PG 146Nicephorus Callistus Xanthopulus.
Ecclesiastical History (continuation)
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Chapter XXIVCaput XXIV

col. 319–320page 156 of 633
Caput XXIII
PG 146:319! ἐκεῖσε ἐκκλησίας τὰς ἱερὰς ἡνίας τότε διεῖπε Λεόν τιος. Μεθ' 8 γὰρ Ευστάθιος εἰς φυγαδείαν ἠλαύνετο, ὡς διείληπται, πρῶτος ἐπέβη τοῦ θρόνου Εὐφρόνιος, ὃν Πλάκητος διεδέξατο· τὸν δὲ Στέφανος· &ς πονη ρὰν συσκευήν διά τινὸς τῶν αὐτῷ προσηκόντων ὠμοτάτου καὶ τρόπον καὶ τὴν ψυχὴν, "Οναγρος ἦν αὐτῷ ὄνομα, ἐξαρτύσα; τοῖς ἐκ Ρώμης ἤκουσι πρέσβεσι παρὰ Κώνστα, ὃς τὰς αὐτὰς ὠδῖνας Κων σταντίῳ διέλυσεν, ὑπὲρ ᾿Αθανασίου πεμφθείσιν, Εὐφρατᾶς δὲ καὶ Βικέντιος ὠνομάζοντο, ἐπίσκοποι δ᾽ ἦσαν, ὑπὸ Κωνσταντίῳ δικάζοντι, ὡς ἀνάξιος τοῦ θρόνου κριθεὶς, ἀπεῤῥίφη. Δυσμεναίνων γὰρ τῇ ἀληθείᾳ, παντοδαπαῖς περιέβαλε συμφοραίς, οι τῶν ὀρθῶν δογμάτων ἀντείχοντο· αἰκίζων τε καὶ προπηλακίζων ήγε διὰ τῆς ἀγορᾶς, ἐπιὼν ταῖς οἱ κίαις, οὐκ ἄνδρας μόνον, ἀλλὰ καὶ γυναῖκας, αἰδοῖ καὶ σεμνότητι βίου κεκοσμημένας. Απόχρη δὲ τὸ κατὰ τῶν πρέσβεων μόνον τεκμηριῶσαι τὸν ἄνδρα ὁποῖος. Δείσας γὰρ μὴ τῶν ἐκκλησιῶν ἐπιλήψαι το Αθανάσιος, ὑπὲρ οὗ καὶ ἡ πρεσβεία μάλιστα ἦν, παιδίσκην διὰ τοῦ προειρημένου Ονάγρου ἐκ χα μαιτυπείου μισθῷ διαφθείρας, ὑποβάλλει τῇ οἰκίᾳ τῶν ἐπισκόπων· ἔπειτα λόχον οὐ πόῤῥωθεν στήσας κακουργίας μεστὴν ἁθρόον ἐπιστῆναι παρασκευάζει τῇ καταγωγῇ τῶν θείων ἀνδρῶν. Τὴν ἄτερος αἰ. σθόμενος τῆς ἀκολάστου τὸν ψόφον ἡνίκα εἰσῄει, δαί μονα οιηθεὶς, ψαλμὸν ὑπῇδε. Τοῦ δὲ δράματος ὅθεν καὶ ὅπως γέγονε, κρίσει του κρατοῦντος ἀνευρεθέν τος, ὡς αὐτουργὸς τῆς ἀθεμίτου πράξεως καθῄρηται Στέφανος. Λεόντιος δὲ εἰς ἐπιτροπὴν τῆς Ἀντιοχέων Εκκλησίας ἐκρίθη· ὃν ᾿Αθανάσιος ὡς περὶ τὸ δόγμα κίβδηλον ἐξετρέπετο· τοῖς δ᾽ ἀπὸ τοῦ Εὐ σταθίου ἐν ἰδιωτῶν οἰκίαις ἐκκλησιάζουσιν ἐκοινώνει. ΚΕΦΑΛ. ΚΑ'. Ὡς εισεδέχθη ᾿Αθανάσιος, καὶ οἱ περὶ αὐτὸν τοὺς οἰκείους ἀπέλαβον θρόνους. Κωνστάντιος μὲν οὐκ ἀπεχθῶς αὐτὸν ἀνεδέξατο ὅμως δ' εὔνου καὶ ἐπιεικοῖς αὐτοῦ ἐπειρᾶτο. Σοφί ζεσθαι δὲ θέλων τῶν δι' ἐναντίας ὑποβαλλόντων, τάδε πρὸς αὐτὸν ἔλεγεν· Ἐγὼ μὲν ἤδη ψήφῳ κοινή τὸ σοὶ πρὸς βουλῆς ἐκπεραίνω, καὶ τὸν θρόνον ἄρτι σοι ἐγχειρίζω. Δίκαιος δ' ἂν εἴης καὶ σὺ, μίαν απ τοῦντι χάριν ἀντιδιδούς. Η δέ ἐστι μίαν ἐᾶσαί σε [ τῶν ἐπ' ᾿Αλεξανδρείας ἐκκλησιῶν οἱ σου διακρινόμενοι παραιτούνται τὴν κοινωνίαν. ᾿Αθανάσιος δὲ, Καὶ μάλα γε δίκαιόν σοι πειθαρχεῖν, ἔφη, ὦ βασιλεῦ καὶ τὴν αὐτὴν παραπλησίως αὖθις χάριν καὶ αὐτὸς ἀνταιτῶ· ἐπειδὴ καὶ ἐν τῇ ᾿Αντιόχου εἰσί τινες, οἱ τὴν ἐνταῦθα ἱερωσύνην ἐκτρέπονται, κέλευε μίαν καὶ αὐτοὺς ἐκκλησίαν ἔχειν, καὶ ἀδεῶς αὐτῇ τὰ θυμήρη καὶ ειωθότα ποιεῖν. Πρὸς ταῦτ᾽ ἀντιλέγειν μὴ ἔχων ὁ βασιλεὺς, ἄμεινον ἐδοκίμαζε τοὺς δι' ἐναντίας ἡσυχίαν ἄγειν, καὶ ὡς ἀλυσιτελῆ τὴν αἴτη σιν ὑπερτίθεσθαι· καὶ οὐδὲν πλέον ἐκίνουν ἐκεῖνοι. Καὶ γάρ πως καλῶς ἐλογίζοντο ὡς οὐδὲν μᾶλλον τὰ αὐτῶν ἐπίδοσιν ἐν ᾿Αλεξανδρείᾳ ἕξει, ἱκανῶς ἔχον τος Αθανασίου τό τε οἰκεῖον ἀσφαλῶς τηρεῖν, καὶ
col. 321–322page 157 of 633
PG 146:321τὸ ἀλλότριον προσεπάγεσθαι. Εἰ δ᾽ ἐν ᾿Αντιοχείᾳ τὸ αίτημα γένηται, τοῖς Εὐσταθιανοῖς οὐκ ὀλίγοις οὖσιν οὐκ ἐλαχίστη γένοιτ' ἂν ἡ συγκρότησις. Ἴσως δ' ἂν καὶ νεωτέρων πειραθείεν πραγμάτων ἐντεῦθεν, ἐνὸν κινδύνων ἄνευ ἄγειν ὅπερ ἐκτήσαντο· ὅτι γε καὶ δέος ὑφεῖρπεν ἐκείνοις οὐκ ἔλαττον. Καίπερ γὰρ τῶν τῇδε ἐκκλησιῶν τὴν ἐπιστασίαν ἔχοντες, οὐ τὸν ἅπαντα κλῆρον καὶ λαὸν πειθήνιον εἶχον. Τὴν γὰρ σφετέραν προαίρεσιν, ἣν περὶ τὸ Θεῖον ἕκαστος εἶ χον κατὰ χορὸν ἑστῶτες, πρὸς τῷ τέλει ἐδείκνυον οἱ μὲν Πατέρα καὶ Υἱὸν ὁμοτίμως δοξάζοντες, οἱ δὲ Πατέρα ἐν Υἱῷ, τὸ δευτερεῖον διὰ τῆς προθέσεως αἰνιττόμενοι τῷ Υἱῷ. Αλλοι δὲ, Δόξα Πατρὶ δι' Υἱοῦ ἐν ἁγίῳ Πνεύματι, ἔλεγον· ἄλλοι δὲ, Δόξα Πατρὶ καὶ Υἱῷ ἐν ἁγίῳ Πνεύματι. Πρώτον δέ φασι πάντων τὸν ᾿Αντιοχείας Φλαβιανὸν στίρος μου ναχῶν συναγαγόντα, διαρρήδην ἐκφωνῆσαι, Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. "Οπερ ώς μη δεμίαν ἔχον ὑπόνοιαν, ταῖς ἐκκλησίαις Θεοῦ ἐπεκράτησε. "Α δῆτα ὁρῶν Λεόντιος, κωλύειν μὲν οὐκ ἐτόλμα τοὺς κατὰ τὴν παράδοσιν τῆς ἐν Νικαίᾳ συν όδου τὸν Θεὸν ὑμνοῦντας· τὴν γὰρ στάσιν ὑπεί δετο· καί ποτ' ἐφαψάμενον τῆς κεφαλῆς ὑπὸ πολιαῖς ἐξανθούσης θριξιν, ἐπειπεῖν φασιν, ὡς Τῆς χιόνος ταύτης λυθείσης, πολὺς ἔσται πηλός· αἰνιττόμενος ὡς ἡ τῆς δοξολογίας διαφωνία, εἰς στάσιν τῷ πλή θει ποτὲ καταλήξει, μηδὲ τῶν κατ' αὐτὸν συμπεριφέρεσθαι τῷ πλήθει ἀνεχομένων. Κωνστάντιος δ' ἐγγράφως τοῖς περὶ Ἀθανάσιον τοὺς θρόνους ἀπέ δωκε. Προστάγμασι δ' ἐκείνου εἰς τοὺς αὐτῶν θρό νους ἐφοίτων, ἃ ἐκέλευον ἀσμένως αὐτοὺς ὑποδέχεσθαι. Καὶ Ἀσκληπᾶν μὲν εὐχερῶ; Γαζαῖοι ἐδέχοντο ὡσαύτως δὲ καὶ Λούκιον τὸν ᾿Αδριανουπόλεως. Έν δ' Αγκύρᾳ εἰσιόντος Μαρκέλλου διὰ Βασίλειον, οὐ σμικρά κεκίνητο ταραχή ή πρόφατις λοιδορεῖν ἐγένετο τοῖς ὑπεναντίοις. Εκὼν δὲ καὶ Μακεδόνιος Παύλῳ ἐξέστη τοῦ θρόνου· καὶ ἰδιάζων ἐπ' ὀλίγου ἐπί τινι ἔνδον τῆς πόλεως σηκῷ, σύναξιν ἐποιεῖτο. Οὐ μὴν δὲ καὶ ᾿Αθανασίῳ χαλεπὴ ἡ εἰς Αἴγυπτον εἴσοδος ἐγεγόνει. Δι' ἐπιστολῆς γὰρ τὸν Γεώργιον ἐκεῖθεν Κωνστάντιος μετεστέλλετο· ὁ δ᾽ ἐν τῇ πα τρίδι χαλεπαίνων ἀφίκετο· κἀκεῖ διῆγεν ἐπισκοπούμενος τὰ καθ᾿ ἑαυτόν. Εκείνῳ δ' ἕτερα γράμ ματα παρασχών, τὴν ἐπ' ἐκείνην ἐπέτρεπεν εἴσο δον, κελεύων καὶ τὰ κατ' αὐτοῦ διαφόρως πραχθέντα, ἀφανεία παραδοθῆναι. Τὰ δὲ γράμματα καὶ τῇ Ιστορίᾳ ἐντάξαι δίκαιον ἤγημαι· ἔχουσι δὲ ὧδε ΚΕΦΑΛ. ΚΕ. Επιστολή Κωνσταντίου 'Αλεξανδρεῦσιν ὑπὲρ Αθανασίου. Νικητής Κωνστάντιος Μέγιστος Σεβαστὸς ἐπι σκόποις καὶ πρεσβυτέροις τῆς καθολικῆς Ἐκκλησίας ᾿Αλεξανδρείας. Οὐκ ἀπελείφθη τῆς τοῦ Θεοῦ χάρι τος ὁ αἰδεσιμώτατος ὑμῶν ἐπίσκοπος Αθανάσιος

Chapter XXVCaput XXV

col. 323–324page 158 of 633
PG 146:323ἢ ἀλλ' εἰ και βραχεῖ χρόνῳ τῇ κατ᾿ ἀνθρώπους δοκι μασία υπεβλήθη, ὅμως τὴν ὀφειλομένην παρὰ τῆς παντεφόρου Προνοίας ἀπηνέγκατο ψῆφον, ἀπολαβών βουλήσει τοῦ κρείττονος καὶ κρίσει ἡμετέρα τὴν πατρίδα ὁμοῦ καὶ τὴν Ἐκκλησίαν, ἧς θείῳ νεύματα προστάτης ἐτύγχανε. Τούτῳ τὰ ἀκόλουθα ἔδει παρέ τῆς ἡμετέρας ὑπάρξαι πραότητος· ὥστε πάντα τὰ πρὸ τούτου κατὰ τῶν αὐτῷ κεκοινωνηκότων ώρι σμένα νῦν ἀμνηστία παραδοθή, σε σθαι· πᾶσάν τε ὑπο ψίαν τὴν κατ' αὐτοῦ σχολάσαι τοῦ λοιποῦ· τήν τε ἀτέλειαν ἧς ἔτυχον πάλαι οἱ ἅμα αὐτῷ κληρικοί τούτοις βεβαιωθῆναι προσηκόντως. ᾿Αλλὰ μὴν καὶ τοῦτο τῇ εἰς αὐτὸν χάριτι προστεθῆναι ἐδικαιώσα μεν· ὥστε πάντας τοὺς τοῦ ἱεροῦ καταλόγου για νώσκειν, ἐνδεδόσθαι τὸ ἄφοβον πᾶσι τοῖς αὐτῷ προστεθειμένοις, εἴτε ἐπισκόποις εἴτε κληρικοῖς. Ικανὸν δὲ γνώρισμα τῆς ἑκάστου ὀρθῆς προαιρέσεως ἔσται ἡ πρὸς τοῦτον ἔνωσις. Οσοι γὰρ ἂν τῆς καλλίονος ὁμοῦ κρίσεώς τε καὶ μοίρας γενόμενοι τὴν τούτου ἔλωνται κοινωνίαν, τούτους πάντας ἐκελεύσαμεν καθ' ὁμοιότητα τῆς φθασάσης προνοίας, καὶ τῆς νῦν ὑφ' ἡμῶν βουλήσει τοῦ κρείττονος παρασχεθείσης χάριτος ἀπολαύειν. Νικητής Κωνστάντιος Μέγιστος Σεβαστές τῷ λαῷ τῆς κατ' 'Αλεξάνδρειαν καθολικῆς ἐκκλησίας. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν, εἰδότες τε ὡς ἐπὶ πολὺ τῆς τοῦ ἐπισκοποῦντος προνοίας ἐστέρησθε, ᾿Αθανάσιον τὸν ἐπί σκοπον, ἄνδρα τοῖς πᾶσι διά τε τὴν προσοῦσαν ὀρθό τητα καὶ διὰ τὴν οἰκείαν εὐτροπίαν γνώριμον, πάλιν πρὸς ὑμᾶς ἀποστείλαι ἐδικαιώσαμεν. Τοῦτον συνή θως καὶ προσηκόντως ὑποδεξάμενοι, καὶ ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς βοηθὸν προστησάμενοι, τὴν ὑμῖν τε πρέπουσαν καὶ ἡμῖν ἀρετὴν, ὁμόνοιαν καὶ εἰρήνην κατὰ τὸν τῆς Ἐκκλησίας θεσμόν διαρκή φυλάττειν σπουδάσατε· οὐδὲ γὰρ εὐλογόν ἐστι διχόνοιάν τους ἢ στάσιν ἐν ὑμῖν κινηθῆναι, ὑπεναντίαν τῆς τῶν ἡμετέρων καιρῶν εὐμοιρίας. Καὶ τοῦτο μὲν ἀπεῖντι ἀφ᾽ ὑμῶν παντελῶς βουλόμεθα· τὸ δέ γε ταῖς εὐχαῖς ὑμᾶς διαρκῶς αὐτῷ, ὡς προείρηται, προστάτη και ἐπικούρῳ χρωμένους, πρὸς τὸ θεῖον ἐμμένειν συνήθως παραινοῦμεν· ὡς ἂν τῆς τοιαύτης ὑμῶν προθέσεω; εἰς τὰς ἁπάντων εὐχὰς διαβαινούσης, καὶ ἐκ τῶν ἐθνῶν οἱ τῇ τῶν εἰδώλων πλάνῃ ἔτι καὶ νῦν προσο ανέχοντες, ἐπὶ τὴν τῆς ἱερᾶς θυσίας ἐπίγνωσιν Ο ἀπεύδοιεν, ᾿Αλεξανδρεῖς προσφιλέστατοι. Καὶ αὖθις οὖν παραινοῦμεν τοῖς προειρημένοις ἐμμένειν. Τον δὲ ἐπίσκοπον ψήφῳ τοῦ κρείττονος καὶ τῇ ἡμετέρη γνώμῃ ἀπεσταλμένον, ἡδέως δέξασθε· καὶ πάσῃ ψυχικῇ γνώμῃ ἀσπαστὸν ἡγήσασθε. Τοῦτο γὰρ καὶ ὑμῖν πρέπει, καὶ τῇ ἡμετέρᾳ πραότητι προσήκει, συνέστηκεν. Ὑπὲρ γὰρ τοῦ πᾶσαν ἀνασοβὴν καὶ στάσεως πρόφασιν περιαιρεθῆναι τῶν ἐθελοκακία χρωμένων τοῖς παρ' ὑμῖν δικασταῖς διὰ γραμμάτων προσετάξαμεν, ἅπαντας οὓς ἂν στασιώδεις καταμάθοιεν, τῇ τῶν νόμων ὑποβάλλειν ἐκδικίᾳ. Αμφότερ τοίνυν συνορῶντες, καὶ τὴν ἡμετέραν μετά του κρείττονος γνώμην, καὶ τὸν ὑπὲρ ὑμῶν καὶ τῆς
col. 325–326page 159 of 633
PG 146:325ΙΧ. ὁμονοίας λόγον καὶ τὴν κατὰ τῶν ἀτάκτων τιμωρίαν, τὰ πρέποντα καὶ ἁρμόζοντα τῷ τῆς ἱερᾶς θρη σκείας θεσμῷ διαφυλάττοντες, τὸν προειρημένον διά πάσης αἰδοῦς καὶ τιμῆς ἄγοντες, τὰς εὐχὰς ἅμα ὑπέρ τε ἑαυτῶν καὶ τῆς τοῦ βίου παντὸς εὐνομίας τῷ τῶν ὅλων Θεῷ Πατρὶ ἀναπέμπειν σπουδάζετε. Τὸν ἴσον δὲ τύπον καὶ τοῖς ἐν Αὐγουστονίκῃ καὶ Θη καΐδι καὶ Λιβύῃ ἡγεμόσιν ἔγραφεν· ἐν οἷς καὶ ταῦτα ἐφέρετο· «Εἰ τί ποτε πρὸ τούτου ἐπὶ βλά δει καὶ ὕβρει τῶν κοινωνούντων Αθανασίῳ τῷ ἐπισκόπῳ πραχθὲν εὑρίσκεται, τοῦτο νῦν ἀπαλειφθῆναι βουλόμεθα. Καὶ γὰρ τὴν ἀλειτουργησίαν ἢν οἱ αὐτοῦ κληρικοὶ εἶχον, τὴν αὐτὴν αὐτοὺς πάλιν θέλομεν ἔχειν. Ταύτην δὲ τὴν ἡμετέραν πρόσταξιν φυλαχθῆναι βουλόμεθα, ὥστε ἀποδοθέντος Αθανασίου τοῦ ἐπισκόπου τῇ Ἐκκλησίᾳ, τοὺς κοινωνοῦντας αὐτῷ ἔχειν ἀλειτουργησίαν ἣν ἀεὶ ἔσχον· ἦν καὶ οἱ λοιποί κληρικοὶ ἔχουσιν, ἵν᾽ οὕτως καὶ αὐτοὶ χαίρω αν. ΚΕΦΑΛ. ΚϚ'. ὺς αἱ πόλεις τὸν ᾿Αθανάσιον διεδέχοντο· καὶ περὶ τῆς ἐν Ἱεροσολύμοις δι' αὐτὸν συνόδου, καὶ οἶα καὶ αὕτη τοῖς ἐν ᾿Αλεξανδρείᾳ ὑπὲρ Αθανασίου Εγραψεν. Τοιούτοις δή τισι γράμμασι φραξάμενος Ἀθανάσιος, διὰ Συρίας ίών, τὴν ἐπ' Αίγυπτον ᾔει· καὶ διὰ τοῦ Πηλουσίου εἰς ᾿Αλεξάνδρειαν ἐπορεύετο. Εισερ χέμενος δὲ τὰς πόλεις, οὓς μὲν 'Αρειανῷ προσανέχοντας εὕρισκε δόγματι, καθαιρῶν, οἷς ἐδοκίμαζε, τὴν τῶν ἐκκλησιῶν ἡγεμονίαν ἐπέτρεπεν· ὅσοι δη λαδὴ τὸ ὁμοούσιον ἀνεκήρυττον, καὶ σπουδαίως τοῖς ἐν Νικαίᾳ δόξασιν είχοντο. Λέγεται μέντοι καὶ διὰ τῶν ἄλλων ἰόντα ἐθνῶν, τὰ ἴσα πράττειν, εἴ γε συν έβαινε καὶ τὰς ἐκεῖσε ἐκκλησίας Αρειανοῖς ἐπιτε τραμμένας εἶναι. Ο δὴ ἀρχὴ ἑτέρων ἐγκλημάτων αὐτῷ ἐγένετο ὕστερον· οἷς μηδὲν αὐτῷ ἀνηκούσαις παροικίαις την χειροτονίαν ἐτόλμα. Ατε δὲ μὴ κατά γνώμην τῶν ἀντιπάλων τὴν αὐτοῦ ἐπάνοδον εὐτρεπίσας, διὰ τὴν φιλίαν Κώνσταντος ἐν μείζονι φρονήματι ἦν· τοσοῦτον οὐκ εὐκαταφρόνητος, ὅσῳ καὶ μᾶλλον ἐν μείζονι καὶ περιφανεστέρᾳ καὶ τιμῇ καὶ δόξῃ καθίστατο· ὡς καὶ πολλοὺς τῶν δι' έναν τίας ἀπειπόντας, τὸ πρὸς αὐτὸν ἀποσείσασθαι ἔχθος, καὶ κοινωνεῖν ἑλέσθαι· ὥσπερ δῆτα Παλαιστινοὶ ἔπραττον, καὶ Μάξιμος ὁ Ἱεροσολύμων ἐπί σκοπος, ὃν ὁ κατὰ Μαξιμῖνον διωγμὸς μάρτυρα ἀνε δείκνυ· τὸν γὰρ ἕτερον τῶν ὀφθαλμῶν ἐξορωρυγμέν νον εἶχεν ὑπὲρ τῆς εὐσεβείας. Τούτοις γὰρ τὰ κατὰ Σαρδικήν ὑποδείξας γεγενημένα, πρὸς δὲ καὶ τὰ βασιλικά γράμματα τὰ ὅμοια ψηφιζόμενα, πρὸς ἑαυτὸν ἐπεσπᾶτο. Καὶ δὴ καὶ οὗτοι σύνοδον κηρύ ξαντες ἔκ τε Συρίας καὶ Παλαιστίνης, καὶ τῆς περ ρικύκλῳ χώρας, κοινωνίας αὐτῷ μετέδοσαν, καὶ τὸ προσήκον τῇ ἀξίᾳ γέρας ἀπένειμαν. Κἂν οὐκ ἐλά χιστος ἐντεῦθεν προσετρίβη μῶμος πρὸς τῶν, οἱ υἱ

Chapter XXVIICaput XXVII

col. 327–328page 160 of 633
Caput XXVI
PG 146:327ἀπεχθῶς πρὸς ᾿Αθανάσιου είχον, Μαξίμῳ, οἷς ἐν Τύρη πρότερον σύμψηφος τοῖς καθελοῦσι γεγενης μένος, νῦν οὕτως ἰδίᾳ τὰ ὑπὲρ αὐτοῦ ἐψηφίζετο ἐκύρου τε τὸ ἀξίωμα, καὶ προθυμότατα εκοινώνει. δὲ ὑπὲρ αὐτοῦ ἡ ἐν Ἱεροσολύμοις έγραψε σύνο δος τοῖς ἐν Αἰγύπτῳ καὶ Λιβύῃ καὶ αὐτῇ ᾿Αλεξανδρείᾳ πρεσβυτέροις καὶ διακόνοις καὶ τῷ λοιπῷ λαῷ, ούτωσὶ διεξήεσαν· «Κατ' ἀξίαν τῷ τῶν ὅλων θεῷ εὐχαριστεῖν οὐκ ἀρκοῦμεν, ἀγαπητοί, ἐφ᾽ οἷς θαυ μασίοις ἐποίησε πάντοτε· ἐποίησε δὲ καὶ νῦν μετά τῆς ὑμετέρας ἐκκλησίας, τὸν ποιμένα ὑμῶν καὶ κύριον καὶ συλλειτουργὸν ἡμῶν ᾿Αθανάσιον ἀποδοὺς ὑμῖν. Τίς γὰρ ἤλπισε ταῦτα ὀφθαλμοῖς ἰδεῖν, ἃ νῦν ὑμεῖς ἔργῳ ἀπολαμβάνετε; ᾿Αλλὰ ἀληθῶς αἱ εὐχα ὑμῶν εἰσηκούσθησαν παρὰ τῷ τῶν ὅλων Θεῷ, τῷ κηδομένῳ τῆς Ἐκκλησίας αὐτοῦ, καὶ ἐπιδόντι ὑμῶν τὰ δάκρυα καὶ τοὺς ὀδυρμούς, καὶ διὰ τοῦτο τῶν δεήσεων ὑμῶν ἐπακούσαντι. Ητε γὰρ ὡς πρόβατα ἐσκυλμένα καὶ ἐῤῥιμμένα, μὴ ἔχοντα ποιμένα· καὶ ὁ ἀληθινὸς ποιμὴν οὐρανόθεν, ὁ τῶν ἰδίων προβάτων κηδόμενος, ἀποδοὺς ὑμῖν ὅν ἐποθεῖτε. Ἰδοὺ γὰρ καὶ ἡμεῖς πάντα ὑπὲρ τῆς ἐκκλησιαστικῆς εἰρήνη; πράττοντες, καὶ τῇ ὑμετέρᾳ συμπνέοντες ἀγάπῃ, προλαβόντες αὐτὸν ἡσπασάμεθα· καὶ κοινωνήσαντες δι' αὐτοῦ ὑμῖν, ταύτας τὰς προτρήσεις διαπεμπή. μεθα, καὶ τὰς εὐχαριστηρίους ἡμῶν εὐχάς: ἵν' εἰ δῆτε τῷ συνδέσμῳ τῆς ἀγάπης πρὸς αὐτὸν καὶ ἡ μᾶς ἡνῶσθαι. Ὀφείλετε δὲ καὶ ὑπὲρ τῆς εὐσεβείας τῶν θεοφιλεστάτων βασιλέων εὔχεσθαι· οἵτινες καὶ αὐτοὶ γνόντες τὸν πόθον ὑμῶν τὴν περὶ αὐτὸν, καὶ τὴν αὐτοῦ καθαρότητα, ἀποκαταστῆσαι ὑμῖν αὐτὸν μετὰ πάσης τιμῆς κατηξίωσαν. Ὑπτίπις οὖν δεξά μενοι αὐτὸν χερσί, καὶ τὰ ὀφειλομένας ὑπὲρ αὐτοῦ εὐχαριστηρίους εὐχὰς ἀναπέμψαι τῷ ταῦτα ὑμῖν χαρισαμένῳ Θεῷ, σπουδάσατε ὑπὲρ τοῦ διὰ παντὸς ὑμᾶς χαίρειν σὺν Θεῷ καὶ δοξάζειν τὸν Κύριον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ τῷ Πατρὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ο Μάξιμος μὲν οὖν καὶ ἡ ἐν Παλαιστίνῃ σύνοδος τοιαῦτα ὑπὲρ ᾿Αθανασίου έγραφον. ΚΕΦΑΛ. ΚΖ'. Ως καὶ οἱ ᾿Αρειανοὶ Οὐρσίκιος καὶ Οὐάλης, βιβλίον μετανοίας δέντες Ιουλίῳ τῷ 'Ρώμης, τὴν ἐν Νικαίᾳ πίστιν ἡσπάσαντο, καὶ μετὰ Αθανασίου έσπείσαντο. Οὐ μὴν ἀλλὰ καὶ ἄλλοι, καίπερ διαπύρως προς τὴν ᾿Αρειανικὴν θρησκείαν ἔχοντες, πρὸς τὴν ἐκείνου μετεῤῥύησαν δόξαν· οἷα δὴ καὶ Οὐρσίκιος καὶ Ουάλης πεπόνθασιν, οἱ σὺν τοῖς ἀμφὶ Θέογνιν ἐν τῷ Μαρεώτη γενόμενοι τὰ εἰρημένα Ισχυρίων διαψηλαφήσαι περί τε τοῦ κατεαγότος μυστικοῦ ποτηρίου καὶ τῶν λοιπῶν, μεταθέμενοι τῆς προτέρας σπουδῆς, ἐς 'Ρώμην ἀνήεσαν· καὶ Ἰουλίῳ τῷ ταύτης ἐπισκόπῳ βιβλίον μετανοίας δύνα
col. 329–330page 161 of 633
PG 146:329τες, τὴν ἐπὶ ᾿Αθανασίῳ ἧτταν ὡμολόγουν, καὶ τῷ τῷ ἡμοουσίῳ, ὁμοουσίῳ τοῦ λοιποῦ στοιχεῖν ἐπεχύρουν· καὶ αὐτῷ δὲ ᾿Αθανασίῳ γράφοντες, φιλοφρόνως κοινωνεῖν αὐτῷ ἐξίουν· ὁ δῆτα περιφανῶς εἰς μέγιστον καθί στατο θρίαμβον ὡς ἀδίκως οἱ ἐν Τύρῳ κατὰ ᾿Αθανασίου τὰς ψήφους ἐξήνεγκαν. "Α δὲ τῷ Ρώμης ἔγραφον Ἰουλίῳ, ἦσαν ταῦτα· Κυρίῳ μακαριωτάτῳ πάππα Ἰουλίῳ Ουρσίκιος καὶ Οὐάλης. Επειδή συνέστησεν ἡμᾶ; πολλά τε πρὸ τούτου καὶ δεινὰ περὶ ᾿Αθανασίου τοῦ ἐπισκόπου διὰ γραμμάτων ἡμῶν ὑποβεβληκέναι, γράμμασι τῆς σῆς χρηστότητος μεθοδευθέντες, τοῦ πράγματος χάριν περὶ οὗ ἐδηλώσαμεν, οὐκ ήδυνήθημεν λόγον ἀποδοῦναι· ὁμο λογοῦμεν παρὰ τῇ σῇ χρηστότητι, παρόντων τῶν ἀδελφῶν ἡμῶν πάντων τῶν πρεσβυτέρων, ὅτι πάντα τὰ πρὸ τούτου ἐλθόντα εἰς τὰς ἀκοὰς ὑμῶν περὶ τοῦ ὀνόματος τοῦ προειρημένου Αθανασίου ψευδῆ καὶ πλαστά ἐστι, πᾶσί τε δυνάμει ἀλλότρια αὐτοῦ τυγχάνει. Διά τοι τοῦτο ἡδέως ἀντιποιούμεθα τῆς κοινωνίας τοῦ προειρημένου Αθανασίου - μάλιστα ὅτι ἡ θεοσέβειά σου κατὰ τὴν ἔμφυτον αὐτῆς καλο. καγαθίαν τῇ πλάνῃ ἡμῶν συγγνώμην κατηξίωσε δοῦναι. Ομολογοῦμεν καὶ τοῦτο, ὅτι ἐάν ποτε ἡμᾶς οἱ ἀνατολικοί θελήσωσιν, ἢ καὶ αὐτὸς Αθανάσιος κακοτρόπως περὶ τούτου εἰς κρίσιν καλέσαι, μή ἀπέρχεσθαι παρά γνώμην τῆς σῆς διαθέσεως. Τὸν δὲ αἱρετικὸν ᾿Αρειον καὶ τοὺς ὑπερασπίζοντας αὐτ τοῦ, τοὺς λέγοντας, "Ην ποτε ὅτε οὐκ ἦν ὁ Υἱὸς, καὶ ὅτι ἐκ τοῦ μὴ ἔντος ὁ Χριστός ἐστι, καὶ τοὺς ἀρ νουμένους τὸν Χριστὸν Θεὸν εἶναι, καὶ Υἱὸν Θεοῦ πρὸ αἰώνων, καθὼς καὶ ἐν τῷ προτέρῳ λιβέλλη ἑαυτῶν ἐν τῇ Μεδιολάνων ἐπιδεδώκαμεν, καὶ νῦν ἀναθεματίζομεν. Ταῦτα δὲ τῇ χειρὶ αὐτῶν γράψαντες, ὁμολογοῦμεν πάλιν ὅτι τὴν 'Αρειανικὴν αἵρεσιν, καθά προείπομεν, καὶ τοὺς ταύτης αὐθέντας κατεκρίναμεν εἰς τὸν αἰῶνα. Ἐγὼ Ουρσάκιος τῇ όμου λογία μου ταύτῃ παρών, ὑπέγραψα· ὡσαύτως δὲ καὶ Οὐάλης.» Ταῦτα μὲν πρὸς Ἰούλιον· ἃ δὲ καὶ ᾿Αθανασίῳ ἔπεμπον ἐν τούτοις ἦσαν· ο Κυρίῳ ἀδελφῷ ᾿Αθανασίῳ ἐπισκόπῳ Οὐρσάκιος καὶ Ουάλης ἐπίσκοποι. Αφορμήν εύρόντες διὰ τοῦ ἀδελφοῦ καὶ συμπρεσβυτέρου ἡμῶν Μουσαίου, ἐρχομένου πρὸς τὴν σὴν ἀγάπην, ἀδελφὲ ἀγαπητέ, διὰ τοῦτό σε καὶ πάνυ προσαγορεύομεν ἀπὸ τῆς κυλιίας· καὶ εὐ χόμεθά σε υγιαίνοντα τὰ γράμματα τὰ ἡμέτερα ἀναγνῶναι. Δώσεις γὰρ ἡμῖν θαῤῥεῖν, ἐὰν καὶ σὺ ἐν τῷ γράφειν ἀποδῷς ἡμῖν τὴν ἀμοιβήν. Γίνωσκε γὰρ ἡμᾶς εἰρήνην ἔχειν μετὰ σοῦ καὶ ἐκοινωνίαν ἐκκλησιαστικὴν. Καὶ τούτων γνώρισμα ἡ διὰ τούτων τῶν γραμμάτων προσηγορία.» Τὰ μὲν οὖν κατὰ ᾿Αθανάσιον ἐν τούτοις ἦσαν· καὶ οὕτως ἐξ ἑσπέρας εἰς τὴν πρὸς Εω ἀρχομένην ἐπανελθὼν κατ' Αίγυπτον, τὰς ἐκκλησίας διεἶπεν. Ὡσαύτως δὲ καὶ Παῦλος, καὶ Μάρκελλος, Ασκληπᾶς τε καὶ Λούκιος, τοὺς ἰδίους τύπους ἀπέλαβον.

Chapter XXVIIICaput XXVIII

col. 331–332page 162 of 633
PG 146:331ΚΕΦΑΛ. ΚΗ'. *Οτι καὶ τὰ κοινὰ τότε κακῶς εἶχε· καὶ περὶ τῆς εἰς Νίσιβιν ἐκστρατείας Σαπωρίου τοῦ Περσών βασιλέως· καὶ περὶ τῶν κατὰ τὴν ἑσπέραν τυράννων, Μαγνεντίου καὶ Βρετανίωνος, καὶ ἄλλων μετὰ μόρον Κώνστα τοῦ Καίσαρος. Κατ' ἐκεῖνο δὲ καιροῦ καὶ τὰ κοινὰ κακῶς ἔπρατ τον. Τριῶν γὰρ παίδων ὄντων τῷ Κωνσταντίνῳ, ὁ μὲν νεώτερος καὶ ὁμώνυμος τῷ πατρὶ πρὸς τῶν τοῦ ἀδελφοῦ Κώνστα στρατιωτῶν κτίννυται, οὐ κελεύσαντος τὴν σφαγὴν, ἀλλὰ μηδὲ κωλύσαντος· μετὰ δὲ τοῦτο οὐκ εὐτυχῶς τὰ κατὰ τὴν Εω εἶχον τῷ Κων σταντίῳ, μεγίστης ἐφόδου ἐκ Περσῶν κινηθείσης. Οἷα γάρ τινος νυκτὸς ἁθρόον 'Ρωμαίοις ἐπιχυθεί. σης, τὰ τῆς νίκης Πέρσαις ἐγένετο· ὁπηνίκα τὰ κατ' ᾿Αθανάσιον καὶ ὁ περὶ τοῦ ὁμοουσίου ἀνεξριπίζετα πόλεμο:. Ἐν μέντοι Νισίβιδι τῆς ᾿Αντιοχείας Σπο βώριος γεγονώς, πολιορκεῖν ἐπειρᾶτο ἐπὶ ἑβδομη κοστὴν ἡμέραν, τὰς μηχανὰς περιιστὰς κύκλῳ καὶ χώματα εἰ; ὕψος μέγα ἐγείρων, καὶ τὰς ἐλεπόλεις ἀφεὶς, τάφρους τε ὑπορύσσων καὶ χαρακώματα. Ως δὲ πάντα πράττων οὐδὲν ἤνυε, τὸν μέσον τέμνοντα ποταμὲν τὴν πόλιν, ὃς Μυγδόνιος λέγεται, πόρρωθεν ἐπισχών, καὶ ἑκατέρωθεν τάφροις τισὶν ὑψηλοῖς περιφράξας τὸ ῥεῦμα, ἐξάπινα οἷά τινα μηχανήν κατὰ τοῦ τείχους ἐφίει. Τὸ δὲ τὴν ῥύμην μὴ ἀντι σχόν, εἶξέ τε καὶ κατέπεσεν ἑκατέρωθεν, διέξοδον τῷ ὕδατι δεδωκός. Ἐν ἐλπίσι δ' ὁ Πέρσης γενόμε νυς τὴν πόλιν ἑλεῖν, καὶ τῇ ὑστεραίᾳ μετὰ τὸ ἀναν θῆναι τὸ τέλμα, διὰ τῶν καταπεπτωκότων μερών πανστρατὶ ἐλθὼν, ὁρᾷ τὸ τεῖχος οἷόνπερ τὸ πρότερον ἦν. Ο γὰρ τῆς πόλεως ἐπίσκοπος τηνικαῦτα Ιάκωβος, θείας μοίρας μὴ ἀμοιρών, εὐχῇ θάττον τὸ τεῖχος ἀνίστη· καὶ τοὺς Πέρσας ἰόντας ἀοράτοι; ἐξήλαυνε βέλεσι. Σαβώριος δ' ἀθρήσας, ἐν ἐκπλήξει ἦν διὰ ταῦτα· καὶ ὅτι ἄνδρα περὶ τὸ τεῖχος ἑώρα βασιλική περιηνθισμένον ἁβρότητι. Νομίσας δ' είναι Κωνστάντιον, θάνατον ἠπείλησε τοῖς μὴ παρεῖνα τοῦτον ἀπηγγελκότιν. Ισχυριζομένων δὲ ἐκείνων ἀληθῆ εἶναι τὰ παρ' αὐτῶν εἰρημένα, καὶ τὸν Κων στάντιον ἐν Αντιοχεία διάγειν είρηκότων, ἐπέγνω τῆς ὄψεως μηνύματα, καὶ τὸν Θεὸν ἔλεγε τῶν Ῥω μαίων ὑπερμαχεῖν. Ἐφ᾽ ᾧ δυσχεράνας, εἰ; ἀέρα βέλη ἡ φίει, πλῆξαι τὸν ἀσώματον ὁ δείλαιος οἰηθείς. Εγραὶμ δ' ὁ παρὰ Σύροις ἄριστος γενόμενος συγκ γραφεύς, ἀνιὼν τὸ τεῖχος, καὶ τὸ μυρίανδρον ἐκεῖ ο στῖνος ἰδὼν, ἐδεῖτο τοῦ Ἰακώβου, οὕτω γὰρ ὁ ἐπίσ σκοπος ὠνομάζετο, κνίπας ἐπιπέμπειν τοῖς Πέρσαις καὶ κώνωπα;, ὡς ἂν καὶ διὰ τῶν σμικρῶν ζωυφίων γνῶσι Πέρσαι, ὡς μέγας σφίσι Θεὸς ἐπαρκεῖ. Καὶ δὴ ἅμα τῇ εὐχῇ στρατὸς διαέριος νεφῶν δίκην τὰ ζωύφια αὐτοῖς ἀθρόον ἐφίπτατο· καὶ ταῖς τῶν ἐλε φάντων προνομαίαις αὐλῶν δίκην ᾑωρημέναις τῶν τε ἵππων καὶ ἄλλων ζώων τοῖς τε ὠσὶν καὶ ῥισὶν εἰσέῤῥεον. Οἱ δὲ τῶν ζωυφίων μὴ φέροντες τὴν ἐπίσ
col. 333–334page 163 of 633
PG 146:333θεσιν, ἀτάκτῳ ῥύμῃ θέοντες συνεχέοντο, καὶ κατέ πιπτον ακόσμως ἀποδιδράσκοντες. Σαβώριος δ' ἐκ μικρῶν τὴν μεγάλην Θεοῦ συμμαχίαν μεμαθηκώς, καὶ πολλὰ δράσας τῇ τοιαύτῃ στρατείᾳ, ὅμως αι σχύνης ἔμπλεως ἐκεῖθεν ἀνέστρεφεν, ἑαυτῷ μᾶλλονοὐ νίκην, ἀλλ᾽ ἦταν πραγματευσάμενος. Ἐν δὲ τῷ πρὸς Κω Περσικῷ πολέμῳ διατρίβοντι Κωνσταντίῳ, Μαγνέντιος ἐν Ἑσπέρᾳ τύραννος ἤρθη· ὃς δὴ τὸν βασιλέα Κώνσταντα ἐκ συσκευῆς ἀναιρεῖ περὶ Γαλατίαν, καὶ τὴν ὑπ' αὐτῷ ἀρχομένην ὑφ᾽ ἑαυτοῦ ποιεῖται. Δι' οὗ ἐμφύλιος μάχη συνίστατο. Τοῦ δὲ τὴν ἄκρατον ῥύμην δείσασα Κωνσταντία τοῦ κρα τοῦντος ἡ ἀδελφή, Βρετανίωνι τὸν βασιλικόν περι τίθησι στέφανον, καὶ ἀνθίστασθαι τῷ τυράννῳ ἐκέ λευεν. Ο μαθὼν ὁ Κωνστάντιος, καὶ τὸ βασιλικὸν διάδημα έπεμπεν. Ἀλλὰ καὶ οὗτος ἐνηδυνθεὶς τῇ ἀρχῇ, τύραννος ἐν Σιρμίῳ καθίστατο. Ναὶ μὴν καὶ κατὰ Ῥώμην ταραχὴ οὐ μετρία προσῆν, Νεπωτιανοῦ, ὅς ἀδελφιδούς ἦν Κωνσταντίνου τοῦ βασιλεύω σαντος, τῆς ἐκεῖσε ἀντιποιουμένου ἀρχῆς, οὐκ ἀγεννῆ νεολαίας ἐκ δορυφόρων μονομάχων στρατιάν ἐπισυρομένου. ᾿Αλλὰ τοῦτον μὲν οὐκ ἐπὶ πολὺ κρα τήσαντα οἱ περὶ Μαγνέντιον ἔκτεινον. Μαγνέντιος δὲ τὰ πρὸς δύσιν ἅπαντα δῇῶν οὐκ ἀνίει· οὕτως ἐν βραχεῖ τῷ χρόνῳ τοσαῦτα συνεῤῥύη κακά. Ετος τέ ταρτον δ᾽ ἦν μετὰ τὰ ἐν Σαρδικῇ τῇ ἐκκλησίᾳ γενό μενα. Κωνστάντιος δὲ αὐτοκράτωρ κατὰ τὴν Εξαν δειχθείς, καὶ τὸ τῆς ἑσπέρας κράτος περιζώσασθαι ἔσπευδε· καὶ πρὸς τὸν τῶν ἑσπερίων τυράννων καθ. ωπλίζετο πόλεμον. Τότε δ' ᾿Αθανάσιος καὶ σύνοδον ἐν ᾿Αλεξανδρείᾳ Αἰγυπτίων ἀθροίσας ἐπισκόπων, 745 τὰ ἐν Σαρδικῇ καὶ Παλαιστίνῃ περὶ αὐτοῦ δόξαντα κυροῦν καὶ ἐπιψηφίζεσθαι παρεσκεύαζε. ΚΕΦΑΛ. ΚΘ. Ὣς πάλιν τῶν ᾿Αρειανῶν ἐπιθέσεσιν οἱ περὶ ᾿Αθανάσιον ἐξηλαύνοντο, καὶ αὐτὸς φυγῇ ἐχρή σατο· καὶ ὡς πάλιν Γεώργιος κατήχθη εἰς Αλεξάνδρειαν, καὶ μυρία κακὰ Ἀλεξανδρεῦσιν ἐπήγαγεν· ὡς ἐν τῷ περὶ φυγῆς λόγω ἱστόρησεν ᾿Αθανάσιος. Βασιλεὺς δὲ ταῖς τῆς ἀντιπάλου αἱρέσεως ὑποθέσεσιν ἐκτραπείς, διάστροφος την γνώμην ἐγίνετο ὑπέθεντο γὰρ ὡς εἴη Αἴγυπτον καὶ Λιβύην συγχέων αὖθις ὁ ᾿Αθανάσιος. Προσετίθεντό γε μὴν καὶ τὸ μὴ ἐπὶ ταῖς καθηκουσάσαις αὐτῷ παροικίαι; χειροτονίας ποιῆσαι· καὶ τὸ μέγιστον, ὡς ὅτι οὗτος αὐτῷ

Chapter XXIXCaput XXIX

col. 335–336page 164 of 633
PG 146:335ἐκπολεμήσεις ζῶντα τὸν ἀδελφόν. Καὶ πείσαντε; τοῖς τοιούτοις Εὔριπον ὄντα, τὰ ἐν Σαρδικῇ γεγενημένα ἀνέτρεπε, καὶ τοὺς δι' ἐκείνης ὅσοι τῶν ἐπι σκόπων καθόδου ἔτυχον ἐκέλευεν ἐξελαύνεσθαι. Αμέλει καὶ Μαρκέλλου ἐκβληθέντος, Βασίλειος τῆς Αγκυρογαλατίας προΐστατο αὖθις. Ο δὲ τῆς Ὀρεστιάδος Λούκιος σιδηροδεσμώτης ἐν εἰρκτῇ διε φθάρη. Παύλος δὲ ὁ τῆς Κωνσταντίνου ἀϊδίῳ ἐξη μιοῦτο φυγῇ κατὰ τὴν τῆς ᾿Αρμενίας πολίχνην, ἐν ἐσχατια που κειμένην· Κουκουσὶν αὐτὴν ὀνομάζου. σιν· ἔνθα βρόχῳ τῷ δι᾿ ἀγχόνης ἐφθάρη παρὰ τῶν τὰ Μακεδονίου φρονούντων. Τοσοῦτον δ' αἱ κατ' Αθανασίου διαβολαὶ ἔσχον τὸ κράτος, ὡς καί τινα πέμπειν ἀφαιρεῖν ἐκείνῳ τὴν κεφαλὴν, ὅπου δὴ καὶ εὑρίσκοιτο· σὺν αὐτῷ δὲ καὶ Θεόδουλον, καὶ Ὀλύμ πιον, ἐκκλησιῶν τινων προϊσταμένους ἐν Θράκῃ. Τὴν δὲ προαισθόμενον τὰ ἐκ βασιλέως, τὴν ἀπειλὲν ἐκφυγεῖν, καὶ τὸ ζῆν πραγματεύσασθαι. "Ην δήτα φυγὴν αὐτοῦ οἱ ἐξ ᾿Αρείου διαβάλλοντες ἦσαν· καὶ μᾶλλον Νάρκισσος ὁ Νερωνιάδος ἐπίσκοπος, καὶ Λεόντιος ὁ Λαοδικείας, τηνικαῦτα δὲ τῇ; ἐν ᾿Ανα τιοχεία προεστὼς ἐκκλησίας· περὶ οὗ φησίν Αθα νάσιος, ὅτι πρεσβύτερος ὤν, ἐξέστη τῆς λειτουργία; ἐκτομίας γενόμενος αυτουργός. Παιδίσκη γάρ τιν προσεδρεύων ὡραίᾳ, Εὐστολία δὲ ἦν ἐκείνῃ τὸ ὄνομα, ἐπεὶ τὴν ἀναφυομένην αἰσχρὰν ὑπόνοιαν διὰ σπουδῆς ἐποιεῖτο περιελεῖν, ἀπότε μεν ἑαυτὸν ἵν᾿ ἐξῇ ἀδεῶς δια τρίβειν αὐτῇ. Πλην καὶ τοῦτο δράσας, οὐκ ἀπενίψατο τὴν ὑπόνοιαν· διὰ τοῦτο τότε μὲν τῆς ἀξίας καθῄρηται· σπουδῇ δὲ Κωνσταντίου Λαοδικείας, ἔπειτα δὲ καὶ τῆς ἐν Ἀντιοχείᾳ παροικίας προέστη μετὰ τὸν θεο μισή Στέφανον, ὃς τὸν Πλάκητον διεδέξατο μετὰ τὸν Ευφρόνιον. ᾿Αθανασίου δὲ φυγόντος, ὡς εἴρηται, Γεώργιο; εἰσιών αὖθις, κακῶς ἐποίει τὰς ἀνὰ τὴν Αἴγυπτον ἐκκλησίας. Ὁποῖα δὲ διεπράττετο, ἄμει νον τῆς φωνῆς ἐπακοῦσαι ᾿Αθανασίου, παρόντος το ἅμα καὶ πεπονθότος. Ἐν γὰρ τῷ Περὶ τῆς φυγῆς αὐτοῦ ἐπιγεγραμμένῳ, τὴν ἀπολογίαν πρὸς τοὺς ἐν μέμψει ποιουμένους διεξιών, μνείαν τε καὶ τῶν τότε γενομένων ποιούμενος, τάδε κατὰ ῥῆμα διέξεισιν Καὶ γὰρ εἰς τὴν Αλεξάνδρειαν ἐπεφύησαν ζητοῦντες πάλιν ἡμᾶς ἀποκτεῖναι· καὶ γέγονε τὰ ὕστερα χεί ρονα τῶν πρώτων. Στρατιῶται γὰρ ἐξαίφνης τὴν ἐκκλησίαν ἐκύκλωσαν, καὶ τὰ πολέμων ἀντὶ εὐχῶν ἐγίνετο. Εἶτα εἰσελθὼν τῇ Τεσσαρακοστῇ ὁ παρ' αὐτῶν ἀποσταλεὶς ἐκ Καππαδοκίας Γεώργιος, ηΰξ σεν ἃ παρ' αὐτῶν μεμάθηκε κακά. Μετὰ τὰ ἑβδομα τοῦ Πάσχα παρθένοι εἰς δεσμωτήριον ἐβάλλοντο ἐπίσκοποι ἔγοντο ὑπὸ στρατιωτῶν δεδεμένοι· ὀρφα νῶν καὶ χηρῶν ἡρπάζοντο οικίαι τε καὶ ἄρτοι. Εξα δοι κατὰ τῶν οἰκιῶν ἐγίνοντο, καὶ νυκτὸς οἱ Χρι στιανοὶ κατεφέροντο· ἀπεσφραγίσθησαν οἰκίαι· καὶ ἀδελφοὶ κληρικῶν ὑπὲρ τῶν ἀδελφῶν ἐκινδύνευον. Καὶ δεινὰ μὲν ταῦτα· δεινότερα δὲ τὰ μετὰ ταῦτα
col. 337–338page 165 of 633
PG 146:337τετολμημένα· τῇ γὰρ ἑβδομάδι μετὰ τὴν ἁγίαν Πεντηκοστὴν ὁ λαὸς νηστεύσας, ἐξῆλθε παρὰ τὸ κοιμητήριον εὔξασθαι, διὰ τὸ πάντας ἀποστρέφεσθαι τὴν πρὸς Γεώργιον κοινωνίαν. ᾿Αλλὰ τοῦτο μαθὼν ὁ παμπόνηρος αὐτὸς, παροξύνει τον στρατηλάτην Σεβαστιανὸν Μανιχαῖον ὄντα· καὶ λοιπὸν αὐτ τὰς μετὰ πλήθους στρατιωτῶν, ὅπλα καὶ ξίφη γυμνά καὶ τόξα καὶ βέλη φερόντων, ὥρμησεν ἐν αὐτῇ τῇ Κυριακῇ κατὰ τῶν λαῶν. Καὶ ὀλίγους εὑρὼν εὐχο μένους (οἱ γὰρ πλεῖστοι λοιπὸν διὰ τὴν ὥραν ἀνα χωρήσαντες ἔτυχον), τοιαῦτα εἰργάσαντο, οἷα παρ' αὐτῶν ἔπρεπε πραχθῆναι. Πυρκαϊὰν γὰρ ἅψας, καὶ στήσας παρθένους παρὰ τὸ πῦρ, ἠνάγκαζε λέγειν αὐτὰς τῆς ᾿Αρείου πίστεως εἶναι. Ὡς δὲ νικώσας αὐτὰς ἔβλεπε καὶ μὴ φροντιζούσας τοῦ πυρὸς, γυμ νώσας λοιπόν, οὕτω κατέκοψεν αὐτὰς εἰς τὰ πρόσ ωπα, ὡς μετὰ χρόνον μόγις ἐπιγνωσθήναι. "Ανδρας το κρατήσας τεσσαράκοντα, καινοτέρω τρόπῳ κατέ κοψε. Ράβδους γὰρ τὰς ἀπὸ τῶν φοινίκων εὐθὺς τιμών, ἐν αὐταῖς ἐχούσαις ἔτι τοὺς σκόλοπας, τὰ νῶτα τούτων οὕτως ἐξέδειρεν, ὡς τινὰς μὲν πολλά τις χειρουργηθῆναι διὰ τοὺς ἀποπαγέντας ἐν αὐτ τοῖς σκόλοπας· τινὰς δὲ καὶ μὴ φέροντας ἀποθανεῖν. Πάντας μὲν οὖν τοὺς περιλειφθέντας ἀθρόως καὶ τὰς παρθένους ἐξώρισεν εἰς τὴν μεγάλην "Οασιν. Τὰ δὲ σώματα τῶν τετελευτηκότων οὐδὲ τοῖς ἰδίοις κατὰ τὴν ἀρχὴν ἀποδοθῆναι συνεχώρησαν· ἀλλ' ἔκρυψαν ὡς ἠθέλησαν άταφα λιπόντες, ὑπὲρ τοῦ δοκεῖν αὐτοὺς λανθάνειν τὴν τοσαύτην· ὠμότητα. Πράττουσι δὲ τοῦτο, πεπλανημένοι τῇ διανοίᾳ οἱ παράφρονες. Τῶν γὰρ οἰκείων τῶν τετελευτηκότων, χαιρόντων μὲν διὰ τὴν ὁμολογίαν, θρηνούντων δὲ διὰ τὰ σώματα, μεῖζον ἐξηγεῖτο κατ᾿ αὐτῶν ὁ τῆς ἀσεβείας καὶ ὠμότητος ἔλεγχος. Καὶ γὰρ εὐθὺς ἀπὸ τῆς Αἰγύπτου καὶ τῶν Λιβύων ἐξώρισαν μὲν ἐπι σκόπους 'Αμμώνιον, ἐμοῦῖν, Γάϊον, Φίλωνα, Ερ μήν, Πλήνιον, Ψενόσιριν, Νιλάμμωνα, Αγάθωνα, Ανάγαμφον, Αμμώνιον ἕτερον, Μάρκον, δρακόντιον, Αδέλφιον, Αθηνόδωρον, καὶ πρεσβυτέρους, Ιέρακα καὶ Διόσκορον. Καὶ οὕτω πικρῶς ἤλασαν αυτ τούς, ὡς τινὰς μὲν αὐτῶν ἐν ταῖς ὁδοῖς, τινὰς δὲ ἐν αὐτῷ τῷ ἐξορισμῷ ἀποθανεῖν. Ἐφυγάδευσαν δὲ ἐπι σκόπους πλείους τριάκοντα. Σπουδὴ γὰρ ἦν αὐτοῖς κατὰ τὸν ᾿Αχαάβ, εἰ δυνατόν, ἐξᾶραι τὴν ἀλήθειαν.» Τὰ μὲν οὖν κατὰ ᾿Αλεξάνδρειαν ὑπὸ Γεωργίων γινό μενα τοιαῦτα δή τινα ἦσαν. ΚΕΦΑΛ. Λ'. Ως παραπλήσια ἕδρα καὶ Μακεδόνιος ἐν Κων σταντινουπόλει καὶ πέριξ· καὶ ὡς ἐμαρτύρησαν Μαρκιανὸς καὶ Μαρτύριος, καὶ Παῦλος ὁ Κωνσταντινουπόλεως. Οὐχ ἧττον δὲ καὶ Μακεδόνιος μετὰ Παῦλον κατα σχὼν τὴν Ἐκκλησίαν, ἐν Κωνσταντινουπόλει δια πραττόμενος ἦν· ροπὴν γὰρ ἐκ βασιλέως ὅτι πλεί στην λαβών, πόλεμον ἀνεγείρει κατὰ τῆς Ἐκκλησίας, ἐφυγάδευσαν ἐφόνευσαν,

Chapter XXXCaput XXX

col. 339–340page 166 of 633
PG 146:339κατ' οὐδὲν λειπόμενον τῶν ὑπὸ τοῖς τυράννοις γε τὸ ὁμοούσιον, γενημένων. Τέχνῃ δὲ μετερχόμενος τὸν κρατοῦντα, τῷ ἐκείνου νόμῳ ἐκύρου, ὅσα ληίζων τὰς ἐκκλησία; καὶ ἀνδραποδιζόμενος πράττειν ᾑρεῖτο. Καὶ κατὰ πόλεις βασιλικὰ ἐφίπτατο γράμματα· καὶ χείρ στρατιωτικὴ τοῖς θεσπιζομένοις καθυπουργεῖτο· καὶ οὐ μόνον τῶν ἐκκλησιῶν, ἀλλὰ καὶ τῶν πόλεων ἐξηλαύνοντο, ὅσοι δὴ τὰ Παύλου φρονοῦντες ἦσαν, καὶ τὰ τοῦ ὁμοουσίου ἐπρέσβευον. Καὶ τὰ μὲν πρῶτα διώκειν μόνον ἐσπούδαζον· ἔπειτα δὲ καὶ ἀνάγκην προσήγον ὥστε κοινωνεῖν αὐτοῖς· καὶ τοιαύτην, ὡς μηδὲν ἀποδέουσαν εἶναι τοῖς πάλαι ξοάνοις ἐπιθύειν ἠναγκασμένοις. Οὐ γὰρ ἐξορίας μόνον, ἀλλὰ καὶ δη μεύσεις καὶ οἰκείων ἀπαγωγάς, μάστιγας τε ἐπὶ τούτοις, αἰκίας τε καὶ ποικίλας ἐπῆγον βασάνους καὶ ἐξορίας. Ὡς καὶ πολλοὺς ὑπὸ πληγών διαφθαρῆναι· ἄλλοις δὲ ἀφαιρεθῆναι τὸ πολιτεύεσθαι· τιο νὰς δὲ καὶ κατὰ τῶν μετώπων μαστιγίας γενέσθαι, ἶν' ἐπίσημοι εἶεν ὄντες τοιοῦτοι. Τὸ δὲ κακὸν καὶ μέχρι φόνων προῄει. Συν πολλοῖς γὰρ καὶ ἄλλοις καὶ Μαρκιανὸς καὶ Μαρτύριος ἀνδρείως ἀπέθανον, οἱ σύνοικοι καὶ ὑπογραμματείς χρηματίζοντες Παύλῳ, ὑπὸ Μακεδονίου τῷ ὑπάρχῳ προσδόθησαν αἰτίαν σχόντες, ὡς εἴησαν στασιώδεις, καὶ τῇ ἀναιρέσει Ἑρμογένους οὐκ ἐλάχιστα συμβαλόμενοι. Ην δ' ὁ ἕτερος μὲν ὑποδιάκονος, ψάλτης δὲ ὁ Μαρτύριος, καὶ τὰς θείας ἀναγινώσκειν τεταγμένος Γραφάς. τῶν ὁ τάφος πρὸ τοῦ τείχους ἐστὶ τῆς πόλεως, ἐπίσ σημον περιβεβλημένος οἶκον, ἅτε δὴ μαρτύρων μνη μα καθεστηκότα. Ον οἶκον Ἰωάννης ὁ τὴν γλῶτταν χρυσοῦς οἰκοδομεῖν πρῶτος ἐπέβαλε· Σισίνιος δ' ἔπειτα ἐξετέλεσε. Καὶ ἄμφω δὲ τῆς Κωνσταντινους πόλεως Εκκλησίας μετὰ ταῦτα ἡγήσαντο. Δεῖν γὰρ αὐτοῖς ἔδοξε καὶ τιμῆς ἀξιοῦσθαι μαρτυρικής, δόξαν κληρωσαμένοις ἀπὸ Θεοῦ, δαίμονάς τε ἐλαύνειν, καὶ ἄλλας νόσους ποικίλας ἰᾶσθαι τῇ θίξει τοῦ μνήματος· καταδίκης δ᾽ ὄντα χῶρον τὸ πρότερον, δεινὸν δὲ καὶ φάσμασι κατειδώλοις, πρὸς αὐτῶν κεκαθάρθαι. Τοιαῦτα μὲν κατὰ τὰς ἑας πόλεις ὑπὸ Μα κεδονίου ἐπράττετο· αἱ δ' ἀνὰ τὴν Ἑσπέραν καὶ Ελλάδα καὶ ἄχρι δὴ καὶ αὐτοῦ τοῦ Ἰλλυρικοῦ ἀπείρατοι μεμενήκεσαν, σύμφωνοι πρὸς ἀλλήλους οὖσαι, καὶ τὸν ἔκπαλαι ὅρον τῆς ἐν Νικαία συνόδου κρατύνουσαι. Ο δὲ Παῦλος, ὡς καὶ πρότερον εἴρη ται, ἐν τῇ Κουκουσῷ ὑπερόριος γεγονώς, ἀγχόνη τῷ σφετέρῳ ὠμοφόρῳ χρησαμένων τῶν δυσσεβῶν, ἀπεβίω. Τῆς δ' αὐτοῦ τελευτῆς καὶ ᾿Αθανάσιος ἐν τῷ αὐτῷ τῆς φυγῆς ἀπολογητικῷ ἐμνημόνευσεν οὕτω φάσκων· «Τὸν γὰρ τῆς Κωνσταντινουπόλεως ἐπίσ σκοπον Παῦλον διώξαντες καὶ εὑρόντες, προφανῶς ἀποπνιγῆναι πεποιήκασι τῇ λεγομένη Κουκουσῷ, δήμιον ἐσχηκότες εἰς τοῦτο Φίλιππον τὸν γενόμενον ἔπαρχον. Ην γὰρ καὶ τῆς αἱρέσεως αὐτῶν προστά της, καὶ τῶν πονηρῶν βουλευμάτων ὑπηρέτης.» Καὶ τὰ μὲν ὧδε εφέρετο.
col. 341–342page 167 of 633
PG 146:341ΙΧ. ΚΕΦΑΛ. ΛΑ'. Περὶ τοῦ αἱρεσιάρχου Φωτεινοῦ· καὶ περὶ τῆς ἐν Σιρμίῳ τῶν τριῶν ἐκθέσεων πίστεως· καὶ μάλιστα τῆς Μάρκου τοῦ ᾿Αρεθουσίων ἐπισκόπου. Κωνστάντιος δὲ ἐξ Εῴας εἰς τὴν Ἰλλυρίδα τῶν τυράννων χάριν την στρατιάν ήλαυνε· καὶ ἃ μὲν αὐτῷ κατὰ τῶν τυράννων ἐπράχθη, με τὰ βραχὺ δια λήψομαι· τηνικαῦτα δ' ἐν Σιρμίῳ διάγων, τὰ κατὰ τὸν Φωτεινὸν εἰς ἐξέτασιν ἦγεν. Ην δὲ οὗτος δεινὸς μὲν λέγειν, καὶ πείθειν μάλιστα ἱκανός· τῆς ἐκεῖσε δ' ἐκκλησίας προΐστατο. Καινῆς δ' αἱρέσεως φανεὶς ἀρχηγός, πολλοὺς πρὸς τὴν οἰκείαν δόξαν ἐπήγετο μάλιστα δὲ αὐτὴν ἐπαρρησιάζετο τῇ τοῦ βασιλέως ἐπιδημίᾳ. Εδόξαζε μὲν γὰρ εἶναι ἕνα Θεόν παντοκράτορα, τῷ οἰκείῳ λόγῳ τὸ πᾶν συστησάμενον ὅτι δὲ προαιώνιος ἡ τοῦ Λόγου γέννησίς τε καὶ ὕπαρ ξ:;, παντάπασιν ἀπηγόρευεν· ἐκ Μαρίας δὲ τὴν ἀρχὴν ἔχειν. Τούτου δὲ πανταχοῦ διαθρυπληθέντος, πάντες οἱ ἀνὰ τὴν Εω καὶ Ἑσπέραν ἐπίσκοποι, οἵ τε τῆς ἐν Νικαίᾳ ἀντεχόμενοι πίστεως, καὶ ὅσοι Αρείῳ προσείχον, βαρέως εἶχον. Κατὰ πάντων γὰρ νεωτερίζειν τὸ Φωτεινοῦ δίγμα ἐνόμιζον. Οὐκ ἐν μετρίῳ: 750 δὲ καὶ ὁ βασιλεὺς ἐποιεῖτο τὴν διαφωνίαν ταύτην Ενθεν τοι καὶ σύνοδον ἐκεῖσε Κωνστάντιος συνεκρότει. Καὶ δὴ συνῆλθον ἐκ μὲν τῆς Εω Μάρκος ὁ τῶν Ἀρεθουσίων ἐπίσκοπος, Γεώργιος ὁ τῆς ἐν 'Ἀλεξανδρείᾳ προεστώς Εκκλησίας, ὃν οἱ ἐξ ᾿Αρείου ἔπεμ του· καὶ Βασίλειος, δς Μάρκελλον ἐκβαλὼν αὖθις, τῆς ἐν Ἀγκύρᾳ Γαλατίας προεστὼς ἦν· ὅ τε Πη. λουπιώτης Παγκράτιος, καὶ Ὑπατιανός Ηρακλείας τῆς δ' ἑσπέρας, Ουάλης τε ὁ Μουρσῶν, καὶ ὁ πολὺς τὴν ἀρετὴν Οσιος, Κουρούδης τῆς ἐν Ισπανίᾳ ἐπί σκοπος, ὁμολογητῆς ὤν, καὶ τῆς ἐν Νικαίᾳ συνόδου κεκοινωνηκώς· ὃς οὐχ ἑκὼν τηνικαῦτα παρῆν· δύο λας γὰρ τῶν Ἀρειανῶν οὐ πολλῷ πρότερον ὑπερόριος γεγονώς, σπουδῇ τῶν περὶ Σίρμιον συνδραμόν των βασιλικῷ ἐπανῆλθε κελεύσματι. Καὶ γὰρ ἐν ἐλπίσιν ἦσαν, ὡς, εἰ σύμψηφος ἐκείνοις γένοιτο ἢ πει θεῖ ἡ βίᾳ, σφίσιν ἀρκέσει πρὸς σύστασιν τοῦ σφετέρου δόγματος· ἅτε δὴ ἀξιόχρεως μάρτυς καὶ οἷόν τι θαῦμα τοῖς τότε ἀνθρώποις φαινόμενος. Ως δὲ παρ Στεῖτο συντίθεσθαι, παντοδαπὴν καὶ αὖθις τιμωρίαν ὑφίστατο ταῖ; τῷ πολλῷ χρόνῳ κατεῤῥικνωμέναις ἐκείνου σαρξὶν, ὡς καὶ στρέβλας καὶ πληγὰς ἐνεγ-D κεῖν. Οθεν καὶ βιασθεῖς, ταῖς ἐκδοθείσαις ἐκθέσεσι, τρεῖς δὲ ἦσαν, καὶ συνέθετο καὶ ὑπέγραψεν. 'Η δὲ σύνοδος, τὰ Σαβελλίου τοῦ Λίβυος, καὶ τὰ τοῦ Σαμοσατέως Παύλου, τὸν Φωτεινὸν καὶ φρονεῖν καὶ διδάσκειν φωράσασα, εὐθὺς τῆς ἐπισκοπικῆς ἀξίας ἐγύμνωσαν· ὅ δή, ὡς καλῶς γεγενημένον, καὶ τότε καὶ μετὰ ταῦτα πάντες έστερξαν, καὶ ἀποδοχῆς τῆς καθηκούσης ἠξίωσαν. Ἐπιμείναντες δέ τινες, ὥσπερ τῶν προτέρων ἐκθέσεων κατεγνωκότες, τρεῖς ἑτέρας

Chapter XXXICaput XXXI

col. 343–344page 168 of 633
PG 146:343γλώσσῃ Μάρκος ὁ ᾿Αρεθούσης ἐξετίθει· αἱ δὲ 'Ῥωμαϊστὶ ἀνεγράφοντο. Αἱ δὴ καὶ ἀσύμφωνοι πάμπαν κατά τε λέξιν καὶ σύνθεσιν ἦσαν πρὸς τὴν ᾿Αρεθου σίου. Ούτε μὴν ταῖς προτέραις τὰ ἴσα ἐφρόνουν. Η γὰρ Ελληνιστί λεχθεῖσα οὔτε ὁμοούσιον, οὔτε ὁμοιοούσιον τῷ Πατρὶ τὸν Υἱὸν εἶπε. Τούς γε μὴν εἰπόντας τὸν Υἱὸν ἄναρχον εἶναι, ἢ πλατυνομένην τὴν οὐ σίαν τοῦ Θεοῦ ποιεῖν τὸν Υἱόν, ἢ συντετάχθαι, ἀλλὰ μὴ ὑποτετάχθαι τῷ Πατρὶ, ἐκκηρύκτους ποιεί. Επίσης δὲ καὶ ἀτέρα τῶν Ῥωμαϊκῶν περὶ οὐσίας ἣν σουνσταντίαν Ῥωμαῖοι καλοῦσιν, εἴτε ὁμοούσιος, εἴτε ὁμοιούσιος, παντάπασι λέγειν ἀπαγορεύει· ὡς οὔτε ταῖς ἱεραῖς εἰρημένα Γραφαῖς, οὔτε ἀνθρώπων ἐννοίαις ἢ γνώ σει ληπτά. Διατάσσεται γε μήν, μείζονα τὸν Πατέρα λέγειν ἔν τε τιμῇ καὶ ἀξιώματι, καὶ αὐτῷ δὴ ὀνό ματι τῆς πατρότητος. Νομοθετεῖ δὲ, ὡς μετὰ πάνω των καὶ ὁ Υἱὸς ὑποτέτακται τῷ Πατρί· καὶ ἄναρχον μὲν εἶναι τὸν Πατέρα· πᾶσι δὲ τοῦ Πατρὸς δίχα την τοῦ Υἱοῦ γέννησιν ἄγνωστον εἶναι. Ην δὴ ἔκθεσιν, ὡς μὴ δεόντως συντεθεῖσαν, μετὰ τὴν εἰς πολλούς ἔκδοσιν ἀναλαβεῖν αὖθις σπουδάσαι τοὺς ἐπισκόπους· ἐντείλασθαι δὲ καὶ βασιλεῖ σφοδρῶς, κόλασιν ἀπειλοῦντα τὸν μὴ φανεροῦντα. Ἡ δὲ εἰς πολλούς διαβᾶσα, οὐ παντάπασιν ἠφανίσθη. Τὴν μὲν οὖν μίαν τῶν Ῥωμαϊκῶν, τῇ τοῦ ᾿Αρεθούσης Μάρκου εκδο θείσῃ συνάψας, τῷ παρόντι ἐκθήσω. Θατέραν δὲ, ἥτις ὕστερον ἀνεγνώσθη, ἐν καιρῷ κατατάξω, ότε τὰ ἐν Αριμίνῳ γενόμενα διηγεῖσθαί με γένοιτο. "Η ὑπηγόρευον πίστεις. Τὴν μὲν οὖν μίαν Ἑλλήνων ὁμοούσιον, ὁμοιοούσιον, ὁμοούσιον, ὁμοιούσιον Ει γε μὴν ῥηθεῖσα τῷ Μάρκῳ οὐτωσὶ διηγόρευε· ι Πι στεύομεν εἰς ἕνα Θεόν, πατέρα παντοκράτορα, τὸν κτίστην καὶ ποιητὴν τῶν πάντων· ἐξ οὗ πᾶσα παι τριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται· καὶ εἰς τὴν μονογενῆ αὐτοῦ Υἱὸν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πα τρὸς γεννηθέντα· Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός· δι' οὗ ἐγένετο τὰ πάντα, τὰ ἐν τοῖς εὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· Λόγον ὄντα καὶ φῶς ἀληθινὸν καὶ ζωήν· τὸν ἐπὶ ἐσχάτων τῶν ἡμερῶν δι' ἡμᾶς ἐνανθρωπήσαντα, καὶ γεννηθέντα ἐκ τῆς ἁγίας Παρθένου· καὶ σταυρωθέντα, καὶ ἀπο θανόντα, καὶ ταφέντα· καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναληφθέντα εἰς οὐρανὸν, καὶ καθίσαντα ἐκ δεξιῶν τοῦ Πατρός· καὶ ἐρχόμενον ἐπὶ συντελείᾳ τοῦ αἰῶνος κρῖναι ζῶντας καὶ νε κρούς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ οὗ ἡ βασιλεία ἀκατάπαυστος οὖσα, διαμένει εἰς τοὺς ἀπείρους αἰῶνας. Εσται γὰρ καθεζόμενος ἐν δεξιά τοῦ Πατρὸς, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τουτο ἐστι τὸν Παράκλητον· ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις, μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον ἀποστεῖλαι καὶ διδάξαι καὶ ὑπομνῆσαι αὐτοὺς πάντα, ἔπεμψε δι' οὗ καὶ ἁγιάζονται αἱ τῶν εἰλικρινῶς εἰς αὐτὸν πεπιστευκότων ψυχαί. Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄνο των τὸν Υἱόν, ἢ ἐξ ἑτέρας υποστάσεως, καὶ μὴ ἐκ τοῦ Θεοῦ, καὶ ὅτι ἦν χρόνος ἢ αἰὼν ὅτε οὐκ ἦν, ἀλο λυτρίους οἶδεν ἡ ἁγία καθολική Εκκλησία.
col. 345–346page 169 of 633
PG 146:345Πάλιν οὖν ἐροῦμεν, εἴ τις τὸν Πατέρα καὶ τὸν Υιν δύο λέγει Θεούς, ἀνάθεμα ἔστω. Καὶ εἴ τις λέγων Θεὸν τὸν Χριστὸν προαιώνιον Υἱὸν τοῦ Θεοῦ ὑπουργηκότα τῷ Πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν μὴ ὁμολογοίη, ἀνάθεμα έστω. Εἴ τις τὸν ἀγέν νητον ἢ μέρος αὐτοῦ ἐκ Μαρίας λέγειν γεγεννήσθαι τολμά, ἀνάθεμα Εστω. Εί τις κατὰ πρόγνωσιν τὸν ἐκ Μαρίας λέγει υἱὸν εἶναι, καὶ μὴ πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς γεγεννημένον πρὸς τὸν Θεὸν εἶναι καὶ δι' αὐτοῦ γεγενῆσθαι τὰ πάντα, ἀνάθεμα ἔστω. Εἴ τις πλατυνομένην τὴν οὐσίαν τοῦ Θεοῦ τὸν Υἱὸν λέγοι ποιεῖν, ἢ τὸν πλατυσμὸν τῆς οὐσίας αὐτοῦ Υἱἐν ὀνομάζοι, ἀνάθεμα ἔστω. Εἴ τις τὴν οὐσίαν τοῦ Θεοῦ πλατύνεσθαι ἡ συστέλλεσθαι φάσκοι, ἀνάθεμα Εστω. Εἴ τις ἐνδιάθετον ή προφορικὸν λόγον λέγοι τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνάθεμα ἔστω. Εἴ τις ἄνθρωπον μόνον λέγοι τὸν Υἱὸν τὸν ἐκ Μαρίας, ἀνάθεμα έστώ, Εἴ τις Θεὸν καὶ ἄνθρωπον τὸν ἐκ Μαρίας λέγων, Θεὸν τὸν ἀγέννητον αὐτὸν νοεῖ, ἀνάθεμα ἔστω. Εἴ τις τὸ, Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι Θεὸς, τοῦτο αὐτὸ τὸ ἐπ᾽ ἀναι ρέσει εἰδώλων καὶ τῶν μὴ ὄντων θεῶν εἰρημένον, ἐπ' ἀναιρέσει τοῦ Μονογενούς πρὸ τῶν αἰώνων Θεοῦ ἐκλαμβάνοι Ἰουδαϊκῶς, ἀνάθεμα έστω. Εί τις τὸν Ο Λόγος σάρξ εγένετο, ἀκούων, τον Λόγον εἰς σάρκα μεταβεβλήσθαι νομίζοι, ἢ τροπὴν ὑπομεμενηκότα ἀνειληφέναι τὴν σάρκα, ἀνάθεμα έστω. Εν τις τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἐσταυρωμένον ἀκούων, φθορὰν ἢ πάθος ἢ τροπὴν κατὰ τὴν θεότητα, ἢ μείωσιν, ἢ ἀναίρεσιν ὑπομεμενηκέναι λέγοι, ἀνά θεμα Εστω. Εἴ τις τὸ Ποιήσωμεν ἄνθρωπον, μὴ τὴν Πατέρα πρὸς τὸν Υἱὸν λέγειν, ἀλλὰ αὐτὸν πρὸς ἑαυτὸν λέγοι τὸν Θεὸν εἰρηκέναι, ἀνάθεμα ἔστω. Εν τις τῷ Ἰακὼβ μὴ τὸν Υἱὸν ὡς ἄνθρωπον πεπαλαικέναι, ἀλλὰ τὸν ἀγέννητον Θεὸν ἢ μέρος αὐτοῦ λέγοι, ἀνάθεμα ἔστω. Εἴ τις τὸ ῾Εβρεξε Κύριος παρὰ τοῦ Κυρίου, μὴ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκλαμβάνοι, ἀλλ᾽ ἑαυτὸν παρ' ἑαυτοῦ λέγει βεβρεχέναι, ἀνά θεμα ἔστω. Έβρεξε γὰρ Κύριος ὁ Υἱὸς παρὰ Κυ μίου τοῦ Πατρός. Εἴ τις ἀκούων Κύριον τὸν Πατέρα, Κύριον τὸν Υἱόν, Κύριον καὶ Κύριον τὸν Πατέρα καὶ τὸν Υἱὸν εἴποι, καὶ Κύριος ἐκ Κυρίου λέγων δύο λέγοι Θεοὺς, ἀνάθεμα ἔστω. Οὐ γὰρ συντάσε σομεν τὸν Υἱὸν τῷ Πατρὶ, ἀλλ' ὑποτεταγμένου τῷ Πατρί· οὔτε κατῆλθεν εἰς σῶμα ἄνευ βου λῆς τοῦ Πατρός· οὐδὲ ἔβρεξεν ἀφ' ἑαυτοῦ, ἀλλὰ παρὰ Κυρίου αὐθεντοῦντος τοῦ Πατρός· οὔτε κάθη ται ἐκ δεξιῶν ἀφ' ἑαυτοῦ, ἀλλ᾿ ἀκούει τοῦ Πατρὸς λέγοντος, Κάθου ἐκ δεξιῶν μου. Εἴ τις τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα ἐν πρόσωπον λέο γοι, ἀνάθεμα ἔστω. Εἴ τις τὸ Πνεῦμα τὸν ἅγιον Παράκλητον λέγων τὸν ἀγέννητον λέγοι Θεὸν, ἀνά θεμα ἔστω. Εί τις, ὡς ἐδίδαξεν ἡμᾶς ἡ Γραφή, μὴ ἄλλον λέγοι τὸν Παράκλητον παρὰ τὸν Υἱόν, εἴρηκε α
col. 347–348page 170 of 633
PG 146:347τὴρ ὃν ἐγὼ ἐρωτήσω, ἀνάθεμα έστω. Εί τις τὸ Πνεῦμα μέρος λέγοι τοῦ Πατρὸς ἢ τοῦ Υἱοῦ, ἀνάθεμα ἔστω. Εἴ τις τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα τρεῖς λέγοι Θεούς, ἀνάθεμα ἔστω. Εί τις βουλήσει Θεοῦ ὡς ἐν τῶν κτισμάτων γεγονέναι λέγοι τὸν Υἱόν. τοῦ Θεοῦ, ἀνάθεμα ἔστω. Εἴ τις μὴ θελήσαντος τοῦ Πατρὸς γεγεννῆσθαι τὸν Υἱὸν λέγοι, ἀνάθεμα ἔστω. Οὐ γὰρ μὴ βουλομένου τοῦ Πατρός, βιασθεὶς ὁ Πατήρ ὑπὸ ἀνάγκης φυσικής, αὖθις ὡς οὐκ ἤθελεν ἐγέννησε τὸν Υἱόν· ἀλλ᾽ ἅμα τε ἐβουλήθη, καὶ ἀχρόνως καὶ ἀπαθῶς ἐξ αὐτοῦ αὐτὸν γεννήσας επέδειξεν. Εἴ τις ἀγέννητον καὶ ἄναρχον λέγοι τὸν Υἱόν, ὡς δύο αναρχα καὶ δύο ἀγέννητα λέγων, καὶ δύο ποιῶν θεούς, ἀνά θεμα έστω. Κεφαλὴ γάρ ἐστι καὶ ἀρχὴ πάντων δ Θεός· κεφαλὴ δέ ἐστι τοῦ Χριστοῦ ὁ Θεός. Οὕτως γὰρ εἰς μίαν ἄναρχον τῶν ὅλων ἀρχὴν δι' Υἱοῦ εὐσε ῶς τὰ πάντα ἀνάγομεν. Καὶ πάλιν οὖν διακριβοῦντες τοῦ Χριστιανισμοῦ τὴν ἔννοιαν, λέγομεν, ὅτι εἰ τις Χριστὸν Ἰησοῦν Υἱὸν τοῦ Θεοῦ πρὸ αἰώνων ὄντα, ὑπουργηκότα τῷ Πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν μὴ λέγοι, ἀλλ' ἐξ οὗ ἐγεννήθη ἐκ Μαρίας, ἔχε τοτε καὶ Υἱὸν καὶ Χριστὸν κεκλῆσθαι, καὶ ἀρχὴν εἰς ληφέναι τοῦ Θεὸν εἶναι, ἀνάθεμα έστω, ὡς ὁ Σαμοσατεὺς. Ἐπειδὴ περὶ πίστεως ἔδοξέ τινα διάσκεψιν γεγενῆσθαι, καὶ πάντα ἀσφαλῶς ἐζητήθη καὶ διηρω μηνεύθη ἐν τῷ Σιρμίῳ ἐπὶ παρουσίᾳ Ουάλεντος, Ουρσακίου, καὶ Γερμηνίου, καὶ τῶν λοιπῶν. Συνέ στηκεν ἕνα Θεὸν εἶναι Πατέρα παντοκράτορα, καθὼς καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ καταγγέλλεται· καὶ ἕνα μονογενῆ αὐτοῦ Υἱὸν Ἰησοῦν Χριστὸν τὸν Κύριον καὶ Θεὸν καὶ Σωτῆρα ἡμῶν, ἐξ αὐτοῦ πρὸ αἰώνων γεννηθέντα. Δύο δὲ Θεοὺς μὴ χρῆναι λέγειν· ἐπειδὴ καὶ αὐτὸς εἴρηκεν ὁ Σωτὴρ, Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν. Διὰ τοῦτο καὶ πάντων Θεός ἐστι, καθὼς καὶ ὁ ᾿Απόστολος ἐδίδαξεν· Η Ἰουδαίων μόνον, οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν· εἶπερ εἰς Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως. Καὶ τὰ μὲν λοιπά πάντα συμφωνεῖ, καὶ οὐδεμίαν ἀμφιβολίαν ἔχει· ἐπεὶ δὲ πολλούς τινας κινεῖ περί τῆς λεγομένης 'Ρωμαϊστὶ σουνσταντίας, ἑλληνιστί δὲ λεγομένης ουσίας, τουτέστιν ἵνα ἀκριβέστερον γὰρ, Καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν ὁ Πα η γνωσθῇ τὸ ὁμοιοούσιον, ἤτοι τὸ λεγόμενον ὁμοούσιον τὸ ὁμοιοούσιον, τὸ ὁμοούσιον, Σιν, Τοῦ Θεοῦ εἶναι, οὐ χρή τινα παντελῶς τούτων μνήμην γενέσθαι, οὐδὲ περὶ τούτων ἐξηγεῖσθαι τῇ Ἐκκλησίᾳ· διὰ ταύ την τὴν αἰτίαν καὶ διὰ τοῦτον τὸν λογισμόν, ὅτι ἐν ταῖς θείαις Γραφαῖς οὐ γέγραπται περὶ τούτων· καὶ ὅτι ταῦτα ὑπὲρ τὴν τῶν ἀνθρώπων γνῶσιν καὶ τὸν ἀνθρώπινον νοῦν ἐστι· καὶ ὅτι οὐδεὶς δύναται τὴν γενεὰν διηγήσασθαι, καθώς γέγραπται· Τὴν γενεάν αὐτοῦ τις διηγήσεται; Μόνον δὲ εἰδέναι τὸν Πα τέρα φανερόν ἐστι πῶς τὸν Υἱὸν ἐγέννησε· καὶ πάν λιν τὸν Υἱόν, πῶς αὐτὸς γεγέννηται ἀπὸ τοῦ Πατρός. Οὐδενὶ δὲ ἀμφίβολόν ἐστι μείζονα εἶναι τὸν Πατέρα τιμῇ καὶ ἀξίᾳ καὶ θεότητι· καὶ αὐτῷ τῷ ὀνόματι
col. 349–350page 171 of 633
PG 146:349τῷ πατρικῷ μείζονα είναι, διαμαρτυρομένου αὐτοῦ τοῦ Υἱοῦ· Ὁ ἐμὲ πέμψας Πατὴρ μείζων μου ἐστι. Καὶ τοῦτο δὲ καθολικὸν εἶναι οὐδεὶς ἀγνοεῖ, δύο πρόσωπα εἶναι Πατρὸς καὶ Υἱοῦ· καὶ τὸν μὲν Πα τέρα μείζονα, τὸν δὲ Υἱὸν ὑποτεταγμένον μετὰ πάντ των ὧν αὐτῷ ὁ Πατὴρ αὐτοῦ ὑπέταξε. Τὸν δὲ Πα τέρα ἀρχὴν μὴ ἔχειν, καὶ ἀόρατον εἶναι, καὶ ἀθάνα τον εἶναι, καὶ ἀπαθῆ εἶναι· τὸν δὲ Υἱὸν γεγεννήσθαι ἐκ τοῦ Πατρός, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός· καὶ τούτου τὴν γέννησιν μηδένα γισκώσκειν, καθὼς προς εἴρηται, εἰ μὴ μόνον τὸν Πατέρα· αὐτὸν δὲ τὸν Υἱὸν Κύριον καὶ Θεὸν ἡμῶν σάρκα ἤτοι σῶμα, τουτέστιν ἄνθρωπον, εἰληφέναι, καθάπερ καὶ ἄγγελος εὐηγγελίσατο. Καθὰ δὴ καὶ πᾶσαι αἱ Γραφαὶ διδάσκουσι, καὶ μάλιστα αὐτὸς ὁ ᾿Απόστολος ὁ διδάσκαλος τῶν ἐθνῶν; Ανθρωπον ἀνέλαβεν ὁ Χριστὸς ἀπὸ Μα μίας τῆς Παρθένου, δι' οὗ πέπονθε. Τὸ δὲ κερά λαιον πάσης τῆς πίστεως καὶ ἡ βεβαιότης ἐστὶν, ἵνα Τριὰς ἀεὶ φυλάττηται, καθὼς ἀνέγνωμεν ἐν τῷ Εύ αγγελίῳ· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πα τρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ακέραιος δὲ καὶ τέλειος ἐστιν ὁ ἀριθμὸς τῆς Τριά δος· ὁ δὲ Παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον δι' Υἱοῦ ἀποσταλὲν ἦλθε κατὰ τὴν ἐπαγγελίαν, ἵνα τοὺς ἀπο στόλους καὶ πάντας τοὺς πιστεύοντας ἁγιάσῃ καὶ ἐναδιδάξῃ.» Καὶ ἡ μὲν ἔκθεσις αὕτη· ᾗ δὴ φωτεινὸν καὶ μετὰ καθαίρεσιν συνθέσθαι καὶ συνυπογρά φειν παρηγγυώντο, ἐπαγγελλόμενοι αὖθις τὴν ἀξίαν ἐπιδοῦναι τοῦ τε θρόνου καὶ τῆς ἱερωσύνη;, εἴγ' ἐκ μετανοίας υποβάλοι τῷ ἀναθέματι, ὅτα δὴ κακῶς ἐδογμάτισεν. Ο δὲ οὐδ᾽ ἀκούειν ἠνείχετο, ἀλλ' εἰς διάλογον αὐτοὺς προκαλεῖτο. Καὶ δὴ βασιλικῷ κει λεύσματι τῶν, ὅσοι ἐδόκουν ἐπιστήμῃ λόγου καὶ ἀξιώματι διαφέρειν εἰς ἐν ἀθροισθέντων, ἀναδέχεται τὸν λόγον Βασίλειος ὁ τηνικάδε τὴν ᾿Αγκυρανῶν Εκκλησίαν ἐπιτροπεύων. Τοῦ δ᾽ ἀγῶνος εἰς πολὺ προελθόντος, ὀξυγράφοι τὰ παρ' ἑκατέρων εἰρημένα ἐλάμβανον. Οἷς διαφερόντως κρατεῖν ἐδόκει Βασί λειος. Φωτεινοῦ δὲ φυγὴ κατεψήφιστο· ἔνθα διάγων, τὴν οἰκείαν δόξαν λόγῳ συγκροτῶν ἦν 'Ρωμαίων καὶ Ελλήνων φωνῇ. Ην γὰρ καὶ ἀμφοτέραις ταῖς γλώσ στις οὐκ ἀμοιρῶν χάριτος. "Ο δ᾽ ἐσπουδάζετο ταῖς Γραφαῖς ἦν, πλὴν τῆς οἰκείας, τὰς τῶν ἄλλων δόξας μηδὲν οὖσας ἀπρεπῶς ἐξελέγχειν. Περὶ μὲν οὖν Φωτεινοῦ καὶ τῆς αὐτοῦ δόξης τοῦτον ἔσχε τὸν τρόπου.

Chapter XXXIICaput XXXII

col. 351–352page 172 of 633
PG 146:351ΧΧΧΙ. ΚΕΦΑΛ. ΛΒ'. Περὶ τῆς ἥττης τῶν Εσπερίων τυράννων. Οι ε τρανίωνος καὶ Μαγνεντίου· καὶ περὶ τῶν ἐν Διοκαισαρείᾳ Ιουδαίων· καὶ ὡς ἀνηρέθη Γάλ λος ὁ Καῖσαρ. Ο δὲ βασιλεὺς τὰ τῶν τυράννων μετήρχετο, καὶ ἐπὶ ῥηταῖς συνθήκαις ἐς ταυτὸ πρῶτον ἧκε τῷ Βρετανίωνι. Πείσας δὲ τοὺς ὑπ' ἐκεῖνον στρατιώτας μεταθέσθαι τῆς γνώμης, καὶ μόνον ἀναγορεῦσαι Κωνστάντιον, γνοὺς ἐκεῖνος τὴν ἐπιβουλήν, πρὸ τῶν ποδών του βασιλέως ἐκαλινδεῖτο πρηνής· καὶ ἱκέτης ἐλεεινὸς ἦν. Κωνστάντιος δὲ τὰ σύμβολα τῆς βασι λείας ἐκείνῳ περιελών, ἁλουργὶς δὲ ταῦτα ἦσαν καὶ στέφανος, ἐν ἡσυχίᾳ μένειν καὶ ἰδιάζειν προσέτατ τε· τὸν γὰρ πρεσβύτην ἀπραγμόνως μᾶλλον βιοῦν προσήκον ἔλεγεν, ἢ ὄνομα ἔχειν θορύβων Εμπλεων. Πολλὴν δὲ αὐτῷ καὶ δαπάνην δημοσίων ἐκ φόρων ἀνῆκε κατὰ Προῦσαν τὴν περὶ Ολυμπον, οἷά γε πρεσβύτῃ· ὅπου δὴ ποιούμενος τὰς διατριβάς, ἐς ὕστερον γράφων βασιλεῖ χάριτας ώμολόγει, τοσούτων κακῶν, ὅσα τῇ ἀρχῇ σύνεστι καὶ φροντίδων οὕτω πολλῶν ἀπαλλάξαντι. Ως δὲ καλῶς αὐτῷ ἀπέβη τὰ κατὰ Βρετανίωνα, ἀπόμοιραν πλείστην τῆς περὶ αὐ τὸν στρατιᾶς κατὰ Μαγνεντίου εἰς Ἰταλίαν ἔπεμπε. Τὸν δ᾽ ἀνεψιὸν Γάλλον, ὃς παῖς μὲν ἦν Κωνσταντίου, οὗτος δὲ ἀδελφὸς Κωνσταντίνου τοῦ πατρὸς ἦν, πρὸς Έψαν ἐπὶ φυλακῇ τῶν ἐκεῖσε κλιμάτων Περσικοῖς ἐνοχλουμένων ἐφόδοις εἰς Συρίαν ἔστελλε, τὴν τοῦ Καίσαρος ἀξίαν, πρὸς δὲ καὶ τὴν οἰκείαν κλῆσιν τούτῳ περιβαλών, Καίσαρα Κωνστάντιον ἀνειπών ότε δὴ εἰσιόντος ἐκείνου τὴν ᾿Αντιόχειαν, αὖθις ἐν οὐρανῷ τὸ τοῦ σταυροῦ σημεῖον ὤφθη ὑπεραστράπτον τὸν ἥλιον, ίριδος μεγάλης στεφάνου τρόπον περ ριελιττούσης αὐτόν. Τρίτη ὥρα τῆς ἡμέρας ἦν, τῆς Πεντηκοστῆς ἐνισταμένης τῶν ἑορτῶν, Κυρίλλου της νικαῦτα ἐν Ἱεροσολύμοις μετὰ Μάξιμον τὰς ἱερὰς ἡνίας διαχειρίζοντος. Πλὴν οὐχ ὥσπερ τις κομήτης ἦν τὸ φῶς ἀποῤῥέων, ἀλλὰ πυκνὸν καὶ διαφανές συνεστὼς ἐν πολλῷ καὶ μεγάλῳ φωτί· διῆκε δὲ κατ έχον περὶ τὸ οὐράνιον κὗτος ἀμφὶ δέκα καὶ πέντε στάδια, τὸ μὲν μῆκος, ὅσον εἰκάσαι, ἀπὸ τοῦ κρατ νίου διῆκεν ἄχρι καὶ τοῦ ὄρους, ὁ Ἐλαιῶν ἐπικέκληται· τὸ δὲ εὗρος, ὅσον τῷ μήκει ἀναλογεῖν. Πρὸς δὲ τῷ θαύματι καὶ πᾶσι δέος ἐπὶ τῷ παραδόξῳ ἐνῆν. Καὶ ἔθεον πάντες ἐπὶ τὸ ἱερὸν, τὸν μέγαν ἀνυμνοῦν. τες Θεόν, ἕκαστος καταλείψας ὅ τι τύχοιεν ἐργαζόμενοι. Πάσῃ δὲ γῇ τὸ θαῦμα φοιτήσαν, κατέπληττε, τῶν κατ' εὐχὴν τοῖς Ἱεροσολύμοις ἐπιδημούντων ἐξ ἁπάσης γῆς διαμηνυσάντων. Ο καὶ πολλοὺς τῶν τε Ἰουδαίων καὶ Ἑλλήνων πρὸς τὸν Χριστιανισμὸν μεθ είλκυσεν. Εγνω δὲ καὶ ὁ βασιλεὺς παρά τε τῶν οἰ κείων καὶ Κυρίλλου γράψαντος. Κατά τι δὲ θεοπρόπιον γενέσθαι ἐλέγετο τοῖς εἰδόσι, πάλαι βίβλοις δε ραῖς ἐμφερόμενον. Τὸ δὲ σελασφόρον ἐκεῖνο και σε βάσμιον θέαμα οὐδὲ τοῖς ἐπὶ τοῦ στρατοπέδου ἀθέα
col. 353–354page 173 of 633
PG 146:353τον ἦν. Ωφθη καὶ γὰρ τὸ σημεῖον, ἡνίκα τῶν καθ' Εσπέραν Βρετανίωνος καὶ Μαγνεντίου τυράννων πε ρεγένετο, τῆς ἐκεῖσε πονούσης στρατιᾶς ἐκεῖθεν τῇ περιουσία τῆς αἴγλης καταστραπτομένης, καὶ τὸ στο μεῖον ὁρώσης. Ο γὰρ Μαγνέντιος την πρεσβυτέραν χειρωσάμενος 'Ρώμην, τὰ πάνδεινα ἔπραττε, πολ λούς τε τῆς συγκλήτου ἀνήρει, καὶ τὸν δῆμον διέ φθειρεν. ὡς δὲ ἔγνω τὴν στρατιάν Κωνσταντίνου ἄγχιστα εἶναι, μικρὸν ὑποχωρήσας, πρὸς Γαλλίας ἐχώρει διὰ τῶν Ἰούλιων Αλπεων. Δίοδοι δέ εἰσιν αἱ Άλπεις στεναί, μεγίστων ὁρῶν ἑκατέρωθεν ὑφ᾽ ἐν χωρίον ἐγγὺς τοῦ συμπτύσσεσθαι συγκλειομένων· 2 δὴ ἐμφερεῖς εἰσι τοῖς ἐν Θερμοπύλαις στενοῖς. Α' μὲν οὖν Ἰούλιαι Αλπεις τὰς Γαλλίας τῶν Ἰταλῶν διορίζουσιν· αἱ δὲ ᾿Αλπεις αἳ καλοῦνται Σουσάκεις μεταξὺ Δακίας καὶ Θρᾴκης εἰσί. Συχνῶς γοῦν ἑκα τέρων προσβαλόντων τῶν στρατευμάτων, ποτὲ μὲν οὗτοι, ποτὲ δ' ἐκεῖνοι περιεγίνοντο. Ὕστατον δ᾽ ἡτ τηθεὶς Μαγνέντιος, περί τι φρούριον τῆς Γαλατίας κατέφυγεν· Μούρσα ἦν αὐτῷ ὄνομα. Ὅπου δὴ τὸ ἀδημονοῦν τῆς στρατείας διαλύειν πειρώμενος, καὶ παρασκευάζειν θαῤῥεῖν, ἐπεὶ κἀκεῖνον εὐφημεῖν οἷα ἔθος βασιλεῦσιν ἐχρῆν, ἠλέγχοντο οὐχ έκόντες γουστον Κωνστάντιον ἀντὶ Μαγνεντίου ἀναγορεύοντες. Εντεῦθεν συνεὶς ἐκεῖνος μὴ ἐκ Θεοῦ τὸ βασι λεύειν δεδόσθαι αὐτῷ, τὸ φρούριον ἀπολιπών, πρόσω ἠπείγετο. Κατόπιν δὲ τῆς στρατιᾶς Κωνσταντίου και τα σπευδούσης, μόνος διαφυγών, εἰς Λουγδοῦνον πό λιν ἀποδιδράσκει. Κἀκεῖσε τὸν ἀδελφὸν ἐν εὐνοίας τρόπῳ δῆθεν ἀποσφάττει, πολεμίας προαρπάζων – ὕδρεως καὶ χειρός, ὃν Καίσαρα πρότερον πεποιήκει, εἶτα τὴν μητέρα· ἔπειτα δὲ καὶ εἴ τις ἄλλος τῶν οἰ κειοτάτων παρῆν. Τελευταῖον δὲ τὸ ξίφος ἑαυτῷ ὑποστήσας, ἐπηῤῥάχθη τε αὐτοῦ, καὶ διελαθεὶς κατὰ τὸ μετάφρενον, ἐξέψυξεν, οὐδ' ὅλα τέσσαρα τυραννήσας ἔτη. Μικρὸν δὲ ὕστερον, καὶ ὃς ἕτερος ἦν αὐτῷ ἀδελφὸς, Δεκέννιος όνομα, ἀγχόῃ τοῦ βίου ἑαυ τὸν ὑπεξήγαγεν. Αλλ' οὐδὲ οὕτως αἱ ταραχαὶ ἀπέ λιπον τὰ κοινά. Ετερος γὰρ εὐθὺς τύραννος, Σιλβανὸς ὄνομα, περὶ τοὺς πρὸς δύσιν Γαλάτας ἦρτο· ἦν οὐκ ἐπιπολὺ διαρκέσαντα οἱ στρατηγοὶ Κωνσταντίου διέφθειραν. Οὐ μὴν δὲ ἀλλὰ καὶ οἱ ἐν Διοκαισαρεία Ἰουδαῖοι Ρωμαίοις ἐπαναστάντες, καὶ τὸν ζυγὸν τῆς δουλείας ἀποσεισάμενοι, ήραν όπλα, καὶ τὴν Παλαιστίνην καὶ τὰ πέριξ αὐτῆς κατέτρεχον ληϊζόμενοι. Καθ' ὧν μέγα ἀνίστα τρόπαιον, ἐπιὼν ἐξ ᾿Αντιοχείας ἔνθα διέτριβεν ὁ Κωνστάντιος Γάλλος· καὶ τὴν πόλ λιν αὐτῶν ἐκ βάθρων ἀνέτρεπεν. Οὕτω δὲ κατ᾽ αὐ τῶν εὐτυχήσας, τὴν εὐημερίαν οὐκ ἤνεγκεν· νεωτερίζειν δὲ καὶ αὐτὸς ἠρέμα κατήρχετο, καὶ τυραννεῖν ἐμελέτα. Οὐκ εἰς μακρὰν δὲ κατάφωρος τῷ Κωνσταντίῳ ἐγίνετο· θράσους γὰρ ἀμετρίᾳ ληφθείς, τὸν τῆς Έψας ἔπαρχον Δομετιανὸν, καὶ τὸν κοιαίστωρα Μόν τιον, κατ᾽ ἐξουσίαν ἀνεῖλε, μὴ τῷ βασιλεῖ τὰς αἰτίας μηνύσας τῆς ἀναιρέσεως. Ἐξ ἧς αἰτίας καὶ ἄλλων συνεπιρουέντων, θανάτῳ τὸν ὑβριστὴν μετελθεῖν οι

Chapter XXXIIICaput XXXIII

col. 355–356page 174 of 633
PG 146:355έπειρᾶτο. Καὶ περιοργής γεγονώς, πρὸς ἑαυτὸν μετά εστέλλετο. Ο δ' οὐκ ἐπ' ἀγαθῷ τὴν μετάκλησιν συμ βάλλων, δεδοικώς δ' ὅμως καὶ ἄκων ἀπῄει, τὴν ἰδίαν γαμετην Κωνσταντίαν προπέμψας πρεσβεύσουσαν. Αλλ' ἡ μὲν ἐνόδιος ἐπεσχέθη θανάτῳ. Συνείπετο δ' ἐκείνῳ καὶ Θεόφιλος ὁ Ινδός, περὶ οὗ μικρὸν ὕστε ρον ἐροῦμεν. Συνἦν γὰρ μέσος ταῖς πρὸς Γάλλου καὶ Κωνστάντιον συνθήκαις, ἡνίκα Καίσαρ κεχειροτόνητο, συνέχων αὐτῶν τὴν ὁμόνοιαν. Γυμνωθείς δι τῆς ἁλουργίδος ὁ Γάλλος καὶ κατὰ Φαλῶνα τὴν νῆσον γενόμενος περὶ μέρη δὴ τὰ Εσπέρια, ἐπιβουλαῖς Εὐα σεβίου τοῦ εὐνούχου ἀναιρεῖται· κελεύσαντος μὲν τὴν ἀναίρεσιν τοῦ Κωνσταντίου, μεταμέλῳ δὲ χρησαμένου ἐς ὕστερον. Μετ' ὀλίγον δὲ τὸν ἐκείνου ἀδελφὸν Ἰουλιανὸν ἐκ τῆς Ἰωνίας μεταπεμψάμενος, χειροτονεῖ Καίσαρα, τὸ τῆς ἀρχῆς βάρος ιδών, καὶ πρὸς τοὺς ἐν Γαλλία βαρβάρους ἀπέστελλε, ταραχής έμπλεων τὰ ἐκεῖσε δὴ καθιστῶντα. Ἀλλὰ περὶ μὲν Ἰουλιανοῦ ἐν τῇ ἐφεξῆς ἱστορία πρὸς λεπτὸν διηγήσομαι. τοῦ ὁμοουσίου, Περί Φιάνωνα τὴν νῆσον. 1, ΚΕΦΑΛ. ΑΓ. Ὣς πάλιν οἱ ἐξ ᾿Αρείου συνόδους ἐν Ἀντιοχεία καὶ Μεδιολάνοις ποιοῦντες, τοῖς περὶ ᾿Αθανά στον πολεμοῦντες ἦσαν· καὶ οἷα περὶ διαστροφῆς τῆς πίστεως ἐμελέτα Κωνστάντιος. Κωνστάντιο; καὶ τῆς τῶν τυράννων φροντίδης ἀπαλλαγεῖς, ἐκ Σιρμίου ἀπάρας, πρὸς τὴν Ῥώμην ἐγένετο· ὅπου δὴ καὶ τὸν κατὰ τῶν τυράννων θρίαμ ον τελεῖν αὐτῷ καὶ κατάγειν ἐδέδοκτο δεῖν. Εν ταυτῷ δὲ σύμφρονας καθιστῶν οἰόμενος περὶ τὸ δόγμα τους τε τῆς Εω καὶ Εσπέρας ἱερέας, καὶ σύνοδον ἐν Ἰταλία γενέσθαι προσέταξεν. Τότε δὲ Ἰούλιος εἴκοσι καὶ πέντε ἔτεσι τῆς ἐν Ῥώμῃ Εκ κλησίας προστὰς, ἀπεδίω· Λιβέριος δὲ τὸν κλῆρον τῆς ἐκείνου διακονίας ἐλάμβανεν όπηνίκα καιρὸν προσήκοντα ἔχειν νομίσαντες οἱ τὴν ἐν Νικαίᾳ πίστιν ἠθετηκότες, συνέρραπτον διαβολάς, ὥστ' ἐξωθεῖν τῶν ἐκκλησιῶν, οὓς πρότερον αὐτοὶ ὡ; ἑτεροδόξους καθεῖλον τῷ ὁμοουσίῳ στοιχοῦντας. Κώνστα μὲν γὰρ περιόντος ἔτι, οὐκ ἐτόλμων συγ κρούειν τὰς βασιλείας· πολεμεῖν γὰρ ἐκεῖνος τῷ ἀδελφῷ ἐπηγγέλλετο, εἰ μὴ δέξηται τοὺς περὶ τὸν ᾿Αθανάσιον, ὥσπερ είρηται. Μάλιστα δ' ᾿Αθανάσιον ἐλαύνειν διὰ σπουδῆς ἐποιοῦντο· οἱ δὴ καὶ Κωνσταντ μήπως φθαρέντος, Κωνσταντίου δὲ δι' ἐκεῖνον προσποιουμένου φιλεῖν ᾿Αθανάσιον, ὑπερ βολῇ μίσους, ἐκεῖνοι οὐδὲ οὕτως ἡσυχάζειν ἠνεί. χοντο. Τριάκοντα δ' ἐν Ἀντιοχείᾳ τοῦ πονηροῦ στίφους ἀθροισθέντες, οἱ περὶ Νάρκισσον, τὸν Κίλικα λέγω, Θεόδωρον τὸν Θρᾷκα, τὸν Νικαέα Εὐγένιον, Πατρόφιλόν τε καὶ Μηνόφαντον, ὧν ὁ μὲν Σκυθοπόλεως, ὁ δ᾽ Ἐφέσου ἦν ὁ Μηνόφαντος, ἐν αἰτίαις ἐποιοῦντο τὴν ἐκείνου κάθοδον· καὶ τοῖς ἀπανταχοῦ ἔγραφον ἐπισκόποις, ἐκείνῳ μὴ κοι
col. 357–358page 175 of 633
PG 146:357νωνεῖν, μήτε μὴν γράφειν· ἀλλὰ Γεώργιον ἐν τιμαῖς ἔχειν, ὅν αὐτοὶ κατεστήσαντο. ᾿Αθανάσιος δὲ οὐδ᾽ ἐπιστροφὴν αὐτῶν ἐποιεῖτο. Καὶ τοῦτο ἦν ἕως οὗ Κωνστάντιος τοὺς τυράννους καθελών, μόνος τῆς Εω καὶ Εσπέρας κατῆρξεν· τοῖς γὰρ ἐν ἑσπέρα γενόμενος ὁ Κωνστάντιος, τοῖς ἐκεῖσε τῶν ἱερέων τῇ ὁμοουσίου στοιχοῦσι πίστει, προσεποιεῖτο κολ λᾶσθαι καὶ συμφρονεῖν· καὶ διόλου συνεῖναι τάχα ᾑρεῖτο. Τέχνῃ δὲ μετήρχετο τὰ πρῶτα μὴ βιαζή μενος, ἕως οὗ κακείνους επιψηφίσασθαι πείσειε τοῖς κατ' ᾿Αθανασίου γεγενημένοις ἐπίσης τοῖς ἀνὰ τὴν Κω ἐπισκόποις. Καὶ γάρ πως ελογίζετο, ὡς εἰ ψήφῳ πάντων τῶν Ἑῴων καὶ Ἑσπερίων ἐκποδὼν Αθανάσιος γένοιτο, ἐκ τοῦ ῥᾴστου ἐνεῖναι τὰ περὶ τὴν θρησκείαν ὡς βούλοιτο κατορθοῦν. Καὶ δὴ περὶ Μεδιόλανα τῆς Ἰταλία: τὴν σύνοδον ήθροιζεν. μὲν οὖν τῆς Εω ἐλίγοι δή τινες παρεγένοντο· τὸ γὰρ τῆς ὁδοιπορίας μακρὸν καὶ νόσος καὶ γῆρας τῶν πολλῶν ἐπεῖχε τὴν ἄφιξιν· Εσπέριοι δὲ πλείους ἢ τριακόσιοι συνελέγησαν. Τὸ δὲ σπουδαζόμενον ἦν τοῖς ἐξ Ιω καταδικάζειν ᾿Αθανασίου, ὥστε ἄβατον ἐκείνῳ εἶναι τὴν ᾿Αλεξάνδρειαν. Καὶ ἡ μὲν ἄλλη σύνοδος, ἢ ἀπάτη, ἢ δέει, ἢ καὶ ἀγνοίᾳ, συνέτρεχον τῷ ψηφίσματι· μόνοι δ' ἐξ ἁπάντων Διονύσιος ὁ ᾿Αλβας ἐπίσκοπος, Ἰταλιώτις δὲ αὕτη μητρόπολις, καὶ Εὐσέβιος τῶν ἐν Λιγουρία Βρεκέλλων, καὶ Τριθέσεως ὁ Παυλίνος, ἐν Γαλλίαις δ' ἐστὶν ἡ Τρί Περις, καὶ Ῥυδανὸς καὶ Λουκίφερ, τον δόλον φω ράσαντες, ὡς ἐπὶ τῇ ἀνατροπῇ τοῦ ἐν Νικαία οίγματος οἱ Εμοι τὴν ᾿Αθανασίου καθαίρεσιν ἐπι σπεύδουσιν, ἀναστάντες ἐβόων, δόλον εἶναι καὶ ἀπάτην τοῦ Χριστιανισμοῦ· καὶ μὴ δι' ᾿Αθανάσιον εἶναι τὸ εἰρημένον, ἀλλ' ἐπιβουλὴν τῶν κατὰ Θεοῦ ὀρθῶς πάλαι δεδογμένων τόν τε βασιλέα καὶ τοὺς τὰ ᾿Αρείου φρονοῦντας ἐπινοεῖν. Ταῦτ᾽ εἰπόντων, ἡ μὲν σύνοδος διελύετο ἄπρακτος· ὅσοι δ' ἐπαρρησιάσαντο ὑπερορίᾳ κατεδικάσθησαν γενόμενοι ἐκπο δών· μεθ' ὧν ἦν καὶ Τάριος ὁ Ποικτάβων ἐπίσ σκοπος. Ὅτι δ᾽ ἀληθῆς αἰτία ἦν ὡς ἐπὶ προφάσει Αθανασίου κατὰ τῆς πίστεως ἡ ἐν Μεδιολάνῳ ήθροιστο σύνοδος, πιστώσεται τὰ ἑξῆς. Ἡ γὰρ οὐκ εἰς μακρὰν συστᾶσα κατά ταυτὸν ἔν τε Αριμίνῳ τῆς Ἰταλίας, καὶ ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας, νεωτερίζειν κατὰ τῶν ἐν Νικαίᾳ δεδογμένων ἐπεχείρησαν, ὡς αὐτίκα μάλα δηλώσομεν. Ο γὰρ βασιλεὺς χαλεπήνας, οἰκουμενικήν συγκροτεῖν ἐβούλετο σύνο δον, ελκύσαι τε τοὺς τῆς Έψας ἐπισκόπους πάντας εἰς τὴν ἑσπέραν, πάντα τε κάλων κινῆσαι, εἶχε δύναιτο, ὡς ἂν πάντας ὁμόφρονας καταστήσεις». Ἐπεὶ δ εἰς σκέψιν τὸ πρᾶγμα δούς, ἐργῶδες ἐδό χει, καὶ γὰρ προσίστατό οἱ τὸ τῆς ὁδοιπορίας μας κρόν· μίαν μὲν εἶναι τὴν σύνοδον ἐκέλευεν, ἐν δυσὶ δ' ἀθροισθῆναι τοῖς τόποις. Τοῖς μὲν οὖν Εσπε ρίοις ἐν Ἀριμίνῳ τῆς Ἰταλίας συνάγεσθαι προς τρέπε· τοὺς δέ γε Εψους γράμμασι κατὰ τὴν Νικομήδειαν ἀφικνεῖσθαι προσέταττεν. Ὁ μὲν οὖν τοῦ ὁμοουσίου,

Chapter XXXIVCaput XXXIV

col. 359–360page 176 of 633
PG 146:359βασιλεὺς τὸ σύμφωνον πάντων οἰόμενος, οὕτως ἐκέλευεν· εἰ; τοὐναντίον δὲ μεθίστατο αὐτῷ ὁ σκοπός. Καὶ ἄμφω δὲ καθ' ἑαυτούς διηρέθησαν. οὔτε γὰρ οἱ ἐν 'Αριμίνῳ πρὸς ἑαυτοὺς συνεφώνησ σαν· μεῖζον δὲ καὶ τὸ ῥῆγμα οἱ ἐν Νικομηδείᾳ μὲν σεισμῷ κωλυθέντες, ἐν Σελευκείᾳ δὲ ἐκεῖθεν συνα θροισθέντες, εἰργάσαντο. Ἀλλ᾿ ὅπως μὲν τὰ ἐν ἐκείναις γεγένηνται, τοῖς ἐφεξῆς ἡ ἱστορία δηλώσει νυνὶ δὲ περὶ τῶν συμβάντων ᾿Αθανασίῳ παρ' ὅλην τὴν ἀρχὴν Κωνσταντίου διαληψόμεθα διὰ τὸ εύω σύνοπτον, ἵνα καθ᾽ ὁδὸν ἡμῖν ὁ λόγος προΐῃ. δ ΚΕΦΑΛ. ΑΔ'. Οσα τῶν δεινῶν τῷ μεγάλῳ Αθανασίῳ συνέβη ἐν τῇ ἀρχῇ Κωνσταντίου· καὶ ὅτι τὸ θεῖον αὐτὸν πολλάκις τῶν δεινῶν ὑπεξήγαγε, καὶ θείας μετεῖχε προγνώσεως. Ἐκεῖνος γὰρ πυθόμενος τὴν ἐν βασιλείοις κατα σκευαζομένην αὐτῷ ἀπειλήν, ἔφυγε μὲν πρὸς και ρόν· εἶτα πέντε τῶν ὑπ' αὐτὸν ἐπιλεξάμενος, ἐν οἷς ἦν καὶ Σεραπίων ὁ Θμουαῖος, ἀνὴρ θεοφιλὴς ἐς τα μάλιστα, καὶ λέγειν καὶ γράφειν δεινός, πρὸς βασιλέα πέμπει τῇ ἑσπέρᾳ διάγοντα, καὶ τρεῖς παραζεύξας πρεσβυτέρους αὐτῷ τῆς κατ' αὐτὸν ἐκκλησίας, εἰ μὲν βασιλεὺς κελεύοι ἀντιστησομένους ταῖς τῶν ὑπεναντίων διαβολαῖς. Ἐν ὅσῳ δ' ἐκεῖνοι ἀπέπλεον, γράμματα ἐκ βασιλέως ἐφοίτα τοῦτον μετακαλούμενα. Οἱ δὲ περὶ αὐτὸν ἐναγώνιοι ἦσαν οὐδὲ γὰρ τἀσφαλὲς ἐνόμιζεν ἔχειν πειθόμενος βα σιλεῖ σφαλλομένῳ περὶ τὴν πίστιν. Ἀλλ᾿ οὐδὲ τὸ ἀπειθεῖν ἀκίνδυνον ἦν. Εμενεν οὖν· καὶ ὁ τὰ γράμ ματα φέρων, κενὸς ἐπάνεισι. θέρους δὲ ἐπιγενομένου, ἕτερος ήκε μετὰ τῶν ἐν τῇ πόλει περιφανῶν, καὶ τοῦτον τῆς πόλεως ήλαυνε· καὶ τὸν κλῆρον κακῶς διετίθει. Τοῦ δὲ λαοῦ νεωτερίζειν ἐπιβάλλοντος ἤδη, ἀνύσας οὐδὲν καὶ αὐτὸς ἀνεχώρει. Επειτα νυκτὸς ἀωρὶ σὺν οὐκ ἀγεννεῖ Αἰγυπτία ἐφίσταται φάλαγγι. Καὶ ἐπεὶ μάθοι Αθανάσιον κρύπτεσθαι κατὰ τὴν ἐκκλησίαν, ἢ τοῦ Θεωνά λέο γεται, ὁ στρατηγός Ιλάριος, ὅς ἐκ βασιλέως ἐπέμ πετο, ἀνατρέψας τὰς θύρας, εἰσῄει μὲν εἴσω, ἥκιστα δὲ τὸν ᾿Αθανάσιον κατελάμβανε. Θεοῦ γὰρ τὴν ἔφοδον προμηνύσαντος, βραχύ τι χρόνου πρὸ ἐκεί νων ἐξῄει, τοὺς δὲ στρατιώτας εφυστερίσαι τὴν αὐτοῦ σύλληψιν. Λόγος δ' ἔχει πολλοὺς καὶ διαφόρους κινδύνους θείοις μηνύμασιν ἀποδράναι τὸν ἄν δρα φίλος γὰρ ῶν Θεῷ μάλιστα, ὡς ἐνεστὼς τὸ μέλλον ἑώρα χαριζομένου Θεοῦ· πολλὰ γὰρ θαυ μαστὰ τὴν τῶν ἐσομένων γνῶσιν ἐπιμαρτυρεῖ τῷ ἀνδρὶ· τῷ γὰρ πρώτῳ ἔτει Κώνσταντος τοῦ Κων σταντίου ἐπίβουλα φρονοῦντος αὐτῷ, φυγῇ χρησάμενος, γνωρίμῳ τινὶ κατεκρύπτετο, ἐν καταγείῳ ζοφερῷ οἰκήματι, ο πάλαι ποτὲ ταμεῖον ὑδάτων ἐτύγχανεν ὅν. Οὐδεὶς μέντοι συνέγνω πλήν θερά παινα, ἡ πιστὴ δοκοῦσα, τοῖς κατὰ χρείαν διηκονεῖτο. Ἐπεὶ δὲ σπουδή προύκειτο τοῖς ἐναντίας τὸν ἄνδρα ζωγρείν, ἔμελλε δὲ δώροις καταπροδί
col. 361–362page 177 of 633
PG 146:361δεσθαι πρὸς τῆς διακόνου χρήμασιν ἐκεῖθεν ὑποφθα- & ρείσης· φθάσαν τὸ θεῖον, τὴν ἐπιβουλὴν κατεμήνυεν. Ο δ' ἀλλαχοῦ μετεχώρει. Εκείνη δ' ώς ψευδή τῶν δεσποτῶν κατειποῦσα, πληγὰς ἐλάμβανε· πολύ γὰρ ἦν τὸ δεινὸν τοῖς φωραθείσι κρύπτειν τὸν ᾿Αθανάσιον, ὡς ταῖς βασιλικαῖς προσταγαῖς ἀντιπράττουσι, καὶ τὸ πολιτεύεσθαι καλῶς ἀφανίζουσι. Καὶ πολλοὶ διὰ τοῦτον δεινῶν ἐπειράθησαν. Παραπλήσιον δέ τι καὶ ἄλλο τούτῳ ἐπισυνέβη· τῇ γὰρ αὐτῇ αἰτίᾳ ἐπὶ Αἴγυπτον δῆθεν φεύγων, τὸν Νεῖλον ἀνέ κλεεν. Ἐπεὶ δὲ, τὸν δρασμὸν καταμηνυσάντων τινῶν, ἐδιώχετο, ἄνωθεν τὸ γινόμενον ἐμυεῖτο· καὶ τοὺς πλωτῆρας ἐπὶ τὴν ᾿Αλεξάνδρειαν μᾶλλον ἀναστρέψ φειν ἐκέλευεν. Παραμείψας δὲ τοὺς διώκοντας τῷ κατάγεσθαι, τῷ τῆς πόλεως ὁμίλῳ συμμιγής διε λάνθανε καὶ ἐσώζετο. Ἐκ τοίνυν τῶν τοιούτων οὐ πρὸς τῶν ἑτεροδόξων μόνον, ἀλλὰ καὶ παρὰ τῶν Ελληνιστῶν, ὡς γοητείαις χρώμενος διεβάλλετο καὶ γάρ ποτ' ἐπὶ τὴν πόλιν προϊόντος αὐτοῦ, κοι ρώνη τὸν ἀέρα διανηχομένη ἀνέκραξε. Πλῆθος δὲ συνεστώς Ελλήνων, ἀποσκώπτοντες οἷάπερ γόητα, διηρώτων τι ἂν ἡ κορώνη λαλοίη. Τὸν δ᾽ ἡρέμα ἀστεῖον καὶ μάλα ήδύ γελάσαντα, Κράς, φησί, λέγει· δ τῇ Ῥωμαίων φωνῇ σημαίνει τὸ αὔριον. Αινίσσεται δ᾽ ὡς ἡ αὔριον ὑμῖν οὐ καλῶς ἀπαντήσει· κέλευσμα γὰρ ἐκ βασιλέως ήκον, τὴν ἑορτὴν ὑμῶν ἐφέξει· καὶ ἀηδῆ τὰ τῆς λαμπρότητος ἔσται ὑμῖν. Τὸ δ' ἀστεῖον ᾿Αθανασίου πέρας εἶχεν εὐθύς βασιλέως γὰρ καταφοιτήσαντα γράμματα παρηγγύα τοῖς ἄρχουσι, τοῦ λοιποῦ κωλύειν τοὺς Ἕλληνας ναοίς παραβάλλειν, καὶ ὡς ἔθος τῇ σφῶν θρησκεία τὰς ἑορτὰς ἐκτελεῖν. Καὶ ἡ ἐπὶ θύραις αὐτῶν περὶ πλείστου οὖσα τοῖς Ἕλλησι καὶ σεβάσμιος μάλιστα Εορτή τηνικαῦτα ἐλύετο· καὶ ἔκτοτε οὐδαμῶς ἐπράχθη. Ἀλλὰ ταῦτα μὲν ἀποχρήσει δεῖξαι, ὡς θεῖος μάλιστα ἦν ὁ ἀνὴρ, καὶ προφητικοῦ ἠξιωμένος χαρίσματος - φυγόντος δ᾽ ὡς εἴρηται, ὁ ὑπ' αὐτὸν κλῆρος τὰς ἐκκλησίας κατεῖχεν· ἕως οὗ τοῖς Γεώρ γιον προσδοκῶσιν ὁ ὕπαρχος ήχων μετὰ στίφους παρέδωκεν. Ἐς ὕστερον δὲ καὶ αὐτὸς ἐλθὼν, κατέ σχεν αὐτάς. Μὴ κατὰ σχῆμα δὲ καὶ ἦθος ἱερέως πολιτευόμενος, φοβερός τις επετήδευεν εἶναι. Τοῖς δ' ᾿Αθανάσιον ἐπαινοῦσι καὶ μάλα θηριώδης ἦν, ἄνδρας τε καὶ γυναῖκας σύρων, οἷά τις ὡμὸς τύ ραννος δεσμοῖς περιέβαλεν ὑφ' ὧν εἰς κοινὸν μίσος ἐμπεσὼν τῷ δήμῳ μικροῦ ἂν διώλλυτο, εἰ μὴ τὸν κίνδυνον διαδρὰς, ἐς βασιλέα ἀνέτρεχεν. Οἱ δὲ τὰ ᾿Αθανασίου φρονοῦντες τὰς ἐκκλησίας κατέσχον, κἂν οὐκ ἐπὶ πολλῷ χρόνῳ· ὁ γὰρ τῆς Αἰγύπτου στρατηγὸς ἀφελόμενος, αὖθις τοῖς Γεωργίου ἀπέ δοτο. Μετ᾿ οὐ πολὺ δὲ καὶ αὐτὸς ἦκε, φοβερώτερος μὲν γεγενημένος, μισούμενος δὲ πλέον, ἅτε δὴ τὸν βασιλέα κεκινηκώς εἰς θυμὸν κατ' αὐτῶν. Δύσπιστος δὲ καὶ τύφου μεστός διεβάλλετο· καὶ παρὰ τῶν Αἰγυπτίων μάλιστα μοναχῶν, οἷς εἴποντο μάλλον τὰ πλήθη, καὶ ἃ λέγειν ἀλήθειαν ᾤοντο· ὅτιπερ ἀρετὴν ἀσκοῦντες, φιλοσόφως διήνυον. Καὶ τὰ μὲν ᾿Αθανασίου συλλήβδην εἰπεῖν ἐπὶ Κωνσταντίου δια

Chapter XXXVCaput XXXV

col. 363–364page 178 of 633
PG 146:363& φόρως γεγενημένα, ἐφεξῆς κείμενα, τοῦτον ἔσχε τὸν τρόπον. ΚΕΦΑΛ. ΛΕ. Ως Λιβέριος ὁ μετὰ Ἰούλιον Ῥώμης ἀντικαταστὰς Κωνσταντίῳ, ὑπερόριος γέγονε, Φήλιξ δὲ τὸν θρόνον κατέσχε. Ὁ δὲ βασιλεὺς, πρὶν εἰς Ρώμην ήκειν, καὶ τὸν ειωθότα ἐπινίκιον θρίαμβον ἐκτελέσαι, μεταστειλάμενος Λιβέριον τὸν Ῥωμαίων ἐπίσκοπον, ὃς Ιούλιον διεδέξατο, πείθειν ἐπεχείρει, εἰς ταυτὸ γενέσθαι γνώμης τοῖς περὶ αὐτὸν ἱερεῦσιν· ὧν εἷς ἐτύγχανε καὶ Εὐδόξιο;. Ὡς δ' ἀντέλεγε μὴ πράξειν τοῦτ' ἐνιστάμενος, ὑπερορίαν αὐτοῦ κατεδίκαζε. Βέρρας δὲ τῆς Θρᾴκης ἦν αὐτῷ τὸ φυγαδευτήριον. Ελέγετο δὲ καὶ ἄλλη πρόφασις εἶναι τῆς καταδίκης αὐτοῦ, ότιπερ ήκιστα τὴν πρὸς ᾿Αθανάσιον κοινωνίαν ήρ νεῖτο. Ὑπὲρ αὐτοῦ δὲ μᾶλλον καὶ βασιλεῖ ἀντέλεγεν, ἐπαιτιωμένῳ τὸν ᾿Αθανάσιον, ὡς τὰς ἐκκλησίας ἠδίκησε, καὶ αἴτιο; τοῦ μόρου κατέστη τοῖς δυσίν ἀδελφοῖς· καὶ ὡς στερκτές τὰ ἐν Τύρῳ νομίζοι κατ' Αθανασίου βασκανίᾳ τῶν ἑτεροδόξων γεγενημένα. Ἐπεδείκνυ δὲ πρὸς τούτοις καὶ τὸ ἔγγραφον τῆς μετανοίας βιβλίων Ουρσακίου τε καὶ Ουάλεντος δ Λιβέριος βασιλεῖ· 8 τῷ πρὸ αὐτοῦ ἐπισκέπῳ Ἰουλίῳ ἐγχειρίσαντες, συγγνώμην ήτουν, ψευδῆ τὰ κατά Μαρεώτην γεγενημένα σημαίνοντες. Καὶ ἠξίου μὴ ἐρήμην οὕτω καταδικάζειν, μηδὲ τοῖς τότε κακῶς ψηφισθεῖσιν ἔπεσθαι, σαφούς συκοφαντίας οὔσης. Περί γε μὴν τῶν ἀδελφῶν, μὴ πάντως ἐξ ἱερατική; χειρὸς τὴν δίκην ἐκείνοις γενέσθαι προσδοκἂν ἔλε γεν, ἣν οὐκ εἰς τοιαῦτα τὸ θεῖον ἐνέταξεν, ἀλλ᾽ εἰ; ἁγιασμόν, καὶ εἰς ἄλλην ἅπασαν ἀγαθὴν πρᾶξι. Κωνστάντιος δὲ, μηδ' ὁπωσοῦν ὑφιέντα τῶν προ κειμένων ὁρῶν, διορίαν ἡμερῶν δύο εἰς διάσκεψιν αὐτῷ ἐπαφείς, εἰ μὴ τῆς γνώμης ἀποσταίη, ἐκέ λευεν εἰς τὴν Θρᾴκην ἀπάγεσθαι. Λιβέριος δὲ, Αλλ' ἐμοὶ, ἔφη, πάλαι δέδοκται ταῦτα καὶ ἔσκεπται· καὶ ἐν ἑτοίμῳ μοί ἐστι πορεύεσθαι. Ἐπεὶ δ᾽ ἀπαγομέν η πεντακοσίους χρυσίνους ἔστελλεν, ἐκεῖνον μὲν μὴ προσδέξασθαι· εἰπεῖν δὲ τῷ κομίσαντι βασιλεί ἀπαγγεῖλαι μὴ χρείαν ἔχειν αὐτῶν· δοῦναι δὲ ταῦτα τοῖς περὶ τὰ βασίλεια κόλαξι καὶ ὑποκριταῖς· οἷς ἡ τῆς ἀπληστείας ἔνδεια ἀεί ποτε παρακαθημένη, ἐνοχλοῦσα κολάζει μήποτ' ἐμπίπλασθαι. Ἐμοὶ δὲ Χριστὸς, ὁ τῷ Πατρὶ ὅμοιος, ἀεὶ χορηγός ἐστι τῆ τροφῆς, ταμίας τε καὶ πρύτανις πάντων χρηστών. Αὗται μὲν αἰτίαι Λιβερίῳ τῆς ἐν Θράκῃ φυγή. Φήλιξ δὲ διάκονος τῆς ἐκεῖσε ἐκκλησίας, τὴν τοῦ θρόνου κληρούται ἐπιτροπήν· ἐς τὴν μὲν ἐν Νικαία πίστιν ἡσπάζετο, καὶ θρησκείας χάριν ἀνέγκλητος ἦν. Εν δὲ αὐτῷ προσήγετο ἔγκλημα, ότι πρινὴ τὴν τῆς ἐπισκοπῆς χειροτονίαν λαχείν, κοινωνῆσαι τοῖ;
col. 365–366page 179 of 633
PG 146:365ἑτεροδόξοις ἀνέσχετο. Ως δ' εἰσῄει Κωνστάντιος Ρώμην, προσιόντες οἱ τοῦ δήμου, καὶ τῶν εξ γεγονότων γυναῖκες ἐπίσημοι, νέκειντο ὑπὲρ Λιβερίου δεόμενοι αὖθις ἐκεῖνον ἀπολαβεῖν· τὸν δὲ κοινωσάμενον τοῖς περὶ αὐτὸν ἱερεῦσιν, ὑπισχνεῖσθαι ἀποδώσειν πάλιν, εἴ γε ἕλοιτο εἰς ταυτὸ ἰέναι γνώμης τοῖς περὶ αὐτὸν ἐπισκόποις. ΚΕΦΑΛ. ΑΓ. Περὶ τῆς βλασφημίας Αετίου τοῦ Σύρου, καὶ Ευδοξίου τοῦ Ἀντιοχείας· καὶ περὶ τῆς ἐν Αγκύμα συνόδου· καὶ οἷα Γεώργιος ὁ Λαοδικείας καὶ Κωνστάντιος ὁ βασιλεὺς κατὰ 'Αδ τίου καὶ Εὐδοξίου τοῖς ἐν ᾿Αγκύρᾳ ἔγραψαν. Κατ' ἐκεῖνο δὲ καιροῦ καὶ ὁ προῤῥηθεὶς 'έτιος ὁ Σύρος εἰς τοὺμφανές & περὶ Θεοῦ ἐδόξαζεν, ἐπαρρησιάζετο. Τηνικαῦτα δ' ἔτι διάκονος ἦν, ὑπὸ Λεον τίου τοῦ ᾿Αντιοχείας τοῦ ἐκτομίου τὴν χειροτονίαν λαβών. Επίσης δὲ Ἀρείῳ ἐδόξαζε, κτιστὸν καὶ ἐξ οὐκ ὄντων καὶ ἀνόμοιον τὸν Υἱὸν τῷ Πατρὶ λέγων. Τῇ δ' εἰς ἄγαν ἔριδι καὶ τῷ σφόδρα περὶ Θεοῦ τολ μαν διαλέγεσθαι, ποικίλοις τε χρῆσθαι συλλογισμοῖς, ἐδόκει τοῖς ὁμόφροσι διάφορος είναι. Διά τοι τοῦτο καὶ τῆς ἐκκλησίας ἐκβληθείς, τεχνηέντως αὐτοὺς παρητείτο, καὶ κοινωνεῖν ἐξετρέπετο, ὡς Αρείῳ μετὰ τὴν ἐπιορκίαν συγγεγονότας· ἡνίκα μετάμελος γεγονὼς ἐκεῖνος, ὁμώμοσε Κωνσταντίνῳ τῷ βασιλεῖ, συνῳδὲ τῇ ἐν Νικαίᾳ πίστει φρονεῖν, Καὶ περὶ μὲν τούτου ταύτῃ λέγεται· ἔτι δὲ τοῦ βασιλέως τοῖς ἐσπερίοις διάγοντος, ἀγγέλλεται τε θνάναι Λεόντιον, ὃν ᾿Αντιοχείας ἐπίσκοπον δεδηλώκειμεν. Εὐδόξιος δὲ Γερμανικίας ἐπίσκοπος ὤν, τοῖς ἐκεῖσε μέρεσι διατρίβων, διὰ τῶν θαλαμηπόλων εὐνούχων ὑπορύττει τὸν θρόνον, καὶ ἑαυτῷ περ ποιεῖται τὴν ᾿Αντιόχειαν. Σκηψάμενος γὰρ παρα μυθίας καὶ φυλακῆς ἐν χρεία εἶναι τὸν τόπον, ἐδεῖτο τοῦ βασιλέως εἰς τὴν Συρίαν ἐλθεῖν. Ἐπεὶ δ' ἐπιτρέπετο, σπουδῇ προσβαλών, τὸν θρόνον λαμβάνει, καὶ τῆς ᾿Αντιόχου ἐπίσκοπος αὐτόματος ἀναδείκνυται, μή τισι τῶν ἐν Συρίᾳ διασήμων ἐπισκόπων, οἷς κατά τι πάτριον ἔθος καὶ ἡ χειροτονίᾳ διέφερε, κοινωσάμενος τὸν σκοπόν· οἷον Μάρ κον λέγω τὸν Αρεθούσης, καὶ τὸν Λαοδικείας Γεώρ γον· μήτε μὴν τῶν λοιπῶν συνθεμένων. Ελέγετο δὲ καὶ γνώμῃ τοῦ κρατοῦντος ταῦτα γενέσθαι καὶ τῶν ἐν τοῖς βασιλείοις κρατούντων· οἱ σύναμα Εύα αξίῳ τὴν 'Αετίου δόξαν ἐσπούδαζον, ἀνόμοιον δοξά ζοντι τῷ Πατρὶ τὸν Υἱόν. Ἐπεὶ δ' οὕτω καὶ Ἀντιοχείας ἐκράτησε, καὶ μείζονος ἐπελάβετο ἐξουσίας, περιφανώς ἤδη τῆς ᾿Αετίου δόξης προΐστατο, καὶ συγκροτεῖν ἐκεῖνον μάλιστα ἐπειρᾶτο. Καὶ διὰ σπουδῆς ἦν ἐκείνῳ συνέδριον ἐπισκόπων ἀθροῖσαι, καὶ τὴν τῆς διακονίας ἀξίαν αὖθις ἐγχειρίσαι αὐτῷ. ᾿Αλλὰ τοῦτο μὲν πρᾶξαι ἥκιστα ἡδυνήθη· πολὺ γὰρ Αετίῳ τὸ μέσος ἦν τῆς Εὐδοξίου τιμῆς. Σύνοδον ον τέως ἀθροίσας εἰς ᾿Αντιόχειαν ὁμοφρόνων αὐτῷ ἐπισκόπων, ἐν οἷς ἦσαν ᾿Ακάκιος τε ὁ Παλαιστίνης Ει

Chapter XXXVICaput XXXVI

col. 367–368page 180 of 633
PG 146:367Καισαρείας, Εὐσεβίου διάδοχος, Ουράνιός τε ὁ Τύ ρου, δς μετὰ τοῦ ὁμοιοουσίου καὶ τὸ ὁμοούσιον ἐξε τρέπετο προφάσει τῶν κατὰ δύσιν ἐπισκόπων, οἱ ἐν Σιρμίῳ ταυτὰ ἐψηφίσαντο. Ο γάρ θεσπέσιος Όσιος σύναμά τισι τῶν ἐκεῖ συνειλεγμένων, διὰ τὴν πρὸς Ουάλεντα καὶ Οὐρσάκιον καὶ Γερμάνιον φιλονεικίαν βιασθέντες πλείστα, ὡς εἴρηται, ἐνέδωκαν μήτε ὁμοούσιον, μήτε ὁμοοιούσιον λέγειν τὸν Υἱόν· ἄτε δὴ τῶν ὀνομάτων μὴ ταῖς θείαις οὕτω ῥητῶς ἐμφερομένων Γραφαῖς· ἄλλως τε δὲ καὶ τὸν ἀνθρώπινον νοῦν ὑπερβαῖνον εἶναι οὐσίαν Θεοῦ πολυπραγμονεῖν. Ὡς δόξασιν οὖν τι κατορθῶσαι τὰ Οσίου γράμ ματα, ἐπιστολὴν πρὸς αὐτοὺς ἔπεμπον, πολλὴν χάριν τούτοις ὁμολογοῦντες, καὶ τοῦ ὀρθῶς φρονεῖν τοὺς ἐν ἑσπέρα τὴν αἰτίαν ἐκείνοις προσγράφοντες. Οὕτω δὲ τῷ Εὐδοξίῳ νεωτερίζοντι πολλοὶ τῶν ἐν Αντιοχείᾳ τοῦ ὀρθοῦ ὑπεριστάμενοι δόγματος παρ' ἐκείνου ἐλαύνονται· οἱ δὴ καὶ Γεωργίῳ τῷ Λαοδικείας προσιόντες, κατέλεγον τὰ γινόμενα. Οὗ γράμ μασιν ὡπλισθέντες, εἰς 'Αγκυραν τῆς Γαλατίας Έρχονται. Βασίλειος γὰρ ὁ τῆς ἐκεῖσε Ἐκκλησίας μετὰ Μάρκελλον τὴν ἐπιτροπὴν ἐσχηκώς, πολλούς τῶν περιοίκων ἐπισκόπων ἐκάλε: ἐπὶ καθιερώσει τῆς ἐκκλησίας ἣν ἐκ νέου ἐδείματο· καὶ τὰ γενό μενα εκτραγῳδοῦντες, τὴν ἐπιστολὴν ἐνεχείριζον, τάδε κατὰ ῥῆμα διεξ:οῦσαν· «Κυρίοις τιμιωτάτοις, Μακεδονίῳ, Βασιλείῳ Κεκροπίῳ, Ευγενίῳ, Γεώργιος ἐν Κυρίῳ χαίρειν. Τὸ 'λετίου ναυάγιον σχεδόν που πᾶσαν κατείληφε την Αντιόχειαν. Τοὺς γὰρ παρ' ὑμῖν ἀτιμαζομένους μαθητές τοῦ δυσωνύμου Αρείου πάντας καταλαβὼν Εὐδόξιος, εἰς κληρικούς προβάλλεται, ἐν τοῖς μάλιστα τετιμημένοις ἔχων τὸν αἱρετικὸν 'Λέτιον. Καταλάβετε οὖν τὴν τηλι καύτην πόλιν, μὴ τῷ ναυαγίῳ αὐτοῦ καὶ ἡ οἰκουμένῃ παρασυρῇ· καὶ εἰς ταυτὸν γενόμενοι ὅσους καὶ γενέσθαι ἐγχωρεί, παρὰ τῶν ἄλλων ἐπισκόπων ὑπογραφὰς ἀπαιτήσατε· ἵνα καὶ 'Αέτιον ἐκβάλη τῆς ᾿Αντιοχέων εκκλησίας Εὐδόξιος, καὶ τοὺς αὐτ τοῦ μαθητές ὄντας, προχειρισθέντας εἰς κανόνας, ἐκκόψῃ· ἢ ἐὰν ἐπιμείνῃ μετὰ ᾿Αετίου ἀνόμοιον κα λῶν, καὶ τοὺς τοῦτο τολμῶντας λέγειν τῶν μὴ λε γόντων προτιμῶν, οίχεται ὑμῖν, ὡς φθάσας τέως ἔφην, ἡ ᾿Αντιοχέων.» Τοιαῦτα μὲν ὁ Γεώργιος· οἱ δ' ἐν ᾿Αγκύρα, ἐπεὶ ἔκδηλον, ἐξ ὧν ἐν ᾿Αντιοχεία η εψηφίζετο ἑαυτὸν, ἐποίει νεωτερίζων Ευδόξιος, γνωρίζουσιν εὐθὺς βασιλεῖ, καὶ ἐδέοντο βοηθείν προνοούμενον, ὡς ἂν τά τε ἐν Σαρδικῇ καὶ Σιρμίῳ καὶ ταῖς λοιπαῖς ἐψηφισμένα συνόδοις κρατῇ· αἶ; ἅπασιν ἐδόκει ὅμοιος εἶναι κατ' οὐσίαν ὁ Υἱὸς τῷ Πατρί. Καὶ πρέσβεις ἐστέλλοντο βασιλεί, αὐτός τ Ο 'Αγκύρας Βασίλειος, ὁ Σεβαστείας Εὐστάθιος, καὶ Ελεύσιος ὁ Κυζίκου, και τις πρεσβύτερο; ἐκ Οπλα μηπόλων βασιλικῶν Λεόντιος. Ως δὲ ἧκον, Ασφάλιον πρεσβύτερον κατελάμβανον, ἐν τοῖς μάλιστα τῶν Αετίου σπουδαστῶν ὄντα, καὶ ὅσον ἦν πρὸς βουλής διανύσαντα, μέλλοντά τε ἤδη σὺν βασιλικοῖς γράμ μασιν ἀπιέναι. ὡς δ᾽ ἔγνω βασιλεὺς τὰ δι᾽ ὧν οἱ ἐξ Αγκύρας πρέσβεις ἦλθον, τὴν μὲν ἐπιστολὴν ἀνε λάμβανεν, ἣν Ασφάλιος ἔχων ἀπιέναι ἔμελλε· γρά
col. 369–370page 181 of 633
PG 146:369φων δὲ τοὺς ἀμφὶ Εὐδόξιον κατεδίκαζε· καὶ γράμ ματα πέμπων, ἔλεγε τοιάδε· «Εὐδόξιος οὐ παρ' ἡμῶν ἦχε· μηδεὶς οὕτως οιέσθω. Πόρρω τοῦ προσ τίθεσθαι τοῖς τοιούτοις εσμέν. Εἰ δὲ μετὰ τῶν ἄλλων καὶ τοῦτο σοφίζονται, εύδηλοι δήπουθεν εἰσιν εἰς τὸ Κρεῖττον κομψευόμενοι. Τίνων γὰρ ἂν ἐκόν τις ἀπόσχοιντο οἱ δυναστειῶν ἕνεκεν τὰς πόλεις ἐπιό τες, ἀπ' ἄλλης εἰς ἄλλην μεταπηδῶντες, ὥσπερ τινὲς μετανάσται πάντα μυχὴν πολυπραγμονοῦντες ἐπιθυμίᾳ τοῦ πλείονος; Εἶναι δὲ λόγος περὶ αὐτοὺς αγύρτας τινὰς καὶ σοφιστάς, οὓς οὐδὲ ὀνομάζειν θέμις· ἐργαστήριον πονηρὸν τὸ δυσσεβέστατον. Πάντως που καὶ αὐτοὶ συνίετε τὸ σύστημα. Πάντως ἐκ τῶν λόγων τὸν αἴτιον γνωρίζετε, καὶ τοὺς περὶ αἵρεσιν ταύτην ἐσχολακότας· οἷς ἐν μόνον τοῦτο ἔργον ἐστὶ, τὸ διαφθείρειν τὰ πλήθη. 'Αλλ' οἱ κομ μοὶ καὶ πρὸς πάντα εύτολμοι ἤδη τι τοιοῦτον πρός τινας ἐνεανιεύσαντο· ὅτι χαίροιμεν τῇ χειροτονία, ἐν ἑαυτοὺς ἐχειροτόνησαν. Ταῦτα παρ' ἐκείνων μὲν ᾄδεται τῶν τὰ τοιαῦτα θρυλλεῖν εἰδότων. Εστι δ' οὐδ' ὅλως * πόττεν οὐδ' ἐγγύς. Καί μοι τῶν πρώτων ἀναμνήσθητε λόγων ὅτε περὶ πίστεως ἐσκοποῦμεν ἐν οἷς ὁ Σωτὴρ ἡμῶν ἀπεδείκνυτο Υἱὸς τοῦ Θεοῦ καὶ κατ᾽ οὐσίαν ὅμοιος τῷ Πατρί. 'Αλλ' οί γενναίος καὶ περὶ τοῦ κρείττονος λέγοντες εὐχερῶς τὰ παρι στάμενα ἐς τοσοῦτον προῆλθον ἀθεΐας, ὥστε καὶ ἄλλα τινὰ παρὰ τὰ ὄντα νομίζειν, καὶ τοὺς ἄλλους πειράσθαι διδάσκειν. Οἷς ὅτι μὲν εἰς κεφαλήν τρά ψεται, πάνω πεπιστεύκαμεν· ἀρκέσει δὲ τέως εἴργεσθαι συνόδων αὐτοὺς καὶ συλλόγου κοινοῦ. Καὶ γὰρ δὴ εἰπεῖν προαχθείην ἐν τῷ παρόντι ὅσα μικρόν ὕστερον ἐκεῖνοι πείσονται, ἂν μὴ τῆς λύσσης ταύτης ἀπόσχοιντο. Οἱ δὲ (καὶ τί γὰρ οὐκ ἐπεισάγουσι τῷ κακῷ;) τοὺς πονηροτάτους ὥσπερ ἐξ ἐντολῆς ἀγεί ροντες, τούτους δὴ τοὺς τῶν αἱρέσεων ἀρχηγούς, εἰς τὸν κλῆρον καταλέγουσι σχήμα σεμνὸν οὕτω κιβδηλεύοντας, ὥσπερ ἐξὸν αὐτοὺς ἄγειν καὶ φέρειν ἅπαντας. Καί τοι τίς ἂν εἰς ζῶντας τελῶν, τούτων ἀνάσχοιτο, οἱ τὰς μὲν πόλεις τοῦ δυσσεβεῖν ἐμπι πλῶσι, τὴν δὲ ὑπερορίαν μιάσμασιν ἀποκρύπτουσιν; ἐν τοῦτο μόνον ἔργον ἀγαπῶντες, τὸ τοῖς καλοῖς ἀπεχθάνεσθαι διηνεκώς; Εῤῥέτω πανουργόν τι σύστημα θειοτέροις θώκοις ενιδρύσαι. Νῦν ὥρα τοὺς τῆς ἀληθείας τροφίμους εἰς φῶς ἤκειν, καὶ μέσους ὅσοι τῶν ἠθῶν ἐκφυγόντας, φόβῳ κατείχοντο πάλαι. Τὰ γὰρ δὴ σοφὰ τούτων ἐξήλεγκται· καὶ μηχανῆς οὐδεὶς ἔσται τρόπος κενός, ὃς ἐξαιρήσεται τούτους τοῦ δυσσεβεῖν. 'Ανδρῶν ἀγαθῶν ἔργον τῇ πίστει τῶν πρώην συζῆν, καὶ ταύτην ἐπαύξειν, ὡς εἴρηται· περαιτέρω δὲ μὴ πολυπραγμονείν. Παραινέσαιμι δ' ἂν, καὶ τοὺς ἐκ βαράθρου ὀψέ ποτε μεταθεμένους θέσθαι ταύτῃ τῇ ψήφῳ· ἦν οἱ τὰ θεῖα σοφοὶ ἐπὶ τοῦ κρείττονος έψηφίσαντο, δεόντως ἐπίσκοπος. Εκ τοιούτων τρόπων παραβραχὺ ἐν κινδύνῳ ἦν τὴν τῶν ἀνομοίων κρατῆσαι δόξαν, εἰ μὴ βασιλεὺς τῶν ἐπισκόπων σπουδῇ καθίστατο ἐμ ποδών.

Chapter XXXVIICaput XXXVII

col. 371–372page 182 of 633
PG 146:371ΚΕΦΑΛ. ΚΖ'. Περὶ τῶν ἐν Σιρμίῳ γενομένων· καὶ ὡς Λιβέριος πάλιν εἰς τὴν 'Ρώμην ἐπανῆλθε, καὶ σὺν Φήλικι τῷ μετ' αὐτὸν διεῖπε τὸν θρόνον, ἕως οὗ μετὰ βραχὺ ἐτελεύτα Φῆλιξ. Οὐκ εἰς μακρὰν δ' ἐκ 'Ρώμης εἰς Σίρμιον Κων σταντίου γεγονότος, τῶν ἑσπερίων Ιερέων διαπρεσβευσαμένων, Λιβέριος ἐκ Βεῤῥοίας ἀνάγεται· καὶ δὴ τῶν εἰρημένων ἐκ τῆς Εω ἐπισκόπων καὶ ἄλ λων συμπαρόντων πλείστων, βίαν ἐπῆγεν αὐτῷ βασιλεὺς, μὴ εἶναι ὁμοούσιον δοξάζειν τὸν Υἱὸν τῷ Πατρί. Ενέκειντο δὲ καὶ οἱ ἀμφὶ Βασίλειον, καὶ τὸν κρατοῦντα ἐπὶ τοῦτο ἡρέθιζον, διὰ πλείστης παρ' αὐτῷ τιμῆς ἀγόμενοι· οἱ δὴ πάντα συνηθροικότες ὅσα τε ἐπὶ Παύλῳ τῷ ἐκ Σαμοσάτων, καὶ Φωτεινῷ τῷ ἐκ Σιρμίου· ἔτι δὲ καὶ τὴν ἐν Ἀντιοχείᾳ ἐκτεθεῖσαν πίστιν ἐν τοῖς ἐγκαινίοις τῆς ἐκκλησίας ἐπὶ προφάσει τοῦ ὁμοουσίου· Στ' ἐπιχειρούντων τινῶν ἰδίᾳ συνιστῶν τὴν αἵρεσιν, παρα σκευάζουσι συναινέσαι Λιβέριον, ᾿Αθανάσιόν τε καὶ ᾿Αλέξανδρον, καὶ Σεβηριανὸν καὶ Κρήσκοντα, τοὺς ἐν ᾿Αφρικῇ τὸ ἱερᾶσθαι λαχόντας. Επίσης δὲ αὐ τοῖς ἔπραττον Ουρσάκιός τε καὶ Οὐάλης ὁ Μουρσῶν, καὶ Γερμήνιος ὁ Σιρμίου, καὶ ὅσοι ἐξ "Εω ἐπιδημοῦντες ἦσαν. Λιβέριος δὲ καὶ ἄλλην μερικήν ἐποίει ὁμολογίαν· ἡ δὲ ἀπεκήρυττεν, ὅσοι μὴ κατ' οὐσίαν καὶ κατὰ πάντα ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν εἶναι ἔλεγον. Τοῦτο δ' ἐποίει, ἐπεὶ Εὐδόξιός τε καὶ οἱ σὺν αὐτῷ πρὸ βραχέος εν Αντιοχείᾳ συνελθόντες ὁμοουσίου, ὑπὲρ τῆς Ἀετίου αἱρέσεως, ἡνίκα τὴν τοῦ Ὁσίου ἐπιστολὴν ἔσχον εἰ; χεῖρας, λόγον οὐκ ἐλάχιστον ἐποιοῦντο, διαβάλλοντες, ὡς εἴη καὶ Λιβέριος τὸ ὁμοούσιον ἀποδοκιμάσας, καὶ τῷ Πατρὶ τὸν Υἱὸν ἀνόμοιον ὡς ἐπίπαν δοξάζων. Καὶ οἱ μὲν ἐκ Ρώ μης πρέσβεις τοιαῦτα κατωρθωκότες, τον Λιβέριον μεθ᾿ ἑαυτῶν λαβόντες, ἐπανῆλθον εἰς Ρώμην, τὸ ὁμοούσιον, γράμματα τῶν ἐν Σιρμίῳ ἐπαγόμενοι ἀσμένως τὸν οἰκεῖον ποιμένα προσδέξασθαι, & πρός τε Φήλικα τὸν τηνικάδε ἡγούμενον τῆς Ῥωμαίων Ἐκκλησίας, καὶ πρὸς τὸν ἐκεῖσε κλῆρόν τε καὶ λαὸν ἐπεστέλ λοντο. Παρεχώρουν τε καὶ ἄμφω Φήλικα καὶ Λιβέριον, κοινῇ τε ἱερᾶσθαι, καὶ τὸν ἀποστολικὸν θρόνον Επιτροπεύειν, όμοφρονεῖν τε καὶ ἀμνηστίαν ἔχειν τῶν ἐπισυμβάντων τῷ μέσῳ ἀνιαρῶν. Ἀγαθὸν " γὰρ ἐν τοῖς μάλιστα ὄντα Λιβέριον, καὶ στεῤῥῶς τῷ βασιλεῖ ἀντικαταστάντα ὑπὲρ τῶν ὀρθῶν τῆς Ἐκκλησίας δογμάτων, διὰ πολλῆς ἦγε στοργῆς καὶ φιλοφροσύνης ὁ τῆς Ῥώμης λαός, ὡς τῇ ἐκβολῇ αὐτοῦ καὶ μέχρι φόνων τὴν ὑπὲρ αὐτοῦ στάσιν χωρῆσαι. ᾿Αλλὰ μετὰ βραχὺ Φήλιξ μὲν ἀπεβίω
col. 373–374page 183 of 633
PG 146:373μόνος δὲ Λιβέριος τὰ τῆς ἱερωσύνης διεῖπε κρείτ τόν τι προβλεψαμένου Θεοῦ, καὶ ὡς χρεὼν τὰ τῆς Εκκλησίας προμηθουμένου, ἵνα μὴ ὁ πρῶτος τῶν ἀποστόλων θρόνος τὸ ἄδοξόν τε καὶ ἀπρεπές ἐπι σύροιτο, δυσὶν ἡγεμόσιν οἰακιζόμενος· ὁ νόμος Εκκλησίας πάντη ἀλλότριον, καὶ διχονοίας ὡς τὰ πολλὰ καθίσταται πρόξενον. ΚΕΦΑΛ. ΛΗ. ὺς τὴν μελετωμένην ἐν Νικομηδείᾳ διὰ Εὐδό ξιον καὶ 'Αέτιον σύνοδον σεισμὸς ἐπιγενόμε τος διαλύει· καὶ δεῖν ἐδόκει ἐν ταυτῷ εἰς τὴν ἕω καὶ ἑσπέραν διαιρεθῆναι τὴν σύνοδον. Ταῦτα μὲν ἐν Σιρμίῳ ἐγένετο, καὶ ἔδοξεν ἤ τε ἕως καὶ ἑσπέρα όμοφρονεῖν· τὸ δ᾽ ἄλλως εἶχεν. Ο γὰρ ἐκ βασιλέως φόβος ταῦτ' ἔπραττε. Περὶ μέντοι τῆς ᾿Αετίου καὶ Εὐδοξίου νεωτεροποιίας ἐν Ἀντιοχείᾳ ἐδόκει τῷ βασιλεῖ σύνοδον κατὰ Νίκαιαν πάλιν ἀθροίζειν. Τῶν δὲ περὶ τὸν Ἀγκύρας Βασίλειον ἀπολεγόντων διὰ τὸ πρώτως ἐκεῖσε γενέσθαι τὴν τῆς πίστεως ἔρευναν, ἐν Νικομηδείᾳ μᾶλλον δεῖν ἐκρίνετο γενέσθαι. Καὶ δὴ ἀνὰ τὸ πᾶν ἔθνος οἱ ἐπίσκοποι καὶ νοεῖν καὶ λέγειν ὄντες δεινοὶ ἐκεῖ συνελέγοντο. Ἐν τούτῳ δὲ σεισμός μέγας ἐνσκήψας τήν τε πόλιν καὶ τὸν νεωστὶ ἐγερθέντα οἶκον ἐκ βάθρων κατέσεισε καὶ κατήρειψε· καὶ πολλοὺς ὅπη έτυχεν ἕκαστον, ἢ ἔσωσεν ἢ διέφθειρε Κεχρο πίου τοῦ Νικομηδείας καὶ ἄλλου δή τινος ἐπισκόπου ακαριαία τοπῇ διαφυγόντος τὸν κίνδυνον. "Ο ἀπανταχοῦ τῇ φήμη δοθεν, τὴν τῶν ἐπισκόπων ἄφιξιν ἀνεχαίτισε· καὶ γὰρ καὶ Νίκαιαν, καὶ τὴν Κωνσταντίνου, καὶ Πείρινθον, καὶ ἄλλας Θρᾳκώας πόλεις διαφθαρήναι ή φήμη κατήγγελλεν. Ελέγετο δὲ, ᾿Αρσάκιόν τινα ὁμολογητὴν ἐπὶ Λικινίου γενό μενον, ὃς ἀπὸ θηροκόμου στρατιώτης ων, τηνικάδε ἐν τῇ ἄκρα Νικομηδείας εφιλοσόφει, όψιν θείαν τούτῳ ἀπαγγείλαι τὰ γενησόμενα· τὸν δὲ κατιόντα καὶ τοῖς ἐν κλήροις καὶ λαοῖς κατειπόντα, μὴ πεῖσαι. Γελοίον δέ τινα δόξαι, ἀπροσδόκητα κακά προμηνύοντα. Ανιόντα δ' αὖθις, πρηνῇ κατὰ γῆς κεῖσθαι δεόμενον τοῦ Θεοῦ. Ενθα κατὰ σχῆμα εὐχῆς μετὰ τὴν ἐπιφορὰν τοῦ κακοῦ, ἐν ἀσείστῳ πύργῳ νεκρὸς ὁ μάρτυς εὑρέθη, πολλῶν ἀναδραμόντων ἐκεῖσε τῷ τὸν σεισμὸν κατασκήψαι. Ελέ γετο δὲ Θεὸν δυσωπεῖν, θανεῖν ἑλόμενο; μᾶλλον, ή συμφορὰν ταύτην καταθεάσασθαι πόλεως ἐν ᾗ τὸν Χριστὸν ἔγνω, καὶ τῆς ἐκκλησιαστικῆς φιλοσοφίας κατήρξατο. Πολλὰ δὲ αὐτῷ ὑπὲρ ἀνθρωπίνην πε ποίητο δύναμιν. Ἱκανὸς δὲ καὶ δαίμονας ἐλαύνειν ἦν, καὶ ἄλλως ὄχλουμένους καθαίρειν καὶ σώφρονας καθιστῶν. Καὶ δράκοντα δὲ, ὃς ἕτερον γένος ἦν ἑρπετῶν, καὶ φυσήματι μόνῳ τοὺς ὁδίτας διέφθειρεν, ἐπὶ λεωφόρου γὰρ ᾤχει, εὐξάμενος αυτόματον ἐξεῖλαι τοῦ φωλεοῦ· καὶ ἑκόντα τὴν κεφαλὴν δις

Chapter XXXVIIICaput XXXVIII

col. 375–376page 184 of 633
PG 146:375τῇ γῇ προσαράξαι, καὶ οὕτω διαρραγήναι. Πολλοί μὲν οὖν διεφθάρησαν τοῖς ἐρειπίοις· οἱ δὲ εἰς ἐρη μίας διέδρασαν. Καὶ φλόξ γάρ τις ἐκ τινος παρα κειμένης ὕλης, ἀπό τε πνιγέων καὶ τῶν βαλανείων, καί τινων περὶ τὰς ἐμπόρους τέχνας πονουμένων, ἐρειπομένων τῶν ὀρόφων περικλεισθεῖσα, ἀναμι γέντων ὡς εἰκὸς φρυγάνων, καὶ ὅσα ἐλαιώδη ἐστὶ, καὶ πρὸς τὸ καίεσθαι ῥᾳδίαν τὴν ἐπίδοσιν ἔχει, ἐξαφθεῖσα τῷ τῆς τροφῆς ἀφθόνῳ, ἔρπουσά τε ἀπανταχοῦ, καὶ συναπτομένη αὖθις πρὸς ἑαυτὴν, μίαν πυράν, ὡς εἰπεῖν, τὴν πόλιν ἅπασαν ἐποίει καὶ πολλοὶ τῷ πυρὶ δαπάνη ἐγένοντο, ἀδιεξόδων τῶν οίκων γεγενημένων. Οὕτω δὲ τοῦ κατὰ Νικ μήδειαν πάθους ἐμποδὼν τοῖς ἐπισκόποις γεγενημένου, πρῶτον μὲν βασιλεῖ ἐδόκει κατὰ Νίκαιαν πάλιν γενέσθαι τὴν σύνοδον. Καὶ πολλῇ τοῖς ἀμφὶ Βασίλειον περὶ τούτου σκέψις ἐγίνετο. ᾿Ανεβάλλον το δ' ἐν Νικαία, ὑπὸ σεισμῶν τεταραγμένου δῆθεν τοῦ ἔθνους. Καὶ ἐδόκει τοῖς περὶ ᾿Αρεθούσιον καὶ τὸν ᾿Αλεξανδρείας Γεώργιον, Βασίλειόν τε τὸν ᾿Αγο κύρας τηνικαῦτα σὺν τῷ βασιλεῖ ἐν Σιρμίῳ διάγουσι περὶ Ταρπὸν τῆς Κιλικίας. Ως δὲ καὶ τοῦτο μή προσῆκον ἐδόκει, ὠρίζοντο περὶ Σελεύκειαν τῆς Ἰσαυρίας γενέσθαι τὴν σύνοδον. Τούτων οὕτω δοξάντων, ἐπεὶ παρῆσαν ἐκεῖ καὶ οἱ ἀμφὶ Ουά λεντα καὶ Οὐρσίκιον καὶ Εὐδόξιον, οἱ τῆς τῶν ᾿Ανομοίων δόξης προΐσταντο μάλιστα, παρασκευάζουσι τοὺς ἐκεῖσε εὑρισκομένους τῶν ἐπισκόπων, εἰς γρα φήν τινα πίστεως ἐκ τοῦ σχεδὸν γεγενημένην και θυπογράψαι, ᾗ τὸ τῆς οὐσίας οὐκ ἐνέκειτο ὄνομα. Πρὸς δὲ τούτοις ἐν νῷ θέμενοι, ὡς οἱ ἀθροιζόμενοι ἐν Σελευκείᾳ ἐπίσκοποι, οἱ μὲν τὴν ἐν Νικαίᾳ πίν στιν, οἱ δὲ τὴν ἐν Ἀντιοχείᾳ γεγενημένην ἐπὶ τῇ τοῦ νεώ καθιερώσει, καὶ στέργουσι καὶ ζηλοῦσι. Καὶ ἄμφω δὲ τὸ τῆς οὐσίας ὄνομα ἔχουσι· καὶ κατὰ πάντα ὅμοιον διαρρήδην κηρύττουσι τὸν Υἱόν τῷ Πατρί. Εἴ γε τοίνυν εἰς ἕν γένοιντο, πάντως τὴν ᾿Αετίου δόξαν ἀπώσονται· ἣν ἐκεῖνοι ἐπαινοῦντες διὰ σπουδῆς συνιστᾶν ἐπειρῶντο. Τι πράττουσιν; Οἰκονομοῦσι δόλῳ, τοὺς μὲν ἐκ τῆς ἑσπέρας εἰς Ἀρίμινον συνδραμεῖν, τοὺς δὲ ἐξ Εω εἰς τὴν τῆς Ισαυρίας Σελεύκειαν· ὡς ἂν εἴη εὐκόλως τὸ μελετώμενον δρον ῥᾷον γὰρ ᾤοντο τοὺς ὀλίγους πείθειν ἢ πάντας. Καὶ εἰ μὲν δυνηθείεν καὶ έκα τέραν σύνοδον σύμψηφον σχεῖν, μερισθέντες ἐν ἀμφοτέραις· εἰ δ' οὖν, θατέραν, ἵνα μὴ ταῖς ἀπάν των ψήφοις ἡ αὐτῶν αἵρεσις ἀποκηρυχθείη. Επρατ τον δὲ ταῦτα διὰ τοῦ εὐνούχου Ευσεβίου τηνικαῦτα τῆς βασιλικῆς οἰκίας προεστηκότος· οὗτος γὰρ σύμπνους ὧν τὰ μάλιστα καὶ ὁμόφρων τῷ Εὐδοξίῳ. Καὶ ἄλλοι τινὲς τῶν ἐν τέλει κεχαρισμένοι τὸ πρὸς βουλῆς ἅπαν ήνυον. Οἷς πεισθεὶς ὁ Κωνστάντιος, ὡς ἀλυσιτελές τε τῷ δημοσίῳ διὰ τὴν πολλὴν δα πάνην, καὶ αὐτοῖς τοῖς ἱερεῦσι, διὰ τὸ τῆς ὁδοιπορίας μακρὸν, εἰς ἐν ἅπαντας συνελθεῖν, διεῖλεν εἰς δύο τὴν σύνοδον, καὶ προσέταττεν ἐν ᾿Αριμίνῳ καὶ Σελευκεία γενέσθαι τὴν σύναξιν. Καὶ γράφων
col. 377–378page 185 of 633
PG 146:377ἔλεγε, πρῶτον μὲν τὰ περὶ τῆς πίστεως ἀμφισβητούμενα διαλύειν· ἐς ὕστερον δὲ σκέψασθαι καὶ περὶ ἐν ἄλλων κατὰ θεσμούς Ἐκκλησίας δεῖ· ἔτι δὲ καὶ περὶ τῶν ἀδίκως καθαιρεθῆναι δοκούντων, καὶ ὑπερορίαις κατακριθέντων, ὧν εἷς ἐτύγχανεν ὢν καὶ Κύριλλος ὁ Ἱεροσολύμων ἐπίσκοπος· ἔτι δ' ἐρευνῆσαι καὶ τοὺς νῦν ὑπὸ ἔγκλημα ποιουμένους ἐπισκόπους. Πολλῶν γὰρ κατηγορίας ελέγοντο, καὶ δὴ καὶ Γεωργίου παρ' Αιγυπτίων, ὡς εἴη ἁρπαγαῖς χαίρων τῶν ἀλλοτρίων, καί τινων ὕβρεων. Ὕστερον δὲ δέκα εκατέρωθεν ἐπιλεγέντας, τὰ πεπραγμένα βασιλεῖ καθισταν δῆλα. ΚΕΦΑΛ. ΑΘ'. Περὶ τῆς ἐν 'Αριμήνῳ συνόδου, ἐν ᾗ οἱ ἐν ἑσπέρα ἀσύμφωνοι τοῖς ἔψοις ἐγένοντο. ὁμοουσίῳ, τοῦ ὁμοουσίου, Καὶ οἱ μὲν ἐπίσκοποι συνελέγοντο καθὰ δὴ καὶ ἐθέσπιζε βασιλεύς· προλάμβανε δὲ καὶ συνίστατο ή ἐν Ἀριμίνῳ· τὸ δὲ πλήρωμα τούτων ἦσαν τετρακόσιοι καὶ μικρόν τι πρός. Δεῖν δ᾽ ἐδόκει τοῖς βα ρέως πρὸς ᾿Αθανάσιον ἔχουσι μηδέν τι περὶ τούτου κινεῖν· οὕτω γὰρ ἄμεινον ἐδοκίμαζον. Ἐπεὶ δὲ καὶ ζήτησις εἰσήγετο περὶ πίστεως εν χρὴ πιστεύειν τρόπον, Ουάλης ἐνταῦθα καὶ Οὐρσάκιος, οι κατ' ἀρχὰς μὲν ὑπασπισταί τῆς ᾿Αρείου δόξης ἐγένοντο, ἐν μέσῳ δὲ τῷ ὁμοουσίῳ συνέθεντο, βιβλίον τῷ ἐπισκόπῳ Ρώμης Ἰουλίῳ ἐπιδεδωκότες, ὥσπερ εἰρήκαμεν, ἀεὶ τοῖς καιροῖς καὶ τοῖς κρατοῦσιν ὑποκλινόμενοι, οὗτοι· δεῖν ἔλεγον ἄλλων ἄλλα εἰπόν των, οἷα φιλεῖ, ἀργὰς νομίζειν τὰς περὶ πίστεως προτέρας γραφάς· μόνην δ' ἐκείνην κρατεῖν, ἢν οὐ πρὸ πολλοῦ ἐν Σιρμίῳ 'Ρωμαίων γλώττη συνέθεντο, ἣν δῆτα καὶ βασιλεὺς διὰ τιμῆς ἄγει· χρεών δ' εἶναι καὶ ὑμᾶς νῦν προσίεσθαι καὶ παραιτέρω μη δὲν πολυπραγμονεῖν· ἶν' ἐντεῦθεν καὶ διχόνοια πᾶσα περιαιρεθείη, μὴ τῶν ὀνομάτων ἀμφιβόλων ὄντων, ἀκριβεῖ βασάνω παραδιδομένων. Καὶ γάρ πως κρεῖττον εἶναι ἐτίθεντο, μετὰ τῆς ἀγροικίας ὀρθὴν ἔχειν δόξαν περὶ Θεοῦ, ἡ ξενίζουσι λόγοις ἐξ Ελλη νικῆς τερθρείας, ἀνεπινοήτους ἐπεισάγειν λέξεις. Ηνίττοντο δὲ διὰ τούτων, μᾶλλον καὶ προφανῶς διέβαλλον τὴν τοῦ ὁμοουσίου λέξιν, ἅτε δὴ μὴ ταῖς ἱεραῖς ἐμφερομένην Γραφαῖς. Ταῦτα λέγοντες, χάρτην προήγον καὶ ἀναγινώσκεσθαι ᾔτουν· ἐν ᾗ ὅμοιον μὲν τῷ Πατρὶ τὸν Υἱὸν κατὰ τὰς Γραφάς εἰσηγοῦντο, μνήμην δὲ οὐσίας ἐπὶ Θεοῦ παντάπασιν ἐπηγόρευον. Αὕτη δὲ ἦν ἐκείνη, ἣν τότε μὲν ἐτα μίευαν, νῦν δὲ εἰς φῶς προῆγον. "Η συνελαμβάνοντο μάλιστα Γερμάνιος καὶ Αυξέντιος, καὶ Γάϊος και Δημόφιλος· καὶ τοίνυν ἀναγνωσθείσης, οι πλείστοι μηδὲ νεωτέρας δεῖσθαι πίστεως τὰ νῦν διετείνοντο· ἀρκεῖσθαι δὲ τῇ ἐν Νικαία γεγενη

Chapter XXXIXCaput XXXIX

col. 379–380page 186 of 633
PG 146:379ἵν', εἴ τι νεωτερίζοιτο κατ' ἐκείνων, ἐπίσχωσιν. Εἰ δὲ τέως οὐδέν τι νεώτερον ἔχουσι τὰ ἀνεγνωσμένα, ἀλλὰ τίνες οι συνθέμενοι τὴν γραφήν, ήτουν· οἱ δὴ πρῶτον τὸ ᾿Αρείου δόγμα ὑποβαλλέτω σαν ἀναθέματι· οἷα θόρυβον ταῖς ἀπανταχοῦ ἐκκλησίας ἐμπλῆσαν. Τῶν δὲ περὶ Οὐάλεντα καὶ Γερμίνιον διαδράντων τὴν αἴτησιν, τὰς ἐκθέσεις τῶν αἱρέσεων καὶ τῆς ἐν Νικαίᾳ ἐπὶ μέσον ἐκέλευον ἄγεσθαι, ὡς ἄν γε ἐκεῖναι μὲν ἐκκήρυκτοι γένωνται, τὸ κῦρος δὲ καὶ αὖθις τοῖς ἐν Νικαίᾳ ἐπιψηφισθείη· καὶ τοῦ λοιποῦ περὶ πίστεως μὴ κινεῖν λόγον, μήτε μὴν συνόδους αἰτεῖν. ᾿Απόχρη γάρ στέργειν τὰ τοῖς πατράσιν ἔκπαλαι δόξαντα. Τῶν δ᾽ ἀτόπων ἂν εἴη νῦν πίστιν συγγράφειν, καὶ ἄρτι ἀρχομένους πιστεύειν, τὴν ἐκ παλαιοῦ παράδοσιν ἀθετεῖν, δι' ἧς ἡμεῖς τε καὶ οἱ πρὸ ἡμῶν τὰς ἐκ κλησίας ήγομεν, ὧν οἱ πλείους μαρτυρίοις καὶ τοῖς τῆς ὁμολογίας στεφάνοις κατεκοσμήθησαν. Οἱ μὲν οὖν τοιαῦτα λέγοντες, ἐν τοῖς ἔκπαλαι δεν δογμένοις μένειν ηξίουν, καὶ μή τι πρόσφατον ἐπεισάγειν· ἐκεῖνοι δὲ, οἱ περὶ Οὐάλεντα δηλαδή, ἀντέβαινον, καὶ τὴν αὐτοῖς προβληθεῖσαν πίστιν στέργειν προσεβιάζοντο. Ἐπεὶ δ᾽ οὐκ ἐπείθοντο, καθηροῦντο. Ἡ δὲ σύνοδος τὴν ἐν Νικαίᾳ πίστιν μᾶλλον ἐκύρωσεν. Οἱ δὲ χαλεπῶς τὴν καθαίρεσιν ἐνεγκόντες, εἰς βασιλέα ἀνέτρεχον. Ἡ δὲ σύνοδος ᾐτιᾶτο μὴ μόνον τὴν προγραφὴν τῆς ἐκθέσεως, ἀλλὰ καὶ αὐτὴν ἐκείνην τὴν ἔκθεσιν. Έλεγε γάμο Εξετέθη πίστις ἡ καθολικὴ ἐπὶ παρουσίᾳ τοῦ δεσπότου ἡμῶν Κωνσταντίου αἰωνίου Αὐγούστου ἐν ὑπατείᾳ Φλαβίου καὶ Εὐσεβίου καὶ Ὑπατίον τῶν λαμπροτάτων ἐν Σιρμίῳ τῇ πρὸς ἕνδεκα Καλανδῶν Ἰουνίων.» Καὶ καθεξής «Πιστεύομεν εἰς ἕνα τὸν μόνον καὶ ἀληθινὸν Θεὸν Πατέρα παντοκράτορα.» Περὶ δὲ τέλος καὶ ταῦτ᾽ ἔλεγον· «Τὸ δὲ ὄνομα τῆς οὐσίας, διὰ τὸ ἁπλούστερον ὑπὸ τῶν Πατέρων τε θεῖσθαι, ἀγνοούμενον δὲ ὑπὸ τῶν λαῶν, σκάνδαλον φέρειν· διὰ τὸ μήτε τὰς Γραφὰς τοῦτο περιέχειν, ἤρεσε τοῦτο περιαιρεθῆναι, καὶ παντελῶς μηδε μίαν μνήμην οὐσίας ἐπὶ Θεοῦ εἶναι τοῦ λοιποῦ, διὰ τὸ τὰς θείας Γραφάς μηδαμῶς περὶ Πατρὸς καὶ Υἱοῦ οὐσίας μεμνήσθαι. Ὅμοιον δὲ λέγομεν τὸν Υἱὸν τῷ Πατρὶ κατὰ πάντα, ὡς αἱ ἅγιαι Γραφαι μένῃ. Καὶ νῦν γε διὰ τοῦτ' αὐτὸν ἥκειν ἐπὶ ταῦτ', λέγουσί τε καὶ διδάσκουσι.» Γελοίον γὰρ ἐνόμιζον τὸν μὲν βασιλέα αἰώνιον ὀνομάζειν, τὸν δὲ τοῦ Θεοῦ Υἱὸν μὴ θέλειν ἀΐδιον καλεῖν, καὶ ῥητὸν χρόνον τῆς γραφής ταύτης προτάττειν διαβολὴ γὰρ ἄντικρυς ἐδόκει τῆς πίστεως τῶν προγενεστέρων μάλιστα δ' ᾿Αθανάσιος ἐν αἰτίαις ετίθει, ὡς που γράφων πρὸς τοὺς οἰκείους ἀπήγγελλε. Παρεθέμην δ' ἂν καὶ τὴν ἐξελέγχουσαν ἐπιστολὴν, εἰ μὴ τὴ προσκορὲς τοῦ λόγου φεύγων ἐγώ, ἐπὶ ζήτησιν τους φιλο μαθεῖς προϋτρέπω τὰ ἐν ἐκείνῃ δυνατῶς εἰρημένα καταμαθεῖν. Οἱ μὲν οὖν καθαιρεθέντες ἐς βασιλέα ἀνέτρεχον, ἐπιφερόμενοι καὶ τὴν ἔκθεσιν· ἡ δὲ σύν
col. 381–382page 187 of 633
PG 146:381οδος, εἴκοσι τῶν ἐπισκόπων διαπεμψάμενοι, γράμ μασιν οἰκείοις τὰ συμβάντα τῷ βασιλεῖ κατεμήνυον Ο τόνδε περιεῖχον τὸν τόπον ΚΕΦΑΛ. Μ'. Ἐπιστολὴ τῆς ἐν Αριμήνῳ συνόδου Κωνσταντίῳ πεμφθεῖσα τῷ βασιλεῖ. Εκ τε τῆς τοῦ Θεοῦ κελεύσεως καὶ τοῦ τῆς εὐσεβείας προστάγματος τὰ πάλαι δογματισθέντα γεγενῆσθαι πιστεύομεν. Εἰς γὰρ Αρίμινον ἐκ παο σῶν τῶν πρὸς δύσιν πόλεων εἰς ταυτὸ πάντες ἐπί σκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς Εκκλησίας γνωρισθῇ, καὶ οἱ τἀναντία φρονοῦντες Έκδηλοι γένωνται. ὡς γὰρ ἐπιπλεῖστον διασκοποῦν τις εὑρήκαμεν, ἀρεστὴν ἐφάνη τὴν πίστιν τὴν ἔκ παλαι διαμένουσαν, ἦν καὶ οἱ προφῆται καὶ τὰ Εὐαγγέλια καὶ οἱ ἀπόστολοι διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκήρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας φρουροῦ, καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτ την κατασχόντες φυλάξωμεν, καὶ φυλάττοντες, μέσ χρι τέλους διατηρώμεν. "Ατοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη, τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλλάττειν, καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου σου πατρὸς καὶ βασιλέως Κωνσταντίνου ἐσκεμμένων, ὧν ἡ διδασκαλία καὶ τὸ φρόνημα διῆλθε τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοάς τε καὶ διανοίας, ἥτις ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς Αρείου αἱρέσεως ὑπῆρξε· δι' ἧς οὐ μόνον αὐτή, ἀλλὰ καὶ αἱ λοιπαὶ αἱρέσεις καθηρέθησαν· ἐν ᾗ ὄντως καὶ τὸ προσθεῖναί τι, σφαλερόν, καὶ τὰ ἀφελέσθαι, ἐπικίνδυνον ὑπάρχει. Ως εἴπερ καὶ θάτερον γένοιτο, ἔσται τοῖς ἐχθροῖς ἄδεια ποιεῖν ἅπερ βού λοιντο. Οθεν Ούρσάκιός τε καὶ Οὐάλης, ἐπειδὴ καὶ Εκπαλαι μέτοχοί τε καὶ σύμφρονες τοῦ ᾿Αρειανείου δόγματος ἦσαν καθεστηκότες, καὶ τῆς ἡμετέρας κοινωνίας χωρισθέντες ἀπεφάνθησαν. "Ης ἵνα μετά σχωσιν, ἐφ' οἷς ἑαυτοὺς συνεγνώκεισαν πλημμελήσαντας, μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν ὡς καὶ τὰ ἔγγραφα τὰ ὑπὲρ ἐκείνων γεγενημένα μαρτυρεῖ. Δι' ὧν ἁπάντων φειδώ γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη. Εν δὲ ὁ καιρὸς καθ᾽ ἂν ταῦτα ἐπράττετο, ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συν όδου συνεκροτεῖτο· συμπαρόντων δὲ καὶ τῶν πρέ σβυτέρων τῆς Ῥωμαίων Εκκλησίας, εγνωκότες ἅμα καὶ τὴν μετὰ τελευτὴν ἄξιον μνήμης Κωνσταντίνον μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα. Ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθείς, καὶ πρὸς τὴν ὀφειλομένην εἰρήνην ἀνεχώρησεν· ἄτοπον εἶναι μετ' ἐκεῖνόν τι καινοτομεῖν, καὶ τοσούτους ἁγίους ὁμολογητὰς καὶ μάρτυρας, τοὺς καὶ τοῦ δόγματος συγγραφέας τε καὶ εὑρετὰς ὑπεριδεῖν· οἱ τινες κατὰ τὸν παλαιὸν τῆς Ἐκκλησίας θεσμὸν τῆς καθολικῆς ἅπαντες φρο υπο

Chapter XLCaput XL

col. 383–384page 188 of 633
PG 146:383νοῦντες διαμεμενήκασιν· ὧν ὁ Θεὸς τὴν πίστιν καὶ εἰς τοὺς τοὺς χρόνους τῆς βασιλείας μετέδωσε διὰ τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ· δι' οὗ σοι καὶ τὸ βασιλεύειν ὑπῆρξεν, ὡς καὶ τῆς καθ' ἡμᾶς οἰκουμένης κρατεῖν. Πάλιν γοῦν ἐλεεινοὶ καὶ οἰκτροὶ τῷ φρονήματι, αθεμίτῳ τολμήματι τῆς δυσσεβούς φρο νήσεως, κήρυκάς τε ἑαυτοὺς ἀνήγγειλαν, καὶ ἐπι χειροῦσιν ἀνατρέπειν πᾶν ἀληθείας σύνταγμα. Ως γὰρ κατὰ τὸ σὲν πρόσταγμα τὸ συνέδριον τῆς συντ όδου συνεκροτεῖτο, κἀκεῖνοι τῆς ἰδίας ἀπάτης ἐγύ μνουν τὴν σκέψιν. Ἐπειρῶντο γὰρ πανουργίᾳ τινὶ καὶ ταραχῇ προσφέροντές τι καινοτομεῖν, τῆς τοιαύ της εταιρίας τους συναλισκομένους εὑρόντες, Γερμίνιον, Αυξέντιον καὶ Γάϊον, τοὺς τὴν ἔριν καὶ διχοστασίαν εμποιοῦντας· ὧν ἡ διδασκαλία μὴ μένουσα πᾶν πλῆθος βλασφημιῶν ὑπερβέβηκε. Ως δὲ συνεῖδον οὐχὶ τῆς αὐτῆς αἱρέσεως ὄντας, οὔθ᾽ ὁμογνωμονοῦντας ἐφ' οἷς κακῶς ἐφρόνουν, εἰς τὸ συμβούλιον ἡμῶν μετήγαγον ἑαυτούς, ὡς δοκεῖν ἕτερόν τι γράφειν. "Ην δὲ ὁ καιρὸς βραχὺς ὁ καὶ τὰς γνώμας αὐτῶν ἐξελέγχων. Ιν' οὖν μὴ τοῖς αὐτοῖς τὰ τῆς Ἐκκλησίας περιπίπτῃ, καὶ ταραχὴ καὶ θόρυβος καλινδούμενος ἅπαντας συνέχῃ, βέβαιον ἐφάνη τὰ πάλαι ὡρισμένα καὶ ἀμετακίνητα φυλάττειν· τοὺς δὲ προειρημένους τῆς ἡμετέρας κοινωνίας ἀποκεχωρίσθαι. Δι᾿ ἣν αἰτίαν τοὺς ἀναδιδάξοντας πρέσβεις πρὸς τὴν σὴν ἐπιείκειαν ἀπεστάλκαμεν, τὴν γνώμην τοῦ συνεδρίου διὰ τῆς ἐπιστολῆς μηνύσοντας. Τοῖς δὲ πρέσβεσι, πρό γε πάντων τοῦτο παρεκελευσάμεθα, τὸ τὴν ἀλήθειαν πιστώσασθαι ἐκ τῶν πάλαι ἀρχαίων δικαίως ώρισμένων· οἱ καὶ τὴν σὴν ἀναδιδάξουσιν ὁσιότητα, ὅτι οὐχ ὥσπερ ἔφησαν Ουρσάκιος καὶ Οὐάλης, ἔσται εἰρήνη, είπερ τι τῶν δικαίων ανατραπείη. Πῶς γὰρ εἰρήνην οἷόν τε ἄγειν τοὺς τὴν εἰρήνην καταλύοντας; μᾶλλον γὰρ ἔρις καὶ τα ραχὴ ἐκ τούτων σὺν ταῖς λοιπαῖς πόλεσι καὶ τῇ Ῥω μαίων Ἐκκλησίᾳ γενήσεται. Διὸ δὴ ἱκετεύομεν τὴν σὴν ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ γαληνιαίῳ βλέμματι τοὺς ἡμετέρους πρέσβεις ἀθρήσειας, μηδὲ πρὸς ὕβριν τῶν τετελευτηκότων καινόν τι μεταλλάττειν ἐπιτρέψειας· ἀλλὰ ἐάσῃς ἐμμένειν ἡμᾶς τοῖς παρὰ τῶν προγόνων ὁρισθεῖσί τε καὶ νενομοθετημένοις, οὓς ἅπαντα μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ Πνεύματος ἁγίου πεποιηκέναι φήσαι μεν ἄν. Τὰ γὰρ νῦν παρ' ἐκείνων καινοτομούμενα τοῖς μὲν πιστεύουσιν ἀπιστίαν ἐποίει, τοῖς δὲ ἀπιστοῦσιν ὠμότητα. Ικετεύομεν δὲ ἔτι, ἵνα κελεύσῃς τοὺς ἐπισκόπους τοὺς ἐν ἀλλοδαπαῖς διατρίβοντας, οὔ; καὶ τὸ τῆς ἡλικίας ἐπίπονον, καὶ τὸ τῆς πενίας έν δεὶς τρύχει, τὴν εἰς τὰ οἰκεῖα ἀνακομιδὴν ῥᾳδίαν ποιήσασθαι, ἵνα μὴ ἔρημοι τῶν ἐπισκόπων ἀφωρισμένων αἱ ἐκκλησίαι διαμένωσιν. Ἔτι δὲ πρὸς ἅπασι καὶ τοῦτο δεόμεθα, ἵνα μηδὲν ἐλλείπῃ τι τῶν προ υπαρξάντων, μήτε πλεονάζῃ, ἀλλὰ πάντα ἄῤῥηκτα διαμένῃ, ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς τὸν νῦν χρόνον διαφυλαττόμενα· μήτε λοιπὸν ἡμᾶς μοχθεῖν· καὶ τῶν οἰκείων παροικήσεων ἀλλοτρίους ἐπιτρέψειας γενέσθαι· ἀλλ' ἵνα οἱ ἐπίσκοποι νῦν τῷ ἰδίῳ λαῷ μετ' εἰρήνης εἰς εὐωχίας τε καὶ λατρείας
col. 385–386page 189 of 633
PG 146:385σχολὴν ἄγοιεν, ἱκετεύοντες ὑπὲρ τῆς σῆς σωτηρία; καὶ βασιλείας καὶ εἰρήνης, ἣν ἡ θεότης σοι εἰς τὸ διηνεκές χαριεῖται. Οἱ δὲ ἡμέτεροι πρέσβεις τάς τε ὑπογραφὰς, καὶ τὰς τῶν ἐπισκόπων προσηγορίας κομίζουσιν· οἵτινες καὶ ἐξ αὐτῶν τῶν θείων Γραμ μάτων τὴν σὴν ἀναδιδάξουσι θεότητα.» Τοιαῦτα μὲν οἱ ἐν ᾿Αριμίνῳ βασιλεῖ ἔγραφον. ΚΕΦΑΛ. ΜΑ'. Περὶ τῆς πρὸς βασιλέα διαφορᾶς τῶν ἐν Ἀριμήνῳ συνελθόντων ἐπισκόπων· καὶ περὶ τῆς ἐν Νίκῃ τῆς Θράκης γεγενημένης συνόδου δολίω σκοπῷ. Οἱ δὲ περὶ Οὐάλεντα καὶ Οὐρσάκιον προλαβόντες τοὺς πρέσβεις, ἅπαντα κατέλεγον βασιλεῖ· τήν τε γραφὴν ἐπιδεικνύμενοι ἦν ἀνέγνων, καὶ τὴν σύνοδον διέβαλον, ὡς μὴ δεξαμένην τὴν ἔκθεσιν· ἐφ᾿ ἧς για νομένης καὶ αὐτὸς συνεδριάζων παρῆν· καὶ χαλεπαίνων τῇ συνόδῳ ὑπερετίθετο τοὺς πρέσβεις μετεωρίζων, ταλαιπωρουμένους τῇ προσεδρείᾳ, διὰ τιμῆς δὲ ἄγων οὓς ἐκεῖνοι καθεῖλον. Μόλις δ' έγραψε παρ αιτούμενος, ὡς δι' ἀνάγκης ὤν, ἐπὶ πολεμίοις ἰέναι, τοὺς πρέσβεις ἰδεῖν εὐχερῶς οὐκ ἔσχεν· ἐν δὲ τῇ Αδριανοῦ ἐπανιόντα, προσδοκῶν, ἵν' ἔξω τῶν θορύ βων γενόμενος, τά τε τῆς πρεσβείας ἀκούσοι, καὶ τὸ χρεὼν καταπράξηται. Προσετίθει γὰρ, ὡς τὸν περὶ τῶν θείων σκέπτεσθαι μέλλοντα χρῆναι άμικτον τῶν ἄλλων, καὶ εἰλικρινή θορύβων κεκτήσθαι ψυχήν. Πρὸς ἃ ἡ σύνοδος αντεδήλου αὖθις, ὡς οὐδαμῶς ἄλλο παρὰ τὸ δόξαν ἐκείνοις πραχθείη, κἂν εἴ τι καὶ γέ νηται. Καὶ οὐκ ἔγραψε μόνον, ἀλλὰ καὶ οὕτω φάναι καὶ τοῖς πρέσβεσιν ἐπενετείλατο. Ἔτι δὲ προσηντι βόλει ἡμέρως τοὺς πρέσβεις δέξασθαι καὶ μετ᾿ εὐ νοίας ἰδεῖν· μαθεῖν τε ἃ δι' αὐτῶν ἁγράφως ἐμήνυον πρὸς δὲ καὶ ὁ ἔγραφον ἐπιμελῶς ἀναγνῶναι. Καὶ γάρ πως χαλεπὸν εἶναι ἔλεγον ἐπ᾿ αὐτοῦ βασιλεύοντος τοσαύτας ἐκκλησίας ἐν τοσούτῳ χρόνῳ χηρεύειν, ζώντων τῶν ἐπισκόπων καὶ ταῦτα· χρεών δ' εἶναι, εἴ γε καὶ αὐτῷ συνδοκεῖ, πρινὴ ἐπιστῆναι χειμῶνα, ἐπὶ τὰς ἰδίας ἐκκλησίας ἕκαστον ἀναστρέφειν. Το αῦτα καὶ ἄλλα τούτοις παραπλήσια γράψαντες, ὅσα ἦν εἰκὸς ἱκέτας ἱερέας, ὀνόμασι καὶ λόγοις πολὺ τὸ ἐπαγωγὸν ἔχουσιν ἐν κόσμῳ θέμενοι τῇ ἐπιστολῇ, ὀλίγον χρόνον ἐπέμειναν· ὡς δὲ μηδὲν αὐτοῖς ἀντι δήλωσεν, επιμείναντες εἶτα ἐπὶ τοὺς οἰκείους θρό. τους έκαστος διελύοντο. Ὅτι μὲν οὖν καὶ οἱ ἐν Ἀρι μίνῳ συνελθόντες τὴν ἐν Νικαία πίστιν ἐκύρωσα», πρόδηλον· ὅτι δ' ἐς ὕστερον πολλοὶ τῇ προκομισθείση ἐκ Σιρμίου πίστει τοῖς περὶ Οὐρσάκιον καὶ Οὐα λεντα καθυπέγραψαν, καὶ τοῦτο δηλώσομεν. Διττοὶ δὲ περὶ τούτου φέρονται λόγοι· ὁ μὲν γάρ φησινώς βασιλεὺς πρόφασιν σχὼν τὴν τῆς συνόδου διάλυσιν, ὡς μὴ ἐχόντως γεγενημένην, δοῦναι κατ' εξουσίαν τοῖς περὶ Οὐάλεντα, ᾗ αὐτοῖς ἐστι βουλομένοις, τὰς πρὸς ἑσπέραν διοικεῖν ἐκκλησίας, καὶ τὴν ὑπ' αὐτῶν

Chapter XLICaput XLI

col. 387–388page 190 of 633
PG 146:387ἀναγνωσθεῖσαν πίστιν πᾶσιν ἐκδίδοσθαι· καὶ ὅτο μὴ ὑπογράφειν αἱροῦντο ταύτην, τῶν θρόνων ἐλαύνειν, καὶ ἄλλους εἰσάγειν οὓς ἂν ὁμοφρονείν γνοίεν. Τοιαύτης δ' ἐξουσίας επειλημμένους, πάντας προς βίαν ἄγειν τῇ εἰρημένῃ πίστει καθυπογράφειν· καὶ τοὺς μὴ βουλομένους οὕτω ποιεῖν, ὡς τάχος ὠθεῖν. "Ων πρῶτον Λιβέριον, μή πειθόμενον, πρὸς βίαν ἐξήλαυνον. Καὶ οἱ μέν φασι δευτέραν ἐξορίαν ταύτην αὐτῷ γενέσθαι, οἱ δὲ πρώτην· ὅτε καὶ τὰ κατὰ τὴν Φήλικα γέγονεν, ὡς πρὸ βραχέος ειρήκαμεν. Ταῦτα δὲ κατὰ τὴν Ἰταλίαν διαπραξάμενοι οἱ περὶ Οὐά λεντα, τὰ ἴσα καὶ κατὰ τὴν ἕω πράττειν ἐσκόπουν. Καὶ δὴ διὰ Θρᾴκης ιόντες, ἐπεὶ κατά τινα τοῦ ἔθνους πόλιν, ᾗ Νίκη ὄνομα ἦν, παρεγένοντο, σύνοδον ἀθροίσαντες, τὴν ἐν ᾿Αριμίνῳ πίστιν ἐκ Ρωμαϊκῆς εἰς 'Ελλάδα φωνὴν μεταβαλόντες, βεβαιοῦν ἐπειρῶνει καὶ ἐκήρυξαν ὡς ὑπὸ οἰκουμενικῆς συνόδου ἡ ἐν Νίκη πίστις τὸ βέβαιον ἔσχεν ὡς χρεὼν ἐπιψηφι σθεῖσα· ὡς ἄν γε τῷ παραπλησίῳ τῶν ὀνομάτων ἐπιβούλως ἀπατᾷν ἔχωσι τοὺς ἁπλουστέρους· ὥστ' αὐτὴν εἶναι οἴεσθαι τὴν ἐν Νικαίᾳ τῆς Βιθυνία; ἐξενεχθεῖσαν γραφήν. ᾿Αλλὰ τὸ σόφισμα ἐξελέγχετο, καὶ ἐν καταγέλωτι ἦσαν τὰ δρώμενα. Οἱ μὲν οὖν οὕτω φασίν· ἕτερος δὲ λόγος ἔχει, ὡς τῶν ἐν 'Αρι μίνῳ τῇ βραδυτήτι τῆς βασιλικῆς ἀποκρίσεως πις ζομένων, τῷ μὴ ἐᾶσθαι ἀναχωρεῖν, οἱ θατέρᾳ δόξη προσκείμενοι ὑποβάλλουσί τινας εἰσηγουμένου;, μὴ δεῖν εἶναι, μιᾶς λέξεως ἀντεχομένους τοῦ τῆς οὐσίας ὀνόματος, δι' αὐτῆς στασιάζειν τοὺς ἀπανταχού ιερέας· ἔνεστι γὰρ ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν λέ γειν, καὶ τὴν οἰκουμενικὴν διαλύειν ἔριν· μηδὲ γὰρ ἂν τοὺς ἀνὰ τὴν ἑω ἱερεῖς ἡρεμεῖν, μὴ τοῦ τῆς οὐσίας περιαιρομένου ὀνόματος. Οὕτω δὲ κομψῶς ἐπιχει μένων τῶν σπουδαστών, μόλις πεῖσαι σὴν σύνοδον καὶ ὑπογράφειν αἱρεῖσθαι, ἣν οἱ περὶ Οὐρσάκιον καὶ Ουάλεντα εγραψιν ἔκθεσιν. Εν δέει δὲ γεγονότες μήπως οἱ πρέσβεις δήλην καταστήσωσι βασιλεῖ τῶν Εσπερίων ἱερέων τὴν ἐξ ἀρχῆς ἔνστασιν, καὶ τὸ αἴτιον τῆς τοῦ ὁμοουσίου ἀναιρέσεως ἐπισχεῖν τοὺς πρέσβεις κατὰ τὴν εἰρημένην πόλιν τῆς Θράκης Νίκην, βου λὴν ἔθεντο, πρόφασιν εἰπόντας τὸ τοῦ χειμώνος τραχύ, καὶ τὸ μὴ πρὸς ὁδοιπορίαν πρόχειρον τοῖ; υποζυγίοις· καὶ ἐν τῷ μεταξὺ τῆς βραδυτήτο;, βουλεύσασθαι τὴν ἐκτεθεῖσαν πίστιν ἐκείνοις ἐκ Ρω τοῦ ὁμοουσίου, μαϊκῆς εἰς Ελληνίδα φράσιν μεταβαλεῖν, καὶ τοῖ; ἀνὰ τὴν ἕω διαπέμπεσθαι ἱερεῦσιν· ἐκεῖναι γάρ οὕτως τὸ σπουδαζόμενον κατορθοῦν, κατὰ βούλησιν συγκειμένων ἐκείνων. Τὴν δὲ ῥᾳδιουργίαν μὴ κατά φωρον εἶναι διὰ τῶν ἐλεγχόντων, ὡς ἄκοντες οἱ ἐν Ἀριμήνῳ τῆς λέξεως τοῦ ὁμοουσίου ἀπέστησαν· δια δὲ τοὺς κατὰ τὴν ἕω ἐπισκόπους σκηπτόμενοι, ὡς παντάπασιν ἀποσειομένους τὸ ὄνομα· ὅπερ ταξ ἀληθείαις ψευδὲς ἦν. Σχεδὸν γὰρ ἅπαντες καὶ κατ' εὐσίαν ὅμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν ἐδόξαζον. Η διαφορὰ δὲ ἦν μόνον, ὅτιπερ οἱ μὲν ὁμοούσιον, οἱ δὲ ὁμοιοούσιον ὠνομάζοντο τὸν Υἱόν. ὁμοουσίου,
col. 389–390page 191 of 633
PG 146:389ὁμοούσιον, ὁμοιούσιον, ΚΕΦΑΛ. ΜΒ. Όσα κακὰ οἱ 'Αρειανοὶ τοῖς τὸ ὁμοούσιον σεῖο μένοις ἐπῆγον· καὶ περὶ τῆς Μακεδονίου ὠμό τητες· καὶ ὅσα καὶ Ναυατιανοῖς διὰ τὸ ὁμοού στον ἐπισυνέβη κακά· καὶ ὡς Μακεδόνιος, με ταθέμενος τὴν τῶν λειψάνων θίβην Κωνσταντίνου, στάσιν τῷ δήμῳ ἐποίησε· δι' οὗ χαλεπαίνοντος ἐπειρᾶτο τοῦ Κωνσταντίου.. Περὶ μὲν οὖν τὰ ἑσπέρια μέρη τοιαῦτα ἐπράττετο περὶ δὲ τὴν ἕω τούτων γινομένων, πρινὴ τὴν ἐν Σελευκεία σύνοδον συνελθεῖν, οὐκ ἐλάττους ἐγίνοντο ταραχαί. Οἱ γὰρ τοῦ Ἀρειανείου προϊστάμενοι δόγματος, πολύ τι θράσος ἐκ τῆς βασιλικῆς ῥοπῆς προσλαμβάνοντες, ἀκάθεκτοί τε ἦσαν, καὶ καινοτέροις ἀεὶ πράγμασιν ἐπεχείρουν. Αμέλει τοι καὶ οἱ ἀμφὶ τὸν Καισαρείας Ακάκιον, καὶ τὸν Σκυθοπολίτην Πατρόφιλον, Μάξιμον παυσάμενοι ἱερᾶσθαι, Κυρίλλῳ τὴν τῶν Ἱεροσολύμων Ἐκκλησίαν ἐπέ τρεψαν. Μακεδόνιος δὲ τὰς περὶ τὴν Κωνσταντίνου ἐπαρχίας καὶ πόλεις ἀνατρέπων ἑτάραττεν, ἐπισκόπους αὐταῖς προβαλλόμενος, οὓς ᾔδει πρὸς ὑπουργίαν τοῦ σφετέρου σκοποῦ δεξιούς. Ελευσίῳ μὲν οὖν τὴν Κύζικον ενεχείριζε, λαμπρῶς ἐν τοῖς βασι λείοις πάλαι στρατευσαμένῳ· Μαραθώνιον δὲ τῆς Νικομηδέων πόλεως ἀρχιερέα εδείκνυ, ὃν τῆς κατ' αὐτὸν Ἐκκλησίας διάκονον ὄντα, σπουδαῖον εἶναι λόγος έχει, πτωχεία συνιστάν, καὶ ἀνδρῶν καὶ γυα ναικῶν φροντιστήρια· καὶ τὸν μὲν βίον ἀγαθὼ καὶ ἄμφω γενέσθαι· κακῶς δὲ διαθέσθαι τοὺς ὁμοούσιον δοξάζοντας τῷ Πατρὶ τὸν Υἱὸν καὶ μάλιστα δεξιαί πλὴν οὐχ ὥσπερ ὁ Μακεδόνιος· οὗτος γὰρ οὐ μόνον ἀπηνῶς ἐδίωκε τοὺς ἐκτρεπομένους αὐτῷ κοινωνεῖν, ἀλλὰ καὶ εἱρκταῖς περιέκλειε, καὶ ἄκοντας ἐβιάζετο, καὶ πολλοὺς τῶν ἐν εὐλαβείᾳ ᾐκίζετο, καὶ ξύλῳ τὰ στήματα διαιρῶν, ἀκόντων τὰ μυστήρια ενετίθει. Πολλή δέ τις κόλασις αὕτη ἐδόκει, καὶ τῶν ἄλλων τιμωριῶν ὑπερφέρουσα. Ωσαύτως δὲ καὶ γυναῖκα; συναρπάζων καὶ παῖδας, καὶ ταῦτα μήπω μυηθέντας, μυσταγωγεῖν ἐβιάζετο. Εἰ δέ τις παρητείτο, ἢ καὶ ἀντέλεγε, πληγὰς ἦν ἐκεῖ καὶ μάστιγας ἐπακολουθούσας ὁρᾷ, δεσμά τε καὶ δεσμωτήρια, καὶ ὅσα τούτοις ἀκόλουθα. ᾿Αρκέσει δὲ πάντως ἑνὸς ἢ δυεῖν μνησθέντα, δεῖξαι, ὅσον ὠμότητος τῷ Μακεδονίῳ προσῆν, καὶ τοῖς κατ' ἐκεῖνον συνηκμακύσι τὸ ἀπὸ ηνὲς καὶ ἀπάνθρωπον. Καὶ γάρ τινων γυναικών, α τὴν αὐτοῦ ἐξετρέποντο κοινωνίαν, τοὺς μαστούς θ ταις καὶ κίσταις ἐναποκλείων ἀπέπριεν. Εἰσὶ δὲ, ὧν τὰ αὐτὰ, ποτὲ μὲν ὠοῖς εἰς ἄκρον ἐκπυρωθεῖσι, ποτὲ δὲ καὶ σιδήρῳ πεπυρακτωμένῳ κατέκαιον. Αήθης τε ἦν αὕτη καὶ ξενίζουσα τιμωρία ὑπὸ τῶν Χριστὸν ὁμολογούντων ἐφευρεθεῖσα, ἐπέκεινα τῶν, ὧν οἱ ἐξ Ελλήνων τύραννοι πάλαι φιλοτίμως ἐξεῦρον. Ναί μὴν καὶ πολλὰς τῶν ἐκκλησιῶν εἰς ἔδαφος ἔῤῥιπτε, βασιλέω; γράμματα προϊσχόμενος, & προσέταττον τοὺς εὐκτηρίους οἴκους τῶν τὸ ὁμοούσιον κηρυττόν των εὐθὺς ἀνατρέπεσθαι. Ἐξ ἧς αἰτίας καὶ τὴν τῶν Ναυατιανῶν ἐν τῇ Πελαργοῦ ἐκκλησίαν· ἡράφισεν, ὁμοούσιον,

Chapter XLIICaput XLII

col. 391–392page 192 of 633
PG 146:391τὸ ὁμοούσιον, &τ᾽ εἰδὼς κἀκείνους τῷ ὁμοουσίῳ στοιχούντας· δε τοῦ Πελαργού, τῷ ὁμοουσίῳ, Συχαί, 'Αναστασίαν τὸ ὁμοούσιον, Ανάστασις εἰ ἀναστασία δὴ λόγος ἔχει γενναία αὐτοὺς ἔργα χειρός διαπράξασθαι, τάχα συναιρομένων οἷάπερ ὁμόφροσι καὶ τῶν ἀπὸ τῆς ὁμοουσίου δόξης. Δυομένης γὰρ ἐκεί νης δι' ὧν ἐπετρέπετο, πανδημεί συναθροισθέντες ἐκεῖνοι, καὶ γυναῖκες καὶ παῖδες, τὸ προσῆκον ἔκα στις μετακομιζόμενοι, ὑπερφυῶς ἐπόνουν· καὶ ἀκαριαίως εἰς τὸν ἀντιπέραν τόπον τῆς πόλεως, ᾧ Συ καὶ ὄνομα, ἀθρόον ἕτερον οἶκον ἀνίστων· καὶ ᾿Αναστασίαν τὸν οἶκον ὠνόμασαν, ἐκ τοῦ συμβάντος τὸ όνομα περιθέμενοι· ὃν αὖθις Ἰουλιανοῦ ἄρξαντο; καὶ ἐπιτρέψαντος, εἰς τὸν πρότερον μετήγαγον τό πον, τὰς ύλας μετακομίσαντες ἐκ συχῶν, ἀπείρῳ τάχει καὶ ἄμφω διαπραξάμενοι. Τούτων δὲ ὑπὸ Μα κεδονίου γινομένων, μικροῦ οἵ τε Ναυατιανοὶ καὶ οἱ τῆς καθόλου Ἐκκλησίας τῷ ὁμοφυσίῳ στοιχούντες ἡνώθησαν, ἴσην δόξαν ἔχοντες, επίσης τε ἐλαυνόμενοι· καὶ πρὸς ἀλλήλους ἐσπένδοντο, συνήρχοντο τε καὶ εὐχῆς καὶ τῶν λοιπῶν ἐκοινώνουν. Οὐδεὶς γὰρ οἶκος τοῖς ἀπὸ τῆς καθόλου Ἐκκλησίας ἐλείπετο, τοῖς 'Αρειανοῖς πάντων κατεχομένων. Τῷ δὲ συνεχεί τῆς ὁμιλίας καὶ τῷ τοῦ πάθους ταυτῷ κενὸν εἶναι οἰόμενοι ἀλλήλων διίστασθαι, πρὸς τὸ κοινωνεῖν ἀλο λήλοις ἦσαν. Καί γε ἂν ἐπεραίνετο, εἰ μὴ τὸ τοῦ πλήθους πρόθυμον βραχύ τι βασκανίας ἐμπεσὸν ἐπ έσχε, τὸ ἐκ παλαιοῦ ἔθος χρῆναι καὶ αὖθις κρατεῖν πολλῶν λεγόντων, καὶ τὴν μὴ ἐντελῆ κοινωνίαν έχε τρέπεσθαι. Τὰ ἴσα δὲ καὶ Ἐλεύσιος ἀνὰ τὴν Κύζικον τοῖς Ναυατιανοῖς ἐποίει. Τὴν γὰρ ἐκεῖσε ἐκκλησίαν αὐτῶν ἄρδην καθεῖλεν. Επίσης δὲ καὶ οἱ κατὰ τὸ Μαντίνειον οἰκοῦντες ἔπασχον, καὶ ἄλλοι Ναυατιανοὶ Παφλαγόνες· οὓς ἐξελαύνειν μὴ οἷοί τε ὄντες οἱ τῆς ἐκκλησίας Μακεδονίου, ἐδέοντο βασιλέως συν αίρεσθαι. 'Ο δὲ τετρακισχιλίους ξιφήρεις στρατιώτας πέμπων, τῷ ἀήθει τῶν ὅπλων ᾤετο ὑπὸ χεῖρα σχεῖν. Τὸ δὲ ἄλλως ἀπέβαινε. Τὰ γὰρ ἐκεῖσε πλήθη, δρέπανα καὶ κορύνας καὶ ἄλλο εἴ τι ἔτυχεν ἁρπάσαν τε;, ἕκαστος συμβάλλουσι τοῖς στρατιώταις. Καὶ μάχης εκατέρωθεν συρραγείσης, πολλοὶ μὲν καὶ τῶν Παφλαγόνων, τῶν δὲ στρατιωτῶν σχεδόν όλοι πίπτουσι. Κἀντεῦθεν ὑπὸ μέμψιν ἦν Μακεδόνιος τοῖς πολλοῖς τῶν ἐπιτηδείων. Αφῄρει δὲ καὶ βασι λεὺς τὸ τῆς εὐνοίας θερμόν, καὶ τὰ πρὸς αὐτὸν οὐκ ἐῤῥωμένως διέκειτο, ἅτε δὴ τοσούτων φόνων αἴτιον γεγονότα. Συμβάν δὲ καὶ τοῦτο μείζονα τὴν κατ' αὐτοῦ ἀπέχθειαν ήγειρε βασιλεῖ· τοῦ γὰρ οἴκου ἐν ᾧ ἡ λάρναξ καὶ τὸ σῶμα ἔκειτο Κωνσταντίνου, πτώ σιν ἀπειλοῦντο;, καὶ δέους οὐκ ἐλαχίστου τοῖς ἐκεῖσε δὴ παρεδρεύουσιν ἐπηρτημένου, Μακεδόνιος τὰ τοῦ βασιλέως ὀστᾶ ἀλλαχοῦ μεταφέρειν ἐσπούδαζε. Τι δὲ πλῆθος, μαθόντες, στασιάζοντες ἦσαν, μὴ χρῆνα λέγοντες βασιλέα μέγαν οὕτω μετακομίζειν· μηδέν γὰρ διαφέρειν τοῦ ἀνορύττειν. Οἷς δὴ μάλιστα σύμ Τέσσαρας ἀριθμούς, Τέσσαρα τάγματα, Τετραρίθμους στρατιώτας,
col. 393–394page 193 of 633
PG 146:393φωνοι ἦταν καὶ οἱ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου πρεσβεύοντες, υδριν τοῦ βασιλέως τὴν μετακομιδήν οἰόμενοι, άλλως τε καὶ διὰ σπουδῆς ποιούμενοι Μακεδονίῳ ἐναντιοῦσθαι. Ο δ' ἥκιστα φροντίσας τῶν εἰ ρημένων, μετάγει τὸ σῶμα περὶ τὸν ναόν· ὅπου δὴ καὶ ὁ νεκρὸς 'Ακακίου κεῖται τοῦ μάρτυρος· οὗ για νομένου, τῶν διαφερομένων πολλή τι; γίνεται συν δρομή· ὧν οἱ μὲν δι' ἐπαίνου, οἱ δ᾽ ἐν μέμψει πριού μενοι τὸ πραχθέν, τὸ μὲν πρῶτον ἠμύνοντο· ἔπειτα κατ' ἀλλήλων τραπέντες, ἐς τοσοῦτον ἀτοπίας ἐγέ νοντο, ὡς αὐτόν τε τὸν οἶκον, καὶ τὸν πέριξ τόπου, αἱμάτων καὶ φόνων ἔμπλεων δείξαι. Βασιλεὺς δ᾽ ἔτι πρὸς ἑσπέραν διάγων, ἐπεὶ τὰ κατὰ τὴν πατρικὴν θίσην συμβάντα διέγνω, χαλεπῶς ἔφερεν· ἐμήνυξ τε Μακεδονίῳ, ὡς ὑβρισμένου αὐτῷ τοῦ πατρὸ;, ἅτε παρὰ γνώμην ἐκείνου μεταθείναι τολμήσαντι· καὶ ὡς αἴτιον ἡγούμενος τῆς τοῦ πλήθους φθορᾶς. Καὶ Τῆτα τῶν ἑσπερίων ἀπάρας, εἰς τὴν Εω διέβαινεν. Ἰουλιανὸν δὲ τὸν ἀνεψιόν Καίσαρα τηνικαῦτα χειροτονήσας ἐπὶ φυλακῇ τῶν πρὸς δύσιν ἀρχομένων με ρῶν, εἰς Γαλάτας ἔπεμπεν. ΚΕΦΑΛ. ΜΓ. Περὶ τῆς ἐν Σελευκεία συνόδου· καὶ περὶ τῆς ἄλλης ἐκθέσεως τῆς πίστεως ἣν Ακάκιος ὑπηγόρευσεν. Αλλ' ὅπως μὲν Μακεδόνιος τοῦ θρόνου ἀπεσφαιρίσθη, πολλῶν κακῶν βραχείαν δεδωκώς δίκην, μια κρὸν ὕστερον λέξω· ἐπὶ δὲ τὴν ἐν Σελευκείᾳ μετα βήσομαι σύνοδον, ἣν Κωνστάντιος διὰ τὸ τῆς ὁδοῦ δυσχερὲς ἀντίμιμον τῇ ἐν Ἀριμήνῳ κατὰ τὴν Εω γενέσθαι προσέταττε. Καὶ δὴ κατὰ τὴν τῆς Ἰσαν ρίας Σελεύκειαν συνῆλθον ἑκατὸν καὶ ἑξήκοντα ὄντες ἐπίσκοποι. Συνῆν δὲ τούτοις καὶ Λεωνᾶς τῶν ἐκ βασιλέως ἐπισήμως πάλαι στρατευσαμένων· ἐφ' οὗ τὰ τῆς πίστεως ἐξετασθῆναι γράμμασιν ἐκέλευε μαζ σιλεύς· πρὸς τούτῳ δὲ καὶ Λαυρίκιος τοῦ ἔθνους τὴν στρατηγίαν ἐγκεχειρισμένος, εἴ τι δέοι αὐτῷ τε και τοῖς ἐπισκόποις ὑπουργεῖν ἐκ βασιλέως πρόσταγμα ἔχων. Ἐπεὶ δὲ εἰς ἐν συνῆλθον, ὀξυγράφων παρόν των καὶ σημειουμένων τὰ παρεμπίπτοντα, ἐν μὲν δὴ τῷ πρώτῳ συλλόγῳ πολλοί τε ἀπελιμπάνοντο· ὅ τε Κωνσταντινουπόλεως Μακεδόνιος, Βασίλειός τε ὁ Αγκύρας, καὶ ὁ Σκυθοπολίτης Πατρόφιλος. Ο μὲν γὰρ νοσεῖν, ὁ δ᾽ ὀφθαλμιᾷν, ὁ δ᾽ ἄλλος ἄλλο τι πρού. βάλλοντο. Παρητοῦντο δὲ ταῖς ἀληθείαις τὸν σύλλογον, ἅτε δεδιότες τῶν κατηγόρων τὰ στόματα. Επει δὲ διὰ τὸ ἀπεῖναι τούτους, ἡ σύνοδος τὴν τῶν ἀμφι θόλων παρητεῖτο ἐξέτασιν, Λεωνᾶς ἐκέλευε καὶ οὕτω τὰ ἑκάστῳ δοκοῦντα εἰς ζήτησιν ἄγειν. Οἱ μὲν οὖν πρότερον τὸ δόγμα λέγειν, οἱ δ' ἐξετάζειν τοὺς βίους τῶν ἐν ἐγκλήμασιν ὄντων ἐν αὐτοῖς εἰσηγοῦντο· τοῦτο δὲ διὰ Κύριλλον τὸν Ἱεροσολύμων, καὶ Εὐστάθιον

Chapter XLIIICaput XLIII

col. 395–396page 194 of 633
PG 146:395ἐδίδου αὐτοῖς τὰ βασιλέως γράμματα, νῦν μὲν τὴν πίστιν πρότερον, νῦν δὲ τοὺς βίους ἐξετάζειν ἐγκε λενόμενα. Κάντεῦθεν εἰς ἔριδας λόγων ιόντες, προς ἀλλήλους κακῶς εἶχον, καὶ ἐκ φιλονεικίας εἰς δύο μέρη διῄρηντα· ὧν τοῦ μὲν ἑνὸς Ἀκάκιος ἡγεῖτο, τῆς ἐν Παλαιστίνη Καισαρείας ἐπίσκοπος, Γεώργιο, Αλεξανδρείας, Τύρου Ουράνιος, Εὐδόξιος Αντιοχείας, ἔχοντες μεθ' ἑαυτῶν καὶ ἄλλους δύο πρὸς τοῖς τριά κοντα· θατέρας δὲ μερίδος ἐξῆρχε Γεώργιος Λαοδικείας τῆς Συρίας, Σωφρόνιος Πομπηΐουπόλεως τῆς ἐν Παφλαγονίᾳ, καὶ Ἐλεύσιος ὁ Κυζίκου· οἷς καὶ τὸ λοιπὸν εἶπετο τῆς συνόδου πλήρωμα. Ἐκράτει δ' οὖν ὅμως τὸ περὶ πίστεως ἐξετάζειν πρότερον. Ἐπεὶ δὲ εἰς τοῦτο κατέστησαν, τοῖς μὲν περὶ ᾿Ακάκιον ἀθε τὸν Σεβαστείας προήγον, καὶ ἄλλους. Πρόφασιν δ' τεῖσθαι δεῖν ἐδόκει τὴν ἐν Νικαίᾳ πίστεως ἔκθεσιν τοῦ ὁμοουσίου ἄλλην δέ τινα καινοτέραν υπαγορεύειν ύπεση μαίνοντα οἱ δὲ τῆς ἑτέρας φάλαγγος, οι δὴ καὶ τῷ ἀριθμῷ ἐπλεόναζον, ἐκείνην μὲν πᾶσαν στέργειν καὶ ἀποδ χῆ; ἀξιοῦν ἔλεγον· μόνην δὲ τὴν τοῦ ὁμοουσίου ἀπ εσείοντο λέξιν. Καὶ ἄχρις ἑσπέρας ἡ περὶ ταῦτα φιλονεικία έχώρει, ἕως Σιλβανὸς τῆς Ταρσοῦ προεστώς Ἐκκλησίας, μέγα ἀνακραγών, μὴ δεῖν ἑτέραν αὖθις πίστεως ὑπαγορεύειν γραφήν ἔλεγεν. Αρκεῖν γὰρ ἐκείνην ἢ ἐν Ἀντιοχεία πρότερον διηκρίβωται, καὶ χρῆναι ταύτῃ ἐμμένειν. Εφ᾽ ᾧ χαλεπήναντες οἱ περὶ Ακάκιον, τοῦ συλλόγου ἐξῆλθον. Οἱ δ' ἐναπολειφθέντες τότε μὲν τὴν εἰρημένην ἐν Ἀντιοχείᾳ έκθεση τῷ συνεδρίῳ ἀνέγνωσαν, καὶ ὁ σύλλογος διελύετο τῇ δ' ἐπιούσῃ, εἰς τὸν τῆς θεσπεσίας Θέκλης εἰσιόντες νεών, καὶ τὰς θύρας ἀποκλεισάμενοι, ἐπεψηφίζοντο τὰ ἀνεγνωσμένα, καὶ ἐκύρουν καθ' ἑαυτοὺς ταῖς ὑπ γραφαῖς. Καί τινες δὲ τόπον ἑτέρων ἐπέχοντες ἀνα γνῶσταί τε καὶ διάκονοι, ὑπὲρ τῶν πεμψάντων ὑπο έγραφον. Ακάκιος δὲ ἐν μέμψει τὸ πραχθὲν ἐποιεῖτο, Τὰ ἐν ἀποκρύφῳ, λέγων, γινόμενα, πόῤῥω μέν είτε τοῦ καλοῦ· κακῆς δ' ὑποψίας οὐδὲν ἐλλείπει. Σπου δάζων δ' ἑτέραν πίστιν εἰσάγειν, ἣν, ὡς ἐκείνῳ δεῖν ἐδόκει, καὶ διαθέμενος, ἰδίᾳ τοῖς ἄρχουσιν ἀνεγίνωσκε, Λεωνᾷ τε καὶ Λαυρικίῳ· καὶ κρατεῖν ἐκείνην μάλιστα επειγε. Τοῦτο μὲν καὶ τῆς δευτέρα; συν ελεύσεως τὸ ἔργον· κατὰ δὲ τὴν τρίτην ἡμέραν παρ ἦσαν ἤδη καὶ οἱ ἀπολειφθέντες, Μακεδόνιος ὁ τῆς Κωνσταντίνου, καὶ Βασίλειος ὁ ᾿Αγκύρας. Οἱ δ ἀμ φ! Ακάκιον τοῦ συλλόγου κοινωνεῖν παρῃτοῦντο, εἰ μὴ οἱ ὑπ' αὐτῶν καθαιρεθέντες, καὶ ἤδη καταγορη θέντες, τοῦ συνεδρίου ἐξελαθῶσι. Πολλῆς δ' ἔριδος ἀναφθείσης ἐντεῦθεν, εκράτει μᾶλλον ἐξάγεσθαι καὶ ἐξήγοντο. Παρεχώρουν γὰρ ἐκεῖνοι, οἰὐμενο Ακάκιον πλάττεσθαι πρόφασιν διαλύειν τὴν σύνο δον, ὡς καὶ τὴν 'Αετίου αἵρεσιν τὴν παροῦσαν ἐξέ ταξιν διαφυγεῖν, καὶ αὐτούς τ' ἐκείνους τὰς ὧν κατα ηγόρηντο δίκας. Ως δ' οἱ περὶ Ἀκάκιον εἰσῆλθον, ἀπιόντων ἐκείνων, Λεωνᾶς βιβλίον ἐπιδεικνυς, αὐτῷ οἱ δοθῆναι ἐκ τῶν περὶ ᾿Ακάκιον ἔλεγε, μὴ πίστεως ἔκδοσιν εἶναι εἰπών· καὶ κρύφα γὰρ καὶ φανερώς τοῖς παροῦσιν ἐμάχετο. Καὶ δῆτα ἐν ἡσύχῳ καθημέν νων ἐκείνων, μὴ πίστεως οἰομένων εἶναι τὴν ἔκδι σιν, τηνικαῦτα ἐφανεροῦτο ἡ τῆς ᾿Ακακίου πίστεω;
col. 397–398page 195 of 633
PG 146:397Εκδοσις, μετά προοιμίου τοῦτον περιέχουσα τον τρό που· «Ἡμεῖς συνελθόντες ἐν Σελευκείᾳ τῆς Ἰσαν ρίας, κατὰ τὸ βασιλικόν βούλημα, τῇ χθὲς ἡμέρα, Στις ἦν πρὸ πέντε Καλενδῶν Ὀκτωβρίων, πᾶσαν σπουδὴν ἐθέμεθα μετὰ πάσης εὐταξίας τὴν εἰρήνην τῇ Ἐκκλησίᾳ φυλάξαι, καὶ περὶ τῆς πίστεως εὐσταθῶς διαλαβεῖν, ὡς προσέταξεν ὁ θεοφιλέστατος βα σιλεὺς ἡμῶν Κωνστάντιος, κατὰ τὰς προφητικές και εὐαγγελικὰς φωνὰς, καὶ μηδὲν παρὰ τὰς Γραφές ἐπεισενέγκαι τῇ ἐκκλησιαστικῇ πίστει. Ἐπεὶ δέ τι νες ἐν τῇ συνόδῳ τοὺς μὲν ἡμῶν ὕβρισαν, τοὺς δὲ ἐπεστόμισαν, οὐ συγχωροῦντες λαλεῖν, τοὺς δὲ ἀπέκλεισαν ἄκοντας, τοὺς δὲ καθῃρημένους ἐκ διαφόρων επαρχιῶν εἶχον μεθ᾿ ἑαυτοὺς, καὶ παρὰ κανόνα καταστάντας ἦγον μεθ᾿ ἑαυτῶν, ὡς παντα γύθεν θορύβου γενέσθαι πλήρη τὴν σύνοδον· καθὼς καὶ ὁ λαμπρότατος κόμης Λεωνᾶς, καὶ ὁ λαμπρότατος ἡγούμενος τῆς ἐπαρχίας Λαυρίκιος αυτοψία ταρέλαβε· τούτου ἕνεκεν διαλαλοῦμεν ταῦτα, ὡς οὐ φεύγομεν τὴν ἐκτεθεῖσαν αὐθεντικὴν πίστιν ἐν τοῖς ἐγκαινίοις τοῖς κατὰ τὴν Αντιόχειαν, προ κομίζοντες αὐτὴν, εἰ καὶ τὰ μάλιστα οἱ πατέ ρες ἡμῶν κατ' ἐκεῖνο τοῦ καιροῦ πρὸς τὸ ὑπ' κείμενον τῆς ζητήσεως συνέδραμον. Ἐπεὶ δὲ πολ λοὺς ἐθορύβησε τὸ ὁμοούσιον καὶ τὸ ὁμοιοούσιον ἐν τοῖς παροῦσι χρόνοις καὶ μέχρι νῦν, ἀλλὰ καὶ ἀρτίως λέγεται καινοτομεῖσθαι ὑπό τινων τὸ ἄνομοιον Υἱοῦ πρὸς τὸν Πατέρα· τούτου χάριν τὸ μὲν ὁμοούσιον καὶ τὸ ὁμοιοούσιον ἐκβάλλομεν ὡς ἀλλότρια τῶν Γραφῶν· τὸ δὲ ἀνόμοιον ἀναθεματίζομεν· καὶ πάντας ὅσοι τοιοῦτοι τυγχάνουσιν, ἀλλοτρίους ἡγούμεθα τῆς Ἐκκλησίας. Τὸ δὲ ὅμοιον τοῦ Υἱοῦ πρὸς Πατέρα σαφῶς ὁμολογοῦμεν, κατά τὴν ᾿Απόστολον λέγοντα περὶ τοῦ Υἱοῦ, Ος ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Ομολογοῦμεν δὲ καὶ πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν καὶ ἀοράτων. Πιστεύομεν δὲ καὶ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ· τὸν ἐξ αὐτοῦ γεννηθέντα ἀπαθῶς πρὸ πάντων τῶν αἰώνων· Θεόν Λόγον ἐκ Θεοῦ μονογενῆ· φῶς, ζωὴν, ἀλήθειαν, σοφίαν· δι' οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα. Τοῦτον πιο στεύομεν ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας σάρκα ἀνειληφέναι ἐκ τῆς ἁγίας Παρ θένου Μαρίας, καὶ ἐνανθρωπήσαντα· παθόντα ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· καὶ ἀναστάντα καὶ ἀναλης φθέντα εἰς οὐρανούς, καθέζεσθαι ἐν δεξιᾷ τοῦ Πα τρός· καὶ πάλιν ἐρχόμενον ἐν δόξῃ κρῖναι ζῶντας καί νεκρούς. Πιστεύομεν δὲ καὶ εἰς τὸ ἅγιον Πνεῦμα, δ καὶ Παράκλητον ὠνόμασεν ὁ Σωτὴρ, ὁ Κύριος ἡμῶν, ἐπαγγειλάμενος μετὰ τὸ ἀπελθεῖν αὐτὸν πέμψαι τοῦτο τοῖς μαθηταῖς· ὃ καὶ ἀπέστειλε δι᾿ οὗ καὶ ἁγιάζει τοὺς ἐν τῇ Ἐκκλησίᾳ πιστεύοντας, καὶ βα πτιζομένους ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Τοὺς δὲ παρὰ ταύτην τὴν τὸ ὁμοούσιον τὸ ἐμοιούσιον τὸ ὁμοούσιον, τὸ ὁμοιούσιον, ἀνόμοιον
col. 399–400page 196 of 633
PG 146:399πίστιν ἄλλο τι κηρύσσοντας ἀλλοτρίους εἶναι τῆς τὸ ὁμοούσιον, καθολικῆς Ἐκκλησίας. • Η μὲν οὖν ᾿Ακακίου ἔκ δοσις αὕτη· ἣν σὺν αὐτῷ καὶ οἱ περὶ αὐτὸν δύο προς τοῖς τριάκοντα καθυπέγραψαν· πρὸς ἦν Σωφρόνιος ὁ Παφλαγὼν τὴν Πομπηΐου ἐπιτροπεύων, διαρρήδην αὐταῖς λέξεσιν οὕτως εἰπεῖν λέγεται· Εἰ τὸ ἰδίαν ἑκάστης ἡμέρας ἐκτίθεσθαι βούλησιν πίστεως ἐστιν Έκθεσις, ἐπιλείψει ἡμᾶς ἡ τῆς ἀληθείας ἀκρίβεια. Ὁ μὲν οὖν Παφλαγών Σωφρόνιος ταῦτα τηνικάδε ἐβόησεν· ἐγὼ δέ φημι ὡς εἴ γε οἱ πρὸ αὐτῶν καὶ αἱ μετ' ἐκείνους τοιάδε περὶ τῆς ἐν Νικαίᾳ πίστεως καὶ διενοοῦντο καὶ ἔπραττον, ἀκίβδηλον ἂν τὸ τῆς Εκκλησίας δόγμα διατετήρητο, καὶ πᾶσα ἐρεσχελία ἦν ἂν τῶν θείων περιβόλων μακράν. Καὶ τότε μὲν τὸν σύλλογον ἔλυον, πλεῖστα πρὸς ἀλλήλους περὶ τῶν κατηγορουμένων εἰπόντες τε καὶ ἀκούσαντες· τῇ δὲ τετάρτῃ συνελεύσει πολλὴ ἀδολεσχία φαίνετο. Ο δ' Ἀκάκιος ισχυρίζετο μηδὲν εἶναι τὸ ἐμποδὼν ἑτέραν πίστιν εἰσάγειν, ἐπεὶ καθάπαξ ἡ ἐν Νικαία πίστις μετεποιήθη· καὶ οὐχ ἅπαξ, ἀλλὰ δὴ καὶ πολλάκις. Πρὸς δὲ ταῦτα Ελεύσιος ὁ Κυζίκου, Η νῦν, φησί, σύνοδος ήθροίσθη, οὐχ ἵνα γνῷ ἃ μὴ ἔσχε μαθοῦσα πρότερον, οὐδ᾽ ἵνα δοκιμωτέραν πίστιν ἐξεύρῃ, παρ᾽ ἣν ἐν Ἀντιοχεία παρὰ τῶν Πατέρων εἰλήφει· τοῖς γὰρ ἐκείνων ὅροις στοιχούσα, οὐκ ἂν, εἴ τι καὶ γένηται, ταύτης αποσταίη ποτέ. Πρὸς ἦν ἐγὼ ἀπαντῶν, Πῶς, ὦ κάκιστ' Ἐλεύσιε, φαίην ἂν, Πατέρας τοὺς ἐν Ἀντιοχείς καλεῖς; Πολλῷ γὰρ κρεῖττον ἐκείνους μᾶλλον καλεῖν σε Πα τέρας οι, ἐν Νικαίᾳ συνδραμόντες, ὁμοφώνως τὸ δὲ μοούσιον ἀνεκήρυξαν· ὅτι γε καὶ τοῖς χρόνοις ὑπερτεροῦσιν, καὶ οἷς οἱ ἐν Ἀντιοχείᾳ ἐλθόντες ὑπ' ἐκείνων ἔσχον τὸ ἱερᾶσθαι. Εἰ δ' ἐκεῖνοι τους ἑαυτῶν Πατέρας ἠθέτησαν, πατραλοίαι μᾶλλον, καὶ οὐ Πατέρες, κληθεῖεν ἄν. Καὶ πῶς ἄν τις ἔποιτο τοῖς τοιούτοις; Εἰ δ᾽ ἀδόκιμος ἐκείνων ἡ πίστις, οὐδὲ ἡ χειροτονία πάντως ἐν ἀμφιλέκτοις. Εἰ γὰρ πρὸ ἐκείνων τὸ ἅγιον Πνεῦμα οὐκ εἶχον, δ μάλιστα τη ἐπιθέσει ἔρχεται τῶν χειρῶν, οὐδ᾽ οὗτοι πάντως ἐν ἱερεῦσι. Πῶς γὰρ ἂν καὶ λαβεῖν εἶχον παρὰ τῶν μὴ καθάπαξ λαβόντων; Ταῦτα μὲν ἄν τις πρὸς Ἑλεύ στον ἀντιστὰς εἴποι· τῆς δὲ διαλέξεως γινομένης, εἰς ζήτησιν ἑτέραν καθίσταντο· καὶ ἐπεὶ τῇ ἐκδόσει ὅμοιον ἔφησαν τῷ Πατρὶ τὸν Υἱόν, διεπυνθάνοντο τῶν περὶ ᾿Ακάκιον, κατὰ τί ἔμοιον τῷ Πατρὶ τὸν Υἱὸν ὁμολογοῦσι. Τῶν δὲ κατὰ βούλησιν μόνον, οὐ μὴν δὲ καὶ κατὰ τὴν οὐσίαν ἔχειν τὸ ὅμοιον, οἱ ἄλλοιπάντες καὶ κατὰ τὴν οὐσίαν ὅμαον ἰσχυρίζοντο λέ γειν. Καὶ περὶ τούτου ἔρις πλείστη δι᾽ ὅλης ἡμέρας ἐγίνετο. Εξήλεγχόν τε καὶ αὐτὸν ᾿Ακάκιον ὡς εἴη διαφόρως γράψας ἐν τοῖς αὐτοῦ λόγοις, οὓς καὶ ἐκ δέδωκεν, ὅμοιον κατὰ πάντα τῷ Πατρὶ τὸν Υἱόν εἰπὼν, καὶ ὁμοίως δοξάζειν αὐτοῖς. Καὶ νῦν πῶς ἀρχῇ, ἔλεγον, τὸ κατ᾿ οὐσίαν ὅμοιον; Ο δὲ, Ούτε νέος τις, οὔτε τις τῶν ἀρχαίων ἀπὸ συγγραμμάτων εὐθύνας ἔσχε. Καὶ ἔριδος πλείστης ἀναπτομένης, τέλος ὁ Κυζίκου Ἐλεύσιος, Εἰ μὲν Βασίλειο;, ἔφη, * Μάρκος τινὰ καθ᾿ ἑαυτοὺς πεπραχότες εἰσὶν, ή ἐπί τισιν ἰδίοις ἀλλήλοις ἀντεγκαλοῦντες, οὐδὲν τὸ
col. 401–402page 197 of 633
PG 146:401ἐντεῦθεν τῇ συνόδῳ ἐστίν. Ἀλλ᾿ οὐδὲ εἰ μὴ καλῶς ἢ ἄλλως ἔχει, ἃ αὐτοὶ ἔθεντο περὶ πίστεως, ἐπάναγ- 789 κες πολυπραγμονεῖν. Χρῆναι δ᾽ ἡγοῦμαι τῇ ἐν Αντιοχείς έπεσθαι ἑπτὰ καὶ ἐννενήκοντα Πατράσι παραδεδομένῃ. Εἰ δέ τις ἄλλην εἰσηγεῖσθαι ἐθέλοι Έκθεσιν πίστεως, τοῦτον δίκαιον πάντας ἀλλότριον τῆς εὐσεβείας καὶ τῆς Ἐκκλησίας νομίζειν. Ταῦτ' εἰπόντος, ὁ σύλλογος διελύετο αὖθις. Τῇ δὲ ὑστεραί, οὐκέτι τῷ συλλόγῳ παραβαλεῖν οἱ περὶ ᾿Ακάκιον καὶ Γεώργιον ήθελον. Καὶ αὐτὸς δὲ Λεωνᾶς κληθεὶς ἀπεῖ πε τὴν ἔλευσιν· τὰ γὰρ ἐκείνων ἐφρόνει περιφανῶς ἀπεστάλθαι δὲ πρὸς βασιλέως πρόφασιν ἐποιεῖτο ἐπὶ τη συνοδικῇ συμφωνίᾳ. Ἐπεὶ δ' οὕτως ἀτάκτως διί στασθε, ὑμῖν συνέρχεσθαι οὐ ῥᾳδίως ἔχω. Εἰ δ᾽ ὑμεῖς αἱρεῖσθε, ἀπέλθετε, καὶ ἐν τῇ ἐκκλησίᾳ ἐρεσχελεῖτε καθήμενοι. Χρόνου δὲ τριβομένου, ἐκαλοῦντο μὲν οἱ π:ρὶ Ἀκάκιον· οἱ δὲ ῥητοὺς εἰς τὴν Δεωνά οἰκίαν γε-. νέσθαι ἠξίουν. Διισχυρίζοντο δε, πρόσταγμα ἐκ βασι λέως ἔχειν κρίνειν τοὺς ἄλλους. Οἱ δὲ οὔτε τὴν αὐτ τὴν πίστιν ὁμολογεῖν ἡνείχοντο, ἀλλ' οὐδὲ περὶ τῶν ἐγκλημάτων ἀπολογεῖσθαι. Κληθέντες δὲ καὶ εἰς τὴν κατὰ Κύριλλον τὸν Ἱεροσολύμων ἐξέτασιν, ὃν αὐτο: καθεῖλον, οὐ παρεγένοντο. Ἐκεῖνοι δὲ ἀδεῶς οὐ μόνον ταῦτ' ἔπραττον, ἀλλὰ καὶ ᾿Ακάκιον καὶ τοὺ; προσπεφευγότας τοῖς περὶ ἐκεῖνον, ἅτε δὴ τὰ ἐγ κλήματα δεδοικότας, καθεῖλον· Γεώργιόν τε τὸν ᾿Αλεξανδρείας, καὶ Οὐράνιον τὸν Τύρον, καὶ Πατρόφιλον, καὶ Εὐδόξιον τὸν ᾿Αντιοχείας· τοὺς δ' ἄλλους ἀκοινωνησίας κανόνι ἐπέσχον, ἄχρις οὗ πρὸς τὰ ἐπαχθέντα ἐγκλήματα δοῖεν ἀπόλογον, καὶ τὰ ἐπ᾿ αὐτοῖς γενόμενα τῇ ἑκάστου παροικία διαμηνύσαντο γράμμασιν. Αντί μὲν οὖν Ευδοξίου ᾿Ανιανὸν τῇ Αντιοχέων χειροτονοῦσι, τῆς ἐκεῖσε ἐκκλησίας πρεσβύτερον, ὃν αὐτίκα οἱ περὶ ᾿Ακάκιον συλλαβό μεναι Λεωνᾷ καὶ Λαυρικίῳ παρέδοσαν, οι φρουρᾷ ἐκ στρατιωτῶν περιώρισαν· ἐς ὕστερον δὲ καὶ φύσ γὴν ὑπερόριον αὐτοῦ κατεδίκασαν. Τὰ μὲν οὖν τῆς ἐν Σελευκεία συνόδου πραχθέντα, ὡς ἐν συντόμῳ εἰπεῖν, εἰς τοῦτο ἔληγε τέλους· οἷς δ᾽ ἐπιμελὲς καὶ τὰ πρὸς λεπτὸν τῶν πραχθέντων εἰδέναι, ἐκ τῶν ἐκείνης ὑπομνημάτων εἴσονται, ταχυ γράφοι τότε παρόντες ηκρίβωσαν. Τούτων οὕτω γε γενημένων, οἱ περὶ Ἀκάκιον σπουδῇ ἐπὶ τὸν κρατοῦν τα ἀνέρχονται· δἱ δὲ ἄλλοι ἕκαστος ἐπὶ τὰ οἰκεῖα ἤθη ἐχώρουν.

Chapter XLIVCaput XLIV

col. 403–404page 198 of 633
PG 146:403ΚΕΦΑΛ. Μ. Περὶ τὴν μετὰ τῶν ἐν Σελευκεία γενομένων ἐν Κωνσταντινουπόλει ὡς καθηρέθῃ Αέτιος, καὶ οἱ ἐκ Σελευκείας καὶ οἱ ἐξ Ἑσπέρας τὴν ἐν Αριμίνῳ πίστιν ὑπέγραψαν· ἔπειτα ἐν Κων σταντινουπόλει σύνοδον πεντήκοντα ἐπισκόπων ποιήσαντες, κυροῖσι τὴν ἐν Ἀριμήνῳ ἔκθεσιν, προσθέντες αὐτοῖς τινα, οἱ περὶ 'Ακά κιον· καὶ κατάλογος τῶν διαφόρων τῆς πιο στεως εκθέσεων. Ὁ δὲ βασιλεὺς ἐκ τῶν Εσπερίων τότε εἰς τὴν Κων σταντίνου ἐπανῆκεν· ὁπηνίκα τὴν τῶν ἀνθυπάτων παύσας ἀρχὴν, πρῶτον ἔπαρχον τῇ πόλει καθίστα, Ανορᾶτον όνομα. Δέκα δ᾽ ἐκ κοινής γνώμης ἐπι σκόπους ἡ σύνοδος εἰς βασιλέα ἔπεμπεν· οὗ καὶ ἐλα θόντες, εὗρον μὲν καὶ τοὺς ἐκ τῆς ἐν Ἀριμένῳ στα λέντας δέκα καὶ τοὺς ἀμφὶ ᾿Ακάκιον, κατωρθωκότας η ὅπερ ᾑρημένοις ἦν. Διὰ γὰρ τῶν περὶ τὸν βασιλέα τὴν ἐκείνου εὔνοιαν περιποιησάμενοι· ἦσαν γὰρ οἱ μὲν ὁμοφρονοῦντες αὐτοῖς, οἱ δὲ τοῖς ἱεροῖς δώροις διεφθαρμένοι· ἄλλοι δὲ καὶ ταῖς ἔυγξι τῶν θωπειών Ακακίου διεφθορότες· καὶ γάρ πως οὐχ ὁ τυχών ἦν Ακάκιος καὶ νοῆσαι καὶ εἰπεῖν· δεινὸς δὲ λίαν καὶ τὴ βουλόμενον καταπράξασθαι, ἐκκλησίας τε περι φανοῦς προεστώς, καὶ τὸν Παμφίλου Ευσέβιον διδά σκαλον κληρωσάμενος, οὗ καὶ τὴν ἐπισκοπὴν διε δέξατο, πλεῖστά τε εἰδέναι ἀξιῶν, καὶ τῇ δοκήσει καὶ τῇ τῶν βίβλων κτήσει εκείνου, καὶ πολλῷ τῶν ἄλλων διαφέρειν κρινόμενος. Καί γε τοιοῦτος ων, ῥᾳδίως πάντα πρὸς τὸ δοκοῦν μετεσκεύαζεν. Ἐπεὶ δ' ἐξ ἑκατέρων τῶν συνόδων είκοσιν ἐνεδήμουν άρ χιερεῖς, καὶ ἄλλοι ὡς ἔτυχεν ἐπιχωριάζοντες, προ του τὰ κατὰ τὸν Αέτιον ζητεῖν ἐπιτρέπονται, πολύ λῶν καὶ τῶν ἀπὸ τῆς μεγάλης παρόντων βουλῆς, ὧν ἀγορᾶτος ὁ προῤῥηθεὶς ἡγεῖτο· ἐς ὕστερον δὲ, καὶ παρουσιάζοντος Κωνσταντίου, γενομένης της ἐξετάσεως, φωρᾶται 'Αέτιος μάλα περὶ τὴν πίστιν νοσῶν· ὡς δὴ καὶ τὸν βασιλέα καὶ τοὺς περὶ αὐτὸν κακῶς αὐτῷ διατεθῆναι τῷ τῆς βλασφημίας προ δήλῳ· ἐν μεταμέλῳ δὲ γενέσθαι καὶ τοὺς περὶ ᾿Ακάκιον, σκηπτομένους ἄγνοιαν τῆς αἱρέσεως ἔχειν τὸ καταρχάς· καὶ ἐκ τοῦ παρήκοντος σπουδάσαι τὴν βασιλέα τὰ κατ' ἐκεῖνον δικάσαι, οἰομένους ἀκαταμάχητον ἔσεσθαι τοῖς λόγοις Αέτιον, ἱκανόν τε ἐλεῖν πειθοῖ καὶ ἀνάγκῃ τοὺς διομιλουμένους, καὶ ακονιτὶ συστῆσαι τὴν δόξαν. ὡς δὲ πόρξω ἦσαν σκοποῦν τὴν ἐξ ᾿Αριμίνου κομισθεῖσαν γραφὴν προ ἤγων εἰς μέσον· καὶ τοὺς, ἐκ Σελευκείας ήκοντας δέκα τῶν ἐπισκόπων προσέταττον καταδέχεσθαι. Ενισταμένους δ' ἐκείνους ὡς ἐν ἀδυνάτοις ἐστὶ τὸ τῆς οὐσίας ἐν ὄνομα, ἔπειθον θεὸν ἐπομνύμενοι, ὡς οὐκ ἀνόμοιον κατ᾽ οὐσίαν δοξάζουσι τὸν Υἱόν ὥστε καὶ ἑτοίμως ἔχειν ἀποκηρύττειν τοὺς ἄλλως ἔχοντας. Ἐπεὶ δ᾽ αὖ παραδόξως καὶ οἱ Εσπέριοι ἐν Αριμίνῳ γενόμενοι τὸ τῆς οὐσίας παρέλιπον όνομα, περὶ πλείστον αὐτοῖς ἔλεγον εἶναι τὴν τοιαύτην τῆς πίστεως ἔκθεσιν· ᾤοντο γάρ, εἰ ἐκείνη κρατήσου, πάντως σιωπωμένου τοῦ τῆς οὐσίας ονόματος, βα θεῖαν ἀσκῆσαι σιγὴν καὶ τὸ ὁμοούσιον. "Ο δὴ αἰδοῖ τῆς ἐν Νικαία συνίδου οἱ ἀνὰ τὴν Εσπέραν ἱερεῖς
col. 405–406page 199 of 633
PG 146:405ΙΧ. περὶ πολλοῦ ἐποιοῦντο. Οὐ μὴν δὲ ἀλλὰ καὶ αὐτὸς σ ή τὸ ὁμοούσιον, όμοιον, η ὁμοούσιον τῷ ὁμοίῳ, Ει ὁ βασιλεὺς ταύτην τὴν ἔκθεσιν διαφερόντω; ἐπῄ νει· συνελογίζετο γὰρ, ὡς οἱ ἐν Αριμίνῳ τοσοῦτοι ὄντες οὐκ ἂν ἐς τόσον διαμάρτοιεν, ὅμοιον ὁμολογοῦντες καὶ ὁμοούσιον· καὶ μηδὲν αὐτῷ διαφέρειν κατ' έννοιαν, εἴ γε μὴ χρῷτο ὀνόμασι, τῇ ἱερᾷ μὴ ἐγνωσμένοις Γραφῇ, ἐν ἰσοδυνάμῳ τε καὶ ἀναμφης ρίστῳ ὀνόματι τὸ ὅμοιον τὴν αὐτοῦ σημασίαν ὁμολ γοίη. Οὕτως οὖν ἔχων γνώμης, οὐκ ἀνίει πείθων τοὺς ἐκ Σελευκείας ἐπισκόπους, ἕως οὗ καὶ αὐτοὶ τὴν ἐν Αριμίνῳ πίστιν ὑπέγραψαν. Οἱ δέ γε περὶ 'Ακά χιον τῇ Κωνσταντίνου προσκαρτερήσαντες, καὶ τοὺς Β:θυνους μεταστειλάμενοι Ιερέας, ἐν οἷς ἦν καὶ Μάρις ὁ Χαλκηδόνο;, καὶ Οὐλφίλας ὁ τῶν Γότθων Επίσκοπος, ὃς πρότερον τὴν ἐν Νικαία πίστιν σπάζετο, επόμενος τῷ πρὸ αὐτοῦ Θεοφίλῳ, τῇ νίῳ παρόντι καὶ συμψηφιζομένῳ τῇ δόξῃ· εἰς πεν τήκοντα δὲ συνηγμένοι, τὴν ἐν Ἀριμίνῳ ἀναγνω αθεῖσαν πίστιν κυροῦσι, προσθέντες, ἐπὶ Θεοῦ τοῦ λοιποῦ οὐσίαν ἢ ὑπόστασιν μηδαμῶς ὀνομάζειν καὶ παρὰ τὴν προκειμένην ἄλλην μὴ δέχεσθαι ἔκ δύσιν πίστεως, ή προγεγενημένην ἢ ἐπιγενησομένην. Ἐπεὶ δὲ ταύτης ἥκιστα προεμνήσθημεν, δεῖν ἡγοῦμαι, ἐπεὶ και τινα προστεθείκασιν, ἐκθεῖναι καὶ ταύτην ὡς οἷόν τε. Εχει δὲ ἡ ἐν Ἀριμίνῳ μετά τῆς προσθήκης ἐπὶ λέξεως οὕτως• • Πιστεύομεν εἰς ἕνα μόνον Θεόν, Πατέρα παντοκράτορα, ἐξ οὗ τὰ πάντα· καὶ εἰς τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, πρὸ πάντων τῶν αἰώνων καὶ πρὸ πάσης ἀρχῆς γεν νηθέντα ἐκ τοῦ Θεοῦ· δι' οὗ τὰ πάντα ἐγένετο τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· γεννηθέντα δὲ, μονογενῆ μόνον ἐκ μόνου τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, ὅμοιον τῷ γεννήσαντι αὐτὸν Πατρὶ, κατὰ τὰς Γραφάς· οὗ τὴν γέννησιν οὐδείς γινώσκει, εἰ μὴ μόνον ὁ γεν νήσας αὐτὸν Πατήρ. Τοῦτον οἴδαμεν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, πέμποντος τοῦ Πατρὸς, παραγενέσθαι ἐκ τῶν οὐρανῶν, ὡς γέγραπται, καταλύσει τῆς ἁμαρ τίας καὶ τοῦ θανάτου· καὶ γεννηθέντα ἐκ Πνεύματ τοῦ ἁγίου καὶ Μαρίας τῆς Παρθένου τὸ κατὰ σάρκα, ὡς γέγραπται· καὶ ἀναστραφέντα μετὰ τῶν μαθητ τῶν· καὶ πάσης τῆς οἰκονομίας πληρωθείσης κατά τὴν πατρικὴν βούλησιν, σταυρωθέντα καὶ ἀποθανόντα καὶ ταφέντα· καὶ εἰς τὰ καταχθόνια κατεληλυθότα· ἂν καὶ αὐτὸς ὁ ᾅδης ἔπτηξεν· ἔστις καὶ ἀνέστη ἀπὸ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ διέ τριψε μετὰ τῶν μαθητῶν· καὶ πληρωθεισῶν τῶν τεσσαράκοντα ἡμερῶν, ἀνελήφθη εἰς τοὺς οὐρανούς καὶ καθέζεται ἐν δεξιᾷ τοῦ Πατρός· ἐλευσόμενος ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἀναστάσεως ἐν τῇ πατρική δόξῃ ἵνα ἀποδώσῃ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ εἰς τὸ ἅγιον Πνεῦμα, ὅπερ αὐτὸς ὁ μονογενής του Θεοῦ Υἱὸς, ὁ Κύριος καὶ Θεὸς ἡμῶν, ἐπηγγείλατο πέμπειν τῷ γένει τῶν ἀνθρώπων Παράκλητον, και θάπερ γέγραπται, τὸ Πνεῦμα τῆς ἀληθείας, ὅπερ αὐτοῖς ἔπεμψεν ὅτε ἀνελήφθη εἰς τοὺς οὐρανούς. Τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ὑπὸ τῶν Πατέρων ἐτέθη, ἀγνοούμενον δὲ τοῖς λαοίς, σκάνδα

Chapter XLVCaput XLV

col. 407–408page 200 of 633
PG 146:407λον έφερε, διότι μηδὲ αἱ Γραφαὶ τοῦτο περιέχουσιν, ἤρεσε περιαιρεθῆναι, καὶ παντελῶς μηδεμίαν μνή μην τοῦ λοιποῦ γενέσθαι· ἐπειδήπερ καὶ αἱ θεῖαι Γραφαὶ οὐδαμοῦ ἐμνημόνευσαν περὶ οὐσίας Πατρὸς καὶ Υἱοῦ. Καὶ γὰρ οὐκ ὀφείλει ὑπόστασις περὶ Πα τρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ὀνομάζεσθαι. Ομοιον δὲ λέγομεν τὸν Υἱὸν τῷ Πατρὶ, ὡς λέγουσιν αἱ θεῖαι Γραφαὶ καὶ διδάσκουσιν. Πᾶσαι δὲ αἱ αἱρέ σεις, αί τε ήδη πρότερον κατεκρίθησαν, καὶ αἵτινες ἐὰν καινότεραι γένωνται, ἐναντίαι τυγχάνουσι τῆς εκτεθείσης ταύτης γραφής, ἀνάθεμα ἔστω. ο Το αύτη μὲν ἐν Ἀριμίνῳ μὲν πρότερον, τότε δὲ ἐν Κωνσταντινουπόλει ἀναγνωσθεῖσα τῆς πίστεως Εκ δοσις· ἐπεὶ δὲ μόλις ἡμεῖς τῶν ἐκθέσεων τὸν λαβύρινθον διηνύσαμεν, ἐν συντόμῳ ἤδη καὶ τὴν ἀπαρίθμησιν αὐτῶν εἰς ταυτὸν ἀθροῖσαι διέγνωμεν. Πρῶτον μὲν γὰρ ἡ ἐν Νικαίᾳ πίστις ὀρθῶς ὑπηγέ ρευται· δευτέρα μετ' ἐκείνην ἐν Ἀντιοχείᾳ τοῖς τοῦ ναοῦ ἐγκαινίοις διστῶς ἐξηνέχθη· τρίτη δ' ἐστὶν ἡ παρὰ τῶν περὶ Νάρκισσον τῷ βασιλεῖ Κωνσταντίνῳ τῷ νέῳ ἐν Γαλλίοις ἀπαγγελθεῖσα· ἐπὶ δὴ ταύταις τετάρτη ἡ Εὐδοξίου, ἢ τοῖς ἐν Ἰταλίᾳ ἐπέμφθη, ο καὶ ἐν Σιρμίῳ τρεῖς ὑπηγορεύθησαν ἕτεραι· ὧν ἡ μία καὶ ἐν Ἀριμίνῳ ἀνεγνώσθη· καὶ ἡ ἐν Σελευ κείμ ὴν ᾿Ακάκιος ἔθετο· ἐνάτη δὲ καὶ τελευταία ἐν Κωνσταντινουπόλει ἐστὶν, ἢ καὶ τὴν προσθήκην ἐδέξατο, τὸ μήτε ὑπόστασιν μήτε οὐσίαν λέγειν ἐπὶ Θεοῦ. Καὶ περὶ μὲν τούτων ταῦτα. ΚΕΦΑΛ. ΜΕ. Ως οἱ περὶ ᾿Ακάκιον καὶ Εὐδόξιον ἀντικαθαι ροῦσι τοὺς ἀμφὶ Μακεδόνιον καὶ Ἐλεύσιν, καὶ Βασίλειον καὶ Σωφρόνιον, οὐ διὰ τὸ δό γμα, ἀλλ' ἰδίᾳ ἐπαγαγόντες ἐγκλήματα. Οι γε μὴν περὶ Ἀκάκιον καὶ Εὐδόξιον σπουδὴν καὶ αὐτοὶ ἐποιοῦντο ἀντικαθαιρεῖν τοὺς τοῦ ἑτέρου μέρους ἐν Βυζαντίῳ γενόμενοι· οὐ μέντοι διὰ θρη σκείαν, ἀλλὰ δι᾿ ἑτέρας προφάσεις. Κοινῇ μὲν, ὅτι τὰς ἐκκλησίας ετάραξαν, καὶ εἰς τοὺς αὐτῶν θεσμούς ἐξημάρτανον· ἰδίᾳ δ' ἑκάστῳ ἄλλῳ ἄλλας αἰτίας ἐπέφερον. Καίτοι γε περὶ πίστεως μὲν διεκρίνοντο ἔν γε μὴν ταῖς καθαιρέσεσιν οὐ τὴν πίστιν ὡς ἔγκλημα ἦγον. Πρῶτον μὲν οὖν τῆς διακονίας καθαιροῦσιν Αέτιον, ὡς ταραχῆς καὶ στάσεως αἴτιον ταῖς ἐχε κλησίαις γενόμενον, καὶ ἐριστικῶς καὶ σοφιστικῶς τας διαλέξεις ποιούμενον, πρὸς ἔνδειξιν καὶ δυσφήμως αὐταῖς χρώμενον, καὶ μὴ κατὰ σχῆμα ἐκκλησιαστικῆς προαιρέσεως. Τοῦτον μὲν οὐκ ἀπὸ γνώ μης καθεῖλον, ἀλλὰ τὴν τῶν πολλῶν δόξαν ἀποτρ βόμενοι· πᾶσι γὰρ σχεδὸν ἐνομίζοντο τὰ ἐκείνου φρονεῖν καὶ αὐτοί. Τῇ δ' ἐκ βασιλέως ὀργῇ χρώμενοι συμμάχω, ἦν καὶ κατ' ἄλλων, μάλιστα δὲ Μακε δονίου ἐταμιεύοντο, δι᾿ ὥσπερ εἰρήκαμεν άνωθεν
col. 409–410page 201 of 633
PG 146:409Χ. στάσεις και φόνους, καὶ διὰ τὴν μεταθεσιν τῆς θί Της τῶν ὀστῶν τοῦ πατρὸς Κωνσταντίνου, καὶ ὅτι διάκονον ἐπὶ πορνείᾳ ἑαλωκότα κοινωνίας ἠξίωσε, καθαιροῦσι καὶ τοῦτον αὐτίκα· τρίτον ἐπὶ τούτοις τὸν Κυζίκου Ἐλεύσιον, αἰτίαν ἐπάγοντες, ὅτιπερ Ηράκλειόν τινα Τύριον, ἱερέα ὄντα τοῦ ἐν Τύρῳ Ηρακλέους Ελληνίου Θεοῦ, γοητείαις πλείσταις κατάφωρον, τοῦ θείου μεταδοὺς ἀπερισκέπτως πείσματος, εἰς διακόνου χειροτονίαν προήγαγεν ὑποκρινόμενον τὰ Χριστιανῶν, φυγάδα τε διὰ τὰς γοητείας ἐκεῖθεν γενόμενον· καὶ ταῦτ' ἐς ὕστερον μαθὼν τοιοῦτον εἶναι, οὐ τοῦ ἱερᾶσθαι ἀπεῖρξε· καὶ ὡς ἄνδρας διὰ κατάγνωσιν ἀπεληλαμένους Μάρι τῷ ἐπισκόπῳ Χαλκηδόνος, ἀφικομένους εἰς Κύζικον, ἱερωσύνης ἀκανονίστως μετέδωκε. Βασίλειον δὲ τὸν καὶ βασιλᾶν διωνύμως καλούμενον, ὃς ἀντὶ Μάρκελλον τῷ τῆς ᾿Αγκυρανών θρόνῳ ἀντικατέστη, ὡς οὐ δενὶ λόγῳ ἄνθρωπον βασάνοις ἐκδεδωκότα, καὶ σιδη ροδεσμώτας εἰρκτῇ πολλῷ χρόνῳ ἐγκλεισάμενον καὶ ὡς βάψειέ τισι συκοφαντίας δεινὰς κληρικοῖς ἐξ Αντιοχείας, Κίλιξί τε καὶ Γαλάταις καὶ ᾿Ασιανοῖς, ἀκρίτως ἄρχουσι παραδούς, ζημίας πρόξενος καὶ ὑπερορίου φυγῆς ἐγένετο αἴτιος· ἔτι δὲ καὶ ὡς τὸν διοδεύονται πρεσβύτερον Διογένην ἐξ ᾿Αλεξανδρείας τὴν ᾿Αγκυραν ἀφελέσθαι τε τοὺς χάρτας οὕς ἐπιφέ μετο, καὶ αὐτὸν τύψεις, Καὶ ἄλλην δὲ προσήγον αἰτίαν, ὡς βασιλικοῖς ἀντέστη προστάγμασιν· οἷς ἐκέλευεν ᾿Αέτιον, καί τινας ἄλλους, ἀχθῆναι πρὸς Κεκρέπιον, λόγον ἀποδώσοντας περὶ ὧν κατηγό ρηντα· καὶ ὡς Ἑρμογένει τῷ ὑπάρχῳ, καὶ τῷ ἄρ χοντι Συρίας έγραφε, τίνας καὶ ὅπη χρὴ μετοικίζειν & αὐτούς· ὑπὲρ ὧν τοῦ βασιλέως γράφοντος κατάγειν αὐτοὺς, τεχνηέντως οὗτος ἐπῆγε, τοῖς τε ἄρχουσι καὶ ἱερεῦσιν ἐναντιούμενος· ἔτι δὲ καὶ ὡς Γερμινίῳ τὸν ἐν Σιρμίῳ κλῆρον ἐπανίστη, καὶ ἐπιορκῶν ἑάλω καὶ ὡς Ἰλλυριοῖς καὶ ᾿Αφροις δι' ἐπιστολῶν διχονοίας καὶ στάσεως αἴτιος ἐγεγόνει. Πρὸς δὲ καὶ δού λην δεσμῶτιν ἐσίαζε, ψειδῆ καταμαρτυρεῖν τῆς δεσποίνης· αἰσχρά τε μίξει ἄνδρα γυναικὶ ὁμιλοῦντα ἐβάπτισε, καὶ διακονίας ἠξίου· καί τινα περιοδευ τὴν πολλῶν φόνων γενόμενον αἴτιον τῆς ἐκκλησίας οὐ διέστησε· καὶ ὡς περὶ τὴν μυστική τράπεζαν συνωμοσίας ἐποίει· καὶ τοὺς ἐν κλήρῳ παρεσκεύαζεν ἐπόμνυσθαι μὴ κατηγορεῖν ἀλλήλων· δόλῳ δὲ τοῦτο πράττειν, ὡς ἂν αὐτὸς πρῶτο; ὢν τοῦ κλή μου, τὰς κατηγορίας διαφυγγάνοι. Καὶ τὰ μὲν τοῦ Αγκύρας Βασιλείου τῆς καθαιρέσεως αίτια τάδε ἐγένοντο· τοῦ δ' Ευσταθίου Σεβαστείας τῆς ἐν 'Αρ. μενία πρῶτον μὲν, ὡς ἡνίκα τῷ πρεσβυτερίῳ κατα είλεκτο, Ευλάλιος ὁ ἐκείνου πατήρ κατεγνωκώς αὐτοῦ, τῆς ἐκκλησίας ἀφώρισεν· ὅτιπερ ἀνάρμοστον τῇ ἱερωσύνῃ στολὴν ἡμφίεστο. Ἐπίσκοπος δ' ἦν Εὐλάσιος Καισαρείας τῆς Καππαδοκῶν· ἔπειτα καὶ ἐν τῇ τοῦ Πόντου Νεοκαισαρείς κοινωνίας απο ἐγένετο τῇ ἐκεῖσε συνόδῳ. Καθεῖλε δὲ αὐτὸν Εὐσέ βιος ὁ πρῶτον μὲν Βηρυτοῦ, εἶτα Νικομηδείας, και τρίτον τῆς Κωνσταντινουπόλεως Ἐκκλησίας μετά Παῦλον λαβὼν τὴν ἐπιτροπήν, ἅτε δὴ ἐπί τισι διοι κάσεσι καταγνωσθέντα. Επὶ δὲ τούτοις, ὡς μὴ κα
PG 146:411παρὰ τῆς ἐν Γάγγρας συνόδου τὴν ἐπισκοπὴν ἀψη ρέθη. Ἐν δὲ τῇ κατ' ᾿Αντιόχειαν συνέδῳ ἐπιορκίας ἑάλω· καὶ ὅτι ἐπεχείρει τὰ καλῶς δεδογμένα τοῖς ἐν Μελιτινῇ συνιούσιν ἀνατρέπειν καὶ διασπᾷν· του σούτοις δ' ἐγκλήμασιν ὑπεύθυνος ὤν, δικάζειν ᾑρεῖτο, ἀλλοτρίους τῆς πίστεως τοὺς ἄλλους καλῶν. Τὸν δὲ Σάρδεων ἐπίσκοπον Ἑορτάσιον καθεῖλον, ἅτε μή τῶν Λυδῶν ἐπισκόπων τῇ χειροτονία καταθεμένων αὐτοῦ. Καὶ τὸν Περγάμου δὲ Δρακόντιον, ὡς ἐν Γαλατίᾳ ἐπισκοπήσαντα πρότερον· καὶ λύσαντες αὐτὸν τῆς ὑστέρας, οὐδ᾽ ἐπὶ τὴν πρώτην ἐλθεῖν συν εχώρησαν. Σωφρόνιον δὲ τὸν Παφλαγόνα, ὡς πλευ νεκτικῷ τρόπῳ τὰ τῆς Ἐκκλησίας καπηλεύοντα χρήματα, καὶ ὡς μετὰ κλήσιν καὶ μίαν καὶ δευτέραν μόλις ἐλθόντα, μηδ' ἀπολογίας ἀξιῶσαι τὴν σύνοδον· ἔκκλητον δὲ κοσμικῶν δικαστῶν αἱρεῖσθαι. Ἐπὶ τούτοις καὶ Ἐλπίδιον καθεῖλον τὸν Σιτάλων ἐπίσκοπον, ὡς σύμμαχον Βασιλείου καὶ καθηγητὴν ἀταξίας γενόμενον, καὶ ἄνδρα τινὰ Εὐσέβιον τὴν ἱερωσύνην ἀφῃρημένον τῇ ἐν Μελιτινῇ συνόδῳ, ἀκρί τως ἐπὶ τὴν τοῦ πρεσβυτέρου ἀγαγόντα ἀξίαν· καὶ τινα Νεκταρίαν κοινωνίας ἄπο οὖσαν διά τινας πιο ραβάσεις όρκων διακονία; μὲν ἀξιώσαντα· μὴ μένο τοι καὶ τῆς ἐκκλησιαστικής μεταδόντα τιμῆς. Νέων δὲ ὁ Σελευκείας καθῄρητο, πρῶτον μὲν ὅτι παρεχώρει τῇ αὐτοῦ ἐκκλησία χειροτονηθῆναι σπουδαίως Ανιανὸν Ἀντιοχείας ἐπίσκοπον· ἔτι δὲ καὶ ὥς τινας ἀπείρους Γραφῶν ἱερῶν, καὶ τῶν τῆς Ἐκκλησία; ἀμοίρους θεσμῶν, πολιτευομένους τε οὐ καλῶς, ἀπερισκέπτως καταστήσειεν ἐπισκόπους· οἱ μετέ πειτα ἀνθείλοντο τῆς ἱερωσύνης χρήματα κτάσθαι καὶ ἐγγράφως είλοντο τὰς οὐσίας ἔχοντες λειτουργεῖν, ἢ δίχα τούτων ἐπισκοπεῖν. Τὸν δὲ Σιλανὸν ὡς ἀπονοίας αἴτιον καταστάσεις τοῖς ἄλλοις ἔν τι αὐτῇ Σελευκείᾳ, καὶ ἐν τῇ Κωνσταντίνου· καὶ Θεό φίλον τῆς ἐν Κασταβάλοις Εκκλησίας προστάντα, ὡς πρότερον μὲν παρὰ τῶν ἐν Παλαιστίνῃ ἐπισκέ των, Ελευθερουπόλεως χειροτονηθέντα, καὶ ὅρκον ἐπομοσάμενον παρά γνώμην, μή ποθ' ἑτέραν ὑπολο θεῖν ἐκκλησίαν. Ιστέον δὲ, ὡς τὸν Σεβαστείας Εὐα στάθιον ἡ ἐν Γάγγρα καθείλε σύνοδος, ὅτι πολλὰ παρὰ τὴν ἐκκλησιαστικὴν συνήθειαν ἔπραττε γάμον γὰρ ἀνήρει, καὶ κρεῶν ἀπέχεσθαι εἰσηγεῖτο. Δι' ὧν θήκοντα καὶ φρονῶν καὶ ἐπ' ἐκκλησίας διδάσκων, πολλοὶ μὲν τῆς γαμικῆς συναφείας ἐλύοντο· καὶ τοὺς τὴν ἐπ' ἐκκλησίας κοινωνίαν ἐκτρεπομένους ἐπ' οἴκου κοινωνεῖν ἔπειθε· δούλους τε θεοσεβεῖν ᾑρημένους διίστα των δεσποτῶν. Αὐτός τε ἔξαλλον στολὴν κατὰ σχήμα φιλοσόφων ἐφόρει· καὶ τοὺς ἐπομένους ξενιζούσαις στολαῖς περιέστελλε. Μη κομἂν δὲ τὰς γυναῖκας ἐθέσπιζε· καὶ τὰς μὲν ὠρ σμένας τῶν νηστειῶν ἐξετρέπετο, τὰς δὲ Κυριακές μᾶλλον νηστεύειν ἐδίδασκεν· οἶκοις τε γεγαμηκ των εὐχὰς ἐκώλυε γίνεσθαι· καί τις λαϊκὸς ὢν καὶ γυναικὶ ὁμιλήσας, εἰ πρεσβυτέρου χειροτονίαν εἰ λήψει, τὴν ἐκείνον εὐλογίαν καὶ κοινωνίαν ὡς μύθος ἐξέκλινε. Τοιαῦτα δὲ καὶ ἄλλα παραπλήσια καὶ εἰσ
col. 413–414page 203 of 633
PG 146:413ηγεῖτο καὶ ἔπραττε· δι᾽ ἃ ἡ ἐν Γάγγρ. σύνοδος τοῦτον καθελοῦσα, καὶ ἀναθέματι παραδέδωκεν. ΚΕΦΑΛ. ΜϚ'. ὃς καὶ Κύριλλος ὁ Ἱεροσολύμων καθῄρηται καὶ τίνες τοῖς τῶν καθηρημένων θρόνοις ἀντι κατέστησαν. Καὶ περὶ τοῦ σοφίσματος Εὐδο ξίου τοῦ Κωνσταντινουπόλεως, καὶ τοῦ τηνι ταῦτα παρὰ ᾿Ακακίου διωγμοῦ. Ἐπὶ δὲ πᾶσι τούτοις τρισκαιδέκατον καθεῖλον καὶ τὴν Ἱεροσολύμων Κύριλλον, ἄνδρα ἐπ' ἀρετῇ δια βόητον, καὶ δεινὸν κατηχῆσαι λόγοις τὰ πλήθη· οὗ συγγράμματα, ἃ Κυρίλλεια ἡ Ἐκκλησία ὠνόμασεν. Αίτια δὲ ἦσαν τῆς καθαιρέσεως πρῶτον μὲν ὡς κοινωνήσειεν Ευσταθίῳ καὶ Ἐλπιδίῳ, οἱ ἐναντία τῇ ἐν Μελιτινῇ συνόδῳ ἐσπούδασαν, ἧς καὶ αὐτὸς μέρος τὸ κράτιστον ἦν· καὶ ὡς Βασιλείῳ καὶ Γεωρ γίῳ τῷ Λαοδικείας ἐπισκόπῳ κοινωνίας μεταδούς μετὰ τὴν ἐν Παλαιστίνῃ ἐκείνων καθαίρεσιν· ἔτι δὲ καὶ ὡς τὴν τῶν Ἱεροσολύμων ἐπιτραπείς, Στα δὴ θρόνου ἐπιβὰς ἀποστολικοῦ, περὶ τῶν τῆς ἐνο μίας δικαίων πρὸς 'Ακάκιον τὸν Παλαιστικόν διεφέρετο. Ἐξ ὧν εἰς τὸ κατ' ἀλλήλων μῖσο; ἀναβα γέντες, ὡς οὐκ ὀρθῶς περὶ Θεοῦ φρονοίεν ἀλλήλους διέβαλλον. Ὁ μὲν γὰρ τὰ ᾿Αρείου πρότερον ἦν δια γματίζων· Κύριλλος δὲ τοῖς τῷ ὁμοουσίῳ στοιχοῦσιν ἐξαρχῆς εἶπετο. Δολερῶς δὲ διὰ ταῦτα καὶ 'Ακά κιος πρὸς αὐτὸν ἔχων, τοὺς περὶ Παλαιστίνην ἐπι σκόπους ἀθροίσας, οἱ ὁμόφρονες αὐτῷ ἦσαν, φθάνει παύσις τοῦτον τοῦ ἱερᾶσθαι, αἰτίαν μάλιστα τήνδε προβεβλημένος. Λιμὸς ἐπίνει τὴν Παλαιστίνην, τὸ δὲ πλῆθος ἐνδείᾳ τῶν ἀναγκαίων πρὸς τὸν ἐπίσκοπον ἔβλεπεν. Ἐπὶ δὲ κἀκεῖνον, πρὸς τοῖς χρήμασι, καὶ τὰ σἶτα ἐπέλιπε, κειμήλια καὶ ἱερὰ ἔπιπλα ἀποδόμενος, ὥς γ᾽ ἐνὴν παρεμυθεῖτο τὴν ἔνδειαν καί τινα λόγος ἀνάθημα σφέτερον ἐπιγνῶναι τῶν οὐκ ἀσέμνων γυναίκα ήμφιεσμένην. Ἐπεὶ δ' ἐρεύνῃ διδούς ὅθεν ἔχοι ἔγνω, ὡς ἔμπορος τις αὐτό οἱ ἀπέδοτο, τῷ δ' αὖ ὁ ἐπίσκοπος· αἰτίαν ταύτην προβαλλόμενον τὸν Ακάκιον, καθελεῖν αὐτόν. Ταύτην αἰτίαν ἐπυθόμην τῆς καθαιρέσεως Κυρίλλου· οὐ προσήκουσάν γε μὴν τέω; ἐμοί, ὅτι λιμοῦ καὶ πενίας ἡ πρόφασις ήν. τὸ ὁμοούσιον,

Chapter XLVICaput XLVI

col. 415–416page 204 of 633
PG 146:415798 Πάντας δὲ τούτους ὅσους καθεῖλον, καὶ τῆς Κων Σοφία, ἀσεβής, ευσεβής, ἀσεβής εὐσεβής, Ο σταντίνου ἀπώσαντο οἱ περὶ 'Ακάκιον. Ησαν δ' ἐκ τοῦ μέρους αὐτῶν δέκα τὸν ἀριθμόν, οἱ ταῖς τοιαύ ταις καθαιρέσεσιν ἥκιστα ᾑροῦντο ἐπιψηφίζεσθαι οῦ; καὶ ἐκέλευον ἐν τῷ ἀσφαλεῖ τηρεῖν, καὶ διάγειν ἐν ἑαυτοῖς, μήτε λειτουργίας ἅπτεσθαι, μήτ' ἐκε κλησίαις τι προσῆκον ἐπισκόποις δρᾷν, ἄχρις ἂν ταῖς καθαιρέσεσιν ὑπογράψωσιν. Εἰ δ' ἐντὸς μηνῶν ἓξ μὴ χρήσωνται μεταμέλῳ, καὶ μὴ πᾶσιν ἔλωνται τοῖς τῇ συνόδῳ δεδογμένοις στοιχεῖν, καὶ αὐτοὺς ἀφαιρεῖσθαι τὰς ἐκκλησίας, καὶ ἀντικαθιστῶν ἐτέ ρους αὐταῖς κοινῇ συνιόντας, ὥσπερ είωθε γίνεσθαι. Ως δὲ τοιαῦτ' ἐβουλεύσαντο, καὶ πέρας εἶχε τὸ βούλευμα, τοῖς ἀπανταχοῦ ἔγραφον ἐπισκόποις, τὴν ἐν ᾿Αριμίνῳ πίστιν φυλάττειν μετὰ τῆς προσθήκης, και υπογραφαῖς κυροῦν· τοὺς δ᾽ ἄλλως ἔχοντας γνώ μης ὑπερορίους ἄγεσθαι. Τοῦτο δὲ καὶ θέσπισμα βασιλέως Σκύρου. Γνώριμα δὲ ταῦτα καθίστων καὶ Πατροφίλῳ τῷ Σκυθοπόλεως· οὗτος γὰρ εὐθὺς ἀπὸ Σελευκείας εἰς τὴν οἰκείαν Εκκλησίαν ἀφώρμησεν. Επειτα δὲ οὐ πολλῷ ὕστερον οἱ ἀμφὶ τὸν Εὐδόξιον, ἄλλους ἄλλοις ἀντικαθίστων τοῖς θρόνοις. Αὐτὸς μὲν γὰρ Ευδόξιος πρῶτος Μακεδονίῳ ἀντικαθίστατο Βασιλείῳ δὲ τῷ ᾿Αγκυρανῷ ᾿Αθανάσιος· τὸν δὲ Ελεύ στον Ευνόμιος διεδέχετο· ὃς δῆτα καὶ ἀρχηγὸς κατέ στη τῆς ἐπωνύμου αἱρέσεως. 'Αντὶ δὲ Εὐσταθίου τοῦ Σεβαστείας ὁ θεῖος Μελέτιος τὴν ἐπισκοπὴν ἐκλη ροῦτο. Ο δὲ Μακεδόνιος τὴν τῆς Κωνσταντίνου Εχε κλησίαν ἀφαιρεθείς, ἀντιπέραν τῆς πόλεως πρὸς Επ εἴς τι χωρίον ᾧ Πύλας ὄνομα, ἐπὶ πολὺ διατρίβων, κἀκεῖτε τὴν κατὰ τοῦ ἁγίου Πνεύματος βλασφημίαν ἀπύλῳ στόματι ἐξερευξάμενος, κακῶς τὸ βιοῦν ἐξε μέτρει. Οἱ δὲ περὶ ᾿Ακάκιον τὸν Εὐδόξιον τῇ τοῦ Βύζαντος ἐνεθρόνιζον, ἐναντία τοῖς μικρῷ πρόσθεν κεκριμένοις νομοθετοῦντες. Οἱ γὰρ πρὸ βραχέας Δρακόντιον τοῦ ἱερᾶσθαι παυσάμενοι, ὅτι ἀπὸ Γα λατίας τὴν Πέργαμον μετηλλάξατο, οὐ συνίεσαν τὸν Ευδόξιον οὐ μίαν πόλιν, ἀλλ' ήδη καὶ εἰς δευτέραν κακῶς ἐπιβαίνοντα, ὡς ἐναντία ἑαυτοῖς διεπράττοντο. Τούτου δὲ τὴν ἐκκλησίαν ἀναβαίνοντος, τηνι καῦτα καὶ ἡ μεγάλη εκκλησία, η Σοφία ὠνόμασται, τὰ ἐγκαίνια ἔσχε τῇ πεντεκαιδεκάτῃ τοῦ Φεβρουαρίου μηνός· δ; καθεσθεὶς ἐπὶ τὸν θρόνον, πρῶτον τὴν πολυθρύλλητον ἀφῆκε φωνήν, ἐπ᾿ ἐκκλησίας εἰπών· Ο Πατὴρ ἀσεβὴς, ὁ δὲ Υἱὸς εὐσεβής. θορί σου δ᾽ ὡς εἰκὸς ἐπὶ τούτῳ καὶ στάσεως τῷ πλήθει γεγενημένης, μηδὲν ταράττεσθαι παρηγγύα· ὁ μὲν γὰρ Πατὴρ οὐδένα σέβει· ὁ δὲ Υἱὸς εὐσεβής· σέβει γὰρ, καλῶς ποιῶν, τὸν Πατέρα. Ταῦτ᾽ εἰπόντος, ὁ μὲν θόρυβος κατεστέλλετο· γέλως δ' ἐπεχώρει που λύς· καὶ εἰς δεῦρο ἐν γέλωτι τὸ εἰρημένον διατελεί. Περὶ τοιαῦτα δὴ οἱ δυσσεβεῖς ἀσχολούμενοι καὶ και τασοφιζόμενοι, εἰς ἀτόπους δόξας τὴν Ἐκκλησίαν διέσπασαν, ὡς καὶ νῦν αὐτός τε καὶ ᾿Ακάκιος, καὶ ἀσχο λίας ὑπέρτερον ἐποιοῦντο, λήθῃ τοῦ και τὰ ἐν Νικαία γεγενημένα· καὶ τὴν ἐν ᾿Αριμίνῳ μετὰ τῆς προσθήκης ἀπανταχοῦ διεπέμποντο· καὶ τοὺς μὴ βουλομένους, ὡς εἴρηται, οϊδίῳ φυγῇ ζημιοῦν· δ δὴ δόξαν τὴν παράλογον ἀπόνω; διανύσαι σπουδήν, ἀρχὴν

Chapter XLVIICaput XLVII

col. 417–418page 205 of 633
PG 146:417ἑτέρων συμφορῶν ἤνοιγεν· ἀπάσῃ γὰρ οὐ μόνον ἐκκλησίᾳ, ἀλλὰ καὶ πόλει, τάραχον οὐ μικρὸν ἐνε ποίει. Διωγμὸς δ' οὐδὲν ἐλλείπων τῶν πάλαι τοῖς Ελληνισταῖς γεγενημένων, τὴν Ῥωμαίων ἡγεμονίαν διέτρεχεν. Εἰ γὰρ καὶ ταῖς περὶ σῶμα τιμω ρία:ς τὸ ἧττον εἶχεν, ἀλλ' ἡ αἰσχύνη μείζονα τοῦτον ἐποίει καὶ χαλεπώτερον τοῖς ὡς χρὴ τὸ δέον διαγω νώσκουσιν. Ο τε γὰρ διώκων καὶ ὁ διωκόμενος τῆς αὐτῆς θρησκείας ἦσαν καὶ Ἐκκλησίας: Τόσον δ' ἦν τῷ αἰσχρῷ τὸ δεινὸν ὑπερφέρον, ὅσον πρὸς τοὺς ὁμοφύλους τὰ πολεμίων ὁρᾶν· καὶ περὶ ἀλλοφύλους εἶναί γε τοιούτους, ὁ τῆς ἱερωσύνης ἀπεῖργε θε σμός. Τό γε μὴν καινὸν ἐπαινούμενον κατ' ὀλίγον ἐπίδοσιν εἶχε, καὶ πρὸς νεωτερισμὸν ἠρεθίζετο καὶ εἰς αὐθάδειαν ἔρπον, τῶν ἀρχαίων καὶ πατρικῶν νόμων ὑπερεφρόνει· καὶ νόμους ἰδίᾳ ἐτίθει. Καὶ τὰ αὐτὰ περὶ Θεοῦ δοξάζειν τοῖς ἀρχαιοτέροις οὐδαμῶ; ἤθελεν· ἀλλ' ἀεὶ ξένα τινὰ περιενόει δό γματα, καὶ οὐ καθεκτῶς εἶχε, καινὰ ἐπὶ καινοτέρεις ἀεὶ ἐφευρίσκων, οἷα δὴ καὶ τότε συνέβαινε. ΚΕΦΑΛ. ΜΖ. Περὶ τῆς Μακεδονίου αἱρέσεως καὶ Μαραθωνίου τοῦ Νικομηδείας, καὶ Εὐσταθίου τοῦ Σεβα στείας· οι πρώτως κατὰ τοῦ ἁγίου Πνεύματος βλασφημεῖν ήρξαντο, καὶ Πνεύματομάχοι ὠνο μάσθησαν. Μακεδόνιος γὰρ σύμφρων ὢν πρότερον Εὐδοξίῳ καὶ ᾿Ακακίῳ, ὅμως τὴν ἐκκλησίαν ἀφαιρεθείς, οὐκέτι παραπλησίω; ἐκείνοις δοξάζειν ᾑρεῖτο ἀλλὰ τὴν ἐν Ἀντιοχείᾳ πρότερον καὶ ἐν Σελευκείᾳ ὕστε ρον βεβαιωθείσαν πίστιν, ἣν καὶ ὁμοιοούσιον ἐκεῖ νας ὠνόμαζε, κρατύνειν ᾑρεῖτο, ἣν αὐτὸν λόγος εύ ρεῖν, μᾶλλον δὲ Μαραθώνιον, ὃν Νικομηδείας ποιήσοι ἐπίσκοπον. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἐν τῇ θεο λογίᾳ ἐν τῆς Τριάδος λέγειν τὸ Πνεῦμα τὸ ἅγιον ἀπηρνεῖτο. Τὸν μὲν γὰρ γιὸν Θεὸν τέλειον εἶναι, καὶ κατ' ουσίαν ὅμοιον ἔλεγε τῷ Πατρί· τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἄμοιρον καθίστα τῶν τοιούτων γερῶν. Διάκονον γὰρ αὐτὸ εἶναι καὶ ὑπουργὸν εἰσηγεῖτο, καὶ βραχύ τι τῶν ἀγγελικῶν διαφέρον ταγμάτων. Εκοινώνουν δὲ τῆς δόξης αὐτῷ Ελεύ σιος ὁ Κυζίκου, Σωφρόνιός τε ὁ Παφλαγών, καὶ ὁ Σεβαστείας Εὐστάθιος· ὃς δῆθεν εὐγνωμονέστερος ὢν οὔτε Θεὸν οὔτε κτίσμα λέγειν ᾑρεῖτο τὸ Πνεῦμα τὸ ἅγιον. Πολλοὶ δὲ καὶ ἄλλοι σὺν αὐτοῖς ἦταν, καὶ σχεδὸν ὅσοι μετ᾿ αὐτῶν καθηρέθησαν παρὰ τῶν ὑπεναντίων. Ηκιστα δ' ἐλαχίστην καὶ μοῖραν ἐπήγοντο τοῦ ἐν Κωνσταντινουπόλει λάου, ὁμοιοούσιον,

Chapter XLVIIICaput XLVIII

col. 419–420page 206 of 633
PG 146:419καὶ τῶν ἐν Βιθυνίᾳ καὶ Θράκῃ καὶ Ἑλλησπόντῳ καὶ τῶν περικύκλῳ ἐθνῶν· καὶ γάρ πω: τὰ περὶ τὸν βίον, ὦ μάλιστα προσέχειν εἴωθεν ὁ πολὺς ἔμιο λος, ἐπιμελῶς εἶχον. Η γὰρ πρόοδος σεμνή τις ἦν αὐτοῖς· καὶ ἡ ἄλλη ἀγωγὴ οὐ πολλῷ ἀπέδει μονα χικὴ εἶναι. Ο δὲ λόγος κομψότητι κεκραμένος, ἦθος ἱκανὸν πείθειν προσβάλλετο· ὁποῖος δῆτα καὶ Μαραθώνιος ἦν· ὅς ἀπὸ δημοσίων ψηφιστής τελών, τῶν ὑπὶ τοὺς ὑπάρχους στρατιωτῶν ἀδρὸν περιαθροίσας βαλάντιον, ἐπειδὴ τῆς ἐργασίας ἐκείνης ἐπαύετο, πτωχείων ἐπιμελητής ἦν, καὶ νοσοκομεῖν ἐπιτήδευεν. Επειτα τὸν ἀσκητικὸν βίον ὑπῆλθεν, ὑπὸ Εὐσταθίῳ τῷ Σεβαστείας καθηγούμενος. Οὐκ ἀγεννὲς δὲ μοναστήριον ἐν τῇ Κωνσταντίνου συνο στησιν, ὅ καὶ μέχρι πόρρω διήρκεσεν. Ες τοσόνδε δὲ σπουδαῖος ὤφθη τῇ Μακεδονίου αἱρέσει, ὡς καὶ χρήμασιν ἰδίοις ἐπιδοῦναι παρασκευάσαι, καὶ Μορι θωνιανούς πεῖσαι τοὺς ἐκείνου καλεῖσθαι. Μόνος γέρ 801 οὗτος εἰς τὸ μὴ παντάπασιν ἐκλιπεῖν τὴν τοιαύτην αἵρεσιν ἐν τῇ Κωνσταντίνου φαίνεται καταστὰς αι. τος. Οὐδὲ γὰρ εἶχεν ὁ Μακεδόνιος ἢ ἐκκλησίαν ἡ ἐπίσκοπον ἀφ᾽ οὗ τῆς ἐκκλησίας ἐξώσθη, ἄχρι τὴ καὶ ᾿Αρκάδιος παρῆλθεν εἰς τὴν ἀρχήν. Οἱ γὰρ ἐξ 'Αρείου τοὺς ἄλλως ἢ ὡς ἐκεῖνο: δοξάζοντας καὶ τῶν ἐκκλησιῶν ἤλαυνον, καὶ ἄλλως πλείστοις δεινοῖς περ ριέβαλλον· οἱ οὐ μόνον Μακεδονιανοὶ καὶ Μαραθων νιανοί, ἀλλὰ καὶ Πνευματομάχοι κατωνομάζονται Οσοι μὲν οὖν τηνικάδε ἱερωσύνῃ προσήκοντες ἐξην κάθησαν τῶν οἰκείων, ἐργῶδες νυνὶ διαμνημονεύειν. Σχεδὸν γὰρ φάναι, οὐδὲν ἔθνος τῆς Ῥωμαίων γῆς τῆς τότε συμφορᾶς ἀπείρατον ἔμεινεν. Πνευματομάχοι, ΚΕΦΑΛ. ΜΗ'. Ὡς Εὐδοξίου εἰς τὴν Κωνσταντίνου μετατεθέντος, Μελέτιος ἐκ Σεβαστείας εἰς Ἀντιόχειαν μετετέθη· καὶ ὡς ἐκεῖθεν ἐλαθέντος, Ευζώνος κατέσχε τὸν θρόνον. Τοῦ δ' Ευδοξίου πρὸς τὸν τῆς Κωνσταντίνου όποιο δόντος πλοῦτον, καὶ τοῦ θρόνου τὰς ἡνίας κρατήσαντος, οὐκ ὀλίγοις περισπούδαστος ὁ τῆς ᾿Αντιόχου θρόνος ἐγένετο. Εκάστου γάρ, ὡς εἰπεῖν, προσήκειν ἑαυτῷ τὴν ἐπισκοπὴν οἰομένου, στάσεις ἔκ τε τοῦ κλήρου καὶ τοῦ λαοῦ οἷα εἰκὸς ἐκινοῦντο. Εκάστη γάρ δόξα τὸν ἴδιον ἐπὶ προσδοκίᾳ τοιαύτῃ τῆς ἱερᾶς ἐξου σίας ἐπιλαβέσθαι ᾑροῦντο. Πολλὴν γὰρ ἔτι περὶ τὸ δόγμα εἶχον διαφορὰν τὰ πλήθη. Ενθεν οὐδὲ συνῳδέ περὶ τὰς ψαλμῳδίας ἀλλήλοις ἐφρόνουν· ἕκαστοι δὲ ὥσπερ εἶχον δόξης, μεταρρύθμιζαν τὸ ψαλλόμενον. Οὕτω δ' ἐχούσης τῆς ᾿Αντιοχείας, δεῖν ἐδόκει τοῖς περὶ τὸν Εὐδόξιον ἐκ τῆς Σεβαστείας εἰς τὴν Αν τιόχειαν, ἅτε λέγειν καὶ πείθειν δεινὸν, βίῳ δὲ καὶ πολιτεία μάλιστα κράτιστον, καὶ ὁμόδοξον αὐτοῖς καθεστῶτα τὸ πρότερον, μεταθεῖναι Μελέτιον. Εν ἐλπίσι γὰρ ἦσαν οὐχὶ μικραῖς τοῖς τοῦ ἀνδρὸς πολ λεῖς προτερήμασι μὴ μόνον 'Αντιοχείς θηράσαι, ἀλλὰ καὶ τὰς περικύκλῳ πόλεις· μάλιστα δὲ ὅσοι
col. 421–422page 207 of 633
PG 146:421ἀπὸ τοῦ θείου Εὐσταθίου Ευσταθιανοὶ ὠνομάζοντο, οἱ ἀπαράτρωτον τὴν ἐν Νικαίᾳ πίστιν ἐφύλαττον, ἰδίᾳ τὰς συνάξεις ποιούμενοι. Ελαθον δὲ παραπολὺ τῆς ἐλπίδος ψευσθέντες. Καὶ γὰρ τὴν Αντιόχειαν 802 καταλαβόντι, πολλοὶ μὲν τῶν τὰ ᾿Αρείου φρονούντων προσῆλθον, πολλοὶ δὲ καὶ ἀπὸ θατέρου μέρους, οι Παυλίνῳ εἶποντο· οἱ μὲν κατὰ κλέος τοῦ ἀνδρός πολὺς γὰρ ἦν ὁ περὶ τούτου θρύλλος καὶ πρὶν ἐπι στῇ· ἄλλοι δὲ καὶ κατὰ θέαν ἴσως· τοῖς δὲ σπουδή ἦν μαθεῖν, τίσι καὶ οὗτος προσκείσεται· καὶ γὰρ πολλή τις διέρρει φήμη, περὶ πολλοῦ καὶ αὐτὸν ποιεῖσθαι τὰ ἐν Νικαία δόξαντα, καθὰ δὴ καὶ τὸ τέ-; λο; ἔδειξε. Καὶ πρῶτον μὲν περὶ δόγματος διαλέγεσθαι ἐν δευτέρῳ ἐτίθει· τὴν δὲ ἠθικὴν διδασκαλίαν, δημοσία μετεχειρίζετο. Προϊὼν δὲ, καὶ τὴν ἐν Νι καίᾳ πίστιν ἐπήγετο, καὶ τὸ ὁμοούσιον ἀνεκήρυττε. Λέγεται δὲ τὸν τηνικάδε τοῦ κλήρου ἀρχιδιάκονον, διδάσκοντι προσιόντα, ἐπιβαλεῖν αὐτῷ κοίλην τὴς χεῖρα καὶ ἐπ:βύειν τὸ στόμα, τὸν δὲ τῇ χειρὶ μᾶλλον ἢ τῇ φωνῇ τὴν τῆς πίστεως γνώμην σημαίνειν· καὶ τὸ ὁμοούσιον, τοὺς τρεῖς δακτύλους εἰς τὸ προφανὲς ἐκτείνοντα, εἰς ταυτὸν αὖθις συνιζάνειν συνάγοντα, τὸν ἕνα μέ. νον ἐγείρειν ὄρθιον. Δι' ὧν εἰκόνιζεν ἅπασιν, ἃ δη φρονῶν λέγειν ἐπέχετο. Ἐπεὶ δ' ὁ διάκονος ἀφεὶς τὸ στόμα τὴν χεῖρα συνεῖχεν, ἐκεῖνος ἐλευθεριάσας τὴν γλῶσσαν, κομψοτέρα μάλα φωνῇ ἣν εἶχε περὶ Θεοῦ δόξαν σαφῶς ἐπαρρησιάζετο· πᾶσί τε τὴν ἐν Νικαίᾳ πίστιν ἐτράνου, καὶ τοὺς ἄλλως φρονοῦντας πολὺ τοῦ εὐθέως διαμαρτάνειν ἐπεμαρτύρετο διαρ ῥήδην. Ἐπεὶ δὲ λέγων ἢ τῇ χειρὶ δεικνὺς τὸ βού λημα τῆς ψυχῆς οὐκ ἐπαύετο παρισταν, ἀμοιβαδις, ὡς γ' ἐδίδου, ὅ τε διάκονος κἀκεῖνος, οἷα δὴ Παγκράτιον ἀγωνιζόμενοι, ἐπιπολὺ φιλονεικοῦντες ἦσαν, οἱ Εὐσταθίῳ ἑπόμενοι σκιρτώντες μέγα ἀνέκραγον, ἡδονῆς ἔμπλεῳ καθεστῶτες, οἱ δ' ἐξ ᾿Αρείου πλή ρεις αἰσχύνης ὑπέστρεφον. Ἐπὶ δὲ τούτῳ χαλεπήναντες οἱ περὶ Εὐδόξιον, τῆς ἐκκλησίας ἀπήλασαν τὸν Μελέτιον· ἔπειτα μετεκαλούντο, οἷα ὁμόφρονα λου γιζόμενοι, διορθώσασθαι τὰ προειρημένα. Καὶ γὰρ ἐκ τῆς ᾿Αρειανῆς ψήφου τὴν χειροτονίαν εἶχεν ἐν Σεβαστείᾳ. Εκ ταύτης δὲ πάλιν δι' ἐκείνων εἰς τὴν της Συρίας Βέροιαν μετηνέχθη· καὶ ἐν τῇ κατά Σελεύκειαν συνόδῳ τῇ πίστει τῶν περὶ Ἀκάκιον ὑπέγραψε. Καὶ ἐν τῇ τῆς Κωνσταντινουπόλεως συν όδῳ παρῆν, συμπράττων ἐκείνοις τὰ φίλα καὶ συμ ψηφιζόμενος. Καὶ παρ' αὐτῶν τὸ τρίτον αὖθις, εἰς τὸν τῆς ᾿Αντιοχείας θρόνον μετέβαινε. Μεταστέλ λεντο τοίνυν αὐτόν. ὡς δὲ τῆς ὀρθῆς δόξης μετατίθεσθαι ἥκιστα ἤθελο, πυθόμενος βασιλεύς, φυγήν 803 αὐτοῦ κατεδίκαζεν· Εὐζώϊον δὲ ἂς ᾿Αρείῳ συνήν, καὶ σὺν ἐκείνῳ πρότερον καθῃρεῖτο, τὸν θρόνον ἐπέ τρέπεν· οἴ γε μὴν Μελετίῳ ἑπόμενοι, καὶ δι' ἐπαί νου τὰ ἐκείνου ποιούμενοι, διατεμόντες σφᾶς τῶν 'Αρειανῶν, ἰδίᾳ ἐκκλησίαν εἶχον. Οἱ γὰρ περὶ Παυ εἶνον ἐξ ἀρχῆς τῷ ὁμοουσίῳ στοιχοῦντες, οἱ Εὐσταθιανοὶ ἐκαλοῦντο, Μελέτιόν τε καὶ τοὺς περὶ αὐτὸν ἐξετρέποντο, μηδαμῶς ἐθέλοντες κοινωνεῖν, ὅτι ἐκ τῆς ἐκείνων ψήφου Μελέτιος τὴν χειροθεσίαν είχε, καὶ οἱ ἐκείνῳ ἑπόμενοι τῷ ἐξ ἐκείνων ἦταν τελε

Chapter XLIXCaput XLIX

col. 423–424page 208 of 633
PG 146:423φρονοῦντες, ἐπὶ τῇ τῆς χειροτονίας μόνη προφάσει διῄρηντο. Καὶ αὕτη ἐγένετο πρόφασις την Ἀντιόχου Εκκλησίαν εἰς ὁμόδοξα δύο μέρη διακριθῆναι. Τηνικαῦτα δὲ πάλιν Πέρσας νεωτερίζειν κατὰ Ρωμαίων μαθὼν Κωνστάντιος, ἧκεν εἰς Ἀντιό σθέντες βαπτίσματι. Καὶ οἱ μὲν, καίπερ τα ίσα τοῦ ὁμοουσίου, χειαν. ΚΕΦΑΛ. ΜΘ. ὡς οἱ περὶ Ἀκάκιον καὶ τὸ ὅμοιον ἐξελεῖν ἐσπούδαζον ἐν 'Αντιοχείᾳ ἀπὸ τῆς ἐν 'Αριμίνῳ πίσ στεως· καὶ μὴ δυνηθέντες, ἡσύχαζον· καὶ περὶ τοῦ ᾿Αλεξανδρείας Γεωργίου, ὡς βαρέως τοῖς ἐν ᾿Αλεξανδρείᾳ ἐφέρετο. Οἱ δὲ περὶ ᾿Ακάκιον οὐκέτι ἠνείχοντο ηρεμεῖν μετάμελοι δ' ἐφ᾽ οἷς ἔπραξαν γενόμενοι, τὰ πρώην δεδογμένα σφίσιν ἀλλοιοῦν ἐπεχείρουν. Καὶ δὴ σὺν ὀλίγοις ἐν Ἀντιοχεία γενόμενοι Ευζωΐου κρατοῦντος τὰς ἐκκλησίας, καὶ τοῦ βασιλέως ἐκεῖ διατρίβοντος, περιελεῖν ἐδοκίμαζον ἀπὸ τῆς ἐν Ἀριμένῳ πρῶτα, εἶτα ἐν Κωνσταντίνου πόλει ἐκτεθείσης πίστεως, τὸ ὅμοιον ὄνομα· οὐκέτι γὰρ κρύφα, ἀλλ᾿ ἀνέδην οὕτω κατὰ πάντα, κατά τε οὐσίαν καὶ βούλησιν, ἀνόμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν, ἐξ οὐκ ὄντων τε γεγεννῆσθαι καὶ ἐδόξαζον καὶ ἐκήρυττον, καθὰ καὶ ᾿Αρειο; τὸ κατ' ἀρχὰς ἐδογμάτισε. Τούτοις δὲ τὰ μέγιστα συνεκρότουν, καὶ ὅσοι τὴν 'Αετίου δόξαν ἐπρέσ σβευον· ὅς πρῶτος μετὰ τὴν ᾿Αρειον, περιφανῶς τὰ τοιαῦτα τῶν ὀνομάτων εἰσῆξε, καὶ θαῤῥῶν ἐπαρρησιάζετο. "Οθεν ἐκεῖνος μὲν ἄθεος ἠξιώθη καλεῖσθαι οἱ δ᾽ ἐκείνου, Ανόμοιοί τε καὶ Εξουκόντιοι πρὸς τῶν ἐν ᾿Αντιοχεία φρονούντων τὸ ὁμοούσιον. "Ων τότε διι σταμένων διὰ τὴν πρὸς Μελέτιον αἰτίαν, καθὼς ἄνω θεν διελάβομεν, καὶ πρὸς ἐκείνους διαπυνθανομέν νων, ὅτου χάριν ἐν τῇ ἐκθέσει τῆς σφῶν πίστεως, Θεὸν ἐκ Θεοῦ τὸν Υἱὸν ὁμολογοῦντες, ἀνόμοιον νῦν καὶ ἐξ οὐκ ὄντων ὀνομάζειν θαῤῥοῦσιν, "Οτι γε, εί πον, καὶ ὁ ἀπόστολος Παῦλος τάδε πάντα ἐκ τοῦ τοῦ ὁμοίου, άθεος, ανόμοιοι, Θεοῦ φησιν· ἓν δὲ τῶν πάντων εἶναι καὶ τὸν Υἱόν διὰ γὰρ τοῦτο προσκεῖσθαι καὶ ταῖς ἐκδόσεσι τὸν κατὰ τὰς Γραφάς. Τοιούτοις σοφίσμασι τὴν ἀντί θεσιν ὑποδύεσθαι ἐπεχείρουν. "Ων σοφισμάτων εξα ρετὴς Γεώργιος ὁ Λαοδικείας ἐτύγχανεν ὧν· ὃς μὴ καλῶς τοῖς τοιούτοις ηγμένος, ἀγνοῶν ἦν, ὅπως ἐν τοῖς ἄνω χρόνοις πλατύτερον Ωριγένης τὰ τοιαῦτα ἐξήτασε καὶ ἡρμήνευσεν. Ομως δ' οὖν εἰ καὶ τοιαῦτα ἐκομψεύοντο, τέως τὰ τῶν πολλῶν ὀνείδη μὴ οἷοί τε ὄντες φέρειν, μηδ' ἀντεγκαλεῖν ἐκείνους ἔχοντες ίκα νῶς, αὖθις τὴν ἐν Κωνσταντινουπόλει ἐκδοθεῖσαν πίστιν κυρώσαντες, διελύοντο, καὶ ἕκαστος οίκαδε ἀνεχώρουν. Τότε δὲ καὶ Γεώργιος Αθανασίου ἔτι ἐν τῷ ἀφανεῖ καθεστῶτος, ἐλθὼν εἰς τὴν ᾿Αλεξάνδρειαν, οὐ μόνον χαλεπῶς διέκειτο πρὸς τοὺς ἑτέρως ἡ ὡς
col. 425–426page 209 of 633
PG 146:425αὐτὸς ἐδόκει δοξάζοντας, ἀλλὰ καὶ πρὸς Ἕλληνας βαρὺς ἦν. ὡς γὰρ ἐκείνῳ ἐδόκει κἀκείνους δοξά ζειν ᾑρεῖτο, καὶ μὴ βουλομένους ήλαυνεν. Οὐ μὴν δ' ἀλλὰ καὶ παντὶ τῷ δήμῳ τῆς πόλεως χαλεπὸς ἦν ἐπιτιμητικὸς δ' ὡς μάλιστα τοῖς ἄρχουσιν. Απεχθής δὲ καὶ τῷ πλήθει ετύγχανεν οἷα τυραννικός, και δύο ναμιν ἑαυτῷ περιποιούμενος οίκοθεν. Το δ' Ἑλληνικὸν πλέον ἐξέμαινεν, ὅτι τὰ πάτρια εκείνους εἶργε ποιεῖν· καὶ τὰς ἑορτάς περιῄρει· καὶ ὅτιπερ στίφος ἐξ Αἰγύπτου στρατιωτικὸν ἐπαγαγὼν αὐτοῖς, τάς τε τῶν σφετέρων θεῶν εἰκόνας, καὶ ἀναθήματα ἕτερα, καὶ ὅσος τοῖς ναοῖς ἦν κόσμος αὐτῶν, διήρπασεν ἀφαιρούμενος. "Α δὴ πάντα αίτια ἐκείνῳ τῆς ἀναι ρέσεως ἐγεγόνει, ὡς ἐν τῇ ἐφεξῆς μοι δηλωθήσεται Ιστορία. Τοῦ δὲ Κυρίλλου δν τρόπον είρηται καθαιρεθέντος, τὴν τῶν Ἱεροσολύμων Ἐκκλησίαν Ἑρέννιος ἐπετράπη· μεθ᾽ ἂν ἐγεγόνει Ηράκλειος, καὶ ἐφεξῆς Ἰλάριος· οὗτοι γὰρ μέχρι τῆς Θεοδοσίου βασιλείας διοικῆσαι τὰ τῆς τοιαύτης Εκκλησίας Ιστό ρηνται. Μετὰ δὲ τούτους πάλιν ὁ αὐτὸς Κύριλλος τὸν οἰκεῖον ἐπανέλαβε θρόνον. ΚΕΦΑΛ. Ν'. Περὶ τῆς τοῦ βασιλέως Κωνσταντίου τελευτῆς καὶ οἷς ὁ Θεολόγος γραφῇ περὶ αὐτοῦ ἱστορεῖ. Ο δὲ Καίσαρ Ἰουλιανὸς, μάχῃ τῶν περὶ τὸν 'Ρῆ τον βαρβάρων κρατήσας, καὶ τοὺς μὲν ξίφει ὑπαγαγὼν, οὓς δὲ καὶ ζωγρήσας, καὶ πολὺς τηνικάδε διὰ μετριοφροσύνης καὶ ἐπιεικείας πρόσχημα δόξας τοῖς στρατιώταις, βασιλεὺς Ρωμαίων αναγορεύεται. "Ο δὴ ἐς Κωνστάντιον ἀγγελθέν, πολλὴν ἐποίει τὴν ἀγω νίαν. Καὶ δὴ τὸ θεῖον λουτρὸν πρὸς Εὐξωΐου ἐν 'Αν τιοχείς δεξάμενος, ἄρας ἐκεῖθεν τὴν στρατιάν, προς τὸν κατ᾽ ἐκείνου ἐπορεύετο πόλεμον. Ἐν δὲ Μόψου χρήναις γενόμενος, αἳ ἀνὰ μέσον Καππαδοκίας καὶ Κιλικίας εἰσὶν, ἀπόπληκτος τῷ πολλῷ τῆς φροντίδος γενόμενος, τὸν βίον ἀπέλιπεν. Ὁποῖος μὲν οὖν τὸ ἦθος καὶ τὴν θρησκείαν ἐγεγόνει Κωνστάντιος, δι εξῆλθον ἄν, εἰ μὴ ὁ πυρίπνους ῥήτωρ ὁ Θεολόγος Ει Γρηγόριος τὰ κατ' αὐτὸν ἄριστα διεσάφησε. Καί γ' ἐνὸν διὰ τῶν ἐκείνου παραστῆσαι φωνῶν οἷος ἦν, περιττὸν οἶμαι ἑτέρως λέγειν αἱρεῖσθαι. Ἐν μὲν οὖν τῷ πρώτῳ στηλιτευτικῷ κατὰ Ἰουλιανοῦ, ὥσπερ ἐπαιτιώμενος τὴν ἐκείνου ἀναρξησιν, τάδε κατὰ ῥῆμα ὑπὲρ Κωνσταντίου διέξεισι· «Τί τοῦτο, ὦ θειό τατε βασιλέων καὶ φιλοχριστότατε (προάγομαι γὰρ ὡς παρόντι καὶ ἀκούοντι μέμψασθαι· καὶ εἰ πολύ κρείττονά σε γινώσκω τῆς ἡμετέρας μέμψεως μετά Θεοῦ τεταγμένον, καὶ τῆς ἐκεῖ δόξης κληρονομήσαντα· καὶ τοσοῦτον μεταχωρήσαντα, ὅσον μετα θέσθαι τὴν βασιλείαν); τίνα ταύτην ἐβουλεύσω βου λήν; πάντων συνέσει καὶ ἀγχινοίᾳ καταπολύ διαφέρων, οὐ τῶν ἐπὶ σοῦ βασιλέων μόνων, ἀλλὰ καὶ τῶν ἔμπροσθεν, ὁ τὸ βαρβαρικόν ἀνακαθαίρων κύκλῳ,

Chapter LCaput L

col. 427–428page 210 of 633
PG 146:427καὶ τοὺς οἴκοι τυράννους χειρούμενος, τοὺς μὲν λό διαφέρειν πεπιστευκότες, μὴ τὰ δίκαια συνηγορή γοις, τοὺς δὲ τοῖς ὅπλοις· καὶ τούτων ἑκάτερον, ὡς μηδὲν ὑπὸ τοῦ ἑτέρου διοχλούμενος. Οὗ μεγάλα μὲν τρόπαια τα μεθ' ὅπλων καὶ μάχης, μείζω δὲ καὶ περ ριφανέστερα τὰ ἀναίμακτα· πρὸ; ὃν καὶ πανταχόθεν πρεσβεῖαι καὶ ἱκεσίαι, ὧν τὰ μὲν ὑπήκους, τά δὲ ἔμελλε; Πᾶν δὲ ἦν τὸ ἐλπισθὲν ἴσον τῷ χειρωθέντι ὁ χειρὶ Θεοῦ πρὸς πᾶσαν καὶ βουλὴν καὶ πρᾶξιν 6 δηγούμενος· οὗ μᾶλλον μὲν τῆς χειρὸς ἡ σύνεσις, μᾶλλον δὲ τῆς συνέσεως ἡ χεὶρ ἐθαυμάζετο· πλέον δὲ τῆς ἐν ἀμφοτέροις εὐδοκιμήσεως ἡ εὐσέβεια. Καὶ μετ' ὀλίγα· «Τί; γὰρ οὐκ οἶδε καὶ τῶν μετρίως ἐκεῖνον ἐπισταμένων, ὅτι ἕνεκα μὲν εὐσεβείας καὶ τοῦ περὶ ἡμᾶς φίλτρου, καὶ τοῦ βούλεσθαι πᾶν ἡμῖν ἀγαθὸν, μὴ ὅτι ἐκεῖνον παρεῖδεν ἂν, ἢ γένους ὅλου τιμὴν, ἢ προσθήκην τῆς βασιλεία;, ἀλλὰ καὶ αὐτῆς. βασιλείας καὶ πάντων τῶν ὄντων, καὶ τῆς ψυχῆς αὐτῆς, ἧς οὐδὲν τιμιώτερον, τὴν ἡμετέραν ἀσφά λειάν τε καὶ σωτηρίαν, οὐκ ἂν χαλεπῶς ἡλλάξατο; Οὐδεὶ γὰρ οὐδενὸς οὕτω πώποτε πράγματος έρως θερμὸς ἐνέσκηψεν, ὡς ἐκείνῳ Χριστιανούς αὐξηθῆναι, καὶ ἐπὶ πλεῖστον καὶ δόξης προελθεῖν καὶ δυνά μεως. Καὶ οὔτε ἔθνη χειρούμενα, οὔτε τὸ κοινὸν εὐο νομούμενον, οὐ πλῆθος χρημάτων, οὐ δόξη; περιουσίᾳ, οὐ τὸ βασιλέα βασιλέων εἶναι καὶ ὀνομάζεσθαι, οὐχ ὅσοις ἄλλοι; ἀνθρώπων εὐδαιμονία γνωρίζεται οὐδὲν οὕτω τῶν πάντων ἐκεῖνον εὔφραινεν, ὡς τὸ δι' αὐτοῦ μὲν ἡμᾶς, διὰ δὲ ἡμῶν ἐκεῖνον καὶ παρὰ Θεῷ καὶ ἀνθρώποις εὐδοκιμεῖν, καὶ ἀκατάλυτον ἡμῖν εἰς τὸν ἅπαντα χρόνον παραμεῖναι τὴν δυναστείεν. Καὶ γὰρ πρὸς τοῖς ἄλλοις ἐκεῖνο ᾔδει σαφῶς, υψηλότερόν τε καὶ βασιλικώτερον ἢ κατὰ τοὺς πολλοὺς περὶ τού των διανοούμενος, ὅτι τοῖς Χριστιανῶν πράγμασι καὶ συνεισῆλθε τῇ ἐπιδημίᾳ Χριστοῦ τὸ κράτος, οὔ πω πρότερον τελείως εἰς μοναρχίαν νενικηκός. Καὶ διὰ τοῦτο πλέον ἐδόκει μοι περιέπειν εὖ ποιῶν τὰ ἡμέτερα· ὅς γε καὶ εἰ παρελύπησέ τι ἡμᾶς, οὐ περιφρονῶν, οὐδὲ ὑβρίζων, οὐδὲ ἄλλοι; τισὶ πρὸ ἡμῶν χαριζόμενος· ἀλλ᾿ ὥστε πάντας ἓν εἶναι καὶ συμ φρονεῖν παρελύπησε, καὶ μὴ διακεκοφθαι μηδὲ δ:ε στάναι τοῖς σχίσμασιν. Εφεξῆς δὲ ὑπὲρ τῶν ἐγκα λούντων εὐήθειαν, ἀπολογούμενος, καὶ ταῦτα προς τίθησι· ι Καὶ γὰρ ἂν αἰχυνοίμην, εἰ τοιαύτης παρ' αὐτοῦ τυχόντες τιμῆς, καὶ τοσοῦτον αὐτὸν εὐσεβεία σαιμεν, δ καὶ τοῖς μηδὲν εὐεργετηκόσιν ὀφείλεται παρ' ἡμῶν, τῶν λόγου καὶ ἀληθείας θεραπευτών καὶ ταῦτα μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν, ἡνίκα καὶ τὸ κολακεύειν δοκεῖν ἐκπεφεύγαμεν, καὶ πονηράς ἐλεύθερος ὑπονοίας ὁ λόγος· τίς γὰρ οὐκ ἂν ἤλπισεν, εἰ μή τι ἄλλο, ταῖς τιμαῖς ποιήσειν αὐτὸν ἡμερώτερον; Καὶ γὰρ τὸ θαῤῥεῖν εἶχεν οὐ τοσοῦτον ἐκ τῆς ἐκείνου πίστεως, ὅσον ἐκ τῆς ἰδίας δυνάμεως. Καί τοι τί τοῦτ' ἀγωνίζομαι, ἐνὸν κρατῆσαι καὶ ἡττη μένον; Εἰ γὰρ ὁ πιστεύσας κακὸς, τί ποτ' ἂν εἴη παρ' ἐκεῖνον ὁ πιστευθείς; Καὶ εἰ τὸ μὴ προϊδέσθαι τὸν τρόπον ὑπαίτιον, αὐτήν γε τὴν κακίαν τοῦ θή σομεν; Αλλ' όντως ἀσυλλόγιστόν τι πράγμα ή που νηρία, καὶ οὐκ ἔστιν ᾧ τοὺς μοχθηροὺς ἄν τις βελ
col. 429–430page 211 of 633
PG 146:429τίους ποιήσειεν· ὁπότε κἀκεῖνος ἐξ ὧν εὐνούστερος φανῆναι δίκαιος ἦν, καὶ εἴ τι κακίας εἶχεν ἐμπόρευμα, τοῦτ᾽ ἀνελεῖν, ἐκ τούτων εἰς μεῖζον ἀνήφθη μια σος· καὶ ὅπως ἂν ἀμύναιτο τὸν εὐεργέτην, ἐσκό πει.» Ταῦτα μὲν ἐν τῷ πρώτῳ διέξεισιν· ἐν δὲ τῷ δευτέρῳ Στηλιτευτικῷ καὶ ταῦτα προστίθησιν Ἐπεὶ δὲ καὶ ὑμῖν ἐστι νεκρὸς ὁ πρὸ αὐτοῦ καταλύσας τὸν βίον, ἴδωμεν κἀνταῦθα τον βασιλέοιν ἀμφοῖν τὸ διάφορον· εἴ τι καὶ τοῦτο φέρει πρὸς εὐδαιμονίαν ἡ κακοδαιμονίαν τοῖς ἀπελθοῦσιν. Ο μέν γε παρα πέμπεται πανδήμοις εὐφημίαις τε καὶ πομπαῖς, καὶ τούτοις ἡμετέροις σεμνοί;, ᾠδαῖς παννύχοις καὶ δαδουχίαις, αἷς Χριστιανὸν τιμάν μετάστασιν εὐσεβῆ νομίζομεν· καὶ γίνεται πανήγυρις μετὰ πάθους ή ἐκκομιδὴ τοῦ σώματος. Εἰ δέ τῳ πιστὸς ὁ λόγος, καὶ τοῦτο διεδόθη ταῖς τῶν πιστῶν ἀκοαῖς· ὅτι ἐπειδή τὸν Ταῦρον ὑπερβάλλοι τὸ σῶμα πρὸς τὴν πατρώαν αὐτῷ πόλιν διασωζόμενον, ταύτην δὴ τὴν ὁμώνυμον ἐκείνοις καὶ μεγαλώνυμον, φωνή τις ἐκ τῶν ἄκρων ἔστιν οἷς ἐξηκούετο, οἷον ψαλλόντων τε καὶ παρα πεμπόντων, ἀγγελικών, οίμαι, δυνάμεων, γέρας τῆς εὐσεβείας καὶ ἀντίδοσις ἐπιτάφιος. Καὶ γὰρ εἰ καὶ τὴν ὀρθὴν δόξαν παρακινεῖν ἔδοξεν, ἀλλὰ καὶ τοῦτο τῆς τῶν ὁποδυναστευόντων σκαιότητος καὶ κακοδοξίας τὸ ἔγκλημα, οἱ ἁπλῆν καὶ ἀπαγῇ εἰς εὐσέβειαν παραλαβόντες ψυχήν, οὐ προορωμένην τὰ βαράθρα, ἀπήγαγον ᾗπερ ἐβούλοντο· καὶ προσχήματι εὐσε βείας τὸν ζῆλον κακίαν εἰργάσαντο. Αλλ' οὖν ἡμεῖς τὸ κοινότερον, τόν τε πατέρα ἐννοοῦντες τὸν βαλόν μενον τὴν κρηπίδα τῆς βασιλικῆς τῷ Χριστιανισμῷ δυναστείας καὶ πίστεως, καὶ τὸν εἰς αὐτὸν κατελθόντα κλῆρον τοῦ δόγματος, ἐγεραίρομεν τὰ εἰκότα τὸ σκήνος τοῦ δικαίᾳ βασιλείᾳ συζήσαντος, καὶ τὸν βίον καταλύσαντος ὁσίῳ τῷ τέλει, καὶ τὸ κράτος ἡμῖν καταλείψαντος. Ω; δὲ πλησιάζει τῇ μεγάλη καὶ βασιλίδι πόλει, τί δεῖ λέγειν δορυφορίας τε τοῦ στρατοῦ παντὸς, καὶ τάξιν ἐνόπλιον ὡς ζῶντι τῷ βασιλεῖ γινομένην; ἢ τῆς λαμπρᾶς πόλεως εκχυσιν ὀνομαστοτάτην τῶν πώποτε γενομένων ἢ ἐσομένων; Αλλ' ὁ θρασὺς καὶ γεννάδας ἐκεῖνος, καὶ νέᾳ τῇ πορφυρίδι καλλωπιζόμενος, καὶ διὰ τοῦτο, ὡς τὸ εἰκὸς, μέγα φρονών, μέρος γίνεται καὶ αὐτὸς ἐκείνῳ τῆς προπομπίου τιμῆς, τὴν αὐτὴν καὶ ἀντιδιδοὺς καὶ ἀντιλαμβάνων χάριν, τὸ μέν τι βιασθείς, τὸ δὲ ἑκὼν, ὡς λέγουσιν. Ὁ γὰρ στρατὸς ἅπας, εἰ καὶ τοῦ παρόντος ἥττητο κράτους, ἀλλ᾽ οὖν πλεῖον τῷ κατοιχομένῳ νέμων αἰδοῦς (ἐπειδὴ καὶ πεφύκαμεν ευνούστεροί πω; εἶναι τοῖς ἔτι προσφάτοις πάθεσι), τῷ φίλτρῳ προσπάσχοντες, καὶ τὸν ἔλεον τούτῳ προσάπτοντες, καὶ διὰ τοῦτο οὐκ ἀνεχόμενοι τὸ μὴ οὐχ ὡς βασιλέα τιμηθῆναι τοῦτον καὶ προσδεχθῆναι, πείθουσι τὸν ἀποστάτην καὶ συναναγκάζουσιν ὑπο αντῆσαι τῷ νεκρῷ μετὰ τοῦ προσήκοντος σχήματος. Τὸ δὲ ἦν, ἀποκοσμήσαντα τὴν κεφαλὴν τοῦ διαδήματος, καὶ ὑποκύψαντα τῷ βασιλεῖ τὰ εἰκότα, οὕτως ἐπὶ τὸν τάφον συμπαραπέμψαι τοῖς ἄγουσιν ἐπὶ τὸν ἀσίδιμον τῶν ᾿Αποστόλων σηκόν· εἰ δὴ τὸ ἱερὸν γέ νος ὑπεδέξαντο καὶ διαφυλάττουσι, μικροῦ τὰ ἴσα γέρα καρπούμενον.» Καὶ ὁ μὲν Θεολόγος τοιαῦτα
col. 431–432page 212 of 633
PG 146:431καὶ ἄλλα πλείονα ἔν τε τοῖς Στηλιτευτικοῖς ὑπὲρ Κωνσταντίου διέξεισιν, οὐδὲ ἐν τοῖς ἄλλοις λόγοις κακίαν αὐτῷ μαρτυρῶν, ἀλλ᾽ ἁπλότητα μᾶλλον ἢ κουφότητα· οἱ δὲ λοιποὶ τῶν ἱστορικῶν μὴ καλὸν εἶναι τὸ σέβας διδόασιν· ἐν οἷς καὶ ὁ Κύρου ἐστὶ Θεοδώρητος. Ἐγὼ δὲ τῷ προμάχῳ τῆς εὐσεβείας Γρηγορίῳ τῷ πάνυ ἕπεσθαι μάλιστα βούλομαι. Καὶ γάρ φασί τινες μὴ θαυμαστὸν εἶναι, εἰ ἐν τοῖς ἄλλοις λόγοις ηρέμα αὐτῷ ἐγκαλῶν, ἐν τοῖς Στηλιτευτικοῖς διόλου ὑπερφυέσιν ἐπαίνοις αὐτὸν καταστέψει. Τον γὰρ κατὰ τοῦ ἀποστάτου ζῆλον διαλλάττειν φασί τὸν μέγαν, καὶ φίλον ἐκείνου γνήσιον γίνεσθαι, μὴ διὰ κακίαν, ἀλλὰ δι' ἁπλότητα μετρίως λυπήσαντος. Επεί τοί γε καὶ τὸ ἄλλο τοῦ πατρὸς ἦθος τοιοῦτον εὑρίσκεσθαι λέγουσι, τῷ ὑπερβάλλοντι κακῷ συγγινώσκειν τοῖς μικρὸν ἀγνοήσασιν. Ἐγὼ δέ φημι λέ γου μὲν ἔχεσθαι τὸ εἰρημένον. Επ' εὐσεβείᾳ δὲ, μὴ τοιαῦτα αἱρεῖσθαι καταχαρίζεσθαι τὸν τοσοῦτον τῆς Εκκλησίας διδάσκαλον. Καὶ τὰ μὲν περὶ Κωνσταντίου τοῦτον ἔσχε τὸν τρόπον· τελευτᾷ δ' ἐν Μόψου χρήναις, ὡς εἴρηται, κατὰ τὴν τρίτην τοῦ Νοεμβρίου μηνός· ζήσας μὲν τὰ πάντα ἔτη πέντε καὶ τεσσαράκοντα, βασιλεύσας δὲ τούτων ὀκτὼ πρὸς λ', ὧν τὰ μὲν τρισκαίδεκα σύναμα τῷ πατρὶ ἦρχε· τὰ δ' ἐπε έκεινα πέντε ὄντα καὶ εἴκοσι μόνος διώκησεν. "Οσα δὴ καὶ ἡ παροῦσα ἐνάτη μοι τῶν ἱστοριῶν περιέχει όπηνίκα κόσμου μὲν ἔτος εωοβ', ἀπὸ δὲ τῆς θείας τοῦ Κυρίου γεννήσεως τριακοσιοστὴν ἑξηκοστὸν ἕβδομον ἐπεραίνετο.
col. 433–434page 213 of 633
PG 146:433ΝΙΚΗΦΟΡΟΥ ΚΑΛΛΙΣΤΟΥ ΤΟΥ ΞΑΝΘΟΠΟΥΛΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ Ι. ΚΕΦΑΛ. Α'. Περὶ βίου καὶ ἀγωγῆς τοῦ παραβάτου Ιουλια τοῦ· καὶ ὡς Θεοῦ παραχωρήσει βασιλεὺς 'Ρω μαίων ἀνηγυρεύθη. Κωνστάντιος μὲν οὖν τοῦτον ἀπεβίω τὸν τρόπον, οὐκ ἐλαχίστῳ χρώμενος μεταμέλῳ τῇ καινοτομία τῆς πατρικῆς πίστεως. Πλὴν εἰ καὶ τῷ τοῦ φρονήματος ἀπαγεί, τῷ τῆς εὐλαβείας δελέατι ὑπὸ τῶν ἀγόντων αὐτὸν ἐπισκόπων παρεκτραπείς, τὴν τοῦ ὁμοουσίου λέξιν τοῦ συμβόλου τῆς πίστεως ἀπεώσατο τῷ προσχήματι τῆς πάντων ἑνώσεως· ἀκραιφνῶς μὲν τὴν τῆς λέξεως διάνοιαν ώμολόγει· γνήσ στον γὰρ Υἱὸν καὶ πρὸ τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεγεννημένον τὸν Θεὸν Λόγον ὠνόμαζε· καὶ πολέ μιας ἀκριβῶς τοῖς κτίσμα λέγειν αὐτὸν τολμῶσι καθίστατο. Πλὴν γὰρ τοῦ εἰρημένου ἀκριβὲς ἦν ἀρχέτυπον ἐφ' ἅπασι τοῦ πατρὸς, μάλιστα δ' ἐπ' εὐσεβείᾳ καὶ ἀφανείᾳ τῆς εἰδωλικής πλάνης και θεραπείας. Ἰουλιανὸς δὲ μηδενὸς ἀντιπράττοντος, τὴν βασίλειον ἀρχὴν ἀνελάμβανεν. Ἐπεὶ δὲ εἰς τὴν περὶ τούτου λόγον φέρων ἡμᾶς ὁ λόγος ἤνεγκε, δί καιον βραχέα περὶ αὐτοῦ διελθεῖν, τίς τε καὶ πόθεν, οἷας τε παιδεύσεως καὶ ἀγωγῆς ἂν ἐπὶ τὴν βασι λείαν παρῆλθε. Μικρὸν δὲ ἄνωθεν ὁ λόγος ἡμῖν χωρησάτω, οὐ κόμπῳ φράσεω; καὶ ἄνθει λέξεων σεμνυνόμενος, ἀλλὰ ταπεινῷ καὶ ἀπερίττῳ χρώματ προϊών, ἅτε δὴ τῆς ἱερᾶς τοῦτο Ιστορίας προσαπαι τούτης, ὁ δὲ καὶ κατ᾿ ἀρχὰς προὔθετο, προελεύσε Κωνσταντίνος γὰρ ὁ μέγας δύο ἔσχεν ἀδελφοὺς ἐξ τοῦ ὁμοουσίου,

Book XLiber Decimus

col. 435–436page 214 of 633
Caput I
PG 146:435ροι δ' αἱ μητέρες ἦσαν αὐτοῖς· ὧν τῷ μὲν Δαλμάτιος, θατέρῳ δὲ Κωνστάντιος ὄνομα ἦν. Ο μὲν οὖν Δαί μάτιος ἕτερον ἐγέννα Δαλμάτιον· τῷ δὲ Κωνσταντίῳ Γάλλος καὶ Ἰουλιανὸς παῖδες γεγέννηντο. Ἐπεὶ δ' ἀπεδίω μὲν Κωνσταντῖνος, καὶ εἰς τὸν παῖδι Κων στάντιον ἡ ἀρχὴ μετεχώρει, δειμαίνων ἐκεῖνος τάς τυραννίδας, τοὺς προσήκοντας γένει δι' υποψία; έχων, οὐ καλῶς αὐτοῖς διετίθετο· ἀμέλει τοι καὶ τῷ νέῳ Δαλματίῳ Καίσαρι ὄντι οἱ στρατιῶται φόνον εκίρνων. Παρὰ βραχὺ δ' ἂν καὶ οὗτοι ἀπώλοντο, εἰ μὴ Γάλλον μὲν ἐξείλετο τῆς ἐπιβουλῆς, ὅτι νοσών ἔτυχεν, ὅτον οὔπω θανεῖν ἐξ ἐκείνης προσδόκιμος ῶν· Ἰουλιανὸν δὲ τὸ τῆς ἡλικίας διέσωζεν ἀτελές. Ούπω γὰρ ἔτι ὄγδοον ἔτος ἡ ἡλικία ἦγεν αὐτῷ. Ως δὲ χρόνῳ ἡ κατ' αὐτῶν τοῦ βασιλέως ὁρμὴ ὑπεχάλα, πρῶτον μὲν ἐν Καππαδοκία διατρίβειν εἰάθησαν Εν τινι χώρα, Μακέλλῳ ὄνομα, πρὸς τῷ ᾿Αργέψ ὄρει, οὐ μακρὰν τῆς Καισαρέων διέχοντι πόλεως, βασίλεια καὶ λοετρά, κήπους τε καὶ πηγὰς ἀένναα κεκτημένῳ· ἔνθα δὴ θεραπείας τῆς προσηκούσης καταξιούμενοι, μαθήμασί τε καὶ γυμνασίοις ἀποχρῶσι τῇ ἡλικίᾳ, ἔτι δὲ διδασκάλοις καὶ ὑφηγηταῖς τῶν ἱερῶν μαθημάτων ἐχρῶντο· καὶ τοσοῦτον, ὡς καὶ κλήρῳ καταλεγῆναι, καὶ τὰς θείας Βίβλους τῷ λαῷ ὑπαναγινώσκειν. Οὐ λόγοις δὲ μόνον, ἀλλὰ καὶ ἔργοις τὸ περὶ τὴν θρησκείαν θερμόν τε καὶ σπου δαῖον ἐδείκνυντο, τοὺς ἱερωσύνῃ κεκοσμημένους, καὶ ἄλλως ἀγαθοὺς ἄνδρας, καὶ περὶ τὴν εὐσέβειαν καὶ ἑνὸς μὲν πατρὸς τοῦ Κώνστα γεγεννημένους διάρ ἀρετὴν διαβοήτους, περιφανῶς τιμῶντες, σηκοῖς τε θείοις θαμίζοντες, καὶ τὰς τῶν μαρτύρων θήκας καὶ τιμαῖς καὶ ἀναθήμασι κοσμοῦντες τε καὶ ἐκθειάζοντες. Καὶ δὴ τὸ θερμὸν τῆς περὶ τοὺς μάρτυρας τιμῆς θεατρίζοντες, ἄμφω τὸν τάφον Μάμα τοῦ μάρτυρος διελόμενοι, οἴκῳ λαμπροτάτῳ περιβαλεῖν σπουδὴν ἐποιοῦντο. 'Αμιλλωμένου δ' ὡς εἰκὸς ἑκα τέρου καὶ φιλοτιμίας ὑπερβολῇ νικῆσαι πειρωμένου τὸ ἕτερον, παράδοξόν τι συνέβη· ὡς μικροῦ δεῖν ἄπιστον εἶναι, εἰ μὴ παρόντες οἱ θεασάμενοι κατά διαδοχὴν ἄχρι καὶ ἐς δεῦρο τὸ γεγονὸς διεσώσαντο. Ὅσον μὲν γὰρ ᾠκοδόμητο Γάλλῳ, καλῶς καὶ κατὰ γνώμην εχώρει, καθ' ἑκάστην λαμβάνον ἐπίδοσιν οἷς δ᾽ ἐπονεῖτο Ἰουλιανὸς, τὰ μὲν τῶν τειχῶν κατε σείετο, τὰ δὲ καὶ ἐκ βάθρων, ὥσπερ ἔκ τινος δυνά μεως ἀντιτύπου, κάτωθεν ἀντικρούοντο, καὶ ὑπὲρ γῆν ἡνεμοῦντο. Εἰσὶ δ᾽ ἃ μηδὲ συνάπτεσθαι πρὸς ἄλληλα ὅλως ήνείχοντο. Καὶ ξένον τοῖς ὁρῶσιν ἐδό κει τὸ θέαμα, δ καὶ ἐκ τῶν ὑστέρων ἀκριβῶς διε γνώσθη. Ησαν δὲ οἱ καὶ τότε συνίεσαν, μὴ ὑγιῶς μὲν περὶ τὴν θρησκείαν ἔχειν τὸν ἄνδρα, δέει δὲ τοῦ κρατοῦντος τὸν Χριστιανισμὸν ὑποκρίνεσθαι, διὰ καὶ ἄδεκτον εἶναι τοῖς μάρτυσι την προσαγωγήν. Τὸ δὲ σέβας ἀπεῖπε τὰ πρῶτα συνουσίαις μάντεων ὑπαχθείς· ἐπεὶ γὰρ τῆς ὀργῆς ἐπαλετο ὁ κρατών. Γάλλος μὲν κατὰ τὴν Ἔφεσον διατρίβων ἦν, τοῖς διδασκαλείοις φοιτῶν· ὅπου δὴ καὶ ἡ πατρώα κτῆσι; ἐτύγχανεν. Ο δὲ Ἰουλιανὸς τοῖς ἐν Κωνσταντινού
col. 437–438page 215 of 633
PG 146:437Χ. πόλει παιδευτηρίοις κατὰ τὴν βασιλικὴν ἠκροῦτο, & τὰς προόδους ἐν εὐτελεῖ πεποιημένος τῷ σχήματι ὑπὸ Μαρδονίου τοῦ εὐνούχου ἀγόμενος. Ο μὲν οὖν Λάκων Νικοκλῆς τῶν γραμματικῶν λόγων αὐτῷ παιδευτὴς ἦν· ὅσα δὲ τῆς ῥητορικῆς ἦσαν, Ἐκηβόλιος ἐδιδάξατο. Τὰ Χριστιανῶν δὲ τηνικαῦτα ἡσπά ξετο Εκηβόλιος. Τῆς δὲ τοιαύτης προμηθείας αἴτιος ὁ Κωνστάντιος ἦν. Ἐδεδίει γὰρ μὴ πρὸ; δεισιδαιμονίαν ἐκκλίνο: Ελληνι διδασκάλῳ χρησάμενος. Φύσ σεως δὲ λαχών περὶ τὰ μαθήματα δεξιᾶς, πολλοίς συγγινόμενος, φήμην εἶχεν ὡς ἱκανὸς εἴη καὶ πράγ ματα διοικεῖν· καὶ μὴν καὶ τὴν κοινὴν διέπειν ἀρχὴν ἄριστος εἶναι ἐκρίνετο. Ἐπεὶ δὲ πολὺς ὁ περὶ τού του λόγο; ἐκράτει, ᾑρέμα εἰς ταραχὴν ἐπῆγε Κων στάντιον. Ενθεν τοι καὶ ἐκ τῆς μεγίστης τῶν πό λεων κατὰ τὴν Νικομήδειαν γίνεται, κελευσθεὶς δὲ μὴ τῷ Σύρῳ σοφιστῇ Λιβανίῳ φοιτῶν· τότε γὰρ ἐκεῖνος ὑπὸ τῶν παιδαγωγῶν τῆς πόλεως ἐλαθεὶς, εἰς τὴν Νικομήδειαν τὸ διδασκαλεῖον ἐπήγνυτο· καὶ κατὰ τῶν παιδαγωγῶν τὸν χόλον ἐπιδεικνὺς, λόγον ἐξαίσιον ἔγραφεν. Ἰουλιανὸς δὲ, εἰ καὶ διὰ τὴν θρη σκείαν ήκιστα παρὰ τῷ Λιβανίῳ φοιτᾷ, ἐκελεύετο, όμως εἰς ἄκρον αὐτοῦ συντακείς, κρύφα τοὺς ἐκείνου λόγους συνάγων, πᾶσαν ἐποιεῖτο σπουδὴν ἐκμιμεῖσθαι. Εν τούτῳ δὲ Μάξιμος ὁ φιλόσοφος, οὐχ ὁ Βυζάντιος, ἀλλ' δ; Ἔφεσον εἶχε πατρίδα, ὃν ἐς ὕστε ρον Ουαλεντιανός μαγγανείαις ἁλόντα ἀνεῖλε, διὰ φήμην Ἰουλιανοῦ κατὰ τὴν Νικομήδειαν ἔρχεται, οὗ τῶν φιλοσόφων λόγων ἀκροατής γεγονώς, καὶ τῆς ἐκείνου θρησκείας εραστής διάπυρος ἦν. Λέγεται δ' οὖν ἐκεῖνον καὶ εἰς τὸν τῆς ἀρχῆς ἔρωτα διερεθίσαι τοῦτον οὐ μέτρια, μαντεία τὸ θρυλλούμενον μυηθέντα, καὶ εἰς μέσος ἐλάσαι τοῦ Χριστιανισμοῦ. Ἐπεὶ δὲ ταῦτα λαθεῖν οὐκ ἦν τὸν Κωνστάντιον, ἐν ὑπονοίας γενόμενος δυσχερῶν, καὶ ταῖς αἰσίαις τῶν ἐλπίδων βουκοληθεὶς, τὰ μοναχῶν ὑπῆλθεν ἐν χρῷ κειράμενος· καὶ ὃν ταῖς ἀληθείαις πρότερον ἡσπά ζε το Χριστιανισμόν, τότε πλαστῶς μετῇει· καὶ λά θρα τὸν φιλόσοφον ἠσκεῖτο λόγον· τῷ δὲ φαινομένῳ τὸν τοῦ ἀναγνώστου βαθμὸν ὑπελθών, τὰ ἱερὰ Γράμ ματα ἀνεγίνωσκεν· ἐντεῦθεν τὴν κατ' αὐτοῦ τοῦ κρατοῦντος ἀναστέλλων ὑπόνοιαν. Ἐπεὶ δὲ τῷ χρόνῳ προῆκεν, εἰ τίς ἐστι τέχνη τὸ μέλλον ἐπισταμένη, διηρευνᾶτο· καὶ ἀναγκαίαν ἐποιεῖτο περὶ τούτου σπουδήν. Διά τοι καὶ εἰ πού τινα ἔγνω, φίλον εὐθὺς ἐποιεῖτο. Ηρέμα δέ πως καὶ πολλοῖς τῶν ἑταίρων, τὸν σκοπὸν ἐκοινοῦτο· καὶ τότ᾽ ἐνευδοκιμήσειν τὰς πόλεις ἐφοίβαζεν, ἡνίκ᾽ ἂν αὐτὸς ἐπὶ τῶν ὅλων δὴ κατασταίη. Διὰ τοῦτο την Νικομήδους λιο πῶν, εἰς ᾿Ασίαν εἶχε· καὶ τοῖς τοιούτοις συγγεγονώς τῶν ἀνδρῶν, μᾶλλον πρὸς τοιαῦτα ἐπέῤῥωτο. Τοῦ δὲ ἀδελφοῦ αὐτοῦ Γάλλου Καίσαρος ἀναδειχθέντος, καὶ νεωτερίζειν καταγγελθέντος, ἐν ὑπονοίαις καὶ οὗτος γενόμενος ὡς ἄρα βασιλειᾷ, ὑπὸ φρουρὰν γε γονώς, τῇ γαμετῇ Κωνσταντίου Ευσεβίᾳ μέσῃ χρη Εκ τῆς μεγαλοπόλεω;. 1.
col. 439–440page 216 of 633
PG 146:439τὸ μὲν προφανὲς ἡ τῶν Ἑλληνικῶν μαθημάτων ἦν παιδεία, τὸ δ' ἀληθὲς, ὡς ἂν περὶ τῶν κατὰ σκοπὸν τοῖς ἐκεῖσε συγγένηται γόησιν. "Οπου δὴ διάγων, Βασιλείῳ καὶ Γρηγορίῳ σύναμα τοῖς διδασκαλείοις ἐφοίτα· οἱ σημείοις δή τισι τὴν οἰκουροῦσαν τἀνδρὶ κακίαν όμμασι διανοίας ἐφώρασαν. Κἀκεῖθεν, ἵνα συνελὼν εἴπω, Κωνστάντιος μετα στειλάμενος, Καβ στρα ἐποίει· καὶ τὴν ἀδελφὴν Κωνσταντίαν συζεύξας ἐκείνῳ, ἐπὶ τὰς ἑσπερίους Γαλλίας έστελλε. Το γὰρ μισοφορικὸν ὁ κατὰ τῶν ἑσπερίων τυράννων Μαγνεντίου καὶ Βρεττανίωνος ἐπήγετο ὁ Κωνστάντιος, εἰς οὐδὲν αὐτῷ γενόμενον χρήσιμον, βαρβάρω γνώμῃ ἀντιστρέψαν, τὰς Γαλλίας ἐδῄου· καὶ κατ' ἐκείνου μᾶλλον ἐγίνετο τὰς Ῥωμαϊκὰς διαφθεῖρον πόλεις. Νέῳ δὲ ἔτι ὄντι, μηδὲν πράττειν ἐπέτρεπε γνώμης δίχα τῶν ἑπομένων αὐτῷ στρατηγών. Ανω μάλως δ' ἐκείνων τὰ πρὸς μάχην διακειμένων, αὐτὸς ὡς ἐνῆν τὸν πόλεμον διηυθέτει. Καί τινα ζῆλον ἐνίει τοῖς στρατιώταις, θερμοτέρου; περὶ τὸν ἀγῶνα ποιῶν, παρακινδυνεύειν προτρέπων· υἷς μισθόν ἀνήκοντα έταξε τῷ βάρβαρον ἀναιρήσοντι. Ο δη ἀρχὴν παρέσχεν ἐλάττω μὲν γίνεσθαι τὰ βαρβάρων, ἐκεῖνον δὲ κεχαρισμένον εἶναι καὶ διὰ φήμης πολλῆς διελθεῖν. Καὶ δὴ τὴν τῶν στρατηγῶν ῥᾳστώνην Κωνσταντίῳ δηλώσας, ἑτέρους ἔσχε τοὺς στρατηγοὺς· μεθ' ὧν τοῖς ἐναντίοις προσβαλών, ανακράτος ἐνίκα· τῇ δ᾽ ἀνάγκῃ εἰς πρεσβείαν καταστάντων ἐκείνων, καὶ τὰ γράμματα Κωνσταντίου προβαλλομένων, ὡς καλοίη σφᾶς αὖθις ἐπὶ τὴν Ῥωμαίων συμμαχίαν, ἐπίτηδες ἐκεῖνον ἀναβαλέσθαι. μελλήσας γὰρ τὸν πρέσβιν, καὶ ἐλπίδα δοὺς ὡς προσδέ-. χοιτο, ἀδοκήτως πολὺς ἐπελθὼν, εἰσάπαν τῶν βαρ βάρων ἐκράτησε· καὶ τὸν ἐκείνων βασιλέα δεσμώτην ἐς Κωνστάντιον ἔπεμπεν. Οὕτω δὲ τῷ πολέμῳ τούτῳ ἐνευτυχήσας, πρὸς τῶν στρατιωτῶν βασιλεὺς Ρω μαίων ἀναγορεύεται. Στεφάνου δὲ μὴ παρόντος βα σιλικοῦ, τῶν τις δορυφόρων, ὃν περὶ τὸν τράχηλον ἐφόρει στρεπτὸν ἐξελών, τῇ ἐκείνου κεφαλῇ περι έθηκε. Λόγος γε μὴν ἔχει καὶ πρότερον, εἰς τινα πολίχνην εἰσιόντος, στέφανόν τινα μέσον δύο κιόνων ἀνηρτημένον, οἷς τὰς πόλεις ἔθος κοσμεῖν, ἐπιπεσόντα τῇ ἐκείνου κεφαλῇ ἐφαρμόσαι· καὶ πολλοῖς ἐντεῦθεν σύμβολον εἶναι, ὡς καὶ τὸ τῆς ἀρχῆς ἀνα σάμενος, εἰς ᾿Αθήνας παρεπέμφθη φιλοσοφείν. Καὶ δήσηται κράτος. Διεθρυλλήθη δὲ καί τις ἕτερος λό γος, ὡς ἐπιβουλῆς χάριν ὁ πρὸς τοὺς βαρβάρους πόλεμος ἐδόθη αὐτῷ, ἵν' αὐτοῖς συμπλεκόμενος όλη ται. Οὐ πιθανὸς δ' ἐμοί γε λίαν ὁ λόγος. Τί γὰρ καὶ Καίσαρα τοῦτον ἐποίει τὸ κατ' ἀρχὰς, καὶ τὴν ἀδελ φὴν εἰς γάμον ἐδίδου; Τί δὲ αὐτῷ καὶ τὸ πείθεσθαι καὶ ὑπαλλάττειν τοὺς ἐῤῥᾳστωνευμένους τῶν στρα τηγῶν· καὶ τοὺς πρὸς μάχην Εστελλε δεξιούς, ἵνα μᾶλλον κατορθώσῃ τὸν πόλεμον, εἰ μὴ φίλῳ ἐχρῆτο; Συμβάλλειν τοίνυν ἔστιν, ὡς εὔνους ἦν αὐτῷ τὴν ἀρχὴν ὁ κρατῶν, ὅθεν ἀνεῖπε καὶ Καίσαρα. Ως δ'
col. 441–442page 217 of 633
PG 146:441ἐκεῖνος Σεβαστὸς ἀνεκηρύχθη, μὴ δόντος αὐτοῦ, ἡ δεδιὼς, οἷς αὐτοὺς ἠδίκησε νέους ὄντας, ἢ καὶ τῆς ίσης τιμῆς χάριν αχθόμενος, διὰ τῶν εἰρημένων βαρβάρων ἴσως ὕστερον ἐπιβουλεύειν προήγετο. Ἀλλὰ τοῦτο μὲν, ὡς ἑκάστῳ δόξης ἐστὶ, κρι νέτω. ΚΕΦΑΛ. Β'. *Οπως διὰ Θρᾴκης ὁ ἀποστάτης των, τὴν Κων σταντίνου κατέσχεν ἐκποδὼν τοῦ Κωνσταντίου γεγενημένου. Τοῦτον μὲν οὖν τὸν τρόπον ὁ Ἰουλιανὸς τῆς βασι λείας ἐδράξατο· εἰ δὲ κατὰ φιλοσόφους ἡ ἑξῆς ἀγω γῇ, ἐν κοινῷ σκοπεῖν ἐῶ. Οἷα γὰρ φιλεῖ, μὴ ἀπολογίαν διὰ πρεσβείας δοὺς Κωνσταντίῳ, δν καὶ σωτῆρα καὶ εὐεργέτην ἠπίστατο, εὐθὺς μὲν ἀπεχειροτόνει τοὺς ἄρχοντας ὅσους ἐκεῖνος κατέστησεν· ἀμείβων δ' ἑτέρους ἀντικαθίστη, καὶ πᾶν τὸ πρὸς βουλῆς αὐτῷ ἔπραττεν· ἐπεγγελῶν δὲ καὶ Κωνσταντίῳ, κατὰ χώρας τὰς ἐπιστολὰς αὐτοῦ διεδείκνυ, δι' ὧν τοὺς βαρβάρους κατὰ Μαγνεντίου καλών, Ρωμαίοις ἐπήγαγε· καὶ τέχνῃ τὰ πλήθη μετερχόμενος, ἀπέ σπι μὲν ἐκείνου, εἰς ἑαυτὸν δὲ μετεβίβαζεν. Εξά πινά τε καὶ τὸ δοκεῖν εἶναι Χριστιανὸς διαφεὶς, τοῖς τῶν δαιμονίων ἐφοίτα σηκοῖς· καὶ θύων, καὶ τοῖς ἀγάλμασι προσφερόμενος, ἀρχιερέα ἑαυτὸν ἐκάλει καὶ τὰς Ἑλληνικὰς ἑορτὰς ἐπιτελεῖν ἐπέτρεπε, καὶ τοὺς ὑπὸ χεῖρα πάντας ἐπίσης θρησκεύειν ἔπειθε, καὶ πρὸς ἐμφύλιον ἀνεῤῥιπίζετο πόλεμον. Καί γε ἂν ὅσον τὸ ἐπ' αὐτῷ αίμασι διεκρίθη τὸ τῆς ἐκείνου φιλοσοφίας ἀπέριττον, εἰ μὴ Θεὸς ὁ πάντα σὺν ἀγνώ στῳ λόγῳ ποιῶν συμφερόντως, θάτερον εἰς ἑαυτὸν μετεστήσατο, δίχα μέντοι ζημίας τοῦ ἀντιπάλου. Τοῦ γὰρ Κωνσταντίου ἐν Συρίᾳ τὴν Περσικὴν ὁρμὴν ἀναστέλλοντος, ἐκείνῳ δεῖν ἐδόκει τὰ περὶ τοὺς Ἰ λυριού; εἴσω θέσθαι χειρῶν, καὶ μάχης ἄνευ κραττεῖν. Καὶ δὴ σκηψάμενος πρὸς Κωνστάντιον ἐλαύνειν, ἐπὶ παραιτήσει δῆθεν τοῦ μὴ ἑκὼν τὰ τῆς βασιλείας σύμβολα δέξασθαι, ῇει τοῦ πρόσω διὰ Θράκης χωρῶν· ὁπηνίκα δὲ τῶν τῇὸς ὅρων ἐπέβη μετὰ τρύγην δ᾽ οὖν καὶ ἡ Πλειάς δύνουσα ἦν· αἱ μὲν ἄμπελοι ἔμφακας ἐπεγέννων· καί τινα δρόσον ἐξ ἀέρος καταχυθεῖσαν λόγος αὐτῷ τε καὶ τοῖς ἑπο μένοις, σταυροῦ σχῆμα ἑκάστην σταγόνα τοῖς πέτ πλοις αὐτῶν ἐντυποῦν. Αλλοι μὲν οὖν ἄλλα τοῖ; τοιούτοις ἔλεγον τῶν συμβόλων· τό γε μὴν ἄωρον καὶ ὀλιγοχρόνιον τῆς ἀρχῆς διὰ τῶν ὀμφάκων ὑπεσημαίνετο. Ὁ δὲ σταυρὸς ὡς τῶν Χριστιανῶν δόγμα

Chapter IIICaput III

col. 443–444page 218 of 633
Caput II
PG 146:443αὐτῷ· ἃ δὴ καὶ τῷ χρόνῳ ἔσχον τὸ βέβαιον. ὡς δὲ περὶ τὰ τῶν Θρᾳκῶν ἐγένετο όρια, Κωνστάντιος μὲν ἠγγέλλετο τελευτᾷν περὶ Μέψου κρήνας· ἐκεῖ νος δὲ τὴν Κωνσταντίνου καταλαβών, αὐτοκράτωρ ἀνηγόρευτο βασιλεύς· καὶ τὸν νεκρὸν Κωνσταντίου μεγαλοπρεπῶς ἐκήδευε· καὶ προεπόμπευεν ἐκείνου, τῆς κεφαλῆς ἀφελόμενος τὸ διάδημα, τιμῶν τὸν νε κρόν, οὗ τὴν ζωὴν ἐπεστράτευεν ἀφελεῖν. Ἐφ' οἷς Έλληνες λογοποιοῦντες ἦσαν, ὡς ᾔδει τὴν τῶν πραγμάτων μεταβολήν μαντικῇ τινι τέχνῃ ὁ Ἰου λιανὸς, καὶ διὰ τοῦτο τὴν ἐπὶ Θρᾴκης ὁρμῆσαι. Τοῦτο δ᾽ ἦν ἂν ἐν τῷ ἀσφαλεῖ, εἰ καὶ ἑαυτῷ ᾔδει ὅσον οὔπω ἤκουσαν τὴν τελευτήν, ὡς ἐν ὀνείρῳ τῆς ἀρχῆς γεν σαμένῳ. Καὶ γὰρ εὐηθείας οὐ πόῤῥω τὸ, πρόγνωσιν ἐσχηκότα τὴν τελευτὴν Κωνσταντίου, καὶ τὴν αὐτοῦ ἐν Περσῶν ὁρίοις σφαγὴν, ἑκόντα πρὸς τὸν θάνατον ἄλλεσθαι. Αὐτῷ μὲν γὰρ ἀβουλίαν ἔστι καὶ ἀμαθῆ στρατηγίας δόξαν προσάψαι, τῇ δὲ 'Ρωμαίων ὑπη κάῳ εἰς τόσον περιστῆσαι τὸν κίνδυνον, ὡς πᾶσαν σχεδὸν ἢ τὸ πλεῖστον μέρος ὑπὸ Πέρσας πρᾶξαι γε νέσθαι. Τοῦτο μὲν ὧδε κείσθω. οὐράνιόν ἐστι, καὶ χρῆνα: πάντας κατασημανθῆναι ΚΕΦΑΛ. Γ'. Οπως τὰ Χριστιανῶν ἐξομοσάμενος Ιουλιανός, εἰδωλείοις ἐσχόλαζε· καὶ θυσίας ἐπιτελῶν, φάσμασι περιέπιπτεν. Λέγεται δ' ὡς ἁρπασάμενον τὴν ἀρχὴν, ἀνέδην οὕτω καὶ περιφανῶς μήτοι γε τὸ σέβας ἐξομόσασθαι, ἀλλὰ καὶ αὐτὸν ἀπαρνήσασθαι τὸν Χριστόν· καί τις θυσίαις καὶ ἐπικλήσεσι δαιμόνων ἀποτροπαίοις, ἱερείων τε αἷμασι, τὸ θεῖον λουτρὸν ἀπονίψασθαι, καὶ τοῖς μυστηρίοις τῆς Ἐκκλησίας ἀποτάξασθαι καὶ τὸ ἐντεῦθεν οὐ καθ᾿ ἑαυτὸν μόνον, ἀλλὰ καὶ παρρησίᾳ, ὅσα Ελλησιν εἰς θυσίαν ἀνεῖται, χρήσ σθαι. Λόγος γοῦν αὐτῷ ποτε τὴν συνήθη θυσίαν προσφέροντι, τὸ τοῦ σταυροῦ σχῆμα τοῖς σπλάγχνος τοῦ ἱερείου φανῆναι, στεφάνου αὐτὸν περιθέοντος ὅ τοῖς περὶ ἐκεῖνον ἠσχολημένοι; δέος οὔτι μέτριον ἐνῆκε, τὴν τοῦ Χριστοῦ ἰσχύν, καὶ τὸ διηνεκές τοῦ δόγματος ἐπειδομένοις· τὸν γὰρ στέφανον νίκης εἶναι σημείον· καὶ ὁ κύκλος τὸ πάντοθεν ἄρχεσθαι καὶ λήγειν εἰς ἑαυτὸν τὸ μηδαμῶς πέρας ἔχειν ηνία σετο. Ο δὲ τελευτῆς ἀρχηγὸς μὴ ταράττεσθαι παρηγγύα· ξένον γάρ τι δηλοῦν τὸ σφάγιον· συστέλλεσθαι γὰρ ἤδη τὸ δόγμα καὶ πρὸς ἑαυτὸ χωρεῖν, τῷ κύκλῳ στενοχωρούμενον· καὶ μὴ ὥσπερ πρώην ἀπεριορίστως πλατύνεσθαι, καὶ ἐφ᾽ οὓς ἂν αἱροί το χωρεῖν· ἄλλοτε δ' αὖθις ἐπί τι τῶν ἐπισήμων ἀδύ των μαντείας χάριν ἰῶν, ἐξάπινα φασμάτων τινών φρικωδῶν προσβαλόντων, τῶν ἐφ᾽ ἃ κατῄει προς λήθην ἐλθὼν (ἐψὲ γὰρ τῆς ἡλικίας εἰς ταῦθ᾽ ἧκεν), εἰωθὼς ὢν ἐν ἀπόροις τῷ σταυρικῷ σημείῳ χρῆσθαι πρὸς ἀρωγὴν, ὡς καὶ αὖθις κινδύνοις περιληφθεί; τῷ συνήθει ἀμυντηρίῳ ἐχρήσατο. Τῷ γὰρ δέει τῷ
col. 445–446page 219 of 633
PG 146:445Χριστοῦ συμβόλῳ ἑαυτὸν κατεσφράγιζε. Καὶ αὐτίκα φροῦδα πάντα, καὶ τὸ πρὸς σπουδῆς ἄπρακτον ἦν. Ἐν ἀπορίᾳ δὲ γενόμενος ὁ τῆς τελετῆς ἔξαρχος, γνούς τε τῆς τῶν δαιμόνων ἀφανείας τὸ αἴτιον, Μια ζήσαντες, εἶπεν, ο άπερ ἄγος, τὸ σύμβολον, ἀπέδρασαν· καὶ αὖθις γενναῖον εἶναι, μηδέν τι παραδεῖξαι Χριστιανικὸν ἢ ἐννοῆσαι, εἰσηγησάμενος, πάλιν ἦγεν ἐπὶ τὴν τελετήν. Ταῦτα δὴ Χριστιανοῖς ἀκουόμενα, οὐ μετρίως καθίκετο· περιδεεῖ; γὰρ ἦσαν, σπουδάζοντα περὶ ταῦτα τὸν βασιλέα θεώμενοι, καὶ εἰς δέος καθίσταντο διωγμῶν. Καὶ ἡ προσδοκία μεί ζων τῆς πείρας ἐτύγχανεν· ἀήθεις γὰρ τῷ μέσῳ χρόνῳ τῶν τοιούτων γεγενημένους δεινῶν, ἡ ἀνάμνη τις καὶ μόνη τῶν πάλαι κακῶν συνέστελλε· καὶ πάντες ἦσαν εκτετηκότες, τὸ περὶ τὸ δόγμα τοῦ κρατοῦντος ὑφορώμενοι μίσος· καὶ μάλιστα ὅτι Χριστιανὸς τὸ πρότερον ἦν, καὶ ὑπὸ εὐλαβῶν πατές ρων περὶ τὸ δόγμα γεγέννητο, καὶ κατὰ θεσμούς τῆς Ἐκκλησίας προήχθη, τά τε θεία λόγια έπαι δεύθη, καὶ ὑπὸ ἐπισκόποις καὶ ἱερεῦσιν ἐτράφη, καὶ τὴν εἰς τοὐναντίον μεταβολὴν ἀνυπόστατον ἑλογία ζοντο. ΚΕΦΑΛ. Δ'. Ως τοὺς εἰδωλικοὺς ἀνοίξας νεώς, τὰς ἐκ πα λαιοῦ προσόδους καὶ τὰ προνόμια αὐτοῖς ἐχα ρίζετο, τῶν Χριστιανῶν ἀφελόμενος· καὶ οἷα ἐν Γάζῃ καὶ Καισαρείᾳ διὰ τοὺς τῶν εἰδώλων ( ταοὺς ἔπραξεν. Καὶ τοίνυν ἐπεὶ μόνος τῶν ὅλων ἐγκρατὴς ἐγε γόνει, αὐτίκα τοὺς ὅσοι ἔτι ἐν τῇ Εῳ εἰδώλων ἦσαν, νεὼς ἀνέῳξε· καὶ ἔσοι δὲ ἀτημελήτως εἶχον, ἐπισκευάζεσθαι παρηγγύα. Εἰ δέ τινες τέλεον κατε λύθησαν, ἐκ νέου ποιεῖν ἐκέλευε· καὶ τοὺς βωμοὺς ἐξεκάθαιρε· καὶ τὰς πάλαι προσόδους αὐτοῖς ἀφαι ρούμενος ἀφωτίου αὖθις ἐκείνοις· ὅσα τε «ἔθη πάς τρια πόλεων, καὶ τὰς πάλαι θυσίας τε καὶ βακχείας αὐτοῖς ἀνενέου. Καὶ αὐτῷ δὲ ἥκιστα αἰσχύνη ἦν δημοσίᾳ θύοντι· σπένδων δὲ ἀεὶ, τοὺς περὶ ταῦτα ἐσπουδακότας τῶν μεγίστων ἠξίου τιμῶν· τοῖς τε Ιεροφάνταις καὶ μύσταις καὶ κανηφόροις τὰ ἐξ ἔθους ἐδίδου· κῦρός τε αὐτοῖς ἐπετίθει, δ καὶ οἱ πρὸ Κωνσταντίνου βεβασιλευκότες ἔνειμον· ἀτέλειάν τε τόρων τοῖς περὶ ταῦτα σχολάζουσιν ἐψηφίζετο· τά τα σιτηρέσια τῶν περὶ τοὺς ναοὺς ἱεροπόλων ἀπέ δωκε· καθαρούς τε εἶναι ἐθέσπιζε, καὶ τῶν πλη σίον ἀποδιίστασθαι. Τὸν δὲ πήχυν τοῦ Νείλου τῷ Σαράπιδι ἀνετίθει αὖθις· καὶ τὰ ἐκ παλαιοῦ πά τρια, & Κωνσταντῖνος εὐσεβεῖν προτρέπων τῇ Χρι στοῦ Ἐκκλησίᾳ προσήγεν. Ας μὲν οὖν τῶν πόλ λεων ἑλληνίζειν ἐμάνθανεν, ἃς ἠβούλοντο δωρεάς χύδην ἐδίδου· &; δὲ περὶ τὴν Χριστοῦ πίστιν θερμοτέρας ενόει, ἐκείναις ἄρα διὰ μίσους ἦν· καὶ κανηφόροι,

Chapter IVCaput IV

col. 447–448page 220 of 633
PG 146:447οὔτ᾽ ἐπιδημεῖν αὐταῖς ἤθελεν. Καὶ πρεσβείας πολ λάκις τῶν ἐπιχωρίων ποιούντων δεινῶν προσπιπτόντων, τὸν ἱκέσιον ἀπηξίου. Οἷα δὴ καὶ Νισιβηνοἶ; ἐπεγένετο· Αγγελμένων γὰρ ἐπιστρατεύειν τούτοις Περσῶν πρεσβείαν στείλασι, μέντοι γε βοηθεῖν ἕτοιμος ἦν, ἀλλ᾽ ἐπείλει μηδ' ὄψεσι τὴν πόλιν ἰδεῖν, μηδ' ἐν αὐτῇ φοιτῆσαί ποτε, οἷα δὴ ἐναγῆ τε οὖσαν, ὡς μὴ τὰ τῶν θεῶν ἱερὰ ἀνοίγουσι, καὶ τὰ νενομισμένα Ελλησιν αἱρουμένοις ποιεῖν. Καὶ Κωνσταντιεῦσι δὲ τοῖς ἐν Παλαιστίνῃ τὰ ἴσα μεμ φόμενος, ὑπὸ Γάζαν τὴν αὐτῶν πεποίηται πόλιν. Τὴν γὰρ εἰρημένην Κωνσταντίαν, ὡς μικρὸν ἔμ προσθεν εἴρηται, Γαζαίων οὖσαν ἐπίνειον, Μαϊουμᾶς δ᾽ ἐκαλεῖτο πρότερον, μαθὼν Κωνσταντίνος μάλιστα τὸν Χριστιανισμόν αἱρουμένην, γέρα πή λεως έχαρίζετο, καθ' ἑαυτήν τε εἶναι ἐνομοθέτει, Κωνσταντίῳ τῷ παιδὶ ἀναθέμενος· μὴ καλὸν ἡγη σάμενος ὑπὸ Γάζαν εἶναι πόλιν δεινῶς ἑλληνίζουσαν. ὡς δὲ Ἰουλιανὸς τὴν βασιλείαν ὑφ᾽ ἑαυτὸν ἐποιεῖτο, Γαζαίοι Κωνσταντιεῦσι διεδικάζοντο· ὧν δικαστὴς ἐκεῖνος γενόμενος, εἰς τὸ πρότερον, πάλιν ὑπὸ Γάζαν ἐκείνην ἐποίει, σταδίους αὐτῆς διεστηκυῖαν ἀμφὶ τοὺς εἴκοσιν. Ἀφειλέ τε καὶ τὸ τῆς Κωνσταντίου προσηγορίας όνομα, καὶ λιμένα της Γάζης ὠνόμαζε. Καὶ κοινοὶ αὐτοῖς καὶ στρατηγό; καὶ οἱ τὰ δημόσια διώκουν, ἦσαν αὐτοῖς· τά γε μὴν τῆς Ἐκκλησίας μόνα δύο πόλεις είναι τεκμηριοῖ. Καὶ γὰρ ἑκατέρα πόλις ὑπὸ ἴδιον ἐπίσκοπον τελεῖ καὶ κλῆρον· καὶ ὅρια ἑκάστῃ ἐστὶν οἷς τὰ ἀμφοῖν θυσιαστήρια διορίζεται· ποτὲ δέ τινος τῶν Γαζαίων ἐπισκόπων, τῆς Μαιουμιτῶν ἐκκλησίας θανόντος τοῦ ἐπισκόπου, ἄμφω τὰς ἐκκλησίας μίαν ποιῆσαι διὰ σπουδῆς εἶχε· μηδὲ γὰρ εἶναι δίκαιον ἔλεγεν ἐν μιᾷ πόλει δύο ἐπισκόπους καθίστασθαι. Μαιουμητῶν δ' ἐνισταμένων, τὸ δέον τοπικὴ σύνο οδος διηυθέτει. Καὶ ἕτερον τῷ Μαιουμᾷ ἐχειροτόνει ἐπίσκοπον, προσῆκον εἶναι διεγνωκυία, τοὺς καθάπαξ ὑπὸ εὐσεβεῖ βασιλεῖ διὰ τὴν ἀληθῆ θρη σκείαν πρεσβείου πόλεως τιμηθέντας μὴ ἄλλως πράττειν αἱρεῖσθαι διὰ κρίσιν ἀπεβοῦς βασιλέω; χρῆναι δ' ἐὰν κατά χώραν, τῶν καθάπαξ δοθέντων ἐκκλησίᾳ δικαίως ἀπολαύειν γερῶν. Τοῦτο μὲν οὖν ὀλίγῳ ἐγένετο ὕστερον. Τοῦ δ᾽ αὐτοῦ ἔτους καὶ τὴν Καππαδοκών Καισά πολιούχου, πατρῴου, ρειαν μεγάλην τε οὖσαν καὶ ἐν εὐδαίμοσι κλῆρον λαχοῦσαν, τοῦ καταλόγου τῶν πόλεων διέγραψεν Ἰουλιανός· καὶ τὴν ἐπωνυμίαν ἀφῃρεῖτο τὴν Καί σαρος· Μάζαν γὰρ τὰ πρῶτα κατονομαζομένην, Κλαύδιος Καίσαρ τῷ ἐπωνύμῳ ἐτίμα, μεταβαλών. Ὑπερφυῶς γὰρ ἐμίσει τὴν πόλιν ὁ τύραννος, τῷ περὶ τὸν Χριστὸν πόθῳ μάλιστα οὖσαν διαφανή καὶ ὅτιπερ τοὺς πάλαι καθεῖλον εἰδώλων ἐκεῖσε νεώς· τοῦ τε πολιούχου λέγω Διὸς, καὶ τοῦ πατ τρώου Απόλλωνος. Ως δὲ καὶ τὸν τῆς Τύχης νεών κατέσπασαν ὕστερον, σφόδρα ήχθετο πάσῃ τῇ πό
col. 449–450page 221 of 633
PG 146:449λει· καὶ Ἕλλησιν ἐνεκάλει ὡς μὴ ἐπαμύνουσιν, ὥστε καί τι δεινὸν παθεῖν ὑπὲρ τύχης, εἴπερ τέως ἔδει παθεῖν· καὶ τριακοσίας λίτρας χρυσοῦ τοὺς ἀνὰ τοὺς ὄρους αὐτῆς ἔτει βίᾳ· τοὺς δ' ἐν κλήρῳ πάντας ὑπὸ λειτουργίαν στρατιωτικὴν τελεῖν προσ τάξας" δ δαπανηρὸν καὶ ἐπονείδιστον ἐνομίζετο σύμπαν δὲ τὸ Χριστώνυμον πλῆθος ὑπόφορον κατα στήσας, ὅσα καὶ Κώμῃ τῇ πόλει ἐχρήσατο· ὅρκους δὲ προστιθεὶς, ἠπείλει, ὡς εἰ μὴ θᾶττον τὰ ἱερὰ ἀνεγείρωσι, πᾶν εἴ τι δεινὸν ὁρᾷν τῇ πόλει· καὶ τέλος ἀφαιρεῖσθαί τε κεφαλὰς τῶν Γαλιλαίων οὕτω γὰρ ὑβρίζων εκάλει Χριστιανούς· καὶ ἔφθα σεν ἂν ἐκπερᾶναι τὰς ἀπειλὰς, εἰ μὴ τὸ χρεών προφθάσαν τοῦ ζῆν ὑπερεξήγαγεν. "Οτι γε καὶ καταρχὰς οὐκ οἴκτῳ τὸ φιλάνθρωπον ἐδείκνυ περὶ Χριστιανούς, καίπερ βαρύτερος μάλιστα τῶν πάλαι διωξάντων τὴν Ἐκκλησίαν ὤν· ἀλλ᾽ εἰδὼς ἐκ τῶν γενομένων μηδεμίαν όνησιν εἶναι τῷ Ελληνισμῷ ἐκ τῶν πρὸς Χριστιανοὺς ἀνηκέστων τιμωριῶν μᾶλλον μὲν οὖν αὔξησιν τὸ δόγμα λαβεῖν, καὶ ἔν δοξα ἐντεῦθεν τὰ Χριστιανῶν γεγενήσθαι, οἷς ἀν δρείως ἐκείνων πολλοὶ τελευτᾷν εἴλοντο· ἄλλως δὲ καὶ τῆς ἐκεῖθεν δόξης τούτοις φθονῶν, οὐ φειδοῖ τινι καὶ φιλανθρωπίᾳ. Αἰκισμοῖς μὲν γὰρ καὶ πυρὶ καὶ σιδήρῳ καὶ θαλαττίοις βυθοῖς, ἢ ζῶντας βαρά θροις βάλλειν, καὶ γῇ κατορύττειν, ἃ τοῖς πρὸ ἐκείνου διὰ σπουδῆς, παντελῶς ἀπεῖπεν. Οὐδὲ γὰρ ἐξ ἀναγκαίου ταῦτα την γνώμην μεθίστησι. Πειθοί δὲ μᾶλλον καὶ παραινέσεσιν ἡγεῖτο δεῖν πρὸς ἀσέ Γειαν μετάγειν τὰ πλήθη, κἀντεῦθεν ῥᾳδίως περι γενέσθαι· ή τάχα, ἵνα μᾶλλον παράδοξός τις είναι δέξη περὶ αὐτοὺς καὶ φιλάνθρωπος, μὴ βίαν εὐθὺς ἐπάγειν ᾑρεῖτο. ΚΕΦΑΛ. Ε'. ὺς ἡδὺς τῷ πλήθει θέλων δοκεῖν, ἀνῆκε τοῖς ἀπανταχοῦ φυγαδευθείσιν ἐπισκόποις ἐπὶ Κων σταντίου τὰς ἐξορίας διὰ μίσος ἐκείνου· ἄλλως τε καὶ διὰ τὸ θέλειν τὴν Ἐκκλησίαν ταράττεσθαι. Τοιαῦτα διανοούμενος, πᾶσιν οὓς φυγαδείᾳ κατε Είχασεν ὁ Κωνστάντιος διὰ τὴν θρησκείαν, ἀνῆκεν οἴκαδε ἴεσθαι· καὶ τοῖς ὑπὸ δήμου τὰ οἰκεῖα διαρ παγεῖσι τὰς οὐσίας ἀπεχαρίζετο. Διατάγματα δ' ἔπεμπε, μηδένα τῶν Χριστιανῶν ἀδικεῖν, μηδ' ἐπὶ Ουσίας βιάζεσθαι, μηδὲ ὑβρίζειν. Οσοι δ᾽ ἕλοιντο ἑκόντες τοῖς βωμοῖς προσιέναι, πρότερον περιέ ραντηρίοις καὶ καθαρτηρίοις χρῆσθαι [λουμένους τοῖς δαίμοσιν. "Οσα δὲ Κωνσταντίνος κληρικοίς οποίες σιτηρέσια καὶ ἀτελείας, τὸ θεῖον τιμῶν, περιείλεν οὗτος, καὶ τοῖς δημοσίοις ἐνέταξεν & τε χήραις καὶ παρθένοις δι᾽ ἔνδειαν ἐν κλήροις ἔταξεν ἐκ δημοσίων τρέφεσθαι, πικρῶς εἰσεπράττετο. Κωνσταντίνος γάρ, ἡνίκα τὰ κατὰ τὰς ἐκκλησίας ἐνομοθέτει, ἐκ τῶν ἑκάστης πόλεως φόρων τὰ διαρ κῇ πρὸς τὴν τῶν ἐπιτηδείων ζωάρκειαν, πᾶσι τοῖς κλήροις ἐδίδου, καὶ νόμῳ τὴν πρᾶξιν ἐκύρου· καὶ νῦν ἐς δεῦρο τηρεῖται καλῶς φυλαττόμενος. Ην δὲ

Chapter VICaput VI

col. 451–452page 222 of 633
Caput V
PG 146:451καὶ βαρυτάτη, ὡς καὶ τὰ γενόμενα τῶν πρακτόρων γραμματεῖα ἐδήλου. Οὐ μέχρι δὲ τούτων ἡ τοῦ τυράννου ἀπέχθεια ίστατο. ᾿Αλλὰ τὸ πρὸς τὴν Ἐκκλησίαν μῖσος πρὸς παντελή καθαίρεσιν αὐτῆς ἀνηρέθιζε. Καὶ γὰρ ὅσα προσῄεσαν αὐτῇ σκεύη καὶ ἀναθήματα ἀφαιρούμενος, τοῖς τῶν εἰδώλων ἀνετίθει ναυῖ; βίαν τε τοῖς καθελοῦσι ναοὺς ἐπί τε Κωνσταντίνου καὶ Κωνσταντίου ἐπῆγε θᾶττον οἰκοδομεῖν, ἢ τὰς ἀποτιμήσεις ἐκείνων ἐκτίνειν· εἰ δ' ού, δεσμοῖς ὑπά γεσθαι, καὶ χαλεπῶς πάσχειν· ὥστ' ἐντεῦθεν συν ἄγειν ἔστι καὶ τοῦτο· ὕβρεων μὲν γὰρ ἕνεκα, καὶ σώματα περινοεῖσθαι κολάζειν, μετριώτερον τοῦτον τῶν πάλαι διωκτῶν γενέσαι· τοῖς δὲ λοιποῖς πολ λῷ τῷ μέτρῳ διαφέρειν ἐκείνων. Καὶ γὰρ ἐν ἅπα σι κακῶς αὐτὴν ποιῶν διεφάνη· ἑνὶ μόνῳ δόξας είν και φιλάνθρωπος, ὅτι περ τοὺς καταδικασθέντας ἐπὶ Κωνσταντίου φεύγειν ἱερέας την φυγαδείαν ἀνέστειλε, καὶ πρὸς τὰς οἰκείας μετεστέλλετο πό λεις. Συνάγειν οὖν ἔστιν ἐκ τῶν ἄλλων μηδὲ τοῦτο φειδοῖ γενέσθαι, ἀλλ᾽ ἵνα συγκρούων ἀλλήλους τους. ἐπισκόπους, ἐμφυλίῳ καθοπλίσῃ μάχῃ, καὶ ὑπὸ τῶν οἰκείων πολεμεῖσθαι πείσῃ τὴν Ἐκκλησία. ἴσως δὲ καὶ Κωνσταντίῳ μίσος παρασκευάζων προς πᾶν τὸ ὑπήκοον· τοὺς μὲν Έλληνας θεραπειων περὶ τὰ ἴσα σπουδάζοντας, τοὺς δὲ τῶν ἱερέων διὰ Χριστὸν κακῶς παθόντας λύων τὴν ἀδικίαν. Αμέλει τοι καὶ τοὺς εὐνούχους τῶν βασιλείων ἀπώσατο. Εὐσέβιον δὲ τὸν ἐν βασιλείοις κρατοῦντα καὶ τοῦ ζῇν ὑπεξῆ γεν. Απήχθητο δὲ καὶ ἄλλως αὐτῷ· ὑπε οπτος γὰρ ἦν, ὡς βουλαῖς ἐκείνου ὁ ἀδελφὸς ἀνῇ ρητο Γάλλος. Τὸν δὲ Σύρον 'Αέτιον, ὃς αἴτιος καὶ ἀρχηγὸς τῆς αἱρέσεως Εὐνομίῳ ἐγένετο, ὑπερορίαν τε ὑπὸ Κωνσταντίου καταδικασθέντα· ἦν γὰρ καὶ ὕποπτος ἐκείνῳ διὰ τὴν πρὸς Γάλλον ἀνάκρασιν μετ' εὐμενοῦς ἐπανήγαγε γράμματος δημοσίοις ὀχήμασι. Διὰ Κωνστάντιον δὲ καὶ τὸν Κυζίκου Ελεύσιον προστάττει δαπάναις ἰδίαις ἦν ἐπὶ Κων σταντίου τῶν Ναυατιανῶν ἐκκλησίαν καθεῖλεν, ού θις οἰκοδομεῖν. Καὶ ἐν ἄλλοις πλείστοις σημειώσεις ἄν τις, ὡς Κωνσταντίου διὰ μέσος τὰ μὲν αὐτό; τῶν δεινῶν ἐποίει, καὶ ἄλλων δὲ ποιούντων ἐν τ δετο. ἡ τοιαύτη τῷ Ἰουλιανῷ εἴσπραξις ἀπάνθρωπο; πάνυ ΚΕΦΑΛ. Γ'. ὺς καὶ ὁ μέγας ᾿Αθανάσιος τηνικαῦτα ὑπὸ σε μνῇ παρθένῳ κρυπτόμενος ἀνεμάνη, καὶ τὴν Εκκλησίαν κατέσχε, Γεωργίου του 'Αρειανού ὑπὸ τοῦ δήμου ἀναιρεθέντος. Τηνικαῦτα δὲ καὶ ᾿Αθανάσιος πολλοῖς κρυπτί μένος ἔτεσι, Κωνστάντιον μαθὼν τελευτήσαντα, νυκτὸς ἐπὶ τὴν Ἀλεξανδρέων Εκκλησίαν ἐφάνη. Καὶ θαῦμα ἔδοξεν, αίφνης οἷά τις νεκρὸς τῶν κάτω ἀναῤῥαγείς· ἐξ ὅτου γὰρ ταῖς Γεωργίου ἐπιβουλαῖς, Κωνσταντίου κελεύσαντος, ὁ τῶν ἐν Αἰγύπτῳ ἡγεμὼν ἐκείνου ἀπέτυχε, φυγὼν ἐκεῖνος ἐς δεύρο ἀφανὴς ἦν μέχρι τῆς παρούσης ἡγεμονίας, παρά
col. 453–454page 223 of 633
PG 146:453τινι γυναικὶ παρθένῳ ἐν ᾿Αλεξανδρείᾳ κρυπτόμε-; νος· ἦν τοσούτῳ διαλάμπειν κάλλει ὁ τῆς ἱστορίας παραδίδωσι λόγος, ὡς κατάπληξιν ἄντικρυς εἶναι ὁρωμένην, καὶ μή τινα τῶν σωφρονεῖν ᾑρημένων εἰς λόγους ἐλθεῖν πειρᾶσθαι, ἵνα μή ποθεν ἐκπηδήσας μῶμος αὐτῷ προστριβείη. Εκείνη δὲ καίπερ οὕτως ἀκμάζουσα, ὅμως τοῦ σώφρονος καὶ σεμνότητος οὐκ ἀφίστατο· & δὴ καὶ μόνα κοσμεῖν εἴωθε, μή τι καὶ τῆς φύσεως συναιρομένης τὰ πρὸς εὐ πρέπειαν. Καὶ γάρ πως συμβαίνει μηδ' ἀληθὲς ἐκεῖνο με οἴεσθαι, ὅ τοῖς πρὸ ἡμῶν εἴρηται, ὁποῖα τα σώματα, τοιαύτας εἶναι καὶ τὰς ψυχάς. τοὐναντίον δὲ μᾶλλον πρὸς τὰ τῆς ψυχῆς ἐπιτηδεύματα, καὶ τὸ τοῦ σώματος ἦθος συσχηματίζεσθαι· καὶ δ ἂν τύχοι πράττων ὁ τοιοῦτος, τοιοῦτον καὶ δια φαίνεσθαι· καὶ καθ' δν ἂν ἐπιτηδεύοι καιρόν. Πρὸς δ, οἶμαι, τὶς ἀσφαλῶς ἐξετάζων τούτῳ τῷ λόγῳ, εὐστόχως εἰπεῖν, καὶ μηδένα ἔχειν τὸν ἀντεροῦντα. Τόν γε μὴν ᾿Αθανάσιον θείᾳ ὄψει πρὸς τὴν παρ θένον ποδηγούμενον λόγος διασωθῆναι· καὶ πάντως τὸ ἀποδὰν σκοπεῖν τις ἐθέλων, θεϊκὴν τὴν οἰκονομίαν είναι λογίσαιτο. Ἵνα γὰρ μήτε πράγματα οἱ περὶ ᾿Αθανάσιον ἔχοιεν, ἤν τις πειράζειν ᾑρεῖτο, ἢ ἦρχοις βιάζεσθαι, οὕτως οἰκονομηθῆναι διαλαθεῖν κρυπτόμενον παρὰ γυναικί, ἣν οὐδεὶς ψήθη τι του σοῦτον διενεγκεῖν· τῷ μὲν γὰρ ἀπείρῳ κάλλει οὐδ᾽ ὑπόνοιαν ἐδίδου τὸν ἱερέα παρ' αὐτῇ κρύπτεσθαι ἀνδρείῳ δὲ φρονήματι προσηγάγετο εἰς τέλος δὲ διὰ φρόνησιν τὸν θησαυρὸν διεσώσατο. Τοσοῦτον δὲ τὸ πιστὸν αὐτῷ διετήρησε διακονησαμένη καλώς, ο ὡς καὶ πόδας νίπτειν, τροφήν τε καὶ ὅσα τῆς φύσ σεως ἀναγκαῖα διὰ τὴν χρείαν, μόνην αὐτὴν εὖ μάλα ὑπηρετεῖσθαι, καὶ βίβλους αὐτῷ ὧν χρείαν εἶχε, κομίζειν, καὶ συχνῷ τῷ χρόνῳ ταῦτα ποιοῦσαν, μή τινα γνώναι, ὅσοι δὴ τὴν ᾿Αλεξάνδρου πόσ λιν κατῴκουν. Καὶ ὁ μὲν οὕτω φανείς, τὰς ἐκκλησ σίας κατέσχεν, ὑπὸ παντὸς τοῦ πλήθους ἀποδεχθείς οἱ δὲ τὰ ᾿Αρείου φρονοῦντες ἐκβληθέντες, ἰδίᾳ τὴν συναγωγὴν ἐποιοῦντο, Λούκιόν τινα ἐξηγεῖσθαι αύτ τῶν προστησάμενοι. Ο γὰρ Γεώργιος ἔφθασεν ὑπὸ τοῦ δήμου διαφθαρείς. Επεὶ γὰρ ἔγνωσαν τελευτῆσαι μὲν τὸν Κωνστάντιον, ἐπὶ δὲ τῶν ὅλων τὴν Ἰουλιανὸν καταστῆναι, εὐθὺς ὁρμῇ τῇ πάσῃ τὸ περὶ τὴν ᾿Αλεξάνδρειαν ὅσον ἐν "Ελλησιν ἦν, εἰς στάσιν ἐχώρει· καὶ δὴ βοῇ μιᾷ ἐπ' αὐτὸν ὥρμησαν ὡς διαχειρίσοντες. Τότε μὲν οὖν φονεύειν ἀπέσχοντο, δεσμωτηρίῳ δὲ περιείργον· οὐ πολλῷ δὲ ὕστερον τοῦ δεσμωτηρίου ἐξαγαγόντες, μαχαίρας ἔργον ποιοῦνται. Εἶτ' ἐπὶ καμήλου ως τινα φόρτον ξένον ένα θέντες, ἐπὶ μέσης ἦγον τῆς ἀγορᾶς, δι' ἡμέρας ἐπιμαινόμενοι τῷ νεκρῷ καὶ ἀναιδῶς ἐξυβρίζοντες δείλης δὲ ὀψίας ὥσπερ ἐμπλησθέντες, τὸ περιλειφθὲν τοῦ σώματος πυρὶ κατετέφρωσαν. Τοῖς μὲν οὖν ἐξ ᾿Αρείου πρὸς τῶν σπουδαστών ᾿Αθανασίου δοκεῖ τὰ τοιαῦτα τῷ Γεωργίῳ ἐπιγενέ. οθαι. Ἀλλ' οὐχ οὕτως ἔχει· πλεῖον γὰρ ἦν ἐκείνῳ

Chapter VIICaput VII

col. 455–456page 224 of 633
PG 146:455νοις λοιδορουμένῳ, καὶ τὰς οὐσίας δημεύοντι· καὶ τὸ μεγάλα δὲ δύνασθαι παρὰ βασιλεὶ πλεῖον ἀνῆπτε τὸ μίσος. Φιλεῖ γὰρ ὁ δῆμος πρὸς τοὺς ἐν δυνάμει ἀπεχθῶς ἔχειν. Επειτα καὶ τὸ τηνικαῦτα περὶ τὸ Μιθρίον καλούμενον γεγονός, ἐπὶ μέγα ἦρε τὴν κατ' αὐτοῦ κίνησιν. Ατημέλητον γὰρ ὄντα τὸν τόπον, Κωνστάντιος τῇ Ἐκκλησίᾳ ἐκεῖνον ἐδωρεῖτο Αλε ξανδρέων. Γεώργιος δ᾽ ἐκκαθαίρων τὸν τόπον ὥστ' εὐκτήριον οἶκον ἀνεγείραι Θεῷ, ὑπόγειόν τε ἄντρον εὑρίσκει· ἐν ᾧ ξανά τε καὶ ἄλλα σύμβολα Ελλη νικῆς τερθρείας, ὡς ἄν τις εἴποι, τῶν παρ' αὐτοῖς μυουμένων ἢ τελουμένων ἦσαν· & γελοῖά τινα καὶ ξένα ἐδόκει τοῖς θεωμένοις· οἷς δὴ καὶ ἐπισκώπτοντες, διετώθαζον. Οἱ δὲ τοῖς μυστηρίοις ἐπαισχυνθέντες, ἀθρόον συλλεγέντες ξίφεσι καὶ λίθοις και ροπάλοις τοῖς Χριστιανοῖς ἐπιτίθενται· καὶ πολλοὺς μὲν ἀναιροῦσιν, οὐκ ὀλίγους δὲ καὶ τραν ματίας ἐργάζονται, πολλοὺς δ' ἐκ τούτων σταυρώσαντες, ἐφ' ὕβρει δῆθεν τοῦ δόγματος, ἀπηλλάττοντο. Καὶ τὸ μὲν ἔργον ἀτελὲς τῷ Γεωργίῳ κατελείπετο οἱ δ' ἐκ τοῦ Ἑλληνικοῦ, τῇ τοῦ Ἰουλιανοῦ ἀρχῇ χρησάμενοι τῷ καιρῷ, καθάπερ ἠβούλοντο, καὶ αὐτ τὸν ἀνεῖλον Γεώργιον. Τοῦτο δὲ καὶ αὐτὸς ὁ βασι λεὺς ἰδίοις γράμμασι μαρτυρεί, τῷ δήμῳ τῆς ᾿Αλεξανδρέων μᾶλλον ἐγκαλῶν ἤπερ Χριστιανοίς. Ο δῆτ' οὐκ ἂν ἐπαρρησιάζετο, εἰ μὴ τῇ βίᾳ τῆς ἀλη θείας ἐλαύνετο. Καὶ γὰρ ᾑρεῖτο Χριστιανοὺς εἶναι τους Γεωργίου φονέας ήπερ οἵους δήποτε Ελληνας. Καὶ τοῦτο οὐκ ἀποκρύπτεται· ἐν γὰρ τῇ πρὸς Αλεξανδρέας ἐπιστολῇ προσποιούμενος χαλεπαίνειν, μέχρι λόγων καθάπτεται, τὴν τιμωρίαν δῆθεν ὑπερτιθέμενος. Επέχεσθαι δέ φησι τῇ πρὸς τὸν πολιοῦχον Σάραπιν αἰδοῖ, καὶ διὰ τὸν τῆς πόλεως οἰκιστὴν Ἀλέξανδρον, καὶ τὸν θεῖον αὐτοῦ Ἰουλιανὸν, ὃς Αἰγύπτου καὶ ᾿Αλεξανδρείας πρὸ καιροῦ ἦρξεν, ἀνὴρ ἐπιμᾶλλον ταῖς Ελληνικαῖς τερθρείαις προσεσχηκὼς, διαπύρως τε ἀπεχθανόμενος τοῖς Χριστιανοῖς. Τόσον δ' ἦν ἐκείνῳ μίσος τὸ πρὸς ἡμᾶς, ὡς καὶ τοῦ κρατοῦντος γνώμης ἄνευ πολλούς παρα σκευάσαι μέχρις αἵματος τὸν ἀγῶνα διαδραμεῖν. Ἐγὼ δ' οὐκ ὀκνήσω, μὴ καὶ αὐτὴν ἐκείνην τὴν ἐπιστολὴν Ἰουλιανοῦ τῷ παρόντι παραθεῖναι συντάγματι εἶτα καὶ ὅσα ὁ θεῖος αὐτοῦ Ἰουλιανὸς κατὰ τῆς ἡμῶν πίστεως έδρασεν. Η γε μὴν ἐπιστολὴ τούτοις τοῖ; γράμμασι περιείληπτο μίσος ἐκ τῶν Ἑλληνιστῶν, κωλύοντι ἐκείνων τὰ πάτρια, κατασπῶντί τε τοὺς ἐκείνων νεώς, καὶ ξοά α ΚΕΦΑΛ Ζ'. Ἐπιστολὴ Ἰουλιανοῦ τῷ δήμῳ τῶν Ἀλεξανδρέων σταλεῖσα διὰ τὸν φόνον Γεωργίου. Αὐτοκράτωρ Καίσαρ Ἰουλιανός Μέγιστος Αλε ξανδρέων τῷ δήμῳ. Εἰ μὴ τὸν ᾿Αλέξανδρον τὸν οἱ
col. 457–458page 225 of 633
PG 146:457κιστὴν ἡμῶν, καὶ πρό γε τούτου τὸν θεὸν τὸν μέγαν τὸν ἁγιώτατον Σαράπιν αἰδεῖσθε, τοῦ κοινοῦ γοῦν ὑμᾶς καὶ ἀνθρωπίνου καὶ πρέποντος πῶς οὐδεὶς εἰσῆλθε λόγος; προσθήσω δὲ, ὅτι καὶ ἡμῶν· οὓς οἱ θεοὶ πάντες, ἐν πρώτοις δὲ καὶ ὁ μέγας Σάραπις,? ἄρχειν ἐδικαίωσαν τῆς οἰκουμένης· οἷς πρέπον ἦν τὴν ὑπὲρ τῶν ἠδικηκότων ὑμᾶς φυλάξαι διάγνωσιν. 'Αλλ' ὀργὴ τυχὸν ἴσως ὑμᾶς ἐξηπάτησε καὶ θυμός ὅσπερ οὖν εἴωθε τὰ δεινὰ πράττειν, τὰς φρένας μετ τοικίσας. Εἶτα τῆς ὁρμῆς ἀναστείλαντες, τοῖς παρα χρήμα βεβουλευμένοις καλῶς ὕστερον ἐπήγαγε τὴν παρανομίαν. Οὐδὲ ᾐσχύνθητε, δῆμος ὄντες, τολμηταὶ ταῦτα, ἐφ' οἷς ἐκείνους ἐμισήσατε δικαίως. Είπατε γάρ μοι, πρὸς τοῦ Σαράπιδος, ὑπὲρ ποίων ἀδικημάτων ἐχαλεπήνατε Γεωργίῳ; Τον μακαριώτατον Κωνστάντιον, ἐρεῖτε δήπουθεν, ὅτι καθ' ἡμῶν παρώξυνεν· εἶτα εἰσήγαγεν εἰς τὴν ἱερὰν πόλιν στρατόπεδον· καὶ κατέλαβεν ὁ στρατηγὸς τῆς Δια γύπτου τὸ ἁγιώτατον τέμενος τοῦ Θεοῦ, ἀποσυλήσας ἐκεῖθεν εἰκόνας καὶ ἀναθήματα καὶ τὸν ἐν τοῖ; ἱεροῖς κόσμον, ὑμῶν ἀγανακτούντων εἰκότως, καὶ πειρωμένων ἀμύνειν τῷ Θεῷ, μᾶλλον δὲ τοῖς τοῦ Θεοῦ κτήμασιν. Ὁ δὲ ἐτόλμησεν ὑμῖν ἐπιπέμψα τοὺς ὁπλίτας ἀδίκως καὶ παρανόμως καὶ ἀσεβῶς ἴσως Γεώργιον μᾶλλον ἢ τὸν Κωνστάντιον δεδοικώς, ἑαυτὸν παρεφύλαττεν, εἰ μετριώτερον ὑμῖν καὶ το λιτικώτερον, ἀλλὰ μὴ τυραννικώτερον προσεφέρετο. Τούτων οὖν ἕνεκεν ὀργιζόμενοι τῷ θεοῖς ἐχθρῷ 21 Γεωργίῳ, τὴν ἱερὰν αὖθις ἐμιάνατε πόλιν, ἐξὴν ὑποβάλλειν αὐτὸν ταῖς τῶν δικαστῶν ψήφοις. Οὕτω γὰρ ἐγίνετο ἂν οὐ φόνος, οὐδὲ παρανομία τὸ πρᾶγμα, δίκη δὲ ἐμμελής, ὑμᾶς μὲν ἀθώους πάντη φυλάτε τουσα, τιμωρουμένη μὲν τὸν ἀνίατα δυσσεβήσαντα, σωφρονίζουσα δὲ τοὺς ἄλλους πάντας, ὅσοι τῶν θεῶν ὀλιγωροῦσι, καὶ προσέτι τὰς τοιαύτας πόλεις, καὶ τοὺς ἀνθοῦντας δήμους ἐν οὐδενὶ τίθενται, τῆς ἑαυτῶν δὲ ποιοῦνται πάρεργον δυναστείας τὴν κατ' ἐκείνων ὠμότητα. Παραβάλλετε τοίνυν ταύτην μου τὴν ἐπιστολήν, ᾗ μικρῷ πρόσθεν ἐπέστειλα καὶ τὸ διάφορον κατανοήσατε· πόσους μὲν ὑμῶν ἐπαίνους ἔγραφον τότε· νυνὶ δὲ, μὲ τοὺς θεούς, φείλω ὑμᾶς ἐπαινεῖν, οὐ δύναμαι δὲ διὰ τὴν παρα νομίαν. Τολμῷ δῆμος, ὥσπερ οἱ κύνες, ἄνθρωπον σπαράττειν; Εἶτα οὐκ αἰσχύνεται καὶ φυλάττειν καθαρὰς τὰς χεῖρας, ὡς προσάγειν πρὸς τοὺς θεοὺς η αίματος καθαρευούσας; Αλλὰ Γεώργιος ἄξιος ἦν τοῦ τοιαῦτα παθεῖν; καὶ τούτων ἴσως ἐγὼ φαίην ἂν χείρονα καὶ πικρότερα· καὶ δι' ὑμᾶς ἐρεῖτε Σύμ φημι καὶ αὐτός. Παρ' ὑμῶν δὲ, εἰ λέγοιτο τοῦτο, οὐκέτι συγχωρῶ· νόμοι γὰρ εἰσὶν οὓς χρὴ τιμά σθαι· μάλιστα μὲν ὑπὸ πάντων ἰδίᾳ καὶ στέργεσθαι· πλὴν ἐπειδὴ συμβαίνει τῶν καθέκαστόν τινας παρανομεῖν, ἀλλὰ τὰ κοινὰ γοῦν ευνομείσθαι χρή, καὶ πειθαρχεῖν τοῖς νόμοις ὑμᾶς, καὶ μὴ παραβαίνειν ὅσαπερ ἐξ ἀρχῆς ἐνομίσθη καλῶς. Εὐτύχημα γέγονεν ὑμῖν, ἄνδρες ᾿Αλεξανδρεῖ;, ἐπ' ἐμοῦ πλημα μελῆσαι τοιοῦτό τι· ὃς αἰδοῖ τῇ πρὸς τὸν Θεὸν, καὶ διὰ τὸν θεῖον τὸν ἐμὸν καὶ ὁμώνυμον, ὃς ἦρξεν αὐτῆς τε Αἰγύπτου καὶ τῆς ὑμετέρας πόλεως, ἀδελ

Chapter VIIICaput VIII

col. 459–460page 226 of 633
PG 146:459ἀκαταφρόνητον, καὶ τὸ ἀπηνέστερον καὶ καθαρόν τῆς ἀρχῆς, οὐποτ᾽ ἂν δήμου περιιδεῖν τόλμημα μὴ καθάπερ νόσημα χαλεπόν, πικροτέρῳ διακαθάραι φαρμάκῳ. Προσφέρω δὲ ἐγὼ ὑμῖν δι' ἄσπερ ἔναγχος ἔφην αἰτίας, τὸ προσηνέστατον, παραίνεσιν καὶ λόγους· ἐφ᾽ ὧν εὖ οἶδ' ὅτι πεισθήσεσθε μᾶλλον, εἴδ περ ἐστὲ, καθάπερ ἀκούω, τὸ ἀρχαῖον Ελληνες εἰ καὶ τὰ νῦν ἐπὶ τῆς εὐγενείας ἐκείνης ὑπεστιν ὑμῖν ἀξιόλογος καὶ γενναῖος ἐν τῇ διανοίᾳ καὶ τοῖς ἐπιτηδεύμασιν ὁ χαρακτήρ. Προτεθήτω τοῖς ἐμεῖς πολίται; ᾿Αλεξανδρεῦσι.» φικὴν ὑμῖν ἔννοιαν ἀποσώζω. Τὸ γὰρ τῆς ἐξουσίας Καὶ ὁ μὲν βασιλεὺς τοιαῦτα γράφων, ἔοικε μή Χριστιανοῖς μᾶλλον ἢ τῷ δήμῳ τῆς ᾿Αλεξανδρέων τὴν αἰτίαν ἀνατιθείς· περὶ δὲ τῆς ἀπηνείας του προειρημένου Ιουλιανοῦ καὶ τάδε φασί· βουλομένου γὰρ αὐτοῦ τὸν κόσμον τῆς Ἀντιοχέων Εκκλησίας πολυτελή γε όντα μεταθεῖναι, καὶ τοῖς βασιλικοῖς θησαυροῖς ἐντάξαι, καὶ τοὺς εὐκτηρίους δὲ τῶν οίκων τοῖς πιστοῖς ἀποκλεῖσαι, τοὺς μὲν ἄλλους τῶν κλη ρικῶν ἀπιδεῖν, μόνον δὲ Θεοδώρητον τὸν πρεσβύτερον μὴ ἑλέσθαι τὴν ὑποχώρησιν. Τοῦτον δὲ φύλακα ὄντα τῶν κειμηλίων καὶ καταμηνύσαι ταῦτα δυνά μενον, ἐπεὶ μὴ τοῦθ' ᾑρεῖτο ἐκβιαζόμενος, εἰς χεῖ ρας λαβών, ηκίζετο ἀπηνώς. Τέλος δὲ καὶ τὸν διά ξίφους ἐπῆγε θάνατον, γενναίαν ἐφ' ἑκάστῃ βασάνω τὴν ἀπόκρισιν προϊσχόμενον, ἀνδρείως τε ὑπὲρ τοῦ δόγματος διαγωνιζόμενον. Τὰ δὲ σκεύη ληϊσάμενος, καὶ τῷ ἐδάφει αὐτὰ προσαῤῥάσσων, ἐτώθαζε· καὶ βλασφημῶν ὅσα γε ἦν βουλομένῳ, Χριστὸν, τέλος ἐπαύξων τὴν ὕβριν, ἐπ' αὐτῶν ἐκάθιζε. Καὶ ἡ δίκη εὐθὺς εἴπετο. ΚΕΦΑΛ. Η'. Περὶ τῶν ἐν Γάζῃ μαρτυρησάντων, Ευσεβίου, Νεστάβου, καὶ Ζήνωνος τῶν ἀδελφῶν· καὶ περὶ τοῦ ἁγίου Ιλαρίωνος τοῦ θαυματουργού. Ἐπεὶ δὲ εἰς τοῦτο προήχθην, καὶ τὴν Γεωργίου καὶ Θεωδωρήτου ἀναίρεσιν διεξῆλθον, εὔλογον εἶναί μοι δοκεῖ καὶ ἄλλων μνήμην ποιήσασθαι, καὶ μᾶλ λον Ευσεβίου καὶ Νεστάβου καὶ Ζήνωνος τῶν ἀδελ φῶν· οὕς ὁ τῶν Γαζαίων δῆμον, ἐπὶ καθαιρέσει τῶν ἱερῶν, καὶ ἀφανείς τοῦ Ἑλληνισμοῦ αἰτιώμενοι, συνεῖχον τὰ πρῶτα ἐπ' οἴκου φυλαττομένους, εἶτα δὴ καὶ μάστιγας ἐπιθέντες, δεσμωτηρίῳ καθείργον. Επειτα ἐπὶ θεάτρου πλεῖστα καταδραμόντες, οἷς γε δῆμος φιλεῖ πράττειν, ἀλλήλους παραθήξαντες θυμοῦ πλήρεις, τὸ δεσμωτήριον κατέλαβον· καὶ τοὺς ἄνδρας, ἐκεῖθεν ἐξαγαγόντες, ὠμότατα διεχρήσαντο, πρηνεῖς καὶ ὑπτίους ἕλκοντες, καὶ προσρηγνύντες τοῖς λίθοις· καὶ οἱ μὲν ξύλοις, οἱ δὲ λίθοις, οἱ δ' ἄλλοι ἄλλο τι ὅ τι τύχοι κρατῶν,παίοντες. Ελέγετο γε μὴν καὶ γυναῖκας τῶν ἱστῶν ἐξιούσας ταῖς κερκία
col. 461–462page 227 of 633
PG 146:461Χ. τούτους κατακεντάν. Οἱ δ' ἐπ' ἀγορᾶς μάγειροι και χλάζοντας λέβητας τῶν χυτροπίδων ἁρπάζοντες, γυμναῖς ταῖς σαρξὶν ἐκείνων κατέχειν. "Ησαν δ' 5 καὶ οβελίσκοις καὶ σούβλαις τούτους διέπειρον. Ἐπεὶ δ' ἱκανῶς κατακόψαντες, καὶ τὰς κεφαλὰς καὶ τὰ ὀστέα συνέθλασαν, ὡς καὶ τὸν ἐγκέφαλον δίκην ὕδατος ἀποῤῥεῖν, πρὸ τοῦ ἄστεος ἄγουσιν· ᾗ δὴ ἔθος τὰ τῶν θνησκόντων ρίπτειν ὀστέα ζώων· ἔνθα πῦρ ἀνακαύσαντες, τούτῳ τὰ σώματα παρεδίδουν. Οτα γε μὴν τῶν ὀστέων διὰ τὸ στερὸν μὴ τὸ πῦρ ἐδαπάνησε, τοῖς ἐκεῖσε καμήλων καὶ ὄνων ὀστέοις ἀνέ μιξαν· ὥστε μὴ βαδίαν εἶναι τοῖς βουλομένοις τὴν εύρεσιν. Οὐ μήν γε λαθεῖν εἶχε· νύκτωρ γὰρ Θεός ἔχρα τινὶ γυναίῳ τὴν τῶν ὀστέων ἀνάληψιν· ἡ δὴ κατὰ τὴν θείαν σύνταξιν ἀναλεξαμένη, χύτρα κατέ κρύπτε, καὶ τῷ τῶν μαρτύρων ἀνεψιῷ Ζήνων: παρ ετίθει ἀγνώστῳ ὄντι τῇ γυναικὶ, ᾗ διάγοι τοῦ θείου καταμηνύσαντος· ἐκρύπτετο γὰρ καὶ αὐτὸς τοῦ διωγμοῦ κινουμένου. Τοῦ γὰρ δήμου περὶ τὴν τῶν θείων αὐτοῦ ἀναίρεσιν ἔχοντος τὴν σπουδήν, ἐκεῖνος εἰς ᾿Ανθηδόνα πόλιν πρὸς θάλασσαν φυγάς ᾤχετο. Διέχει δὲ Γάζης ἡ ᾿Ανθηδών ὡσεὶ σταδίους εἴκοσι. Μόλις δὲ καὶ αὕτη, Ἑλληνισμῷ χαίρουσα, καὶ τῇ τῶν ξοάνων θεραπείᾳ ὡς πλεῖστον επτοημένη. Ἐκεῖσε δὴ οὖν πολλὰ παρὰ τῶν ᾿Ανθηδονίων παθών, εἰς τὸ τῶν Γαζαίων ἐπίνειον λαθὼν ἐκρύπτετο· ὅπου δὴ τὸ γύναιον ἐκείνῳ παρατυχόν, ἐδίδου τὰ λείψανα. Καὶ καιρῷ μέν τινι οὗτος ταῦτα οίκοι κατεῖχεν· ὡς δὲ χρόνῳ ὕστερον Θεοδοσίου τὰ σκήπτρα διαχειρίζοντος, καὶ τῆς Γαζαίων ἐκκλησίας τὴν ἐπισκοπὴν ἐκληροῦτο, θυσιαστήριον πρὸ τοῦ ἄστεος πήγνυσι, καὶ εὐκτήριον οἶκον ἐγείρει· καὶ τὰ ὀστᾶ τοῦ μάρτυρος ἐκεῖ κατατίθησι πλησίον τοῦ ὁμολογητοῦ Νέστορος" ὃς σύναμα τοῖς οἰκείοις ἀνεψιοίς συλληφθείς, καὶ δεσμῶν καὶ μαστίγων ὡς πλεῖστον μετέσχεν. Πλέν σάν γε μὴν οἱ ἔλκοντες, ὡραῖον ἔχοντα τὸ σῶμα ἰδόντες· καὶ προσδόκιμον ὄντα θανεῖν, μικρὸν δὲ τὸ ἆσθμα περισώζοντα, ρίπτουσι πρὸ τῶν πυλῶν· ὅν τινες ἀνελόμενοι, παρὰ τὸν εἰρημένον ἀνεκόμισαν Ζήνωνα· παρ᾽ ᾧ τὰ ἕλκη καὶ τὰς πληγάς θεραπευόμενος ἐτελεύτησεν. Οι γε μὴν Γαζαίοι περι διεῖς ἦσαν τῇ τόλμῃ· καὶ φήμη διεθρυλλεῖτο, χαλε παίνειν σφίσι τὸν βασιλέα, καὶ ἀποδεκατοῦν τὸ πλῆθος βουλεσθαι. Ψεύδος δ᾽ ἦν, καὶ τοῦ δήμου θρύλλος κενός, τῷ συνειδέναι ἃ πεπράχασι παραλόγως θορυβουμένων. Οὐδὲ γὰρ ὅπερ ᾿Αλεξανδρεῦσιν ἐποίει, λόγοις τάχα ἐπαιτιώμενος καὶ Γαζαίοις ἐπῆγε. Τόσον δ' οὐδ' ἐν γράμμασιν ᾐτιάσατο, ὡς καὶ τὸν τηνικάδε τοῦ ἔθνους ἡγούμενον τῆς ἀρχῆς μεθίστη καὶ ἐν ὑποψίαις οὐ καλαῖς εἶχε· καὶ ἀγώγιμον τοῖς νόμοις ποιήσας, τὸ μὴ κτεῖναι καὶ θάνατον ἐκείνου κατα ψηφίσασθαι, φιλάνθρωπον ελογίζετο. Ἐν δίκη δ' ἐποιεῖτο τὸν ἄνδρα· ὅτι περ τινὰς τῶν τῆς στάσεως ἀρξαμένων Γαζαίων δεσμωτηρίῳ καθείρξεν, εὐθύ νας κατὰ νόμους αἰτῶν. Τί γάρ, φησί, τῶν κακῶν ἦσαν εἰργασμένοι, εἰ Γαλιλαίους ὀλίγους ἀνθ' ὧν Ανεψιόν, (*) 'Ανεψιών

Chapter IXCaput IX

col. 463–464page 228 of 633
PG 146:463πλεῖστα καὶ μέγιστα αυτούς τε ἠδίκησαν, καὶ εἰς θεοὺς ἐξήμαρτον, τὰ ἐκ παλαιοῦ αὐτῶν καθελόντες τεμένη, δικαίως ἡμύναντο; Καὶ τὰ μὲν οὕτω διεθρυλλεῖτο. Τότε δὴ καὶ Ἰλαρίων ὁ περιώνυμος ἐν μονάζουσι, πρὸς τῶν Γαζαίων ἐπιζητούμενος, πρὸς Σικελίαν ἀπῆρε· καὶ ξύλα τοῖς ὤμοις ἐκ τῶν ὀρέων τῇ πόλει κομίζων, διεπώλει, καὶ τὸ ζῆν ἐπορίζετο. Υπό γε μὴν ἐπισήμως δαιμονῶντος ἀνδρὸς καταφωραθείς, ὡς ἀπαλλάξας ἐκεῖνον τῆς μάστιγος, εἰς Δαλματίαν ἧκε. Πολλὰ δὲ κἀκεῖσε θαύματα εργασάμενος, ὡς εὐχῇ πεδῆσαι τὴν θάλασσαν, ἐξ ὑπονοστήσεως και ἀνάγκης καθίστασθαι. τακλύσαι τὴν ξηρὰν ὁρμῆς ἔχουσαν, ἐκεῖθεν πάλιν μεταχωρεῖ· οὐ γὰρ ἐκείνῳ φίλον παρὰ τοῖς ἐπαι νοῦσιν ἔχειν διατριβήν. Εσπούδαζε γὰρ ἀφανής εἶναι ταῖς μεταβάσεσιν, ὥστε τάχιστα διαλύειν τὴν περὶ αὐτοῦ ἐπισυνισταμένην δόξαν. Τέλος δὲ πολλούς μετοικίσας τόπους δι' ἅπερ ειρήκαμεν, παραπλέων καὶ Κύπρον, εἰς Πάφον κατῆρε· καὶ παρὰ τοῦ την νικάδε Κυπρίων ἱερῶς ἡγουμένου προτραπείς, περί Χάρυβριν (χῶρος οὕτω καλεῖται), ἀγαπήσας τὸν τόπον, φίλην ἐποιεῖτο διατριβὴν, φιλοσοφῶν ὡς εἰκός. Καὶ τὸ μὴ μάρτυρα γενέσθαι τὸν ἄνδρα αίτιον γέγονεν ἡ φυγή. Εφυγε δὲ, καθότι θεῖός ἐστι χρησ σμὸς ἀποδιδράσκειν τους διώκοντας· εἰ δὲ ληφθείεν, γενναίως ἵστασθαι, καὶ κρείττους τῆς τῶν διωκόντων ΚΕΦΑΛ. Θ'. Περὶ τῶν ἐν Φοινίκῃ καὶ 'Ηλιουπόλει καὶ Ἑμέ σῃ γεγενημένων δεινῶν· καὶ περὶ Αἰμυλιανού καὶ Δωροθέου καὶ Δομετιανοῦ· καὶ περὶ Μάρ που τοῦ 'Αρεθουσίων ἐπισκόπου. Οὐ τοίνυν παρὰ μόνοις 'Αλεξανδρεῦσι καὶ Γαζαίου; τὰ τοιαῦτα τετόλμηται καθ᾿ ἡμῶν, ἀλλὰ καὶ ἐν Ηλ ουπόλει, τῇ πρὸς τῷ Λιβάνῳ τῆς Φοινίκης κειμένη, καὶ ἐν Ἀρεθούσῃ τῇ παρὰ Σύροις, χείρονα διε πράχθη, φιλονεικούντων ὠμότητος ὑπερβολῇ δεύτερα τὰ παρ' ἐκείνοις ἐλέγξαι. Οἱ μὲν γὰρ, ὁ καὶ λέγειν τοῖς πολλοῖς ἄπιστον δόξει, εἰ μή τινες παρόντες την νικαῦτα τοῖς πεπραγμένοις ἀνήγγειλαν, ἱεράς τινας παρθένους, μηδ' ὄψιν ἀρμένων ἀνασχομένας θεά σασθαι, ἐσθῆτος γυμνας καταστήσαντες, ἐπὶ μέσου δήμου ἑστάναι ἠνάγκασαν, εἰς θέατρον καὶ ὕβριν βουλομένῳ παντί. Ικανῶς δὲ καὶ ὄψει καὶ τοῖς ἄλ λοις ᾗ ἑκάστῳ ἐδόκει ταῖς ἁγίαις ἐκείναις σαρξίν ἐνυβρίσαντες τέλος κάτωθεν ἀνακείρουσι, διχή σε διε λόντες τὰ σπλάγχνα τροφῇ χοίρων ἢ συνήθης ἣν ἐκείνοις, κριθὴν δὲ εἶναι εἰκὸς καὶ ἄλλα ταύτῃ παρ όμοια, ἐπιπολῆς τὰ σπλάγχνα καλύψαντες, ἐπὶ τὴν συνήθη βρῶσιν ἐξεκαλοῦντο τους χοίρους. Ἐκεῖνο δ' ὁρμῇ ἀγρίᾳ μὴ διακρίναι ῥᾳδίως ἔχοντε;, ὁμότε τοῖς ἐγκάτοις ἐχώρουν· τῇ δ' ἀνάγκη τῆς συνήθους
col. 465–466page 229 of 633
PG 146:465τροφῆς καὶ τὴν ἔνδον ἐκείναις διάπλασιν σύναμα ταῖς τροφαῖς κατεβίβρωσκον, ζώσαις οὕτω καὶ τοῦ πάθους αἴσθησιν κεκτημέναις. Συμβάλλω δὲ Ἡλιουπολίτας ἐς τόδε μανίας κατὰ τῶν ἱερῶν παρθένων έλ θεῖν, ὅτιπερ καὶ πάτριον ἦν ἐκείνοις τὰς παρθένους παρὰ τοῦ προστυχόντος πρότερον ἐκπορνεύεσθαι, πρὶν ἢ μνηστήρσι πρὸς γάμου κοινωνίαν ἐλθεῖν ὅπερ ὁ μέγας Κωνσταντίνος, νόμον θεὶς, ἄπρακτον ἐποίει πρῶτος· καὶ τὸν ἐκεῖσε τῆς ᾿Αφροδίτης νεών καθελών, ἐκκλησίαν ἀνίστη Θεῷ, ὡς ἐν τοῖς πρόσθεν κατά χώραν ἐλέχθη μοι. Τὸ δ' ἐν Φοινίκῃ αὐτοῖς τολμηθὲν πῶς ἄν τις παραδραμεῖν ἔλοιτο; Εν γάρ ταύτῃ τὸν Ηλιουπόλεως διάκονον Κύριλλον ἀπηνῶς ἀνελόντες, καὶ τὴν γαστέρα διατεμόντες, του ήπατος ἀπεγεύσαντο. Καὶ οὐκ εἰς μακρὰν τοὺς τολμητὰς ἡ δίκη παρέδραμεν. Ὅσοι γὰρ τοῦ τοσούτου μύσους μετέσχον, οδόντας τε καὶ γλώσσας καὶ ὑπερῴας ἀπο εβάλοντο, σηπεδόνος ἀγρίας προσβαλούσης αὐτοῖς. Οὐ μὴν δὲ ἀλλὰ καὶ ὀφθαλμῶν στέρησιν ἔπαθον. Δι' ὧν τῆς εὐσεβείας ἡ δύναμις ἐκηρύττετο. Ἐν Εμέσῃ δὲ τῇ ὁμόρῳ ταύτῃ πόλει, Διονύσῳ τῷ γυναικείῳ ἀνδραπόδῳ τὴν ἐκκλησίαν ἀφιέρωσαν, καὶ τὸ ἀνδρόγυνον ἐκείνου καὶ καταγέλαστον ἱδρύσαντο ἄγαλμα· ἐν τῷ τῆς Θρᾴκης δὲ Δοροστόλῳ Αἰμυλιανὸς ὁ νικηφόρος ἀγωνιστής ὑπὸ Καπετωλίνου τοῦ τῆς Θράκης ἐπάρχοντος, πυρὸς ἐγένετο παρανάλωμα. Δωρόθεον δὲ τὸν πολύαθλον, τὸν πολλὴν ἱστορίαν ἐκε κλησιαστικὴν συγγραψάμενον, θανάτῳ παρέπεμψε. Τύρου δὲ οὗτος τὴν τῆς ἐκκλησίας εἶχεν ἐπιτροπήν. Ναὶ μὴν καὶ Δομέτιον τὸν ἐν ἀσκηταῖς περιβόητον, σπηλαίῳ κρυπτόμενον παριών, λίθοις ἀπανθρώπως συνέχωσε. Τὸ δέ γε Μάρκῳ ἐν ᾿Αρεθούσῃ γενόμενον πῶς παραδράμοιμι; Αἰσχύλου γὰρ καὶ Σοφοκλέους δεῖται τῆς μεγαληγορίας, ἵν᾿ ἀξίως τὸ ἐκείνου τις πά θος ἐκτραγῳδήσεις. Τοῦτον γὰρ ᾿Αρεθούσιοι ἐπισκόπου τούτων πάλαι γενόμενον, ἄνδρα βίῳ καὶ λόγῳ καὶ πολιᾷ πολὺ τὸ αἰδέσιμον προβαλλόμενον, ἀπηνῶς διεχρήσαντο. Εἶχον μὲν γὰρ καὶ πρότερον αὐτὸν ἐν ὀργῇ· οἷς ἐπὶ Κωνσταντίου, πολλοὺς οὐ κατὰ πειθώ, ἀλλά τινι κρείττονι δυναστεία, τοὺς ἑλληνίζοντας ἀσπάζεσθαι τὰ Χριστιανῶν ἐποίει· καὶ τὸν παρ' αὐτ τοῖς σεμνόν τε καὶ πολυτελείᾳ οἰκοδομῆς ἡττώμενον οὐδενὸς νεὼν καθεῖλεν εἰς ἔδαφος. Ως δὲ μετεῤῥύη αὖθις τὰ πράγματα, ὁμοῦ μὲν τοῦ δήμου κεκινημένου, ἅμα δὲ καὶ κατὰ πρόσταγμα του κρατοῦντος καταδικάζοντος ἢ τὴν ἀποτίμησιν ἐκτίσαι τοῦ νεώ, ἢ αὖθις οἷος ἦν ἀνεγείραι αὐτόν· ἐπεὶ καὶ πρὸς ἄμφω ἀδυνάτω; εἶχεν, ἀθέμιτον δ᾽ ἦν παντάπασι καὶ τὸ δεύτερον, μήτοι γε ἱερεῖ, ἀλλ' οὐδὲ ἰδίᾳ Χρι στιανῷ ἀνδρὶ· φυγῇ μὲν τὰ πρῶτα ἐχρήσατο. Πολ τοὺς δὲ δι' ἐκεῖνον πάσχειν μαθών, καὶ δεινῶν πει ράσθαι πλείστων, ἐπανελθὼν τῆς φυγῆς κατεμήνυεν ἑαυτὸν, δρᾶν ὅ τι βουλομένῳ ἐπὶ τῷ δήμῳ, ἐκών ἀνεῖς ἑαυτόν. Οἱ δὲ δέον μᾶλλον θαυμάζειν αὐτὸν

Chapter XCaput X

col. 467–468page 230 of 633
PG 146:467ἅτε φιλοσοφεῖν ᾑρημένον, ὑπερφρονεῖσθαι νομίσαν β Χ. η τες, πᾶς ὁ δῆμος ἐπ' αὐτὸν ἐχώρουν. Καὶ εἴακετο δια μέσης τῆς πόλεως, γέρων καὶ ἱερεύς· καὶ ᾗ ἔτυχεν ἐπαίετο τῶν ἱερῶν ἐκείνου μελῶν ἕκαστον· καὶ ἐτίλλετο, καὶ ὠθεῖτο· καὶ πάσῃ δὴ προσκειτο ἡλικία, καὶ γυναιξὶ καὶ παισί, σὺν ἐργῇ καὶ προθυμίᾳ· καὶ τοσοῦτον, ὡς καὶ βούλεσθαι λεπτοῖς δὴ σχοίνοις τὰ ὦτα τέμνειν τῷ γέροντι. Καὶ παῖδες δὲ ἐς διδασκάλους φοιτῶντες τὸν ἄνδρα παίγνιον εἶχον· καὶ ἕλκοντες καὶ μετεωρίζοντες, πυκνά ταῖς γραφίσιν ἐκέντουν ἀφειδῶς παίοντες. ὡς δὲ τραυματίας ὅλος ἦν, καὶ ἔτι σμικρὰ ἔπνεε καὶ ἀπεγνωσμένα, γάρῳ σύνο αμα μέλιτι προσαλείψαντες, σαργάνῃ ἐνῆκαν πλέγμα δέ τι τοῦτο σχοίνου πεποιημένον. Εἰ; ύψος δὲ τῷ γυργάθῳ ὕπαιθρον αἰωρήσαντες θέρους ἀκμῇ, σφηξὶ καὶ μελίτταις ἐπαφῆκαν· ὑφ' ὧν προσιπταμέν νων τὰς σάρκας ζῶν ἐσθιόμενος, τὸ ἀξίδιμον ἐκεῖνο λόγος εἰπεῖν· ο Ὡς ἐγὼ μὲν ὑψηλὸς εἴην, ὑμᾶς δὲ χα μαὶ κειμένους ὁρῶ.» Ἐξ ὧν ἔξεστι καὶ τὰ μετὰ ταῦτα συμβάλλειν αὐτῷ τε κἀκείνους. Λόγος γε μέν ἔχει καὶ τὸν τηνικάδε υπαρχον ἐς τὰ μάλιστα Ελ ληνιστὴν ὄντα, τὸ δ' ἦθος ἄλλως γενναῖον, ὡς καὶ ἐπὶ μέγα δόξης ἐλθεῖν, θαυμάσαντα Μάρκον τῆς γενναιότητος, καὶ παρρησίᾳ χρησάμενον, μέμψιν βασι λεῖ ἐνεγκεῖν ὡς ἄρ' αἰσχύνης ἄξιοι, ἑνὸς ἡττημένο γέροντος ἀνδρείως, τοσαύτῃ πείρα δεινῶν γενναίως ἀνδρισαμένου· ὡς ἐν κινδύνῳ εἶναι, γέλωτος μὲν ἀξίους ἡμᾶς, ἐκείνους δὲ οἷς ταῦτα ὁρῶσι, δόξης ἐπὶ μέγιστον ἄγοντες. Καὶ τοιοῦτο; μὲν ὁ μακάριος Μάρ κος ἀνδρείως πρὸς τὸν τοῦ δήμου θυμὸν καὶ τὰς πολ λὰς ἐκείνας βασάνους ἀντισχών· ὡς μὴ μόνον παρ' ἡμῶν, ἀλλὰ καὶ πρὸς τῶν Ἑλληνιστῶν τῶν προσηκόντων ἐγκωμίων ἀξιωθῆναι. ΚΕΦΑΛ. Ι. Περὶ τῶν ἐν Φρυγία Θεοδούλου καὶ Τατιανοῦ καὶ περὶ τῶν ἐν Γαλατίᾳ τῆς ᾿Αγκύρας μαρτυρησάντων, Βουσίριδος, καὶ Βασιλείου, καὶ Ευψυχίου τοῦ ἐν Καππαδοκία. Ἐν δὲ τούτῳ καὶ Μακεδόνιος, Θεόδουλός τε και Τατιανός, Φρύγες ἄνδρες, τὸν ὑπὲρ Χριστοῦ ἀγῶνα αντέσχον. Μίσῳ γὰρ τῇ πόλει Φρυγῶν ὁ τοῦ ἔθνους ἡγούμενος, τὸν ἐκεῖσε νεὼν ἀνοίξας χρόνῳ ῥυπῶντα, ἐξεκάθηρε. Νύκτωρ δ' ἐκείνους εἰσελθόντας, συντρῖψαι τὰ εἴδωλα. Πολλῶν δ' ἐν ὑπονοίαις κειμένων, καὶ τούτου χάριν ἑλκομένων εἰς δικαστήρια, σφᾶς αὐτοῦ; κατεμήνυσαν. Ἐπεὶ δὲ θύειν ἀπέσχοντο, ἐξῆν γὰρ τοῦτο πράττουσιν ἀπηλλάχθαι πραγμάτων, τοῦτ' ἀνταιτοῦντος τοῦ ἄρχοντος ὑπὲρ τῶν ἡμαρτημένων σφόδρα, τὰ πρῶτα ᾐκίζοντο· τέλος δ' ἐσχάραις γυ μνοὺς ἐπιθεὶς, πῦρ κάτωθεν ὑπανῆπτεν. Οἱ δὲ καί περ οὕτως ὠμῶς ἐκκαιόμενοι, «Εἰ ὀπτῶν χρεῶν, φασὶν, ἐπιθυμεῖς, ὦ Αμάχιε (τοῦτο γὰρ ὄνομα τῷ ἄρχοντι ἦν), στρέφε δὴ καὶ εἰς ἑτέραν ἡμᾶς πλευ μάν, ἵνα μή σοι ἐσθίοντι ἡμίοπτοι ὄντες, ἀηδεῖς κατασταίημεν. Ωδε μὲν οὖν καὶ οὗτοι γενναίως δια Ἐν τῇ Μύρῳ. 15.). Μέσῳ τῇ πόλει Φρυγών. 11.)
col. 469–470page 231 of 633
PG 146:469γωνισάμενοι, ἐπὶ ταῖς ἐσχάραις τὸν βίον ἀπέλιπον,» ἐθελόθυτα θύματα καὶ ἀσινεῖς θυσίαι προσενηνεγμένοι Θεῷ. Τηνικαῦτα δέ φασι καὶ Βούσιριν λαμπράν ὁμολογίαν ὑπενεγκεῖν καὶ ἀνδρείαν διὰ τὴν θρησκείαν ἐν Γαλατίᾳ τῇ πρὸς Αγκύρᾳ· ὃν πρότερον τῆς τῶν Ἐγκρατιτῶν αἱρέσεως ὄντα, κατὰ τῶν ξοάνων νεανιευσάμενον, συλλαβὼν ὁ τοῦ ἔθνους ἡγούμενος αίχί ζειν ᾑρεῖτο· παρρησίᾳ τε προσάγων, τῷ βασανιστηρίῳ ξύλῳ ἀναρτά θαι προσέταττεν. Ο δὲ Βούσιρις τὰ χεῖρα τῇ κεφαλῇ ἐπιθεὶς, τὰς πλευρὰς ἐγύμνου καὶ πρὸς τὸν ἄρχοντα στραφείς, «Μὴ μάτην, ἔφη, πονεῖν χρῆναι τους δημίους ἐπὶ τὸ ξύλον ἀνάγοντας καὶ κατάγοντας· ἐν ἑτοίμῳ γὰρ ἔχειν ὅσον αἱροῖτο, παρέχειν αὐτοῖς τὰς πλευράς ξέειν.» Καί γε την ὑπόσχεσιν θαυμάτας τἀνδρὸς, μᾶλλον ἐξεπλάγη τὴν τεῖραν προσάγων. Καὶ γὰρ οὕτως ἐπὶ σχήματος έχων διεκαρτέρει τὰς χεῖρας ἀνέχων, ἕως οὗ τῷ ἄρ χ ντι ξέειν ἐδόκει, εὐτόνως δεχόμενος τάς πληγάς. Ἐν δεσμοῖς δὲ γενόμενος καὶ εἱρεταῖς, ἀνείθη αὖθις μετ' ὀλίγον ἀγγελθέντος Ἰουλιανὸν ἀνῃρῆσθαι. Καὶ ἄχρι δὲ τῆς Θεοδοσίου Βασιλείας τὸ ζῆν παρ έτεινεν. Κατὰ δὴ τοῦτον τὸν χρόνον καὶ Βασίλειον πρεσβύτερον τῆς ἐν ᾿Αγκύρᾳ ἐκκλησίας μαρτυρίῳ τὸν βίον λόγος διενεγκεῖν· ἀλλὰ καὶ τὸν Καισαρέα Ευψύχιον Καππαδόκην ευπατρίδην ὄντα, καὶ τῶν ἐπισήμων γένει, οὐ πάνυ πόρρω γαμετὴν ἀγόμενον, καὶ οἷον Είναι νυμφίον ὄντα ἐπιθαλάμιον· ὧν ὁ μὲν Ευψύχιος τήρητο διὰ τὸν τῆς Τύχης νεών, τὴν καθαίρεσιν δυστυχήσαντα, οὗ τῇ καθαιρέσει, ὡς μοι καὶ πρότερον είρηται, κοινῇ πάντες οἱ Καισαρεῖς τῆς τοῦ βα σιλέως ὀργῆς ἐπειράθησαν· οἱ δ' αὐθένται τοῦ δρά ματος, καὶ ὡς οἷον εἰπεῖν αὐτουργοί, ὁ μὲν δίκην ἔδοτο θάνατον· ἄλλος δ' ἀἰδίῳ ἐζημιώθη φυγῇ. Ο δέ γι Βασίλειος τὰ μάλιστα περὶ τὴν θρησκείαν σπουδαιότατος γεγονώς, Κωνσταντίου μὲν περιόντος τοῖς ἐξ Αρείου γενναίως ἐφέρετο· διά τοι καὶ ψήφῳ τῶν ἀμφὶ Εὐδόξιον εἴργετο δημοσίᾳ ἐκκλησιάζειν· ἐπεὶ δὲ Ἰουλιανὸς ἐπὶ τῶν ὅλων καθίστατο, κύκλῳ περι των δημοσίᾳ, Χριστιανοῖς ἰσχυρῶς τῆς θρησκείας ἔχεσθαι περιφανώς παρηγγύα, καὶ μὴ τοῖς Ἑλλη νικεῖς χρήμασι καὶ σπονδείς χραίνεσθαι, καὶ τὰς ἐκ βασιλέως τιμὰς ἀντ᾽ οὐδενὸς ἡγεῖσθαι προτρέπετο προσκαίρους δ' οὔσας μισθὸν ἐπάγειν διηνεκῆ τὴν ἀπώλειαν. Τούτοις δὴ καθεστώς ἐν ὑπονοίᾳ καὶ μίσει τοῖς Ἑλληνισταῖς ἦν· οὓς ποτε καὶ δημοσίᾳ θύοντας ἰδὼν, ἔστη· καί γε οιμώζων ἐπὶ μέγα, ού χετο μηδένα Χριστιανὸν τῆς τοσαύτης πλάνης ἐν πείρα γενέσθαι. Καὶ συλληφθεὶς παρεδίδοτο· πολ λαῖς τε βασάνοις εγκαρτερήσας παρὰ πάντα τὸν χρόνον, ἀνδρείως τὸ τοῦ μαρτυρίου διήνυσε στάδιον.

Chapter XICaput XI

col. 471–472page 232 of 633
PG 146:471Ταῦτα μὲν εἰ καὶ παρὰ γνώμην τῷ βασιλεῖ, ἀλλ᾽ δ μως ἐπράχθη. Πολλοὺς δὲ καὶ ἄλλους γενναίους μάρ τυρας ἐπὶ τῆς αὐτοῦ ἡγεμονίας ἔγνωμεν γεγενῆσθαι ὧν τὴν κατὰ μέρος ἀνδρείαν καὶ τὰ παλαίσματα διελθεῖν ἄθλος ἴδιος γένοιτο. Ταύτους δὲ σαφηνείας χάριν συναγαγὼν διεξῆλθον, εἰ καὶ διάφορος ἦν ὁ χρό νος τοῦ ἑκάστου διὰ Χριστὸν μαρτυρίου. ΚΕΦΑΛ. ΙΑ΄. Περὶ τοῦ ἁγίου Αρτεμίου· καὶ τῶν ἁγίων Μα νουήλ, Σαβέλ, καὶ Ἰσραὴλ, καὶ τῆς ὁσίας Πουπλίας τῆς παρθένου. Καὶ πολλοὺς μὲν ἄλλους ἀριθμοῦ κρείττους διά θ' 'Ελλήνων καὶ βαρβάρων ἐτιμωρεῖτο. Ανήκε γάρ κακείνους τῷ μίσει τοῦ δόγματος, πᾶν εἴ τι βού λοιντο καθ᾿ ἡμῶν ἐνεργεῖν· καὶ ἔπραξαν πολλῷ χεί ρονα καὶ ἀπανθρωπότερα ήπερ "Ελληνες· Αρτέμιον δὲ τὸν γενναῖον τῆς εὐσεβείας ἀγωνιστήν, δοῦκα ὄντα καὶ Αὐγουστάλιον Αντιοχείας, δι' ἑαυτοῦ ἐκολάσατο ὃς καὶ στρατηγὸς τῶν κατ' Αἴγυπτον ἐπὶ Κωνσταντίου ἐγένετο· τὸ μὲν ἀληθὲς, ὅτι ζήλῳ θείῳ πυρούμενος, πολλὰ τεμένη τῶν εἰδώλων συνέτριψε και κατ έβαλε, Κωνσταντίῳ ὑπηρετούμενος· καὶ ὅτιπερ τὰ τῶν θείων ἀποστόλων ὀστᾶ ἐκ Πατρῶν καὶ ᾿Αχαΐας καὶ Ἐφέσου, ᾿Ανδρέου τε καὶ Λουκᾶ καὶ Τιμοθέου, ἀνήγαγεν ἐν τῇ Κωνσταντίνου· τῇ δὲ προφάσει δη θεν, ὅτι τἀδελφῷ Γάλλῳ αὐτὸς ἦν ὁ τὸν φόνον συγ κερασάμενος. Τῶν ὄντων γὰρ ἁπάντων γυμνώσα; τὸν μάρτυρα, καὶ τῆς ἀρχῆς παραλύσας, μετά πλείστας ἄλλας καὶ ἀνυποίστους βασάνους, τέλος και τὴν κεφαλὴν ἀφαιρεῖται. Κολάζει πρὸς τούτῳ καὶ τοὺς ἐκ Περσίδες πρέσβεις ἐλθόντας περὶ Χαλκηδόνα, Μανουήλ, Σαβέλ τε καὶ Ἰσραήλ, ότιπερ τὰ Χριστιανῶν πρεσβεύοντες ἦσαν, μηδὲ τὸ τῆς πρεσβεία; ἀξίωμα αἰδεσθείς. ᾿Αλλὰ καὶ Πουπλία γυνή τις ἐξ ἀρετῆς θαυμαστὸν καὶ ἐξαίσιον δνομα κληρωσαμένη, ἢ δὴ πρὸς ὀλίγον τὸν ζυγὸν ὑπελθοῦσα τοῦ γάμου, καρπὸν ἀξιάγαστον ἤνεγκεν· Ἰωάννης γὰρ ὁ ἐν 'Αν τιοχείᾳ πρεσβύτερος ἐπὶ μακρῷ χρόνῳ γενόμενος, τῆς ἀποστολικῆς καθέδρας τὰς ψήφους πολλάκις δε ξάμενος, ἀεὶ δὲ φεύγων τὴν προεδρίαν, τῆς τοιαύτης ἀρούρας βλάστημα ἦν. Αὕτη τοίνυν χορὸν παρθένων διὰ βίου σωφρονεῖν εἰθισμένον ἐπαγομένη, Θεῷ μὲν ἀεὶ λατρεύουσα ἦν, ἀσίγητον τὸν ὕμνον καὶ τὴν εὐ φημίαν κομίζουσα· καί ποτε παριόντα τὸν ἀλάστορα, οἷα δὴ καταγέλαστον καὶ ἐπονείδιστον ἡγούμενοι, γε γωνότερον ἐκεῖνα τῶν Δαυϊδικῶν ᾀσμάτων εμμελῶ; ᾔδον, ὅσα τὸ τῶν εἰδώλων ἀσθενὲς ἐξελέγχει, φά σκονται Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Όμοιοι αυ τοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες ε πεποιθότες ἐπ' αὐτοῖς. Ὡς οὖν τούτων δ παραδι της Ανώτιστο, σιγῆν ἐπέταττεν. Αἱ δὲ μᾶλλον ἐπ.
col. 473–474page 233 of 633
PG 146:473Χ. έκειντο τοῖς ψαλμοῖς, καὶ ταῦτα δὴ προσεπάδονται Αναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οι ἐχθροὶ αὐτοῦ. Ἐφ᾽ οἷς χαλεπήνας ο τύραννος, τοῦ χοροῦ τὴν ἐξάρχουσαν ἀχθῆναι κελεύει. Ο δὲ μήτε τὸ σεμνὸν ἐκεῖνο γῆρας, μήτε μὴν τὴν ἐκ τῆς ἀρε τῆς ἐπανθοῦσαν αἰδὼ λογισάμενος, πικρῶς κατὰ κόρο ῥης παίειν ἐκέλευεν, ὡς καὶ ἄμφω αίμασι φοινίξαι τὰς παρειάς. Ἡ δὲ τιμὴν μᾶλλον ἢ ἀτιμίαν τὸ ὑπὲρ Χριστοῦ πάσχειν ἡγουμένη, ἐπὶ τὸ δωμάτιον ἀνιοῦσα, αὖθις ταῖς πνευματικαῖς μελωδίαις αὐτὸν κατ εκράτει. Καὶ τοὺς ἐν αὐτῷ κορυβαντιώντας τρόπου ἕτερον κατέστελλε δαίμονας· οὓς ἐκῶν ἑαυτῷ εἰσῳ κίσατο· καθάπερ ἐκεῖνος ὁ τῆς μελωδίας διδάσκαλος τῇ σφετέρα κινύρᾳ τὸ τοῦ Σαούλ ἔνοχλον πνεῦμα κατέπαυε. ΚΕΦΑΛ. ΙΒ'. Όπως ὁ ἀπεστάτης τὰ ἐπ' ἀγορᾶς ὤνια μιαίνειν προσέταττε· καὶ περὶ τοῦ ἁγίου Θεοδώρου τοῦ Τήρωνος· καὶ περὶ τῶν ἁγίων μαρτύρων Ιου βεντίνου καὶ Μαξιμίνου. Μικρὸν δὲ προϊών παρρησιαίτερον ὁ ἀποστάτης, μᾶλλον δὲ ἀναιδέστερον τῇ ἀσεβείᾳ χρώμενος, κατὰ τῆς εὐσεβείας ὑπλίζετο. Μὴ ἔχων δ' ὅ τι καὶ δράν, τὰ ἐπ' ἀγορᾶς ὤνια τοῦ μιάσματος ἐπίμπλα· περ ριεῤῥαίνοντο γὰρ τοῖς ἐκ τῶν θυσιῶν αἷμασί τε καὶ ἀλιγήσμασιν, ὅσα ἐδώδιμα· ἄρτοι και κρέα καὶ ὁπω μαι καὶ πόπανα· ἃ δὴ τὰ πρῶτα μὴ ὑφορώμενοι οἱ τῆς τοῦ σεσωκότος προσηγορίας μετεσχηκότες, θείας ἄνωθεν προμηθείας κατηξιοῦντο. Τὸν μάρτυρα γὰρ Θεόδωρου πέμψας ἀοράτως Θεὸς τῷ τῆς πόλεως ἀρ χιερεῖ (Εὐδόξιος εὗτος ἦν), ἐνεκελεύετο ἀπέχεσθαι μὲν τοὺς εὐσεβεῖν ᾑρημένους τῶν ἐπ' ἀγορᾶς τεθειμένων, σίτον δὲ λέβησιν ἔψοντας, ἃ ἐν Εὐχαῖτοις κόλλυβα ειώθασι λέγειν, παραμυθείσθαι τὴν ἔνδειαν. Τοῦτο δ' ἐκέλευε κατὰ τὴν μεγάλην τῆς νηστείας ἡμέραν· ὁ δὴ καὶ ἐξ ἐκείνου ἡ Ἐκκλησία τὴν μνή μην ανανεουμένη τοῦ πεπραγμένου, ἐς δεῦρο πράτ τει πανηγυρίζουσα. Θεόδωρος δ' οὗτος ἦν, ὃς ἐκ τοῦ Τηρωνικού τάγματος Τήρων ὠνόμαστο· καὶ ἐπὶ Μαξιμίνου τὸ τοῦ μαρτυρίου διήνυσε στάδιον, λάβρῳ παραδοθεὶς τῷ πυρί. Πολλοὶ δ' ολοφυρόμενοι, τὰ γινόμενα ἐβδελύττοντο· ὅμως τοῖς ἀποστολικοῖς θεο σμοῖς ἕπεσθαι ᾑρημένοι, μετελάμβανον τῶν προκειμένων· Πᾶν γὰρ τὸ ἐν μακέλλῳ πωλούμενον, φησὶν, ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συν. είδησιν. Τὸ δὲ μύσος τοῦτο τοῦ ἀποστάτου ἔν τινι συμποσίῳ δύο τινὲς τούτου άσπιδηφόροι καλῶς ἐθριάμβευσαν, ἐπὶ στρατείᾳ λαμπρῶς διαπρέψαντες. Ἐπῇδον γὰρ ἐκεῖνα τὰ τοῦ ψαλμοῦ· Παρέδωκας ἡμᾶς, λέγοντες, βασιλεῖ ἀδίκῳ καὶ παρανόμῳ, ἀποστάτῃ καὶ πονηροτάτῳ παρὰ πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς. Τῶν τις δ᾽ ὁμοτραπέζων τὸ ῥῆμα τῷ βασιλεῖ διεμήνυσεν. 'Ο δὲ τοὺς ἀρίστους ἐκείνους ἄνδρας μεταστειλάμενος, τίνα ἂν εἴη τὰ ἐπὶ τῇ διαίτῃ εἰρημένα ἀνεπυνθάνετο. Οἱ δὲ παρρησίᾳ χρη (κόλυβα,

Chapter XIIICaput XIII

col. 475–476page 234 of 633
Caput XII
PG 146:475λεῦ, καὶ νόμοις ἀρίστοις ὑπηρετούμενοι, ὡς Κων σταντῖνος ὁ πανεύφημος βασιλεὺς, καὶ οἱ ἐκείνου παῖδες παρέδοσαν, νῦν μύσος τοσοῦτον ὁρῶντες ἐν τε βρώμασί τε καὶ πόμασιν, ολοφυρόμεθα τὴν ἐνέρ γειαν· καὶ οἴκοι μὲν θρηνοῦντες διατελοῦμεν· καὶ σοῦ δὲ παρόντος, ὡς ὁρᾷς, ἀσχάλλομεν ὀδυρόμενοι.» Ταῦτ' ἀκούσας ο τύραννος, πικρὰς ἐκέλευεν ἐπιθεῖ και τούτοις πληγάς. Καὶ μετὰ πολλὰς βασάνους, καὶ τὰς κεφαλὰς ἀποτμηθῆναι προσέταττεν. Καὶ οἱ μὲν ήγοντο· Θεὸς δὲ ὡς νικηφόροις τὰ στέφη τοῦ μαρ τυρίου ἐβράβευε. Τούτων ὁ μὲν Ιουβεντίνος, Μαξ. μῖνος δὲ ὁ ἕτερος προσηγόρευτο· οὓς δὴ καὶ ἡ ᾿Αντιόχου πόλις, ὡς τῆς εὐσεβείας αγωνιστὰς προσω ηκόντως τιμήσασα, οὐ μόνον θήκῃ, ἀλλὰ καὶ τῇ δι' σάμενοι, οἱ εὐσεβείᾳ τραφέντες, εἶπον, «"Ω βασι έτους πολυτελεί παραδέδωκε μνήμῃ. ΚΕΦΑΛ. ΙΓ'. Περὶ τῶν λειψάνων τῶν ἁγίων προφητῶν Ἐλισσαίου καὶ ᾿Ιωάννου τοῦ Προδρόμου και βαπτιστοῦ. Τῶν δ' Ελληνιστῶν τοιαῦτα κατά Χριστιανῶν παλαμωμένων απανταχοῦ, καὶ τόδε τὸ πάντων ἀπο πώτατόν τε καὶ φρικωδέστατον λόγος ἐν Παλαιστίνῃ δραματουργηθῆναι κατὰ Σεβάστειαν· τὰ τοῦ προφή του Ελισσαίου ὀστᾶ καὶ τὰ τοῦ Βαπτιστοῦ Ἰωάννου (ἐκεῖ γὰρ καὶ ἄμφω τάφου μετέσχον ) τῶν θηκῶν ἐξαγαγόντες, ἀλόγων τε ζώων ὀστέοις (φεῦ τῆς τόλμης!) εγκαταμίξαντες, καὶ πυρὶ παραδόντες, κατέκαυσαν· καὶ εἰς αέρα, κόνιν γεγενημένα, δι ἐσπειραν. Τοὺς δὲ Χριστιανούς συλλαμβάνοντες, ἔστιν ὅτε βωμοῖς ἀναπτομένοις ὡς ἱερεῖα ἐπέρριπτον· καὶ εἰς πολλὴν ἄλλην ἀῤῥητουργίαν ἐξεβακχεύθησαν. Καὶ Πατροφίλου δὲ τοῦ ἐν Σκυθοπόλει τὰ λείψανα ἀνορύξαντες, τὰ μὲν ἄλλα τοῦ σώματος δι εσκόρπισαν, τὸ δέ γε κρανίον ἐκείνου ἀπαιωρής σαντες, ἐνέπαιζον, οὐδέν τι μυσαρας ὕβρεως ἀπο λείποντες. Πολλὰ δὲ καὶ ἕτερα πλεῖστα αὐτός τε καὶ Ἰουδαῖοι καὶ Ἕλληνες καθ᾿ ἡμῶν ἔδρασαν· ἅπερ αὐτὸς ἀκούων καὶ ἀκριβῶς ἐπιστάμενος, οὐχ ὅπως ἤχθετο, ἀλλὰ καὶ διαφερόντως ἔχαιρε, τῆς μὲν ἐν τοῖς δρωμένοις δυσκλείας εἰς ἑτέρους ἀνιούσης, τῆς δ' αὐτοῦ γνώμης τοῖς ἐκείνων ἔργοις περαιουμένης. Καὶ δὴ συνιδὼν μηδὲν ἐκ τῆς τοσαύτης μανίας τῷ σκοπῷ περαινόμενον, μᾶλλον μὲν οὖν ἐντεῦθεν τὸ Χριστιανικὸν ἐπιῤῥωνύμενον φρόνημα, μηχανᾶται, τοὺς ἐν αἰτίαις ἐκβεβλημένους τῶν ἐπισκόπων, καὶ τοὺς ἀντ' ἐκείνων τὸν θρόνον κατέχοντας, συρράξει πρὸς πόλεμον, ὥσπερ ἄνωθεν διελάβομεν. Καὶ δὴ πᾶσαν ἐξουσίαν ἑκατέρᾳ παρεδίδου μοίρα, πράττειν ὅσα καὶ δυνατὰ εἴη αὐτοῖς, πρὸς τὴν οἰκείαν σύστασιν καὶ ἀσφάλειαν. Εξ ὧν ἐκεῖνοι πρὸς ἀλλήλους συῤῥηγνύμενοι, πολλὴν ἀσχημοσύνην καὶ μέμψιν, ὅπερ ἦν τῷ ἀποστάτῃ σπούδασμα, προσετρίβοντο τῇ εὐσεβ ίᾳ. Καὶ ἄλλα δ' ἔτερα τῆς αὐτοῦ κακοτεχνίας
col. 477–478page 235 of 633
PG 146:477συνεπῆγε τούς τε γὰρ ἐν κλήρῳ κατειλεγμένους εἰς τὴν τῶν βουλευτῶν ἀνέστρεφε λειτουργίαν· καὶ τῶν ἐκκλησιῶν τὰ σιτηρέσια τοῖς τῶν δαιμόνων θεο ραπευταῖς μετεδίδου· καὶ πράττειν ἐνεδίδου, ἐξ ὧν ἀκμάσαι μὲν τὰ τῶν δαιμόνων, τὰ δὲ τῆς εὐσε βείας ὡς ἐνόμιζεν, εἰς ἀφανισμὸν συνεληθείη. Καὶ τὰ μὲν ὧδε ἐγένετο. ΚΕΦΑΛ. ΙΔ'. Περὶ Λουκίφερος καὶ Εὐσεβίου· καὶ περὶ τῶν ἐν Αντιοχεία γενομένων διὰ Μελέτιον καὶ Παυ λίνον. Καὶ περὶ τῆς ἐν Ἀλεξανδρεία συνόδου, ἥτις δὴ ὁμοούσιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ ἅγιον Πνεῦμα ἐθεολόγησεν, ἡγουμένου Αθα νασίου. Μετά γε μὴν τὴν ᾿Αθανασίου κάθοδον Λουκίφερ ὁ Καρακάλον της Σαρδονίας ἐπίσκοπος, καὶ Εὐσέβιος ὁ Βρεκίλλων τῶν ἐν Ἰταλία Αιγύων, ἐκ τῶν ἄνω Θηβῶν, καὶ οὗτοι γράμμασι τοῦ κρατοῦντος λυθέντες, εἰς τὴν ἕω ἐγένοντο. Υπερόριοι γὰρ πρὸς Κων σταντίου ἀϊδίῳ φυγῇ ἐζημίωνται. Καὶ δὴ κοινῇ συν ελθόντες, διορθοῦν τὰ κατὰ τὴν Ἐκκλησίαν σπουδὴν ἐποιοῦντο· ὁ μὲν οὖν Εὐσέβιος ἧκεν εἰς ᾿Αλεξάνδρειαν, ὡς ἄν γε σύναμ' Αθανασίῳ σύνοδον ἀθροίσῃ, καὶ τὰ ἐν Νικαίᾳ δόξαντα βεβαιώσῃ· Λουκίφερ δὲ συνθέμενος Εὐσεβίῳ, διάκονον ἀντ᾿ αὐτοῦ τῷ Εὐσε ίῳ τῇ συνόδῳ παρίστασθαι ἔδωκε· δι' οὗ στέρξειν ὡμολόγει τὰ τῇ συνόδῳ τυπούμενα. Αὐτὸς δὲ εἰς Αντιόχειαν παρεγένετο, καὶ τὴν ἐκεῖσε Εκκλησίαν οὐ μέτρια ταραττομένην κατέλαβεν. Ἐσχίζοντο γὰρ τὰ πλήθη καθ᾿ ἑαυτά· οὐ γὰρ μόνον τοῖς ἀπὸ τοῦ ᾿Αρείου αἱρέσεως διεφέροντο, ὧν τηνικαῦτα ἡγεῖτο Εὐζώτας· ἀλλὰ καὶ οἱ Μελετίῳ ἀκολουθήσαντες, ὥσπερ δὴ καὶ διείληπται, σπουδῇ τῇ περὶ αὐτ τὸν, καὶ πρὸς τοὺς σφίσιν ὁμόφρονας διεκρίνοντο. Μήπω δ' ἐκείνου τῆς ἐξορίας ἐπανελθόντος, εἰς τὸν ἐκείνου τόπον Λουκίφερ Παυλίνον χειροτονήσας ἐπίσκοπον, ἀπεχώρει αὖθις. Ο δ' Ευσέβιος εἰς Αλεξάνδρειαν γεγονώς, γενναίως σὺν ᾿Αθανασίῳ σύνοδον συνεκράτει. Καὶ δὴ πολλῶν ἐπισκόπων εἰς Αλεξάνδρειαν συνελθόντων, ὧν ἡγεῖτο ὁ πολὺς ᾿Αθανάσιος, οὐ μόνον τὴν ἐν Νικαίᾳ πίστιν κρατύνουσιν, ἀλλὰ καὶ λόγους περὶ πλείστων καὶ ἀναγ καίων ζητημάτων γυμνάσαντες, ἐβεβαίωσαν· ὅτε καὶ τὸ ἅγιον Πνεῦμα θεολογήσαντες, ὁμοούσιον καὶ ὁμότιμον τῷ Πατρὶ καὶ τῷ Υἱῷ ὡμολόγησαν· καὶ Τριάδα ὠνόμασαν· καὶ τέλειον ἄνθρωπον ἂν ὁ Θεὸς ἀνελάβετο Λόγος, καὶ ψυχῇ καὶ στόματι ὡμολόγησαν, καὶ οὐ μόνον ἔνσαρκον, ἀλλὰ καὶ ἐψυχωμένον νοερα ψυχῇ ἐδογμάτισαν· καθὰ καὶ τοῖς πάλαι τὰ θεῖα φιλοσοφήσασιν ἀνδράσιν ἐδόκει. Οὐ γὰρ πρόσφατόν τινα πίστιν ἐπινοήσαντες τῇ Ἐκκλησίᾳ παρέδοσαν ἀλλ᾽ ἅπερ ἄνωθεν ἡ ᾿Εκκλησία παρέλαβεν, ἄνδρα; τε θεῖοι φιλοσόφως ἀπέδειξαν τὰ Χριστιανῶν φιλο σοφοῦντες, ταῦτ᾽ ἐκεῖνοι γυμνάσαντες ἐπεκύρωσαν. Εἰρηναῖος γὰρ ὁ Λουγδούνων ἐπίσκοπο, ὅτε στρω ματεὺς Κλήμης, Απολλινάριός τε ὁ Ἱεραπολίτης, ὁμοούσιον, ὁμότιμον, Λιβύων,

Chapter XVCaput XV

col. 479–480page 236 of 633
Caput XIV
PG 146:479καὶ ὁ τῆς Ἀντιοχείας ἄνωθεν ἡγησάμενος Σαρα ὁμοούσιον, πίων· ουτοι δὴ πάντες καὶ ἕτεροι τοῖς πεπονημένοις τούτων συγγράμμασιν ἔμψυχον τὸν ἐνανθρωπήσαντα Λόγον, ἅτε δὴ αὐτοῖς ὁμοούσιον, ἐκδεδώκασι. Καὶ μὴν καὶ ἡ διὰ Κύριλλον τὸν Φιλαδελφέα, πόλις δὲ ᾿Αραβίας αὕτη, συστᾶσα σύνοδος τὰ ἴσα διδάσκει πρὸς Κύριλλον γράφουσα. "Ο δέ γε τὴν σοφίαν που λὺς Ωριγένης πανταχοῦ τοῖς αὐτοῦ γράμμασιν ἔμψυχον τὸν ἀνθρωπήσαντα Λόγον κηρύττει· μάλι στα δὲ τοῦτο σαφῶς παρίστησιν ἐν τῷ εἰς τὴν Γένα σιν ἐνάτῳ τόμῳ· ὅπου δὴ Αδάμ μὲν τὸν Χριστὸν, Εὔαν δὲ τὴν Ἐκκλησίαν κατασκευάζει. Μάρτυρες τῶν εἰρημένων ἀξιόπιστοι Πάμφιλος ὁ ἱερὸς συγ γραφεύς, καὶ ὁ τὴν ἐκείνου προσωνυμίαν εἰληφώς, καὶ ἐξ ἐκείνου χρηματίζων Εὐσέβιος· οἱ τὸν βίον παρατιθέμενοι τοῦ ἀνδρὸς, καὶ πρὸς τοὺς ἀπεχθώς ἐκείνῳ διακειμένους αντιφερόμενοι, τὸν ὑπὲρ ἐκεί νου ἀπόλογον καὶ ἄμφω ποιούμενοι, οὐ πρῶτον Ωριγένην εἶπον ἐπὶ τὴν τοιαύτην δόξαν ἐλθεῖν, ἀλλὰ τὰ μυστικὰ τῆς Ἐκκλησίας ἑρμηνεύοντα δόγ ματα παραδούναι, ΚΕΦΑΛ. ΙΕ. “Οσα καὶ οὐσίας καὶ ὑποστάσεως ἡ τοιαύτη ἐν Ἀλεξανδρείᾳ ἀποφαντικῶς ἐδογμάτισε σύγ οδος. Ἐπεὶ δὲ καὶ ἡ περὶ οὐσίας καὶ ὑποστάσεως ζή τησις οὐ μέτρια τὰς ἐκκλησίας ετάραττεν, ἔριδές τε συχναὶ καὶ διαλέξεις ἄνωθεν περὶ τούτων ἦσαν· καὶ τὴν περὶ τούτων εἴδησιν ἡ ἐν ᾿Αλεξανδρείᾳ σύνοδος διεξιοῦσα, τάδε ἀπέφηνε· μὴ ἐπὶ Θεοῦ δεῖν ταύταις λέξεσιν· ἐν γὰρ τοῖς ἱεροῖς Γράμμασι μηδαμῶς τὸν τῆς οὐσίας λόγον ἐμφέρεσθαι· δογμάτων δ' ἀνάγκῃ Παῦλον τὸν θεῖον ἀπόστολον τῷ τῆς ὑποστάσεω; ὀνόματι καταχρήσασθαι. Καθ' ἕτερον δὲ τρόπον τὰς λέξεις ἐκλαμβάνειν ἐδοκίμασαν, όπηνίκα δή τις τὴν Σαβελλίου δόξαν ἀπελαύνειν πειρῷτο· ἵνα μὴ τῇ τῶν ὀνομάτων ἀπορίᾳ ὡς ἐν πρᾶγμα τριώνυμον ναό Τριάδι παραλαμβανομένων ὀνομάτων ἐν ἰδίᾳ ὑπο μίζωμεν τὴν θεολογίαν, ἀλλ᾽ ἕκαστον τῶν ἐν τῇ στάσει θεολογοῖτο τριχῆ διαιρούμενον. Πρῶτος δ' οὖν φαίνεται τὸν περὶ οὐσίας καὶ ὑποστάσεως ἐπινοῆσαι λόγον ῞Οσιος ἐκεῖνος ὁ Κονδρούσης ἐπίσκοπος, οὗ καὶ πρόσθεν μνείαν ἐποιησάμην. Πρὸς γὰρ τοῦ βα σιλέως Κωνσταντίνου πεμφθεὶς εἰς τὴν ᾿Αλεξάνδρειαν, ὥστε τὴν ὑπὸ ᾿Αρείου γενομένην ταραχήν κατευνάσαι, σπουδὴν θέμενος καὶ τὸ τοῦ Λίβυος Σα βελλίου δόγμα πρόῤῥιζον ανασπάσαι, τὸ περὶ οὐσία; καὶ ὑποστάσεως ἐκίνησε ζήτημα. Καὶ πολλή τις ἐρεσχελία διὰ τοῦτο ἀνήφθη. Η μὲν οὖν ἐν Νικαία σύνοδος ἐς ὕστερον γενομένη, τὴν περὶ τούτου ζήτη σιν οὐδὲ λόγου ήξίωσιν· ὡς δὲ μετ' ἐκείνην αὖθις περὶ τούτων ερεσχελεῖν ήθελον, ἡ ἐν ᾿Αλεξανδρεία σύνοδος τὰ εἰρημένα σοφώς μοι οςέσαι δοκεῖ. Ταῦτα μὲν ἡ ἐν ᾿Αλεξανδρείᾳ ἐδογμάτισε σύνοδος· ἐσ. δ'
col. 481–482page 237 of 633
PG 146:481ἡμεῖς περὶ οὐσίας καὶ ὑποστάσεως ἴσμεν, οὐδεὶς ἂν ὁ γένοιτο φθόνος διὰ βραχέων εἰπεῖν. Οἱ παρ' Έλλησι τὴν φιλοσοφίαν στοιχειώσαντες ὑποστάσεως μὲν οὐδὲ ανείας τὸ παράπαν ἠξίωσαν ὄνομα· πολλοῖς δὲ όρι σμοῖς τὴν οὐσίαν παρέδοσαν. Εἰρηναῖος δὲ ὁ παρ' κείνοις γραμματικὸς ἐν τῷ ἐπιγεγραμμένῳ κατά στοιχεῖον Ἀττικιστῇ καὶ βάρβαρον τὴν λέξιν καλεῖ μηδὲ γὰρ τοῖς παλαιοῖς ἐν μνείᾳ εἶναί φησιν· εἰ δέ πού τις ἴσως καὶ μέμνηται, μὴ ἐφ' οἷς νῦν παρα λαμβάνεται, εἴρηται. Σοφοκλῆς μὲν γὰρ ἐνέδραν σημαίνειν τὴν ὑπόστασιν ἐν Φοινίκῃ τίθεται· Μέσ νανδρος δὲ ὑπόστασιν λέγει τὰ καρυκεύματα· καὶ ἄλλος τὴν ἐν πίθῳ τρύγα φησίν. Εἰδέναι μέντοι χρεών, ὡς εἰ καὶ παλαιότεροι τῶν φιλοσόφων τὴν λέξιν ἐν οὐδενὶ εἶχον, οι γε μὴν νεώτεροι συχνῶς τῇ τῆς ὑποστάσεως λέξει ἀντὶ τῆς οὐσίας ἐχρήσαντο. Διάφορον δὲ τὸν ὄρον τῆς οὐσίας ἀποδεδώκασιν. Εἰ δὲ ἡ οὐσία ἄρῳ διείληπται, πῶς ἐπὶ Θεοῦ ἡ φωνὴ ἀξιόχρεως κυρίως λεχθείη, μη δυναμένου ὅρῳ περι λαμβάνεσθαι; Ο δ᾽ ἀσκητὴς Εὐάγριος ἐν τῷ μονα οὐσίαν, ὑπόστασιν, κῷ αὐτοῦ συντάγματι θεολογεῖν μὲν ὡς ἔτυχε θρα σέως καὶ ἀναιδῶς ἀποσυμβουλεύει· ὡς δ᾽ ἁπλοῦν τὸ θεῖον ὁρίζεσθαι παντάπασιν ἀποτρέπεται. Τῶν συνθέτων γὰρ τοὺς ὅρους εἶναί φησιν. Ο δ' αὐτὸς καὶ ταῦτα προστίθησι· Πᾶσα πρότασις ἢ γένος Έχει κατηγορούμενον, ἢ εἶδος, η διαφοράν, ἢ ἴδιον, ἢ συμβεβηκός· ἢ τὸ ἐκ τούτων συγκείμενον. Ει οὐδὲν δὲ ἐπὶ τῆς ἁγίας Τριάδος τῶν εἰρημένων ἔστι λαβεῖν, σιωπῇ προσκυνείσθω τὸ ἄῤῥητον.» Περί μὲν οὖν Εὐαγρίου διαληψόμεθα καὶ ἐς ὕστερον· ταῦτα δ' εἰ καὶ ἔξω τοῦ προκειμένου εἶναι δοκεῖ, ἀλλ' ὡς χρήσιμα καὶ τῇ ἱστορία συμβάλλοντα, μὴ τοσοῦτον εἶναι ἀπάδοντα οίομαι. ΚΕΦΑΛ. ΙΓ'. Ἐκ τοῦ περὶ τῆς φυγῆς ἐπιγεγραμμένου λόγου Αθανασίου, οἷα ἐκεῖ διεξέρχεται. Ἐπὶ δὲ τῇ συνόδῳ ταύτῃ καὶ ᾿Αθανάσιος τὸν ἔκ παλαι πεποιημένον περὶ τῆς φυγῆς αὐτῷ λόγον ἀνέγνω· οὗ τὰ μᾶλλον καίρια τῆς ὑποθέσεως τῇ παρούσῃ πραγματείᾳ ἐνθεῖναι σπουδάσω. Τὸν δὲ ὅλον λόγον ἐς πολύ προηγμένον, τοῖς φιλοπόνοις ζητεῖν ἐπιτρέπω. Λέγει δὲ οὕτως Ἰδοὺ ταῦτα τῶν ἀσεβῶν τὰ τολμήματα· ταῦτα. ὁρῶντες καὶ μὴ ἐκτραπέντες ἐφ' οἷς πρότερον καθ' ἡμῶν ἐτύρευσαν κακοῖς, ἔτι καὶ νῦν κακηγοροῦσιν ἐκφυγεῖν δυνηθέντων αὐτῶν τὰς ἀνδροφόνους χεῖρας" μᾶλλον δὲ ὀδύρονται πικρῶς, ὅτι μὴ καὶ ἐκποδών τελέως πεποιήκασι· καὶ λοιπὸν προφασίζονται, δει λίαν ὀνειδίζοντες· ἀγνοοῦντες ὅτι καὶ τοῦτο γογγύζοντες, εἰς ἑαυτοὺς ἐπιστρέφουσι μᾶλλον τὴν μέμ ψιν. Εἰ γὰρ φαῦλον τὸ φεύγειν, πολλῷ χεῖρον τὸ διώκειν. Ὁ μὲν γὰρ ἵνα μὴ ἀποθάνῃ, κρύπτεται· ὁ δὲ διώκει ζητῶν ἀποκτεῖναι. Καὶ τὸ μὲν φεύγειν γέγραπται· ὁ δὲ ζητῶν ἀναιρῆσαι παραβαίνει νότ μον· καὶ μᾶλλον αὐτὸς τὴν πρόφασιν τοῦ ψέγειν

Chapter XVICaput XVI

col. 483–484page 238 of 633
PG 146:483παρέχει. Είπερ οὖν τὴν φυγὴν ὀνειδίζουσιν, ἐντρεπέτωσαν πλέον ἑαυτοὺς οἱ διώκοντες· παυέσθωσαν ἐπιβουλεύοντες, καὶ παύσονται καὶ οἱ φεύγοντες εὐθύς. ᾿Αλλὰ τῆς μὲν ἰδίας πονηρίας οὐ παύονται, τοῦ δὲ καταλαβεῖν ἕνεκα πάντα πράττουσιν, εἰδότες ὅτι τῶν διωκομένων ἡ φυγή μέγας Ελεγχός έστι κατὰ τῶν διωκόντων· οὐδεὶς γὰρ τὸν πρᾶον καὶ φιλάνθρωπον φεύγει, ἀλλὰ μᾶλλον τὴν ἄγριον καὶ πονηρὸν ὄντα τὸν τρόπον. Πᾶς γὰρ κατώδυνος καὶ υπόχρεως ἀπὸ μὲν τοῦ Σαούλ ἔφευγε, πρὸς δὲ τὸν Δαυΐδ κατέφευγε. Διὰ τοῦτο καὶ οὗτοι τοὺς κρυπτομένους αὐτοὺς ἀναιρεῖν σπουδάζουσιν, ὑπὲρ τοῦ μὴ δοκεῖν ἔχειν τῆς ἑαυτῶν πονηρίας τὸν ἔλεγχον. Αλλά καὶ ἐν τούτῳ δοκοῦσι τυφλώττειν πλανώμενοι· ὅσῳ γὰρ ἡ φυγὴ πρόδηλος, τοσούτῳ πλέον ἡ ἐξ ἐπιβον λῆς γινομένη παρ' αὐτῶν ἀναίρεσις καὶ ἐξορία περι φανεστέρα γενήσεται. "Αν τε γὰρ ἀποκτείνωσιν, ὁ θάνατος μεῖζον ηχήσει κατ' αὐτῶν· ἄν τε πάλιν ἐξορίσωσιν, πανταχοῦ καθ᾿ ἑαυτῶν αὐτοὶ μνημεία τῆς παρανομίας ἐξαποστέλλουσιν. Εἰ μὲν οὖν ἔσω ζων τὰς φρένας, ἔβλεπον ἑαυτοὺς ἐν τούτοις συν εχομένους, καὶ τοῖς ἑαυτῶν προσκόπτοντας λογι σμοῖς· ἐπειδὴ δὲ καὶ τὸ σωφρονεῖν ἀπώλεσαν, διὰ τοῦτο καὶ διώκοντες ἐξάγονται. Καὶ ζητοῦντες άνε λεῖν, οὐχ ὁρῶσιν ἑαυτῶν τὴν ἀσέβειαν. Εἰ γὰρ λογο δοροῦσι τοὺς κρυπτομένους ἀπὸ τῶν ζητούντων ἀνε λεῖν, καὶ διαβάλλουσι τοὺς φεύγοντας ἀπὸ τῶν δικ κόντων, τί ποιήσουσιν ὁρῶντες τὸν μὲν Ἰακώβ φ:0 γοντα τὸν ἀδελφὸν Ἡσαῦ, τὸν δὲ Μωϋσῆν εἰς Μαδιαν Ο αναχωροῦντα διὰ τὸν φόβον τοῦ Φαραώ; Τί δὲ τοι κρυπτόμενοι. Καὶ ὁ Παῦλος ἐν Δαμασκῷ παρὰ τοῦ φρεος αῦτα φλυαροῦντες, ἀπολογήσονται τῷ Δαυίδ φεύ γοντι τὸν Σαούλ (ἐπὶ τῆς οἰκία; ἀποστείλαντα αὐτὸν ἀναιρεθῆναι, καὶ κρυπτομένῳ μὲν τοῦτον ἐν τῷ σπηλαίῳ, ἀλλοιοῦντι δὲ τὸ πρόσωπον ἑαυτοῦ, ἕως οὗ παρέλθῃ τὸν ᾿Αβιμέλεχ, καὶ τὴν ἐπιβουλὴν ἐκκλίο νῇ; Τί δ' ἂν εἴποιεν οἱ πάντα λέγοντες εὐχερῶς, τὸν μέγαν Ηλίαν ὁρῶντες ἐπικαλούμενον τὸν Θεὸν καὶ νεκρὸν ἐγείροντα; κρυπτόμενον δὲ διὰ τὸν ᾿Αχαάβ, καὶ φεύγοντα διὰ τὰς ἀπειλὲς τῆς Ἰεζάβελ; τότε γὰρ ζητούμενοι οἱ υἱοὶ τῶν προφητῶν ἐκρύπτοντο, λανθάνοντες ἐν τοῖς σπηλαίοις παρὰ τῷ ᾿Αβδίᾳ. Η τούτοις μὲν ὡς παλαιοῖς ἐνέτυχον, τῶν δὲ κατὰ τὸ Εὐαγγέλιον οὐδεμίαν μνήμην ἔχουσι; Καὶ γὰρ οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων ἀνεχώρουν ξυνάρχου ζητούμενος, ἀπὸ τοῦ τείχους ἐν σαργάνῃ κεχάλασται, καὶ ἐξέφυγε τοῦ ζητοῦντος τὰς χεῖρας. Τῆς τοίνυν Γραφῆς τοιαῦτα λεγούσης περὶ τῶν ἁγίων, ποίαν ἄρα πρόφασιν τῆς ἑαυτῶν προπετείας ἐξευρεῖν δυνήσονται; "Αν τε γὰρ δειλίαν ὀνειδίσωσι, κατ᾿ αὐτῶν ὡς μαινομένων το τόλμημα· κἂν ὡς παρὰ τὸ βούλημα τοῦ Θεοῦ ποιοῦντας, αὐτοὺς δια βάλλουσιν, οὐκ εἰδότες εἰσὶ παντελῶς τὰς Γραφάς ἐν μὲν γὰρ τῷ νόμῳ καὶ πρόσταξις ἦν κτισθῆναι καὶ πόλεις φυγαδευτηρίου;, ὑπὲρ τοῦ τοὺς ζητουμέν νους εἰς θάνατον ὅπως δή ποτε δύνασθαι διασώσε σθαι· ἐπὶ δὲ συντελείᾳ τῶν αἰώνων παραγενόμενος αὐτὸς ὁ τῷ Μωϋσεί λαλήσας Λόγος τοῦ Πατρός, πάλιν ἐντολὴν ταύτην δίδωσι λέγων "Οταν διώ
col. 485–486page 239 of 633
PG 146:485κωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εις τὴν ἑτέραν. Καὶ μετ' ὀλίγα φησίν· "Οταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ἐν τόπῳ ἁγίῳ ὁ ἀναγινώσκων νοείτω· τότε οἱ ἐν τῇ Ἰουδαία φευγέτωσαν εἰς τὰ ὄρη· ὁ ἐκ τοῦ δώματος μὴ καταβήτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ· ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ἆραι τὰ ἱμάτια αὐτοῦ. Ταῦτα γὰρ εἰδότες οἱ ἅγιοι, τοσαύτην εἶχον τῆς που λιτείας ἀγωγήν· ὁ γὰρ νῦν προσέταξεν ὁ Κύριος, ταῦτα καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας ἐν τοῖς ἁγίοις ἐλάλει. Καὶ ἔστιν οὗτος ὄρος ἀνθρώποις εἰς τελειότητα φέρων, δ δ᾽ ἂν ὁ Θεὸς προστάξῃ, τοῦτο ποιεῖν. Διὰ τοῦτο καὶ αὐτὸς ὁ Λόγος, δι' ἡμᾶς γενό μενος άνθρωπος, κατηξίωσε ζητούμενος ὡς ἡμεῖς χρυσῆναι· καὶ πάλιν διωκόμενος, φεύγειν, καὶ τὴν ἐπιβουλὴν ἐκκλίναι. Επέτρεπε γὰρ αὐτὸν ὡς ἐκ τοῦ πεινὴν καὶ διψῇν, καὶ τοῦτο παθεῖν, οὕτω καὶ ἐκ τούτου δεικνύειν ἑαυτὸν ἐνανθρωπήσαντα. Ἐξ ἀρχῆς μὲν ἅμα τῷ γενέσθαι ἄνθρωπος, ὅτε παιδίον ἦν, αὐτὸς διὰ τοῦ ἀγγέλου ἐνετείλατο τῷ Ἰωσήφ, Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεύγε εἰς Αἴγυπτον· μέλλει γὰρ Ηρώδης ζητεῖν τὴν ψυχὴν τοῦ παιδίου· καὶ ἀποθανόντος δὲ Ηρώδου, φαίνεται δι᾿ Αρχέλαον τὸν υἱὸν αὐτοῦ ἀναχωρῶν εἰς τὴν Ναζαρέτ. "Οτε δὲ λοι πὸν καὶ Θεὸν αὐτὸν ἐδείκνυε, καὶ τὴν ξηρὰν χεῖρα πεποίηκεν ὑγιῆ, οἱ μὲν Φαρισαῖοι ἐξελθόντες, συμβούλιον ἐποίουν κατ' αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν ὁ δὲ Ἰησοῦς γνούς, ἀνεχώρησεν ἐκεῖθεν. Καὶ γὰρ καὶ ὅτε τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν, ἀπ' ἐκεί της, φησί, τῆς ἡμέρας εβουλεύσαντο ἵνα ἀπο κτείνωσιν αὐτόν. Ο οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλ' ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου. Εἶτα λέγοντος τοῦ Σωτήρος, Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι, οἱ μὲν Ἰουδαῖοι ἔλαβον λίθους, ἵνα βάλλωσιν ἐπ' αὐτόν ὁ δὲ Ἰησοῦς ἐκρύβη, καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, καὶ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο, καὶ παρήγεν οὕτως. Δρα ταῦτα βλέποντες, μᾶλλον δὲ κατανοοῦντες, ἐπεὶ μὴ βλέπωσι κατὰ τὸ γεγραμμένον, οὐ θέα λουσι γενέσθαι πυρίκαυστοι; ὅτι ἐναντία ὧν ὁ Κύ ριος ποιεῖ καὶ διδάσκει, βουλεύονται καὶ φθέγγονται. Καὶ γὰρ ὅτε Ιωάννης μεμαρτύρηκε, καὶ οἱ μαθηταὶ τὸ σῶμα ἔθαψαν, ἀκούσας ὁ Ἰησοῦς, ἀνε χώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ' ἰδίαν. Ὁ μὲν Κύριος ἐποίει ταῦτα, καὶ οὕτως ἐδίδα σκευ εἴθε δὲ οὗτοι κἂν οὕτως αἰσχυνθῶσι, καὶ μέσ χρι τῶν ἀνθρώπων στήσωσιν ἑαυτῶν τὴν προπέτειαν, καὶ μὴ πλέον ἐμμανέντες, εγκαλέσωσι καὶ τῷ Σωτῆρι δειλίαν, ἅπαξ κατ' αὐτοῦ βλασφημεῖν μελετήσαντες. Ἀλλ᾽ οὔτε μαινομένων αὐτῶν τις ἀνέξεται· μᾶλλον δὲ καὶ τὰ Εὐαγγέλια μὴ νοοῦντες ἐλεγχθήσονται. Ἔστι γὰρ ἡ πρόφασις τῆς τοιαύτης ἀναχωρήσεως καὶ φυγῆς εὐλογος καὶ ἀληθής· ἣν ἐπὶ τοῦ Σωτῆρος οἱ εὐαγγελισταί κειμένην ἀπεμνημόνευσαν. Δεῖ δὲ ἐκ τούτων ἡμᾶς ἐπὶ πάντων τῶν

Chapter XVIICaput XVII

col. 487–488page 240 of 633
PG 146:487ἁγίων τὴν αὐτὴν λογίς αι. γὰρ ἐπὶ τοῦ Σωτῆ ρος ἀνθρωπίνως γέγραπται, ταῦτα τῷ κοινῷ γένει τῶν ἀνθρώπων αναφέρεσθαι προσήκει· τὰ γὰρ ἡμῶν ἐκεῖνος ἀνεδέξατο, καὶ τὰ τῆς ἡμετέρας ἀσθε νείας πάθη ἀνεδείκνυτο. "Απερ ό Ιωάννης ἔγραφεν οὕτως· Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ· καὶ γὰρ καὶ πρὸ τοῦ ταύτην ἐλ. θεῖν, ἔλεγεν αὐτὸς τῇ μὲν μητρὶ, Οὔπω ἦλθεν ἡ ὥρα μου· τοῖς δὲ χρηματίσασιν ἀδελφοῖς αὐτοῦ. Ὁ ἐμὸς καιρὸς οὔπω πάρεστι. Πάλιν δὲ ἐλθόντος τοῦ καιροῦ, ἔλεγε τοῖς μαθηταῖς· Καθεύδετε λοιπόν καὶ ἀναπαύεσθε· ἰδοὺ γὰρ ἤγγικεν ἡ ὥρα, καὶ δ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται εἰς χεῖρας ἁμαρτωλῶν. Οὔτε πρὸ τοῦ τὸν χρόνον ἐλθεῖν ἔφιεν ἑαυτόν κρατεῖσθαι, οὔτε τοῦ καιροῦ παρόντος ἐκρύπτετο· ἀλλὰ καὶ ἔκδιτον ἑαυτὸν ἐδίδου τοῖς ἐπιβουλεύουσιν. Οὕτω καὶ οἱ μακάριοι μάρτυρες ἐν τοῖς κατά καιρούς διωγμοῖς ἐφύλαττον· καὶ διωκόμενοι μὲν, ἔφευγον, καὶ λανθάνοντες εκαρτέρουν. Εύριο σκόμενοι δὲ ἐμαρτύρουν. ο Καὶ ταῦτα μὲν ὁ ἱερὸς ᾿Αθανάσιος ἐν τῷ περὶ τῆς φυγῆς διέξεισιν ἀπολογητικῷ· καὶ τοιοῦτον ἔσχε πέρας ἡ ἐν ᾿Αλεξανδρείᾳ σύνοδος. ΚΕΦΑΛ. ΙΖ'. Ὡς ἐπὶ τῆς Ἀντιόχου τηνικάδε τρεῖς ἦσαν ἐπίσ σκοποι, Μελέτιος, Παυλινός τε καὶ Εὐζώνος καὶ ὡς Λουκίφερ δι' Ευσέβιον λυπηθείς, ιδίας αἱρέσεως καθίσταται ἀρχηγός. Ευσέβιος δὲ ὁ Βρεκέλλων, καὶ 'Ιλάριος ὁ Ποικτάδων ἐν Εσπέ ρα γενόμενοι, Ιλλυριοῖς, Γάλλοις τε καὶ Ιτα λοῖς, Ρωμαίων καὶ Ἑλλήνων γλώσσῃ, τὰ ὑγιὰ τῆς ἐν Νικαίᾳ πίστεως κατήγγελλον δύο γματα. Ο δ' Εὐσέβιος, ἐν Βρεκέλλων ἐπίσκοπον ὁ λόγος φθάσας ἐδήλωσεν, ἐκ τῆς ᾿Αλεξάνδρου μετὰ τὴν σύνοδον τὴν ᾿Αντιόχου κατέλαβε. Καὶ τὰ πλήθη εύ ρὼν διαστασιάζοντα· οἱ γὰρ Μελετίῳ ἀκολουθήσαντες τὸν ὑπὸ Λουκίφερος χειροτονηθέντα Παυλίνον παντάπασιν ἐξετρέποντο, καὶ καθ᾿ ἑαυτοὺς ἐκκλησιάς ζοντες ἦσαν· ἀχθεὶς τῇ χειροτονίᾳ Παυλίνου, ὅτι μὴ τοῖς πᾶσιν ἐτύγχανεν εἰς ἀρέσκειαν, κακῶς μὲν εἶχε τῷ πεπραγμένῳ· τῇ γε μὴν πρὸς Λουκίφερα αἰδεῖ μηδὲν εἰς τὸ φανερὸν εἰπὼν, ἐκεῖθεν ἀπῆρεν, ἐπει πων, ἐπισκόπων συνδρομῇ καὶ ταῦτα σχεῖν τὴν διόρω θωσιν. Οὐκ ἐλαχίστην δὲ τὸ μετὰ ταῦτα θέμενος την σπουδὴν τὸ διεῤῥωγὸς ἑνώσαι, ἥκιστα ίσχυσεν· ἔφθη γὰρ ἐν τῷ μέσῳ καὶ Μελέτιος τῆς ἐξορίας ἐπανελθὼν, ἐκκλησιάζον τε ἰδίᾳ εὐρών, ὃ μέρος αὐτὸν διὰ τιμῆς εἶχεν, ἱερατικῶς καθηγεῖτο· καὶ τρεῖς ἐν ταυ τῷ τὴν ᾿Αντιόχου ἦσαν ποιμαίνοντες. Τῶν μὲν οὖν ἐκκλησιῶν Εὐζώῖος ἦν ἐγκρατής, τῆς ᾿Αρειανικῆς αἱρέσεως προϊστάμενος· Παυλίνος δὲ μίαν τῶν ἄνα δεν τῆς πόλεως τῶν οὐκ ἐπισήμων εἶχεν, η; Εὐα ζώτος παρεχώρησεν, ἐκ πολλοῦ τὸν ἄνδρα αἰδούμε
col. 489–490page 241 of 633
PG 146:489Χ. να. Εξω δὲ τειχῶν πρὸς τῇ πύλῃ τῆς πόλεως τὰς συνάξεις πεποίητο και Μελέτιος. Οὕτω δὲ τῶν κατὰ τὴν ᾿Αντιόχου ἐχόντων, Ευσέβιος ἀνεχώρει αὖθις ἐκεῖθεν. Λουκίφερ δὲ πυθόμενος μὴ τῷ Εὐσεβίῳ ἀμε στὴν δόξαι τὴν χειροτονίαν Παυλίνου, οἷα δή περι Ορισμένος, ἐν δεινῷ ποιούμενος ἡγανάκτει· καὶ ἐς ταυτὸ κοινωνίας Ευσεβίῳ ἰέναι ήκιστα ήθελεν. Ως μὴ καλῶς γὰρ πεπραγμένα τὰ τῆς συνόδου, ἀπολο κιμάζειν ᾑρεῖτο. Πολλὰ δὲ ἃ λύπην εἰκὸς γεννᾶν κι νεύμενα, πολλοὺς τῆς Ἐκκλησίας διέστησεν· ἐξ ἧς αἰτίας, καὶ καινή τις πάλιν αἵρεσις ἀναφαίνεται, Λουκίφερος τὴν κλήσιν κληρωσαμένη ἐπώνυμον. Λουκίφερ μὲν οὖν οὐκ εὐπρεπῆ τὴν ὀργὴν εἶχε· ταῖς γὰρ ἰδίαις πάγαις ἡλίσκετο· δι' ὧν στέρξειν ὡμου λίγει τὰ ὑπὸ τῆς συνόδου γινόμενα, τὸν οἰκεῖον πέμψας διάκονον. Αὐτὸς μὲν οὖν τὰ τῆς Ἐκκλησίας " φρονήσας, καὶ διαλύσας τὸ προσιστάμενον, ἐπὶ τὸν οἰκεῖον θρόνον ἐς Σαρδονίαν ἀφίκετο· οἱ δὲ σὺν απ τῷ τῆς λύπης μετεσχηκότες, περιλειφθέντες, ἰδίαν συνεστήσαντο αίρεσιν, ἐς πολὺ τοῦ χρόνου τὴν Ἐκ κλησίαν μαχόμενοι. Εἰς ἕω δὲ γενόμενος ὁ Εὐσέβιος, τοὺς ἀσθενηκότας τῇ πίστει οἷά τις ἰατρὸς ἄριστος ἀνεκτᾶτο, ἀπελαύνων μὲν εἴ τι νόθον· ὅσον δὲ τῆς Εκκλησίας γνήσιον, διδάσκων καὶ εἰσηγούμενος. Ἐκεῖθεν δ' εἰς ἑσπέραν γενόμενος, Ιλλυριούς το διῆλθε, καὶ τῆς Ἰταλίας ἐπέβαινε, τὰ ἴσα διαπρατο τόμενος. Ενθα δὴ καὶ 'Ιλάριος πρότερον διαβάς, ας Ποικτάδων ἐπίσκοπος ἦν· πόλις δὲ αὕτη ᾿Ακυῖτα νίας· ἅτε δὴ πρῶτος ἐκ τῆς ὑπερορίας ἀνακληθείς, τὰ τῆς ὑγιαινούσης πίστεως κατεβάλλετο σπέρματα, Ἰταλοῖς τε καὶ Γάλλοι;, ἃ μὲν χρὴ τῶν δογμάτων φεύγειν, ἃ δὲ προσίεσθαι, εισηγησάμενος. ἐλλόγιμος δ' ἦν καὶ κατ' ἄμφω Ιλάριος τῇ τε Ρωμαίων καὶ Ἑλλήνων γλώττῃ· 35 καὶ λόγους βίβλων Ρω μαίοις συνέταξε, τοῖς ᾿Αρείου μὲν δόγμασιν ἀντι ταυτομένους, δυνατῶς δὲ τὴν τοῦ ὁμοουσίου δόξαν κρατύνοντας. "Α δή μικρόν ύστερον μετὰ τὴν ἀνά κλησιν τῶν ἐξορισθέντων ἐγένετο. Οὕτω μὲν οὖν Ιλάριος & Ποικτάδων, καὶ Εὐσέβιος ὁ Βρεκέλλων ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ τῆς ἐν Νικαίᾳ πίστεως τὸ δόγμα διαρρήδην ἐκράτουν. τοῦ ὁμοουσίου, ΚΕΦΑΛ. ΙΗ'. Περὶ τῶν Μακεδονιανῶν, ὡς τηνικαῦτα τὴν ἀσέ βειαν επαῤῥησιάζοντο, τί τε ἐφρόνουν· καὶ τίνα πρὸς τοὺς αἰτιωμένους ἐποιοῦντο ἀπόλο τον. Κατ' ἐκεῖνο δὲ καιροῦ τῇ Κωνσταντίου θαρρήσαντες τελευτῇ οἱ ἀμφὶ Μακεδόνιον, ὧν ἦν Ελεύτιος ὁ Κυζίκου, Ευστάθιός τε ὁ Σεβαστείας, καὶ Σωφρόνιος ὁ Πομπηΐουπόλεως, εἰ; προϋπτον Μακεδονιανοί καλεῖσθαι ἔσχον ἀρχήν. Καιροῦ δὲ λαβόμενοι, συν όδους τε συνεχεῖς ἀδεῶς ἐποιοῦντο, τοὺς ἐν Σελευκείᾳ ὁμοφρονήσαντας συγκαλούμενοι, καὶ εἰς ἴδιον διεκρίνοντο σύστημα· καὶ τοὺς τοῦ ἑτέρου μέρους αὐτοῖς, τοὺς περὶ Ἀκάκιον δηλαδή, ἀπεκήρυττον καὶ τὴν παρ' αὐτῶν βεβαιωθεῖσαν ἐν ᾿Αριμίνῳ πιο

Chapter XIXCaput XIX

col. 491–492page 242 of 633
Caput XVIII
PG 146:491γόν τε καὶ ἐπεψηφίζοντα· ἡ δὴ πρὸ; αὐτῶν ὕστερον τὸ κῦρος ἐν Σελευκείᾳ ἔσχεν, ὡς ἐν τῷ πρὸ τούτου βιβλίῳ μνήμην ἐποιησάμην. Ὑπὸ δέ τινων ἐν μέμ ψει ποιουμένων τὴν αὐτῶν διαφορὰν ἐγκαλούμενοι, τί δή ποτε νῦν τοῖς περὶ ᾿Ακάκιον διαφέρονται, όμό φρονες αὐτοῖς τὸ πρότερον καὶ κοινωνοὶ καθεστῶτες, τάνδε διὰ Σωφρονίου τὴν ἀπόκρισιν ἐποιήσαντο Οἱ κατὰ δύσιν ἐπίσκοποι ἐνέσουν τὸ ὁμοούσιον· ὁ δ' 'Αέτιος ἐν τῇ ἕῳ τὸ κατ' οὐσίαν ἀνόμοιον είση γεῖτο· καὶ ἄμφω τὰ μέρη τοῦ εὐθέος ἦταν ἐκπί πτοντε;· οἱ μὲν γὰρ συγκεχυμένως εἰς μίαν ἑνότητα τὰς ὑποστάσεις Πατρὸς καὶ Υἱοῦ συνή του διὰ τῆς τοῦ ὁμοουσίου λέξεως· ὁ δὲ πάλιν ἐξ ἐναντίας σφόδρα τοῦ Υἱοῦ τὴν τῆς Πατρικῆς φύσεως οίκεια τητα διεχώριζεν. Ημᾶς δὲ τὸν ὄλισθον ἑκατέρων φυγόντας, την μέσην καὶ ἀκίνδυνον ἐπιλέξασθαι καὶ εὐσεβεῖν μάλα νομίζειν, ἅτε δὴ ὅμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν καθ᾽ ὑπόστασιν δογματίζοντας. ο δε μὲν οὖν ἀπολογεῖσθαι πρὸς τὴν μέμψιν ἐμηχανῶντο· ἐλέγχονται δὲ τὴν ἀλήθειαν σοφιζόμενοι, οἷς μὴ τοὺς περὶ Ἀκάκιον, ἀλλ᾽ Αέτιον ὡς τοῦ ἀνομοίου ἀρχηγὸν ᾐτιάσαντο. Δοκοῦσι γὰρ καὶ Ἀρειανοὺς ἐκκλίνειν ἐν μέρει καὶ τοὺς τιμῶντας τὸ ὁμοού δι' ἀμφοτέρων δὲ, ἕτερ᾽ ἄττα καινοτομεῖν ᾑρημένο: ταῖς ἰδίαις φωναῖς· ω; φησι καὶ Σαβίνα, ὁ Ρωμαίων γλώσῃ τὰ Συνοδικά συνταξάμενος. στον διατωθάζοντες, τὴν ἐν ᾿Αντιοχεία πίστιν εἰση τοῦ ἐμουσίου, στον ΚΕΦΑΛ. ΙΘ', Περὶ τοῦ ἁγίου Αθανασίου· ὡς πρὸς τοῦ ἀπο στάτου ζητούμενος, τέχνῃ θαυμασία φυγὰς ᾤχετο. Βασιλεὺς δ' 'Αθανάσιον μαθὼν κατὰ τὴν ᾿Αλεξάνδρειαν παρρησία πλήθη ἐκκλησιάζοντα, καὶ πολλούς τῶν Ἑλλήνων μεταπείθοντα τῇ τῶν λόγων σειρήν τὸν Χριστιανισμὸν ἀσπάζεσθαι, προστάττει ἐκεῖθεν ἐλαύνεσθαι· εἰ δὲ βιάζοιτο μένειν, μεγίστας ἠπείλει ζημίας. Πρόφασιν δ᾽ ἐποιεῖτο, οἷς φεύγειν παρὰ τῶν πρὸ αὐτοῦ καταδίκην σχών, μή προτραπείς, τῆς ἐπισκοπῆς ἀντελάβετο· ἀλλ' οὐδὲ τοῖς παρὰ Κων σταντίου ἐξορισθεῖσι τὴν εἰς τὰς ἐκκλησίας εἴσοδον συγχωρήσαι, τὴν δὲ πρὸς τὰς πατρίδας κάθοδον μόν νον· ἔνθεν τοι καὶ φεύγειν κατὰ τὸ τοῦ βασιλέως θέα σπισμα βιαζόμενος, τοῖς περὶ αὐτὸν ἀσχάλλουσι, καὶ ἐν δεινῷ ποιουμένοις τὴν φυγαδείαν, ἀτενίσας εἶπε Θαῤῥεῖτε, ὦ τέκνα· νεφύδριον γάρ ἐστι, καὶ τα χέως διαλυθήσεται.» Ταῦτ᾽ εἰπὼν, συνταξάμενος τοῖς οἰκείοις, καὶ τοῖς σπουδαιοτέροις παραθέμενος τὴν ἐκκλησίαν, ἐξελθὼν πλοίων, διὰ τοῦ Νείλου εἰς τὴν Αἴγυπτον ήλαυνεν. Οἱ δὲ περὶ τὸν ἄρχοντα και τόπιν ἐδίωκον, ἐν χερσὶν θεἶναι τὴν ὅσιον πᾶσαν ποιούμενοι τὴν σπουδήν. Ἐκ τοῦ σύνεγγυς δ' εἶναι τοὺς διώκοντας πεπυσμένος, τῶν περὶ τὸ πλοῖον εἰς τὴν ἔρημον μᾶλλον φεύγειν λεγόντων, ἐκεῖνος γνώ μῃ ἀρίστῃ χρησάμενος, σοφῶς διέφυγε τοὺς διώκοντας. Καὶ γὰρ ἀφέντας τὸ φεύγειν, πρὸς τοὺς, διεύ κοντας ἐξ ἐπιστροφῆς ἐκέλευεν ἀπαντᾶν. Ως δὲ τοῦτ' ἐγίνετο, καὶ ἐγγὺς τῶν διωκόντων ἦταν οἱ φεύγον
col. 493–494page 243 of 633
PG 146:493Χ. τες, ὅπου ἂν εἴη Αθανάσιος, οἱ διώκοντες ἐπυνθά γοντα· τῶν δ' ἐγγὺς εἶναι καταμηνυόντων, καὶ εἰ θάττον ἐλαύνοιεν, οὐκ εἰς μακράν καταλήψοιντο, ἀπηλλάττοντο. Οἱ μὲν οὖν διώκοντες ακίχητα κατε λάμβανον, παρατραπέντες τῇ σοφιστεία· ὁ δὲ λαθών, εἰς τὴν ᾿Αλεξάνδρου εἰσήγετο· κἀκεῖσε κρυπτόμενος, παρήλαυνε τον διωγμόν, ἕως οὗ τελείως ἐπαύσατο. Καὶ τὰ μὲν κατὰ ᾿Αθανάσιον παρὰ τῶν Ἑλληνιστῶν τοιαῦτα συνέβη. ΚΕΦΑΛ. Κ'. Ως αὖθις σφοδρότερον συνεκράτει τὸν Ἑλληνι σμέν· καὶ περὶ Ελευσίου τοῦ Κυζίκου, καὶ Τίτου του Βόστρων· καὶ περὶ Μάρι τοῦ ἐπισκόπου Χαλκηδόνος. Ἐν δὲ τούτῳ, καὶ Κυζικηνῶν πρὸς βασιλέα δια πρεσβευσαμένων περί τινων οἰκείων πραγμάτων, καὶ ὡς δέον εἴη τοὺς Ελληνικοὺς ἐπαναγαγεῖν νεώς, θαυμάσα: αὐτοὺς τῆς περὶ τὰ θεῖα τιμῆς, πάντα παρέσχεν ὧν ἐδέησαν τῇ αἰτήσει. Εἴρξε δὲ καὶ Ἐλεύσιον τὸν αὐτῶν ἐπίσκοπον ἱερᾶσθαι, ὡς τοὺς νεώ; κατασκάψαντα, καὶ τούτοις ἐνυβρίσαντα, μου ναστήριά τε συστησάμενον, καὶ χηροτροφεία και γης ροκομεία διμάμενον, καὶ ἄλλ' άττα θεοφιλή Εργα διαπραξάμενον· καὶ τὸ μέγιστον, ὅτι πειθοῖ λόγων ἀμελεῖν ἔπειθε τῆς σφετέρας δόξης τοὺς ἑλληνίζον της. Καὶ νόμον ἔθετο, Κυζίκου μὴ ἐπιβαίνειν ὅσοι τὴ αὐτόχθονες ἦσαν Χριστιανοί. Τὸ δὲ αἴτιον, ἵνα μὴ, φησί, διαστασιάζοιεν περὶ τῆς θρησκείας, τῶν ἐπο! κων καὶ ὁμοφύλων συναιρομένων. Πρὸς δὲ καὶ τῶν ἐνδημούντων εριουργῶν, καὶ ὅσοι περὶ τὴν τέχνην Ασχόληντο τοῦ νομίσματος· οὗτοι γάρ, ἐς πολύ τι πλῆθος ἀριθμημένοι, καὶ δυσὶ μεγίστοις διαιρούμε το τάγμασι, θεσπίσματι τῶν ἐκ πολλοῦ βασιλέων ἀνὰ τὴν Κύζικον διατρίβοντες ἦταν, οὐκ ἐλαχίστην ἔτους ἑκάστου ἀπόμοιραν τῷ δημοσίῳ κατατιθέμενοι, οἱ μὲν χλαμύδων στρατιωτικῶν, οἱ δὲ κόμμα νομί σματος νεουργὸν παρεχόμενοι. Τὸν γὰρ Ελληνισμόν δόξαν αὐτῷ συγκροτείν, βίαν μὲν ἐκ τοῦ προφανούς ἐπάγειν; καὶ τιμωρεῖσθαι πλῆθος τοσοῦτον, οὐκ εξα βουλον είναι ᾤετο· μόλις γὰρ ἂν τοσοῦτον καθ' ἑκά στην πόλιν οἱ ἄρχοντες τὸν ἀριθμὸν μόνον ἀπογρά ψαντο. Οι μέντοι δὲ καὶ ἀπεῖργεν ἐς ταυτὸ συνιέναι, καὶ ὡς ἑκάστῳ βουλομένῳ ἦν εὔχεσθαι. Στερέως η γὰρ ᾔδει, ὡς οὐκ ἄν ποτε βίᾳ κατορθωθείη, ὅσα δὴ τῆς ἑκουσίου προαιρέσεως δεῖται πρὸς σύστασιν. Τούς γε μὴν ἐν κλήρῳ, καὶ τοὺς ἡγουμένους των ἐκκλησιῶν καὶ τῆς πίστεως, διὰ σπουδῆς ἐποιεῖτο ὅτι μάλιστα ἀπελαύνειν. Σκοπός δ᾽ ἦν αὐτῷ τὰς συνήθεις διαλύειν συνόδους τοῖς πλήθεσι, τῷ ἀπεῖναι τοὺς προεστῶτας (οὔτε γὰρ ἐκκλησιάζειν, οὔτε διδάσκεσθαι ἦν εὐχερές, πολλοῦ γε μὴν ἔδει τῶν θείων μετέχειν, καὶ τελεῖσθαι τὰ μυστικά), καὶ τῷ μακρῷ χρόνῳ ἐν λήθῃ τῆς οἰκείας καταστῆναι θρησκείας ἄλλως δὲ καὶ σκοπῶν ὡς τοῖς πλήθεσιν οἱ ἐν κλήρῳ Ει

Chapter XXCaput XX

col. 495–496page 244 of 633
PG 146:495μήτε τινὸς οὔσης μήτε προσδοκωμένης στάσεως, τὸν Ἐλεύσιον, καὶ τοὺς σὺν αὐτῷ ἀναχωρεῖν τῆς Κυζί και προτρέπετο. Λέγεται γε μὴν αἰτίαν ἐπιθεῖναι βαρυτάτην τῷ Ελευσίῳ, ἐντὸς δύο μηνῶν, εἰ μὴ τὴν τῶν Ναυατιανῶν ἐκκλησίαν, ἣν ἐν Κυζίκῳ κα θεῖλεν Ευζώιος, οἰκείοις αναλώμασιν ἀνεγείρο: 2005, ἐκεῖθεν ἐλαύνεσθαι. Τίτον δὲ τὸν τηνικάδε τῆς Βοστρηνῶν πόλεως τὰς ἡνίας διαχειρίζοντα προτροπία δεν φεύγειν δημοσίᾳ ἐκήρυττεν. Ἐπεὶ γὰρ ἐπείλει ἐν αἰτίαις ποιεῖν αὐτόν τε καὶ τοὺς ἐν κλήρῳ, εἰ δια στασιάσει τὸ πλῆθος· βιβλίον βασιλεῖ πέμπων ὁ Τι τος, μὴ ἔλαττον εἶναι τὸ Χριστιανικὸν τοῦ Ἑλληνικοῦ ἔλεγεν· εἴργεσθαι δὲ ταῖς ἐκείνου παραινέσεσι μὴ πρὸς στάσιν ὁρᾷν. Σκοπῶν οὖν ἐντεῦθεν εἰς τὴν κατὰ τοῦ Τίτου στάσιν μᾶλλον αὐτοὺς ἐρεθίσαι, τοῖς ἐν Βόστροις γράφων, τὸν ἄνδρα διέβαλλεν, ὡς κατ' αὐτῶν βασιλεῖ γράφει· μὴ μέντοι δὲ διὰ τὰς ἐκεί. νου παραινέσεις πρὸς στάσιν χωρεῖν, ἀλλὰ ταῖς οἱ κείαις γνώμαις χρωμένους. Καί γε ἡ ρέμα παρεσία νει τὸν δῆμον, ὡς ἐπίβουλον καὶ δυσμενῆ αὐτοῖ; και Θεστῶτα, τῆς πόλεως ἀπελαύνειν. τὴν διάστασιν δεν παρέχουσι. Ταῦτ' εν φρενών Πλεῖστα δὲ καὶ ἄλλα τοιαῦτα, τὰ μὲν προστάγμα αι, τὰ δὲ καὶ δήμων αυτομάτοις προπετείαις τε καὶ ἐπαναστάσεσι συμβῆναι εἰκῆς· ὧν αἴτιος ἐκεῖνο; μάλιστα ἦν, ὁ μὴ κολάσει νόμων ὑπάγων τοὺς οὕτω ὁρῶντας παράνομα, μέχρι δὲ λόγων τὴν μέμψινἐπι τιθείς, ἔργοις προτρέπετο, ἅτε δὴ πρὸς βάθος ἐν τετηκὸς τὸ πρὸς τὴν θρησκείαν μῖσος αὐχῶν. Ενθεν το καὶ μὴ προφανῶς ἐκείνον δῆθεν διώκοντος, ούτ δὲν ἧττον οἱ Χριστιανοὶ δήμων ἐπιθέσεσι τὰ πάνδεινα έπασχον. Τὰ μὲν γὰρ τῶν Ἑλλήνων ἐνοίγοντο ἱερά· καὶ ὁ Ἑλληνισμὸς ὡς μάλιστα ἐκροτείτη. Ἐκεῖνος δὲ καὶ δημοσίᾳ τὰς θυσίας ἐτέλει· καὶ ἐν τῇ βασιλικῇ δὲ τῇ τῆς Κωνσταντινουπόλεως ἐπέθνε Τύχῃ, ὅπου δὴ καὶ τὸ τῆς Τύχης ἄγαλμα ίδρυτο ἔνθα καὶ Μάρις ὁ τῆς ἐν Βιθυνία Χαλκηδόνος ἐπίσ σκοπος ὑπὸ χειραγωγῷ ἡγμένος, ἦν γὰρ τῷ πολλῷ γήρᾳ ὑπόχυσιν τῶν ὀφθαλμῶν πεπονθώς, πλεῖστα τὴν κρατοῦντα διεκωμώδησεν, ἀπεβῆ καὶ ἄθεον καὶ ἀποστάτην τοῦτον υβρίσας. Ο δὲ μηδὲν ἄλλο προσ οχθίσης, την τύφλωσιν ὠνείδισε τῷ πρεσβύτης, λό γοις μόνοις αὐτὸν ἀμυνόμενος· καὶ ἐπισκώπτων εἰ; Χριστὸν ἐβλασφήμει· καὶ μηδὲ τὸν, ὃν πέσεις, Γι λιλαίων Θεὸν δυνατὸν εἶναι θεραπεύειν, τὴν πήρω σιν ἐπειπών· οὕτω γὰρ ἦν εἰωθὸς ἐκείνῳ Γαλιλαίον μὲν τὸν Χριστὸν, τοὺς δ' ἐξ αὐτοῦ Γαλιλαίους και λεῖν· ὁ δ᾽ ἐπίσκοπος παῤῥησία χρησάμενος, προς ταῦτα ὑπήντησε • • Χάριν ἔχω, φησί, τῷ ἐμῷ σω τῆρι Θεῷ, μὴ βλέπειν, τό γε νῦν ἔχον, παρασκευάσαντι, ἵνα μὴ τὸ σὰν ἴδω παμμίαρον πρόσωπον προς ἀσέβειαν ἀποκλίναν. Ὁ δὲ τὸ πρᾶον δῆθεν υπο κρινόμενος, οὐδὲν ἀπεκρίνατο· δεινῶς δὲ λίαν τὸ πράγμα μετήρχετο. Εἰδὼς γὰρ τοῦ ἐπὶ Διοκλητια
col. 497–498page 245 of 633
PG 146:497τοῦ μαρτυρήσαντας ὡς διὰ τιμῆς ἤγοντο τοῖς Χρι στιανοῖς, καὶ τὸ πρόθυμον τῶν μαρτυρεῖν ἡπειγμέν νων ὑμῶν, ὥσπερ κάν τούτῳ τούτοις φθονῶν, ἄλλην ἐτράπετο. Καὶ τὸ μὲν τῆς ὠμότητος ὑπερβάλλον, καὶ τὸ δι᾿ ἑαυτοῦ κολάζειν Χριστιανούς, ἀπεβάλλετο ἠρέμα δὲ διώκειν οὐκ ἀπηρνεῖτο, τὸ πλεῖστον τοῖ; δήμοις καὶ τῷ βουλομένῳ δεινόν τι πράττειν κατὰ Χριστιανῶν ἐφιείς. Οὕτω γὰρ ἐκείνῳ ἐδόκει τὸν Ἑλληνισμὸν κρατῦναι, τὸν ἀνεξίκακον οἷα δέλεαρ δῆθεν προβεβλημένῳ, καὶ τοῖς ἀπὸ Χριστοῦ φιλάνθρωπον, ὥσπερ καὶ πρᾶν, εἶναι ὑποκρινόμενον. ΚΕΦΑΛ. ΚΑ'. *Οτι τέχνη κρατύνων τὰ ῾Ελλήνων ὁ Ἰουλιανὸς, τὰ τῆς ἡμετέρας ἰδιώματα πολιτείας μετεχεια ρίζετο ἐν τοῖς εἰδωλείοις. Ηδὺς μὲν γὰρ τὰ πρῶτα τοῖς πᾶσι φανείς, προϊὼν οὐχ ὅμοιον ἑαυτὸν παρεδείκνυ. Ὅπου μὲν γὰρ συν κοφαντία τις καὶ διαδολὴ κατὰ Κωνσταντίου ἐγένετο, προθύμως ἅπαντα Χριστιανοῖς ἔπραττεν· ἔνθα δὲ μὴ τοῦτο ἦν, 3 κοινῇ πᾶσιν ἡμῖν ἑταμίευε μίσος, φανς ρῶς ἐπαρρησιάζετο. Σπεύδων δὲ τὴν ὑπήκοον πᾶσαν ὑπὸ τῷ Ελληνισμῷ γενέσθαι, χαλεπῶς εἶχεν, ὑπὸ τοῦ Χριστιανισμοῦ παρευδοκιμουμένην τὴν θρη σκείαν ὁρῶν· οἵ τε γὰρ νεῳ καὶ θυσίαι καὶ αἱ πά τριος ἑορταὶ τῶν Ἑλλήνων κατὰ πόλεις πρὸς γνώ μης ἦσαν αὐτῷ· μάλιστα δ' ἡνι το λογιζόμενος πως ἂν καὶ εἰσέπειτα τὸ ἔμπεδον ἔχοιεν. Ερημα γὰρ τῆς ἐκείνου ἐπικουρίας γενόμενα, ἐν ἑτοίμῳ ἔχειν τα χεῖαν τὴν μεταβολήν. Μάλιστα δὲ καιρίαν ἐπλήττετο πολλῶν ἱερέων καὶ γαμετὰς καὶ παῖδας καὶ οἰκέτας Χριστιανίζειν μανθάνων. Καθ' ἑαυτόν τε συμβάλλων συνίστασθαι τὴν θρησκείαν ἡμῶν ἔκ τε τοῦ βίου καὶ τῆς τῶν μετιόντων αὐτὴν ἀγαθῆς πολιτείας, πάντα κάλων εκίνει, ὥστε δὴ καὶ τὰ Ἑλλήνων πρὸς τὰ ἡμέτερα μεταφέρειν. Τούς τε γὰρ εἰδωλικούς νεώς διεσκεύαζε βήμασί τε καὶ προεδρίαις· ἀναγνώσεις τι καὶ διδασκαλίας Ελληνικοῖς δόγμασιν ἐγκειμέν νας· καὶ θυηπόλους καὶ ἀναγνώστας ἐπίσης ἡμῖν εὐχὰς τεταγμένας ὡρῶν τε καὶ ἡμερῶν· ἔτι δὲ φρον τιστήρια ἀνδρῶν καὶ γυναικῶν, καταγώγιά τε ᾠκο δόμει ξένοις τε καὶ πτωχοῖς· καὶ τὴν ἄλλην ἐπε δείκνυτο φιλανθρωπίαν, τὰ Ἑλλήνων ἐντεῦθεν σεμνύνειν αἱρούμενος. Τῶν δ' ἑκουσίων καὶ ἀκου σίων ἁμαρτημάτων, ὥσπερ ἡμῖν ἔθος, προσήκοντα ἐτίθει σωφρονίσματα. Οὐχ ἥκιστα μέντοι διά σπου δῆς εἶχε ζηλοῦν τὰ τῶν ἐπισκόπων συνθήματα, οἷς ἔθος τοὺς ξένους ὅθεν δή ποτε διιόντας, καὶ παρ' οὓς ἂν γένωνται, θεραπείας ἀξιοῦσθαι καταγομένους, οἷάπερ γνωρίμους καὶ φίλους διὰ τὴν τοῦ συμ θόλου μαρτυρίαν· καὶ ἁπλῶς εἰπεῖν, ταῦτ' ἐν νῷ ἔχων, ἐπίσης παρεσκεύαζε τοὺς Ελληνιστάς τοῖς Χριστιανοῖς βιοῦν, προσεθίζειν τε τοῖς ἐκείνων ἐπιτηδεύματι, καὶ πλήν γε τῶν δογμάτων ἀκραιφνῶς τοῖς ἄλλοις τῆς πολιτείας ἐκείνης ἐξομοιοῦσθαι. Ὅτι δὲ τοῦτο οὕτως ἔχων ἐστὶν, ἐξ αὐτῆς τῆς τοῦ ΓΕΙΑ

Chapter XXIICaput XXII

col. 499–500page 246 of 633
Caput XXI
PG 146:499βασιλέως ἐπιστολῆς, ἣν Αρτακίῳ τῷ ἀρχιερεῖ Για λατίας ἀπέστειλεν, ὡς οἷόν τε, τοῦτο δεῖξαι πειράσομαι. Γράφει δὲ οὕτως ΚΕΦΑΛ. ΚΒ. Επιστολὴ Ἰουλιανοῦ Αρσακίῳ ἀρχιερεῖ Γαλα τίας, ὥστε ἐπίσης ἡμῖν πολιτεύεσθαι. Ο Ελληνισμὸς οὔπω πράττει κατὰ λόγον ἡ μῶν ἕνεκα τῶν μετιόντων αὐτόν. Τὰ γὰρ τῶν θεῶν λαμ πρὰ καὶ μεγάλα, κρείττονα πάσης μὲν εὐχῆς, πάν σης δὲ ἐλπίδος· ἵλεως δὲ ἔστω τοῖς λόγοις ἡμῶν ἡ Αδράστεια. Τὴν γὰρ ἐν ὀλίγῳ τοιαύτην καὶ τηλ καύτην μεταβολὴν οὐδὲ εὔξασθαί τις ὀλίγῳ πρότι ρον ἐτόλμα. Τί οὖν ἡμεῖς οιόμεθα ταῦτα ἀρκεῖν; Οὐδ ἀποβλέπομεν δ μάλιστα τὴν ἀθεότητα συνηύξησεν, ἡ περὶ τοὺς ξένους φιλανθρωπία, καὶ ἡ περὶ τὰς τα φάς τῶν νεκρῶν προμήθεια, καὶ ἡ πεπλασμένη σεμνότης κατὰ τὸν βίον. Τὴν ἕκαστον οἴομαι χρῆναι παρ' ἡμῶν ἀληθῶς ἐπιτηδεύεσθαι. Καὶ οὐκ ἀπόχρη τό σε μόνον εἶναι τοιοῦτον, ἀλλὰ πάντας ἀπαξαπλώς οἱ περὶ τὴν Γαλατίαν εἰσὶν ἱερεῖς· οὓς ἢ δυσώπησιν, ἢ πεῖσον εἶναι σπουδαίους· ἡ τῆς ἱερατικής λειτουργίας ἀπέστησον, εἰ μὴ προσέρχονται μετὰ γυναικῶν καὶ παίδων καὶ θεραπόντων τοῖς θεοῖς, ἀλλ' ἀνέχοιντο τῶν οἰκετῶν ἢ υἱέων, ἢ τῶν Γαλ λαίων γαμετῶν, ἀσεβούντων μὲν εἰς τοὺς θεούς, ἀθεότητα δὲ θεοσεβείας προτιμώντων. Επειτα παι ραίνεσον ἱερέα, μήτε ἐν θεάτρῳ παραβάλλειν, μήτε ἐν καπηλείῳ πίνειν, ἢ τέχνης τινὸς καὶ ἐργασίας αἰσχρᾶς καὶ ἐπονειδίστου προΐστασθαι. Καὶ τοὺς μὲν πειθομένους τίμα, του; δὲ ἀπειθοῦντας ἐξώθει. Ξενοδοχεία καθ᾿ ἑκάστην πόλιν κατάστησον πυκνά ἵνα ἀπολαύσωσιν οἱ ξένοι τῆς παρ' ἡμῶν φιλανθρωπίας· οὐ τῶν ἡμετέρων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ὅστις ἂν δεηθῇ· χρημάτων δ' ὅθεν εὐπορήσεις, ἐπισ νενόηταί μοι τέως. Εκάστου γὰρ ἐνιαυτοῦ τρισμυρίους μοδίους κατὰ πᾶσαν τὴν Γαλατίαν ἐκέλευσε δεθῆναι σίτου, καὶ ἐξακισμυρίους οίνου ξέττας. Ον τὰ πέμπτον μὲν εἰς τοὺς πένητας τοὺς τοῖς ἱερεῦσιν υπηρετοι μένους ἀναλίσκεσθαί φημι χρῆναι· τὰ δὲ ἄλλα τοῖς ξένοις καὶ τοῖς μεταιτοῦσιν. ἐπινέμεσθαι παρ' ἡμῶν. Αἰσχρὸν γὰρ, εἰ τῶν μὲν Ἰουδαίων οὐ δεί, μεταιτεῖ, τρέφουσι δὲ οἱ δυσσεβεῖς Γαλιλαίος πρὸς τοῖς ἑαυτῶν καὶ τοὺς ἡμετέρους· οἱ δὲ ἡμέτεροι τῆς παρ' ἡμῶν ἐπικουρίας ἐνδεεῖς φαίνοιτο. Δίδασκε δὲ, καὶ συνεισφέρειν τοὺς Ελληνιστὰς εἰς τὰς τοιαύτας λειτουργίας, καὶ τὰς Ἑλληνικὰς κών μας ἀπάρχεσθαι τοῖς θεοῖς τῶν καρπῶν· καὶ τοὺς Ελληνικούς ταῖς τοιαύταις εὐποιίαις προέθιζε, δια δάσκων αὐτοὺς, ὡς τοῦτο πάλαι ἦν ἡμέτερον ἔργων. Ὅμηρο; γοῦν αὐτὸ πεποίηκεν Εύμαιον λέγοντα Αδράστεια εἴργο:: στομάτων φθόνον· οι, σὺν δ' ἀδραστεία λέγων.
col. 501–502page 247 of 633
PG 146:501Ξεῖν, οὗ μοι θέμις ἔστ', οὔτ᾽ εἰ κακίων σέθεν [έλθοι, Ξεῖνον ἀτιμάσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες Ξενοί τε πτωχοί τε. Δέσεις δ' ὀλίγη τε φίλη τε. Μελὲ τὰ παρ' ἡμῖν ἀγαθὰ παραζηλοῦν ἄλλοις συνχωροῦντες, αὐτοὶ τῇ ῥαθυμία καταισχύνοιμεν, μᾶλλον δὲ καταπροώμεθα τὴν εἰς τοὺς θεοὺς εὐ λάβειαν. Ε: ταῦτα πυθοίμην ἐγώ σε πράττοντα, μιστὸς εὐφροσύνης ἔσομαι. Τοὺς ἡγεμόνας ὀλιγάκις ἐπὶ τῆς οἰκίας ὅρα· τὰ πλεῖστα δὲ αὐτοῖς ἐπί στελλε. Εἰσιοῦσι δὲ εἰς τὴν πόλιν, ὑπαντάτω μηδείς αὐτοῖς ἱερέων· ἀλλ᾽ ὅταν εἰς τὰ ἱερὰ φοιτῶς: τῶν θεῶν, εἴσω τῶν προθύρων. Ηγείσθω δὲ μηδεὶς αὐτῶν εἴσω στρατιώτης· ἐπέσθω δὲ ὁ βουλόμενος ἅμα γὰρ εἰς τὸν οὐδὲν ἦλθε τοῦ τεμένους, καὶ γέβ Το εν ἰδιώτης. Αρχεις γὰρ αὐτός, ὡς οἶσθα, τῶν ἔνδον· ἐπεὶ καὶ ὁ θεῖος ταῦτα ἀπαιτεῖ θεσμός. Καὶ οἱ μὲν πειθόμενοι κατὰ ἀλήθειάν εἰσι θεοσεβεῖς οἱ δὲ ἀντεχόμενοι τοῦ τύφου δοξοκόποι εἰσὶ καὶ κενόδοξοι. Τῇ Πεσσινοῦντι βοηθεῖν ἕτοιμός είμι, εἰ τὴν μητέρα τῶν θεῶν ἵλεω καταστήσουσιν ἑαυτοῖς. Αμελοῦντες δὲ αὐτῆς, οὐκ ἄμεμπτοι μόνον, ἀλλά, πικρὸν εἰπεῖν, μὴ καὶ τῆς παρ' ἡμῶν ἀπολαύσουσι δυσμενείας. Οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν ἢ ἐλεαίρειν ᾿Ανέρας οἵ τε θεοῖσιν ἀπέχθονται ἀθανάτοισιν. Πεῖθε τοίνυν αὐτοὺς, εἰ τῆς παρ' ἐμοῦ κηδεμονίας ἀντέχονται, πανδημεί τῆς μητρὸς τῶν θεῶν ἱκέτας γενέσθαι.» ΚΕΦΑΛ. ΚΙ. "Οσα κατὰ τῆς ἡμῶν εὐσεβείας ὁ ἀσεβὴς ἔπρωτ. τε, καὶ ὡς δύλῳ θύειν τὸν στρατὸν παρεσκεύαζε, χρυσὶν διανέμων αὐτοῖς. Οὕτω μὲν οὖν Ἰουλιανὸς καὶ ποιῶν καὶ γράφων, ἀμαχεί μεταθήσειν ᾤετο τους Χριστιανούς πατρίων ἐθῶν· καὶ πάντα κάλων, τὸ τοῦ λόγου, κινῶν ἐπὶ καθαιρέσει τοῦ δόγματος, οὔτε ῥᾳδίως εἶχε πείθειν, δι' αἱ χύνης τε ἐδόκει περιφανῶς βιάζεσθαι, φεύ γων τί τυραννικὸς εἶναι δόξαι. Οὐ μὴν ἐνέλιπέ τι τῆς προθυμίας· πάντα δὲ κάλων, τὸ τῆς παροιμίας, ἐκίνει, πρὸς Ἑλληνισμὸν τὸ ὑπήκοον μεταθεῖνα καὶ τὸ μὲν αὐτὸς ἔπραττε, τὸ δὲ διὰ τῶν ἀρχόντων ἐποίει. 'Ατεχνῶς δὲ προσεθίζων ἅπαντας ἑλληνίζειν, καὶ μᾶλλον τὰ στρατιωτικών, προηγουμένως μετα πλάττει πρὸς τὴν προτέραν ἕξιν τὸ μέγιστον σύνθημα τῶν Ῥωμαῖ ὢν συμβόλων· ὁ Κωνσταντίνος εἰς σταυροῦ σχήμα μετατυπώσας κατὰ θείαν, ὡς εἴρηται, βούλησιν, τοῦ στρατοῦ ἡγεῖσθαι προσέταξε. Ται; γε μὴν δημοσίαις εἰκότι διὰ σπουδῆς ἐποιεῖτο προσπεριγράφειν αὐτῷ τὸν ὕπατον τῶν 50 ΧΧΙΙΙ. ρο

Chapter XXIIICaput XXIII

col. 503–504page 248 of 633
PG 146:503θεῶν αὑτοῦ Διά, ὡς ἔκ τινος ουρανίου νεφέλης προ κύπτοντα, καὶ στέφος, καὶ τὴν ἀλουργὸν ἐσθῆτα, καὶ ὅτα τῆς βασιλείας σύμβολα, καταπέμποντα πρὸς δὲ καὶ Ἑρμῆν τε καὶ ᾿Αμεα εκατέρωθεν πρὸ; αὐτὸν ὁρῶντας ἡδέως, ὡτανεὶ ἐπιμαρτυροῦντας τοῖς ὀφθαλμοῖς, ὡς ἄρ' ἀγαθὸς εἴη περὶ λόγους, και οὐκ ἦτον πολεμικός. Ταῦτά τε καὶ ἄλλα τούτοις προσεοικότα, καὶ πρὸς τὴν Έλληνα θρησκείαν έκκαλούμενα τοὺς πολλοὺς, παραμίγνυσθαι ταῖς δημοσίαις εἰκόσι προσέταττε. Ταῦτα δ' ἐποίει, ὡς ἄν γε προφάσει τῆς ἐξ ἔθους ἐς βασιλέα τιμῆς, καὶ τοὺς συγγεγραμμένους ηρέμα πως ἐθίσωσι προς κυνεῖν. Τοῖς δ᾽ ἐκ παλαιοῦ ἔθεσιν ἀποχρώμενος, περινοίᾳ πάσῃ τὴν τῶν ὑπηκόων κλέπτει προαίρε σου. Πρὸς σκοποῦ γὰρ εἶναι αὐτῷ ᾤετο, ὡς, εἰ οὕτως ἑκόντας πείσειεν, ἐν ἑτοίμῳ ἔχειν καὶ πρὸς τὸ λεἶπον ἐπιχειρεῖν· δικαίως δ' αὖθις κολάσειν, εἶχε ἀπειθοῖεν, καὶ νεωτερίζειν δῆθεν περὶ τὰ Ρωμαίων έλοιντο ἔθη· ἄλλως τε καὶ εἰς μακρόν πολιτεία; ἔθος καὶ βασιλείαν ἐξαμαρτάνοντες. Τὸ μὲν οὖν ἐπινόημα ολίγοι συνῆκαν· εἰ καὶ δίκας εἰσεπράχθησαν μὴ προσκυνεῖν ἐθελήσαντες· τὴ δὲ γε πλήθος, οἷάπερ φιλεῖ, καὶ ἀγνοίᾳ καὶ γνώ; Η ἀπεριέργῳ, ὡσᾶνε! νόμῳ ἡγούμενοι παλαιῷ ἔπεσθαι, ὡς ἔτυχε ταῖς εἰκοσι προτήεσαν. Καὶ τῷ μὲν τοιαύ τα διανοουμένῳ καὶ πράττοντι οὐδὲν πλέον ἡνύετα καίπερ δ' οὕτω τῆς τέχνης ἐληλεγμένης, ἑτέραν ἐβάδιζε, διὰ πάντων ἐπινῶν, ὡς ἂν ἑαυτῷ ἐπίσης θρησκεύειν πείσῃ τοὺς ἀρχομένους. "Ο δὲ διεπράττετο, οὐδέν τι τοῦ προτέρου ἐλλείπει. Περιφανώς δὲ καὶ βιαιότερον ἐκείνῳ ἐπετολμήθη· ὁ δὲ καὶ πρόφασιν ἀνδρίας οὐκ ὀλίγης ένδειξις ἦν τῶν ἐν βασιλείοις στρατευομένων. Οἷα γὰρ ἐν χωνευτηρίω, εἴ τε νομιζόμενοι καὶ οἱ ταῖς ἀληθείαις ὄντες Χριστιανοί, κατάδηλοι πᾶσιν ἐγένοντο. Ως γὰρ καιρὸς ἐνέστη βασιλέα δωρεῖσθαι τοῖς υπηκόοις χρήματα, ἔθος δ᾽ ἦν ἐκ παλαιοῦ τοῦτο Ρωμαίους πράττειν, ἔν τε ἱερομηνίαι; καὶ 25 λέων καὶ βασιλίδων πόλεων γενεθλίοις τῶν ἡμερῶν, διαλογισάμενος ὡς τὸ παρ' ἡμῖν στρατιωτικών, Ο εὐηθείᾳ τὸ πλεῖστον καὶ ἁπλότητι διαζῇ, ἥττηταί τα χρημάτων τῇ κατ᾽ ἔθος πλεονεξία αλώσιμον, τέχνῃ θύειν τοῖς δαίμοσι καὶ ἄκοντας ᾠκονόμει. Νενόμιστο γὰρ δῆθεν ἐκ παλαιοῦ τοὺς ἐπὶ τὴν δω ρεάν παριόντας θύειν· καὶ τοῦτο ἐνεκελεύοντο δρᾷν προσκειτο γὰρ καὶ ὁ λίβανος καὶ χρυσός. ἐνταῦθα τὴν ἀνδρίαν οἱ μὲν ἐνεδείξαντο· τό τε γὰρ δύο ρον ἀπεώσαντο, μὴ θυμιᾷν ᾑρημένοι· οἱ δὲ τὴν μοχθηρίαν τῆς φύσεως τῷ προσχήματι τοῦ παλαιοῦ νόμου συγχώσαντες, οὐδὲ συνιέναι εἶχον οι κακοῦ γένοιντο. Ετεροι δὲ τῇ ἐπικερδεῖ ζημίᾳ, ἴσως δὲ καὶ δέει τῶν πολλῶν θορύβων δελεασθέντες, εἰ καὶ ἁμαρτάνοντες διεγίνωσκον, όμως οὐ διέφυγον τὸ μὴ παθεῖν. Τῶν γε μὴν ἀγνοίᾳ τινὲς τῇ τοσαύτῃ περιπεπτωκότων κακία τάδε πρᾶξαι ἱστόρηνται.
col. 505–506page 249 of 633
PG 146:505Ἐπεὶ γὰρ μετὰ τὴ θῦσαι, ἔθους γε οἶμαι όντος, εἰττιῶντο κοινῇ, οἷα δὴ ἐν πότοις φιλεῖ γίνεσθαι, προπίνοντες ἀλλήλοις, Χριστὸν ταῖς κύλιξιν ἐπως νόμασαν, τῶν τινα δαιτυμόνων ὑπολαβόντα εἰπεῖν λέγεται·ι ὡς ἀστενόν γε τοῦτο ποιεῖτε, ἂν πρὸ βραχέας Αρνείσθε Χριστόν, ηνίκα βασιλεὺς ἐδίδου δώρα, καὶ ὑμεῖς τῷ λιβανωτῷ ἐπεθύετε, νῦν προσο καλούμενοι. ο "Αμα δὲ τῷ λόγῳ τὴν ἀπάτην γνω ρίσαντες, καὶ οἱ κακού γένοιντο διαγνόντες, τοῦ συμποσίου αίφνης ἀναπηδήσαντες, δεδακρυμένο δημοσίᾳ ἐπέθεον, Θεὸν καὶ τοὺς σωφρονεστέρους διαμαρτυρόμενοι τῶν ἀνθρώπων, Χριστιανούς εἶναι σφᾶς, καὶ εἰσαεί διαμεῖναι οὕτως ἔχοντας δόξης διατεινόμενο:· ἀγνοῆσαι δὲ τῷ πραχθέντι, καὶ εἴ γε τοῦτο χρή φάναι, μόνας ἑλληνίσαι τάς χεῖρα, μὴ τῆς καρδίας μετατεθείσης· ζήλῳ δὲ παρρησίας μεστῷ βασιλεῖ προσελθόντας, πρὸς πότ δας ἐν ἐδεδώκει είναι χρυσόν· γενναίῳ δὲ τῷ φρονήματι ἀνελεῖν αὐτοὺς ᾔτουν τὸ οἰκεῖον ἀπολαβόντα· μὴ γάρ ποτ' ἐν μεταμέλω γενέσθαι ἀνθ' ὧν διὰ Χριστὸν ὅλον δοίη τὴν δίκην τὸ σῶμα· εἷς ἀπρομηθεύτω; ἥμαρτεν ἡ δεξιά, δῶρον λαβοῦσα καὶ ἐπιθύσασα· ἐκκοπῆναι δὲ καὶ τοὺς πόδας Στουν δραμόντας οὐ καίρια. Ταῦτ᾽ ἀκούων ὁ βασ λεὺς, ἐχαλέπαινε μέν· κτεἶναι δὲ ἐφυλάξατο, μὴ καὶ γερῶν μαρτυρίας τοὺς ὑβριστὰς ἀξιώσεις. Το γε μὴν στρατεύειν περιαιρήσας αὐτοῖς, τῶν βασι λείων ἐξήλασεν. Ἐν δὲ τούτοις ἦσαν καὶ Ἰοβιανός ἐκεῖνος, Ουαλεντινιανός τε καὶ Οὐάλης, οι μετ' αὐτὸν τὰ τῆς βασιλείας σκήπτρα διαδεξάμενοι. Οἱ μὲν οὖν οὕτως· ὅσοι δὲ μὴ ὀρθῇ γνώμῃ τὰ Χρι στιανῶν ἡσπάζοντο, καὶ τὸ ἀληθὲς εὐδαιμον τῆς ἐνταῦθα τιμῆς καὶ τῶν χρημάτων προστίθεντο, ἀδιῶς ἐπὶ τὸ θύειν καὶ κεχαρισμένα βασιλεί πράττειν ἔθεσιν· ὁποῖος ἦν καὶ ὁ ἐν Κωνσταντινουπόλει σοφιστής Εκηβόλος· ὃς οἷά τις εύριπος τοῖς τῶν κρατούντων ήθεσι μεταῤῥυθμιζόμενο;, ἐπὶ μὲν Κωνσταντίου διαπύρως τὰ τῶν Χριστιανῶν εἴπερ τις ἕτερος κατησπάζετο· Ἰουλιανοῦ δ' ἑλληνίζειν ἐπιβάλλοντος, γοργῶς μετετίθετο, καὶ δεισιδαίμων εἴπερ τις αὖθις ἐν "Ελλησιν. Μετά δ' ἐκεῖνον πάλιν Χριστιανὸν ἑαυτὸν ὡμολόγει πρηνής γὰρ πρὸ τῶν οὐδῶν τῆς ἐκκλησίας πεσών, δεδακρυμένα βοῶν, γοερῶς ἐπεφώνει ο Πατήσατε με τὸ ἅλας τὸ ἀναίσθητον.» Τοιοῦτοι μὲν ἐκεῖνοι τοιοῦτος δὲ καὶ ὁ Ἑκηβόλιος πρότερόν τε καὶ ὕστερον. ΚΕΦΑΛ. ΚΑ'. Περὶ τῶν καθ' ἡμῶν νομοθεσιῶν αὐτοῦ· καὶ ὡς χρήματα συλλέγειν ἤρχετο. Ὁ δὲ βασιλεὺς ἐν τοιούτοις ὢν περὶ πάντας Χρι στιανούς, ἀφορμή; λαβόμενος, καίπερ μηδὲν ἐγκα λεῖν ἔχων· ὅτι δὲ μὴ θύειν ᾑροῦντο, μὴ πολιτεύεσθαι καὶ τῶν ἴσων τοῖς ἄλλοις ἀξιοῦσθαι ἑνομοτέθει γερῶν· μήτε μὴν στρατεύεσθαι κατὰ τὰ βασίλεια επί

Chapter XXIVCaput XXIV

col. 507–508page 250 of 633
PG 146:507συλλόγων δὲ καὶ ἀγυρῶν ἐξώθει· καὶ τοῦ δικάζειν, ἢ ἄρχειν, ἢ ἀξιωμάτων κοινωνεῖν, ἀπεῖργε. Καλ ταῦτα ἐνομοθέτει, ἐπιλέγων, μή χρῆσθαι ξίφει κατά τινων, τῶν ἄξια εἰργασμένων θανάτου. Πρό φασιν δὲ καὶ τὴν πρὸς Πέρσας εὑρὼν ἄμυναν, τὴν Εω κατατρεχόντων· λογισάμενος ὡς χρημάτων ἄνευ οὐδέν τι κατορθοῦσθαι δύναται, δολίως ἐπενόει παρὰ τῶν Χριστιανῶν συλλέγειν τὰ χρήματα. Τῷ γὰρ μὴ θύειν ᾑρημένῳ, ζημιοῦν ἐς χρήματα ἔλεγε. Καὶ ἦν ἰδεῖν πικράν τινα καταδίκην κατά Χριστιανῶν, ἀπαιτουμένων ὅπερ ἥκιστα εἶχον· καίπερ πάντων εἰσφερόντων ἀναλόγως τῇ κτήσει. Καὶ ἐξαπίνης ὁ βασιλεὺς πλούσιος ἦν ἐκ τῆς ἀδίκου συλλογῆς τῶν χρημάτων. Οπηνίκα καὶ Ἕλληνες ἀδεῶς ἡμῶν κατατρέχοντες, πᾶν τὸ δόξαν ὁρᾷν εἶχον. Καὶ πανταχοῦ ξυρόνια τις φιλοσόφων συνέ τρεχε· καὶ τὰς ἐξ ἀρχαίου ἀνεκαίνιζαν τελετάς καὶ σπλάγχνοις καὶ ἡπατοσκοπίαις ἐσχόλαζον· ὡς καὶ παῖδα; ἄρρενας τε καὶ θηλείας καταθύειν ἀφθόρους, καὶ τῶν σαρκῶν ἀπογεύεσθαι. Καὶ ταῦτ' ἔπραττον καὶ κατὰ τὰς ἄλλας μὲν πόλεις, μάλιστα δ' ἐν ᾿Αλεξανδρείᾳ· ἔνθα δὴ τοῦ ἐπισκόπου ἀντι πράττοντος ᾿Αθανασίου σκευωρίαις ἐκείνων, φυγας πλοίῳ διὰ τοῦ Νείλου εἰς Αἴγυπτον πορευόμενος, λαθὼν τὴν 'Αλεξάνδρειαν εἰσεἰσιν, ὡς μικρὸν ὅπιο στην διελύθ μεν. Οἱ δέ γε τῶν ἐπαρχιών άρχοντες, τὸ θρησκεύειν οὕτω τὸν βασιλέα οἰκεῖον λογισάμε και κέρδος, καὶ μείζων ἢ ἐκέλευε βασιλεὺς, τὰ Χρι στιανῶν κακῶς ἔπραττον χρήματα μὲν πολλῷ πλείονα εἰσπραττόμενοι, καὶ σώμασι δ' ἐπῆγαν οὐ μετρίας διὰ ταῦτα πληγάς. "Α δὴ καὶ βασιλεύς μανθάνων, ἐν οὐδενὶ ἐποιεῖτο· προσιούσε δε Χρισ στιανοῖς καὶ δι' ὄχλου αὐτῷ γινομένοις, ἀντέλεγε Νόμος ἔστιν ὑμῖν εἰρημένος Χριστῷ, πάσχοντας κακῶς, ὑποφέρειν γενναίως, καὶ ἀδικουμένους μὴ ἀντιλέγειν.» Καὶ τοῦτο δῆλον ἐξ ὧν Ἀμάχιο διεπράξατο, ὡς μικρῷ πρόσθεν εἰρήκαμεν. Οὐ μὴν ἀπᾷδον ἂν δόξῃ, καὶ αὖθις ἐπιδραμεῖν διὰ τὸ εὐ μνημόνευτον τὴν διήγησιν. Εν τινι γὰρ μικρ πόλει τῆς ἐπαρχίας Φρυγίας είδωλικόν τι τέμενος ἐκκαθαίρεσθαι τὸν ἐκ τοῦ χρόνου δύπον, καὶ τὰ ἀγάλματα ἐπιμελείας τῆς προσηκούσης ἐκέλευεν ἀξιοῦν. Τὸ μὲν οὖν ἔργον ἐγίνετο· τοῦτο δὲ διὰ λύ πης μάλιστα ἦν τοῖς Χριστιανος. Καὶ δή τινες μὴ τὸ θλίβον στέγειν δυνάμενοι (Μακεδόνιος καὶ Θεό δουλος ἦσαν οὗτοι, καὶ Τατιανός), ζήλῳ διαθερμαν θέντες, νυκτὸς εἰσιέντες τὸ τέμενος, συντρίβουσ τὰ ἀγάλματα. Τοῦ δὲ ἡγεμόνος τοῖς πεπραγμένοις ἀσχάλλοντος, καὶ πολλοὺς τῶν ἀναιτίων κτείνειν σπουδάζοντος, καταγγέλλουσιν ἑαυτοὺς οἱ αὐθενται τοῦ ἔργου· μᾶλλον τε αὐτοὶ θνήσκειν ᾑροῦντο, ἢ ἄλλους ἀναιτίους ὁρᾶν ὑπὲρ αὐτῶν κινδυνεύοντας. Ο δὲ ἄρχων διαλύειν τὸ ἀδίκημα τὸ αἱρεῖσθαι θύειν ἐκέλευε, μὴ βουλομένοις δ' ἀναιρεῖν, ἡ πείλει. Οἱ δ' εὐγενεῖς ἐκεῖνοι καὶ τὴν ψυχὴν ἀδαμάντινοι πάνθ᾽ ἕτοιμοι μᾶλλον ἦσαν πάσχειν, ἢ ταῖς θυσίαις μολύνεσθαι. Πολλαῖς οὖν πρότερον βασάνοις τοὺς ἁγίους ἄνδρας ἐκείνους κατασείσας, ἐπεὶ μὴ πείν θειν εἶχε, τέλος ἐπ' ἐσχάραις αὐτοὺς θέμενος, καὶ
col. 509–510page 251 of 633
PG 146:509Χ. πῦρ λάβρον υπανάψας αὐτοῖς, οὕτω διέφθειρεν. Οἱ δὲ πρὸς τοσαύτην ὠμότητος ὑπερβολὴν, την καῦτα τὴν τῆς ἀνδρίας ἐπεδείξαντο κορωνίδα, την ἀοίδιμον ἐκείνην ἐπειπόντες φωνήν·. Εἰ ἐπτῶν, ὦ Αμάχε, κρεῶν ἐπιθυμεῖς ἀπογεύσασθαι, κάπ τὰς ἑτέρας στρέψον ἡμᾶς πλευράς, ἵνα μὴ τὰ πρὸς γεῦσιν ἡμίοπτοί σοι φανῶμεν καὶ ἀηδίας μεστοί. Αλλ' οὕτω μὲν οἱ γενναῖοι τὴ τοῦ μαρτυρίου διή νυσαν στάδιον. ΠΕ ΚΕΦΑΛ. ΚΕ'. "Οτι π ὺς τοῖς ἄλλοις ὁ ἀποστάτης καὶ τῆς ῾Ε.1 ληνικῆς παιδείας νόμῳ ἀπεῖργε Χριστιανούς καὶ ὅπως Γρηγόριος ὁ μέγας, καὶ οἱ ἐκ Σύρων Απολλινάριοι, τὰς θείας Γραφὰς παντοίοις μέτροις καλλύναντες, τῷ ἐκείνου σκοτῷ ἀντετάξαντο. Πρὸς δὲ δὴ τοῖς ἄλλοις καὶ νόμῳ ἐκέλευε Χρι στα ὧν παῖδας μη παιδεύσεως μετέχειν Ἑλληνικῆς· μηδὲ τοὺς παρ' ἐκείνοις ποιητὰς καὶ συγγραφέας διδάσκεσθαι, οὐδὲ τοῖς παρ' ἐκείνοις διδασκα λείπεις φοιτᾷν· ἵνα μὴ, φησί, τὰς γλώσσας ἀκονώμενοι, ἐν ἑτοίμῳ εἶεν πρὸς τοὺς παρ' ἡμῖν ἀντικαθίστασθαι διαλεκτικούς, καὶ σεμνύνειν μὲν τὰ ἑαυ τῶν, εὐέλεγκτα δὲ δεικνύωσι τὰ ἡμέτερα. Ἐλύπουν γε μὴν τοῦτον οὐ μέτρια Γρηγόριος καὶ Βασίλειος οι Καππαδόκαι, παντοδαπὴν ἐπιδεδειγμένοι τέχνην, καὶ τοὺς τότε ρήτορα μεγέθει φύσεως υπερβάλ νοντες· καὶ μᾶλλον Γρηγόριος, πρὸς παντοία ποιή σεων εἴδη μεταπλάττων τοὺς λόγους, ἃ ἔπη ὠνόμασε καὶ ἄλλοι πλείστοι ἄνδρες ἐλλόγιμοι· ὧν οἱ μὲν τὴν ἐν Νικαία πίστιν ἐζήλουν, οἱ δὲ τὴν ᾿Αρεί. ου συνεκρότουν δόξαν· ἔτι δὲ καὶ οἱ ἐν Σύρων Απολλινάριος, πρὸς πᾶσαν ἰδέαν λόγον καὶ οὗτοι παρεσκευασμένοι· οἳ καὶ φανερώτεροι ἐντεῦθεν μᾶλλον κατέστησαν. Πατὴρ δὲ ἦσαν οὗτοι καὶ υἱός ὁμώνυμοι καὶ ἄμφω ίδρις λόγων παντοίων• ὁ μὲν γὰρ πατὴρ γραμματικών, σοφιστικῶν δὲ ὁ υἱός. Επίσης δὲ χρειώδεις ἑαυτοὺς παρεῖχον Χρι στιανοῖς τῷ καιρῷ, ἐγκαίρως τῇ πολυμαθίᾳ καὶ τῇ φύσει χρησάμενοι. Ο μὲν γὰρ, ἅτε δὴ γραμματικὴν εἰς ἄκρον ἀκριβωσάμενος, ἀντὶ μὲν τῆς Ὁμή μου ποιήσεως ήρωϊκῷ μέτρῳ τὴν Μωσέως βίβλον καὶ τὴν Ἑβραίων ἀρχαιολογίαν συνέταττεν, ἄχρι δὴ καὶ τῆς βασιλείας τοῦ Σαούλ κατελθών. Εἰς εἰκοσιτέσσαρα δὲ τμήματα τὴν τοσαύτην πραγματείαν διεῖλεν, ἑκάστῳ τμήματι τοῖς παρ' Ἕλλησι στοιχείοις τὴν προσηγορίαν θέμενος, κατά μίμησιν τῆς ῾Ομήρου ποιήσεως· καὶ τραγῳδίων δραματικὴν ἐξειργάζετο, τὸν Εὐριπίδην μιμούμενος, καὶ τὴν Πινδάρου λύραν. Καὶ πρὸς τὰς κωμῳδίας Με νάνδρου είκασμένας υποθέσεις ἐτίθει· παντί τε μέτρῳ ρυθμικῶς ἐχρῆτο· ἁπλῶς τε φάναι, ἐκ τῶν θείων Γραφῶν τὰς ἀφορμὰς λαμβάνων, ἰσαρίθμους ὑποθέσει τῶν ἐγκυκλίων καλουμένων μαθη μάτων ἐπενόει, τὰς πραγματείας ἐν ἐλαχίστω χρόνῳ αὐτάς συντ θείς, ἔν τε ήθει και φράσει και

Chapter XXVICaput XXVI

col. 511–512page 252 of 633
Caput XXV
PG 146:511σἰκονομίᾳ· ὡς μηδὲν διαφέρειν τῶν παρ' Έλλησι τούτοις εὐδοκιμησάντων· ὡς ἂν μηδεὶς τρόπος τῆς Ελληνικῆς παιδείας τοῖς ᾑρημένοις Χριστιανίζειν ἀνήκοος ᾖ. Ο δέ γε νεώτερος Απολλινάριος, εξ πρὸς τὸ λέγειν ἡγμένος, τά τε ἱερὰ Εὐαγγέλια και τὰς Επιστολάς Παύλου διαλογικῶς ἐξετίθει, Πλάτω ν. τὸ σχῆμα καὶ τὴν φράσιν ἐξεικασμένος· ὥστ' εἰ μὴ τὸ ἀρχαιότητι διαφέρον ὡς αἰδέσιμον ἐτίμων οἱ ἄνθρωποι, καὶ τὸ σύνηθες φίλον ἐνόμιζον, ο δὲν ἂν ἐνέλιπεν ἐπίσης τοῖς παρ' "Ελλησιν επισήμοις, καὶ τὰς τούτων σπουδάς θαυμάζεσθαί τε καὶ ἐκδιδάσκεσθαι· μάλιστα δὲ τὸ εὐφυές τούτων διὰ θαύ ματός ἐστιν· ἕκαστος γὰρ τῶν ἀρχαίων, περὶ ἔν τι μόνον κατέτεινε την σπουδή». Οἱ δὲ τὴν ἐν λόγοις πάντων ἀσκήσαντες ἀρετὴν, χρείας καλούση. τοὺς τύπους ἀναμαξάμενοι εὐφυῶς, οὐκ ἐλάχιστα τὰ Χριστιανῶν συνεκρότουν, τὸ τοῦ κρατοῦντος σό φισμα εὐγενῶς διαλύοντες, καὶ κατὰ κράτος νικών. τες ταῖς ἐπινοίαις τῶν λόγων. Ἐγὼ δὲ καὶ τὸ τῶν Ψαλμῶν βιβλίον εὗρον αὐτοῦ ἡρῴῳ μέτρῳ εὐφυώς μετεσκευασμένον. Οὐκ ἀγεννὴς δὲ τῷ νέῳ Απολ λιναρίῳ καὶ λόγος πεπόνητα: πρὸς τὸν βασιλέα εἴτουν πρὸς τοὺς παρ' Έλλησι φιλοσόφους· ἐν Υπέρ ἀληθείας ὑπέγραψεν. Ἐν ᾧ δείκνυσι πέρ που γεγονότας τοῦ ὀρθῶς περὶ Θεοῦ φρονεῖν. Ο γὰρ βασιλεύς, ὥσπερ ἐμπαίζων, καὶ τὰ ἡμέτερα ἐπιτωθάζων, τοῖς τότε τῶν ἐπισκόπων προέχουσι, τάδε ἐπέστελλεν· Ανέγνων, ἔγνων, κατέγνων. Ένα δέ τινα ὡς ἐκ πάντων τάδ' αὖθις φασιν ἀντιγράψαι Ανέγνως, ἀλλ' οὐκ ἔγνως· εἰ γὰρ ἔγνως, οὐκ ἂν κατέγνως. Βασιλείου δέ φασιν εἶναι τὸ γράμμα, τῶν ἐν Καππαδοκίᾳ ἐκκλησιῶν τηνικάδε τὴν ἐπιτροπὴν ἔχοντος. Καὶ οὐδὲν ἀπεικὸς ἐκείνου εἶναι τὸ σύγ γραμμα. Είτε γοῦν ἐκείνου, εἶτ᾽ ἄλλου τοῦτό ἐστι, διὰ θαύματος δίκαιον ἡγεῖσθαι τὸν ἄνδρα, τῆς τε παρρησίας καὶ τῆς παιδεύσεως ἕνεκα. Τοιαῦτα μὲν ὁ βασιλεὺς, τοιαῦτα δὲ καὶ οἱ Απολλινάς οι ήσαν αὐτῷ ἀντιπράττοντες. ΚΕΦΑΛ. Κα'. Περὶ τῆς ῾Ελληνικῆς παιδείας, ὅτι χρήσιμος καὶ ἡμῖν, εὐσεβεῖν ἐθέλουσι· καὶ ὡς κι εὼν ταύτην μετέρχεσθαι. Η γε μὴν θεϊκή πρόνοια μείζων μὲν ἑωρᾶτο της τοῦ βασιλέως καὶ φρενὸς καὶ ὁρμῆς· οὐχ ἥκιστα δὲ καὶ τῆς τῶν ᾿Απολλιναρίων σπουδῆς. Αἱ μὲν γὰρ τοῦ βασιλέως καθ' ἡμῶν νομοθεσίαι οὐκ εἰς μακράν διεῤῥύησαν, ἐκποδὼν ἐκείνου γεγενημένου, ὡς προϊόντες δηλ όσομεν· αἱ δ' ἐκείνων σπουδαὶ ἐν οὐ δενὶ λόγῳ κατέστησαν. Αλλ' ἀπαντήτοι τάχα τις ἴσως, Πῶς οὕτω φής; εἰπών· λυσιτελῆ μὲν γὰρ τῷ Χριστιανισμῷ φανῆναι τὴν τοῦ βασιλέως ταχίστην διαφοράν, τῆς θείας εἶναι προνοίας πᾶς τις ἂν εἴ ποι· τὸ δὲ τὴν τῶν ᾿Απολλιναρίων σπουδὴν ὑπὲρ Χριστιανῶν όπωςθῆναι, καὶ πάλιν τὴν Ἑλληνική παιδείαν μεταχειρίζεσθαι τους Χριστιανούς, οὐκ ἂν τις ἐρῇ πρὸς λυσιτέλειαν εἶναι τῷ Χριστιανισμῷ ἐπιβλαβῆ καὶ γὰρ εἶναι τὸν Ἕλληνα λόγον, πολυ διαφθοράν,
col. 513–514page 253 of 633
PG 146:513θ-ίαν καὶ μύθους και ψεῦδος διδάσκοντα. Αλλ' μεῖς πρὸς ταῦτα ταχίστην ἐπάξομεν τὴν ἀντιλογίαν. Τὴν Ἑλληνικὴν παίδευσιν οὔτε Χριστὸς αὐτὸς, οὔτε εἰ τούτῳ φοιτήσαντες, φαίνονται που ὡς ἀγαθὴν παραδοχῆς ἀξιώσαντες, οὔθ᾽ ὡς ἐπιβλαβή παρωσάμενοι. Καὶ τοῦτο μὴ ἄνευ θείας προνοίας οἶμαι πε ποιηκέναι. Εντεῦθεν καὶ γὰρ οὐκ ὀλίγοι τῶν παρ' Ελλησι φιλοσοφησάντων οὐ μακρὸν τοῦ γνῶναι θεόν ἐγένοντο. Καί γε δείκνυται τοῦτο, οἷς καί τινες γενναίῳ λόγῳ ἀπαντᾶν ἔγνωσαν πρός τε τὰ Ἐπι κούρου φρονοῦντας· ὃς ἀθεῖαν εἰσῆγε, καὶ αὐτόματ τον εἰσηγεῖτο· καὶ τὸ ἀπρονόητον εἶναι τὸν κόσμον περιφανῶς ἐδογμάτιζε. Καὶ εἰς ἔλεγχον ἐκείνους κατέστησαν τὴν ἀμαθίαν αὐτῶν ἀνατρέποντες. Χρείαν δ᾽ οὐκ ἐλαχίστην εἰσενεγκόντες ἡμῖν, τἀληθὲς τῆς εὐσεβείας διώκουσιν. Οὐ μὴν οὕτως ἡγμένοι, καὶ τὸ κεφάλαιον, μᾶλλον δὲ τὸ κορυφαῖον τοῦ λόγου κρα τῆσαι τούτοις ἐγένετο· τοῦ γνῶναι δηλαδὴ τὸ ἐν τῷ βάθει κρυπτόμενον πρὸ τῶν αἰώνων· τὸ κατὰ Χρι στον φημι θεῖον μυστήριον· ὃ δὴ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Ρωμαίους οὕτως ἔχειν παρίστησι τούτοις τοῖς βήμασιν· Αποκαλύπτεται γὰρ ἐργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχίν των. Διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσε. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιή μασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης· εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνύντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν. Φαίνονται μὲν οὖν διὰ τούτων ἀληθείας μὲν ἔχοντε; γνῶσιν, ἣν Θεὸς αὐτοῖς δήλην καθίστησιν· ἐν ἐλέγχῳ δ' εἰσὶν, ὅτι γνόντες αὐτὸν Θεὸν, οὐχ ὡς ἐχρῆν οἷα θεῷ τὸ σέβας ἔνειμαν. Ἐντεῦθεν οὖν ἔοικε τῇ γνώμῃ καταλελείφθαι τῶν ᾑρημένων, τὰ *Ελλήνων μετέρχεσθαι, καὶ διὰ τοῦτο μὴ παρ' ἐκεί νων ἐκβληθῆναι τὴν παίδευσιν. Καὶ εἰς μὲν λόγος οὗτο; ἡμῖν ἐνταῦθα κείσθω· ἕτερος δὲ καὶ οὗτος αἱ τοῦ Σωτῆρος ῥήσεις θεῖα μὲν ὄντως δόγματα καὶ διδάγματα, ὀρθόν τε βίον καὶ εὐλάβειαν τοῖς ἑπομένοις σφίσι διδάσκουσι· πρὸς δὲ καὶ πίστιν θεοφιλή τοῖς σπουδαίοις παρέχουσιν. "Ηκιστα δὲ καὶ τέχνην διδοῦσιν, ὥσθ᾽ ἱκανῶς ἔχειν τοῖς βουλομένοις γεν ναίως ἀνθίστασθαι, καὶ προσπαλαίειν ὑπὲρ αὐτῶν καλοῦντος καιροῦ. Τὸ δ' ὅπλοις βάλλειν οἰκείοις τοὺς πολεμίους σφόδρα γενναῖον καὶ ἀνδρικόν. Τοῦτο δ' ἐλάχιστον ἦν τοῖς τὰ Χριστιανῶν ἑλομένοις, δι᾿ ὧν οἱ ᾿Απολλινάριοι καταλελοίπασι συγγραμμάτων. Ο δὴτ' ἀκριβῶς εἰδὼς καὶ ὁ Ἰουλιανὸς, νόμῳ ἀπεῖργε τὰ Ἑλλήνων Χριστιανούς εκπαιδεύεσθαι. Καλῶς καὶ γὰρ ᾔδει, ὡς οἱ μῦθοι παρ' οὐδὲν τὴν ἐκείνου θήσουσι δόξαν· καὶ οὐ πόρρω διαβολῆς· ἃ καὶ Σω κράτης παρ' Ελλησιν ἐπὶ φιλοσοφίᾳ τὰ διαβόητον ἐσχηκώς, παρ' οὐδὲν λογισάμενος, ὡς τὰ ἐκείνων παραχαράττειν ἀρξάμενος, καὶ νέα εἰσάγειν δαιμόν να, ἀπεώσθη κατακριθείς· καὶ τρίτον δοκίμου, Αμα είναι τραπεζίτας ὁ θεῖος λόγος παρεγγυ
col. 515–516page 254 of 633
PG 146:515καὶ τὸ κάλλιστον ἐκλεγομένους ἐκ παντὸς τρόπου διαῤῥίπτειν τὸ χεῖρον· τὸ δ' ἀγαθὸν αἱρεῖσθαι, και εὑρόντας κατέχειν· ἐν προσοχῇ δ' εἶναι, μή τις συν λαγωγεῖν αἱροῦτο κενῇ δόξῃ καὶ ἀπάτῃ τῶν ἐν φι λοσοφία δογμάτων. Τοῦτο δὲ πῶς ἂν ἔχοιεν διειδέναι, εἰ μὴ τὰ ἐκείνων ὑπέλθοιμεν ὅπλα; Μή μέντο δὲ καὶ τὰ ἐκείνων φρονεῖν, ἀλλ' ὡς ὅπλοις ἐκ πε ριουσία; οἰκείοις κατ' αὐτῶν χρήσθαι. Καὶ τὸ μὲν κακὸν ἐκτρεπώμεθα· τἀληθὲς δὲ καὶ καίριον ἐκλ. γόμενοι σὺν δοκιμῇ προσλαμβάνωμεν. Οπου γὰρ ἂν εἴη τἀγαθὸν, τῆς ἀληθείας ἐστίν. Φαινόμενα, Εἰ δέ τις ἡμᾶς πιθανότητι χρωμένους οίεται βιαίως ταῦτα λέγειν, ἐκεῖνό γε μὴν σκοπείτω, ὡ; ὁ θειότατος Παῦλος οὐ μόνον τὸν Ἕλληνα λόγον οὐ κεκώλυκεν ἐκπαιδεύεσθαι, ὥστε καὶ αὐτὸς φαίνεται που τῶν λόγων ῥήμασιν ἐκείνων προσχρώμενος ἅτε δὴ καὶ αὐτὴν μετελθών. Καὶ ἔοικέ γε πολλὰ τῶν εἰρημένων τοῖς Ἕλλησιν έγνωκώς· εἰ μὴ γὰρ τοὺς Επιμενίδου τοῦ Κρητὸς ἀνέγνω χρησμούς, ἀνδρὸς ὀργιάζοντος, πῶς ἂν τὸ, Κρῆτες ἀεὶ ψεῦσται, προσήνεγκε, κακὰ θηρία, [γαστέρες ἀργεί; Πέθεν δὲ πάλιν αὐτῷ ἐπῆλθεν εἰπεῖν τὸν Τοῦ γὰρ καὶ γένος ἐσμὲν, εἰ μὴ τοῖς Φαινομένοις τοῦ ἀστρονόμου Αράτου προσ ἐβαλεν; ᾿Αλλὰ μὴν καὶ τὸ, Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαι, δείκνυσι τοῦτον καὶ τοῖς Εὐριπίδου δράμασιν ἐμφιλοχωρήσαντα. Τοῦτο δ᾽ ἴσως καὶ πρὸ ἐκείνου Σολο μὲν εἴρηκε. Καὶ τί δεῖ πλείω περὶ τούτων διέρχεσθαι; ἀνέκαθεν γὰρ ὡς μὴ κεκωλυμένης συνηθείας, καὶ οἱ τοῦ Πνεύματος τὴν χάριν πλουτήσαντες θεῖοι ἄνδρες, καὶ τῆς καθ' ἡμᾶς Ἐκκλησίας γενναῖοι διδάσκαλοι, ἐκ πάνυ νέας τῆς ἡλικίας ἄχρι γήρως τὰ Ἑλλήνων ἀσκούμενοι διεγένοντο· τοῦτο μὲν, καὶ εὐγλωττίας χάριν καὶ γυμνασίας τοῦ νοῦ, τοῦτο δέ, καὶ ἵν᾿ ἐκ τοῦ χείρονος τὸ κρείττον καταλαμβά σιν, οὐ μετρίαν ἐπάγοντες αὐτοῖς τὴν κατάγνωσιν οἷς τοῦ δέοντος ἀπεσφάλησαν. Δείκνυσι τοῦ:ο Βασί λειος ὁ μέγας, καὶ ὁ τὴν γλῶτταν χρυσοῦς Ιωάννης, καὶ ὁ πολὺς ἐν θεολογία Γρηγόριος· ὃς καὶ ταῦτα τῆς Ἑλληνικῆς χάριν παιδείας ἐν τῷ εἰς Βασίλειον ἐπιταφίῳ τὸν μέγαν διέξεισι· καλὸν γὰρ καὶ τού των εἰς σύστασιν ἀπομνημονεῦσαι ἐπὶ καιροῦ τῷ παρόντι συντάγματι. Φαίνεται γὰρ οὐκ αὐτὸς με τελθὼν ἀρίστως μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους προ τρέπειν εἰς ἄσκησιν· καὶ εἰς ὕβριν τιθεὶς τοὺς ἐμ Οργιάζοντος ἀνδρὸς τελετήν,
col. 517–518page 255 of 633
PG 146:517Χ. ποδών καθισταμένους τοῖς ᾑρημένοις παιδεύεσθαι. Γράφει δὲ οὕτως των, Οἶμαι δὲ πᾶσιν ἀνομολογεῖσθαι τῶν νοῦν ἐχό παίδευσιν τῶν παρ' ἡμῖν ἀγαθῶν εἶναι τὸ πρῶτον· οὐ ταύτην μόνην τὴν εὐγενεστέραν καὶ ἡ μετέραν, ἢ πᾶν τὸ ἐν λόγοις κομψὸν καὶ φιλότιμον ἀτιμάζουσα, μόνης έχεται σωτηρίας καὶ τοῦ κάλλους τῶν νοουμένων· ἀλλὰ καὶ τὴν ἔξωθεν, ἣν οἱ πολλοὶ Χριστιανῶν διαπτύουσιν ὡς ἐπίβουλον καὶ σφαλεράν καὶ Θεοῦ πύῤῥω βάλλουσαν, κακῶς εἰδότες καὶ λίγ ἐπικινδύνως. Ωσπερ γὰρ οὐρανὸν, καὶ γῆν, ἀέρα, καὶ ὅσα τούτων, οὐκ ἐπειδή τινες κακῶς ἐξειλήφασιν, ἀντὶ Θεοῦ τὰ τοῦ Θεοῦ σέβοντες, διὰ τοῦτο που ριφρονητέον· ἀλλ' ὅσον χρήσιμον αὐτῶν ἐκκαρπούμενοι, πρός τε ζωὴν καὶ ἀπόλαυσιν, ὅσον ἐπικίνδυνον διαφεύγομεν· οὐ τῷ Κτίστη τὴν κτίσιν ἐπανι. στάντες, κατὰ τοὺς ἄφρονας, ἀλλ' ἐκ τῶν δημιουργημάτων τὸν Δημιουργόν καταλαμβάνοντες· καὶ ὅ φησιν ὁ θεῖος Απόστολος, αἰχμαλωτίζοντες πᾶν νόη μα εἰς Χριστόν· ὡς δὲ καὶ πυρὸς καὶ τροφῆς, καὶ σιδή ρου, καὶ τῶν ἄλλων, οὐδὲν καθ' ἑαυτὸ χρησιμώτατον ἴσμεν ἢ βλαβερώτατον, ἀλλ' ὅπως ἂν δοκῇ τοῖς χρω μένοις· ἤδη δὲ καὶ τῶν ἑρπυστικῶν θηρίων ἔστιν ἃ τοῖς πρὸς σωτηρίαν φαρμάκοις συνεκεράσαμεν οὕτω καὶ τούτων, τὸ μὲν ἐξεταστικόν τε καὶ θέλ ρητικὸν ἐδεξάμεθα· ὅσον δὲ εἰς δαίμονας φέρει καὶ ἀπωλείας βυθόν, διεπτύσαμεν. "Οτι μὴ κἀκ τούτου πρὸς θεοσέβειαν ὠφελήμεθα, ἐκ τοῦ χείρονος τὸ κρείττον καταμαθόντες, καὶ τὴν ἀσθένειαν ἐκείνων ἰσχὺν τοῦ καθ᾿ ἡμᾶς λόγου ποιησάμενοι. Οὐκ οὖν ἀτιμαστέον τὴν παίδευσιν, ὅτι τοῦτο δοκεῖ τισιν ἀλλὰ σκανοὺς καὶ ἀπαιδεύτους υποληπτέον τους οὕτως ἔχοντας· οἱ βούλοιν τ' ἂν ἀπαντας εἶναι καθ' ἑαυτοὺς, ἵν' ἐν τῷ κοινῷ τὸ κατ' αὐτοὺς κρύπτηται, καὶ τοὺς τῆς ἀπαιδευσίας ἐλέγχους διαδιδράσκω Καὶ ταῦτα μὲν ὁ θεῖος Γρηγόριος Βασίλειος δὲ ὁ μέγας οὐ μόνον τὴν Ἑλληνικὴν παιδείαν ἀναγινώσκειν ἐφίησιν, ἀλλὰ καὶ γενναίῳ λόγῳ μάλιστα τοῦτο κρατύνει· Ὅπως ἂν νέοι ὄντες. ἐκ τῶν Ελληνικών παιδευμάτων ὠφελοῦντο διαταττόμενος. Τοσαῦτα μὲν καὶ περὶ τῶν ᾿Απολλιναρίων καὶ τῆς Ἑλληνικῆς παιδείας ειρήσθω. ΚΕΦΑΛ. ΚΖ'. Ως εἰς Αντιόχειαν κατὰ Περσῶν ἐλθὼν Ἰουλιανὸς, καὶ περιυβρισθεὶς τὸν πώγωνα, τὸν κατὰ τῶν Ἀντιοχέων Μισοπώγωνα διεξήλθε λό γον. Βασιλεὺς δ' ἐκ Χριστιανῶν πλεῖστα συλλεξάμενος χρήματα, ἐς Πέρσας ἤδη τὸ ὅρμημα θέμενος, εἰς Αντιόχειαν ἧκε των Σύρων. Τὸ δ' οἰκεῖον φιλότιμον Αντιοχεύσι δεῖξαι βουλόμενος, τὰ ἐπ' ἀγορᾶς ὤνια καὶ τὰ ἐπιτήδεια τῆς νενομισμένης τιμής κατεβί

Chapter XXVIIICaput XXVIII

col. 519–520page 256 of 633
Caput XXVII
PG 146:519λυπλήθεια γίνεται, τὸ ἄφθονον μὲν τῶν πόλεων περιαιρεῖ· ζημία δὲ καὶ τοῖς περιοίκοις ἐγγίνεται. Οἱ τοίνυν κάπηλοί τε καὶ παλιγκάπηλοι, τὴν ἐντεῦθεν ζημίαν μὴ φέροντες, πολλὰ κατεβόων τῶν βα σιλέως, ἀποσχόμενοί τε τῆς ἐμπορίας, ἐπιλιπεῖν τὰ επιτήδεια παρεσκεύασαν. Οἱ δὲ τῆς ᾿Αντιόχου (ἐπ.ρ. ῥεπεῖς γὰρ πρὸς ξέρει; οἱ ἄνθρωποι) ἀνέδην τε τὸν βασιλέα ἐτώθαζον, καὶ ἀπέσκωπτον εἰς τὸν ἐκείνου τώγωνα, ὡς βαθὺς εἴη, καὶ δέον κείρε αὐτὸν, καὶ σχοινία ἐκ τούτου πλέκειν· καὶ εἰς τὸ νόμισμα, ὅτι ταύρου εἶχεν εἰκόνα· ἐπίσης γὰρ τῶν ὑπτίων ταύρων ἀνατετράφθαι τὸν κόσμον ὑπ' ἐκς να βασιλευόμενον. Δεισιδαίμων γάρ, εἴπερ τις, σφόδρα γενόμενος, καὶ τοῖς εἰδώλων βωμοῖς ταύρους θύων ἑκάστοτε, καὶ βωμὸν καὶ ταῦρον τῷ σφετέρῳ ἐντυποῦσθαι νομίσματι διετάττετο. Περιοργὴς δὲ γενόμενος, ἠπείλει κακῶς 'Αντιοχέας ποιεῖν· καὶ εἰς Ταρσόν μετῳκίζετο, τὰ ἐπιτήδεια τῷ πολέμῳ ἐκεῖθεν πορίσασθαι ᾑρημένος. Εἰς ἔργον δὲ τὴν ἀπειλὴν ἀγαγεῖν μὴ θελήσας, λόγοις ἀντισκώψαι τὴν Αντιόχου ἠθέλησε· καὶ λόγον κατ' Αντιοχέων γεν ναῖον καὶ μάλα ἀστεῖον διεξελθών, ὃν Αντιοχεικὸν * Μισοπώγωνα ἐπιγράφει. Καὶ οὕτως ἀμύνασθαι δόξας, τὴν πρὸς Πέρσας ἠπείγετο, στίγματα διηνεκή τῇ ᾿Αντιοχέων πόλει καταλιπών. Χριστιανοῖς δὲ πᾶσι κἀνταῦθα ἐπίσης τῇ μοχθηρίᾳ ἐκέχρητο, περὶ πολλοῦ ποιούμενος τὰ Ἑλλήνων κρατύνειν. Οἷα γοῦν περὶ τὴν θίην συνέβη Βαβύλα του μάρτυρες, καὶ τοῦ ἐν Δάφνῃ νεὼ τοῦ ᾿Απόλλωνος, ἄδικον παραλιπεῖν ἀδιήγητα. "Αρχομαι δ' ἐντεῦθεν. βασε· μὴ συνειδώς, ὡς ὅπου δ' ἂν στρατοπέδου πο Μισοπώγωνα, Περὶ τῶν ἐν Δάφνῃ τῆς ᾿Αντιοχείας γεγενημένων τῷ παραβάτῃ καὶ τῆς σοροῦ τοῦ ἁγίου Βα ξύλα καὶ μάρτυρος· καὶ τοῦ ἁγίου Θεοδώρου τοῦ ὁμολογητού. Πρὸ τῆς Ἀντιόχου επίσημον τι προάστειών ἐστι καὶ τῶν ἄλλων ἐξαίρετον, ὃ πολλαῖς μὲν κυπαρίσσοις θάλλει, αλσώδης δ᾽ ἐστὶ μάλα ὁ χῶρος, ποικιλία δένδρων ἀναμίξ ταῖς κυπαρίστοις ὡραῖζόμενος. 18 δὲ μεταξὺ τῶν δένδρων, ὅτι ὡρῶν εἰσιν εὐώδη άνθη παντοδαπά φύεται. Ομηρος δὲ τῷ τόπῳ ἡ πανταχού τοῖς φύλλοις καὶ τοῖς κλάδοις ἐκ πυκνότητος γινο μένη σκιά, μηδαμῶς ἐῶσα τὴν ἀκτῖνα τοῦ ἡλίου τῷ ἐδάφει προσβάλλειν. Τερπνότητος δ᾽ οὐδὲν ἐλλείπει τῷ χώρῳ τῷ τε γὰρ ἀφθόνῳ τῶν ὑδάτων λίαν ἐστὶ κατάρρυτος, ὡρῶν τε εὐκρασίᾳ ἡρέμα τοῖς κλάδος τοῦ ξεφύρου καὶ τῶν λοιπῶν ἀνέμων προσπιπτόν των, καὶ λιγυρὸν οἷον ηχούντων. Ὅπου δή φασιν Ελλήνων παῖδες μῦθον ὑφαίνοντες, τὴν τοῦ ποτα μου Λάδωνος Δάφνην, ἐξ ᾿Αρκαδίας φεύγουσαν ᾿Απόλλω τὸν ἐραστήν, εἰς ὁμώνυμον φυτὸν ἀμειούς. ναι· τὸν δὲ μηδ' οὕτω τὸν πόθον ἀποβαλεῖν· τὸν
col. 521–522page 257 of 633
PG 146:521έρωτα δ' οἷον παραμυθούμενον, ταῖς τῆς ἐρωμένης κλάδοις τὴν κεφαλὴν ἀναδήσασθαι, καί γε δένδρον γενομένην, περιπλακῆναι καὶ περιπτύξασθαι, καὶ μηδ' ἀπαλλάττεσθαι μάλα αἱρεῖται, ἀλλὰ προσεδρεύειν ταύτῃ σὺν ἀστειότητι, κἀντεῦθεν καὶ τιμῆσαι τὸν χῶρον τῇ μακρά προσεδρείᾳ· καὶ τῶν ἄλλων χώρων ἐκρανῆ ποιῆσαι καὶ κεχαρισμένον αὐτῷ. Ενταῦθ' οι σωφρονεῖν αἱρούμενοι καὶ τὸν τρόπον ἐπιεικεῖς διατρίβειν ἥκιστα ἤθελον. Μάλα γὰρ ἦν ὁ χώρος πρὸς ῥᾳστώνην ἀνειμένος. Τοῖς γε μὴν διεφθορόσι τῶν νέων, ἐπέραστός τις διαφερόντως εδό και, ἅτε δὴ καὶ τῷ μύθῳ βοηθουμένοις, ερωτικῷ γε δντι. Ἐν διπλῷ γὰρ ἐκείνοις τὸ πάθος ἀνήπτετο, εἰς παραίτησιν οὐκ ἀγεννῆ προϊσχομένοις τὸν μῦθον ἀναΐδην τε γὰρ τῇ ἀκολασίᾳ ἐχώρουν μήτ' αὐτοὶ σωφρονεῖν δυνάμενοι, ἀλλ' οὐδὲ σώφρονας τῷ χώρῳ διατρίβειν ἠνείχοντο. Μὴ γὰρ μετ' ἐρωμένης ἐκεῖσε διατριβήν τις έχων, αγεννής τις ἂν ἔδοξε μάλα καὶ ἄχαρι;, καὶ ὡς ἄγο; τι ἀποτρόπαιον ἐκεῖθεν ἠλαύνετο. Διὰ πλείστης δὲ τῆς τιμῆς ἦν ὁ χῶρος τοῖς ἑλληνίζουσιν. "Αγαλμα γὰρ ἐνταῦθα ἐτύγχανεν εἰς κάλλος λίαν ἀπεξεσμένον Δαφναίου Απόλλωνος· καὶ νεὼς κάλλιστος, εἰς ὕψος ἅμα καὶ μέγεθος φιλοτίμῳ ἕξειςγασμένος χειρί· ὃν Σέλευκον ἀνεγείραι λόγος τὸν ᾿Αντιόχου πατέρα· ὃς καὶ τὴν ἐπώνυμον πόλιν, τὴν ᾿Αντιόχου φημί, μεγαλοπρεπῶς τὸ κατ' ἀρχὰς άνιστα. Πίστις γε μὴν προσήν ἐκ πολλοῦ καί τι μαντικὸν ὕδωρ ἐκ Κασταλίας τῆς πηγῆς καταῤῥεῖν ἐκεῖσε, καὶ μηδέν τι παραλλάττειν τήν τ' ἐνέργειαν καὶ προσηγορίαν ἐκείνου. Φασὶ δὲ καὶ ᾿Αδριανῷ τῷ βασιλεῖ ἐν ἰδιώταις ἔτι ταττομένῳ, ἐνταῦθα προφοι βασθῆναι τὸ μέλλον· δάφνης γὰρ φύλλον ἐμβάψαντα τῇ πηγῇ, τὴν τοῦ μέλλοντος ἀρύσασθαι πρόγνωσιν, γράμμασι καταμηνυθεῖσαν αὐτῷ· ἐπεὶ δὲ καὶ τέλος ἔσχεν ἡ πρόῤῥησις ἐπ' αὐτῷ, ἵνα μὴ καὶ ἄλλοις οὕτω τὸ μέλλον μανθάνειν ἐξῇ, χώμασι πολλοῖς τὴν πηγὴν ἀφανίται. Ταῦτα μὲν Ἑλλήνων παιδές φασιν· ὡς δὲ Γάλλος Καίσαρ πρὸ Κωνσταντίου χειροτονηθεὶς ἐν ᾿Αντιοχεία διέτριβε, τὰς ἐκεῖσε τῶν βαρβάρων ἀναστέλλων όρο μάς· ἐπεὶ Χριστιανὸς ὤν, ἐς τὰ μάλιστα ἐτίμα τοὺς ὑπὲρ Χριστοῦ καὶ τοῦ δόγματος γενναίως ἀγωνισαμένους, ἔγνω δὴ τὸν χῶρον τῆς μακρᾶς δεισιδαιμονίας καὶ τοῦ ἀκολάστου τρόπου μάλιστα ἐκκαθάραι καὶ ἀπαλλάξαι. Νομίσας οὖν ὡς οὐκ ἄλλως γε περιέσοιτο τοῦ δεινοῦ, εἰ μὴ εὐκτήριον ἐκεῖσε δὴ ἀντι καταστήσειεν οἶκον, τοῦτο εὖ διαπεπραγμένος, καὶ τὴν θήκην Βαβύλα τοῦ μάρτυρος εἰς δάφνην μετή μαγεν· ὅς πρὸ πολλοῦ λαμπρῶς τὴν Ἀντιοχέων ἐπι τροπεύων, ἐπὶ Νουμεριανοῦ γενναίως τὸν ὑπὲρ Χρι στοῦ ἀγῶνα διήνεγκε. Τὸ δὲ μαρτύριον ἐξ αἰτίας τοιαύτης αὐτῷ προβῆναι· ἐπίσκοπος μὲν γὰρ ἦν ὁ Βαβύλας· κατὰ δὲ τινα δαίμονα γνώμην, Νουμεριανῷ ἔρως έμπεσείν, πληθούσης τῆς ἐκκλησίας εἰσ ελθεῖν ἐν αὐτῇ· τὸν δ᾽ ἱεράρχην κατὰ τὰ πρόθυρα Αύγουστείον,
col. 523–524page 258 of 633
PG 146:523Α' τοῦ νεὼ στάντα, τὴν εἴσοδον διατειχίζειν αὐτῷ, κάν σκοντα ὅσα γε δυνατός εἴη, μὴ περιόψεσθαι λύκου τῷ ποιμνίῳ παρεισευόμενον, καὶ τὸν μὲν αὐτίκα τῆς ὁρμῆς ἀνακρουσθῆναι τὸν δ' ἐπίσκοπον ἐν αἰ. τίαις πρῶτα ἐτίθει τῆς τόλμης. Έπειτα δαίμοσι θύειν ἐκέλευς· μόνην γὰρ εἶναι τὴν ἐξοσίωσιν ταύ την, τοῦ ἐγκλήματος λύσιν, καὶ τῆς εἰσέπειτα τιμῆς τε καὶ δόξης πρόξενον. Τὸν δὲ γενναίως ἀντιταξάμενον τὸν μαρτυρικὸν ἀναδήσασθαι στέφανον· οὗ τὴν θίσην τότε μετήνεγκε. Τούτου δὲ γενομένου, λόγος μὴ τοῦ λοιποῦ τὸ δαιμόνιον χρησμὸν ἀνελεῖν. Καὶ ἐδόκει μὲν τοῖς πολλοῖς, ὡς θυσιῶν ἀμοιρῆσαν καὶ τῆς πρὶν θεραπείας ἧσπερ ἠξίωτο, σιωπᾷν. Αλλ' ἠλέγχθη τοῦτο οὕτως μὴ ἔχον. Αἴτιον γὰρ ἦν ἀληθ θῶς, ὡς ἐγγειτόνων σκηνώσας ὁ μάρτυς οὐ ξυνεχώρει τὸ ἔργον δυνάμει κρείττον: ἀπείργων, ἐκεῖνο τοῦ ἐγχειρήματος. Ἐπὶ γὰρ Ἰουλιανοῦ εἰς κόρον ἀπὸ λοῦσαν τῶν συνήθων αἱμάτων, καὶ θυσιῶν, οὐδὲν μᾶλλον ἄναυδον ἦν. Καὶ τὸ ὕστατον καὶ αὐτῷ γε ἐκείνῳ τῷ βασιλεῖ χρησμὸν αὐτοῦντι τῆς κατὰ Περ σῶν ἕνεκεν ἐκστρατείας, πυκνὰ γὰρ ἐκεῖσε οὗτος ἐπεχωρίαζε, φιλοθύτης γε ῶν, καὶ ἀφθάνεις αἷμασι γεραίρων τὸν Πύθιον, τὸ αἴτιον τῆς προτέρας σιωπῆς κατεμήνυσεν. Ἐπειδὴ γὰρ τῷ μαντείῳ πεῖραν προς ήγε περὶ ὧν οἱ αὐτῷ ἐδόκει, τῷ ἱερῷ προσβαλών, φιλοτίμοις θυσίαις τιμῶν τὸ δαιμόνιον, καὶ ἐδεῖτο μὴ ἀμελεῖν λέγειν περὶ ὧν ἐκείνῳ ἦν σπουδή έρω τᾷν. Τὸ δὲ περιφανῶς μὲν οὐκ ἐδήλου μὴ δύνασθαι χρησμῳδεῖν ὡς ἔθος διὰ Βαβύλαν τὴν μάρτυρα· ἔτε ρον δὲ τρόπον τοῦτο ἐσήμανεν· Νεκρῶν γάρ, εἶπεν, ὁ χῶρος μεστός· καὶ διὰ τοῦτο ἥκιστα δύνασθαι χρησμῳδεῖν. Πολλοὶ μὲν οὖν καὶ ἄλλοι ἦσαν ἐκεῖσε νεκροί· ὁ δὲ Ἰουλιανὸς συμβαλών τὸν μάρτυρα μέσ νου Βαβύλαν ἐμποδὼν καθίστασθαι ταῖς μαντείαις, προστάττει αὐτίκα τὴν θ ην μετατεθῆναι τοῦ μάρ τυρος. Χριστιανοὶ δ' ἐλθόντες ἐπὶ τὴν πόλιν, ἤγαγον ὡσεὶ στάδια τεσσαράκοντα· ἔνθα δὴ νῦν ὁ μάρτυς κεῖται, τὴν οἰκείαν προσηγορίαν τῷ τόπῳ θέμενος, Οἱ δὲ ἄγοντες νέοι τε καὶ γέροντες, καὶ ἄλλως σε 1 νὸς ὄντες καὶ χορὸς τίμιος, ἀλλήλους ἀνέπειθον δι τάσης ψάλλοντες τῆς ὁδοῦ· προφάσει μὲν τοῦ τὴν ἱδρῶτ' ἀναψύχειν, τὸ δ' ἀληθὲς, ζήλῳ ἐφέροντο, ἐξελέγχοντές τὸ τοῦ κρατοῦντος περὶ τὸ θεῖον ἀλλόκο τον. Ἐξῆρχον μὲν οὖν τοῦ μέλους, οἱ περὶ τὰ τοιαῦτα ἠκριβωμένως εἶχον· σὺν ἄλλοις δὲ τὸ πλῆθος, ξύμο φωνον καὶ τοῦτο δὴ τὸ μέρο; ἐπῇδεν· «Ἡσχύνθησαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν.» Τότε δὴ ὁ πρὶν φελλο σοφεῖν ἐπαγγελλόμενος βασιλεὺς ἐξηλέγχετο. περιοργὴς γὰρ γενόμενος ὡς ὑβρισμένος, κακώς ποιεῖν ᾑρεῖτο Χριστιανούς· καὶ τοιαῦτά τ' ἐπ' αὐτοῖς πράτο τειν, οἷάπερ οἱ περὶ Διοκλητιανὸν ἐποίουν. Ἐπεὶ δὲ ἡ πρὸς Πέρσας σπουδὴ τὴν ὁρμὴν ἐκείνου ἀνέστελλε, Σαλουστίῳ ἐνεκελεύετο, ὅς τὴν ἔπαρχον τηνικαῦτα διεἶπεν ἀρχὴν, συλλαβόντα τοὺς διαφέροντας ἐν ψαλ μῳδία, κολάζειν. Ὁ δὲ, καίτοι πολὺς τὴν Ἑλληνικήν θρησκείαν ὢν, οὐδαμῶς ἐπῄνει τὸ βούλευμα. Αντ τείνειν δὲ οὐχ οἷός τε ὢν πρὸς τοῦ πέταγμα, τῇ ὑστε ραίᾳ πολλοὺς τῶν Χριστιανῶν συνελάμβανε, καὶ ὑπὸ
col. 525–526page 259 of 633
PG 146:525δεσμωτήριον ἦγεν. Ενα δὲ τούτων προῆγε, Θεόδωρον όνομα, νεανίαν τὸν χρόνον· δν κολάσεσιν οὐκ ὀλίγαις ὑποβαλών, καὶ ξύλῳ βασανιστηρίῳ ἀνήρτα. Ἰκανῶς δὲ καταξανθῆναι παρασκευάσας τὸ σῶμα, ἐπεὶ ἄληπτον δώρα τὴν μάρτυρα, μὴ λιπαροῦντα, ἀνώδυνον δὲ οἷον φαίνεσθαι παρεχόμενον· ὥσπερ γὰρ θεατὴς τῶν ἐπ' αὐτῷ γινομένων, ἀλλ' οὐκ ἀθλη τῆς ὤν, στερῶς τὸ πάσχειν διεκαρτέρει, καὶ τὸν πρότερον αὖθις ἐπῇδε ψαλμόν, ἔργοις δεικνύων μὴ μέλον αὐτῷ οἷς παρ' ἐκείνου τάζετο· μόλις ἔλυε τῶν δεινῶν. Τότε δ᾽ ἡφίετο, ὅτε μὴ ζῇν ἔτι τῷ κολαστῇ Εήκει. Εκείνου δὲ τὴν ἔνστασιν ἐν ἐκπλήξει ποιού μενο; ὁ Σαλούστιος, παρὰ τὸν βασιλέα ἐλθὼν ἀνήγγειλεν· ὡς «Εἰ μὴ παύσαιμεν Χριστιανοῖς ἐπικείμενοι, ἐνδόξους μὲν αὐτοὺς θάττον, ἐν γέλωτι δ' ἡμᾶς τῷ παντὶ κείσεσθαι πράξομεν. ο Δοξάντων δ' ἐν ἀμείνονι εἶναι & Σαλούστιος ἔλεγεν, ἀφείθησαν 65 οἱ δεσμῶται. Θεόδωρος δ' ἐπεβίω μετὰ τὴν ὁμολογίαν χρόνον συχνόν. Λέγεται δὲ μετὰ ταῦτα, Ρουφίνον εὑρόντα, δς τὰ ἐκκλησιαστικά Ῥωμαίων γλώττη ἐξέθετο, ἔρεσθαι εἴπερ αἴσθησιν τῶν δεινῶν πάσχων εἶχε, καὶ εἰ ἀνώδυνος ἔφερε τὰς πληγάς· τὸν δὲ φά ναι, ὡς πάντη μὲν οὐκ ἦν ἀνώδυνος· παρεστώτα δέ τινα νεανίαν, ὑφάσματι λεπτοτάτῳ τοὺς ἱδρῶτας μὲν ἀπομάττειν, ὕδωρ τ' ἐπιχέειν μάλα ψυχρόν, ᾧ τὰς τῶν πόνων ἀνέψυχε φλεγμονάς, καὶ τὸ πολὺ τῶν» ἐλγηδόνων ὑφῄρει· ἐπιῤῥωννύντα τὸ πνεῦμα, καὶ ἄρρητον ενιέντα τὴν τέρψιν τοῖς πόνοις. Καί μοι δο κεῖ, μὴ ἀνθρώπινον εἶναι οὕτω τοῦ σώματος ὑπεριδεῖν, μὴ τῆς θείας προηγουμένης ροπῆς. Τοσαῦτα μὲν περὶ τοῦ θαυμαστοῦ Θεοδώρου. Εκ ταύτης δὴ τῆς αἰτίας ὁ μάρτυς Βαβύλα; ἐν τῇ Δάφνη ἀπήχθη, καὶ αὖθις μετακινήθη ἐκεῖθεν. Μετὰ δὲ μι κρὸν, πῦρ αἰφνίδιον ἐμπεσὸν τῷ νεῷ τοῦ Δαφναίου ᾿Απόλλωνος, αὐτόν τε καὶ τὸ ἄγαλμα καὶ τὴν ὄρος τὴν πᾶσαν εἰς τέφραν ἐποίει. Ἐν ἀκαρεῖ δὲ πάντα ήταν γυμνά, οι τβ τοίχοι καὶ οἱ περίβολοι καὶ οἱ πρὸ τῶν πυλῶν κίονες, καὶ ὁ ὀπισθόδομος. Καὶ Χρι στιανοῖς μὲν ἐδόκει τὸ πῦρ τῷ δαίμονι προσβαλεῖν αἰτησαμένου τοῦ μάρτυρος· Ελληνες δὲ τὸ ἔργον Χριστιανοῖς ἐνετίθουν. Ἐκ δὲ ταύτης τῆς αἰτίας ὁ τοῦ νεὼ ἱερεὺς εἰς ἐξέτασιν ἤγετο καταμηνύσων τὴν τολμητήν. Καὶ δὴ πολλὰς ὑποστὰς βασάνους, καὶ ἐν δεσμοῖς γεγονώς, ήκιστά τινα είχε καταμηνύειν. “Ο δὴ Χριστιανοὺς ἐπὶ μέγα ἦρε· μὴ κατ' ἀνθρωπίνην ἐπιβουλὴν, θείᾳ δὲ μήνιδι τὸ πῦρ τῷ ναῷ κατασκῆψαι. Καὶ τὰ μὲν ὧδε εἶχεν· ἐκ δὲ τῶν συμβάν των τῷ τῆς Δάφνης νεῷ, ὥς γε εἰκάζειν ἔστι, διὰ Βαβύλαν τὸν μάρτυρα, μαθὼν Ἰουλιανὸς καὶ ἄλλους οίκους είναι μάρτυσιν ἀνειμένους, ἄγχιστα τοῦ Δι δυμαίου Απόλλωνος, δς πρὸ τῆς Μιλήτου ἐστί, τοῖς Καρίαν ἔγραφεν ἡγεμόσιν· εἰ μὴ τράπεζαν

Chapter XXIXCaput XXIX

col. 527–528page 260 of 633
PG 146:52766 καὶ ἄροφον ἔχειν, διδόναι πυρί· ὅσα δὲ τῶν οἰκοδομημάτων ἡμιτελῆ ἐστιν, ἐκ βάθρων αὐτὰ ἀνασπᾶν. ΚΕΦΑΛ. ΚΘ'. Περὶ τῆς ἀπάτης τῶν ῾Ελληνικῶν χρηστηρίων καὶ ἀπαρίθμησις τῶν κατὰ θεομηνίαν πεπονθότων, ἅτε δὴ περὶ τὰ θεῖα ἐξυβρισάντων. Ἐξ ὧν γὰρ ἐσπούδαζεν Ἰουλιανὸς καὶ Ἕλληνες κιχρᾷν τὰ δαιμόνια, ἐκ τούτων μᾶλλον τὸ ἀσθενὲς καὶ πεπλανημένον τῆς θείας συνελαυνούσης προ νοίας Ελέγχετο. Ψευδεῖς γὰρ καὶ ἀτέλεστο: σχεδόν πάντες οἱ ἐκ τῶν χρηστηρίων χρησμοί κατά γε τὸ προφανὲς ἐγνωρίζοντο. Στρατεύειν γὰρ ἐπὶ Πέρτα; μέλλων, εἰς Δελφοὺς καὶ Δωδώνην πέμψας, ἐπηρώτα τοὺς μάντει;. Οἱ δ' οὐ μόνον στρατεύειν, ἀλλὰ καὶ νικᾶν ἐπηγγέλλοντο. Τόσον δὲ τῆς ἀληθείας εστά χουν, ὅταν ἔδειξε τὰ ἐς ὕστερον. Ἐγὼ δὲ καὶ ἕνα τῶν χρησμῶν τοῦ ψεύδους τῷ παρόντι ἐνθήσω συγ γράμματι· ο Νῦν πάντες ὡρμήθημεν θεοί, τίκης τρόπαια κομίσασθαι παρὰ θηρὶ ποταμῷ. Εγώ δ' ἡγεμονεύσω θοῦρος πολεμόκλονος "Αρης. Θηλα οὖν ποταμὸν τὸν Τίγριν ὠνόμασαν, ἐπειδήπερ ἔστιναὐτῷ θηρίον ὁμώνυμον. Ὑπὸ τὴ τούτων ὁ τείλαις; βουκοληθεὶς τῶν χρησμῶν, τὴν νίκην ὠνειροπόλες καὶ βεβαιωθείς, εἰς τὸν κατὰ Περσῶν ὁπλίζετο πόν λεμον. "Αλλοτε δὲ θεσπισάντων ἅμα πάντων καθ' ἕκαστον τῶν μαντείων σχεδὸν, ὡς ὁ τοῦ βασιλέω; θεῖος τὰ ἐκ μητρός Ἰουλιανὸς νοσῶν οὐ τεθνήξεται, ἐν αὐταῖς τοῖς τῶν χρησμῶν ἀναγνώσει τον οἰκτρώς ἐκεῖνος καὶ ἐλεεινῶς τὸν βίον κατέστρεψε. Καὶ γὰρ πολλοὶ τῶν εἰς Χριστιανοὺς καὶ τὴν εὐσέβειαν ἐκ μανέντων δίκας ἔτισαν οὐ μεμπτάς· εἰς τὸ προφα νέστατον δὲ καὶ ὁ ἐπιφανῆς Ἰουλιανὸς, ὁ τηνικαῦτα τῆς Εω πάσης ἄρχων, θεῖος ὤν, ὥς γε εἴρηται, κατὰ τὸ μητρῷον γένος τοῦ ἀποστάτου. Πρὸς δὲ καὶ Φήλιξ ὁ τους βασιλικούς θησαυροὺς ἐπιτετραμμένος· καὶ Ἐλπίδιος ὁ τηνικαῦτα τῆς βασιλικῆς οἰκίας προε στηκώς (κόμητας δὲ τῶν προβάτων τούτους ἡ Ῥω μαίων γλώσσα καλεί). Οὗτοι δὲ οἱ τρεῖς τῶν τῷ βασιλεῖ κεχαρισμένων μάλιστα ὄντες, κακείνῳ μὲ χαριζόμενοι, τὴν εὐσέβειαν ἐξηρνήσαντο. Ἰουλιανός γὰρ τὸν κατὰ τοῦ ἀγάλματος τῆς Δάφνης ἐμπρησμὲν ερευνώμενος, μήπου τις τῶν Χριστιανῶν μίσει τῷ τῶν θεῶν τὸ πῦρ ἔβαλεν· ἐπειδὴ παρὰ τῶν πλησιοχώρων ἀγροίκων ἀνέμαθεν οὐρανόθεν τὸν πρηστήρα φερόμενον τεθεᾶσθαι, ὅμως οὐ καθυφῆκε μὴ κατά τοῦ Θεοῦ τῶν ὅλων ὁπλίζεσθαι. Καὶ δὴ προστάτη τὰ ἱερὰ τῆς μεγάλης Εκκλησίας σκεύη, οὐδενὸς εἰς πολυτέλειαν ἐνδεᾶ (ἣν Κωνσταντῖνος ὁ μέγας ἐδεί ματο), τοῖς βασιλικοῖς ταμείοις ἀποδοθῆναι· πρὸς δὲ καὶ τὰς θύρας ταύτης τοῖς 'Αρείου θιασώται; ε δου. Καὶ τῷ μὲν Ιουλιανῷ Φήλιξ καὶ Ἐλπίδιος το νεῷ συνεισῆλθον, τῶν βασιλικών χρημάτων διτ τομίαι, ὁ μὲν τῶν δημοσίων, ὁ δὲ τῶν ἰδίᾳ τοῦ βασι
col. 529–530page 261 of 633
PG 146:529λέως ὄντων. Τούτων ὁ μὲν Ιουλιανός, ἀργαλέᾳ τε καὶ δυστεκμαρτῳ νόσῳ βληθεὶς, ἐπὶ τεσταράκοντα ὅλας ἡμέρας ἔκειτο ἀποτάδην, μήτε φθεγγόμενος, μήτε τινὰ συναίσθησιν ἔχων. Τὸ δ' αἴτιον ότιπερ και θέδρα τοῖς ἱεροῖς ἐχρήσατο σκεύεσι, προσαββάσσων τῇ γῇ· καὶ τὸν ἱεράρχην Εὐζώτον, πειραθέντα κω λύσαι τὸ ἄγος, κατά κόρρης παίει σφοδρῶς, ἐπει τῶν, ὡς ἔρημα τὰ Χριστιανῶν τῆς θείας τυγχάνει κηδεμονίας. Μικρὸν δὲ τέως υποῤῥαΐσας, πολλὰ μὲν κατεγίνωσκεν ἑαυτὸν τῆς ἀθεμίτου γνώμης· καὶ τὴν δίκην αὐτῷ συνήσθετο ἐκεῖθεν καταρραγήναι. Καὶ μέχρι τοῦ μάρτυρα αὐτὸν ἑαυτῷ τῆς ἀνοσιουργία; γενέσθαι ἀνενεγκών, παντοδαποί; ἔλκεσι καὶ σηπεδόσι τὴν γαστέρα σπασθείς, συνδιερράγη καὶ τὴν ψυχήν. Τῶν γὰρ ἐγκάτων τούτῳ διαταπέντων, τὴν κόπρον οὐκέτι διὰ τῶν ἀποκριτικῶν ὀργάνων παρέ πεμπεν, ἀλλὰ τὸ μυσαρόν στόμα τῆς βλασφημίας γενόμενον όργανον, τῆς ἀποκρίσεως ἐγένετο μόριον. Τὸ δέ γε αἰδοῖον καὶ οἱ περὶ αὐτὸ πόροι ἐφθείροντο καὶ αἱ περὶ ἐκεῖνα σάρκες καταταπείσαι, πρὸς σκύ ληκας μετεβάλλοντο. Καὶ τὸ πάθος ἐπικρατέστερον ἦν τῆς τῶν ἰατρῶν τέχνης. Διὰ παντοδαπῆς γὰρ Έχοντες πείρας αἰδοῖ καὶ δέει τοῦ ἄνακτος, πᾶσάν τε φαρμάκων ἰδέαν κινήσαντες, λίπεσί τε τῶν πολυ ίμων ὀρνίθων οὓς ἔθιον τὰ διεφθορίτα μέλη προσ πλάττοντες, τοὺς ἐν βάθει κρυπτομένους σκώληκας πρὸς τὴν ἐπιφάνειαν μετεστέλλοντο. Οἱ δ' ἐπὶ μᾶλο τον πρὸς τὰς ζώσας εἶρπον σάρκας κατά βάθος δυό μένοι. Καί γε οὐ διέλιπον κατεσθίοντες, ἕως οὗ βιζίῳ μέρῳ τὸν ἄθλιον διεχρήσαντο. Χρήσασθαι δὲ αὐτὸν τῇ τοιαύτῃ φασὶ συμφορᾷ, Θεοῦ τὸν χόλον ἐπαύξοντος, καθότι τῆς Ἐκκλησίας καὶ τῶν ἱερῶν αὐτοῦ σκευῶν κατωρχήσατο. Ο δέ γε Φήλιξ, τῶν ἱερῶν σκευῶν τὴν πολυτέλειαν θεασάμενος (Κωνσταντίνος γὰρ καὶ Κωνστάν τις φιλοτίμως αὐτὰ κατεσκεύασαν, ἐπεγγελῶν καὶ αστειουόμενος, «Ἰδού, ἔφη, ἐν ὁποίοις σκεύεσιν ὁ τῆς Μαρίας ὑπηρετεῖται υἱός.» Καντεῦθεν καὶ ἐξ οὐδεμιᾶς ἄλλης αἰτίας τῶν ἐν βάθει φλεβών μια; τῆς μεγίστης ἀναῤῥαγείσης, αίματός τε αὐλὸν ἐξέ πεμπεν ἐκ τοῦ στόματος· καὶ θέαμα τοῖς ὁρῶσι γε νόμενος φοβερόν, οὐδὲ δι' ὅλης ἡμέρας ήρκεσεν ἀλλὰ περὶ δείλην οψίαν τοῦ αἵματος ἐπιλείψαντος, καὶ τὴν ψυχὴν συναπέβαλεν. Ο δέ γε τρίτος Ελπίδιος, βλασφημήσας καὶ οὗ της Χριστὸν, εἰ καὶ τῶν ἄλλων βραδύτερον, ἀλλ' οὖν φωραθεὶς τυραννίδι συμπράττων, τῶν ὄντων ἁπάν των ἔρημος γεγονώς, εἱρκταῖς τε καὶ συμφοραίς ἑτέραις καταβιού; ἀκλεῶς καταστρέφει τὸν βίον,

Chapter XXXCaput XXX

col. 531–532page 262 of 633
PG 146:531επάρατος πᾶσι γενόμενος. Καὶ ἄλλος δέ τις τοῖς εἰσ Ει ρημένοις, τῇ ἐκκλησίᾳ συνεισελθών, ἣν ἐπόρθουν καὶ ἀπεσύλων, τά τε θεῖα κειμήλια καὶ ἀναθήματα λαφυραγωγοῦντες, καὶ τὸν ἐν αὐτοῖς θεραπευόμενου ἐξυβρίζοντες. Οὗτος δὲ πρὸς ταῖς λοιποῖς ἀτοπίαις τὴν ἐσθῆτα ἀνατυράμενος, τῷ θυσιαστηρίῳ έναςε. γαίνων οὗρον ἐξέκρινε· καὶ παραυτίκα, ποινήν χαλεπὴν καὶ ἐξεῖαν εἰσπράττεται· δι' ὧν γὰρ ὕβρις μορίων, ταῦτα μέχρι καὶ τῶν ἐντέρων διασαπείς, καὶ σκωλήκων ἀδιήγητον χρῆμα τεκνώσας, οἰκτρῶς ἄγαν καὶ οὐδ' ἀφηγήσεως ἀξίως καταστρέφει τὸν βίον. Ναὶ μὴν καὶ Ἥρων ἐκεῖνος ἐκ Θηβῶν τῶν Αἰσ γυπτίων ὁρμώμενος, καὶ εἰς ἐπισκόπους τελέσας, πρὸς Ἑλληνισμὸν ἔκ τινος συμβάματος μετεβλήθη ἐν παραχρῆμα νόσος σηπεδονώδης ἐπέλαβε, καὶ πᾶν αὐτοῦ καταβοσκηθεῖσα τὸ σῶμα, βδέλυγμα πᾶσιν ὑπέδειξεν. Ὁ δὲ πανταχόθεν ἀπορηθεὶς ἐν ταῖς ἀμε φόδοις διέῤῥιπτο· μηδ' ὀντινοῦν μηδαμόθεν ἔχων ἔλεων· τῶν μὲν Χριστιανῶν παντάπασιν ὡς ἄγος ἐκτρεπομένων αὐτόν· τῶν δ' Ελλήνων μέχρι τοῦ καθυποβαλεῖν αὐτὸν τῇ πλάνῃ μόνον διεγνωκότων. Καὶ ὁ μὲν Ηρων πικρῶς οὕτω καὶ παναθλίως τῆς ζωῆς ἀπελήλαται. Καὶ ἄλλο; δέ τις Θεότεχνος όνομα, ἀποῤενείς πρὸς Ἑλληνισμὸν, πᾶσαν ἀθρόως τὴν σάρκα διασαπείς, καὶ σκώληξιν ὕλη γενόμενος, καὶ τοὺς ὀφθαλμοὺς ὑπ' αὐτῶν γ' ἐκείνων ἐξηρυχθείς, τελευτῶν εἰς μανίαν ἐτράπη· καὶ τὴν σφετέραν γλώσσαν καταφαγών, ἐκ πικρῶν βασάνων εἰς πολύ χαλεπώτερα κολαστήρια παρεπέμφθη· οὐ μὴν δὲ ἀλλὰ καὶ ἕτεροι παραπλήσια τετολμηκότες, ἐξαμίλο λους καὶ τὰς τιμωρίας ἐξέτισαν. Τοιαῦτα δὲ πολλὰ τὸ τηνικάδε καὶ τὸ θεῖον ἑτερατούργει, ἀντιῤῥόπους τις ποινὰς παρὰ τῶν ἀναίδην κατὰ τῆς εὐσεβείας χωρούντων σαφῶς εἰσπραττόμενον. Καὶ τὰ μὲν τῶν ἀσεβῶν τοιαῦτα, ΚΕΦΑΛ. Α'. Περὶ τοῦ ἐν Πανεάδι τῆς Φοινίκης ἀγάλματος τοῦ Χριστοῦ, & ἡ αἱμόρρους ἀνίδρυσεν. Ἐγὼ δὲ καὶ ἕτερον οὐ σμικρόν σημεῖον τῆς τοῦ Χριστοῦ δυνάμεως ἐπαγόμενον, τῆς δὲ κατὰ τοῦ δυσσεβούς θεομηνίας τεκμήριον οὐκ ἐλάχιστον ὑπεμ φαῖνον οὐκ ἀνήσω συγκαλύψαι τὸν χρόνον. Φοίνισσα πόλις ἐστὶν, ἢ παλαίτατον μὲν δνομα είχε Δάν, κυσαμένη τὴν προσηγορίαν ἀπὸ Δὲν, ἑνὸς τῶν παίδων τοῦ πατριάρχου Ιακώβ, δς φύλαρχος κατέστη τῶν τηνικάδε κατοικούντων τὸν τόπον. Μετὰ δὲ τοῦτο χρόνῳ πολλῷ ὕστερον, ὁ τοῦ Ἡρώδου υἱὸς Φίλιππος Καίσαρι χαριζόμενος, εἰς ἀμφοτέρων τὰς κλήσεις ἀνίστα τὴν πόλιν, καὶ ἐπὶ τὸ μεγαλοπρεπές ᾠκοδόμει· καὶ Φιλίππου Καισάρεια ἐκαλεῖτο. Τῶν δ' Ε ληνιστῶν τὸ τοῦ Πανὸς ξόανον ἐν ταύτῃ καθιδρυσάν των Πανεάς ώνομάσθη. Ἐν οὖν τῇ Πανεάδι ταύτῃ πηγή τίς ἐστιν ἔνδον τῆς πόλεως. Παρὰ ταύτῃ δὴ τῇ πηγῇ αἱμόρρους ἐκείνη ἐπίσημέν τι ἄγαλμα χαλκοῦ
col. 533–534page 263 of 633
PG 146:533πεποιημένον ἀνέστη Χριστῷ, ἀμειβομένη τὸν εὐερ γέτην τῇ τοῦ πάθους ἀπαλλαγῇ· χάριν δὲ πλείστην τερπνότητος τοῖς ἐκεῖσε φοιτῶσι παρείχε θεώμενον. Τῆς δ' εἰκόνος ταύτης κατὰ τοὺς πόδας βοτάνη τις ἀνεφύετο νοσημάτων παντοίων, μάλιστα δὲ τῆς φθινάδος νόσου ἀλεξιφάρμακον. Αμήχανον δ᾽ ἦν τοῖς θεραπευομένοις τὸ αἴτιον, περὶ πλείστου ποιουμέν νας τὴν ζήτησιν. Ἐλελήθει γὰρ τῷ χρόνῳ, καὶ οὗ τινος έφερε τὴν μορφὴν, καὶ ἡ πρᾶξις δι' ἣν ἀνεστήλωτο. Τῷ γὰρ ὑπαιθρον καὶ γυμνὸν ἑστάναι στέγης τὸ θεῖον ἄγαλμα, οὐκ ἐλάχιστον καὶ τοῦ σώματος συνεχώςθη. Καὶ γὰρ ὄμβροι γῆν ἐκ τῶν ὑψηλοτέρων χώρων ἐπισυρόμενοι ἀεὶ προσετίθουν· ὑφ᾿ ἧς ἡ τῶν ἕκαστα δηλούντων ἐγγραμμάτων γνῶσις ἄδηλος ἦν. Ζητήσεως οὖν ποτε πολλῆς γενομένης περί τῆς χάριτος τῆς φυομένης ἐκεῖθεν, τὸ μὲν συγκεχωσμένον ἀνώρυκτο· τὰ δὲ γράμματα τὸ τῆς Ιστορίας ἀψευδὲς κατεμήνυον, καὶ τοῦ λοιποῦ ἡ μὲν τία οὐκέτι μετ' ἐκεῖνον ὤφθη τὸν χρόνον, οὔτε ἐκεῖ, οὔτ' ἀλλαχοῦ. Τοῦτον δὲ τὸν τοῦ Χριστοῦ ἀνδριάντα καθελών Ἰουλιανὸς, τὸν ἑαυτοῦ τῷ κίονι ἀνθιστα. Πύρ δ' ἐξαπίνης οὐρανόθεν ἐπεισπεσὶν βίαιον, τέμνει κατά τὸ στῆθος τὸ ἄγαλμα· καὶ τὴν κεφαλὴν σύναμα τῷ αὐχένι ἀποβαλόν, καθὸ καὶ τὸ διεῤῥωγὸς τῷ στέρνα ἐγένετο, ἐπὶ πρόσωπον πήγνυσι· καὶ εἰς πολὺ τοῦ χρόνου διέμεινε, την κεραυνίαν αιθάλην ἐναργώς στηλιτεύον τοῦτο τὸ ἄγαλμα. Τόν γε μὴν ἀνδριάντα Χριστοῦ μεταστησάμενοι τηνικαῦτα Χριστιανοὶ, ἐν τῷ τῆς ἐκκλησίας διακονικῷ ἔθεντο, τὰ πρέποντα θεραπεύοντες, στάσει τε σεμνοτέρα τιμῶντες· καὶ τὸ μεθ᾽ ἡδονῆς τῷ χώρῳ φοιτᾷν· θεώμενοί τε τὸ εἶ δος, καὶ τὸν περὶ τὸ ἀρχέτυπον πόθον ἐπιδεικνύμενοι. Τοῖς δὲ τοῦ δυσσεβούς τούτου χρόνοις, τὸ περὶ τὴν Πανεάδα Ἑλληνικὸν ἀναφλεγέντες, τῆς στάσεως ἀνασπασάμενοι, καὶ τῶν ποδῶν ἐκδησάμενοι, διὰ μέσης ἦγον τῆς λεωφόρου, πᾶν εἶδος ἀσεβείας δια πραττόμενοι. Τὸ μὲν οὖν ἄλλο σῶμα εἰς μέρος διέσπασαν· τὴν δὲ κεφαλὴν τῷ σύρεσθαι τῆς ἑλομελείας διαζυγεῖσαν, τῶν τινες τοῖς δρωμένοις ὡς εἰκὸς ἐπαλ γούντων, λεληθότως τε ἀνελάβοντο, καὶ ὡς γε ἦν αὐτοῖ; δυνατὸν, διεσώσαντο. Ωσαύτως δὲ καὶ τἆλλα τοῦ σώματος συλλεξάμενοι, τῇ ἐκκλησίᾳ ἀνέθεντο. Τὸ δὲ φυόμενον τῆς βοτάνης ἐκεῖνο εἶδο; οὐδενὶ τῶν Ιατρῶν ἢ περὶ τὰ τοιαῦτα ἐμπείρων δῆλον κατέστη. Καί μοι δοκεῖ μηδὲν εἶναι θαῦμα καὶ ξένας εἶναι τὰς εὐεργεσίας ἀνθρώποις, ξενοτρόπως Θεοῦ τούτοις ᾑρη μένου ἐπιδημεῖν· ὅτι γε καὶ ἄλλα πλείστα παράδοξα κατὰ χώρας και κώμας μόνοις τοῖς ἐπιχωρίοις ὡς εἰκὸς ἔγνωσται τῇ ἐξ ἀρχαίου παραδόσει διεγνωσμένα. "Οτι δ' ἀληθὲς τὸ λεγόμενον, ἐγγὺς ὁ λόγος δηλούν.

Chapters XXXI, XXXIICaput XXXI, XXXII

col. 535–536page 264 of 633
PG 146:535ΚΕΦΑΛ. ΛΑ'. Περὶ τῆς εἰς Νικόπολιν ἤτοι 'Εμμαους πηγής καὶ περὶ τοῦ ἐν Ερμουπόλει φυτοῦ τῆς Περ σέας, πάθη ανίατα θεραπεύοντος τῇ ἐπιδημία Χριστοῦ. Ἐν Παλαιστίνη πόλις ἐστὶ Νικόπολις ὄνομα· ἢν δὴ κώμην ἔκπαλαι οὖσαν, καὶ ἡ θεία τῶν Εὐαγγελίων βίβλος γινώσκει, Εμμαούς ὀνομάζουσα. Ην ἐς ὕστε ρον Ρωμαίοι Ιουδαίους κατακράτος κινήσαντες, καὶ τὴν μητρόπολιν αὐτῶν Ἱερουσαλὴμ ἑλόντες καὶ και τασκάψαντες, Νικόπολιν ἀνηγόρευσαν, ἐκ τοῦ συμ βάντος τὸ ὄνομα θέμενοι. Προς δὴ ταύτης τῆς πόλεως περὶ τὴν τριοδίαν, ὅπου τοῖς περὶ Κλεόπαν μετά την ἐκ νεκρῶν ἀνάστασιν Χριστός συμβαδίζων ἐπὶ ἐτέ ραν κώμην δῆθεν ἔσπευδε μεταβαίνειν, πηγή τίς ἐστι νότων μὲν παντοίων ἀνθρώποις, οὐ μὴν δὲ ἀλλὰ καὶ ζώοις διάφορα νοσήματα κάμνουσιν, ἀλεξιτήριο; ὅπου δή φασι Χριστὸν τὰς κατὰ γῆν ποιούμενον δια τριβάς, σύναμα τοῖς μαθηταῖς τοὺς πόδας νίψασθαι πρὸς πλεῖστον ὁδοιπορήσαντα· καί γ' ἐξ ἐκείνου ἀλεξίκακον γενέσθαι τὸ ὕδωρ παθῶν. Καὶ ἐν Ἑρμουπόλει δὲ τῆς Θηβαΐδος δένδρον, ή Περσαία καλεῖται, πολλὰς ἀπελᾶν νόσους λέγεται, κάρφος ἢ φύλλον ἐκεῖ θεν τοῖς κάμνουσι προσαπτόμενον· περὶ οὗ εἰσέτι λό γος παρ' Αἰγυπτίοις κρατεῖ, τὴν Θεοτόκου σύναμα Χριστῷ φεύγουσαν τὸν Ηρώδην, εἰς Ερμούπολιν ἥκειν τοῦ Ἰωσὴν ἡγουμένου· ἅμα δὲ τῷ τὴν πύλην εἰσιέναι τῆς πόλεως, τὸ δένδρον τοῦτο μὴ οἷόν τε φέρειν τὴν ἐπιδημίαν Χριστοῦ, καίπερ μέγιστον δ', πρὸς τοῦδαφος κλίναι καὶ τὴν προσκύνησιν ἀπονεῖμαι τῷ τοῦ παραδείσου ἔκπαλαι φυτουργῷ. Καὶ περὶ μὲν τοῦ φυτοῦ τοιαῦτα ἔγνων καὶ ἔγραψα· ἐγὼ δὲ οἴομαι, σύμβολόν τι τοῦτο γενέσθαι τῆς ἐπὶ τὴν πόλιν παρουσίας Χριστοῦ ἢ ὡς γε ἔνεστιν εἰκάζειν, διά τε μέγεθος καὶ κάλλος τὸ φυτὸν καθ' "Ελληνα να μον θρησκείας καὶ σεβάσματος ἀξιούμενον παρὰ τῶν ἐπιχωρίων, σεισθῆναι, τοῦ θεραπευομένου δι' αὐτοῦ δαίμονος, φρίξαντος τὸν ἐκείνων καθαιρέτην αθρόον ἐπιφανέντα τῷ χώρῳ· οὐ μὴν δὲ ἀλλὰ καὶ πάντα τῶν Αἰγυπτίων τὰ ξόανα διεῤῥύη, τὴν ἐπιδημίαν οὐκ ἐνεγκόντα Χριστοῦ· καθὰ τὸ Ἡσαΐμ περὶ τούτων ῥηθέν. Τοῦ δὲ δαίμονος ἐκεῖθεν ἀπελαθέντος, εἰς δή λωσιν ἀκριβῆ τοῦ συμβάντος ἔμεινεν ἐπικλινὲς τὸ φυτὸν τοὺς πίστει χρωμένους ιώμενον. Τούτων δ' Αἰγύπτιοι καὶ Παλαιστῖνοι ἀξιόπιστοι μάρτυρες. αλεξιφάρμακος ΚΕΦΑΛ. ΛΒ'. 'Ως τὰ καθ' ἡμᾶς ὁ δυσσεβής στέσαι πειρώμενος, καὶ Ἰουδαίοι ἀνῆκε τὸν ἐν Ἱεροσολύμοις νεὼν ἀνιστᾷν, καὶ ὅσα παράδοξα τηνι καῦτα ἐκεῖσε ἐγένοντο. Βασιλεὺς δὲ, εἰ καὶ Χριστιανοῖς ἐχαλέπαινε, καὶ διὰ μίσους ἀεὶ ἦν, Ἰουδαίοις μέντοι οὐ σμικρὰν εὖ νοιαν καὶ πραότητα ἐδείκνυ, καὶ τοῖς προπάτορτι τούτων καὶ ἀρχηγοῖς· καὶ τῷ πλήθει δὲ αὐτῶν ἔγρα
col. 537–538page 265 of 633
PG 146:537φεν, ὑπέρ τε αὐτοῦ καὶ τῆς ἀρχῆς εὐχὰς πράττειν. Τοῦτο ὁ ὡς εἰκάζειν ἐποίει, οὐ τὴν θρησκείαν γεραί. ρων· οὐ γὰρ ἦν ἀμαθής, ὡς μήτηρ αὕτη σχεδὸν τοῦ Χριστιανῶν δήγματος· καὶ οὓς ἐκείνη πατριάρχας το καὶ προφήτας αὐχεῖ, τούτους δὴ καὶ ἡμεῖς· ἀλλ' ἀκριβῶς ᾔδει τὸ πρὸς ἡμᾶς ἄσπο: δεν Ἰουδαίων μίν σης. Ἡμῖν οὖν ἀπεχθανόμενος διὰ τῆς ἐκείνων θερα πείας λυπεῖν ὡς μάλα ἐμηχανάτο· ἄλλως τε καὶ τά χος ὅσον ἀπαχθῆναι αὐτοὺς πρὸς τὰς Ελληνικάς θυ σίας ἑτοίμους κατελογίζετο, ἐν ῥηταῖς μόνους ἐκδε χομένους βίβλους τὰς ἱερά:. Καὶ μὴ πρὸς τὸ βάθος τῆς θεωρίας ὁρῶντας, ὥσπερ Χριστιανοὶ καὶ αὐτῶν Εβραίων οἱ διαβεβηκότες τε καὶ σοφώτεροι. Χαίρων τοίνυν τοῖς αἷμασι καὶ τῷ δεισιδαιμονεῖν, εἰ μὴ καὶ ἄλλους ἐφελκύσειε, ζημίαν ἡγεῖ το· καὶ κατ' ἄλλον δὲ τὸν τρόπον τού; Σωτῆρος χρησμούς, οἱ τὴν Ἱε ρουσαλήμ ανατετράφθαι λέγουσιν, ὥστε μηδὲ λίθον ἐπὶ λίθῳ μεῖνα:, τούτους ἅτε ψευδεῖς ὁ μάταιος ἐλέγχειν διανοηθείς, τοῦτ' ἔπραττε· καίτοι γε τόπον οὐδὲν ἤνυσεν οἷς ἔσπευδεν, ὥστε καὶ ἄκων ἐβεβαίωσε τὸ ἐν αὐτοῖς ἀμετάπτωτον· καὶ ἡ καταισχύνειν δο κούτα τίλμα, καὶ τὰ Δεσποτικὰ λόγια ἐκφαυλίζειν, τὸ ἀκαταίσχυντον μᾶλλον ἐκείνων τε και σεβασμιώ τα τον λέληθεν ἑαυτὴν ἀνακηρύττουσα. Ο γὰρ 'Ρω μαίων βασιλεὺς ἐκεῖνος Αδριανός, δς καὶ Λίλιο, έκαν λεῖτο, τὰ Ἱεροσόλυμα εἰ; τέλος κατενεγκών, ὡς ἂν παντάπασι τὸ Ἰουδαίων 50.ος αὐτῆς ἀποστήσῃ καὶ παντελῶς ἀποῤῥήξη· ίνα μηδὲ μνήμη τις τοῦ πάλα ὀνόματος αὐτοῖ; καταλείποιτο, καὶ μηδ' ἐκ τῆς κλή σεως ὡς πατρίδος αὐτῆς ἀντιποιεῖσθαι πρόφασιν ἔχωσι, μεταπ' άττων ὡς οἷόν τε τὴν κλήσιν, Αἰλίαν ἐξ ἑαυτοῦ κατωνόμαζε, τοῖς Δεσποτικοῖς χρησμοῖς τὸ αδιάψευστοι μάρτυρῶν, εἰ καὶ ἄκων ἠλαύνετο. Και γάρ πως ἐδεδίει τὸ θερμουργὸν αὐτῶν εἰσάπαν καὶ βιψοκίνδυνον, μὴ κατὰ πρόφασιν τῆς ἐν τῇ πόλει νενομισμένης λατρείας ἀγειρόμενοι πράγματα 'Ρω μαίοις παρέξωσιν. Ἰουλιανὸς δὲ τὴν καθ' ἡμῶν ὕβριν αὔξων, τοὺς τοῦ ἔθνους ἀρχηγοὺς τῶν πατρίων ἐθῶν ἀνεμίμνησκεν· καὶ ὅτου χάριν μὴ κατὰ τοὺς τοῦ Μωσέως νόμους ζήν αἱροῦντο ἠρεύνα. Τῶν δὲ λεγόν των ἀπώματων εἶναι μὴ ἄλλοθί που τα πάτρια τελεῖν δύνασθαι, ἐκπεπτωκότας τῆς μητροπόλεως, χρήματα δὺς αὐτοῖς ὅσον τάχος τὸν Σολομῶντος ἐγείρειν νεών προὑτρέπετο, ἐπίσης τε τοῖς προγόνοις θρησκεύειν τὸν παλαιὸν τρόπον θύοντας. Καὶ ὁ μὲν οὕτως· οἱ δὲ οὗ ἔκπαλαι ἐπεθύμουν δεδραγμένοι καιρού, σπουδῇ πάσῃ τοῦ ἔργου Απτονται φοβερόν οἷον Χριστιανοῖς ἐνορῶντες, καὶ κατ' αὐτῶν επαιρόμενοι, ἀπείλουν πράττειν τὰ πάνδεινα, καὶ τοσαῦτα ὅτι δὴ αὐτοὶ πρὸς Ῥωμαίων πάλαι πεπόν θποι· μηδ' εἰς νοῦν οἱ δείλαιοι θέμενοι, ὡς οὐκ ἦν ἐγχωροῦν τοῦτ᾽ εἰς πέρας ἐλθεῖν διαρρήδην τῶν ἐκ Παλαιοῦ τοῖς προφήταις χρησιῶν τοῦς ἀπαγορευ

Chapter XXXIIICaput XXXIII

col. 539–540page 266 of 633
PG 146:539όντων. Οἱ μὲν οὖν οὕτω σπουδῇ τοῦ ἔργου είχοντο καὶ τοὺς ἐπὶ τέχνῃ λαμπρούς αθρόον ἀθροίσαντες, τὰς πρὸς τοῦτο ύλας παρεσκευάζοντο· τόν τε χῶρον περιφανῶς ἐξεκάθαιρον, ἀργυρέας σκαπάνας ηὐτρεπισμένοι, ἐκ δημοσίων τῆς δαπάνης αὐτοῖς ἀνειμένης. Τοσαύτη δ' ἦν αὐτοῖς ἡ σπουδὴ καὶ προθυμία περὶ τὸ ἔργον οὕτως ἐπόνουν, ὡς καὶ τὰς αὐτῶν γυναῖκας τοῖς σφετέροις κόλποις τε καὶ κρασπέδοις τὸν χοῦν ἐκφορεῖν· ὅσα τε ἦν αὐτοῖς κόσμος καὶ περιδέραια, ἑτοίμως ἔχειν συνεισφέρειν τῇ δαπάνῃ τοῦ ἔργου. Έλληνες δὲ καίπερ μὴ εἶναι ὄντες αὐτοῖς, ὅμως ἐκοινώνουν αὐτοῖς τῆς σπουδῆς, οιόμενοι προς τέλος ἀγαγεῖν τὸ ἐγχείρημα· ὡς ἂν καὶ αὐτο, ψευ δεῖς τὰς περὶ τοῦ Χριστοῦ προῤῥήσεις ἐλέγξωσι καὶ διαπεσεῖν τοὺς χρησμούς. Επεὶ δὲ καὶ τὰ λείψανα τῆς ἐν βάθει οἰκοδομίας ἀνέσκαψαν, καὶ τοῦδαφος ἐξεκάθηραν, ὅπως μὴ λίθος ἐπὶ λίθῳ μείνῃ, κατά τὴν πρόῤῥησιν, τῇ ἐπιούσῃ ἐλθόντων ὡς ἂν τὸν πρῶτ τον θεμέλιον ύποθήσωσι, σεισμόν φασι μέγαν ἐπισ γενέσθαι· τῷ δὲ πολλῷ τῆς γῆς κλόνῳ ἐξ ἐσχάτων κρηπίδων ἀναδοθῆναι τοὺς λίθους· οὐκ ὀλίγους δὲ καὶ τῶν Ἰουδαίων διαφθαρήναι, οἵ τε κατὰ θέαν παρῆσαν τοῦ ἔργου, καὶ οἱ τὰ τῆς οἰκοδομῆς ἐπετρόπευον. Αἱ μὲν γὰρ τοῦ ἱεροῦ ἄγχιστα δημόσιαι οίκο δομαι, αἷς δῆτα κατέλυον ἀθρόον διαῤῥεῖσαι, οὓς μὲν ἔνδον κατέλαβον διαφθείρασαι, πολυάνδρια ἦσαν, ὅσοι δ' ἐκδραμείν ίσχυσαν, ἡμιθνήτες ἐγένοντο. Ήσαν δ' οι πεπηρωμένα τὰ σκέλη καὶ τὰς χεῖρας καὶ ἄλλα δῆτα τῶν μελῶν ὡς ἔτυχεν ἕκαστος, ἐδυστύχησαν τῇ αθρόᾳ τοῦ συμπτώματος προσβολῇ. Ἐπεὶ δὲ μόλις έληγεν ὁ σεισμὸς, οἱ περιλειφθέντες αὖθις ἐπειρῶν:ο τοῦ ἔργου, ὁμοῦ μὲν τὸ κατὰ νοῦν ἀνῦσαι σπουδά ζαντες, ὁμοῦ δὲ καὶ τὸ ἀπαραίτητον ἐξ ἀναγκαίου τοῦ βασιλικού θεσπίσματος εὐλαβούμενοι· ἀταλαιπώρως γὰρ ἡ ἀνθρωπεία φύσις φιλεῖ οἷς καθ᾽ ἡδονὴν πρό κειται πράττειν, πρὸς τὸ ἀσύμφορον ῥέπειν ἀεί κἀκεῖνο συνοῖσον οίεται, 8 κατορθώσαι προέθετο καί γε τῇ σφετέρα ἀπάτῃ ἑλκομένη, οὔτε τὸ συμφέρον ἐκ προμηθείας θηράσαι δύναται, οὔτε κινδύνων πεπειραμένη σώφρονι λογισμῶ πρὸς τὸ δέον ἐξυποστρέ φει· οἷα δὴ καὶ Ἰουδαίοις τηνικαῦτα συμβέβηκε. Πρὸς τὸ συμφέρον, ΚΕΦΑΛ. ΑΓ. Περὶ τοῦ κατασκήψαντος τότε πυρός· καὶ περὶ τῶν ἀναφανέντων τοῖς ἱματίοις σταυρικών τύπων· καὶ περὶ τοῦ εὑρεθέντος ἐν τοῖς θεμε λίαις θείου Εὐαγγελίου. Τοῦ γὰρ κωλύματος τούτου ικανοῦ γε όντος παρα ιστᾷ ἀριδήλως, ὡς χαλεπαίνει τὸ θεῖον τοῖς πραττομένοις. Οἱ δὲ καὶ αὖθις χεῖρα ἐπιβαλόντες, ἀνήνυτα ἔσπευδον. Δευτέρᾳ γοῦν πείρᾳ ἐπιχειρούντων, πῦρ ἐκεῖθεν λέγεται τῶν θεμελίων ἀναπηδήσαν, καὶ ἄλλο δὲ οὐράνιον κατασκήψαν, καὶ πλείους ἢ πρότερον διαφθείραι. Καὶ τοῦτο πᾶσι λέγεται καὶ πιστεύεται,
col. 541–542page 267 of 633
PG 146:541καὶ παρ' οὐδενὶ τὸ ἀμφίβολον ἔχει. Πλὴν τοῦτο δια πεφώνηται· οἱ μὲν γάρ φασι βιαζομένους εἰς τὰ ρὸν παριέναι, φλὸξ ἀπαντήσασα τὸ εἰρημένον εἰργάσατο· οἱ δὲ, ἅμα τῷ ἄρξασθαι τὸν χοῦν ἐκφορεῖν, τὸ ἔργον γενέσθαι λέγουσιν. Είτε γοῦν τὸ πρῶτον, εἴτε δὲ καὶ τὸ δεύτερον ἀληθείας ἐξέχεται, οὐδὲν ἐλλείπει πρὸς θαύματος ὑπερβολήν. Τοῦ δὲ πυρός, ὡς εἴρηται, κατασκήψαντος, αἵ τε σφύραι καὶ γλαρίδες καὶ πρίσ ονες, οἱ πελέκεις τε καὶ τὰ σκέπαρνα, καὶ ὅσα πρὸς τὴν οἰκοδομὴν ἐπιτήδεια οι εργάται προσεπεφέροντο, θάττον εἰς χοῖν ἐλεπτύνοντο, τοῦ πυρὸς δι' δο της ἡμέρας ἐπινεμομένου αὐτούς. Ἰουδαῖοι δ᾽ ἐν μεγίσῳ δέει καταστάντες, καὶ ἄκοντες ὡμολόγουν Θεὸν ἀληθῆ τὸν Χριστόν· ἥκιστα δ' αὐτῷ ήθελον ἔπεσθαι, ἀλλὰ καὶ ἔτι τῇ τοῦ Ἰουδαϊσμοῦ ἀπάτῃ κατείχοντο. Ναὶ μὴν οὐδὲ τὸ ἐπὶ τού τοις γενόμενον θαῦμα τούτου; ἦγεν εἰς πίστωσιν. Καὶ δὴ τῶν προτέρων ἦν σαφέστερον καὶ παραδοξότερον. Τῇ γὰρ ἐχομένῃ νυκτὶ αὐτομάτως ἡ ἐσθὴς πάντων τύπης σταυροῦ ἀκτινοειδώς γεγραμμένοις κατεσημαίνετο. "Αστρασι δ' ἐπίσης ἅπαντες ἐποικίλλοντο τὰ ἐσθήματα, ὡς ἀπὸ ἱστουργικῆς περινοίας κατεστιγμένα· ἅπερ ἡμέρας ἐπιγενομένης ἰδόντες, πλύνειν καὶ ἀποσμήχειν ἐπιχειροῦντες τὰ σταυρικά στίγματα, ἥκιστα δυνατῶ; εἶχον. Ταῦθ᾽ ὁρῶν ὁ τότε τῶν Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος, τὸ τοῦ προ φήτου Δανὴλ ῥητὸν ἐπὶ νοῦν εἶχεν, 5 καὶ Χριστῷ ὕστερον τοῖς ἱεροῖς Εὐαγγελίοις ἐπισφραγίζετο. Προβλεγέ τε πᾶσι», ὡς νῦν ἥκει καιρὸς ὅτε τὸ τοῦ Σωτῆρος λόγιον πέρας ἕξει, τὸ μὴ μεῖναι λίθον ἐπὶ λίθῳ ἐν τῷ ναῷ. Οπηνίκα τοίνυν τοῦτ᾽ ἔλεγε, καὶ ὁ σεισμὸς ἐπιβρίσας μέγα, τοὺς λίθους ἐκ τῶν θεμέ λίων ἀνέβραζε καὶ διέσπειρεν. Ἐπὶ δὴ τούτῳ καὶ ἀγρία τις ἐπιγενομένη λαίλαψ, τήν τε τίτανον καὶ τὸν γύψον εἰς ἀέρα ἐλίκμα, μεδίμνων δντα χιλιάδων ἀπείρων. Τί δ' αίφνης ἀνερπύσαν κάτωθεν πῦρ, ὑπὲρ ἀριθμὸν ὄντας τοὺς περὶ τὸ ἔργον διαπονουμένους, καὶ ἄλλως κατὰ θέαν συγβεύσαντας, ἐνέπρησεν ἀχαρεῖ. Τοποῦ σον ήνυσεν Ἰουλιανὸς ἀκύρους ἀπελέγξει θελήσας τὰς Χριστοῦ προῤῥήσει; ἐν Ἱερουσαλὴμ. Οὐ γὰρ τοῦτο μόνον, ὅσῳ καὶ τοὐναντίον ἐδεί κου μᾶλλον αὐτὰς βεβαιών. Ἤρκει μὲν γὰρ τὰ γε νόμενα τέρατα παραστῆσαι τἀληθὲς τοῦ χρησμοῦ.; Τὸ δὲ νῦν ἐηθησόμενον ὑπερφυές δν, μᾶλλον παρα στήσει τὸ ἔργον. Ὅπερ ἐγὼ ἐν ἀποῤῥήτοις εὑρὼν, διηγήσομαι. Έχει δὲ οὕτω. Τῶν θεμελίων εὐτρεπιζομένων, ὡς εἴρηται, τῶν λίθων εἷς ᾧ ἡ ἐσχάτη βάσις ἐνάρμοστο, τῆς Έδρας μετακινηθείς, ἄντρου τι στο μιον ὑποδείκνυσιν ἐνειργασμένον τῇ πέτρα. Ως δὲ δ ὰ τὸ βάθος ἄπορον ἦν τὰ ἔνδον θεᾶσθαι, οἱ τοῖς ἔρ γοις ἐφεστῶτες ᾑρημένοι τἀσφαλὲς διαγνώναι, τῶν τινα ἐργατῶν σχοίνου μακρᾶς ἐκδησάμενοι καθιᾶσιν. Ο δὲ καθιμηθείς, ὕδωρ μὲν εὑρίσκει ἄχρι δὴ καὶ εἰς μέσας κνήμας συνεστηκός· ἀπανταχοῦ δὲ τὸν ἔν ἂν χώρον περιελθών, τετράγωνον μὲν τὸ ἄντριν
col. 543–544page 268 of 633
PG 146:543ὅσον εἰκάσαι τῇ ἀφῇ κατελάμβανε. Καὶ δῆθ᾽ ὑποστρέφων κατὰ τὸ στόμιον, στήλη τινὶ κατὰ τὸ μέσον γε γονὼς ἐντυγχάνει, βραχὺ διεχούσῃ τοῦ ὕδατος. Τὴν χεῖρα δὲ ταύτῃ ἐπιβαλών, βιβλίον ἐπικείμενον ἔφευ ρίσκει, λεπτῷ πάμπον καὶ καθαρωτάτω περιειλημμένον ἡμιτυμβίῳ. Ἐκεῖνο δ' ἐπὶ χεῖρας λαβὼν ἐσή μαινε τῇ μηρίνθῳ ὡς δεῖν αὐτὸν ἀναφέρειν. ᾿Ανιμης θεὶς δὲ θάττον, δείκνυσι τὸ βιβλίον· καὶ εἰς θάμβος πάντας καθίστη· καὶ μάλισθ' ὅτι νεουργόν τε καὶ αθιγῆ παρείχε τὴν ἔψιν, καὶ ὡς τοιούτῳ δὴ χωρίῳ ἀφεγγεῖ καὶ ζοφώδει παρευρεθέν. Τὸ δὲ ἄρα τὸ β βλίον ἀναπτυχθὲν, οὐ μόνον Ιουδαίους, ἀλλὰ καὶ τοὺς Ελληνιστάς κατέπληξε γράμμασι γάρ μεγάλοις είν θὺς κατ' ἀρχὰς ἔλεγεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Καὶ ἁπλῶς ἡ Γραφὴ τὸ Εὐαγγέλιον ὁλόκληρον ὑπε δείκνυ, ὅπερ ἡ θεολόγος τοῦ παρθένου καὶ μαθητας εὐηγγελίσατο γλῶσσα. Ἐδήλου δὲ ἄρα μετὰ τῶν ἄλ λων παραδόξων ἔργων, ἃ κατ' ἐκεῖνο καιροῦ οὐρα θεν ἐπεδείχθη, μὴ ἄν ποτε διαπεσεῖν τὴν Δεσποτική ἀπόφασιν, ἥτις τὴν εἰς τέλος ἐρήμωσιν τοῦ νεὼ καὶ τῆς πόλεως προανεῖπε. Καὶ γὰρ Θεόν τε ἐθεολόγει τὸ βιβλίον τὸν ταῦτα προτεθεσπικότα, καὶ δημιουργία τῶν ἁπάντων. Καὶ ἔλεγχος ἦν τοῦ μάτην ἐκείνοι; περὶ τὴν οἰκοδομὴν πονεῖσθαι, τῆς θείας καὶ ἀμεταθέτου ψήφου τὸν εἰς τέλος τοῦ νεὼ ἀφανισμὸν κατα ψηφισαμένη;. Ἐκ δὴ τούτων καὶ τῶν τοιούτων εὐθὺς ἐκρίνετο πᾶσι Θεὸν ὁμολογεῖν τὸν Χριστὸν εἶναι καντεῦθεν μὴ ἀρέσκεσθαι τῇ τοῦ νεὼ ἀνοικοδομή. Καὶ πολλοί γ' ἐκ τούτων οὐκ εἰς μακρὰν τῇ ἐκκλησίᾳ προσέθεντο, καὶ ἐμυοῦντο τὰ τελεώτερα· ὕμνοι; τε καὶ ἱκεσίαις τῶν τολμωμένων χάριν ἐλιπάρουν Χριστόν. Ταῦτα δ' ὅτῳ πίστιν ἀληθῆ μὴ ἔχοντα φαί νεται, τέως γε μὴν πιστούσίωσαν παρὰ τῶν ἤδη ἰδόντων τε καὶ ἀκηκοότων καὶ γραφαῖς παραδόντων εἰ δ' οὐκ, ἀλλὰ καὶ Ἰουδαῖοι καὶ Ελληνες τὴν πίστιν παρεχέτωσαν, ημιτελές καταλιπόντες τὸ ἔργου, μᾶλλον δὲ οὐδὲ ἀρχὴν ἐπιβαλεῖν δυνηθέντες. Εἰδέναι μέντοι πρὸς τοῖς ἄλλοις καὶ τοῦτο χρεών, ὡς τὰ Ἱεροσόλυμα πρότερον, εβοῦς ἐκαλεῖτο. Κατῴκουν δὲ ταύτην οἱ ἐκ τῆς Βενιαμίτιδος φυλῆς τὸ γένος κατάγοντες· πρὶν ἢ Δαυίδ ὑποσχέσει στρατηγίας αὐτ τὴν διὰ τοῦ στρατηγοῦ αὐτοῦ Ἰωάσου ἐλών, ἐκείνῳ μὲν τὴν ὑπόσχεσιν, ὡς ὑπεδέξατο, δίδωσιν· αὐτὸς δ' ἐν αὐτῇ πόλιν μεγίστην δειμάμενος, μητρόπολιν αὐ τὴν τοῦ παντὸς Ἑβραίων ἔθνους εἶναι ἐθέσπισε, Σ λυμα τὸν χῶρον κατονομάσας· ὃ διὰ τὸ ἱερὸν ἐς ὕστε ρον καὶ Ἱεροσόλυμα ὠνομάσθη· ἀλλὰ περὶ μὲν τῇ; δοκούσης ἀνεγέρσεως τῶν Ἱεροσολύμων τοσαῦτα εἰρήσθω. Ει,
col. 545–546page 269 of 633
PG 146:545ΚΕΦΑΛ. ΑΔ. Ως ἐν Περσίδι προσβαλών Ἰουλιανὸς ἀπάτη τὰς ναῦς παρὰ τὸν Εὐφράτην διέφθειρε· καὶ εἰς μάχην γενόμενος ἀφανεῖ πληγῇ τρωθεὶς διεφθάρη. Τηνικαῦτα δὲ καὶ πρέσβεις ἐκ Περσῶν παρῆσαν ἐπὶ ῥητοῖς καταθέσθαι τὴν μάχην αὐτοῦντες. ῾Ο δι τούτους ὀπίσω ἀνέπεμπεν· Αὐτόν με ὄψεσθε μετ' οὐ πολύ, ἐπειπὼν, καὶ οὐδὲν ἐμοὶ μέλον πρεσβείας. Εν θεν το: καὶ τοῖς ἀπανταχόθεν τῶν μαντείων χρησμοῖς ὁ παραβάτης αναπεισθεὶς, ὡς ἄμαχον ἕξει τὸ κρά τος κατὰ Περσῶν, σοβαρώς καθώπλιζε τὸν στρατόν ἐπιλέγων, μετὰ Πέρσας, Γαλιλαίους ὡς χρεών μετα ελεύσεσθαι, καὶ μάλιστα Καισαρεῖς, διὰ τὸν πολὺν καὶ μέγαν Βασίλειον καὶ τὸν θεῖον Γρηγόριον. "Ηρι δ' ἀρχομένῳ, τοῦ ἔργου είχετο. Καὶ δὴ τὸν Εὐφράτην β ποταμὸν διαβὰς, τήν τε Εδεσσαν παραδραμων μίσει τῶν ἐκεῖσε Χριστιανῶν, πανδημεὶ γὰρ ἡ πόλις αὕτη τὸν Χριστὸν διαφερόντως ἐτίμα, τὰς Καρρας κατ ἔλαβε· κὰν τῷ ἐκεῖσε Διὸς ἱερῷ θύσας τε καὶ εὐξάμενος, ἀμφὶ δισμυρίους τῶν περὶ αὐτὸν ὁπλιτῶν, ἐπὶ τὸν ποταμὸν προέπεμπε Τίγρητα, προφυλακής ένεκα, καὶ συμμάχους ἐσομένους εἴ που δεήσεις· καὶ ᾿Αρσακίῳ τῷ τῶν ᾿Αρμενίων ἡγουμένῳ, συμμάχῳ 'Ρω μαίοις καθεστηκότι, προσβαλεῖν τοῖς ἐχθροῖς γράφει. Ἐν δὲ τῇ γραφῇ αὐθαδείᾳ πλείστῃ χρησάμενος, έλαι δωρεῖτο μὲν ἐν διεδέξατο Κωνστάντιον, οἷάπερ ἄναν δρόν τε καὶ ἀσεβῇ· ἑαυτὸν δ᾽ ἐπὶ μέγα ἦρεν, ὡς ἄτε ἁρμόδιον καὶ πρὸς ἀρχὴν δεξιώτατον, καὶ ὡς φίλον θεοῖς. Χριστιανὸν δὲ πυθόμενος εἶναι Αρσάκιον, τὴν ὕβριν ἐπιτείνων, ἢ τό γ' ἀληθὲς σπουδάζων βλασφη.G μεῖν εἰς Χριστὸν (τόμῃ γὰρ ἀεὶ τοιαύτῃ ἐχρι το παρ' ἕκαστα), ἀπεκόμπαζεν, ὡς εἶχε ὀλιγώρως τοῖς προστεταγμένοις διατεθείη, οὐκ ἄρ᾽ ἐπ μύνοι ἂν ἡ γεῖται θεόν. ὡς δὲ ταῦτ' ἐν καλῷ οἰκεῖσθαι ἐνόμιζε, διὰ τῆς ᾿Ασσυρίων τὴν Ῥωμαίων επήγετο στρατιάν πολλὰ δὲ φρούρια καὶ πόλεις, τὰ μὲν νόμῳ πολέμου, τῶν δὲ προδοσίᾳ ἐκράτει. Ως ἔτυχε δὲ, τοῖς πρόσ θὲν ἐχώρει, μηδὲν τῶν κατόπιν ἐπιστρεφόμενο.. Όσα δ' επόρθει, πάμπαν ἠγάνιζε, τὰ μὲν ἐκ βάθρων αὐτῶν κατασπῶν, τὰ δ᾽ εἰς τέλος καταπιμπρών. Παρὰ τὸν Εὐφράτην δὲ ἰων, ἐγγὺς Κτησιφῶντος ἐγέ νετο. Περιφανής δὲ αὕτη ἡ πόλις και δευτέρα μετά Βαζυλώνα, ἔν τε τοῖς λοιποῖς καὶ τὸ τὰ βασίλεια είσο δέξασθαι ἱκανή· ἧς οὐ πάνυ πίξω ὁ Τίγρης ῥεῖ που ταμός. Καὶ ἐπεὶ τῇ Κτησιφῶντι ναυσὶ προσβαλεῖν διὰ τῆς μέσης γῆς οὐκ ἦν ἐγχωροῦν, ἐπάναγκες δ' ἣν ἢ τὴν πόλιν παριέναι, ἢ τὰ πλοῖα ἐν δευτέρῳ ποιεῖν, τῶν τινας αἰχμαλώτων ἐτάτας, εὗρέ τινα διώ μυγα τῷ χρόνῳ συγχωσθεῖσαν, δι' ἧς νῆες τὸ παλαιὸν ἐπλοίζοντο. Καὶ τὸ προσιστάμενον χῶμα διατομών, παρασύρει τὸν Εὐφράτην ἐπὶ τὸν Τίγρητα. Οὕτω δὲ ποιήσας, τὸν στρατὸν σύναμα ταῖς ναυσὶ παραπλεύ στις ἔχων, ἐπὶ τὴν πόλιν· ἐχώρει. Τῶν δὲ Περσῶν σὺν λαμπρᾷ τῇ παρασκευῇ ἱππέων καὶ ὁπλιτῶν σὺν ἐλέφασιν ὑπὲρ τῆς ὄχθης ἀναφανέντων του Τίγρητος, των μεταξύ δύο με ίστων ποταμῶν ἐναπολειφθείς

Chapter XXXIVCaput XXXIV

col. 547–548page 270 of 633
PG 146:5474 ἐνιδών τε τὴν στρατιὰν αὐτῷ ἄρδην κινδυνεύουσαν ἀπολέσθαι, ἤν τε μένειν ἔλοιτο, είθ' ὑποστρέφειν, διά τῶν κωμῶν τε καὶ πόλεων αὐτὸς διῆλθεν, ἠθαλωμέ νων ἤδη, καὶ τῇ σπάνει τῶν ἀναγκαίων πιεζομένων ἆθλα δὲ προθεὶς, ὡς ἐφ' ἱπποδρομίαν, τους στρατιώτας εκάλει· οὗ γινομένου, τοὺς ἡγεμόνας των πλοίων ἐκέλευεν ἀποφορτίζειν τὰς ναῦς· καὶ τὴν σιτηγίαν τοῦ στρατοῦ τῷ ὕδατι ἐπιρρίπτειν· ὡς ἂν ἐν ἀπορίᾳ τῶν ἀναγκαίων οἱ στρατιῶται γενόμενοι, καὶ σφᾶς ἐν κινδύνῳ μέσῳ ἐνειλημμένους ἰδόντες, θράσος τε ἀναλήψωνται, καὶ πρὸς τὴν μάχην ομόσε χωρήσαιεν. Τοὺς δὲ προύχοντας ὁ βασιλεὺς μετὰ τὸ δεῖπνον ἀγεί ρας, ἐκέλευε τὴν στρατιὰν ἀνάγειν ἐπὶ τὰς ναῦς καὶ δὴ νυκτὸς τὸν Τίγρητα πλεύσαντες, πρὸς ταῖς πέραν ἦσαν όχθαις. Καὶ ἐκβαίνοντες, μάχης ήπτοντο. Οσοι μὲν οὖν τῶν Περσῶν ᾔσθοντο, ἀνά κράτος ἡμύνοντο. Πολλοῖς δὲ τούτων ἐξάπινα προς βαλόντες Ῥωμαῖοι, ἔκτειναν· καὶ δι᾽ ὅλης ἡμέρας συνερρήγνυτο μάχη λαμπρά. Πολλού; τοίνυν ἀποβαλόντες, οὐχ ἧττον δὲ καὶ κτείναντες, εἰς τὸν ποταμὸν ἧκον· καὶ πρὸ τῆς Κτησιφώντος τὸ στράτευμα παρετάσσετο. 80 Εδόκει δ' οὖν βασιλεῖ, μὴ προσωτέρω ἰέναι, ἀλλὰ τὰς μὲν ναῦς ἐμπιπρᾷν, ὡς δι᾿ αὐτὰς πολλῶν ἄπο της μάχης γενομένων. Καί γε τὴν ἐπάνοδον ἐποιοῦν το, πρὸς τὴν ἀρχομένην αὐτῶν πορευόμενοι, ἐν ἀρι στερᾷ τὸν Τίγρητα ποταμὸν διαφέντες. Καὶ τὰ μὲν πρῶτα, εὐφόρου γῆς καὶ πάντ᾽ ἐχούσης τὰ ἀναγκαῖα αρκούντως ἀπέλαυον, τῶν αἰχμαλώτων έκαστα και ταμηνυόντων· μετὰ δὲ τοῦτο πρεσβύτης τις ὑπὲρ τῆς κοινῆς ἐλευθερίας Περσῶν τὸ θανεῖν προτιμήσας, ἐξεπίτηδες ἀλῶναι πλασάμενος, καὶ ὡς δῆθεν οὐχ ἐκὼν συλληφθείς, ἄγεται πρὸς βασιλέα. Πολλὰ δ᾽ ἀνακριθείς καὶ δόξας ἀληθῆ λέγειν, πείθει αὐτῷ ἔπεσθαι τάχος γὰρ ὅσον ἐς τὰ 'Ρωμαίων ὅρια την στρατιάν επιστήσειν κατηγγυᾶτο· δυσπρόσοδον δὲ μόνην δεῖν τινὰ γῆν ἐλθεῖν αὐτοὺς δυεῖν ἢ τριῶν ἡμερῶν, καὶ χρῆναι τὰ ἐπιτήδεια φέρειν· δι' ἐρήμου γὰρ τῆς γῆς η ανάγκην εἶναι τὸ στράτευμα διελθεῖν. Καὶ δὴ ταῖς ἀπάταις τοῦ σοφοῦ εἴτουν σοφιστοῦ πρεσβύ του πεισθεὶς ὁ ἀπατεὼν καὶ πολλοὺς κατασοφισάμενος, ἔγνω δεῖν ταύτῃ πορευτέον είναι, ἔνθα ἂν ὁ πρεσβύ της ἡγοῖτο. Ως δὲ προσωτέρω χωρούντες μετά τρί την ἡμέραν τόποις ἀγρίοις ἐνέβαλον, ὁ μὲν γέρων, βασάνοις ώμολόγει τὴν πρόθεσιν, ὡς τῶν ὁμοφύλων χάριν αὐτομολήσοι πρὸς θάνατον· καί γ᾽ ἕτοιμον ἑαυτὸν παρέχειν πρὸς πᾶν ἐπερχόμενον· ἐν δεινοῖ; δ' ἀφύκτοις τῆς στρατιᾶς ἐναπειλημμένης, καὶ ἤδη ἐκτετηκόσι, τῇ τε μακρᾷ ὁδοιπορία καὶ ἐνδείᾳ τῶν ἀναγκαίων, εὐθὺς καὶ Περσικὴ παράταξις ἐπεισπίπτει τούτοις μάλα λαμπρά και μάχης καρτεράς συρραγείσης, ἄνεμος ἐκνεφίας πνεύσας σφοδρόν, τόν τε οὐρανὸν καὶ τὸν ἥλιον πυκνοτάτῳ νέφει ἐκάλυπτε
col. 549–550page 271 of 633
PG 146:549καὶ τὴν κόνιν εἰς ἀέρα ἐλίκμα, σκέτους πολλοῦ καὶ ὀχλύος μάλιστα ἐπιπολαζούσης. Τὰ δὲ Περσικὸν ἐπε λαύνον, συνεπῆγε καὶ τοὺς ὑποσπόνδους κοντοφόρους Σαρακηνούς· ὧν εἰς τὸ δόρυ ἐκτείνας, ἰσχυρῶς παίει τὸν βασιλέα κατὰ τὸ περιτόναιον. Αμα δὲ τῇ αἰχμ ἐξελκομένῃ κόπρος επηκολούθει συνεπισπωμένη τῷ αἷματι. Τὸν μὲν οὖν κτείναντα εἷς τῶν δορυφόρων ἐπελθὼν τῆς κεφαλῆς ἀφαιρεῖται· καιρίαν δὲ τρω θέντα τὸν Ἰουλιανὸν ἐπ' ἀσπίδος οἱ οἰκεῖοι ἀναλαβόμενοι, πρὸς τὴν βασιλικὴν ἀπεχώρουν σκηνήν. Τισί δὲ καὶ τὴν πληγὴν διὰ τὸ ἁθρόον μηδ' ὅθεν ἐπῆλθεν Ιδοῦσι, παρά τινος τῶν οἰκείων ἐνομίσθη τὸ πάθος προελθεῖν. Οἱ μὲν οὖν Πέρσην, οἱ δὲ Σαρακηνὸν, εἰσὶ δὲ οἱ καὶ Ῥωμαῖον στρατιώτην διισχυρίζονται εἶναι τὸν πλήξαντα, ἀγανακτήσαντα, ὡς εἰκὸς, ὅτι περ ἀβουλίᾳ καὶ θρασύτητι γνώμης τοσαύτην στρατιάν παραπώλεσεν. Λιβάνιος δὲ ὁ Σύρος σοφιστής, φίλος αὐτῷ ἐς τὰ μάλιστα καὶ διδάσκαλος γεγονώς, ἐν τῷ εἰς αὐτὸν ἐπιταφί, τοιάδε περὶ τοῦ κτείναντος αὐτὸν ἱστορεί Τίς οὖν ὁ κτείνος, ποθεῖ τις ἀκοῦσαι; Τούνομα μὲν οὐκ οἶδα· τοῦ δὲ μὴ πολέμιον εἶναι τὸν κτεί να τα σημεῖον ἐναργὲς τὸ μηδένα πολέμιον ἐπὶ τῇ πληγῇ τετιμῆσθαι· καίτοι διὰ κηρύκων ὁ Πέρσης ἐκάλει τὴν ἀπεκτονότα, καὶ μεγάλων ὑπῆρχε τῷ φανέντι τυχεῖν. Αλλ' ὅμως οὐδ᾽ ἔρωτι γερῶν ἠλα ζονεύσατο. Καὶ πολλή γε τοῖς πολεμίοις ή χάρις, ὅτι ὧν οὐκ ἔδρασαν, οὐ προσέθεντο τὴν δόξαν. 'Αλλ' ἔδοσαν παρ' ἡμῖν αὐτοῖς τὸν σφαγέα ζητεῖν. Οι; γὰρ οὐκ ἐλυσιτέλει ζῶν· οὗτοι δὲ ἦσαν οἱ ζῶντες οὐ κατὰ τοὺς νόμους, πάλαι τε ἐπεβούλευον, καὶ τότε δυνηθέντες εἰργάσαντο τῆς τε ἄλλης ἀδικίας ἀναγκαζούσης, οὐκ ἐχούσης ἐπὶ τῆς ἐκείνου βασιλείας ἐξουσίαν· καὶ μάλιστά γε το τιμᾶσθαι τοὺς θεοὺς, εἶ τουναντίον ἐζήτουν. ο Ο μὲν οὖν Λιβάνιος ἔοικε Χριστιανὸν λέγειν τὸν σφαγέα τοῦ παραδάτου· καὶ οὐδὲν ἀπεικὸς τῶν τηνικάδε στρατευόμενον εἰς νοῦν βαλεῖν, ὡς ὁ τύραννον ἀνελὼν δι' ἐπαίνου παρ᾽ ἅπασι πέφυκεν, ἅτε δὴ τῆς κοινῆς ἐλευθερίας ᾑρημένος θανεῖν· ἴσως δὲ καί τισι τῶν γνησίων ἐπαμύνων. Καὶ οὐκ ἄν τις ἐκείνῳ μέμψαιτο διὰ Θεὸν καὶ θρησκείαν ελομένῳ προκινδυνεῦσαι· ἐμοὶ δὲ περὶ τῶν εἰρημένων διακριβολογεῖσθαι λελόγισται παρ' οὐδέν καὶ γὰρ καὶ Κάλλιστος ὁ τὰ κατ' αὐτὸν ἡρώῳ μέτρῳ διεξελθών, τὰ κατὰ τὸν πόλεμον διηγούμενος, ὑπὸ δαίμονός φησι πληγέντα τοῦτον θανείν. Όμως τι μῶν τὸν οἰκεῖον δεσπότην οὕτως ἔγραψεν, Ἴσως δ' ἂν καὶ ἀληθείας εἴη ἐχόμενον· οὐκ ὀλίγους γὰρ ἐριννύες μετήλθον. ὡς δ᾽ ἀληθέστατος λίαν καὶ σύμφωνο; κρατεῖ λόγος ἀπανταχοῦ, καὶ εἰς ἡμᾶς ἀφίκετο, κατὰ θεομηνίαν Ἰουλιανὸς ἀναιρεῖται· καὶ σφαγέα τούτου βίβλοι ἡμῖν εἶναι τὸν πολὺν καὶ μέσ γαν Μερκούριον ἐκδεδώκασι. Καὶ τοῦ ἵππου καταλαβὼν, ἔστι; ἦν, ἀπῆλθε λαθών.

Chapter XXXVCaput XXXV

col. 551–552page 272 of 633
PG 146:551ΚΕΦΑΛ. ΛΕ. *Οτι θεῖαι ὄψεις τισὶ φανεῖσαι τὴν τοῦ Ἰουλια τοῦ ἐν Περσίδι θάνατον προεσήμηναν. Τούτου δ' ἀπόδειξις θεία τις ὄψις, ἣν ἀνὴρ, Ἰου λιανός όνομα, καθεώρα, τὴν ἀρετὴν ἄκρος· ὃς τὰς ἀπειλές διακούσας τοῦ ἀσεβοῦς, δεόμενος ἦν του Θεοῦ ἀπαλλάττειν τῆς ἐκείνου τυραννίδος ὡς τάχος ἡμᾶς. Καί γ' ἀπεκαλύπτετο τῷ ἀνδρὶ, καθ' ην με μέραν ἐν Περσίδι ἀνήρητο, τὰ γενόμενα. Τοῖς γὰρ φοιτηταίς πυνθανομένοις τὴν ἔκστασιν ἀνεἶπεν· οἱ δ' ἐσημαίνοντο τα λεγόμενα. ᾿Ακριβωσαμένοις δὲ τὰ ὀραθέντα, εὑρέθη, καθ᾽ ἣν ὥραν ἐπράττοντο, διορῶν τὰ γενόμενα. ᾿Αλλὰ καὶ Δίδυμος ὁ τῆς Ἐκ κλησίας φιλόσοφος, τὴν ᾿Αλεξάνδρου οἰκῶν, περίλυπος μάλιστα ἦν, διά τε τὸν κρατοῦντα θρησκεύειν οὕτως ἑλόμενον, καὶ διὰ τὴν τῶν ἐκκλησιῶν κατα φρόνησιν. Νηστεύων οὖν διὰ ταῦτα, καὶ τὸν θεὸν Ελεούμενος, ὑπὸ τῆς ἄγαν μερίμνης οὐδὲ τῆς νυκτός τροφής μετασχών, οὕτως ἐπὶ θρόνον καθήμενος εἰς ὕπνον τρέπεται. Εἰς ἔκστασιν δ' ἐλθών, λευκούς ὑπ' ἀέρ: τρέχοντας ἵππους ἐδόκει ὁρᾷν· οἱ δ' ὑπε πάται τούτων ἔποχοι ὄντες, ἐκήρυττον· ὁ ᾿Αναγ γείλατε Διδύμῳ ὡς περὶ τήνδε τὴν ὥραν ἀνήρηται Ιουλιανός. Τοῦτο δὲ καὶ ᾿Αθανασίῳ τῷ πάνυ δα μηνυέτω, καὶ ἀναστὰς [Δίδυμος] μετεχέτω τροφής. Καί τις δ' ἕτερος τῶν ἐπιτηδείων μάλιστα και φίλων Ἰουλιανῷ, πρὸς αὐτὸν Πέρσαις εἰσβεβληκότα, διὰ τῆς λεωφόρου των, ἐπεὶ καταλύσαί που συνέβη, την ἄφιξιν ἐπειγόμενος, ἀπορία οἰκήματος ἔν τινι τον έκκλησιῶν καθεύδειν ἠνάγκαστο· καὶ ὑπαρ μέλλον ἢ ὄναρ ἰδεῖν διετείνετο, ὡς περὶ αὐτὸν συνελθόντες πολλοὶ (ἀποστόλων δ' ἦσαν καὶ προφητῶν χοροὶ καὶ μαρτύρων), τὴν εἰς τὰς ἐκκλησίας τοῦ κρατοῦντο; Έριν ὠδύροντο· καὶ τὸ ποιητέον παρ' ἀλλήλων τον μανθάνειν. Επιπολὺ δ' οὕτω λογιζομένων καὶ ώτα γεὶ διαπορουμένων, ἐκ μέσου τούτων δύο τινὲς ἀνα στάντες, Αρτέμιον δὲ καὶ Μερκούριον λόγος έχει τούτους εἶναι, θαῤῥεῖν τοῖς ἄλλοις ἐνεκελεύοντα καὶ σπουδῇ τὸν θεῖον σύλλογον καταλελοιπότες, ὡς ἐπὶ καθαιρέσει τῆς Ἰουλιανοῦ ἀρχῆς τὴν ὁρμὴν ἔσπευδον. 'Ο δὲ τῆς ὁράσεως θεατής τὸ προκείμενον ὠλιγώρει. Δεδοικώς γε μὴν τὸ τέλος τῆς ἔψεων, ἐκεῖσε καθεύδων τὸν αὐτὸν αὖθις σύλλογον καθεώ;, καὶ τοὺς πρώην ἐξιόντας σπουδή, αὖθις ἐληλυθότας, οἱ τῇ προτέρα νυκτὶ ἐπιστρατεύειν ἐδόκουν Ἰούλια. νῷ· καὶ τάχος ὅσον ἀναγγεῖλαι τοῖς ἄλλοις, ὡς ἡ ἀποστάτης ἀνῄρηται· καὶ τοῦ λοιποῦ μὴ μέλον ἐπι ὑμῖν. Καὶ ἃ μὲν ἐθεάσαντο ὅ τε 'Ιουλιανός μοναχός καὶ ὁ ἐκκλησιαστικός φιλόσοφος Δίδυμος ὁ ᾿Αλεξανδρεὺς, καὶ ὁ φίλος καὶ οἰκεῖος τῷ ἀποστάτη, ταῦτα ἐστι· καὶ οὐδεὶς τῆς ἀληθείας διέπεσεν, ἐκδήλω; ἐς ὕστερον τῆς σφαγής γενομένης. Εἰ δέ τις αὖθις διισχυρίζοντο μὴ κατι θεομηνίαν ἀνηρῆσθαι αὐτῶν, ἅτε ταῖς ἐκκλησίαις διαλυμηνάμενον, τέως γε μὴν
col. 553–554page 273 of 633
PG 146:553ἡ προφητεία πεισάτω τοῦτον, ἦν τις θεῖος ἀνὴρ προηγόρευσε, προσφοιτῶν μὲν Λιβανίῳ, τὰ δὲ τῆς Εκκλησίας ἐκπαιδευόμενος. Επιστρατεύοντι γὰρ ἐκείνῳ τοῖς Πέρσαις, διατωθάζων Λιβάνιος, ο Νῦν δὲ ἄρα, τῷ θείῳ ἐκείνῳ ἀνδρὶ ἔλεγε, τί ἂν ὁ τοῦ τέκτονος πράττοι υἱός; Ο δὲ, Ξυλίνην θήκην και τασκευάζει πρὸς θάνατον, ἀντεπήγαγε, τῷ σῷ βασι λεῖ,» καὶ μετ' ὀλίγον ἧκε νεκρὸς ὁ σοβαρὸς ἐκεῖνος, καὶ μέγα φυσῶν, καὶ τὴν ᾿Αλεξάνδρου δόξαν ὀνειροπολῶν, ἢ καὶ μᾶλλον ὑπερβαλέσθαι τοῦτον οἰόμενος· δς κατὰ τὴν Πυθαγόρου δόξαν τάς μετεμψυχώσεις τιμῶν, ἐκ μετενσωματώσεως τὴν ᾿Αλεξάνδρου ἔχειν ψυχήν, μᾶλλον δὲ αὐτὸς εἶναι ᾿Αλέξανδρος ἐν ἑτέρῳ δηλαδὴ σώματι ἔλεγε· μηδὲ εἰδὼς ὡς ἄρα νικῶν μὲν καλόν, ὑπερνικἂν δὲ ἐπίφθονον. Μπάτα δὲ αὐτὸν καὶ Μάξιμος ὁ φιλόσοφος, συμπαρὼν αὐτῷ καί τισι μαντείαις ἐξάγων τοῦ δέοντος. Οὐ μὴν ἀλλὰ καὶ αὐτὸς ὅθεν ἐβλάβη, ἀμωςγέπως συνῆκε, καὶ παντάπασι τὸν τῆς συμφορᾶς οὐκ ἠγε νόησεν αἴτιον. Καὶ γάρ φασι τῆς ὠτειλῆς τὸ αἷμα ἀρυόμενος τῇ κοτύλῃ, εἰς αἰθέρα διακοντίζειν, οἷα γε Χριστὸν ὁρῶν, καὶ τῆς σφετέρας σφαγῆς τὴν αἰτ τίαν ἐπιγράφων αὐτῷ, καὶ λέγειν, ὡς Νενίκηκας, Γαλιλαίε, νενίκηκας. "Αλλοι δέ φασιν ὡς τὸν ἔφορον τῆς αὐτοῦ γεννήσεως ἥλιον κατά τινα περίοδον ἀστρονομικὴν ἐν αἰτίαις ἐτίθει, ὅτι Ῥωμαίοις ἐπήμυνεν, αὐτὸν δὲ οὐ διέσωσεν. Εἰ δ' ἀληθὲς, τελευτᾷν μέλλων, τῆς ψυχῆς χωριζομένης τοῦ σώματος, θειό τερα ή κατ' ἄνθρωπον ηδύνατο θεωρεῖν, ὡς καὶ Χριστὸν ὁρᾷν, λέγειν οὐκ ἔχω· οὐ γὰρ πολλῶν ὁ λόγος, ἀλλ' οὐδὲ ὡς ψεῦδος ὄντ᾽ ἀποτρέπομαι· εἰκὸς δ' εἶναι καὶ ταῦτα, καὶ τούτων πολλῷ θαυμαστότερα γίνεσθαι, ἵνα μὴ ἀνθρωπίνῃ σπουδῇ συστῆναι τὴν ἐπώνυμον Χριστοῦ θρησκείαν ἔχοι τις λέγειν. Καὶ ὁ μὲν τοιαῦτα πράττων, καὶ τὸ αἷμα φαίνων, διαρ μήδην, Κορέσθητι Ναζωραίε, ἐπέλεγεν. Ὕβριζε δὲ καὶ τοὺς ἄλλους θεούς, κακοὺς καὶ ὀλετῆρας ἀποχα λῶν. Ο μέντοι ἄριστος ἰατρῶν ὁ Λυδός Ωρειβάσιος, ὁ ἐκ Σάρδεων, αὐτῷ συνῆν. Αλλ' ἐχλεύαζεν ή πληγή τὴν ἐκείνου ἅπασαν θεραπείαν· καὶ ἐν τρισὶν ἡμέ ραις τοὺς πολλοὺς αἰῶνας ζήσειν οἰόμενον, ἐξῆγε τοῦ ζῆν· ἐν μὲν τῷ τοῦ Καίσαρος σχήματι πέντε ἐνιαυτούς, ἐν δὲ τῷ διαδήματι μετὰ τὸν Κωνσταντίου θάνατον δύο πρὸς τῷ ἡμίσει διανύσαντα ἔτη. Ετος δ᾽ ἦν αὐτῷ τῆς ζωῆς τηνικαῦτα πρὸς τῷ ἑνὶ καὶ τριάκοντα. Τόν γε μὴν ἅπαντα χρόνον τῆς αὐτ τοῦ βασιλείας ἀγανακτῶν ὁ Θεὸς συμφοραῖς ἀπείροις καὶ παντοδαποῖς κακοῖς ὑπέβαλε την Ρωμαίων ὑπήκοον. "Η τε γὰρ γῆ σφόδρα σειομένη, οὐκ ἀσ φαλῆ παρείχεν οὔτ' ἐν οἴκῳ μένειν οὔτ᾽ ἐν ὑπαίθρῳ διατριβὴν ἔχειν τοὺς περιοίκους. Ἐπὶ δὲ τῆς αὐτοῦ ἀρχῆς καὶ τὸ θρυλλούμενον ἐν Ἀλεξανδρείᾳ πάθος ἐγένετο· ὁπηνίκα σφόδρα ή θάλασσα πνεύσασα, τους οικείους παρήμειψεν ὅρους, καὶ μέχρι πολλοῦ

Chapter XXXVICaput XXXVI

col. 555–556page 274 of 633
PG 146:555τῆς ξηρᾶς ἦλθε, καὶ ταύτην κατέκλυσεν· ὥστε καὶ μαίνετο, νόσους ποικίλας ἀπογεννῶν, ἐξ ὧν τὰ ὑπὲρ τῶν κεράμων, τοῦ ὕδατος αὖθις ὑπονοστήσαντος, θαλάττια εὑρεθῆναι σκάφη. "Ο δή 'Αλεξανδρείς ἀεὶ διατελοῦσιν ἑορτὴν ἄγοντες ἐξ ἐκείνου καθ' ήν ἡμέραν ἐγένετο· λύχνους πολλούς καίοντες ἀνὰ πᾶσαν τὴν πόλιν, χαριστηρίοις τε ᾠδαῖς τὸν θεὸν Ελεούμενοι, δυσωποῦσι, περιφανῶς μάλα σὺν εὐλα βείᾳ ετησίως ταύτην ἐπιτελοῦντες. Ναὶ μὴν καὶ αὐχμοὶ σφόδρα ἑαυτοὺς ἐπιτείναντες, ἐπὶ τῆς αὐτοῦ ἡγεμονίας, τούς τε καρποὺς ἔφθειραν, καὶ τὸν ἀέρα φθοροποιὸν ἀπειργάσαντο. Κἀντεῦθεν τῇ ἐνδείᾳ τῶν ἀνθρώπων πιεζομένων, κατὰ βάθος ὁ λιμὸς ἐχώρει, καὶ εἰς τὰς τῶν ἀλόγων ζώων τροφὰς, καὶ εἰς ἀήθη δίαιταν τὸ ἀνθρώπινον ἤλαυνε. Τῷ δὲ λιμῷ τούτῳ καὶ λιμὸς ἕτερος ἠκολούθει, καὶ τοῖς σώμασιν ἐλυ πλεῖστα τῶν σωμάτων ἐφθείρετο. Καὶ τὰ μὲν κατὰ Ἰουλιανὸν τοιοῦτον ἔσχε τὸ πέρας, πέρα τον μὲν καὶ πᾶσι Χριστιανοί;, διαφερόντως δ' ᾿Αντιοχεύσιν οι καὶ κοινὴν χορείαν τῇ τοῦ τυράννου ἀναιρέσει στησάμενοι, καὶ Μάξιμον τὸν φιλόσοφον ελοιδόρουν ἐπάδοντες· «Ποῦ σοῦ τὰ μαντεία, Μάξιμε μωρέ;» Ενίκησεν ὁ Θεὸς, καὶ ὁ Χριστὸς αὐτοῦ. Πολλαὶ δὲ κεφαλαὶ καὶ σώματα εσφαγμένα ἐν τοῖς κιβωτίοις καὶ φρέατι καὶ τοῖς ἀποῤῥήτοις τόποις τῶν βασι λείων εὑρέθησαν· οὓς ἔθυς κρύφα, τὸ μέλλον ἐπι ζητῶν, ὡς καὶ ἐν Κάρραις τῇ πόλει. Τὸν γὰρ ἐκεῖσε νεὼν εἰσιών, καὶ κλεῖθρα τούτῳ ἐπιβαλών, μυσαράς μαγγανείας εἰργάζετο. Καὶ γυνὴ δ' ἐκεῖσε μετά μόρον ἐκείνου ἀπῃωρημένη εὑρέθη, ἣν ἀνέτεμε τὸ μέλλον διερευνώμενος. ΚΕΦΑΛ. ΑΓ. Οἷα Λιβάνιος ἐν τῷ ἐπιταφίῳ Ἰουλιανοῦ καθ' ἡμῶν γράφει· καὶ ἀντιλογία πρὸς αὐτὸν ἀνα τρέπουσα τὰ εἰρημένα. Ἐπὶ δὲ τῷ θανάτῳ τοῦ ἀσεβοῦς καὶ ὁ σοφιστὴ; Λιβάνιος θρήνον συντάττει, ὃν Ἰουλιανὸν ἢ Επι τάριον ἐπιγράφει· ἐν ᾧ πολλὰ τῶν ἐγκωμίων αὐτῷ καταλέγει, καὶ πράξεις τὰς δοκούσας αὐτῷ δια ξῆλθε· ποιεῖται δὲ μνείαν καὶ τῶν βίβλων, ἃς κατὰ τῶν Χριστιανῶν συνέταττεν Ἰουλιανὸς, τοῖς θείοις Εὐαγγελίοις αντιφερόμενος, καὶ ψευδή γε ἀπελέγχειν ταῦτα πειρώμενο;· ἐν ᾧ καὶ ὡς εἴη γέλωτα καὶ φλήναφον ἀποδείξα; αὐτὰ ἱστορεῖ. Εἰ μὲν οὖν τἄλλα ἐκείνου προὔθετο ὁ Λιβάνιος ἐπαινεῖν, ἡσυ χίαν ἂν ἦγον, καὶ ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας ἐδά δίζον. Ἐπεὶ δὲ δεινότητι τέχνης ἐκεῖνον ἐγκωμιάζων καὶ τὰς ἐκείνου βίβλους, τῆς ἡμετέρας καθάπτεται πίστεως, ἀδικήσαιμεν ἂν καὶ αὐτὴν τὴν ἀλήθειαν, εἰ μὴ μᾶλλον καὶ ἡμεῖς αὐτὸν ὡς φλήναφον ἀπελέγξωμεν, καὶ καθαψώμεθα καὶ ἡμεῖς οἷς ἐκεῖνος καθάπτεται, τέως δὲ μέτρι᾽ ἅττα ἐκείνου τῶν ἐν τῷ ἐγκωμίῳ φερομένων ἐκθώμεθα πρότερον, ἔπειτα καὶ τὰ ἡμέτερα παραθήσομεν. «Τοῦ χειμῶνος, φησί, τὰς νύκτας ἐκτείνοντος, ἐπιθέμενος ὁ βασιλεὺ; ται;. βίβλοις, αἳ τὸν ἐκ Παλαιστίνης ἄνθρωπον Θεόν το
col. 557–558page 275 of 633
PG 146:557καὶ Θεοῦ Υἱὸν ποιεῦσι, μάχῃ τε μακρᾷ καὶ ἐλέγχων ἰσχύϊ γέλωτα ἀποφήνας καὶ φλήναφον τὰ τιμώμενα, σοφώτερος ἐν τοῖς αὐτοῖς δέδεικται τοῦ Τυρίου γέ ροντος. Ιλεως δὲ οὗτος ὁ Τύριος εἴη, καὶ δέχοιτο εὐμενῶς τὸ ῥηθὲν, ὡς ἂν υἱῷ ἡττώμενος.» Καὶ ὁ μὲν σοφιστής ταῦτα ἐγὼ δὲ ἄριστον μὲν σοφιστῶν οἶδα τὸν ἄνδρα, καὶ γλῶτταν αὐχεῖν, οἷαν ἔδει δεινὸν ῥήτορα κεκτῆσθαι· ὥστε καὶ τοῦτο πᾶσι διαμαρτύρομαι, ὡς εἰ αὐτῷ γ' ἐκείνῳ μὴ τῆς ἴσης ἐκοινώνει δόξης, καὶ πλείω ἢ Χριστιανοὶ κατ' ἐκεί νου εἰρήκεσαν, καὶ οὗτος ἂν εἶπε, καὶ μεγαλοπρεπῶς ἂν αὐτὰ, ἅτε δὴ σοφιστής ὤν, διεξῆλθεν ὅτι γε καὶ ζῶντι μὲν Κωνσταντίῳ ἐπαίνους ἔλεξε, τε λευτήσαντι δὲ, ψόγους συνέταττεν. Εἰ δὲ καὶ Πορφύριος διάδημα περιέκειτο, οἶμαι πολλῷ ἂν σεμνύ και τὰ ἐκείνου τῶν Ἰουλιανοῦ. Εἰ δὲ καὶ Ἰουλιανὸς σοφίζεσθαι ήθελε, καὶ αὐτὸν ἂν κακὸν εἴρηκε σοφι στην, ὥσπερ δῆτα καὶ Ἑκηβόλιον οὗτος Λιβάνιος ἐν τῷ εἰρημένῳ Ἐπιταφίῳ. Ἐπεὶ δ᾽ ἐκεῖνος καὶ ὡς τῆς αὐτοῦ κοινωνῶν δόξης, καὶ ὡς φίλος, εἰ δὲ βού λε:, καὶ ὡς σοφιστής, ὅσα γ᾽ ἐδόκει καταχαρίζεται Ἰουλιανῷ, φέρε δὴ καὶ ἡμεῖς ὡς ἂν ἰσχύος ἔχωμεν, ἀντιλέξωμεν. Επιθέσθαι γάρ φησι ταῖς βίβλοις μα κρὰς τὰς νύχτας τοῦ χειμῶνος ἐργαζομένου. Έοικε δὲ τὸ ἐπιθέσθαι δηλοῦν, ὡς διὰ σπουδῆς ἐποιεῖτο ψόγον γράψαι, ὥσπερ δῆτα σοφισταί ποιοῦσι τοὺς νέους γυμνάζοντες. Εἰκὸς μὲν γὰρ τὰς βίβλους πά λας ἐπίστασθαι οἷς διηκόνητο. Επέθετο δὲ μάχῃ σχολάζων μακρᾷ, ἀλλ᾽ οὐκ ἐλέγχων ἰσχύϊ, ὡς σὺ φής· ἀσθενείᾳ δὲ τἀληθοῦς ὡς φιλοσκώμμων, τὰ καλῶς ἡδρασμένα επεχείρησε διασύρειν. Ὁ γάρ τινι πρὸς μάχην ιών, τὰ μὲν παρασκώπτων, τὰ δὲ προστ τιθείς, καὶ παντὶ τρόπῳ τὴν ἐφ' ἑκάστῳ ἀλήθεια, παρακρύπτων, ψεύδεται· καὶ ἀπεχθῶς ἔχων οὐ πράττειν μόνον, ἀλλὰ καὶ λέγειν σπουδάζει· καὶ τὰ αὐτῷ οἱ προσόντα φαῦλα τῷ ἐχθρῷ περιτιθέναι μᾶλλον οἰκονομεῖ. 'Αλλ' ὅτι μὲν καὶ ἄμφω, Ἰουλιανὸς φημι καὶ Πορφύριος, ὃν Τύριον καλεῖ γέροντα, φιλοσκώπται ἦσαν, ἀπὸ τῶν ἰδίων συγγραμμάτων σαφῶς ἐπιδείξομεν. Εν μὲν γὰρ τῇ ἐπιγεγραμμένῃ αὐτῷ Φιλοσόφῳ Ιστορία Πορφύριος τὸν Σωκράτους βίον ὡς μάλιστα διασύρει, τοσαῦτα συκοφαντών, ὅτ' ἂν οὐδὲ ῎Ανυτο; οὐδὲ Μέλιτος οι παρανόμων ἐκεῖνον γραψάμενοι ἐνενόησαν· καὶ ταῦτα Σωκρά την ὃν ἐπὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ ταῖς λοι παῖς ἀρεταῖς οὐ Πλάτων μόνον καὶ Ξενοφῶν, ἀλλὰ καὶ ὁ λοιπὸς τῶν φιλοσόφων θίασος, διαφερόντως θαυμάσαντες ὡς θεοφιλῆ, καὶ ὡς μεῖζον ἢ κατὰ ἄν θρωπον φρονήσαντα, ἐκδεδώκασιν. Ὁ δὲ παραδά τῆς τὸν πατέρα ζηλώσας, τὰ ἴσα εἰς τοὺς πρὸ αὐτοῦ Καίσαρας διειργάσατο· πᾶσι γὰρ μῶμον ἐπαγαγών, οὐδὲ τοῦ φιλοσόφου εφείσατο Μάρκου. Τοσοῦτόν γε μὴν Κωνσταντίνου τοῦ μεγάλου καὶ Κωνσταντίου τοῦ υἱοῦ κατατρέχει, ὡς συνάγειν ἐνὸν εἶναι, μὴ δι' ἄλλο τι ελέσθαι τὸ σύνταγμα, ἢ διὰ τὸ σκώψαι τού τους ὡς θεοφιλεῖς ἄνδρας, καὶ ἐπ' ἀρεταῖς καὶ ἀν δρίαις καὶ τῇ ἀληθεῖ φιλοσοφίᾳ τὸ διαβόητον ἐσχη
col. 559–560page 276 of 633
PG 146:559κότας. Αλλ' ὅτι μὲν ὑβρισταὶ καὶ ἄμφω ἦσαν, οὐ δεῖ μοι πλειόνων· ἀπόχρη γὰρ καὶ ταῦτα εἰς γεν. ναίαν παράστασιν τῆς αὐτοῦ κακομηχάνου ψυχῆς μαρτυρήσει δέ μοι τοῖς λόγοις μικρὸν ὕστερον καὶ ὁ θαυμαστός Γρηγόριος, τὴν φύσιν αὐτοῦ καὶ τὸ ἦθος ἄριστα διαγράφων. Οτι δὲ καὶ πρὸ αὐτῶν πολλοὶ τοῦ καθ' ἡμᾶς δόγ ματος βιάσασθαι τὴν ἀλήθειαν ἐπεχείρησαν, τινὰ μὲν τῶν θείων χρησμών παρατρέψαντες, ἄλλα δὲ καὶ πρὸς τὸν ἴδιον σκοπὸν ἐκλαβίμενο:, ἔδειξαν μὲν πολλοὶ εἰς ἀντέρξησιν καταστάντες ἐκείνοις, καὶ στηλιτεύσαντες ἐλέγχῳ τὰ ἐκείνων σοφίσματα. Προ δὲ πάντων ὁ τὴν γνῶσιν πολὺς Ωριγένης, μακρύ χρόνῳ καὶ πρὸ Ἰουλιανοῦ γεγονώς· τὰ δοκοῦντα ταράττειν ταῖς ἱεραῖς βίβλοις διευκρινήσα;, ἀνθυπενεγκὼν τε καὶ ὡς χρεὼν σαφηνίσας, τῶν κακῶς καὶ ἀγνωμόνως ταύταις διακειμένων, τὴν μακρὰν ἐμε σχελίαν καὶ τὰς σοφιστικὰς ἐπιχειρήσεις εξήλεγξε. Δείκνυσι δὲ ἃ πρός τε τὸν Γαλάτην Μάρκελλον συν έταξε, καὶ ὰ πρὸς τὸν εἰρημένον Πορφύριον γένο ναίως ἀντεῖπε· βίβλον ἐφ' ἑκάστῳ τούτων συντεταχὼς, καὶ ἀφώνους ἀπελέγχων τῇ τῶν λόγων τῆς ἀληθείας περιουσίᾳ· οἷς εἰ μὴ, ὡς ἔτυχεν, ἐνέτυχεν Ἰουλιανός, οὐκ ἂν οὕτω σοφίζεσθα: καὶ βλάσφημα γράφειν ἐξεκυλίετο. Οτι δὲ σκώψα: διὰ σπουδῆς ἔθετο Ιουλιανός, οὐ πρὸς τοὺς τὴν ἀληθῆ μόρφωσιν τῆς εὐσεβείας περικειμένους, ἀλλὰ πρὸς τοὺς ἰδιώ τας καὶ ἁπλούστερον διακειμένους, δῆλον ἐκεῖθεν ἐστι. Όσα γὰρ τῆς Γραφῆς οἰκονομικῶς ἀνθρωπικώτερον τέτακται, ἐκλαβόμενος, καὶ τοιαῦτα δὴ τινα ἐπισυνείρας, ἔπειτα ἐπιφέρει, λέγων ἐπὶ λέξεως οὕτως· «Τούτων τοίνυν ἕκαστον, εἰ μὴ λόγος ἐστὶν ἀπόῤῥητον ἔχων τινὰ θεωρίαν, ὅπερ ἐγὼ νενόμικα, πολλῆς γέμουσιν οἱ λόγοι περὶ τοῦ Θεοῦ βλασφημίας.» Ταυτὶ μὲν ἐν τῷ τρίτῳ αὐτοῦ κατὰ Χρισ στιανῶν βιβλίῳ διέξεισιν· ἐν δὲ τῷ λόγῳ ὂν Περὶ κυνισμοῦ ἐπιγράφει, φιλοσοφῶν ὅπως δεῖ πλάττειν τοὺς μύθους τοὺς ἱερεῖς, καὶ ταῦτά φησιν· «Δεῖ κρύπτειν τὴν περὶ τῶν τοιούτων ἀλήθειαν· φιλί γὰρ ἡ φύσις κρύπτεσθαι· καὶ τὸ κεκρυμμένον τῆς τῶν θεῶν οὐσίας οὐκ ἀνέχεται γυμνοῖς εἰς ἀκαθάρτους ἀκοὰς ῥίπτεσθαι δήμασιν.» Εξ ὧν δὴ φαίνεται ἐν ὑπονοίαις εἶναι μυστικόν τι καὶ ἀποῤῥητον κρύπτειν τὴν θείαν Γραφήν. Εοικε δὲ καὶ ἀγανακτεῖν, ὅτι μὴ πάντες τὴν ἴσην υπόνοιαν περὶ τού των ἔχουσι· καὶ τῶν Χριστιανῶν κατατρέχειν ένα τεῦθεν, ἅτε δὴ ἁπλούστερον δεχομένων τὰ ῥήματα. Ἐχρὴν δὲ μὴ οὕτω διὰ τὴν τῶν πολλῶν ἁπλότητα κατὰ τῶν ἱερῶν ἐκτυφωθῆναι Γραφών, μηδὲ μισή
col. 561–562page 277 of 633
PG 146:561σαι καὶ ἀποστρίφως ἐκείναις ἔχειν κακῶς ἐκείνῳ σε νοουμέναις, ὅτι μὴ πάντες ὡς αὐτῷ γ' ἐκείνῳ ἐδόκει, ἐνόησαν. Εοικε δὲ τὰ ἴσα καὶ αὐτὸς τῷ πατρὶ καὶ διδασκάλῳ Πορφυρίῳ παθεῖν· πληγὰς γὰρ ἐκεῖνος ἐν Καισαρείᾳ ὑπό τινων Χριστιανῶν ἐνεγκών, μὴ φέρων τὴν ὕβριν, οἷα μελαγχολήσας, ἐξόμνυται μὲν τὸν Χριστιανισμόν· τῷ δὲ τῶν πληγωσάντων μίσει, εἰς τὸ βλασφημεῖν Χριστὸν καὶ τὰς Χριστιανῶν ἐξεκυλίσθη Γραφάς· ὥς φησιν ὁ Παμ φίλου Ευσέβιος, ἀνατρέπων ἄριστα τὰς καθ᾿ ἡμῶν αὐτοῦ συγγραφάς. Ὁ δὲ Ἰουλιανὸς ὑπεροψία πλεί στη κατά Χριστιανῶν τὴν ὁρμὴν ἐσχηκώς διὰ τοὺς ἁπλουστέρους, ἴσῳ πάθει πρὸς τὴν Πορφυρίου λύσω σαν ἀπέκλινεν· καὶ ἄμφω τοιγαροῦν μετὰ γνώσεως ἑλόμενοι τὴν δυσσέβειαν, ἀποτρόπαιοι τὰς τῆς ἑκουσίου ἁμαρτίας εἰσπραττόμενοι δίκας. Ἐπεὶ δ᾽ ὁ Λιβάνιος ἐπιχλευάζων ὥσπερ, Τὸν ἐκ Παλαιστίνης, φησίν, ἄνθρωπον, Θεόν τε καὶ Θεοῦ παῖδα ποιοῦσιν, ἔοικεν αὐτὸς ἐπιλελῆσθαι ὅπως ἐπὶ τέλει τοῦ εἰρη μένου λόγου τὸν Ἰουλιανὸν ἀποθεοί, φάσκων οὕτως Τὸν πρῶτον ἄγγελον τῆς τελευτῆς μικροῦ κατέλευσαν, ὡς Θεοῦ καταψευδόμενον· καὶ αὖθις μικρὰ εἰρηκώς· ο Ο δαιμόνων μέν, φησί, σε τρόφιμε, δαιμόνων δὲ μαθητά, δαιμόνων δὲ παρεδρευτά.» Εἰ καὶ ἄλλως οὗτος δῆθεν ἐνδει μὴ τὴν ὁμωνυμίαν ἐχε κλίνας, ὅμως ταῦτα λέγειν δοκεῖ, ἃ καὶ Χριστιανοὶ λέγοντες ὀνειδίζονται. Εἰ οὖν ἐπαίνων μόνον ἦν ἐκείνῳ φροντὶς, ἔδει τὴν ὁμώνυμον ἀπώσασθαι λέξιν, ὥσπερ δῆτα καὶ ἀλλαχοῦ πεποιηκὼς φαίνεται· λοιδορηθεὶς γὰρ διὰ λέξιν, τῶν ἑαυτοῦ λόγων ἐξέω 'Αλλ' ὅπως ὁ κατὰ Χριστὸν ἄνθρωπος θεολογεῖται καὶ ὡς τὸ μὲν φαινόμενον ἄνθρωπο; ἦν, Θεὸς δὲ τὸ νοούμενον· καὶ ἄμφω πάλιν ὅπως ἐστὶ καὶ ἄνθρωπος, ἄμφω Γραφαί τε θεῖα: ἀμιδήλως διεξιᾶσι, καὶ Χριστιανῶν παῖδες ἴσασιν. "Ελληνες δὲ, πρὸ τοῦ πιστεύσαι, πῶς ἂν εἰδεῖεν; Προσίσταται γὰρ ἐκεῖνο θῳ χρησθεν Πνεύματι· Ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. Μᾶλλον μὲν οὖν αὐτοὺς καὶ ἐγκα λύπτεσθαι ἔδει, πολλοὺς ἀνθρώπων ἀποθεώσαντας καὶ ταῦτα τίνας; Είθε μὲν οὖν, κἂν εἰ δίκαιοι καὶ σώφρονε; ἢ τὸν τρόπον γε ἦσαν χρηστοί· νῦν δὲ τοὐναντίον ἅπαν, ἀδικίᾳ καὶ μέθῃ καὶ διαφθορᾷ, ζήσαντας. Δείκνυσι τοῦτο Ἡρακλῆς, καὶ Διόνυσος, καὶ ᾿Ασκληπιός· καθ᾽ ὧν συνεχῶς ὀμνὺς Λιβάνιος οὐκ αἰσχύνεται· ὧν τοὺς ἔρωτα; καὶ τὴν περιττὴν φλυαρίαν εἰ καιρὸς ἐδίδου ἀπαριθμεῖσθαι, πλατύς ἂν καὶ ἄσβεστος ἀνεῤῥάγη γέλως τοῖς σώφροσι. Πλήν αποχρήσει τοῖς ἐθέλουσιν ὡς τάχος ἰδεῖν, ὅ τε Αρι στοτέλους πέπλος, ὁ Διονύσου στέφανος, καὶ ὁ που λυμνήμων Ρηγίνου, καὶ ὁ τῶν ποιητῶν χορός, οἱ Κακώς.
col. 563–564page 278 of 633
PG 146:563τὰ περὶ αὐτῶν συνταξάμενοι, λῆρον μᾶλλον ἢ θεο λογίαν καταλελοίπασιν. "Οτι δ' Έλλησι μᾶλλον πρό χειρον τὸ ἀνθρώπους ἀποθεοῦν, εἰ καὶ πέρα τοῦ δέοντος, ἀλλ᾽ οὖν ἀρκέσει καί τινων ὀλίγων ἐπιμνησθῆναι. Καὶ γάρ ποτε Ροδίοις συμφορά περιπεσοῦσιν ἐκήρυττεν ὁ χρησμός Αστυν, τὸν ἱερέα τῆς ἐν Φρυγίᾳ μανικῆς τελετής, ἀξιοῦν θεραπείας, καὶ οὕτω λύεσθαι. Ἐγὼ δὲ καὶ αὐτὸν τὸν χρησμὸν ὡς εἶχεν ἐπὶ λέξεως παραθήσομαι πολυμνήμων, "Αττιν ιλάσκεσθε Θεὸν μέγαν ἁγνὸν Αδωνι Εὔδιον, ὀλβιόδωρον, ευπλόκαμον Διόνυσον. Καὶ οὗτος μὲν ὁ χρησμός· τὸν Φρύγιον Αττιν, απ' ἐκ μανίας ἐρωτικῆς ἑαυτὸν ἀποκόψαντα, Αδώνιδι καὶ Διονύσω ἴσα τιμᾷ· τὸν δὲ Μακεδόνα Ἀλέξανδρον, ἡνίκα ἐπὶ τὴν ᾿Ασίαν διέβαινε, τὸ ἐν Πυθοί δαι μόνιον ἔχρα, τῶν Ἀμφικτυόνων 'Αλεξάνδρῳ χαρι ζομένων, τάδε Ζήνα Θεῶν ὕπατον, καὶ ᾿Αθηνῶν Τριτογένειαν Τιμᾶτε βροτέῳ τ' ἐν σώματι κρυπτὸν ἄνακτα Ον Ζεὺς ἀρίσταις γοναῖς ἔσπειρεν ἀρωγὸν, Ευνομίης θνητοίσιν 'Αλέξανδρον βασιλῆς. Τοῦτο μὲν ἴσως τὸ δαιμόνιον τὴν δυναστείαν κολα κεῦον, ἐθεοποίει· τὸ δὲ τοῦ πύκτου Κλεομήδους πῶς ἂν παραδράμοιμι; δν θεϊκῆς τιμῆς ἀξιώσαντες, τοιόνδε καὶ περὶ αὐτοῦ ἐξέδωκαν τὸν χρησμόν Υστατος ηρώων Κλεομήδης Αστυπαλεεύς Ὃν θυσίαις τιμᾶτε, ὡς μηκέτι θνητὸν ἐντα. Δι' ἂν χρησμόν, ὅ τε κύων Διογένης, καὶ Οἰνε μπος ὁ φιλόσοφος τῆς ἐν Πυθίᾳ μαντείας περιεφρόνησαν· οἱ δὲ Κυζικηνοι τὸν βασιλέα 'Αδριανόν τριτο καιδέκατον θεὸν ἀνηγόρευσαν. Οὐ μὴν δὲ ἀλλὰ καὶ αὐτὸς Αδριανός ᾿Αντίνοον τὸν ἑαυτοῦ ἐρώμενον ἀπεθέωσε. Ταῦτα μὲν οὖν ὁ τῶν σοφιστῶν ἄριστος Λιβάνιος διασύρει, καὶ γέλωτα καὶ φλήναφον ήγε ται. Καὶ ταῦτα εἴπερ τις μάλιστα εἰδὼς τοὺς χρησ σμούς, καὶ τὸ μονόβιῆλον ὅ εἰς τὸν ᾿Αλεξάνδρου βίον ἐπέγραψαν οἱ ᾿Αλεξανδρεῖς. Ὁ δὲ οὐκ ἐγκαλύπτεται πρὸς τοῖς εἰρημένοις ἀποθεῶν καὶ Πορφύριον Ιλεως γάρ, φησίν, εἴη ὁ Τύριος γέρων· ἅτε δὴ μον βιβλον, προκρίνων τὰ τοῦ βασιλέως τῶν ἐκείνου βιβλίων. Καὶ ταῦτα διεξῆλθον, εἰ καὶ παρεκβατικώτερον, διὰ τὴν ὕβριν Λιβανίου τοῦ σοφιστοῦ, ἣν κατὰ τῆς ἡμετ τέρας ἐξηρεύξατο πίστεως· κἂν ἐς ὕστερον καὶ τοῦτον λόγος ἔχῃ, ταῖς συνουσίαις Βασιλείου τοῦ θεοῤῥήμονος τὴν οἰκείαν δεισιδαιμονίαν καταλιπεῖν, καὶ τὰ Χριστιανῶν ἑλέσθαι. Ο 'Αδρίας εἰς τὸν ᾿Αλέξανδρον βίον ἐπέγραψεν.
col. 565–566page 279 of 633
PG 146:565ΚΕΦΑΛ. ΛΖ. Ἐκ τοῦ δευτέρου κατὰ Ἰουλιανοῦ στηλιτευτι κοῦ λόγου Γρηγορίου τοῦ θεοῤῥήμονος περὶ τοῦ ἤθους, καὶ τρόπου, καὶ διαπλάσεως, καὶ τοῦ θανάτου καὶ ταφῆς τοῦ Ἰουλιανοῦ. Γ. Ἐγὼ δ' ὁποῖος ἦν Ιουλιανός τόν τε τρόπον καὶ τὸ ἦθος καὶ τὴν πλάσιν τοῦ σώματος, καὶ ὁποίαν ἔσχε τὴν τελευτήν, καὶ ὡς ἀποθεοῖν ἑαυτὸν είλετο, οὐκ ἄλλον ἀξιόπιστον παρέξομαι μάρτυρα ἢ τὸν που λὺν καὶ μέγαν ἐν θεολογίᾳ Γρηγόριον, αὐτῷ τε συγ γενόμενον, καὶ σύναμα τοῖς διδασκαλείοις φοιτήσαντα, καὶ ὡς οὐκ οἶδ' εἴ τις ἕτερος τὰ κατ' ἐκεῖνον εἰδότα, καὶ ὡς χρεών διαπαίξαντά τε καὶ στηλιτεύ σαντα. Ἐν γοῦν τῷ δευτέρῳ Στηλιτευτικῷ Ἰουλιανοῦ καὶ κατὰ Ἑλλήνων τοιάδε περὶ τούτου κατά λέξιν φησί· «Ταῦτα τοῖς μὲν ἄλλοις ἡ πεῖρα παρ έστησε, καὶ ἡ δυναστεία προσλαβοῦσα τὴν ἐξουσίαν ἐμοὶ δὲ καὶ πόρρωθεν τρόπον τινὰ ἑωρᾶτο, ἐξ οὗ τῷ ἀνδρὶ συνεγενόμην Αθήνῃσιν· ἦλθε γὰρ κἀκεῖσε, ἄρτι τῶν κατὰ τὸν ἀδελφὸν αὐτοῦ νεωτερισθέντων πρὸς βασιλέα, τοῦτο αὐτὸ παραιτησάμενος. Διττός δὲ αὐτοῦ τῆς ἐπιδημίας ὁ λόγος· ὁ μὲν εὐπρεπέστερος, καθ᾽ ἱστορίαν τῆς Ἑλλάδος καὶ τῶν ἐκεῖσε παιδευτηρίων· ὁ δὲ ἀποῤῥητότερος καὶ οὐ πολλοῖς γνώριμος, ὥστε τοῖς ἐκεῖ θύταις καὶ ἀπατεῶσι περὶ τῶν καθ' ἑαυτὸν συγγενέσθαι, ούπω παρξησίαν ἐχούσης τῆς ἀσεβείας. Τότε τοίνυν οὐ φαῦλος ἐγὼ τοῦ ἀνδρὸς εἰκαστής οίδα γενόμενος, καίτοι γε οὐ τῶν εὖ πεφυκότων περὶ ταῦτα εἷς ὤν· ἀλλ' ἐποίει με μαντικὸν ἡ τοῦ ἤθους ἀνωμαλία, καὶ τὸ περιτ τὸν τῆς ἐκστάσεως, εἴπερ μάντις άριστος 8; εἰκά ζει καλῶς. Οὐδενὸς γὰρ ἐδόκει μοι σημεῖον εἶναι χρηστοῦ, αὐχὴν ἀπαγής, ὦμοι παλλόμενοι καὶ ἀνα κοπτόμενοι, ὀφθαλμός σοβούμενος καὶ περιφερόμενος καὶ μανικόν βλέπων, πόδες ἀστατοῦντες καὶ μετοκλάζοντε;, μυκτήρ ύβριν πνέων καὶ περιφρόνησιν, προσώπου σχηματισμοί καταγέλαστοι τὸ αὐτὸ φρονοῦντες, γέλωτες ἀκρατεῖς καὶ βρασματώδεις, νεύσεις καὶ ἀνανεύσεις σὺν οὐδενὶ λόγῳ, λόγος ἱστάμενος καὶ κοπτόμενος πνεύματι, ἐρωτήσεις ἄτακτοι καὶ ἀσύνετοι, ἀποκρίσεις οὐδὲν τούτων ἀμείνους, ἀλλήλαις ἐπεμβαίνουσαι καὶ οὐκ εὐσταθεῖς, οὐδὲ τάξει προϊοῦσαι παιδεύσεως. Τί ἂν τὰ καθ' ἕκαστον γράφοιμι; Τοιοῦτον πρὸ τῶν ἔργων ἐθεασάμην, οἷον ἐπὶ τῶν ἔργων ἐγνώρισα. Καὶ εἴ μοι παρῆσαν τινες τῶν τηνικαῦτα συνόντων και ἀκουσάντων, ἐμαρτύρησαν ἄν· οἷς ἐπειδὴ ταῦτα ἐθεασάμην, εὐθὺς ἐφθεγξάμην, οἷον κακὸν ἡ Ρω μαίων γῆ τρέφει· καὶ προαγορεύσας, καὶ γενέσθαι ψευδόμαντις ἐμαυτῷ κατηυξάμην. Κρείσσον γὰρ ἢ τοιούτων πλησθῆναι τὴν οἰκουμένην κακῶν· καὶ τοιοῦτον ἀναφανῆναι τέρας, οἷον οὔπω πρότερον πολλῶν μὲν ἐπικλυσμῶν θρυλλουμένων, πολλῶν δὲ ἐμπρησμῶν καὶ βρασμῶν γῆς καὶ χασμάτων· ἔτι δὲ καὶ ἀνδρῶν ἀπάνθρωποι καὶ θηριώδεις, ἀλλοκότων τε καὶ συνθέτων φύσεις καινοτομηθείσαι. Ταύτης τοι καὶ τέλος ἄξιον ἀπηνέγκατο τῆς ἀπονοίας. Οὐχ εἰς δὲ περὶ τούτου λέγεται λόγος· ἄλλος δὲ ἄλλῳ συντίθεται καὶ συμφέρεται, τῶν τε παρόντων ὁμοίως

Chapter XXXVIICaput XXXVII

col. 567–568page 280 of 633
PG 146:567τῇ μάχῃ καὶ τῶν ἀπόντων. Οἱ μὲν γὰρ αὐτὸν ὑπὸ Περσῶν κατηκοντίσθαι φασὶν ἀτάκτοις ἐκδρομαῖς χρώμενον, καὶ ἄττοντα τῇδε κἀκεῖσε σὺν ἐμπληξία οἱ δὲ τοιοῦτόν τινα ἐπ' αὐτῷ διηγοῦνται λόγον· Ἐπί τινα λόφον τῶν ὑψηλῶν ἀνελθὼν, ὡς ἐκ περιωπής τὸν στρατὸν ὄψει λαβεῖν, καὶ ὅσος ὑπελείφθη τῷ πολέμῳ μαθεῖν. Επειδή οἱ φανῆναι πολὺ τὸ πλῆθος καὶ τῆς ἐλπίδος ἀφθονώτερον, Ως δεινὸν, εἰπεῖν, εἰ πάντας τῇ 'Ρωμαίων γῇ τούτοις ἐπανάξομεν· ὡς ἄν τις βασκαίνων αὐτοῖς τῆς σωτηρία;. Εφ' ᾧ τινα τῶν στρατιωτῶν χαλεπήναντα καὶ οὐ κατασχόντα τὴν ὀργὴν, ωσαι κατὰ τῶν σπλάγχνων τὸ ξίφος, ἀλογήσαντα τῆς σωτηρίας. Ως δὲ ἄλλοι τῶν γεν λοιαστῶν βαρβάρων τινὰ τοῦτο τολμήσαι· οἱ τοῖς στρατιώταις ἔπονται, λύπης τε ψυχαγωγία καὶ πό τοις ήδυσμα. Εἰσὶ δὲ οἱ καὶ Σαρακηνῶν τινι τὸ κλέος τοῦτο διδόασι. Πλὴν δέχεται πληγὴν καιρίαν ὄντως καὶ παντὶ τῷ κόσμῳ σωτήριον· καὶ μιᾷ τόλμῃ πολλῶν σπλάγχνων ἀπαιτεῖται δίκην κακῶς πιστευθέντων. Ο καὶ θαυμάζω, πῶς πάντα γινώσκειν ὁ μάταιος ἐντεῦθεν οἰόμενος, ἂν τοῦτο, τὴν καθ' ἑαυ τοῦ σπλάγχνων πληγὴν ἡγνόησεν. Αξιον δὲ μηδὲ τοῦτο παραδραμείν τοῦ ἀνδρὸς, μεγίστην τῆς ἐκεί 93 νου κακοδαιμονίας ἐπὶ πολλοῖς ἔχον ἀπόδειξιν. Εκειτο μὲν ἐπὶ τῇ ὄχθῃ τοῦ ποταμοῦ, καὶ πονήρως εἶχε τοῦ τραύματος. Πολλοὺς δὲ εἰδὼς τῶν πρὸ αὐτοῦ δόξης ἠξιωμένων, ὡς ἂν ὑπὲρ ἄνθρωπον να μισθεῖεν, τέχναις τισὶν ἐξ ἀνθρώπων ἀφανισθέντας, καὶ διὰ τοῦτο θεοὺς νομισθέντας, ἔρωτι τῆς αὐτοῦ δόξης ἑαλωκώς, καὶ ἅμα τῷ τρόπῳ τῆς τελευτῆς διὰ τὸ τῆς ἀβουλίας άδοξον αισχυνόμενος, τί μηχα νᾶται καὶ τί ποιεῖ; οὐδὲ γὰρ τῷ βίῳ συναναλίσκεται πονηρία. Ρίψαι κατὰ τοῦ ποταμοῦ πειρᾶται τὸ σῶμα· καὶ πρὸς τοῦτο ἐχρῆτό τισι τῶν πιστῶν ἑαυ τῷ συνεργοῖς καὶ μύσταις τῶν ἀποῤῥήτων. Καὶ εἰ μὴ τῶν βασιλικῶν εὐνούχων τις τὸ πρᾶγμα αἰσθέ μενος, καὶ τοῖς ἄλλοις καταμηνύσας, μίσει τοῦ και κουργήματος τὴν ὁρμὴν διεκώλυσε, κἂν ἐφάνη τοῖς ἀνοήτοις Θεὸς νέος ἐξ ἀτυχήματος· τὰ δ' ἑξῆς μίμοι γελοίων ἦγον αὐτὸν, καὶ τοῖς ἀπὸ τῆς σκηνῆς αἴσχεσιν ἐπομπεύετο καταυλούμενός τε καὶ κατορχούμενος, καὶ τὴν ἄρνησιν καὶ τὴν ἧτταν καὶ τὸ τέλος ὀνει ? διζόμενος. Καὶ τί γὰρ οὐ πάσχων κακόν, τί δὲ οὐκ ἀκούων, οἷς οἱ τοιοῦτοι νεανιεύονται, τέχνην τὴν ὕβριν ἔχοντες; ἕως ἡ Ταρσέων αὐτὸν ὑποδέχεται πόλις, οὐκ ο!δ᾽ ὅπως καὶ ἀνθ' ὅτου τὴν ὕβριν ταυτην κατακριθεῖσα. Ενθα δέ οἱ τέμενος ἄτιμον καὶ τάφος ἑξάγιστος καὶ ἀπόπτυστος, καὶ οὐδὲ θεατὸς εὐσεβῶν ὄψεσιν· ὡς δὲ ἐγώ τινος ἤκουσα, μηδὲ τῷ τάφῳ προσλαμβανόμενος, ἀλλ' ὑπὸ τῆς σεισθείσης δι' αὐτοῦ γῆς ἀποσειόμενος καὶ ἀναβρασσόμενος· προοίμιον τῆς ἐκεῖσε οἶμαι κολάσεως. Ο μὲν οὖν οὕτω βασιλεύσας, οὕτω δὲ στρατηγήσας, οὕτω καὶ τὸν βίον αἰσχρῶς καταλείπει.
col. 569–570page 281 of 633
PG 146:569Χ ΚΕΦΑΛ. ΛΗ'. Περὶ τῆς βασιλείας τοῦ εὐσεβοῦς βασιλέως Ἰοβιανοῦ ἐν Περσίδι. Οἱ δέ γε στρατιῶται καὶ στρατηγοὶ τῇ ἑξῆς βασι λέα ἀναδεικνύουσιν Ἰοβιανὸν, ἄνδρα ἐπιφανῆ τά τε ἄλλα καὶ τὴν εὐσέβειαν καὶ τὸ εἶδος, τυραννίδος ὡς ἀληθῶς ἄξιον· ὅς χιλίαρχος ὢν πρότερον, όπηνίκα Ἰουλιανὸς τοῖς στρατευομένοις αἵρεσιν προτίθει, ἢ θύειν ἢ τὴν ζώνην ἀποτίθεσθαι, τὸ δεύτερον ᾑρεῖτο μᾶλλον ἢ τοιοῦτον ἀσεβὲς ἐπίταγμα ἐκπληροῦν. Ο μὲν οὖν βασιλεὺς, τῇ τοῦ ἐπικειμένου πολέμου βία, οἷάπερ στρατηγὸν ἄριστον, σὺν τοῖς λοιποῖς ἦγεν αὐτόν· τότε δὲ εἰς τὸ βασιλεύειν μεταξὺ τῆς πολε μίας ἅτε δὴ τῶν ἄλλων διαφέρων αιρεθείς, παρ ητεῖτο τὴν ἡγεμονίαν, καὶ τὰ τῆς βασιλείας οὐ προσίετο σύμβολα, λέγων μὴ δύνασθαι βασιλεύειν ἀνδρῶν Ἑλληνίζειν μαθόντων, ἐν Χριστιανοῖς ἐκεῖ νος τελῶν· εἰσότε δὴ κοινῇ φωνῇ Χριστιανοὺς εἶναι σφᾶς ὡμολόγησαν. Ἐν μέσῳ δὲ τῷ πλάνῳ καὶ τῇ ταραχῇ τῶν πραγμάτων ἀπολειφθείς, τῆς στρατιᾶς ἐκ τῆς πρὸ αὐτοῦ στρατηγίας ἐμπλήκτου καμνούσης τῇ σπάνει τῶν ἐπιτηδείων, ἔγνω δεῖν καὶ ἀναγκαῖον εἶναι πρὸς συμβάσεις χωρεῖν. Καὶ δή τινα τῶν ὑπο τελῶν Ρωμαίοις παραδούς Πέρσαις, τήν τε Σύρων ἀρχήν φημι καὶ τὴν ἐν Μεσοποταμίᾳ Νίσιβιν, ἐπὶ συνθήκαις τὰ τοῦ πολέμου διέλυεν· ἀπρεπῶς μὲν Ρωμαίοις πράξας, ἀναγκαίως δ᾽ ὅμως, ὥσπερ οὐ βασιλείας, ἀλλ᾿ ἧττης κληρονόμος γενόμενος· ὡς εἶγε μὴ τοῦτ' ἔπραττε (καὶ Πέρσαι μετριάζειν εἰδό τες, καὶ ὄρῳ τὴν εὐπραγίαν μετρεῖν, ἢ καί τι ἔτε ρον δείσαντες εἰς συμβάσεις ετράποντο, καὶ ταῦτα φιλανθρώπους οὕτω καὶ ἀδοκήτους)· οὐδὲν ἐκώλυε μηδὲ πυρφόρον, τὸ τοῦ λόγου, ὑπολειφθῆναι. Νῦν δ' ὁ μὲν βιαζόμενος διασῶσαι νεῦρα τῇ Ῥωμαίωνἀρχῇ, ἐπὶ συνθήκαις οὕτως αἰσχραῖς τε καὶ ἀναξίαις συνέβαινεν ἀβουλίᾳ μᾶλλον τοῦ πρὸ αὐτοῦ στρατηγήσαντος ἢ σφῶν αὐτῶν ἀνανδρίᾳ· καί γε ἀγνώμων παρ' ἐμοὶ κριτῇ γένοιτο, ὅς ἐκεῖνον ἀφεὶς, τούτῳ τὰ τῆς μέμψεως ἐπιγράφοι· ὁ γὰρ στάχυς τοῦ σπεί ραντος μᾶλλον ἢ τοῦ θερίσαντος· καὶ ὁ ἐμπρησμός οὐ τοῦ σβέσαι μὴ δυνηθέντος, ἀλλὰ τοῦ καθάπαξ ἐμβαλόντος. Καὶ τὸ τοῦ Ηροδότου, «Τοῦτο τὸ ὑπό. δημα ἔῤῥαψε μὲν Ιστιαῖος, ὑπεδήσατο δὲ Ἀρισταγόρας. ο Λ

Chapters XXXIX, XLCaput XXXIX, XL

col. 571–572page 282 of 633
Caput XXXVIII
PG 146:571ΚΕΦΑΛ. ΑΘ. Ως Ἰοβιανὸς ἀνῆκε τὰς ἐξορίας τοῖς ἐπισκόποις, καὶ τὰ πρώην ἔθιμα ταῖς τῶν Χριστιανῶν ἐκκλησίαις αὖθις ἐβράβευσε τὰ δὲ τῶν εἰδώ λων ἠφάνιζεν. Ο δὲ βασιλεὺς Ἰοβιανὸς διὰ πείρας γνοὺς τῷ πρὸ αὐτοῦ βασιλεῖ τὰ δεινὰ ἐπισκῆψα: Θεοῦ κατὰ μῆνιν, τοῖς ἀπανταχοῦ ἡγεμόσιν ἔγραφεν, ἐὰν ἀδεῶς πάνε τας θρησκεύειν, καὶ ταῖς ἐκκλησίαις ἀθροίζεσθαι, καὶ τὸ θεῖον θερμῶς θεραπεύειν, καὶ μόνην ἡγεῖ σθαι πίστιν ἐν πάσῃ τῇ ἀρχομένῃ τὴν τῶν Χριστιανῶν. Καὶ τὰ πρὶν ἔθιμα ταῖς ἐκκλησίαις ἀφίησι τοῖς τε κλήροις καὶ χήραις καὶ παρθένοις, ὅσα ἦταν ἐξ ἀρχαίου προνόμια ἐπί τε Κωνσταντίνου καὶ τῶν παίδων ἐκείνου ἐπ' ὠφελείᾳ τῆς θρησκείας δωρη θέντα τε καὶ νομοθετηθέντα, Ἰουλιανὸς δὲ μίσει τῆς πίστεως προσαφείλετο, κακοσχολῳ γνώμη περιαιρήσας, εἴασεν αὖθις. Τῷ δὲ τὴν ὕπαρχον ἀξίαν ἐπι τετραμμένῳ γενικὴν ἐτίθει νομοθεσίαν εἰς κεφαλὴν τιμωρεῖν, τὸν τοῦ λοιποῦ ἱερὰν παρθένον μνᾶσθαι ἑλόμενον, ἢ ἀκόλαστον ὄψιν ἐπιβάλλειν τολμῶντα, μήτοι γε διαρπάζειν ταύτην πειρώμενον. Τὸ δὲ προήχθη νομοθετεῖν, ὅτι περ ἄνδρες δή τινες μοχθης ροὶ καὶ ἀκόλαστοι γάμους τοιούτους ἀκολάστους ἐτέλεσαν, βίαν ἐπιβαλόντες ἢ καὶ πειθοί τινι προσ φθαρέντες, τοῦ Ἰουλιανοῦ βασιλεύοντος· τῆς ἀκολάστου διαίτης, τῆς τ' αἰσχρᾶς ἐπιθυμίας τοιαῦτ' ἐπι τρεπούσης τολμαν, τῆς θρησκείας δυσπραγούσης. Αἱ μὲν οὖν ἐκκλησίαι τοῦ Θεοῦ ἡνοίγοντο, τὰ δὲ ἱερά τῶν Ἑλλήνων αὖθις ἐκλείοντο· αὐτοὶ δ᾽ ὑπὸ μυχοῖς γῆς θεοὶ κατεδύοντο. Οἱ δὲ τοῖς τρίβωσι χαίροντες εἰς τὸ κοινὸν μετετίθεντο σχῆμα. Ἡ δὲ δημοσία γινομένη σπονδή, καὶ ὁ δι' αἵματος μολυσμός, Ελη γεν· οἷς κατακόρως ἐπὶ Ἰουλιανοῦ ἀπεχρήσαντο. Οσοι δὲ τῶν ἐπισκόπων μὴ ἔφθασαν ὑπὸ Ἰουλιανοῦ ἀνακληθῆναι, μετεστέλλοντο ἤδη, καὶ οἴκαδε ἔκαστο; Έετο, τριτημό τιον, ΚΕΦΑΛ. Μ'. ῾Ως ἐπὶ τούτου καὶ οἱ Μακεδονιανοὶ ἐν Ἀντιοχείᾳ παρὰ Μελετίῳ γενόμενοι, τὴν ἐν Νικαία πίστιν κυρούσιν, ἔγγραφον τὴν ὁμολογίαν ταύτης διαπεμψάμενοι βασιλεῖ. Οὐ πολλῷ δ᾽ ὕστερον τοῖς τῶν ἐκκλησιῶν προ εστῶσιν αἱ περὶ δογμάτων ζητήσεις αὖθις κεκίν νηντο. Καὶ γὰρ ἐπὶ τῆς Ἰουλιανοῦ ἀρχῆς ὡς εἰς τὸ παντελὲς κινδυνευούσης τῆς πίστεως, ἅπαντες ἡσυχῆ διετέλουν κοινῇ τὸν Θεὸν ἱλεούμενοι τῆς τοσαύτη, ἀπαλλάττεσθαι τὴν θρησκείαν τυραννίδος. Καὶ γάρ πως οὕτω φίλον τῇ ἀνθρωπίνῃ φύσει, ἠρέμα πρὸς τὸ ὁμόφυλον διακεῖσθαι, ὑφ' ἑτέρων πειραζομένῃ, δεῖν δ' ἀπηλλαγμένοις τῶν ἔξωθεν, πρὸς σφᾶς αὐτ τοὺς διαστασιάζειν. Καὶ δὴ τοῖς τῶν ἐκκλησιῶν προ εστῶσι, τὸ εὐσεβὲς τοῦ ἄνακτος εγνωκότι, προτρέ
col. 573–574page 283 of 633
PG 146:573τοῦ ὁμοουσίου ἀνόμοιοι, τὸ ὁμοιούσιον τοῦ ἡμοουσίου χειν ἦν σπουδή. Πᾶσι γὰρ ἐδόκει τὸν βασιλέα τῇ σφετέρα πίστει προσθήσεσθαι, παρ' αὐτοῦ τε τὴν κατὰ τῶν δοκούντων αὐτοῖς ἀντιπάλων παῤῥησίαν ὑπάρξειν νομίζοντες, Ο δ' ἐξ ἀρχῆς τῇ ἡμουσίου πίστει προσέκειτο· καὶ πᾶσι τοῦτο περιφανῶς ὡμο λέγει. Καὶ πρῶτοι πάντων παρῆσαν Μακεδονιανοί οἱ τῶν μὲν ᾿Ανομοίων καλουμένων τὴν αἵρεσιν ἀπο εστρέφοντο, τὸ δὲ ὁμοιούσιον ἀντὶ τοῦ ὁμοουσίου ἐδέχοντο· οἳ καὶ βιβλίον βασιλεῖ δόντες, χάριν ἔχειν ὡμολόγουν Θεῷ τῆς αὐτοῦ ἕνεκεν ἡγεμονίας· ήτουν δὲ τοὺς τὸ ἀνόμοιον δογματίζοντας τῶν ἐκκλησιῶν ἀπελαύνεσθαι, αὐτοῖς δ᾽ ἐπιτρέπειν αὐτάς. Πρὸς δὴ τούτοις ἢ τὰ ἐν ᾿Αριμίνῳ καὶ Σελευκείᾳ κύρια μέ νειν, καὶ τὰ βίᾳ παρά τινων γεγενημένα ἀργεῖν ἢ τοῦ πρώην σχίσματος μένοντος, επιτρεπτέα γε εἶναι τοῖς ἀπανταχοῦ ἐπισκόποις ὅπη βούλοιντο συνελο θεῖν, μή τινος κοσμικοῦ κοινωνοῦντος· καὶ μὴ εἰς πέρας προβαίνειν, εἴ τις ἐν μέρει τι πράττειν ἔλοιτο, ἢ ἀπατᾷν, ὥσπερ ἐπὶ Κωνσταντίου συνέβη. Εδήλουν δὲ μηδὲ εἰς τὸ στρατόπεδον αφικέσθαι, ἵνα μὴ δι' ὄχλου εἶεν. Εἰ δ' ἐπιτρέψεις βασιλεύς, ἀσμένως ποιεῖν ἅπαντα δαπάναις καὶ ὑποζυγίοις τοῖς οἴκοθεν. Οἱ δὲ τὸ βιβλίον βασιλεῖ δόντες ἦσαν οὗτοι· Βασίλειος ὁ Αγκύρας, Σιλβανός Ταρσοῦ, Σωφρόνιος Πομπηϊουπόλεως, Παυσίνικος Ζήλων, Λεόντιος Κομάνων, Καλλικράτης Κλαυδιουπόλεως, Θεόφιλος Κασταβάλων, καὶ ἕτεροι. Ὁ δὲ βασιλεὺς τὸ βιβλίον δεξάμενος, οὐδὲ ἀποκρίσεως ἀξιοῖ, τοῦτο μόνον φθεγξάμενος· «Ἐγὼ τὴν μὲν φιλονεικίαν μισῶ· τοὺς δὲ τὴν ἐμόνοιαν ἀσπαζομένους λίαν ἀγαπῶ καὶ τιμῶ. ο “Ο δὴ καὶ τὰς τῶν ἄλλων φθάσαν εὐθὺς ἀκοὰς, τὸ ἕνα τονον τῆς φιλονεικίας ἐχάλα, καὶ τὰ κατὰ σκοπὸν τῷ βασιλεῖ ἔπραττον. "Ο τε φιλόνεικος αὐτῶν, τῶν περὶ ᾿Ακάκιον λέγω, τρόπος ἠλέγχετο, καὶ ὡς ἀεὶ πρὸς τὸ δοκοῦν τοῖς κρατοῦσιν ἀπέκλιναν, ἐμφανώς ἔδειξαν· ἐπειδὴ γὰρ τὸν Ἀντιοχείας Μελέτιον ἐπὶ πλεῖστον βασιλεῖ διὰ τιμῆς ὄντα ἑώρων, ἐκεῖ γὰρ τηνικαῦτα διέτριβεν· εἰς λόγους ἐκείνῳ ἐλθόντες, πείθουσι σύνοδον ἐν ᾿Αντιοχείᾳ πάλιν γενέσθαι. "Ην δὲ Μελέτιος οὗτος, ὃς μικρῷ πρόσθεν αὐτῶν χωρι σθεὶς, τῷ ὁμοουσίῳ προσέθετο. Καὶ τοίνυν ἐς ταυτό συνελθόντες ἐν ᾿Αντιοχείᾳ τῶν Σύρων, τὴν ἐν Νικαία βεβαιοῦσι πίστιν, καὶ κυροῦσι, τὸ ὁμοούσιον ἀναμφηρίστως δοξάζειν τὸν Υἱὸν τῷ Πατρί. Κοινωνοὶ δὲ τῆς συνόδου ταύτης καθίσταντο ὁ εἰρημένος θεῖος Μελέτιος, τὴν τῆς ᾿Αντιόχου ἔχων ἐπιτροπήν • Εὐσέ ιός τε ὁ Σαμοσάτων, Πελάγιος Λαοδικείας τῆς Σύσ ρων, καὶ ᾿Ακάκιος ὁ Καισαρείας τῆς Παλαιστίνης, καὶ Εἰρηνίων ὁ Γάζης, καὶ ὁ ᾿Αγκύρας ᾿Αθανάσιος, διὰ Ὀρφίτου καὶ ᾿Αετίου πρεσβυτέρων, Τίτος Βό στρων, Θεότιμος Αράβων, Λουκιανός Αρχῶν, καὶ ἕτεροι πλεῖστοι καὶ ἐλλόγιμοι ἄνδρες. Ταῦτα δὲ πρά ξαντες, καὶ τῷ βασιλεῖ τὰ ἔγνωσμένα αὐτοῖς διακ πέμπονται, γράψαντες οὕτως· «Τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάτῳ ἡμῶν δεσπότῃ Ἰβιανῷ, Νικητῇ Αὐγούστῳ, ἡ τῶν ἐν ᾿Αντιοχείᾳ συνελθόντων ἐπισκόπων ἐκ διαφόρων ἐπαρχῶν σύνοδος τὴν ἐκκλησια τοῦ ὁμοουσίου ὁμοούσιος

Chapter XLICaput XLI

col. 575–576page 284 of 633
PG 146:575πρεσβεύειν ἐσπούδασεν ἡ εὐσέβεια, εὖ ἴσμεν καὶ αὐτοί, θεοφιλέστατε βασιλεῖ· ὅτι δὲ κεφάλαιον τῆς τοιαύτης ἑνότητος τῆς ἀληθοῦς καὶ ὀρθοδόξου πίσ στεως καλῶς ὑπείληφας τὸν χαρακτῆρα, οὐδὲ τοῦτο ἀγνοοῦμεν. Ἵνα τοίνυν μὴ μετὰ τῶν παραχαρατο σόντων τὰ δόγματα τῆς ἀληθείας τετάχθαι νομιζω. μεθα, ἀναφέρομεν τῇ σῇ εὐλαβείᾳ, ὅτι τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίᾳ πάλαι πρότερον συγκροτηθείσης τὴν πίστιν, καὶ ἀποδεχόμεθα καὶ κατέχομεν ὁπότε καὶ τὸ δοκοῦν ἐν αὐτῇ τισι ξένον ὄνομα, τὸ τοῦ ὁμοουσίου φαμὲν, ἀσφαλούς τετύχηκε παρὰ τοῖς Πατράσιν ἑρμηνείας· σημαινούσης ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὁ Υἱὸς ἐγεννήθη, καὶ ὅτι ὅμοιος κατ' οὐσίαν τῷ Πατρί. Οὔτε δὲ ὡς πάθους τινὸς περὶ τὴν ἄρξη τον γέννησιν ἐπινοουμένου, οὔτε κατά τινα χρῆσιν Ἑλληνικὴν λαμβάνεται τὸ ὄνομα τῆς οὐσίας εἰς ἀνατροπὴν δὲ τοῦ ἐξ οὐκ ὄντων περὶ τοῦ Υἱοῦ ἀσεβῶς τολμηθέντος ᾿Αρείῳ· ὥσπερ καὶ οἱ νῦν ἐπι φοιτήσαντες Ανόμοιοι ἔτι θρασύτερον καὶ τολμηρότερον ἐπὶ λύμῃ τῆς ἐκκλησιαστικῆς ὁμονοίας ἀναισχύντως παρρησιάζονται. Συνετάξαμεν δὲ τῇδε ἡμῶν τῇ ἀναφορᾷ καὶ τὸ ἀντίγραφον τῆς αὐτῆς πίσ στεως τῆς ἐν Νικαίᾳ ὑπὸ τῶν συγκροτηθέντων ἐπισ σκόπων τεθείσης· ἥντινα καὶ ἀγαπῶμεν. Ἔστι δὲ αὕτη· Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα· καὶ τὰ λοιπὰ τοῦ μαθήματος, ἀπαραλλάκτως ὡς χρεὼν εἰρημένα.» Καὶ οἱ μὲν ἐν Ἀντιοχεία συνελθόντες ἱερεῖς τοιάδε ἐπεψηφίσαντο αὐτοῖς ῥης τοῖς τὴν ἐν Νικαία πίστιν κυρώσαντες. Αστικὴν εἰρήνην τε καὶ ὁμόνοιαν. "Οτι σου καὶ πρώτη όμοούσιον, ἀνόμοιοι, ΚΕΦΑΛ. ΜΑ'. Περὶ τοῦ ἁγίου ᾿Αθανασίου, ὡς τῆς ἐξορίας ἀνα κληθεὶς, διὰ τιμῆς πλείστης τῷ ᾿Ιοβιανῷ ἐγέ νετο· καὶ τῶν κατ' Αίγυπτον ἐκκλησιῶν αὖθις ἐγκρατὴς κατέστη. Τηνικαῦτα δὲ καὶ Ἀθανάσιος του κλήρου των Αλεξανδρέων προεστηκώς, τισὶ τῶν οἰκειοτάτων συμβούλοις χρησάμενος, κατὰ τὴν ᾿Αντιόχου γενό μενος, τῷ βασιλεῖ συγγίνεται· καὶ τὰ περὶ ὧν ἐχρῆν ὑποθέμενος, ἀνεχώρει αὖθις. Εἰσὶ δὲ οἱ φασιν, ὡς ὁ βασιλεὺς μᾶλλον αὐτὸν μετεστείλατο, ὅσα δὴ πρακτέα τῇ θρησκεία εισηγησόμενον. Καὶ δὴ τὰ κατὰ τὴν Ἐκκλησίαν καλῶς διαθέμενος, καὶ τὸ τῆς πίστεως ἀσφαλὲς ἑδράσας τῷ βασιλεῖ, νόστου ἐμέσ μνητο. Ὁ δὲ τῆς ᾿Αρειανῶν θρησκείας ἐν ᾿Αντιοχεία προεστώς Εὐζώτος τῆς ἴσης πίστεως σπουδὴν ἐποιεῖ το πλείστην, κἀπὶ τῆς ᾿Αλεξάνδρου τῶν τινα εὐνούχων προεστηκέναι· Προβάτιος ἦν ὄνομα τῷ εὐνούχω. Καὶ δὴ τοῖς περὶ Εὐζώτον εἰσηγησαμένοις ᾿Αλεξανδρεὺς τις Λούκιος πρεσβυτέρου ἀξίαν ἡμφιεσμένος ἐκ τῶν Γεωργίου χειρῶν ἐς βασιλέα εἰσήγετο· πλεῖ στά τε ᾿Αθανάσιον εβλασφήμει, ὡς ἀεὶ γραφὰς ὑπο μένων τοῖς πρώην χρόνοις, ὑπερόριος τοῖς πρὸ αὐτ
col. 577–578page 285 of 633
PG 146:577Χ. τοῦ βασιλεῦσιν ἐκρίνετο, καὶ ὡς ἅτε δὴ στάσεως καὶ διχονοίας αἴτιον, ἕτερον εἰσάγεσθαι τῇ 'Αλεξάνδρου ἐδεῖτο ἐπίσκοπον. Ο δὲ βασιλεύς, οὐκ ἠγνόει γάρ ὅσα αὐτῷ μοχθηρῶς οἱ ἐξ ᾿Αρείου εφρόνησαν, ἥκιστα ταῖς κατηγορίαις προσέθετο· ἀμέλει τοι καὶ Λούκιον ἐκέλευεν ἡσυχῆ καθῆσθαι· Προβάτιον δὲ καὶ τοὺς περὶ αὐτὸν εὐνούχους, ὡς αἱ:ίους γε τῶν τοιούτων καθεστηκότα; θορύβων, προσέταττε σωφρονίζεσθαι. Τὸν δ' ᾿Αθανάσιον τῇ τότε συνουσία καὶ ἀστειότητι φίλον ἄριστον ποιησάμενος, ἐπ' Αι γυπτον ἔπεμπε, τὰς ἐκκλησίας καὶ τὸν ἐκεῖσε λαὸν ᾗ ἐδόκει κελεύσας παιδεύειν. Πλεῖστα δέ φασιν ἐπαι νέται τὸν ἄνδρα τοῦ τε βίου καὶ ἀρετῆς ἕνεκα, καὶ τῶν λόγων, σὺν θαυμαστῇ φρονήσει καλλυνομένων, καὶ τοῖς ἐκείνῳ περὶ τὴν θρησκείαν οριζομένοις ἐγγράφως. ΚΕΦΑΛ. ΜΒ'. Περὶ τῆς ἐν Αλεξανδρείᾳ συνόδου, ἧς τὸν ὅρον ὁ πολὺς Ἀθανάσιος τῷ βασιλεῖ διεπέμψατο· καὶ ὡς ἡ ἐν Νικαίᾳ πίστις πολύν χρό τον πολεμηθεῖσα, εἰς τὴν προτέραν κατάστασιν ήλθεν. Αθανάσιος δὲ τὴν ᾿Αλεξάνδρου μετὰ τιμῆς τῆς προσηκούσης καταλαβὼν, ἐπεὶ βασιλεὺς ἐδήλου ἔγω γραφον αὐτῷ πέμπειν τῆς ἀμωμήτου πίστεως τὴν ἀκρίβειαν, σύνοδον τοπικὴν κηρύξας, καὶ τοὺς ἐλε λογιμωτέρους τῶν ἐπισκόπων ἀθροίσας, ἀντέγραφε τούτῳ τὴν ἐν Νικαίᾳ πίστιν διατηρεῖν ἀπαράτρωτον, ὡς τοῖς εὐαγγελικοῖς συμβαίνουσαν δόγμασιν. Εγώ δὲ τῆς τῶν ἐντευξομένων ἕνεκεν ὠφελείας, καὶ αὐ τὴν ἐκείνην τὴν ἐπιστολὴν, ὡς ἐπὶ λέξεως εἶχεν, ἐνθήσω τῇ συγγραφῇ· ἔστι δὲ αὕτη· «Τῷ εὐσεβεστάτῳ καὶ φιλανθρωποτάτῳ Νικητῇ Αὐγούστῳ 10 Ε:ανῷ Ἀθανάσιος καὶ οἱ λοιποὶ ἐπίσκοποι, οἱ ἐλθόν τῆς ἐκ προσώπου πάντων τῶν ἀπὸ τῆς Αἰγύπτου καὶ Θηβαΐδος καὶ Λιβύης ἐπισκόπων· πρέπουσα θεοφιλεῖ βασιλεῖ φιλομαθής προαίρεσις καὶ πόθος τῶν οὐ ρανίων. Οὕτω γὰρ καὶ τὴν καρδίαν ἔχεις ἐν χειρὶ Θεοῦ, καὶ τὴν βασιλείαν μετ' εἰρήνης πολλαῖς ἐτῶν περιόδοις ἐπιτελέσεις. Θελησάσης τοίνυν τῆς σῆς εὐσεβείας μαθεῖν παρ' ἡμῶν τὴν τῆς καθολικῆς Ἐκ κλησίας πίστιν, εὐχαριστήσαντες ἐπὶ τούτῳ Κυρίῳ, ἐβουλευσάμεθα πάντων μᾶλλον τὴν παρὰ τῶν Πα τέρων ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπομνῆσαι τὴν σὴν θεοσέβειαν. Ταύτην γὰρ ἀθετήσαντές τινες, ἡμῖν μὲν ποικίλως ἐπεβουλεύσαντο, ὅτι μὴ πειθόμεθα τῇ Ἀρειανῇ αἱρέσει· αἴτιο: δὲ γεγόνασιν αἱρές σεως καὶ σχισμάτων τῇ καθολικῇ Ἐκκλησίᾳ. Η μὲν ἀληθὴς καὶ εὐσεβὴς εἰς τὸν Κύριον ἡμῶν Ἰη τοῦν Χριστὸν πίστις φανερὰ πᾶσι καθέστηκε, καὶ ἐκ τῶν θείων Γραφών γινωσκομένη τε καὶ ἀναγινωσκομένη· ἐν ταύτῃ γὰρ οἱ ἅγιοι τελειωθέντες, μαρ Ευρήθησαν, καὶ νῦν ἀναλύσαντες εἰσιν ἐν Κυρίῳ έμεινε δὲ ἡ πίστις ἀβλαβής· εἰ μὴ πονηρία τινῶν αἱρετικῶν παραποιῆσαι ἐτόλμησεν. "Αρειος γάρ τις καὶ οἱ σὺν αὐτῷ διαφθείραι ταύτην, καὶ ἀσέβειαν Επεισαγαγεῖν κατ' αὐτῆς ἐπεχείρησαν, φάσκοντες ἐξ οὐκ ὄντων, καὶ κτίσμα, καὶ ποίημα καὶ τρεπτὸν εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ. Καὶ πολλούς τε ἐν τούτοι;

Chapter XLIICaput XLII

col. 579–580page 286 of 633
PG 146:579ἠπάτησαν, ὥστε καὶ τοὺς δοκοῦντας εἶναί τι συναπο ὁμοούσιον αχθῆναι αὐτῶν τῇ βλασφημία. Καὶ φθάσαντες μὲν οἱ ἅγιοι Πατέρες ἡμῶν, συνελθόντες, ὡς προείπον, ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, τὴν μὲν 'Αρειανὴν αν μεσιν ἀνεθεμάτισαν, τὴν δὲ τῆς καθολικῆς ἐκκλησίας πίστιν ὡμολόγησαν ἐγγράφως. Ωστε, ταύτης πανταχοῦ κηρυττομένης, ἀποσβεσθῆναι τὴν ἀνα θεῖ σαν αίρεσιν παρὰ τῶν αἱρετικῶν. Εν μὲν οὖν αὕτη κατὰ πᾶσαν ἐκκλησίαν ἀναγινωσκομένη τε καὶ κηρυττομένη. Αλλ' ἐπειδὴ τὴν Αρειανὴν αἵρεσιν ἀνανεώσαι βουλόμενοί τινες μὲν αὐτὴν τὴν ἐν Νι καία παρὰ τῶν Πατέρων ὁμολογηθεῖσαν πίστιν τε τολμήκασιν ἀθετῆσαι, τινὲς δὲ σχηματίζονται όμο λογεῖν αὐτὴν, ταῖς δὲ ἀληθείαις ἀρνοῦνται, παρερμηνεύοντες τὸ ὁμοούσιον, καὶ οὗτοι βλασφημούντες τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῷ φάσκειν αὐτοὺς κτίσμα εἶναι καὶ ποίημα διὰ τοῦ Υἱοῦ γεγονός, ἀναγκαίως καὶ ἡμεῖς θεωρήσαντες ἐπιδοῦναι τῇ σῇ εὐσεβεία, τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν ἐσπουδάσαμεν ἵνα γνῷ σου ἡ θεοσέβεια μεθ' ὅσης ἀκριβείας γέγραπται, καὶ ὅσον πλανώνται οι παρ' αὐτὴν διδάσκοντες. Γίνωσκε, θεοφιλέστατε Αύγουστε, ὅτι αὕτη μὲν ἡ ἐξ αἰῶνος κηρυττομένη· ταύτην δὲ ὡμολόγησαν οἱ ἐν Νικαίᾳ συνελθόντες Πατέρες, καὶ ταύτῃ σύμ ψητοι τυγχάνουσι πᾶσαι αἱ κατὰ τόπον ἐκκλησίαι αξ τε κατὰ τὴν Σπανίαν καὶ Βρετταννίαν καὶ Γαλλίας καὶ αἱ τῆς Ἰταλίας πάσης και Καμπανίας, Δαλμα τίας τε καὶ Μυσίας, Μακεδονίας καὶ πάσης Ἑλλά δος, καὶ αἱ κατὰ ᾿Αφρικὴν πᾶται, καὶ Σαρδανίαν, καὶ Κύπρον, καὶ Κρήτην, Παμφυλίαν τε καὶ Λυο κίαν, καὶ Ἰσαυρίαν, καὶ αἱ κατὰ πᾶσαν Αίγυπτον, καὶ Λιβύην, και Πόντον, καὶ Καππαδοκίαν, καὶ τὰ πλησίον μέρη, καὶ αἱ κατὰ ἀνατολὰς ἐκκλησίαι παρ ἐξ ὀλίγων τῶν τὰ ᾿Αρείου φρονούντων. Πάντων γὰρ τῶν προειρημένων τῇ πείρᾳ ἐγνώκαμεν την γνώμην, καὶ γράμματα ἔχομεν, καὶ οἴδαμεν, θεοφιλέστατε Αύγουστε, ὅτι κἂν ὀλίγοι τινὲς ἀντιλέγωσι ταύτῃ τῇ πίστει, οὐ δύνανται πρόκριμα ποιεῖν πάσῃ τῇ οἰκουμένῃ. Πολλῷ γὰρ χρόνῳ βλαβέντες ὑπὸ τῆς 'Αρειανῆς αἱρέσεως φιλονεικότερον νῦν ἀνθίστανται τῇ εὐσεβείᾳ· καὶ ὑπὲρ γινώσκειν τὴν σὴν εὐσέβειαν, καίτοι γινώσκουσαν, ὅμως ἐσπουδάσαμεν, τὴν ἐν Νικαίᾳ πίστιν ὁμολογηθεῖσαν ὑπὸ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων ὑποτάξαι. Εστι δὲ αὕτη Πιστεύομεν εἰ; ἕνα Θεόν, Πατέρα παντοκράτορα, πάν των ὁρατῶν καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύ ριον Ἰησοῦν Χριστὸν Υἱὸν τοῦ Θεοῦ· γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός· Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα, όμως στον τῷ Πατρί· δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τὸν δι' ἡμᾶς τοὺς ἀν θρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, σαρκωθέντα, ένανθρωπήσαντα, παθόντα καὶ ἀνα στάντα τῇ τρίτῃ ἡμέρᾳ· ἀνελθόντα εἰς τοὺς οὐρα νούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. Τοὺς δὲ λέγοντας, 'Ην ποτε ὅτε οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέ ρας υποστάσεως ἢ οὐσίας φάσκοντας είναι, τούτους
col. 581–582page 287 of 633
PG 146:581ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολική Εκ κλησία. Ταύτῃ τῇ πίστει, θεοφιλέστατε Αύγουστε, ἐπιμένειν ἀναγκαῖο, ὡς θείᾳ καὶ ἀποστολικῇ, καὶ μηδένα μετακινεῖν αὐτὴν πιθανολογίαις καὶ λογο μαχίαις, ὅπερ ἐποίησαν ἐξ ἀρχῆς οἱ Ἀρειομανίται, ἐξ οὐκ ὄντων τὸν Υἱὸν τοῦ Θεοῦ λέγοντες, καὶ ὅτι ἦν ποτὲ ὅτε οὐκ ἦν, καὶ κτιστὸς καὶ ποιητὸς, καὶ τρε πτός ἐστι· διὰ τοῦτο γὰρ, καθὰ προείπομεν, καὶ ἡ ἐν Νικαίᾳ σύνοδος ἀνεθεμάτισε τὴν τοιαύτην αἵρεσιν, τῆς δὲ ἀληθείας πίστιν ὡμολόγησεν. Οὐ γὰρ ἁπλῶς ὅμοιον εἰρήκασι τὸν Υἱὸν τῷ Πατρὶ, ἵνα μὴ ἁπλῶς ὅμοιος Θεοῦ, ἀλλ' ἐκ τοῦ Θεοῦ Θεὸς ἀληθινὸς πιο στεύσηται· ἀλλὰ καὶ ὁμοούσιον ἔγραψαν, ὅπερ ίδιόν ἐστι γνησίου καὶ ἀληθινοῦ Υἱοῦ ἐξ ἀληθινοῦ καὶ φύσ 102 σει Πατρός. Αλλ' οὐδὲ ἀπηλλοτρίωσαν τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἀλλὰ μᾶλλον συνεδόξασαν αὐτὸ τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἐν τῇ μιᾷ τῆς ἁγίας Τριάδος πίπτει, διὰ τὸ καὶ μίαν εἶναι τὴν ἐν τῇ ἁγίᾳ Τριάδι Θεότητα. Τούτοις δὴ τοῖς γράμ ὁμοούσιον μασιν ὁ βασιλεὺς ἐντυχών, βεβαίως ἡδράσθη, καὶ ἦν εἶχε περὶ τῶν θείων γνωσίν τε καὶ διάθεσιν ἔδειξε τοὺς γὰρ δοξάζοντας τὸ ὁμοούσιον δι' αἰδοῦς εἶχε, καὶ δώροις φιλοτίμως ἡμείβετο. Καὶ γὰρ πρόθεσις ἦν ἐκείνῳ, ὥς γ' ἐνῆν, πειθοῖ μᾶλλον ἢ βίᾳ τὴν τῶν διεστώτων ἀνακόψαι φιλονεικίαν, καὶ μηδενὶ δι' ἔχλου τῶν ὁπωσδήποτε ᾑρημένων πιστεύειν ἔσεσθαι· ἀγά της δ' ἐλλείπειν μηδὲν, καὶ εἰς τὸ ἀκρότατον τῆς τιμῆς ἔχειν, ὅσοι δὴ ἐνοῦν τὴν Ἐκκλησίαν μᾶλλον σπουδάσωσι. Τοῦτο δὲ οὐ μόνον οἱ Χριστιανοί, ἀλλὰ καὶ ὁ παρ' Έλλησι περιβόητος Θεμίστιος ὁ φιλόσοφος πρᾶξαι αὐτὸν μαρτυρεῖ ἐν τῷ πρὸς αὐτὸν λόγῳ ἐν Υπατικὸν ἐπιγράφε:. Διεξελθὼν γὰρ τὰς ἐκείνου ἀρετὰς, καὶ ὑπερθειάσας μάλα τὸν ἄνδρα, ἐν τούτῳ μᾶλλον ἐξαίρει, οἷς ἀνῆκε θρησκεύειν ἑκάστῳ ὡς βούλοιτο· δι᾿ οὗ φησι καὶ τῶν κολάκων τὸν ἀκόλαστον ἐνίκησε τρόπον· οὓς καὶ διαπαίζων ἀστείως μάλα καὶ περιφανῶς, οἴκοθεν αὐτοὺς διελέγχεσθαι λέγει αλουργίδα καὶ οὐ Θεὸν θεραπεύοντας· καὶ κατ' οὐδὲν διαφέρειν Εὐρίπου, νῦν μὲν ἐπὶ τοῦτο, νῦν δ' ἐπ᾿ ἐκεῖνο, καὶ τοὐναντίον τὸ ῥόθιον μεταῤῥέοντος. ΚΕΦΑΛ. ΜΓ Ως ὁ βασιλεὺς Ἰοβιανὸς ἐν Δαδαστάνοις ἥκων, ἐτελεύτα τὸν βίον, μεγίστη ζημία τοῖς εὐσε βέσι γενόμενος. Τοῦτον μὲν οὖν τὸν τρόπον ὁ βασιλεὺς τῶν τηνι καῦτα ἐκταράσσειν καὶ ἐρεσχελεῖν τὴν Ἐκκλησίαν ᾑρημένων τὰ θράσος ἀνέσχε· καὶ ἡ ἐν Νικαίᾳ πίστις, οὕτω πολὺν τὸν ἐν μέσῳ χρόνον πολιορκηθεῖσα, ἐπὶ τῆς παρούσης ἡγεμονίας εἰς τὴν προτέραν ἐπανῆλθε δόξαν τε καὶ ὁμολογίαν. Οὐ μὴν ἐπὶ πλεῖστον οὕτω προελθεῖν ἔμελλε, καὶ μὴ τῆς ὁμοίας αὖθις συγχύσεως πειραθῆναι. Καὶ γὰρ οὐδὲ τοῖς ἐπὶ Κωνσταν

Chapter XLIIICaput XLIII

col. 583–584page 288 of 633
PG 146:583τίου τῇ Ἐκκλησίᾳ μόνοις συμβᾶσιν ἡ τοῦ μεγάλου πατρὸς 'Αντωνίου πρόῤῥησις ἐπεραίνετο, ἀλλ᾽ ἐλεία πετο και τι πρὸς τὴν τῆς κακίας ἐκπλήρωσιν, ὡς ἔδειξε τὰ ἐπὶ Ουάλεντος γενόμενα ὕστερον. Λόγος γὰρ ἔχει πρὶν ἢ τοὺς ἐξ ᾿Αρείου τῶν ἐκκλησιῶν ἐπὶ Κωνσταντίου κατάρξαι, ἰδεῖν κατ' ὄναρ τὸν πολὺν καὶ μέγαν ᾿Αντώνινον, ἡμιόνους εἰσφρῆσαι τῷ θυσιαστηρίῳ· σκιρτάν τε καὶ λακτίζειν ἔνδον, καὶ τὴν ἱερὰν τράπεζαν ἀνατρέπειν. Διυπνισθέντα δὲ φάναι τὸν ὄνειρον ἐπιλύοντα, ὡς νόθων καὶ ἀλλοκότων δε γμάτων ἐπιμιξία τὴν Ἐκκλησίαν Θεοῦ καταλήψεται, καὶ ἑτεροδόξων ἐπανάστασις τὴν ἱερὰν κατορχήσεται τράπεζαν. 'Αλλ' ὅτι μὲν ἀψευδής ἥ τε θέα καὶ ἡ ἐπὶ ταύτῃ τῆς λύσεως πρόῤῥησις, ἐδεῖξε τά τε γεγενημένα ἐς ὕστερον, καὶ ὅσα μετὰ ταῦτα ἐπὶ τῆς ἡγε μονίας Ουάλεντος διεπράχθη. Ταῦτα μὲν οὕτως. Ο δὲ βασιλεὺς Ἰοβιανὸς ὅσον τάχος ἐξ ᾿Αντιοχείας ἀπάν ρας ὡς ἐπὶ τὴν Κωνσταντινούπολιν καὶ εἰς Ταρσόν τὴν τῶν Κιλίκων γενόμενος, ἐκεῖ τὸ Ἰουλιανοῦ σῶμα θάπτει, ὅσα ἐπικήδεια νόμιμα ἐκτελέσας· οὐ κατὰ πρόνοιαν δὲ, ἀλλὰ κατά τινα περιφοράν, ἀντικρὺ τῆς σοροῦ ἢ τὰ Μαξιμίνου κατείχεν ὀστᾶ, τὸν νεκρὸν ἐκείνου κατέθετο, λεωφόρου ἀπ' ἀλλήλων τὰς θήκας διατειχιζούσης. Εκεῖσε δὲ ὕπατος ἀναγορευθεὶς, ἐπὶ τὴν Κωνσταντίνου τὸ ὅρμημα ἔθετο· κἀκεῖθεν ἐπὶ τὸν Βόσπορον γίνεται, ἔν τινι χώρῳ ὅς μεθόριόν ἐστι Γαλατίας και Βιθυνίας· Δαδάστανα δὲ τῷ χωρίῳ τὸ όνομα· ἔνθα καὶ ἡ σύγκλητος αὐτὸν καθυπήντα, καὶ ὁ προῤῥηθεὶς Θεμίστιος τὸν ἐπ' αὐτῷ ἐκδοθέντα ὑπατικὸν λόγον ἀνέγνω· ἓν καὶ ἐν Κωνσταντινουπόλει ἐς ὕστερον ἐπεδείξατο ἐπὶ παῤῥησίᾳ πολλῇ. Αὐτὸς δ᾽ ἐκεῖσε χειμῶνος ἐπικειμένου πολλοῦ ἔν τινι καταλύσας σταθμῷ, τροφῆς τε πολλῆς ἀφειδέστερον μετασχών, ἐν οἰκίσκῳ τινὶ ἄρτι πρόσφατον ἐκ τιτάνου δεξαμένῳ τὴν κόνιν, πρὸς ὕπνον εὐθὺς κατακλί. νεται. Διὰ δὲ τὸ ἀλέαν ἐγγενέσθαι, πυρὸς ἀναφθέντος πολλοῦ, νοτὶς ἐκ τῶν νεοχρίστων τοίχων ἀναδοθεῖσα, ηρέμα διὰ τῶν ῥινῶν παρεδύετο· καὶ τοὺς αναπνευστικούς πόρους ἐμφράξασα, εἰς πνιγμονὴν ἐλαύνει τὸν βασιλέα. Καὶ οὕτω διαφθαρείς, ἐτελεύτα τὸν βίον, ἀμφὶ ὀκτὼ μῆνας τῇ βασιλείᾳ διαγενόμε νο;· ἀνὴρ οὕτω καλός τε κἀγαθὸς, ἐφ᾽ ᾧ καὶ τὰ δημόσια καὶ τὰ τῶν ἐκκλησιῶν ἔπραξεν ἂν εὐτυχῶς, εἰ μὴ ἐξαπίνης ὁ θάνατος ἐπιστὰς τοσοῦτον καλόν τὴν Ῥωμαίων δυστυχῆσαι πεποίηκεν. Ετελεύτησε δὲ ἐν ὑπατείᾳ αὐτοῦ τε καὶ Βαρωνιανοῦ τοῦ υἱοῦ αὐτοῦ, ἐν ἐν ᾿Αγκύρα τῆς Γαλατίας ἐπιφανέστατον ἀνηγόρευε, τῇ ἑπτακαιδεκάτῃ τοῦ Φεβρουαρίου μη νός· βασιλεύσας μὲν, ὡς εἴρηται, ἀμφὶ μῆνας ὀκτὼ, ζήσας δὲ τὰ πάντα ἔτη τρία πρὸς τοῖς τριάκοντα. Περιέχει δὲ καὶ ἡ παροῦσά μοι δεκάτη τῶν ἱστοριῶν χρόνον ἐτῶν τριῶν· ὁπηνίκα κόσμου μὲν ἔτος εωοε, ἀπὸ δὲ τῆς θείας τοῦ Κυρίου γεννήσεως τριακοσιοστὸν καὶ ἑβδομηκοστὸν ἐπεραίνετο.

Book XILiber Undecimus

col. 585–586page 289 of 633
PG 146:585ΝΙΚΗΦΟΡΟΥ ΚΑΛΛΙΣΤΟΥ ΚΑΛΛΙΣΤΟΥ ΞΑΝΘΟΠΟΥΛΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΙΑ΄. ΚΕΦΑΛ. Α'. Περὶ διαίτης καὶ πολιτείας τοῦ βασιλέως Οὐαλεντινιανοῦ· ἔτι δὲ καὶ περὶ τοῦ ἀδελφοῦ αὐτ τοῦ Οὐάλεντος. Αλλ' οὕτω μὲν ἀποστάτης ἀνῄρηται· οὕτω δὲ καὶ Ἰοδιανὸς ὁ εὐσεβέστατος βασιλεὺς ἐν τοῖς μεθορίοις Γαλατῶν τε καὶ Βιθυνῶν ἐτελεύτα τὸν βίον. Ἐκ δὲ τῆς Γαλατῶν ἑβδομαῖοι καταλαβόντες τὴν Νίκαιαν ὁ στρατός, βασιλέα Ρωμαίων ἀναγορεύουσιν Οὐαλεντινιανὸν· ὅς τά τε ἄλλα ἀγαθὸς ὢν ἀνὴρ καὶ τῆς ἡγεμονίας ἄξιος ἐκ Παννονίας εἷλας τὸ γένος· Κίσα λις δ' ἦν αὐτῷ ἡ πατρίς. Πολὺς δὲ καὶ τὴν τακτικὴν ἐπιστήμην ἐτύγχανεν ἐκ νέου τῇ στρατεία γεγυμνασμένος· χαίρων δὲ μεγαλοψυχίᾳ, ἐσαεὶ τῆς παρούσ σης τύχης μείζων ἐδόκει. Τηνικαῦτα δ' έλαχε παρών ἀπὸ τῆς ὑπερορίου φυγῆς. Καὶ γάρ φασι τοῦτον, ἡνίκα Κωνστάντιος ἐβασίλευσε, τῶν τινα σιλεντιαρίων ἰδεῖν, πυρὸς φλόγα κατὰ τὸ δειλινὸν τοῦ στόμα τῆς ἀφιέντα, όπηνίκα μετὰ τροφὴν εἰς ὕπνον ἐτρέ πετο· ὁ καὶ Κωνσταντίῳ ἐσήμηνεν· καὶ γὰρ ἔτυχε πέμψας αὐτὸν, ἐκεῖνον δὴ μεταστείλασθαι χρείας καλούσης. Ο δὲ βασιλεὺς περιδεής γεγονώς τῇ τοῦ θεάματος ἀγγελία, παραλυπῆσαι μὲν τὸν ἄνδρα ἥκιστα δίκαιον ἔκρινε· τό γε μὴν δέος αὐτοῦ ἀνακτώμενος, περὶ τὰ τέρματα τῆς Ῥωμαίων ἔπεμπε γῆς, ὥστε φρουρεῖν μὲν τἀκεῖσε, τὰς δὲ τῶν βαρβάρων ἀναστέλλειν ὁρμάς. Λόγος δ' ἐς ὕστερον, καὶ τοῦ καταλόγου τῶν Ἰοδιανῶν ἄρξαι, καὶ συνταγματάρχην τῷ Ἰουλιανῷ καταστῆναι. Οπηνίκα δ' ἐκεῖνος ἐπὶ τῶν ὅλων ἐγένετο, αὖθις ἀπελάται τοῦτον τοῦ τάγματος, καὶ ἀϊδί ζημιῶσαι φυγῇ· προφάσει μεν, ὡς μὴ χρεὼν τὴν ὑπ' αὐτὸν στρατιάν τοῖς πολεμίοις

Chapter ICaput I

col. 587–588page 290 of 633
PG 146:587δύσιν Γαλάταις ἔτι ὢν Ιουλιανός, ἐπεὶ πρός τινα νεὼν ἧκεν ὡς θύσων παρόντος καὶ Ουαλεντινιανοῦ (ἔθος γὰρ ἦν ἐκ μακροῦ τοῦ τῶν Ἰοβιανῶν καὶ Ερ κουλιανῶν τάγματος ἡγουμένου • στρατιωτικὰ δὲ τάγματα ταῦτα, τὸ μὲν ἀπὸ Διὸς, τὸ δ᾽ ἀφ' Ηρι κλέους τὴν προσηγορίαν κτησάμενα· κατόπιν τῷ βασιλεῖ ἕπεσθαι), ὡς τοῦ νεὼ ἤδη ἐπιβαίνειν ἔμελλε, καθ' Ελληνα νόμον τοὺς εἰσιόντας θαλλοῖς τισι δια Τρόχοις φαίνων ὁ ἱερεύς. Καὶ δὴ μιᾶς τῶν σταγόνων ἐμπεσούσης τῷ ἱματίῳ, Ουαλεντινιανός βαρέως ἤνεγκε, καὶ διελοιδορεῖτο τῷ ῥαίνοντι· ὑπερφυώς γὰρ τὰ Χριστιανῶν ἡσπάζετο. Καὶ τοίνυν, τοῦ βασι λέως ὁρῶντος, περιελών μαχαίρᾳ ὅσον ἐκ τῆς ψεκάδος διάβροχον, τῆς ἐσθῆτος ἀπέῤῥιπτε. Κακῶς δ' ἐντεῦθεν διατεθείς Ἰουλιανός, οὐ πάνυ πόῤξω και τεδίκαζεν αὐτὸν τὴν τῆς ᾿Αρμενίας Μελιτινὴν εἰς τὸ διηνεκές κατοικεῖν· πρόφασιν εὑρηκὼς τὴν τῶν περὶ αὐτὸν στρατιωτῶν ῥαστώνην. Καὶ γὰρ ἐφθίνει, μὴ διὰ τὴν θρησκείαν τιμῆς αὐτὸν μαρτυρικής ἀξιώσειεν· ἐπεί τοί γε καὶ τῶν ἄλλων Χριστιανών ἐξ αἰτίας τοιαύτης ἐφείδετο· ἐννοῶν ὡς τοῖς κινδύν νοις τὸ εὐκλεεῖς εἶναι πορίζονται. ὡς δὲ Ἰοδιανός τὴν βασιλείαν παρέλαβε, μετάπεμπτον κἀκεῖνον ἐκ τῆς ὑπερορίας ποιεῖται· πρὸς Νίκαιαν δὲ γεγονότος, συμβὰν ἐκεῖνον τὸν βίον ἀπολιπεῖν, βουλῇ τοῦ στρα τοπέδου παντὸς, καὶ τῶν τὰς μεγάλας διεπόντων ἀρχὰς, καὶ μάλιστα Δατίου τοῦ πατρικίου ἐκ Γαλα τίας διαμηνυσαμένου, Σεκούνδου τε τοῦ ἐπάρχου, και Αρινθαίου τοῦ στρατηγοῦ, καὶ Γλαΐρου, τῶν δομεστίκων δ' οὗτος ἡγεῖτο, εἰς τὸ βασιλεύειν αἱρεῖται. Καὶ δὴ τὰ σύμβολα περιθέμενον, καὶ ἐπὶ τῆς ἀσπίδος, ὡς ἔθος, ὀχούμενον, ὁ στρατὸς ἐδεῖτο και νωνόν τινα τῇ ἀρχῇ προσλαβέσθαι. Ο δὲ τῇ χειρ σιγᾶν ἐπιτρέψας, ἀτρέμα δὲ καὶ βασιλικῷ τῷ φρονήματι, ο Υμέτερον μὲν, ἔφη, ἐξ ἰδιώτου ἐμὲ βασιλέα ποιεῖν· τό γε μὴν τὰ πρακτέα διευθετεῖν οὐ τῶν ἀρ χομένων, τοῦ δὲ βασιλεύοντος ή κρίσις, πάντως ἂν καὶ ὑμεῖς φαίητε. Δεῖ οὖν ὑμᾶς τοῦ λοιποῦ ὑπ' ἀρ χὴν ὄντας, ἡσυχίαν ἄγειν· ἐμοὶ δὲ τοῦ ποιητέου μετ λήσει.» Καὶ τότε μὲν οὐκ εἶξε τοῖς στρατιώταις ἐν δὲ τῇ Κωνσταντίνου γενόμενος, μετὰ τριάκοντα ἡμέρας τῆς ἀνακηρύξεως προσλαμβάνει τῇ ἀρχῇ καὶ τὸν ἀδελφὸν Ουάλεντα. Καὶ τὰ μὲν πρὸς ἀν σχοντα ἥλιον τἀδελφῷ διενείματο, καὶ τῆς ἑσπέρας ἄχρι; Ἰλλυριῶν· τὰ δ᾽ ἐκεῖθεν ἐπὶ τὸν ἑσπέριον ὠκεανὸν καὶ Λιβύων, τὴν ἀντικρὺ ἤπειρον ἄχρι; ἐσχάτων πᾶσαν ἑαυτῷ ἀπεκλήρωσε, καὶ τῆς Ἑσπέρα; ἐβασίλευσε πάσης. Μετ' οὐ πολὺ δὲ καὶ παῖδα Γρα τιανὸν ἔτι μειράκιον τῇ βασιλείᾳ ἐπιβιβάσας, πρὸς τὸν ἑαυτοῦ συνήσκει τρόπον. Αμφω δὲ τἀδελφώ Χριστιανοὶ μὲν ἦταν τὸ ἐξ ἀρχῆς· τήν γε μὴν καὶ θρησκείαν τὸν τρόπον διάφοροι· Οὐάλης μὲν γὰρ τῷ 'Αρειανῷ Ευδοξίῳ χρησάμενος βαπτιστῇ, διάπυρος ἦν ζηλωτὴς τῶν ᾿Αρείου δογμάτων, καὶ ἐν δεινῷ ἐποιεῖτο, μὴ πάντας βιάζεσθαι τὰ ἴσα ἐκείνῳ φρο γεῖν· Οὐαλεντινιανὸς δὲ τῆς ἐν Νικαία ὑπεριστάμεν παραστησάμενον· τὸ δ᾽ ἀληθὲς, ὅτι περ ἐν τοῖς προς
col. 589–590page 291 of 633
PG 146:589νος πίστεως, τοὺς ὁμοδόξους ὠφελεῖν μὲν ἐπειρᾶτο, οὐδὲν δὲ τοῖς ἄλλως δοξάζουσι διηνώχλει. "Αμφω δὲ περὶ τὴν τῶν ἄλλων πραγμάτων διοίκησιν παραπλή στοι ἀλλήλοις ὄντες ἐτύγχανον. ΚΕΦΑΛ΄. Β. Τίνες τηνικαῦτα τῶν μεγάλων πόλεων τὴν ἐπι τροπὴν κατὰ διαδοχὴν ἐκληρώσαντο. Κατὰ τοῦτον δὲ τὸν χρόνον, τῆς μὲν Ρωμαίων Εκκλησίας τὰς ἡνίας εἶχε Λιβέριος, ὃς Ιούλιον διεδέξατο· πρὸ ἐκείνου δὲ Σίλβεστρος ἐπὶ Κωνσταντίνου ἡγήσατο. Ἐπὶ δὲ τῆς ᾿Αλεξάνδρου τῆς μὲν ὁμοουσίου πίστεως ὁ πολὺς ᾿Αθανάσιος προειστή. και, Γεώργιον καὶ Γρηγόριον τοὺς αἱρεσιώτας δια δεξάμενος· οἱ πάλιν αὐτὸν ᾿Αθανάσιον, ὃς ᾿Αλέξαν ἔρον· 'Αλέξανδρος δὲ Ἀχιλλᾶν· ὁ δὲ Πέτρον τὸν 112 ἐπὶ Μαξιμιανοῦ μαρτυρήσαντα. Τῶν δ' ἐν ᾿Αντιοχείᾳ τῆς μὲν 'Αρείου θρησκείας Ευζώνος ὑπερίστατο τῆς δὲ ὁμοουσίου πίστεω; διχῆ διήρηντο οἱ προ στάται· τῶν μὲν γὰρ Παυλίνος ἡγεῖτο, τῶν δὲ ὁ θεῖος Μελέτιος. Οὗτοι δὲ τῶν ἐξ 'Αρείου ἦσαν διάδο οι· ὧν ὁ μὲν προσεχής Μελετίῳ Ευδόξιος ἦν, Λεόντιος δὲ πρὸ ἐκείνου. Πρὸ δὲ τούτου Στέφανος, ὃς Φλάκιτον, Φλάκιτος δὲ Εὐφρόνιον, οὗτος δ' Εὐλά λιον διεδέξατο. Πάντες δ' οὗτοι τῆς ᾿Αρείου λύσσης ἦταν ἀνάπλεῳ. Πρὸ δὲ τοῦ Εὐλαλίου Εὐστάθιος δ μέγας εὐσεβῶς τῆς ᾿Αντιόχου ἡγεῖτο, τοῦ μάρτυρος Φιλογονίου διάδοχος· τοῦ δὲ Φιλογονίου προηγείτο Βιτάλιος. Τῶν δ' ἐν Ἱεροσολύμοις Κύριλλος ἐπὶ τῶν ἱερῶν οἰάκων αὖθις καθῆστο· ὃς πρῶτον μὲν Μά ξ·μον διεδέξατο· πρὸ δὲ Μαξίμου ὁ πολὺς Μακάριος καθηγήσατο. Μακάριος δὲ διάδοχος Ερμωνος ἦν τὸν δὲ Κύριλλον 'Ερέννιος διεδέχετο· δν Ηράκλειος τὴν δ᾽ Ιλάριος· τοῦτον δ' αὖθις τὸ τηνικάδε ὁ θειό τατος Κύριλλος. Τῶν δὲ τῆς Κωνσταντινουπόλεως ἐκκλησιῶν τηνικαῦτα ἐκράτει Εὐδόξιος, τὴν ᾿Αρείου δόξαν μάλα πρεσβεύων. Οἱ δὲ τῆς ὁμοουσίου πίστεως ἔνδον τῆς πόλεως οἰκίσκῳ βραχυτάτῳ τὰς συναγω τὰς ἐποιοῦντο. Τῆς δὲ Μακεδονιανῆς θρησκείας ἔτι κατὰ τὰς πόλεις τῶν εὐκτηρίων οἴκων οἱ ἐν Σελευκείᾳ ἐκράτουν, διδαχθέντες & οἱ περὶ 'Ακάκιον. Εὐ δόξιος δὲ Μακεδόνιον διεδέξατο· πρὸ δὲ τούτου δ ὁμολογητής Παῦλος τὴν ἐπισκοπὴν ἐκληροῦτο· τού. του δὲ προἦν ὁ ᾿Αρειανὸς ἐκ Νικομηδείας Εὐσέβιος. Οὗτος δὲ ᾿Αλέξανδρον διεδέχετο· ὃς Μητροφάνους η διάδοχος ἐχρημάτιζεν. Οὕτω μὲν τὰ τῶν ἐκκλησιῶν τηνικαῦτα ἐφέρετο. ΚΕΦΑΛ. 1. Περὶ τῆς ἐν Λαμψάκῳ γενομένης συνόδου· καὶ ὡς ὑπερόριοι οἱ τοῦ ὁμοουσίου ἐγένοντο. Ἐπεὶ δ᾽ ἡ τῶν ἑσπερίων πραγμάτων φροντὶς ἐπὶ Ῥώμην ἐκάλει τὸν Οὐαλεντινιανὸν, καὶ διὰ τῆς Θράκης Ιὼν ἐπορεύετο· οἱ ἀνὰ τὴν Βιθυνίαν καὶ τὸν Ἑλλήσποντον ἱερεῖς, καὶ ἄλλοι ὅσοι τῷ ὁμοουσίῳ προσέκειντο, Υπατιανῷ τῷ τῆς Περίνθου Η τοῦ ἐμοουσίου,

Chapter II, IIICaput II, III

col. 591–592page 292 of 633
PG 146:591πρεσβεύειν, ὥστε προτραπῆναι ἅπαντας εἰς ἐν στο νελθεῖν ἐπὶ διορθώσει τοῦ δόγματος. Τοῦ δὲ προσιόντος, καὶ τὴν πρεσβείαν τῶν ἐπισκόπων ἀγγείλαντος, ὁ βασιλεὺς, ο Εμοί, φησί, πράγμασιν ἐνειλημμένῳ, καὶ τὰ τοῦ πλήθους ἐπιτετραμμένῳ, οὐκ εὐχερὲς τὰ τοιαῦτα διερευνᾶσθαι. Ὑμῖν δὲ οἷς τοῦτο μέλει, ὅπη βούλεσθε καθ' ἑαυτοὺς γενόμενοι, θεοφιλῶς ἔκαστα διασκέψασθε.» Κατὰ δὴ ταύτην τὴν ἀπόκρισιν ἐς Λάμψακον γεγονότες, ἐπὶ δυσὶ μησὶ τὴν ψῆφον ἐξή νεγκαν· τοῦτο δ' ἦν ἕβδομον ἔτος ἀπὸ τῆς ἐν Σελευκείᾳ συνόδου. Καὶ προηγουμένως μὲν ἄκυρα είναι ἐθέσπιζον τὰ ἐν Κωνσταντινουπόλει πεπραγμένα σπουδῇ τῶν περὶ Εὐδόξιον καὶ ᾿Ακάκιον· καὶ τὴν ἣν ἐκεῖσε προεκόμισαν πίστεως ἔκθεσιν, ὡς τοῖς ρακλείας ἀρχιερεῖ προσιόντες, ἠξίουν πρὸς βασιλέα εσπερίοις ὑπαγορευθείσαν ἐπισκόποις· ἣν καί τινα; ἔπεισαν ὑπογράψαι ἐπὶ ὑποσχέσει τῆς τοῦ ἀνομοίου κατ' οὐσίαν ἀποκηρύξεως, δ διεψεύσαντο ἀθετεῖν στέργειν δὲ τὸ, ὅμοιον εἶναι κατ' ουσίαν τὸν Υἱὸν τῷ Πατρί· εἶναι γὰρ ἐπ' ἀνάγκης τὴν τοῦ ὁμοίου προσθήκην διὰ τὴν σημασίαν τῶν ὑποστάσεων· μή νην δὲ πολιτεύεσθαι πίστιν ἁπάσῃ τῇ ᾿Εκκλησίᾳ, τὴν ἐν Σελευκείᾳ μὲν τὸ κῦρος δεξαμένην καὶ βεβαιωθεῖσαν, πρότερον δ' ἐν Ἀντιοχείᾳ ἐκτεθεῖσαν, ή νίκα ἡ ἐκεῖσε δὴ Ἐκκλησία τὴν ἀφιέρωσιν ἔσχε. Τοὺς δὲ τῶν θρόνων απωσθέντας παρὰ τῶν ἀνόμοιον τὸν Υἱὸν τῷ Πατρὶ δοξαζόντων ἀναλαμβάνειν αὖθις τὴν ἱερωσύνην, ὡς ἀθέσμως τῶν οἰκείων θρόνων ἀπελαθέντας. Εἰ δέ τις ἄλλο τι αὐτῶν κατηγορεῖν βούλοιτο, τοῦτο πράττειν τὸν ἴσον κίνδυνον ἀναῤῥί πτοντα· δικαστὰς δ' εἶναι τοὺς ὀρθὰ φρονεῖν ᾑρη μένους τῶν ἐπισκόπων τῷ ἔθνει· τοὺς δὲ μάρτυρας ἐκ τῶν πέλας εἶναι ἐπαρχιῶν, οἱ τὰ ἑκάστῳ βεβιωμένα εἰδεῖεν ἂν ἐς ταυτὸ συνιόντες. Ταῦτα διαταξι μενοι, τοὺς περὶ Εὐδόξιον συγκαλοῦντες, μετάνοιαν ἀπήνουν τῶν πεπραγμένων πρότερον. Ως δ' ήκιστα ἤκουον, ταῖς ἀπανταχοῦ ἐκκλησίας τὰ πεπραγμένα ἐδήλουν. Εν νῷ δὲ θέμενοι τὸν μὴ ὑφ᾽ ἑαυτὸν ποιήσ σηται τὰ βασίλεια, καὶ ἐς διαβολὴν αὐτῶν κατα σταίη, ἔγνωσαν βασιλεῖ τὰ ἐν Λαμψάκω γενόμενα ἀναφέρειν. Καὶ δὴ ἐπανιόντι Ουάλεντι περὶ τὴν ἐν Θρᾴκῃ Πέρινθον ἐντυχόντες, τὰ πεπραγμένα ἐδή λουν. Τῷ γὰρ ἀδελφῷ ἀποδημοῦντι ἐς τὴν πρεσβ. τέραν 'Ρώμην, μέχρι τῆς Ἰλλυρίδας συνῆλθεν. ᾿Αλλὰ ῃ προλαβών Ευδόξιος σὺν τοῖς ἀμφ' αὐτὸν, ὡς ἐκείνῳ ἐδόκει διέθετο τὰ ἀνάκτορα. Καὶ δὴ τῶν ἐκ Λαμψά που πρέσβεων βασιλεῖ προσιόντων, μὴ διαφέρεσθαι πρὸς Εὐδόξιον εκείνους ἠξίου. Ως δὲ τὴν ἐν Κω σταντινουπόλει γενομένην ἀπάτην τῷ Εὐδοξίῳ, ἔτι δὲ καὶ τὰ κατὰ τῆς ἐν Σελευκείᾳ συνόδου ἐπῃ τιώντο· εἰς θυμὸν ὁ βασιλεὺς ἐκτραπείς, τοὺς μὲν πρέσβεις ὑπερορίαν οἰκεῖν κατεδίκαζε· τοῖς δὲ περὶ Ευδόξιον τὰς ἐκκλησίας προσέταττε δίδοσθαι. Αὐτὸς δὲ τὴν τῶν Σύρων κατελάμβανεν Αντιόχειαν· ἐδε δία: γὰρ, μὴ οἱ Πέρσαι τὰς ἐπὶ Ιοβιανοῦ τριακον όμοίου, Ἐμοὶ μετὰ λαοῦ τεταγμένῳ οὐ θέμις τοιαῦτα πολυπραγμονεῖν. Οἱ δὲ ἱερεῖς, οἷς τούτου μέλει, καθ' ἑαυτοὺς ὅπη βούλονται συνίτωσαν.
col. 593–594page 293 of 633
PG 146:593ΧΙ. τούτεις σπονδὰς λύσαντες, τοῖς ἐκεῖσε ἐπίθωνται μέρεσιν. Εκείνων δὲ μηδὲν νεωτεριζόντων, ἐπ' Αντιοχείας διατρίβων τὰς ἐκκλησίας τάραττε. Καὶ Μελέτιον μὲν τὸν θεῖον ὑπερορίῳ φυγῇ ἐζημίωσε τοῦ δὲ Παυλίνου διὰ πολλὴν μετριότητα τοῦ ἤθους ἐφείσατο. Καὶ ὅσοι δὲ Εὐζωΐῳ μὴ κοινωνεῖν ᾑροῦντο, ὑπερορίους ἐποίει· καὶ ἄλλως δὲ ἐπιτρίβων ᾐκίζετο καὶ ἐζημίου ἐς χρήματα. ΚΕΦΑΛ. Δ'. Περὶ τῆς τυραννίδος Προκοπίου· καὶ περὶ τοῦ τείχους Χαλκηδόνος, καὶ τοῦ εὑρεθέντος ἐκεῖσε χρησμοῦ· καὶ περὶ τοῦ ἐν Κωνσταντινουπόλει αγωγού. Καί γε εἰς πολλὴν ἂν ὠμότητα προυχώρει, εἰ μὴ Προκόπιος τυραννήσας πρὸς βραχὺ τῆς ὁρμῆς ἐκεῖνον ἀνέστειλεν. Οὗτος γὰρ εἰς Ἰουλιανὸν τὸ γένος ἀνά γων, ἐπὶ Ἰοβιανοῦ τὸ τυραννεῖν ἐπιβάλλει. Τὴν δὲ Χαλκηδόνα καταλαβών, λάθρα τε τὴν Κωνσταντινούπολιν εἰσιών, τὴν βασιλείαν ἁρπάζει. Στρατὸν δ' οὐκ ἐλάχιστον ἐν βραχεῖ ἀθροίσας, κατὰ τοῦ κρατ τοῦντος ἐφέρετο. Οὐάλης δ᾽ ἐκ Συρίας ἐλάσας, περί Νακώλειαν τούτῳ συῤῥήγνυται· ἐκεῖθεν δ' ήττη θεὶς, εἰς Νίκαιαν παραγίνεται. Προδοσία δὲ τῶν περὶ αὐτὸν ἁλούς, Γομαρίου τε καὶ ᾿Αγγέλωνος. δεσμώτης Ουάλεντι παραδίδοται· ξέναις δὲ τιμω ρίαις καὶ ἄμφω ἀνῄρηνται· τοὺς μὲν γὰρ πρίοσιν ἀπηνῶς διελών, ἀπέκτεινεν, ἐν δευτέρῳ τοὺς ὅρκους θέμενος οὓς αὐτοῖς ὀμωμόκει ὥστ᾽ εὔνους ἐσαεὶ εἶ και. Προκοπίου δὲ δένδρεσι δύο οὐ μακράν διεστῶσιν ἐπικύμψας τὰ ἄκρα, ἑκατέρῳ φυτῷ ἑκάτερον προσήψε σκέλος· ἔπειτ' ἀφῆκεν ἐγείρεσθαι. Τὰ δὲ πρὸς τὴν ειωθυίαν στάσιν ἀνορθωθέντα, τὸν ἄνδρα διέσπασε· καὶ οὕτως ὁ τύραννος, διχή διαιρεθείς, ἀπεφθάρη. Ο δὲ βασιλεὺς λύειν τὰ τείχη Χαλκηδό νας της καταντικρύ Βυζαντίου κειμένης ἐκέλευεν. Εφθη γὰρ ἐπαρασάμενος ἑαυτῷ τοῦτο πράξειν νι κήσας τὸν τύραννον, ὅτιπερ Χαλκηδόνιοι τυραννικά φρονήσαντες, τὴν βασιλέως στοργὴν ἠθέτησαν προσιόντα γὰρ περιύβρισαν, τὰς τῆς πόλεως αὐτῷ ἐπιζυγώσαντες πύλας. Τὸ μὲν οὖν τεῖχος τῇ κει λεύσει τοῦ κρατοῦντος ἐλύετο· ἐξάπινα δὲ οἱ λίθοι ἐν Κωνσταντινουπόλει πρὸς τὸ δημόσιον λουτρών μετεφέροντο Κωνσταντιανόν. Καὶ δὴ λυομένου τοῦ τείχους, ἔν τινι λίθῳ μεταρσίῳ γράμμασι κατὰ βά ος κεχαραγμένος χρησμός εἴρηται παλαιές διεξιών, ὡς ἡνίκα δαψιλές ὕδωρ ὑπάρξοι τῇ πόλει, την καῦτα τὸ μὲν τεῖχος ὑπουργήσει λουτρῷ· ἔθνη δὲ μυρία τὴν 'Ρωμαίων ἐπελθόντα γῆν, πολλά τε δρά σει κακά - τέλος δὲ καὶ αὐτὰ φθαρέντα διόλωνται. Κωλύει δὲ ἄρα οὐδὲν φιλομαθίας χάριν καὶ τὸν χρη ομόν προσθείναι τῇ ἱστορία. 'Αλλ' ὅτε δὴ (φησί) νύμφαι δροσερὶν κατὰ ἄστυ [χορείην

Chapter IVCaput IV

col. 595–596page 294 of 633
PG 146:595Η Τερπόμενα στήσονται ἐΐστεφέας κατ' ἀγυιάς, Καὶ τεῖχος λουτροῖο πολύστονον ἔσσεται ἄλκαρ Δὴ τότε μυρία φύλα πολυσπερέων ἀνθρώπων, Αγρια μαργαίνοντα, κακὴν ἐπιειμένα ἀἰκὴν, Ιστρου καλλιρόοιο πόρον διαβάντα σὺν αἰχμῇ, Καὶ Σκυθικὴν ὀλέσει χώρην, καὶ Μυσίδα γαϊαν. Θρηϊκίης δ' ἐπιβάντα σὺν ἐλπίσι μαινομένῃσιν, Αὐτοῦ κεν βιότοιο τέλος καὶ πότμον ἐπίσποι. Υδραγωγόν. Ο μὲν δὴ χρησμὸς οὗτος· συνέβη δ' οὕτω μετά χρόνον τὸν ὁλκὸν τοῦ ὕδατος δν Οὐάλης κατε σκεύασε, δαψιλὲς χορηγῆσαι τὸ ὕδωρ τῇ πόλει, και τὰ τῶν βαρβάρων φύλα μάλιστα κινηθῆναι, ὡς μετά βραχύ μοι λελέξεται· καὶ κατ' ἄλλον δὲ τρόπον τινὲς τὴν τοῦ χρησμοῦ ἔννοιαν ἐξελάβοντο· τοῦ γὰρ ὑδραγωγού κατασκευασθέντος ὑδρεῖον μέγιστον ἐν τῇ Θεοδοσίου ἀγορᾷ ὁ τῆς πόλεως υπαρχος Κλέαρχος κατεσκεύαζεν· δ δαψιλὲς ὕδωρ ὠνόμασται· ἐφ' ᾧ καὶ ἡ πόλις έτησίαν ἦγε πανήγυριν. Καὶ τοῦτο αϊνίττεσθαι τῷ χρησμῷ εἰρημένον, χορείην Τερπόμεναι στήσονται ὕστερέας κατ' ἀγυιάς. Καὶ τὰ μὲν τοῦ χρησμοῦ τοιαῦτα· τοῦ δὲ Χαλκηδονέων τείχους λυομένου, οἱ τῆς Κωνσταντίνου καὶ Βιθυνοί, οἵ τ᾽ ἐκ τῆς Νικομήδους και Νικαεῖς, ἱκέται τοῦ βασιλέως ἐγίνοντο, μὴ τὰ Χαλκηδόνας τείχη οὕτω μὲν στεῤῥότητος, οὕτω δὲ μεγέθους Ε χοντα, ἐπικενῆς παραλύειν. Ο δὲ καίπερ περιοργὴς ὤν, μόλις μὲν, ὅμως τὴν πρεσβείαν ἐδέχετο. Τῷ δ' ὅρκῳ ἀφοσιούμενος τὸ εἰκὸς, ἅμα τε λύειν, ἅμα το ἀνοικοδομεῖν, ἑτέροις βραχυτέροις λίθοις τὴν οἰκοδομὴν ἤγειρεν· ὃ καὶ εἰς πέρας ἤγετο. ᾿Αλλὰ περὶ τοῦ Χαλκηδονέων τείχους τάδε συνέβη. Μετὰ δὲ τὸν κατά Προκόπιον πόλεμον χάλαζα μεγίστη οὐρανόθεν ἡνέο χθη, λίθοις μεγάλοις ἐξεικασμένη· σεισμοί τε κατά διαφόρους τόπους ἐξαίσιοι ἐπεγένοντο· οἱ μάλιστα τῶν ἄλλων, Νικαίᾳ τῇ Βιθυνῶν ἐλυμήναντο, πάμπαν αὐτὴν καταστρέψαντες. Ἔτος δ' ἦν τοῦτο δωδέκατον μετὰ τὴν τῆς Νικομηδείας καταστροφήν. Οὐ πολλῷ δὲ ὕστερον ἕτερος σεισμὸς ἐπιγενόμενος, τὰ ἴσα Γέρμῃ τῇ ἐν Ἑλλησπόντῳ ἐποίει. Ησαν δὲ ἄρα ταῦτα τεκμήρια τῆς τῶν ἐκκλησιῶν ταραχῆς. Τήν το γὰρ χάλαζαν καὶ τοὺς σεισμοὺς πολλοὶ κατὰ θεο μηνίαν ἔφασκον γενέσθαι βασιλεῖ· ὅτι περ πολλούς τῶν ἱερᾶσθαι λαχόντων υπερορίους ἐποίει· ἄλλου; δὲ ποιεῖν ἔμελλε, μὴ τὰ ἴσα Εὐδοξίῳ αἱρουμένους φρονεῖν. "Α δὴ γενόμενα ουδεμίαν ἀναστολὴν ἐποίες Εὐδοξίῳ, οὔτε μὴν βασιλεῖ. Σπουδὴν δ᾽ ἐποιοῦντο τοὺς μὴ ὁμοφρονοῦντας ἀπηνῶς ἐλαύνειν. Καὶ πολ λοὶ μὲν τῶν ἱερῶν ἀνδρῶν φεύγειν κατεδικάζοντο μόνοι δὲ θείᾳ προνοίᾳ δι᾿ ὑπερβάλλουσαν ἀρετὴν ἄγευστοι φυγῆς μεμενήκεσαν. Βασίλειός τε ὁ μέγας τῆς ἐν Καππαδοκίᾳ ἐκκλησίας ἡγεμονεύων, καὶ Γρηγόριος ὁ τηνικαῦτα τῆς Ναζιανζού προεστώς, πολίχνης εὐτελοῦς ἄγχιστα τῆς Καισαρέων διαχει μένης· περὶ ὧν μικρὸν ὕστερον διαλήψομαι.
col. 597–598page 295 of 633
PG 146:597ΚΕΦΑΛ. Ε'. Περὶ Ελευσίου τοῦ Κυζίκου, καὶ Εὐνομίου· ἔτι δὲ καὶ περὶ Ἀγελίου τοῦ ἐπισκόπου τῶν Ναυατιανῶν. Ο δὲ βασιλεὺς Οὐάλης τηνικαῦτα τῷ κατὰ Προκοπίου πολέμῳ ἐνευτυχήσας, κατὰ τῆς Ἐκκλησίας αὖθις ὡπλίζετο, πᾶσαν θρησκείαν ᾿Αρείῳ ἐπίση; φρονεῖν μάλα ἐκβιαζόμενος· μάλιστα δὲ ὑπερφυῶς κατὰ τῶν ἐν Λαμψάκω συνελθόντων επρίετο· οὐ μόνον ὅτι τοὺς ᾿Αρειανίζοντας τῶν ἐπισκόπων ἀπώ σαντο, ἀλλὰ καὶ τὴν ἐν ᾿Αριμίνῳ τῆς πίστεως ἔκθε σιν ἀπεκήρυξαν. Καὶ δῆτ' ἐκ Νικαίας ἀπάρας, και ταλαμβάνει τὴν Νικομήδειαν. Εκεῖθεν δὲ πέμψας, ἄγει παρ' ἑαυτῷ τὸν Κυζίκου Ελεύσιον, ὃς τῇ Μα κεδονίου γνώμῃ μᾶλλον προσέκειτο· καὶ σύλλογον Αρειανιζόντων ἐπισκόπων ἀθροίσας, κοινωνεῖν ἐκεί νοις τῆς πίστεως ἐβιάζετο· ὁ δὲ τὰ μὲν πρῶτα γεν ναίως εἶχε καὶ ἀνδρείως ἀντέτεινε την κοινωνίαν ἀπαγορεύων· ὡς δ' ὑπερόριον ποιεῖν καὶ τὰ προ σόντα οἱ ἀφαιρεῖσθαι ἠπείλει, δείσας, ἑκὼν ἀέκοντί γε θυμῷ τὸ προσταχθὲν εἰς πέρας ἦγε τῷ βασιλεῖ. Καὶ εὐθὺς μεταμέλῳ ἐχρήτο, καὶ ἐπὶ Κυζίκου γενόμενος, ἐκκλησιάζει τὸ πλῆθος, καὶ τὴν ἁμαρ τίαν παρρησίᾳ ἐξήγγελλε· προσετίθει γε μὴν καὶ ἕτερον ἐπίσκοπον ἐκκαλεῖσθαι· ἑαυτῷ γὰρ μὴ προσήκειν τοῦ λοιποῦ ἱερᾶσθαι, την σφετέραν πίστιν προδεδωκότα. Εὔνο: δὲ τὰ μάλιστα αὐτῷ ὄντες Κυζικηνοὶ, τὴν γὰρ ἐκείνου πολιτείαν κατάκρως ή δοῦντο, ἕτερον ἱερέα οὐχ εἴλοντο, οὔτε μὴν ἑτέρῳ παρεχώρουν τῆς Ἐκκλησίας· ὑπ' αὐτῷ δὲ ἦσαν ταττόμενοι τῆς οἰκείας δόξης μετατιθέμενοι οὐδα μῶς. Ὡς δὲ ταῦτ' Ευδόξιος ἔγνω, τῆς ᾿Αρειανῆς αἱ ρέσεως ἐν Κωνσταντινουπόλει προεστηκώς, χειροτονεῖ αὐτοῖς τὸν Εὐνόμιον· ᾤετο γὰρ δεινὸν ἔντα λέγειν, θάττον μεταπείσειν Κυζικηνούς, πειθοί τινι ὑπομονίᾳ πρὸς τὴν σφετέραν ἐφελκύσασθαι δόξαν. Ἐπεὶ δὲ εἰς Κύζικον ἧκεν Ευνόμιος, προστάγματι βασιλέως τῶν μὲν ἐκκλησιῶν ἐκράτησε, τοῦ Ελευ σίου ἐξελαθέντος· οἱ δ' ἐκείνῳ πειθόμενοι, Εξω τειχῶν γενόμενοι, πρὸ τῆς πόλεως τάς συναγωγά; ποιούμενοι ἐκκλησίαζον. ᾿Αλλὰ περὶ μὲν Εὐνομίου καὶ τῆς ἐπωνύμου τούτῳ αἱρέσεως μικρὸν ὕστερον κατά χώραν ἐρῶ· οὐ μόνον δὲ Μακεδονιανοί, ἀλλὰ καὶ οἱ τὸ δόγμα τῶν ἐν Νικαίς συνελθόντων πρεσ δεύοντες τῶν ἴσων κακῶν κατὰ τὴν Κωνσταντινούπολιν ἐπειρῶντο. Επίσης δὲ αὐτοῖς καὶ οἱ τὰ Ναυά του φρονοῦντες, ἅτε δὴ καὶ οὗτοι τῇ τοῦ ὁμοουσίου δόξῃ προσκείμενοι· ὧν δὴ καὶ τὰς ἐκκλησίας ἀφαι ρεῖσθαι ἐκέλευε βασιλεύς· τοὺς δὲ ἄλλους ἀποκλείειν οὐκ εἶχεν ἤδη γὰρ ἐκ πολλοῦ ἀφεῖλε Κωνστάντιος. Τὸν δ᾽ ἐπίσκοπον ἐκείνων ᾿Αγέλιον, ὃς ἀπὸ τῶν Κωνσταντίνου χρόνων τῆς τῶν Ναυατιανῶν Ἐκκλη σίας᾽ ἡγεῖτο, καὶ ὑπερόριον ἐποιεῖτο· ἐλέγετο δὲ οὗτος, ὡς Σωκράτει δοκεῖ, θαυμασίως βιοῦν. Τό τε γὰρ ἐν φιλοσοφίᾳ μέγιστον ἐκέκτητο, κτήσεως ἁπά της καὶ χρημάτων ἐλεύθερος ὤν· καὶ ἡ ἀγωγὴ τὸν ἐργάτην ἐδείκνυ· ἑνὶ γὰρ χιτωνίσκῳ σκεπόμενος

Chapter VICaput VI

col. 599–600page 296 of 633
Caput V
PG 146:599ὑποδημάτων δίχα διόλου εβάδιζεν. Οὐ πολλῷ δὲ ὕστε ρον μετακληθείς, τὰς ὑπ' αὐτὸν ἐκκλησίας κατέσχε, καὶ ἀδεῶς ἐκκλησίαζε. Πρόξενος δὲ τούτων αὐτῷ Μαρκιανός τι ἐγένετο, ἀνὴρ βίῳ καὶ λόγῳ θαυμασίως συζῶν· ὅς πάλαι μὲν ἐν τοῖς ἀνακτόροις στρα τείας ἐπείληπτο· τότε δ᾽ ἱερᾶσθαι λαχὼν Ναυατιανοῖς, τὰς βασιλέως θυγατέρας, ᾿Αναστασίαν καὶ Καρῶσαν, λόγους γραμματικοὺς ἐξεπαίδευεν· ὧν καὶ τὰ δημόσια λουτρὰ τῇ Κωνσταντίνου κατα σκευασθέντα Ουάλης ἐποίει. Αἰδοῖ τοίνυν τἀνδρὸς πρὸς ὀλίγον αἱ τῶν Ναυατιανῶν ἐκκλησίαι κλει σθεῖσαι αὖθις ἠνοίγοντο· οὐ μέντοι καὶ οὕτω τῆς ἐκ τῶν ᾿Αρειανῶν ταραχῆς παντάπασιν ἦσαν ἐλεύ θεροι· διὰ μίσους γὰρ ἦσαν αὐτοῖς, ὅτιπερ τοὺς τὸ δόγμα τῆς ἐν Νικαίᾳ πίστεως ὑπερασπίζοντας ἡγά των σφόδρα καὶ ἔστεργον, καίπερ κατ' ἄλλην δόξαν πλεῖστα διαφερόμενοι. διετέλει, τοῖς ὅροις τοῦ Εὐαγγελίου στοιχῶν, καὶ τοῦ ὁμοουσίου, ΚΕΦΑΛ. Γ'. Περὶ τῶν Μακεδονιανῶν καὶ τῶν φρονούντων τὸ ὁμοούσιον· καὶ περὶ τῆς εἰς 'Ρώμην πρεσβείας τῶν εὐσεβῶν. Καὶ πρὸς μὲν τοὺς ἀκραιφνῶς τὴν ἐν Νικαίς σέ βοντας πίστιν παρὰ τοῖς περὶ Εὐδόξιον κατορθούσθαι ἐδόκει τὸ σπουδαζόμενον· τῷ γὰρ πλείστῳ μέρει τῆς ἐπικρατείας Ουάλεντος, καὶ μάλιστα ἀνά τε τὸν Ἑλλήσποντον καὶ Θράκην καὶ Βιθυνίαν, καὶ ἔτι τὰ κύκλῳ τούτων καὶ προσωτέρω, οὔτε ἐκκλησιῶν ἦρ χον· ἀφῃρημένοι δὲ καὶ τῶν ἱερᾶσθαι τούτοις λα χόντων ἦσαν. Πρὸς δὲ τοὺς τὰ Μακεδονίου φρονοῦντας, πολλαπλάσιοι γὰρ ἦσαν ἀνὰ τόδε τὸ κλίμα οὗτοι τῶν ὀρθὰ φρονεῖν ᾑρημένων, χαλεπαίνοντες τούτοις σφόδρα, ἀπανθρώπως ἐδίωκον. Οἱ δὲ τῶν ἐπικειμένων κακῶν τῷ δέει στενοχωρούμενοι, πρὸς ἀλλήλους κατὰ πόλεις διαπρεσβευόμενοι, δεῖν ἐδοκία μαζον ἐπί τε τὸν ἀδελφὸν Ουάλεντος καταφεύγειν ἐς Ῥώμην, Λιβερίῳ τε κοινωνεῖν, ἢ τοῖς περὶ Εὐδό ξιον (α). τοῦ ἀνομοίου ὁμοουσίου, κατὰ πάντα ὅμοιον, (α)

Chapter VII, VIIICaput VII, VIII

col. 601–602page 297 of 633
PG 146:601Ομολογία τῶν πρέσβεων, Λιβερίῳ τῷ ἐπισκόπῳ Ρώμης δοθεῖσα. Επιστολή Λιβερίου τοῖς ἐν τῇ ῎Εφ ἐπισκόποις πεμφθεῖσα.

Chapter IXCaput IX

col. 603–604page 298 of 633
PG 146:603τοῦ ὁμοουσίου, Περὶ τῶν ἐν Τυάνοις καὶ Καμία συνόδων.

Chapter XCaput X

col. 605–606page 299 of 633
PG 146:605Περὶ τοῦ τηνικαῦτα γενομένου διωγμοῦ· καὶ περὶ τοῦ ἁγίου Αθανασίου, ὡς αὐτὸς μόνος οὐκ ἐξηλάθη του θρόνου.

Chapter XICaput XI

col. 607–608page 300 of 633
PG 146:607Ως διηρέθησαν οἱ 'Αρειανοὶ καὶ Ευνομιανοί· καὶ περὶ Εὐνομίου καὶ Αετίου· καὶ ὅσα κατὰ τῆς ὀρθοδόξου ἐνεωτέρισαν πίστεως.

Chapter XIICaput XII

col. 609–610page 301 of 633
PG 146:609Περὶ τῆς αἱρέσεως τῶν Ἀπολλιναρίων, τοῦ τε πατρὸς καὶ τοῦ υἱοῦ· καὶ ὅπως εἰς τὴν εἰκείαν ἀπέκλιναν αἵρεσιν.

Chapter XIIICaput XIII

col. 611–612page 302 of 633
PG 146:611Ως Βασίλειος καὶ Γρηγόριος ἄμφω ἀντιῤῥήσεις κατὰ Εὐνομίου και Απολλιναρίου ἔγραψαν καὶ τίνα ἦσαν ὁ ἐδογμάτιζον. Μὴ ἐπίκτητον. συνουσιωμένην συνώ σιωμένην. Μέρος τοῦ ἀνθρωπίνου συγκρίματος το τρι μόριον ψυχῆς τε καὶ σώματος κατὰ τὸ ἀνθρώπινον περὶ αὐτὴν ὄντων.

Chapter XIVCaput XIV

col. 613–614page 303 of 633
PG 146:613Περὶ τῆς αἱρέσεως τῶν Ανθρωπομορφιτῶν καὶ τῶν Μασσαλιανῶν· ἔτι δὲ καὶ περὶ τῶν Ναυατιανῶν· ὅτι καὶ οὗτοι εἰς πολλὰ διηρέθησαν διὰ τὴν μετάθεσιν τῆς τοῦ Πάσχα ἑορτῆς.
col. 615–616page 304 of 633

pernegantes ad hunc modum in crimine ipso de- noxas remittere. Ejusmodi litteras in provinciis prehendit. Accusatores enim eorum falsa per calumniam deferre, et testes mendacia proferre dixit. Adelphium autem admodum jam senem blande cempellans, assidere sibi jussit: Et nos, inquit, o senex, qui jam vitam prope exegimus, certius cum humanam naturam perspeximus, tum adversariorum dæmonum cognovimus molitiones, reipsa quoque gratiæ subministrationem perdidi cimus. Juvenes autem isti, qui harum rerum ac curatius nibil intelligunt, sermones spirituales audire non sustinent. Quapropter mihi dicite, quomodo vos perhibetis cum spiritum adversarium cedere, tum Spiritus sancti gratiam advenire?. Verbis hisce senex demulsus, venenum omne suppressum evomuit, et nullam utilitatem ex 129 divino baptismo ad eos qui eo uterentur, pervenire dixit. Solam autem orationem sedulam dæmonem in animis habitantem ejicere. Unum quemque enim qui nascatur hominem a prino parente, sicuti naturam, ita dæmonum quoque servitutem trahere. Quibus precatione sedula exactis, deinceps Spiritum sanctum advenire, præsentiam suam, ita ut sentiatur et conspiciatur, indicantem, corpusque ab affectionum seu per. pessionum metu liberantem, et animam ab incli natione ea quæ in deterius fert, ita vindicantem, ut postea neque abstinentia et jejunio corpus ca stigante, neque doctrina quæ frenos nobis injiciat, et composite ambalare doceat, sit opus. Et cui c ita Spiritus sanctus obveniret, eum non solum a corporistitillationibus liberari, verum etiam clare futura prævidere, et Trinitatem divinam oculis suis cernere. Hoc pacto divus Flavianus putido effosso fonte, et impio nudato latice, ad infelicem illum senem inquit: Inveterate dierum malorum, redarguit te os tuum, non ego: et labia tua testimonium perhibuerunt contra te. Et peste illa in apertum prolata, Syria sunt exacti, et Pam phyliam commigrantes, eam quoque clade imple verunt. Atque hæc quidem de absurdis istis et ineptis hæresibus sint dicta. Eodem tempore Novatiani quoque Phrygiam incolentes, Paschæ diem festum mutavere. Id porro exponam, ubi primum dixero, quamobrem Phryges et Paphlago nes Ecclesie eorum tam firmiter retineant hu jusmodi sanctiones. Novatus presbyter propterea ab ecclesia Romana discessit, quod Cornelius episcopus eos ad communionem admiserat, qui in persecutione ab imperatore Decio excitata, diis sacrificaverant. Hanc ipsam ob causam segregatus, et a consentientibus sibi episcopis ad episcopatum evectus, omnibus ubique Ecclesiis scripsit, ne ad mysteria percipienda eos qui sacrificassent ad mitterent: sed ipsos quidem ad pœnitentiam co Lortarentur, Deo autem veniæ concessionem per mitterent, qui solus facultatem haberet et posset Socr. lib. IV, cap. 28. degentes homines cum accepissent, sententiam earum et judicium ad mores suos accommodabant. Ut enim ille significavit, non admittendos esse ad mysteria, qui post baptismum peccatum in mortem admisissent; aliis quidem acerba et in manis canonis hujusmodi visa est esse sententia, alii autem, quod justum et ad vitam moresque corrigendos accommodatum esse censerent de cretum, suscepere De quo cum per quæstio nem ambigeretur, aliæ Cornelii episcopi super venere litteræ, gratiam delicti etiam illis annun tiantes, qui post baptismum peccassent. Ad hunc modum cum utrique contraria inter se per episto las scriberent, et quæ dicebant divinarum Litte rarum oraculis obfirmarent, pro moribus quisque suis eam comprobabat sententiam, ad quam antea etiam inclinatus magis fuerat. Qui enim delinquere et peccare libenter soliti erant, ejuscemodi veniæ concessione tum accepta, per reliquum deinde vitæ tempus ca in delictis omnibus utebantur. Gens porro Phrygum populis aliis temperantior moderatiorque esse videtur. Perraro enim Phryges jurant. Et iracundia quidem apud Scythas et Thraces dominatur: libidini et concupiscentiæ Orientales populi magis inserviunt: Paphlagonumi autem et Phrygum gens ad neutrum rerum ista rum propensa est. Neque enim ludi Circenses neque spectacula nunc apud eos exhibentur. Quapropter illi atque item alii ejusdem sententiz mihi magis inclinare videntur ad ea quæ a Novato præscripta sunt. Præcipuum namque apud illos tanquam piaculum et abominatio est fornicatio. Et sane Phryges et Paphlagones moderate magis, quam alias quascunque hæreses, vivere videmus. Eamdem causam esse opinor eis etiam qui in occidentalibus partibus habitant, et Novati de creto parent. Porro Novatus etiamsi propter exactius vitæ genus suam sibi sectam instituit, non ille tamen quidquam de Paschæ festo die mu tavit. Semper namque, sicuti Occidentales partes facere solitæ erant, et ipse Pascha celebravit. Pascha autem illæ semper agunt jam inde ab initio, ex quo Christiani sunt facti, post æqui noctium. Hic postmodum sub Valeriano principe, qui persecutionem adversus Christianos concita verat, martyrio vitam ſiniit. Qui vero cjus nomine in Phrygia censentur, ab institutis et communione ejus cum sibi ipsis indulgentes degenerassent, hoc tempore paschale quoque festum mutarunt. Con cilio enim in Pazo vico, ubi Sangaris amnis 130 fontes sunt, coacto, pauci quidam et obscuri per Phrygiam Novatianorum episcopi statuerunt, Judæorum azyma observanda et cum eis Pascha celebrandum esse. Hæc sibi renuntiata esse So crates (qui hoc loco non abhorrere se a Novatia norum institutis palam præ se fert) a sene quodam Hæc ex Socr. excerpta, quem Novatianæ hæresis sectatorem Nicephorus esse censuit.

Chapter XV, XVICaput XV, XVI

col. 617–618page 305 of 633
PG 146:617Ὥς, Ευδοξίου τοῦ Κωνσταντινουπόλεως τελευτήσαντος, οι Αρειανοί Δημόφιλον προεβάλλοντο· οἱ δὲ τῆς καθολικῆς ᾿Εκκλησίας Εὐάγριον, Εὐσταθίου τοῦ ᾿Αντιοχείας τοῦτον χειροτονήσαντος· καὶ ὅσα ἐπὶ τούτοις συνέβη. Περὶ τῆς ὠμότητος τῶν Ἀρειανῶν, καὶ ὡς Οὐάλης κατὰ τὸν Ἀστακηνὸν τῆς Νικομηδείας κόλπον ὀγδοήκοντα ἐκκλησιαστικοὺς ἐπὶ μέσης θαλάσσης σὺν τῷ πλοίῳ πυρὶ παρανάλωσεν.

Chapter XVIICaput XVII

col. 619–620page 306 of 633
PG 146:619Περὶ βίου καὶ ἀγωγῆς καὶ παιδείας καὶ συμψυχίας τοῦ μεγάλου Βασιλείου καὶ Γρηγορίου τοῦ Θεολόγου· καὶ ὅπως ἐπὶ τὴν ἱερατικὴν καθέδραν ἀνήχθησαν.
col. 621–622page 307 of 633
PG 146:621ὕστερον, συνδρομῇ πολλῶν ἱερέων τῆς ἐκεῖσε ἐκκλησίας τὴν ἐπισκοπὴν ἐπετράπη. Εἰ μὴ γὰρ αὐτὸν ἡ θεία χάρις ἐκεῖσε παραβάλλειν εκίνει, μήτ' ἐπισκόπου μήτ' ἐκκλησίας οὔσης, πάντων δ᾽ ἐλαυνομένων, ἐκινδύνευε σχεδόν μηκέτ' εἶναι τῇ Κωνσταντίνου τὸ τῇ ἐν Νικαίᾳ πίστεως δόγμα. Αλλὰ περὶ μὲν τούτου καὶ αὖθις κατὰ χώραν ἐροῦμεν τὸ δέ γε νῦν περι Βασιλείου διέξειμι. ΚΕΦΑΛ. ΙΗ'. Ως μετὰ Εὐσέβιον Βασίλειος τὴν Καππαδοκών ἐπετράπη· καὶ περὶ τῆς πρὸς Ουάλεντα παρ ῥησίας αὐτοῦ. Διαφορά τις συνέβη τῷ πρὸ τοῦ Βασιλείου τῆς Εκκλησίας καθηγεμόνι Ευσεβίῳ, ἔτι ἐν διακόνοις τε λοῦντος. Ην δὲ ὁ Εὐσέβιος καὶ τἆλλα μὲν ἐπαινετός ὁ ἀνὴρ, καὶ τοῖς ὑπὲρ εὐσεβείας κινδύνοις μάλιστα διαπρέψας, ὡς ὁ τότε ἔδειξε διωγμός. Τῆς οὖν δια φορᾶς γενομένης, Βασίλειο; μὲν ἐπὶ τὸν Πόντον ἐγώ. ρει, καὶ τοῖς ἐκεῖσε φιλοσόφως ζῶσι συνῆν· ὁ δὲ τῶν Καισαρέων δῆμος, καὶ μᾶλλον ὅσοι τοῦ πλήθους ἦσαν σοφώτεροι, δι' ὑπονοίας εἶχον Ευσέβιον, καὶ ἀπολιπεῖν τε αὐτὸν ἐδουλεύοντο, καὶ κατ' ἰδίαν χωρισθέντες, τὰς συναγωγὰς δῆτα ποιεῖσθαι, ὅτι φυγῆς αἰ τιος ἐγεγόνει ἀνδρὶ τοσούτῳ τὴν ἀρετὴν καὶ βιοῦν λέο γειν ὑπὲρ ἅπαντας εὐδοκίμῳ, καὶ ταῦτα στίφους του σούτων αἱρετικῶν περιθέοντος. Ὁ μὲν οὖν Βασίλειος,

Chapter XVIIICaput XVIII

col. 623–624page 308 of 633
PG 146:623ἵνα μὴ τὸ ἐφ' ἑαυτῷ τὴν ἐκκλησίαν ἐπιτρέψη, Ει ὁμοούσιον, πλείστοις θορύβοις παρὰ τῶν ἑτεροδόξων κυμαινομένην, τοῖς κατὰ Πόντον φροντιστηρίοις ἐνέβαλεν ή συχῆ διαζών, Ουάλης δὲ καὶ ὁ περὶ αὐτὸν ἱερὸς στρα τὸς (ἀεὶ γὰρ ἐκείνῳ συνῆσαν διερεθίζοντες) καιρὸν ἔχειν εἰπόντες καὶ ἐν τῇ Καππαδοκῶν ἀνύσαι τὸ σπουδαζόμενον, τό τε ἀπόδημον εἶναι Βασίλειον, καὶ τὸ διὰ μίσους ἄγεσθαι τῷ λαῷ τὸν Εὐσέβιον καὶ εἰς ῥῆξιν ὁρᾷν, ἐκ τῆς Νικομηδείας ἀπάραντες, ὡς καὶ ταύτην καταστρεψόμενοι, τῇ Καισαρέων προσέβαλον, καὶ τὰ ειωθότα ποιεῖν ἐπεχείρουν· ἐκβάλλειν μὲν τῶν ἐκκλησιῶν τοὺς ὀρθόφρονας, τοῖς δ' ἐξ ᾿Αρείου ταύτας διδόναι. Ηκιστα δ' αὐτοῖς μετὰ σκοπὸν ἀπὸ έβη τὸ βουλευόμενον· ἅμα γὰρ ἡγγέλλετο τούτους ἐπὶ Καισαρείας ἐλαύνειν, καὶ Βασίλειος τὰς ἐν Πόν τῳ διατριβάς χαίρειν εἰπὼν, ἐπὶ τὴν Καισαρέων ἥκει· καὶ πάντα θέμενος ἐν δευτέρῳ, σπένδεται Εὐσεβίῳ, καὶ ἐν τοῖς μάλιστα τὸ εὐνοϊκὸν ἐπεδείκνυ, κατὰ καιρὸν ἐν κρίσει τοὺς λόγους οἰκονομῶν. Εγ καίρως δὲ τοῖς λόγοις, τὸ πολὺ τῶν αἱρετικῶν ἀπεκρούσατο σμήνος· καὶ τῇ Ἐκκλησίᾳ τὰ μέγιστα τηνικαῦτα ἐπήμυνεν. Οὐάλης δὲ ἀποτυχὼν τῆς σπου δῆς, σὺν τοῖς ἀμφ' αὐτὸν ἱερεῦσιν ἐπὶ τῆς ᾿Αντιόχου ἐχώρει. Μετὰ δέ τινα χρόνον ἐκεῖθεν αὖθις εἰς Καπ παδοκίαν γενόμενος, εὑρίσκεται Βασίλειον μετὰ τὴν Ευσεβίου τελευτὴν τὰς ἐκκλησίας ἐπιτραπέντα. Και δὴ βουλευσάμενος αὐτὸν ἐξελάσαι, ἄνωθεν ἀπέσχετο τῆς ἐπιβουλῆς. Ὅμως δ' οὖν εὐθὺς μορμολυκείοις τὸν Λέοντα οἰόμενο; ἐκφοβεῖν, εἰς τὸ τῶν ὑπάρχων ἔπεμπε δικαστήριον. Ο δὲ ὑπαρχος παραστησάμενος, πεῦσιν προσῆγεν ὅτου χάριν, μὴ τὰ βασιλέως θρησκεύειν αἱρεῖται· τὸν δ᾽ ἀποκρίνασθαι, ὅτιπερ μὴ κελεύειν οὕτω Θεόν. Καὶ προσῆγε τὰς μέμψεις καὶ τὸ ὁμοούσιον συνεκρίτει. ὡς δὲ θάνατον αὐτῷ διηπείλει, καὶ χάριν ἔλεγεν ἔχειν ἀπαλλάττειν χρι μένῳ τῶν ὧδε. Εἰ; σκέψιν δὲ τοῦ ὑπάρχου θεῖναι τὴν λόγον προτρεπομένου, τὸν Βασίλειον φάναι· «Εγώ μὲν καὶ σήμερον καὶ τῇ ὑστεραίᾳ ὁ αὐτὸς ἔσομαι εἴθε δὲ σὺ σαυτὸν μὴ ἐνήλλαττες· κτίσμα γὰρ ὤν, οὐκ ἂν κτίσματι προσκυνεῖν ἑλοίμην καὶ Θεὸν εἶναι ὁμολογεῖν. 'Αλλ' οὐδ' ὑμῖν κοινωνεῖν τῆς θρησκείας ανέξομαι. Εἰ γὰρ καὶ τῶν λίαν ἐπισήμων ὑμεῖς, καὶ οὐκ ἐλαχίστης ἡγεῖσθε μοίρας τῆς γῆς, ἀλλ' οὐκ ἔμοιγε χαρίζεσθαι προσῆκον ἀνθρώποις, τῆς δ' εἰς τὸ θεῖον πίστεως διὰ ταῦτα ολιγωρεῖν· ἣν οὐκ ὂν προδοίην, και δήμευσιν, κἂν ὑπερορίαν, κἂν ἄλλο το τῶν δεινῶν, κἂν θάνατον αὐτὸν ἀπειλῆς· οὐδέν με γάρ τι τούτων ἀνιἂν ἔχει. Εἰ δὲ τὴν ἐμὴν περιουσίαν ζητεῖς, ῥάκια ταῦτα τρίχινα καὶ βιβλία ὀλίγα, οἷς ἐγὼ καλλωπίζομαι, εἰ τούτων σοι ἔμως, ἀπόλαυε.Εἰ δὲ καὶ ὑπερόριον βούλει ποιεῖν, ἕτοιμος. Πῶς δ᾽ ἔτο μαι ἀεὶ τὴν γῆν παροδεύων, καὶ πρὸς ἄλλην χώραν σφοδρῶς ἐπειγόμενος; Τὸ δὲ σῶμα μετὰ τὴν πρώ την πληγήν, αἰσθήσεως ἀμοιρῆσαν, καὶ βασάνων κρείττον ἔσται πάντων.» Ταῦτα καὶ τοιαῦθ᾽ ἕτερα παῤῥησιασαμένου, καταπλαγεὶς ὁ ὕπαρχος τὴν σύνεσιν
col. 625–626page 309 of 633
PG 146:625τοῦ ἀνδρὸς, δρομαῖος τῷ βασιλεῖ προσιὼν ἀνήγγειλεν ὡς πειθούς στερότερος ὁ ἀνήρ· καὶ ἢ προφανώς κολάζειν, ἢ μηδαμῶς οἴεσθαι ταῖς ἀπειλαῖς πειθήνιον σχεῖν. Ο δὲ τέως ἠρέμει· τῆς δ' ἡμέρας τῶν Θεοφανίων ενισταμένης σὺν τῇ περὶ αὐτὸν φαντασία τῇ ἐκκλησίᾳ παραγενόμενος, δωράτε τῇ θείᾳ τραπέζῃ προσήνεγκε· καὶ τῷ πολλῷ τῆς εὐταξίας καταπλαγεὶς, παρατραπείς, μικροῦ ἂν εἰς τοὔδαφος ἔρριπτο, εἰ μή τις τῶν ἐκ τοῦ βήματος δραξάμενος τοῦ χιτώνος, τὸν βασιλέα πεσεῖν ἐπειγόμενον, ἀνεκτήσατο. Ἐπεὶ δὲ καὶ εἰς λόγους ἧκε τἀνδρὶ, ἔτι μᾶλ λον ἐθαύμασε τῆς τε σοφίας καὶ τοῦ περὶ τὸ ἱερᾶσθαι καὶ ἐκκλησιάζειν, καὶ εὐταξίας κόσμον τὸν μέγαν. Οὐκ εἰς μακρὰν δὲ ταῖς τῶν ἐναντίων διαβολαῖς ἐδό κει ὑπερορίαν αὐτὸν κατοικεῖν. Ἐπεὶ δὲ ἡ νὺξ παρ ἦν, καὶ ὁ δίφρος ηὐτρέπιστο, ἐξαπίνης προσβάλλει νόσος τῷ τοῦ βασιλέως παιδί, ᾧ Γαλάτης ἦν όνομα. Ἐπὶ τόσον δ' ἦν ἰσχυρά τε ἡ νόσος καὶ σφαλερά, ὡς ἀπαγορεύειν ἐκείνῳ τὸ ζῇν, οἳ θεραπεύειν ἦσαν μά λιστα δόκιμοι. Οὐάλης δὲ ἀφόρητον ἡγούμενος τὸ πραχθέν, κατὰ τοῦ ἐδάφους ἐῤῥίπτετο, πρὸ τοῦ πα δὸς ᾑρημένος θανεῖν, καὶ ἀνήκεστα ἐπένθει τὸν παῖδα. Δομνίκα δὲ ἡ βασίλισσα καὶ αὐτὴ χείρονα πάσχουσα, δείμασιν ἔλεγε φοβεροῖς νυκτὸς ἐμπεσεῖν καὶ πάν σχειν ταῦτα διὰ τὴν πρὸς τὸν ἐπίσκοπον διετείνετο ὕβριν. Καὶ αὐτίκα τὸν Βασίλειον τοῖς οἰκείοις ἐπέ τρεπε μεταστέλλεσθαι, καὶ τῷ κειμένῳ ὅσα γε δυ κατὰ βοηθεῖν· παρητείτο γὰρ αὐτὸς περὶ τούτου κει λεύειν έναγχος περιυβρισμένῳ. Ὁ δὲ παρῆν, καὶ ὁ παῖς ῥᾷον ἔσχε. Πεῖραν δ' ὅλως εἰσάγων, διεμηνύετο, Εἰ ἀληθῆ, λέγων, ἃ σὺ δοξάζεις περὶ Θεοῦ, εὐχὴν πρᾶττε, καὶ δυσώπει Θεόν, ἵνα μοι ὁ παῖς μὴ ἀπόληται. Αλλ' εἰ πιστεύεις, ἔφη Βασίλειος, ὥσπερ ἐγώ, καὶ τὴν νόσον τῶν ἐκκλησιῶν ἀποξέσεις, πάντως που ζήσεταί σοι ὁ παῖς.» Τοῦ δὲ συνθεμένου καὶ ἄλλως πράξαντος, ὁ παῖς τοῦ βιοῦν ἀπηλλάττετο. ἰσχυρίζοντο δ' ἅπαντες, ὡς οὐκ ἂν ἀπολώλει, εἰ μὴ τοὺς ἑτεροδόξους καλέσας, σύναμα Βασιλείῳ εὔξασθαι ὑπὲρ τοῦ παιδὸς παρηγγύα· οἷς καὶ βαπτίζειν μᾶλλον τὸν παιδα προτρέπετο. Βασιλεὺς δὲ τὸν ἄνδρα δι' αἰδοῦς ἄγων, χωρία τὰ κάλλιστα ὧν εἶχεν αὐτόθι, τοῖς αύτ τοῦ ξενῶσιν ἀπεχαρίζετο· ἀλλὰ πάλιν ὑπὸ τῶν συνο ήθων πολιορκούμενος ὁ κρατῶν, αὖθις τὸν ὅσιον μετα εστέλλετο· καὶ τῆς τῶν ἐναντίων μερίδος γενέσθαι παρῄνει. ὡς δὲ τὸν ἀδάμαντα πείθειν οὐδαμῶς εἶ χεν, εἰς ἐξορίαν ἀπάγειν ἐκέλευε. Καὶ ὁ μὲν τῆς ἐξ ορίας χάρτης ἐγράφετο τῇ χειρὶ δὲ τοῦτον πειραθεὶς βεβαιῶσαι, οὐδὲν τῶν στοιχείων γράψαι δεδύνητο. Ο γὰρ κάλαμος εὐθὺς συνετρίβη. Ἐπεὶ δὲ καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ὡς τὸ εἰκὸς εὐθυνούμε νας ἐπίσης τῷ πρώτῳ ἔπασχον· ἔτι δὲ τὸ δυσσεβὲς γραμματεῖον ἐκεῖνο βεβαιοῦν ἐπειρᾶτο, σείεται μὲν αὐτῷ ἡ χεὶρ παραδόξως. Τρόμος δ' ἄσχετος αὐτὴν διεδέχετο. Εντεῦθεν δὲ καταπεισθεὶς τὴν ψυχὴν, καὶ αὐτουργός, Εθεασάμεθα, καὶ Δημοσθένη ἀγράμματον,

Chapter XIXCaput XIX

col. 627–628page 310 of 633
PG 146:627ΕΣ νος, ἀμφοῖν διέρρηξε ταῖν χεροίν. Μικρὸν δ᾽ ὕστερον καὶ τῷ ὑπάρχῳ ταῦτα συμβῆναί φασι· νόσῳ γάρ περιπετών χαλεπῇ, ἐπειδὴ ἀντιβολῶν παρῃτεῖτο τὴν νέμεσιν, ὑγιὴς ὅλος ἦν. ᾿Αλλὰ τί ταῦτα πρὸς τἆλλα τοῦ ἀνδρὸς προτερήματα, ἔργοις καὶ λόγοις ὑπερ φυῶς εὐδοκιμηκότος; Βιβλία δὲ πολλά τε καὶ κάλο λιστα οὗτός τε καὶ Γρηγόριος καταλέλοιπε τῇ Ἐκε κλησία Χριστοῦ. "Απερ εἰ μὴ δῆλα πᾶσιν ἦσαν σχε δὲν, καὶ κατὰ μέρος περὶ τούτων διεξήειν ἄν· ὧν τὰ πλεῖστα, φησὶ, Ρουφίνος εἰς τὴν Ῥωμαϊκὴν μετ έβαλε γλώσσαν. Καὶ περὶ μὲν Βασιλείου καὶ Γρηγορίου τοσαῦτα ἐν ἐπιτόμῳ εἰρήσθω. δείματος πλήρης γενόμενος, την χάρτην δραξάμε ΧΙΧ. ΚΕΦΑΛ. 18. Περὶ τῆς ἀδελφότητος Βασιλείου καὶ Γρηγορίου καὶ περὶ τοῦ ἁγίου Γρηγορίου τοῦ Νύσσης καὶ ὅτι τρεῖς εἰσι τῇ Ἐκκλησία Γρηγόριοι καὶ ὅτι πάντες αγιωσύνης μετέσχον· ἕτερος καὶ τέταρτος, αἱρετικός. Αδελφοὶ δὲ Βασιλείῳ ἥστην, Γρηγόριος ὁ τῶν Νυσσαέων φωστήρ, ἀνὴρ μετὰ τὸν ἀδελφὸν δεύτερος Εν τε λόγοις καὶ τρόποις καὶ βίου σεμνότητι· καί περ δ᾽ οὗτος καὶ γυναικὶ ὁμιλήσας κατ᾿ οὐδὲν τοῖ; ἄλλοις τἀδελφοῦ λείπεται· ὅς Βασιλείου τεθνηκότος, καὶ τὴν ἐκείνου 'Εξαήμερον ἀνεπλήρου, καὶ κατ' Ευνομίου καὶ ᾿Απολλιναρίου ἀντιῤῥήσεις συνέταξε, καὶ ἐν Κωνσταντινουπόλει ἐπιτάφιον τῷ θείῳ Μπλε τίῳ συγγράφει, καὶ ἄλλα πλεῖστα βιβλία διδασκαλία; καὶ δογμάτων ἀνάμεστα τῇ Ἐκκλησίᾳ Θεοῦ καταλέλοιπε. Δείκνυσι δὲ καὶ τἄλλα μὲν τὸν ἄνδρα, μάλιστα δὲ ὅς ἐπονήθη αὐτῷ λόγος εἰς Γρηγόριον τὸν ἐν θαύ μασι περιβόητον. Ην δὲ τούτῳ καὶ ἀδελφὸς ἕτερος Πέτρος, ὃς τὸν μονήρη βίον μετὰ Βασιλείου ἐζήλωσεν, ὕστερον δὲ τὴν Σεβαστηνῶν ἔθυνε πόλιν. Ἀλλὰ καὶ Ναυκράτιος ἕτερος ἐν ἀσκητικῇ πολιτεία νέος τὸν βίον λιπών· καὶ Μακρίνα ή περιώνυμος, ᾗ καὶ τὸ Περὶ ψυχῆς βιβλίον Γρηγόριος ανατίθησιν· ᾧ τινες τῶν αἱρετικῶν, ὡς ἐπυθόμην, ριγένεια υπέσπειραν δίγματα. Πάντες δ' οὗτοι τῷ τῆς πολιτείας σεμνῷ, τῆς ἁγιωσύνης κατηξιώθησαν· ὥσπερ δῆτα καὶ Γρη γορίου Καισάρειος καὶ ἡ Γοργονία. Ἐπεὶ δέ τινες τῇ ὁμωνυμίᾳ τῶν Γρηγορίων πλανῶνται τῇ ἐπιγραφή τῶν βιβλίων, ιστέον ὡς τρεῖς εἰσι Γρηγόριοι τῇ Εκ κλησία Θεοῦ διαπρέψαντες· ὅ τε εἰρημένος Ποντικός ἐκ Νεοκαισαρείας ὁρμώμενος ἀρχαιότερος τούτων, τῷ Ωριγένει διδασκάλω χρησάμενος. Περὶ οὗ πολὺς
col. 629–630page 311 of 633
PG 146:629λόγος ἔν τε ᾿Αθήναις καὶ Βηρυτῷ, καὶ τῇ Ποντικῇ διοικήσει, καὶ ὅλῃ τῇ οἰκουμένῃ, ἦν τοῖς θαύμασι, καὶ τοῖς λόγοις επέδραμεν. Ἐν δὲ Καισαρείᾳ τῷ Ωριγένει συγγενόμενος, ἀχώριστος αὐτοῦ διέμεινε τοῦ λοιποῦ, καὶ τὴν ἀληθῆ φιλοσοφίαν ὑπ' αὐτοῦ παιδευθείς· ἔπειτα τὴν πατρίδα καταλαβών, ἀνεχώρησε, καὶ λαϊκὸς ὢν πολλὰ διεπράξατο, δαίμονας ἐλαύνων, νόσους ἰώμενος, τοὺς δ' Ελληνίζοντας λό γοις καὶ πλέον τοῖς τεραστίοις προσεπαγόμενος ο τούτου καὶ ὁ μάρτυς Πάμφιλος μέμνηται ἐν τοῖς εἰς Ωριγένην πονηθεῖσιν αὐτῷ βιβλίοις· ἐν οἷς καὶ συν στατικός λόγος Γρηγορίου πρὸς Ωριγένην παράκειται. Καὶ τρεῖς μὲν οὗτοι Γρηγόριοι, ἐν κεφαλαίῳ εἰ πεῖν, γεγόνασιν· ὅ τε προῤῥηθείς οὗτος, καὶ ὁ τοῖς παλαικῖς Ναζιανζηνὺς, ἡμῖν δὲ ἀξίως τῆς προσηγορίας τυχών· Θεολόγος γάρ· καὶ ὁ ἀδελφὸς Βασιλείου. Εγένετο δὲ καὶ ἄλλο; 'Αρειανὸς ὁ μετ᾿ ᾿Αθανάσιον γεγονώς, ὅς καὶ ὑπὸ τοῦ πλήθους ἀνήρηται. Τοσαῦτα καὶ περὶ τούτων. ΚΕΦΑΛ. Κ'. Περὶ τοῦ ἁγίου Αμφιλοχίου ἐπισκόπου Ικονίου, ὡς δι' ἀγγέλου τὴν χειροτονίαν ἔσχε· καὶ ὡς τηνικαῦτα καὶ ὁ θεῖος Χρυσόστομος νέος αν τὰς τῆς ἐνούσης αὐτῷ χάριτος παρεδείκνυ μαρμαρυγάς. η Τοῖς δ᾽ αὐτοῖς χρόνοις καὶ ὁ τῆς Ἰκονιέων προς δρεύσας διέλαμπεν Αμφιλόχιος, ᾧ φίλῳ μάλα ἀρί στῳ ἐχρῶντο Γρηγόριος καὶ Βασίλειος· καὶ δείκνυσί γε τὰ πρὸς αὐτὸν αὐτῶν γράμματα, καὶ μάλιστα Βασιλείου, αν τε νομοθεσίαι, καὶ τὰ περὶ τοῦ ἁγίου Πνεύματος εἰρημένα ἐν κεφαλαίοις τριάκοντα, ἃ τοῖς πολλοῖς καὶ Ἀμφιλόχια κέκληται. Περὶ τούτου δὴ τοῦ ᾿Αμφιλοχίου πολλὰ μὲν ἱστοροῦσι λόγου καὶ μνήμης άξια· ἁπλοῦς γὰρ ἦν ὁ πρεσβύτης· καὶ βίῳ καὶ λόγῳ ἐφαμίλλῳ ἐχρῆτο, ὡς καὶ πολλὰ τῶν συγ. γραμμάτων ἐξενεγκεῖν. Πλὴν ἡ θεία χάρις ἄλλοτε ἄλλως τὰ ἡμέτερα διοικοῦσα, καὶ διευθύνουσα, και νοτομεί τι καὶ περὶ τοῦτον τὸν ἄνδρα ὑπερφυές τι καὶ ξένον τεράστιον. Ταῖς γὰρ ἐρήμοις φιλοσοφοῦντι τῷ περιόντι τοῦ βίου καὶ λόγου, ἀγγέλους επιπέμπει Θεός, οἱ εὐλογίας τε μυστικῆς καὶ ἀρχιερατικῆς υιοθεσίας καταξιώσαντες, νοερῶς ἐτελείωσαν, καὶ εἰς ἱεράρχην τῆς Ἰκονέων ἀνεκήρυξαν πόλεως. "Ον δὴ καὶ εἰσέπειτα οὐ πολλῷ χρόνῳ ὕστερον χειροτονεῖν κατὰ τὸν τόπον συνελθόντες ἐπίσκοποι, ἐπεί περ παρ' αὐτοῦ ἔγνωσαν ὑπ' ἀγγέλων Θεοῦ τὴν τε λεσιουργίαν λαβεῖν, δόξαν τῷ τῶν ὅλων Θεῷ ἀναπέμψαντες ἐπὶ τῷ ἱερῷ καὶ θείῳ τούτῳ χαρίσματι, ὡς ἀρχιερέα Θεοῦ καὶ τοῦ Εὐαγγελίου συνήγορον, καὶ τῆς πίστεως πρόμαχον, εὖ μάλα καὶ μετὰ δέους προσήκαντο· καὶ τὸν συνήθη ἀσπασμὸν ἐπιδεδωκότες, τὰ τῆς ἱερατείας πράττειν ἐπέτρεπον. Τηνι καῦτα δὲ καὶ Οπτιμος και Λητώῖος ἦσαν ἐπίσκοποι, ἄνδρες βίῳ καὶ λόγῳ τῆς προγονικῆς καὶ θείας ὑπερ ιστάμενοι πίστεως· ὧν ὁ μὲν Πισιδίας, Λιτώνος δὲ τῆς Μελιτινῆς τὴν ἐπιτροπὴν εἶχε. Καὶ ὁ θεῖος δὲ

Chapter XXICaput XXI

col. 631–632page 312 of 633
Caput XX
PG 146:631παρεδείκνυ ἐν ᾿Αντιοχείᾳ ποιούμενος τὰς διατριβάς καὶ πολὺς ἦν ῥέων τῇ ἠθικῇ διδασκαλίᾳ ἐπὶ μᾶλλον προβαίνων, οὔπω μὲν τεταγμένος ἐν ἐπισκόπεις, ἱερατικοῖς δὲ βαθμοῖς τὴν διακονίαν ἀποπληρῶν· οὗ τὰ συγγράμματα Βασίλειος και Γρηγόριος θεώμενοι, διὰ θαύματος ἐποιοῦντο, καὶ ξένον εἶναι τὸ κατ' αὐτ τὸν διήγγελλον. Αλλὰ περὶ μὲν Αμφιλοχίου και Ιω άννου καὶ αὖθις κατὰ χώραν διαληψόμεθα· ἐπὶ δὲ τὰ κατὰ τὸν δυσσεβῆ Ουάλεντα καὶ αὖθις προΐωμεν. 139 Χρυσόστομος, νέος ὢν ἔτι, τὸ περιὸν τῆς δυνάμεως ΚΕΦΑΛ. ΚΑ'. Ὣς Οὐάλης ἐν Αντιοχείᾳ γενόμενος, διωγμέν μέγιστον κατὰ τῶν εὐσεβούντων εκίνησεν, ἀπο πνίγων τῷ ποταμῷ· ὑπερόριον δ' ἐποίει τὸν θεῖον Μελέτιον, καὶ Πελάγιον, καὶ τὸν Σαμοσάτων Εὐσέβιον· περὶ οὗ καὶ βραχεῖα τῶν ἔργων διήγησις. Κατὰ τὴν ᾿Αντιόχου γενόμενος, ὥσπερ είρηται, καὶ πλεῖστον χρόνον ἐκεῖ διατρίβων, ἐπεὶ τὰ τῶν ἔξωθεν πολέμων ἠρέμει, κατὰ τῶν ὑπὲρ τῆς ὁμος ουσίου πίστεως καθωπλίζετο· καὶ τῶν μὲν ἐκεῖσε καὶ πέριξ ἐκκλησιῶν ἀπελαύνει τοὺς τῆς ὀρθοδοξίας προμάχους· καὶ ἄλλαις μὲν παντοδαπαῖς ἐπιτρίβων αὐτοὺς συμφοραῖς, καὶ διαφόροις ἀναι ρῶν τρόποις, μάλιστα δὲ τῷ παραβρέοντι ποταμῷ Ορόντῃ ἐμβαλὼν καὶ ἀποπνίγων. Καὶ Μελέτιον μὲν τὸν τῆς εὐσεβείας ἀγωνιστὴν τῶν ἐκκλησιῶν ἀπελάσας, ὑπερόριον ἔθετο· ἐκ δὲ Σαμοσάτων τὸν θεῖον ἐλαύνει Εὐσέβιον· Λαοδίκειαν δὲ χηρεύειν τοῦ καλοῦ ποιμένος Πελαγίου ἐποίει· ὅς νέος μὲν ὤν, τὸν τοῦ γάμου καὶ ἄκων ὑπῆλθε ζυγόν· ἐπ' αὐτῆς δὲ τῆς παστάδας κατὰ τὴν πρώτην μονὴν Έπεισε τὴν νύμφην μᾶλλον τὴν ἀγνείαν ελέσθαι, φιλοστοργίαν ἀδελφικήν μᾶλλον ἢ γαμικὴν συνά φειαν ἔχειν προτιμήσασαν. Τοιοῦτος μὲν Πελάγιο; ἐπὶ σωφροσύνῃ· συνεχόρευον μέντοι καὶ αἱ λοιπαὶ τῶν ἀδελφῶν ἀρεταὶ τούτῳ· ὧν δὴ χάριν ψήφῳ κοινῇ τῆς προεδρίας ἠξίωται. Αλλ' αἱ τῆς πολι τείας ἀκτῖνες ἥκιστα ίσχυσαν δυσωπῆσαι τὸν δυσ σεβή. 'Αμέλει τοῦτον μὲν εἰς Αραβίαν ἐξώριζεν εἰς ᾿Αρμενίαν δὲ τὸν Μελέτιον· εἰς δὲ Θρᾴκην Εύ σέβιον, ἄνδρας ἀποστολικοῖς χαρίσμασι διαπρέπον τα;. Ο δ' Ευσέβιος οὗτος, πρότερον πολλὰς ἐκκλησίας ἐρήμους ποιμένων εἶναι μαθών, στρατιώτου σχῆμα ἀναλαβὼν, καὶ τιάρᾳ ἐκ πίλου σκέπων τὴν κεφαλήν, τήν τε Συρίαν καὶ Φοινίκην καὶ Παλαιστίνην διῄει· διακόνους καὶ πρεσβυτέρους καὶ τἆλλα τῆς Ἐκκλησίας τάγματα ἐκπληρῶν. Καὶ ἐπισκόπους δέ ποτε ἀπεπλήρου, εἴπερ τέως ὁμοδόξων ἐπισκόπων ἐπέτυχεν. Οἷον δὲ ἀνδρίας καὶ ψυχῆς γενναίας ἐχέγγυον ἐπεδείξατο, κελευσθεὶς τὴν βρά την καταλαβεῖν, οὐ θέμις δοθῆναι σιγῇ. Ἐπεὶ γὰρ ὁ τὸ γράμμα κομίζων περὶ δείλην ἧκεν ὀψίαν, σιγᾶν τέως ἐπέτρεπε, καὶ τὴν τῆς ἀφίξεως ἐπικρύπτειν αἰτίαν. «Εἰ γὰρ, φησί, τὸ πλῆθος γνοίη, θερμότητι ζήλου κινούμενον, σοὶ μὲν εὐθὺς θάνα
col. 633–634page 313 of 633
PG 146:633της ἔψεται ἐγὼ δὲ τὰς δίκας δώσω τῆς τῆς ἀναι ρέσεως.» Ταῦτ᾽ εἰπὼν, κατὰ πρώτην εἰσβολὴν τῆς νυκτὸς, μεθ' ἑνὸς οἰκέτου ἐξιών, μόνος εβάδιζεν δ' δ' εἶπετο προσκεφάλαιον μόνον καὶ βιβλίον ὁ θε ράπων ἐπιφερόμενος. Πρὸς δὲ τὴν ὄχθην τοῦ Εὐ φράτου γενόμενο;· δίεισι δὲ ὁ ποταμὸς τὴν περίδο λον τοῦ ἄστεος περιθέων, ἔνθα καὶ τὸν πόρον ἔχειν λέγεται· ἐπιβὰς ἁλιάδι, ἐπὶ τὸ πέραν ἐλαύνειν τοῖς ἐρέταις ἐνεκελεύετο περὶ τὸν, ὃς καλεῖτα Ζεῦγμα. Καὶ ὁ μὲν ᾔει τοῦ πρόσω· Σαμοσατεῖς δὲ γνόντες τὸ δράμα, ὀδυρμοῖς καὶ δάκρυσιν εἴχοντο. Καὶ αὐτίκα πλήρης ὁ πόρος τῶν ἐμπλεόντων ἦν. δ ὡς δὲ μόλις κατέλαβον, ἐπιπολὺ τὸ ρόθιον διατρέχοντες, δεδακρυμένοι πάντες, πείθειν ἐπεχείρουν, μὴ τοῖς λύκοις προδιδόναι τὰ πρόβατα. Ἐπεὶ δὲ πολλὰ λέγοντες πείθειν οὐκ εἶχον (τὸ γὰρ ἀποστολι κιν' ἐκεῖνο προσβάλλετο, ἀρχαῖς καὶ ἐξουσίαι; ὑπο τάσσεσθαι)· ὁ μὲν ἄλλος ἄλλο τι χρυσίον καὶ ἐσθῆ τα καὶ οἰκέτας ὡς ἐπὶ ξένης ἀπαίροντι προσῆγον ὁ δὲ τἀναγκαῖα παρὰ τῶν γνωριμωτέρων λαβὼν, ταῖς εὐχαῖς τε καθοπλίσας ὡς δεῖ, καὶ τῶν παρα δεδομένων ἀκριβῶς ἔχεσθαι παρεγγυήσας, ἐπὶ τὸν Ίστρον διέβαινεν. Οἱ δ' ἀχθόμενοι τὸ ἄστυ κατειληφότες, έτοιμοι πρὸς τὴν τῶν λύκων συμπλοκὴν ἦταν· καλὸν γὰρ καὶ αὐτῶν ἐκεῖνον τὸν ὑπὲρ τοῦ καλοῦ ζῆλον ἐκδιηγήσασθαι· ἀδικεῖν γὰρ νομίσω, εἰ μὴ τὸ θερμὸν καὶ ἀκραιφνὲς αὐτῶν τῆς πίστεως παραδώσω τῇ μνήμῃ. Ως γὰρ οἱ τῆς ᾿Αρείου συμ μορίας, ὅλας ἐκκλησίας τῶν ποιμένων γυμνώσαντες, καὶ ἐπὶ Σαμόσατα ἕτερον ἀντ᾽ Εὐσεβίου, Εὐα νόμιον ὄνομα, ἀντεισήγαγον· οὐδεὶς τῶν ἁπάντων, οὐ πένης, οὐ πλούσιος, οὐ νέος, οὐ πρεσβύτης, ἁπλῶς οὐδεὶς φάναι εἰς τὴν ἐκκλησίαν εἰσῄει, ώσε περ ἦν ἔθος· μόνος δ᾽ ἐκεῖνος τῷ ἐπισκοπείῳ διῆ γεν, οὐδενὸς αὐτὸν οὔθ᾽ ὁρῶντος, οὔτε τὸ παράπαν λόγον μεταδιδόντος. Καίτοι φασὶν αὐτὸν ἄλλως ἐπιεικῇ τε ὄντα καὶ μέτριον· καὶ τοῦτο παρίστησιν. Ἐπειδὴ γὰρ εἰς δημόσιον ἧκε λουτρόν, τῶν οἰκετῶν ἐγκλεισαμένων τὰς θύρας, πλῆθος πρὸ τῶν θυρῶν ἑστάναι μαθών, τοῖς οἰκέταις αὖθις ἀναπετάσαι τὰς θύρας τοῦ βαλανείου ἐνεκελεύετο, καὶ ἀδεῶς τοῦ λουτροῦ κοινωνεῖν τῷ βουλομένῳ ἐπέτρεπε. Τὸ ἴσον δὲ καὶ ἐν τοῖς θόλοις ἔνδον ἐποίει. Ἐπεὶ δ᾽ εἰσῄεσάν τίνες καὶ κύκλῳ εἱστήκεσαν, συμμετέχειν τῶν θερ μῶν ὑδάτων προτρέπετο. Ως δ' ἱστάμενοι καὶ ἔτι σιγὴν ἡσκουν, τιμὴν τὴν στάσιν ὑπολαβών, θάττον καταλιπὼν τὸ θερμὲν, ἀπηλλάττετο. Οἱ δὲ συμμετ τασχεῖν τὸ ὕδωρ τοῦ τῆς αἱρέσεως ἄγους νομίσαντες, ἐκεῖνο μὲν τοῖς ὑπονόμοις ἐξέχεον· ἕτερον δὲ κει ράσαντες, ἀπελούοντο. "Ο δε μαθὼν ὁ Εὐνόμιος, εὐθὺς τὴν πόλιν λιπών, οἴκαδε ἴετο· λίαν γὰρ ἀνόητον ᾤετο πόλει δυσμενῶς ἐχούσῃ κοινώς παρα μένειν αἱρεῖσθαι. Καὶ οὕτω μὲν ἐκεῖνος ἐκὼν ἀπε χώρει τῶν Σαμοσάτων. Οἱ δ' Αρειανοὶ ἕτερον προ βάλλονται, Λούκιον ὄνομα, λύκον ὄντως καὶ οὐ πημένα. Τά γε μὴν πρόβατα, καίπερ ποιμένα μὴ ἔχοντες, ὅμως τὰ ποιμένων ἕδρων, άσυλον διατη της πειθαρχίας.

Chapter XXIICaput XXII

col. 635–636page 314 of 633
PG 146:635ροῦντες τὸ δόγμα τῆς πίστεως. Αλλ' ὅπως καὶ τοῦ. τον διά μίσους εἶχον, ἐντεῦθεν ἔσται κατάδηλον. Μείρακές τινες ἀνὰ τὴν ἀγορὰν παίζοντες, σφαίραν ἀλλήλοις ἀντέπεμπον· τοῦ δὲ Λουκίου παριόντος, συνέβη τὴν σφαίραν τῶν τινος παίδων τῆς χειρὸς ἐκπεσοῦσαν, διὰ τῶν τῆς ἡμιόνου ποδῶν διελθεῖν, ᾗ ἔποχος ἦν Λούκιος. Οἱ δ' ἀνωλόλυξαν, μίσους ἔμπλεω καταστῆναι τὴν σφαίραν νομίσαντες. Ο δὲ τὴν βοὴν ἀγνοῶν, ἐνὶ τῶν ἀκολούθων προσέταττε μικρὸν παραμεἶναι καὶ διαγνώναι τὸ δρώμενον. Οἱ δὲ παῖδες πῦρ ἀνάψαντες, τὴν σφαίραν ἔνδον ηκόντιζον, καθαίρειν οὕτω τοῦ ἄγους βουλόμενοι. Καὶ μειρακιώδες μὲν ἴσως τοῦτο· ὅμως ἱκανόν ἐστι δεῖξαι ὅσον ἡ πόλις αὕτη ἔντροφον εἶχε τὸ μέσος πρὸς τοὺς τὸ δόγμα τῆς πίστεως ᾑρημένους παρα χαράττειν. Ο δὲ Λούκιος οὐ κατὰ τὸν Εὐνόμιον διετίθετο, ἀλλὰ πολλοὺς μὲν τῶν ἱερωμένων ἐξέωσε, τοὺς ἄρχοντας ἀναπεισθείς, τοὺς δὲ σφόδρα ἀντεχομένους καὶ μακράν ήλασεν. Εὐόλκιον γὰρ ἐκεῖνον διακονίας ἠξιωμένον, εἰς Οκσιν καταδίκα ζεν. ᾿Αντίοχον δὲ πρεσβυτέρου καθέδρας μετεσχηκότα, καὶ συγγενείᾳ τοῦ μεγάλου Ευσεβίου κοσμούμενον (ἀδελφιδούς γὰρ ἦν ἐκείνου, πολλοῖς διαλάμπων τοῖς προτερήμασιν), εἰς τινα τῆς ᾿Αρμενίας ἐσχατιάν κατεδίκαζεν. Ως δὲ ὁ θεῖος Ευσέβιος μετά πολλοὺς τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας, τέλος καὶ τὸν τοῦ μαρτυρίου ἀνελάμβανε στέφανον, εἰς ταὐτὸ ἡ τοῦ ἔθνους σύνοδος συνελθοῦσα, παρόντος καὶ Ἰοβιανοῦ· Πέργης δ' οὗτος ἐπίσκοπος ἦν, ὅς ἐπ' ὀλίγον τῆς ᾿Αρειανικῆς μετέσχε θρησκείας καὶ τὸν ᾿Αντίοχον ψηφιζομένων εἰς τὴν τοῦ θείου διαδοχὴν, ἐπεὶ τῇ ἱερᾷ τραπέζῃ προσῄει, καὶ κλί νων κατ' ἔθος τὰ γόνατα σὺν πολλῇ βίᾳ, στραφείς καὶ Ἰοβιανὸν ἑώρα τὴν δεξιάν τῇ κεφαλῇ ἐπιθέμενον, ἀπεσείσατο την χειροτονίαν, καὶ τῶν χειροτονούντων διίστατο, εἰπών, ο μηδαμῶς ἀνέξεσθαι χειροτονίας καὶ δεξιᾶς, ἡ διὰ βλασφημίας τὰ θεῖα μυστήρια παρεδέξατο. Ταῦτα μὲν πολλῷ ὕστερον ἐγεγόνει· τότε δὲ, εἰς τὴν ἐνδοτέραν ᾿Αρμενίαν διέβαινεν. Ο δέ γε θεῖος Εὐσέβιος παρὰ τὸν Ίστρον διήγε, τηνικαῦτα τὴν Θρᾴκην Γότθων κατατρεχόντων, καὶ τὰς ἐκεῖσε πόλεις ληϊζομένων, ὡς αὐτὸς ἰδίῳ συγγράμματι καθιστόρησεν. ΚΕΦΑΛ. ΚΡ. Περὶ Βάρσον, καὶ περὶ τῶν ἐν Εδέσση πεπραγμένων Οὐάλῃ ἐν τῷ μαρτυρίῳ τοῦ ἁγίου απο στόλου Θωμᾶ. Καὶ Βάρσην δὲ, ὅς τὴν Εδεσσηνῶν πόλιν διίθυνεν, οὗ πολὺ κλέος ἐν Φοινίκῃ καὶ Αἰγύπτῳ καὶ Θηβαΐδι· καὶ γὰρ αὐτοῖς ἅπασι διερχόμενος, τὰς τῆς ἀρετῆς ἀπήστραπτε λαμπηδόνας, τοῦτον δὲ εἰς
col. 637–638page 315 of 633
PG 146:637Αραΐον κατεδίκαζε τὴν νῆσον οἰκεῖν. Ἐπεὶ δ' Λ ἀποστολικοῖς χαρίσμασι διαπρέπων, τῷ τῆς διδα σκαλίας φωτὶ τὰ πλήθη πρὸς αὐτὸν εἶκε, καὶ τὰ τῶν νοσημάτων ὅσα ἰατρῶν ἀπείρηκε τέχνη, ἰᾶτο ἐκεῖθεν εἰς τινα πόλιν Αἰγυπτίαν μεθίστα, ὀξύρυγχον όνομα. Ως δὲ κἀκεῖ πάντα; ἐφεῖλκε κατά κλέος τῆς ἀρετῆς, εἰς τινα ἐσχατιὰν οὐ πόῤῥω τῶν γειτονούντων βαρβάρων μετετίθει (Φιλώ ἦν ὄνομα τῷ χώρῳ τὸν τῶν οὐρανίων θαλάμων ἄξιον. Φασὶ μέντοι ἐν 'Αράδῳ ἐς δεῦρο τὴν ἐκείνου διαμένειν κλίνην πλείστης ἠξιωμένην τιμῆς· πολλοὺς γὰρ ἐπ' ἐκείνης κατακλινομένους τῶν νοσούντων τὴν ὑγείαν διὰ τῆς πίστεως δρέπεσθαι. Οἷα δὲ καὶ ἐν Ἐδέσσῃ τῇ πόλει τῷ Ουάλεντι πέπρακται, οὐ θέμις διδόναι σιγῇ. Ἐπειδὴ γὰρ τὸν εἰρημένον Βάρσην τῆς ποίμνης ἐστέρησε, Λύκον ἀντικαθίστη. ὡς δὲ τὸ πλῆθος δυσχεραίνον τὴν κοινωνίαν σφοδρῶς ἀπε σείετο, πάντες τὴν πόλιν καταλιπόντες πρὸ τοῦ ἄστεως συνηθροίζοντο ἦν δ' ἐκεῖσε Θωμᾷ τῷ ἀπο στόλῳ ἐπιφανές εὐκτήριον· ὁ ἱστορῆσαι βουλόμενο; Ουάλης, σύναμα τῷ ὑπάρχῳ, Μόδεστος οὗτος ἦν, ἧκεν ἐντειλάμενος πρότερον, τὸ συνιστάμενον ἐκεῖσε πλῆθος μετὰ τῆς ὁπλιτικῆς περὶ αὐτὸν δυνάμεως διασκεδάσαι, ῥάβδοις καὶ ροπάλοις παίοντας, εἰ δὲ δεήσει, χρησομένους καὶ ξίφει. Ὁ δὲ τὸ κελευόμενον ἕδρα· καὶ λάθρα τοῖς Εδεσσηνοῖς ἐδήλου φυλά ξασθαι τὴν ὑστεραίαν, μὴ εἰς τὸν ειωθότα συνελθεῖν τόπον· πρόσταγμα γὰρ βασιλέως εἶναι τιμωρίαν ἐπάγειν οἷς ἁλῶναι συμβαίη. Καὶ ὁ μὲν οὕτως ἠπεί λει καίπερ ἑτερόδοξος· ἡ μηδένα ἢ ὀλίγους κινδυνεῦσαι προμηθεύμενος, ἢ ἴσως καὶ παραιτούμενος ἑαυτὸν πρὸς τὴν τοῦ κρατοῦντος ὀργήν. Εδεσσηνοί μέντοι ἐν δευτέρῳ θέμενοι τὰς ἀπειλάς, ἅμα ἕψ πρόθυμοι μᾶλλον ἢ πρότερον ἐπὶ τὸν τόπον ἐχώ ρουν, καὶ τὸ εἰωθὸς ἔπραττον. Αγγελθέντος δὲ Μοδέστῳ τοῦ πράγματος, οὐκ εἶχεν, ὅ τι καὶ δρά σειεν. Αμηχάνως δ' ἔχων, ὅσον τάχος στίχα στρατιωτικὴν ἐπαγόμενος, διῄει τὴν ἀγορὰν, καὶ ἐπὶ τὸ πεδίον ἥτε. Γυναίῳ δέ τινι περιτυχών, βρέφος ἐφέλω κοντι τῇ χειρὶ, ἀκόσμως δὲ καὶ παρὰ τὸ πρέπον γυναικὶ τὸ φᾶρος εἰκῇ πως ἐπισυρομένῃ, καὶ ὡς ἐπί τι σπουδαῖον δῆθεν τὴν τῶν ἡγουμένων στρατιωτικὴν διακόπτοντι φάλαγγα, ὁ ὕπαρχος συλλη φθήνα: ταύτην ἐκέλευε, καὶ ὅτου χάριν σπεύδει, τὴν αἰτίαν ἀπῄτει. Τῆς δ' εἰπούσης, Ἐπὶ τὸ πεδίον ἔνθα οἱ τῆς εὐσεβείας θεράποντες· ἔγνων γάρ, ἔγνων τὰς ὑφ' ὑμῶν τυρευομένας ἐπιβουλάς· καὶ σπεύδω καὶ αὐτὴ τῶν ἴσων ἐκείνοις ἀξιωθῆναι γερν, ἵνα μὴ κατόπιν δρόμου γεγενημένη τῆς παρὰ θεῷ δόξης ἁμάρτω. Τὸ δὲ παιδίον τί, φησί, μεθ᾿ ἑαυτῆς ἄγεις, αὖθις ὁ ὑπαρχο; ἀνηρώτα. Η δὲ, Ἵνα καὶ αὐτὸ τῆς ἴῆς ἀξιωθείη τιμής, μετα σχὸν τῶν παθῶν. Καταπλαγείς δὲ τῆς ἀνδρείας ἐκείνης τὴν γενναιότητα, καὶ ἐκ ταύτης τὴν ἁπάν των τεκμηράμενος προθυμίαν, εἰς τὸ βασίλεια καθε Λύκος, λύκος

Chapter XXIIICaput XXIII

col. 639–640page 316 of 633
PG 146:639υπέστρεφε· καὶ κοινωσάμενος αὐτῷ βασιλεῖ, ἔπειθε μὴ εἰς πέρας ἄγειν τὰ δόξαντα· αἰσχρότητα γάρ εἶναι ἐκ τοῦ δρωμένου καὶ δύσκλειαν· ἐκείνοις δὲ, μὴ ἐφικτὸν εἶναι, σβέσαι τὴν προθυμίαν. Ταῦτ᾽ εἰα πῶν, τὸ πλῆθος ἀπείρατον διετήρει. Λοιδορησάμε. νος δ' ἐκεῖνος τὸν ὕπαρχον καὶ πὺξ παίσας, ἀλλά γε τοὺς ἡγουμένους τοῦ πλήθους προσέταττε συλληφθέντας, ἢ τῷ Λύκῳ, καὶ οὐ ποιμένι, κοινωνεῖν Ελέσθαι, ἢ θάττον τῆς πόλεως ἀπελᾷν, καὶ ἐπί τινας ἐσχατιὰς γῆς παραπέμπειν. ΚΕΦΑΛ. ΚΙ. Περί Ευλογίου καὶ Πρωτογένους, ὡς ὑπὲρ τῆς πίστεως ἡγωνίσαντο· καὶ μετὰ τὴν ἐπάνοδον ὁ μὲν τῆς Ἐδεσσηνών, Πρωτογένης δὲ τῆς ἐν Καῤῥαῖς ἐκκλησίας προέστησαν. Ο Ἐπεὶ δὲ πάντας ἀθροίσας τὰ τῷ βασιλεῖ προσταττόμενα εἰς μέσον ἐτίθει, ἡπίοις τὰ πρῶτα χρώμενος λόγοις· ἠλίθιον γὰρ εἶναι ἔλεγε βασιλεῖ τοσούτῳ καὶ τοσούτων κατάρχοντι, βραχυτάταις οὕτως ἀντι τείνειν ἀνθρώποις· ὡς δ᾽ ἅπαντες ἐν σιγῇ ἦσαν, πρὸς τὸν τούτων ἡγούμενον ἀφορῶντες (Ευλόγιος οὗτος ἦν, ἀνὴρ βίῳ καὶ λόγῳ τὸ ἀξιέπαινον ἔχων)· ὁ ὕπαρχος πρὸς ἐκεῖνον στραφείς, Τί δή ποτε, ἔφη, πρεσβύτα, οὐκ ἀποκρίνῃ; Ὁ δὲ, Οὐκ οἴομαι δέον εἶναι, μηδὲν ερωτώμενος, ἀποκρίνεσθαι. Καὶ μὴν ἐκεῖνος, Πολ λούς, φησί, διεξελήλυθα λόγους, τὰ συνοίσοντα ὑμῖν εἰσηγούμενος. Ὁ δ᾽ Εὐλόγιος, Εκεῖνα μὲν πρὸς ἄ παντας εἴρηται· καί γε άτοπον ᾤμην, τοὺς πολλούς παρωσάμενος, αὐτὸν ἀποκρίνασθαι· εἰ δ᾽ ἐμὲ μόνον ἔροῖο, τὸ δοκοῦν εὐθύς σοι δηλώσω. Καὶ ὁ ύπαρχος, Τσιγάρ τοι βασιλεῖ κοινωνῆσαι ἐλοῖ, ὁ δὲ, ἀστείως μάλα καὶ χαρίεντι τῷ ἤθει προσμειδιάσα;, Προσφέρει γάρ, ἔφη, καὶ μετὰ τῆς βασιλείας καὶ τὸ ἱερᾶσθαι κεκλήρωται.» 'Ο δὲ χαλεπῶς εἰρω νείας ἐπῃσθημένος, λοιδορησάμενος δὲ τῷ πρεσβύτῃ, πρὸς τοῖς ἄλλοις καὶ ταῦτα ἐπήγαγεν. Οἱ τοῦτο εἶπον, ἐμβρόντητε, ἀλλὰ κοινωνήσαι οἷς ἐκεῖ νας ἐπισκόποις κελεύει. ᾿Αλλ᾽ ἐγώ, φησὶν ὁ πρεσ δύτης, καὶ ποιμένος οὐκ ἄμοιρος· οὗ τῆς φωνῆς ὡς γνησίας ἐπῃσθημένος, καὶ τοῖς ἐκείνου δόγμασιν ἔπομαι· καὶ οὐ χρή μοι τῆς τοιαύτης νοεράς πόας καὶ θανασίμου.» Τούτοις ἀναφλεγεὶς εἰς Ου μόν, θᾶττον ὀγδοήκοντα τούτων συλλαβὼν, ὅσοι τοῦ πλήθους ἦσαν ὥσπερ στηρίγματα, πρὸς Θρᾴκην ἐξέπεμπεν. Οἱ δὲ δέσμιοι διιόντες, πολλῆς τινος ἀπήλαυον τῆς κηδεμονίας· καὶ κῶμαι γὰρ καὶ πό λεις ἐξιοῦσαι προσυπήντων, ὡς εὐσεβείας προμάχοις τὸ εἰκὸς ἀφοσιούμεναι γέρας. Ο δὲ φθόνος ἀεὶ στρατεύων, εἰς βασιλέα θᾶττον ἀπέτρεχε· καὶ παρ πόλλης, ἔλεγε, πρόξενος τιμῆς ἐγεγόνει ἡ παρ' ὑμῖν νομισθεῖσα ἐξορία τοῖς καταδίκοις. "Ο δὴ μαθὼν ἐκεῖνος, κατά δύο διαιρεθῆναι προστάττει· καὶ
col. 641–642page 317 of 633
PG 146:641τοὺς μὲν Θράκην, τοὺς δ' ᾿Αραβίαν καὶ Θηβαΐδα οἰκεῖν, καὶ ἄλλους ἀλλαχοῦ διασπαρῆναι τοῖς πολιχ νέοις. Εἰ δέ που καὶ ἀδελφοὶ παρῆσαν, ἀπ' ἀλλήλων δίστα. Ευλόγιον μέντοι καὶ Πρωτογένην τὰ δεύτερα μετ' ἐκεῖνον ἔχοντα, εἰς ᾿Αντινὼ τὴν Θηβαίων ἐξώ ριζεν. Οση δ' ἐκείνων ἡ ἀρετὴ, ἐντεῦθεν δειχθήσεται. Ἐπεὶ γὰρ σύμφρονά τινα ἐπίσκοπον εὗρον ἐκεῖσε, κοινωνεῖν εἴλοντο, καὶ τῶν ἐκκλησιαστικῶν μετεῖχον συλλόγων. Ολίγων δὲ σφόδρα ἀθροιζομένων, ὡς ἔγνωσαν τὴν αἰτίαν, Ελληνας εἶναι ἐποί κους τῆς πόλεως, τὰ εἰκότα τῆς πλάνης θρηνήσαντες, οὐ δεῖν ἐνόμισαν μέχρι τοῦ κόψασθαι ἵστασθαι ἀλλ' ὡς εἰκὸς, καὶ τῆς ἐκείνων Ιατρείας φροντίδα ἐποίουν. Καὶ Εὐλόγιος μὲν οἰκιδίῳ ἑαυτὸν καθείρξας, ἡσυχῆ καθῆστο, τὸν τῶν ὅλων ἐκδυσωπῶν Θεόν. 'Ο δὲ Πρωτογένης, τὰ ἱερὰ γράμματα έκπε παιδευμένος, καὶ γράφειν μάλα εξησκημένος, δια δασκαλείου μειρακίων προΐστατο, τόπον εἰς παιδαγωγεῖον ἐπιτήδειον εὑρηκώς. Αμέλει καὶ γράφειν εἰς τε κάλλος καὶ τάχος, καὶ τὰ ἱερὰ ἐξεπαίδευε λόγια· τά τε Δαυϊδικὰ μέλη καὶ τὰ πρόσφορα τῆς ἀποστολικῆς διδασκαλίας ἐκμανθάνειν παρεσκευάζετο. Ἐπεὶ δὲ τῶν μειρακίων ἓν νόσῳ κατειργασμένον θανεῖν προσδόκιμον ἦν, ἐπὶ τῆς οἰκίας ὁ Πρω τογένης ἥκων, καὶ τῇ τῆς χειρὸς ἀφῇ τὸ λυποῦν ποιεῖν ἑδραπέτευεν, οἱ τῶν ἄλλων πατέρες διαγνόντες, ἐπὶ τῆς οἰκίας τὸν πρεσβύτην ἀνῆγον ἕκαστος, καὶ τοῖς ἀῤῥωστοῦσι τῶν παίδων ἐπικουρεῖν ἡντικό λουν. Ὁ δὲ μὴ δύνασθαι βοηθεῖν ἔλεγεν, εἰ μὴ πρότερον ὁ νοσῶν τὸ θεῖον ὑπέλθοι λουτρόν. Οἱ δὲ τῷ πόθῳ τῆς ἀπαλλαγῆς ἠπειγμένοι, θᾶττον ἐπεί θοντο, καὶ διὰ τῆς σωματικῆς νόσου καὶ τὴν ψυχι κὴν ὑγείαν ἐδρέποντο. Εἰ δέ τις καὶ τῶν ἐῤῥωμένων πεισθεὶς τῆς θείας χάριτος μετασχεῖν ἤθελε, παρὰ τὸν Εὐλόγιον ἰῶν, καὶ τὴν θύραν πατάσσων, ἀνοί. γειν ἔπειθε· καὶ τῷ θηράματι καὶ τὴν ἐν Χριστῷ ἐπιβάλλειν παρεκάλει σφραγίδα· ὡς δ' ἐκεῖνος ἐχαλέπαινεν, ἅτε διακοπτομένης αὐτοῦ τῆς εὐχῆς, ὁ Πρωτογένης, ο 'Αλλ' ἀναγκαιοτέρα πάντως, ἔλεγεν, ἡ τῶν πλανωμένων ἐπιστροφὴ πρὸς Χριστόν.» Καὶ διὰ θαύματος ἦν τὸ πραττόμενον· πῶς Πρωτογένης, τοσαῦτα θαυματουργῶν, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς τοσαῦτα ποδηγῶν πλήθη, παραχωρῶν τῶν πρωτείων Εὐλογίῳ ἑωρᾶτο· καί γ' ἐνομίζετο ἐπὶ πολύ πλείονα εἶναι Πρωτογένους τὴν ἀρετὴν, καὶ ὑπερτεροῦσαν τῆς Εὐλογίου ὡς μάλιστα. ὡς δὲ τὰ τοῦ κλύδωνος ἔληγε, καὶ μετὰ τῶν ἄλλων καὶ οὗτοι ἀνήχθησαν, δεδακρυμένοι προπεμπον τούτους οἱ ἐπιχώριοι· καὶ μάλιστα ὁ ἐπίσκοπος τοσαύτης συμ μαχίας ἐστερημένος. Ο μὲν οὖν Ευλόγιος Βάρσου τοῦ θείου τέλει χρησαμένου τοῦ βίου, τῆς ἐκείνου ἐκκλησίας τοὺς οἴακας ἐγχειρίζεται. Ο δὲ θαυμα στις Πρωτογένης, τὴν ἠκανθωμένην πόλιν ἐξ Ελλη νικῆς τερθρείας Καρῶν γεωργεῖν ἐπιστεύθη· ἣν καὶ φιλοπόνω; ἐξεργασάμενος, τὸν θεῖον τῆς εὐσεβείας καρπὸν ἑδρέψατο. Ἀλλὰ τοῦτο μὲν ὕστερον.

Chapter XXIVCaput XXIV

col. 643–644page 318 of 633
PG 146:643ΚΕΦΑΛ. ΚΑ'. Περὶ τοῦ ἁγίου Φλαβιανοῦ καὶ Διοδώρου, ὡς τὴν ποίμνην Μελετίου αὐτοὶ διεἶπον, μήπω ιερα τικοῦ ἐπιβάντες βαθμοῦ. Πλείστον δ' ὅτι χρόνον ἐν ᾿Αντιοχεία διατρίψας Ουάλης, Ευζωτου τῶν ἐκκλησιῶν ἡγουμένου, Ιου δαίοις μὲν καὶ ῾Ελλησι καὶ πᾶσι Χριστιανῶν ὄνομα περικειμένοις, τἀναντία δὲ τῆς εὐαγγελικῆς διδα καλίας ἀσπαζομένοις, τὰ θυμήρη πράττειν ἀδεῶς εἴασεν. Αμέλει καὶ ἡ ἐπὶ Ἰοβιανοῦ μὲν σβεσθεῖσα πλάνη, ἀπὸ Ἰουλιανοῦ δὲ ἐξαφθεῖσα, κατὰ μικρὸν πάλιν ήνθει· καὶ τὰ Διάσια καὶ Διονύσια, τά τε Δήμητρος ἔργα, οὐκ ἐν γωνίᾳ, ἅτε δὴ βασιλέως κατα ἄρχοντος, ἐτελοῦντο· καὶ βακχεύοντες ἄνδρες ἔθειν κατὰ μέσης τῆς ἀγορᾶς, οὐδενὸς ἐμποδὼν καθεστῶτος. Μόνοις δ' ἐχθρὸς ἄσπονδος ἦν τοῖς φρονοῦσι τὰ τῆς καθόλου ἐκκλησίας διδάγματα. Καὶ δὴ πρῶτον ἀφῄρει αὐτῶν τὴν νεόδμητον Ἐκκλησίαν, ἣν Ἰυβιαν ἔδοτο· καὶ τῶν ἄλλων ἱερῶν περιβόλων ἐξήλαυνεν. Ὡς δ' ἐκεῖνοι ἐν ὑπαίθρῳ διάγοντες παρὰ τὰς ὑπω ρείας τοῦ ὄρους ὕμνουν μὲν, ὡς ἔθος, Θεὸν, τῶν δ ἐναντίων τοῦ ἀέρος μετεῖχον μεταβολών, ποτὲ μὲν ὑετοῖς καὶ νιφετοῖς καὶ κρυμοίς προσπαλαίοντες, ἄλλοτε δὲ φλυγμοῖς ἡλιακεῖς σφόδρα κατακαι μενοι, οὐδ᾽ ἐν ταύταις ἐὰν αὐτοὺς ἤθελε στρα τιώτας δὲ πέμπων, καὶ τὴν ἐπίπονον ταύτην διαγωγὴν διεσκέδαζεν. Φλαβιανὸς δὲ καὶ Διόδωρος οι γενναῖοι τῆς ἀληθείας ἀγωνισταὶ τηνικαῦτα διέλαμπον· καὶ τὰ προσβάλλοντα κύματα τῇ ποίμνῃ Χρισ στοῦ, οἷά τινες πρόβολοι, πρὸς ἀφρὸν ὡς τάχος διέ λυον. Αὐτοὶ γὰρ μετὰ Μελέτιον γενόμενον ὑπερό. ριον τῆς ποίμνης ἀντεποιοῦντο Χριστοῦ· τοῖς μὲν λύκοις ἀνδρείως ἀντιταττόμενοι, τοῖς γε μὴν Χρι στοῦ θρέμμασι τὴν προσήκουσαν διδασκαλίαν προς φέροντες. ὡς δὲ κἀκ τῆς ὑπωρείας ἠλαύνοντο, παρὰ τὰς ὄχθας τοῦ γείτονος ποταμοῦ τὰ πρόβατα ἄνεμον, οὐκ εἰκῇ, κατὰ τοὺς ἐν Βαβυλῶνι αἰχμαλώτους, παρὰ τὰς Ιτέας κρεμῶντες τὰ τῶν ᾠδῶν ὄργανα, ἀλλ' ἀδεῶς ὕμνουν Θεὸν, κατὰ τὸν θεῖον Δαυΐδ, ἐν παντί τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ἀλλ᾽ οὐδ᾽ ἐν ἐκείνῳ τῷ χώρῳ ἐπιπολὺ διατρίβειν εἴασεν ὁ τῶν ὀρθοδόξων μόνων πολέμιος· ἀλλ' ὡς τάχος κἀκεῖθεν ἀφίστα, καὶ τὴν συναγωγὴν διασπᾶν ἐπειρᾶτο. Π θεία τῶν ὑποποιμένων τουτωνὶ ξυνωρίς, γυμνάζουσα μὲν ἦν τὸ πνευματικὸν τοῦτο ποίμνιον πρὸς τὴν ἐν Χριστῷ μάχην, καὶ ᾗ δὴ νέμεσθαι, ἐπεδείκνυον. Καὶ ὁ μὲν γενναῖος Διόδωρος, οἷά τις ποταμός βαθυδίνης καὶ διειδέστατος, τὸ θεῖον νάμα τοῖς σφετέροις ἐπήγαγε· ῥαγδαῖος δὲ τοῖς ἀλλοτρίοις κατιών, τὰ νόθα τῶν δογμάτων ἐπέκλυζε καὶ ἠφάνιζε, μὴ τὸ τοῦ γένους περιφανές οὐδαμῶς ἐν λόγῳ τιθέμενος, φέρων δ' εὖ μάλα τὸ πάσχειν ὑπὲρ τῆς πίστεως. Φλαβιανὸς δὲ καὶ αὐτὸς τῶν εὖ γεγονότων ῶν, τὸ εὐσεβὲς τῆς εὐγενείας προστίθει· καὶ καθά τιν
Page scan enlarged

Notebook

Full View