μετ' αὐτὸν βασιλεύοντος τῶν δι' αὐτοῦ γενομένων, καὶ τὴν τοῦ ἁγίου Πνεύματος χάριν ἀφθόνως τοῖς ἁγίοις δωρουμένου πατρικῷ βουλήματι. Οὕτω γὰρ τὸν περὶ τῆς ἐν Χριστῷ μοναρχίας συν ίστασθαι λόγον παρ: δεδώκασιν ἡμῖν οἱ ἱεροὶ λόγοι.
col. 257–258page 125 of 633
PG 146:257ΙΧ. Ταῦτα ηναγκάσθησαν μετὰ τὴν ἐν ἐπιτομῇ ἐκτεθεῖσαν πίστιν πλατύτερον ἐπεξεργάσασθαι, οὐ κατὰ περιττήν φιλοτιμίαν, ἀλλ' ἵνα πᾶσαν τὴν κατὰ τῆς ἡμετέρας υπολήψεως ἀλλοτρίαν ἀποκαθάρωμεν ὑποψίαν παρὰ τοῖς τὰ καθ᾿ ἡμῶν ἀγνοοῦσι· καὶ γνῶσιν οἱ κατὰ τὴν δόσιν πάντες ὁμοῦ μὲν τῆς συ κοφαντίας τῶν ἑτεροδόξων τὴν ἀναίδειαν, ὁμοῦ δὲ καὶ τῶν ἀνατολικῶν τὸ ἐκκλησιαστικόν φρόνημα, μαρτυρούμενον ἀβιάστως ὑπὸ τῶν θεοπνεύστων Γραφῶν παρ' αὐτοῖς ἀδιαστρόφως.» Εν τούτοις 695 μὲν ἡ μακρόστυχος ἐκείνη ἔκθεσις περιείληπτο. ΚΕΦΑΛ. ΙΒ'. Περὶ τῆς ἐν Σαρδικῇ συνόδου. Ὡς δ' ἀπηξίωτο τοῖς ἐν ἑσπέρᾳ. Κώνστας ὁ Και στη μίαν ήτει χάριν τὸν ἀδελφὸν, Παύλῳ καὶ ᾿Αθανασίῳ τοὺς οἰκείους θρόνους ἀναλαβεῖν. Ως δὲ γρά φων οὐδὲν μᾶλλον ήνυε, τῶν δι' ἐναντίας ἀντιπραττόντων, καὶ τῶν λαῶν διὰ ταῦτα στασιαζόντων, προσιόντες Κώνσταντι οἱ περὶ Παῦλον, σύνοδον ήτουν οἰκουμενικὴν γενέσθαι, ὥστε δὴ καὶ τὰ τῆς πίστεως καὶ τὰ κατ' αὐτοὺς ἀκριβῶς ἐτασθῆναι. Τὴν γὰρ καθαίρεσιν ὑποσχεῖν διετείνοντο διὰ τὸ τῆς πίστεως ἀκραιφνές. Γνώμη τοίνυν τοῖν δυοῖν βασιλέοιν ἐγί νετο, τοὺς ἀφ' ἑκατέρας ἀρχομένης ἐπισκόπους εἰς ζητὴν ἡμέραν καταλαβεῖν τὴν Σαρδικήν, Ιλλυρὶς δὲ πόλις αὕτη, τοῦ μὲν αἰτοῦντος, Κωνσταντίου δὲ ὑπακούοντος, ὥστε την στάσιν διαλυθῆναι. Καὶ ἀπὸ μὲν τῶν πρὸς ἑσπέραν μερῶν ἀμφὶ τριακόσιοι συν ἦλθεν ἐπίσκοποι, ὥς πού φησιν ὁ ἱερὸς ᾿Αθανάσιος, ἐκ δὲ τῆς ἕω ἔξ τε καὶ ἑβδομήκοντα· Σαβίνος ὁ Μα κεδόνιος τοῦτό φησιν· οἷς συγκατείλεκτο καὶ Ἰσχύ ρας ἐκεῖνος, ὁ ἐξ ἑαυτοῦ τὴν ἱερωσύνην ἀναλαβών. Καὶ κατὰ τοῦτο διάφορος καταστὰς ᾿Αθανασίῳ, τοῖς δὲ δι᾽ ἐναντίας προσιών, καὶ τὰ ψεύδη συμπλάσας, ἐπίσκοπος Μαρεώτων παρ' ἐκείνων ἀνεκηρύχθη. Οἱ δ᾽ ἄλλοι τὸ στενὸν τοῦ ὁρισθέντος καιροῦ ἐν αἰ τίαις θέμενοι, ἀπελείφθησαν, ἄλλος ἄλλο τι προ βαλλόμενοι, Ιουλίῳ γε μὴν τὴν μέμψιν ἀνατιθέντες, καὶ ταῦτα πρὸ εἴκοσι μηνῶν τῆς ἀφίξεως τῶν ἐπισ σκόπων κεκηρυγμένης. 'Ην δὲ τοῦτο δέκατον ἔτος, ἀφ' οὗ Κωνσταντῖνος ὁ πατὴρ τοῖν βασιλέοιν πρὸς τὴν ἀμείνω λῆξιν έχώρει. 'Αλλ' οἱ μὲν ἑῷοι, εἰς τὴν Φιλίππου πόλιν τῆς Θράκης γενόμενοι, τοῖς ἑσπε ρίως ἔγραψαν, προκαταλαβοῦσι την Σαρδικήν, διώ σασθαι τοὺς περὶ ᾿Αθανάσιον τοῦ συλλόγου, ὡς ἄπο τοῦ ἱερᾶσθαι γεγενημένοις· μηδὲ γὰρ ἂν ἄλλως εἶναι ἐξὸν εἰς ἓν συνιέναι· ἔπειτα δὲ καὶ εἰς τὴν Σαρδικήν γενόμενοι, τὰ ἴσα διισχυρίζοντο· οἱ δ'

Chapter XIICaput XII

col. 259–260page 126 of 633
PG 146:259ἑσπέριοι, καὶ μάλιστα ῞Οσιος ὁ Κονδρούδης, πόλις εμοούσιον τοῦ ἀνομοίου μ φικά τοῦ ὁμοουσίου δὲ αὕτη τῶν Ισπανῶν, καὶ Πρωτογένης ὁ Σαρδικῆς, εἶπον, ὡς οὐδέποτε ἀπέστησαν τῆς ἐκείνων κοινωνίας, οὐδὲ νῦν ἀποστήσονται, καὶ ταῦτα Ἰουλίου του Ῥωμαίων ἐπισκόπου τὰ κατ' αὐτοὺς διασκεψαμέν νου, καὶ κρίνοντος ἀδίκως ἐπιβουλεύεσθαι· παρεῖναι δὲ καὶ αὐτοὺς, καὶ ἐξελέγχειν πειρωμένους τὴν ἄδι κον ἐκείνην δίκην. Καὶ ἀλλ᾽ ἄττα πρὸς ἀλλήλους ἔγραφόν τε καὶ ἀντεμήνυον· δι᾿ ὧν καὶ μείζων κατ' ἀλλήλων ἐξήφθη δυσμένεια· ὑπερήμερος δὲ καὶ ἡ κυρία ἐγίνετο. Εὐθὺς οὖν ἀπ' ἀλλήλων διέστησαν καὶ συνελθόντες ἑκάτεροι παρὰ μέρος, έναντίας κατ' ἀλλήλων ἤνεγκαν ψήφους. Οἱ μὲν γὰρ ἐξαι ἀνὰ τὴν Φιλίππου τὸ συνέδριον ἐκάθιζον, καὶ τὰ κατ' ᾿Αθανάσιον, Παῦλόν τε καὶ Ἀσκληπᾶν καὶ Μάρκελλον ἔτι κυρώσαντες, καὶ Ἰούλιον τὸν Ῥω μαίων καθῄρουν, ὡς κατάρξαντα τῆς κοινωνίας αυτ τοῖ;. Διὰ ταῦτα δὲ καὶ τὸν ὁμολογητὴν Οσιον καθο εἷλον, καὶ ὅτιπερ φίλος ἐγένετο Εὐσταθίου καὶ Παυ λίνου, οἱ τῆς 'Αντιοχείας ἡγήσαντο· ἐπὶ τούτοις καὶ Μαξιμίνον, ὃς Τριβέρεως ἦν ἐπίσκοπος· ὅτιπερ πρῶτος Παύλῳ κοινωνίας μετέδωκε καὶ τὴν εἰς τὴν Κωνσταντινούπολιν κάθοδον αὐτὸς προεξένησεν. Ἔτι δὲ καὶ ὡς τοὺς ἐξ ἑας εἰς ἑσπέραν ήκοντας ἐπι σκόπους ἀπεκήρυξεν· οὐ τούτους δὲ μόνους, ἀλλὰ καὶ Πρωτογένη τὸν Σαρδικῆς, καὶ Γαυλέντιον, Πρωτ τογένην μὲν, ὡς συναιρόμενον Μαρκέλλῳ τῷ ᾿Αγκύρας, οὗ κατεψηφίσατο πρότερον· τὸν δὲ, ὡς τοὺς πρὸς αὐτῶν καθαιρεθέντας πολλῆς ἀξιοῦντα τιμῆς, καὶ ὅτι περ τἀναντία εφρόνει Κυριακῷ, οὗ διάδοχος ἦν. Περὶ δὲ πίστεως τὸ μὲν ὁμοούσιον ἀπελαύνουσι τὴν δὲ τοῦ ἀνομοίου δόξαν πανταχοῦ γράφοντες δια πέμπουσιν· ἐν ᾗ καὶ τοῖς κατὰ χώραν ἔγραφον μὴ εἰς κοινωνίαν δέχεσθαι καὶ οὓς ἀρτίως κατεψηφίσαν το· ἀλλὰ μηδὲ γραμμάτων αὐτοὺς ἀξιοῦν. Ετεροι δέ φασιν, ὅτι περὶ πίστεως κατὰ τὴν ὑποτεταγμέν νην μακρὰν ἔκθεσιν πιστεύειν ἐκέλευον· ἐν ᾗ ὁμοουσίου μὲν οὐδαμῶς μνείαν πεποίηντο, τῶν δὲ λεγόν των τρεῖς εἶναι Θεούς, ἢ τὸν Χριστὸν μὴ εἶναι Θεόν, ἢ τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦ μα, ἢ ἀγέννητον τὴν Υΐν, ἢ ὅτι ἦν ποτε χρόνος ἢ αἰὼν ὅτε οὐκ ἦν. Τοιαῦτα μὲν οἱ τῆς ἕω ἱερεῖς ἀνὰ τὴν Φιλίππου τῆς Θράκης γενόμενοι ἔδρων· οἱ δ' ἀμφὶ τὸν Ὅσιον περὶ Σαρδικὴν πρῶτα μὲν ἐρήμην τούτων κατεψηφίσαντο· ἐδέξαντο μὲν γὰρ ᾿Αθανά στον, καὶ τὰ ἐν Τύρῳ κατ' αὐτοῦ πραχθέντα ἀνεθεμάτισαν. Τῷ Μαρκέλλῳ τὸν τόπον ἀπέδωκαν, ὡς μὴ τάδε φρονεῖν ὁμολογήσαντα, ἃ διεβάλλετο. Καὶ Ασκληπᾷ δὲ τὴν τῆς Γάζης ἐπισκοπὴν ἐκύρωσαν, ὡς καὶ πρότερον ψήφῳ πολλῶν ἐπισκόπων, καὶ μάς λιστα Ευσεβίου τοῦ Παμφίλου, τὴν ἐπισκοπικὴν εἰληφότος ἀξίαν. Καὶ τἀσφαλὲς δὲ παριστᾷ τὸ τῆς δίκη; ὑπόμνημα· ἀνώρθωσάν τε καὶ Λούκιον, τῶν αὐτοῦ κατηγόρων χρησαμένων δρασμῷ· καὶ ταῖς ἐκείνων παροικίαις ἔγραφον, μὴ ἄλλους ἀλλ᾽ αὐτοὺς ἔχειν ἐπισκόπους, καὶ ὅσον οὔπω καὶ τὴν αὐτῶν και ραδοκεῖν ἄφιξιν. Καθαιροῦσι δὲ καὶ οὗτοι τὸν ἐν Αλεξανδρείᾳ Γρηγόριον, Βασίλειόν τε τὸν ᾿Αγκύρας, Κιντιανὸν τὸν ἐν Γάζῃ· καὶ μήτοι γε επισκέπ
col. 261–262page 127 of 633
PG 146:261ἀλλ' οὐδὲ Χριστιανῶν προσηγορία τούτους τιμᾶν ἐθέσπιζον. Καθεῖλον πρὸς τούτοις Θεόδωρον τὸν Περίνθιον, Νάρκισσόν τε τὸν Εἰρηνουπολίτην, Ακά χιον τὸν Καισαρείας τῆς Παλαιστίνης, τὸν Παμφίλου διάδοχον Ευσεβίου, καὶ Μηνέφαντον τὸν Ἐφέσιον, Ουρσάκιόν τε τὸν Σιγγιδόνος, καὶ Οὐάλεντα τῶν Μουρσῶν τῆς Παννονίας, καὶ τὸν Λαοδικείας Γεώρ γιον, εἰ καὶ τέως τῇ συνόδῳ τῶν ἑῴων οὐ παρήν. Καθεῖλον δὲ τούτους καὶ τῆς κοινωνίας ἐξέωσαν, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ τῆς πατρικῆς οὐσίας χωρίζοντας, καὶ ὅτι τοὺς πάλαι διὰ τὴν ᾿Αρειανικὴν αἵρεσιν ἀποβεβλημένους ἀνεδέξαντο, καὶ εἰς μείζονα λει τουργίας Θεοῦ προήγαγον ἀξιώματα. Καὶ καταψηφισάμενοι τούτων, τοῖς ἀπανταχοῦ ἔπεμπον ἐπισκό τοις τὰ δεδογμένα κυροῦν, καὶ περὶ τὰ δόξαντα τοῖς ἐν Νικαίᾳ ὁμοφρονεῖν· ἐκεῖνα γὰρ κρατύναντες, τὸ ἀνόμοιον ἀπεώσαντο, καὶ τὸ ὁμοούσιον διαῤῥήδην ἐκήρυξαν. Καί τινα δὲ γραφὴν ἐκθέμενοι, πλατυτέραν μὲν τῆς ἐν Νικαία, διατηρούσαν δὲ τὸν ὅρον ἐκείνης, καὶ οὐ παρὰ πολὺ διαλλάττουσαν καὶ τοῖς βήμασιν, ἀπανταχοῦ διεξέπεμψαν. Ἵνα δὲ μή τι καινοτομεῖν παρὰ τὰ ἐν Νικαίᾳ δίξωσιν, "Οσιος καὶ Πρωτογένης, οι τηνικαῦτα τῆς συνόδου προήγον, ἔγραψαν Ἰουλίῳ μετ᾿ ἀσφαλούς μαρτυρίας, κύρια μὲν τὰ ἐν Νικαία νομίζειν, σαφηνείας δὲ χάριν, τὰ ἐκείνῃ ὁρισθέντα πλατύνειν βραχύ· ἵνα μὴ, φασί, τῷ συντετμημένῳ τῆς πίστεως οἱ ἐξ Αρείου εἰς ἄτοπον ὦσιν ἀπάγοντες, ὅσοι μὴ ἴσασι διαλέγεσθαι. Ταῦτα ἐκεῖνοι διαπραξάμενοι, οἴκαδε διελύοντο, ἑκάτεροι γνώμης ὄντες, ὡς καὶ ἄμφω δικαίως πρά ξειαν, οἱ μὲν τὴν ἕως ἐπισκοποῦντες, ὅτιπερ οἱ ἀνὰ τὴν ἑσπέραν τοὺς ὑπ' αὐτῶν καθαιρεθέντας καὶ ἀπωσμένους ἐδέξαντο· οἱ δ' ἀνὰ τὴν δύσιν, ὅτι πρὸ τῆς κοινῆς διαγνώσεως οἱ καθελόντες ἀπέφυγον, καὶ ὅτι οἱ μὲν τὰ ἐν Νικαίᾳ δεδογμένα ἔστεργον, οἱ δὲ τῆς ἕω κιβδηλεύειν ταύτην καὶ παραχαράττειν ἐτόλμων. Οἱ δ' ἐν Σαρδικῇ καὶ Μαρκέλλῳ τῷ πρόσ θεν εἰρημένῳ τῆς ἐν ᾿Αγκύρα Γαλατία; ἐπισκόπῳ τὴν ἱερωσύνην ἐπέτρεψαν· ἐξεῖπε γὰρ τῇ συνόῳ, ὡς οὐ νοηθείη τοῖς πολλοῖς ἡ ὑπ' αὐτοῦ τῷ βιβλίῳ ὑπαγορευθεῖσα φράσις· καὶ διὰ τοῦτο ὑπόνοιαν σχεῖν, τὰ τοῦ Σαμοσατέως Παύλου και Σαβελλίου φρονείν. τὸ ἀνόμοιον, τὸ ὁμοούσιον, ΚΕΦΑΛ. ΙΓ. Οἷα ὁ ἐκκλησιαστικός Σωκράτης ἐπὶ τῆς δόξης Ευσεβίου τοῦ Παμφίλου ιστόρησε· καὶ ὅπως δόξης εἶχε περὶ τῆς ἐν Νικαίᾳ πίστεως ἡ ἑσπέρα τε καὶ ἡ ἕως. Εἰδέναι μέντοι χρεὼν ὡς ὁ τοῦ Παμφίλου Ευσέ διος τρισί βιβλίοις τὸ εἰρημένον ὕποπτον τοῦ Μαρ

Chapter XIIICaput XIII

col. 263–264page 128 of 633
PG 146:263κέλλου ἀνέτρεψε σύγγραμμα, ὡς καὶ πρώην εἰρη καμεν, τὰ πρὸς Μάρκελλον ἐπιγράψας τὸ σπού δασμα. Διαιρήσας γὰρ εἰς μέρη, ἔπειτα τὴν ἀντίρρησιν ἐπάγει καὶ τοῦτο δι᾿ ὅλου ποιεῖ. Ἐξ οὗ σπουδάσματος πολλὰ παρατιθεὶς Σωκράτης ὁ τὰ ἐκκλησιαστικὰ συγγραψάμενος, ἐνίσταται πλεῖστα, ὡς δια βάλλοιτο Ευσέβιος τὰ ᾿Αρείου φρονῶν· παρεισάγει γὰρ τῷ τε τῇ πρώτη συνόδῳ αὐτὸν παρεῖναι, καὶ τοῖς λοιποῖς ὁμόφρονα καταστῆναι· ὡς ἐν τῷ τρίτῳ βιβλί πρὸς Κωνσταντίνον αὐτὸς ἐκεῖνός φησιν. Εκτίθησ δὲ καὶ τὴν εἰς τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εὐσεβὴ ἐξήγησιν· ἐν ᾗ καὶ ταῦτά φησιν· «Ε δὲ λέγει ὁ Κύριος ἐκτίσθαι ἑαυτὸν, οὐχ ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρελθών, ταῦτα ἂν εἴποι τοῖς λο τοῖς κτίσματι καὶ αὐτὸς ὁμοίως ἐκ τοῦ μὴ ὄντος γε γονώς, ὅ τινες οὐκ ὀρθῶς ὑπειλήφασιν, ἀλλ' ὡς ὑφεστὼς μὲν καὶ ζῶν, προών τε καὶ προϋπάρχων τῆς τοῦ παντὸς κόσμου συστάσεως. Αρχειν δὲ τῶν ὅλων ὑπὸ τοῦ Κυρίου τοῦ ἑαυτοῦ Πατρὸς κατατεταγμένος τοῦ ἔκτισεν, ἐνταῦθα ἀντὶ τοῦ κατέταξεν ἢ κατ εσκεύασεν, εἰρημένου. Διαῤῥήδην οὖν τοὺς ἐν ἀν θρώποις ἄρχοντας καὶ ἡγεμόνας κτίσιν ὠνόμασεν εἰ πὼν ὁ ἀπόστολος· Υποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον· εἴτε βασιλεῖ ὡς ὑπερ έχοντι, εἴτε ἡγεμόσιν ὡς δι' αὐτοῦ πεμπομένοις. Καὶ ὁ εἰπὼν δὲ προφήτης ἀπὸ τοῦ Θεοῦ, Ἰδοὺ ἐγὼ στερεών βροντήν καὶ κτίζων Πνεῦμα, καὶ ἀπο στέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ, τὸ κτίζων, οὐκ ἐκ τοῦ γεγονότος εἰς ἀνυπαρξίαν παρείληφεν· οὐ γὰρ τότε ἔκτισεν ὁ Θεὸς τὸ Πνεῦμα, ὅτε τὸν Χριστὸν αὐτοῦ δι' αὐτοῦ πᾶσιν ἀνθρώποις κατήγγειλεν· οὐδὲ γὰρ πρόσφατον ὑπὸ τὸν ἥλιον ἀλλ᾽ ἦν μὲν καὶ προϋπῆρχεν· ἀπεστέλλετο δὲ, καθ' ὃν καιρὸν ἦσαν οἱ ἀπόστολοι συνηγμένοι, ὅτε δίκη βροντῆς ἐγένετο ἦχος ἐκ τοῦ οὐρανοῦ ὥσπερ φερο μένης πνοῆς βιαίας· τοῦ κτίζων ἀντὶ τοῦ καταπέμπων ἢ κατατάσσων εἰρημένου τῆς δὲ βροντῆς καθ ἕτερον τρόπον τὸ εὐαγγελικὸν κήρυγμα δηλούση, Τοιοῦτόν ἐστι καὶ τὸ, Καρδίαν καθαράν κτίσιν ἐν ἐμοὶ, ὁ Θεός· οὐχ ὡς μὴ ἔχων, ἀλλ' ὅτι δήποτε τελεσθῆναι τοιαύτην ηύχετο· καὶ τὸ, Ινα κτίση τοὺς δύο εἰς ἕνα καινὶν ἄνθρωπον, ἀντὶ τοῦ συναγάγῃ. "Ορα μήποτε τοιοῦτόν ἐστι καὶ τὰ, Ενδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα· καὶ τὸ, Εἴ τις ἐν Χριστῷ καιν ἡ κτίσις· καὶ ὅσα ἄλλα τοιαῦτα. Μή θαυμάσῃ; εἰ μεταφορικῶς καὶ ἐν τῷ, Κύριος έκτισε με άρχὴν ὁδῶν αὐτοῦ, τὸ ἔκτισεν ἀντὶ τοῦ κατέστησεν ἢ κατέταξεν εἴρηται. Ταῦτα ἐν τῷ τρίτῳ πρὸς Μάρ κελλον ὁ Εὐσέβιος. Καὶ ταῦτα δὲ λέξεσιν αὐτοῖς Σωκράτης ὑπὲρ αὐτοῦ φησιν·. Εἰ τοίνυν Εὐσέβιος τῆς ἐν Νικαία συνόδου μνήμην ποιούμενος, λεύ σθαι μὲν τὰ τότε ἀμφισβητούμενα λέγει, πάντας δὲ ὁμοφωνῆσαι καὶ ὁμοδοξῆσαι· πῶς Ἀρειανίζειν τινὲς αὐτὸν ὑπολαμβάνουσι; Πλανώνται δὲ Ἀρεια
col. 265–266page 129 of 633
PG 146:265νοί. φρονεῖν αὐτὸν νομίζοντες τὰ αὐτῶν. 'Αλλ' ἐρεῖ τις ὡς ἐν τοῖς λόγοις αὐτοῦ Ἀρειανίζειν δοκεῖ, τῷ συνεχῶς λέγειν, Διὰ Χριστόν· πρὸς ἐν ἀποκρινούμεθα, ὅτι τῇ λέξει ταύτῃ πολλάκις καὶ οἱ τῆς Ἐκκλησίας ἐχρήσαντο, καὶ ταῖς ἄλλαις ταῖς μηνυούσαις τὴν οἰκονομίαν τῆς ἀνθρωπότητος τοῦ Σωτῆ ρος ἡμῶν. Καὶ πρό γε ἁπάντων τούτων ὁ ᾿Απόστολος ταῖς λέξεσι ταύταις ἐχρήσατο, καὶ οὐδέποτε ὡς κακοδοξίας διδάσκαλος ἐνομίσθη. ο Καὶ αὖθις ἐπι φέρει λέγων· «Οὔτε γὰρ ἔχουσι δεῖξαι ὅτι Εὐσέβιος ἀρχὴν τῆς ὑπάρξεως δίδωσι τῷ Υἱῷ τοῦ Θεοῦ, καν ταῖς τῆς οἰκονομίας λέξεσιν ἐν τοῖς βιβλίοις εὑρίσκωσιν αὐτὸν καταχρώμενον· μάλιστα δὲ καὶ ὅτι καὶ θαυμαστὴς καὶ ζηλωτὴς ἐγένετο τῶν Ὠριγένους βιβλίων, ἐν οἷς πανταχοῦ τὸν Υἱὸν ἐκ τοῦ Πατρός γεννηθέντα εὑρίσκουσιν οἱ τῶν Ὀριγένους βιβλίων τὸ βάθος κατανοήσαι δυνάμενοι.» Τοιαῦτα καὶ ἕτερα Σωκράτης παρατιθεὶς, διισχυρίζεται τἀσφαλὲς τοῦ δόγματος Εὐσεβίῳ περιτιθέναι. Ἐγὼ δὲ βουλοίμην ἂν μᾶλλον εἶναι τὸν ἄνδρα τοιοῦτον ἡ δὲ καθόλου Ἐκκλησία οὐ τοιοῦτον τάχα ὑπείληφεν· ᾗ μᾶλλον ἔπεσθαι δίκαιον. Εἰ δ᾽ ἐκεῖνος ἐν τῷ ἀσφαλεῖ τῆς εὐσεβείας ἐστὶν, ὡς οὗτός φησι, καὶ ταῦτα Ναυᾶτος ὤν, τῷ τὰ κρύφι' ἀκριβῶς διειδότι Θεῷ ἑατέον. Ταῦτα μὲν οὕτως· οἱ δ᾽ ἐν Σαρδικῇ συνελθόντες οὕτω διαπραξάμενοι, ἐπο ρεύοντο έκαστος ἐπ᾽ οἶκου. Διεσπατο δὲ τοῦ λοιποῦ τῆς ἑας ἡ δύσις. Οὐκέτι γὰρ ὡς ὁμόφροσιν ἐπεμίγνυντο. Καὶ ὄρος τῆς κοινωνίας, ταῖς μὲν ἑσπερίοις μεταξὺ Ἰλλυριῶν καὶ Θρᾳκῶν ἦν, περὶ δρος 8 Σού σακις κέκληται· περαιτέρω δὲ κοινωνεῖν ἥκιστα ήθελον, διαφόρου τυγχανούσης τῆς πίστεως. Οἷα δὲ φιλεῖ, τὰ τῶν ἐκκλησιῶν ἐν διαβολαῖς καὶ διχονοίαις ἦσαν. Καὶ μεγάλη ταραχή τις καὶ σύγχυσις τῇ καθόλου Ἐκκλησίᾳ ἐπιχωρίαζε. Καὶ γὰρ πρότερον εἰ καὶ διάφοροι καθειστήκεισαν, ἀλλ' ἐπεμίγνυντο τέως, καὶ οὐ μέγα τὸ δεινὸν ἐποίουν παραπλήσια γὰρ τῷ ἐπιμίγνυσθαι φρονεῖν κατὰ Χριστὸν ἐνομίζοντο. Εν συντόμῳ δὲ φάναι, ἡ μὲν κατὰ δύσιν ἅπασα Ἐκκλησία, διὰ τῆς πατρίου ἀγομένη θρησκείας, Έρημος ἔριδος ἦν καὶ τῆς περὶ δόγματα τερθρείας ἀπηλλαγμένη, ἀκραιφνῶς τὴν ἐν Νικαία πίστιν διατρανοῦσα· κἂν καὶ τέως θυρο σάκιος ὁ Παννονίας, καὶ Αυξέντιος ὁ Μεδιολάνων πεῖραν προσήγον διασπᾶν καὶ πρὸς τὴν 'Ἀρειανίζουσαν μεθιστάν δόξαν, τοῦ Ῥωμαίων θρόνου καὶ τῶν ἐσπερίων ἄλλων ἱερέων έγρηγορότων, καὶ τὰς τῆς αἱρέσεως ταύτης βλάστας θάττον ἐξανασπώνε των· ἡ δὲ ἔψα μετὰ τὴν ἐν ᾿Αντιοχείᾳ σύνοδον ἐστασίαζε, καὶ περιφανῶς πρὸς τὴν ἐν Νικαία διε κρίνετο πίστιν. Τὸ δ' ἀληθὲς, πλὴν ὡς συνάγει» ἔνεστι, τῶν μὲν πλειόνων ή γνώμη πρὸς τὴν ἐν Νικαίᾳ δόξαν συνέτρεχεν, ἐκ τῆς τοῦ Πατρὸς ού σίας τὸν Υἱὸν εἶναι ὁμολογούντων· τῇ δ' ἐκ φιλο νεικίας ἔριδι κατεχόμενοι, πρὸς τὴν ὁμοούσιον λέξιν ἀκρατῶς διεφέροντο οἱ μὲν, ὥς τινες εἶπον, ἐξ Διὰ Χριστοῦ.

Chapter XIVCaput XIV

col. 267–268page 130 of 633
PG 146:267ἀρχῆς αὐτῇ ἀντιστάντες, καὶ οἷα δὴ τοῖς τοιούτοις φιλεῖ, τὸ μὴ δόξαι ἡττᾶσθαι τῆς γνώμης είχοντο, περιελεῖν τὴν λέξιν σπουδάζοντες, καὶ αἰσχύνην ἐνόμιζον τὴν μετάθεσιν· ἦσαν δ' οἳ καὶ ἐκ τοῦ πυκνῶς περὶ ταῦτα ἐρεσχελεῖν, καὶ ταῖς ἀληθείαι; ὧδε δοξάζειν ᾑροῦντο· καὶ καθάπαξ τοῦ δέοντος ἐκτραπέντες, ἀμεταθέτως εἶχον. Αλλοι δὲ τὸ μὴ δέον τῆς φιλονείκου γνώμης σταθμώμενοι, πρὸς τὸ κεχαρισμένον τῶν δοξαζόντων ὑπέκλινον, ἢ διὰ δόξαν τε καὶ δέος, ἢ δύναμιν, ἢ καὶ δι' οἰκειότητα καὶ φιλίαν πολλάκις· τάχα δὲ καὶ δι᾿ ἄλλας αἰτίας, ὑφ᾽ ὧν προάγονται ἄνθρωποι ὡς ἔτυχε τὰ μὴ δέον. τα χαριζόμενοι, καὶ τῷ μὴ διὰ παῤῥησίας ἔχειν ἴσως ἐξελέγχειν τὸ προσιστάμενον. Πολλοὶ δὲ τῶν τότε λῆρον ἄντικρυς καὶ περιττήν φλυαρίαν ἡγού μενοι τὸ περὶ τὰ τοιαῦτα προστρίβεσθαι, καθ' ἑαυ τοὺς ἦσαν ἡσύχῳ γνώμῃ, τὸ δόξαν ἐν Νικαίτ στέρ γοντες καὶ τιμῶντες. ἐμοουσίου, ΚΕΦΑΛ. ΙΔ'. Περὶ τῶν Αἰγυπτίων μοναχών, ήγουν τῶν Σκη τιωτῶν καὶ Ταβεννησιωτῶν· ἐν ᾧ καὶ περὶ τῶν ἁγίων δύο Μακαρίων, Παμβώ τε καὶ Παχωμίου· 'Απολλωνίου τε καὶ Ανούβ. Πάντων δ' ἐπέκεινα τῶν ἐν τῇ Εφ πεπαρρησιασμένῳ λόγῳ ἀπρὶξ τῶν ἐν Νικαίᾳ δοξάντων είχοντο Παῦλος ὁ Κωνσταντινουπόλεως καὶ ᾿Αθανάσιος ὁ τῆς ᾿Αλεξανδρείας ἐπίσκοπος, καὶ σὺν αὐτῷ τὸ κατ' Αἴγυπτον σύμπαν μοναχικόν· ὧν καθηγεῖτο Αντώνιος περιὼν ἔτι, καὶ ὅσοι αὐτῷ συνεγένοντο πλεῖστοι δὲ ἦσαν ἀνά τε τὴν Αἴγυπτον καὶ ἀλλα χοῦ τῆς Ῥωμαίων ἀρχομένης· οἱ πολλοὶ ἀνά τε τὴν παροῦσαν ἡγεμονίαν ἐγένοντο, καὶ εἰς τὸν μετέπειτα παρέμειναν χρόνον. Ἐνῶ γὰρ Αμοῦν καὶ Αντώνιον καὶ τὸν Θήβηθεν Παῦλον· καὶ οἷοίπερ ἦταν οἱ ἐπωνύμως ἐκεῖνοι Μακάριοι ἄνδρες, δ τ' Αἰγύπτιος καὶ ᾧ Πολιτικός επώνυμον ο Παφνούτιος τε καὶ Παμβώ, 'Ανούβ τε καὶ Πιτυρίων. Σι ραπίων τε καὶ Ὀρσήνιος, καὶ ὁ Ταβεννησιώτης Παχώμιος, Εφραίμ τε καὶ Ἰλαρίων, καὶ οἱ περὶ Θρᾴκην καὶ Ἰλλυρίδα, Μαρτῖνος ὁ ἀπὸ Σαβωρίας τῆς Παννονίας, καὶ Ἱλάριος ὁ Πικτάβων, ἄνδρες (εσπέσιοι, περὶ ὧν μικρὴν ὕστερον κατὰ χώραν ἐρῶ. Πολλοὶ δὲ καὶ ἄλλως ελλόγιμοι ἄνδρες τοῖς αὐτοῖς συνήκμασαν ἔτεσι, ταῖς ἐκκλησίαις Θεοῦ διαπρέποντες· ὧν περὶ λόγων εἴδησιν τῶν ἄλλων διαφέροντες ἦσαν Εὐσέβιος ὁ τὴν Ἐμεσσηνῶν ἱερα τικῶς διεθύνας, Τίτος ὁ Βόστρων, Σεραπίων ὁ Θμουαῖος, Βασίλειος ὁ 'Αγκυρανός, Ευδόξιος ὁ Γερμανικίας, Ακάκιος ὁ μετὰ Εὐσέβιον τῆς ἐν Παλαιστίνῃ ἡγησάμενος Καισαρείας, καὶ Κύριλλος ὁ τὸν τῶν Ἱεροσολύμων θρόνον μετὰ Μάξιμον οἰαχίζων, καὶ Θεόδωρος ὁ Περίνθιος· οἱ δὴ πάντες ἔκγονα
col. 269–270page 131 of 633
PG 146:269τῆς αὐτῶν παιδείας λόγου πολλοῦ ἄξια ταῖς ἐκκλησίαις καταλελοίπασιν. Εῴκει δὲ πάντας τούτῳ τῷ μέρει παρευδοκιμεῖν, καὶ τὴν καθόλου Ἐκκλησίαν σεμνύνειν, Ἐφραὶμ ὁ Σύρος. Τηνικαῦτα δ' ἔκμαζε καὶ Λουκίφερ καὶ Δίδυμος καὶ ᾿Αέτιος, Ελλόγιμοι μὲν διαφερόντως, τῇ δὲ ἀληθείᾳ μάλα μαχόμενοι, Ὡς ἐπίπαν δὲ φάναι, οἱ τηνικάδε τῶν ἐκκλησιῶν ἡγεμόνες πλείστης ἀκριβείας κατὰ βίον ἐξείχοντο ὑφ᾽ ὧν τὰ πλήθη καλῶς ποιμαινόμενα, τοῦ κατὰ Χριστόν σεβάσματος είχοντο, καὶ καθ᾿ ἑκάστην αὔξην ἡ πίστις ἐλάμβανεν. Ηρέμα γὰρ ἡ ἐκκλησίᾳ τῇ ἐνούσῃ ἀρετῇ καὶ τῇ λαμπηδόνι τῶν ἀγα θῶν πράξεων, ὑφ᾽ ὧν τεράστια καὶ θεοσημείαι ἐγίνοντο, παρά τε ἱερῶν ἀνδρῶν, καὶ ἄλλως έχω κλησιαστικῶν, ἐπὶ μέγα δόξης προήγετο· καὶ ἡ τῶν Ἑλληνιστῶν θρησκεία διασυλᾶτο, κἀκ τῆς μοχθηρᾶς τερθρείας πρὸς τὴν ἀληθινὴν πίστιν μετέβλεπεν. Ἐπεὶ δὲ τῶν ὁσίων τούτων ἐμνήσθην ἀνδρῶν, δεῖν οἶμαι τέως τούτῳ τῷ λόγῳ ἐπιδραμεῖν, καὶ ὅσοι δὴ ἄλλοι περιφανείς ἄνδρες τηνικαῦτ' ἀκμάσαντες κλέος ἔσχον. Καὶ προκείσθωσαν οἱ ἀοί διμοι τῆς Σκήτεως ἡγεμόνες καὶ τῶν ἐκεῖσε ἐρέων κατέστησαν. Μακάριοι δὲ ἀμφοτέροις ἦν ὄνομα ὧν ὁ μὲν Αἰγύπτου ὡρμᾶτο· ἕτερος δ' Αστὸς ἀνα μάζετο· τὴν γὰρ Αλεξάνδρου είχε πατρίδα. Θείοι δὲ ἄνδρες καὶ ἄμφω ἐγένοντο. Θαυμάσιοι δὲ καὶ τὸ φιλοσοφεῖν ἦσαν, καὶ οὐκ ἀμοιροῦντες θείας προ γνώσεως· δεξιοὶ δὲ καὶ δαίμονας ἀπελᾷν· τεραστίων δὲ καὶ ἱσμάτων πρόχειροι αυτουργοί. ἂν ἕτερος ὁ Αἰγύπτιος καὶ νεκρὸν ἀνίστα, ὡς ἂν γέ τινα δόγματος ἀλλοτρίου πείσοι πιστεύειν νεκροὺς ἀνο ίστασθαι. Πέρα δὲ τῶν β' παρελάσας λόγος ἐκεῖνον τὸ ζῇν. ἂν τὰ ὑπὲρ ἥμισυ τῇ ἐν ἐρήμῳ ἐπόνει διατριβής μάλα δὲ καὶ ἔτι νέος ὢν τῇ φιλοσοφία διέπρεπεν, ὅθεν καὶ Παιδαριογέρων τὸ ἐπώνυμον ἔσχε, καὶ τὸν τοῦ πρεσβυτέρου δὲ βαθμὸν ἔβαινε, τεσσαρακοντούτης γενόμενος. Ὁ δὲ Πολιτικὸς ἐν ἐλάττονι χρόνῳ τὸ ἴσον τῆς ἀξίας εὕρατο· ἀπάσης δ' ἀσκήσεως τὴν πεῖραν εἰς ἄκρον εἴληφε. Τὰ μὲν γὰρ αὐτὸς εὕρισκε, τὰ δ᾽ ἀκούων, παντί τρόπῳ κατορθοῦν ἐπειρᾶτο. Ες τοσοῦτον δ' ἦν συντετηγ μένος τε καὶ κατεσκληκώς, ώς μηδ' ἐνεῖναι τρίχας φύειν τὸν πώγωνα. Ην δ' ὁ μὲν Αἰγύπτιος μετά τοῦ εὐλαβοῦς αυστηρό; ἄτερος δὲ ὁ ᾿Αλεξανδρεύς παραπλήσιος ἐφ' ἅπασι τῷ Αἰγυπτίῳ ὤν, ἐν τούτῳ παρήλλαττεν, ὅτιπερ ἱλαρὸς τοῖς ἐντυγχάνουσιν ἦν. καὶ τῷ χαριεντίζεσθαι τοὺς νέους ἦγε πρὸς ἄσχης σιν. Τούτων Ευάγριος ἐγένετο μαθητής· καὶ τὴν δι' ἔργων φιλοσοφίαν ἐκτήσατο, πρότερον λόγῳ μόνῳ φιλοσοφῶν, χρόνῳ δ' ἐκείνῳ κατὰ τὸν αὐτὸν χῶρον συνεφιλοσόφουν αὐτοῖς Παμβώ τε ἡ διαβόητος, καὶ ὁ ἰσάγγελον εἴπερ τις πολιτείαν ἀσκήσας Παΐσιος, Ηρακλείδης τε καὶ Κρόνιος, Παφνούτιος Παιδαριοτέρων,
col. 271–272page 132 of 633
PG 146:271τε καὶ Πουτουβάςτης καὶ 'Αρσίσιος, καὶ ὁ πολὺς Σεραπίων· πρὸς δὲ Τιτυρίων ἐκεῖνος, ὃς ἀλλαχοῦ, παρ' Αθηναίοις δηλαδή, τὸ ἀσκητήριον εἶχε· καὶ ὁ πολὺς ἐκεῖνος Παχώμιος, δν κατάρξαι καὶ ἡγήσασθαι τῆς τῶν Ταβεννησιωτών διαίτης καὶ πολιτείας λόγος. Καινὴ δέ τις ἦν ἐκείνοις ἡ πολιτεία ἐν τισι παραλλάττουσα τῶν λοιπῶν μοναχῶν· ψυχῇ μέντοι ἔθος ἐνιεῖσα πρὸς ἀρετὴν αἴρεσθαι, καὶ τὰ περὶ γῆν ἐν δευτέρῳ ποιεῖν, ἄνω δὲ βλέπειν ἀεί· ὡς ἄν γ᾽ ἐν ῥᾳστώνῃ εἴη πρὸς τὸν οὐράνιον ἀφορᾷ, χει ρον, κάτω που τιθεμένοις τὸν χοῦν. Μηλωτὴ γὰρ ἦν ἐκείνοις τὸ ἔνδυμα· σύμβολον οἶμαι τῆς τοῦ Θεσβίτου γενναίας πρὸς τὰ ἀφροδίσια καὶ τὰς ἐπι θυμίας συντήξεως καὶ νεκρώσεως· ἴσως δὲ καὶ ζήλῳ τῶν ἴσων ἐκείνῳ ἐλπίδων, πρὸς τὸ σωφρονεῖν ἑτοίμως χωρεῖν. Οὐ μὴν δὲ ἀλλὰ καὶ τὰ τῶν ἑτέρων ἐν Αἰγύπτῳ μοναχῶν περιβλήματα λόγος έχει πρός τι φιλοσοφίας ὑπόδειγμα ἀφορᾷν· μηδὲ γὰρ ἂν οὕτως, ὡς ἔτυχε, τῆς τῶν πολλῶν ἀναβολῆς παραλλάσσειν. Τὸ μὲν γὰρ ἀχειρίδωτον ἔνδυμα εἶμαι που παίδευμα εἶναι μὴ τὰς χεῖρας βαδίας ἔχειν πρὸς ὕβριν τὸ δὲ τῆς κεφαλῆς κάλυμμα εἰς ὀξὺ λήγον, ὥσθ' ἁπλοῦς εἶναι καὶ μὴ ἀμύνεσθαι, και θαρῶς δὲ καὶ ἀκεραίως βιοῦν, ἐπίσης τοῖς γάλακτι τρεφομένοις παισὶν, οἷς φίλον τοιαύταις ἐξ οθόνης τιάραις καλύπτεσθαι, αἱ τὸ ἡγεμονικόν σκέπουσί τε ἅμα καὶ περιθάλπουσιν. Ἡ δὲ ζώνη καὶ ὁ τοὺς ὤμου; διατρέχων αναβολεὺς καὶ βραχίονας τὸ ἔτοι μον εἰς διακονίαν Θεοῦ ὑπαινίσσεται, καὶ ὧν πα ρακελεύεται τὴν ἐκπλήρωσιν, εὐζώνως τελεῖν. Ἴσως δ' ἂν καὶ ἄλλοι ἄλλους ἀποδυἶεν λόγου; 705 προσήκοντας τῷ φιλοσοφεῖν· ἐμοὶ δ' ἀπόχρη του σοῦτον εἰπεῖν. Περὶ δὲ Παχωμίου, λόγος ἄντρῳ τινὶ πρῶτον προσκαρτερεῖν, σχολάζοντα τῷ φιλοσοφεί, άγγελον δ᾽ οὐρανόθεν ἐπιστάντα, νεολαίαν ἀθροίσαι παρακελεύσασθαι μοναχῶν, καὶ συνεἶναι αὐτοῖς. Δεί σε γάρ, φησί, καλῶς τὴν ἀληθῆ κατωρθωκότα φιλοσοφίαν, καθηγεμόνα πολλών γενέσθαι, δυνάμενον ὠφελεῖν, καὶ τοιοίσδε νόμοις ἄγειν αὐτούς. Ταῦτα λέγων, δέλτον αὐτῷ ἐνεχείριζε, καὶ ἑαυτὸν παρεδείκνυ ὡς εἶχε στολῆς· & δὴ καὶ ἐς δεῦρο φυ λάττεται. Ενῆσαν δὲ τῇ γραφῇ ὡς ἐν προστάξει, ἀνεῖσθαι παντὶ φαγεῖν καὶ πιεῖν καὶ ἐργάζεσθαι, ὡ; ἑκάστῳ δύναμίς ἐστι καὶ προαίρεσις. Ωσαύτως δὲ καὶ νηστεύειν καὶ μή· καὶ τοῖς μὲν πολὺ καὶ ῥωμαλέως ἐσθίουσι τὰ βαρύτερα επιτρέπειν τῶν ἔργων· ὅσα δὲ κοῦφα καὶ ῥᾴδια, τοῖς ἧττον τροφή χρωμένοις, καὶ πρὸς ἄσκησιν διεγηγερμένοις. Οἱ κίας δὲ σεμνὰς περικύκλῳ εἶναι αὐτοῖς· ἐφ' ἑκάστῃ δὲ τρεῖς καταμένειν. Τήν γε μὴν τροφὴν ὑπὸ ἕνα οἶκον ἐπιμήκη αὐτοῖς γίνεσθαι διετάττετο, καὶ ἐν βαθεῖ σιωπῆς καθημένους ἐσθίειν, καλυπτομένους τὰ πρόσωπα, ὡς μήτε ἀλλήλους ὁρᾷν, μηδ' ἄλλο τι
col. 273–274page 133 of 633
PG 146:273πλὴν τῆς τραπέζης καὶ τῶν παρατιθεμένων. 'Αλλό σχημον δὲ μὴ τῆς αὐτῆς κοινωνεῖν τραπέζης, εἰ μή που τις παροδεύων ἐπιξενωθείη. Συμβόλοις δέ τισι κτυπουμένοις τὸ πρὸς χρείαν διασημαίνειν ἡ νεύμασι ταῖς τραπέζαις, παρ' ᾧ λάχος, ἐπιστατεῖν. Εἰ δέ τις ἐκείνοις ἕλοιτο συνοικεῖν, ἐπὶ τρισίν ἐνιαυτοῖς πρότερον, μικρὸν ἠλλοιωμένος τὸ σχῆμα, τὰ τῶν ἔργων ἐργώδη διαπονεῖν· καὶ οὕτως τῶν ἴσων μετέχειν μυσταγωγούμενος. Ιμάτιον δ' εἶναι αὐτῷ διφθέραν· καὶ ἐξ ἐρίου τιάραν τῇ κεφαλῇ σκέπασμα· &ς δὴ τιάρας καταστίκτους εἶναι πορε φυρεῖς τις προσέταττε νήμασι, κέντρα τινὰ σταυ τοῦ σχήμα διατυποῦντα. Τοῖς δὲ χιτῶνας εἶναι λινοῦς, καὶ τὰς ζώνα; ἐπίσης· μεθ' ὧν σὺν ταῖς διφθέραις καθημένους οἰκοδομητοῖς ἐν θρόνοις, ὕπνῳ μετρίῳ χρῆσθαι· κύκλῳ δὲ πεφράχθαι τὸ οι κοδόμημα, ὥσθ' ἑκάστῳ τὴν στρωμνὴν συνέχειν. Τῇ δὲ πρώτῃ καὶ κυριωνύμῳ τῶν ἡμερῶν, πρὸς κοι νωνίαν τῶν θείων μυστηρίων Ιόντα;, λύειν μὲν τὰς ζώνας καὶ τὰς διφθέρας ἀποτίθεσθαι· δωδεκάκις δὲ τῆς ἡμέρας ἕκαστον εὐχὰς ποιεῖν· ὁμοίως δὲ καὶ πρὸς ἑσπέραν· ἐπίσης δὲ καὶ νυκτός· τῇ δ' ἐνάτῃ ὥρᾳ τρίτον· καὶ ἐπηνίκα δέοι τροφῆς μετασχεῖν, ἐφ' ἑκάστης εὐχῆς τὸν ψαλμὸν προηγείσθαι. Κατά δὲ μίμησιν τῶν Ἑλληνικῶν στοιχείων, εἰς και τάγ ματα ἅπασαν διελεῖν τὴν συνοικίαν. Εφαρμόσαι δ᾽ ἑκάστῳ ἀνήκουσαν την προσηγορίαν, ώς γνώμη καὶ βίος καὶ ἦθος ἦν· οἷον τοὺς μὲν ἁπλουστέρους !ῶτα ἐκάλει, ζ δὲ καὶ ξ, ὅσοι σκολιοὶ ἦσαν καὶ μὴ εὐθεῖς· καὶ τοὺς ἄλλους ἄλλως, κατὰ τὴν ἑκά στον προαίρεσιν καὶ τὸ σχῆμα τοῦ γράμματος ο εὔστοχον τὴν ὀνομασίαν τιθείς. Τοιούτοις δή τισι νόμοις Παχώμιος τοὺς ὑπ' αὐτὸν ἦγε, φιλάνθρωπος μάλιστα καὶ θεοφιλής γενόμενος· καὶ ἐπὶ τόσον ἐλάσαι, ὡς μηδὲ τὴν τῶν ἐσομένων πρόγνωσιν ἀγνοεῖν· ταύτην δ' εἰδέναι διαφερόντως ἀεὶ ἀγγέλοις διομιλούμενον. Ἐν Θηβαΐδι δὲ τὸ τῆς φιλοσοφίας ἐργαστήριον εἶχεν ἔν τινι νήσῳ, ή Ταβέννη ὠνόμαστο· ἐξ ἧς Ταβεννησιῶται ἐς δεῦρο δὴ ὀνομάζονται· οἱ δὴ τῷ χρόνῳ καὶ εἰς πολλήν τινα προ ἦλθον ἐπίδοσιν, ὡς καὶ εἰς ἑπτακισχιλίους, καὶ περιδόξους μάλα γενέσθαι τῇ τῶν εἰρημένων νόμων ἀκριβεῖ πολιτείς. Ενδον γὰρ Ταβέννης, μεθ' ὧν ἦν καὶ Παχώμιος, λόγος ἀμφὶ χιλίους καὶ τριακο σίου; εἶναι. Οἱ δ' ἄλλοι κατὰ Θηβαΐδα καὶ τὴν ἄλλην Αίγυπτον ᾤχουν· ὧν ἁπάντων μία ἦν ἡ ἀγωγὴ καὶ ἡ δίαιτα, καὶ κοινά πάντα πᾶσιν ἐτύγ χανον, οἷά τινα μητρόπολιν τὴν νῆσον ἡγούμενοι, καὶ πατέρας τοὺς ἐκεῖσε ἡγεμονεύοντας· ἀφ᾽ ὧν καὶ ἄρχοντες ἐφ' ἑκάστῃ συνοικίᾳ οἱ τῶν ἐθών καθειστήκεισαν ζηλωταὶ διεπέμποντο. Καὶ περὶ μὲν Παχωμίου τοσαῦτα. Τῷ δ' αὐτῷ χρόνῳ καὶ ᾿Απολλώνιος ἐπὶ τῇ κατὰ Θεὸν φιλοσοφίᾳ πολὺν τὸν Έρωτα σχών, διαπρέπων ἦν. "Ος έτει πεντεκαιδεκάτῳ τῆς ἡλικίας επαρξάμενος ἐν ἐρημίᾳ φιλοσοφεῖν, ἐπεὶ τεσσαρακοστοῦ ἐπέβη ἐνιαυτοῦ, θείᾳ ζ ξ

Chapter XVCaput XV

col. 275–276page 134 of 633
PG 146:275ὄψει πειθόμενος, τὴν οἰκουμένην αὖθις κατέλαβε καὶ κατὰ Θηβαΐδα τὴν μάνδραν ἐπήξατο. Θεοφιλής δὲ τὰ μάλιστα γεγονώς παραδόξων αὐτουργὸς ἦν. Πράξεως δὲ οὐδὲν ἐλλείπων, ὅσα εἰς τὴν τοιάνδε φιλοσοφίαν ἀνήκει, διαφερόντως εἶχεν· ἀγαθὸς εξ μάλα τὸ ἦθος ὤν, καὶ σὺν χάριτι ἄφθονον τὸ τῆς διδασκαλίας νάμα προχέων· καταπειθὲς δ' οὕτως ἔχειν τοῖς αἰτουμένοις τὸ θεῖον, ὡς μηδὲν αἰτουμένῳ ἀνήνυτον εἶναι. Πάντως δ' ἐκεῖνα ᾔτει, σοφός ὤν, οἷς χαίρειν διδόναι ἐκ τοῦ ῥᾴστου τὸ θεῖον ἔχει πρὸς φύσεως. Ηκμαζε δὲ καὶ ᾿Ανουβ ἐκεῖνος κατ' ἐκεῖνο καιροῦ· δε λόγος μετὰ τὴν ἐν διωγμοῖς ὁμολογίαν ὑπὲρ Χριστοῦ, μήποτε ψεύσασθαι· ἀλλ᾽ οὐδέ τινος τῶν προσγείων εἰς ἐπιθυμίαν ἐλθεῖν. ἂν δὲ πρὸς Θεοῦ δεηθείη, μηδενὸς ἀστοχῆσαι θείῳ δ᾽ ἀγγέλῳ καθηγητῇ χρησάμενον, ὅσον ἦν ἀρετῆς εἰς ἄκρον ἀσκήσαι. Ἀλλὰ περὶ μὲν τῶν ἐν Αἰγύπτῳ μοναχῶν ἀπόχρη τοσαῦτα εἰπεῖν. ΚΕΦΑΛ. ΙΕ. Περὶ τῶν ἐν Παλαιστίνῃ καὶ Συρία μοναχών. Ἐκεῖθεν δὲ καὶ Παλαιστίνη ὁδηγηθεῖσα, τὰ ἴσα φιλοσοφείν ήρξατο· ἐν ᾗ πρῶτος ήνθησεν Ἰλαρίων ᾧ πατρὶς μὲν ἦν κώμη Θηβασὰ ὄνομα, οὐκ ἔλαττον ή ιε' σταδίους ἀπέχουσα Γάζης, προς νότον κειμένη παρὰ τὸν χείμαῤῥον, ὃς ἐπὶ θάλασσαν ῥέων, ἐπι χώριον ἀπὸ τῆς κώμης εἴληφεν ὄνομα· τοῖς δ' ἐν 'Αλεξανδρεία φοιτήσας διδασκαλείοις, τῆς ᾿Αντωνίου ἀκοῆς διαβιωμένης, κατὰ θέαν ἐκείνου εἰς τὴν ἔρημον ἦκε· καὶ ἐπ' ὀλίγον διατρίψας ἐκείνῳ, τὰ ἴσα φιλοσοφείν αἱρεῖται. Πολλῶν δ' ἐς 'Αντώνιον καθ' ἑκάστην ἰόντων, ἠρεμεῖν οὐκ εἶχε κατὰ σκη τόν. Τὴν πατρίδα δὲ καταλαβὼν, ἐπεὶ καὶ οἱ γονεῖς αὐτοῦ τὸν τῇδε βίον ἀπέλιπον, τοῖς ἀδελφοῖς καὶ τοῖς ἐνδεέσι τὴν πολλὴν περιουσίαν ἐσκόρπισε, μη δέν τι τὸ σύνολον καταλιπών ἑαυτῷ. Καὶ λοιπὸν ἕν τινι τόπῳ πρὸς θάλασσαν εἴκοσι σταδίους τῆς κώμης διέχοντι καλύβην ἐκ πλίνθων ἐπήγνυτο, φορετῷ κεράμων κατεαγότων κεκαλυμμένην. Τόσον δ᾽ ἦν ἐκείνη εὕρους καὶ μήκους καὶ ὕψους, ὡς δεῆσαν ἑστάναι, κύπτειν τὴν κεφαλήν· πεσεῖν δ᾽ ἐπάναγκες ὄν, τοὺς πόδας συνιζάνειν πρὸς ἑαυτόν. Πᾶσι γὰρ τρόποις ἔθιμον ἐποίει αὐτῷ τὴν ταλαιπωρίαν. Που νῶν τε τῇ ἐγκρατείᾳ δοκίμως, ἄτυφον εἶχε τὴν πρᾶξιν, καὶ ταῦτα μηδενὶ τῷ ἔργῳ τούτῳ καταλείπων ὑπερβολήν. Κρατῶν δ' ὅσαι σώματος ἡδοναὶ καὶ ψυχῆς θωπεῖαι, πρὸς ἀσιτίαν καὶ δίψος καὶ ρίγος καὶ πνίγος στερρῶς ἡγωνίζετο. Τὸ μὲν οὖν ἦθος σπουδαῖός τις ἦν, καὶ τὸν λόγον ἐπιεικής ἀκριβὲς δ' εἶχε μεμνήσθαι ὅσα τῶν ἱερῶν λογίων ἐξήσκησε. Τόσον δὲ δι' ἀρετῆς ᾠκείωτο τῷ Θεῷ, ὡς εἰσέτι καὶ νῦν πολλοὺς τῶν ἁνίατα νοσούντων ἰᾶσθαι, καὶ δαίμονας ἐλαύνειν ειληφέναι χάριν
col. 277–278page 135 of 633
PG 146:277προσιόντων τῷ μνήματι, οὐ μόνον παρ' οἷς ἐτέθα στο πρότερον Κυπρίοις, ἀλλὰ καὶ παρὰ Παλαιστ νοῖς, οἷς ἐπεγένετο ὕστερον. Ἐπεὶ γὰρ ἐν Κύπρῳ διατρίβων ἐτελεύτα τὸν βίον, ταφῇ μὲν ἐδίδοτο, καὶ διὰ πολλῆς παρ' αὐτοῖς ἤγετο τῆς τιμῆς· ἔπειτ' Ησύχας ὅς τῶν ἐκείνου φοιτητῶν περιφανέστερος ἐγεγόνει, τέχνῃ τὸν ἐκείνου κλέψας νεκρόν, εἰς τὴν ἐν Παλαιστίνῃ αὐτοῦ μονὴν ἤγαγεν. Ἐξ ἐκείνου τε τοῦ χρόνου τοῖς ἐπιχωρίοις ἔθους κρατήσαντος, δη μοτελή; ἡ ἐκείνου άγεται μνήμη. Οὕτω γὰρ οἱ ἐν Παλαιστίνῃ τοὺς παρ' αὐτοῖς εὐδοκίμους ἄνδρας γεραίρειν ειώθασιν· ὥσπερ δὴ καὶ ἐπὶ ᾿Αβρίλλῳ τῷ ἐξ ᾿Ανθηδόνος ποιοῦσι, καὶ ᾿Αλεξίωνι τῷ ἀπὸ Βηθαγάθωνος, καὶ Ἀλαφίωνι τῷ ἀπὸ ᾿Ασαλίας· οἱ κατὰ τὸν ἴσον γενόμενοι χρόνον, θεοφιλεῖς τε ἐπολιτεύσαντο, καὶ τῇ τῶν ἀρετῶν περιουσίᾳ εἰς μεγί- 5 στην ἐπίδοσιν τὴν εὐσεβῆ θρησκείαν ἐπιδοῦναι ἐποίησαν, ἐν Ἑλληνιζούσαις σφόδρα ἀγωνιζόμενοι πόλεσιν ἐπὶ τῆς παρούσης ἡγεμονίας. Τηνικάδε καὶ ἐν Εδέσσῃ ἰσαγγέλῳ καὶ διηκριβωμένη τῇ πολι τείᾳ καὶ Ἰουλιανὸς ὁ μέγας ἐφιλοσόφει. Τοσοῦτον δ᾽ ἦν ἐκείνῳ τὸ ἐγκρατές, ὡς ὀστᾶ σαρκῶν δίχα δέρματι συνειρμένα δικεῖν ἔχειν· οὗ καὶ τὸν βίον Ἐφραὶμ ὁ Σύρος σπουδὴν ἀφηγήσεως ἐποιήσατο. Θεὸς δὲ τῇ τῶν ἀνθρώπων δόξῃ ἄνωθεν ἐπ' αὐτῷ τὸ χῶρος ἐδίδου· ἰάσεις γὰρ ποικίλων νοσημάτων ἐπιχορήγει, καὶ κατὰ δαιμόνων κράτος παρείχεν. Εν δ᾽ ἦν ἐπὶ πᾶσιν ἕτοιμον φάρμακον ἡ εὐχή. Πολλοὶ δὲ καὶ ἄλλοι ἀνὰ τήνδε τὴν χώραν τὴν κατά Χριστὴν φιλοσοφίαν ἡσπάζοντο, ἐπί τε τὴν ᾿Αμίδαν, καὶ δ καλεῖται ὄρος Γαυγάλιον, ὧν ἡγεμόνες ἦσαν Δανιήλ τε καὶ Συμεών. Τάδε μὲν οὖν καὶ περὶ τῶν ἐν Συρίᾳ μοναχῶν εἰρήσθω· Θεοῦ δὲ βουλομένου, πλατύτερον εἰς τὸ πρόσω περὶ αὐτῶν καὶ τῶν μετ' αὐτοὺς καὶ αὐθις ἐροῦμεν. ΚΕΦΑΛ. ΙΓ'. Περὶ τῶν ἐν τῷ Πόντῳ καὶ Εὐρώπῃ καὶ Ἰταλίᾳ μοναχῶν, ἐν ᾧ καὶ περὶ Εὐσταθίου τοῦ Σεβα στείας, ὡς ἀρχηγὸς τῶν τοιούτων κατέστη· καὶ περὶ τοῦ ἁγίου Εφραίμ. Ἐν γε μὴν ᾿Αρμενίοις Παφλαγόσι τε καὶ τοῖς περὶ Πόντον όρεσι τῆς κατὰ Θεὸν φιλοσοφίας ἄρξαι Ευστάθιον λόγος, δς τῆς ἐν Σεβαστεία Αρμενίας Ο τῶν ἱερῶν ἡγήσατο. Τοσοῦτον δέ φασιν ἐκεῖνον σπουδαίας ἀγωγῆς ἅψασθαι, καὶ διαίτης, καὶ ἐσθῆτος, ᾗ δεῖ κεχρῆσθαι καὶ μὴ, ἠθῶν τε πολιτείας ἠκριβωμένης, ὡς καὶ τὴν βίβλον ἡ Ἀσκητικὴ ἐπι γέγραπται Βασιλείου τοῦ μεγάλου, τούτου σύγ γραμμα είναι διατεθρύλληται τοῖς πολλοῖς. Ελέγετο δὲ ὡς τῆς πρὸς λεπτὸν ἀκριβείας χάριν καὶ εἰς ἀτόπους ἐξοκεῖλαι παρατηρήσεις, μὴ τῷ ἐκκλησια στικο κανόνι συμβαλλομένας. Εἰσὶ δὲ οἱ αὐτὸν ἐξαι ροῦσι μέμψεως· τῶν τινὰς δὲ αὐτοῦ φοιτητῶν αἰτιῶνται, οἱ δὴ ἀπηγόρευον ἐν συζυγίαις ἐξεταζομένων ἀνδρῶν οἴκοις εὐχὰς πράττειν· εἰ δὲ καὶ πρεσβύτεροι ἦσαν, οὐδὲ λόγου τούτους ήξίου». Ἐνή στενον δὲ καὶ τὰς κυριωνύμους τῶν ἡμερῶν· καὶ

Chapter XVICaput XVI

col. 279–280page 136 of 633
PG 146:279Αμοίρους δὲ τοὺς πλούτῳ βρίθοντας τῆς οὐρανῶν βασιλείας ἐνόμιζον. Ἀπηξίουν δὲ καὶ τοὺς κρέας καθάπαξ ἐσθίοντας. Καὶ τὴν μὲν ἐπιχώριον μονα χοῖς στολὴν παρῃτοῦντο· ξένῃ δὲ καὶ ἀήθει ἐχρῶντο ἀναβολῇ. Πολλὰ δὲ καὶ ἄλλα ἐνεωτέριζον, ὑφ᾽ ὧν πολλὰς τῶν εὖ γεγονότων απατηθείσας γυναῖκας ἀκρατείας προφάσει τοὺς ἄνδρας καταλιπεῖν οὓς ἐκ νέου ηγάγοντο· ὕστερον μέντοι μὴ δυνηθείσας φυλάττειν, ὀλίσθῳ περιπεσεῖν. Ησαν δ᾽ ἐκ τούτων αὶ τὰς τρίχας περιελοῦσα:, μὴ καθὰ γυναιξὶ θέμις, ἀλλ' ὡς ἄνδρες τὰς ἀναβολὰς εἶχον. Δι' οὓς καὶ τὴν ἐν Γάγγρᾳ παρὰ τῶν περιοίκων ἀθροισθῆναι σύνοδον λόγος κατὰ τὴν Παφλαγόνων· καὶ ἀπαλλοτριῶσαι τῆς καθόλου Ἐκκλησίας, εἰ μή γ' ἕκαστον τῶν εἰ ρημένων ἔλοιντο ἀπὸ ἀνάθεμα θεῖναι. Οπηνίκα δὴ λόγος καὶ Εὐστάθιον, ἐπιδεικνύμενον ὡς οὐκ αὐτ θαδείας ἕνεκα, ἀλλὰ τῆς κατὰ Θεὸν ἀσκήσεως χάριν τὰ τοιαῦτα ἐνομοθέτει, τὸ ἄηθες τῆς στολῆς ἀμεῖ ψαι, καὶ συνήθει ἀναβολῇ, ἣν καὶ τοὺς λοιποὺς ἱε ρέας ἀμφιεννυσθαι, χρήσασθαι, καὶ τὰς προόδους ἐπίσης ἐκείνοις ἐλέσθαι ποιεῖν. Τοιοῦτος δὲ ὧν τὸν βίον, καὶ τὸν λόγον σύνδρομον εἶχεν· οὐ μέντοι δεινός τις λέγειν πάλιν ἦν, ὅτι γε μηδὲ τὴν τούτου ἐπιστήμην ἠκρίβωτο· ξενίζων δὲ τὸ ἦθος, τῇ πει θοῖ τοὺς πολλοὺς ήγεν, ὡς καί τινας τῶν τε ἀνδρῶν καὶ γυναικῶν πορνεία συζώντας πείσαι τὸν σώφρονα καὶ ἡκριβωμένον βίον ἀσπάσασθαι. Καὶ δὴ φασί τινας ἄνδρα το ὁμοῦ καὶ γυναῖκα, κατ᾽ ἔθος ἐκκλησιαστικῶν παρθενίαν ἀσκεῖν ᾑρημένους, οι κρύφα εἰς ἐν συνιέναι διαβολὴν ἔσχον, περὶ πολλοῦ ποιῆσαι σχολάσαι τῆς ἐς ταυτὸ συνελεύσεως· μηδαμῶς δὲ δυνηθέντα, μέγα στενάξαντα ἀνειπεῖν, ὡς μὲν κατὰ νόμους ἀνδράσιν ᾗ θέμις ἐστὶ συνοικοῦσαι γυναῖκες, τῆς πρὸς ἄνδρας συνουσίας ἀπέστησαν, τοῖς ἐκείνου λόγοις ἑλόμεναι σωφρονεῖν· οἷς δὲ μὴ κατά νόμον συμβαίνει τὴν ὁμιλίαν εἶναι, ἀσθενῆ γε τὴν ἐκείνου τῶν λόγων πειθώ διελέγχεσθαι. Καὶ οὗτος μὲν ἐν ἐκείνῳ δὴ τῷ κλίματι τῆς εἰς ἄκρον πείε τείας καὶ φιλοσοφίας ἀρχηγὸς κατέστη καὶ ἡγεμών περὶ δὲ τὴν Εὐρώπην, ἀνά τε Θρᾴκην καὶ Ἰλλυρίδα γῆν, μοναστικῆς μὲν συνοικίας εἰς τόδε ἀπείρατοι ἦσαν· οὐ μὴν παντάπασιν ἀνδρῶν φιλοσοφεῖν εἰδό των άμοιροι καθειστήκεισαν. Διέπρεπε δ᾽ ἐν αὐτοῖς τὰς ἐκκλησίας ἐν οἰκίαις ὡς τὰ πολλὰ ἐποιοῦντο. Μαρτῖνος ἐκεῖνος, &ς Σαβωρίαν τῆς Παννονίας εἶχε πατρίδα. Διάσημος μὲν τὸ γένος, λαμπρὸς δὲ περὶ ὅπλα καὶ στρατείαν ἐγένετο, ὡς καὶ τῶν ἐν τούτοις γερῶν μετασχεῖν. Ἀντὶ δὲ Καίσαρος τὴν στρατείαν προστίθει Θεοῦ. Ἐν Ἰλλυριοῖς δὲ πρῶτα φιλοσοφῶν ἦν. Εξηλάθη δ' ἐκεῖθεν, διαφόρως τυπτηθείς τε καὶ ἐπιβουλευθεὶς, πολλοὺς τῶν ἐπισκόπων φωρά σας τὴν ᾿Αρείου λύμην εἰσδεδεγμένους. "Ηκων δ' εἰς Μεδιόλανα, διήγε καθ' ἑαυτόν. Αυξεντίου δὲ τοῦ τῆς πόλεως ἐπισκόπου τὴν ἐπιβουλὴν δείσας, οὐχ ὑγιῶς τοῖς κατὰ Νίκαιαν δεδογμένοις ἔχοντος, ἀνεχώρει αὖθις, καὶ εἴς τινα νῆσον μετῴκει, ἢ ἐγχωρίως ἐλέ γε το Γαληναρία. Ρίζαι δὲ μένει βοτανῶν ἦσαν αὐτῷ ἡ τροφή. Η δὲ νῆσος πάνω σμικρὰ καὶ ἄοικος, πρὸς τὸ Τυῤῥηνικὴν πέλαγος ἀποβλέπουσα. Ἐξ ἧς
col. 281–282page 137 of 633
PG 146:281ληφθείς, τῆς ἐν Ταρακηναῖς ἐκκλησίας τὴν ἐπιτροπὴν ἔσχεν. Ἐπὶ τόσον δὲ τοῖς θείοις ἐναγλαϊσθῆναι δώροις, ὡς καὶ νεκροῖς παρέχειν τὸ ζῆν. Τέρατα δὲ καὶ σημεῖα πλείστα ἐπιτελέσαι, οὐ παρὰ πολὺ τῶν ἀποστολικῶν ἀποδέοντα. Κατὰ δὴ τὸν αὐτὸν καὶ χρόνον καὶ τόπον συνακμάσαι καὶ Ιλάριον λόγος ἐκεῖνον, θεῖόν τινα ἄνδρα, δς όπηνίκα φεύγοι Μαρ τῖνος, τῶν ἴσων καὶ αὐτὸς ἐκοινώνει κακῶν, ἅτε δὴ ὑπὲρ τῆς πίστεως τοῦ ἴσου ζήλου μετέχων. Τῆς Ποικτάξων δ' ἐκκλησίας καὶ οὗτος ἡγήσατο. Παρ' Ἰταλοῖς δὲ καὶ τοῖς ἐπέκεινα τόποις Εὐσέβιος καὶ Δουκίφερ διέπρεπον ἐπ᾿ ἀρετῇ πατρίων λόγων, μηδενὶ τὸν ἴσον τόπον ἐῶντες. Ἱλάριος δὲ καὶ περὶ πίστεως καὶ κατά τινας ἀλλότρια τοῦ ὑγιοῦς δοξά ζοντας δόγματος λόγους πολὺ τὸ ἐπαγωγὸν προβεβλημένους ἐξέδοτο. Ὁ δὲ Εὐσέβιος καὶ τῆς ἐκκλη αία; Βρεκέλλων προέστη. Λουκίφερ δὲ, ὡς μικρόν ἔμπροσθεν ἐροῦμεν, καὶ ἐπωνύμου αὐτῷ προέστη αἱρέσεως. Ἐπὶ δὴ τούτοις καὶ Φλαυϊανὸς καὶ Παν εἶνος, οἱ μετὰ ταῦτα τὸν τῆς Ἀντιοχείας θρόνον ἦσαν διανειμάμενοι· οὓς δὴ καὶ Λεόντιος, ὡς μή ὁμοδοξοῦντας ἐκείνῳ, καθεῖλεν. Οὗτοι δ᾽ ἦσαν οἱ Ευσταθίῳ τὴν μεθόριον ἀπαγομένῳ συνείποντο. Ο; τῶν ἱερῶν τῆς Αντιοχείας φροντίδων, μᾶλλον δὲ ὅλης τῆς εὐσεβείας, οὐδὲν ἠνέσχετο τοῖς καιροῖς ἐκείνοις συγκαπηλεύσασθαι. Τῷ δ' αὐτῷ χρόνῳ καὶ Ἐφραὶμ ὁ Σύρος πολλῷ πάντας παρελαύνων τῷ μέσῳ ἀνεγνωρίζετο· ὅς Νίσιβιν μὲν εἶχε πατρίδα τὴν κατὰ μοναχοὺς δ' ἀσκηθεὶς φιλοσοφίαν, ἐξαπίνης κατὰ τὴν Σύρων φωνὴν τοσοῦτον ἐπέδωκε, καὶ ταῦτα μήτε προδιδαχθεὶς, μήτ' ἔκ τινων συμβόλων ὑπόσχεσιν δούς τοιοῦτος φανείσθαι, ὡς τῇ μὲν ἀσκήσει ἐς ἄκρον ικέσθαι τῆς θεωρίας, τῷ δὲ λαμ πρῷ καὶ προχείρῳ καὶ ἡδεῖ τοῦ λόγου καὶ τῷ τῶν νοημάτων πυκνῷ τε καὶ σώφρονι καὶ τοὺς πάλαι ποτὲ παρ' Ελλησιν εὐδοκιμηκότας ὑπερβαλέσθαι. Καὶ γάρ πως ἐκείνων εἴ τις εἰς Σύρων τυχὸν ἢ γλῶσσαν ἑτέραν μεταβάλλειν αἱροντο τάς συγγρα φές, καὶ τὴν ἐπανθοῦσαν χάριν τῶν Ἑλληνικῶν καρυκευμάτων ἀφέλοιτο, καὶ τὴν ἐπιχρώζουσαν τερθρείαν καὶ γοητείαν τῶν λέξεων, αὐτίκα πρό δηλον τὸ τῶν νοημάτων οὐκ εὐγενὲς, τῆς κομμωτικῆς εὐθὺς χάριτος ἀποῤῥεούσης. Τοῖς γε μὴν λόγοι; Εφραίμ άλλως ἔχει· καὶ γὰρ ἕως οὗ περιῆν καὶ ἑξῆς, εἰς τὴν Ἑλληνίδα γλῶτταν τῶν ἐκείνου λόγων ἀλλοιουμένων, οὐ πάνυ πόῤῥω τῆς ἐνοικουρούσης ἀφίστανται ἀρετῆς. Θαῦμα δ' ἐστὶ τοῖς ἀκούουσι, καὶ Ἕλλην καὶ Σύρο; ἀναγινωσκόμενος· διά του καὶ ὁ πολὺς ἐν λόγῳ καὶ ἀρετῇ Βασίλειος, ὁ τὴν Καππαδοκών κατακοσμήσας μητρόπολιν, ὑπερφυώς τὸν ἄνδρα ἐθαύμασε, καὶ τῆς παιδείας μακάριον ἤγηται. Ως δῆλον εἶναι τῇ ἐκείνου ἀκριβεῖ μαρ τυρίᾳ, καὶ κοινῇ παρὰ τῶν ἐν λόγοις θαυμαζομένων Ελλήνων τηνικάδε, πάντων ἐλλογιμώτερον τὸν
col. 283–284page 138 of 633
PG 146:283σιλείου φωνὴν λογίζεσθαι. Λόγος γε μὴν τὸν θεῖον Ἐφραὶμ τριακοσίας μυριάδας ἐπῶν συγγράψαι. Πολλοὶ δὲ καὶ φοιτῶντες ἦσαν αὐτῷ κατὰ ζῆλον παιδεύσεως καὶ φιλοσοφίας· ὧν ἐπίσημοι τούτῳ γεγόνασιν Αββᾶς καὶ Ζηνόβιος, 'Αβραάμ τε καὶ Μαρὰν καὶ Συμεών, Σύροις μέγα κλέος δντες, καὶ όσοι ἐπ' ἀκριβὲς τῆς ἐκείνων μετέσχον παιδεύσεως ἐν ἴσοις δὲ τόποις αὐτοῖς, καὶ ἐπὶ εὐγλωττίᾳ μάτ λιστα, Παυλωνάς τε καὶ ᾿Αναράδ, οὓς ολισθῆται λόγο; ἐς ὕστερον καὶ τῆς ὑγιοῦς πίστεως ἐκτραπῆναι. Καὶ ἄλλοι δ᾽ ἐν Οσροηνοῖς ἐγένοντο, τὸν ἴσον τρόπον ἑλλόγιμος • Βαρησάνης τε καὶ ὁ παῖς Αρμόνιος, ὧν ὁ μὲν τὴν ἐπώνυμον συνεστήσατο αἵρεσιν· ὁ δὲ παῖς ἀποχρώντως διὰ τῶν Ἑλληνικῶν λόγων ἀχθεὶ;, μέτροις νόμων καὶ μουσικοῖς ῥυθμοῖς τὰς πατρίους ὑπῆγε φωνάς, καὶ κατὰ κύκλον ᾄδειν χοροῦ παρεδίδου, ὅσα καὶ νῦν ἐξ ἐκείνου Σύροι ἔχοντες ψάλλουσι· πλὴν οὐκ αὐτὰ ἐκεῖνα ὥσπερ ἐκεῖνος ἐξέθετο, μόνοις δὲ τοῖς μέλεσι χρώμενοι. Τῆς γὰρ πατρικῆς αἱρέσεως μετασχών, καὶ ἐπίσης Ελλησι περὶ γενέσεως ψυχῆς καὶ φθορᾶς σώματος, καὶ τῆς ἐσομένης παλιγγενεσίας δοξάζων, τοῖς ὑπὸ λύραν μέλεσι τας τοιαύτας δόξας ὑπέσπειρεν· οἷς οἱ πολλοὶ τῶν Σύρων κατακηλούμενοι, ηρέμα πως προτειθίζοντο τας τοιαύτας δόξας προσίεσθαι ὑπὸ τοῦ κάλλους τῶν ὀνομάτων καὶ τοῦ τῆς μελωδίας ρυθμού. Ο τοίνυν θεῖος Ἐφραὶμ τοῦτο συνεγνωκὼς, καίπερ Ἑλληνικῆς παιδείας ἄμοιρος ὤν, τοῖς μέτροις "Αρμονίου ἐπιστατήσας, καὶ τοῖς ἐκείνου μέλεσι συμφώνους ᾠδας τοῖς ἐκκλησιαστικοῖς δόγ μασι παραθέμενος, ἐς δεῦρο Σύροις παρέδωκε ψάλλειν. Θείους γὰρ ὕμνους πλείστους ἐπόνησε, Θεῷ τὸν αἶνον ἀνατιθείς· καὶ ἐγκώμια ἀνδρῶν ἀγωγῇ βίου εὐαρεστησάντων Θεῷ, κατὰ νόμον τῆς Αρμονίου ᾠδῆς· ἀφ᾽ ὧν πρὸς ζῆλον οἶμαι καὶ οἱ μετέπειτα τῆς Ἐκκλησίας μελοποιοὶ τὰς ἀφορμάς τῶν μελῶν πορισάμενοι, ἐπὶ μᾶλλον αὐξῆσαι ταῦτα καὶ ἐπιδοῦναι παρεσκευάσαντο. Οποῖος μὲν οὖν τὸν λόγον καὶ ἐκ τούτου συνάγειν ἔστιν· ὁ δὲ βίος απο τοῦ λίαν ηκριβωμένος, ταῖς ἀγαθαῖς τῶν πράξεων καλλυνόμενος. Πολὺς δ' ἐπάγαν ἦν αὐτῷ καὶ τῆς ἡσυχίας ὁ ἔρως. Σεμνὸς δ᾽ οὐχ ἧττον ῶν, ἐς του σοῦτον τὰς διαφοράς η λαβεῖτο, ὡς σχεδὸν καὶ πᾶ Ἐφραὶμ κριθῆναι, μηδὲ γὰρ ἂν ὡς ἔτυχε τὴν Ει σαν όψιν έκτρέπεσθαι γυναικός. Φέρεται οὖν, ὡς γυνή παντάπασι τοῦ βίου ἀνάγωγος, καὶ αἰσχύνης ὡς ποῤῥωτάτω, ἐπί τινι στενωπῷ τῷ Ἐφραὶμ ἀπαντήσασα, ἢ τοῦτο προθεμένη, ἅτε δὴ τοῦ ἀνδρὸς πειρῶσα, ἢ μισθοῦ ἄλλοι; τοῦτο πράττουσα, ἀτενὲς εἰσβάλλειν τὰς ὄψεις αὐτῷ. Τὸν δ᾽ ἐπιτιμήσαντα, εἰς γῆν ὁρᾷν κελεῦσαι. Η δ', Ἀλλὰ πῶς, ἔφη, εἰς γῆν ἐγὼ βλέψω; πολλῷ γάρ σε δικαιότερον ταύτην ὁρᾷν, πρόσλημμα ταύτης ὄντα. ἢ ἐμέ. Ἐμοὶ δ᾽ ἐκ σοῦ τὴν γένεσιν ἐσχηκυίᾳ, καὶ πρός σε βλέπειν εὔλογον. Ἐκεῖνον δὲ ἀγάμενον τὸ ῥηθὲν, γραφής ἀξιῶσαι· δ καὶ Σύροι ὡς ἕν τι τῶν ἐκείνου σπου δαίων λογίζονται. Οργῇ δὲ τὰ πρῶτα ἡττώμενος, ἐξ οὗ φιλοσοφεῖν ἤρξατο, μηδαμῶ; θεαθῆνα: θυμώ κινούμενος. Και δή ποτ' ἐπὶ πολλαῖς ἡμέραις, εἰωλές
col. 285–286page 139 of 633
PG 146:285δν, νηστεύων, ἐπεὶ ὁ διακονούμενο; τῷ καιρῷ τὸ ὄψον προσέφερε, τὴν χύτραν ἔκλασε. Τὸν δ᾽ ἰδόντα αἰδη! καὶ δέει συνεσχημένου, Θάρσει, ἔλεγε. Κἂν γὰρ τὸ ὄψον πρὸς ἡμᾶς ἐλθεῖν ἀπηξίωσεν, ἀλλ' ἡμεῖς πρὸς ἐκείνῳ γενοίμεθα. Καὶ περὶ τὰ τῆς χύτρας καθεσθεὶς, ἔφαγεν. Ἀλλ' ὅπως καὶ τῆς κενής δόξης οὐχ ἥττητο, ἐντεῦθεν φανήσεται. Επίσκοπος μιας τῶν πόλεων εψηφίζετο. Ἐπεὶ δ᾽ ἧκον οἱ πρὸς τὸ χειροτονεῖν συλληψόμενοι, ἐκεῖνος αὐτίκα γνούς, ἀνὰ τὴν ἀγορὰν ιών, οἷά τις παραπαίων ἀπέμνως διῄει, αἰσχύνων τὴν ἐσθῆτα τῷ σύρεσθαι, παραμπά ζων τε τῶν ὠνίων, παρρησίᾳ ήσθιε. Πόρρω δ' εἶναι δόξας φρενών, διέδρα την σύλληψιν, καὶ ἕως οὗ ἕτερος τὴν ἱερωσύνην ἐδέξατο κρυπτόμενος διεδίδρασκεν. Πολλὰ δὲ καὶ ἄλλα πλεῖστα καὶ λόγου ἄξια ἥ τε περὶ αὐτὴν συγγραφή, καὶ οἱ ἐπιχώριοι καὶ Ρωμαίων καὶ Σύρων ἱστοροῦσι περὶ αὐτοῦ, & τοῖς βουλομένοις πρόκειται ἐντυχεῖν. Ἐγὼ δὲ, δ καὶ ἄξιον μνήμης είναι λογίζομαι, τῇ συγγραφή παρα δώσω, δ δὴ αὐτῷ πρὸς τῇ τελευτῇ γενομένῳ κατώρθωτο. Σφοδρός λιμὸς ἐπόνει τὴν Ἐδεστηνῶν πόλιν· ὁ δ' ἐν πολλοῖς ἔτεσι τῆς οἰκίας μὴ προελθὼν, τότε τὸ φιλοσοφεῖν ἐν δευτέρῳ θέμενος, προϊών πολὺς ἦν ἐγκείμενος τοῖς περιουσίαν ἔχουσιν, ἅτε δὴ φθειρόμενον τὸ ὁμόφυλον εἰς οὐδὲν δέον περιορῶσι σπάνει τῶν ἀναγκαίων, διήλεγχε τε ὡς ἐν δευ τέρῳ τιθεμένους τὰς σφῶν ψυχάς, τὸ δὲ σύμπαν τοῖς σωματικοῖς ἀναλίσκοντας. Οἱ δὲ τὸ φιλόσοφον αἰδούμενοι καὶ ἀπέριττον τοῦ ἀνδρὸ;, μὴ τοῦτ᾽ εἶναι σφοδρῶς διετείνοντο· πρόχειρον γὰρ εἶναι τὰς οὐ σίας νέμειν τοῖς ἐνδεέσιν· ἐν ἀπορίᾳ δ εἶναι ὡς χρεὼν τοῦ τὰ τοιαῦτα διακονησαμένου· πάντες γὰρ, ἔλεγον, πρὸς κέρδος κεχηνότες εἰσὶ, τὰ τοιαῦτα αἰσχρῶς καπηλεύοντες. Ὁ δ' Ἐφραίμ, Ἐγὼ δὲ ποῖος ἄρα ὑμῖν εἶναι δοκῶ; Τῶν δ' εἰπόντων, Καλός τε καὶ ἀγαθὸς, καὶ τοιοῦτος ὁποῖον ἁρμόζειν τῇ περὶ αὐτοῦ δόξῃ· Οὐκοῦν, ἔφη, ὑμῖν ἐγὼ ἔτοιμος πᾶσι τοῖς τοιούτοις διακονεῖν; Καὶ δὴ ἀποχρῶν ἀργύριον ἐξ ἐκείνων λαβών, τριακοσίας κλίνας ἐπρίατο· καὶ ἐν τοῖς δημοσίοις ἐμβόλοις τοὺς τοῦ λιμος τραυματίας λαβὼν, πᾶσαν θεραπείαν προσ ἦγε· ξένους δ' ἐπὶ τούτοις καὶ ἄλλως ἐνδείᾳ πιεζομένους δεξιῶς ἐπεμέλετο. Καὶ τοῦτ' ἔπραττεν ἕως καὶ τῷ λιμῷ ἐμφιλοχωρεῖν ἦν. Ἐπεὶ δ' ἐκεῖνος ἔληγεν, εἰς τὸ τῆς φιλοσοφίας εργαστήριον ἐπανῆλθεν· ἔνθα ὀλίγας ἡμέρας ἐπιδιοὺς ἐτελεύτα, κληρικοῦ διακονίας ἐν τῇ ἐκκλησίᾳ ἀξιωθείς. Ἐν δὲ τῇ κατὰ μοναχοὺς ἀγωγῇ διαβόητος γεγονώς, ἐπίσης τῶν ἐν ἱερωσύνῃ καὶ παιδεύσει, ἀγαθοῦ τε βίου διατεθρύλληται. Ταῦτ᾽ ὀλίγα ἐκ πολλῶν τῶν τῷ Εφραίμ κατωρθωμένων ἐῤῥήθη. Πάντα γὰρ τὰ ἐκείνου πρὸς ἀξίαν διελθεῖν, οὐ μὴν δὲ ἀλλὰ καὶ τῶν ἄλλων τῶν τηνικάδε φιλοσοφησάντων, ὅπως τε ἐβίω καὶ οἶν πολιτείᾳ ἐχρήσατο ἕκαστος, δεήσει συγγραφέως οἷος ἦν αὐτός· ἡμῖν δὲ παντάπασιν ἐν ἀμηχάνῳ ἐστὶ τῷ ἀνισχύρῳ τῶν λόγων, καὶ τῇ ἀγνοίᾳ τῶν ἀκριβῶς ἐκείνοις πεπραγμένων. Καὶ γὰρ ἐν ἐρημίαις ὄντες, τὰ πλεῖστα ελάνθανον οἱ πολλοί. Εἰ δέ τινες καὶ ἐν πόλεσι τας διατριβάς Ει

Chapter XVIICaput XVII

col. 287–288page 140 of 633
PG 146:287τῷ μηδὲν διαφέρειν τῶν πολλῶν δοκεῖν, κλέπτοντες ἦσαν τὴν ἐργασίαν, τὴν ἐξ ἀνθρώπων ἔπαινον δια βούμενοι. Τὸν γὰρ Θεὸν μόνον μάρτυρα τῶν πε πραγμένων ποιούμενοι, ἥκιστα τῆς ἀνθρωπίνης δόξης ἀντεποιοῦντο. Περὶ μὲν οὖν ἀνδρῶν οἱ ἐπὶ τῆς παρούσης ἡγεμονίας φιλοσοφοῦντες ἦσαν, καὶ κατὰ νόμους Ἐκκλησίας ἠκριβωμένως ἀνὰ πᾶν τὸ ὑπήκοον ἐπολιτεύοντο, τάδε ἔγνων. ἐποιοῦντο, ἀλλά γε τῷ τοῦ φαινομένου εὐτελεῖ, καὶ ΚΕΦΑΛ. ΙΖ'. Περὶ Διδύμου, Αετίου καὶ Ἀπολλιναρίου τῶν αἱρετικῶν. Καιροῖς δ' ἐκείνοις καὶ ὁ ἐκκλησιαστικός συγγραφεὺς Δίδυμος ἐγνωρίζετο, τῆς ἐν ᾿Αλεξανδρείᾳ δια τριβῆς προϊστάμενος τῶν ἱερῶν μαθημάτων. "Ην δὲ οὐ μόνον ἐν τούτῳ τὸ δόκιμος εἶναι κτησάμενος, ἀλλὰ καὶ τῆς ἄλλης παντοδαπῆς σοφίας ἐπ' ἀκριβὲς ἔχων. Τούς τε γὰρ ποιητὰς καὶ ρήτορας εἰς ἄκρον ήσκητο ἀστρονομίας δὲ καὶ γεωμετρίας καὶ ἀριθμῶν ἀναλογίας οὐδὲν ἐκείνῳ παρεῖτο λαθόν. Ἐπὶ τόσον δὲ τὰς διαφόρους δόξας τῶν φιλοσόφων ηκρίβωσεν, ὡς ἄλλο μηδὲν εἰδέναι δοκεῖν· ἃ δὴ πάντα ν τε καὶ ἀκοῇ προσεκτήσατο. Νήπιος γὰρ πάμπαν τυφλός γενόμενος, εἰς πεῖραν μόνην τῶν στοιχείων ἐλθεῖν. Εἰς ἐφήβους δὲ παρελάσας, τῆς τῶν λόγων ἐρασθῆναι παιδείας. Καὶ δὴ τοῖς διδασκαλείοις φοιτων, ἠκροᾶτο μόνον. Εἰς τόσον δ' ἧκε σοφίας δι' ὀλίγου, μεγέθει καὶ τάχει φύσεως, ὡς καὶ τὰ τῶν μαθημάτων σκο λιά, καὶ ἀπόρρητα τῶν θεωρημάτων, εἰς ἄκρον μας θεῖν. Τυφλὸν δ' ὄντα λέγεται μαθεῖν τὰ γράμματα τῇ ἀφῇ τῆς χειρός. Τοὺς γὰρ τῶν γραμμάτων τύ πους, σανίδι εἰς βάθος ἐνσημανθέντας, ἐπαφώμενον γνῶναι· τὰ δ᾽ ἄλλα, συλλαβὰς καὶ μίξεις καὶ τὰ ἑξῆς, διανοίας ὀξύτητι τῷ νῷ θηράσαι καὶ ἀκοῇ. Θαῦμα δ' ἦν ἐξαίσιον καὶ ἀκουόμενος καὶ ὁρώμενος. Πολλοὶ μὲν οὖν καὶ εἰς ᾿Αλεξάνδρειαν ἧκον, οἱ μὲν κατὰ θέαν μόνην τἀνδρὸς, οἱ δὲ καὶ τῆς ἐνούσης τοῖς λόγοις χάριτος ἀκουσόμενοι. Τῆς δ' ἐν Νικαίᾳ δόξης ὑπεριστάμενος, Ἀρειανοῖς ἀντετάσσετο. 'Ηγχε δὲ αὐτοὺς τῇ πειθοῖ τῶν λόγων, ἣν οὐ βίᾳ ποιεῖν ἐδό κει. Τοῖς δ᾽ ἀμφιβαλλομένοις προτείνων τους λά γους, τῶν διαμαχομένων τὴν κρίσιν ἐπέτρεπεν. Ο δὲ μάλα πειθήνιος ἦν· τοῖς δὲ ὀρθὸν δοξάζουσι διὰ τοῦτο ἐράσμιος μάλιστα. Οὐ τούτοις δὲ μόνοις, ἀλλὰ καὶ τοῖς ἐν Αἰγύπτῳ μοναχοῖς διὰ τιμῆς ἤγετο. Καὶ μᾶλλον ὁ περιβόητος ἐν ἀσκήσει ᾿Αντώνιος διὰ θαύ ματος αὐτὸν ἐποιεῖτο· ὅν φασι τὴν ᾿Αλεξάνδρειαν κατειληφότα, τὸ βέβαιον τῆς ᾿Αθανασίου πίστεως μαρτυρούμενον, τοιαῦτα τῷ Διδύμῳ εἰπεῖν· Οὐ χρεών, ὦ Δίδυμε, λύπαις σαυτὸν ἐκτήκειν, στερού
col. 289–290page 141 of 633
PG 146:289μενον ὀφθαλμῶν, οἷς μέτεστι καὶ μυσὶ καὶ σαύραις καὶ τοῖς ἀφαυροῖς τῶν ζωϋφίων· ήδεσθαι δὲ μᾶλλον καὶ χαίρειν, οἷς παραπλησίως ἀγγέλοις τοῖς ἔνδον ὁρᾶς ὀφθαλμοῖς, δι' ὧν τρανῶς τὴν ἀκήρατον καὶ θείαν γνῶσιν κατανοεῖς, καὶ τὴν ἀλήθειαν ἀκριβῶς εἰσορας. Βιβλία δὲ οὗτος καταλέλοιπε ταῦτα· Εἰς τὴν τῶν Ψαλμῶν βίβλον ὅλην διάφορα ὑπομνήματα· εἰς τὸν ὡσηὲ καὶ Ζαχαρίαν, λόγους πέντε· εἰς τὸν Η σαΐαν λόγους δεκαοκτώ· εἰς τὸ κατὰ Ματθαῖον καὶ κατὰ Ἰωάννην οὐκ ἐλάχιστα υπομνήματα. Ἔτι δὲ καὶ κατὰ ᾿Αρειανῶν, καὶ ὑπὲρ τοῦ ἁγίου Πνεύματος καὶ ἕτερα συγγράμματα πλείστα. "Ηκμαζε δ' ἐν ἐκείνῳ τοῦ χρόνου καὶ ὁ Σύρος Αέτιος, πρὸς τῶν τἀναντία πρεσβευόντων θαυμαστός τις εἶναι δοκῶν, ἔν τε διαλέξει καὶ ἔριδι λόγων, καὶ συλλογισμοῖς, καὶ στροφαῖς λέξεων, ἱκανός τις, καὶ τὴν σπουδὴν ἅπα σαν ἀτεχνῶς ἐν τούτοις καταναλίσκων. Διά τοι καὶ ὡς τοιοῦτος ὤν, πρόχειρός τε τὸ προστυχὸν ἐπὶ Θεοῦ κακοσχόλως θεολογεῖν, ἄθεος ἐκαλεῖτο. Πατρὶς δὲ αὐτῷ ἡ Κοίλη Συρία ἦν. Τοῦ δὲ πατρὸς αὐτῷ ἐν στρα τείς δυσπραγήσαντος καὶ τὸν βίον λιπόντος τὸν μὲν τηνικάδε άρχοντα δημοσιῶσαι τὸν βίον· εἰς ἔσχατον δὲ πενίας σὺν τῇ μητρὶ ἐλάσαντα τὸν ᾿Αέτιον, ἐπὶ τὸ χρυσοχοεῖν ὁρμῆσαι, ὡς ἂν ἀμωσγέπως τὸ ζῆν πορίζηται. Αποχρώντως δὲ τῇ τέχνῃ χρησάμενον διὰ ῥώμην φύσεως, ἐπὶ τὴν λογικὴν στραφήναι τέτ χνην· καὶ Παυλίνου μὲν ἀκροάσασθαι, ὅς ἐκ τῆς Εφορείας Τύρου μετέστη εἰς Ἀντιόχειαν· πέρατι δὲ βίου τῆς μητρὸς χρησαμένης, δι' ήν αὐτῷ καὶ ἡ ἐπι μορφοῦσα τὸν χρυσὸν τέχνη ἐσπούδαστο, εὐθὺς ὅλος ἐπὶ τὴν λογικὴν μετετάττετο τέχνην, καὶ τῶν πολ λῶν ἐκράτει μετ' ὀλίγου ἀμίλλας ἱστῶν. Ἐπεὶ δ' Ευλάλιος μετά Παυλίνον εἰς τὸν θρόνον τῆς Ἀντιόχου κατέστη, πολλοῦ στίφους κατ' αὐτοῦ κινουμένου, ἐλαύνεται ὁ ᾿Αέτιος· καὶ εἰς τὴν τῆς Κιλικίας 'Ανα ζαρδόν γενόμενος, τῇ τέχνῃ αὖθις πρὸς τὸ ζῆν ἀπε χρῆτο, οὐδὲ τῆς περὶ λόγους ἁμίλλης ἀφεστηκώς. Σοφιστοῦ δέ τινος τὴν 'Αετίου φύσιν διὰ θαύματος ποιουμένου, καὶ τῆς τέχνης αὐτῷ μεταδοῦναι σπου δάζοντος, εἰσοικισθεὶς αὐτῷ ἐθήτευε, πᾶσαν ὡς χρεὼν οἰκετικὴν ἀποπληρῶν λειτουργίαν. Καὶ ὁ μὲν τὴν γραμματικὴν αὐτῷ παρεδίδου· Αέτιος δὲ τῷ κυρίῳ εἰς ἔλεγχον τῆς περὶ τὰ θεῖα λόγια μὴ ὀρθῆς διαθέσεως καθίστατο. Καὶ δὴ μισθὸν τῆς εὐεργετούσης αὐτὸν οἰκίας ἐλάμβανεν ἀποκήρυξιν. Κἀκεῖθεν δὲ διωχθείς, τῷ τὴν ᾿Αναζαρβον διοικοῦντι ᾿Αθανασίῳ συγγίνεται, παρ' ᾧ τοὺς εὐαγγελιστές ἀνέγνω πρὸς λεπτὴν ἐπιστήσας αὐτοῖς. Εἶτ᾽ ἐκεῖθεν ἀφικνεῖ:α πρὸς Ἀντώνιον ἐν Ταρσί, ὃς γνώριμος ἦν Λουκιανῷ τῷ μάρτυρι, ἐξ οὗ τὸν ᾿Απόστολον ἀναδιδαχθεὶς, ἐφ᾿ ἱκανὸν ἐκείνῳ συνδιατρίβει, ὅτι τὴν τοῦ πρεσβυτέρου τάξιν πληροῦντι. Ἐπεὶ δ᾽ ᾿Αντώνιος Εφορος ἐγεγόνει, καὶ οὐχ οἷός τε ἦν τῇ σοφιζούσῃ τὸν ᾿Αέτιον ἐνασχο. ἱεῖσθαι διδασκαλίᾳ, ἐκεῖθεν ὁ ᾿Αέτιος τὴν ᾿Αντιόχου καταλαμβάνει· καὶ παρὰ Λεοντίου ἔτι πρεσβυτέρου ὄντος, Λουκιανοῦ δὲ τοῦ μάρτυρος καὶ οὗτος φοιτη τῆς ἐχρημάτισε, τοὺς προφήτας, καὶ μᾶλλον τὸν Ιε ἄθεος
col. 291–292page 142 of 633
PG 146:291ζεκιήλ διδαχθείς, ἀκρασίᾳ γλώττης, καὶ τῷ δυσσε Ει όμοούσιον Επ δεῖ τοῦ φρονήματος, ἐκεῖθεν ἐλαύ· εται. Κα! σοφι στεύων διῄει, εἰς ἅμιλλαν λόγων τοῖς περὶ τοῦτο δει νοῖς συμπλεκόμενος. Εἰς ἄκρον δ' ἔπειτα τὴν ἰατρι τὴν ἤσκητο. Σώπολις δ᾽ ἦν αὐτῷ τοῦ μαθήματος ὁ διδάσκαλος, ἀνὴρ ἐν τῇ τέχνῃ μηδενὸς ἔχων τὰ δεύ τερα. Αριστος δ' ἐν ταύτῃ φανεὶς καὶ 'Αέτιος, ἅμι σθον παρείχε τοῖς δεομένοις τὴν θεραπείαν. Εἰ δέ που καί τινος τῶν ἀναγκαίων εδέησεν αὐτῷ, νύκτωρ παρά τινι τῶν ὁμοτέχνων φοιτῶν, ἵνα μὴ ἡμέρας τῶν σπουδαιοτέρων ἀπάγοιτο, ὅσον τοῦ χρυσίου τε χνικωτέρας ἐδεῖτο χειρός. Τοῦτο δὲ ἄρα ἐξεργαζόμενος θάττον, παρὰ τοῦ ὁμοτέχνου τὸν μισθὸν ἐκομία ζετο, καὶ τὸν ἑαυτοῦ βίον συνεῖχε. Λεοντίου δὲ τὸν τῆς ᾿Αντιοχείας θρόνον κληρωσαμένου, ὁ Λέτιος εἰς διακονίαν ἐκείνῳ προχειρίζεται· καὶ ἐπ' ἐκκλησίας διδάσκειν προτρέπετο. Ο δὲ πρὸς μὲν τὸ διακονεῖν ὑπεστάλη· τὸ δὲ διδάσκειν ἀνεδέχετο. ἱκανὸν δὲ διατρίψας χρόνον ἐκεῖσε ἐπὶ τὴν ᾿Αλεξάνδρειαν παρα γίνεται ἀντιπνεύτων δῆθεν ᾿Αθανασίῳ· πολὺς γὰρ ἦν ὑπὲρ τοῦ ὁμοουσίου ῥέων. Παρά τινων δὲ, καὶ εἰς επισκοπὴν προβαλλομένων αὐτὸν, ἀπηξίου. Πρινή μὲν οὖν Αέτιον τοῖς ἐξ ᾿Αρείου συμμίξαι, εἰ καὶ τοῖς τὸ ὁμοούσιον πρεσβεύουσι διεφέροντο, ἀλλ᾽ οὖν εὐχῶν καὶ ὕμνων καὶ βουλευμάτων, καὶ σχεδόν πάνω των, εκοινώνουν ἀλλήλοις, πλὴν τῆς μυστικῆς θυσ σίας. Εκείνου δὲ πρώτου τῆς διαστάσεως ἄρξαντος, λόγος τὴν ὁμόφρονα συναγωγὴν πάντας τοὺς τοιούτους φιλίας καὶ συνηθείας δεσμούς διαρρήξαντας, εἰς αντίπαλον τοῖ; ἄλλως δοξάζουσι μάλιστα παρασκευάσαι καταστῆναι μοῖραν· τότε δὲ καὶ Εὐνόμιος κατά πίστιν τῆς ᾿Αετίου σοφίας εἰς ᾿Αντιόχειαν ἐκ Καπ παδοκίας Σεκούνδῳ συνέμιξεν. Ο δὲ αὐτὸν ᾿Αετίῳ συνέστησεν, ἐν ᾿Αλεξανδρεία διατρίβοντι ἔτι. Καὶ συνήστην άμφω· ὁ μὲν διδάσκων, ὁ δὲ τοῖς ἱεροῖς μαθήμασιν ένασκούμενος. Γνώριμος δὲ ὁ ᾿Αέτιος καὶ Γάλλῳ ἐγεγόνει τῷ Καίσαρι, πολύν τῆς θρησκείας λόγον ποιουμένῳ, καὶ τοῖς περὶ λόγους ἱεροὺς καὶ ἐκκλησίας ἐσχολακόσι χαίροντι. Καὶ τῇ προφάσει τῶν τοιούτων διαλέξεων τοῦτο τὸ εἶδος ἀσκηθῆναι τῶν λόγων, ἵνα μᾶλλον ἀρέσκῃ· ἐλέγετο γὰρ καὶ διὰ τῶν ᾿Αριστοτέλους μαθημάτων ἐλθεῖν· καὶ τοῖ; ταῦτα διδάσκουσι φοιτῆσαι κατ' Αλεξάνδρειαν ἀλλ' εἰς ἔχθραν Γάλλῳ καταστάς ὡς μὴ καλῶς δοξά ζων, κελεύσει ἐκείνου κατεάγη ἂν ἐκ δυεῖν τοῖν σκελοῖν, εἰ μὴ ὁ τῆς Ἀντιοχείας Λεόντιος μεταπεί σας, την καταδικάζουσαν ἀνεῖλε ψῆφον. Καὶ εἰ; θέαν τῷ Γάλλῳ γενόμενος, φίλος ἐν τοῖς μάλιστα ἐγεγόνει, καὶ πρὸς Ἰουλιανὸν ἐστάλη πολλάκις, ηνίκα πρὸς Ἑλληνισμὸν ἀποκλίνειν ἐκεῖνον ἐμάνθανεν, ὥστε τοῦ τῆς ἀσεβείας ἀνελκῦσαι βαράθρου. Οὐ μὴν δὲ ἀλλὰ καὶ τῶν θείων μαθημάτων ὁ Γάλλο; διδάσκαλον τὸν ᾿Αέτιον ἐποιεῖτο. Περὶ μὲν οὖν Αετίου το σαῦτα· ὅπως μέντοι ἱερωσύνης τυχών, οὐ μικρὸν μέρος τοῖς ἀνομοίοις καὶ ἑτεροουσίοις ἐγένετο· καὶ ὡς καθηρέθη, καὶ εἰς ἐξορίαν ἀπήχθη, Ευνόμιος δὲ ἀντ᾽ ἐκείνου πολλῷ χείρων κατέστη, τὴν αὐτοῦ συχν φαντῶν φατρίαν καὶ περὶ αὐτοῦ Εὐνομίου, μικρὸν ὕστερον λέξω. Τηνικαῦτα δὲ καὶ κατὰ τὴν τῆς Συν
col. 293–294page 143 of 633
PG 146:293ρίας Λαοδίκειαν δύο ἄνδρες ἦσαν ἀκμάζοντες, δμώ νυμοι ἄμφω, πατήρ, καὶ υἱό;· Απολλινάριος γὰρ ἑκάτερος ἐκαλεῖτο. Πρεσβύτερος δ' ἦν ὁ πατήρ· ὁδὲ παῖς τὴν τοῦ ἀναγνώστου τάξιν ἐπλήρου. Ἑλληνικῶν δὲ καὶ ἄμφω παιδευμάτων ἦσαν διδάσκαλοι· γραμ ματικῶν μὲν ὁ πατήρ, ῥητορείας δ' ἐξηγεῖτο ὁ παῖς. 'Ο δὲ γέρων ᾿Αλεξανδρείας ὡρματο. Σχολάσας δ' ἐν Βηρυτῷ, εἰς Λαοδίκειαν γήμας, γεννᾷ τὸν ᾿Απολλι νάριον. Επιφανίῳ δὲ τῷ σοφιστῇ συνακμάζοντες, συνεκρότουν αὐτὸν ἅτε γνήσιοι φίλοι. Θεόδοτος μένω τοι ὁ τηνικάδε τὴν Λαοδικέων ιθύνων, δείσας μὴ τῇ συνεχεῖ ὁμιλίᾳ πρὸς τὸν Ἑλληνισμὸν ἀποκλίνωσι, φοιτᾷν παρ' αὐτῷ διεκώλυεν. Αλλ' ή Επιφανίου φι λία ἐπικρατεστέρα ἦν. Ενθεν τοι καὶ ὁ Θεοδότου διάδοχος Γεώργιος πολλὰ παθὼν διαστῆσαι αὐτοὺς, ἐπεὶ ἀνήνυτον ἑώρα τὸ σπούδασμα, τῆς ἐκκλησιαστικῆς κοινωνίας ἀφίστα. Ο παῖς δὲ ὕβριν λογισάμενος τὸ πραχθὲν, ταῖς σοφιστικαῖς πλεκτάναις θαῤῥῶν, καινῆς τινος αἱρέσεως καθίσταται ἀρχηγὸς, ἐπώνυμον τὸν εὐρόντα ἐχούσης. Λόγος δ' ἔχει, μὴ διὰ τὸ προειρημένον πρὸς Γεώργιον διενεχθῆναι· ἀλλ' ὅπερ ἐκεῖνος ἀλλότριον ἐδογμάτιζε, νῦν μὲν τὴν ᾿Αρείου συνιστῶν δόξαν, νῦν δὲ ὅμοιον τὸν Υἱὸν τῷ Πατρὶ ὁμολογών, καθὰ ἐν τῇ κατὰ Σελεύκειαν συνέδῳ συν έθετο· πρόφασιν δ' ἐντεῦθεν λαβόντες, ἐκείνου δ:ί σταντο· μηδενός δ' ἐκείνοις προσέχοντες, ξενίζουσαν θρησκείαν ἐπειρῶντο εἰσάγειν· καὶ δογματίζοντες ἔλεγον, μὴ ψυχὴν ἀνειληφέναι τὸν Κύριον τὴν τῆς σαρκὸς οἰκονομίαν διενεργοῦντα. Αὖθις δὲ τὸ ἄτοπον ὡς ἐν μεταμέλῳ ἐπιδιορθούμενοι, ψυχὴν μὲν εἰληφέ και προσέθεντο· μὴ ἔχειν δ' ἐκείνην τὸν ἀνθρώπινον νοῦν· ἀρχεῖν γὰρ ἀντὶ νοῦ τὴν θεότητα ἥτις τὸν ἄνθρωπον προσελάβετο. Καὶ περὶ τούτου μόνου πρὸς τοὺς ἐξ ᾿Αρείου καὶ Μακεδονίου διεφέροντο. Τὰ δ' ἄλλα τοῖς ἐν Νικαίᾳ τὰ ἴσα δογματίζοντες ἦσαν. ᾿Αλλὰ περὶ μὲν Απολλιναρίου καὶ αὖθις κατὰ χώ ραν ἐροῦμεν. τὸ ἀνόμοιον καὶ ἑτεροούσιον, ΚΕΦΑΛ. ΙΗ'. Περί Θεοφίλου του Ινδού. Ην δὲ τῷ τότε πολύς τις ἐπ' ἀρετῇ καὶ λόγοις ὑμνούμενος καὶ Θεόφιλος ἐκεῖνος ὃς ἐπεκλήθη ν δός· οὗ τινος μὲν ἐπάρξας αἱρέσεως, τῷ ᾿Αρειανικῷ δὲ μάλα προσκείμενος δόγματι. ὓς ἐπὶ Κωνσταντίνου καθ᾽ ὁμηρίαν ἐκ Διαβηνῶν εἰς Ῥωμαίους ἐστάλη, νέος πάνυ τὴν ἡλικίαν ὤν. Ἡ δὲ Διαβοῦς νῆσός ἐστι μεγάλη, χώρα δὲ Ἰνδικὴ διαβόητος. Θεόφιλος δὲ τῇ μακρά διατριβῇ τά τε ἤθη πρὸς τὸ Ῥωμαϊκὸν μετα εξ ρύθμισε σχήμα, ὡς καὶ τὸν μοναύλιον ἐλέσθαι βίον, καὶ εἰς διακόνου παραγγείλαι βαθμὸν, τοῦ Νι

Chapter XVIIICaput XVIII

col. 295–296page 144 of 633
PG 146:295κομηδείας τούτῳ τὰς χεῖρας Εὐσεβίου ἐπιβαλόντος. τὸ ἑτερούσιον Δεῆσαν δὲ Κωνσταντίῳ πρεσβείαν πρὸ; Αδιαβηνούς στείλασθαι ἐπὶ προτροπῇ εὐσεβείας και στηριγμῷ πίστεως, φιλοτίμως τὴν πρεσβείαν ἐποιεῖτο· ὧν τὰ κράτιστα ἦν ὁ ῥηθείς Θεόφιλος. Κωνστάντιος δὲ μετ γαλοπρεπῶς καὶ ἐς τὰ μάλιστα κεχαρισμένον ποιούμενος, καὶ ἐς διακοσίους τῶν ἐκ Καππαδοκίας εὐγε νῶν ἵππων πλείοις ἔστελλε, καὶ ἄλλας δωρεάς, ὡς θαῦμα παρασχεῖν τὸ πολυτελές τε καὶ μεγαλόψυχον. Καὶ ἐπρέσβευε μὲν ὁ Θεόφιλος, καὶ πέρας αἴσιον ἡ πρεσβεία ελάμβανε, τοῦ τὴν ἀρχὴν ἔχοντος πρὸς τὸ τῇ εὐσεβείς δοκοῦν ἐκ τῆς Ἑλληνικῆς θρησκείας ἀποκλίναντος, καὶ τρεῖς ἐκκλησίας ἐν διαφόροις τό ποις ἐγείραντος, καὶ βασιλικοῖς μὲν ἀναλώμασι, μάλιστα δὲ καὶ οἷς ἐκεῖνος παρεῖχεν, ἀνθάμιλλον παρέχων τὸ πρόθυμον, Τῶν δ' ἐκκλησιῶν ἡ μὲν ἐν τῇ μητροπόλει τοῦ παντὸς ἔθνους ίδρυτο, Τάφρον απ τὴν ὀνομάζουσιν· ἡ δὲ ἐν ᾧ τὸ Ῥωμαϊκὸν ἐμπόριον ἦν ἔξω πρὸς Ὠκεανὸν τετραμμένον· τὸ δὲ χωρίον καλοῦσιν Αδάνην· τὴν δὲ τρίτην ἐπὶ θάτερον τῆς χώρας μέρος, ἐν ᾧ τὸ Περσικὸν ἐμπόριον ὠνομάζετο, ἐπὶ τῷ τῆς Περσικῆς θαλάσσης στόματι. Λαμπρῶς δὲ ὁ Θεόφιλος τὰ ἐν τοῖς Ὁμηρίταις καὶ καλῶς δια θέμενος, ἱερασάμενός τε τοὺς εἰρημένους νεώς, καὶ ὡς δύναμις ἦν ἐπικοσμήσας, ἐπὶ τὴν Διαβοῦς νῆσον, ἦν αὐτῷ πατρίδα οὖσαν ὁ λόγος ἐδίδαξεν, ἀποπλέει. Επειτα καὶ εἰς τὴν ἑτέραν παρεγένετο Ινδικήν πολλά τε τῶν παρ' αὐτοῖς οὐκ εὐαγῶς ἐρωμένων διωρθώσατο. Καὶ γὰρ καθήμενοι τῶν εὐαγγελικών ἡκροῶντο λογίων· καὶ ἄλλ᾽ ἅττα ἐποίουν ἃ μὴ θεσμός ἐκκλησιαστικὸς ἐπεστάτει. Πάντα δὲ καλῶς μεταῤῥυθμίσας, πρὸς τὸ τῇ Ἐκκλησίᾳ δοκοῦν διηυθέτει, ἐνὶ μόνῳ τῷ μεγίστῳ ζημιώσας, τῷ τὸ ἑτεροούσιον σέβειν διδάξαι. Ἐκ δὲ τῆς μεγάλης Αραβίας εἰ; τοὺς Αὐξουμίτας ἀπαίρει Αιθίοπας, οἷς δὴ κατοίκησις αἱ πρῶται ὄχθαι θαλάσσης τῆς Ἐρυθράς. Ην δη πᾶσαν ὁ ταύτῃ διεισκολπιζόμενος Ὠκεανὸς ἀπεργάζεται· ἡ δὴ καὶ αὐτὴ Ἐρυθρὰ ἐπὶ πλεῖστον μήκους ἐκτεινομένη, εἰς δύο τινὰς ἀπομερίζεται κόλπους, ὧν τὸ μὲν ἐν κλύσμα ταύτης ἐπ' Αἰγύπτου χωρεί, Ενθα δὴ τελευτᾷ τὸ τὴν ἐπωνυμίαν φέρον αὐτῆ;, καθ' 8 πάλαι ποτὲ καὶ τὸ ἐξ Ἰσραὴλ φῦλον φεύγοντες Αἰ γυπτίους, ἀβρόχῳ διεπεραιώθη ποδὶ τὸ ῥόθιον· θά τερον δ' ἐπὶ Παλαιστίνην ἔρχεται κατὰ πόλιν, ᾗ 'Αειλὰ ἐκ παλαιοῦ ὄνομα. Ταύτης τοίνυν τῆς Ἐξ θρᾶς τοῖς ἔξωθεν μέρεσιν ἐν ἀριστερᾷ Αὐξουμί:αί εἰσιν, ὧν ἡ μητρόπολις Αύξουμις. Πρὸ δ' αὐτῶν εἰ σιν ἐπὶ τὸν ἐξωτάτω καθήκοντες Ὠκεανὸν πρὸς ἀνατολὰς Ασσύριοι· ταύτῃ δὲ τῇ κλήσει καὶ παρ' αὐτοῖς ὄνομα φέρουσιν· οὓς Αλέξανδρος ὁ Μακε δῶν, ἐκ Συρίας ἀναστήσας, ἐκεῖ κατῴκισεν· οἱ καὶ ἐς δεύρο τῇ πατρίς γλώσση χρῶνται. Δεινῶς γον εἰσιν ἅπαντες μέλανες, ὀξείας αὐτοῖς τῆς ἀκτῖνος τοῦ ἡλίου καθαπτομένης. Παρ' οἷς ἥ τε ξυλοκασσία
col. 297–298page 145 of 633
PG 146:297μάλιστα γίνεται, καὶ ἡ κασσία, καὶ τὸ κάσαμον, καὶ τὸ κιννάμωμον, καὶ ἐλεφάντων ἀπειρόν τι πλῆθος. Καλῶς δὲ τὰ τῶν Αὐξουμιτῶν καταστησάμενος δ Θεόφιλος, τῆς ἐς Ρωμαίους ἀνακομιδῆς εἶχετο. Πολ τῆς δὲ μετὰ τὴν ἐπάνοδον ἀξιωθεὶς τῆς τιμῆς, ἰδίαν μὲν πόλιν οὐκ ἐκληρώσατο ἐφορᾷν· ἐπὶ πᾶσι δὲ δι' αἰδοῦς ὡς τι ξένον καθεωρᾶτο, ἕως οὗ τῶν κατὰ Αέτιον καὶ Εὐδόξιον γεγενημένων καὶ εἰς ὑπερορίαν ἀχθέντων, τὸ πλέον διὰ τὸ συμβούλους καὶ ὁμοψύχους εἶναι Γάλλῳ τῷ Καίσαρι, καὶ οὗτος τὴν τοῦ Πόντου Ηράκλειαν ἀϊδίῳ ἐζημιοῦτό φυγῇ, ἐν τοῖς μάλιστα τῷ Γάλλῳ τυγχάνων. ΚΕΦΑΛ. ΙΘ'. Περί Φιλοστοργίου, καὶ τῶν ἱστορηθέντων αὐτῷ περὶ τῆς εὐδαίμονος Αραβίας, καὶ τῶν τεσσάρων μεγάλων ποταμῶν καὶ τοῦ παραδείσου. δ' οὖν ὁ θεομισής Φιλοστόργιος τὰ κατὰ τὸν εἰρημένον Θεόφιλον ἱστορῶν διεξέρχεται, καλὸν τῷ λόγῳ διαδραμεῖν. Φησὶ γὰρ, ὡς ἐπὶ τῷ στόματι τῆς Περσικῆς θαλάσσης ἣν ὁ ταύτῃ Ὠκεανὸς εἰσέχων ἀποτελεῖ μεγίστην τε οὖσαν καὶ ἔθνη κύκλῳ πολλὰ περιβαλλομένην, ἄλλοι τε μέγιστοι ποταμοὶ καὶ ὁ Τί γρις τοῖς ῥείθροις ἐμβάλλει· ὃς πρὸς Ἀπηλιώτην καὶ κάτωθεν τῆς Υρκανίας θαλάσσης ἐν Κορδυαίοις μὲν τὰς ἐμφανεῖς ἀναδύσεις λαμβάνει, παρὰ τὴν Συρίαν Ελκόμενος· ἐπειδὰν δὲ γένηται κατὰ τὴν Σουσίδα γῆν, ἐνταῦθα τοῦ Εὐφράτου τὸ ῥεῖθρον αὐτῷ μια γνύντος, μέγας ἤδη τοῖς χεύμασι χωρήσας, πρόεισι παφλάζων. "Οθεν αὐτόν φασι καὶ τοῦ θηρίου τοῦ Τίγρητος λαβεῖν τὸ ἐπώνυμον. Πρινὴ δ' ἐπὶ θάλατ την καταβῆναι, σχίζεται εἰς δύο μεγάλους ποτα μούς· ἔπειτα δυσὶ τοῖς ἐσχάτοις στόμασιν ἀλλήλων διειργομένοις, εἰς τὴν Περσικὴν θάλατταν ποιεῖται 722 τὰς ἐκβολάς, γῆν ἐν μέσῳ πλείστην περιτεμόμενος καὶ νῆσον αὐτὴν ποιῶν, ποταμίαν τε ἅμα καὶ θαλαττίαν, ἣν ἔθνος ἐνοικεῖ τῶν Μεσηνῶν ἐπικαλούμενον. 'Ο δὲ Εὐφράτης ποταμὸς ἐξ ᾿Αρμενίων κατὰ τὸ προφανὲς ἀνατέλλει· ἔνθα τὸ ὄρος ἐστὶ τὸ Αραράτ, πρὸς Αρμενίων οὕτω καλούμενον, ἐφ' οὗ καὶ τὴν κιβωτὸν ἱδρυθῆναι φησιν ἡ Γραφή - ἧς ἄχρι καὶ νῦν εἶναί φασιν οὐ μικρὰ λείψανα τῶν τε ξύλων καὶ τῶν ἤλων, ἐκεῖ σωζόμενα. Εντεῦθεν καὶ ὁ Εὐφράτης ὀλίγος ταπρῶτα φυείς, προβαίνων ἀεὶ γίνε ται μείζων, πλείστους ἐμβάλλοντας αὐτῷ ποταμούς εἰς τὴν ἑαυτοῦ προσηγορίαν συνεφελκόμενος. Την ᾿Αρμενίαν δὲ, τήν τε μεγάλην καὶ τὴν μικρὰν διελ θών, ἔπειτα πρόεισι, τέμνων μὲν τὴν Συρίαν τὴν ἰδίως Εὐφρατησίαν καλουμένην· ἔπειτα μέντοι καὶ τὴν ἄλλην· καὶ ταύτην δὲ καὶ τὴν ἄλλην διαμειψάμενος, καὶ ἔλικα διασπῶν, ὧν δίεισι ποικιλωτά την, κλασθεὶς όπηνίκα τῇ ᾿Αραβίᾳ πελάσει. Εν ταῦθα δὴ κυκλοτερῶς καταντικρύ τῆς Ἐρυθρᾶς θαλάσσης παρενεχθείς, καὶ χώραν οὐκ ὀλίγην ἐγκολ τωσάμενος, ἔπειτα πρὸς Καικίαν ἄνεμον ἐπιστρέφει τὸ β. έθρον· ὅσπερ οὖν Βορέου τε καὶ 'Απηλιώ

Chapter XIXCaput XIX

col. 299–300page 146 of 633
PG 146:299ὁρμήσας, οὐχ οἷός τέ ἐστιν αὐτῷ ὅλως συμμίξαι ἀλλὰ μοίραις τισὶν ἐν τῷ διὰ μέσου παρακαλούμε. νος, τῇ ὑπολειπομένῃ μεγίστη τε οὔσῃ, καὶ ναῦ; ἀνασχέσθαι δυνατωτάτῃ, τῷ Τίγρητι κατὰ Σούσας μάλιστα συμπίπτει. Καὶ δὴ τῆς ἑαυτοῦ προσηγορίας ἀποπαυσάμενος, σὺν ἐκείνῳ πρὸς τὸν Περσικών και τα σύρεται κόλπον. Καὶ τὸ μεταξὺ τῶν δύο ποταμών τούτων, τοῦ τε Τίγρητος καὶ τοῦ Εὐφράτου. Μεσο ποταμία τυγχάνει προσαγορευόμενον. Τίγρης μὲν οὖν καὶ Εὐφράτης κατὰ τὸ ἐμφανὲς ὅθεν ἀναδύονται, εἴρητα:· ἡ δὲ ἱερὰ ἡμῶν Γραφή, ἐκ τοῦ παραδείσου τούτους λέγουσα ὁρμᾶσθαι, τὸ ἀληθέστατον ἱστορεί. Καὶ γὰρ ἐξ αὐτοῦ τὰς πρώτας ἀρχὰς τῶν ῥείθρων φέροντες, ἄχρι μέν τινος προΐασιν ὑπὲρ γῆν ρέον τες ἴσως· ἔπειτα δὲ τῆς μεγάλης ἐρήμου καὶ ἀπ μωδεστάτης αὐτοὺς ἐκδεξαμένης, πρὸς τὸ βάθος ἐνα ταῦθα καταπινόμενοι, οὐ πρότερον ἵστανται τῆς ἐπὶ τὰ κάτω φορᾶς, πρὶν ἐπ' αὐτὸ δὴ τὸ στεγανὸν καὶ πετρώδες τῆς αὐτόθι καταντήσωσι γῆς. Στάσιν δ' αὐτοῖς τῆς ἐπὶ τὰ κάτω προχωρήσεως τῆς αὐτόθι κρηπίδος παρασχομένης, ἐνταῦθα ἤδη τῶν ρευμάτ των αὐτοῖς συναγειρομένων ὑπὸ πλήθους καὶ ἰσχύος τοῦ ἀεὶ ἐπιφερομένου, τὸ πρόσω χωροῦσιν ἐπ' εὐθὺ βιαζόμενοι. Αλλ' οὗτοι μὲν οἱ ποταμοὶ κατωρύχιο. πορευόμενοι, μοῖραν αὐτῶν οὐκ ὀλίγην τῆς ἐν μέσῳ γῆς ὑπεξαιρουμένης, ἐλάττους ἀπαντῶσιν ἤδη και ἀσθενέστερο: ἐπὶ τοὺς τόπους τῶν ἀναδύσεων. Καὶ τό γε μυχίους αὐτοὺς πλείστην ἐπιέναι γῆν οὐκ εἰκὸς ἀπιστεῖν· πολλὰ γάρ ἐστι καὶ ἄλλα γεύματα πανταχοῦ τῶν σφόδρα μεγίστων τε καὶ ἰσχυροτάτων, ὑπὸ γῆν ἀφικνούμενα. Δῆλον δέ· ἦχές τε γὰρ ἀπ' αὐτῶν ἀκούεται μέγας, σὺν ταράχῳ καὶ ῥοίξῳ πολ λῷ φερομένων. ᾿Αλλὰ καὶ τινες ὑπὲρ αὐτῶν φρέατα ὀρυσσόμενοι, καὶ τῆς ἀπηντηκυίας αὐτοῖς πλακή; κάτωθεν, ἐπ' ὀλίγον τρώσαντες, ὑφ᾽ ἣν τὸ ῥεῖθρον καχλάζον ἤδη τὴν ἐπὶ τὸ ἄνω φορὰν βιαζόμεν ὑπισχνείται, μόγις ἀνελήφθησαν ὑπὸ τῶν ἐπὶ τοῦ χείλους τῆς φρεωρυχίας ἐστώτων ἀναρπασθέντας" καὶ τὸ ῥεῖθρον ἐφομαρτήσαν, εἰς ἐχετὸν προυχώ το σεν, ὑπ' οὐδεμιᾶς ἀνομβρίας ἔτι παραλυπούμενον, διὰ τὸ τῆς χορηγίας ἀένναον. Η γὰρ τοῦ Θεοῦ ἀπό ῥητος σοφία, οἱονεὶ φλέβας χορηγούς τῶν ἀναγκαίων, τὰς τῶν ῥείθρων διεκδρομάς, τὰς μὲν ἀφανεῖς, τὰ; του μέσος ἕστηκε· καὶ πρὸς τὸν Τίγρητα ποταμὸν δὲ προδήλους εἰργάσατο. Ταύτῃ ἄρα καὶ ὁ προφήτης ἐμελώδησε Δαβίδ· Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτ τήν· ὡς τὰς μὲν θαλάττας τοῖς μεγίστοις αὐτῆς κολπώμασιν οἷον ἀποθησαυρίσας καὶ τὴν βάσιν αὐ τοῖς κρατυνάμενος, πρὸς τὸ ἀνέχεσθαι τοσοῦτον ὄγκον καὶ πλῆθος τῶν ἐν αὐτῇ φερομένων· τοῖς δὲ ποταμοῖς τὴν διέξοδον ἀπόλυτον ταῖς εὐμηχάνοις αὐτῆς διαθέσεσι δούς, ἀεὶ ταῖς τῶν χωρίων ὑπαγωγαῖς τε καὶ ταπεινότησιν, ἀπὸ τῶν ὑψηλοτέρων ἐπὶ
col. 301–302page 147 of 633
PG 146:301τὰ χθαμαλώτερα τόπον τῇ ῥοπῇ τοῦ βρίθοντος δα της παρασχών. Ο δ' αὐτὸς εἰκασία χρώμενος, κεί σθαί φησι καὶ τὸν παράδεισον κατὰ τὰς Ισημερίας τῆς τοῦς· πρῶτον μὲν, ἐξ ὧν τὰ πρὸς μεσημβρίαν δῆλά ἐστι πάντα οἰκούμενα σχεδόν μέχρι τῆς ἔξω θαλάττης, ἣν θάλατταν ὁ ἥλιος ήδη ξυμφλέγει, κατ' ἔτος ἐπ' αὐτῇ τὰς ἀκτῖνας ἐρείδων· καὶ ἡ διά μέσου λεγομένη ζώνη τοῦτό ἐστιν· ἔτι δὲ καὶ διότι ὁ νῦν Ὕφασις καλούμενος ποταμὸς, ἂν ἡ Γραφή Φεισὼν ὀνομάζει, καὶ αὐτὸς τοῦ παραδείσου ἀναβλύζων, ἐκ τῶν ἀρκτῴων μᾶλλον τῆς ἀνατολῆς μερῶν ἐπὶ τὴν μεσημβρίαν φαίνεται ρέων, καὶ εἰς τὸν ταύτῃ Ὠκεανὸν τὸ ῥεῖθρον εἰσερευγόμενος, ἀντικρὺ τῆς νήσου Ταπροβάνης· οὗ παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ εὑρίσκεται το λεγόμενον καρυόφυλλον, εἴτε καρπός, εἴτε δὲ καὶ ἄνθος τυγχάνει. Καὶ πεπιστεύκασιν οἱ ἐκείνῃ οἰκοῦντες τῶν ἐκ τοῦ παραδείσου τοῦτο δένδρον εἶναι. Καὶ γὰρ καὶ ἡ ὑπὲρ αὐτοὺς γῆ Ερημός τέ ἐστι δεινῶς ἅπασα καὶ ἀκαρποτάτη. Εκ δὲ τοῦ φέρειν τὸν ποταμὸν τὸ ἄνθος ἐπίδηλον ἂν εἴη ὡς οὗτος ὁ ποταμὸς ὑπὲρ γῆς ἅπας ρέει, μηδαμόθι καταδυόμενος· οὐ γὰρ ἂν τὸ ἐκεῖθεν φυόμενον ἡδύο το φέρειν. Εχει δέ τι καὶ ἄλλο σύμβολον τῆς περὶ τὸν παράδεισον γεηρᾶς ἐπιμιξίας. Φασὶ γὰρ ὡς ἐάν τις τύχοι πυρετῷ λάβρῳ φλεγόμενος, εἰς τὸν ποταμὸν βαπτισάμενος, παραυτίκα τοῦ νοσήματος ἀπαλλάττεται. Ο δὲ Τίγρις καὶ Εὐφράτης, διότι καταδύουσι καὶ πάλιν ἀνίσχουσιν, οὐδὲν ἐκεῖθεν δύο κανται κομίζειν, ὥσπερ ὁ Ὕφασις. Οὐδέ γε ὁ Νεῖλος" καὶ γὰρ καὶ τοῦτον ἐκεῖθεν ῥεῖν, ἡ Μωσέως ἐπί πνοια λέγει, Γαιών αὐτὸν ὀνομάζουσα· ἄν οἱ παρ' Ελλησιν Αἰγύπτιον ἐκάλουν. Οὗτος γὰρ, ὡς ἔπτι συμβαλεῖν, ἐξορμῶν τοῦ παραδείσου, πρὶν ἐπὶ τὸ αἰκούμενον φθάσαι καταδυόμενος, ἔπειτα τὴν Ἰνδικὴν θάλασσαν ὑπελθὼν ἔτι, καὶ κύκλῳ γε αὐτὴν περιελιχθεὶς ὡς εἰκάσαι· τίς γὰρ ἀνθρώπων ἀκρι δώσεις τοῦτο; καὶ ὑπὸ πᾶσαν τὴν ἐν μέσῳ γῆν ενεχθεὶς μέχρι τῆς Ἐρυθρᾶς θαλάσσης· καὶ ταύτην ὑποδραμὼν, ἐπὶ θάτερον αὐτῆς ἐκδίδοται μέρος ὑπὸ τὸ τῆς σελήνης καλούμενον ὄρος (ἐν ᾧ δύο πηγὰς λέγεται ποιεῖν, ἀλλήλων οὐκ ὀλίγον διεστηκυίας, κάτωθεν βιαίως ἀναῤῥοιβδουμένας)· καὶ διὰ τῆς Αιθιοπίας ἐνεχθεὶς, ἐπὶ τὴν Αἴγυπτον χωρεί, διὰ πετρῶν ὑψηλοτάτων καταραττόμενος. Ἔτι δὲ καὶ τοῦτο προστίθησιν ὡς ἅπαν τὸ πρὸς ἀνίσχοντα ἥλιον, καὶ περὶ τὴν μεσημβρίαν κλίμα, καίτοι πέρα τοῦ μέτρου θαλπόμενον, ὅμως τὰ κράτιστα καὶ μέγιστα φέρει τῶν, ὅσα γῆ τε καὶ θάλαττα δυνατή τρέφειν. Τά τε γὰρ κήτη τὰ ὑπερμεγέθη αὐτῇ ἐνεῖ ναι τῇ θαλάττῃ· καὶ ἤδη ὤφθη πολλάκις ἐπιπολάσαντα τοῖς τὴν Ὠκεανὸν ἐκεῖνον ναυτιλλομένοις. Η τε γὰρ γῆ τοὺς ἐλέφαντας ἔχει τοὺς μεγίστους καὶ ὑπερφυεστάτους· καὶ δὴ καὶ τοὺς παρελέφαντας λεγομένους, ὧν τὸ γένος τὰ μὲν ἄλλα πάντα βοῦς ἐστι μέγιστος, τὴν δὲ βύρσαν καὶ τὸ χρῶμα ἐλέφας,
col. 303–304page 148 of 633
PG 146:303καὶ σχεδὸν εἰπεῖν, καὶ τὸ μέγεθος. Αλλὰ καὶ δρά κοντες ἐν τούτοις εἰσ', πάχος μὲν δοκῶν οὐκ ἐλάτο τους, τὸ δὲ μῆκος εἰς ιεʹ παρατεινόμενον ὀργυιάς. Καὶ γὰρ καὶ δοραὶ τούτων ἐς Ρωμαίους ὤφθησαν διακομισθεῖσαι."Ο τε μονόκερως τὸ ζῶον παρ' αὐτοῖς ἐστι, τὴν κεφαλὴν μὲν δράκο της φέρων, κέρας δὲ σχολιὸν αὐτῷ πέφυκεν, οὔτι σφόδρα μέγα. Ὁ δὲ ἀν θερεὼν αὐτῷ πώγωνος ὑποπίμπλαται ἅπας μακρός δὲ ὁ τράχηλος εἰς ὕψος ἀνατεινόμενος, ὁλκῷ δράκοντος ἐγγύτατα παραπλήσιος. Τὸ δὲ ἄλλο σῶμα ελάφω προσέοικε μᾶλλον· τοὺς δὲ πόδας λέοντος ἔχει· καὶ ἔστι γε αὐτοῦ τὸ ἐκτύπωμα ὁρᾷν, χρώμασιν ἱστο ρούμενον. Καὶ δὴ καὶ ἡ καμηλοπάρδαλις τῆς ἐκείνη γέννημα χώρας· ἢ τὰ μὲν ἄλλα Ελαφός ἐστι μεγί στη, καμήλου δὲ τὸ ὕψος ἐνέδωκε τὸ σῶμα μιμεῖσθαι. Τον μέντοι αὐχένα μήκιστον καὶ ὑπὲρ τὴν ἀναλογίαν τοῦ λοιποῦ σώματος φέρει εἰς ὕψος ἀνορο θούμενον. ᾿Αλλὰ καὶ τὴν δορὰν ἅπασαν ἀπὸ κεφα τῆς ἄκρας ἕως ἐσχάτων ποδῶν παρδάλει μάλιστα τὴν ποικιλίαν προσφερεστάτην ἔχει· καὶ τοὺς ἔμ προσθεν πόδας ὑψηλοτάτους τῶν ὄπισθεν. Παρ' αὐτ τοῖς δέ ἐστι καὶ ὁ λεγόμενος αιγοπίθηκος, πίθηκος τις ὤν· μυρία γάρ ἐστι γένη πιθήκων· ἀρκτοπίθηκοι γάρ εἰσιν ἐν αὐτοῖς, καὶ λεοντοπίθηκοι, καὶ κυνοκέφαλοι, καὶ ἄλλαις πολλῶν ζώων ἰδέαις τῆς πιθηκείας μορφῆς ἐπιμιγνυμένης, ὡς καὶ πολλὰ δῆλα καθίσταται παρ' ἡμῖν κομιζόμενα· ἐν οἷς ἐστι καὶ ὁ ἐπικληθεὶς Πάν, ὃς τὴν μὲν κεφαλὴν αιγοπρόσωπός ἐστι, καὶ αἰγόκερως, καὶ ἐκ λαγόνων τὰ κάτω απ γοσκελής· τὴν δὲ κοιλίαν καὶ τὸ στέρνον καὶ τὰς χείρας καθαρὸς πίθηκος· ὃν καὶ ὁ τῶν Ινδῶν βασ σιλεὺς τηνικαῦτα Κωνσταντίῳ ἀπέστειλεν. Ο δή ζωὴν ἕζη μὲν φερόμενον ἄχρι τινὸς, ἔν τινι πλέγματι διὰ τὸ θηριῶδες εἰργμένον· ἐπεὶ δὲ ἀπέθανε, ταριχεύσαντες αὐτὸ οἱ κομίζοντες, θεάματος παρα σχεῖν ἀσυνήθους εἰκόνα, μέχρι τῆς Κωνσταντίνου διεσώσαντο πόλεως. Καί μοι δοκοῦσι τὸ ζῶον τοῦτο Ελληνες πάλαι ἰδεῖν, καὶ ἐκπλαγέντες τῷ ξένῳ τῆς θέας, θεὸν σφίσι νομίσαι, ειθισμένον αὐτοῖς τὰ παράδοξα θεοποιεῖν· ὥσπερ δὴ καὶ τὸν Σάτυρον. Ἔστι δὲ καὶ τοῦτο πίθηκος, ἐρυθρὸς τὸ πρόσωπον, καὶ γοργὸς τὴν κίνησιν, καὶ οὐρὰν ἔχων. Καὶ μὴν καὶ ἡ σφίγξ γένος ἐστὶ πιθήκων· ἧς τὸ μὲν άλλο σῶμα λάσιον ἐστιν, ὡς τοῖς λοιποῖς πιθήκοις, τὸ δὲ στέρνον ἄχρι γε αὐτοῦ τοῦ τραχήλου ἐψελωται. Μα ζοὺς δὲ γυναικὸς ἔχει, ερυθρού τινος βραχέος κεγχροειδοῦς ἐπαναστήματος ἅπαν ἐν κύκλῳ τὸ γεν γυμνωμένον τοῦ σώματος περιθέοντος, καὶ εἰς πολλήν τινα εὐπρέπειαν ἀνθρωποφανεῖ ὄντι τῷ ἐν μέσῳ χρώματι συναρμοζομένου· τό τε πρόσωπον ενεστρογγύλωται μᾶλλον, καὶ εἰς γυναικείαν Ελκει μορφήν. "Η τε φωνὴ ἐπιεικῶς ἀνθρωπεία, πλὴν ὅσιν οὐκ εἰς ἄρθρα διαιρουμένη, ἀλλά τινι ταχέως καὶ οἷον μετά τινος ὀργῆς τε καὶ ἀχθηδόνος ἄσημα ὑποφθεγγομένης προσεοικυία· βαρυτέρα τε μᾶλλόνἐστιν ὀξυνομένη. "Αγριόν τέ ἐστι δεινῶς τὸ θηρίον καὶ πανουργότατον, καὶ οὐδὲ ῥᾳδίως τιθασσευόμενον. Ταύτης εἰς Θήβας μοι δοκῶ τῆς Βοιωτίας τά λαι κομισθείσης, καί τισιν ἴσως τῶν ἐπὶ θέᾳ συν
col. 305–306page 149 of 633
PG 146:305δ εῤῥυηκότων ἐφαλλομένη; καὶ τοῖς προσώποις λυμηναμένης, δεινὸν ποιησάμενος ὁ Οἰδίπους τὰς τῶν ομοφύλων λώβας, καταφονεῦσαι τὸ ζῶον καὶ ὄνομα λαμπρὸν ἐκεῖθεν λαβεῖν. Καὶ αὐτὸν ὁ μῦθος εἰς ἀν δρείαν κοσμῶν, ὑπόπτερον μὲν τὸ θηρίον ἀναπλάττει, διὰ τὸ ὀξέως ἐπιπηδᾷν· στέρνον δὲ γυναικὸς ἐφαρμόττει, καὶ τὸ σῶμα λέοντος· γυναικὸς μὲν, διὰ τὸ πρόχειρον τῆς γυμνώσεως καὶ πρὸς τὸ γυ ναικεῖον εἶδος ὁμοιώσεως, λέοντος δὲ, διὰ τὸ θηριῶδες, καὶ ὅτι κατὰ τὸ πλεῖστον τοῖς τέσσαρσι τυγ χάνει ποσὶν ἐρειδόμενον. Λόγου δὲ τῷ θηρίῳ μετέ δωκε τὸ πλάσμα, διὰ τὸ τῆς φωνῆς ἀνθρωποειδές αἰνιγματώδες δὲ, διὰ τὸ ἄσημα φθέγγεσθαι. Καὶ θαυμαστὸν οὐδέν· πολλὰ γὰρ καὶ ἄλλα σύνηθες τοῖς Ελλησι πρὸς τὸ μυθῶδες ἀναπλάττειν. Ἡ αὐτὴ δὲ χώρα καὶ ὄνους ἀγρίους μεγίστους τε τῷ μεγέθει φέρει, καὶ τὴν δορὰν κατὰ τὸ ξενίζον πεποικιλμένους, λευκοῦ σφίσι καὶ μέλανος χρώματος οὐ κατὰ μικρὸν συμποικιλλομένου· ἀλλὰ ζῶναί τινές εἰσινἀπὸ τῆς ῥάχεως ἐπὶ τὰς πλευρᾶς καὶ τὴν κοιλίαν καθήκουσαι, καὶ ἐνταῦθα δὴ σχιζόμεναι καὶ κατά τινας περιφερείας ἀλλήλαις ἐνελιττόμενοι, θαυμαστὴν τινα καὶ ξένην ἀπεργάζονται πλοκὴν καὶ ποι κιλίαν. 'Αλλ' ἄγε δὴ καὶ ὁ φοίνιξ, τὸ πολυθρύλλητον πτηνόν, παρ' αὐτοῖς τυγχάνει γινόμενος. Καὶ μὲν δὴ καὶ τὴν ψιττάκην ἐκεῖθεν ἴσμεν κομιζομένην· ὁ τῶν ὀρνέων ἐστὶ λαλίστατον, καὶ τῆς ἀνθρωπίνης γλώττης μιμητικώτατον· καὶ τοὺς ποικίλους δὲ καὶ καταστιγεῖς ὄρνις, οὓς γαράμαντας ἐπικαλοῦσί τιν τες, ἀπὸ τοῦ ἔθνους οὗ μάλιστα πλεῖστοι κομίζονται, τὴν ἐπωνυμίαν θέμενοι. Καὶ ἄλλα δὲ πλεῖστα δια φανῶς ὑπερφυέστατα φύεται, ὧν τὸ πλῆθος ἡ διήγησις ὑποστέλλεται. ᾿Αλλὰ καὶ ὁ χρυσὸς ἐνταῦθα γεν νάται ὁ καθαρώτατος, χρυσιτίδων οἱονεὶ τριχῶν αὐτοφυῶν τῆς ἐκείνῃ γῆς, ἀναδιδομένων, καὶ ἐπ' ἀλλήλας κειμένων, καὶ ἐπίδηλον αὐτῷ τὴν γένεσιν παρεχομένων. Καὶ καρποὶ δὲ κάλλιστοί τε καὶ μέ γιατοι· ὧν γνώριμα καὶ τὰ κάρυα. ᾿Αλλὰ μὴν καὶ τὸ ἐπὶ τοῖς ὑμηρίταις κλίμα πᾶν μέχρι τῆς Ἐρυ θρᾶς θαλάσσης δις τοῦ ἐνιαυτοῦ ἀναδίδωσι τοὺς καρ πούς· ἐξ οὗ καὶ τὴν χώραν ᾿Αραβίαν εὐδαίμονα προσηγόρευσαν. Καὶ ὅλως ἡ πρὸς ἀνίσχοντα ἥλιον ἅπασα γῆ μακρῷ τῆς ἄλλης ἐν πᾶσι διαφέρει. Ο δὲ παράδεισος ἀπάσης τῆς ἑψας τὸ κράτιστόν τε καὶ καθαρώτατον ὑπάρχων, καὶ τοὺς ἀέρα; ακραιφνες στάτους καὶ καλλίστους ἔχων, καὶ τοῖ; διαφανεστά τοις ὕδασι καταρδόμενος, δῆλον ὡς ἀπαραβλήτῳ ὑπεροχῇ τῆς ὑφ᾽ ἡλίῳ πάσης ἐν πᾶσι τὸ κρεῖττον φέρει, τῆς ἔξωθεν θαλάσσης κατ' ἀνίσχοντα τὸν ἥλιον αὐτῷ περικλυζομένης. Ταῦτα μὲν εἰ καὶ παρ εκβατικώτερα εἴρηται, ἀλλ' ἀναγκαῖα, οίμαι, δόξει τοῖς φιλομαθεῖν ᾑρημένοις. Πολλοὶ δὲ καὶ ἄλλοι παρὰ τούτους ἐγένοντο, ἱκανοὶ καὶ νοεῖν καὶ λέγειν ἐν ἱεροῖς γράμμασιν· οὓς ἅπαντας ἀριθμεῖν ἐργῶς δες, καὶ τῆς προκειμένης πραγματείας εκτός. Μή τῳ δὲ γενοίμην ἐν σκώμματι, οἷς τινας αρχηγούς ή καὶ σπουδαστὰς αἱρέσεων γενομένους, τοῖς καθ' ἡμᾶς ἀρίστως φιλοσοφήσασι, διεξῆλθον· οὐ γὰρ περὶ πίσ στεως καὶ δόξης ἡ κρίσις ἡμῖν ἀρτίως· ἀλλ' ὅτι δει

Chapter XXCaput XX

col. 307–308page 150 of 633
PG 146:307οὐδὲ γὰρ τὸ προκείμενον ἡμῖν φιλοκρινεῖν δόξας, ἀλλ᾽ ἁπλῶς οὕτω τὸ χρόνῳ παρεμπεσὸν ἀφηγείσθαι, ὥσπερ δὴ καὶ ἐγένετο, μηδὲν οἴκοθεν ἐπεισάγοντα. Περί γε μὴν δόξης καὶ τῶν λοιπῶν πρόδηλος ἡ ἀλή θεια. Καὶ οἷς θέμις περὶ τούτων κρινέτωσαν. Όσοι μὲν οὖν ἐπί τε ἀρετῇ καὶ λόγων παιδεία τοῖς χρό ναις ἐπίσημοι τε καὶ περιβόητοι ἐγένοντο, οὗτοι ἦσαν· ἑξῆς δὲ κατὰ χώραν καὶ τοὺς ἐπιγενομένους εκθήσομαι. λέγειν καὶ περὶ γλώτταν ἀστεῖοι ἐγένοντο, δίειμι ΚΕΦΑΛ. Κ'. Περὶ τῆς εἰς τὴν εὐσεβῆ θρησκείαν τῶν παίδων τοῦ μεγάλου Κωνσταντίνου σπουδῆς, καὶ περὶ τῆς δόξης αὐτῶν, καὶ ὡς μικρὸν παρεσύρη Κωνστάντιος· καὶ περὶ τῆς διαφορᾶς τοῦ ὁμο ουσίου καὶ ὁμοιουσίου καὶ τοῦ πλάσματος τῶν 'Αρειανών. Ἡμεῖς δὲ αὖθις τῆς προκειμένης ἱστορίας εχώ μεθα. Οὐ μόνον οὖν οἱ προειρημένοι. θεοφιλεῖς ἄν δρες βίῳ καὶ ἄλλως σοφίας λόγῳ πολλῷ διαφέροντες τὴν θρησκείαν ἐγέραιρον, τοῖς ξένοις ἐπιτηδεύμασιν αὔξοντες· ἀλλ' ὅτι καὶ οἱ τηνικάδε κρατοῦντες, κατὰ ζῆλον πατρῷον ἐν πολλῇ τῇ ῥᾳστώνῃ περὶ τὰς ἐκκλησίας καὶ τὸ σέβας εἶχον. Τούς τε γὰρ ἐν κλήροις Θεοῦ, καὶ τοὺς ἐξ ἐκείνων, καὶ ὅσοι ἀγχιστεύοντες ἐκείνοις ἦσαν, τιμαῖς ἐξαισίαις καὶ ἀτελείαις ἐσέμνυνον, τοῖς καλοῖς τε καὶ ἀγαθοῖς πατρικοῖς νόμοις ἑτέ ρους καὶ αὐτοὶ θεοφιλῶς προστιθέντες. Οἱ δὴ πάντες ἀνήρουν τήν τε τῶν εἰδώλων λατρείαν, καὶ τὸ τῶν ξοάνων ἐπιμελές. Κλεῖδες γὰρ ἀπανταχοῦ τοῖς Ε λήνων ναοῖς ἐπετίθεντο. Ησαν δὲ οἱ καὶ ὕλης λόγον ἐπεῖχον τοῖς ἡμετέροις, εὐθὺς ἐκ βάθρων λυόμεναι. Οὐ διὰ μικρᾶς δ᾽ ἦν ἐκείνοις σπουδῆς καὶ τοὺς χρόν κεκμηκότας τῶν θείων σηκῶν παρασκευάζειν ἡδᾷν, τοὺς δ' ἐκ κρηπίδων αὐτῶν ἀνιστᾷν· ὧν εἷς ἐστι κάλλει καὶ μεγέθει τῶν πολλῶν ὑπερφέρων καὶ ὁ κατὰ τὴν Εμεσσαν Κωνσταντίῳ ἀνεγερθείς. Πρὸς τούτοις ἐνομοθέτουν, μή τινα Ἰουδαϊκῇ θρησκεία συζῶντα δοῦλον ὠνεῖσθαι ἐξ οἷας δή ποτ' οὖν αἱρέ σεως ὄντα. Εἰ δ' οὖν φωραθέντα, αὐτὸν ἐκεῖνον δη μόσιον δοῦλον καθίστασθαι. Εἰ δὲ λάθοι περιτεμὼν, ζημίαν ἐκείνῳ εἶναι τὴν τῆς κεφαλῆς ἐκτομήν, καὶ τὸ τὰ ὄντα τῷ δήμῳ ἀνεῖσθαι· ᾑρημένοι γὰρ τὸ σέο βας ἐπιδιδόναι, καὶ τούτου δή μάλιστα προὐνόουν, ὥστε μὴ ὡς ἔτυχέ τινας ὑπὸ Ἰουδαίων εφέλκεσθαι, τῇ δ' ἀληθεῖ Ἐκκλησίᾳ ταμιεύεσθαι, καὶ ὅσοι τέως ἐν ἐλπίσιν ἦσαν χριστιανίζειν. Ἡ γὰρ τῶν Χριστιανῶν θρησκεία ἐξ Ελλήνων μᾶλλον τὴν ἐπίδοσιν εἶ χεν. Οὐ μὴν δὲ ἀλλὰ τὰ πρῶτα ἀθιγῆ τὴν πατρώαν δόξαν οἱ παῖδες Κωνσταντίνου ἀσφαλῶς ἐφρούρουν καὶ ἄμφω γὰρ διάπυροι ἐπαινέται τῆς ἐν Νικαία πίστεως ὅντε; ἐτύγχανον. Καὶ Κώνστας μὲν ἄχρι τέλους ἐν ταύτῃ παρέμεινεν· ὁ δέ γε Κωνστάντιος μέχρι μέν τινος ἐκείνοις εἴπετο, εἰσέπειτα δὲ τῆς τοῦ ὁμοουσίου σαλευομένης λέξεως, μικρόν τι τῆς
col. 309–310page 151 of 633
PG 146:309ΙΧ. γνώμης ἐσύρη· οὐ μὴν ὡς ἐπίπαν ἀπέσχετο, μὴ καὶ τοῦ ὁμοουσίου, τὸ ὁμοούσιον, ὁμοιοούσιον, ὁμοούσιον, όμοιούσιον, ὁμοουσίου, ὁμοιούσιον, τὸν Υἱὸν ὅμοιον κατὰ τὴν οὐσίαν τῷ Πατρὶ διαρρήδην ἀνακηρύττειν. Οἱ μὲν γὰρ ἀμφὶ τὸν Εὐσέβιον Νικομηδείας, καὶ ἄλλοι τῶν ἀνὰ τὴν ἕω τηνικαῦτα ἐπισκόπων, ἐπί τε ἀρετῇ καὶ λόγοις τὸ ἐπίσημον κεκληρωμένοι, διαφορὰν ἔχειν εἰσηγοῦντο τὸ ὁμο ούσιον λέγειν, καὶ κατ' ουσίαν ὅμοιον, ὃ δὴ καὶ ὁμοούσιον ἔλεγον. Ἐπὶ γὰρ σωμάτων μόνων κυ ρίως ὑπετίθουν τὸ ὁμοούσιον· ὡς φέρε εἰπεῖν, ἐπ᾿ ἀνθρώπων καὶ λοιπῶν ζώων, ἔτι δὲ καὶ δένδρων καὶ φυτῶν, οἷς ἅπασιν ἡ μετουσία καὶ ἡ γένεσι: ἐξ ἐμοίου ἐστί. Τὸ δ' ὁμοιοούσιον ἐπὶ τῶν ἐκτὸς ὕλης χρῆναι ἔλεγον· οἷον ἐπὶ Θεοῦ καὶ ἀγγέλων· ἔκα στον γὰρ τούτων πρὸς ἑαυτὸν νοούμενον κατ' ἰδίαν ὑφέστηκεν· ἐξ ὧν καὶ Κωνστάντιος παραγόμενος, ὡς ἔοικε, παρεσύρη μεταπεισθείς. Καί γε, ὡς εἰκά ζειν μοι ἔπεισι, κατὰ διάθεσίν τε καὶ γνώμην ὅμοια καὶ οὗτος τῷ πατρὶ καὶ τἀδελφῷ ἐφρόνει. Αμείψας δὲ τὸ ῥητὸν, οὐδὲν ἁμαρτάνειν περὶ τὸ σέβας ᾤετο, ἀντὶ ὁμοουσίου ὁμοιούσιον λέγων. "Ο δὴ τοῖς τότε εἰσηγουμένοις ἄμεινον καὶ ἀκριβέστερον εἶναι ἐδό κει· ἰσχυρίζοντο γάρ, ὡς εἴ τις μὴ οὕτω λέγοι, κιν δυνεύειν λοιπὸν σῶμα τὸ ἀσώματον καὶ λέγειν τε καὶ νοεῖν. Οπερ εὐηθείας ἀνάμεστον ὄν, τοῖς πολ Τοῖς καταγέλαστον εἶναι ἐδόκει. Συνιέναι γὰρ ἐχρῆν ὡς τὰ τῶν νοητῶν ὀνόματα ἐκ τῶν φαινομένων τὴν μετάληψιν ἔχουσι. Ποῖος δ᾽ ἂν κίνδυνος ἐν λέξεσι γένοιτο, μηδεμιᾶς ἁμαρτίας περὶ τὴν ἔννοιαν γινο μένης; Ἐντεῦθεν τεκμηριώσασθαι ἔπεισί μοι καὶ τὸν πολὺν ἐν θεολογίᾳ Γρηγόριον ἐν τοῖς κατὰ ου Διανοῦ στηλιτευτικοῖς, ὅλον τῶν ἐπαίνων Κωνσταν του γενόμενον, ὑπερφυέσιν ἐγκωμίοις στέφειν, καὶ τὸ εὐσεβὲς ἀνακηρύττειν αὐτοῦ· ὡς καὶ ἀγγελικάς δυνάμεις προαγόμενον προπέμπειν αὐτὸν, καὶ ξ:νι ζούσαις γεραίρειν ᾠδαῖς, ὡς ἐν τῷ πέρατι τοῦ παρ όντος τόμου διαληψόμεθα. Θαυμαστὸν δὲ οὐδὲν εἰ βασιλεὺς περὶ πράγματα τὴν σχολὴν ἔχων, παρα πεισθεὶς τὴν λέξιν προσήκατο· ὅπου γε καὶ τῶν τηνικάδι ἱερέων πολλοί, κατὰ διάνοιαν σύμφωνοι ὄντες τῷ κατὰ Νίκαιαν δόγματι, δίχα τινὸς ἔριδος τὴν λέξιν ἁπλῶς ἐξεδέχοντο. Αλλοι μηδέν τι περί ἀμφοτέρας ἐννοοῦντες φαῦλον, ἐπὶ μιᾷ σημασίᾳ τῆς εὐσεβοῦς διανοίας ἐχρῶντο. Ω; ἐντεῦθεν συνάγεσθαι ἐκεῖνο, κομψότητος μὲν ἔμπλεων εἶναι, ὅ οἱ περὶ ᾿Αρειον ἐπὶ τῷ σφετέρῳ δῆθεν καλῷ ἀνεπλάσαντο· καὶ γάρ φασι μετὰ τὴν τῶν τις θεοφόρων Πατέρων συνέλευσιν πολλο: τῶν ἐπισκόπων, ὧν καὶ Εὐσέβιος ἦσαν καὶ Θεογόνιος οἱ Βιθυνοί, οὐκέτ' ήθελον λέγειν ὁμοούσιον εἶναι τῷ Πατρὶ τὸν Υἱόν, καὶ ταῦτα καθυπογράψαντες· οἷς χαλεπήνας ὁ Κων σταντίνος, ὑπερορίους εποίει. Οναρ δὲ τῇ τοῦ κρα τοῦντος ἀδελφῇ θεόθεν χρῆσαι, ὡς ἀδίκως ἐγένοντο Υπερόριοι, ὀρθῶς δοξάζοντες περὶ τοῦ Θεοῦ. ἐντεῦθεν δ' ἐκείνων μετακληθέντων, ἔρεσθαι τὸν κρα τοῦντα, ὅτου χάριν παρὰ τὰ δεδογμένα τῇ συνόδῳ φρονοῦσι, καὶ ταῦτα σύμψηφοι καὶ κοινωνοί γρα φῆς καὶ τῶν λοιπῶν αὐτῇ γεγονότες. Τοῖς δ᾽ ἀπο κρίνασθαι, μὴ κατὰ γνώμην τοῖς δεδογμένοις συν θέσθαι. Εἰσήει γὰρ δέος ἡμῖν οὐκ ἔλαττον, ἔλεγον,

Chapter XXICaput XXI

col. 311–312page 152 of 633
PG 146:311προτέραν ἐπανέλθοις πίστιν, χθὲς καὶ πρότριτα Χριστιανίζειν ἀρξάμενος, καὶ οὐ πάνυ πόρρω τελε-. σθεὶς τῷ βαπτίσματι, διώκτης μάλιστα μετατραπείς γένοιο. "Α δῆτ᾽ ἀκούσαντα Κωνσταντῖνον, λῦσαι μὲν τὴν ὑπερορίαν ἐκείνοις, συγγνῶναι δὲ τῆς οἰκονομίας· διὰ μελέτης δ' ἔχειν σύνοδον ἀθροίζειν ἑτέραν. “Ο δῆτα βουλόμενον δρᾷν, ἀνέσχεν ἡ τελευτή. Κων σταντίῳ δὲ, ὡσανεὶ πρεσβυτέρῳ τῶν παίδων, ἐντείλασθαι πέρας τῷ σκοπῷ ἐπιθέσθαι· μηδὲ γὰρ ἂν τὴν θρησκείαν ὠφελεῖν ἔλεγεν, εἰ μὴ σύμφωνος παρὰ πάντων εἴη. Τὸν δὲ τὰ ἐντελλόμενα τῷ πατρὶ μὴ παραβαίνειν ἐθέλοντα, τὴν ἐν Ἀριμίνῳ σύνοδον συγκροτῆσαι. Δι' οὗ λόγου μάλιστα εὐφώρατον τοῖς συνιεῖσι τὸ τοῦ πλάσματος ψεῦδος συνάγεται. Πρώ τον γὰρ ἔτος καὶ εἰκοστὸν τῇ ἀρχῇ Κωνστάντιος ἤνυεν, ἡνίκα ἡ ἐν Ἀριμένῳ συνίστατο σύνοδος, πολλῶν ἄλλων συνόδων γεγενημένων τῷ μεταξύ, ἐν αἷς μάλιστα ἡ τοῦ ὁμοουσίου ζήτησις ἐγυμνάζετο, καὶ τοῦ ὁμοιοουσίου. Κατ' οὐσίαν δὲ ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν δοξάζειν παντάπασιν ἅπαντες ἐξετρέποντο, μέχρις ὅτου ὁ Σύρος Αέτιος περὶ τού του χαλεπῶς διετέθη· δι᾿ ἂν τοῦτο κακῶς δογματίζοντα, κατὰ τὸν αὐτὸν χρόνον προστάττει Κωνστάντιος, ἔν τε Αριμίνῳ καὶ Σελευκείᾳ τοὺς ἀπανταχού συνελθεῖν ἱερέας, τὴν τοιαύτην ἀναιρήσοντας δόξαν ὡς εἶναι πᾶσι καταφανές, μὴ δι' 8 'Αρειανοί κατα ψεύδονται, τὴν ἐν Ἀριμίνῳ σύνοδον συγκροτῆσαι Κωνστάντιον, ἀλλὰ δι' ὧν κακῶς ἐδόξαζεν ὁ ᾿Αβ τιος. Καὶ ὅτι ταῦτ᾽ ἀληθῆ, προϊούσης τῆς ἱστορίας φανήσεται. Ταῦτα εἰ καὶ παρεκβατικώτερον είρη ται, ἀλλ᾽ οὖν ὡς τῇ μετὰ χεῖρας πραγματείᾳ τὸ σύμφωνον ἔχοντα, ἀναγκαῖά μοι κατεφάνη. 'Αλλ' ἐπανιτέον ὅθεν ἐξέβημεν. ὁμοούσιον μὴ ἔριδος γενομένης ἐντεῦθεν, ὡς ἀχρείου τοῦ δόγματος ἀπόσχηται κράτος τὸ σύν, καὶ πρὸς τὴν τοῦ ὁμοουσίου, τοῦ ὁμοιοουσίου, καὶ ἔτι ἀβάπτιστος ὤν, ΚΕΦΑΛ. ΚΑ'. Ως μετὰ τ εν Σαρδικῇ ἀπειλαῖς Κώνστα τοῦ Καίσαρος ὑπὸ Κωνσταντίου ἀνεκλήθησαν αὖθις οἱ περὶ Παῦλον καὶ ᾿Αθανάσιον· καὶ οἷα ἔγραψεν Αθανασίῳ Κωνστάντιος. Ὁ τῶν ἑσπερίων βασιλεὺς Κώνστας τὰ ἐν τῇ Σαρ δικῇ γενόμενα διαγνούς, δύο τῶν ἐπισκόπων πέμ ψας, και τινα στρατηγόν· Σαλιανός τούτῳ ὄνομα ἦν, εὐσεβεία δὲ καὶ δικαιοσύνῃ διέλαμπεν· ἔγραφε τά δελφῷ δῆλα καθιστῶν τὰ γενόμενα, καὶ τοῖς ἀδικηθεῖσι Παύλῳ καὶ ᾿Αθανασίῳ τὰς ἰδίας ἐκκλησίας νέμειν παρεκελεύετο. Ἐπεὶ δ᾽ ὁ Κωνστάντιος εἰκή
col. 313–314page 153 of 633
PG 146:313Χ. τρίβειν τὸν χρόνον ᾑρεῖτο, αὖθις γράφων παρήνει, ἢ δέχεσθαι τοὺς περὶ Παῦλον καὶ ᾿Αθανάσιον, καὶ τοὺς ἰδίους ἀποδιδόναι θρόνους· ἢ μὴ ὁρᾷν οὕτω θέλοντα, πρὸς πόλεμον παρασκευαστέον εἶναι. Ο δ᾽ ἐπισκόποις τισὶ κοινωσάμενος την βουλήν, ἄμεινον ἔφασαν ἐκεῖνοι ᾿Αθανασίῳ παραχωρεῖν τῶν ἐκκλησιῶν, ἢ ἐμφυλίοις διακρίνεσθαι μάχαις. Οὕτω δ' ἐπὶ λέξεως τῷ Κώνστα εἶχεν ἡ ἐπιστολὴ Λακωνίζουσα· ο Αθα νάσιος ἧκεν ὡς ἡμᾶς, ἑαυτῷ προσήκειν τὴν ἐπισκο τὴν ᾿Αλεξανδρείας ἀποδεικνύς. Τυγχανέτω τοίνυνδιὰ σοῦ ταύτης· ἐπὶ τοῖς ἐμοῖς γε αὐτὴν ἀνακτήσεται ὅπλοις.» Τούτοις δ' ἐκβεβιασμένος Κωνστάντιος, πρὸς ἑαυτὸν δημοσίοις σχήμασιν ἐκάλει τὸν ᾿Αθανά στον. Τοῦ δ᾽ ἀμφιβάλλοντος, τῶν γὰρ δι' ἐναντίας τοὺς δόλους ὑπείδετο, καὶ αὖθις καὶ πολλάκις ὁ Κωνστάντιος γράφων ἀνεκαλείτο. Ἐγὼ δὲ καὶ τὰς ἐπιστολὰς εἰς παράστασιν ἐνθήσω τῇ συγγραφῇ· ο Κωνστάντιος Νικητής Αὔγουστος ᾿Αθανασίῳ ἐπισκόπῳ. Ἐπὶ πολύ σε κλυδωνίζεσθαι καὶ χειμάζεσθαι τοῖς τῆς θα λάσσης ὁμοίως κύμασιν ἀγρίαις οὐκ ἀφῆκεν ἡ τῆς ἡμετέρας ἡμερότητος φιλανθρωπία· γυμνωθέντα σε τῆς πατρώας ἑστία;, καὶ στερηθέντα τῶν ἰδίων, καὶ πλανωμένον ἐν θηριώδεσιν ἀνοδίαις, οὐ παρεῖδεν ἡ ἀκάματος ἡμῶν εὐσέβεια· εἰ καὶ τὰ μάλιστα ἐπὶ πολὺ ὑπερεθέμην γράψαι τὴν πρόθεσιν τῆς ἐμῆς διανοίας, προσδοκῶν αὐθαίρετόν σε παραγενέσθαι πρὸς ἡμᾶς, καὶ τῶν καμάτων αἰτεῖν θεραπείαν. Όμως ἐπειδὴ ἴσως ὁ φόβος τὴν προαίρεσιν τῆς σῆς προθέσεως ένεπόδιζε, διὰ τοῦτο δωρεάς πληρέστατα γράμματα πρὸς τὴν σὴν στερρότητα διεπεμψάμεθα ἵνα ἀφόβως ταῖς ἡμετέραις προσόψεσι ταχείαν τὴν σαυτοῦ παρουσίαν παρασχεῖν σπουδάσῃς, ὑπὲρ τοῦ τῆς σαυτοῦ ἐπιτιμίας ἀπολαῦσαι, καὶ πειραθείς ἡμῶν τῆς φιλανθρωπίας, τοῖς ἰδίοις ἀποκατασταθῇς· τούτου γὰρ ἕνεκα καὶ τὸν δεσπότην καὶ ἀδελ φόν μου Κώνσταντα τὸν Νικητὴν Αύγουστον ὑπὲρ σοῦ παρεκάλεσα, ἵνα τοῦ ἐλθεῖν ἐξουσίαν σοι δώσῃ όπως, ἀμφοτέρων ἡμῶν ἐπινευσάντων, τῇ πατρίδι ἀποκατασταθῇς, ἔχων τοῦτο τῆς ἡμῶν χάριτος ενέ χυρον.» ο Κωνστάντιος νικητής Αύγουστος Αθανασίῳ ἐπισκόπῳ. Εἰ καὶ τὰ μάλιστα διὰ προτέρων γραμ μάτων ἐδηλώσαμεν, ὅπως ἀμερίμνως εἰς τὸ ἡμέτερον κομιτάτον παραγένῃ, διὰ τὸ μάλιστα ἡμᾶς βού λεσθαι ἀποστεῖλαι σε εἰς τὰ ἴδια, ὅμως καὶ νῦν ταῦτα τα γράμματα πρὸς τὴν σὴν στερρότητα δεδηλώκαμεν. Διὸ προτρεπόμεθα, χωρίς τινος ἀπιστίας καὶ φόβου ἐπιβῆναι σε δημοσίοις σχήμασι, καὶ σπουδάσαι πρὸς ἡμᾶς, ἵνα ὧν ἐπιθυμεῖς, ἀπολαῦσαι δυνηθῇς.» «Κων στάντιος Νικητής Αύγουστος ᾿Αθανασίῳ ἐπισκόπῳ. Ηνίκα ἐν τῇ Ἐδέσσῃ διετρίβομεν, παρόντων τῶν σῶν πρεσβυτέρων, ήρεσεν ὅπως, ἀποσταλέντος πρε σβυτέρου πρὸς σὲ, ἐλθεῖν πρὸς τὸ ἡμέτερον κομιτα τον σπουδάσῃς, ἐπὶ τῷ ἰδόντα σε τὴν ἡμετέραν πρόσ οψιν, εὐθέως εἰς τὴν ᾿Αλεξάνδρειαν ὁδεῦσαι. Αλλ' ἐπεὶ δὴ πλεῖστος χρόνος παρῆλθεν ἀφ' οὗ γράμματα δεξάμενος παρ' ἡμῶν οὐκ ἀπήντησας, διὰ τοῦτο καὶ νῦν ὑπομνῆσαί σε ἐσπουδάσαμεν, ἵνα κἂν νῦν τὴν σὴν παρουσίαν ταχεῖαν ποιῆσαι πρὸς ἡμᾶς σπουδάσῃς, καὶ οὕτω δυνηθῇς τῇ πατρίδι σου ἀποκαταστα

Chapter XXIICaput XXII

col. 315–316page 154 of 633
PG 146:315Αθῆναι, καὶ τῆς εὐχῆς ἐπιτυχεῖν. Πρὸς δὲ πληρεστά την διήγησιν Αχήταν τὸν διάκονον ἀπεστείλαμεν παρ' οὗ δυνήσῃ μαθεῖν τῆς τε ἡμετέρας ψυχῆς τὴν προαίρεσιν, καὶ ὅτι τούτων ὧν εὔχῃ τυχεῖν δυνήσῃ. Ἐν ᾿Ακυλία τοίνυν δεξάμενος ᾿Αθανάσιος τὰς ἐπιστα λάς, ἐκεῖσε γὰρ ἐποιεῖτο τὰς διατριβάς, συνταξόμεν νος Ἰουλίῳ, εἰς Ρώμην ἀφίκετο. Καὶ πολλὴν ἐκείνῳ καὶ Ῥωμαίοις ἐνῆκε χαραν, δείξας τὰ γράμματα. βοντο γὰρ καὶ τὸν τῆς ἕω κρατοῦντα τῇ πίστει ε φρονεῖν, φιλοφρόνως οὕτω μετακαλούμενον 'Αθηνά σιον. Εφοδιάσας δὲ τοῦτον Ἰούλιος οἷς ἐχρῆν, καὶ γράμματα δι' αὐτοῦ τῷ τῆς ᾿Αλεξανδρείας έπεμπε κλήρῳ τε καὶ λαῷ, δι᾿ ὧν συνήδεσθαι δείκνυσι καὶ χαίρειν τῇ ἐπανόδῳ τοῦ τοσούτου ἀρχιερέως. Ως δὲ πρὸς λέξιν ἡγόρευον ΚΕΦΑΛ. ΚΒ'. Επιστολὴ Ἰουλίου Ρώμης ὑπὲρ τοῦ ἁγίου Αθανασίου τοῖς ἐν 'Αλεξανδρείᾳ πεμφθεῖσα. Συγχαίρω κἀγὼ ὑμῖν, ἀδελφοὶ ἀγαπητοί, ὅτι τὸν καρπὸν τῆς ἑαυτῶν πίστεως ἐπ' ὀφθαλμοῖς λοιπὸν ὁρᾶτε· τοῦτο γὰρ ἀληθῶς ἄν τις ἴδοι γενόμενον ἐπὶ τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου μου 'Αθανασίου· ἐν διὰ τὴν καθαρότητα τοῦ βίου, καὶ διὰ τὰς ὑμετέρας εὐχὰς, ὁ Θεὸς ὑμῖν ἀποδίδωσιν. Εκ δὴ τούτου συνα ρἂν ἔστι καθαρὰς ὑμῶν καὶ μεστὰς ἀγάπης ἀεὶ τὰς εὐχὰς ἀνενηνοχέναι πρὸς τὸν Θεόν. Μνήμονες γὰρ ὄντες τῶν οὐρανίων ἐπαγγελλιῶν, καὶ τῆς πρὸς αὐτ τὸν ἀγάπης, ἣν ἐκ τῆς διδασκαλίας τοῦ προειρημένου ἀδελφοῦ μου ἐπαιδεύθητα, ἔγνωτε ἀληθῶς, καὶ κατὰ τὴν προσοῦσαν ὑμῖν ὀρθὴν πίστιν κατειλήφατε τοῦτο, ὡς οὐκ ἂν εἰς τέλος οὗτος ἀφ᾽ ὑμῶν ἀποσχοινισθήσεται, ὃν ἐν ταῖς θεοσεβέσιν ὑμῶν ψυχαῖς ἐσχή κατε ὡς παρόντα ἀεί. Ούκουν οὐ πολλῶν μοι χρεία λόγων πρὸς ὑμᾶς ἐπιστέλλοντι· ὅσα γὰρ ὑμῖν λέλεκται παρ' ἐμοῦ, ταῦτα ἡ ὑμετέρα πίστις προλαβε καὶ πεπλήρωται κατὰ Χριστοῦ χάριν τὰ τῆς κοινῆς ὑμῶν πάντων εὐχῆς. Συγχαίρω τοίνυν ὑμῖν, πάλιν γὰρ ἐρῶ, ὅτι τὰς ψυχὰς ἀκαταμαχήτους ἐν τῇ πίστει τετηρήκατε. Καὶ αὐτῷ δὲ τῷ ἀδελφῷ μου Αθανασί οὐκ ἔλαττον συγχαίρω· ὅτι καίπερ πάσχων πολλὰ λυπηρά, οὐδὲ μίαν ὥραν ἐπιλήσμων γέγονε τῆς ὑμε τέρα; ἀγάπη; καὶ τοῦ ὑμετέρου πόθου. Εἰ γὰρ καὶ τῷ σώματι πρὸς καιρὸν ἔδοξεν ἀφ' ὑμῶν ἀφελκυσθῆναι, ἀλλὰ τῷ πνεύματι διὰ παντὸς ὡς συνὼν ὑμῖν διήγε· καὶ ἔγωγε, ἀγαπητοί, τὸν γενόμενον κατ' αὐτ τοῦ πάντα πειρασμὸν οὐκ ἄδοξιν ἡγοῦμαι γεγενῆσθαι. Καὶ γὰρ καὶ ἡ ὑμετέρα καὶ ἡ τούτου πίστις ἐγνώσθη πᾶσι καὶ δεδοκίμασται· εἰ γὰρ μὴ τοσαῦτα συμβεβήκει, τις ἂν ἐπίστευσεν, ἢ ὑμᾶς τοσαύτην κρίσιν καὶ τοσαύτην ἀγάπην περὶ τὸν τηλικούτον ἐπίσκοπον ἔχειν, ἢ ἐκεῖνον τοσαύταις ἀρεταῖς περὶ βεβλήσθαι; δι' ἂς καὶ τῆς ἐν οὐρανοῖς ἐλπίδος οὐκ ἀλλότριος γένοιτο. Επέτυχε τοίνυν οἵῳ δήποτε τρόπο. καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι καὶ ὁμολογίας ἔνδοξον μαρτύριον. Διαφόρως γὰρ κατά τε γῆν καὶ κατὰ θάλασσαν πολλὰ χειμασθείς, τὴν σκευωρίαν πᾶσαν τῆς ᾿Αρειανῆς αἱρέσεως καταπάτησε καὶ πολ λάκις διὰ φθόνον καὶ εἰς κίνδυνον ἐπιβουλευθείς, κατεφρόνησε θανάτου, φρουρούμενος ὑπὸ τοῦ παντο
col. 317–318page 155 of 633
PG 146:317κράτορος Θεοῦ, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ, ἐλπίζων ἅμα καὶ τὰς ἐπιβουλὰς ἐκκλινεῖν, καὶ ἀποκατασταθήσεσθαι πρὸς ὑμετέραν παράκλησιν, φέρων ὑμῖν ἅμα ἐκ τῆς ὑμετέρας συνειδήσεως μεί ζονα τα τρόπαια· ἐν οἷς καὶ ἄχρι τερμάτων πάσης τῆς γῆς ἔνδοξος ἐγνώσθη δοκιμασθεὶς ἐκ τοῦ βίου, παρρησιαζόμενος μὲν τῇ προθέσει καὶ τῇ οὐρανίῳ διδασκαλία, ἀποδειχθεὶς δὲ ἀθανάτῳ κρίσει παρ' ὑμῶν ἀγαπώμενος. Επανέρχεται τοιγαρούν λαμπρότερος πρὸς ὑμᾶς νῦν, ἢ ὅτε παρ' ὑμῶν ἀπεδήμησεν. Εἰ γὰρ καὶ τὰς τιμίας ύλας, χρυσὸν λέγω καὶ ἄργυ ρον, εἰς καθαρότητα τὸ πῦρ δοκιμάζει· τί ἄν τις εἴ ποι κατ' ἀξίαν τοσούτου ἀνδρός; ὃς τοσούτων θλί. ψεων πυρὰν καὶ κινδύνους νικήσας, ἀποδίδοται νῦν ὑμῖν ἀθῶος, οὐ παρ' ὑμῶν μόνον, ἀλλὰ καὶ παρὰ πάσης τῆς συνόδου ἀποδεχθείς. Υποδέξασθε τοίνυν, ἀγαπητοὶ ἀδελφοί, μετὰ πάσης τῆς κατὰ Θεὸν δόξης τε καὶ χαρᾶς τὸν ἐπίσκοπον ὑμῶν ᾿Αθανάσιον μετὰ τούτων οἵτινες αὐτῷ κοινωνοὶ γεγόνασι. Καὶ χαίρετε τῶν εὐχῶν ἀπολαύοντες· ὅτι ποιμένα τὸν ὑμέτερον, ἶν' οὕτως εἴπω, ποθοῦντα καὶ διψῶντα τὴν ὑμετέραν θεοσέβειαν, σωτηρίοις γραφαῖς ἐθρέψατε καὶ ἐποτίσατέ. Καὶ γὰρ καὶ τῆς ἐπὶ ξένης αὐτοῦ διατριβής ὑμεῖς παραμυθία γεγόνατε· καὶ διωκόμενον, καὶ ἐπιβουλευόμενον, ἐθάλψατε ταῖς πιστοτάταις ἑαυτῶν ψυχαῖς καὶ διανοίαις. Ἐμὲ δὲ ἤδη εὐφραίνει ἐννοούμενον, καὶ προνοοῦντα τὴν ἐπὶ τῇ ἐπανόδῳ ἑκάστου ὑμῶν χαρὰν, καὶ τοῦ πλήθους τὰς σεβαστοτάτας ἀπαν τήσεις, καὶ τὴν ἔνδοξον τῶν συντρεχόντων ἑορτήν. Καὶ τίς ἐκείνη ἡ ἡμέρα ὑμῖν, καὶ ποία ἔσται; ἐπ-C ανερχομένου μὲν τοῦ ἀδελφοῦ μου, παυσαμένων δὲ τῶν προγενομένων, καὶ τῆς πολυτιμήτου κατ' ευχήν ἐπανόδου εἰς εὐφροσύνην τινὰ πληρεστάτην χαρᾶς συναπτούσης τοὺς πάντας. Η τοιαύτη χαρὰ κατὰ τὸ μέγιστον μέχρις ἡμῶν φθάνει· οἷς θεόθεν καὶ τοῦτο συγχωρεῖσθαι συνέστηκεν, ὅπως εἰς γνῶσιν τοῦ της λικούτου ἀνδρὸς ἐλθεῖν δυνηθῶμεν. Εἰς εὐχὴν οὖν τὴν ἐπιστολὴν τελειῶσαι καλόν. Ὁ Θεὸς, ὁ παντοκράτωρ, καὶ ὁ τούτου Υἱὸς ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστός διηνεκή τὴν χάριν ταύτην ὑμῖν παράσχοι, διδοὺς ἔπαθλον τῇ θαυμαστῇ ὑμῶν πίστει, ἣν περὶ τὸν ἐπίσκοπον ὑμῶν ἐνδόξῳ μαρτυρία ἐνεδείξασθε, ἵνα ὑμῖν τε καὶ τοῖς μεθ' ὑμᾶς ἐν ταῦθα καὶ ἐν τῷ μέλλοντι τὰ βελτίονα μένῃ, 2 ὀφθαλμὸς οὐκ οἶδε, καὶ οἷς οὐκ ἤκουσε, καὶ ἐπὶ καρ δίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ τῷ παντοκράτορι Θεῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Ερρώσθαι ὑμᾶς εὔχομαι, ἀγα πητοὶ ἀδελφοί. ΚΕΦΑΛ. ΚΙ'. Περὶ των τῆς ᾿Αντιοχείας αρχιερέων· καὶ τῆς κακοηθείας Στεφάνου, ὃν Λεόντιος διεδέξατο. Τούτοις ώχυρωμένος τοῖς γράμμασιν Αθανάσιος, εἰς τὴν ἕω διέβαινε πρὸς τὴν τῆς Συρίας Αντιόχειαν, ὅπου τηνικαῦτα διέτριβεν ὁ Κωνστάντιος. Της δ'
Page scan enlarged

Notebook

Full View