PG 146Nicephorus Callistus Xanthopulus.
Ecclesiastical History (continuation)
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 645–646page 319 of 633
PG 146:645παιδοτρίβης Διοδώρῳ καθίστατο, παραταττομένῳ πρὸς τὸ ἱερὸν τῆς εὐσεβείας πένταθλον· ἐς δὴ καὶ ἐπ' ἐκκλησίας δημηγορεῖν οὐκ εἶχεν, ἅτε νέος ὤν, καὶ μήπω εἰς ἱερωσύνης παραγγείλας βαθμόν. Οὐκ ἐλαχίστην μέντοι μοῖραν εἰσῆγεν ἐνθυμημάτων καὶ γραφικῶν νοημάτων τοῖς τοῦτο δρῶσιν ἐκ προτροπῆς. Καὶ οἱ μὲν τοῖς ἐξ ᾿Αρείου βλάσφημα βάλλουσι συν εχή τόξα κατέτεινον· ὁ δὲ καθάπερ ἔκ τινος βελο θήκης ή φαρέτρας τῆς σοφῆς διανοίας ἐκείνου τὰ βέλη τῶν νοημάτων πυκνὰ προσέφερε. Καὶ ἐπ' ἐκε κλησίας μὲν λέγειν οὐκ εἶχεν, ὡς εἴρηται· οἴκοι δὲ καὶ δημοσίᾳ τοὺς διαλόγους τιθέμενος, τὰς ἄρχυς τῶν δυσσεβούντων διέστα, αραχνίων κατ' οὐδὲν δια φέρειν δεικνὺς τά γ' ἐκείνοις ἀναντίῤῥητα δοκοῦντα τῶν προβλημάτων. ΚΕΦΑΛ. ΚΕ'. Περὶ τῶν ὁσίων 'Αφραάτου καὶ Ἰουλιανοῦ· ὡς τὰς ἐν ἐρήμῳ λιπόντες διατριβάς, τῆς ποίμνης Χριστοῦ ὑπερίσταντο. Οὐ μικρὰ δὲ τῷ ἀγῶνι τούτοις τηνικαῦτα συνή ρατο καὶ ὁ τὴν πολιτείαν ἐκεῖνος πολὺς ᾿Αφράτης οὗ τὸν βίον καὶ ὁ σοφὸς Θεοδώριτος ἐν τῇ παρ' αὐτ τοῦ συγγραφείσῃ βίβλῳ τῆς φιλοθέου Ιστορίας συν νέγραψε. Καὶ οὗτος γὰρ τῆς ἡσύχου διαγωγής προ τιμήσας την σωτηρίαν τῆς Χριστοῦ ποίμνης, τὴν ἀσκητικὴν καλύβην ἀφεὶς, τῆς μάνδρας ἐπεμελεῖτο Χριστοῦ· καὶ ἱδρῶσι περιεῤῥεῖτο πάντοθεν τοὺς λύκους ἐλαύνων. 'Αλλ' ὅσος μὲν ὁ τῆς ἀρετῆς αὐτῷ πλοῦτος, καὶ οἷα ποιῶν ὑπὲρ ἄνθρωπον ἐγεγόνει, ή εἰρημένη βίβλος τῷ βουλομένῳ δηλώσει. Ἐγὼ δὲ ἐν τῶν ἐκείνου, δ προσῆκον εἶναι νομίζω τῇ παρούσῃ τὴ πραγματεία, δώσω τῷ λόγῳ. Ορόντης ὁ ποτα μᾶς, ἐκ μὲν βορρᾶ παραῤῥεῖ τὰ ἐπὶ τῆς ᾿Αντιόχου βασίλεια· στοὰ δέ τις μεγίστη κατά μεσημβρίαν διώροφος ἀνεγήγερται τῷ τῆς πόλεως περιβόλι, πύργοις ὑψηλοῖς ἑκατέρωθεν κοσμουμένη· μεταξύ δὲ τῶν βασιλείων οἴκων καὶ τοῦ ποταμοῦ ἐδός τις ἐστιν, ὑποδεχομένη τοὺς ἐκ τῶν ἐκεῖσε διιόντας πυ λῶν, καὶ εἰς τοὺς γείτονας ἀστικοὺς ἀγροὺς παρα πέμπουσα. Ταύτην δὴ τὴν ὁδὸν ὁ θεσπέσιός ποτε Αφριάτης ἰῶν, εἰς τὸ τῆς πίστεως ἀπῄει γυμνά στον, τοῖς Χριστοῦ προβάτοις τὴν ἁρμόττουσαν εἰσε οίσων τροφήν. Ον ἄνωθεν βασιλεὺς παριόντα ἑώρα τῆς στοῖς ὑπερκύπτων (σισύραν γὰρ ἡμφίεστο) καὶ βαθεῖ τῷ γήρα πεπονηκώς, θᾶττον διέτρεχε. Τινὸς δ' εἰπόντος τῷ βασιλεῖ, ἐκεῖνον εἶναι τὸν Αφραάτην, ούτινος τὸ τῆς πόλεως ἐξέχεται πλῆθος, ὁ βασιλεὺς, ο Ποῦ δὴ βαδίζεις; ἄνωθεν ἠρώτα τὸν ὅσιον.» Ο δὲ, «Ὑπὲρ τῆς σῆς βασιλείας, φησί, προσευξόμενος, ο Καὶ ὁ βασιλεὺς, ο 'Αλλ' ἐχρῆν σε νόμοις ἐπόμενον μοναχῶν, οἴκοι μένειν, καὶ ἡσυχῆ καθήμενον τοῦτο δρᾷν.» Ο δὲ θεῖος πρεσβύτης σοφῶς μάλα επέφερεν·. Εξ, φησι, λέγεις, ὦ βασι λεῦ, τοῦτό με δρᾷν ἔδει, καὶ τοῦτο διετέλουν πράτ

Chapter XXVCaput XXV

col. 647–648page 320 of 633
PG 146:647των, ἐν εἰρήνῃ τῶν Χριστοῦ θρεμμάτων μενόντων. Ἐπεὶ δὲ πολλή τις τὸ πᾶν κατέχει σκοτόμαινα, καὶ δέος ὑφέρπει πλεῖστον, μὴ θηριάλωτα γένηται, μετ γίστου ἐπηρτημένου κινδύνου, ἀνάγκη κάμε γρηγορεῖν, καὶ πάντα κάλων κινεῖν, ἀλώβητον διασῶσαι τὴν ποίμνην Χριστοῦ. "Αρα γάρ, ὦ βασιλεῦ, εἶχε κόρη τις ἐτύγχανον ὤν, οἴκοι τε καὶ πρὸς θάλαμον κεκρυμμένη, καὶ πρὸς ἄτρακτον ερείδουσα χεῖρας, καὶ τῆς οἰκείας ταλασίας καθεστῶσα εἰς ἐπιμέλειαν εἶτά ποθεν ἐξαπίνης φλόγα προσπεσοῦσαν ἑώρων, τὴν πατρώαν οἰκίαν ἀπανταχοῦ περιθέουσαν, καὶ κατεπειγομένην ἀπηνέστερον δαπανᾷν, τί με δρᾶν ἔδει, εἰπὲ πρὸς Θεοῦ; "Αρ' ἐχρῆν ἡσυχῆ καθῆσθαι, καὶ τὴν πατρικὴν ἑστίαν οὕτως ἐμπιπραμένην περ ριορᾷν, καὶ τὸ πῦρ ἔρπον προσμένειν ἢ τὸν θάλαμον λιποῦσαν εὐθὺς, ἄνω καὶ κάτω χωρεῖν, ὕδωρ μετά· χεῖρας ἔχουσαν, καὶ παντὶ τρόπῳ σβεννύειν πειρᾶσθαι τὴν φλόγα; Οίδα πάντως, τοῦτο ἐρεῖς, δ καὶ κόρη ἀγχίνους, καὶ φρενὸς ὑγιοῦς ἀντιποιοι μένη, ἔδρασεν ἄν· 8 κἀγὼ νομίζω ἄρτι χρῆναι δρᾷν. Σοῦ γὰρ οἷά τινος κεραυνοῦ ἐπὶ τὴν πατρώαν ἡμῶν οἰκίαν κατασκήψαντος, καὶ τὸ σύμπαν πυρπολούν τος τῆς εὐσεβείας, ἀπανταχοῦ περιθέομεν τὸ τῆς φλογὸς ἀκμάζον σβέσαι πειρώμενοι.» Ταῦτα ὁ μὲν εἶπεν· ὁ δὲ μέχρις ἀπειλῆς προχωρήσας, σιγαν Αναγκάζετο. Τῶν τις δὲ περὶ τὸν βασιλικόν κοιτώνα θρασύτερον τῷ ὁσίῳ διατεθείς, περὶ τὸ βαλανείων εὐθὺς εἰσιών, ὥστ' αὐτὸ βασιλεῖ εὐτρεπίσαι, τὸ λογιστικὸν ἐκτραπείς, εἰς τὴν θερμοῤῥόην διολισθήσας, καὶ ἀκράτου μετασχὼν τοῦ θερμοῦ, τὸν βίον ἀπέν λιπεν. Ἐπεὶ δ᾽ ὁ βασιλεὺς ἐπιπολὺ διατρίβων τὸ βραδὺ κατῃτιᾶτο τοῦ χρόνου, ἑτέροις επέτρεπε μη νύειν τὸ αἴτιον. ὡς δ᾽ ἧκον πάντα περισκοπούντες, ὁρῶσιν ἐκεῖνον ἔνδον τοῦ ἀκράτου θερμοῦ, τῷ ψύχει διαλυόμενον τῆς νεκρώσεως. "Ο δὴ οἱ περὶ τὴν βα σιλέα μαθόντες, ἔργον μὲν εἶναι τῆς ἐς ᾿Αφραάτην, τὸν ὅσιον, παροινίας καλῶς ἑλογίσαντο πρός γε μὴν τὸ δυσσεβὲς δόγμα κατὰ τὸν σκληροκάρδιον διέκειντο Φαραώ. Ο δὲ ἐμβρόντητος βασιλεὺς τῇ θαυματουργία μάλλον κατὰ τῆς εὐσεβείας ὡπλίζετο, Κατ' ἐκεῖνο δὲ καιροῦ τὰ ἴσα τῷ ᾿Αφραάτῃ καὶ ἐ πολυύμνητος Ἰουλιανὸς ἔπραττε· τὰς γὰρ ἐν ἐρήμῳ διατριβὰς καὶ οὗτος καταλιπών, τὴν ᾿Αντιόχου κατ έλαβεν. Ἐπεὶ γὰρ οἱ τοῦ ψεύδους ἐργάται, οἱ τὸ 'Αρείου λέγω φρονοῦντες, συκοφαντεῖν ἐπειρῶντο τὸν ὅσιον, ὡς τῆς αὐτῶν εἴη φατρίας, καὶ τοῖς ἐκε! νων στοιχεῖ δόγμασι· Φλαβιανὸς καὶ Διόδωρος καὶ Αφράτης οὗτος, οἱ τῆς ἀληθείας φωστήρες, Ακά κιον ἐκεῖνον, ὅς τὴν Βεῤῥοιαίων πόλιν εἰσέπειτα διίθυνεν ἄριστα, πρὸς τὸν πανεύφημον ἐκεῖνον ἄν δρα προσάγοντες, δέησιν ἔπεμπον, πολλῶν ἀνθρώπων μυριάδας οἰκτεῖραι· ὥστ' ἰόντα, τὸ μὲν τῶν ἐναντίων διελέγξαι ψεῦδος, τὴν δ᾽ ἀλήθειαν παρ βησιάσαι, καὶ τὸ τῆς πίστεως δίγμα κηρύξαι. Καὶ ἃ μὲν οὗτος καὶ ἅπαξ καὶ δεύτερον εἰσιὼν τὴν ᾿Αντιόχου παράδοξα διεπράξατο, ἡ φιλόθεος ἱστορία διδάξει τοῖς βουλομένοις· ὅτι δὲ τὸ τῆς πόλεως σύμ
col. 649–650page 321 of 633
PG 146:649παν εἰς τὸν τῆς ἀληθείας ήθροισε σύλλογον, οὐδένα οἶμαι μὴ ἀκριβῶς διειδέναι, ὅσοι καλῶς τὰ ἀνθρώ τινα ἐξετάζειν εἰώθασι· φ:λεῖ γὰρ τὰ τῶν ἔργων παράδοξα πάντας ἕλκειν ὡς ἐπίπαν πρὸς ἑαυτὰ, καὶ πείθειν τὴν ἴσην δόξαν τῷ ἐνεργοῦντι ἀσπάζεσθαι. Οτι δ' ἐξαίσια καὶ λόγον ἐκβαίνοντα διετέλεσεν Ἰουλιανὸς, οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ οἱ τῆς ἀλη θείας μαρτυροῦσι κατήγοροι. Τοῦτο δὴ καὶ ᾿Αντώνιος ἐκεῖνος, ὁ τῆς μοναχικῆς ἡγησάμενος πολι τείας, ἐπὶ τῶν Κωνσταντίου διεπράξατο χρόνων· ἐν δευτέρῳ γὰρ τὰς ἐν ἐρήμῳ διατριβάς θέμενος, τὴν Αλεξάνδρου πόλιν ἀπανταχοῦ περιῄει, γλώσση τρανοτέρα διαμαρτυρούμενος ἅπασιν, ὡς ᾿Αθανάσιος πρόμαχος μὲν τῆς ἀληθείας ἐστὶ, καὶ τῶν ἀποστολικῶν συνήγορος διδαγμάτων· οἱ δὲ τῆς ᾿Αρείου μετεσχηκότες λύττης πόρρω τῆς ἀληθείας ἐκτρέχουσιν. Οὕτω καλῶς σκοποῦντες οἱ θεῖοι ἐκεῖνοι ἄνδρες, ᾔδεσαν ἑκάστῳ καιρῷ τὸ προσῆκον ἁρμόττειν· καὶ τηνίκα μὲν χρὴ τὴν ἡσυχίαν ἀσπάζεσθαι, τηνίκα δὲ τὴν ἔρημον παραιτουμένους, προτιμᾷν τὰς ἐν πόλει διατριβάς. ΚΕΦΑΛ. Κα. Περὶ τῆς τελευτῆς ᾿Αθανασίου, οὗ Πέτρος διά δοχος. Ἔτι δὲ καὶ περὶ τῆς τοῦ ᾿Αρειανοῦ Λουκίου ωμότητος, ὃν οἱ Αρειανοὶ ἐπὶ τῆς Αλεξάνδρου κατέστησαν, ἐξελάσαντες Πέ τρον. Τοιαῦτα καὶ ἐν ᾿Αντιοχείᾳ ὁ δυσσεβής Ουάλης ἐνήργει. Μετιτέον δ' ἐντεῦθεν ἐπὶ τὰ κατὰ τὴν Ἀλε ξάνδρου τούτῳ γενόμενο. Ηρέμα γὰρ εἶχεν ἡ κατ' Αἴγυπτον Ἐκκλησία περιόντος Αθανασίου, δι' &ς αἰτίας μικρὸν ἄνωθεν διελάβομεν· ὑπερτέρει γὰρ τὸ πλῆθος ἐνθάδε τῶν εὐσεβεῖν ᾑρημένων τῆς Αρειανικῆς φάλαγγος, σφόδρα τῷ ᾿Αθανασίῳ προσ κείμενον. Ενθερμον δὲ μάλιστα δν καὶ πρὸς στάσιν ἐπιῤῥεπῶς ἔχον, παρείχε δέος, μὴ στάσεως κινη θείσης τὰ δημόσια παραβλάψειε πράγματα. Ο εν ἐκ τινος θείας προνοίας ἀπείρατος τῶν δεινῶν διέ μεινεν 'Αλεξάνδρεια, ἕως οὗ περιὴν ὁ τῆς ἀληθείας ἀγωνιστής ᾿Αθανάσιος. Ἐπεὶ δ᾽ ἐκεῖνος μετὰ τοὺς πολλούς κινδύνου; καὶ τοὺς ἴσους στεφάνους εἰς τὴν άπονον μετεχώρησε λῆξιν, ἀμφὶ τεσσαράκοντα καὶ ἐξ ἔτη τῇ ἀρχιερωσύνῃ ἐμπρέψας, Πέτρος, ἀνὴρ ἄριστος καὶ ἐλλόγιμος, τοῦ κλήρου διάδοχος γίνεται, αὐτῆς ἐκείνης ψηφισαμένης τῆς μακαρίας κεφαλῆς πρότερον· ἔπειτα καὶ τῶν τῆς ἐπαρχίας ἐπισκόπων πάντων συμψήφων γεγενημένων, τῆς τε ἱερωσύνης πάσης, καὶ τῶν ἐν τέλει καὶ ἀξιώμασι προεχόντων τῆς πόλεως. Καὶ τὸ δημῶδες δ᾽ ἅπαν ἐπεκύρου ταῖς εὐφημίαις τὴν μεθ᾿ ἡδονῆς βούλησιν. Κοινωνὸς γὰρ ᾿Αθανασίῳ τῶν μακρῶν ἱδρώτων ἐγένετο, ἀεὶ τῷ μεγάλῳ τούτῳ συνών, ἔν τε ταῖς ἀποδημίαις καὶ τοῖς οἴκοι διατριβαῖς, παντοδαποίς σὺν ἐκείνῳ προσ παλαίων κινδύνοις· ἔνθεν τοι καὶ ὅσοι γειτνιάζον τις ἦσαν τῶν ἱερέων, καὶ ὅσοι τὸν ἡσύχιον βίον μετο ᾔεσαν, τὰς ἀσκητικὰς καταλιπόντες παλαίστρας, ἠξίουν μάλα τὴν Πέτρον διάδοχον τοῦ θρόνου γενέ

Chapter XXVICaput XXVI

col. 651–652page 322 of 633
PG 146:651σθαι. Ὡς δὲ τοῖς ἱεροῖς ἐνίδρυτο θώποις, εὐθὺς ὁ τοῦ ἔθνους ἡγεμὼν, τὸν ἐξ Ἰουδαίων και Ελλήνων περιαθροίσας όμιλον, τὴν ἐκκλησίαν περιεκύκλου, καὶ ἑξιέναι τὸν Πέτρον ἐκέλευεν· εἰ δ' οὖν, ἀλλ' αὐτός γε καὶ ἄκοντα τοῦτον ἐξελάσειν ἠπείλει, τὰ θυμήρη δῆθεν πράττων τῷ βασιλεῖ· τὸ δ᾽ ἀληθές, τῇ σφετέρα δυσσεβείᾳ ἀφοσιούμενος τὸ εἰκός. Τῆς γὰρ τῶν εἰδώλων δυσσεβείας ἐξηρτημένος, ἄγειν ᾤετο λαμπράν ἑορτὴν, εἰ ἐν ζάλῃ τὴν τῆς εὐσεβείας ὁλκάδα ἐμβάλλει. Καὶ πρῶτα μὲν ὁ Πέτρος καθείργνυτο· ἔπειτα διαδρὰς καὶ σκάφους ευτυχήσας, εἰς Ρώμην ἀνέπιεεν ὡς πρὸς ὁμόδοξον Δάμασιν τὴν Ῥώμης ἐπίσκοπον. Οὐ πολλῷ δὲ ὕστερον, Κύ ζώτος ὁ ἐν Ἀντιοχείᾳ τῆς Ἀρειανικής προεστώ; θρησκείας, τὸν καιρὸν ἁρπάσας, συνέγραπται αὐτὸς εἰς ᾿Αλεξάνδρειαν κατελθεῖν, ἐπὶ τῷ παρα δοῦναι Λουκίῳ τῷ ᾿Αρειανῷ τὰς ἐνθάδε ἐκκλησίας. Καὶ ἐπεὶ καὶ βασιλεῖ ἐδόκει, ἔτι γὰρ περὶ τὴν ᾿Αν τεύχου διήγε, σὺν δορυφορία κατήει πολλῇ, καὶ στρατιωτικῆς πλείστης εφεπομένης χειρός· σὺν αὐτῷ δὲ καὶ Μάγνος ὁ τῶν βασιλικών ταμίας χρησ μάτων. Καὶ πρόσταγμα δὲ βασιλέως τῷ τοῦ ἔθνους ἡγεμόνι Παλλαδίῳ ἐπέμπετο, ὅ τι ἂν δέῃ Λευκ καὶ Εὐζωΐῳ καθυπουργεῖν. Καὶ Πέτρος μὲν καθεῖρκτο, ὡς εἴρηται· ἔπειτα δὲ καὶ εἰς Ῥώμην ἀπέ πλει. Λούκιος δὲ ὁ ᾿Αρειανὸς τοῖς ἱεροῖς ᾿Αθανασίου θώκοις ἐνίδρυτο. Εντεῦθεν δὲ περὶ τοὺς ἀλλαχόσε συνέβαινε πολλῷ χαλεπώτερον διατεθῆναι τοὺς ἐν Αἰγύπτῳ· ἅμα γὰρ εἰσπεσών, ἐπεχείρει κατέχειν τὰς ἐκκλησίας. Ἐπεὶ δ᾽ ἀντέπνει τὸ πλῆθος, ἐπλέκετο μὲν ἡ στάσις τοῖς κληρικοῖς καὶ ταῖς ἱεραῖ; παρθένοις· καὶ συμφοραὶ συμφοράς τοὺς ἀπὸ τῆς καθόλου Εκκλησίας διαδεχόμεναι ἐξεπίεζον· οἷα γάρ τινες θῆρες ἀγρίως τῇ ποίμνῃ Χριστοῦ ἐπιθέμενοι, τοὺς μὲν εἰς φυγὴν ἔτρέπων, οἱ δὲ δεσμῶτα ἦσαν συλλαμβανόμενοι· αὖθις δ' ἐκ τῶν δεσμῶν προαγόμενοι, ποικίλαις ὑπεβάλλοντο τιμωρίαις ὄνυξι γὰρ καὶ βοείαις εκίζοντο. Ησαν δὲ οὗ καὶ λαμπάσι πυρὸς ἀνεφλέγοντο· καὶ παντοδαπὰς ὑφί σταντο τιμωρίας, τὰ οἴκοι πρῶτον διαρπαζόμενοι. Ἐπιδιῶναι δὲ τῷ ποικίλῳ τῶν βασάνων, παι ράδοξον ἐλογίζετο. Τό δέ γε πρὸ τοῦ πεῖραν σχεῖν τῶν δεινῶν ἀπαλλαγῆναι τοῦ ζῆν, ἢ τό γε μετρα τερον, φυγήν καταδικασθῆναι μακάριόν τε καὶ ζη λωτὸν ἐνομίζετο. Καὶ πῶς ἄν τι; ἐκδιηγήσαιτο, ὅσα κακὰ ἐπὶ τῇ εἰσόδῳ Λουκίου γεγένηντο; "Ων Σαβῖνος μὲν ὁ τὰ ἐκκλησιαστικὰ συγγραψάμενος ήκιστα μέμνηται, τὰ τῶν φίλων ᾿Αρειανῶν ἐλαττώματα συγκαλύπτειν αἱρούμενος· ἄμεινον δ᾽ αὐτὰ ὁ μα κάριος Πέτρος ἐν ἰδίῳ συγγράμματι ἀρίστως ἐξει τραγώδησε, καὶ ταῖς ἀπανταχοῦ ἐκκλησίας μετά τὴν ἐκ δεσμωτηρίου φυγήν διεπέμψατο. "Ο δῆτα, μετὰ διήγησιν μιᾶς ἀνοσιουργίας Λουκίου τοῦ ἀσε βοῦς, τῷ παρόντι ἐνθήσω συγγράμματι.
col. 653–654page 323 of 633
PG 146:653ΚΕΦΑΛ. ΚΖ'. Περὶ τοῦ γενομένου διωγμοῦ τοῖς κατ' Αἴγυπτον μοναστηρίοις παρὰ Λουκίου· καὶ περὶ τῶν μα ητῶν 'Αντωνίου του μεγάλου, καὶ τῶν δύο ἁγίων Μακαρίων, ὡς ὑπερόριοι διὰ τὴν πίστιν γενόμενοι, πολλὰ θαύματα διεπράξαντο. Ὁ μὲν οὖν ἀξιάγαστος Πέτρος οὕτω φυγάς εἰς Ῥώμην ἀπέπλει· οἱ δὲ τῆς ᾿Αρείου συμμορίας, καίπερ βραχεῖς ὄντες, τῶν κατ' Αίγυπτον ἦρξαν ἐχε κλησιῶν. Οὐκ εἰς μακρὰν δὲ καὶ πρόσταγμα ἐκ βα σιλέως τῷ τοῦ ἔθνους ἡγουμένῳ ἐπέμπετο, διαγορεῦον τοὺς τῆς ἐν Νικαίᾳ πίστεως ὑπερισταμένους, Εκ τε τῆς ᾿Αλεξάνδρου καὶ πάσης τῆς Αἰγυπτιακῆς διοικήσεως ἐξελαύνεσθαι, ὅσους ἂν κελεύσειε Λού κιος. Εὐζώτος μὲν οὖν, ὅσα γε ἦν αὐτῷ πρὸς βουλής ἐπὶ τῆς ᾿Αλεξάνδρου ἀνύσας, αὖθις την Αντιόχου κατέλαβεν· ὁ δὲ Λούκιος, καθὼς προσετέτακτο, τὸν ἡγεμόνα τῆς κατ' Αίγυπτον στρατιάς σὺν πολλῷ πλήθει συμμίκτῳ Ελλήνων καὶ Ἰουδαίων καὶ τῶν ἀπὸ τῆς σφετέρης δόξης ληίζων διῄει, καὶ τὸ στρατήγιον ἐπήγνυ κατὰ τῶν ἐν ἐρήμοις διατριβόντων μοναχῶν. Ἐν ἐλπίσι καὶ γὰρ ἦν, ὡς εἰ τούτοις δι' όχλου γένηται, ήσυχίας μάλιστ᾽ ἐρῶσι, πειθηνίους ἕξειν, καὶ οὕτω καὶ τῶν ἐν πόλει περιγενέσθαι Χριστιανῶν· ἐπεί τοί γε πολλοὶ τηνικαῦτα καὶ θεσπέσιοι άνδρες ἦσαν τῶν κατ' Αἴγυπτον καὶ Θηβαΐδα μοναστηρίων προεστηκότες, τὴν ᾿Αρείου δόξαν μάλιστα ἐκτρεπόμενοι· οἷς τὰ πλήθη ἑπόμενα, τὰ ἴσα φρονεῖν περὶ πολλοῦ ἐποιεῖτο. Οὔτε γὰρ περὶ δογμάτων ἀδολεσχεῖν ήθελον, οὔτ᾽ ἐπίσταντο * παρ' ἐκείνοις δ' εἶναι τὴν ἀλήθειαν ᾤοντο, οἷς καὶ Θεὸς ἐπακούων ενήργει παράδοξα· καὶ τοῖς λόγοις τῆς πίστεως, τὰ τῆς ἀρετῆς ἔργα ἐπεμαρτύρουν οποίους τηνικαῦτα ἡγεμόνας εἶναι τῶν μοναχῶν ἔγνωμεν· τοὺς δύο φημὶ Μακαρίους, τὸν Ἀλεξανδρέα καὶ τὸν ἀστόν, ὧν καὶ πρόσθεν εμνήσθημεν Παμβώ τε καὶ Ἡρακλείδην ἐκεῖνον ἀρίστως μαθητευθέντας τῷ καθηγεμόνι τῆς ἀρετῆς καὶ τῶν ἀνὰ τὴν Αἴγυπτον μοναστηρίων, Αντωνίῳ τῷ πάνυ, καὶ τοὺς λοιποὺς αὐτοῦ φοιτητάς. Καὶ δὴ λογισάμενος Λούκιος ὡς οὐκ ἐγγένηταί σφισιν ἐν τῷ ἀσφαλεῖ καθ εστάναι, καὶ τῆς καθόλου Ἐκκλησίας κρατῆσαι, εἰ μὴ τοὺς τῶν μοναχῶν ἄκρους ὁμοφρονεῖν αὐτοῖς ἀναγκάσοι, ἐπεχείρει τῷ ἔργῳ· καὶ ἐπεὶ πείθειν οὐκ εἶχε, τὴν βίαν προσῆγε. Καὶ ἔνοπλοι γυμνοῖς καὶ μηδὲ χεῖρα αιρουμένοις προτείνειν εἰς ἄμυναν ἐπελθόντες, έλεει ως εξεπόρθησαν· ὡς εἶναι λόγου κρείσσω τὰ κατ' αὐτῶν γενόμενα πάθη. Τέλος διη μάρτανε τοῦ σκοποῦ, τοὺς αὐχένας ἑτοίμως πάντων ὑποκλινόντων τοῖς ξίφεσι· καὶ εἴ γε δέοι θανεῖν, μᾶλλον προθύμως ἐλέσθαι, ἤ τι τῶν ἐν Νικαίᾳ δο ξάντων μετακινῆσαι. Καὶ δὴ λέγεται, προσδοκίμων αὐτοῖς ἐπιθέσθαι τῶν στρατιωτών, τινὰ πρὸς αὐτ τοὺς γενέσθαι, τὰ τῶν ποδῶν ἄρθρα διατεσεισμέ ποσὶ δὲ μὴ δυνάμενον οἰκείοις ἐπιστηρίζεσθαι, ράβδοις τὴν των ποδῶν χρείαν ἀποπληροῦν. Καὶ

Chapter XXVIICaput XXVII

col. 655–656page 324 of 633
PG 146:655Χριστοῦ ὀνόματι, ἐν Λούκιος διώκει, ἀνίστασθαι, καὶ οἴκαδε ἐπιέναι. Ο δ' εὐθὺς ἀλλόμενος, τὴν ὁδὸν ήνυεν, ἄρδην κηρύττων ὡς τὰ ἴσα τούτοις χρεών σέβειν, οἷς καὶ Θεὸς τὴν χάριν ἐπιψηφίζεται, τῇ κατηγορία Λουκίου· οἷς καὶ οὕς παρέσχεν ευήκοον, τὸν κάμνοντα τοῦ παλαιοῦ ἀπαλλάξας πάθους. Οι μὴν καὶ τούτων γενομένων, μετάμελος ἐκείνοις εἰσ ζει ἐπιβουλεύουσι· νύκτωρ καὶ γὰρ ἐπιόντες, καὶ τούτους ἀναρπασάμενοι, ἐπί τινα νῆσον ἀπήγαγον, κύκλῳ λίμνην περιβεβλημένην πολλήν, ἣν ἐξ ἀρχαίου ἄνδρες ᾤχουν δεισιδαιμονίᾳ μάλα συζῶντες, καὶ τοῦ καθ' ἡμᾶς δόγματος πάμπαν ἀνήκοοι. Ην δ' αὐτοῖς ἐκεῖσε καὶ παλαίτατον τέμενος ἀλάστορος δαίμονος, οὗ πολὺ τὸ σέβας παρ᾽ αὐτοῖς ἐντετηκός μάλιστα ἦν. Ἐπεὶ δὲ τῆς νήσου ἐπέβαινον, δαίμονι κατάσχετον γενομένην τὴν τοῦ ἱερέως θυγατέρα παρ' ἐκείνους ἥκειν. ὡς δὲ δρόμῳ θέουσα βοῇ ἀκόσμῳ τοῦ πρόσω είχετο, οἱ τὴν νῆσον οἰκοῦντες, τῷ ξένῳ τοῦ πράγματος ἔκπληκτοι γεγονότες, κατόπιν ἐδίωκο Ἐπεὶ δ᾽ ἐπὶ τὴν ναῦν ἢ τοὺς θείους πρεσβύτας καθα ώρμιζεν, ἐγεγόνει, σπαράξαν αὐτὴν τὸ δαιμόνιον, εἰς γῆν ἔῤῥιπτε· μέγα δὲ κράζον δι' ἐκείνης, έπου τνιᾶτο, «Ινα τί, λέγων, πρὸς ἡμᾶς ήκετε, Θεοῦ μετ γάλου θεράποντες; τήνδε γὰρ ἡμεῖς τὴν νῆσον ἐπ πολλοῦ κατοικοῦμεν, οὐδενὶ δι' ὄχλου γινόμενοι, πᾶσι δ' ἀνθρώποις σχεδὸν ἀγνῶτες ὄντες· καὶ ταυ ταισὶ ταῖς λίμναις περιπεφραγμένοι λανθάνομεν, Εἰ δὲ τοῦ λοιποῦ φίλον ὑμῖν τῷ χώρῳ τούτῳ ἐνδια τᾶσθαι, εκόντες ἀναχωρήσομεν.» Καὶ τοιαῦτα μὲν ὁ δαίμων διὰ τῆς κόρης ἐφθέγγετο. Ἐπεὶ δ᾽ ἐπετιμᾶτο παρ' ἐκείνων σιγᾷν, ἡ μὲν παῖς αὐτίκα σώ φρων ἦν· ὁ δὲ τῆς κόρης πατὴρ καὶ ἡ νῆσος ἅπασα πανδημεὶ τὰ Χριστιανῶν κατησπάζετο· καὶ τὸν ἐκεῖσε νεών μετασκευασάμενοι, εἰς ἐκκλησίαν καθίσ στων Χριστοῦ. Τάχος δὲ ταῦτα τὴν ᾿Αλεξάνδρειαν ἔφθανε· καὶ οὐ μέτρια ἐλύπει τὸν Λούκιον. συνέβαινε γὰρ ἐντεῦθεν, μὴ παρὰ τῶν ἀλλοτρίων μόνον, ἀλλὰ καὶ παρὰ τῶν οἰκείων ἐν μίσει εἶναι, ἅτε δὴ μὴ ἀνθρώποις, ἀλλ' ἀντικρὺς Θεῷ διὰ μάχης ιών. Καὶ αὐτίκα λάθρα τοὺς ἀμφὶ Μακάριον ἐπὶ τὰ οἱο κεία ἤθη καὶ τὴν ἔρημον ἐπανιέναι προσέταττεν. Ικανὰ μὲν οὖν καὶ ταῦτα τοῦ Λουκίου δεῖξαι τὴν τῆς ἀσεβείας ὠμότητα· λεπτότερον δὲ οἶμαι διδά δὴ τοῦτον ἐλαίῳ χρίσαντες, παρεκελεύοντο ἐπὶ τῶν ο η ξειν τοῦ θεσπεσίου Πέτρου τὰ γράμματα τὸ τῆς γνώμης ἀπάνθρωπον. Ἐγὼ δὲ τὸ μῆκος τῆς ἐπιστολῆς φεύγων, ὅσα πρόσφορα τῇ μετὰ χεῖρας ὑποθέσ σει, ἐκεῖθεν ἐρανισάμενος, τῇ συγγραφῇ παραθήσω. Γράφει δὲ οὕτω
col. 657–658page 325 of 633
PG 146:657ΚΕΦΑΛ. ΚΗ Επιστολή Πέτρου τοῦ Ἀλεξανδρείας ἐπισκόπου, διηγουμένη ὅσα δεινὰ Ουάλης καὶ οἱ ἐξ ᾿Αρείου τοῖς κατ' Αίγυπτον ἔπραξαν. ΧΧVΙΙΙ. Ο τοῦ ἔθνους ἡγεμονεύων Παλλάδιος, ἐθνικὸς ἂν τὴν αἵρεσιν, καὶ τῶν εἰδώλων ἀεὶ προκυλινδούς μενος, κατὰ Χριστοῦ στρατεύεσθαι πολλάκις μελε τήσας, τὰ προειρημένα συναθροίσας πλήθη, ὁρμα κατὰ τῆς ἐκκλησίας, ὡς ὑποτάξαι βαρβάρους έπα γόμενος. Τότε δή, τότε χείριστα γέγονεν ἃ δὴ καὶ μόνον ὑπαγορεῦσαι θέλων, τῆς μνήμης οδύνην μο παρεχούσης, επαφῆκα δακρύων ἀμέτρων φοράν ο καὶ ἐπὶ πολὺ ἔμεινα ἂν τοῦτο πάσχων, εἰ μὴ θείῳ λογισμῷ λωφήσαι παρεσκεύατα. Εν γὰρ τῇ καλουμένη ἐκκλησία Θεωνᾶ ἐπεισελθόντα τὰ πλήθη, ἀντὶ ῥημάτων σεμνῶν εἰδώλων εὐφημίας ἐπήφιον, ἀντὶ θείων Γραφῶν ἀναγνώσεως κρότους χειρῶν ἀσέμε νους, καὶ κεκλασμένα; μετ᾿ αἰσχρότητος φωνάς κατὰ τῶν τοῦ Χριστοῦ παρθένων βόρεις, ἃς γλῶττα προφέρειν οὐκ ἀνέχεται· αἰσχρον γάρ ἐστι καὶ λέγειν· καὶ γὰρ μόνον τις τῶν εὖ φρονούντων ταύ τας ἀκούσας, ἔθυσε τὰς ἀκοάς καὶ μᾶλλον ηύξατο ἂν γενέσθαι κωφός, ἢ αὐτήκοος γενέσθαι τῆς αἰ σχρολογίας αὐτῶν· ἀλλ᾽ εἴθε λόγοις ἀρκούμενοι, λόγοι; ἐξημάρτανον, καὶ μὴ πράξει τὴν τῶν λόγων ἐνίκων ἀσέλγειαν· εὐύποιστος γὰρ ἡ λοιδορία κἂν οἷα δή ποτ' οὖν τυγχάνῃ, παρ' οἷς οἰκεῖ Χριστοῦ φρόνησις καὶ θεῖα διδάγματα. Αὐτοὶ τοίνυν οὗτοι ὀργῆς σκεύη τυγχάνοντες, κατηρτισμένοι εἰς ἀπώ λειαν, τὴν είνα σιμώσαντες, ψόφον ἀσελγῆ ἀπὸ τῶν μυκτήρων μακρὸν, καὶ, ἵν' οὕτως εἴπω, ὡς ἀπὸ κρουνοῦ προχέοντες, τὴν μὲν ἐσθῆτα διέῤῥησσον τῶν ἁγίων τοῦ Χριστοῦ παρθένων, ὧν ἡ ἄσκησις τύπον ἁγίων ἀγγέλων ἐχαρακτήριζεν· ὡς δ᾽ ἡ φύσις ἔχει, γυμνὰς πᾶσαν τὴν πόλιν ἐθριάμβευον, διαπαίζοντες μετὰ ἀσελγείας δν τρόπον ἐβούλοντο ὅλως ὠμὰ καὶ ξένα τὰ γενόμενα, γυμνοῦντες δημο σία περιήγον. Εἰ γοῦν τις ἐπὶ τούτοις συμπαθών ἐκώλυε παραινέσεως χρώμενος λόγοις, τραυματίας ἀπελύετο. Ἀλλὰ φεῦ τῶν συμφορῶν! πολλαὶ βιαίαν φθορὰν ὑπέστησαν σώματος· πολλαὶ τῶν παρθένων ροπάλοις κατά κεφαλῆς τυπτόμεναι, ἔμενον ἀχα νεῖς, οὐκ ἐπιτρεπομένων τῶν σωμάτων οὐδὲ τῇ ὁσία παραδίδοσθαι ταφῇ. Πολλὰ οὖν μέχρι σήμερον, τῶν γονέων ὀδυρομένων, οὐχ εὑρίσκεται σώματα. και ᾿Αλλὰ τί τὰ μικρὰ πρὸς τὰ μεγάλα διεξέρχομαι; Τί δὲ τούτοις ἐμβραδύνω, καὶ μὴ σφοδρῶς ἐπὶ τὰ κατεπείγοντα βαίνω; Εφ᾽ οἷς εὖ οἶδα ὅτι θαυμάσετε καὶ μενεῖτε ἐπὶ πολὺ σὺν ἡμῖν ἀχανεῖς ἐξιστάμενοι τῆς φιλανθρωπίας τὸν Κύριον, ὅτι μὴ ἄρδην τὸ ὅλον συνέστειλεν. "Α γὰρ κατὰ τὸ γεγραμμένον μήτε γέτ γονε μήτε ἠκούσθη ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, ταῦτα ἐπ' αὐτοῦ τοῦ θυσιαστηρίου ἐπετέλουν οἱ δυσσεβεῖς. Ως γὰρ ἐν κρηπίδι σκηνῆς ἀτάκτου παῖδα τὴν ἄρδεια φύσιν ἐξαρνησάμενον, καὶ τὴν

Chapter XXVIIICaput XXVIII

col. 659–660page 326 of 633
PG 146:659νον τοὺς ὀφθαλμούς διαχρισάμενον, καὶ φύκει τις ὄψει; ἐρυθήναντα, ὡς τὰ παρ' αὐτοῖς εἴδωλα θηλυ μόρφῳ τῷ σχήματι ἐπ' αὐτοῦ τοῦ θυσιαστηρίου, ἔνθα κάθοδον τοῦ ἁγίου Πνεύματος ἐπικαλούμεθα, εὐχύ κλῳ τῇ στροφῇ ὧδε κἀκεῖσε τώ χεῖρε σχηματιζόμενον, ὀρχεῖσθαι παρεσκεύασαν πλατὺ μὲν γελῶντες, ἀθέσμου; δὲ ἐπαφιέντες φωνάς. Οἱ δὲ πάλιν καὶ τοῦτο πρὸς ἀταξίαν ἡγησάμενοι, καὶ τὰ παρωχηκότα εὐπρεπῆ μᾶλλον ήπερ ἄθεσμα λογισάμενοι, ἐξ αὐτῶν Ένα γνωριμώτατον ἐν αἰσχρότητι, ἐμοῦ τὴν ἐσθῆτα καὶ τὴν αἰδὼ γυμνωτάμενον, ὡς ἡ φύσις ἔχει σχή ματος, τῷ τῆς ἐκκλησίας ἐπιβιβάσαντες θρόνῳ, δη μηγόρον αἰσχρὴν κατὰ Χριστοῦ προσαγορεύσαντες. Αντὶ γὰρ θείων ῥημάτων αἰσχρότητα προσβάλλετο, ἀντὶ σεμνῶν λόγων ἀσέλγειαν, ἀντ᾽ εὐσεβείας ἀσ βειαν, ἀντὶ ἐγκρατείας πορνείαν, μοιχείαν, ἀρσενοκοιτίαν, κλοπήν, πόσιν καὶ βρῶσιν τῷ βίῳ πρὸς τοῖς ἄλλοις εἰσηγούμενος εἶναι χρήσιμα. γυναικείαν ποθήσαντα, στίμμει κατὰ τὸ γεγραμμέν Τούτων δὲ οὕτως ἐχόντων, καμοῦ τῆς ἐκκλησίας ὑπαναχωρήσαντος (πῶς γὰρ οὐχὶ, όπου στρατιωτῶν Έφοδοι, ὅπου δήμος πρὸς ἀταξίαν ἀργυρώνητος, ὅπου φιλοτιμίαι χρημάτων καὶ ἐθνικῶν πλήθη μετὰ μετ γίστων ὑποσχέσεων;) ἡμέτερος δῆθεν ἀποστέλλεται διάδοχος, χρυσίου τὴν ἐπισκοπὴν ὡς ἀξίωμα κοσμικὸν ἡγησάμενος, Λούκιός τις, λύκου τὴν πονηρίαν καὶ τὰς πράξεις ἔχειν ἐσπουδακώς, οὐκ ἐπισκότων ὀρθοδόξων συνόδῳ, οὐ ψήφῳ κληρικῶν ἀληθινῶν, οὐκ αιτήσε: λαῶν, ὡς οἱ τῆς Ἐκκλησίας διαγορεύουσι θεσμοί. Τῷ δὴ τοιούτῳ συνῆσαν (ἁπλῇ γὰρ εἰσόδῳ τῆς πόλεως ἐπιβαίνειν οὐκ ἠδύνατο) οὐκ ἐπισκόπων τινὲς, οὐ πρεσβυτέρων, οὐ διακόνων, οὐ λαῶν πλήθη, οὐ προΐνον τοῦτον μονάζοντε; ὕμνου; ἐκ Γραφών ἀναπέμποντες· ἀλλ᾿ Εὐζώτος ἦν, ὁ πρώην μὲν σύν Αρείῳ καθαιρεθείς, διάκονος ὢν τῆς καθ' ἡμᾶς ᾿Αλεξανδρείας ἐν τῇ κατὰ Νίκαιαν ἁγίᾳ καὶ μεγάλη συνέδῳ, ἄρτι δὲ προστασίᾳ τὴν ᾿Αντιοχέων λυμαινόμενος· καὶ ὁ τῶν κομητατησίων δὲ λαργιτιώνων κόμης, στρατιωτῶν ἐπαγόμενος πληθὺν ἄμετρον, ὁ ἐν πάσῃ ἀσεβείᾳ ἀεὶ γνωριζόμενος, Μάγνος τούνομα *· ἐν Ἰουλιανοῦ καιροῖς τὴν Βηρυτίων ἐκκλησίαν (λύκου) έμπρήσας, Φοινίκων δ' αὕτη πόλις ἐπιφανής, ἐν ταῖς ἐπὶ τοῦ τῆς μακαρίας μνήμης Ινδιανοῦ χρόνοις ἐξ οἰκείων ἀνορθῶσαι ταύτην κατηναγκάσθη, ολίγου καὶ τὴν κεφαλὴν τμηθείς, εἰ μὴ φιλανθρωπίες ἐκ πολλῆς περιδρομῆς ἔτυχε βασιλικῆς. Αναλογίσασθαι τοίνυν ἐκ τούτου τὸν ὑμέτερον ζῆλον προσήκει, αν διεγερθῆναι πρὸς ἐκδικίαν τῶν γενομένων παρακαλῶ, οἷα καὶ ἡλίκα τὰ πλημμεληθέντα κατὰ τῆς Χριστοῦ Ἐκκλησίας, τοιούτου τυ ράννου τοῦ προειρημένου καθ᾿ ἡμῶν ἐπαναστάντος. “Αμα γὰρ ὁ παρὰ τῆς ὑμετέρας θεοσεβείας καὶ τῶν ἀπανταχοῦ ὀρθοδόξων καὶ τῶν ἐπισκόπων πολλάκι; ἀπαγορευθεὶς Λούκιος, τῆς πρὸς αὐτὸν ἀπεχθῶς δια
col. 661–662page 327 of 633
PG 146:661κειμένη;, ἐπ' εὐλόγοις ταῖς προφάσεσιν ἐπέστη πό 'εως· οὐ γὰρ μόνον, ὡς ὁ δύσφημος ἐν Ψαλμοίς δ ἄρρων λέγει, Οὐκ ἔστι Θεὸς ἀληθινὸς ὁ Χριστὸς, ἀλλὰ καὶ τοῖς ἐπιτηδεύμασι διεφθάρη· καὶ διέφθειρε, χαίρων ἐπὶ ταῖς βλασφημίαις ταῖς κατὰ τοῦ Σωτῆρος πεμπομέναις παρὰ τῶν τῇ κτίσει λατρευόντων παρὰ τὴν κτίσαντα· πῶς γὰρ οὐχὶ, όπου με παραπλήσιον Ελλησιν ἔχων τὸ φρόνημα, προσφάτῳ τολμᾷ ὁ ἁλι τήριος σέβειν Θεῷ; Ἐπ' ὄψεσι γὰρ αὐτοῦ τούτους τοὺς ἐπαίνους ἔπεμπον· Καλῶς ἦλθες, ἐπίσκοπε, Υὸν μὴ λέγων. Ο Σαράπις σε φιλῶν εἰσήνεγκε, τὸ πάτριον εἴδωλον ἑαυτῶν ὀνομάζοντες. Αὐτίκα γὰρ ροπῆς οὐδεμιᾶς παρελθούσης, ὁ προειρημένος Μάγνος, ὁ τῆς ἀσεβείας αὐτῷ κοινωνὸς ἀδιαίρετος, καὶ δορυ φόρος πικρὸς καὶ σατράπης ὠμότατος, συναθροίσας καὶ τὰ ὑπὸ τὴν ἑαυτοῦ φροντίδα ἐπανακείμενα πλήθη, " πρεσβυτέρους καὶ διακόνους τὸν ἀριθμὸν ἐννεακαίδεκα συλλαβόμενος. ὧν τινες τὸ ὀγδοηκοστὴν ὑπερ δεδήκασιν ἔτος, ὡς ἀλόντας ἐπὶ μυσαρῷ τινι καὶ νόμῳ Ρωμαίων ἐχθρῷ, δημόσιον ὁρίσας κριτή βίου κατηνάγκαζεν (οὐκ εἰδὼς τοὺς ὑπὲρ τῆς ἀρετῆς Χριστιανῶν νόμους) τὴν πατρώαν παρὰ τῶν ἀποστό των διὰ τῶν Πατέρων ἀποδοθεῖσαν ἡμῖν προδιδόναι πίστιν· ἡδόμενον ἐπὶ τούτῳ καὶ τὸν φιλανθρωπότα τον Αύγουστον Ουάλεντα διισχυριζόμενος· Πείσθητε, τάλανες, λέγων μεγάλῃ τῇ φωνῇ, τῷ τῶν ᾿Αρειανῶν φρονήματι, πείσθητε· συγγνωμονήσει γὰρ ὑμῖν τὸ Θεῖον, κἂν ἀληθῆ σέβητε θρησκείαν, οὐκ αὐθαιρέτως ἀλλὰ πρὸς ἀνάγκην τοῦτο πράξασι. Τῇ μὲν γὰρ ἀνάγκῃ ἀπολογία περιλείπεται· τῷ δὲ αὐθαιρέτῳ ἀκολουθεῖ κατηγορία· διὸ τοιούτους λογισμούς πρὸ ὀφθαλμῶν τιθέμενοι, ήκετε πρόθυμοι μελλησμόν ἀποθέμενοι πάντα, τῷ Αρείου ὑπογράφοντες δόγματι, ὁ νῦν κηρύττει ὀνομαστὶ Λούκιο λέγων· εὖ εἰδότες ὡς πειθαρχοῦντες, χρήματα καὶ πόρους καὶ γέρας παρὰ βασιλέως ἔξετε· ἀπανανόμενα: δὲ, εἱρκτῆς καὶ στρεβιῶν, καὶ βασάνων, και μαστίγων, καὶ δαμα. στηρίων πεῖραν λήψεσθε χρημάτων ὁμοῦ καὶ κτη μάτων στερηθέντες, καὶ τῆς πατρίδος μεταναστάντες, εἰς χαλεποὺς οἰκῆσαι τόπους κατακριθήσεσθε. Αλλ' οὗτος μὲν ὁ γενναῖος, ἀγάπῃ τὴν ἀπειλὴν κεράσας, μεταναστῆσαι τῆς εὐσεβοῦς τοὺς πάντας καὶ πρού τρέπετο καὶ κατηνάγκαζε γνώμης· οἱ δὲ πικρότερον˙ βασάνου πάσης τὴν εἰς εὐσέβειαν προδοσίαν ἡγησάμενοι (ἔχει γὰρ οὕτω), τοιοῖσδε πρὸς αὐτὸν ἀναγκαζόμενοι ἀπήντησαν βήμασιν, ἀρετῇ καὶ γενναίῳ φρο νήματι ὁμοῦ τὴν ἀπάτην καὶ τὰς ἀπειλὲς ὑποτάξαν τις· Πέπαυσο λοιπόν, πέπαυσο τούτοις ἡμᾶς ἐχε φοβῶν τοῖς βήμασιν· ἔπεχε εἰκαία προφέρειν ἐπιχειρήματα. Ἡμεῖς γὰρ οὔτε νέηλυν οὔτε πρόσφατον σέξοντες Θεόν, κἂν ἐπαφρίζῃς κυμαίνων εἰκὴ καὶ προσρήσσῃ; ὡς βίαιος ἄνεμος, τῆς εὐσεβείας ἄχρι θανάτου ἐμπολιτευόμεθα δόγμασιν· οὐκ ἀδύναμον, οὐκ ἄσοφον, οὐ χωρὶς ἀληθείας πώποτε φρονήσαντε; Θεόν· οὐ ποτὲ μὲν ὄντα Πατέρα, ποτὲ δὲ μὴ ὄντα, κατὰ τὸν δυσσεβῆ τοῦτον Αρεια δν, χρονικὸν ἢ πρόσο καιρον δοξάζοντες τὸν Υἱόν. Εἰ γὰρ κτίσμα κατὰ τοὺς Αρειομανίτας ὁ Υἱός, οὐχ ὑπάρχων Πατρὶ εἰς τὰ εἶναι συστήσεται, καὶ ὁ Πατήρ οὐχ ὑφεστῶτος
col. 663–664page 328 of 633
PG 146:663ἀληθινοῦ, καὶ οὐ κατ' ἀπόῤῥοιαν γεννήματος (απα θῆς γὰρ ὁ Θεός)· πῶς οὐκ ἄφρων καὶ μανιώδης, 6, Τῶν ὅτε οὐκ ἦν, φρονῶν τὸν Υἱόν, δι' οὗ τὰ πάντα εἰς τὸ εἶναι κατὰ χάριν συνέστη; Οἱ γοῦν ἡμέτεροι κατὰ πᾶσαν τὴν οἰκουμένην Πατέρες, ὧν ἐκπεσόντες οὗτοι εἰκότως ἀπάτορες γεγόνασιν, ἐν Νικαία συν ελθόντες, ἀναθεματίσαντες τὴν ᾿Αρείου κακοδοξίαν, ἧς ὁ νεώτερος οὗτος νῦν προΐσταται, οὐχ ἑτεροούσιον, ὁ νῦν ἡμᾶς εἰπεῖν καταναγκάζεις, τὸν Υἱὸν εἰρήκασι τοῦ Πατρός, ἀλλ᾽ ἐκ τῆς αὐτοῦ οὐσίας· δ καλῶς μετ' εὐσεβοῦς διανοίας νοήσαντες, ἐκ πολλῆς τῶν θείων ῥημάτων συλλογῆς ὁμοούσιον ὡμολόγησαν. τοῦ Υἱοῦ, οὐκ ὤν ποτε κατ' αὐτοὺς Πατήρ. Εἰ δὲ ἀεὶ Πατήρ ἐστιν, ὑφεστῶτος δηλονότι τοῦ ἐξ αὐτοῦ ὁμοούσιος, ἀπάτορες, που στερούσιον, ὁμοούσιον, Τὰ δὴ τοιαῦτα καὶ τὰ τούτοις παραπλήσια λέγοντας καθείρξεν ἡμερῶν πολλῶν, οιόμενος τῆς εὐσε δοῦς μετακινήσειν γνώμης. Οἱ δὲ μᾶλλον, ὥσπερ ἐν σταδίῳ τῶν ἀθλητῶν οἱ γενναιότατοι, δειλίαν πᾶσιν ἀποσβέσαντες, ἐπαλείφοντες ἑαυτοὺς τοῖς τῶν Πατέ ρων διὰ θείων λογισμῶν ἀνδραγαθήμασι, γενναιότα τον εἶχον περὶ τὴν εὐσέβειαν τὸ φρόνημα, γυμνάσιον ἀρετῆς τὰς στρέβλας ἡγούμενοι. Οὕτω τοίνυν ἀγωνιζομένων, καὶ θέατρον, ὡς ὁ μακάριος Απόστολος γράφει, γενομένων καὶ ἀγγέλοις καὶ ἀνθρώποις, ἐπ έτρεχεν ἡ πόλις ἅπασα, ἀθλητάς θεασομένη Χριστού, καρτερίᾳ τοῦ βασανίζοντος δικαστοῦ νικώντας τὰς μάστιγας, καὶ τρόπαια δι' ὑπομονῆς κατὰ ἀσ βείας επαίροντας, καὶ θριάμβους κατὰ ᾿Αρειανών ἐπιδεικνυμένους· οὓς ὑποτάξας ὁ πικρὸς οὗτος πο λέμιος δι' ἀπειλῶν καὶ ἀπάτης, τοῖς εἰς Χριστὸν ἀσε βοῦσιν ἐκδώσειν ἐνόμιζεν. Αποκακήσας τοιγαρούν ταῖς τῶν βασάνων δι' ἐπινοίας χαλεπῆς προσβολαῖς, ἁπάντων τῶν λαῶν ὀδυρομένων ποικίλως διὰ πολλά τῷ θρήνῳ, ὁ πικρὸς καὶ πάσης ἀποδίων φιλανθρωπίας, τὰ συνήθη πάλιν πρὸς ἀταξίαν συναθροίσας πλήθη, ἐπὶ κρίσιν αὐτοὺς, μᾶλλον δὲ ἕωλον κατά κρισιν, καλεῖ πρὸς τῷ τῆς θαλάσσης λιμένι, πολυωνήτων συνήθως κατ' αὐτῶν ἐπαφιεμένων τῶν βοῶν παρὰ τῶν εἰδωλολατρῶν καὶ τῶν Ἰουδαίων· καὶ μὴ θελησάντων εἶξαι τῇ προφανεῖ δυσσεβείᾳ τῶν 'Ἀρειομανιτῶν, ἀποφαίνεται, τῶν λαῶν πρὸ τοῦ δικαστηρίου πάντων ἐδυρομένων, τῆς ᾿Αλεξανδρείας μεταναστάντας, την Ηλιούπολιν τῆς Φοινίκης οἰκῆσαι. Ενθα τῶν ἐνοικούντων οὐδεὶς, κἂν ἀκοῦσαι τὸ τοῦ Χριστοῦ ἀνέχηται ὄνομα, εἰδωλικοὶ γὰρ οἱ πάντες, παρ' αὐτὰ σκάφους ἐπιβῆναι προστάξας, αὐτὸς ἑστηκὼς ἐπὶ τοῦ λιμένος· πλησίον γὰρ ἐν δημοσίῳ λουτρῷ τὴν κατάκρισιν κατ' αὐτῶν ὥρισε, γυμνόν ἐπιδεικνύμενος τὸ ξίφος, νομίσας ἐκ τούτου φοβεῖν τοὺς τῇ διστόμῳ μαχαίρᾳ τοὺς πολεμίους δαίμονας πολλάκις κατατρώσαντας. Οὕτω δὴ οὖν ἀποπλεῖν αὐτ
col. 665–666page 329 of 633
PG 146:665τοὺς κελεύει, οὐκ ἐμβαλλομένους ἐπιτήδεια, οὐ παραμύθιον τι τὸ σύνολον τῆς ἐξορίας ἔχοντας· καὶ τὸ θαυμαστὸν καὶ ἄπιστον, τῆς θαλάσσης επαφριζούση, καὶ δυσχερῶς οἶμαι δι' αὐτὸ τοῦτο φερούσης, καὶ μὴ βουλομένης, ἵν' οὕτως εἴπω, δι' ὑποδοχῆς τῶν ἀνδρῶν ἀδίκῳ κοινωνῆσαι κελεύσματι· ἐνέφηνε γὰρ καὶ τοῖς ἀγνοοῦσε τὴν βάρβαρον τοῦ κρίναντος προαίρεσιν. Ἔστι γοῦν ἀληθῶς εἰπεῖν, Εξέστη οὐρανὸς ἐπὶ τούτῳ· ἐστέναξε γὰρ ἡ πόλις ἅπατα, καὶ μέχρι δὲ νῦν θρηνεῖ. Καὶ οἱ μὲν ἀλλ᾽ ἐπ' ἄλλῃ τῇ χειρὶ κτύπου ἐκ στηθῶν μακρὸν ἀπέπεμπον· οἱ δὲ τὰς χεῖρας ὁμοῦ καὶ τοὺς ὀφθαλμοὺς εἰς οὐρανὸν ἀνέτεινον, τὴν βίαν διαμαρτυρούμενοι· μονονουχί λέγοντες, "Ακους, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι παράνομα τα γινόμενα καὶ ὅλον οιμωγῆς τὸ πᾶν ἐπεπλήρωτο· καὶ μέλη καὶ θρῆνος ἦν ἐν πάσῃ τῇ πόλει χορεύων, καὶ ποταμός ἐκ δακρύων σχεδόν καλύπτων πλημμύραι τὴν θάλασσαν, τοῖς ἅπασιν άφνω προσεγίνετο. Οτε τοίνυν δ προειρημένος ἐπὶ τοῦ λιμένος παρὼν τοῖς ἐρέσσουσιν ὑψοῦν τὰ ἱστία προσέταττε, τότε σύμμικτος οι μωγή παρθένων καὶ γυναικῶν, πρεσβυτέρων καὶ νέων, καὶ θρῆνοι προσπεπλεγμένοι δάκρυσιν ὀξέσιν, αἱ τῶν ἁπάντων βοαί, τῆς ἐπαφριζούσης θαλάσσης τὸν προσρησσόμενον σωρὸν τῷ κύματι κτύπον ἐκά λυπτον. Αλλ' οὕτω τῶν προειρημένων ἀποπλεόντων εἰς τὴν Ηλιούπολιν, ἔνθα δεισιδαίμων πᾶς, ἔνθα τοῦ δια βόλου τὰ πρὸς ἡδονὴν ἐπιτηδεύματα, ἔνθα θηρίων ἐφέστια φοβερά (ὄρη γὰρ κύκλῳ πανταχόθεν οὐρανῷ προσπελάζοντα )· οἱ πάντες λοιπὸν μέσῃ τῇ πόλει, κοινῇ καὶ ἕκαστος ἰδίᾳ ολοφυρόμενοι, καὶ στεναγμών ἐπιπέμποντες ῥήματα, οὐδὲ δακρύειν επετρέποντο κελεύσει τοῦ τῆς πόλεως ἐπάρχου Παλλαδίου, δεισιδαιμονεστάτου καὶ αὐτοῦ τυγχάνοντος. Πολλοὶ γὰρ τῶν κλαιόντων ἁρπαζόμενοι καὶ φυλακιζόμενοι πρό τερον, εἶτα αἰκιζόμενοι, ξεόμενοι, βασανιζόμενοι τοῖς Φεννησίοις καὶ Προκοννησίοις παρεδίδοντο μετάλλοις, ἄνθρωποι τῆς Ἐκκλησίας δι' ἔνθεον ζῆλον ὑπέρμαχοι. Οι πλείους γὰρ ἦσαν μονάζοντες, ἔρημον οἰκοῦντες δι' ἄσκησιν· μεθ᾽ ὧν, εἴκοσι καὶ τριῶν τυγχανόν των, μικρὸν ὕστερον ὁ διάκονος ὁ παρὰ τοῦ ἀγαπητοῦ ἡμῶν Δαμάσου τοῦ τῆς Ῥώμης ἐπισκόπου κομίσας ἡμῖν ὁμοῦ παρακλητικά και κοινωνικά γράμματα, ὀπίσω τώ χεῖρε δεθεὶς ὑπὸ δημίων, δη μοσίᾳ ήγετο ὥσπερ τις τῶν κακούργων περιβόητος ἐς φονέων βασάνοις ἐπέκεινα κοινωνήσας, λίθοις καὶ μολιβδίσι κατ' αὐτῶν τῶν αὐχένων ἐπιπολύ μαστιζόμενος, ἐπέβαινε σκάφους ἐπὶ θαλάττης, παραπλησίως τοῖς ἄλλοις, τοῦ θείου σταυροῦ ἐπὶ μετώπου τὸ σημείον χαρακτηρίσας, οὐ τημελείας, οὐ θεραπείας τυχών, τοῖς κατὰ Φέννησον παρεκδοθῆναι μετάλλοις. Εστι δὲ ταῦτα τοῦ χαλκοῦ. Ἔτι γοῦν βασανίζοντος τοῦ δικαστοῦ ἁπαλὰ παιδαρίων σώματα, τινὲς παρ' αὐτὰ μεμενήκασιν, οὐδ᾽ ὁσίας ταφῆς κοινωνήσαντες, γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν, καὶ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς πόλεως, μίαν αὐτῷ αἰτούντων δο
col. 667–668page 330 of 633
PG 146:667Αθῆναι τὴν ὑστάτην ταύτην παράκλησιν. Ἀλλ᾽ ὦ πολλῆς ἀπανθρωπίας τοῦ δικάζοντος, μᾶλλον δὲ τοῦ κατακρίνοντος! οἱ δι᾽ εὐσέβειαν ἀθλήσαντες φονεύσιν ) οὐ συνεκρίνοντο, άταφοι μένοντες τὰ σώματα καλῶς ἀγωνιζόμενοι θηρίοις καὶ πτηνοῖς πρὸς βορὰν ἐρειπτοῦντο· οἱ συμπαθῆσαι βεβουλευμένοι πατράσι διὰ τὴν συνείδησιν, τὴν κεφαλὴν ὡς παράνομα δράσ σαντες ἀπετέμνοντο. Ποιος νόμος 'Ρωμαίων, ποία δὲ γνώμη βαρβάρων τοῖς πατράσι συμπαθοῦντας ἐμύ ; νατο; Ποῦ τις τῶν παλαιῶν ποτε έδρασε τοιοῦτόν τι παράνομον Εκέλευσέ ποτε Φαραώ, ἀναιρεῖσθαι τῶν Ἑβραίων τὰ ἄῤῥενα· ἀλλὰ φθόνος καὶ δέος ὑπέβαλε τοῦτο τὸ πρόσταγμα. Πέσῳ τὰ τότε τῶν νῦν φιλανθρωπότερα; πόσῳ ποθεινὰ πρὸς αἵρεσιν ἀδικήματα; τέσῳ βελτίονα πρὸς σύγκρισιν ἀνομήματα; Κἂν ἀλλήλων αἱ κακίας μὴ χωρίζωνται, ἄπεστι τὰ λεγόμενα ἀπάν θρωπα καὶ δεινά, μὰ καὶ βάρβαρα, ἀνηλεή και πικρά. 'Αλλ' ἐν τούτοις ἐγαυρίων οἱ τῆς ᾿Αρείου μανίας ὑπήκοοι χορεύοντες. Τῆς δὲ πόλεως πάσης ὀλοφυρομένης (οὐκ ἦν γὰρ οἰκία ἐν ᾗ οὐκ ἦν τεθνηκώς, ὡς ἐν τῇ Ἐξόδῳ γέγραπται), οὐκ ἠρέμησαν πάλιν, οἱ τὴν ἕξιν ακόρεστον πρὸς παρανομίαν ἀσκήσαντες· ἐπὶ γὰρ τὰ χείρω την προαίρεσιν γυμνάζοντες, μέχρι τῶν τῆς ἐπαρχίας ἐπισκόπων τὸν ἴδιον τῆς κακίας τὸν ἐπεκτείνοντες, δορυφόρῳ πρὸς ἀδικίαν τῷ τῶν λαργιτιόνων χρώμενοι κόμητι, τῷ προειρημένῳ Μάγνῳ, τοὺς μὲν βουλευτηρίῳ παρέδοσαν, τοὺς δ' ἄλλους ἐν ἐβούλοντο τρόπον ἐνήδρευον, πανταχόθεν πρὸς ἀσέβειαν τοὺς πάντας θηρεύσαι βουλόμενοι, οὐδὲν ἀφέντες ἀτόλμητον· ἀλλὰ γὰρ καὶ πάντα περιερχόμενοι, κατὰ τὸν ἴδιον τῆς αἱρέσεως πατέρα διάβολον, ζητοῦντές τινα καταπιεῖν. Καθόλου τοί νυν παρὰ πάντων ἀπορούμενοι, ἐν δέκα τῶν ἀπὸ τῆς Αἰγύπτου τὸν ἀριθμὸν ἐπισκόπων, ἄνδρας ἐκ παιδίου μέχρι γήρως τὴν ἔρημον ἀσκήσεως χάριν οἰκήσαντας, καὶ λόγῳ καὶ πράξει τὰς ἡδονὰς ὑποτάξαντας, καὶ τὴν εὐσεβῆ πίστιν ἀνεπαισχύντως κηρύττοντας, καὶ τὰ τῆς εὐσεβείας γαλουχηθέντας δόγματα, καὶ νίκην πολλάκις κατὰ δαιμόνων ἐπά ραντας, ἀρετῇ δυσωποῦντας τὴν ἀντίπαλον, καὶ τὴν 'Αρειανὴν σοφωτάτῳ λόγῳ στηλιτεύοντας αίρεσιν ὄργανον ὠμότητος τοῦ προειρημένου ἔχοντες, ὑπερ ορίους πεποιήκασιν ἐν οἰκουμένῃ παρὰ τῶν κυριοκτόνων Ἰουδαίων πόλει τοὔνομα Διοκαισαρείς. Καὶ ὅμως ὡς ὁ ᾅδης ἐπὶ θανάτῳ τῶν ἀδελφῶν οὐκ ἐμπιπλάμενοι, ἀπανταχοῦ γῆς ἐτόλμησαν οἱ παράφρονες καὶ ἀβέλτεροι τῆς οἰκείας ὠμότητος καταλείψαι μνημόσυνον, ἐκ κακῶν ἔχειν τὸ γνώρισμα βουλόμενοι. Ἰδοὺ γὰρ πάλιν κληρικοὺς τῆς καθολικῆς Ἐχ. κλησίας, ἐν ᾿Αντιοχείᾳ διατρίβοντας ἅμα σπουδαίοις μονάζουσι τὰ τῆς δραματουργίας αὐτῶν διαμαρτύ μασθαι προθεμένους, βασιλικάς ἠχήσαντες κατ' αὐτ τῶν ἀκοὰς, τὴν Νεοκαισάρειαν τοῦ Πόντου οἰκεῖν παρεσκεύασαν· οἱ τάχα καὶ τοῦ ζῆν ἐστερήθησαν διὰ τὴν τῶν τόπων αγριότητα. Τοιαύτας ὁ καιρὸς
col. 669–670page 331 of 633
PG 146:669ΧΙ. ἐκεῖνος ἐδέξατο τραγῳδίας, σιγῆς μὲν οὖν καὶ λήθης 164 ἀξίας, ἐν συγγράμματι δὲ τιθεμένας εἰς ἔλεγχον τῶν κατὰ τοῦ Μονογενούς κινησάντων τὰς γλώσσας εἰ τὴν τῆς βλασφημίας εἰσδεξάμενοι λύτταν, οὐ μόνον τὸν τῶν ὅλων Δεσπότην τοξεύειν ἐπιχειροῦσιν, ἀλλὰ καὶ κατὰ τῶν εὐσεβῶν αὐτοῦ θεραπόντων τὸν ἄσπονδον ἀνεδέξαντο πόλεμον.» Τοιαῦτα μὲν ὁ Θείος Πέτρος περὶ τῶν τότε διέξεισι, καὶ ὁ μὲν Λούκιος οὕτως ἐδόνει τὴν Αἴγυπτον. ΚΕΦΑΛ. ΚΘ. ὡς διὰ τὴν ὑπερβάλλουσαν ἀρετὴν τῶν την καῦτα ἐπισκόπων ὁ τῆς αἱρέσεως οὐκ ἴσχυσε κλύδων· καὶ μνεία Βρεταννίωνος τοῦ Σκυθῶν ἐπισκόπου. Διδύμου δὲ τοῦ φιλοσόφου τηνικαῦτα τοῖς ἐκεῖσ' ἐνακμάζοντος μέρεσι, καὶ ἄλλων ἐλλογίμων ἀνδρῶν, καὶ μάλιστα τῶν ἐκεῖσε μοναχῶν, οἱ πολλοί τε καὶ ἀγαθοὶ ἦσαν πρὸς τὴν τῶν ἀγγέλων πολιτείαν διαμιλλώμενοι, Λούκιος οὐδὲν ἠδύνατο πράττειν. Και περ γὰρ διωκομένη ἡ κατ' Αἴγυπτον Ἐκκλησία πολλῷ τοῖς πλήθεσιν ὑπερέφερε, τὰς ἐξ ᾿Αρείου παρ ευδοκιμοῦσα· δ' δὴ καὶ παρὰ τοῖς τὴν Ὀσροηνὴν οἰκεῖν λαχοῦσιν συνέβαινεν. ᾿Αλλὰ δὴ καὶ παρὰ Καππαδόκαις· ἡ γὰρ θεία ἐκεῖ ξυνωρὶς τὰς τῶν ἐναντίων προσβολάς ἀπεκρούετο· Βασίλειος, φημί, καὶ Γρηγόριος. Μόνη δ᾽ ἐν ἀταξίᾳ πλείστῃ ἦν Συρία σε ἅμα καὶ ᾿Αντιόχεια· ἐν πλείονι γὰρ οἱ ἐξ ᾿Αρείου ἦσαν, καὶ τὰς ἐκκλησίας κατεῖχον· ἐλάττους δ' οἱ τῆς καθόλου Εκκλησίας· οὓς οἱ μὲν Εὐσταθιανούς, οἱ δὲ Παυλινιανούς κατωνόμαζον· ὧν ἰδίᾳ Παυλινός τε καὶ Μελέτιος τὰς συναγωγας ἐποιοῦντο, ὡς μετ χρὸν ἄνωθεν διελάβομεν. Καί γε δὴ μικροῦ δεῖν ἄ πασα ἡ ᾿Αντιοχέων πόλις, ἐν κινδύνῳ γενομένη της Αρείου λύσσης γενέσθαι, διὰ τούτους υπερέσχε τῆς τε τοῦ βασιλέως ὁρμῆς καὶ τῶν ἀμφ' αὐτὸν δυνά μεων. Καὶ γάρ πως συνέβαινεν, ἀνδρείων ὄντων τῶν ἰθύνειν τὰς ἐκκλησίας λαχόντων, μὴ μεταβάλλεσθαι τὰ πλήθη τῆς ἐνούσης δόξης. Ενθεν τοι καὶ Σκύθας λόγος αἱρεῖ ἀνδρὸς ἐπιτυχόντας γενο ναίου, μὴ μεταλλάξαι τὸ σέβας. Εχει μὲν γὰρ τὸ ἔθνος τοῦτο πλείστας ὅτι κώμας καὶ χώρας καὶ φρούρια· ὑπερέχει δ' ἐν τούτοις οιά τις μητρόπου λις, Τόμις όνομα, πόλις εὐδαίμων μάλιστα, καὶ τῷ μεγέθει τῶν ἄλλων πολλῷ διαφέρουσα. Κεῖται δὲ αὕτη κατὰ τὴν παραλίαν τοῦ Πόντου, ὅς Εὔξεινος κατωνόμασται, ἐξ εὐνωνύμων εἰσπλέοντι. Ες δεῦρο δ' ἐκεῖσε ἀρχαῖον ἔθος κρατεῖ, τὸ πᾶν ἔθνος ὑφ' ἑνὶ ἐπισκόπῳ τάττεσθαι. Τηνικαῦτα δὲ Βρεταννίων τις αὐτῶν ἐπετρόπευεν. Ἐπεὶ γὰρ συμβἂν οὕτω εἰς Τόμιν ἧκεν Ουάλης, καὶ παρὰ τὴν ἐκκλησίαν ἰων, τὸν ἐπίσκοπον ἔπειθεν, ὥσπερ εἰώθει, τοῖς ἀπὸ τῆς Αρείου αἱρέσεως κοινωνεῖν. Ο δὲ γενναίως μάλα σὺν παρρησίᾳ ὑπὲρ τοῦ δόγματος τῶν ἐν Νικαία συνελθόντων συνηγωνίζετο. Ἐπεὶ δὲ μὴ πείθειν εἶχε τὸν κρατοῦντα, ἐκεῖσε τοῦτον καταλιπών, εἰς ἑτέ

Chapter XXXCaput XXX

col. 671–672page 332 of 633
Caput XXIX
PG 146:671θησε τῷ ποιμένι. Σχεδὸν δὲ πᾶσα ἡ πόλις συνέῤῥευσεν, ὀψόμενοί τε ἅμα τὴν βασιλέα, καὶ καινόν τι προσδοκήσαντες ἔσεσθαι. Ὁ δὲ μόνος σὺν τοῖς περὶ αὐτὸν δορυφόροις ἀπολειφθείς, οὐ μετρίως ἤνεγκε τὸ πραχθέν· ἀλλ' ὡς περιυβρισμένος, συλληφθῆναι προσέταξε Βρεταννίωνα, καὶ ὑπερόριον ἄγεσθαι. Αλλ' οὐκ εἰς μακρὰν αὖθις ἐπανῆγε· τοὺς γὰρ Σκύθας ἐδεδίει, μή τι διὰ τὴν τοῦ ἐπισκόπου κατα δίκην νεωτερίσωσι, τό τε θυμῶδες καὶ ἀνδρεῖον ἐπι στάμενος, τῇ τε θέσει τῶν τόπων, ἀναγκαίους μά λιστα τῇ Ῥωμαίων οἰκουμένῃ ὄντας, καὶ οἷά τι μεσότειχον τῶν ἐκείνῃ βαρβάρων προβεβλημένους. Καὶ οὕτω μὲν Βρεταννίων ὑπέρτερος τοῦ κρατοῦντος γενόμενος, εἰς τὰ οἰκεῖα ἤθη ἀνέστρεφεν, ἀνὴρ ἀγαθές τε μάλιστα, καὶ τῇ τοῦ βίου ἀγωγῇ περι βόητος, ὡς αὐτοὶ μαρτυροῦσι Σκύθαι. Ως δ' εἰπεῖν, πᾶς κλῆρος καὶ Ἐκκλησία πατα τῆς ἕω τῆς τοῦ βασιλέως ἐπειράθη ὀργῆς διὰ τὴν θρησκείαν. Καὶ τοιαῦτα μὲν Ουάλης, ἔν τε Θράκῃ καὶ τῇ Κωνσταντίνου, Νικομηδείᾳ τε καὶ τῇ Καππαδοκῶν, πρὸς δὲ τῇ ᾿Αντιοχείᾳ καὶ ταῖς κατ' Αίγυπτον ἐκκλησίαι; δεινὰ διεπράξατο. ραν ἐκκλησίαν ἀφίκετο· καὶ ὁ λαὸς κατόπιν ἠκολού ὁμοούσιον, ΚΕΦΑΛ. Δ΄. Περὶ τῆς εἰς τὰ θεῖα αἰδοῦς Οὐαλεντινιανοῦ· καὶ περὶ τῆς ἐν 'Ρώμῃ συνόδου, ἥτις Τριάδα όμο ούσιον ἀνεκήρυξε· καὶ περὶ Δαμάσου καὶ Οὐρ σικίου τῶν 'Ρώμης ἐπισκόπων, οι διάδοχοι Διο βερίου ἐγένοντο. Ἐγὼ δ᾽ ἐκ τῆς ἕω πρὸς τὰ κατὰ τὴν ἑσπέραν τῆς ἀρχομένης γενόμενα διαβήσομαι· ταῦτα γὰρ ἀπεί ρατα τῶν δεινῶν διαμεμενήκεσαν· καθότι τῶν ἐπέ κεινα Ρωμαίων Ουαλεντινιανὸς ἦρχεν, εἴπερ τις ὢν διάπυρος ἐραστὴς τῶν δεδογμένων τῇ ἐν Νικαία συνόδῳ, εὐλαβῶς τε περὶ τὰ θεῖα μάλιστα διακείμενος· ὡς μηδὲν χεῖρον ἢ ἄμεινον κατὰ τὰς ἐκκλησίας επιτάττειν αἱρεῖσθαι, μηδὲ καινότερα εἰσάγειν παρά τὰ καθάπαξ νομοθετηθέντα· κρείττω γὰρ τῆς ἐκεί νου δοκιμασίας ἐνόμιζε, καίπερ βασιλεὺς ἄριστος γεγονώς, καὶ ἱκανὸς ἄρχειν μάλιστα διὰ τῶν πραγ μάτων φανείς. Καὶ γὰρ τηνικαῦτα, καθὰ καὶ πρό τερον ζητήτεως ἀνὰ τὴν ᾿Ασίαν καὶ Φρυγίαν πολλῆς γενομένης, εἰ χρεὼν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὁμοού στον δοξάζειν Πατρί τε καὶ Υἱῷ· οἷα φιλεῖ πλείστης ἐρεσχελίας καὶ περὶ τοῦ τοιούτου ζητήματος γενο μένου, ὡς μὴ ἐν ἐλάττονι ταύτας νομίζεσθαι ἡ ἐπὶ τοῦ Θεοῦ Λόγου συνέβησαν πρότερον. Οἱ μὲν οὖν ἀνόμοιον, οἱ δ' ὁμοούσιον διετείνοντο είναι καθάπερ καὶ τὸν Υἱόν· κατὰ τοῦτο δὲ μόνον καὶ ἄμφω τὰ μέρη εἰς ἓν συνήεσαν, ὅτι περ διακονικὸν αὐτὸ ἔλε γον, τῇ τε τάξει τρίτον καὶ τῇ τιμῇ· καὶ τῇ ουσία ἀλλοῖον εἶναι διισχυρίζοντο. Ηταν δὲ οἶ, ὅ περὶ τοῦ Υἱοῦ ἐδόξαζον, τὸ αὐτὸ καὶ περὶ τοῦ Πνεύματος ἐδογμάτιζον· καὶ καθάπερ τὸν Υἱὸν ὁμοούσιον καὶ ὁμότιμον καὶ ὁμόδοξον τῷ Πατρὶ ἔπεδον, οὕτω δὴ καὶ περὶ τοῦ ἁγίου Πεύματος ὠμολόγουν, Πατρί τε καὶ Ουσία, Εξουσία,
col. 673–674page 333 of 633
PG 146:673Υιῷ κηρύττοντες ὁμοούσιον. Στεῤῥῶς δὲ τῆς τοιαύτης ὑπερίστατο δόξης παρὰ μὲν Σύροις Απολλινάριος δ Λαοδικεὺς, ἀνὰ δὲ τὴν Αἴγυπτον ὁ πολὺς ᾿Αθανάσιος, ἔτι περιὼν τότε, παρὰ δὲ Καππαδόκαις καὶ ταῖς περὶ τὴν Εὔξεινον ἐκκλησίαι; Γρηγόριος και Βασί λειος. ὁμοούσιον, Τῆς δὲ τοιαύτης, ὡς εἴρηται, ζητήσεως κινουμένης, καὶ τῆς φιλονεικίας πολλῆς διὰ ταῦτα ἐπιδιδούσης, Ουαλεντινιανὸς τῷ πολλῷ τῆς περὶ τὰ θεῖα εὐ ,αβείας οὐδὲν λέγειν εἶχε παρεχώρει δὲ τοῖς το αῦτα πεπιστευμένοις τὸ ποιητέον ἐξενεγκεῖν. "Ο. μαθὼν ὁ τηνικαῦτα τῆς Ῥωμαίων Ἐκκλησίας τὰς ἡνία; ἔχων Λιβέριος, τοὺς περὶ αὐτὴν ἱερέας ἀθροίσας κελεύσει τοῦ κρατοῦντος, ταῖς ἀνὰ τὴν ἕω ἔγραψεν ἐκκλησίαις, Τριάδα ὁμοούσιον καὶ ὁμόδοξον πρεσβεύειν. "Ο γενόμενον οἷα δὴ καθάπερ τῇ Ρω μαίων Ἐκκλησίᾳ καλῶς ἐγκριθεν, ἡσυχῆ μενεῖν ἔ καστον παρεσκεύασε· καὶ τέλος αἴτιον ἡ περὶ τοῦ Πνεύματος ζήτησις ειληφυία, τῆς μακρᾶς ἐρεσχελίας ἐπαύσατο· ἐκύρωσε γὰρ καὶ αὕτη ἡ σύνοδος, τὴν ἐν Νικαία πίστιν κρατεῖν. Παραθήσομαι δὲ καὶ ἄμφω τὰ γράμματα, τοῦ τε βασιλέως καὶ τῆς συνόδου, ἃ τοῖς ἀνὰ τὴν ἕω ἀμφισβητοῦσι περὶ τῆς ὀρθῆς δόξης ἀπέστειλαν. Τὰ μὲν οὖν τοῦ βασιλέως, τάδε διήγε γελλον Αυτοκράτορες μέγιστοι, ἀεισέβαστοι, νικηταί, Ουαλεντινιανός καὶ Γρατιανὸς ἐπισκόποις διοικήσεως Ασιανής, Φρυγίας, Καρόφρυγίας, Πακατιανῆς, ἐν Κυρίῳ χαίρειν. Συνόδου τηλικαύτης συγκροτηθείσης ἐν τῷ Ἰλλυρικῷ, καὶ ζητήσεως πολλῆς γενομένης περὶ τοῦ σωτηρίου λόγου, ἀπέδειξαν οἱ τρισμακαριώτατοι ἐπίσκοποι, τὴν Τριάδα ὁμοούσιον Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· ἣν οὐδ᾽ ὅλως ἐκκλίνοντες, λειτουργίας τὰς κατὰ δίκαιον ἐπιβαλούσας αὐτοῖς, θρησκεύουσι τὴν θρησκείαν τοῦ μεγάλου βασιλέως. Κηρύττειν δὲ ταύτην προσέταξε τὸ ἡμέ τερον κράτος· οὕτως μέντοι ἵνα μὴ λέγωσί τινε;, ὅτι ἀνῆκε θρησκεία βασιλέως τοῦ διέποντος τὴν γῆν ταύτην, μὴ ἀνεχόμενοι τοῦ ἐντειλαμένου ἡμῖν τὰ περὶ τῆς σωτηρίας. Ως γάρ φησι τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἡμῶν, ὅπερ ἐπίκρισιν ταύτην ἔχει, ἀποδίδοσθαι τὰ τοῦ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ τί λέγετε ὑμεῖς οἱ ἐπίσκοποι καὶ προεστῶτες τοῦ σωτηρίου λόγου; εἰ οὕτως ἔχει τὰ τῆς ἀποδείξεως ὑμῶν; Οὕτως μέντοι ἀγαπῶντες ἀλλήλους, παύτασθε ἀποχρῆσθαι ἀξιώματι βασιλέως· καὶ μὴ διώκετε τους ἀκριβῶς τῷ Θεῷ λειτουργοῦντας· ὢν ταῖς εὐχαῖς καὶ ὁμοούσιον, 42. "Οτι ἀνήκαμεν τῇ θρησκείᾳ βασι λέως τοῦ διέποντος τὴν γῆν αὐτήν,
col. 675–676page 334 of 633
PG 146:675δαίμονας φθοριμαίους ἀποστρέφειν διὰ δεήσεως απο δάζοντες· καὶ τὰ δημόσια κατά νόμους εἰσκομίζειν ἴσασι. Καὶ οὐκ ἀντιλέγουσι τῇ τοῦ κρατοῦντος ἐξου σίᾳ, ἀλλ' εἰλικρινῶς καὶ τὴν τοῦ ἄνωθεν βασιλέως ἐντολὴν φυλάττουσι, καὶ τοῖς ἡμετέροις νόμοις ὑπο τάσσονται, ὑμεῖς δὲ ἀπειθεῖς ἐδείχθητε εἶναι. Ημεῖς μὲν ἐχρησάμεθα τῷ α ἕως τοῦ ω, ὑμεῖς δὲ αὐτοῖς ἀπεδώκατε. πόλεμοι καταπαύονται ἐπὶ τῆς γῆς, καὶ ἀγγέλων ἀποστατῶν ἐπιβάσεις ἀποστρέφονται, καὶ πάντες &λ ὁμοούσιον, τὸ ὁμοούσιον, «Ἡμεῖς μέντοι καθαροὺς ἑαυτοὺς ἀφ' ὑμῶν εἶναι θέλοντες, ὡς καὶ Πιλᾶτος ἐπὶ τῆς ἐξετάσεως τοῦ ἐν ἡμῖν πολιτευομένου Χριστοῦ, μὴ θέλοντος αὐτὸν ἀνελεῖν, καὶ ὑπὲρ τοῦ παθεῖν αὐτὸν παρακληθέντα, ἐπιστραφεὶς ἐπὶ τὰ τῆς ἀνατολῆς μέρη, καὶ αἰτήσας ὕδωρ ἐπὶ χειρῶν, ἐνίψατο αὐτοῦ τὰς χεῖρας, λέγων Αθῶός είμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τού του· οὕτως καὶ τὸ ἡμέτερον κράτος διαπαντός ένε τείλατο, μὴ διώκειν, μήτε ἐπικλύζειν, μήτε ζηλοῦν τοὺς ἐργαζομένους τὸ χωρίον τοῦ Χριστοῦ, μήτε τους διοικητὰς ἀπελαύνειν τοῦ μεγάλου Βασιλέως ἵνα μὴ σήμερον μὲν ἐπὶ τοῦ ἡμετέρου κράτους αυτ ξειν δόξητε, καὶ μεταξὺ τοῦ παρακεκλημένου παθεῖν τὰ τῆς διαθήκης αὐτοῦ, ὡς ἐπὶ Ζαχαρίου τοῦ αἷμα τος· ἀλλ' οἱ μετ' αὐτοῦ μεταξὺ τῆς ἀφίξεως ὑπὸ τοῦ ἄνωθεν βασιλέως ἡμῶν Ἰησοῦ Χριστοῦ ἐῤῥάγησαν παραδοθέντες εἰς κρίσιν θανάτου μετὰ τοῦ συνέριο μόντος αὐτοῖς φθοριμαίου δαίμονος. Τοῦτο προσετάξαμεν ἐπὶ Ἀμεγηείου, καὶ Κικερωνίου, καὶ Δαμά σου, καὶ Διαλάμπωνος, καὶ Βρεντησίου ἀκροατών γενομένων. "Απερ καὶ αὐτὰ τὰ πραχθέντα ἐξαπε στάλκαμεν πρὸς ὑμᾶς, ἵνα γνῶναι ἔχητε τὰ πρα χθέντα ἐν τῇ ἐναρέτῳ συνόδῳ· ὰ δὴ καὶ παρέζευξε τοῖς γράμμασιν ἐν κεφαλαίῳ ταῦτα δὴ δογματίζοντα. Ομολογοῦμεν ἀκολούθως τῇ μεγάλῃ καὶ ὀρθο δόξῳ συνόδῳ, ὁμοούσιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν, καὶ οὐχ οὕτω νοοῦμεν τὸ ὁμοούσιον, ὡς καὶ πάλα τινὲς ἐξηγήσαντο, μὴ ἀληθινῶς ὑπογράψαντες· καὶ νῦν ἕτεροι, πατέρας ἐκείνους καλοῦντες, τὴν δύνα μιν τῆς λήξεως ἀθετήσαντες, καὶ ἑπόμενοι τοῖς γράμμασι, τὸ ὅμοιον δηλοῦσθαι διὰ τοῦ ὁμοουσίου καθ᾽ ὅ οὐδενὶ τῶν λοιπῶν κτισμάτων δι' αὐτοῦ γενο μένων ἐμφερής ὁ Υἱός· ἀλλ᾽ ἢ μόνῳ τῷ Πατρὶ ἀφω μείωται. Οἱ γὰρ τοιαῦτα ἐξηγούμενοι, κτίσμα εξαί ρετον ἀσεβῶς τὸν Υἱὸν τοῦ Θεοῦ δογματίζουσιν. 'Ημεῖς δὲ φρονοῦμεν, ὡς καὶ αἱ σύνοδοι νῦν, αἱ τε κατὰ Ῥώμην καὶ αἱ κατὰ Γαλλίαν, μίαν εἶναι καὶ τὴν αὐτὴν οὐσίαν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἐν τρισὶ προσώποις, τουτέστιν, ἐν τρισὶ τελείαις ὑποστάσεσιν· ὁμολογοῦμεν δὲ κατά τὴν ἔκθεσιν τὴν ἐν Νικαίᾳ, σεσαρκῶσθαι τὸν γν τοῦ Θεοῦ τὸν ὁμοούσιον ἐκ τῆς ἁγίας Παρθένου Μα ρία;, καὶ ἐν ἀνθρώποις ἐσκηνωκέναι, καὶ πεπληρωκέναι πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν ἐν γενέσει καὶ πάθει καὶ ἀναστάσει, καὶ τῇ εἰς οὐρανοὺς ἀνα
col. 677–678page 335 of 633
PG 146:677σαρκοφόρον, Θεοφόρον, δάσει. Καὶ πάλιν ἥξειν ἀποδιδόντα ἡμῖν τὴν ὁμοίωσιν τὴν θείαν παρ' ἑαυτοῦ, κατὰ τὴν ἑκάστου βιοτὴν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· σαρκὶ δρώμενον καὶ τὴν ἑαυτοῦ θείαν δύναμιν ἐπιδεικνύντα, Θεὸν ὄντα σαρ χοφόρον, καὶ οὐκ ἄνθρωπον Θεοφόρον. Καὶ τοὺς τὰ ναντία φρονοῦντας ἀναθεματίζομεν· καὶ τοὺς μὴ γνησίως ἀναθεματίζοντας τὸν εἰπόντα ὅτι Πριν γεν νηθῆναι οὐκ ἦν ὁ Υἱός· ἀλλὰ γράψαντα ὅτι καὶ Πρὶν ἐνεργείᾳ γεννηθῆναι, δυνάμει ἦν ἐν τῷ Πατρί. Τοῦτο γὰρ καὶ ἐπὶ πάντων τῶν κτισμάτων ἐστὶ τῶν μὴ ἀεὶ ὄντων μετὰ τοῦ Θεοῦ· καθ' 8 καὶ ὁ Υἱὸς ἀεὶ μετὰ τοῦ Πατρός ἐστιν ἀϊδίῳ γεννήσει γεγεννημένος.» Τοιαῦτα μὲν τὰ βασιλέως γράμματα ἦσαν· τὰ δὲ τῆς συνόδου τοῦτον διηγόρευον τρόπον· «Οἱ ἐπίσκοποι τοῦ Ἰλλυρικοῦ ταῖς ἐκκλησίαις τοῦ Θεοῦ, καὶ ἐπισκόποις διοι κήσεως Ασιανής, Φρυγίας, Καροφρυγίας, Πακατιανῆς, ἐν Κυρίῳ χαίρειν. Συνελθόντων ἡμῶν ἐπὶ τὸ αὐτό, καὶ ζητήσεως πολλῆς γενομένης περὶ τοῦ σω τηρίου λόγου, ἀπεδείξαμεν ὁμοούσιον εἶναι τὴν Τριάδα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Καὶ ἦν δί καιον γράμματα ἀποχαράξαι πρὸς ὑμᾶς· οὐ σοφί σμασι τὰ τῆς θρησκείας τῆς Τριάδος γράφοντας, ἀλλ' ἐν ταπεινοφροσύνῃ καταξιωθέντας· τουτὶ ἡμῶν τὸ γράμμα ἀπεστάλκαμεν διὰ τοῦ ἀγαπητοῦ ἀδελ φοῦ ἡμῶν καὶ συλλειτουργοῦ Ἐλπιδίου τοῦ πρεσβυτέρου. Οὐ γὰρ ἐν τοῖς τῶν ἡμετέρων χειρῶν γράμ μασιν, ἀλλ᾽ ἐν ταῖς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ βίβλοις γέγραπται· Ἐγὼ μὲν εἰμι Παύλου, ἐγὼ δὲ Απολλῶ, ἐγὼ δὲ Κηφᾶ. Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν; ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίς σθητε; Καὶ ταῦτα μὲν ἤρκει τῇ ἡμετέρα ταπεινώσει μήτε τὸ καθόλου γράμματα ἀποχαράξαι πρὸς ὑμᾶς διὰ τὸν τηλικοῦτον φόβον ἦν αὐτόθι κηρύσσετε πάτῃ ὑφ᾽ ὑμᾶς ἐπαρχίᾳ, ἀποχωρίζοντες τὸ ἅγιον Πνεῦμα ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. 'Ανάγκην οὖν ἔσχομεν πρὸς ὑμᾶς πέμψαι τὸν κύριον ἡμῶν καὶ συλλειτουργὸν Ἐλπίδιον, ἀπὸ τῆς βασιλευούσης Ρωμαίων ἀμ χῆς, τοῦτο τὸ κήρυγμα έχοντα, καταμαθόντα, είγε ἄρ' οὕτως ἔχει τὸ κήρυγμα ὑμῶν. Οἱ γὰρ μὴ ὁμοούσιον τὴν Τριάδα κηρύττοντες ἀνάθεμα ἔστωσαν, καὶ εἴ τις τούτοις φωραθείη κοινωνῶν, ἀνάθεμα ἔστω τοῖς δὲ κηρύττουσιν ὁμοούσιον τὴν Τριάδα ἡ βασι λεία τῶν οὐρανῶν ἡτοίμασται. Παρακαλοῦμεν οὖν ὑμᾶς, ἀδελφοί, μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ ἑτεροδοξεῖν, ἀλλ' ὁμοούσιον ἀεὶ καὶ διὰ παντὸς κηρύττοντες τὴν Τριάδα, δυνηθῆτε κληρονομῆσαι τὴν τοῦ Θεοῦ βασιλείαν. Περὶ τούτου γράφοντες καὶ ὑπόμνησιν ἔχοντες ἐχαράξαμεν τουτὶ ἡμῶν τὸ γράμμα, καὶ περὶ τῶν καθισταμένων ἐπισκόπων ή κατασταθέν των συλλειτουργῶν, ἐὰν μὲν εἶεν ἐκ τῶν ἐν τέλει χρησομένων ἐπισκόπων ὑγιεῖς· εἰ δὲ μή, ἐξ αὐτοῦ τοῦ πρεσβυτερίου, ὁμοίως τε καὶ πρεσβυτέρους καὶ διακόνους ἐξ αὐτοῦ τοῦ ἱερατικοῦ τάγματος, ἵν᾽ ὦσιν ἀνεπίληπτοι πανταχόθεν, καὶ ἀπὸ τοῦ βουλευτηρίου Ἐκ τῶν ἐν τέλει χρησαμένων ἐπισκόπων ὑγιεῖς.
col. 679–680page 336 of 633
PG 146:679ἠβουλήθημεν διὰ πολλῶν ἀποχαράξαι, διὰ τὸ ἀπο σταλῆναι ἕνα ἐκ πάντων τὸν κύριον ἡμῶν καὶ συλ λειτουργὸν Ἐλπίδιον, ἐπισπουδῶς καταμαθόντα τὸ κήρυγμα ὑμῶν, εἴ γε οὕτως ἔχει ὥσπερ ἀκηκόαμεν παρὰ τοῦ κυρίου ἡμῶν συλλειτουργοῦ Ευσταθίου, Λοιπὸν εἰ καί ποτε ἐν πλάνοις γεγενημένοι ἦτε, ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον, ἐνδύσασθε τὸν καινόν. Καὶ γὰρ ὁ αὐτὸς ἀδελφὸς καὶ συλλειτουργός Ελπίδιος διδάξει ὑμᾶς κηρύξαι τὴν ἀληθῆ πίστιν ὅτι ἡ ἁγία Τριὰς ἡ ὁμοούσιος τῷ Θεῷ καὶ Πατρὶ σὺν ἁγίῳ Πνεύματι, ἡγίασται, δεδόξασται, πεφανέρωτας Πατὴρ ἐν Υἱῷ, Υἱὸς ἐν Πατρὶ σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Φανερωθέντος γὰρ τούτου, φανερῶς δυνησόμεθα τὴν ἁγίαν Τριάδα ὁμολογεῖν ὁμοούσιον, κατὰ τὴν πάλαι ἐκτεθεῖσαν πίστιν τὴν ἐν Νικαίᾳ, ἦν καὶ οἱ Πατέρες ἐβεβαίωσαν. Κηρυττομένης οὖν τῆς πίστεως ταύτης, δυνησόμεθα τοῦ ἀλιτηρίου δαί μονος ἐκφυγεῖν [τὰς μεθοδίας]. Σβεσθέντος γὰρ τούτου, δυνησόμεθα εἰρηνικοῖς γράμμασιν ἑαυτοὺς προσκυνεῖν ἐν εἰρήνῃ διάγοντες. Ἐγράψαμεν οὖν ὑμῖν ἵνα εἰδέναι ἔχητε τοὺς καθαιρεθέντας Ἀρειομανίτας, τοὺς μὴ ὁμολογοῦντας ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν, μήτε τὸ ἅγιον Πνεῦμα· ὧν τὰ ὀνόματα ὑπετάξαμεν· Πολυχρόνιος, Τηλέμαχος, Φαῦστος, Ασκληπιάδης, Αμάντιος, Κλεόπατρος. Και ταῦτα μὲν οὕτως εἰς δόξαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Εῤῥῶσθαι ὑμᾶς εὐχόμεθα τῷ Πατρὶ, καὶ τῷ Υἱῷ τῷ Σωτῆρι ἡμῶν Χριστῷ σὺν ἁγίῳ Πνεύματι, πολ λαῖς ἐτῶν περιόδοις. Ὁ μὲν δὴ πανεύφημος βασιλεύς τοσαύτην τῶν ἀποστολικῶν δογμάτων ἐποιεῖτο φρον τίδα. και στρατιωτικῆς ἀρχῆς. Εἰς τοῦτο οὖν αὐτὸ οὐκ ᾿Αλλὰ γὰρ Λιβερίου πρὸς τὴν ἀμείνω λήξιν μετα χωρήσαντος, Δάμασος τῷ ἐκείνου θρόνῳ ἀντικαθίσταται, οὐδενὸς ἥττων ἐκείνου κατά τε βίον καὶ λόγου, καὶ τὴν ὑγείαν τοῦ δόγματος· ἐφ' οὗ παρα χθῆναι τὴν Ῥωμαίων Ἐκκλησίαν συνέβη ἐξ αἰτίας τοιαύτης· Οὐρσίκιός τις διάκονος σύμψηφος ὢν Δα μάτῳ, ἐπεὶ περὶ τὴν ἐπιλογὴν τῆς ἐπισκοπῆς τῆς ἐλπίδος ἐψεύσθη, μὴ φέρων τὴν ψῆριν, παρασυνάγειν ἐσπούδαζε. Λάθρα δὲ ὑπό τινων ἐπισκόπων τὴν χει ροτονίαν λαβών, ἰδίᾳ ἐκκλησιάζειν ᾑρεῖτο, καὶ τὸ πλῆθος ἕλκειν εἰς ἑαυτόν. Οἱ μὲν οὖν τοῦτον, οἱ δὲ Δάμασον ἠξίουν Ιεραρχεῖν. Ἐκ δὲ τούτου πολλής ἀναπτομένης φιλονεικίας, ἐξ ἔριδος κατ' ὀλίγον εἰς στάσιν ἐχώρει τὸ πρᾶγμα, οὐ διά τινα πίστιν, ὡς ὁμοούσιος
col. 681–682page 337 of 633
PG 146:681εἴρηται, ἀλλὰ τίς ἄρα τῶν δύο τοῦ ἐπισκοπικοῦ θρό νου κατάρξεις. Καὶ ἐπὶ τόσον ἡ στάσις ἀνήφθη, ὡς μέχρι φόνων τὸ κακὸν προελθεῖν, συμπληγάδων πλείστων ἐκ τῆς τῶν ὄχλων παρατριβής γενομένων. Καὶ εἰς μεῖζον ἂν προὔβαινε τὸ δεινὸν, εἰ μὴ ὁ τῆς πόλεως ύπαρχος Μαξιμίνος πολλοὺς τῶν ἐν κλήρῳ καὶ τοῦ λαοῦ τιμωρίαις ὑποβαλών, αὐτόν τε Ουρσί κιον τῆς ἐπιχειρήσεως ἔπαυσε, καὶ τοὺς ᾑρημένους ἐκείνῳ ἀκολουθεῖν ἀνέσχε. Περὶ μέντοι δογμάτων οὔτε οἱ τὴν Ῥώμην οἰκοῦντες, οὔθ᾽ οἱ τὴν ἄλλην ἑστέραν ἔχοντες διεφέροντο ὡς τὸ πρότερον· κοινή δὲ πάντες τὴν ἐν Νικαίᾳ πίστιν ἡσπάζοντο, καὶ Τριάδα ὁμοούσιον καὶ ὁμότιμον καὶ ἰσοδύναμον Εσεβόν τε καὶ ἐδογμάτιζον. ΚΕΦΑΛ. ΛΑ'. Περὶ τῆς αἱρέσεως Αυξεντίου τοῦ Μεδιολάνων ἐπισκόπου, καὶ ὡς καθηρέθη παρὰ Δαμάσου καὶ οἷα ἡ σύνοδος τοῖς ἐν τῷ Ἰλλυρικῷ ἐπι σκόποις περὶ αὐτοῦ ἔγραψεν. Πλὴν μόνον τῶν ἀμφὶ τὸν Αὐξέντιον, ὅ; τῆς ἐν Μεδιολάνοις ἐκκλησίας τὴν ἐπιτροπὴν ἔχων, νεωτερίζων ἦν σύναμά τισι παρὰ τὸ κοινῇ δόξαν τοῖς πρὸς δύσιν ἱερεῦσι, καὶ δοξάζων καὶ ἐκδιδάσκων. Τήν τε γὰρ ᾿Αρείου δόξαν διὰ σπουδῆς ἐποιεῖτο· καὶ τὴν ὕστερον γενομένην κατάστασιν περὶ τοῦ ἁγίου Πνεύματος, ὡς ὁμοούσιόν ἐστι καὶ ὁμότιμον Πατρί τε καὶ Υἱῷ, ἀπη ξίου πάμπαν. Τινῶν δ' ἀπὸ Γαλατίας και Βενετίας καὶ παρ' ἄλλων τὰ ἐκείνῳ σπουδαζόμενα καταμηνυσάντων, ού πάνυ πόῤῥω πολλῶν ἐπισκόπων ἐκ τοῦ παντὸς ἔθνους τῶν ἀνὰ τὴν ἑσπέραν οἰκούντων εἰς Ρώμην γεγενημένων, ψηφίζονται ἐν τῷ ἀσφαλεῖ εἶ ναι καὶ σέβεσθαι πρὸ παντὸς τὴν ἐν Νικαίᾳ πίστιν τῶν δ' ἐν ᾿Αριμίνῳ δοξάντων ὡς ὑπεναντίων ταύτῃ τὴν πρᾶξιν τὸ ἄκυρον ἔχειν· ὅτι τε μὴ ἐν ἐκείνῃ παρ ἣν ὁ τῆς Ῥώμης Ιεραρχῶν, καὶ ὅτι μὴ οἱ πλεῖστοι ταύτῃ συνέθεντο καὶ τὸ τρίτον, ὅτι καὶ ἕτεροι τῶν ἐκεῖσε συνδεδραμηκότων τοῖς δεδογμένοις παρ' αὐτ τῶν ἀπηρέσκοντο. Αυξέντιον μέντοι καὶ τοὺς αὐτῷ επομένους τῆς καθόλου Εκκλησίας απώσαντο, τοιαῦτα ἐγεσχελεῖν ᾑρημένους. Ταῦτα δὲ γενέσθαι μαρτυρεί καὶ ἡ τοῖς Ἰλλυριοῖς ἐπισκόποις γραφεῖσα ἐπιστολή, Δαμάσῳ καὶ τοῖς τηνικαῦτα συνελθοῦσιν εἰς 'Ρώμην γράφει γὰρ οὕτως «Οἱ ἐπίσκοποι οἱ ἐπὶ τῆς Ῥωμαίων εἰς τὸ ἱερὸν συνέδριον συνελθόντες τοῖς ἐν τῷ Ἰλλυριῷ καθεστῶσιν ἐπισκόποις, Δάμασος, καὶ Οὐπλέριος καὶ οἱ λοι πολ, τοῖς ἀγαπητοῖς ἀδελφοῖς, ἐν Κυρίῳ χαίρειν. Πι στεύομεν τὴν ἁγίαν πίστιν ἡμῶν ἐν τῇ διδασκαλίᾳ, τῶν ἀποστόλων θεμελιωθεῖσαν ταύτην κατέχειν καὶ ταύτην τῷ λαῷ ὑφηγεῖσθαι, ἥτις ἀπὸ τῶν ὁρισθέντων παρὰ τῶν Πατέρων οὐδενὶ λόγῳ διαφωνεῖ. Οὐδὲ γὰρ ἄλλως ἁρμίζει διανοεῖσθαι τοὺς τοῦ Θεοῦ ἱερεῖς, ὑφ' ὦν δίκαιόν ἐστι τοὺς σοφούς παιδεύεσθαι. ᾿Αλλὰ δι' ἀναφορᾶς τῶν ἐν Γαλλίᾳ καὶ Βενετίς ἀδελφῶν, ἔγνω μέν τινας αἵρεσιν σπουδάζειν· ὅπερ κακὸν οὐ μόνον παραφυλάττεσθαι όφείλουσιν οἱ ἐπίσκοποι, ἀλλὰ καὶ ὅσα ἀπειρία τινῶν ἡ ἁπλότητι οἰκείαις ἑρμηνείαις ἀν

Chapter XXXICaput XXXI

col. 683–684page 338 of 633
PG 146:683173 θίσταντο· ἀπὸ οὖν τῶν διαφόρους διδασκαλίας δια νοουμένων μή παρολισθαίνειν, ἀλλὰ μᾶλλον τῶν Πατέρων ἡμῶν κατέχειν τὴν γνώμην, ὁσάκις ἂν δια φόροις βουλαῖς περιφέρωνται. Τοιγαροῦν Αυξέντιον τὴν Μεδιολάνων ἐξαιρέτως ἐν τούτῳ τῷ πράγματι κατακεκρίσθαι προγέγραπται. Δίκαιον γοῦν ἐστι πάν τας τοὺς ἐν τῷ Ῥωμαίων κόσμῳ διδασκάλους όμο φρονεῖν, καὶ μὴ διαφόροις διδασκαλίαις τὴν πίστιν μιαίνειν. Καὶ γὰρ ἡνίκα πρῶτον ἡ κακία τῶν αἱρε τικῶν ἀκμάζειν ἤρξατο, ὡς καὶ νῦν μάλιστα (ὅπερ ἀπείη) τῶν Ἀρειανῶν ἡ βλασφημία, οἱ Πατέρες ἡμῶν τριακόσιοι δέκα καὶ ὀκτὼ ἐπίλεκτοι ἐν Νικαία γενομένου σκέμματος, τοῦτο τὸ τεῖχος ὑπεναντίον τῶν ὅπλων τοῦ διαβόλου ὥρισαν, καὶ ταύτῃ τῇ ἀντι δότῳ τὰ θανάσιμα ἀπεύσαντο· ὥστε τὸν Πατέρα καὶ τὸν Υἱὸν μιᾶς θεότητος, μιᾶς ἀρετῆς καὶ ἑνὸς χρήσ ματος πιστεύεσθαι. Χρὴ δὲ τῆς αὐτῆς ὑποστάσεως καὶ τὸ Πνεῦμα τὸ ἅγιον πιστεύειν. Τὸν δὲ ἄλλως φρονοῦντα ἀλλότριον εἶναι τῆς ἡμετέρας κοινωνία; ἐκρίναμεν. Ονπερ σωτηριώδη δρον καὶ τὴν προσκυνητὴν σκέψιν τινὲς μιᾶναι ἠθέλησαν· ἀλλ᾽ ἐν αὐτῇ τῇ ἀρχῇ ἀπ' αὐτῶν τούτων οἵτινες τοῦτο ἐν Ἀριμίνῳ ἀνανεώσασθαι ἢ ψηλαφήσαι ἠναγκάζοντο. Καὶ μέχρι τούτου διωρθώθη, ὡς ὁμολογεῖν αὐτούς, ἑτέρα τινὶ διαλέξει ὑφαρπάσαι· ὅτι οὐκ ἐνενόησαν τῇ τῶν Πα τέρων γνώμῃ τῇ ἐν Νικαίᾳ ἀρεσάσῃ ἐναντίον εἶναι. Οὐδὲ γὰρ πρόκριμα τι ηδυνήθη γενέσθαι ἀπὸ τοῦ ἀριθμοῦ τῶν ἐν 'Αριμίνῳ συναχθέντων, οπότε συν έστηκε· μήτε τοῦ Ῥωμαίων ἐπισκόπου, οὗ πρό πάντων ἔδει τὴν γνώμην ἐκδείξασθαι· οὔτε Βικεν “τίου, ὃς ἐπὶ τοσούτοις ἔτεσι τὴν ἐπισκοπὴν ἀσύλως ἐφύλαξεν· οὔτε τῶν ἄλλων τοῖς τοιούτοις συγκαταθεμένων· ὁπότε μάλιστα, καθώς προειρήκαμεν, αὐτοὶ οὗτοι οἵτινες κατὰ συσκευὴν ὑποκλίνεσθαι ἔδο ξαν, οὗτοι καλλίονι γνώμῃ χρησάμενοι, ἀπαρέσκειν αὐτοῖς ταῦτα ἐμαρτύραντο. Συνορᾷ οὖν ἡ ὑμετέρα καθαρότης ταύτην μόνην τὴν πίστιν, ἥτις ἐν Νικαία κατὰ τὴν αὐθεντίαν τῶν ἀποστόλων ἐθεμελιώθη, διηνεκεί βεβαιότητι καθεκτέον εἶναι· καὶ μεθ᾿ ἡμῶν τοὺς ἀνατολικούς, οἵτινες ἑαυτοὺς τῆς καθολικῆς εξ καὶ ἐπιγινώσκουσι, τοὺς δὲ δυτικούς καυχάσθαι. Π στεύομεν δὲ, οὐκ εἰς μακρὰν τοὺς ἄλλα νοοῦντας αὐτῇ τῇ ἐπιχειρήσει ἀπὸ τῆς ἡμετέρας κοινωνίας χωρ σθήσεσθαι αὐτῶν τὸ τοῦ ἐπισκόπου όνομα· ὥστε τους λαούς τῆς πλάνης αὐτῶν ἐλευθερωθέντας ἀνα πνεῦσαι. Οὐδενὶ γὰρ τρόπῳ δυνήσονται διορθῶσαι τὴν πλάνην τῶν ὄχλων, ὁπότε αὐτοὶ ὑπὸ τῆς πλάνης κατέχονται. Συμφωνείτω οὖν μετὰ πάντων τῶν τοῦ Θεοῦ ἱερέων καὶ τῆς ὑμετέρας τιμιότητος ἡ γνώμη, ἐν ᾗ ὑμᾶς ἁγίους καὶ βεβαίους πιστεύομεν. Ὅτι δὲ ἡμεῖς μεθ' ὑμῶν πιστεύειν ὀφείλομεν, τοῖς ἀμοιβαίοι; τῆς ὑμετέρας ἀγάπης ἐπιδείξασθε. ο
col. 685–686page 339 of 633
PG 146:685ΚΕΦΑΛ. ΛΒ'. Ως στάσεως ἐν Μεδιολάνοις γεγενημένης, Αμ βρόσιος τὴν ὑπαρχον ἀξίαν ἡμφιεσμένος, παραγενόμενος καταστεῖλαι αὐτὴν ὑπὸ τοῦ πλή θους εἰς τὴν ἐπισκοπὴν προεβλήθη· καὶ περὶ τῆς παρρησίας αὐτοῦ. Οἱ μὲν οὖν πρὸς ἑσπέραν ἱερεῖς τοὺς νεωτερίζειν ἐπιχειροῦντας τοῖς ἐκεῖσε μέρεσιν οὕτως ἐπεῖχον καὶ ἀθιγὲς τὸ ἐξ ἀρχῆς τῆς πίστεως ἐφύλαττον δόγμα· ὡς συμβαίνειν ὀλίγους εἶναι κομιδὴ τοὺς ἄλλως ᾑρημένους δοξάζειν, καὶ σχεδόν μόνους τους ἀμφὶ τὸν Αὐξέντιον. Αλλ' οὐκ εἰς μακρὰν καὶ οὗτος θανάτῳ ἡφάνιστο. Ἐκποδὼν δὲ τούτου γεγενημένου, περὶ τῆς τοῦ ἐπισκόπου ἐπιλογῆς στασιάζον τὸ πλῆ θος, οἱ μὲν τοῦτον, οἱ δ᾽ ἐκεῖνον προσβάλλοντο. Εν μεγίστῳ δὲ κινδύνῳ ἡ Μεδιολάνων καθίστατο· ἔκα στης γὰρ ἀστοχήσας τῶν πρὸς βουλῆς, ὅσα δὴ τοῖς τοιούτοις φιλεῖ γίνεσθαι, δρᾷν προσηπείλουν. Την τὴν ἄτακτον κίνησιν δείσας ὁ τηνικάδε τὴν ὕπατον ἀξίαν διαχειρίζων, καὶ τοῦ ἔθνους τὴν ἐπιτροπὴν πρὸς Ουαλεντινιανοῦ ἔγων Αμβρόσιος, μετ' ἀξιολόγου πλήθους ἐλθὼν παρὰ τὴν ἐκκλησίαν, συνεβούλευεν ἅττα βέλτιστα εἶναι ᾤετο· λήγειν μὲν ἔριδος, κατά νόμους δ' Εκκλησίας πράττειν. Επειτα τοῦ τῆς ὁμο νοία, καλοῦ ὑπεμίμνησκε, καὶ ὅσα δὴ ἀγαθά εἰσι τοῖς αἱρουμένοις τὰ τῆς εἰρήνης ἀσπάζεσθαι. Ἔτι δὲ τού του δημηγορούντος, ἐξάπινα πάντες τοῦ στασιάζειν παυσάμενοι, ἐπ' αὐτὸν τὸν σύμβουλον τοῦ καλοῦ καὶ τῆς ὁμονοίας τὴν τῆς ἐπισκοπῆς ἐπέφερον ψῆφον, καὶ βαπτίζεσθαι παρηγγύων· ἀμύητος γὰρ ἦν· καὶ ἱκέται ἐγίνοντο τὴν κατ' αὐτοὺς ἱερωσύνην λαμβάνειν' οὕτω γὰρ μόνως ἐκείνους ἔνωσιν ἕξειν, καὶ τὸ περὶ τὴν πίστιν ὁμονοεῖν προσγενήσεσθαι. Ἐπεὶ δ᾽ ἐκεῖ. νος τὸ μὲν βάπτισμα ἡδέως εδέχετο· ὅσον δέ γ' ἐνῆν, ἀνεβάλετο ἱερᾶσθαι, καὶ ἀτεχνῶς τὴν πρᾶξιν ἀπεωθεῖτο, τὸ πλῆθος δ' ἔτι μᾶλλον ἐπέκειτο· καὶ οὐκ ἂν εἴ τι καὶ γένοιτο ἀνήσειν διισχυρίζετο, γνώρισμα (/. γνώριμα, ταῦτα τῷ βασιλεῖ ἐγίνετο Ουαλεντινιανῷ τὸν δ' ἀκούσαντα, εύξασθαι μεν πρώτιστα, έπειτα δὲ χάριν ὁμολογῆσαι Θεῷ εἰς ἱερωσύνην προσκαλουμένω οὖς αὐτὸς ἄρχειν προβάλλετο. Τήν γε μὴν ἔνστασιν τοῦ πλήθους, καὶ τὴν Αμβροσίου πάλιν γενναίαν ἀντί στασιν συμβάλλων, ἄριστα διεγίνωσκεν, ὡς ἐπὶ σφό δρα τῆς ὁμονοίας καλῷ τῆς ἐν Μεδιολάνοις ἐκκλησίας ἔσεσθαι τὴν προχείρισιν τοῦ ἀνδρός· καὶ ὅσον τάχος προσέταττε τὴν χειροτονίαν λαμβάνειν. Αμα δὲ τοῦ θείου κατηξιώθη βαπτίσματος, καὶ τὴν κεφαλὴν τῇ χειροτονίᾳ ὑπέβαλε· καὶ εἰς ὁμόνοιαν τὰ πλήθη καθ ίστα, καὶ τὸ ἀστασίαστον τῇ Ἐκκλησίᾳ ἐβράβευεν, ἐν πολλῷ χρόνῳ καμούσῃ τῇ διχονοίᾳ ἐκ τῆς Δύξεν τίου κακῆς διοικήσεως. Ἐπεὶ δὲ τοῖς πραττομένοις καὶ ὁ τὰ πάντα ἄριστος παρὴν βασιλεύς, τοῦτον τὸν ὕμνον τῷ Σωτῆρι προπῆγε Θεῷ· ο Χάρις σοι, λέο γων, Δέσποτα παντοκράτορ καὶ Σωτερ ἡμέτερε, ὅτι τῷδε τἀνδρὶ ἐγὼ μὲν σώματα ενεχείρισα, σὺ δὲ ψυ χάς· καὶ τὰς ἐμὰς ψήφους δικαίας ἀπέφηνας.» Καὶ ὁ μὲν ταῦτα· Αμβρόσιος δ' οὐ πολλῷ ὕστερον τῷ βασιλεῖ σὺν παρρησίᾳ διομιλούμενος, ἐπεμέμψατό

Chapter XXXIIICaput XXXIII

col. 687–688page 340 of 633
Caput XXXII
PG 146:687τισι τῶν πραγμάτων, ὡς οὐ καλῶς παρὰ τοῖς ἄρχωσι πραττομένων. • Ταύτην σου τὴν παρρησίαν πάλαι ποτὲ ᾔδειν ἐγώ, ἔφη ὁ βασιλεύς· καί γ' ἐπιστάμενος, οὐ μόνον ἐπέσχον, ἀλλὰ καὶ σύμψηφος ἐγενόμην τῇ ἀρχιερωσύνῃ. Ἰάτρευε οὖν, ὡς ὁ θεῖος ὑπαγορεύει θεσμὸς, τὰ τῶν ἡμετέρων ψυχῶν ἁμαρτήματα. Ταῦτα μὲν ἐν Μεδιολάνοις ἐγένετο· ὁποῖος δὲ Αμ βρόσιος τὸν βίον καὶ λόγον καὶ τὸν ὑπὲρ τῆς Ἐκκλησ σία; ζῆλον, καὶ ὡς μάλα ἀνδρείως καὶ θεοειδῶς τὴν ἱερωσύνην διήνυσε, παῤῥησία πολλῇ πρὸς τὰς ὑπερ εχούσας ἀρχὰς ἐγκαίρως χρώμενος, ἐν τῷ ἐφεξῆς βηθήσεται τόμῳ. ο Τι ΚΕΦΑΛ. ΑΓ. Ως ἀπεβίω ὁ μέγας Ουαλεντινιανός· καὶ περὶ τοῦ νεωτέρου Ουαλεντινιανοῦ· καὶ διήγησις περὶ Ἰουστίνης καὶ Σευήρας τῶν βασιλισσών, καὶ τῶν παίδων ἀμφῶν. Τηνικαῦτα δὲ Σαυροματῶν τὴν Ῥωμαίων κατα τρεχόντων, καὶ ὅσον τὸ πρὸς δύσιν τῆς ἀρχομένης, Ουαλεντινιανὸς σὺν πολλῇ τῇ παρασκευῇ ἐπέξεισι κατ' αὐτῶν. Ἐκεῖνοι δὲ πρὸς τὴν τοσαύτην του βασιλέως ὁρμὴν δείσαντες, πρέσβεις πέμψαντες, στουν εἰρήνην· οὓς ἰδὼν οὐκ εὐφυῶς ἔχοντα., εἰ τοιούτους εἶναι Σαυρομάτας πάντας διεπυνθάνετο. Τῶν δ' εἰπόντων τοὺς παρ' αὐτοῖς ἀρίστους εἶνα: καὶ γένει καὶ εἴδει πρεσβευομένους, θυμῷ καὶ ὀργα πολλῇ κατάσχετος γεγονώς, "Η δεινὰ νῦν πάσχειν ἔφη τὴν Ῥωμαίων ἀρχὴν περιελθοῦσαν αὐτῷ, καὶ τὰ μάλιστα δυσπραγεῖν, εἰ Σαυρομάται βάρβαρον οὕτω γένο; καὶ δύσμορφον, ὧν οἱ κρείττους οὗτοι, οὐκ ἐθέλει μένειν ἐφ' ἑαυτοῦ· ἀλλ' οὕτω θράσει μέον τὴν αὐτοῦ διαθέει ἀρχὴν, καὶ πόλεμον κατά Ρω μαίων κινεῖν γαργαλίζεται. Χαλεπαίνοντος δ' οὕτω καὶ μέγα ἀνακραγότος, τῷ τῆς διατάσεως τῆς φωνῆς ἀμέτρῳ σπαραχθῆναι φασι τὰ ἔνδον, φλέβα δέ τινα καὶ ἀρτηρίαν διαρραγήναι· αἷματος δ' ἐν τεῦθεν πλείστου ἀναδοθέντος, τὸν βίον ἀπολιπεῖν, ἔν τινι φρουρίῳ τῶν Γαλλιῶν, ᾧ Βεργιτίων ἦν ένα μα, τῇ ἑπτακαιδεκάτῃ τοῦ Δεκεβρίου μηνός, Στη μὲν γεγονὼς ἀμφὶ τὰ πεντήκοντα, τριακαίδεκα δ' ἐν τῇ βασιλείᾳ εὖ μάλα καὶ λίαν ἐπισήμως διαγενά μενος. Τούτου δὲ τοῖς πατρῴοις μνήμασιν ἐνσορια σθέντος, ὁ κατὰ τὴν Ἰταλίαν στρατὸς μεθ᾿ ἡμέραν ἔκτην τὸν ὁμώνυμον αὐτῷ παῖδα, τὸν νέον Οὐαλεντινιανὸν, βασιλέα αναγορεύουσιν, ἐν ᾿Ακίνῳ πόλει τῆς Ἰταλίας. Οὐκ εἰς μακρὰν δὲ οἱ βασιλεῖς, Γρα τιανός τε ὁ ἀδελφὸς καὶ Οὐάλης, σύμψηφοι καὶ αὐτοὶ ἐγένοντο τῇ ἐκείνου ἀρχῇ, εἰ καὶ χαλεπαί. νοντες ἦσαν τὰ πρῶτα· ἅτε τὴ τῶν στρατιωτών,
col. 689–690page 341 of 633
PG 146:689ἐπιτροπῆς αὐτῶν ἄνευ, τὰ ἐπίσημα τῆς ἀρχῆς περι βαλλόντων αὐτόν. Εἰδέναι μέντοι χρεών, ὡς ὁ νέος οὗτος Ουαλεντινιανὸς ἐξ Ἰουστίνης ἐγεγόνει τῷ με γάλῳ Ουαλεντινιανῷ· ἐπέγημε δὲ ζώσης ἔτι τῆς προτέρας αὐτοῦ γυναικός, ᾗ Σευήρα ἦν όνομα. Αιτία δὲ τοῦ γάμου τοιάδε ἐγένετο· Ἰουστίνῃ ταύτῃ πατὴρ Ἰοῦστος ἐτύγχανεν ὤν, ὅς ἐπὶ τῶν Κωνσταντίου χρόνων τῆς περὶ Πίκενον ἐπαρχίας τὴν ἀρχὴν ἔχων, ὄναρ ἰδεῖν λέγεται, ὡς βασιλικὴν ἁλουργίδα δεξιόθεν γεννήσοι. Τὸ δὲ ὄναρ ἀφελῶς ἐκείνῳ ῥηθὲν, εἰς πολ λους διεχύθη. Οὐ πολλῷ δ᾽ ὕστερον καὶ τὰς Κων. 177 σταντίου έφθανεν ἀκοάς. Ο δὲ συμβαλὼν τὸ ὄναρ ὡς βασιλέα γεννήσοι, πέμψας, ἐκεῖνον μὲν τῆς κεφαλῆς ἀφαιρεῖται τὸ δέ γ᾽ ἐκείνου θυγάτριον Ἰουστίνα αὕτη, ὀρφανή πατρὸς γενομένη, δυστυχῶς μὲν εἶχε, παρθενίαν δ' ὅμως ἡσπάζετο. Ες ὕστερον δὲ καὶ γνώριμος τῇ τοῦ βασιλέως Ουαλεντινιανοῦ γυναικί Σευήρα καθίσταται. Πυκνῶς δ᾽ αὐτῇ παραβάλλουσα εἰς φιλίαν ἐκ τῆς συνεχούς ὁμιλίας αὐτῇ ἀνακ!ρνα ταις τῆς δὲ μακρᾶς συνηθείας κρατυνθείσης, ήδη καὶ κοινωνὸς αὐτῇ καθίστατο τῶν λουτρῶν. Καί ποτε συλλουομένην ταύτην ή Σευήρα ἰδοῦσα, καίπερ οὖσα γυνή, ὅμως τοῦ κάλλους ἐκείνης ἡττᾶτο, καὶ ἐπὶ τόσον ὡς καὶ τἀνδρὶ καὶ βασιλεῖ διεξιέναι περὶ αὐτ τῆς· ὅτιπερ τοσοῦτον περίεστι κάλλος τῇ θυγατρί τοῦ Ἰούστου, ὡς καὶ αὐτὴν καίπερ οὖσαν γυναῖκα, τοῦ κάλλους έρασθῆναι τῆς παρθενίας. Ο δὲ βασι λεὺς τῆς Σευήρας τοῖς λόγοις τρωθείς, παρ' ἑαυτῷ τὴν βουλὴν ἐταμίευεν· ἐβουλεύσατο γὰρ καὶ τὴν Ἰουστίναν ἀγαγέσθαι, καὶ ἄμφω νομίμους ἔχειν γυναῖκας· καὶ νόμον δημοσίᾳ προστίθει, παντὶ βου λομένῳ ἐξεῖναι δύο κατὰ ταυτὸν νομίμους ἔχειν γυναῖκας. Καὶ ὁ μὲν νόμος κατὰ πᾶσαν ἐχώρει πάλιν· ὁ δὲ καὶ τὴν Ἰουστίναν πρὸς τῇ Σευήρα ἀνάγει πρὸς τὰ βασίλεια, καὶ τῆς ἴσης αὐτῷ τιμῆς μεταδίδωσιν. Εκ μὲν οὖν Σευήρας Γρατιανός πρό τερον τῷ Ουαλεντινιανῷ ἐγεννήθη, ὃν ἔμπροσθεν καὶ βασιλέα τῆς ἑσπέρας ἀνεῖπεν· ἐκ δὲ Ἰουστίνης ταύ της τὸν νέον γεννα Ουαλεντινιανόν, ἐν ὁ στρατός, ὡς εἴρηται, παρά γνώμην τον δυοῖν βασιλέοιν, τοῦ τε ἀδελφοῦ καὶ θείου φημί, ἠξίωσεν ἀναῤῥήσεως. Εγένοντο δὲ ταύτῃ καὶ θυγατέρες τρεῖς Ἰούστα, Γράτα καὶ Γάλλα· ὧν αἱ μὲν δύο δια βίου την παρο θενίαν ἡσπάσαντο· τὴν δὲ Γάλλαν ἐς ὕστερον ὁ βα- qιιο σιλεὺς ἔγημε Θεοδόσιος ὁ μέγας, ἐξ ἧς αὐτῷ καὶ Πλακιδία θυγάτηρ ἐγίνετο. Ἐκ γὰρ τῶν προτέρων αὐτῷ σπερμάτων Ονώριον καὶ Ἀρκάδιον ἔσχεν, εκ Πλακίλλης τῆς προτέρας αὐτοῦ γυναικός Αν τῶν τὴν βασίλειον ἀρχὴν ἀναζώσασθαι, νομίμως ἡρμόσατο. Περὶ μὲν οὖν Θεοδοσίου καὶ τῶν υἱῶν κατὰ χώραν λελέξεται.

Chapter XXXIVCaput XXXIV

col. 691–692page 342 of 633
PG 146:691ΚΕΦΑΛ. ΑΔ. Περὶ τῶν κατ' ἐκεῖνο καιροῦ ἀκμασάντων φιλο σόφων θείων ἀνδρῶν ἐν Αἰγύπτῳ, οἱ μαθηταὶ καὶ μαθητῶν μαθηταὶ τοῦ μεγάλου Αντωνίου ἐγένοντο· Ιωάννου, Ὥρ, Αμών. Θεωνᾶ. Βή του, Κύπρη, Ἑλλῆ, Ηλία, Απελλή, Ἰσιδώρου, Σεραπίωνος, Διοσκόρου, Ευλογίου καὶ Απολλώ. Αλλ' ἐξ ἑσπέρας αὖθις ἐπὶ τὰ κατὰ τὴν ἕω γενό μενα διαβήσομαι. Καὶ πρότερον περὶ τῶν ἐκκλησιαστικῶν - φιλοσόφων διαλαβών, καθὰ δῆτα καὶ τηνικαῦτα ἐπήνθει), πρὸς τὰ ἑξῆς βαδιοῦμαι· καὶ ὑπεσχόμην (φορὰ γὰρ πολλὴ τούτων είπερ ποτέ τῷ τέλει τοῦ δυσσεβοῦς Ουάλεντος ἐμφιλοχωρήσας, τέλος καὶ τῇ παρούσῃ μοι ἐνδεκάτη τῶν ἱστοριών ἀρχὴν ἔσχε, καὶ τίνες ὥσπερ πατέρες καὶ ἀρχηγοί ἐπιθήσω. Αλλ' ὅπως μὲν ἡ μοναχική πολιτεία τὴν ταύτης ἐγένοντο, φθάνομεν ἔν τε τῇ κατὰ τὸν μέγι στον Κωνσταντίνον ἱστορίᾳ, καὶ ἐν τῇ τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίου αὖθις διαλαβόντες. Αντωνίου γὰρ καὶ Παύλου τοῦ ἁπλοῦ, Ἀμμοῦν τε καὶ Εὐτυ γιανοῦ τοῦ ἐν τῷ Ὀλύμπῳ, ὅτι δὲ Σπυρίδωνος καὶ Νικολάου καὶ Παρθενίου τῶν ἐν θαύματι περιβοήτων ἱεραρχῶν, ἡ κατὰ τὴν Κωνσταντίνον διέξεισιν ίσ ρία. Περὶ δὲ τῶν ᾿Αντωνίου μαθητῶν, τῶν δύο, φημί, Μακαρίων, Παμβώ τε καὶ Παφνουτίου, Απολ λωνίου τε καὶ ᾿Αναύδ, ἡ κατὰ Κωνσταντίου συγγραφῇ περιέχει· ἐν ᾗ καὶ περὶ τῶν ἐν Αἰγύπτῳ διέξιμεν μοναχῶν, ήγουν τῶν ἐν Σκήτει καὶ Ταβεννησίῳ φιλοσοφησάντων, καὶ περὶ τῶν ἐν Συρίᾳ καὶ Παλαιστίνῃ ἀσκησάντων· ἀλλὰ δὴ καὶ περὶ τῶν ἐν Πόντῳ καὶ Εὐρώπῃ καὶ Ἰταλίᾳ ἐσαγγέλως βεβιωκότων μνείαν ἐποιησάμην· καὶ περὶ ἄλλων σοφῶν μὲν καὶ τοῦ ἡμετέρου σεβάσματος, οὐ μὴν δὲ ὑγιῶς τὸ τῆς πίστεως δόγμα διεξεληλυθότων. Ἐν δὲ τῷ παρόντι περὶ τῶν ἐφεξῆς ἀκμασάντων διαληψόμεθα, οι παρ τέρας μὲν τοὺς προειρημένους ἔσχον, πατέρες δ' οὗτοι πολλῶν κατὰ Θεὸν υἱῶν ἐγένοντο· οὓς ἐν συνά ψει διαδραμοῦμαι καθ' ὅσον μοι μαθεῖν περὶ αὐτῶν ἐξεγένετο. Ἐπὶ δὴ τῆς ἡγεμονίας ταύτης μετὰ τοὺς προειρημένους θεοφιλεῖς ἄνδρας ἐν Αἰγύπτῳ διέπρεπεν Ἰωάννης ἐκεῖνος, ᾧ τῆς προφητείας τὴν χάριν καὶ τὰ πολλοῖς ἀδηλότατα Θεὸς ἐδωρήσατο· ὡς ἐνε στῶντα ὁρᾷν τὰ ἑσόμενα, καὶ οὐχ ἧττον ἢ οἱ πάλαι προφῆται. Πρὸς δὴ τούτῳ καὶ δεύτερον ἄλλο δώρον πρὸς Θεοῦ λαβὼν εἶχε, ταῖς ἀνιάτοις ἐπιτάττειν τῶν νόσων, καὶ θάττον ἢ λόγος φυγαδεύειν ταύτας, καὶ ἰᾶσθαι τοὺς κάμνοντας. Ἐπὶ δὴ τούτῳ καὶ ὁ περι βόητος Πρ ἐγνωρίζετο· δ; ἐκ βρεφικής ηλικίας τὰς ἐν ἐρήμῳ διατριβές ασπασάμενος, οὐδέν τι ἄλλο ἢ Θεὸν ὑμνεῖν ἔργον εἶχε, βοτάναις τισὶν ἀγρίαις καὶ ταῖς ἐκ τούτων ρίζαις τρεφόμενος. Ποτὸν δὲ εἶχεν ὕδωρ όπηδήποτε καὶ ἐκ τοῦ παρήκοντος σχεδιασθέν τῇ διατριβῇ. Ἐπεὶ δὲ πρεσβύτης ἐγένετο, εἰς θη καῖδα ἐμφῇ τινι θεία μετοικισθείς, καθηγεμών πολλῶν μοναστηρίων ἐγένετο. Επίσης δὲ Ἰωάννη καὶ οὗτος τῆς θείας η μοίρησε χάριτος. Εὐχῇ γὰρ μόνῃ οὐ μόνον νόσους, ἀλλὰ καὶ δαίμονας ἤλαυνεν. Αμύητος δὲ γραμμάτων ὤν, ἥκιστα. βίβλων ἐδεῖτα
col. 693–694page 343 of 633
PG 146:693πρός γε ἀνάμνησιν. Πὲν γὰρ ὅπερ ἀκούσειε καὶ εἰς νοῦν λάβοι καθάπαξ, ὑπέρτερον ἁπάσης λήθης ἦν ταμιευόμενον, καὶ καιρῷ τῆς χρείας πρόχειρον έω ράτο. Τηνικαῦτα δὲ καὶ ᾿Αμὼν ἐκεῖνος ἐφιλοσόφει περὶ τόδε τὸ κλίμα· ὃς τῶν ἐν τῇ νήσῳ Ταβέννῃ καθηγησάμενος, τρισχιλίους είχε τοὺς μαθητευομένους· ἐν οἷς καὶ Βῇνος ἦσαν καὶ Θεωνᾶς μοναχικών ταγμάτων καθηγεμόνες. Καὶ ἄμφω δὲ τοῦ τε προ γινώσκειν καὶ προφητεύειν τὴν χάριν ειλήφεισαν ἐκ Θεοῦ. Θεωνᾶν μέντοι φασὶν εἰς ἄκρον ἀσκῆσαι τήν τε Αἰγυπτίων καὶ Ἑλλήνων καὶ Ῥωμαίων σοφίαν καὶ παίδευσιν, καὶ ἐπὶ τριάκοντα έτεπι φιλο σοφῆσαι τὴν σιωπήν· τὸν δὲ Βῆνον οὕτως ἀσκήσαι, ὡς μηδέποτε ὀργισθῆναι τινι μήτε μὴν ὁμόσαι, ἀλλ' οὐδὲ ψεύσασθαι· θρασὺν δὲ λόγον ἢ εἰκαῖον ἢ ὀλιγωρίας ἄξιον μηδέποθ' ελέσθαι διὰ στόματος ἐνεγ κεῖν. Ναὶ μὴν καὶ Κόπρης καὶ ῾Ελλῆς καὶ Ηλίας κατ' ἐκεῖνο καιροῦ ἐγνωρίζοντο. Ο μὲν οὖν Κύπρης εἰλήψει χάριν δαιμόνων τε κρατεῖν, καὶ ποικίλων νοσημάτων ἰᾶσθαι τὰ πάθη. Τοσαύτην δὲ τῷ Ελλη γενέσθαι χάριν τῶν παραδόξων, καίπερ ἔτι τὴν κατὰ μοναχοὺς ἐκπαιδευόμενον ἀγωγὴν, ὡς καὶ ἄνθρακας φέρειν ἐν κόλπῳ, καὶ μὴ τὴν ἐσθῆτα καίειν· κάνο τεῦθεν καὶ τοὺς συνομίλους ἐφέλκειν, καὶ πρὸς ζῆλον τῆς πολιτείας διερεθίζειν, ἅτε δὴ τῆς ἀγαθῆς βιο τῆς ἐφεπομένην ἐχούσης καὶ τὴν τῶν παραδόξων ἔργων ἐπίδειξιν. Ο δ' Ηλίας ἄγχιστα τῆς ᾿Αντινόου πόλεως τὸ τῆς φιλοσοφίας ἐκέκτητο εργαστήριον, ὑπὲρ τοὺς δέκα καὶ ἑκατὸν χρόνους γενόμενος. Ελε γε δὲ μόνος τὴν ἔρημον οἰκῆσαι πρὸ τοῦ ἐκεῖσε ἐλ θεῖν ἐπὶ ἔτεσιν ἑβδομήκοντα. Οὕτω δὲ γήρως ἔχων, ἀνδρείως μέχρι τέλους τῷ ἀγῶνι καὶ νηστεύων διε καρτέρει, ώσπερ τῆτες ἢ πρότριτα τὸ τῆς μοναχο κῆς πολιτείας στάδιον ὑποδύς. Περὶ δὲ ᾿Αχωριν καὶ Απελλῆς ἐκεῖνος διέπρεπε, καταπλήττων τοῖς παρα δόξοις τῶν ἔργων τὰ κατ' Αίγυπτον μοναστήρια· ἄν φασι χαλκεύοντα, τοῦτο γὰρ ἦν αὐτῷ ἐπιτήδευμα, νύκτωρ τὸν δαίμονα εἰς μορφὴν εὖ ἔχουσαν γυναικὸς μεταβληθέντα, ἐπιβουλεύειν πειρᾶσθαι τῇ τοῦ ἀνδρὸς σωφροσύνῃ· τὸν δὲ τὸν μύδρον τῶν ἀνθράκων ἠρέμα ἐξερυσάμενον, κατά πρόσωπον βαλεῖν τὸ δαι μήνιον, καὶ καταφλέξαι αὐτό ἐκεῖνο δ᾽ εὐθὺς ἀπο ὁρᾶναι γοερόν τετριγὸς καὶ ὀλοφυρόμενον. Πατέρες δὲ τὸ ἐπίσημον ἔχοντες τῶν μοναχῶν τηνικαῦτα ἦσαν Ἰσίδωρός τε καὶ Σεραπίων, καὶ ἐπὶ τούτοις Διόσκορος. Ὁ μὲν οὖν Ἰσίδωρος κύκλῳ ξύλοις καὶ τοίχοι, περιθριγγώσας τὸ μοναστήριον, διὰ σπουδῆς ἐποιεῖτο, μηδένα τῶν ὑπ' αὐτῷ ταττομένων θύραζε προϊέναι, ἀλλ' ἀρκούντως ἀπολαύοντα τῶν ἐπιτηδείων κατὰ χώραν μένειν· ὁ δὲ Σεραπίων ἀμφὶ μυ μίους κτησάμενος μαθητάς, περὶ τὸν ᾿Αρσενοίτην διέτριβεν. Οἱ δ' ὑπ' αὐτῷ ταττόμενοι οἰκείοις ἱδρῶσι τὸ ζῆν ἐπορίζοντα, καὶ πολλοῖς τῶν δεομένων ἐπήρ κ υν. Ωρα θέρους ἀμῶντες ἐπὶ μισθῷ, τὸν ἀρκοῦντα σἶτον ἑαυτοῖς ἐπετίθουν, καὶ ἄλλοις ἐχορήγουν τῶν μοναχῶν. Τῷ δέ γε Διοσκόρῳ ἑκατὸν ἐγένοντο φοι τηταί. Ἱερᾶσθαι δὲ λαχών, πολλὴν περὶ τὴν τῶν

Chapter XXXVCaput XXXV

col. 695–696page 344 of 633
PG 146:695ἀνακρίνων τοὺς τοῖς μυστηρίοις προσιόντας προκεκαθάρθαι γὰρ τὸν νοῦν παρηγγύα, καὶ τὴν συνείδησιν ἔταξε μήτι ἄρα πεπραγμένον ἔχοι τῶν φαύλων. Εγένετο δὲ περὶ ταῦτα καὶ ἕτερος ἀκριβέστερος Ευλόγιος όνομα· ὃν λόγος ἐπὶ τοσοῦτον τὴν τῶν προσ ιόντων τοῖς θείοις μυστηρίοις πρόγνωσιν σχεῖν, τῆς λεπτῆς ἐννοίας καταστοχαζόμενον, ὡς με μόνον τὰ ἡμαρτημένα σαφῶς διελέγχειν, ἀλλὰ καὶ τὰ ἐν μυχῷ καρδίας παραβυόμενα ἑκάστῳ λαμπρῶς διο ραν. Αμέλει τοι καὶ τοὺς κακῶς πεπραχότας, ἢ περί τινος φαύλως διατεθέντας, τῆς κοινωνίας τέως ἀπεῖργε, δῆλα τὰ ἡμαρτημένα ποιῶν. Μεταμέλῳ δ χρωμένους καὶ ἀναλόγως καθαιρομένους αὖθις προσ ίετο. Ἐπὶ δὴ τούτοις καὶ ᾿Απολλὼς τὰς ἐρημίας ἡσπάζετο, ὅς ἐπιβαίνων ἤδης, τὸ φιλοσοφ:ῖν ἐπέδα λεν. Ἔτη δὲ τετράκις δέκα διατρίψας τὴν ἔρημον, σπήλαιόν τι δρειον τῆς οἰκουμένης ἐγγὺς, Θεοῦ χρήσαντος, κατιὼν εἰσοικίζεται· θαύμασι δὲ πλεί στους κατάδηλος πᾶσι γενόμενος, πολλούς προς ἑαυτὸν ἐπεσπάσατο, καὶ καθηγεμών πολλῶν μονα χῶν γίνεται. Ην γὰρ αὐτῷ καὶ ἦθος ἐπαγωγὴν μάτ λιστα ταῖς διδασκαλίαις ἐπικαθήμενον. Πλὴν ἀλλ' ὁποία μὲν αὐτῷ ἡ κατὰ Θεὸν ἀγωγὴ, καὶ ὅσα τῶν παραδόξων διενεργών τους τηνικαῦτα ἐξέπληττε, Τιμόθεος ὁ τὴν ᾿Αλεξανδρέων ἐκκλησίαν ιθύνας Θεοφιλῶς ἰδίᾳ συγγραφῇ περιέλαβεν· ἐν ᾧ οὐκ αὐτοῦ μάνου, ἀλλὰ καὶ ἄλλων πολλῶν καὶ θαυμασίων ἐμνήσθη ἀνδρῶν. θείων μετάδοσιν εἶχεν ἀκρίβειαν, βασάνῳ πλείστη ΚΕΦΑΛ. ΛΕ. Περί Δωροθέου, Πιάμμωνος, Ἰωάννου, Βενιαμίν, Μάρκου, Μακαρίου καὶ ᾿Απολλωνίου. Τηνικαῦτα δὲ ἀνὰ τὴν ᾿Αλεξάνδρειαν ἔν τε τοῖς ἐρημικοῖς καλουμένοις καὶ περὶ τὸν Μαρεώτην, καὶ τοὺς ἐγγειτόνων Λίβυας, πολλοὶ καὶ ἀγαθοὶ ἄνδρες σπουδαίως μάλα ἐφιλοσόφουν, ἀμφὶ δισχίλιοι δύτες ἐν οἷς οἷά τις ἀστὴρ ἐπίσημος Δωρόθεος ἐκεῖνος διέλαμπεν, ἐκ Θηβῶν μὲν ὁρμώμενος. Ο δὲ βίος αὐτῷ ἦν ἡμέρας μὲν λίθους ἐκ τῆς πέλας θαλάσσης συλ λέγειν, καὶ οἰκίδιον ἑκάστῳ ἔτει οἰκοδομεῖν, κἀκεῖνο ἐὰν τῷ μὴ δυναμένῳ χτίζειν· νύκτωρ δὲ σειρά; ἐκ φύλλων φοίνικος πλέκειν, καὶ σπυρίδας ἐργάζεσθαι. Εξ δ' οὐγγίαι ἄρτου ἦν αὐτῷ ἡ τροφὴ, καὶ ἀπόδεσμος λαχάνων λεπτῶν, καὶ ὕδωρ ποτόν. Εκ νέου δὲ τὴν τοιαύτην ἀσπασάμενος δίαιταν, ταύτῃ συνὴν ἀεί. Καίπερ δὲ εἰς βαθὺ γῆρας ἐλάσας, οὐδέ ποτ' ἐπὶ ρπὸς ἢ κλίνης καθευδήσας ἑωράθη, ἢ τοὺς πόδας ἐπ' ἀνέσει δῆθεν ἐκτείνας, ἢ ἑκὼν ἐαυτὸν εἰς ὕπνον τρίψας· ἡ γὰρ ἐργαζομένῳ, ἢ καὶ πολλάκις ἐσθίοντι, μετὰ πολλῆς βίας ὁ ὕπνος αὐτῷ ἐπεχείτο, ἐπὶ τόσον, ὅσον μῦσαι τοὺς ὀφθαλμούς· ὡς πολλάκις ἐσθίοντο; τῇ τοῦ ὕπνου βία τὴν τροφὴν ἐκπίπτειν τοῦ στόματ τος. Καί ποτ' ἀμέτρῳ βίᾳ τῷ ὕπνῳ κατάσχετος γεγονώς, ἐπὶ ειπι; πεσὼν ἔλαβε. Πολλὰ δ᾽ ἐπὶ τούτῳ
col. 697–698page 345 of 633
PG 146:697ἀσχάλλων, κρέμα ἐπιστραφεί; ἔφη ἐν ἑαυτῷ· Εἰ τοὺς ἀγγέλους παρασκευάσεις ὑπνεῖν, πείσεις ἄρα καὶ τὸν σπουδαῖον.» Υπέφαινε δ' οἷον ἢ πρὸς τὸν ὕπνον αὐτὸν, ἢ πρὸς τὸν δαίμονα τὸν ἐμποδὼν καθ ιστάμενον ταῖς σπουδαίαις τῶν πράξεων διαλέγεσθαι. Οὕτω δὲ πρὸς τὸ σῶμα διαμαχόμενον, προσιών τίς φησιν· ο Ινα τί τὸ σὸν ἀποκτείνεις ἐπιτρίβων σῶμα, ὦ πάτερ; › τὸν δ᾽ ἀποκρίνασθαι, ο Ὅτι με αὐτὸ ἀπο κτεῖναι θέλει.» Περὶ δὲ διολκὸν τὴν πρὸς Αἴγυπτον Πάμμων καὶ Ἰωάννης ἐπισημοτάτω στην, καὶ πολλῶν ἀδελφῶν καθηγοῦντο σεμνῶς μάλα καὶ ἐπι μελῶς. Πρεσβύτεροι δὲ καὶ ἄμφω ἦσαν. Λέγεται δὲ τὸν Πιάμμωνα μυστικῶς κατιδεῖν θεῖον ἄγγελον σύν ἱερᾷ τῇ στολῇ παρὰ τὴν ἱερὰν τράπεζαν ἐφεστάναι, καὶ τοὺς παρόντας τῶν μοναχῶν ἔν τινι βίβλῳ ἐγε γράφειν· ὅσοι δὲ τῆς συνάξεως ἀπῆσαν, ἐκείνους δὲ ἄρα ἀπαλείφειν καὶ διαγράφειν. Ἰωάννην δὲ θαύ μασι πολλοῖς ἐδόξασεν ὁ Θεὸς, ὡς καὶ πολλὰς τῶν νόσων ἰάσασθαι, πόδας τε ἀλγοῦντας πολλούς θερα πεῦσαι, καὶ ἄλλως διαλελυμένους τὰ ἄρθρα. Κατά τοῦτον δὲ τὸν χρόνον καὶ ὁ θεῖος Βενιαμὶν περὶ τὴν Σκῆτιν μάλα ἐφιλοσόφει. Δῶρον δ' οὗτος πρὸς Θεοῦ εἰληφέναι λέγεται, φαρμάκων είχα, ἐπαφῇ δὲ μόνῃ χειρός, ή τινι έλαίῳ μεθ' οὗ τὴν εὐχὴν ἔπραττε, νόσων παντοίων ἀπαλλάττειν τοὺς κάμνοντας. Τοῦ τον δέ φασιν ὕστερον ὑδέρῳ περιπεσόντα, ἐς τοσοῦ τον οἰδῆσαι τὸ σῶμα, ὡς μὴ δύνασθαι διὰ τῆς τοῦ οἴκου πύλης ᾧ διῆγεν ἐξάγεσθαι, εἰ μὴ πρότερόν τις τάς τε πύλας καὶ παραστάδας καθεῖλεν. Εν κλίνῃ δὲ κεῖσθαι μὴ δυνάμενος, ἀμφὶ μῆνας ὀκτὼ δίφρῳ πλατυτέρῳ ἐκάθητο· καὶ ὡς ἔθος ἦν αὐτῷ θερα πεύων τοὺς κάμνοντας, αὐτὸς ἥκιστα ήσχαλλεν, ὅτι μὴ ῥᾴων ἐγίνετο. Μᾶλλον μὲν οὖν καὶ τοὺς κάμνοντας καὶ ἄλλως προσιόντας κατὰ θέαν παρεμυθεῖτο, καὶ εὐχὴν πράττειν ᾔτει ὑπὲρ τῆς ἑαυτοῦ ψυχῆς, ὡς μηδὲν ἐκείνῳ μέλον τοῦ σώματος· ὅπερ καὶ εὐεκτοῦν οὐδὲν ὤνησε, καὶ νοσοῦν οὐδὲν ἔβλαψεν, ἔφη. Ἐν δὲ τούτῳ κατὰ τὴν Σκῆτιν Μάρκος ὁ ἀοίδιμος ἀσκητής φιλοσοφῶν ἦν· ὅ τε νέος Μακάριος· πρὸς δ' Απολ λώνιος καὶ ὁ περιβόητος Μωσῆς ὁ Αιθίοψ· ὧν ὁ μὲν θεῖος Μάρκος εἰσάγαν πρᾶος καὶ σώφρων ἐκ νέου ἐγένετο, καὶ μνήμων, εἴπερ τις, τῶν θείων Γραφών. Ἐπὶ τόσον δὲ θεοφιλής ἦν, ὡς καὶ τὸν περιώνυμον πρεσβύτερον τῶν Κελλίων Μακάριον σὺν βεβαιώσει διισχυρίζεσθαι μηδέποτε, καὶ αὐτῷ ἐπίσης τοῖς ἄλ λοις μεταδοῦναι ὧν θέμις τοῖς μεμυημένοις ἐξ ἱερέων λαμβάνειν· ἀγγελον δὲ κατιέναι καὶ μεταδιδόναι αὐτῷ· οὗ τὴν χεῖρα ἄχρι τοῦ καρποῦ ὁρᾶν διετείνετο. Τῷ δὲ Μακαρίῳ τούτῳ γέρας ἦν ἐκ Θεοῦ δαιο μόνων κρατεῖν. Πρόφασις δὲ αὐτῷ τοῦ φιλοσοφείν ἐγεγόνει φόνος δν οὐχ ἑκὼν ἔπραττε, Βούπαις γὰρ ἤδη ῶν περὶ τὴν Μαρίαν λίμνην πρόβατα νέμειν Περὶ διακὸν τῆς Αἰγύπτου, γι, 29: Διολκόὸς ὁ ἀπὸ, Λεχαίου έως Κεγχρεῶν τύπος,

Chapter XXXVICaput XXXVI

col. 699–700page 346 of 633
PG 146:699δείσας δὲ τὸ δίκην δοῦναι, ἀνὰ τὴν ἔρημον φυγάς ἦν. Ἐν ὑπαίθρῳ δ' ἐκεῖσε διάγων, έπειτα βραχύ τι οἰκίδιον ἑαυτῷ κατεσκεύασεν· ἐν ᾧ εἴκοσι πρὸς τοῖς πέντε διεβίω ἔτη. Φιλοσοφῶν δὲ, πολλὴν ὡμολόγει χάριν τῇ συμφορα, καὶ τὸν φόνον σωτήριον ἔλεγεν, ἅτε αὐτῷ πρόξενον τῆς φιλοσοφίας καὶ τοῦ ἀγαθοῦ βίου γεγενημένον. Ο δὲ ᾿Απολλώνιος τον πλείστον τοῦ βίου χρόνον ἐμπορικῶς διαζήσας, πρὸς γῆρας ἤδη ἐλαύνων, τὴν Σκῆτιν κατέλαβε. Συνιδὼν δὲ ὡς διὰ τὸ τῆς ἡλικίες Έξωρον οὔτε γράφειν, οὔτ᾽ ἄλλο τι οἷός τέ ἐστι μεταχειρίσασθαι, είδη παντοίων φαρ μάχων καὶ ἐδεσμάτων & τοῖς κάμνουσι λυσιτελεῖν ᾤετο, οίκοθεν ὠνησάμενος, καὶ ταῖς τῆς ἐρήμου μοναῖς προσβάλλων, ἑκάστῃ ἄχρις ἐνάτης ώρας πε λαχών, ἐπὶ παιδιᾷ τῶν τινα ἐμηλίκων ἀπέκτεινε ριῄε:, θεραπεύων τοὺς κάμνοντας. Καί γε ξένην και τα ηλλαγμένην, ἐπιτηδείαν δ' ὅμως αὐτῷ ταύ την τὴν ἄσκησιν καινοτομήσα;, οὕτω διὰ βίου ἐπι λιτεύσατο. Ἐπεὶ δ᾽ ἐτελεύτα τὸν βίον, ἄλλῳ τινὶ τὰ φάρμακα παραδοὺς, τὰ ἴσα ποιεῖν ἐκέλευε, δι' οὗ καὶ σωτηρίας τυχεῖν ἐλπίδα προυτίθει. ΚΕΦΑΛ. ΑϚ'. Περὶ Μωσέως τοῦ Αἰθίοπος, Παύλου, Παχών, Στεφάνου καὶ ἑτέρου Μωσέως. Ο δ' Αιθίοψ Μωσῆς τὴν τύχην δοῦλος ὤν, διὰ φύσ σεω; μοχθηρίαν τῆς οἰκίας τοῦ δεσπότου ἠλαύνετο λῃστεύειν δὲ μαθών, μετὰ βραχὺ τοῦ ληστρικού συντάγματος καθηγήσατο. Πλείστα δ' ἀνόσια εἰργασμένος, καὶ τολμηρὸς περὶ φόνους γενόμενος, ἔχ τινος περιπετείας τὰ τῶν μοναχῶν ὑποδύεται· καὶ φιλοσοφεῖν ἀθρόον κατήρχετο, εὖ μάλα προσβαίνων τῇ ἀρετῇ. Τῇ προτέρᾳ δὲ διαίτῃ καὶ εὐεξίᾳ πρὸς ἡδονῶν φαντασίας αὖθις ὑποθελγόμενος καὶ ἐρεθιζόμενος, ἀσκήσεσι ποικίλαις τὴν σάρκα λίαν ἐκτῆξαι ἐφιλονείκει. Καὶ ποτὲ μὲν ἄρτῳ μόνῳ δίχα όψου ἐχρῆτο· πῆ δὲ πλείστον ἔργον ἀνύων, ἐπὶ πεντήκοντα, ἡμέρας ἑκάστης, ἐποίει εὐχάς. Καὶ ἐξ δὲ ἔτη κατὰ συνέχειαν διετέλεσεν, ὁλοκλήρου; νύκτας διά γων, ἑστὼς ἐπὶ προσευχαῖς· μήτε γόνυ κλίνων, μήθ' ὅλως μύων πρὸς ὕπνον τοὺς ὀφθαλμούς. Καὶ νύκτωρ δὲ τὰς οἰκήσεις τῶν μοναχῶν περιιών, ύφαι ρεῖτο λάθρα τὴν ὑδρίαν ἑκάστου· καὶ πληρῶν ὕδατ τος, κατὰ χώραν αὖθις ἐτίθει. Λίαν γὰρ ἦν ἐργῶδες αὐτῷ· καὶ γὰρ στάδια διεἶχεν ὁ τόπος ὅθεν ἔῤῥει τὸ ὕδωρ, ἄλλῳ μὲν δέκα, ἑτέρῳ δὲ εἴκοσι, καὶ ἄλλῳ τριάκοντα· ἐς πολὺ δὲ τοῦ χρόνου ἐπὶ τῆς προτέρας Ισχύος διέμεινε. Καίτοι γε πολλὴν εἰσενεγκὼν τὴν σπουδὴν ὥστ᾽ αὐτὴν καθελεῖν, καὶ τὴν σάρκα τη μακρᾷ ταλαιπωρίᾳ ἐκτῆξαι. Καὶ δὴ λέγεται ληστάς ποτε καταδραμόντας τὸ τῆς ἡσυχίας αὐτῷ ἐργαστής ριον, συλλαβέσθαι πάντας καὶ δῆσαι· ἐπ' ώμων τε θέμενον, τέσσαρες δ' ἦσαν, ἐπὶ τὴν ἐκκλησίαν αὐτ τοὺς ἀγαγεῖν, καὶ τοῖς Πατράσιν ἐπιτρέπειν τὸ ποιη
col. 701–702page 347 of 633
PG 146:701τέον περὶ αὐτῶν· μηδὲ γὰρ εἶναι τοῦ λοιποῦ αὐτῷ θεμιτόν ἔλεγε, μηδένα κακώς ποιεῖν. Καὶ γάρ φασι, μηδενὶ μηδέποτε τοσαύτην ἀπὸ κακίας εἰς ἀρετὴν ἐγγενέσθαι μεταβολήν. "Ωστ' εἰς ἄκρον μὲν αὐτῆς ἀπιέναι. ἄῤῥητον δέ τι δέος ἐμποιῆσαι τοῖς δαίμοσι. Καὶ τὰ παράδοξον, ὅτι καὶ πρεσβύτερος τῶν ἐν Σκή τε: ἐγένετο, καὶ ταῦτα πλείστους ἀπεκτονώς, όπηνίκα τοῦ τῆς ληστείας καθηγεῖτο συντάγματος. Τοιοῦτος δὲ ὤν, πολλούς καὶ λίαν ἀρίστους καταλέλοιπε μα θητάς. Αμφὶ τὰ πέντε δὲ καὶ ὀγδοήκοντα γενόμενος ἔτη, τὸν βίον ἀπέλιπεν. Ἐπὶ δὲ τῆς αὐτῆς ἡγεμονίας καὶ Παῦλος διέλαμπε καὶ Παχών, Στέφανός τε καὶ Μωσής, Λίβυες μὲν ἄμφω τὸ γένος, καὶ Πιὼρ δ Αἰγύπτιος. Ὁ μὲν οὖν Παῦλος ἐν Φέρμῃ ἐφιλοσόφει ὄρος δὲ τοῦτο ἐν Σκήτει, οὐ μείους ή πεντακοσίους ἀσκητὰς ἔχον. Οὐδὲν δὲ εἰργάζετη· ἀλλ' οὐδέ τι παρά του ἐλάμβανε, πλὴν ὅσον ήσθιεν. Εὐχὰς δὲ καθ᾿ ἑκάστην ἀνελλιπεῖ; ἔπραττε, καθά τινα φόρον ἀποδιδοὺς τῷ Θεῷ, εἰς τριακοσίας τὸν ἀριθμόν. Ὡς ἂν δὲ μὴ γένοιτο αὐτῷ ἀστοχῆσαι τοῦ ἀριθμοῦ, τοσο αύτας ψηφίδας τῷ κόλπῳ ἐνθέμενος, ἐν ἑκάστῃ εὐχη, μίαν ἐκβάλλων ἐῤῥίπτει· ὧν δῆτ᾽ ἀναλωθεισῶν, δῆλον ἦν τὰς ἴσας εὐχὰς πεπληρώσθαι τοῖς λί θος. Παχὼν δὲ καὶ αὐτὸς ἐν Σκήτει φιλοσοφῶν, ἐκ νέου πάμπαν εἰς βαθὺ γῆρας ἐλάσας, οὔτε σῶμα, καίπερ ὑγιῶς ἔχον, οὔτε πάθος, ἀλλ' οὐδὲ δαίμων, αἰτιᾶσθαι εἶχον, ὡς ὀφειμένως καὶ ἀνάνδρως περί τὴν ἐγκράτειαν εἶχε, καὶ ὧν δεῖ κρατεῖν τὸν κατ' ἐκεῖνον φιλοσοφήσαντα. Στεφάνῳ δ' οἴκησις περὶ τὸν Μαρεώτην ἦν οὐ πολλῷ τῆς Μαρμαρικῆς ἀποθεν. Τῷ δ' ηκριβωμένῳ λίαν τῆς φιλοσόφου ἀσκήσεως ἐπὶ ἑξήκοντα ἔτε τι δόκιμος γέγονε μοναχός. Γνώριμος δ' ὢν τῷ μεγάλῳ 'Αντωνίῳ, πρᾶος λίαν καὶ σοφὸς ἐγε γόνει· καὶ ἐν ταῖς συνουσίαις τοσοῦτον ἡδὺς καὶ ὠφέλιμος, ὡς καὶ ἱκανῶς ἔχειν τὰς τῶν σφόδρα λυ που μένων ψυχὰς τῷ ἡδεῖ τῶν λόγων κατακηλεῖν, καὶ πρὸς εὐθυμίαν μεταῤῥυθμίζειν, εἰ καὶ χρόνῳ πολλῷ καὶ ἀπαραιτήτως εἰς ἀπαλλαγὴν εἶχον. Οὐ μὴν δὲ ἀλλὰ καὶ περὶ τὰς οἰκείας συμφοράς τοιοῦτος ἐτύγ χανεν· ἀμέλει τοι καί ποτε πάθους ἀνιάτου αὐτῷ κατασκήψαντος, τὰ μὲν διεφθορότα τῶν μελῶν τοῖς θεραπεύειν εἰδόσι τέμνειν ἀνῆκεν· αὐτὸς δ' ὥσπερ ἄλλου πάσχοντος, τα συνήθη διαπραττόμενος, φύλλα φοινίκων ἐν χεροίν ἔχων, έπλεκε τὴν σειράν· καὶ τοῖς παροῦσι καθίστατο σύμβουλος, μὴ ἐπὶ τοῖς πα ρούσι δυσφόρως ἔχειν, ἀλλὰ μηδ' άλλο τι λογίζεσθαι, ἢ ὅτι περ πρὸς χρηστὸν τέλος & Θεὸς πράττειν, ἐκβαίνει· καί γε αὐτῷ συνοίσειν τοιούτων πειρωμένῳ δεινῶν. καὶ ὑπὲρ τῶν γεγενημένων ἴσως ἀμε πλακημάτων· ὧν ἄμεινον ἐνταῦθα μᾶλλον τὴν ἔκτι σιν ὑποσχεῖν, ἢ πρὸς τὴν μέλλουσαν ταμιεύεσθαι βιοτήν. Μωσῆν δὲ πραότητι καὶ ἀγάπῃ ἐσάγαν παρ ειλήφαμεν εὐδοκιμήσαι, καὶ ἰάσεις δὲ κατορθῶσαι πλείστας μόνῃ εὐχῃ, καὶ ταῦτ᾽ ἀνιάτων παθῶν.

Chapter XXXVIICaput XXXVII

col. 703–704page 348 of 633
PG 146:703η Τοῦ λοιποῦ μηδένα τῶν οἰκείων ὄψεσθαι. ΚΕΦΑΛ. ΛΖ'. Περὶ Πιέρ, Διδύμου, 'Αρσησίου, Αμμωνίου, καὶ τῶν ἀδελφῶν, οἷς Μακροὶ ὄνομα ήν. Ἐκ πάνυ δὲ νέου Πιὼρ τῷ φιλοσοφείν προσχωρήσας, όπηνίκα τὴν πατρώαν οἰκίαν ἀπέλιπεν, σύμ φωνα ἐποίει θεῷ ὥστε μηδενί ποτε τῶν οἰκείων εἰς ὄψιν ἐλθεῖν. Ἐπεὶ δὲ μετὰ πεντήκοντα ἔτη μάθης τοῦτον ἡ ἀδελφὴ ζῇν, κατέχειν ἑαυτὴν οὐκ εἶχε, τῷ παραλόγῳ δὲ τῆς μηνύσεως ὑπὸ ἀμέτρου ληφθείσα χαρᾶς, περὶ πλείστου ἐποίει τοῦτον θεάσασθαι· καὶ ὀλοφυρομένη τὸν παρ' ἐκείνοις κατηντιβόλει ἐπίσκοπον, τοῖς ἐν Σκήτει γράψαι τὸν ἀδελφὸν πέμπειν. Καὶ ὁ μὲν ἐλεήσας τοῦ γήρως τὴν ἄνθρωπον, τοῖς καθηγηταῖς ἔγραφε τον Πιώρ πέμπειν. Καὶ δὴ κε λευσθεὶς, ἐπεὶ μὴ ἀντιτείνειν εἶχε (μηδὲ γὰρ θεμι τὸν εἶναι Αἰγυπτίοις μοναχοίς, οἶμαι δὲ καὶ τοῖς ἄλλοις, ἀπειθεῖν τοῖς ἐπιταττομένοις), πρὸς τὴν πατρίδι ἧκε, καὶ ἄλλον τῶν ἀδελφῶν συμπαραλα σών. Ως δ' ἔξω τῆς πατρικῆς οἰκίας ἐγίνετο, τὴν παρουσίαν ἐμήνυεν. Ἐπεὶ δὲ τοῦ ψόφου τῶν ἐκείνης ποδῶν ἤσθετο, καὶ τὸ θυρίδιον ἐκλαυτία, μύσας τοὺς ὀφθαλμοὺς, ἐξ ὀνόματος προσείπε τὴν ἀδελφήν, ἐπειπών· «Εγώ Πιώρ ὁ σὸς ἀδελφός· καὶ δὴ τῆς θέας ἐς ὅσον βούλει ἀπόλαυε.» Ἡ μὲν οὖν ἱκανῶς θεασαμένη, χάριτας ώμολόγει Θεῷ, τῆς ἐφέσεως εἰς πέρας ἐλθούσης· ὁ δὲ παρὰ τὴν θύραν εὐξάμενος, ἀνεχώρει αὖθις, καὶ ἐπὶ τὸν εἰωθότα χῶρον ἐχώρει. Ανορύξας δὲ φρέαρ, πικρόν εὗρε τὸ ὕδωρ· ὁ δὲ παρέμενε μέχρι τελευτῆς τοῦ πικροῦ ἐκείνου μετα λαμβάνων. Τὸ δὲ τῆς ἐγκρατείας ἐκείνῳ ὑπερφυὲς μετὰ τὴν ἐκείνου τελευτὴν διεγνώσθη· ἄλλων γάρ ᾑρημένων ἐπ' ἐκείνῳ τῷ τόπῳ φιλοσοφείν, ἀφόρη τον ἦν. Ἐγὼ δ' οἶμαι, εἰ μὴ καὶ οὕτω ἐφιλοσόψει, όμως μή χαλεπὸν εἶναι εὐχῇ μόνῃ καὶ εἰς γλυκείαν ποιότητα μεταστῆσαι τὸ ὕδωρ· ὃς καὶ μὴ ὂν ἀνα βλύσαι ἐποίησε. Φασὶ καὶ γάρ ποτε τοὺς ἀμφὶ τὴν προειρημένον Μωτέα φρέαρ ορύσσοντας, ἐπεὶ εἰ; βάθος τε μέγα κατῄεσαν, καὶ οὐδ᾽ ἡ φλέψ ὑπισχνείτο ἀνάδοσιν δίυγρον, ἀπαγορεύειν ἤδη μέλλειν, καὶ τὸν τοσοῦτον κόπον ἐᾷν. Μέσης δ' ἡμέρας ἐκ τοῦ παρο ήκοντος τὸν Πιὼρ ἐπιστάντα, ἀσπάσασθαι πρότερον, εἶτα μικροψυχίαν καὶ δυσπιστίαν ὀνειδίσαι αὐτοῖ; μετὰ δὲ τοῦτο κατελθόντα τὸ ἔρυγμα, τῇ σκαλίδι τρίτον πλῆξαι τὴν γῆν παραχρῆμα δὲ πηγάσαι τὸ ὕδωρ, καὶ πληρῶσαι τὸ ὄρυγμα. Ἐπεὶ δ᾽ ἐπ᾽ εὐχὴν ἀπιέναι ήτες, δεομένων ἐκείνων τροφῆς μετασχεῖν, οὐκ ἠνέσχετο, ἐπειπὼν μὴ ἐπὶ τούτῳ ἥκειν, ἡνύσθαι δὲ αὐτῷ δι' δ παραγέγονε. Κατὰ δὲ τοῦτον τὸν χρόν νον πολλοὶ τῶν μαθητευθέντων τῷ μεγάλῳ 'Αντωνίῳ διέπρεπον περὶ Σκῆτιν· ὧν γηραλέοι Ωριγένη; καὶ Δίδυμος καὶ Κρονίων ἦσαν· ὁ δὲ Κρονίων καὶ ὑπὲρ τὰ δέκα καὶ ἑκατὸν διαγέγονεν ἔτη. Πρὸς δὲ τούτοις σύγχρονοι τούτοις Σεραπίων ὁ μέγας, Πουτουδάστης τε καὶ ᾿Αραίων, καὶ ὁ περιβόητος ᾿Αρσήσιος· οἱ τῇ τοιαύτῃ καταγεγηρακότες φιλοσοφία, τῶν τῇδε μου
col. 705–706page 349 of 633
PG 146:705ναστηρίων προΐσταντο. Τούτων ὁ μὲν Δίδυμος οὐδενὶ ἀνθρώπων συνέμεινεν ἄχρι; οὗ ἐτελεύτα, καίπερ ἐννενήκοντα ἔτη βιού;· ὁ δ' Αρσήσιος τοῖς ἐπταικόσι τῶν νέων συγγνώμην παρείχεν· ἀφώριζε δὲ τους προκόψαντας, λέγων ως Ο νέος ἀφορισθείς, καταφρονητής γίνεται· ὁ δ᾽ εἰς ἀρετὴν προήκων, θάττον τῆς ἐπιτιμήσεως λαμβάνει τὴν αἴσθησιν. Τῶν δ᾽ αὖ μέσην ἀγόντων τὴν ἡλικίαν πολλοί τε καὶ ἀγαθοὶ ἦταν· ἐν οἷς Αμμώνιός τε καὶ Εὐσέβιος, πρὸς δὲ Διόσκορος ἐγνωρίζοντο, οἱ ἀδελφοὶ μὲν ἀλλήλοις ήστην· Μικροί δ' ἐκ τῆς ἡλικίας εἶχον ἐπώνυμον. Αμμώνιον δὲ λόγος ἐπὶ τόσον φιλοσοφίας ἐλθεῖν, εἰς τόσον δὲ καὶ ἡδονῆς καὶ ῥαστώνη; γενέ σθαι ὑπέρτερον, ὡς πλὴν ἄρτου μόνου μηδὲν ἕτερον γεύσασθαι πυρὶ συγγενόμενον. Εἰσάγαν δὲ καὶ φιλο-» λόγος ἐγένετο, ὥστε καὶ τὰ Ὀριγένους καὶ Διδύμου καὶ Εὐαγρίου σπουδάσματα γενναίως διεξελθεῖν. Ἐπὶ τόσον δὲ ἀπερίεργο; ἦν, ὡς σύναμ' Αθανασίῳ τῷ μεγάλῳ συνέκδημος εἰς Ρώμην γενόμενος, μηδὲν ἄλλο τῶν τῆς πόλεως ἐκκρίτων ελέσθαι καθ ιστορήσαι, μόνον δὲ τὸ Πέτρου και Παύλου μαρούσ ριον, καὶ τὸν οἶκον ᾧ τὰ ἱερὰ ἐκείνων τεθησαύρισται σώματα. Εἰς ἐπισκοπῆς δὲ χειροτονίαν συλλαμβάνεσθαι μέλλων, ἐπεὶ πολλὰ τοὺς ἐπὶ τοῦτ' ἐλθόντας λέγων οὐκ ἔπειθε, μαχαίρᾳ τὸ δεξιὸν ἀποτεμὼν οὖ;, Κἂν νῦν ἄπιτε, ἔφη· ἐπεί τοί γε τοῦ λοιποῦ οὐδ' αἱρούμενων ὁ τῆς Ἐκκλησία; νόμος εἰσδέχεται χρῆναι γὰρ τὸν ἱερέα σῶον εἶναι.» Ως δ' ἀναχωρήσαντες παρὰ τῶν ἡγουμένων περὶ πολλοῦ τὰ τοι αῦτα Ἰουδαίοι; εἶναι εἶπον· τῇ δὲ τοῦ Θεοῦ ἐκκλησίᾳ ἐν οὐδενὶ τὰ τοιαῦτα τίθεσθαι, ἢν μόνον τοῖς 188 ἔνδον καὶ τοῖς τρόποις ἄρτιος εἴη ὁ ἱερεύς· αὖθις ὑποστρέφοντες συλλαβεῖν ἐπειρῶντο· ὁ δὲ ἦ μὴν καὶ τὴν γλῶσσαν ἐκτεμεῖν διώμνυτο, εἰ βίαν αὖθις ἐπάγειν πειρῷντο. Εν νῷ δ᾽ ἐκείνων τὴν ἀπειλήν θεμένων, κατὰ χώραν εἴων τὸν μέγαν. Καὶ ἐξ ἐκεί του Αμμώνιος ὁ παρώτης ὠνόμαστο. Τοῦτ' αὐτὸ ἐ; ὕστερον καὶ Εὐάγριος πέπονθεν ὁ φιλόσοφος. Καὶ οὗτος γὰρ ὑπὸ Θεοφίλου τοῦ Ἀλεξανδρείας εἰς ἐπισ» σκοπὴν καθελκόμενος, τέχνῃ παντοίᾳ χρησάμενος, τὴν ἱερωσύνην ἀπείπατο, μηδὲν μέντοι ἀκρωτηριάσας τοῦ σώματος· καί ποτε τῷ ᾿Αμμωνίῳ τούτῳ περιτυχῶν, ἀστεῖζόμενος κατεμέμφετο λέγων, ὡς κακῶς πράξεις μάλα, καὶ ἐνέχεσθαι δίκας διδόναι Θεῷ τῇ τοῦ μέλους διακοπῇ. Ο δ' Αμμώνιο;, Σὺ δὲ ἄρα, ὑπολαβὼν εἶπεν, ὦ Εὐάγριε, οὐκ οἴει τὰς ἀξίας διδόναι δίκας, διὰ φιλαυτίαν τὴν γλῶσσαν ἀποτεμὼν καὶ μὴ τῇ δοθείσῃ πρὸς πολλῶν ὠφέλειαν παρώτης χρησάμενος χάριτι ν ᾿Αλλὰ περὶ μὲν Εὐαγρίου μετά βραχύ διαλήψομαι. ο φιλαυτίαν, παρώτης, Μηδὲν ἀκρωτηριάσα; τοῦ σώματος.

Chapter XXXVIIICaput XXXVIII

col. 707–708page 350 of 633
PG 146:707ἅγιον δρος, ΚΕΦΑΛ. ΔΗ. Περὶ τοῦ τῆς Νιτρίας Τρους καὶ τῶν λεγομένων Κελλίων, καὶ τῶν Ῥινοκουρούρων· καὶ περὶ τῶν ὁσίων, Διονυσίου; Μέλανός τε καὶ Σόλωνος. ᾿Αμφὶ δὲ τὴν Σκῆτιν ὄρος ἐστὶν 3 Νιτρία έγγω ρίως καλείται· καθέτι κώμη τις ταύτῃ ὅμορός ἐστιν, ἐν ᾗ τὸ νίτρον συλλέγουσιν. Ἐν δὲ τῇ Νιτρία ταύτη πολύ τι πλῆθος ἀνδρῶν φιλοσόφων ἐστί. Καὶ μονα στήριά εἰσιν ἐν τούτῳ οὐχ ἧττον ή πεντήκοντα συν εχῆ ἀλλήλοις· ὧν τὰ μὲν κατὰ συνοικίαν εἰσὶ, τὰ δὲ καὶ καθ' ἑαυτὰ τὴν οἴκησιν ἔχει. Πρὸς δὲ τὴν ἐνδο τέρω τούτοιν ἔρημον ἕτερός ἐστι τόπος ἀμφὶ στάδια διεστώς ἑβδομήκοντα, πρὸς τὸ φιλοσοφείν δεξιος ἔχων, ὃς Κελλία προσαγορεύεται· ὅτιπερ οὐ κατά συνοικίας, ἀλλὰ σποράδην τὰ τῶν μοναζόντων εἰσὶν σἰκήματα. Ἐπὶ τοσοῦτον δ' ἕτερον ἑκατέρου διέχει, ὡς τοὺς ἐνοικοῦντας τούτοις μήθ' ὁρον ἀλλήλους, μήτ' ἐπαίειν. Εἰσάπαξ δ' εἰς ταυτὸν τῆς ἑβδομάδος συντρέχουσιν ἐκκλησιάζοντες τῇ πρώτῃ καὶ κυρια νύμῳ τῶν ἡμερῶν. Εἰ δέ τις κατὰ ταύτην μὴ φανείη, δηλός ἐστιν ή τινι πάθει ἢ νόσῳ κατισχυμένος. Καὶ δὴ κατὰ θέαν ἀπιᾶσιν αὐτοῦ οὐκ ἐν ταυτῷ, ἀλλ᾽ ἐν διαφόροις καιροῖς, ὅ τι λάχοι ἑκάστῳ πρὸς θερα πείαν ἐπιτήδειον καὶ τῆς νόσου ἀλεξιφάρμακον εἰσε κομίζων. Ανευ δὲ τῆς προφάσεως ταύτης οὐκ ἂν τις παρ' ἄλλον ἦχοι ἐκτὸς, εἰ μή τις ὡς μαθησόμε μενος παραγένοιτο, λόγων ἀκοῦσαι ψυχῇ πραγματ τευομένων τὴν λυσιτέλειαν παρὰ τὸν δ; τὰ τοιαῦτα φράζειν ἐπίσταται. Ἐκεῖνοι δὲ τοῖς τοιούτοις οἰκοῦσι πελλίοις, οἷς ἐς ἄκρον τῆς φιλοσοφίας ἀνιέναι συνέβη καὶ σφᾶς ἄγειν ἰσχὺς ἐστι, χωρισθεῖσι τῶν ἄλλων δι' ἡσυχίαν· καὶ καθ' ἑαυτοὺς ἔχουσι τὴν διατρι δήν. Περὶ μὲν οὖν Σκήτεω; καὶ τῶν ἐνθάδε φιλοσοφούντων τοσαῦθ᾽ ἡμῖν εἰρήσθω. Τὸ γὰρ τοῖς καθ' ἕκαστον τούτων ἐπεξιέναι δέος ὑφέρπει με, μηκυν μένην τὴν γραφήν μώμου τις επαφήσοι κέντρον. Εκείνοις γὰρ ιδίαν πολιτείαν συστησαμένοις, έπε ἀναγκες ἦν καὶ ἔργα καὶ ἤθη καὶ ἀγωγήν τε καὶ δίαιταν πρόσφορα ἡλικίᾳ ἑκάστῃ ὡς εἰκὸς διανείμαι. Καὶ ἄλλος δὲ τόπος, ᾧ Ρινοκούρουρα ἦν όνομα, πολλοῖς οἴκοθεν ἀνδράσιν ἐξ ἐκείνου τηνικαῦτα διέ λαμπεν· ὧν ἐπίσημοι τῷ φιλοσοφεῖν ἐγένοντο Δ:0 νύσιος, ὃς τῷ πρὸς βορράν τῆς πόλεως μέρες τὸ η φροντιστήριον εἶχε· καὶ Μέλας ἐκεῖνος ὁ κατ᾽ ἐκεῖνο καιροῦ τὴν τῶν 'Ρινοκουρούρων ἐκκλησίαν ιθύνων καὶ Σόλων, ὃς κασίγνητος τῷ Μέλανι δν, καὶ τοῦ θρόνου ἐγεγόνει διάδοχος. Περὶ δὲ Μέλανος ἱστοροῦσιν, ὡς ἡνίκα οἱ τῆς ὁμοουσίου ὑπεριστάμενοι πιο στεως τῶν ἐκκλησιῶν ἐξηλαύνοντο· ἐπεὶ καὶ οἱ τὸν Οὗτοι ἐπεισάκτοις, ἀλλ' οἴκοθεν ἀνδράσιν ἀγα θοῖ;
col. 709–710page 351 of 633
PG 146:709Μέλανα ἐξῶσαι κατέλαβον, εὗρον μὲν ἐκεῖνον τοῖς ὁμοουσίου, τῆς ἐκκλησίας λύχνοις ενασμενίζοντα, οἷά γε υπηρε τῶν ἔσχατον· τάς τε γὰρ θρυαλλίδας κατείχε, καὶ ἐπίρροπος ἦν τὴν ἐσθῆτά τε καὶ τὴν ζώνην· περὶ δὲ τοῦ ἐπισκόπου πυθόμενοι, ἀποκρίνασθαι αὐτὸν τοῦτον μηνύσαι· ἀγαγεῖν δὲ τοὺς ἄνδρας παρὰ τὸ ἐπισκοπεῖον· καὶ οἷά γε τῇ ὁδῷ κεκμηκότας, τοῖς ἐνοῦσι θρέψαι, τράπεζαν παραθέμενον. Μετὰ δὲ τὴν τροφὴν νιψάμενος, ἐκείνοις γὰρ διηκονεῖτο ἑστιωμένοις, ἑαυτὸν κατεμήνυσε τοὺς δ' ἐν θαύματι τὸν άνδρα πεποιηκότας, δηλῶσαι οὗ χάριν ἧκον· τῇ γε μὴν πρὸς αὐτὸν αἰδοῖ ἄδειαν αὐτῷ φυγῆς παρασχεῖν τὴν δ᾽ ἀποδοχῆς ἀξιώσαντα ἀποκρίνασθαι μὴ ἂν ἐλέσθαι ταυτὰ τοῖς ὁμόφροσι τῶν ἱερέων παθεῖν, τὸ το ἄκοντα πρὸς τὴν ὑπερορίαν ἀφῖχθαι· ἀλλ' ἐκοντι τὴν ὑπερόριον ὑπομεῖναι φυγήν. Οὗ δὴ γενόμενος, Στ᾽ ἐκ νέου τῷ φιλοσοφεῖν εἰθισμένος, διὰ πάσης ἀρετῆς ἤχων περιβόητος ἦν. Σόλων δὲ τὸν ἐμπορι τὸν βίον ἀπαρνησάμενος, τὸν τίμιον μαργαρίτην ὠνεῖτο. Ὑπὸ γὰρ τῷ ἀδελφῷ Μέλανι καὶ τοῖς ἐκεῖσε διδασκάλοις τὸ βιοῦν μεταθέμενος, καὶ ἐπιμελῶς παιδευθείς, ὅτι πλείστην περὶ τὸ θεῖον ἐπεδείξατο τὴν σπουδήν· μάλιστα δ᾽ ἦν ἀγαθὸς τοῖς πέλας ἁπλότητε βίου χρώμενος. Τοιούτων δὲ καθηγεμόνων τὸ κατ' ἀρχὰς ἡ Ρινοκουρούρων ἐκκλησία επιτυχής γενο μένη, ἐπὶ πολὺ τοῦ χρόνου διήρκεσε τοῖς ἐξ ἔθους χρωμένη θεσμοῖς, καὶ ἀγαθῶν ἀνδρῶν εὐφορίαν πηγάζουσα. 'Ο δὲ ξενίζον εἶχεν ἡ τοιαύτη ἐκκλησία, καὶ τῶν ἄλλων ἐπίσημον μάλιστα, ὅτιπερ τοῖς αὐτόθι κληρικοῖς κοινή τε ἦν οίκησις, καὶ τράπεζά τε καὶ ἀγωγὴ καὶ δίαιτα μία, καὶ πάντα δὴ τὰ λοιπά. Το σοῦτα καὶ περὶ τῶν Ρινοκουρούρων. ΚΕΦΑΛ. ΑΘ'. Περὶ τῶν ἐν Παλαιστίνῃ μοναχῶν, Ἡσυχα, Επι φανίου τοῦ Κύπρου, Σαλαμίνη, ᾿Αμμωνίου, Σιλβανοῦ καὶ Ζαχαρίου. Ἐν δὲ τούτῳ καὶ κατὰ Παλαιστίνην πολύ τι στι φος φιλοσόφων ήνθει ἀνδρῶν. Ἔτι γὰρ περιῆσαν τῷ βίῳ οἱ κατὰ τὴν Κωνσταντίου βασιλείαν ἡμῖν εἰρη μένοι, τῇ μοναχικῇ πολιτείᾳ καὶ ἐπιστήμῃ ἐμπρέποντες. Καὶ ἄλλοι δ᾽ ἐπὶ τούτοις συνήκμαζον ταῖς ἐκείνων ἀγαθοῖς συνουσίαις, ἐς πολύ τι χρῆμα ἐπι διδόντες τῆς ἀρετῆς· καὶ προσετίθεντο τοῖς ἐνταῦθα φροντιστηρίοις, οὐ τὴν τυχοῦσαν εύκλειαν τούτοις πορίζοντες· ὧν πρώτιστος Ησυχᾶς ἦν, ἑταῖρος ῶν ἐς τὰ μάλιστα τῷ παμμεγίστῳ τὴν κατὰ Θεὸν βιοτὴν Ἰλαρίωνι· πρὸς δὲ καὶ ὁ πολὺς τὴν ἀρετὴν Ἐπιφάνιος, δς πολλῷ χρόνῳ ὕστερον καὶ τῆς ἐν Σαλαμῖνι τῆς Κύπρου ἐκκλησίας τὴν ἐπιτροπὴν ἔσχεν. Ὁ μὲν οὖν Ἡσυχᾶς τὸ τῆς ἡσυχίας ἐργαστήριον ἐπὶ Γάζης, ἔνθα δὴ καὶ ὁ ἑταῖρος εἴτ᾿ οὖν διδάσκαλος καὶ σύμπνους αὐτῷ Ἰλαρίων, εἶχεν. Ο δὲ ἱερὸς Ἐπιφάνιος περὶ κώμὴν τινὰ Βησανδούκην όνομα, ὅθεν καὶ ὥρμητο, νομού Ελευθερουπόλεως· νέᾳ δὲ πάμπαν τῇ ἡλικίᾳ ἀρίστοις χρησάμενος διδασκάλοις, καὶ παιδείας χάριν μοναστικῆς οὐκ ἐλάχιστον ἀνύσας ἐν Αἰγύπτῳ χρόνον, παρά τε τοῖς ἐκεῖσε δὴ καὶ Πα

Chapter XLCaput XL

col. 711–712page 352 of 633
Caput XXXIX
PG 146:711λαιστινοῖς, ἐπίσημον τι κλέος ἐκτᾶτο τῷ ἐπιπόνῳ τῆς ἀρετῆς· ἔπειτα δὲ καὶ παρὰ Κυπρίοις, ὧν καὶ τῆς Ιερωσύνης ἡγήσατο· δι' ὧν εἰκάζειν ἔστιν, ὡς ἐντεῦ. θεν μᾶλλον ἀοίδιμον τὴν φήμην ἀνὰ πᾶσαν τὴν ὑφ ήλιον ἐκληρώσατο. Εν τε γὰρ πόλει μεγάλῃ καὶ παραλίῳ, καὶ όμιλον οὐκ ἐλάχιστον κεκτημένῃ τὸ ἱερα. σθαι λαχών, καὶ μετὰ περιφανοῦς τῆς ἐξ ἀρετῆς δια ξης πράγμασι πολιτικοῖς ἐμβαλών, ἐν βραχεῖ χρόνῳ οὐ τοῖς ἀστοῖς μόνον, ἀλλὰ καὶ τοῖς ὅθεν δή ποτε καταίρουσι ξένοις γνώριμος ἐσάγαν ἐγένετο τοῖς μὲν καὶ εἰς πεῖραν ἥκων καὶ θεαθείς, τοῖς δὲ καὶ παρὰ τῶν ἰδόντων πυθομένοις τοιοῦτον εἶναι. Πρινὴ δ᾽ ἐς Κύπρον ἐλθεῖν, κατὰ τοῦτον τὸν χρόνον ἐν Παλαιστίνῃ διέτριβεν· ὁπηνίκα δὴ ἐν τοῖς κατ' ἐκείνην φροντιστηρίοις σεμνῶς μάλα διέπρεπον Σαλαμίνης τε καὶ Φύσκων καὶ Μαλχίων· πρὸς δὲ καὶ Κρισπίων εὐπατρίδαι ὄντες καὶ ἀδελφοὶ ἀμφὶ Βηθελέαν κώμην, νομοῦ Γάζης, τὸ τῆς ἀρετῆς ἐργαζόμενοι μέλι. Καὶ οὗτοι δὲ διδασκάλῳ ἐχρήσαντο Ιλαρίωνι. Λέγεται γάρ ποτε ἅμα οὗτοι παρ' ἐκεῖνον γενόμενοι, ἅμα καὶ οἴκαδε ἀναστρέφειν· ἁρπαγήναι δέ πως ἐκ μέσου τούτων μόνον Μαλχίωνα, καὶ οὐδαμοῦ φαίνεσθαι αίφνης δὲ πάλιν ἀναφανῆναι, τὴν ἴσην ἐδὲν τοῖς ἀδελφοῖς διιόντα, καὶ μετὰ βραχύ μεταλλάξαι τὸ ζῇν, ἔτι μὲν ἐν νέᾳ τῇ ἡλικίᾳ, οὐ μέντοι παραπολύ τῶν ἐν φιλοσοφία γηρασάντων κατὰ τὸ τῆς ἀρετῆς θεοφιλὲς ἐνδεᾶ. Τηνικαῦτα δὲ καὶ Ἀμμώνιος έγνω ρίζετο, ἀμφὶ δέκα στάδια διεστὼς τούτων. Περὶ δὲ κώμην Γάζῃ ὑποκειμένην, Καφαρχονδρἂν ὄνομα, τάς οἰκήσεις εἶχεν, ἧς καὶ θρέμμα ἐτύγχανεν· ἀνὴρ εἰς ἀκρίβειαν καὶ ἀνδρίαν μοναστικής πολιτείας διαγενόμενος. Ναὶ μὴν ἀλλὰ καὶ Σιλβανός τηνικαῦτα, οἱ μαι, τῷ ζῇν περιήν, Παλαιστίνης ὁρμώμενος· ὃν λόγος ὑπ' ἀγγέλων ὑπηρετεῖσθαι γέρας λαβεῖν. Εν Αἰγύπτῳ γὰρ τὰ πρῶτα φιλοσοφήσας, ἐκεῖθεν ἐπὶ τὸ Σίναιον ὄρος μετέβαινεν. Ές ὕστερον δ' ἐν τῷ χειμάρρω Γεράρων μεγίστην τε καὶ καλλίστην καὶ λίαν ἐπίσημον ἀγαθῶν ἀνδρῶν μάνδραν ἐπήξατο, ἧς μετ' αὐτὸν ὁ θαυμάσιος ἀφηγήσατο Ζαχα ρίας. ΚΕΦΑΛ. Μ'. Περὶ τῶν ἐν Συρίᾳ καὶ Ἐδέσσῃ μοναχῶν, Ἐφραίμ καὶ 'Αφραάτου καὶ Ἰουλιανοῦ, Βάς σου τε καὶ Εὐλογίου, ἐν μοναστηρίοις τὴν ἐπισκοπὴν ἐσχηκότων. Ἐκ δὲ τῆς Αἰγύπτου καὶ Παλαιστίνης ἐπὶ τοὺς κατὰ Συρίαν καὶ τὴν δμορον Περσίδα διαλάμψαντας μετιτέον· οἱ δὴ πρὸς τοὺς ἐν Αἰγύπτῳ διαμιλλώμεν να μάλιστα, εἰς πλῆθος ἅμα καὶ μέγεθος ἐπέδωκαν ἀρετῆς. Αμέλει ἀμφὶ μὲν Νίσιβιν περὶ τὸ Σιγόρων ὄρος καλούμενον, ἐπίσημον βίον εἶχον Βατθαῖος καὶ Ευσέβιος, καὶ Βαργῆς, καὶ ᾿Αλλὰς καὶ ᾿Αβδὼς, καὶ Διδάλεως, καὶ Ζήνων, καὶ Ηλιόδωρος, καὶ Λάζα ρος, ὃς καὶ ἐπίσκοπος ἐγεγόνει· οὓς δὴ καὶ Βοσκούς κατωνόμαζον, οὐ πάνυ πόρρω καινῆς φιλοσοφίας κατάρξαντας· οὕτω δ' ἐκάλουν σφᾶς, ὅτι περ οὔτ' οί κίαι παρ' αὐτοῖς ἦσαν· ἀλλ᾽ οὐδὲ ἄρτου ἢ οἴνου ἢ δψου τινὸς ἀπογεύοντο· ἀλλ᾽ ἀεὶ τοῖς ὄρεσι διατρίβοντες, κατὰ τοὺς τῆς Ἐκκλησίας νόμου, εὐχαῖς
col. 713–714page 353 of 633
PG 146:713καὶ ὕμνοις τὸ θεῖον ἐγέραιρον· καὶ ἡνίκα καιρός καλοίη τροφῆς, ἅρπην ἕκαστος ἀνὰ χεῖρας ἔχων, και θάπερ νομήν διφῶντες περιίασι· καὶ τὰς προσφόρους περιτυχόντες τῶν βοτανῶν ἐσιτίζοντο. Καὶ τοῖς μὲν οὕτω καινή τις ενεοχμώθη φιλοσοφία. Περὶ δὲ Κάρ ρας ἐφιλοσόψει Εὐσέβιος, ἑκουσίᾳ καθείρξει ἑαυτὸν ἀπρόϊτον ἐπισχών. Ναὶ μὴν καὶ Πρωτογένης ὁ μετὰ Βίτον τῆς αὐτόθι παροικίας Επιτροπεύσας· Βίτον ἐκεῖνον τὸν ἀοίδιμον ἀσκητὴν, ὅν φασι τὴν ἐν βασι λεῦσιν ἀπόστολον Κωνσταντῖνον πρῶτον ἰδόντα, δια ισχυρίζεσθαι πάλαι πολλάκις τὸ θεῖον δι᾽ ἐπιφανείας αὐτὸν ὑποδεῖξαι· καὶ παρεγγυήσασθαι ὅ τι ἂν εἰση γοῖτο, ἀμέσως πειθαρχείν αἱρεῖσθαι. Βατθαῖος δὲ ἐπὶ τοσοῦτον ήλασεν ἀσιτίας, ὡς καὶ σκώληκας ἐκ τῶν ὀδόντων ἔρπειν. Αλλᾶν δὲ ἐπὶ ἑβδομήκοντα έτη ἄρτου τὸ παράπαν μή γεύσασθαι. Ηλιοδώρῳ δὲ τὸ ἐγκρατὲς ἦν, ὡς ἀὕπνους τὰς πολλὰς τῶν νυ κτῶν διακαρτερεῖν, καὶ τὴν νηστείαν ἐν ἑβδομάσι πλείσταις ἐπισυνάπτειν. Ηκμαζε δ' ἐν Φαδανᾷ της νικαῦτα καὶ 'Δώνης ἐκεῖνος. Τόπος δ᾽ ἐστὶ τὸ Φα δανὰ, ἔνθα Ἰακώβ, ὁ τῷ Ἰσαὰκ γεννηθείς, ἐκ Παλαια στίνης ἥκων εἰς γάμον ὡμίλει παρθένῳ οὔσῃ τῇ γυ ναικί· πρῶτός τε τὸν λίθον τοῦ ἐνθάδε φρέατος έχε κυλίσας, τὴν ποίμνην ἐπότιζε. Τὸν δ᾽ ἑώνην τοῦτον λόγος ἔχει πρῶτον παρὰ Σύροις κατάρξει τῆς ἐνθάδε πρὸς ἀκρίβειαν φιλοσοφίας· ὥσπερ δῆτα παρ' Αίγυ πτίοι, τὸν πολὺν καὶ μέγαν ᾿Αντώνιον. Συνῆσαν δὲ τούτῳ καὶ Γαδδανᾶ; τε καὶ "Αζιζο;, πρὸς τὴν ἴσην ἀρετὴν ἁμιλλώμενοι. Πολλοὶ δὲ καὶ ἀνὰ τὴν ἐκ γει τόνων Εδέσσαν καὶ τὰ πέριξ ταύτης ἐπίσημοι ἄν δρες ἤνθησαν· ὧν οἱ εὐδοκιμώτατοι Ἰουλιανός τε ἦν, καὶ ὁ περιβόητος ἐν Σύροις Ἐφραίμ· ὃς καὶ πολλὰ βιβλία τῇ Ἐκκλησία Χριστοῦ καταλέλοιπε· περὶ ὧν ἀκριβέστερον ἐν τῇ Κωνσταντίου βασιλείᾳ διέλα Τον. Πρὸς δὲ τούτοις Βάρσης τε καὶ Εὐλόγιος ἦσαν, οἱ μετὰ τὸν πολὺν τῆς ἀσκήσεως ἆθλον, ἐς ὕστερον καὶ ἐπισκόπω ἄμφω ἐγένοντο, οὗ τινος πόλεως, τις μῆς δὲ χάριν, ἐν τοῖς ἰδίοις μοναστηρίοις, τὴν τῆς ἐπισκοπῆς κληρωσάμενοι χειροτονίαν, ἀμοιβὴν ὡς ἄν τις φαίη τῆς κατὰ Θεὸν ἀκριβεστάτης φιλοσοφίας τὴν τοσαύτην εἰληφότες ἀξίαν· καθὰ δὴ καὶ Λάζα ρος ὁ πρὸ βραχέος μετὰ τὸν ὅσιον Ηλιόδωρον ἐν μνεία γεγενημένος ἡμῖν. ΚΕΦΑΛ. ΚΑ'. Περὶ τῶν ἐν τῇ Κοίλη Συρίᾳ καὶ 'Αντιοχείᾳ μου ναχῶν· ἔτι δὲ καὶ περὶ τῶν ἐν Γαλατίᾳ, Καπ παδικίᾳ τε καὶ Βιθυνίᾳ καὶ περὶ τὸν Εὔξεινον πόντον φιλοσοφησάντων ἀνδρῶν· καὶ δ' αἰτία δι' ἣν οἱ πάλαι ἀσκηταὶ μακροβιώτατοι διεγέ γοντο. Η δέ γε Κοίλη Συρία καὶ ἡ ὑπὲρ ταύτην, τῆς Αντιόχου μόνης ἐκτὸς, ὀψὲ καὶ βράδιον τὸν Χρι στιανισμὸν παρεδέξατο. Πλὴν οὐδὲ αὕτη ἄμοιρος ἐκκλησιαστικῶν φιλοσόφων ἐγένετο· οἱ καὶ μᾶλλον ἀνδρείως τε εἶχον, ὅτι γε καὶ μίσος οὐ μέτριον μετ' ἐπιβουλῆς πρὸς τῶν ἐνοικούντων Ἑλληνιστῶν αὐτοῖς

Chapter XLICaput XLI

col. 715–716page 354 of 633
PG 146:715ἦν, ἥκιστα μὲν ἀμύνῃ χρωμένοις, εὐψύχως δὲ τὰς επιφερομένας ὕβρεις τε καὶ πληγὰς δεχομένοις. Οἷος Οὐαλεντῖνος ἐκεῖνος ἦν, ὃν οἱ μὲν Ἑμισηνὸν, οἱ δ' Αρεθούσιον τὸ γένος εἶναι ἔλεγον· καὶ τὸν ἕτερον, αὐτῷ δὲ ὁμώνυμον· καὶ Θεόδωρον· οἱ καὶ ἄμφω ἀπὸ Τιττῶν τοῦ ᾿Απαμέων ώρμῶντο νομοῦ· καὶ Μαρώσαν τὸν ἐκ Νεχείλων· καὶ Βάσσον, καὶ Βασσώνην, καὶ Παῦλον, ᾧ πατρὶς Τελμισὸς ἦν. Οὗτος δὲ πολλὰς συνοικίας μοναχῶν κατὰ διαφόρους τύπους συστησάμενος, καὶ καλῶς ἐπὶ τὸ φιλοσοφείν προτρέψας, ὕστερον τὴν ἐς τὸ Ἰευγάτον οὕτω καλούμενον χωρίον λαμπρὰν καὶ περιφανή συνοικίαν καταστησάμενος μοναχῶν, ἐκεῖσε δὴ καὶ τὸν βίον ἀπέλιπεν εἰς βαθὺ γῆρας ἐλάσας. Δείκνυται δὲ καὶ ὁ τάφος ἐκείνου εἰσέτι πᾶσι κατάδηλος. Σχεδὸν δὲ καὶ ὅσους τῶν μοναχῶν διήλθομεν, μακρόβιοι πάντες ἐγένοντο, Καί μοι δοκεῖ τὸ οὕτως ἐπιπολὺ διαγενέσθαι τοῦ χρόνου οἰκονομῆσαι τὸ θεῖον, ὡς ἂν ἡ θρησκεία εἰ; ἐπίδοσιν προχωρήσει. Τῇ γὰρ τοσαύτῃ ἀκριβεῖ ἐπὶ μακρὸν πολιτείᾳ οὐ Σύρους μόνον, ἀλλὰ καὶ Περσῶν καὶ Σαρακηνῶν τοὺς πλείστους πρὸς τὴν σφετέραν πίστιν καθείλκυσαν· καὶ Ἕλληνας ὅτι πλείστους ἀρνήσασθαι τὸ οἰκεῖον παρεσκεύασαν σέβας. Καὶ ἐκ τούτων πάντων πλείστους μοναδικῆς φιλοσοφίας εἰς ἄκρον ἐλθεῖν ἔπεισαν, καὶ στίφους μοναχῶν ἐπίσης αὐτοῖς καθηγήσασθαι. Ενεστι δὲ συμβάλλειν, ὡς ἐκεῖθεν ἡ τοιαύτη αρξαμένη φιλοσοφία καὶ μέχρι Γαλατῶν καὶ Καππαδοκῶν καὶ τῶν ὁμόρων αὐτοῖς, καὶ περὶ τὸν Εὔξεινον πόντον καὶ Βιθυνίαν καὶ Ἑλλήσποντον έφθανεν· οἱ δὴ ἐκ παλαιοῦ τὸ δόγμα θερ μῶς πρεσβεύοντες, πολλοὺς τοὺς κατὰ Θεὸν φιλοσοφήσαντας ἔσχον· ὧν οἱ πλείου; κατὰ συνοικίας ἐν πόλεσι καὶ κώμαις ᾤκουν, ἅμα μὲν τὸ μήπω παρα δέσει ἢ τύποις δή τισιν εἰθισμένοι τῶν πρόσθεν εξ ναι· ἴσως δὲ καὶ ὑπὸ τῆς τοῦ χειμῶνος χαλεπότητος, φύσει ψυχροτάτων ὄντων τῶν τῇδε χώρων, καὶ μάτ λιστα τῶν ἀνὰ τὸν Πόντον Καππαδοκών τε καὶ Γαλατῶν, οὐκ εὐχερὲς ἦν ἀνὰ τὴν ἔρημον διατρίβειν τοὺς πλείστους. Ὡς ἐπίπαν γὰρ οὐδὲ ἄμοιρα ἦσαν τὰ ὄρη τῶν τοιούτων φιλοσόφων. Προϊόντι γὰρ τῷ χρόνῃ τῇ σφοδρᾷ περὶ τὸ Θεῖον καὶ θερμῇ σπουδή ἐν δευτέρῳ τὰ τοῦ ψύχους ἦσαν. Τοῖς δ' ἐκεῖσε μέσ ρεσι πολλοὶ μὲν καὶ ἄλλοι δοκίμως ἐβίωσαν, ὥσπερ μοι καὶ ἀλλαχοῦ εἴρηται· μετὰ δὲ τοὺς περὶ Εὐστάθιον καὶ τὸν πολὺν καὶ μέγαν Βασίλειον δοκιμώταται τῶν ἄλλων ἐγένοντο Λεόντιος ἐκεῖνος ᾧ ἐς ὕστερον ή τῶν 'Αγκυρανῶν ἐπιτράπη ἐπισκοπή· καὶ Πραπεία διος, δς καίπερ γηραλέος μάλα γενόμενος, πολλές ἐπεσκόπει πόλεις. Προέστη δὲ καὶ τοῦ ἐπισηματά του πτωχείου, ᾧ Βασιλειὰς ἐπώνυμον ἦν· Βασιλεία γὰρ τῷ πάνυ Καισαρείας ἐπισκόπῳ κατασκευασθέν, καὶ τὴν ἐκείνου ἐκληρώσατο κλῆσιν, ἐς πάνυ πόρρω περιγενόμενον. Εν μέντοι τῇ ᾿Αντιόχου πολλοι καὶ ἄλλοι διέλαμπον· ἐν οἷς μετὰ Ἰουλιανὸν καὶ 'Αφραί τὴν ἐκεῖνον Μαριανός τε καὶ Εὐσέβιος ἦσαν, Παλλάδιος τε καὶ Συμεώνης καὶ ᾿Αβραάμης, καὶ ἄλλοι Ο
col. 717–718page 355 of 633
PG 146:717πρὸς τούτοις, οἱ ἀκήρατον τὸ κατ' εἰκόνα διέσωζον. Ἐν δὲ τῷ παρακειμένω όρει τῇ πόλει, ὅ πολλοῖς λειμῶσιν ὡραῖτο, Πέτρος ὁ Γαλάτης διέπρεπε, καὶ ὁ τούτῳ ὁμώνυμος, ὁ Αἰγύπτιος - Ρωμανός τε, καὶ Σευήρος καὶ Ζήνων, καὶ Μωσῆς καὶ Μάλχος. Πολλοὶ δὲ καὶ ἄλλοι τηνικαῦτα ἦσαν τὰς τῆς μοναχικῆς φιλοσοφίας ἀφιέντες μαρμαρυγάς· ἐν μὲν τῇ Χαλκιδέων ἐρήμῳ "Αβιτος καὶ Μαρκιανὸς καὶ ᾿Αβραάμης, καὶ πολύ τι ἄλλο πλῆθος οὐκ εὐαρίθμητον, σώματι παθητῷ τὴν ἀπαθὴ ζωὴν μετερχόμενοι· ἔν γε μὴν τῇ ᾿Απαμέων ᾿Αγαπητὸς καὶ Συμεώνης καὶ Παῦλος. Πούπλιος δ' ἐν Ζευγματέων ἐφιλοσόφει· ἐν δὲ τῇ Κυρεστών Ακεψιμᾶς ὁ πανεύφημος· ὅς οἰκίσκῳ βραχυτάτῳ καθεῖρατο, ἐν ᾧ ἐξηκοντούτην χρόνον ὁσίως διήνυσεν, οὔτε εἰς λόγους ἥκων τινί. "Ην δὲ τῷ τότε καὶ Ζευγμάτιος ὁ πολύς, ὅς τὴν ὄψιν ἀφηρημένος, " οὐ καλύβην ᾤχει, ἀλλὰ περιῄει κύκλῳ τὸ ἀκραιφνές τῆς πίστεως καταγγέλλων. "Ων δὴ τὴν πολιτείαν ἄριστα κατὰ μέρος εκάστου Θεοδώρητος ο Κύρου ἐν τῇ φιλοθέῳ ἱστορία συνέγραψεν. Τούτων δὲ πάντων κοινὴ πολιτεία, ὡς εἰπεῖν, ἦν, τῆς μὲν ψυχῆς ὅτι πλεῖστον ἐπιμελεῖσθαι, καὶ ταύτην πρὸς ἀπαλλαγὴν τῶν ἐνθένδε εθίζειν· τὸν δέ γε πολὺν αὐτοῖς χρόνον εὐχῇ τε καὶ νηστεία καὶ ὕμνοις τῷ Θείῳ προσήκουσι διατρίβειν· σώματος δὲ παντάπασιν ἀμελεῖν, καὶ τῆς ἐπὶ τούτῳ ῥαστώνης τε καὶ ἐπιμελείας· χρημάτ των δὲ καὶ τῆς περὶ τὰ πράγματα ασχολίας πάμπαν ἀπεξενώσθαι, καὶ πρὸς τὴν κατ' ἀγγέλους βιοτήν ἁμιλλάσθαι. ΚΕΦΑΛ. ΜΒ'. Περὶ Εὐαγρίου του φιλοσόφου, καὶ τοῦ βίου καὶ τῆς ἀγωγῆς αὐτοῦ. Μετά γε μὴν τὸν Σύρον Ἐφραὶμ ἐπισημοτάτω ἐγενέσθην καὶ τὴν κατ' ἄμφω φιλοσοφίαν Δίδυμος ὁ ᾿Αλεξανδρεύς, καὶ Εὐάγριος ὁ Αἰγύπτιος. ᾿Αλλὰ περὶ μὲν Διδύμου, τίς τε ἦν, καὶ ὅτά συγγράμματα και ταλέλοιπεν, ἐν τῇ ἐνάτῃ μοι διείληπται τῶν ἱστο ριῶν· περὶ δὲ Εὐαγρίου βραχέα διεξελθεῖν δίκαιον, εἰ καὶ ἄμφω περὶ τὸ ὑγιὲς τῆς πίστεως δόγμα χω λαίνοντες ἦσαν, καίπερ πλεῖστα λόγων βέλη κατά τῶν τῆς ἀληθείας ἀφιέντες ἐχθρῶν. Οὗτος ἐξ ή ρων εἶχε τὸ γένος, οἱ περὶ τὸν Εὔξεινον οἰκοῦσι πόντον. Σοφὸς δὲ λίαν καὶ ἐλλόγιμος ὁ ἀνὴρ ἐγεγό γει καὶ λεπτὸς μὲν νοῆσαι, φράσαι δὲ τὸ νοηθέν καὶ λίαν δεινός. Διάκρισίν γε μὴν εἶχεν εὐχερῶς συλ λαβεῖν, ὅσοι τῶν λογισμῶν ἢ πρὸς ἀρετὴν, ἢ πρὸς κακίαν ἑώρων· ὑποθέσθαι δ᾽ ἱκανὸς πῶς χρεὼν τοὺς μὲν ἐπιτηδεύειν, τοὺς δ᾽ αὖ φυλάξασθαι. ᾿Αλλὰ τὴν μὲν ἐνοῦσαν αὐτῷ τοῦ λόγου χάριν αἱ γραφαί παρα στήσουσιν ἂς καταλέλοιπεν· τὸ δὲ ἦθος μέτριος ἦν. Τύφου δὲ καὶ ὑπεροψίας οὐδαμῶς αὐτῷ τι προσήν.

Chapter XLIICaput XLII

col. 719–720page 356 of 633
PG 146:719νων κρότοις, καὶ πρὸς τὰς ἀδίκους τῶν λοιδωριῶν ἥκιστα ήσχαλλεν. Τούς γε μὴν ἱεροὺς τῶν λόγων ἄριστα ὑπὸ Γρηγορίῳ τῷ Θεολόγῳ πεπαίδευτο· ἐγέ νετο δὲ αὐτῷ καὶ ἀρχιδιάκονος, όπηνίκα τῆς ἐν Κωνσταντινουπόλει Εκκλησίας τὴν ἐπιτροπὴν εἶχεν. Ἐπεὶ δ᾽ ἀπὸ φύσεως ἀστεῖος μάλα τὴν ὄψιν ἦν, φιλόκαλος τε τὴν ἀναβολήν, τῶν τις ἐν τέλει ζηλοτύπως μάλιστα περὶ τὴν γαμετὴν ἔχων, μαθὼν γνώριμον αὐτῇ καθεστάναι, θάνατον αὐτῷ κρύφα ἐμηχανάτο. Καὶ εἰς ἔργον ἂν προέβαινε τὸ δεινὸν, εἰ μὴ κατ' ἐκείνην τὴν νύκτα φοβεράν τινα καὶ σωτήριον Έψιν κατέπεμπε τὸ θεῖον καθεύδοντι· ἐδόκει· γὰρ ὡς ἐπ' ἐγκλήματι συλληφθείς, δεσμώτης ἐκ σιδήρων χεῖρας καὶ πόδας ἦν. Ηδη δὲ μέλλων δικαστηρίῳ παρίστασθαι καὶ διδόναι τὴν δίκην, προσιών τις τὴν ἱερὰν τῶν Εὐαγγελίων πυκτὴν ὑπεδείκνυ, καὶ τῶν κατε χόντων ἀπαλλάττειν ὑπισχνείτο δεσμῶν, εἰ θάττον ἀναχωρήσοι τῆς πόλεως, καὶ τῷ πιστῷ τῆς πράξεως ὅρκον εἰς βεβαίωσιν προσαπήτει. Ο δ' ἐπιθεὶς τῇ βίβλῳ τὴν δεξιάν, ἢ μὴν ὧδε πράξειν ἐπώμνυτο· καὶ αὐτίκα τῆς πέδης λυθεὶς, καὶ τοῦ ὕπνου ἀνίετο· καὶ τὸν ὕπαρ τυρευόμενον διέφυγε κίνδυνον, τῇ θείᾳ ὀμφῇ πεισθείς. Καὶ προσήκειν ἑαυτῷ τὸν ἀσκητικὸν μετελθεῖν βίον ἐν νῷ θέμενος, ἐκ τῆς Κωνσταντίνου εἰς Ἱεροσόλυμα παρεγένετο· ἔπειτ᾽ ἐκεῖθεν κατά θέαν τῶν ἐν Σκήτει φιλοσόφων εἰς Αἴγυπτον ἧκε καὶ περὶ τὸ τῆς Νιτρίας όρος τὴν ἀσκητικὴν καλύ τὴν ἐπήξατο. Τοῖς ἐν Σκήτει δὲ διαφέρουσι δυσὶ Μα καρίας, τῷ Αἰγυπτίῳ καὶ τῷ ᾿Αλεξανδρεῖ, συνεγέ καὶ τὸν ἐκείνων βίον ζηλώσας, καὶ τὴν δι' ἔργων φιλοσοφίαν ἐκτήσατο. Επειτα τῷ προειρτ μένῳ ᾿Αμμωνίῳ ἐπὶ τῆς ἐχομένης βασιλείας συνήν. Τοσούτων δὲ τεραστίων αυτουργός ἐγεγόνει, ὅσων δηλαδὴ καὶ οἱ παιδευτεί. Εσπουδάσθη δὲ αὐτῷ καὶ βιβλία πλεῖστα καὶ ἀναγκαιότατα· ὧν τὸ μὲν Μο ναχὸς ἢ περὶ πρακτικῆς τὴν ἐπιγραφὴν ἔχει· τὸ δὲ, Γνωστικός, ἢ περὶ τοῦ καταξιωθέντος γνώσεως. Ἐν κεφαλαίοις δὲ οὗτος πεντήκοντα τὴν διαίρεσιν ἔχει. Καὶ ἄλλο δὲ βιβλίον συνεγράφη αὐτῷ, ὁ ἀντίρρησιν ἔχει πρὸς τοὺς πειράζοντας δαίμονας. Οκτὼ δὲ διαιρεῖται τοῖς τμήμασι, κατὰ τὸν ἀριθμὸν τῶν ὀκτὼ λογισμῶν. Καὶ προβλήματα δὲ καταλέλοιπε προγνωστικά εξακόσια, καὶ στιχηρὰ δύο· τὸ μὲν ἐν πρὸς τοὺς ἐν κοινοβίοις ἢ ἐν συνοδίαις όντας τῶν μοναχῶν· τὸ δ᾽ ἕτερον πρὸς παρθενίαν ἀσκούσας προσφωνεί. Θαυμάσια δὲ πάντα, καὶ νοήμασι καὶ φράσει μεστῇ τὸ ἐπαγωγὸν ἐπαινοῦντα, καὶ οἷος γέγονεν ὁ ἀνὴρ, ὁ τούτοις ἐντυχών είσεται. Χρῆναι δ' ἡγοῦμαι καὶ ἐκ τῶν ἐκείνου βραχέα τῇ συγγραφή παραδοῦναι, καὶ μᾶλλον & περὶ μοναχῶν διεξ ρχε ται· ὧδε γὰρ κατὰ ῥῆμα φησίν. Οὔτε γὰρ εἰς ἔγκον ἦρτο τοῖς ἐκ τῶν δικαίων ἐπαί Γνωστικός, στι χηρά, Ἐπὶ τῆς ἐχομένης βασιλείας.
col. 721–722page 357 of 633
PG 146:721ΚΕΦΑΛ. Μ. Ολα ὁ αὐτὸς Εὐάγριος ἓν τισι τῶν συγγραμμά των περὶ τῶν τότε κατὰ ῥῆμα διέξεισι μονα χῶν. Αναγκαῖον καὶ τὰς ὁδοὺς τῶν προοδευσάντων μοναχῶν ὀρθῶς διερωτᾷν, καὶ πρὸς αὐτὰς κατορθοῦσθαι. Πολλὰ γάρ ἐστιν ὑπ' αὐτῶν ῥηθέντα τε καὶ πραχθέντα καλῶς· ἐν οἷς καὶ τοῦτό τις ἔφησεν, ὅτι τὴν ξηροτέραν καὶ μὴ ἀνώμαλον δίαιταν, ἀγάπῃ συζευχθεῖσαν, θᾶττον ἀπάγειν τὸν μοναχὸν εἰς τὸν τῆς ἀπαθείας λιμένα. Ὁ δὲ αὐτὸς ταρασσόμενός τινα νύκτωρ τῶν ἀδελφῶν, τῶν φασμάτων ἀπήλλαξεν, ἀσθενοῦσι μετὰ νηστείας ὑπηρετεῖσθαι προστάξας. Οὐδενὶ γὰρ οὕτως, ερωτηθεὶς ἔφησεν, ὡς ἑλέῳ τὰ τοιαῦτα κατασβέννυται πάθη. Τῷ δικαίῳ Αν τωνίῳ προσῆλθέ τις τῶν τότε σοφῶν· καὶ, Πῶς διακαρτερεῖς, ὦ πάτερ, εἶπε, τῆς ἐκ τῶν βιβλίων παραμυθίας έστερημένος; Ο δ' Αντώνιος, Τὸ ἐμὸν βιβλίον, ὦ φιλόσοφε, ἔφησεν, ή φύσις τῶν γεγονότων ἐστίν· καὶ πάρεστιν, ὅτε βούλομαι, τοὺς λόγους ανα γινώσκειν τοὺς τοῦ Θεοῦ. Ἡρώτησέ με το σκεῦος τῆς ἐκλογῆς καὶ Αἰγύπτιος γέρων Μακάριος, Τί δή ποτε μνησικακοῦντες μὲν τοῖς ἀνθρώποις, τὴν μνημονευτικὴν δύναμιν τῆς ψυχῆς ἀφανίζομεν· δαί μοσι δὲ μνησικακοῦντες, ἀβλαλεῖς διαμένομεν; Καμοῦ πρὸς τὴν ἀπόκρισιν ἀπορήσαντος καὶ παρα καλοῦντος τὸν λόγον μαθεῖν, Διότι, φησὶν ἐκεῖνος, τὸ μὲν πρότερον πάθος παρὰ φύσιν, τὸ δὲ δεύτερον κατὰ φύσιν ἐστὶ τοῦ θυμοῦ. Παρέβαλον κατ' αὐτὴν σταθερὰν μεσημβρίαν τῷ ἁγίῳ πατρὶ Μακαρίῳ καὶ λίαν ὑπὸ τῆς δίψης φλεγόμενος, ήτουν ὕδωρ πιεῖν· ὁ δέ φησιν, 'Αρκέσθητι τῇ σκιᾷ· πολλοὶ γὰρ ὁδοιποροῦντες νῦν καὶ ταύτης ἑστέρηνται. Εἶτα λό γους μου πρὸς αὐτὸν περὶ ἐγκρατείας γυμνάζοντος, θάρρει, φησὶν, ὦ τέκνον· ἐν ὅλοις εἴκοσιν ἔτεσιν οὔτε ἄρτου, οὔτε ὕδατος, οὔτε ὕπνου κόρον εἴληφα. Τὸν μὲν γὰρ ἄρτον μου ἤσθιον σταθμῷ· τὸ δὲ ὕδωρ ἔπινον μέτρῳ· τοῖς τοίχοις δὲ ἐμαυτὸν παρα κλίνων, μικρόν τι τοῦ ὕπνου μέρος ἀφήρπαζον. Ἐμηνύθη τινὶ τῶν μοναχῶν θάνατος τοῦ πατρός. 'Ο δὲ πρὸς τὸν ἀπαγγείλαντα, Παῦσαι, φησί, βλασ φημῶν. Ο γὰρ ἐμὸς πατὴρ ἀθάνατός ἐστιν. Ἐκέ κτητό τις τῶν ἀδελφῶν Εὐαγγέλιον μόνον· καὶ τοῦτο πωλήσας, ἔδωκεν εἰς τροφὴν τοῖς πεινῶσιν, ἄξιον μνήμης ἐπιφθεγξάμενος ῥῆμα· Δι' αὐτὸν γὰρ, φησί, τὸν λόγον πεπώληκα τὸν λέγοντα, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. Εστι δέ τις περὶ τὴν ᾿Αλεξάνδρειαν νῆσος, κατ' αὐτὸ τὸ Βόρειον, πέραν τῆς λίμνης κειμένη της καλουμένης Μαρίας προσοικεῖ δὲ αὐτῇ μοναχὸς, τῆς παρεμβολῆς τῶν Γνωστικών δοκιμώτατος· ὅστις ἀπεφήνατο πάντα τὰ πραττόμενα ὑπὸ τῶν μοναχῶν πράττεσθαι δι' αἰτίας πέντε· διὰ Θεὸν, διὰ φύσιν, διὰ ἔθος, δι' ἀνάγ κην, διὰ ἔργον χειρῶν. Ο δὲ αὐτὸς ἔλεγε πάλιν μίαν μὲν εἶναι τῇ φύσει τὴν ἀρετήν· εἰδοποιεῖσθα δὲ αὐτὴν ἐν ταῖς δυνάμεσι τῆς ψυχῆς. Καὶ γὰρ τὸ φῶς τὸ ἡλιακὸν ἀσχημάτιστον μὲν, φησὶν, ἔστι ταῖς δὲ δι᾽ ὧν εἰσβάλλει θυρίσι σχηματίζεσθαι πέ

Chapter XLIIICaput XLIII

col. 723–724page 358 of 633
PG 146:723φυκεν. "Αλλος δέ τις τῶν μοναχῶν, Διὰ τοῦτο περι αιρῶ τὰς ἡδονάς, ἔφη, ἵνα τὰς τοῦ θυμοῦ περικόψει προφάσεις· οἶδα γὰρ αὐτὸν ἀεὶ μαχόμενον ὑπὲρ τῶν ἡδονῶν, καὶ ἐκταράσσοντά μου τὸν νοῦν, καὶ τὴν γνῶσιν ἀπιδιώκοντα. Ἔλεγε δέ τις τῶν γερόντων, ὅτι ῾Η ἀγάπη παραθήκας βρωμάτων ἢ χρημάτων τηρεῖν οὐκ ἐπίσταται. Ὁ δὲ αὐτὸς, Οὐκ οἶδα, φη σὶν, εἰς ταυτὸν δὶς ὑπὸ δαιμόνων ἀπατηθείς. Ἐν μὲν οὖν τῷ ἐπιγεγραμμένῳ αὐτοῦ Πρακτικῷ ταῦτα κατὰ λέξιν φησὶν Εὐάγριος· οἷα δὲ καὶ ἐν τῷ Γνω στικῷ αὐτοῦ διέξεισιν, ἀκουσώμεθα. Τέσσαρας ἀρετὰς καὶ τὰς θεωρίας αὐτοῦ παρὰ τοῦ δικαίου Γρηγορίου μεμαθήκαμεν εἶναι· φρόνησιν καὶ ἀνδρίαν, σωφροσύνην καὶ δικαιοσύνην. Καὶ φρονήσεως μὲν ἔργον ἔλεγεν εἶναι τὸ θεωρεῖν τὰς νοερὰς καὶ ἁγίας δυνάμεις δίχα τῶν λόγων· τούτους γὰρ ὑπὸ τῆς σο φίας δηλοῦσθαι παραδέδωκεν· ἀνδρίας δὲ τὸ ἐγκαρτερεῖν τοῖς ἄθλοις καὶ πολεμούμενον, καὶ μὴ ἐμβα τεύειν εἰς τὰ μὴ ὄντα. Καὶ τὸ παρὰ τοῦ πρώτου γεωργοῦ δέχεσθαι σπέρμα, καὶ ἀπωθεῖσθαι τὸν ἐπισπορέα, τῆς σωφροσύνης ἴδιον ἀπεκρίνατο εἶναι. Δικαιοσύνης δὲ πάλιν τὸ κατ᾽ ἀξίαν ἑκάστου λόγου ἀποδιδέναι, τὰ μὲν σκοτεινῶς ἀπαγγέλλουσαν, τὰ δὲ δι' αινιγμάτων σημαίνουσαν, τινὰ δὲ καὶ φανε ροῦσαν πρὸς ὠφέλειαν τῶν ἁπλουστέρων. Τῆς ἀλη θείας ὁ στῦλος ὁ Καππαδόκης Βασίλειος, Τὴν ἀπ ἀνθρώπων, φησίν, ἐπισυμβαίνουσαν γνῶσιν προσεχής μελέτη καὶ γυμνάσιον κρείσσονα ποιεῖ· τὴν δὲ ἐκ Θεοῦ χάριτος ἐγγενομένην δικαιοσύνη καὶ ἀοργησία καὶ ἔλεος. Καὶ τὴν μὲν προτέραν δυνατὸν καὶ τοὺς ἐμπαθεῖς ὑποδέχεσθαι· τῆς δὲ δευτέρας οἱ ἀπαθεῖς μόνοι εἰσὶ δεκτικοί· οἳ καὶ παρὰ τὸν καιρὸν τῆς προσευχῆς τὸ οἰκεῖον φέγγος τοῦ νοῦ περιλάμπον αὐτοὺς θεωροῦσι. Τῶν Αἰγυπτίων ὁ ἅγιος φωστήρ ᾿Αθανάσιος, Την τράπεζαν, φησί, Μωϋσῆς εἰς τὸ Βόρειον μέρος στῆσαι προσέταξε. Γίνωσκέτωσαν οἱ Γνωστικοὶ τίς ὁ πνέων ἐστὶ κατ' αὐτῶν, καὶ πάντα πειρασμὸν γενναίως ὑπομενέτωσαν, καὶ μετὰ προ θυμίας τοὺς προσιόντας τρεφέτωσαν. Ελεγε δὲ ὁ τῆς Θμουϊτῶν Ἐκκλησίας ἄγγελος Σεραπίων, ὅτι ὁ νοῦς μὲν πεπωκώς πνευματικὴν γνῶσιν, τελείως καθαίρεται· ἀγάπη δὲ τὰ φλεγμαίνοντα μόρια τοῦ θυμοῦ θεραπεύει· πονηρὰς δὲ ἐπιθυμίας ἐπιρρεούσας ἵστησιν ἐγκράτεια. Τοὺς περὶ προνοίας καὶ κρίσ σεως κατὰ σαυτὸν ἀεὶ γύμναζε λόγους, φησὶν ὁ μέσ γας καὶ γνωστικός διδάσκαλος Δίδυμος· καὶ τούτων τὰς ὕλας διὰ μνήμης φέρειν πειράθητι. Απαντες γὰρ σχεδὸν ἐν τούτοις προσπταίουσι· καὶ τοὺς μὲν περὶ κρίσεως λόγους ἐν τῇ διαφορᾷ τῶν σωμάτων καὶ τοῦ κόσμου εὑρήσεις, τοὺς δὲ περὶ προνοίας ἐν τοῖς τρόποις τοῖς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπὶ τὴν ἀρετὴν, ᾗ ἐπὶ τὴν γνῶσιν ἡμᾶς ἐπανάγουσιν. Ταῦτα μὲν γεύματος χάριν ἐκ τῶν Εὐαγρίου ὑμῖν παρεθέμεθα.
col. 725–726page 359 of 633
PG 146:725ΚΕΦΑΛ. Δ'. Μνεία ἐν συνόψει των τηνικαῦτα περιβοήτων ἀνδρῶν· ὡς Θεοῦ προνοίᾳ ἀντιῤῥόπους τῷ μεγέθει τοῦ κλύδωνος τοῦ τότε ὁ χρόνος τού τους ἐπήνεγκε. τον Κατὰ δὲ τὸν αὐτὸν χρόνον πολλοὶ καὶ ἄλλοι ἐν το διαφέροις τύποις καὶ μοναστηρίοις διέλαμπον θαν μαστοὶ καὶ θεοφιλεῖς ἄνδρες, οὓς ἐν μνείς τό γε νῦν ἔχον ποιεῖν ἔξω τοῦ προκειμένου γενοίμεθα ἑκάστου τόν τε βίον καὶ πολιτείαν καὶ ὅτα ενήρ γησαν θαύματα. Εἰ δέ τῳ σκοπὸς τὰ περὶ αὐτῶν ἀκριβῶς διειδέναι, τί τε εἶπον καὶ ἔπραξαν προς τὴν τῶν ἀκουόντων ὠφέλειαν, ὅπως τε καὶ θῆρες αὐτοῖς ὑπετάγησαν, Παλλάδιος ὁ Εὐαγρίῳ μαθητευθεὶς τὰ περὶ αὐτῶν πάντα εἰς ἓν αθροίσας βιβλίο», ἄριστα διεξῆλθε· καὶ τούτῳ τοῖς βουλομένοις ἐν τυγχάνειν προτρέπομεν. Ἐν ᾧ οὐκ ἀνδρῶν μόνων, ἀλλὰ καὶ γυναικῶν βίους ἐφαμίλλως πολιτευσαμέν νων τοῖς προειρημένοις θείοις ἀνδράσιν εὐλαβῶς διεξέρχεται. Αλλά Ευάγριος μὲν καὶ Παλλάδιος ἐπὶ τῆς ἐχομένης ήνθησαν βασιλείας. Οὗτοι μὲν οὖν ἀσκηταὶ καὶ τῆς ἀρετῆς ἐπιμελεῖ; φροντισταί, κατ' ἐκεῖνο διέπρεπον τοῦ καιροῦ· ἐν δ᾽ ἐπισκόποις Βα σίλειός τε ὁ μέγα; καὶ Γρηγόριοι άμφω, ὅ τε Θεο λόγος καὶ ὁ τῶν Νυσσαέων φωστήρ· ὁ μὲν σύσκηνος καὶ σύμπνους ἐκείνῳ καὶ ἐφ᾽ ἅπασι συνεργῶν, ὁ δ' ἀδελφὸς ὡς μάλιστα καθεστώς. Συνήργει δὲ αὐτοῖς καὶ Πέτρος ἀδελφὰ φρονῶν, τοῖς αὐτοῖς πατράσι χρησάμενος οἷς καὶ Βασίλειος· καὶ παιδείας μὲν τῆς θύραθεν οὐκ εἰς τόσον ἥκων, ἐπίσης δ' ἐκείνοις τὰς τοῦ βίου μαρμαρυγὰς ἀφιείς. Οὗτοι μὲν ἐν Καππαδοκία διέλαμ ἐν δὲ Πισιδία Οπτιμος, καὶ ἐν τῇ Λυκαίνων ὁ πολὺς Ἀμφιλόχιος, ὑπὲρ τῆς προγονικής γεν ναίως ἀνθιστάμενος πίστεως. Ἐν μὲν οὖν τῇ ἔῳ οὗτοι πρόβολοι, μετ' Ἀθανάσιον, τῆς ἱερᾶς ἡμῶν πίσ στεως ἦταν ἐν δὲ τῇ ἑσπέρᾳ Δάμασος τῆς Ρω μαίων Εκκλησίας ἡγούμενος, πολὺ τὸ τῆς ἀληθείας φέγγος ἀπέστιλβε· καὶ ὁ θεῖος 'Αμβρόσιο; τῆς Με διολάνων ἐγκεχειρισμένος τοὺς οἵακας· οἳ καὶ πόρ ῥωθεν λαχόντες οἰκεῖν, πυκνὰ τὰ τῆς ἀληθείας βέλη κατέπεμπον. Καὶ ἄλλοι δὲ πλεῖστοι τὰς ἐσχατιάς τῆς γῆς οἰκεῖν ἠναγκασμένοι, οἷά τισιν ἀκοντίοις τοῖς γράμμασι χρώμενοι, τοὺς πολεμίου; τῆς Ἐκ κλησίας ἡκόντιζον, τοὺς δὲ γνησίους ἐστήριζον. Τῷ γὰρ μεγέθει τοῦ κλύδωνος ὁ τῶν ὅλων πρύτανις ἀντιῤῥόπους ἔπεμψε καὶ τοὺς κυβερνήτας· τῶν τε ποικίλῳ καὶ σφοδρῷ τῶν πολεμίων καὶ στρατηγῶν ἀνάλογον ἀντέταξεν ἀρετήν· καὶ τῷ ἀκμαίῳ τῆς νόσου ταῖς τῶν καιρῶν δυσχερείαις τὰ ἀλεξίκακα καὶ πρόσφορα ἐπέστησε φάρμακα· φοράν τοσούτων ἀνδρῶν ἔν τε τοῖς πλήθεσι καὶ ταῖς ἐκκλησίαις, πρὸς δὲ καὶ μοναστηρίοις καὶ ὄρεσιν ἀναδείξας. Οι ταύτης δὲ τῆς προμηθείας τὰ ἡμέτερα κατηξίωσεν ὁ τῶν ὅλων Θεός, ἀλλὰ καὶ ἄλλης μεγίστης κηδεμονίας πρύτανις ὤφθη. Ελκύσας γὰρ τὸ Γότθων ἔθνος ἐπὶ Θράκης, τὸν αἴτιον τῆς συγχύσεως κατά γεν ἐπὶ τὸν Βόσπορον· καὶ προφανεί παραδέδωκεν ἀπωλεία τὸν κατὰ Θεοῦ μόνου καὶ τῶν ἐκείνου θερα

Chapter XLVCaput XLV

col. 727–728page 360 of 633
Caput XLIV
PG 146:727τήριον. Ὅπως δὲ γέγονε, μίαν αὐτοῦ πρότερον ἀνοσιουργίαν εἰπὼν, ἐπὶ τὸ τέλος αὐτοῦ βαδιούμαι. Περὶ μὲν οὖν τῶν κατὰ τοὺς Εκκλησίας θεσμούς φιλοσοφησάντων ἐφ᾽ ὅσον μοι δυνατὸν τοσαῦτα διέ λαδου. πευτῶν εἰδότα στρατεύειν· Ουάλεντα λέγω τὸν ἀλι Θεοδ. ΚΕΦΑΛ. ΜΕ'. Περὶ τῆς ἀπωλείας τῶν ῾Ελληνιστῶν διὰ τὴν αἰτίαν τῶν καταστίκτων γράμμασι χρησμών, ἀρχομένων ἀπὸ τοῦ θ στοιχείου ἄχρι τοῦ δ καὶ περὶ φιλοσοφίας, καὶ Θεμιστίου τοῦ φιλο σόφου. Οτα οὗτος εἰπὼν Ουάλεντι, μικρὸν ἐκεῖνον τοῦ διώκειν ἀνέσχεν. Τῶν δ' Ἑλληνιστῶν καὶ τῶν ὅσοι γένους ἐπισήμου ἦσαν, σχεδόν διεφθάρησαν, αἰτίαν σχόντες τοιάνδε· οἱ γὰρ προὔχειν ἐν τούτοις νομίζοντες τὴν τῆς ἡμετέρας Εκκλησίας καὶ τοῦ Χριστιανισμοῦ εἰς τόσον αὔξησιν ὁρῶντες, δυσχεραίνοντες ἦσαν· καὶ λίαν ἀσχάλλοντες, βουλὴν ἔπραττον, ὥστε μαντείαι; καί τισιν ἄλλαις ἐπαοιδίαις μαθεῖν, δς ἄρα μετά Ουάλεντα τῆς Ῥωμαίων ἡγήσοιτο. Καὶ δὴ τρίποδα ξύλινον δάφνης πεποιημένον κατασκευάσαντες, τὸ πρὸς βουλῆς ἐξετέλεσαν. Επικλήσεις γὰρ καὶ λό γους οἷς ἐκείνοις ἔθος ποιεῖν, συλλογῇ γραμμάτων τοῦ τρίποδος μηχανήμασι κατὰ στοιχεῖον συντεθειμένων, τούνομα τοῦ βασιλέως συλλαβεῖν ἐπειρῶντο. Κεχηνόσι δὲ αὐτοῖς πρὸς Θεόδωρον, ἄνδρα τῶν ἐν τοῖς βασιλείοις στρατευομένων, Ελληνα μὲν τὴν θρησκείαν, λόγου δὲ καὶ φιλοσοφίας ἡμμένον, ἐπεὶ μέσ χρι τοῦ δέλτα κατὰ συνθήκην τῶν στοιχείων σύνταξις ἧκε, καὶ τὴν προσηγορίαν ὑπέφαινε τοῦ μετ' Ουάλεντα ἄρξοντος, εἰς φενάκην ἦγε το μαντείον τους φιλοσόφους· καὶ ὅσον οὔπω Θεόδωρον ἄρξειν ᾤοντο. Επεί δ' Οὐάλῃ ἡ ἐπιχείρησις εγνωρίζετο, ἅτε δὴ πρὸς ζωὴν ἐπιβουλευθεὶς, οὐ μετρίως ἔφερε τὸ γενόμενον· καὶ δῆλος ἦν οὐκ ἀνεκτῶς ἔχων. Σφόδρα δὲ χαλεπήνας, τόν τε Θεόδωρον καὶ τοὺς τρίποδος τεχνίτας συνείχε. Καὶ τοὺς μὲν πυρὶ ἀπανθρώπως ἐκόλασε, Θεόδωρον δὲ ἀφῃρεῖτο τὴν κεφαλήν. Επίσης καὶ οἱ ἀνὰ πᾶσαν αὐτοῦ τὴν χώραν φιλοσοφοῦντες ἐφθείροντο· οὐ μόνον δ' ἐκεῖνοι, ἀλλὰ καὶ οἱ ἐσθῆτι μόνη τῇ ἐκείνων ἐχρῶντο. Τῷ δέει δὲ τοῦ κινδύνου οὐδὲ ἄλλως τις ἐπιτηδεύων κροκωτῷ ἐχρῆτο τρίβων, ὡς ἂν μὴ δι᾽ ὑπονοίας γένοιτο, τὴν σχολὴν περὶ τελε τὰς καὶ μαντείας ἔχων. Εγώ δ' ἄν μοι δοκῶ καὶ ἀμ φοτέρων πολλὴν καταγινώσκειν εὐήθειαν· τοῦ τε γὰρ βασιλέως τῆς ἐπὶ τόσον ὀργῆς καὶ ἀπανθρωπίας, καὶ τοὺς φιλοσόφους τῆς ἄγαν προπετείας τε καὶ ἐφέσεως, καὶ τῆς μὴ κατὰ φιλοσοφίαν ἐπιχειρήσεως. Ὁ μὲν γὰρ εὐηθείας ἀνάπλεως ὤν, ἀναιρήσειν ᾤετο τὸν μετ' αὐτὸν βασιλεύσοντα· καὶ οὔτε τῶν ζητούν οὔτε περὶ οὗ ἐμαντεύοντο φειδώ τινα ἔσχεν οἱ δ᾽ ὡς ἐπ' αὐτοῖς ὃν βασιλέα καθαιρεῖν, καὶ αὖθις ἐγείρειν, εἰς τόσον δήτ' ἀνοίας προήχθησαν. ὡς δὲ των,
col. 729–730page 361 of 633
PG 146:729ἐγώ τινος ήκουσα, οὐδὲ τῶν ὁμωνύμως ἐκείνῳ ἐχόντων τινὸς Ουάλης ἐφείσατο, οἵτινες τέως ἦταν ἐπίσημοι, ἔκ τε τῆς αὐτῆς προσηγορίας ἢ καὶ ὁμοίας, ἀπὸ τοῦ Θῆτα δ' ὅμως τὴν ἀρχὴν ἐχούσης, Καὶ τοίνυν Θεόδοτος και Θεόγνωστοι, καὶ Θεοδόσιοι καὶ Θεόδουλοι ἀπεκτείνοντο· ἐν οἷς και τις Θεοδοσίολός, ἀνὴρ τῶν ἐπισήμως στρατευομένων, εὐπατρίδης, ἐξ Ισπανίας ἕλκων τὸ γένος. Πολλοὶ δὲ τῷ δέει κατεπτηχότες, καὶ τὰς ἐξ ἀρχαίου κλήσεις, &; οἱ γονεῖς αὐτοῖς ἐχαρίσαντο, ἀπηρνοῦντο, μετατιθέμενοι διὰ τὸ τοῦ καιροῦ δυσχερές. Ἐμοὶ δὲ πρὸς τοὺς φιλοσόφους τοσαῦτα ῥητέον·. Εἰ μὲν, ὦ ο της, τῇ τῶν ἄστρων φορᾷ τὰ τοιαῦτ᾽ ἐλογίζεσθε, ἐχρῆν προσδοκᾶν τὸ ἐσόμενον· εἰ δὲ τῆς Θεοῦ βου τῆς ἤρτηται, εἰς τί τὸ περιεργάζεσθαι; Οὐ γὰρ ἔστι προγνώσει τινὶ καὶ σπουδῇ ἀνθρωπίνη τὸ δόξαν εἰ Είναι Θεr. Εἰ δέ που καὶ τοῦτ' ἐξὸν εἶναι δοίημεν, οὐ δήπου καλῶς εἶχεν, ἀνθρώπους γε ὄντας, εἰ καὶ πάντων σοφίᾳ διαφέροντας, ἄμεινόν τι Θεοῦ βο λεύεσθαι. Εἰ δ᾽ ἁπλῶς οὕτω τῇ ἐφέσει τῆς περὶ τὸ μέλλον εἰδήσεως ἀλογίστως ἐπὶ τὸν προφανή κίνδυνον ἤλασθε, τοὺς ἐκ πολλοῦ τεθέντας Ρωμαίοις νό μους υπεριδόντες, πάντως και συγγνώμης ὡς πορ ῥωτέρω δρῶντες ἐλάθετε. Καίπερ ὁπηνίκα τὸ ἑλλη νίζειν καὶ θύειν ἀκίνδυνον ἦν, τέως ταυτὰ τῷ πάλαι καθ' ὑμᾶς Σωκράτει φρονῆσαι ἐχρῆν· ὅς παρὰ δί κὴν τὸ κώνειον μέλλων πίνειν, ἐξὸν σώζεσθαι, αἰδεῖ νόμων καθ' οὓς ἐτράφη, καίπερ πρὸς ἰσχύος ὂν, τὸ δεσμωτήριον οὐ διέδρασεν.» Ἀλλ' ὅπως μὲν ἕκαστος δόξης περὶ ταῦτ' ἔχει, φρονείτω τε καὶ λεγέτω. Οὐάλης δ' ἔτι πρὸς τῇ παρ' Ορόντῃ διατρίβων Αντιοχείᾳ, ἐπέτριβε τοὺς ἑτέ ρως ἢ ὡς αὐτῷ ἐδόκει περὶ τὸ θεῖον δοξάζοντας, καὶ ἀνακράτος ἐξήλαυνεν· ἕως οὗ Θεμίστιος ὁ φιλόσοφος ο τὸν προσφωνητικὸν αὐτῷ ἀναγνούς λόγον, τοῦ χαλεπαίνειν οὕτω μετρίως ἀπέπαυσε. Παρήνει γὰρ ἐν αὐτῷ μὴ ξενίζεσθαι τὴν διαφωνίαν τῶν ἐκκλησιαστικῶν δογμάτων, πολλῷ τῶν παρ' Έλλησι μείω γε οὖσαν· παρὰ γὰρ ἐκείνοις ὑπὲρ τὰς τριακοσίας εἶναι δόξας, κἀντεῦθεν καὶ πλείστην εἶναι συμβαίνει την διαφορὰν ἐν πλήθει δόξης. Επεί τοί γε καὶ Θεῷ φίλων ἔλεγεν ἴσως τὸ μὴ πρόχειρον εἰς γνῶσιν εἶναι διάφορόν τε πᾶσιν ἐγκεῖσθαι δόξαν, ὅπως ἑκάστῳ μᾶλλον δέος ἐνείη τῷ ἀκαταλήπτῳ τῆς γνώσεως, λογιζομένῳ πηλίκος ἂν εἴη καὶ οἷος, οὗ μετρίως ἀφίκετο. Ἐκ τοίνυν τῶν τοιούτων τοῦ φιλοσόφου λόγων μετριώτερος γενόμενος, οὐ πάνυ χαλεπαίνων ὡς πρότερον, τὰς κολάσεις ἐπῆγεν. Οὐ μὴν παντελῶς ἔληγε τῆς ὁρμῆς· ἀλλ' ἀντὶ θανάτου ἐξορίαν ἐπετίθει τοῖς ἱερᾶσθαι λαχοῦσιν, ἄχρις οὗ κοινῶν φροντίδων ἐπιφοραὶ γενόμεναι ἀπησχόλησαν τὴν περὶ τὰ τοιαῦτα σπουδήν.

Chapter XLVICaput XLVI

col. 731–732page 362 of 633
PG 146:731ΚΕΦΑΛ. ΜϚ'. Περὶ Μανΐας τῆς ἐξ ᾿Αράβων· ὅπως μετὰ 'Ρω μαίων μάχην ἄρασα, αὖθις ἐπὶ σπονδὰς ἐγώ. ρει· καὶ περὶ τοῦ πρώτου ἐπισκόπου αὐτῶν Μωσέως. Καὶ γὰρ τοῦ Σαρακηνῶν κατάρχοντος τεθνηκότος, οἱ πρὸς Ρωμαίους σπονδαὶ διελύοντο. Καὶ δὴ Μαυ Τα ἡ αὐτοῦ γαμετὴ τὴν τοῦ ἔθους ἐπιπροπὴν ἔχουσα, Φοινίκην τε καὶ Παλαιστίνην καὶ τὰ πρὸς Αἴγυπτον ἐξ εὐωνύμων τοῖς τὸν Νεῖλον ἀναπλέουσι κατὰ τὸ Αράβιον καλούμενον κλίμα ἐπιοῦσα, ἐδῄου. Ὁ δὲ πόλεμος, οὐχ ὡς παρὰ γυναικὸς δῆθεν ἐσκευασμένος, ῥᾴδιος ἦν· καὶ γάρ φασι μεγίστην τε καὶ καρ τεράν, εἴπερ ποτέ, καὶ ταύτην συῤῥαγῆναι τὴν μέσ χην 'Ρωμαίοις· καὶ ἐς τόσον δέους ἐλθεῖν, ὡς καὶ τῶν κατὰ τὴν ἕω ταγμάτων τὸν ἐξηγούμενον σύμ μαχον τὸν ἐν Φοινίκῃ στρατηγὸν μετακαλέσασθαι συλλαβεῖ». Τὸν δὲ γελάσαι μὲν τὴν κλῆσιν, καὶ ἀπό μαχον γενέσθαι συμβουλεῦσαι τὸν κεκληκότα τῆς δὲ παρατάξεως γενομένης Μαυΐας ἀντιστρατηγούσης τραπῆναι τὸν τῶν ἀνατολικῶν ἐξηγούμενον, καὶ μόλις διασωθῆναι παρὰ τῶν Παλαιστινῶν καὶ τῶν ἐν Φοινίκῃ στρατιωτών. Επεὶ γὰρ οἶδεν ἐκεῖνον φεύ γοντα προτροπάδην, ἔξω μάχης ἑστάναι, ὥσπερ ἦν προστεταγμένον, εύηθες ᾤετο. Καὶ δὴ προσβαλών, κατά στόμα προσυπήντα τοῖς ᾿Αραψι· τῷ δὲ καιρὸν ἐδίδου φεύγειν ἐν ἀσφαλεῖ. Αὐτὸς δὲ ἠρέμα ἀναχωρῶν, ἀφίει καὶ φεύγων τὰ βέλη, καὶ τοὺς πολεμίους εἰστρέχοντας, τοῖς βέλεσιν ἀπεκρούετο· ὰ δὴ καὶ πολλοῖς ἐπὶ μακρὸν διὰ μνήμης ἦσαν· Σαρακηνοὶ δὲ καὶ ἐν μέλεσιν ᾗδον. Σφοδρᾶς δὲ τῆς μάχης ἐπιχει μένης, δεῖν ἐδέχει πρεσβείαν ὑπὲρ εἰρήνης προς Μαυίαν ποιεῖν. Τὴν δ᾽ ὑπερφρονοῦσαν, τὰ μὲν πρῶτα μὴ καταδέχεσθαι τὰς Ρωμαϊκές σπονδάς τὰ ἡμέτερα δὲ μυηθεῖσαν, ἐς ὕστερον δέξασθαι, είγε καὶ ἡ τηνικάδ᾽ ἐν ταῖς πέλας ἐρήμοις φιλοσοφών Μωσῆς ἐπίσκοπος τοῖς ὁ τὸ τὴν ἀρχὴν αὐτῆς χειροτονηθείη, ἀνὴρ ἀρετῇ καὶ ἀκριβείᾳ βίου, σημείοις καὶ τέρασι πολλοῖς διαλάμπων. Τοῦ δὲ βασιλέως μηνύσαντος οἷς ἐπιτέτραπτο ἡ τῶν ἐνθάδε ἡγεμονίᾳ, συνελαμβάνετο Μωϋσῆς, καὶ ἐπὶ χειροτονίαν παρὰ τὸν τηνικαῦτα τὴν ᾿Αλεξάνδρου λαχόντα Λού κιον ήγετο. Ο δὲ παρρησίᾳ πάντων, ο Επίσχες, ἔφη· οὐ γὰρ ἀξίως ἔχω, όνομα καὶ τιμὴν ἀρχιερω η σύνης κληροῦσθαι. Εἰ δ' ἄρα μοι καὶ ἀναξίως ἔχοντε τοῦτ' ἐπινεύοι Θεὸς, τοῦτον ἐπιμαρτύρομαι ὡς οὐκ ἄρα μοι τὰς σὰς αὐτὸς χεῖρας ἐπιβαλεῖς, αἷματι καὶ λύθροις πεφυρμένας ἁγίων ἀνδρῶν.» Πρὸς δὲ ταῦτα ὁ Λούκιος μὴ ὅσια ποιεῖν ἔλεγε, πρὶν μαθεῖν τὴν ἐκείνου πίστιν, ἀποσειόμενον. Εἰ δὲ λόγος δια βολῆς, κριτὴν γενέσθαι, καὶ τὰ κατ' αὐτὸν ἀκούειν προτρέπετο. Μωσῆς δὲ, «᾿Αλλὰ σαφῆ τὴν σὴν πίσ στιν δείκνυσιν ἡ τῶν ἐπισκόπων καὶ πρεσβυτέρων ὑπερορία, καὶ ὅσοι ἐν μετάλλοις πικρῶς τὸ ζῆν διανύουσι. Καί γε σὺ ἐκεῖνα, οἶμαι, Χριστοῦ γνω
col. 733–734page 363 of 633
PG 146:733ρεύματα οίε:, παντάπασιν ἀλλοτρίως πρὸς Χρι. στὴν ἔχει, καὶ πρὸς τοὺς ὀρθῶς δοξάζοντας τῶν ἀνθρώπων.» Ταῦτα δὲ λέγων ἐπώμνυτο, μὴ ἂν ὑποσχεῖν ποτε τὴν κάραν Λουκίῳ. Καὶ δὴ οἱ τῶν Ῥωμαίων ηγεμόνες παραιτησάμενοι Λούκιον, πρός τοὺς ἐν φυγῇ ὄντας τῶν ἐπισκόπων τὴν Μωσήν ἄγουσιν· ἐξ ὧν τὸ χρίσμα τῆς ἱεραρχίας λαβών, περὶ τοὺς Σαρακηνούς ἦλθε· καὶ τὰ μεταξύ Ρω μαίων καὶ ἐκείνων διαλυσάμενος, θεοφιλῆ τὴν ἱεραρ χαν ἐτέλει· καὶ λίαν βραχεῖς εὑρὼν, σχεδόν πάν τας Χριστιανίσαι παρεσκευάσατο. Ἡ δὲ Μανία εἰρήνην τοῦ λοιποῦ ἦγε 'Ρωμαίοις, ὡς καὶ θυγατέρα αὐτῆς Βίκτορι τῷ στρατηλάτῃ κατεγγυῆσαι. Τοσαῦτα καὶ περὶ τούτων. ΚΕΦΑΛ. ΜΖ'. Περὶ τοῦ γένους τῶν Ισμαηλιτῶν καὶ ᾿Αγαρη νῶν, εἴτουν Σαρακηνών, πόθεν τὴν ἀρχὴν ἔσχον, καὶ ὅπως τὸν Χριστιανισμὸν παρεδέξαντο. Τὸ δὲ τῶν Σαρακηνῶν φύλον, τὰ μὲν πρῶτα τὴν τοῦ Ἰσμαήλ προσηγορίαν λαβόν, παῖς δὲ οὗτος τοῦ Αβραάμ, Ισμαηλῖται ἀπὸ τοῦ προπάτορος ὠνομάζοντο τοῖς ἀρχαίοις· ἀποτριβόμενοι δ᾽ ἐκεῖνοι τὸν ἐκ τοῦ νόθου μῶμον, καὶ τῆς δουλείας τὸν ἔλεγχον (δούλη γὰρ ἡ μήτηρ ἐκείνῳ "Αγαρ), Σαρακηνούς σφᾶς αὐτοὺς μᾶλλον ὠνόμασαν, ὡς ἀπὸ Σάββας δη δεν καταγόμενοι τῆς γαμετῆς ᾿Αβραάμ. Εκεῖθεν δὲ τὴν τοῦ γένους σειρὰν ἕλκοντες, ἐπίσης Εβραίοι; ὡς ἐπίπαν τὴν πολιτείαν αὐγοῦσι· τήν τε γὰρ περι τομὴν ὡς ἐκεῖνοι ἀσπάζονται, καὶ τῶν ὑείων κρεῶν ἀπέχονται· καὶ πολλὰ ἔθιμα ἐκείνων φυλάττειν σπουδάζουσιν. Εἰ δὲ μὴ διόλου ἐπίσης πολιτεύονται, ἢ τῷ χρόνῳ δοτέον, ἢ καὶ τῇ ἐπιμιξίᾳ τῶν περιχύ κλῳ ἐθνῶν. Καὶ γὰρ Μωσης πολλῷ χρόνῳ ὕστερον γεγονώς, τοῖς ἐξ Αἰγύπτου διαφυγοῦσιν ἐνομοθέτει. Οἱ δὲ πρόσοικοι τούτων, οἷα δεισιδαίμονες, τὴν ἐξ Ισμαήλ πατρικὴν ἀγωγὴν διέφθειραν· καθ᾿ ἣν μένην οἱ ἐξ ἀρχαίου Ἑβραῖοι ἐπολιτεύοντο, πρὸ τῆς Μωσέως νομοθεσίας ἀγράφοις κεχρημένοι τοῖς ἔθεσι. Καὶ σέβας ἐπίσης τοῖς ὁμόροις ἔνεμον, παραπλησίως τιμῶντες καὶ ὀνομάζοντες δαίμονας· καὶ τῷ θρησκεύειν τοῖς πέλας ἐπίσης σαφῶς ὑπέφαινον τὴν τῶν πατρῴων νόμων παραποίησιν. Οἷα δὲ φιλεῖ, τῷ πολλῷ χρόνῳ τὰ μὲν ἡ λήθη ἀπέκρυπτε, τὰ δ' ἐπρέσ Γευεν. Εἶτα τῶν τινες αὐτῶν Ἰουδαίοις συγγεγονότες, ὅθεν τὴν ἀρχὴν ἔσχον, ἀνεδιδάσκοντο, καὶ ἐπὶ τὸ συγγενές αὖθις ἀνέτρεχον, καὶ πάλιν τοῖς Ε βραίων έθεσι καὶ νόμοις ἐχρήσαντο. Ἐξ ἐκείνου δὲ καὶ ἔτι σχεδὸν οἱ πάντες Ἰουδαϊκῶς ζῶσιν. Οὐ πάνυ δὲ πόρρω τῆς Ουάλεντος ἀρχῆς καὶ τὰ Χρι στιανῶν ἐτελέσθησαν, μετασχόντες τῆς θείας χάρι τος, τῶν προσοικούντων αὐτοῖς ἱερέων καὶ ἀσκητῶν εἰς τοῦτο δὴ ποδηγούντων, οἳ ταῖς ὁμόροι: τῶν ἐρημιῶν ὁσίως φιλοσοφοῦντες, τῷ καλῶς βιοῦν καὶ

Chapter XLVIIICaput XLVIII

col. 735–736page 364 of 633
Caput XLVII
PG 146:735εἰς Χριστὸν, Ζακέμου τοῦ παρ' αὐτοῖς φυλάρχου τὴν τοῦ βαπτίσματος εἰληφότος χάριν προφάσει τοιάδε· Απαις ἂν ὁ Ζάκομος, κατεγῆρα τὸν βίον, Καὶ δὴ παρά τινι μοναχῷ ἥκων. κλέος πολὺ ἐπαυ χοῦντι, τά τε ἄλλα διομιλούμενος, καὶ τὴν ἐνοῦσαν ἀπωδύρετο συμφοράν. Καὶ γὰρ ὑπερφυῶς περὶ πιλ. τοῦ ἐστε Σαρακηνοῖς ἡ παιδοποιία· οὐκ αὐτοῖς δὲ μόνον, ἀλλ' οἶμαι καὶ βαρβάροις ἅπασιν. Ὁ δὲ θλω ῥος ἐνιεῖς, ἀναχωρεῖν ἐκέλευεν ἐπευξάμενο;, καὶ ὑπεσχημένος μετ' οὐ πολὺ πατέρα γενέσθαι παιδής, εἰ μόνον ἔλοιτο πιστεύειν Χριστῷ. Ἐπεὶ δ᾽ εἰς πέο ρας ἧκεν ὁ λόγος, καὶ ὁ παῖς τεχθεὶς ἀληθῆ τὴν εὐχὴν ἔπραττεν, αὐτός τε ὁ Ζάκομος ἐμυείτο, καὶ τοὺς ὑπ' αὐτὸν ἅπαντας ἦγεν ἐπὶ τὴν χάριν. Ἐξ ἐκείνου τὴν φυλὴν ταύτην εὐδαιμονῆσαι λόγος, καὶ ἐς πλῆθος καὶ μέγεθος ἐπιδοῦναι, καὶ Σαρακηνοίς τε καὶ Πέρσαις φοβεραν γενέσθαι. Ἀλλὰ περὶ μὲν τῶν Ισμαηλιτῶν ἦτουν Σαρακηνῶν ὅπως τὸν Χρι στιανισμὸν καὶ ἐσύστερον παρεδέξαντο, καὶ ὅσα περὶ τοῦ πρώτως αὐτοῖς ἐπισκοπήσαντο; ἐπυθόμην, ὧδε ἔσχεν. τοῖς παραδόξοις τῶν ἔργων διεθρυλλούντα· ὅτε δὴ λέγεται, καὶ φυλὴν ἅμα πᾶσαν ἀθρόαν μεταπεσεῖν ΚΕΦΑΛ. ΜΗ. Περὶ τοῦ ἔθνους τῶν Γότθων καὶ Ούννων, όπως καὶ ἐκ ποίας αἰτίας εἰς τὴν 'Ρωμαίων διὰ τοῦ Ιστρου επεραιώθησαν· καὶ περὶ ᾿Αθαναρίχου καὶ Φιρτιγένους· ἔτι δὲ καὶ Οὐλφίλα τοῦ παρ' αὐτοῖς ἐπισκόπου· καὶ ὅπως ὕστερον κατά 'Ρωμαίων κινηθέντες, Ουάλεντα ἐξ Ἀντιοχείας εἰς τὴν Κωνσταντινούπολιν είλκυσαν. Οὐ τοῦτο δὲ μόνον τὴν ὁρμὴν ἀνέσχεν Ουάλεντος, ἀλλὰ καὶ ὅ τούτου χειρόν τε καὶ ὀλεθριώτερον. Γότθος γὰρ οἱ τὰ μὲν πρῶτα πέραν Ἴστρου τὰς οἰκή σεις εἶχον, τῶν ἐκεῖσε βαρβάρων τὸ κράτος αὐτοῦν τες, παρὰ δὲ τῶν Ούννων ἐκεῖθεν ἐξελαθέντε;, περί τὰ Ῥωμαίων τρια διεπεραιώθησαν. Εἶεν δ' ἂν Ούν νοι οὗτοι, οὓς οἱ παλαιοὶ Νεβροὺς κατωνόμαζον, παρὰ τὰ 'Ριπαῖα όρη κατῳκημένοι· ἐξ ὧν ὁ Τἀνεῖς εἰς τὴν Μαιώτιδα λίμνην κατασυρόμενος, τὸ μεῖ θρον ἐκδίδωσιν· ἄγνωστον γὰρ ἦν Θραξὶ μάλιστα τοῦτο τὸ ἔθνος, οἳ τὰ παρίστρια νέμονται, καὶ Γίτα θοις αὐτοῖς. Πάλιν Θράκες καίπερ ἀλλήλοις προσοικοῦντες, ἑκάτεροι ἐν ἀδήλῳ ἦσαν ἀλλήλοις. Μεγίστη γὰρ λίμνη ἑκατέρους διατειχίζουσα ἦν, καὶ ἕκαστον ἔθνος ᾤετο, τὴν παρ' αὐτῷ οἰκουμένην καὶ τέλο;
col. 737–738page 365 of 633
PG 146:737εἶναι πάσης ξηρᾶς· τὸ δ' ἐπέκεινα θάλασσαν ἄπλε τον καὶ ὕδωρ ἀπέραντον. Βοῦς δέ τις οἴστρῳ ποτὲ πληγεῖσα, διέθει τὸ ὕδωρ τῆς λίμνης, καὶ εἰς τὸ πέραν διέβαινε. Κατόπιν δὲ βουκόλος ἑπόμενος, ἐπεὶ τὸ τέλος τοῦ ὕδατος ἐθεᾶτο, τοῖς ὁμοφύλοις ἐσήμανεν. Ἔχει δὲ καὶ ἄλλος λόγος, ἔλαφον μᾶλλον, οὐ βοῦν ὑποδεῖξαι τὴν στίβον, ἐξ ἐπιπολῆς καλυπτομένην τοῖς ὕδασιν, ἅτε δὴ τῷ θηρᾶσθαι, τὰς ἄρκυς διαφυγούσαν τῶν Ούννων· οἳ τηνικαῦτα τῷ κατόπιν διώκειν πέραν γενόμενοι, καὶ θεασάμενοι τὴν χώραν, ἀέξι μὲν μετριωτέρῳ χρωμένην, καὶ ἄλλως δὲ πρὸς γεωργίαν ἡμέρως ἔχουσαν· καὶ ἱκανῶς θαυμάσαντες, τότε μὲν ἀπηλλάττοντο, καὶ τῷ καθηγεμόνι τοῦ ἔθνους τὰ βεαθέντα ἀπήγγελλον. Επειτ' ὀλίγους τῶν Γότθων ἐπιστρατεύσαντας, ἀπέπει ρᾶσθαι τοῦ χώρου· οὐ πολλῷ δ᾽ ὕστερον καὶ πανστρατὶ ἐπελθεῖν, καὶ πολέμου νόμῳ τῶν ἐκεῖσε περιγενέσθαι, καὶ ἐν κατασχέσει γενέσθαι τῆς γῆς. Τοὺς δ' ἐκεῖθεν ἀπαναστάντας, διαβῆναι μὲν τὸν Ἴστρον, καὶ ἐς τὰ Ῥωμαίων ὅρια περαιοῦσθαι· εἶτα καὶ ἐς βασιλέα πέμψαι πρέσβεις, συμμάχους ἐσαεὶ σφᾶς καθεστάναι Ρωμαίοις διομνυμένους. Εδεῖτο δὲ ἡ πρεσβεία, ξυγχωρεῖν αὐτοῖς, ὅπη βουλομένοις εἴη, τὰς οἰκήσεις ποιεῖν. Επραττε δὲ τὴν πρεσβείαν Οὐλφίλας ὁ παρ' αὐτοῖς ἐπίσκοπος. Ἐπεὶ δὲ πρεσβεία κατά γνώμην αὐτοῖς ἐχώρει, προϋτρέποντο τὴν Θρᾴκην οἰκεῖν· καὶ μέχρι πολλοῦ εἰρηνικῶς πρός τε αὐτοὺς καὶ πρὸς ἡμᾶς εἶχον. Εἶτα καθ' ἑαυτοὺς διαστασιάζοντες, διχῆ διῃροῦντο· ὧν τοῦ μὲν ἑνὸς τμήματος Αθανάριχος ἡγεῖτο, Φιρτιγένει δὲ τὸ άλλο μέρος προσέκειτο. Καὶ δὴ μάχῃ πρὸς ἀλλή λους συρραγέντες μεγάλῃ, Φιρτιγένης πλείστον ἡττώμενος, ἐν Ῥωμαίους πέμψας αὐτῷ οἱ βοηθεῖν ἐδεῖτο. Καὶ βασιλεὺς ἐπέτρεπε συμμαχεῖν τού; ἐν θάδε στρατιώτας αὐτοῖς. Οὕτω δὲ συμμαχόμενος Φιρτιγένης, τοὺς ἀμφὶ ᾿Αθανάριχον φυγάδας ἐδείκνυ, καὶ τῇ μάχῃ ἐκράτει. Ωσανεὶ δὲ χάριν ἀποδιδοὺς Ουάλεντι, καὶ παντὶ τρόπῳ ἀνόθευτον τὸ πιστὸν, καὶ τὸ φίλος εἶναι καὶ ἔσεσθαι βεβαιῶν, ἐπίσης βασιλεῖ τῆς περὶ τὸ θεῖον δόξης κοινωνεῖν ἤθελε· καὶ τοὺς ὑπ' αὐτὸν βαρβάρους ἔπειθεν ὧδε φρονεῖν. Και γι εὐθὺς ἔπραττε τὸ πρὸς βουλῆς, καὶ εἰς Χριστιανισμέν οὺν τοῖς περὶ αὐτὸν στρατεύματι μετεβάλλετο. Καὶ τοῦτ' οἶμαι αἴτιον γενέσθαι τὴν ᾿Αρείου πίστιν τὸ σύμπαν ἔθνος ἀσπάσασθαι, τὸ ταῦτα τὰ ἐξ ἀρχῆς πρεσβεῦσαι Ουάλεντι. Οὐ τοῦτο δὲ μόνον, αλλὰ καὶ Οὐλφίλας ὁ παρ' αὐτοῖς ἱερωμένο; τὰ μὲν πρῶτα τῇ καθόλου Εκκλησίᾳ κοινωνῶν ἦν, μηδέν τι δια φερόμενος· τοῖς δὲ περὶ Εὐδόξιον καὶ ᾿Ακάκιον συγ γενόμενος, καὶ ἀπερισκέπτως τῆς ἐν Κωνσταντινουπόλει συνόδων ἐπὶ Κωνσταντίου μετεσχηκώς, διέμεινε κοινωνῶν τοῖς ἱερεῦσιν οἱ τῆς ἐν Νικαίᾳ ὑπερίσταντο πίστεω;· ἔπειτα ἐν Κωνσταντινουπόλει γενομένῳ, τῶν ἀπὸ τῆς ᾿Αρειανῆς αἱρέσεως περί
col. 739–740page 366 of 633
PG 146:739του δόγματος διεξιόντων, ὑπισχνουμένων τε την πρεσβείαν ἐπιτελὴ τὰ ἐς βασιλέα πράττειν, εἰ τα ίσα σφίσι δοξάζειν ἔλοιτο, τῇ χρείᾳ δελεασθείς, ἢ ἴσως καὶ ἄμεινον εἶναι τοῦτ' οἰηθεὶς δοξάζειν περὶ Θεοῦ, ἐκοινώνει τοῖς περὶ "Αρειον, καὶ τὸ σύμπαν φίλον τῆς καθόλου Εκκλησίας διίστα. Καὶ γὰρ τὸ Γότθων γένος ὑπ' ἐκείνῳ καθηγεμόνι πρὸς τὴν εὐσέ βειαν μεταβαλόντες, καὶ δι' ἐκείνου ἡμερωτέρα πολιτεία χρησάμενοι, ῥᾳδίως μάλα ἐκείνῳ ἐπείθον το, καὶ ᾖπερ ἂν ἄγοι, εἴποντο· μηδέν τι φαῦλον εἶναι νομίζοντες ἐκ ψυχῆς, ὅ τι ἂν ἐκεῖνος λέγοι ἢ πράττοι· συντελεῖν δ' ἐς ἅπαν χρήσιμον τοῖς ᾑρη μένεις ζηλοῦν. Οὐ μὴν δὲ ἀλλὰ καὶ πολλήν τινα πεῖραν τῆς ἐκείνου δέδωκεν ἀρετῆς, πολλοῖς ἐγκαρα τερήσας κινδύνοις ὑπὲρ τοῦ δόγματος, πρὶν ἢ τὸ Εθνος εἰς τὸ Χριστιανίζειν μετέβαλε κατάκρας τῆς Ἑλληνικῆς ἐξημμένον θρησκείας. Καὶ γράμματα δ' ἐφευρεν αὐτοῖς πρῶτος, καὶ τὰς θείας Γραφάς μετα φράσας αὐτοῖς παραδέδωκεν. Αίτιον μὲν οὖν ὡς ἐπίπαν τοῖς περὶ τὸν Ιστρον βαρβάροις τα 'Αρείου φρονεῖν, καὶ πρόφασις ἤδη ἐγένετο· καιροῖς δ᾽ ἐκς νοις ὑπ' ᾿Αθαναρίχου πολύ τι πλῆθος διὰ Χριστὸν ἀνῃρεῖτο, Φιρτιγένει προσκείμενον. Καὶ γὰρ υαλο φίλα πείθοντος, καὶ τοὺς ὑπ' ἐκεῖνον τὰ Χριστιανῶν ἀσπάζεσθαι, χαλεπαίνων σφόδρα, ἅτε δῆτα τῶν π τρίων ἀφανιζομένων ἐθῶν, τιμωρεῖν ἐς πλεῖστον ἐπέβαλε· τοῖς μὲν εὐθύνην προσάψας, ὡς δημοσία παῤῥησιασαμένους ἀνεῖλεν ὑπὲρ τοῦ δόγματος· ἐν εἷς καὶ ὁ θαυμαστός Νικήτας ἐτύγχανεν· ἄλλους δὲ καὶ λόγων ἄνευ διέφθειρε. Καὶ γὰρ λέγεται 'ξόανίν τι κατασκευασάμενον, ἐφ᾽ ἁρμαμάξης στῆσαι· καὶ τοῦτ' ἐκέλευε κατὰ σκηνὴν περιάγειν τῶν ἠγγελμέν νων Χριστιανίζειν, καὶ τούτῳ πείθειν, Ούειν τε ἅμα καὶ προσκυνεῖν· αἱ δὲ μὴ τοῦθ' αἱροῦντο ποιεῖν, ἅμ' αὐταῖς καταπιμπρών ταῖς σκηναῖς· καὶ ἄλλο δέ τι τούτου πολλῷ χεῖρον καὶ περιπαθέστερον ἔγνων γενόμενον. Πολλοὶ γὰρ τῇ βίᾳ τῶν θύειν κατεπειγόντων ηναγκασμένοι, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες, ὧν αἱ μὲν ἄρτι γεννηθέντα βρέφη ἐπιμα στίδια περιέφερον, αἱ δὲ νήπια και παιδάρια μικρόν βηματίζειν δυνάμενα, ἐπὶ τὴν σκηνὴν τῆς ἐκκλησίας κατέφυγον. Τῶν δ᾽ Ἑλληνιστῶν πῦρ ἐπαφέντων ἐκείνοις, εἰς τέφραν διέφθειραν. Μικρὸν δ' ὅσον εἰς ὁμόνοιαν τὰ διχῆ διαιρεθέντα τῶν Γότθων ἦλθον. Θράσει δὲ πολλῷ καὶ ἀμέτρῳ ἐπηρμένοι τῇ ἀπονοίᾳ, Θρᾷκας κακῶς ἐποίουν· καὶ πόλεις καὶ κώμας ταύ της ἐπῄεσαν δηοῦντες ἐς μάλιστα· ὁ δῆτα μαθὼν Οὐάλης ἔτι διατρίβων κατὰ τὴν ᾿Αντιόχειαν, τὸ κατ κὺν τῇ πείρᾳ ἐμάνθανε τῆς διαμαρτίας. Μετο γὰρ αὐτῷ χρήσιμον καὶ τῇ ἀρχομένῃ εἶναι τὸ ἔθνο . καταπλήττειν δὲ καὶ τοὺς ἐναντίους ἐντεῦθεν, ὡς ἀεὶ πρὸς ὅπλα καὶ μάχας ἐσκευασμένον. Οὕτω δ' ἐπισφαλῶς δοξάζων, τῶν οἰκείων στρατευμάτων ἡμέλε:· καὶ ἀντὶ τοῦ διδόναι μᾶλλον αὐτοῖς καὶ εἰς στρατείαν ἐπιλέγεσθαι, ἐκ τούτων μάλιστα εἰσέ πραττε τὸ χρυσίον, ὀγδοήκοντα χρυσίνους ὑπὲρ ἑκά στον Γότθου τους συντελεστές ἀπαιτεῖσθαι κελεύσας δ δὴ καὶ ἀρχὴ γέγονε τοῦ τηνικαῦτα πρὸς καὶ μὴν δυστυχήσαι τὴν Ῥωμαίων ἀρχήν. Πάμπαν δὲ τ η
col. 741–742page 367 of 633
PG 146:741ἐλπίδος σφαλεῖς, ἀφίστατο μὲν εἰς ἐξορίαν πέμπειν ο τοὺς τὰ ὁμοούσιον φρονοῦντας· θᾶττον δὲ τὴν ᾿Αντιόχειαν καταλιπών, ἐπὶ τὴν Κωνσταντινούπολιν ἐλαύνων εἰσῇ:ι ἐπηνίκα δὴ καὶ ὁ τῶν ἄλλως φρονούντων πόλεμος μετριάζων ἐλώτα, καὶ ἀναχωχὴν ἐλάμβανε. Τότε δὴ καὶ Εὐξωΐου τοῦ τὴν ᾿Αντιόχου ἐπιτροπεύοντος τελευτήσαντος, Θεόδωρος ὁ τῆς κατὰ Πείριν Τον Ηρακλείας προεστὼς ἐκκλησίας, εἰς τὸν ἐκεί νου μετετίθετο θρόνον, ἀπ᾽ ἐπίσης Ευζωΐῳ φρονών, καὶ τῆς ἐκεῖσε τῶν Ἀρειανῶν συμμαχίας προΐστατο ἀνεθάρρουν δ' αὖθις κατὰ πόλεις καὶ οἱ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου πρεσβεύοντες, καὶ μάλιστα ἡ κατ' Αίγυπτον ᾿Αλεξάνδρεια. Ἐπεὶ καὶ Πέτρος ὁ τῆς ὀρθῆς προϊστάμενος δόξης, ἐκ τῆς ἐν Ῥώμη ἐπανῆκε φυγῆς, Δαμάσου τοῦ 'Ρωμαίων ἡγουμένου ὁμοουσίου, ὠχυρωμένος τοῖς γράμμασιν· ἡ τήν τ' ἐκείνου χειροτονίαν ἐκύρουν, καὶ τὴν ἐν Νικαίᾳ δόξαν ἐκράτυνον. 'β δὴ καὶ ᾿Αλεξανδρεῖς τὰς ἐκκλησίας παρέδωκαν τὸν Λούκιον ἐξελ ἀσαντες· ὃν δῆτα καὶ καταπλεύσαντα ἡ Κωνσταντίνου ἐδέχετο. ΚΕΦΛΑ. ΜΖ'. Περὶ τοῦ ἐλέγχου Ουαλεντινιανοῦ, καὶ τῆς ἐγι στάσεως Τερεντίου, Τραϊανοῦ, καὶ ἑτέρων στρατηγῶν πρὸς Ουάλεντα· καὶ ὡς, τῶν Γότθων τὴν Θράκην ληϊζομένων, πρὸς τῶν πολι των οὗτος ἐλειδαρεῖτο. Ουάλης δὲ τὴν οἰκείαν ἀσθένειαν ἐγνωκώς, πρὸς τὴν ἀδελφὸν πέμπων, ἔτι γὰρ τῷ ζῆν περιήν, ἀμύν νειν ἐδεῖτο. Τὸν δὲ φάναι λέγεται, μὴ ὅσιον εἶναι ἐπαμύνειν ἀνδρὶ διὰ μάχης Μόντι Θεῷ· εύλογον δὲ τὸ θράσος μᾶλλον ἐκείνῳ σμικρύνειν τῷ μὴ συμμαχεῖν αἱρεῖσθαι. Ο δὴ μαθὼν ἐκεῖνος, ἀνία; μᾶλλον έμπλεως ἐγίγνετο πλείονος. Καὶ τοῦ μὲν θράσους ἥκιστα έληγεν· ἐπέκειτο δὲ μᾶλλον τῇ ἀληθείᾳ δια μαχόμενος. Καὶ γὰρ Τερεντίῳ τῷ στρατηγῶν ἀρίστῳ, εἰσενείς δὲ εἴπερ τιν κοσμουμένῳ, ἐκ τῶν κατ' Ἀρμενίαν ἐπανήκοντι τροπαίων, ἐπεὶ ἐκ προτροπῆς δω με νὴν βούλοιτο αἰτεῖν ἐνεδίδου, πάντ᾽ ἐκεῖνος παρ ωσάμενος, χρυσὸν καὶ ἄργυρον, καὶ δυναστείαν καὶ χώραν, μίαν εύλογον καὶ εὐσεβὴ δέησιν ᾔτει· ἦν δὲ αὐτη, μίαν τῶν ἐκκλησιῶν παρασχεθῆναι τοῖς τῆς καθόλου Εκκλησίας ὑπερμαχοῦσι τῇ Ἀντιόχου· τὸν μὲν χάρτην αναγνούς διαρρήσσει, ἄλλα δ' αἰτεῖν προσ έταττεν. Ὁ δὲ τὴν ἱκεσίαν σύντομον ἀθροίσας, Ἐλεξάμην, ἔφη, ὦ βασιλεῦ, καὶ ἔχω τὸ δῶρον, καὶ ἕτερον οὐκ αἰτήσω· σκοποῦ γὰρ κριτής ὁ τῶν ὅλων ΧLΙΧ. Ούχ όσιον ἐπαμύνειν ἀνδρὶ πολεμοῦντι θεῷ, δίκαιον δὲ τὴν τούτου καταπαύειν θρασύτητα. Που

Chapter LCaput L

col. 743–744page 368 of 633
Caput XLIX
PG 146:743Ουάλης, αὐτὸς μὲν τέως ἐν τῇ Κωσταντίνου διέ τριβεν· Τραϊανὸν δὲ τὸν στρατηγὸν καθοπλίσας, συν ἀξιομάχῳ στρατῷ κατ' ἐκείνων ἐξέπεμπεν. Ἐπεὶ δ' ἐκεῖνο; μὲ δὲ τὴν πρώτην προσβολὴν ὑπομείνας, ή της Εμπλεως ἐπανῆνε, μαλακίαν ἐκείνῳ καὶ δειλίαν εγκαλών ή βασιλεὺς διελοιδορεῖτο· ὁ δὲ παρρησία προσηκούσῃ ἀνδρὶ γενναίῳ χρησάμενος, «Ουχ ηττή θην ἐγώ, φησί, βασιλεῦ· σύ δ' ἑκὼν τὴν νίκην ἐκε βάλλεις σαυτοῦ, διαμαχόμενος τῷ Θεῷ, καὶ τὴν ἐκεῖ θεν ροπὴν ἀπωθούμενος, τοῖς ὑπεναντίοις προΐης μᾶλλον· νικῇ δὲ Θεὸς ἀεί. 'Η δὲ νίκη τοῖς ὑπ' ἐκείνῳ στρατηγουμένοις προσγίνεσθαι είωθε. Συντάττεται δ' ἐκείνοις ὑπὸ σοῦ πολεμούμενο;. Οὐ γὰρ ἀγνοεῖς πάντως τίνα; τῶν ἐκκλησιῶν ἐλάσας, τίνας ἀντικα τέστησαςΤαῦτ᾽ οὐ Τερέντιος καὶ Τραϊανός, ἀλλὰ καὶ Ρόδαντος καὶ Βίκτωρ, στραγηγοὶ δὲ καὶ οὗτοι, οὕτως ἔχειν συνέθεντο. Καί γε βασιλεῖ παρήνουν, μὴ σφόδρα χαλεπαίνειν ἐπ' ἐλέγχοις ἀληθείᾳ συνε εξευγμένοι;. Πολὺ δὲ αὐτῷ καὶ τὸ μύσος ήκμαζε τῇ Κωνσταντίνου ἐνδιατρίβοντι· οἱ γὰρ Γότθοι τὴν Θράκην πᾶσαν ληίσαντες, καὶ τὰ προάστεια πάντα δηώσαντες, ἅτε δὴ μηδενὸς ἐπεξιόντες, καὶ τοῖς τεί χεσιν ἐπεχείρουν ήδη προσβάλλειν. Ἡ δὲ πόλις χλο λεπώς έφερε. Καὶ ὅτι μὴ θᾶττον βασιλεὺς ἐπεξήει, ἀλλ' ὑπερετίθει τὸν πόλεμον, ᾐτιῶντο· καὶ διελοιδοροῦντο τούτῳ, ὡς αὐτὸς εἴη μᾶλλον τῇ ραστώνη τοὺς πολεμίους υπενεγκών. Τέλος καὶ ἱπποδρομία εἰς τοὐμφανὲς κατεδίων αὐτοῦ, καὶ ὅπλα ὥστε πολε μεῖν ᾔτουν. Ὁ δὲ βασιλεύς, ἅτε δὴ περιυβρισμένα, θυμῷ πολλῷ κατὰ τῶν βαρβάρων ἐξήλαυνε· πλεῖστα τοῖς πολίταις ἐπαπειλούμενος, ἣν ὑποστρέψῃ, ἐξαν λήψεσθαι δίκην τῶν ἐκ τοῦ δήμου βόρεων· καὶ ὅτι περ οὐ πάνυ πόρρω τῇ τυραννίδ. Προκοπίου προς ἐλε το. Μπείλει δ' ἐρημώσειν τὴν πόλιν, καὶ ἄρο τρον κατ' αὐτῆς ἐμβαλεῖν. κριτής. Δειμαίνων δὲ τὸν τῶν Νοτίων πόλεμον ὁ ο ΚΕΦΑΛ. Ν'. Περὶ τῆς τοῦ ἁγίου Ισαακίου τοῦ μοναχοῦ παρ ῥησίας· καὶ ὡς συμβαλὼν τοῖς Γύτθοις Ομά ης περί που την Αδριανοῦ, καὶ ἐν δωματίω καταφυγών χόρτον έχοντι, διεφθάρη παρά των πολεμίων, δαπάνη γενόμενος τῷ πυρί. Τότε δὲ καὶ Ἰσαάκιον ἐκεῖνον περὶ τὴν Κωνστατίνου μοναχικήν σκηνήν ἔχοντα, φασιν ἰδόντα σύν ἅμα τῇ στρατιᾷ τὸν Ουάλεντα ἐξερχόμενον· ἦν δὲ ὁ ἀνὴρ ἀγαθὸς τά τε ἄλλα, καὶ ἐν ἑτοίμῳ ἔχων δια τὸ θεῖον πάντα κίνδυνον, ὑποστῆναι· προσελθόντα, ταῖν χεροίν τοῦ χαλινοῦ τοῦ ἵππου δράξασθαι οι επ σχος ἦν, καὶ βοῇ μεγάλῃ χρησάμενον ἐπειπεῖν· «Πή οι βαδίζεις, ὦ βασιλεῦ, κατὰ Θεοῦ στρατευσάμενο καὶ μὴ τὴν ἐκείνου ἀρωγὴν ἐπισπώμενος; Και γαρ πως αὐτὸς κατὰ σοῦ τὸ βάρβαρον ήλασεν, ὅτι γε και σὺ κατ' αὐτοῦ τὰς τῶν δυσσεβούντων ἀλλοθρίους και βλασφήμους γλώσσας παρέθηξας· καὶ τοὺς ᾗ χρὴ περὶ αὐτοῦ δοξάζοντας καὶ ὑμνοῦντας, τῶν ἱερῶν περισότ
col. 745–746page 369 of 633
PG 146:745λων ἀπήλασας. Απόδος τοίνυν τοῖς ὀρθῶς δοξάζουσι, καὶ τὸ ἀκρανὲς τῆς ἐν Νικαίς πίστεως τὸν ὄρον φυλάττουσι, τὰς ἀφαιρεθείσας ἐκκλησίας, καὶ ἀπο νησί νικήσεις τὴν μάχην. Εἰ γὰρ παύτῃ σὺ πολεμῶν, παύσεται δηλαδὴ καὶ ὁ ὑπὸ σοῦ πολεμούμενος. Εἰ δὲ θέμενος ἐν δευτέρῳ τὰ εἰρημένα προς παράταξιν ἔλθῃς, αὕτη σε πείρα διδάξει, ὅσῳ τὴ σκληρὸν τί το πρὸς κέντρα λακτίζειν, καὶ τὸ εἰς τὸν οὐρανὸν τις θέναι γλώτταν ἀκόλαστον· οὔτε γὰρ αὐτὸς ἐπανήξοις, καὶ ὅσον δὴ ἐπάγῃ τῆς στρατιᾶς, ἀπολέσεις.» Οργῇ δ' ἀμέτρῳ χρησάμενος ὁ κρατῶν, «Αλλ' ἐπανήξω, ἔφη, σὺν πολλῷ τῷ τροπαίῳ, καὶ τὴν ἀξίαν δίκην τῆς σῆς εἰσπράξομαι τόλμης, ἀπελέγχων σου τὴν ψευδή προφητείαν.» Καὶ αὐτίκα συλληφθῆναι τὸν ἄνδρα προσέταττε, καὶ ὑπὸ φρουρὰν γενέθαι ἕως οὗ ὑπο στρέψειεν. Ο δ' ἀπιὼν ἐβόα, «Κτεῖνον, εἰ φωραθείη τῶν λόγων τὸ ψεῦδος.» Εἰ δ' εἰς ἔργον ἀπέθη τῷ ἐσίῳ τὰ ῥήματα, δηλώσει τὰ πράγματα. Ἐπεὶ γὰρ σύναμα τῷ στρατῷ ἐξῄει, οἱ μὲν βάρβαροι τραπέν Στις ὑπεχώρουν· ὁ δ᾽ ἐπιδιώκων, την Θράκην παρα μείψας, την Αδριανοῦ κατελάμβανεν, ἡ ἐν τοῖς ὁρίοις Μακεδονία; ἐστίν. Οὐ πάνυ δὲ πόρρω γενόμενος, τοῖς βαρβάροις ἐν τῷ ἀσφαλεῖ καθεστῶσιν, ἐξχ πίνης συμβάλλει, μὴ προδιαθέμενος, μηδ' ὅπως χρὴ συντάξας τὴν στρατιάν. Τῷ δ᾽ ἀθρόῳ τῶν βαρβάρων τῆς προσβολῆς τῆς ἵππου διασπασθείσης αὐτῷ, καὶ τοῦ οπλιτικοῦ τραπέντος συντάγματος, ἄλλος ἀλλαχοῦ ἔφευγων· οἱ δ' ἐπιόντες, ἀδεῶς ἔκτεινον. 'Ο δὲ βασιλεὺς καὶ αὐτὸς ἀνακράτος φεύ γων, ἀποβὰς τοῦ ἵπποι, ἅτε δὴ ἀμηχανίᾳ πολλῇ συ σχεθείς, ἔν τινι τῶν κατ' ἀγροὺς οἰκημάτων χόρτω τὴν στέγην ἐπηλυγάζοντι ἑαυτὸν κατακρύπτει, σὺν τοῖς ἑπομένοις ὀλίγοις οὗτι λανθάνειν πειρώμενος. Οἱ δὲ βάρβαροι ξύμῃ ἀσχέτῳ φερόμενο:, ὥσπερ τἆλλα τὰ ἐν ποσίν, οὕτω δὴ καὶ τὸ οἴκημα πυρὸς δι πάνην ἐποίουν, μηδεμίαν, ὥς φασι, περὶ τοῦ βασι λέως λαβόντες ὑπόνοιαν· καὶ σὺν τῇ κώμῃ καὶ τὸν τῆς ἀληθείας ἀντίπαλον κατετέφρωσαν. "Οτε δὴ γος τὸν θεοφιλῆ ἄνδρα τὸν Ἰσαάκιον, ὀπτώμενον τῷ δωματίῳ Ουάλεντα ᾐσθημένον, τῆς ἐκεῖθεν εμφορεί σύ: κνίσσης, καὶ τοῖς ἐν φρουρᾷ καταγγείλαι, ὡς νῦν Ουάλης πυρὶ κατατήκεται· ἡ δὲ ἔσφρησις τῆς ἐκεῖθεν ἀποῤῥεούσης δυσοσμίας αἰσθάνεται. Οἱ μὲν οὖν οὕτω φατὶ φθαρήναι Ουάλεντα· οἱ δὲ καὶ τοῦτο δὴ προστιθέασιν· ὡς εἰσῄει μὲν τὸ δωμάτιον λαβεῖν ἐπειγόμενος, καὶ μέχρι τινὸς ἐλάνθανε· παρέτρεχον γὰρ ἐκεῖνον οἱ βάρβαροι πρόσω ιέμενο:· κρύπτεσθαι γὰρ ἐκεῖσε τὸν βασιλέα οὐδ᾽ ἐν ὑπονοίαις ἦσαν. Ως δ' οἱ πλείους τῶν βαρβάρων ὑπερβαλόντες τὸν τῇδε χώρον διέβησαν, ὀλίγων ὕστερον ἐπιόντων, τῶν τινες περὶ τὴν βασιλέα ὑπὲρ στέγης του δωματίου γενό μενοι, κατ' ἐκείνων τὰ βέλη ἡφίεσαν. Οἱ δὲ Ουάλεντα κρύπτεσθαι ἐνθάδε ὑποτοπάσαντες, βιαῖς σὺν ἀλαλα Υμῷ μεγάλῳ ἐχρῶντο, ὡς ἐνθάδε Οὐάλης ἐστίν. Οἱ δὲ προστυχόντες, ἔμπροσθέν τε καὶ ὄπισθεν, ὁ ἤκουον τοῖς μετ' αὐτοὺς ἐδήλουν. Ως ἀκαρεὶ καὶ τοὺς παρ ἑωτέρ» πολεμίους ἀκοῦσαι, καὶ εἰς ἐν ἅπαντας συνο ελθεῖν· οἱ δὴ καὶ περικύκλῳ τὸ δωμάτιον συλλο Εύντες, καὶ Πλην μάλα πλείστην περιαθροίσαντες,

Book XIILiber Duodecimus

col. 747–748page 370 of 633
Caput I
PG 146:747ἐπιφέρῳ ἐκ τοῦ παρήκοντος ἐλαυνομένη τῷ πνεύ ματι. Καὶ ἡ μὲν ὕλη ἐκαίετο· ἅμα δὲ καὶ τὰ ἐπι κείμενα τῷ δωματίῳ τοῦ φλέγοντος ἦσαν· σὺν τοῖς ἄλλοις δὲ καὶ αὐτὸν τὸν βασιλέα εἰ; τέφραν καθίστα. Ἱστέρηται δ' ἄλλοις ὡς τῇ τῶν βαρβάρων ἐπιδιώξει, εἰς δέος μέγα Ουάλης γενόμενος, ἀμείψας τὸ σχῆμα, εἰς τὸ τῶν πεζῶν εἰσήλασε στίφος. Επειτα τῶν ἐπ πέων προδεδωκότων, καὶ τὴν μάχην ἀπειπόντων, ἅτε τῇ τῶν βαρβάρων συμβολῇ διαιρεθέντων, ἀθράκης πάντας πεσεῖν· ὅπου δὴ σὺν τοῖς λοιποῖς κείμενον καὶ αὐτὸν λαθεῖν, μή τινος ὄντος συμβόλου ὁ τοῦτον ὡς βασιλέα μηνύσειεν. Τελευτᾷ δὲ Οὐάλης ζήσας τὰ πάντα έτη πεντήκοντα· ὧν τὰ μὲν τρισκαίδεκα σύναμα τῷ ἀδελφῷ Ουαλεντινιανῷ ἐβασίλευσε· μετά δὲ τὴν ἐκείνου τελευτὴν καὶ ἕτερα τρία ἔτη ἐκρά τησε πρὸς μησί τισι· περιέχει δὲ καὶ ἡ παροῦσα ἐνδεκάτη μοι τῶν ἱστοριῶν χρόνων ἐτῶν ις'. Οπη νίκα κόσμου μὲν ἔτος εωμαι. ᾿Απὸ δὲ τῆς θείας τοῦ Κυρίου γεννήσεως τς' καὶ π' ἐπεραίνετα. ἔπειτα πῦρ ἐνῆκαν· καὶ αὐτίκα φλὸς ἀνηγείρετο ΝΙΚΗΦΟΡΟΥ ΚΑΛΛΙΣΤΟΥ ΤΟΥ ΞΑΝΘΟΠΟΥΛΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΙΒ'. ΚΕΦΑΛ. Δ'. Περὶ τῆς βασιλείας Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ τοῦ νέου, καὶ ὡς κοινωνὸν τῆς ἀρχῆς καὶ Θεοδόσιον τὸν Μέγαν προσίεντο. Λιπόντος δ' οὕτω τὸν βίον Ουάλεντος, οἱ βάρβας ροι τῷ παρὰ δόξαν επαρθέντες τροπαίῳ, πᾶσαν ἐπῆλθον τὴν Θράκην δηοῦντες, καὶ τὰ κύκλῳ τῆς Κωνσταντίνου κατέτρεχον. Ἐν κινδύνῳ δὲ τῶν
col. 749–750page 371 of 633
PG 146:749πραγμάτων ὄντων, ὄφελος οὐκ ἐλάχιστον ἐγένοντο οἱ ἀπὸ Μαυίας πεμφθέντες σύμμαχοι ἐκ Σαρακηνῶν. Πολλοὶ δὲ καὶ τῶν ἐκ τοῦ δήμου μισθῷ ῥητα, Δου μνίκης χορηγούσης τῆς Οὐάλεντος γυναικός, ἔκα στοῦ τὸ προστυχὸν ὅπλον ποιούμενοι, ἀντεπεξήεσαν τοῖς βαρβάροις, γενναίως τε ἀμυνόμενοι, τῆς πόλεως ποῤῥωτέρω ἀπήλασαν. Γρατιανὸς δὲ, ὁ ἀδελφιδοῦς μὲν Ουάλεντος, παῖς δὲ Ουαλεντινιανοῦ, σύναμα τἀδελφῶ τῷ νέῳ δηλαδή Ουαλεντινιανῷ, πᾶσαν τὴν Ῥω μαίων ἀρχὴν ὑφ᾽ ἑαυτὸν ἐποιεῖτο· καὶ γὰρ πάλαι μὲν τὴν τῆς Εὐρώπης ἀρχὴν ἐκληροῦτο μετὰ τελευτήν τοῦ πατρός· καὶ ἕως ἔτι περιῆν ἐκεῖνος, τῆς ἀρχῆς ἐκοινώνει• νῦν δὲ καὶ τὴν Ἀσίαν ἅπασαν καὶ τὰ λειπόμενα προσεκτᾶτο Λιβύης, ἅπαιδο; ἀναιρεθέντος Ουάλεντος. Καὶ δὴ θρηνεῖ μὲν τὸν θεῖον· ἐκόψατο δὲ τὴν Ῥωμαίων ἀρχὴν οὕτω κακῶς δηουμένην. Με ψάμενος δὲ καὶ τὴν γνώμην ἐκείνου, ἣν διε τέλεσεν ἔχων περὶ τοὺς ἄλλως ἢ ὡς ἐκείνῳ ἐδόκει δοξάζοντας, νόμῳ ἐκέλευεν ὡς ἑκάστῳ βούλησις ἔστι, θρησκεύειν, καὶ ἀδεῶς μάλα ἐκκλησιάζειν, πλὴν τῶν ὅσοι τὰ Μανιχαίου καὶ Φωτεινοῦ καὶ Εὐ νομίου ἐφρόνουν· καὶ τοῖς ὑπὸ Ουάλεντος καταδικασθεῖσι τῶν ἐπισκόπων φυγὴν ἐπέτρεπε κάθοδον. Επειτα συνιδὼν πρὸς τὸ τῆς τοσαύτης ἀρχῆς μέγε θος, καὶ ὡς οἱ ἀμφὶ τὸν Ίστρον βάρβαροι την 1 λυρίδα καὶ τὴν Θράκην δῃοῦντες οὐκ ἔλεγον, ναί μὴν καὶ ᾿Αλαμανοὶ Γαλάταις ἐν τῇ πρὸς ἑσπέραν ἀρχομένῃ ἐπέκειντο τὰ ἔσχατα κακουργοῦντες, κοι κυνὸν τῇ ἀρχῇ προσελάμβανε Θεοδόσιον· ἄνδρα εύ γενῆ τε καὶ περιώνυμον ἐν ταῖς στρατηγίας, καὶ ο πλεῖστα ταῖς ὑπὲρ τῶν ὁμοφύλων μάχαις ἀγωνικά μενον· καὶ πρὸ τῆς Γρατιανοῦ χειροτονίας ἄξιον παρὰ πάντων εἰς τὸ βασιλεύειν κρινόμενον. Οὗ δὴ χάριν, ὑπὸ τῶν ὁμοτίμων τοῖς τοῦ φθόνου κέντροις βαλλόμενος, ἀπόμαχος ἐν Ισπανίαις διέτριβεν. Ἐκεῖθεν γὰρ ὡρμητο εὐπατρίδης εἴπερ τις μάλιστα ῶν τῶν ἀμφὶ τὸ Πυρηναῖον ὄρος Ἰβήρων· Ἰβηρία δας γὰρ τὰς Ισπανίας καλοῦσι· τοῦ δι' αὐτῶν ῥέον τοῦ ποταμοῦ τὴν προτέραν ἐκνικήσαντος ὀνομασίαν. Ἐκεῖθεν τοίνυν τὸν ἄνδρα μεταστειλάμενος, τὰ μὲν πρώτα στρατηγὸν τοῦτον ἐχειροτόνει, καὶ μετὰ τῆς ἐνούσης αὐτῷ ἐξέπεμπε στρατιᾶς· ὅς δὴ καὶ τῇ πί στει φραξάμενος, ἔπεισι τοῖς τὴν Θρᾴκην καταθέουσι τῶν βαρβάρων, καὶ σὺν κόσμῳ διατάξας τὴν στρατιάν, ομόσε χωροῦσι προσβάλλει. Ἐκεῖνοι δὲ μὴ ἐνεγκόντες τὴν ἐμβολὴν, ἐν ἀταξίᾳ ἦσαν· καὶ τροπῆς γενομένης, ἀνακράτος ἡττῶντο· οὐ γὰρ ὑπὸ Ῥωμαίων μόνον, ἀλλὰ καὶ ὑπ' ἀλλήλων εκτείνοντο. Πολλῶν τοίνυν ἀναιρεθέντων, ὀλίγων δὲ δυνηθέντων διαφυγεῖν εἰς τὸν Ἴστρον, εὐθὺς ἣν εἶχεν ἐπεδείκνυτο στρατηγίαν. Τὸν γὰρ στρατὸν ταῖς γειτονούσαις τῶν πόλεων διαφείς, αὐτὸς ὅσον τάχος ἐλαύνων, αὐτάγγελος τῆς νίκης τῷ Γρατιανῷ παρῆν. Παράδοξον δ' οἷον ἐδόκει τὸ ἔργον καὶ ἄπιστο. Ὅσοι γὰρ τῷ φθόνῳ ἐτήκοντο, οὐ μόνον νικῆσαι, ἀλλὰ καὶ διαφθείραι τὴν στρατιάν, καὶ φυγῇ χρήσα σθα: διετείνοντο. Ο δὲ αὐτοὺς ἐκείνους πέμπειν

Chapter IICaput II

col. 751–752page 372 of 633
PG 146:751224 ἐδεῖτο, τὸ τῶν ἀνῃρημένων βαρβάρων στῖνος ἀναρι θμεῖν. Καὶ γὰρ εἶναι βάδιον ἔλεγε τοῖς σκύλοις τεκμηριῶσαι τὸν ἀριθμόν. Καὶ ὁ μὲν βασιλεὺς τοὺς ὀψομένου; ἀπέστειλε ο Θεοδόσιος δ' ἐκεῖσέ πη ἐγκαρτερῶν, ὅτιν θεσπεσίαν ἑώρα, ἢν αὐτὸς σαφῶς ὁ τῶν ὅλων παρεδείκνυ Θεό;· τὸν γὰρ θεῖον τῆς ᾿Αντιο. χέων Εκκλησίας ἡγεμόνα Μελέτιον καθεώρα, χλαμύδα βασιλικήν αὐτῷ περιτιθέντα, καὶ στεφάνω ἐξ ὕλης πολυτελοῦς ἀναδοῦντα τὴν κεφαλήν. Ταῦτα νύκτωρ ἰδὼν, ἕωθεν τινὶ τῶν συνήθων ἀπήγγειλεν. Ο δὲ μηδὲν ἀμφίβολον τὴν ἔξιν ἀνεῖπε· σαφὴ γὰρ εἶναι τὰ αἰνισσόμενα· ἡμερῶν δ' ὀλίγων διαγενομέα νων, ἐπανῆκον μὲν οἱ πεμφθέντες· πολλὰς δὲ μύ ριάδας τῶν βαρβάρων πετεῖν ἡγγείον. Οἷς πέι σθεὶς βασιλεὺς, καὶ ὡς χρεών στρατηγὸν ἐψηφίσα το, καὶ βασιλέα ἐχειροτόνησε, καὶ τὴν ὅσην Οὐάλης διεῖπε παρεδίδου ἀρχήν. Ταῦτα ἐν Σιρμίῳ διαπραξάμενος, αὐτὸς μὲν ἐπὶ τὴν Ἰταλίαν ἐξώρμησεν ἐκεῖνον δὲ εἰς τὴν πρὸς ἕω ἀρχομένην καὶ αὐτῷ οἱ δοθεῖσαν ἐξέπεμπεν. ΚΕΦΑΛ. Β'. Τίνες τηνικαυτα τῶν μεγάλων πόλεων τὰς ἱερὰς ἡνίας διεχειρίζοντο· καὶ περὶ τῶν Μακεδονιανῶν, ὡς αὖθις τὴν καθόλου Εκκλησίαν ἑτά ρασσον. Κατὰ δὲ τοῦτον τὸν χρόνον τῆς μὲν ἐν Ῥώμη Εκκλησίας τὴν ἐπιτροπὴν Δάμασος εἶχε, διαδεξάμενος την Λιβέριον· τῆς δ' ἐν Ἱεροσολύμοις ἔτι Εμπουσίου, ὁμοουσίου, 225 Σχεδὸν δὲ πλὴν Ἱεροσολύμων τῶν ἀνὰ τὴν ἕω ἐκκλη ὁμοουσίου, όμοιούσιον, Κύριλλος περιὼν ἐκράτει. Η δ' Αντιόχου τριχή διήρητο. Μετὰ γὰρ Εὐζώϊον Θεόδωρος ὁ Πειρίνθιος τῶν ἐκκλησιῶν ἦρχε, τῆς ᾿Αρειανῆς προεστώς θρη σκείας. Οσοι δὲ τῆς ὁμοουσίου πίστεως ἦσαν, οἱ μὲν Παυλίνῳ, οἱ δὲ Μελετίῳ συνῆσαν ἄρτι τῆς ὑπερ ορίας ἐπανιόντι. Καν τῇ ᾿Αλεξάνδρου δὲ οἱ μὲν ἐξ Αρείου Λούκιον εἶχον ἡγούμενον, τηνικαῦτα φυγή ἐν τῇ Κωνσταντίνου χρησάμενον· τῆς δὲ καθόλου Εκκλησίας μετὰ Πέτρον Τιμόθεος ὁ ἀδελφὸς προειστήκει. ᾿Ανὰ δὲ τὴν Κωνσταντίνου τῶν μὲν ἐκκλησιῶν Δημόφιλος ἦρχεν, Ευδοξίου διάδοχος· τῆς δὲ ὁμοουσίου θρησκείας Ευάγριος ἐν ὑπερορίᾳ διάγων. Οἱ δὲ τὸν Δημόφιλον ἐκτρεπόμενοι, καθ᾿ ἑαυ τοὺς ἦσαν, ὑπὸ Γρηγορίῳ τῷ πάνω ἀγόμενοι, σιῶν οἱ ἐξ ᾿Αρείου ἐκράτουν. Μακεδονιανοὶ δὲ μετὰ τὰς πρὸς Λιβέριον συνθήκας οὐ πάνυ τι διεφέροντο πρὸς τοὺς τὰ ἐν Νικαίᾳ δόξαντα στέργοντας μέχρι γάρ τινος κατά πόλεις καὶ ἐκκλησίας ἀλλήλοις ἐπε μίγνυντο, καὶ ὡς ὁμοδόξοις ἀδεῶς ἐκοινώνουν. Ὡ; δὲ ὁ Γρατιανοῦ νόμος ἄδειαν παρείχεν ἑκάστῳ θρη σκεύειν, ὡς βούλοιτο, τῶν τινες ἐπισκόπων τάς οἷς κείας ἐκκλησίας καταλαβόντες, ἂς ἐπὶ Οὐάλεντος ἀφηρέθησαν, διακρίνεσθαι αὖθις σπουδὴν ἐποιοῦντο καὶ δὴ κατὰ τὴν Καρίας Αντιόχεια, συνελθόντε, τὴν τοῦ ὁμοουσίου φωνὴν ἀπεβάλλοντο· ἐκύρουν δὲ ὡς καὶ πρόσθεν τὸ ὁμοιούσιον, καὶ τὴν ἐν Νικαία πίστιν ἠθέτουν, καὶ ἰδίᾳ ἦταν ἐκκλησιάζοντες. Αλλ' ἥκιστα τοῦ ἐπιχειρήματος να το πολλοὶ γὰρ ἔριν
col. 753–754page 373 of 633
PG 146:753ΧΙΙ. καταγνόντες αὐτῶν, ὡς Εὐρίπων δίκην ἄλλοτε εἰς ἄλλας δόξας μεταχωρούντων, παντάπασι τῆς κοινωνίας αὐτῶν ἀπέστησαν, καὶ στεῤῥῶς τοῖς τοῦ ὁμοουσίου προσέθεντο, καὶ ἡνώθησαν. ὁμοουσίου, ΚΕΦΑΛ. Γ'. Ως Γρατιανοῦ νόμῳ οἱ ἐξ Ἀρείου ἠλαύνοντο, καὶ οἱ τῆς ὁμοουσίου πίστεως ταῖς ἐκκλησίαις εἰσήγοντο· καὶ ὅσα διὰ Παυλινόν τε καὶ Μελέτ τιν ἐν ᾿Αντιοχείᾳ συνέβη. σίου, όμοουσίου, Γρατιανός δὲ, ὡς εἴρηται, τὰς ἀπαρχὰς τῆς βασι λείας ἀνατιθεὶς τῷ παμβασιλεῖ τῶν ὅλων Θεῷ, νόσ μου έγραφεν ανιέντα τοῖς φυγαδευθεῖσι τῶν ἐπισκόπων τὴν κάθοδον· καὶ τῶν μὲν ἱερῶν σηκῶν τοὺς ἐξ Αρείου ἐλαύνεσθαι, τοῖς δὲ τῆς ἐν Νικαίᾳ πίστεως ὑπερισταμένοις τὰς ἐκκλησίας αὖθις διδόναι. Καὶ Σάπωριν δὲ στρατηγὸν ἀπέστελλε τῇ Εῳ ταῦτα διαπραξόμενον, ἐπίσημον ἄνδρα μάλα διαγενόμενον. Καὶ ἀπαραβάτως ἐν ἑκάστῳ ἔθνει εἰς πέρας ὁ θεῖος οὗτος νόμος ἐγίνετο. Κατὰ δὲ τὴν ᾿Αντιόχου πολλή τις ἦν ἡ φιλονεικία τῷ πλήθει, αἰτίαν σχοῦσα του ἀνδε· οἱ γὰρ τῆς ὁμοουσίου πίστεως καὶ τῶν ἀπο σταλικών δογμάτων ὑπερασπίζοντες διήρηντο. Οι μὲν γὰρ εὐθὺς μετὰ τὴν Εὐσταθίῳ γενομένην ἐπι βουλὴν τῆς ᾿Αρειανικῆς λύσσης διακριθέντες καθ' ἑαυτοὺς ἦσαν, Παυλίνῳ ἀγόμενοι· οἱ δὲ μετὰ τὴν χειροτονίαν Ευζωΐου τῶν δυσσεβούντων διαστάντες, ὑπὸ τῆς σοφωτάτης Μελετίου ποιμαντικῆς διεθύ νοντο. ᾿Αλλὰ Παυλίνος μὲν δι' ὑπερβάλλουσαν ἐπιε! κειαν πρὸ; Ουάλεντος εἰς τὴν ὑπερορίαν οὐκ ἤγετο. Μελέτιος δὲ πρότερον ὑπερορίᾳ κατακριθείς, πρὸς Ἰουλιανοῦ ἐπανήγετο· καὶ αὖθις ἐπὶ Ουάλεντος τὴν φυγὴν καταδικασθείς, τῷ Γρατιανοῦ θεσπίσματι τηνικαῦτα κατὰ τὴν ᾿Αντιόχου επάνεισι· καὶ ἐλθὼν, Παυλίνον εὑρίσκει ἤδη πρὸς βαθὺ γῆρας ἐλάσαντα καί γ' εὐθὺς ἅπαντες ὅσοι τῆς ἐκείνου μοίρας ἦσαν, πάντα κάλων εκίνουν, σύνθρονον γενέσθαι Παυλίνῳ Μελέτιον. Τοῦ δὲ Παυλίνου τὴν συνεδρίαν ἐκτρεπομένου, καὶ παρὰ τὸν ἐκκλησιαστικὸν κανόνα την πρᾶξιν εἶναι διατεινομένου· ἅτε δῆτα Μελετίου ὑπὸ Αρειανῶν τὴν χειροτονίαν προσειληφότος οὐκ ἀνα σχόμενα τὰ πλήθη, ἔν τινι τῶν πρὸ τῆς πόλεως Ιε ρῶν τὸν Μελέτιον ἐνθρονίζουσιν. Οὗ δὴ γενομένου, πολλή τις ἐρεσχελία εἰσέρξει· καὶ ἐκ τῆς ἄγαν φι λονεικίας εἰς ἀτόπους ἐπιχειρήσεις ἑτρέποντο· καὶ προσεδοκᾶτο στάσις ἑκατέρωθεν τοῦ λαοῦ χαλεπαίνοντος. Έπειτα θαυμασίας ἐπιγενομένης βουλής, εἰς ὁμόνοιαν ἦλθον συνθηκῶν τοιώνδε γεγενημένων συνεδόκει γὰρ ὅρκοις πεδῆσαι ὅσοι δὴ ἐπιτήδειοι ἐπισκοπεῖν ἐνομίζοντο, ἢ καὶ προσεδοκῶντο· ὧν ἕτεροι μὲν πέντε ἦσαν, καὶ Φλαβιανός αὐτός· ὥστε μηδένα εἰς τὴν ἐπισκοπὴν παρελθεῖν· οὔτε μήν σπουδάσαι, οὔτ᾽ ἀνέξεσθαι τὴν χειροτονίαν, κἂν εἴ τι καὶ γένηται, ἐπ' αὐτοῖς ἐρχομένην, ἕως ἂν περιῶσι τῷ βίῳ Παυλίνός τε καὶ Μελέτιος· ὧν θατέρου προ τελευτήσαντος, τὸν περιλειπόμενον κατέχειν καὶ τοῦ ἀποιχομένου τὸν θρόνον· καὶ μετὰ τὴν ἐκείνου λο τὸν ἀποβίωσιν οὕτως ἕνα τῶν ὑποψήφων, ὃν ἂν τὸ

Chapter IVCaput IV

col. 755–756page 374 of 633
Caput III
PG 146:755Πνεῦμα τὸ ἅγιον ἐπιλέξηται, τὴν ἐπισκοπικὴν και θέδραν κληροῦσθαι. Ἐπὶ τούτοις δὴ τῶν ὅρκων γε γενημένων, σχεδὸν τὸ σύμπαν ὡμονόησε πλήθος. Βραχεῖς δὲ λίαν οἱ ἀπὸ Λουκίφερος διεφέροντο, τὴν Μελετίου αιτιώμενοι χειροτονίαν, ὡς ὑπὸ ἑτεροδόξων γεγενημένην. ΚΕΦΑΛ. Δ'. Περὶ τῆς 'Απολλιναρίου απάτης· καὶ περὶ τοῦ ἁγίου Φλαβιανοῦ καὶ Μελετίου ὅσα τῷ θρόνῳ τῆς ᾿Αντιόχου ἐγένετο· καὶ περὶ Σάπωρος τοῦ στρατηγοῦ, καὶ Εὐλαλίου τοῦ ἐπισκόπου Αμα σείας. Τηνικαῦτα δὲ καὶ Απολλινάριος τὸ τῆς εὐσεβείας περιθέμενος προσωπεῖον, συστήματος ἑτέρου ἐν Αντιοχεία καθίστατο ἀρχηγός. Σχήματι γὰρ τῶν ἀποστολικῶν δογμάτων δοκῶν ὑπερίστασθαι, μετ' ὀλίγον ὑπερφυής τις ὤφθη τῆς εὐσεβείας πολέμιος. Κίβδηλα γάρ τινα περὶ τῆς ἀκηράτου φύσεως ἐπι νοήσας, βαθμούς τινας καὶ διαφόρους ἀξίας εἰσῆγε πρὸς δὲ καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀτελὲς ἐποίει· καὶ ἐστερῆσθαι τὴν λογικὴν ψυχὴν ᾖ πάν διοικεῖται τὸ σῶμα, τῆς γεγενημένης ἔλεγε σωτη ρίας· μηδὲ γὰρ προσειλήφθαι καὶ ταύτην ὡς καὶ τὰ λοιπὰ τοῦ σώματος τὸν Θεὸν Λόγον· καὶ διὰ τοῦτο μηδὲ ἱατρείας μηδὲ τιμῆς μεταδοῦναι. ᾿Αλλὰ τὸ μὲν σῶμα ἑληρώδει ἄνω προσκυνεῖσθαι ὑπὸ πάσης στρατιᾶς νοερᾶς, τὴν δέ γε ψυχὴν κάτω μείνασαν, ἀθεράπευτον ἐς δεῦρο ὡς ἀπρόσληπτον εἶναι τὴν τῆς ἁμαρτίας ἀτιμίαν περικειμένην. Καὶ ἄλλα δ' ἕτερα τῆς ἴσης ἀτοπίας ἀνάπλεω φληναφῶν, ποτὲ μὲν ἐκ τῆς παρθένου καὶ αὐτὸν ἀνειλήφθαι τὴν σάρκα τὸν Κύριον ἔλεγεν, ἄλλοτε δ' ἐξ οὐρανοῦ σὺν αὐτῷ και τεληλυθέναι· ποτὲ δὲ καὶ αὐτὸν τὸν Λόγον εἰς σάρκα μετατραπῆναι, μηδὲν ἐκ τῆς ἡμετέρας προσειλη φωτα· καί τινας ἑτέρους ληρώδεις μύθους ἐξευρηκὼς, ταῖς θείαις τοῦ Σωτῆρος παρεζεύγνυ ἐπαγγελίαις, ἃ κατὰ μέρος τῷ παρόντι διεξιέναι περιττόν είναι νομίζω. Τέως γε μὴν ἐκεῖνος οὐ μόνον ταῖς ἐκείνῳ ἑπομένοις τῆς οἰκείας λύμης μετέδωκεν, ἀλλά καὶ πολλοὺς τῶν ἡμετέρων ταύτης ἐνέπλησε. Κάν ἐς ὕστερον τὸ τῆς καθ' ἡμᾶς πίστεως ὁρῶντες περι φανές, πλὴν ὀλίγων ἅπαντες τῇ καθόλου Ἐκκλησία προσῆλθον, καὶ τῆς μὲν κοινωνίας μετέσχον τῆς δ' οἰκείας νόσου τὴν τὸν οὐκ ἐξήμεσαν, ἀλλὰ καὶ πολλοῖς τῶν ὑγιῶς ἐχόντων ταύτης κρύφα μετέδωκαν. Ἐντεῦθεν δ᾽ ὡς ἀπὸ κακῆς ῥίζης ἡ μία φύσις τῆς θεότητος καὶ τῆς σαρκὸς ἀνεφύη δόξα, καὶ τὸ προσάπτειν πάθος τῷ ἀπαθεῖ τῆς θεότητος· καὶ τἆλλα ὅσα μεγίστην ἔριν τῷ τε πλήθει καὶ τοῖς ἡ γουμένοις καὶ πόλεμον ἀκήρυκτον ήγειρεν. Αλλά ταῦτα μὲν ὕστερον ἐγεγόνει τηνικαῦτα δ', ὡς εἴσ ρηται, Σάπωρος τοῦ στρατηγοῦ ἐκεῖσε γεγενημένου κατὰ τὴν ᾿Αντιόχειαν, ὥστε καταστῆσαι ἃ κηρύσσει Δάμασος καὶ αὐτὴν στέργειν, καὶ τὸν νόμον Γρατια Ὑπὸ τῶν ἀοράτων προσκυνεῖται δυνάμεων.
col. 757–758page 375 of 633
PG 146:757νοῦ προβάλλοντος, Παυλίνος διισχυρίζετο αὐτὸς εἶναι ἡ τῆς Δαμάσου μερίδος. Επίσης δὲ καὶ ᾿Απολλινάριος έλεγε κατακρύπτων τὴν νόσον. Ησυχῆ δὲ καθῆστο Μελέτιος τῶν ἑκατέρων λόγων ἐπακροώμενος. Ο δέ γε θεῖος Φλαβιανός ἔτι τι τῷ τῶν πρεσβυτέρων ἐμπρέπων βαθμῷ, ἡρέμα τοῦ στρατηγοῦ ἐπαΐοντος, πρὸς Παυλίνον ἔφη·. Εἰ & δογματίζει Δάμασος στέργεις, ὦ οὗτος, δείξον ἡμῖν τὴν τῆς δόξης συγ γένειαν· ἐκεῖνος γὰρ μίαν οὐσίαν τῆς Τριάδος ὁμο λογεῖ, καὶ τὰς τρεῖς ὑποστάσεις διαρρήδην κηρύττει. Σὺ δ' ἔοικας ἐξ ὧν λέγεις, τὴν τῶν ὑποστάσεων ἀφαιρεῖν τριάδα. Συμφώνει τοίνυν ἐκείνῳ τοῖς δόγ μασι, καὶ κατὰ τὸν τῆς Ἐκκλησίας θεσμὸν τὰς ἐκκλησίας ἀσφαλῶς κάτεχε.» Καὶ τὸν μὲν οὕτω κατασιγάσας, πρὸς τὸν ᾿Απολλινάριον ἐπιστραφείς, ἔφη· ι θαῦμά μοι ἔπεισιν, ὦ φιλότης, πῶς οὕτως ἀνέδην πρὸς τὸ ψεῦδος δὴ κεχηνώς οὐκ ἐντρέπῃ, καὶ ταῦτ᾽ ἀκριβῶς εἰδὼς ὡς ὁ θεσπέσιος Δάματος τελείαν εἰληφέναι τὴν ἡμετέραν φύσιν τὸν Θεὸν Λόγον πλα τεῖ δογματίζει τῷ στόματι. Σὺ δ' εἰς ἅπαν ἐναντία μάλα φρονεῖς· μὴ γὰρ ψυχήν, μηδὲ νοῦν τὸ ἡμέτερον προσειλήφθαι φῂς ἐκείνῳ· ἡ δὴ τῆς καθ' ἡμᾶς φύσεως καιριώτερα· καὶ διὰ τοῦτο καὶ τῆς σωτη μίας ἐκεῖνα στερεῖς. Εἰ δὲ ψευδή σου κατηγοροῦμεν, ἀλλὰ νῦν δεῖξο, ὡς συμφωνείς Δαμάσῳ τἀναντία σοι δογματίζοντι, τήν σοι καινοτομηθεῖσαν νόσον ἀποβαλλόμενος, καὶ τοὺς ἱεροὺς σηκοὺς κάτεχε. ο Ο μὲν οὖν θεῖος Φλαβιανός οὕτω τοῖς ἀληθέσιν ἐλέγχοις τὴν τῶν ἀμφοτέρων ἐπεστόμισε παρρησίαν Μελέτιος δὲ, πάντων ἀνθρώπων πραότατος, ἡμέρω; πρὸς Παυλίνον ἔφη·. Επεὶ μή σοι μόνῳ, ἀλλὰ καὶ ἐμοὶ λόγοις οἷς οἶδεν ὁ ἀληθινὸς ποιμὴν καὶ τῶν προβάτων Κύριος, τὴν τούτων ένεχείρισε προστασίαν, ἄμφω δὲ τὰ ποίμνια ἀλλήλοις ὡς εἰκὸς κοινωνεῖ, καὶ τὴν ὑγια βοτάνην τῆς εὐσεβείας σιτίζονται, τὴν θανάτ σιμον πόαν καὶ νοσερὰν τῶν αἱρετικῶν ἐκτρεπόμενα, εἰ δοκεῖ, συνάψωμεν, ὦ φιλότης, τῆς εὐσεβείας τὰ θρέμματα, καὶ ὑπὸ μίαν μάνδραν ποιήσωμεν, τὴν τῆς ποιμαντικῆς διαλύσαντες ἔριν. Καὶ ἄμφω δὲ τὰ πρόβατα νέμοντες, κοινὴν καὶ τὴν θεραπείαν ἐκ τῆς διδασκαλίας προσάγωμεν. Εἰ δὲ ὁ μέσος θρόνος τὴν φιλονεικίαν διερεθίζει, καὶ τοῦτ', εἰ βούλει, θᾶττον διαλύσαι πειράσομαι. Χρῆναι γὰρ εἰσηγοῦμαι, ἐν μὲν τῷ θρόνῳ μέσῳ εὐλαβῶς τὸ ἱερὸν Εὐαγγέλιον προτεθῆναι ἡμᾶς δὲ παρ᾽ ἑκάτερα καθῆσθαι τὴν ὑφεδρίαν ἀσπαζομένους. Καὶ εἰ μὲν ἐμοὶ πρώτῳ τὸ πέρας τοῦ βίου ἐπέλθοι, αὐτὸς μόνος κληρώσῃ τὸν θρόνον· εἰ δὲ σὺ τοῦτο πρότερον πάθοις, ἐγὼ πάλιν ὡς γε δύναμις τῆς ποίμνης ἡγήσομαι. Ταῦτα φιλο. φρόνως ἐν εὐλαβεί καταστήματι ὁ θεῖος εἶπε Μελέ τιος. Ο δὲ Παυλίνος ἥκιστα τοῖς λόγοις συνέθετο. Σάτωρις δὲ κριτὴς τῶν λόγων γενόμενος, τῷ μεγάλῳ Μελετίῳ τὰς ἐκκλησία; ἐπέτρεψεν. Ὁ δὲ Παυλίνος αὖθις τῆς ἀποκριθείσης ἐκείνῃ μοίρας εἰσάπαξ ἡγεῖτο. Έπειτα, ὥσπερ ἄνωθεν εἴρηται, τῶν ὅρκων γεγενημένων τοῖς ὑποψήφοις, πρὸς ὁμόνοιαν ἦλθον τὰ πλήθη. Απολλινάριος δὲ διαμαρτὼν τοῦ σκοποῦ,

Chapter VCaput V

col. 759–760page 376 of 633
PG 146:759ἅτε δὴ τὰς ἐκκλησίας ἀφαιρεθείς, διαρρήδην τὴν αἵρεσιν ἐπαρρησιάζετο, καὶ καινῆς δόξης ἀρχηγὸν ἑαυτὸν καθίστα· καὶ χειροτονήσας ἐν ᾿Αντιοχεία Βιο τάλιον, σεμνῷ μὲν βίῳ κοσμούμενον, καὶ ταῖς τῆς Ἐκκλησίας δόγμασι διαπρέποντα πρότερον, την ε Απολλιναρίου νόσον ὕστερον εἰσδεξάμενον, αὐτὸς εἰς Λαοδίκειαν μετεχώρε:· ἐκεῖσε γὰρ τὰ πλεῖστα διέτριβε. Πολλοὶ δὲ καὶ ἄλλοι τῶν ἐπισκόπων ἀπὸ τῆς συμβάσης φυγῆς αὐτοῖς ἐπὶ τῆς βασιλείας Οὐά λεντος ἐπανήκοντες, ἐπίσης Μελετίῳ ἐφρόνουν· περὶ μὲν προεδρίας μὴ διαφερόμενοι τὸ παράπαν, τὴν δὲ τοῦ πλήθους ὁμόνοιαν μάλιστα προτιμῶντες· οἱ καὶ δέησιν προσῆγον τοῖς ἐξ ᾿Αρείου τῶν ἐκκλησιῶν ἀντ᾿ αὐτῶν προεστῶσι μὴ ἐκεῖθεν ἀναχωρεῖν, μηδὲ διχονοίᾳ τέμνειν τὴν Ἐκκλησίαν Χριστοῦ· ἣν μίαν οὗταν καὶ ἐκ Θεοῦ καὶ τῶν ἀποστόλων μίαν παρα δοθεῖσαν φιλονεικίαι καὶ φιλοπροεδρίαι ἀνδρῶν κενο δόξων εἰς πολλὰς κατεμέρισαν· ἀλλὰ τὴν εὐσέβειαν ὁμολογοῦντας, τὴν τῆς Ἐκκλησίας προεδρίαν κατα έχειν. Ταύτης δὲ τῆς σπουδῆς πολλοὶ μὲν ἄλλο ἐγένοντο· ἦν δὲ καὶ Εὐλάλιος ὁ τῆς πρὸς τῷ Πόντῳ ᾿Αμασείας τὸν κλῆρον λαχών. Καὶ γάρ φασι, μετά τὴν ἐπάνοδον ἕτερον ἐξ ᾿Αρείου εὑρεῖν ποιμένα της Εκκλησίας ἡγούμενον· τοὺς δὲ πειθομένους αὐτῷ τελείως μηδὲ εἰς πεντήκοντα αριθμεῖσθαι· τὸν δ' Εὐλάλιον τὴν ὁμόνοιαν ἀσπαζόμενον, ἐκείνῳ δέησιν ἐπιπέμψαι τῆς προεδρίας παραχωροῦντα· ἆθλον ὡ; ἄν τις εἴπῃ τῆς ὁμοφροσύνης καὶ τῆς ἐς ταυτὸ δόξη; ο κληρωσάμενον ταύτην, ἄμφω δὲ τὴν Ἐκκλησίαν [θύνειν. Ο δ' οὐκ ἐπείθετο· μετὰ βραχὺ δὲ καὶ ὧν ἡγεῖτο, ἀφίστατο· ἅτε δὴ κακείνων τῷ πολλῷ τῶν εὐσεβούντων πλήθει προστεθειμένων. ΚΕΦΑΛ. Ε'. Ετι περὶ Μελετίου καὶ Διοδώρου τοῦ Ταρσοῦ καὶ 'Ακακίου τοῦ Βερροίας, καὶ ἑτέρων· καὶ περὶ τοῦ ἁγίου Εὐσεβίου ἐπισκόπου Σαμοσά των, ὡς τὸν μαρτυρικὸν ἄλλον διήνυσεν. "Ο δέ γε θείες Μελέτιος, τῆς ὁμονοίας τοῦ πλήθους γεγενημένης, Διόδωρον μὲν ἐκεῖνον, περὶ οὗ μικρὸν ἄνωθεν διελάβομεν, τὸν καὶ ἐν σχήματι ἑτέρῳ συν Φλαβιανῷ τὸ τῆς Ἐκκλησίας σκάφος τῷ δεινῷ ἐκείνῳ κλύδωνι λαμπρῶς οἱακίσαντα, Ταρσῶν ποιμένα καθε ἱστα· καὶ τὸ τῶν Κιλίκων ἔθνος αὐτῷ ἐνεχείριζεν τὴν δὲ τῆς ᾿Απαμείας ἱερατικὴν ἀξίαν Ἰωάννῃ ἀπὸ ένειμεν. Οὗτος δὲ καὶ ἄλλως μὲν περιφανής ἦν για νει· πολλοῖς δὲ οἴκαθεν καὶ λαμπροῖς ἐσεμνύνετο προτερήμασι. Βίος γὰρ καὶ λόγος ἐπ' αὐτῷ συνδρα μάν, οὐχ ἧττον ἐκόσμει τὸν ἄνδρα. Επίσης δὲ Φλα Γιανός και Διοδώρου καὶ οὗτος τῷ τῆς ζάλης καιρο
col. 761–762page 377 of 633
PG 146:761ΧΙ. τῶν ὁμοφρόνων τὰ πλήθη συνέχων, διδασκαλίαις ἐστήριζε. Συνεργὸν δὲ καὶ οὗτος εἶχε τὸν περιωνύμου Στέφανον, ὃν δὴ καὶ τοῦτον Μελέτιος εἰς ἀγῶνα οὐκ ἔλαττον μετεστείλατο. Τὴν γὰρ Γερμανικέων πόλιν τῇ νόσῳ Εὐδοξίου νοσοῦσαν τὰ ἔσχατα, τοῦτον ἰατρὸν ἀπέστειλεν ἄριστον· καὶ γὰρ διὰ πάσης παιδείας ἐχώρει, τῆς τε ἡμετέρας, καὶ ὅση δῆτα παρ' Ελλή σι· καὶ τῆς ἐλπίδος ἥκιστα διημάρτανε· τῇ γὰρ πνευματικῇ χρώμενος σύο ριγγι, καὶ τοὺς λύκους εἰς πρόβατα μετεσκεύαζεν. Επίσης δὲ Μελετίῳ καὶ ὁ πολὺς Εὐσέβιος διεπράττετο τῆς ὑπερορίας ἐπανιὼν εἰς Σαμόσατα. Καὶ γὰρ Α κάκιον ἐκεῖνον οὗ πολὺ κλέος ἐν βίῳ, τὴν Βέῤῥοιαν ἰθύνειν ἐπέτρεπε· τὴν δὲ Ἱεράπολιν τῷ θαυμαστῷ ενεχείριζε Θεοδότῳ, τῇ ἀσκητικῇ πολιτείᾳ μάλιστα περιᾳδομένῳ· τὸν δ' Ευσέβιον εἰς Χαλκίδα ἐχειροτόνει τῇ Κύρῳ δὲ Ἰσίδωρον ἐπεσφράγιζεν. ἀξιέπαινοι δὲ καὶ ἄμφω θείῳ ζήλῳ κοσμούμενοι (ἧς οὐκ εἰς μακρὰν καὶ ὁ πολὺς ἡγήσατο Θεοδώρητος). Φασὶ δὲ αὐτὸν καὶ Εὐλόγιος ἐκεῖνον τὸν μετὰ Πρωτογένους εἰς Αντινὼ τὴν νῆσον ὑπὲρ τῆς εὐσεβείας ἐξορισθέντα, τὴν Ἔδεσσαν ἐπιτρέψαι, Βάρσου τοῦ θείου θανάτῳ τὸν θρόνον καὶ τὸν βίον λιπόντος. Αὐτὸς δ' Ευλόγιος, Πρωτογένην τὸν τῶν ἄθλων αὐτῷ κοινωνὸν ταῖς Κάρ ῥαις ὑφίστη. ἰατρὸν νοσούσῃ πόλει σφόδρα δωρούμενος ἀλεξίκακον. Ἐπὶ πᾶτι δὲ τούτοις ὁ θεῖος Εὐσέ βιος τῇ Δολίχνῃ Μάριν ἐχειροτόνε: ἐπίσκοπον· τῆς δὲ Αρειανικῆς νόσου ἡ Δολίχνη ἐπέπληστο· ὃν πολ λοῖς τοῖς τῆς ἀρετῆς είδεσι διαλάμποντα αὐτὸς ἐκεῖ νος τοῖς ἱερατικοῖς καθιδρύσαι θρόνοις θελήσας, τὴν Δολίχνην κατέλαβεν. Εἰσιόντι δὲ τὸ τεῖχος τοῦ ἄστεως Εὐσεβίῳ, γυνή τις τῆς ᾿Αρείου ἔμπλεως βδελυρίας, κέραμον ἄνωθεν διαφεῖσα, κατὰ κεφαλῆς βάλλει τὸν ὅσιον. Καὶ τότε μὲν τὴν κάραν συνέτριψε μικρόν δ' ἐκεῖθεν σφακελλισθεὶς τὸν ἐγκέφαλον, πρὸς τὴν ἀμείνω λῆξιν μετέβαινεν. Ον τελευτῶντα λόγος κατ. εγγυῆσαι ὅρκοις ἀσφαλιζόμενον, μηδεμίαν την δρά σασαν εἰσπράξασθαι ποινὴν τῷ τολμήματι· τὸν γὰρ οἰκεῖον ἐζήλου καὶ οὗτος δεσπότην, Πάτερ, λέγοντα, ἅψες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Τοῦτο μὲν οὖν τὸ τέλος μετὰ τοὺς παντοδαποὺς καὶ ποικίλους ἀγῶνας ὑπὲρ τῆς εὐσεβείας ἐδέξατο ὁ Εὐσέβιος· καὶ τοὺς ἐν Θράκῃ βαρβάρους διαφυγών, τὰς τῶν δυσσεβούντων χεῖρας διαφυγεῖν οὐκ ἴσχυσεν· ἀλλ᾽ ὑπ' ἐκείνων τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο. Ταῦτα μὲν ὕστερον ἐγεγόνει· ὁ δὲ θεῖος Μελέτιος. τῆς ὁμονοίας διὰ τῶν ὅρκων γεγενημένης, κατέ πλευσεν εἰς Κωνσταντινούπολιν· ἡνίκα εἰς ταυτό πολλοὶ συνιόντες ἐπίσκοποι, δεῖν ᾤοντο Γρηγόριον τὸν θεῖον ἐκ τῆς Ναζιανζού μεταθεῖναι, καὶ τὴν τῆς Κωνσταντίνου τελείως ἐπισκοπὴν ἐγχειρίσαι.

Chapter VICaput VI

col. 763–764page 378 of 633
PG 146:763ὁμοούσιον ΚΕΦΑΛ. Γ'. ὡς ὁ βασιλεὺς Θεοδόσιος καὶ Γρατιανὶς, ὁ μὲν τὰ τῶν Αλαμανῶν, ὁ δὲ τῶν παριστριων βαρ βάρων καλῶς διαθέμενοι, ἐν Θεσσαλονίκῃ νόμενος, ὕστερον ὡς νοσήσας Θεοδόσιος, ὑπὸ Ασχολίου βαπτίζεται· καὶ ὅρον τῆς ἰδίας ἐξή νεγκε πίστεως, κελεύων Τριάδα ομοούσιον σέβειν ἅπαντας, καὶ τῷ θείῳ ἀποστόλῳ Πέτρο κατὰ τὴν πίστιν ἀκολουθεῖν. Αμφω δὲ οἱ βασιλεῖς, ὁ μὲν ἐπὶ τὴν πατρῴαν μοίραν ἀνέστρεφεν, ἦν αὐτῷ τε καὶ τἀδελφῷ κατε λίμπανεν· ὁ δ᾽ ἐπὶ τὴν δοθεῖσαν, Ἰλλυριούς φημι καὶ τὰ πρὸς ἀνίσχοντα ἥλιον ἐπορεύετο. Πρὸς γνώ μη; δὲ καὶ ἀμφοτέροις τὰ τῶν πολεμίων κατώρθωτο. Ο μὲν γὰρ ᾿Αλαμανοὺς τὴν ἑσπέραν δῃοῦντας ἐνίκα Θεοδόσιος δὲ, καὶ ἔτι τοῖς ἀμφὶ τὸν Ιστρον βαρβάροις ἐπιπεσών, τῶν μὲν μάχῃ ἐκράτει, οἱ δ' ἐναπολειφθέντες, φίλα τοῦ λοιποῦ φρονεῖν Ρωμαίοις ἀντιβολοῦντες, σπονδὰς ἐποιοῦντο ὁμήρους διδόντες. Επει δὲ ταῦτα τούτῳ κατώρθωτο, ἐπὶ τὴν Κωνσταντινούπολιν ιών, τὴν Θεσσαλοκίκην κατέλαβεν. Εὐθὺς δὲ νόσῳ θάνατον ἀπειλούσῃ περιπεσών, πρὸς Ἀσχολίου τοῦ τηνικάδε τὴν τῆς Θεσσαλονίκης ἐπιτετραμμένου ἱερουργία, ἐμυήθη· καὶ βαπτισθεὶς ῥᾷον ἔσχε. Καὶ γὰρ ἐκ προγόνων τὰ Χριστιανῶν ἀσπαζόμενος, τὰ ἐν Νικαίᾳ δόξαντα ὑπερφυῶς ἔστεργε. Οτι δὲ καὶ Ασχο λιος τῆς τοιαύτης ὑπερίστατο δόξης, μάλα ἐφήδετα πρὸς δὲ καὶ ὅτι ἔργῳ τε καὶ λόγῳ ἀγαθὸς ἦν, καὶ πρὸς ἅπασαν ἀρετὴν ἱερωσύνῃ προσήκουσαν δεξιός ἔτι δὲ μᾶλλον ἐνήδετο τῷ Ἰλλυριῶν ἔθνει, μὴ τῆς 'Αρείου λύσσης μετεσχηκότι. Πυνθανόμενος δὲ Ασχο λίου καὶ περὶ τῶν ἄλλων ἐθνῶν ὅπως ἔχουσι περὶ τὸ θεῖον δόξης, τὴν μὲν ἑσπέραν ἅπασαν ἄχρι δή Μακε δόνων, ὁμονοεῖν ἐμάνθανε τὰς ἐνθάδε ἐκκλησίας πάσας γὰρ ἐπίσης τῷ Πατρὶ τὸν Θεὸν Λόγον καὶ τὸ Πνεῦμα τὸ ἅγιον σέβειν, Τριάδα ὁμοούσιον διαβή Την ὁμολογούσας. Τὰ δ᾽ ἐκεῖθεν καὶ τὰ πρὸς Ἕω τῆς ἀρχομένης ἐς τοσοῦτον διαστασιάζειν ἀλλήλοις, ὡς καὶ τοὺς λαοὺς ἐν διαφόροις εἶναι αἱρέσεσιν. Επο ἐκεινα δὲ τῶν ἄλλων χώρων τὴν Κωνσταντινούπολιν τὰ τοιαῦτα ἐρεσχελεῖν, καὶ μᾶλλον τῆς ᾿Αγείου λύν ης έμπλεω καθεστάναι. Αίτιον δ' εἶναι τὸ τὴν μὲν ἑσπέραν ἐλευθέραν τούτων εἶναι, τὸ διατηρήσει Κώνσταν τὸν πρεσβύτερον τῶν Κωνσταντίνου παίδων, καὶ τὸν νεώτατον Κωνσταντῖνον, τὴν πατρῴαν τίτε.ν ὁμοούσιον, ἀκήρατον· καὶ τὸν ἐκείνους διαδεξάμενον Ουαλεντια νιανὸν, καὶ Γρατιανὸν αὐτόν. Τῇ γε μὴν Έψα πολλα χάθεν ἐπεισέφρησε τὸ κακόν· ὅς τε γὰρ τῆς αἱρές σεως ἀρχηγὸς "Αρειος ᾿Αλεξανδρείας τῆς κατ' Αίγυ πτον ὤρμητο· καὶ πρεσβύτερο; αὐτῆς καθεστώς, τὸν τὸν τῆς βλασφημίας ἐκεῖ ἀπηρεύξατο· ἐπὶ δὴ τούτῳ Εὐσέβιος ὁ Καισαρείας, καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως, καὶ ὁ Σύρος 'Αέτιος, τῆς Παλαιστίνης ἦσαν γεννήματα. Παυλίνος δὲ καὶ Γρηγόριος ὁ τῆς 'Αλεξάνδρου Φοίνικες ἦσαν. Ἔτι δὲ καὶ ὁ Λαοδικείας Θεόδοτος, καὶ ὁ μετὰ τοῦτον Γεώργιος, καὶ ὁ κατὰ διαδοχὴν ᾿Αθανάσιος, καὶ τέταρτος Νάρκισσος, Κίλια κες· οἱ τὰ κακῶς καταβληθέντα σπέρματα, μᾶλλον

Chapter VIICaput VII

col. 765–766page 379 of 633
PG 146:765δὲ ζιζάνια, πονηραῖς ἀρδείαις ἐξέθρεψαν. Πρὸς δὲ καὶ οἱ Βιθυνοί, Ευσέβιος ὁ Νικομηδείας, καὶ Θεογόνιος ὁ Νικαίας, καὶ Μηνόφαντος ο Εφέσιος· καὶ Μάρις ὁ Χαλκηδόνιος, Θεόδωρός τε ὁ Πειρίνθιος, καὶ ἕτεροι ἀπὸ Θράκης ἐκ τῆς κακίας τὸ ἐπίσημον ἐσχη κότες· οἱ δὴ πάντες μέχρι πολλοί διαγεγόνασι τὰ πονηρὰ κατάρδοντες καὶ διαθάλποντες δόγματα. Τού τοις δ' αὖ τῶν πονηρῶν σπερμάτων καταβαλεῖσιν οὐχ ἥκιστα τὰ μέγιστα συνεβάλετο ή τε Κωνσταντίου εὐκολία (φείδομαι γὰρ κουφότης εἰπεῖν, κατὰ τὴν Θεολόγου Γρηγόριον, αιδούμενος τὴν εὐλάβειαν), καὶ ἡ ἐσχάτη μοχθηρία Ουάλεντος. Ταῦτ᾽ οὖν μαθών, καὶ τῆς ἀρχῆς ἐφαψάμενος, δεῖν ἐκείνῳ πρὸ τῶν ἄλ λων ἐδόκει τῆς τῶν ἐκκλησιῶν συμφωνίας ἐπιμελήσασθαι. Αμεινον δ' είναι λογισάμενος ὅπως ἔχει δέ ξης περὶ τὸ θεῖον προεκθεῖναι τοῖς ἀρχομένοις, ὥστε μὴ δόξαι βίαν ἐπάγειν, παρὰ νόμον ἐπιτάττων θρη σκεύειν, ἐκ Θεσσαλονίκης νόμον τοῖς ἐν Κωνσταντινουπόλει κατέπεμπεν· ᾤετο γὰρ ὡς ἀπό τινος ἀκρο πόλεως ἐκεῖθεν ἀνὰ τὴν ὑπήκοον πᾶσαν, καὶ ταῖς ἄλλαις τῆς Εω πόλεσι τὴν γραφὴν διελθεῖν ἀθρόον. Ἐδήλου δὲ τὰ γραφόμενα, πάντα: αἱρεῖσθαι θρη σκεύειν, ὡς ἐξ ἀρχῆς Πέτρος ὁ τῶν ἀποστόλων κορυ φαῖος ἐδίδαξεν ᾧ τηνικαῦτα Δάματος ὁ Ρωμαίων, καὶ Πέτρος ὁ ᾿Αλεξανδρείας, ἐπίσκοποι εἶποντο πρὸς δὴ τούτῳ ἐσήμαινε μόνην καθολικὴν Ἐκκλησίαν ὀνομάζεσθαι, ἥτις δὴ Τριάδα ὁμοούσιον διαβάδην καὶ στόματι καὶ καρδίᾳ κηρύττει. Τοὺς δ᾽ ἄλλως Έχοντας δόξης αἱρετικοὺς καλεῖσθαι, ἀχρείους τε εἶ ναι, καὶ τιμωρίαν ὑπέχειν, εἴ γε τολμω εν παρρησιάζεσθαι. ὁμοούσιον, ΚΕΦΑΛ. Ζ'. Περὶ τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ὡς ἐν Κωνσταντινουπόλει σμικρῷ οἰκίσκῳ τὰς συν άξεις ποιούμενος, τῆς ὁμοουσίου προΐστατο πίστεως· καὶ διήγησις περὶ τοῦ ναοῦ τῆς ἁγίας Αναστασίας. Ταῦτ' ἐκεῖθεν προσφωνήσα;, οὐκ εἰ; μακρὰν καὶ αὐτὸς τὴν Κωνσταντίνου κατέλαβε. Τότε δὲ ἔτι οἱ ἐξ ᾿Αρείου τῶν ἐκκλησιῶν ἦρχον, Εὐάγριον ἐξελάσαντες·ὧν ἡγεῖτο Δημόφιλος. Ο δ' ἐκ Ναζιανζού Γρηγόριος ὁ Θεολόγος τῶν Τριάδα ὁμοούσιον δοξαζίνο των ἀντὶ Εὐαγρίου προΐστατο, ἐν οἰκίσκῳ βραχυτάτῳ τὰς συνάξεις ποιούμενος· ὅν τινες τῆς ἴσης θρησκείας τότε μὲν εἰς ἱερὸν οἶκον μεθίστων· χρόνῳ δ᾽ ὕστερον καὶ εἰς περιφανῆ νεὼν καὶ τῶν λίαν ἐπι σήμων οἴκων θεῷ ἐν τῇ Κωνσταντίνου οὗτος ἐγένετο, οὐ μόνον κάλλει καὶ μεγέθει τῶν πολλῶν διαφέρων, ἀλλὰ καὶ τὸ περιφανὲς ἄλλως αὐχῶν ταῖς ἐνταῦθα γινομέναις θεοσημίαις. Θεία γὰρ ἐκεῖσε δύναμις ἐπι φθάνουσα, πολλοῖς ύπαρ τε καὶ ὄναρ ἐπιφαινομένη, οὐ ποικίλων καὶ ἀνιάτων ἀπαλλάττει μόνον νόσων, mΟΧ όμσου σίου, ὁμοούσιον,

Chapter VIIICaput VIII

col. 767–768page 380 of 633
PG 146:767τικαῖς κάμνοντας ἠλευθέρωσε. Πιστῶν δὲ κατὰ δια δοχὴν παρειλήφαμεν, τὴν Χριστοῦ μητέρα είναι Μα ρίαν τὴν ἀειπάρθενον· οὕτω γάρ σχήματος ἔχουσα, πολλοῖς διεφάνη. Καλοῦσι δὲ τὸν δόμον Αναστασίαν, ὥς γε εικάζειν ἔστιν, ἔτιπερ τὸ δίγμα τῆς ἐν Νικαία πίστεως, ἐν τῇ Κωνσταντίνου πεπτωκός ἤδη και τε θνηκὸς διὰ τὸ τῆς δυνάμεως περιὸν τῶν ἑτέρωσε δοξαζόντων, ἐνταῦθα πάλιν ἀνέστη καὶ ἀνεβίω ταῖς Γρηγορίου σπουδαῖς. Ως δὲ παρά τινων ἐπυθόμην, ἀληθεύειν διατεινομένων, ὡς γυνή τις ἐνταῦθα ἐγκύμονι βαρουμένη φόρτῳ, ἐκ τῶν μετεώρων διολισθοῦσα στοῶν, τέθνηκε. Κοινὴν δ᾽ εὐχὴν δεδρακότος ἐπ' αὐτῇ τοῦ πλήθους, ἔτυχε γὰρ τηνικάδε ἐκκλησιάζον, ἀνα στῆναι αὖθις μετεσχηκυίαν τοῦ ζῆν, μηδαμή του βρέφους διαλυμανθέντος τῷ πτώματι· καὶ τὴν προσηγορίαν ἐκεῖθεν εἰληφέναι τον χώρον, οἷα Θεῷ διαπεπραγμένου τοῦ ἔργου. Περὶ μὲν τούτου ταύτῃ. ἀλλὰ καὶ δυσπραγίαις καὶ περιπετείαις ἄλλως βίω ΚΕΦΑΛ. Η'. Περὶ τῶν 'Αρειανῶν καὶ Εὐνομιπνῶν, ὡς ἐξηλάθησαν τῶν ἐκκλησιῶν, καὶ εἰς τὰς ἰδίας ἀπ εχώρουν πατρίδας· καὶ ὡς Γρηγόριος τῆς καθ όλου ᾿Εκκλησίας ἐκράτει· καὶ περὶ τῆς Εὐνο μίου δεινότητος. Ὁ δὲ βασιλεὺς εὐθὺς πέμψας, Δημοφιλῳ παρε κελεύετο, ἢ τοῖς ὅροις τῆς ἐν Νικαίᾳ συνόδου στο χεῖν, καὶ τὸν λαὸν εἰς ἓν ἄγειν, καὶ τῆς εἰρήνης ἐξέχεσθαι· ἢ μὴ βουλόμενον, θᾶττον ἀναχωρεῖν τῶν ἐκκλησιῶν. Ὁ δὲ τὸ πρὸς κρείσσονας ἀντιφέρεσθαι μὴ δεῖν λογισάμενος, τὸ πλῆθός τε συνεκάλει, καὶ τὴν βασιλέως γνώμην ἐδήλου ἐν μέσοις ταῦτ᾽ ἐπει πών· ο 'Αδελφοί, ἐπεὶ θεῖος κελεύει χρησμός διωκομένους ἡμᾶς ἐκ τῆσδε τῆς πόλεως εἰς ἑτέραν μεταχωρεῖν, ὁ δὲ βασιλεὺς τῶν εὐκτηρίων ἡμᾶς ἐξελαύνει· ἴστε, τῇ ὑστεραίᾳ ἔξω τειχῶν ἐκκλησια ζόμενοι.» Τειάδε εἰπὼν, ἀπήρε, καὶ παρὰ τὸ τεῖ χος τοῦ λοιποῦ ἐκκλησίαζεν· οὐχ ὡς γε ἐχρῆν τὴν εὐαγγελικὴν ἐκλαβόμενος ἔννοιαν· φεύγοντας γὰρ τὴν ἐν κόσμῳ διαγωγήν, πρὸς τὴν ἄνω πόλιν τὴν Ἱερουσαλήμ μετασκευάζεσθαι ὁ λόγος ἴσως αἰνίσσεται. Εξῄει δὲ σὺν αὐτῷ καὶ Λούκιος, ὃς τὴν ; 1) ᾿Αρείου δόξαν ἐπὶ τῆς ᾿Αλεξάνδρου κρατύνων, ἐκεῖ θεν ἐξελαθείς, τῇ Κωνσταντίνου διέτριβε. Τῶν δ' ἀμφὶ Δημόφιλον τὰς ἐκκλησίας λιπόντων, ὁ βασι λεὺς εἰσελθὼν σύναμα Γρηγορία, ταύτα; αὐτῷ ἐνεχείριζεν ἐπευχόμενος. Ην δ' ἔτος τὸ την καῦτα Γρατιανῷ μὲν πέμπτον ἐν τῇ ἀρχῇ, Θεοδοσίῳ δὲ πρῶτον, ὑπατευόντων. Αφ' οὗ δὲ οἱ περὶ ᾿Αρειαν τοὺς εὐκτηρίους οίκους κατέσχον, οὐχ ἧττον ἢ τεσ σαράκοντα. 'Αλλ' ὁ μὲν Δημόφιλος ἐξελαθείς, την
col. 769–770page 381 of 633
PG 146:769ευτοῦ πατρίδα καταλαμβάνει την Βέροιαν. Καὶ Θεόδωρος τῆς Ἀντιόχου απωσθείς, εἰς τὴν Θρᾴκην ἔθεν ἐγένετο, ἀπεχώρει· ὡσαύτως δὲ καὶ ὁ Νικαίας Υπάτιος παρὰ τὴν γεννησαμένην Τύρον ἐν Συρίᾳ μετέβαινε· καὶ ἄλλοι ἀλλαχοῦ διασπείροντο. Οἱ δ' ἐν ᾿Αντιοχεία πρεσβύτεροι, Αστέριος καὶ Κρισπῖνος, καὶ τὸ ἄλλο ὑπὸ Θεόδωρον πλήρωμα συνεδριάσαντες, πολλῶν καὶ ἄλλων ἐπισκόπων ἐκ τῶν πέριξ πόλεων συνδραμόντων, πρὸς τοὺς περὶ Εὐνόμιον ἔπεμπον, τὴν αὐτῶν κοινωνίαν ἐπιζητοῦντες. Οἱ δ' ἀντεπέστελλον, δέχεσθαι μὲν αὐτοὺς, πλὴν ἀποψη φισαμένους τὴν ἐπ᾿ Αετίῳ καταχειροτονίαν καὶ τοῖς ἐκείνου συγγράμμασι· προσαπήτουν δὲ καὶ τοῦ βίου τὴν διακαθαρσιν· καὶ γάρ πως ἔν τισιν οὐ καθαροί; διαιτήμασι προσεφύροντο. Οἱ δὲ τότε μὲν τὴν αἴτη σιν οὐ προσήκαντο· ἐς ὕστερον δὲ καὶ τὸ ἐπ' ἐκκλησίας κακίζειν Ευνόμιον καὶ τοὺς περὶ ἐκεῖνον προή χθησαν, μετεωρολέσχας ἀποκαλοῦντες, πλήρεις τε 236 ἀπονοίας καὶ σκαιότητος, οἷς αὐτοῖς τοιαῦτα προτείνειν ἔγνωσαν. Οἱ δὲ τῆς ᾿Αρείου αἱρέσεως πλῆθος οὐ μέτριον ὄντες, ῥοπαῖς ταῖς ἀνέκαθεν Κωνσταντίου τὸ καὶ Ουάλεντος, ἀδεῶς ἐς ταυτό γινόμενοι, περί Θεοῦ καὶ τῆς αὐτοῦ οὐσίας προπετώς διαλόγους ἐποίουν. Καὶ βασιλέως πειρᾶσθαι ἀνέπειθον, ὅπο ἐμόφρονες ὄντες τοῖς ἀνακτόροις διέτριβον. Καὶ γὰρ ἐν ἐλπίσιν ἦσαν καὶ τοῦτον εἴσω θέσθαι χειρῶν, καθὰ δὴ καὶ Κωνστάντιον. "Ο δὴ καὶ οἱ τῆς καθόλου Ἐκκλησίας διὰ πολλῆς ἐποιοῦντο φροντίδος, καὶ ἐν: μετεωρολέσχας, δέει με γίστῳ καθίσταντο, τὴν Εὐνομίου ἐν τοῖς δια λόγοις δεινότητα ὑπειδόμενοι. Οὐ πάνυ γὰρ οὗτος πόῤῥω διάφορος Κυζικηνοῖς καταστάς, ἐπὶ τῆς ἡγεμονίας Ουάλεντος, τῆς ᾿Αρείου συμμορίας ἑαυ τὸν ἀποκρίνας, αντιπέραν τῆς Κωνσταντίνου κατὰ τὴν ἐν Βιθυνία Χαλκηδόνα ἡσυχῆ καθῆστο. Πολὺ δὲ πλῆθος ἐκ τῆς Βυζαντίδος πρὸς αὐτὸν διεπεραιοῦτο ἄλλοι δὲ καὶ ἀλλαχόθεν συνέῤῥεον, οἱ μὲν πεῖραν προσάγοντες, οἱ δὲ εἴ τι λέγοι καινότερον, ἀκουσόμενοι. Η δὲ περὶ αὐτὸν φήμη καὶ εἰς βασιλέα διέ τρεχε. Καί γε ἂν καὶ εἰς λόγους ἧκε τῷ βασιλεῖ, εἰ μὴ ἡ θεοφιλής Πλακίλλα ἡ βασιλὶς ἀνέκαθεν τὰ δό ξαντα ἐν Νικαίᾳ πρεσβεύουσα, ἐπέσχε σπουδῇ τῇ πάσῃ, μὴ τὸ παράπαν ἐκείνῳ εἰς λόγους ἐλθεῖν. Ἐδεδίει γὰρ μάλιστα, μὴ πρὸς τὴν ἐκείνου μετα στήσοι δόξαν τὸν ἄνδρα τῷ ἐπαγωγῷ τοῦ ἤθους καὶ τῷ τοῦ λόγου δεινῷ.

Chapter IXCaput IX

col. 771–772page 382 of 633
PG 146:771ΚΕΦΑΛ. Θ'. Περὶ τῆς πρὸς Θεοδόσιον παρρησίας τοῦ ἁγίου Αμφιλοχίου τοῦ ἐπισκόπου Ικονίου. Τοιούτων δὴ γινομένων, καὶ τῆς περὶ ταῦτα σπουδῆς παρὰ ᾿Αρειανοῖς ἀκμαζούσης, λέγεται τὸν πολύν 'Αμφιλόχιον, οὗ καὶ πρώην εμνήσθημεν, ένα με ὄντα τῶν ἐπιδημούντων ἐπισκόπων, πράγμασι μὲν ἥκιστα ἐντριβή, πρεσβύτην δ' ἄλλως καὶ περὶ τὰ θεῖα νοῦν ἔχοντα, βασιλεῖ προσιέναι, καὶ ἀντιδο λῆσαι τοὺς τῶν ᾿Αρειανών συλλόγους τῶν πόλεων ἐξελαύνεσθαι. Ὁ δὲ βασιλεύς, ὡς ἂν ἀπηνῆ τὴν αἴτησιν ἡγησάμενος, οὐκ ἐδέξατο. Ὁ δὲ σοφὸς ἐκεῖ νος πρεσβύτης, τό γε νῦν ἔχον ἐν σιγῇ παρελθὼν ἐπινοίᾳ σοφωτέρα, μνήμης ἄξιον διεπράξατο. Αὖθις γὰρ σὺν τοῖς λοιποῖς ἐπισκόποις εἰς τὰ βασίλεια παρελθὼν, τὸν μὲν βασιλέα, ως γε εἰκὸς, καθὰ καὶ οἱ λοιποὶ τῶν ἱερέων, ήσπάσατο εὐσεβῶς καὶ ἠπίως μάλα· τῷ δὲ τοῦ βασιλέως παιδὶ ᾿Αρκαδίῳ, νεωστὶ δὲ τὴν τῆς βασιλείας χειροτονίαν ειλήφει, ἀγέραστον καταλέλοιπε μὴ τὴν ἴσην ἀπονείμας τιμήν. 'Αλλά προσελθών, καθὰ δὴ νηπίῳ διαλεγόμενος, τῷ δα κτύλω σαίνων, ο Χαίροις καὶ σὺ, παιδίον, ο φησί. Βασιλεὺς δὲ ἰδιωτικώτερον οἷά γε πρεσβύτην νομί σας διακεῖσθαι τὸν Ἀμφιλόχιον, ὅπως δεῖ ἀσπάζεσθαι τὸν υἱὸν, ἐξεπαίδευεν. Ο δ', ο 'Απόχρη, ο έλεγε, καὶ ταύτης αὐτῷ τῆς τιμῆς. • Περιοργή; δὲ γενόμενος βασιλεὺς ὡς περιυβρισμένῳ τῷ παιδὶ χαλεπαίνων, μεθ᾽ ὕβρεων ἐξάγειν τὸν ἱερέα ἐκέλευεν. Ὁ δὲ καίπερ ώθούμενος, μικρὸν ἐπιστραφείς, ἔφη, τὸν ἐπινοίς κρυπτόμενον ἀνακαλύπτων σκοπόν Ορος, ὦ βασιλεῦ, ὡς οὐ φέρεις τὴν τοῦ παιδὸς παροινίαν, ἀλλ' ἡμῖν χαλεπαίνεις πικρώς τῷ τῆς προσρήσεω; ὑφειμένῳ; Οὕτω δὴ νομίζειν χρεών καὶ τὸν οὐράνιον Βασιλέα και Πατέρα ἀγανακτεῖν τοῦ Μονογενοῦς, τοὺς μὴ τὸ ἴσον ἐκείνῳ προσνία μοντας γέρας, ἀλλ᾽ ἄνισον καὶ πολλῷ τοῦ Πατρὸς ἥττονα τολμῶντας ἀποκαλεῖν.» Συνεὶς δ' ἐντεῦθεν ὁ βασιλεὺς τά τε πεπραγμένα καὶ τὰ εἰρημένα θαυ μάτας, ὡς τάχος τὸν ἱερέα Θεοῦ μετεστέλλετο· καὶ τοῖς ποσὶν ἐκείνου ἑαυτὸν ἐπιῤῥίπτων, συγγνώμην ᾔτει, καὶ μὴ ἄλλως ἔχειν ἐτίθετο. Καὶ ἐν τῷ ἀσφα λεῖ γενόμενος, τοῦ λοιποῦ τοὺς παρὰ τὸ δόξαν ἐν Νικαία δοξάζοντας, ἐξετρέπετο· τάς τ' ἐπ᾿ ἀγορᾶς ἔριδας καὶ τοὺς ἐπικενῆς συλλόγους ἀνέσχε· καὶ περὶ Θεοῦ καὶ τῆς αὐτοῦ φύσεως λόγους κινεῖν παν τάπασιν έπαυσε. Καὶ νόμον δ' ἐπὶ μέσου ὁρίσος, οὐκ ἀκίνδυνον ἐποιεῖτο τὸν μὴ φυλάττοντα· προσηπείλει μέντοι καὶ τιμωρίαν ἐπάγειν τῷ τολμητῇ. ἐξελαθέντων δ᾽ ἐντεῦθεν ᾿Αρειανῶν τε καὶ Εὐνομιανῶν, οἱ τῆς ὁμοουσίου πίστεως τῶν ἐκκλησιῶν κατεκράτησαν. τοῦ ὁμοουσίου,
col. 773–774page 383 of 633
PG 146:773ΚΕΦΑΛ. Γ. Περὶ τῆς ἁγίας δευτέρας οικουμενικῆς συνόδου ἢ δὴ σπουδῇ Θεοδοσίου βασιλέως καὶ Μελε τίου τοῦ ᾿Αντιοχείας τῷ Θεολόγῳ τὴν τῆς Κων. σταντίνου ἐπισκοπὴν ἐνεχείρισεν. Διά τοι τοῦτο, ὅσον τάχος καὶ σύνοδον ἐπισκόπων ἐς ταυτό συνελθεῖν ἐκάλει ἐκ μόνης τῆς ὑπ' αὐτὸν ἀρχομένης, ὥστε τὰ ἐν Νικαίᾳ δόξαντα βεβαιῶται διασκέψασθαί τε καὶ ᾧ προσήκει τὸν τῆς Κωνσταντίνου ἐγχειρίσαι θρόνον. Οἰόμενος δὲ πρὸς ἰσχύος εἶναι τοὺς ἀπὸ Μακεδονίου τῇ καθόλου Εκκλησία ἑνώσαι, ἐπεί τοί γε οὐ πάνυ τι πολύ διεφέροντο κατὰ τὸ δοκοῦν περὶ Θεοῦ ἑκατέρῳ συστήματι, καὶ τούτους εἰς τὴν σύνοδον μετεστέλλετο. Καὶ δὴ συν ἦλθον ἀπὸ μὲν τῶν ὁμοούσιον κηρυττόντων Τριάδα ἀμφὶ ἑκατὸν καὶ πεντήκοντα· θατέρας δὲ μοίρας ὁμοούσιον, ἓξ καὶ τριάκοντα ἦσαν, ἐξ Ελλησπόντου οι πλείους ὄντες. Τούτων δὲ προεστῶτες ἦσαν Ελεύσιος ὁ Κυ ζίκου, καὶ Μαριανὸς ὁ Λαμψάκου· τῶν δὲ τῆς και θόλου Εκκλησίας Τιμόθεος ὁ τῆς ᾿Αλεξάνδρου δια δεξάμενος τὸν ἀδελφὸν Πέτρον, τὸν τῆς ᾿Αθανασίου προεδρίας κληρονόμον γενόμενον· Μελέτιος τε ὁ τῆς Αντιόχου ἐπίσκοπος, ήδη πρότερον διὰ τὴν Γρηγορίου κατάστασιν τὴν Κωνσταντίνου καταλαβών καὶ ὁ τῶν Ἱεροσολύμων Κύριλλος, μετάμελος τηνια καῦτα γενόμενος· τὴν γὰρ Μακεδονίου δόξαν σπά ζετο πρότερον πρὸς δὲ τούτοις ᾿Ασχόλιος ὁ Θεσσαλονίκης, Διόδωρός τε ὁ Ταρσοῦ, καὶ ὁ περιώνυμος Βερροίας Ακάκιος· οἱ δὴ πάντες τὴν ἐν Νικαία γραφὴν ἀσπαζόμενοι, ἐπειρῶντο τοὺς περὶ Ἐλεύσιον σφίσιν ὁμοφρονῆσαι· ἡγόν τε εἰς μνήμην τὴν εἰς Λιβέριον αὐτοῖς γενομένην πρεσβείαν, ἐν ᾗ διὰ τῶν περὶ Εὐστάθιόν τε καὶ Σιλβανὴν τὴν ἐν Νικαίς πί στην στέργειν συνέθεντο· ἑκουσίῳ τε γνώμῃ χρόνῳ πολλῷ ἀδιάκριτον εἶχον τὴν κοινωνίαν· παρήνουν τε μὴ δίκαια πράττειν, καθάπαξ τὴν ὁμογνώμονα πίστιν προσειληφότας θερμῶς, αὖθις ἀφανίζειν τὰ καλῶς αὐτοῖς ἐγνωσμένα. Οἱ δ' ἐν δευτέρῳ τὰ τῶν παραινέσεων θέμενοι, τὴν ᾿Αρείου δόξαν κρείττονα νομίζειν εἰπόντες ἀναφανδόν, καὶ μή ποτε καταδέξασθαι ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱὸν ἀνειπεῖν, εἰ καὶ τἀναντία πρὸς Λιβέριον εἶπον, ἀπηλλάττοντο καὶ τοῖς κατὰ πόλιν τὰ ἴσα φρονοῦσιν ἔγραφον, μη δαμῶς τὴν ἐν Νικαίᾳ πίστιν προσδέξασθαι. Οἱ δὲ τῆς καθόλου Εκκλησίας επιμείναντες, περὶ χειροη τονίας ἐπισκόπου τῇ Κωνσταντίνου βουλὴν διεσκέπτοντο. Λέγεται δὲ τὸν βασιλέα διὰ θαύματος κατά τε βίον καὶ λόγων περιουσίαν ποιούμενον τὸν Γρηγόριον, ἐκεῖνον πρῶτον ἄξιον τῆς καθέδρας ψηφίσασθαι· συμ ψήφους δὲ καὶ τὴν σύνοδον μάλα γενέσθαι, τῆς ἀρετῆς αἰδουμένους τὸν ἄνδρα. Μάλιστα δὲ πάντων τῷ θείῳ Μελετίῳ δεῖν ἐδόκει τῷ Γρηγορίῳ τὴν τῆς Κωνσταντίνου ἐπισκοπὴν βεβαιοῦν. Ἐν δευτέρῳ γὰρ τὸν τῆς μεταθέσεως ἐποιεῖτο κανόνα, αἰτιωμένων τινῶν. Ηδει γὰρ ἀκριβῶς ὁ θεόληπτος τὸν τῶν ἐκεῖνον γεγραφό των σκοπόν. Η γὰρ σύνοδος ἐκείνη, τὰς τῆς φιλαρ ὁμοούσιον,

Chapter XICaput XI

col. 775–776page 384 of 633
Caput X
PG 146:775χίας ἐφορμάς περιτέμνουσα, τοῦτον ἐξέθετο, πολλῶν τηνικαῦτα ἐκ φιλαρχίας προβεβηκότων κακῶν. Εἰ δὲ τὸ φιλαρχεῖν ἀπείη, οὐδὲν πάντως τὸ προσιστάμενον, εἴ γε μόνον βίος ἢ λόγος, ἢ καὶ ἄμφω ταῦτα, τῶν πολλῶν ὑπεραίρων ἐστίν· ἢ κοινή τις καὶ μεγίστη ὠφέλεια τῇ μεταθέσει καλῶς προσο Αὐτὴ τὴν Μακεδόνιον ἀνέσπασε ῥιζόθεν, Το Πνεῦμα τὸ πανάγιον ἀλλοτριούντα μάτην Τῆς ὑψηλής θεότητος, καὶ πλάσμα βλασφημούντα. κάται. ΚΕΦΑΛ. ΙΑ'. Ως Γρηγόριος τινὰς τῶν Αἰγυπτίων σκανδαλιζομένους ἐρῶν διὰ τὴν μετάθεσιν δῆθεν, παρ ητεῖτο τὸν θρόνον, τῆς ὁμονοίας τῶν ἐκκλησιῶν φροντίζων, καὶ ἐπὶ τὴν ἰδίαν πατρίδα διέβαινε· καὶ περὶ Μαξίμου τοῦ Κυνικοῦ σι λοσόφου. Γρηγόριος δὲ τὰ μὲν πρῶτα προστατεῖν είλετο, καὶ ἐπὶ τὸν θρόνον ἀνέβαινε (πῶς γὰρ καὶ παριδεῖν εἶχεν ὑπὸ τοσούτων παρακαλούμενος); καὶ ποίμνην ἣν ἐκ σμικρᾶς μεγάλην ἐποίει, καὶ ταῖς εὐαγγελικαῖς ἀρδείσις ἐξέθρεψε, καὶ τοὺς ἔξω πλανωμένους τῇ σαγήνῃ τῶν λόγων εζώγρησεν· ἐπεὶ δὲ μετ' ὀλί γον ᾔσθετό τινας ἀντιλέγοντας, καὶ μάλιστα τους ήκοντας ἐξ Αἰγύπτου, τὸν συντακτήριον αὐτοῖς προστ φωνήσας, αὖθις τὴν ἐπισκοπὴν παρητεῖτο. Ως γύρ μετὰ τὴν σύνοδον καὶ τὴν τῆς χειροτονίας μετάθεσιν εὐθὺς ὁ θεῖος Μελέτιος πρὸς τὴν ἄλυπον μετέβαινε βιοτὴν, λόγοις ἐπιταφίοις παρὰ πολλῶν καὶ μάλιστα παρὰ Γρηγορίου τοῦ Νυσσαέων φωστῆρος ἀνευφημούμενος, οἱ ἐξ Αἰγύπτου στασιάζοντες ἦσαν· ἄλλα τε αἰτιώμενοι, καὶ ὅτι τὴν πατρικήν πρότερον ιθύνας ἐπισκοπὴν, καὶ Ναζιανζὸν αὐτήν, ὡς εἰς τρίτον ήδη καὶ τὸν τῆς Κωνσταντίνου θρόνον ἐπέβαινε. Καὶ δῆτα Τιμόθεος ὁ τῆς ᾿Αλεξανδρείας Μάξιμόν τινα φιλόσοφον Κυνικὸν ἐφευρών, τῷ θείῳ Γρηγορίῳ ἐς μαθητείαν τελέσαντα· ἔμπλεως δὲ τῆς ᾿Απολλιναρίου λώδης μάλιστα ἦν· καὶ τὰς ἐκείνου κυνικάς τρίχας περιελών, ἐν παραβύστῳ παρά τινι χορεύκου οικία τοῦτον τῆς Κωνσταντίνου ποιμένα ἐχειροτόνει. Αλλ' οἱ τηνικαῦτα συνειλεγμένοι τὸ τῆς πράξεως ἄτοπον εὐθὺς ἀπεώσαντο, καὶ οὐδαμῶς τῷ πεπραγμένω συνήνεσαν ζήλου γὰρ θείου και σοφίας πνευματικῆς ἔμπλεῳ ἄνδρες ἦσαν οἱ πλείους· οἷος Ελλάδος ἐκεῖνος ὁ τοῦ μεγάλου Βασιλείου διάδοχος, Γρηγόριος τε καὶ Πέτρος, οἱ τῶν αὐτῶν ὠδίνων Βασιλείῳ μετέλαχον· ὁ Ικονίου τε Αμφιλόχιος τῆς Λυκαονίας δὲ ἥδε ἡ πόλις· ὁ Πισίδων Οπτιμος, καὶ ὁ Κίλιξ Διόδωρος, καὶ ὁ Λαοδικείας Πελάγιος· ὅ τε τῆς Εδεσσηνῶν Εὐλόγιος, Ακάκιος ὁ Βεροίας, ὁ Κύρου Ισίδωρος, Κύριλλός τε ὁ Ἱεροσολύμων, καὶ ὁ Και σαρείας τῆς Παλαιστίνης Γελάσιος, διαδεξάμενος τὸν Ἀκάκιον, δ; τὸν Παμφίλου Ευσέβιον· καὶ ἑτεροι πλεῖστοι, ἀρετῆς μὲν ἀθληταί, τῷ βίῳ δὲ τὸν λόγον
col. 777–778page 385 of 633
PG 146:777κοσμοῦντες· οἱ δὴ πάντες τὸ πραχθὲν μυσαττόμενοι τῶν Αἰγυπτίων διακριθέντες, τῷ μεγάλῳ Γρηγορίῳ συνῆσαν. Καὶ ἅμα γινόμενοι, τάς τε πανηγύρεις καὶ τελετὰς καὶ σύμπαν τῇ Ἐκκλησίᾳ τὸ εἰω ὸς, ὡς εἰκὸς, ἀδεῶς ἐπετέλουν. Οὓς ὁ θεῖος παρεκάλει Γρη γόριος, ἐπιεικέστατος καὶ ἀτυφότατος εἴπερ τις μάλα γενόμενος, συμφωνεῖν πρὸς ἀλλήλους ἐλέσθαι, καὶ τὴν εἰρήνην ἀσπάζεσθαι· ὅτι γε καὶ τὴν συνάθροισιν διὰ ταύτην γενέσθαι· καὶ προτιμἂν μὲν αὐτήν, τῆς δ' ἑνὸς ἀδικίας ὑπερορίν. «Καὶ γὰρ ἐγώ, ἔλεγε, τῶν πολλῶν φροντίδων ἀπαλλαγείς, τὴν ἐκ πολλοῦ μου φίλην αὖθις ἡσυχίαν ἀσπάσομαι· καὶ ὑμῶν ἡ περισπούδαστος εἰρήνη προσγένηται μετὰ τὸν μπο κρὸν ἐκεῖνον καὶ δυσκαταγώνιστον πόλεμον. Εμοιγε γὰρ τῶν λίαν ατόπων εἶναι λογίζεται, ἄρτι τῆς τῶν ἐναντίων μάχης ἀπαλλαγέντας, κατ' ἀλλήλων όπλί. ζεσθαι, καὶ βάλλειν ὡς ἔτυχε, καὶ τὴν ἰσχὺν ἐν τοῖς μὴ προσήκουσιν ἀναλίσκειν· οὕτω γὰρ ἐπίχαρτοι καὶ τοῖς δυσμενέσι γενοίμεθα. Είχε τοίνυν ἐμοὶ πεί. θοισθε, ἄνδρα τινὰ εὑρηκότες τοῦ θρόνου αντάξιον, καὶ νοῦν θεῖον ἔχοντα, τὴν τῆς Ἐκκλησίας τούτῳ προστασίαν ἀνάθεσθε· δ; Θεῷ κυβερνώμενος, καλῶςἄρα διάθοιτο πάντα.» Τούτοις ἐκεῖνοι μὴ ἀντιλέγειν ἔχοντες, καὶ ἄκοντες ἐνεδίδοσαν. Καὶ τὸν μὲν Κυνι τὸν Μάξιμον εὐθὺς τῆς ἱερατικῆς ἀξίας γυμνώσαντες, τῶν ἱερῶν περιβόλων ἐξήλαυνον, ἐκκήρυκτον ποιησάμενοι, καὶ διὰ τὸ παραλόγως μὲν τῷ θρόνῳ ἐπιπηδῆσαι, μάλιστα δ' ὅτι, ὥσπερ εἴρηται, καὶ τῆς Απολλιναρίου φρενοβλαβείας ἔμπλεως καθειστήκει. Γρηγόριος δὲ τὸν θρόνον λιπών, ἐπὶ τὴν πατρίδα Ναζιανζόν ἀνεχώρει αὖθις, καὶ ἡσυχῆ καθῆστο διά γων καθ' ἑαυτόν, μηδενὶ σκανδάλου καταλιπών πρόφασιν, τῷ ἑκὼν ὑποχωρῆσαι τοῦ θρόνου. Και γε τόνδε τὸν ἄνδρα σοφώτατον μάλα διαγενόμενον καὶ τῶν ἄλλων πάντων ἕνεκα, οὐχ ἥκιστα δὲ καὶ τοῦ παρόντο; ἔπεισί μοι θαυμάζειν. Οὔτε γὰρ ὑπὸ τῆς εὐγλωττίας ἐπῆρτο, οὔτε μὴν ἧττον: κενῆς δόξης ὀφθέντι, ἔφεσις υπεισέρρει προστατεῖν ἐκκλησ σίας τοσαύτης, ἣν μηδ' εἶναι κινδυνεύουσαν, ἐς πολύ τι καὶ μέγα ἐπιδοῦναι ταῖς οἰκείαις διδασκαλίαις παρεσκευάσατο· ἀλλὰ καὶ τὴν παρακαταθήκην τοῖς ἐπισκόποις εὐθὺς ἀπέδωκεν, οὔτε τοὺς πόνους προ βεβλημένος ἢ τοὺς κινδύνους, οὓς διήνεγκε πρὸς τὰς αἱρέσεις ζυγομαχῶν. Καίτοι γε τὸ προσιστάμενον ὀλίγον ἢ οὐδὲν ἦν, ὥστε κατέχειν τὸν θρόνον καὶ ἡγεῖσθαι τῆς Κωνσταντίνου, ἑτέρου ἐπισκόπου κατά Ναζιανζὸν ἐπικηρυχθέντος. Η γε μήν σύνοδος τὰ ἐξ ἀρχαίου φυλάττουσα ἔθιμα, ὃ ἐγχειρίσασα ὤφθη, παρ' ἑκόντος ἀπείληφε, μηδὲν ὅτα τῷ ἀνδρὶ προσῆσαν θεία πλεονεκτήματα, αἰδοῦς ἀξιώσατα. ΚΕΦΑΛ. ΙΒ. Περὶ βίου καὶ ἀγωγῆς Νεκταρίου, ὃς Γρηγόριον διεδέξατο· καὶ ὡς ἄρτι βαπτισθεὶς, ἐπὶ τὴν καθέδραν ἀνέβαινεν. Μεγίστη δὲ καὶ πεφροντισμένη βουλὴ τῷ τε βασι λεῖ καὶ τοῖς ἐπισκόποις ἐγένετο, καὶ μάλιστα τοῦ

Chapter XIICaput XII

col. 779–780page 386 of 633
PG 146:779κρατοῦντος ἀκριβῆ ποιῆσαι τὴν βάσανον παρεγγυωμένου, ὅπως ὅτι μάλιστα καλός τε καὶ ἀγαθὸς εὑρε θείη, ᾧ δεήσει τὴν τῆς μεγίστης τῶν πόλεων κατα πιστεῦσαι ἡνίαν. Αλλ' ἡ σύνοδος οὐ τὴν αὐτὴν εἶχε τῷ κρατοῦντι γνώμην. Εκαστο: δὲ τῶν τινα προσφι τῶν καὶ ἄλλως ἐπιτηδείων τὴν τῆς καθέδρας ἠξίουν ἐπιτρέπειν τιμήν. Τῆς δὲ τοιαύτης σπουδῆς τοῖς Επισκόποις ἅπασι λογοποιουμένης, Νεκτάριος τις ἀνὴρ ἐκ Ταρσοῦ τῆς Κιλίκων ὁρμώμενος, εὐπατρίδης τε καὶ τοῦ πρώτου γένους, ἐπίσημος τῇ συγκλή τῷ βουλῇ, ἐπιεικῆς τὸν τρόπον, καὶ διὰ πάντων ὡς εἰπεῖν θαυμαζόμενος, τηνικαῦτα δὲ τὴν τοῦ πραίτωρος χειρίζων ἀρχὴν, τῇ Κωνσταντίνου διατρίβων, ἤδη δ' ἀπαίρειν πρὸς τὴν οἰκείαν πατρίδα παρε σκευασμένος, πρὸς Διόδωρον τον Ταρσοῦ ἐπίσκοπον παρεγένετο, συνταξόμενο; καὶ εὐχὴν λαβεῖν· εἰ δέ που καὶ δεήσοι, καὶ ἐπιστολὰς κομιζόμενος. Συνέ βαινε δὲ Διοδώρω τηνικαῦτα ἐν φροντίδι εἶναι, τίνα χρεών επιλεγῆναι τῇ προκειμένῃ σπουδή. Καὶ τὴ Νεκτάριον εἰσιόντα ἰδὼν, εὐθὺς κατὰ νοῦν ἄξιον τῆς καθέδρας ἔκρινε· καὶ ἀοράτως αὐτῷ προσετέθη που λιὰν ὁρῶν πολὺ τὸ αἰδέσιμον ἔχουσαν, τό τε Ιερθο πρεπὲς τοῦ εἴδους, καὶ τὸ τοῦ ἤθους μάλα ἐπιεικές. Καὶ προφάσει δῆθεν ἑτέρᾳ παρὰ τὸν τῆς Ἀντιόχου ἐπίσκοπον αὐτὸν ἀγαγών, ὑπερφυῶς ἐπήνει τὸν ἄνδρα· καὶ ἐδεῖτο σπουδὴν καὶ αὐτῷ κατατίθεσθαι τῷ γε παρόντι. Ο δὲ πολλῶν περιβοήτων υποψήφων ὄντων, ὡς ἐπὶ ἔργῳ μάλα πεφροντισμένῳ καθ' ἑαυ τὸν μειλιῶν, τὴν Διοδώρου ψῆφον διέγραφε Νεκτάριον δ' ὅμως καλέσας, βραχύν τινα χρόνον παρηγγία μένειν. Ἐν τοσούτῳ δὲ καὶ βασιλεὺς προσέταττε χάρτῃ ἐγγράφειν ὧν ἕκαστοι δοκιμάζουσι τὰ ὀνόμα τα, ὡς ἀξίων ὄντων τοσοῦτον σκάφος τῆς ἐκκλησίας ιθύνειν, καὶ πάντας μὲν αὐτῷ ἐγχειρίζειν, αὐτῷ δὲ οἱ τὴν τοῦ ἑνὸς αἵρεσιν ἐπιτρεπτέαν εἶναι, Καὶ οἱ μὲν ἄλλοι τοὺς αὐτοῖς δοκοῦντας ἀνέγραφαν ὅ γε μὴν τῆς Ἀντιόχου πρόεδρος προεκθέμενος τῷ χάρτη, οἱ ἄρα πρὸς βουλῆς ἦσαν αὐτῷ, ἐς ὕστερον πάντων, διὰ τὴν πρὸς Διόδωρον χάριν, καὶ Νεκτάριον ὑποτίθησιν. Ο δὲ βασιλεὺς τὸν χάρτην μετά χεῖρας λαβὼν, ἐν ᾧ κατάλογος τῶν ἐγγραφέντων ἦν, ἐπὶ Νεκτάριον ἐλθών, ἔστη. Σύννους δ' ὡς τὰ πολλὰ γενόμενος, καθ' ἑαυτὸν ὑφαινε τὴν βουλήν καὶ δὴ τῷ Νεκταρίου ὀνόματι τὴν δάκτυλον ἐπιθεὶ;, ἀνατρέχει αὖθις τὰς κλήσεις τῶν ὑποψήφων καὶ ἐπανελθὼν αὖθις εἰς Νεκτάριον, καὶ πολλὰ βουλευσάμενος, τοῦτον πρὸ πάντων ἄξιον τῆς καθέδρας κρίνει. Εκπληξις δ' ἐπὶ τῷ γεγονότι κατεῖχεν ἅπαν τας καὶ τοῖς ἀπάντων στόμασιν ἤγετο, τίς ἂν εἴη οὗτος Νεκτάριος, καὶ τίνα ἐπιτηδεύοι, καὶ ὅθεν, Ως δ᾽ ἐπυνθάνοντο καὶ ἀμύητον ἔτι εἶναι, ἐπ. πλεῖον εἶχαν τὸ θαῦμα, καὶ τῷ βασιλεῖ τῆς ἐπ' ἐκεί νῳ γνώμης ἐξίσταντο. Οἶμαι δὲ τοῦτο καὶ Διόδωρου ἀγνοεῖν. Οὐ γὰρ ἂν εἰκὸς ἐπ᾽ ἀμυήτῳ τοσαύτην ψῆφον ἐξενεγκεῖν ἀπεθάῤῥησεν· οἷα δὲ εἰκὸς, πολιν ὄντα πάλαι μυηθῆναι ὑπέλαβε. Ταῦτα δὲ Θεοῦ δίχα συμβαίνειν, οὐκ ἔγωγε οἶμαι. ὡς δὲ καὶ βασιλεύς τοῦτο μάθοι, καίπερ πολλῶν ἱερέων ἀντιτεινόντων, ὅμως τὴν γνώμην ἔστεργεν ἐπ' αὐτῷ. Ἐπεὶ δὲ
col. 781–782page 387 of 633
PG 146:781ΧΙ. πάντες συμβάντες τὴν τοῦ κρατοῦντος ψῆφον ἐχυροῦν, εὐθὺς ἐμυεί:ο Νεκτάριος. Ἔτι δὲ τὴν μυστικὴν ἐσθῆτα ἡμφιεσμένος, κοινῇ τῆς συνόδου ψήφῳ τῆς Κωνσταντίνου ἐπίσκοπος ἀνηγόρευτο. Ταῦτα δ' οὕτω συμβῆναι πολλοῖς ἐπιστεύθη, Θεοῦ τῷ βασι λεῖ χρήσαντος. Εἰ δ᾽ ἀληθὲς, εἴτε καὶ μὴ, οὐκ εἰσά παν ἐμοὶ ἀκριβοῦσθαι ἔστιν· ἐμαυτὸν δ᾽ ἄρα πεισαί μην, μὴ ἀθεεὶ τὴν τοιαύτην συμβήναι πρᾶξιν, τῷ τε ἀήθει τῆς χειροτονίας καὶ ξένῳ, καὶ τοῖς μετὰ ταῦτα τεκμηριούμενος. Πράῳ γὰρ ὄντι καὶ ἀγαθῷ τὰ πάντα, εἰκὸς Θεὸν τὴν ἱερωσύνην διὰ τῆς τοσαύτης συνίδου ἐγχειρίσαι αὐτῷ. Ἡ μὲν οὖν Νεκταρίου χειροτονία οὕτω τὴν ἀρχὴν συμβατα, τοιόνδε καὶ πέρας αἴσιον ἔσχεν. ΚΕΦΑΛ. ΙΓ'. Περὶ ὧν ἡ ἁγία δευτέρα οἰκουμενικὴ ἐθέσπισε σύνοδος, διελοῦσα τὰς ἐπαρχίας, κυρώσασά το τὴν ἐν Νικαίᾳ πίστιν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον θεολογήσασα, κανόνας ἐξέθετο. Επειτα ἐς ταυτὸ οἱ ἱερεῖς ἅπαντες συνιόντες ἅμα Νεκταρίῳ, τἀσφαλὲς τὸν ὅρον ἔχειν τῆς ἐν Νικαία πίστεως ἐπρυτάνευον, καὶ πᾶσαν αἵρεσιν ἀπεκήρυττον. Καὶ τὰς ἐπαρχίας διανειμάμενοι, πατριάρχας κατέστησαν· ἐθέσπισάν τε κατὰ τοὺς πάλαι κανόνας τοὺς ἐπισκόπους ἐπὶ τῶν ἰδίων μένειν ἐκκλησιῶν, καὶ μὴ ὡς ἔτυχε ταῖς ἀλλοτρίαις ἐναν ρίαις ἐπιβαίνειν, μηδὲ ἀκλήτους μηδὲν προσηκούσαις χειροτονίαις ἐπιβάλλειν. Τοῦτο γὰρ πρώην συνέβαινε, τῆς καθόλου Εκκλησίας διωκομένης. Όσα γε μὴν παρ' ἑκάστοις συμβαίνει, τὴν τοῦ ἔθνους σύνοδον, ὡς ἐκείνῃ κριθείη, διοικεῖν τε καὶ πράττειν. Μετὰ δὲ τὸν 'Ρώμης τὸν τῆς Κων σταντίνου ἐπίσκοπον τὸ πρεσβεῖον ἔχειν, ἅτε δὴ τῆς νέας Ρώμης ὄντα ἐπίτροπον. Οὐ μόνον γὰρ ἡ πόλις οὕτω προσηγορεύετο, γερουσία τε καὶ δήμων τιμαῖς καὶ ἀρχαῖς ἐσεμνύνετο· ἀλλὰ καὶ σύμβολα καὶ ἔθιμα τῶν ἐν Ἰταλίᾳ Ῥωμαίων ηὔχει· τά τε γέρα καὶ τὰ ἐκ τιμῆς δίκαια ἐπίσης ἑκατέρᾳ ἴσα ἦν. Αμέλει καὶ κληροντας Νεκτάριος τὴν Θρᾴκην αὐτὴν καὶ τὴν Μεγαλόπολιν τὴν δὲ κατὰ Πόντον διοίκησιν ἀπὸ Βιθυνῶν ἄχρις ᾿Αρμενίων Ελλαδίῳ τῷ μετὰ Βασί λειον τῆς Καππαδοκῶν ἡγησαμένῳ ἔδοσαν, καὶ Γρη γορίῳ τῷ Νύσση;· πόλις δὲ καὶ αὕτη Καππαδοκών. Τὴν δὲ τῆς Μελιτηνῆς ἐπαρχίαν Ότρηΐῳ ἀφῆκαν. Τὴν δ' Ασιανὴν διοίκησιν ᾿Αμφιλόχιος ὁ Ικονίου, καὶ Οπτιμος ὁ τῆς Πισίδων ᾿Αντιοχείας ἐλάγχανον Αίγυπτος δὲ τῷ ᾿Αλεξανδρείας Τιμοθέῳ ἀνεῖτο. Την δὲ διοίκησιν τῶν κατὰ τὴν ἕω ἐκκλησιῶν τοῖς ὑπ' αὐτὴν ἐπισκόποις ἐπέτρεψαν· οἷον τῷ Λαοδικείας Πελαγία, καὶ Διοδώρῳ τῷ Ταρσοῦ τῆς Κιλικίας· τὰ οἰκεῖα πρεσβεία μόνα τῇ ᾿Αντιόχου καταλιπόντες,

Chapter XIVCaput XIV

col. 783–784page 388 of 633
Caput XIII
PG 146:783ἅπερ ἔτι τότε ζῶντι Μελετίῳ ἐνεχείρισαν· τὰς δὲ περὶ Θράκην καὶ Σκυθίαν πόλεις Τερεντίῳ τῷ Τομέων, και Μαρτυρίῳ τῷ Μαρκιανουπόλεως. Ούς δῆτα πάντας καὶ βασιλεὺς ἰδών τε καὶ ἐπαινέσας, ἐγίνετο σύμψηφος, αὐτοῖς συγγενόμενος· ὧν καὶ δόξα λαμπρὰ ἐπεκράτει οἷα τὰς ἐκκλησίας ὡς χρεὼν ἰθυνόντων. Μάξιμον δὲ μηδ' εἶναι, μηδὲ ὄνομα ἐπι σκόπου ἔχειν· τοὺς δὲ παρ᾽ αὐτοῦ χειροτονηθέντας κληρικούς καὶ τὰ πεπραγμένα σύμπαντα άκυρα εἶναι. Καὶ νόμῳ ἐκύρου βεβαίαν ἐσαςὶ διαμένειν τὴν ἐν Νικαία πίστιν· καὶ τὰς ἀπανταχοῦ ἐκκλησίας ἐκείνοις διδόναι, οἷς ὁμολογεῖν θέμις ἐν ὑποστάσει τριῶν προσώπων ἰσοτίμων καὶ ὁμοδόξων θεότητα μίαν Πατρός τε καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Καί τινας δὲ κανόνας τῆς ἐκκλησιαστικῆς ἕνεκεν εύχο σμίας ἐκθέμενοι, καὶ τὴν τοῦ παναγίου Πνεύματος δόξαν, ὡς ἰσότιμον καὶ ὁμόδοξον τῷ Πατρὶ καὶ τῷ Υἱῷ τῷ θείῳ συμβόλῳ τῆς ἐν Νικαίᾳ πίστεως προσ ετίθεσαν, τοῦ Νύσσης Γρηγορίου τὸ λεἶπον τῷ ἱερῷ συμβόλῳ ἀναπληρώσαντος. ΚΕΦΑΛ. ΙΔ'. Περὶ Κυριακοῦ τοῦ Αδάνων ἐπισκόπου καὶ Μα τυρίου τοῦ Κίλικος· καὶ περὶ τῆς ἀνακομιδὴς τῶν λειψάνων τοῦ ἁγίου Παύλου του Κων σταντινουπόλεως, καὶ Μελετίου του Ἀντιοχείας· καὶ ὡς Μελέτιον Φλαβιανός διεδέχετο καὶ σκάνδαλα πάλιν ἀνεκινοῦντο διὰ τὸν θρό νον τῇ 'Αντιόχου. Ἐπεὶ δὲ τάδε ἐγένετο, καὶ ἡ σύνοδος πέρας είχεν, οἱ μὲν λοιποὶ τῶν ἐπισκόπων εἰς τὰ οἰκεῖα ἐπανῄεσαν ἤθη • Νεκτάριος δὲ Κυριακὸν τὸν ᾿Αδάνων ἐπίσ σκοπον παρ' ἑαυτῷ κατεῖχεν, ὥστε τὴν ἱερατικὴν τάξιν παρ' αὐτοῦ ἐκπαιδεύεσθαι· τοῦτον γὰρ χρόνον ἐπίβραχυν ᾔτει Θεόδωρον τὸν Ταρσοῦ· ὁ δὲ οὐ τοῦτον μόνον, ἀλλὰ καὶ ἑτέρους πλείστους Κίλικας αὐτῷ εἴασεν· ὧν εἷς καὶ Μαρτύριος ἦν, ὃν ὡς ἄριστον ἰατρὸν ἐκέκτητο· ἦν δ᾽ αὐτῷ καὶ συνίστωρ τῶν ἐν νεότητι πλημμεληθέντων· ὃν τηνικαῦτα Νεκτάριος διάκονον χειροτονεῖν σπουδὴν ἐποιεῖτο. Τὴν δὲ λει τουργίαν Μαρτύριος ἀπεσείετο· διετείνετο γὰρ ἀνά ξιον εἶναι διακονίᾳ τοσαύτῃ· καὶ μάρτυρα τῶν οὐ καλῶς βεβιωμένων αὐτῷ Νεκτάριον ἐποιεῖτο. Ο δὲ, «Τί, φησίν, οἴει; Ἐγὼ δ' ὁ νῦν ἱερεὺς οὐκ ἀμελέτ στερον σοῦ ἐν νεότητι διαγέγονα βίον; Μάρτυς δὲ σὺ αὐτὸς, πολλαῖς μὴ προσηκούσαις ἀκολασίαις ἐμοὶ διακονησάμενος.» Τον δέ, ο 'Αλλὰ σύ, ώ μακάριε, ο φάναι, πρότριτα βαπτισθεί;, πᾶσαν ἀπεξύσω κηλίδα, ἐφ' ᾧ καὶ ἱερωσύνης μεταλαχείν σοι ἐγένετο. Αμφω δὲ, τά τε θεῖον λουτρὸν καὶ ἡ ἱερωσύνη, ἀμπλακημάτων εἶναι λυτήρια τοῖς θείοι; ἔγνωμεν νόμοις. Καί γε σὺ τὸ νῦν ἔχον οὐδέν μοι δοκεῖ; διαφέρειν τῶν ἀρτιτόκων βρεφῶν. Ἐγὼ δ᾽ ἐκ πολλοῦ τῷ θείῳ λουτρῷ καθαρθείς, τῇ ἴσῃ τῆς ἀκολασίας ζωή διετέλεσα χρώμενος.» Ταῦτα λέγων, τὸν τῆς ἱερωσύνης οὐχ ὑπέστη ζυγόν. "Ον ἐγὼ τῆς ἀγαθῆς παραιτή Αμφότερα δὲ καθάρσια ἁμαρτημάτων, το Θεῖον ἐνομοθέτησε.
col. 785–786page 389 of 633
PG 146:785σεως ἐπαινῶν, κατὰ τοῦτο καὶ μέρος τῆς παρούσης γραφῆς τοῦτον ἐποιησάμην. Μετὰ δὲ τὴν σύνοδον ὁ βασιλεὺς πυθόμενος ὅσα Παύλῳ τῷ τῆς Κωνσταντί του πάλαι συνέβη ἀρχιερεῖ, ὡς πρὸς τῶν ᾿Αρειανών ἐν ὑπερορίᾳ ἀγχόνῃ τοῦ ζῆν ἀπηλλάγη, ἐντίμως τὸν ἐκείνου νεκρὸν εἰς τὴν Κωνσταντίνου μετακομισά μενος, κατέθετο τῷ νεῷ, ὃν Μακεδόνιος ὁ ἐπιβουλεύσας αὐτῷ κατεσκεύασεν· ὃς καὶ εἰσέτι τὴν κλήσιν Παύλου φέρει, μέγιστός τε καὶ λίαν ἐπίσημος ὤν, περί που τὸ δεύτερον διακείμενος· ἄν οἱ ἀγνοοῦντες Παῦλον τὸν θεῖον ἀπόστολον εἶναι νομίζουσιν. Ὑπὲ δὲ τοῦτον τὸν χρόνον καὶ τὸ θεῖον τοῦ Μελετίου λεί ψανον ἐκ τῆς Κωνσταντίνου εἰς τὴν Ἀντιόχειαν έχου μίσθη, καὶ ἐγγειτόνων Βαβύλα τοῦ μάρτυρος κατε τέθη. Ελέγετο δὲ προστάγματι βασιλέως ἀνὰ πᾶσαν τὴν λεωφόρον παρὰ τὸ εἰωθὸς Ρωμαίοις ἐντὸς τει χῶν κατὰ πόλεις εἰσδεχθῆναι, εὐχαῖς τε καὶ ψαλμῳδίαις ἀμοιβαδόν κατὰ πόλεις τιμᾶσθαι, ἄχρις ἂν ἐς αὐτὴν διακομισθείη τὴν Αντιόχειαν. Τοσοῦτον δ' ἐν τετηκένα, τὸ φίλτρον ἅπασι φασι τοῦ ἀνδρὸς, ὡς καὶ τοίχοις καὶ σανίσι καὶ δακτυλίοις τὸν ἐκείνου τύποι ἐγγράφεσθαι. Καὶ Μελέτιος μὲν τοιᾶσδε ἠξιώθη τα φῆς· ἀντ᾿ αὐτοῦ δὲ τῷ ἐκείνου συστήματι χειροτονεῖται Φλαβιανός, ἐν δευτέρῳ τοὺς δοθέντας θέμενος ὅρκους· Παυλίνος γὰρ ἔτι ζῶν διετέλει. Καντεῦθεν αὖθις μικρὸν τὴν ᾿Αντιοχέων ηρεμήσασαν πόλιν τα μαχαὶ διελάμβανον· πολλοὶ γὰρ ἀπὸ Φλαβιανοῦ διαρ φαγέντες, προσεῤῥύησαν τῷ Παυλίνῳ· οὗ δὴ χάριν οὐ μόνον οἱ κατὰ τὴν ᾿Αντιόχου, ἀλλὰ καὶ αὐτοὶ οἱ πέριξ ἱερεῖς διεφέροντο. Οι τε γὰρ Αἰγύπτιοι καὶ Αράδιοι καὶ Κύπριοι, ὡς ἐπὶ ἠδικημένῳ ἠγανάκτουν Παυλίνη. Σύροι δὲ καὶ Φοίνικες καὶ Παλαιστινοὶ, καὶ ὅσοι περὶ τὴν ᾿Αρμενίαν, Καππαδοκίαν τε καὶ Γαλατίαν, καὶ ἀνὰ τὸν Εὔξεινον πόντον, τούτων οἱ πλείους προσέκειντο τῷ Φλαβιανῷ. Δάμασος δὲ ὁ Ῥώμης ἐπίσκοπος καὶ οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς πλεί στα Φλαβιανῷ ἐχαλέπαινον· καὶ ἔστελλον μὲν Παυ λίνῳ· καὶ ὡς ἀρχιερεῖ τῆς Ἀντιοχέων Εκκλησίας προσεφθέγγοντο τὰς συνήθεις ἐπιστολάς, ἂς συνεδι κὰς εἰωθὸς καλεῖν· Φλαβιανὸν δὲ παντάπασιν έξε τρέποντο. Οὐχ ἧττον δὲ τοὺς ἀμφὶ Διόδωρον τὸν Ταρσοῦ, καὶ τὸν Βεῤῥοίας Ακάκιον, ὡς τὴν χειροτονίαν ἐπιβαλόντας αὐτῷ αἰτιώμενοι, ἀκοινωνήτους ἔκρινον. Τἀσφαλὲς δὲ γνῶναι περὶ τουτου βουλόμενοι, ἔγραψεν αὐτός τε καὶ Γρατιανός, εἰς τὴν Εσπέ ραν ἐκ τῆς Εω τούτους μετακαλούμενοι. ΚΕΦΑΛ. ΙΕ'. Ως Θεοδόσιος ὁ βασιλεὺς δευτέραν πάλιν ἐποίει συναγωγήν, συμφωνῆσαι τὰς ἐκκλησίας βου λόμενος· καὶ ὅσα Σισίνιος ὁ Ναυατιανὸς συν εβούλευε· καὶ ὡς μὴ δυνηθεὶς τοῦτο δρᾶσαι, ὑπερόριον φυγὴν τῶν αἱρετικῶν κατεδίκαζεν. Οπηνίκα κατ' ἐκεῖνον τὸν χρόνον τῶν ᾿Αρειανῶν ἐξωθουμένων τῶν εὐκτηρίων, εἰσαγομένων δὲ τῶν

Chapter XVCaput XV

col. 787–788page 390 of 633
PG 146:787ἀπὸ τῆς καθόλου Εκκλησίας, οὐκ ἐλάχισται ταραχαί τούτοις συνέβησαν· οὗ χάριν ὁ βασιλεὺς Θεοδόσιος ὀλίγον διαλιπών τῆς προτέρας συνόδου, τοὺς άρχης γοὺς τῶν ἀκμαζουσῶν τηνικαῦτα αἱρέσεων μετεκαλεῖτο αὖθις, ἵνα θάτερον γένηται· καὶ ἡ πείσωσιν ἢ πεισθῶσιν οἷς διεφέροντο. Οιόμενος γὰρ ἦν ταυτό φρόνημα πᾶσιν ἐνθεῖναι, τὰ τῶν δοξῶν ἀμφίβολα εἰς κοινὴν ἀκρόασιν εἰ γυμνάσειεν. Ἐπεὶ δὲ συνήεσαν ἅπαντες, ἡνίκα καὶ τὸν υἱὸν ᾿Αρκάδιον Αύγουστον ἀνηγόρευε, τῷ τῆς Κωνσταντίνου Νεκταρίῳ ἐκοινω νοῦτο περὶ τῆς γενησομένης συνόδου· παρηγγύα τ ὅσα τῶν ζητημάτων τὰς αἱρέσεις ἐποίει, εἰς κοινὴν προκεῖσθαι διάλεξιν· ὡς ἂν Ἐκκλησία μία γένοιτο, καὶ ἐν δόγμα σύμφωνον ἅπασι κατασταίη· καθη θρησκεύειν πάντας προσήκει, μή τι ἔχον ἀμφήριστον. Πλεῖστα δὲ μεριμνῶν Νεκτάριος, Αγέλιον μετ εστέλλετο τὸν τῆς Ναυατιανῶν αἱρέσεως προϊστάμενον· τῆς γὰρ αὐτῆς δόξης ἐκείνῳ κατὰ τὸ ὁμοούσιον ἦν· ὁ δὲ τοῖς ἔργοις μᾶλλον τὴν ἀρετὴν ἐπιδεδειγμένος· τῇ δὲ τερθρείᾳ τῶν λόγων καὶ τῷ ταύτης κομψῷ παντάπασιν ἀτριβὴς ὢν, ἕτερον ἀντ᾽ αὐτοῦ τοῦ ποιητέου προσεβάλλετο, είγε χρεία γένοιτο καὶ εἰς ἅμιλλαν καταστῆναι λόγων, Σισίνιον όνομα, την νικαῦτα τῷ τῶν ἀναγνωστῶν βαθμῷ διαπρέποντα, 8, μετὰ μικρὸν καὶ τὴν αὐτοῦ ἐπετράπη ἐπισκοπήν νοῆσαι μὲν δεξιὸν, φράσαι δὲ τὸ νοηθὲν μάλα δεινόν ἐπιτήδειον δὲ ἄλλως τῆς ἱερᾶς Γραφῆς ἀναδιφῆσαι τὸ βάθος, καὶ λαμυρῇ γλώσσῃ ἐπεξηγήσασθαι, ἴδριν τα τῶν παρ' Ἕλλησι καὶ τῶν παρ' ἡμῖν φιλοσοφησάντων· ὅς δὴ τότ' ἄριστα λέγειν δοκῶν, σύμβουλο; ἦν, ὥς τε τὰς μὲν τῶν ἄλλως δοξαζόντων διαλέξεις ἐκκλίναι, ἅτε δὴ μάχην καὶ ἔριν γεννᾷν ἱκανάς· εἰς ἐρώτησίν γε μὴν ἐλθεῖν, εἰ τοὺς τῶν ἱερῶν λόγων καθηγητάς, οἱ πρὶν ἢ τὴν διάστασιν ταῖς ἐκκλησίαις γεννῆσαι, προσίενται. Κἂν ἄρα τὰς ἐκείνων δόξας ἀπώσωνται, πάντως καὶ ὑπὸ τῶν τὰ σφέτερα δοξα ζόντων ἐξελαθήσονται· εἰ δὲ εἰς ἀπόδειξιν ἱκανού; εἶναι τῶν παρισταμένων λογίσονται, αὐτίκα τὰς ἐκείνων βίβλους ἐπὶ μέσου προσενεγκεῖν. ᾿Ακριβώς γὰρ ἡπίστατο ὡς οἱ παλαιοὶ συναΐδιον τῷ Πατρὶ τὸν Υἱὸν εὑρηκότες ταῖς θείαις Γραφαῖς, οὐδαμῶς ἐξ ἀρχῆς τινος τὴν γέννησιν ἔχειν εἰπεῖν ἐτόλμησαν. Ως δὲ καὶ Νεκταρίῳ καὶ βασιλεῖ ἀρίστη ἡ βουλὴ συνεδόκει, συναγαγὼν ἅπαντας, ἐπειρᾶτο διαγινώσκειν, πῶς ποτε γνώμης ἔχουσι περὶ τὰς τῶν παλαιοτέρων γραφάς. Τῶν δὲ βοῇ καὶ θαύματι τὴν περὶ ἐκείνους μηνυσάντων στοργήν, εἰς προύπτον ἐδήλου, ὡς εἰ μάρτυρες οὗτοι τοῦ δόγματος ἀξιό χρες», ἄρα γε καὶ τὰς ἐφ' ἑκάστῳ ζητήσεις παύσουσιν, εἴ γε στέρξειαν, ὡς ἄρ' ἐκείνοις δοξάσαι καὶ εἰς πεῖν περὶ τούτων ἐγένετο. Ἐπεὶ δὲ καὶ περὶ τούτων οἱ τῶν αἱρέσεων ἀρχηγοὶ διχῆ διήρηντο (οὐ τὰ ἴσα γὰρ πᾶσι περὶ τὰς τῶν παλαιοτέρων δόξας ἐδόκει), καθ' ἑαυτὸν γενόμενος ὁ κρατῶν, συνῆκεν ὡς διὰ τοῦτο τὸ προτεθὲν ὁποσείονται, ἅτε δὴ τοῖς οἰκείοις δια λόγοις τεθαρρηκότες. Καὶ δῆτα τῷ τῆς γνώμης ἀχθεσθεὶς ἀνωμάλῳ, ἐκέλευσεν ἑκάστην αίρεσιν γραφή κομψότητος δὲ καὶ τερθρείας λόγων ἀτριβής. 50 Τὴν ἀρετὴν τοῦ βίου διὰ τῶν ἔργων φέρων
col. 789–790page 391 of 633
PG 146:789τὴν οἰκείαν ἐγχαράττουσαν δόξαν, ἐγχειρίζειν αὐτῷ. Ως δ᾽ ἧκεν ἡμέρα καθ' ήν ὥριστο ταῦτα, ἐκ μὲν τῶν ὁμοούσιον δοξαζόντων Τριάδα παρήν Νεκτάριος και Αγέλιος, τῶν δὲ τῆς αἱρέσεως "Αρείου παρασπι Σύντων Δημόφιλος. Ευνόμιος δὲ αὐτὸς ὑπὲρ τῆς οἰ κείας δόξης παρῆν· Ἐλεύσιος δὲ ὁ Κυζίκου ὑπὲρ τῶν καλουμένων Μακεδονιανῶν. Πάσας δὲ τὰς τῶν σἱρέσεων ἐπελθὼν δόξας ὁ βασιλεὺς, μόνην ἔκρινεν ἀληθῆ καὶ διὰ θαύματος ἦγεν, ἡ δὲ Τριάδα ὁμοού στον εἰσηγείτο· τὰς δὲ λοιπὰς διερρήγνυ ως τῇ ἀληθείᾳ διαμαχομένας. Οἱ μὲν οὖν τὴν Ναυάτου νο σοῦντες αἵρεσιν οὐδαμῆ κακῶς ἔπραττον, ἅτε δὴ τῇ καθόλου Ἐκκλησίᾳ, πλὴν ἑνὸς, τὰ ἴσα φρονοῦντες, καὶ τῷ ὁμοουσίῳ μάλα προσκείμενοι· αἱ δὲ λοιπα! τῶν αἱρέσεων, κακῶς πρὸς τοὺς σφετέρους ἱερεῖς ἐχαλέπαινον, ἅτε δὴ ἀμαθῶς τῷ κρατοῦντι διομιλησάμενοι· ὧν οἱ πλεῖστοι καὶ τὰς ἐκείνων δόξας διαπτύσαντες, πρὸς τὴν ἐπαινεθεῖσαν μετεῤῥύησαν πίστιν. Βασιλεὺς δ' ἐντεῦθεν νόμον ἐτίθει, καὶ τοὺς μὴ τῷ ὁμοουσίῳ στοιχοῦντας ἐκέλευε μηδ' όλως ἐκκλησιάζειν· ἀλλὰ μηδὲ περὶ πίστεως τοῦ λοιποῦ τολμᾷν διδάσκειν· ἀλλὰ μηδὲ τὴν οἴαν δή τινα χει ροτονίαν ποιεῖν· ἐξελαύνεσθαι δὲ τοὺς μὲν καὶ ἀγρῶν καὶ πόλεων· ἀτίμους δ' ἄλλους εἶναι, καὶ μὴ τῆς ἴσης πολιτείας μετέχειν τοῖς ἄλλοις. Προσεπέ γραψε δὲ τοῖς νόμοις καὶ τιμωρίας σφοδράς, εἴ τι γνοίη παρὰ τὸ νομοθετηθὲν δρώμενον. 'Αλλ' οὐκ ἐπεξῄει· ἐς δέος γὰρ τοὺς σπουδαστὰς ἐκείνων ἐμ βάλλειν ήθελε. Και σπουδή τις ἦν τὴν ὑπ' αὐτῷ ἀρχομένην ὁμοφρονεῖν αὐτῷ περὶ τὴν τοῦ θείου δόξαν. "Οθεν καὶ διὰ πολλῆς ἦγε τιμῆς, οὓς μετα τιθεμένους ἐξ αἱρέσεων διεγίνωσκε. Τῆς δὲ συνόδου ταύτης συγκροτουμένης ἐκ δευτέρου τῇ Κωνσταντίνου, ὡς εἴρηται, Θεοδοσίου κρατοῦντος, ἧκεν ἐξ Εσπέρας τούτοις ἐπιστολή· ὥστε πρὸς τὴν Ῥώμην καὶ αὐτοὺς ἀφικέσθαι συνόδου μεγίστης κἀκεῖ κρο τουμένης, καὶ ἵνα καὶ τὰ κατ' ᾿Αντιόχειαν Παυλίνα καὶ Φλαβιανῷ γενόμενα διαγνοίεν. ᾿Αλλὰ τὴν μὲν πρὸς 'Ρώμην ἀποδημίαν, ὡς ἀκερδῆ, οἱ ἐν τῇ Κων σταντίνου ἀθροισθέντες ἐπίσκοποι παρητήσαντο ἐπέστελλον δὲ καὶ οὗτοι, τόν τ' ἐπεγερθέντα τῇ Ἐκε κλησία μέγιστον κλύδωνα τῶν αἱρέσεων διαγγέλλοντες· ηρέμα δέ πως καὶ τῆς ἐκείνου ἀμελείας καθήπτοντο· ἐν κεφαλαίῳ δὲ τὸ ἀποστολικὸν φρό νημα τῷ γράμματι ἐγκατέσπειραν. Σαφέστερον δὲ τὸν ἀνδρεῖον ἐκείνων νοῦν καὶ τὴν ἀληθῆ σοφίαν, αὐτά γ' ἐκεῖνα παραστήσει τὰ γράμματα, τάδε κατά βήμα διεξιόντα ὁμοούσιον, ὁμοούσιον, ὁμοουσίῳ,

Chapter XVICaput XVI

col. 791–792page 392 of 633
PG 146:791Λ ΚΕΦΑΛ. ΙΓ'. Ἐπιστολὴ τῆς ἐν Κωνσταντινουπόλει συνόδου πρὸς τοὺς δυτικοὺς ἐπισκόπους γραφεῖσα, Κυρίοις τιμιωτάτοις καὶ εὐλαβεστάτοις ἀδελφοῖς καὶ συλλειτουργοίς, Δαμάσῳ, 'Αμβροσία, Βρίττων, Ουαλεριανῷ, Ασχολίῳ, Ανεμίῳ, Βασιλείῳ, καὶ τοῖς λοιποῖς ἁγίοις ἐπισκόποις τοῖς συνεληλυθόσιν ἐν τῇ μεγάλῃ πόλει Ρώμῃ, ἡ ἁγία σύνοδος τῶν ὀρθοδόξων ἐπισκόπων τῶν συνεληλυθότων ἐν τῇ μεγάλη πόλει Κωνσταντινουπόλει ἐν Κυρίῳ χαίρειν. Τὸ μὲν ὡς ἀγνοοῦσαν διδάσκειν τὴν ὑμετέραν εὐλάβειαν, καὶ διηγείσθαι τῶν παθημάτων τὸ πλῆθος, τῶν ἐπα χθέντων ἡμῖν παρὰ τῆς Ἀρειανῶν δυναστείας, περ ριττὸν ἴσως. Οὔτε γὰρ οὕτω πάρεργον τὰ καθ' ἡμᾶς κρίνειν τὴν ὑμετέραν ἡγούμεθα θεοσέβειαν, ὡς δεῖ σθαι τοῦ μαθεῖν ταῦτα οἷς ἐχρῆν συναλγεῖν· οὔτε τοιοῦτοί τινες οἱ περισχόντες ἡμᾶς χειμῶνες, ὡς λανθάνειν ὑπὸ σμικρότητος· ὅ τε χρόνος τῶν διωγμῶν νεαρός, ἔναυλον ἔτι φυλάττων τὴν μνήμην οὐ τοῖς πεπονθόσι μόνον, ἀλλὰ καὶ τοῖς δι' ἀγάπην τὰ τῶν πεπονθότων οἰκειουμένοις. Χθὲς γὰρ, ὡς εἰπεῖν, ἔτι καὶ πρώην οἱ μὲν τῶν τῆς ἐξορίας λυθέντες δεσ μῶν εἰς τὰς ἑαυτῶν ἐκκλησίας διὰ μυρίων ἐπανήκασι θλίψεων· τῶν δὲ καὶ τελειωθέντων ἐν ταῖς Εξορίαις ἐπανεκομίσθη τὰ λείψανα. Τινὲς δὲ καὶ μετὰ τὴν τῆς ἐξορίας ἐπάνοδον, ἔτι βράσσοντι τῷ τῶν αἱρετικῶν περιπεσόντες θυμῷ, πικρότερα τῶν ἐπὶ τῆς ἀλλοτρίας, ἐπὶ τῆς οἰκείας ὑπέμειναν, λίθους παρ' αὐτῶν τελειωθέντες κατὰ τὸν μακάριον Στέ φανον· ἄλλοι διαφόροι; καταξανθέντες αἰκίαι;, ἔτι τὰ στίγματα τοῦ Χριστοῦ καὶ τοὺς μώλωπας ἐν τῷ σώματι περιφέρουσι. Χρημάτων δὲ ζημίας καὶ προ τιμήσεις πόλεων, καὶ τὰς τῶν καθ᾿ ἕνα δημεύσεις καὶ συσκευάς, καὶ ὕβρεις καὶ δεσμωτήρια, τίς ἂν έξαριθμήσασθαι δύναιτο; Οντως ἐφ' ἡμᾶς αἱ θλί ψεις ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν· ἴσως μὲν, ἐπειδὴ δίκας ἁμαρτημάτων ἐτίνομεν· ἴσως δὲ, καὶ τοῦ φιλανθρώπου Θεοῦ διὰ τοῦ πλήθους τῶν παθημάτων ἡμᾶς γυμνάζοντος. Τούτων μὲν οὖν τῷ Θεῷ χάρις, ὃς καὶ διὰ τοσούτων τοὺς ἑαυτοῦ δούλους ἐπαίδευσε, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν αὐτοῦ πάλιν ἐξή γαγεν ἡμᾶς εἰς ἀναψυχήν· ἡμῖν δὲ, μακρᾶς μὲν ἔδει σχολῆς καὶ πολλοῦ χρόνου πρὸς τὴν τῶν ἐκκλησιῶν ἐπανόρθωσιν, ἵν᾿ ὥσπερ ἐκ μακρᾶς ἀρρωστίας ταῖς κατὰ μικρὸν ἐπιμελείαις τὸ σῶμα τῆς Ἐκκλησ σίας ἐκνοσηλεύοντες, πρὸς τὴν ἀρχαίαν τῆς Ἐκκλησ σίας υγίειαν ἐπαναγάγωμεν. Καὶ γὰρ εἰ τὰ μάλιστα δοκοῦμεν τῆς τῶν διωγμῶν ἀπηλλάχθαι σφοδρότη τοῦ, καὶ τὰς ἐκκλησίας χρονίως παρὰ τῶν αἱρετικῶν κατασχεθείσας ἀρτίως ἀνακομίζεσθαι, πλὴν ἀλλὰ βαρεῖς ἡμῖν οἱ λύκοι, καὶ μετὰ τὸ τῆς μάνδρα; έξω σθῆναι, κατὰ τὰς νάπας τὰ ποίμνια διαρπάζοντες, ἀντισυνάξεις τολμῶντες, δήμων κινοῦντες ἐπαναστάσεις, ὀκνοῦντες οὐδὲν εἰς τὴν τῶν Ἐκκλησιῶν βλάτην. Ην μὲν οὖν, ὅπερ εἰρήκαμεν, ἀναγκαῖον πλείονα ἡμᾶς προσασχοληθῆναι χρόνον· ἐπειδὴ μέντοι τὴν περὶ ἡμᾶς ἀδελφικὴν σώζοντες στοργήν, καὶ τὴν ἀγάπην ἐπιδεικνύμενοι, σύνοδον ἐπὶ τῆς Ρώμης Θεοῦ βουλήσει συγκροτοῦντε;, καὶ ἡμᾶς ὡς
col. 793–794page 393 of 633
PG 146:793οἰκεῖα μέλη προσεκαλέσασθε διὰ τῶν τοῦ στάτου βασιλέως γραμμάτων, ἵν' ἐπειδὴ τότε τὰς θλίψεις μόνοι κατεδικάσθημεν, νῦν ἐν τῇ τῶν αὐτο κρατόρων περὶ τὴν εὐσέβειαν συμφωνίᾳ μὴ χωρίς ἡμῶν βασιλεύσητε, ἀλλὰ καὶ ἡμεῖς ὑμῖν κατὰ τὴν ἀποστολικὴν φωνὴν συμβασιλεύσωμεν· εὐχὴ μὲν ἦν ἡμῖν, εἰ δυνατὸν ἅπασιν ἀθρόως καταλιποῦσε τὰς ἐκκλησίας, τῷ πόθῳ ἢ τῇ χρείᾳ χαρίσασθαι. Τίς γὰρ ἡμῖν δῷ πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετα σθησόμεθα, καὶ πρὸς ὑμᾶς καταπαύσομεν; Επειδή δὲ τοῦτο παντελῶς ἐγύμνου τὰς ἐκκλησίας ἄρτι τῆς ἀνανεώσεως ἀρχομένας, καὶ τὸ πρᾶγμα παντάπασιν ἦν τοῖς πολλοῖς ἀδύνατον· συνδεδραμήκειμεν γὰρ εἰς τὴν Κωνσταντινούπολιν ἐκ τῶν πέρυσι γραμμάτ των τῶν παρὰ τῆς ὑμετέρας τιμιότητος μετὰ τὴν Ακυληίας σύνοδον πρὸς τὸν θεοφιλέστατον βασιλέα Θεοδόσιον ἐπισταλθέντων, πρὸς μόνην ταύτην τὴν μέχρι Κωνσταντινουπόλεως παρασκευασάμενοι, καὶ παρὰ ταύτης μόνης τῆς συνόδου τῶν ἐν ταῖς ἐπαρ χίαις μεινάντων ἐπισκόπων συγκατάθεσιν ἐπαγόμεναι· μείζονος δὲ ἀποδημίας, μήτε προσδοκήσαντες χρείαν, μήτε προακούσαντες ὅλως, πρὶν ἐν Κων σταντινουπόλει συνελθεῖν· πρὸς δὲ τούτοις καὶ τῆς προθεσμίας διὰ στενότητα μήτε προς παρασκευὴν μακροτέρας ἀποδημίας ἐνδιδούσης καιρόν, μήτε πάντας τοὺς ἐν ταῖς ἐπαρχίαις κοινωνικοὺς ἐπισκό τους ὑπομνηματισθῆναι καὶ τὰς παρ' αὐτῶν συγ καταθέσεις λαβεῖν· ἐπειδὴ ταῦτα, καὶ πολλὰ πρὸς τούτοις ἕτερα τὴν των πλειόνων ἄφιξιν διεκώλυσεν ὁ δεύτερον ἦν εἰς τε τῶν πραγμάτων ἐπανόρθωσιν, ο καὶ τὴν τῆς ὑμετέρας περὶ ἡμᾶς ἀγάπης ἀπόδειξιν, τοῦτο πεποιήκαμεν, τοὺς αἰδεσιμωτάτους καὶ τιμιωτάτους ἀδελφοὺς καὶ συλλειτουργοὺς ἡμῶν ἐπισκό τους, Κυριακὸν, Εὐσέβιον, καὶ Πρισκιανών, προβΰ μως χαμεῖν ἄχρις ὑμῶν δυσωπήσαντες· δι᾿ ὧν τὴν ἡμετέραν προαίρεσιν εἰρηνικὴν οὖσαν καὶ σκοπὸν ἑνώσεως ἔχουσαν ἐπιδείκνυμεν· καὶ τὸν ζῆλον ἡμῶν τὸν ὑπὲρ τῆς ὑγιους πίστεως φανερὸν ποιοῦμεν. Ἡμεῖς γὰρ, είτε διωγμούς, είτε θλίψεις, εἴτε βασι λικὰς ἀπειλάς, εἴτε τὰς τῶν ἀρχόντων ὠμότητας. εἴτε τινὰ πειρασμὸν ἕτερον παρὰ τῶν αἱρετικῶν ὑπεμείναμεν, ὑπὲρ τῆς εὐαγγελικῆς πίστεως τῆς ἐν Νικαίᾳ τῆς Βιθυνίας παρὰ τῶν τριακοσίων δε καοκτώ Πατέρων κυρωθείσης ὑπέστημεν. Ταύτην γὰρ καὶ ἡμῖν καὶ πᾶσι τοῖς μὴ διαστρέφουσι τὴν λόγον τῆς ἀληθοῦς πίστεως συναρέσκειν δεῖ· ἣν μόλις ποτέ πρεσβυτάτην ούσαν καὶ ἀκόλουθον τῷ βαπτίσματι, καὶ διδάσκουσαν ἡμᾶς πιστεύειν εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος: δηλαδή θεότητος και δυνάμεως καὶ οὐ σίας μιᾶς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος πιστευομένης, ὁμοτίμου τε τῆς ἀξίας καὶ συναϊδίου τῆς βασιλείας ἐν τρισὶ τελειοτάταις ταῖς ὑποστάσεσιν, ήγουν τρισὶ τελείοις προσώποις ὡς μήτε τὴν Σαβελλίου νόσον χώραν λαβεῖν, συγχεομένων τῶν ὑποστάσεων, εἴτουν τῶν ἰδιοτήτων ἀναι ρουμένων, μήτε μὴν τὴν Εὐνομιανῶν καὶ ᾿Αρειανῶν καὶ Πνευματομάχων βλασφημίαν ἰσχύειν, τῆς οὐ σίας ἢ τῆς φύσεως ἢ τῆς θεότητος τεμνομένης, και θεοφιλε
col. 795–796page 394 of 633
PG 146:795τῇ ἀκτίστῳ καὶ ὁμοουσίῳ καὶ συναϊδίῳ Τριάδι μετ Ι ταγενεστέρας τινὸς ἢ κτιστῆς ἢ ἑτερουσίου φύσεως ἐπαγομένης. Καὶ τὸν τῆς ἐνανθρωπήσεως δὲ τοῦ Κυρίου λόγου ἀδιάστροφον σώζομεν, οὔτε ἄψυχον, οὔτε ἄνουν, ἢ ἀτελῆ τὴν τῆς σαρκὸς οἰκονομίαν πα ραδεχόμενοι· ὅλον δὲ εἰδότες τέλειον μὲν πρὸ αἰώ νων ὄντα Θεόν Λόγον, τέλειον δὲ ἄνθρωπον ἐπ' ἐσχάτου τῶν ἡμερῶν διὰ τὴν ἡμετέραν σωτηρίαν γενόμενον. Τὰ μὲν οὖν κατὰ τὴν πίστιν τὴν παρ' ἡμῶν ἀνυποστόλως κηρυττομένην, ὡς ἐν κεφαλαίω τοιαῦτα· περὶ ὧν καὶ ἐπὶ πλεῖον ψυχαγωγηθῆναι δυνήσεσθε, τῷ τε ἐν ᾿Αντιοχείᾳ τόμῳ παρὰ τῆς ἐκεῖ συνελθούσης συνόδου γεγενημένῳ καταξιώσαντες ἐκ τυχεῖν, καὶ τῷ πέρυσιν ἐν Κωνσταντινουπόλει παρὰ τῆς οἰκουμενικῆς ἐκτεθέντι συνόδου· ἐν οἷς πλατύτερον τὴν πίστιν ὡμολογήσαμεν, καὶ τῶν ἔναγχος καινοτομηθεισῶν αἱρέσεων ἀναθεματισμὸν ἔγγρα τον πεποιήκαμεν. Περὶ δὲ τῶν οἰκονομιῶν τῶν κατά μέρος ἐν ταῖς ἐκκλησίαις παλαιός, ὡς ἔστε, θεσμό; κεκράτηκε, καὶ τῶν ἐν Νικαίᾳ ἁγίων Πατέρων ὄρος καθ' ἑκάστην ἐπαρχίαν τοὺς τῆς ἐπαρχίας καὶ εἴπερ ἐκεῖνοι βούλοιντο, σὺν αὐτοῖς τοὺς ὁμέρους πρὸς τὸ συμφέρον ποιεῖσθαι τὰς χειροτονίας· οἷς ἀκολούθως, τάς τε λοιπὰς ἐκκλησίας παρ' ἡμῖν οἰκονομεῖσθαι γινώσκετε· καὶ τῶν ἐπισημοτάτων ἐκκλησιῶν ἀνα δεδεῖχθαι τοὺς ἱερεῖς· ὅθεν τῆς μὲν ἐν Κωνσταντινουπόλει νεοπαγούς, ὡς ἂν εἴποι τις, ἐκκλησίας, ἣν ὥσπερ ἐκ στόματος λέοντος τῆς τῶν αἱρετικῶν βλασφημίας υπόγυιον ἐξηρπάσαμεν διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστα τον Νεκτάριον ἐπίσκοπον κεχειροτονήκαμεν ἐπὶ τῆς οἰκουμενικῆς συνόδου μετὰ κοινῆς ὁμονοίας ὑπ' ὄψεσι καὶ τοῦ θεοφιλεστάτου βασιλέως Θεοδοσίου, παντός τε τοῦ κλήρου καὶ πάσης επιψηφιζομένης τῆς πόλεως. Τῆς δὲ πρεσβυτάτης καὶ οὕτως ἀπο στολικῆς Ἐκκλησίας τῆς ἐν ᾿Αντιοχεία της Συρίας, ἐν ᾗ πρώτῃ τὸ τίμιον τῶν Χριστιανῶν ἐχρημάτισεν ὄνομα, τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον ἐπίσκοπον Φλαβιανὸν οἵ τε τῆς ἐπαρχίας καὶ τῆς ἀνατολικῆς διοικήσεως συνδραμόντες κανονικῶς ἐχειροτόνησαν, πάσης συμψήφου τῆς Ἐκκλησίας, ὥσπερ διὰ μιᾶς φωνῆς, τὸν ἄνδρα τιμησάσης· ήνπερ ἔνθεσμον χειροτονίαν ἐδέξατο, καὶ τὸ τῆς συνόδου και όν. Τῆς δέ γε μητρὸς ἁπασῶν τῶν ἐκκλησιῶν τῆς ἐν Ἱερο σολύμοις τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον Κύ ριλλον ἐπίσκοπον εἶναι γνωρίζομεν, κανονικώς τε παρὰ τῶν τῆς ἐπαρχίας χειροτονηθέντα πάλαι, καὶ πλεῖστα πρὸς τοὺς ᾿Αρειανοὺς ἐν διαφόροις τόποις ἀθλήσαντα· οἷς ὡς ἐνθέσμως καὶ κανονικῶς παρ' ἡμῖν κεκρατηκόσι, καὶ τὴν ὑμετέραν συγχαίρειν παρακαλοῦμεν εὐλάβειαν, τῆς πνευματικῆς μεσι τευούσης ἀγάπης, καὶ τοῦ Κυριακού φόβου πᾶσαν μὲν καταστέλλοντος ἀνθρωπίνην προσπάθειαν, τὴν δὲ τῶν ἐκκλησιῶν οἰκοδομὴν προτιμοτέραν ποιοῦντος τῆς πρὸς τὸν καθ' ἕνα συνηθείας ἢ χάριτος.Οὕτω γὰρ τοῦ τε τῆς πίστεως συμφωνηθέντος λόγου, καὶ τῆς Χριστιανικής κυρωθείσης ἐν ἡμῖν ἀγάπη;, παυσόμεθα λέγοντες τὸ παρὰ τῶν ἀποστόλων κατε νωσμένον· Εγώ μέν είμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ,
col. 797–798page 395 of 633
PG 146:797ἐγὼ δὲ Κηφᾶ. Πάντες δὲ Χριστοῦ φανέντες, ἐν ἡμῖν οὐ μεμέρισται, Θεοῦ καταξιοῦντος ἄσχιστον τὸ σῶμα τῆς Ἐκκλησίας τηρήσομεν, καὶ τῷ βήματι τοῦ Κυρίου μετά παρρησίας παραστησόμεθα. Ταῦτα κατά τε τῆς ᾿Αρείου καὶ 'Αετίου καὶ Εύνοι μίου μανίας, καὶ μέντοι καὶ κατὰ Σαβελλίου καὶ Φωτεινού, Μαρκέλλου τε καὶ Παύλου του Σαμοσατέως, καὶ Μακεδονίου γεγράφασιν. Ωσαύτως δὲ καὶ τὴν Απολλιναρίου καινοτομίαν προφανῶς ἀπεκήρυξαν, εἰρηκότες· ι Καὶ τὸν τῆς ἐνανθρωπήσεως δὲ τοῦ Κυρίου λόγον ἀδιάστροφον σώζομεν, οὔτε ἄψυχον, οὔτε ἄνουν ἢ ἀτελῆ τὴν τῆς σαρκὸς οἰκονομίαν παραδεχόμενοι, ΚΕΦΑΛ. ΙΖ'. Συνοδικών Δαμάσου ἐπισκόπου Ρώμης κατὰ Απολλιναρίου καὶ Τιμοθέου γραφέν. Καὶ Δάμασος δὲ ὁ πανεύφημος ταύτην μαθὼν ἀνα φυεῖσαν τὴν αἵρεσιν, οὐκ ᾿Απολλινάριον μόνον, ἀλλὰ καὶ Τιμόθεον τὸν ἐκείνου γε φοιτητὴν καθελὼν ἀπε κήρυξε. Καὶ τοῦτο τοῖς τὴν Εψαν ιθύνουσιν ἐπισκό τοις διὰ γραμμάτων δεδήλωκεν· ἅπερ ἐνθεῖναι τῇ συγγραφή νενόμικα χρήσιμον. Ἔχουσι δὲ ἐπὶ λέξεως οὕτως· «Οτι τῇ ἀποστολικῇ καθέδρᾳ τὴν ὀφειλομένην αἰδῶ ἡ ἀγάπη ὑμῶν ἀπονέμει, ἑαυτῆς τὸ πλεῖστον παρέχεσθε, υἱοὶ τιμιώτατοι, καὶ τὰ μάλιστα τῇ ἁγίᾳ Εκκλησίᾳ, ἐν ᾗ ὁ ἅγιος Απόστολος καθεζόμενοι, ἐδί δαξε πως προσήκει ἡμᾶς τοὺς οἴακας ἰθύνειν οὓς ἀνεδεξάμεθα. Ομως ὁμολογοῦμεν ἑαυτοὺς ἐλάττονας εἶναι τῆς τιμῆς. ᾿Αλλὰ διὰ τοῦτο οἴῳ δή ποτε τρόπῳ σπουδάζομεν, εἴ πως δυνηθείημεν πρὸς τὴν δόξαν τῆς μακαριότητος αὐτῆς παραγενέσθαι. Γινώσκετε τοίνυν ὅτι τὸν πάλαι Τιμόθεον τὸν βέβηλον, τον μαθητήν τοῦ ᾿Απολλιναρίου τοῦ αἱρετικοῦ μετὰ τοῦ ἀπεβοῦς αὐτοῦ δόγματος καθείλομεν· καὶ οὐδαμῶς πιστεύο μεν αὐτοῦ τὰ λείψανα λόγῳ τινὶ τοῦ λοιποῦ ἰσχύειν. Εἰ δ᾽ ἔτι ἐκεῖνος ὁ ὄφις ὁ παλαιές ἅπαξ καὶ δεύτερον καταδηχθεὶς πρὸς ἰδίαν τιμωρίαν ἀναζῇ, ὅστις ἐκτὸς τῆς Ἐκκλησίας ὑπάρχει, ὃς σφήλαι τοῖς ἑαυτοῦ θανατηφόροις φαρμάκοις τινὰς ἀπίστους διαπειράζων οὐ ταύεται, ταύτην ὥσπερ φθοράν τινα ἐκκλίνατε. Όμως ὑμεῖς μεμνημένοι τῆς ἀποστολικῆς πίστεως ταύτης, μάλιστα ἥτις ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ἐγγράφως ἐξετέθη, βεβαίῳ βαθμῷ ἰσχυρῶς τῇ πίστει ἀμετακίνητοι διαμείνατε· καὶ μὴ ματαιολογίας καὶ Αφανισμένας ζητήσεις μετὰ τοῦτο ὑπομείνητε ἀκούειν τοὺς κληρικοὺς ἢ τοὺς λαϊκοὺς ὑμῶν. "Ηδη γὰρ ἅπαξ τύπον ἐδώκαμεν, ἵνα ἡ γινώσκων ἑαυτὸν Χριστιανὸν ἐκεῖνο φυλάττοι ὅπερ παρὰ τῶν ἀποστόλων παρεδόθη, λέγοντος τοῦ ἁγίου Παύλου, Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὅ παρελάβετε, ἀνάθεμα έστω. Ο γὰρ Χριστὸς ὁ Υἱός τοῦ Θεοῦ ὁ Κύριος ἡμῶν, τῷ γένει τῶν ἀνθρώπων διὰ τοῦ βίου πάθους πληρεστάτην ἀπέδωκε τὴν σωτηρίαν, ἵνα ὅλον τὸν ἄνθρωπον, ταῖς

Chapter XVIIICaput XVIII

col. 799–800page 396 of 633
Caput XVII
PG 146:799ἁμαρτίαις ἐνεχόμενον, πάσης ἁμαρτίας ἐλευθερώσῃ. Ο Τοῦτον, εἴ τις ήτοι ἀνθρωπότητος ή θεότητος ἔλαττον ἐσχηκέναι εἴποι, πνεύματος διαβόλου πεπληρωμένος, τῆς γεέννης υἱὸν ἑαυτὸν ἀποδείκνυσι. Τί τοίνυν πάλιν παρ' ἐμοῦ ζητεῖτε τὴν καθαίρεσιν Τιμοθέου, δς καὶ ἐνταῦθα χρίσει τῆς ἀποστολικῆς καθέδρας, παρόντος καὶ Πέτρου τοῦ ἐπισκόπου τῆς ᾿Αλεξανδρέων πόλεω;, καθηρέθη ἅμα τῷ διδασκάλῳ αὐτοῦ ᾿Απολλιναρίῳ; ὺς καὶ ἐν ἡμέρᾳ τῆς κρίσεως τὰς ὀφειλομένας τι μωρίας και βασάνους ὑπομενεῖ. Εἰ δέ τινας κουρα τέρους πείθει ἐκεῖνος ὥς τινα ἐλπίδα ἔχων, ὅστις τὴν ἀληθῆ ἐλπίδα τὴν εἰς Χριστὸν τῇ ὁμολογίᾳ μετα έβαλε, μετὰ τούτου ὁμοίως ἀπολεῖται, τῷ κανόνι της Εκκλησίας ἀντιπαλαίσας. Ο Θεὸς ὑμᾶς ὑγιαίνον. τας διαφυλάττοι, υἱοὶ τιμιώτατοι.» ΚΕΦΑΛ. ΙΒ'. Ἕτερον συνοδικὸν τοῦ αὐτοῦ, σχεδιασθὲν κατὰ διαφόρων αιρέσεων. Καὶ ἄλλα δέ τινα συναθροισθέντες ἐν τῇ μεγάλη Ρώμῃ γεγράφασι κατα διαφόρων αἱρέσεων, ἅπερ ἀναγκαῖον ᾠήθην ἐντεῖναι τῇ συγγραφῇ· καὶ πρῶτον τὴν ὁμολογίαν τῆς καθολικῆς πίστεως, ἣν ὁ πάππας Δάμασο; πρὸς τὸν ἐπίσκοπον Παυλῖνον ἐν Μακεδονίᾳ ἀπέστειλεν, ὅς ἐν Θεσσαλονίκῃ ἐγένετο· ἐν οἷς καὶ τάδε διαγορεύουσιν· «Ἐπειδὴ μετὰ τὴν ἐν Νι καίᾳ σύνοδον αὕτη ἡ πλάνη ἀνέκυψεν, ὥστε τολμάν τινα βεβήλω στόματι εἰπεῖν τὸ Πνεῦμα τὸ ἅγιον γεν γενῆσθαι διὰ τοῦ Υἱοῦ, ἀναθεματίζομεν τοὺς μὴ μετὰ πάσης Ελευθερίας κηρύττοντας σὺν τῷ Πατρὶ καὶ Υἱῷ τῆς μιᾶς καὶ τῆς αὐτῆς οὐσίας τε καὶ ἐξουσίας ὑπάρχειν τὸ ἅγιον Πνεῦμα. Ομοίως δὲ ἀναθεματίζο μεν καὶ τοὺς τῇ Σαβελλίου ἀκολουθοῦντας πλάνῃ τὸν αὐτὸν λέγοντας καὶ Πατέρα καὶ Υἱόν. Αναθεματ τίζομεν "Αρειον καὶ Εὐνόμιον, οἱ τῇ ἴσῃ δυσσεβεία, εἰ καὶ τοῖς ῥήμασι διαφέρονται, τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα ἓν εἶναι διισχυρίζονται. Αναθεματί ζομεν᾿ τοὺς Μακεδονιανούς, οἵτινες ἐκ τῆς ᾿Αρείου ῥίζης καταγόμενοι, οὐχὶ τὴν ἀσέβειαν, ἀλλὰ τὴν προσηγορίαν ἐνήλλαξαν. ᾿Αναθεματίζομεν Φωτεινόν, ὃς τὴν τοῦ Ἐβίωνος αἵρεσιν ἀνακαινίζων, τὸν Κύριονἡμῶν Ἰησοῦν Χριστὸν μόνον ἐκ τῆς Μαρίας ὁμολογεῖ. ᾿Αναθεματίζομεν καὶ τοὺς δύο Υἱοὺς εἶναι διισχυριζομένους· ἕνα πρὸ τῶν αἰώνων, καὶ ἄλλον μετά τὴν τῆς σαρκὸς ἐκ τῆς ἀειπαρθένου Μαρίας ἀνάληψιν. 'Αναθεματίζομεν κἀκείνους, οἵτινες ἀντὶ λογι κῆς ψυχῆς διισχυρίζονται, ὅτι ὁ τοῦ Θεοῦ Λόγος ἐστράφη ἐν τῇ ἀνθρωπίνῃ σαρκί. Αὐτὸς γὰρ οὗτος ὁ τοῦ Θεοῦ Λόγος οὐχὶ ἀντὶ τῆς λογικῆς καὶ νοερᾶςψυ χῆς ἐν τῷ ἑαυτοῦ σώματι γέγονεν· ἀλλὰ τὴν ἡμετέραν, τουτέστι λογικὴν καὶ νοεράν, ἄνευ τῆς ἁμαρτίας ψυχὴν ἀνέλαβε καὶ ἔσωσεν. ᾿Αναθεματίζομεν καὶ τοὺς λέγοντας τὸν Λόγον τοῦ Θεοῦ τῇ ἐκτάσει καὶ τῇ συστολῇ ἀπὸ τοῦ Πατρὸς κεχωρίσθαι, καὶ ἀνυπόστα τον αὐτὸν εἶναι, ἢ μέλλειν τελευτῶν βλασφημοῦντας, Τοὺς δὲ ἀπὸ ἐκκλησιῶν εἰς ἑτέρας ἐκκλησίας μετα
col. 801–802page 397 of 633
PG 146:801ελθόντας ἄχρι τοσούτου ἀπὸ τῆς ἡμετέρας κοινωνίας ἀλλοτρίους ἔχομεν, ἄχρις οὗ πρὸς αὐτὰς ἐπανέλθωσι τὰς πόλεις, ἐν οἷς πρῶτον ἐχειροτονήθησαν. Ἐὰν δέ τις, ἄλλου ἀπὸ τόπου εἰς τόπον μετελθόντος, ἐν τόπῳ τοῦ ζῶντος ἐχειροτονήθη, ἄχρι τοσούτου σχο λάσει ἀπὸ τοῦ ἀρχιερατικοῦ ἀξιώματος ὁ τὴν ἰδίαν πόλιν καταλείψας, ἄχρις οὗ ὁ διαδεξάμενος αὐτὸν ἀναπαύσηται ἐν Κυρίῳ. Εἴ τις μὴ εἴπῃ ἀεὶ τὸν Πα τέρα καὶ ἀεὶ τὸν Υἱὸν καὶ ἀεὶ τὸ Πνεῦμα τὸ ἅγιον εἶναι, ἀνάθεμα ἔστω. Ε' τις μὴ εἴπῃ ἀληθινὸν Θεὸν τὸν Υἱὸν τοῦ Θεοῦ, ὡς ἀληθινὸν τὸν Πατέρα αὐτοῦ, καὶ πάντα δύνασθαι, καὶ πάντα εἰδέναι, καὶ τῷ Παν τρὶ ἴσον, ἀνάθεμα έστω. Εἴ τις εἴπῃ ὅτι ἐν σαρκὶ διάγων ὁ Υἱὸς τοῦ Θεοῦ ὅτε ἦν ἐν τῇ γῇ, ἐν τοῖς οὐ ρανοῖς καὶ σὺν τῷ Πατρὶ οὐκ ἦν, ἀνάθεμα ἔστω. Ει τις εἴπῃ ὅτι ἐν τῷ πάθει τοῦ σταυροῦ τὴν ὀδύνην ὑπέμεινεν ὁ Υἱός τοῦ Θεοῦ καὶ Θεὸς Λόγος, καὶ οὐχὶ ἡ σὰρξ σὺν τῇ ψυχῇ ἦνπερ ἐνεδύσατο, ἢ μορφὴ δού λου ήνπερ ἑαυτῷ ἀνέλαβεν, ὡς εἴρηκεν ἡ ἁγία Γραφή, ἀνάθεμα έστω. Εἴ τις μὴ εἴπῃ τὸν Θεοῦ Λόγου θέντα σαρκὶ καὶ ἐσταυρωμένον σαρκί, καὶ θανάτου γευσάμενον σαρκί, γεγονότα το πρωτότοκον ἐκ τῶν νεκρῶν καθὸ ζωή ἐστι καὶ ζωοποιός, ὡς Θεός, ἀνά θεμα έστω. Εἴ τις μὴ εἴπῃ ὅτι ἐν τῇ σαρκὶ ἣν ἀνέ λαβε, καθέζεται ἐν δεξιᾷ τοῦ Πατρὸς, ἐν ᾗ καὶ ἐλεύ σεται κρῖναι ζῶντας καὶ νεκρούς, ἀνάθεμα ἔστω. Εί τις μὴ εἴπῃ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς εἶ ναι ἀληθῶς καὶ κυρίως, ὡς καὶ τὸν Υἱὸν ἐκ τῆς θείας οὐσίας καὶ Θεὸν Θεοῦ λόγον, ἀνάθεμα ἔστω. Εἴ τις μὴ εἴπῃ πάντα δύνασθαι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ πάντα εἰδέναι καὶ πανταχοῦ παρεῖναι, ὡς καὶ τὴν Υἱὸν καὶ τὸν Πατέρα, ἀνάθεμα έστω. Εἴ τις εἴποι τὸ Πνεῦμα τὸ ἅγιον ποίημα, ἢ διὰ τοῦ Υἱοῦ γεγενῆσθαι, ἀνάθεμα έστω. Εἴ τις μὴ εἴπῃ πάντα διὰ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος τὸν Πατέρα πεποιηκέναι, τουτέστι τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, ἀνάθεμα ἔστω. Εξ τις μὴ εἴπῃ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύμντος μίαν θεότητα, εξουσίαν, θειότητα, δυνα στείαν, μίαν δόξαν, κυριότητα, μίαν βασιλείαν, μίαν θέλησιν, καὶ ἀλήθειαν, ἀνάθεμα έστω. Εἴ τις τρία πρόσωπα μὴ εἴπῃ ἀληθινὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἴσα, ἀεὶ ζῶντα, τὰ πάντα κατέχοντα τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, πάντα δυνάμενα, πάντα κρίνοντα, πάντα ζωοποιοῦντα, πάντα δημιουργοῦντα, πάντα σώζοντα, ἀνάθεμα ἔστω. Εἴ τις μὴ εἴπῃ προσκυνητὸν τὸ Πνεῦμα τὸ ἅγιον παρὰ πάσης τῆς κτίσεως, ὡς καὶ τὸν Γιὸν καὶ τὸν Πατέρα, ἀνά θεμα έστω. Εἴ τις περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ και τις φρονήσῃ, περὶ δὲ τοῦ ἁγίου Πνεύματος οὐκ ἐρ θῶς ἔχει, αἱρετικός ἐστι· ὅτι πάντες οἱ οἱρετικοί, περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ περὶ τοῦ ἁγίου Πνεύματος κακῶς φρονοῦντε;, ἐν τῇ τῶν Ἰουδαίων καὶ τῇ τῶν ἐθνικῶν ἀπιστία τυγχάνειν ἐλέγχονται. Εἴ τις δὲ μερίσῃ θεότητα, Θεὸν τὸν Πατέρα λέγων ἀνὰ μέσ ρος, καὶ Θεὸν τὸν Υἱὸν, καὶ Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, διισχυριζόμενος τρεῖς Θεοὺς λέγεσθαι, καὶ οὐχὶ μίαν θεότητα ἐν τρισὶν ὑποστάσεσι, καὶ μίαν

Chapter XIXCaput XIX

col. 803–804page 398 of 633
PG 146:803δυναστείαν, ήνπερ εἶναι πιστεύομεν καὶ οἴδαμεν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος πάλιν ὑπεξελόμενος τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς μόνον ὑπονοήσῃ τὸν Πατέρα Θεόν λέγεσθαι ἡ ποιο στεύεσθαι ἕνα Θεόν, ἀνάθεμα ἔστω. Τὸ γὰρ ὄνομα τῶν θεῶν καὶ τοῖς ἀγγέλοις καὶ τοῖς πᾶσιν ἁγίοις παρὰ τοῦ Θεοῦ ἐτέθη καὶ ἐχαρίσθη. Περὶ δὲ τοῦ Πα τρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος διὰ τὴν μίαν καὶ ἴσην θεότητα οὐχὶ τῶν θεῶν ὀνόματα, ἀλλὰ τοῦ Θεοῦ ἡμῶν ἐνδείκνυται, καὶ σημαίνεται, ἵνα πιστεύωμεν, ὅτι εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα μόνον βαπτιζόμεθα, καὶ οὐχὶ εἰς τὰ τῶν ὀρ χαγγέλων ὀνόματα, ὡς οἱ αἱρετικοί, ἢ ὡς Ἰουδαῖοι, ἢ ἐθνικοί παραφρονοῦντες. Αὕτη τοίνυν ἡ τῶν Χρισ στιανῶν σωτηρία ἐστὶν, ὥστε πιστεύοντες τῇ Τριάδι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, καὶ βαπτιζόμενοι εἰς αὐτὴν, μίαν θειότητα καὶ δυναστείαν καὶ θεότητα καὶ οὐσίαν, εἰς αὐτὴν πιστεύωμεν.» Ταῦτα μὲν ἔτι Γρατιανοῦ περιόντο; ἐγένετο. ΚΕΦΑΛ. 10. Περὶ τῆς ἀναστάσεως Μαξίμου· καὶ ὡς Ιουστίνα ἡ μήτηρ Ουαλεντινιανοῦ, πράγματα παρείχεν Αμβροσίῳ τῷ ἐπισκόπῳ Μεδιολάνων· καὶ ὡς ἐστασίασε δι' αὐτὸν ὁ λαός. Καὶ περὶ Κλεοβούλου τοῦ ὑπογραμματέως. Ο πηνίκα δὲ τὰ τῶν εἰρημένων συνόδων ξυνέβαινε, Γρατιανῷ πρὸς τὸν κατ' Αλαμανοὺς πόλεμον κάτ μνοντι, Μάξιμός τις ἐκ τῶν κατὰ Βρετταννίαν μερῶν ὁρμηθείς, τύραννος ήρη. Υφ' ἑαυτὸν δὲ τὴν ἡγε μονίαν Ρωμαίων ἅπασαν θεῖναι διανοούμενος, πρῶτ τον μὲν Ουαλεντινιανῷ κομιδή νέῳ ἔτι καθεστηκότι, καὶ κατὰ τὴν Ἰταλίαν τὴν διατριβὴν ἔχοντι, ἐπιτίθεται, Πρόβου τὴν τῶν ἐκεῖσε πραγμάτων διοίκησιν ἐπιτετραμμένου, ὅς τὴν ὕπατον ἀρχὴν διεχείριζεν ὅτε καὶ Ἰουστίνα ἡ γυνὴ μὲν τοῦ μεγάλου Οὐαλεντινιανοῦ, τοῦ δὲ νέου μήτηρ, τὴν ᾿Αρειανῶν νότον πάλαι εἰσδεδεγμένη, ζῶντος μὲν τοῦ ἀνδρὸς, οὐκ εἶχε ταύτην παρρησιάζεσθαι, οὐδέ τι γοῦν βλάπτειν, οἱ ἐφρύνουν τὸ ἐμοούσιον· τῷ δὲ κομιδή νέῳ τῆς τοῦ παιδὸς ἡλικίας ἄρτι θαῤῥοῦσα, καταλαβοῦσα τὴν Μεδιόλανον, πράγματα παρείχεν ᾿Αμβροσίῳ τῷ πάνυ, οὗ μνεία, καὶ ἐν τοῖς ἀνόπιν ἐποιησάμην· καὶ τὰς ἐκεῖσε ἐκκλησίας ἐτάραττεν, ἐπιχειροῦσα νεωτερίζειν κατὰ τοῦ ἀληθοῦς δόγματος· περὶ πολλοῦ γὰρ πε ὁμουσίου, η ποίητο τὴν ἐν Αριμίνῳ πίστιν μᾶλλον κρατεῖν· καὶ τῷ τῆς φύσεως θαρρούσα δελέατι καταπιεῖν τὸ τῆς αἱρέσεως ἄγκιστρον, πρῶτον τῷ παιδὶ παρείχεν, άτε δὴ ἀπαλῷ ὄντι καὶ μηδεμίαν διάκρισιν ἔτι τοῦ καλοῦ καὶ τοῦ χείρονος ἔχοντι. Επεχείρει δὲ καὶ ᾿Αμβρόσιον εἴσω θέσθαι, ἡγουμένη ὡς εἰ τούτου περιέσοιτ), Οα:τον ἀνύσειν τὸ σπουδαζόμενον. Ὡς δ' ἐκεῖνο; τού ναντίον μᾶλλον εἰσῆγε, κἀκείνην μὲν τοῦ τοιαῦτα ἐπιχειρεῖν παράγει παύεσθαι, τῷ δὲ παιδὶ τὴν πο τρῴαν πίστιν καὶ τὸν κλῆρον ἄσυλον διατηρεῖν ὑπετίθει, καὶ τὸ τῶν δογμάτων διάφορον, ὡς τὰ μὲν εἰσα ηγούμενα τῇ μητρὶ ἄντικρυς τῇ τοῦ Χριστοῦ διδα σκαλίᾳ καὶ τοῖς τῶν ἀποστόλων κηρύγμασι διὰ μάτ χης εἰσί· χαλεπήνασα Ἰουστίνα, ἀπάτῃ τὸν παῖδα μετήρχετο· καὶ ὡς ἄτε δὴ περιυβρισμένη, διέβαλε
col. 805–806page 399 of 633
PG 146:805τὸν ἐπίσκοπον τῷ παιδί, καὶ τιμωρεῖν ἐδεῖτο. Ο δ' ἀληθεῖς εἶναι δείξας τις διαβολάς, στρατιωτῶν πλῆ θος ἔπεμπε, καὶ λόχοις πελταστῶν τοὺς ἐκκλησιαστικοὺς περιβόλοις ἐκύκλου. Ἐπεὶ δὲ μόλις βίᾳ εἰσ τριβόμενοι εἴσω θυρῶν ἐγένοντο τοῦ νεώ, εἷλκον εύ θὺς τὸν ᾿Αμβρόσιον, καὶ ὑπερόριον ἄγειν ἐσπούδαζον. Ἀλλ᾿ ἀντέσχον τὸ πλῆθος τῆς πόλεως περιχυθέντες αὐτῷ· καὶ θανεῖν ᾑροῦντο μᾶλλον, ἢ οὕτως ἔχοντα τὸν σφῶν ἱερέα περιιδεῖν. Ἐντεῦθεν δ᾽ εἰς μείζονα τὴν ὀργὴν ἐξαφθεῖσα ἡ Ἰουστίνα, καὶ νόμῳ τὸ δόξαν κρατῦναι διισχυρίζετο. Καὶ δὴ μετάκλητον εποίει Κλεόβουλον, ἄνδρα ἐπὶ τοῖς τῶν θεσμῶν γραμματείοις ἐντεταγμένον· καὶ θυμῷ ζέουσα, ὅσον τάχος ἐλθεῖναι νόμον ἐπέτρεπε, στερητέα γε πάσῃ ἐκκλησίᾳ τὰ ἐν ᾿Αριμίνῳ δόξαντα εἶναι. Ἐκεῖνον δὲ τὴν πρᾶξιν ὑποπαραιτούμενον (τῆς γὰρ ὁμυουσίου πι. στεως ήν), μείζονα δώσειν υπισχνείτο τιμὴν, εἴ γε πράξεις, δελεάζουσα. Ἀλλὰ πείθειν καὶ οὕτως ἥκιστα εἶχε τὴν γὰρ οἰκείαν ζώνην περιελών, πρὸ τῶν που δῶν ἐτίθει τῇ βασιλίδι, μήθ' ήν είχε, μήτε μην μεί ζονα ἐπὶ μισθῷ ἀσεβείας ἔχειν αἱρούμενος. Ως δὲ καὶ ἔτι ἐνίστατο, μὴ ἄν ποτε μεταθέσθαι τῆς δόξης ἐς πλεῖστον ἰσχυριζόμενος· ἑτέρους καλέσατα, τον. νόμον εὐθὺς ἐξετίθετο. Διηγόρευε δὲ ἀδεῶς συνιέναι τοὺς τὰ ἴσα φρονοῦντας τοῖς ἐν 'Αριμίνῳ συνελθοῦσιν, ἔπειτα ἐν Κωνσταντινουπόλει· τοὺς δ᾽ ἑτέρως δοξάζοντας καὶ ἐμποδὼν γεγενημένους, καὶ ἕτερα τῷ ἀρτίως τεθέντι βασιλικῷ νόμῳ δεησομένου;, θάνα τον τὴν ζημίαν εἶναι. ὁμοουσίου, ΚΕΦΑΛ. Κ'. Περὶ Γρατιανοῦ, ὡς δόλῳ ἀνηρέθη ὑπὸ Ἀνδραγαθίου· καὶ ὡς Ουαλεντινιανὸς ὁ νέος τὸν τύραννον δεδοικώς, ἐς Ιλλυριούς ἧκεν. Ἐν τούτοις δ' ούσης τῆς τοῦ βασιλέως μητρὸς, καὶ διὰ πολλῆς ποιουμένης σπουδῆς τὸν εἰρημένον νόμον κρατύνειν, φήμη διέτρεχε δόλω Ανδραγαθίου, δς τοῦ τυραννήσαντος Μαξίμου στρατηγὸς ἦν, Γρατιανὸν ἀν τρῆσθαι τὸν βασιλέα. "Ανδραγάθιος γὰρ ουτος ἐφ' ἁρμαμάξῃ (κλίνη δ' ἂν εἴη τοῦτο βασιλικὴ φορείῳ προσεοικυία) οχούμενος ἀπεκρύβη, ἣν ἡμίονοι ἐπεφέροντο· καὶ ταῖς ἡγουμένοις τῶν δορυφόρων λέγειν ἐκέλευεν, ὡς ἡ τοῦ βασιλέως εἴη Γρατιανού γαμετή, καὶ εἰς ἐκεῖνον λαμπρῶς προπομπεύουσα ἄγεται. Γρατιανὸς δὲ τοῦτο μαθών, ὡς ἔναγχος γήμας, νέος τε ὢν καὶ ἐρωτικῶς πρὸς τὴν γυναῖκα ἔχων, ὑπὸ σφοδρᾶς τῆς ἐφέσεως ταύτην θεάσασθαι, ἀπερισκέπτως περὶ Λουγδοῦνον πόλιν τῶν Γαλλιῶν, τὸν που ταμὸν διαβὰς, εἰς τὰς τοῦ πολεμίου χεῖρας ἐμπίπτει, καθάπερ τυφλής. Εκπηδήσας γὰρ τοῦ φερέτρου ὁ Ανδραγάθιος, τὴν Γρατιανὸν εὐθὺς συνέσχε· καὶ οὐκ εἰς μακράν γε διεχειρίζετο τὸν καλὸν ἀριστέα. "Ο;

Chapter XXICaput XXI

col. 807–808page 400 of 633
Caput XX
PG 146:807261 σωφρόνως καὶ δικαίως τὰς πόλεις ιθύνων, καὶ τὴν πατρώαν δόξαν τῆς πίστεως αύξων, οὕτως ἅπαις έτε λεύτα τὸν βίον· ἀμφὶ εἴκοσι καὶ τέσσαρα διαγεγονώς ἔτη, πεντεκαίδεκα δ᾽ ἐκ τούτων βεβασιλευκώς. Της δὲ τοσαύτης συμφοράς ἀγγελθείσης, καὶ Ἰουστία τῆς κατὰ ᾿Αμβροσίου ὀργῆς ἔληγεν. Ὁ δὲ Μάξιμο; πολλήν τινα καὶ οὐκ ἀγεννῆ στρατιάν ήθροικὼς ἔκ τι Βρετταννῶν καὶ τῶν ὁμόρων αὐτοῖ; Γαλατῶν Κελ τῶν τε καὶ τῶν ἄλλως προσοικούντων τῇ δε ἐθνῶν, ἐπὶ τὰ πρὸς Ἰταλίαν ᾔει, εἴσω θέσθαι καὶ τὴν τοῦ νέου ἀρχὴν εὐαλεντινιανοῦ δοκιμάζων, ἤδη γὰρ τὴν Γρατιανοῦ ἔχειρώσατο. Καὶ ἐκίνει τὴν δύναμιν, πρ' φάσει μὲν, ὡς μή τι δῆθεν νεωτερισθείη περί τα πάτρια δόγματα καὶ τὴν τῆς ἐκκλησίας κατάστασιν καὶ γὰρ ἔγνω τὰ τῷ ᾿Αμβροσίῳ ἐξ Ἰουστίνης συμ βάντα· τὸ δ᾽ ἀληθὲς, τὸ τύραννος εἶναι δῆθεν ἀπο σειόμενος, πάντα κάλων εκίνει πραγματευόμενος, τὴν βασιλείαν Ρωμαίων νόμῳ καὶ οὐ βίᾳ περιποιήσασθαι ἑαυτῷ. Καὶ δὴ γράφων Ουαλεντινιανῷ, τὴν ἀναρξη σιν εδήλου παρηγγύα τε ἅμα καὶ τὸν κατὰ τῆς εὐ σεβείας πόλεμον διαλύειν. Ἔτι δὲ παρήνει τὴν πα τρώαν εὐσέβειαν διαφυλάττειν ἀλύμαντον· καὶ ἀπει λὴν δὲ προσετέθει τοῖς γράμμασιν, εἴ γε μὴ πείθοιτο. Αμέλει καὶ τοῖς λόγοις ἐπετίθει τὸ ἔργον. Τὴν γὰρ περὶ αὐτὸν δύναμιν ήθροικώς, ἐπὶ τὴν Μεδιόλανο ὥρμησεν, ἔνθα κἀκεῖνος ἦν. Ὁ δὲ μαθὼν τοῦ τυράννου τὴν ἔφοδον, δείσας μή τι πάθοι τῶν ἀπρεπῶν, εἰς Ιλλυριούς ᾤχετο φεύγων· ἐκεῖθεν δὲ εἰς Θεσσαλονίκην ήκε, πείρα μαθών, τίνων ἐκ τῆς μητρικῆς ἀπο άνατο συμβουλῆς. Ηκε δὲ αὐτῷ καὶ ἡ μήτηρ, καὶ Πρόβος ὁ ὑπαρχος. Τῇ δὲ τοῦ καιροῦ ἀνάγκῃ πει σθεὶς Ουαλεντινιανός, τὰ τῆς βασιλείας Μαξίμου καὶ ἄκων προσίετο σύμβολα, πρέσβεων ἐκεῖθεν ἡκόν των. ΚΕΦΑΛ. ΚΑ'. Ως Θεοδόσιος ἁμαχεὶ τοῦ τυράννου περιεγένετο καὶ περὶ τῆς φήμης τῶν ᾿Αρειανῶν· καὶ περὶ Συμμάχου τοῦ φιλοσόφου ὡς συμπαθείας ἠξίωτο. Θεοδόσιος δὲ ὁ πανεύφημος βασιλεύς, μαθὼν ὅσα τε ενεωτερίσθη Αμβροσίῳ, καὶ τὰ ἐπ' ἐκείνῳ γεγε νημένα, ἔτι δὲ καὶ τὴν τοῦ τυράννου πρεσβείαν, καὶ ὅσα τοῖς γράμμασι διελάμβανε, τῷ δραπέτῃ καὶ νέῳ έγραφε βασιλεῖ, μὴ χρῆναι θαυμάζειν, εἰ τῷ μὲν βα σιλεῖ τοσοῦτον ὑπεστι δέος· ὁ δὲ τύραννος οὕτω κρα τεῖ, ὡς καὶ φυγάδα βασιλέα ποιεῖν· Ἐκεῖνος μὲν γάρ, φησί, τῇ ὀρθῇ δόξῃ ἐπικουρεῖ· ὁ δὲ βασιλεύς Θεῷ διὰ τῆς ὀρθῆς πεπολέμηκε δόξης, αὐτῇ ἀνθ στάμενος. Καὶ σὺ μὲν τῆς ἄνωθεν πανοπλίας γυμνωθεὶς, ἀπέδρας· ἐκεῖνος δὲ τῇ ὀρθῇ δόξῃ φραττόμενος, περιγίνεται καὶ τοῦ δεσπότου κρατεῖ· τῇ γὰρ εὐσεβείᾳ πάντως καὶ ὁ ταύτης νομοθέτης συμπαρεί
col. 809–810page 401 of 633
PG 146:809ναι φιλεῖ. Ταῦτα μὲν οὖν καὶ πόρδω ὢν ἀπέστελλε Θεοδόσιος· οὐ πολλῷ δ' ὕστερον καὶ στρατιὰν ἀξιόμαχον ήθροικώς, καὶ οὗτος ἔπεισι τῷ τυράννῳ· ἐδεδίε γὰρ μὴ καὶ περὶ τὸν νεώτερον βασιλέα τι διαπράξηται Μάξιμος· κἀντεῦθεν κραταιωθείς, καὶ τὴν τῆς Εω πᾶσαν ἀρχὴν ὑπ' αὐτὸν θείη. Ἐν ταυτῷ δὲ καὶ πρεσβεία Περσῶν ἧκεν εἰρήνην ἐξαιτουμένη. Προστ γίνεται δ' αὐτῷ τηνικαῦτα καὶ παῖς ἕτερος ἐκ Πλα κίλλης αὐτῷ γεννηθεὶς τῇ ἐνάτῃ τοῦ Σεπτεμβρίου μήνος, ὃν Ονώριον κατωνόμασε. Λαμπρῶς δὲ τὰ κατὰ τὴν στρατιὰν ἐξαρτίσας, τὸν υἱὸν ᾿Αρκάδιον τῇ Κωνσταντίνου καταλιπών, αὐτὸς τὴν Θεσσαλονίκην κατέφθανε· καὶ Οὐαλεντινιανῷ συγγενόμενος, πρῶτα μὲν τὴν ψυχὴν αὐτῷ ἐθεράπευε, τὴν πατρῴαν πίστιν ἀνασωσάμενος, καὶ τὴν ἐκ μητρὸς ἐπεισρυεῖσαν νέο σον ἐξήλαυνεν· ἔπειτα δὲ θα ῥεῖν παρηγγία, καὶ μὴ ἐπὶ τῇ ἀρχῇ δεδιέναι. Καὶ τοὺς μὲν παρὰ Μαξίμου έχοντας πρέσβεις οὔτ᾽ ἀπετείετο πάμπαν, ἀλλ' οὐδὲ προσίετο ἐς τὸ φανερόν. Τὰς δὲ δυνάμεις ἀναλαβὼν, εἰς τὴν ἑσπέραν πρὸς τὴν Ἰταλίαν ἐχώρει. Φήμα δ' ἐκεῖθεν πρὸς τὸ ἑκάστῳ δοκοῦν ἀφικνοῦντο. Φι λοῦσι γὰρ οἱ ἄνθρωποι καὶ περὶ ὧν ἥκιστ' ἐπίστανται, λόγους πλάττειν· καὶ μάλιστα εἰ καί τισι προς φάσεσιν εἰλημμένοι όντες τυγχάνουσι, τὰς περὶ ὧν σπουδάζουσι φήμα; ἐξάπτειν, ἅτε δὴ νεωτέρων προ γμάτων ἀεὶ ὀριγνώμενοι. "Ο δὴ καὶ τηνικαῦτα τοῖς ἀνὰ τὴν Κωνσταντίνου συνέβαινε. Περὶ γὰρ τοῦ που λέμε, ἄλλος ἄλλο τι ἐθρύλλει πλάττων, πάντες δὲ τα χείρω μᾶλλον ἐπῆγον, καίπερ μηδενὸς τῷ του λέμῳ γεγενημένου, αὐτοὶ ὡσανεί παρόντες τοῖς πε πραγμένοις τὰ συμβαίνοντα δῆθεν ἐστύρουν. Οἱ δ' Αρειανοί θυμομαχοῦντες ὡς τῶν ἐκκλησιῶν ἀπεληλαμένοι, ἐλογοποιουν ὡς ὁ τύραννος μᾶλλον ἐπικρατέστερος τοῦ βασιλέως ἐγένετο, καὶ τόσοι καὶ τόσοι τῶν ἡμετέρων πεπτώκασι· καὶ ὅτι ὅσον ούπω, καὶ αὐτὸς ὁ κρατῶν ὑπὸ χεῖρα τῷ τυράννω, πεσεῖται. Καὶ ἄλλων δέ τινων ἐπιγενομένων, τὰ παρ' αὐτοῖς πλατ τόμενα ὡς ἀληθῆ γε είναι ᾤοντο, καὶ ὁμολογούμενα. Ἐτεῦθεν τοίνυν παραλόγῳ φύγῃ θαρρήσαντες, άθριον εἰσδραμόντες, κατὰ τῆς τοῦ ἐπισκόπου Ν. κταρίου οἰκίας πῦρ ἐνιέντες, ταύτην ἐνέπρησαν ότιπερ τῶν ἐκκλησιῶν αὐτὸς ἐγκρατής ἦν. Τοῦτα μὲν τοιοῦτον ἐγένετο· τῷ δὲ βασιλεῖ Θεοδοσίῳ τὰ τοῦ πολέμου κατὰ γνώμην έχώρει. Οἱ γὰρ ὑπὸ τὸν τύ ραννον στρατιῶται τὸ τῆς παρασκευῆς Θεοδοσίου ἀξιόμαχον δείσαντες, καὶ τῇ φήμῃ καταπλαγέντες, τὸν τύραννον συλλαβόμενοι, ὑπὸ τοὺς πόδας τῷ βασ σιλεῖ ρίπτουσιν· ὃν ἐκεῖνος, ἀδικεῖν νομίσας τὰς πρὸς Γρατιανὸν συνθήκας, εἰ μὴ ποινὴν εἰσπράξαιτο τῆς ἐκείνου σφαγῆς, εὐθὺς αὐτὸν ἀναιρεῖ. Ὁ δὲ τὸν Γρα τιανὸν δόλῳ ἀνελών Ανδραγάθιος, τὰ κατὰ τὸν Μά ξίμου διαγνούς, σὺν αὐτοῖς ὅπλοις εἰς τὸν παραβρέ οντα ποταμὸν ἥλατο, καὶ ἀπεπνίγη φθαρείς. Η δὲ ἀρχὴ τῷ νέῳ Ουαλεντινιανῷ ἅπασα σέσωσται. Οὕτω δὲ τὸν πόλεμον διαθέμενος Θεοδόσιος, σὺν τῷ νεω

Chapter XXIICaput XXII

col. 811–812page 402 of 633
PG 146:811τέρω βασιλεῖ τὴν Ῥώμην ώς νικηφόρος κατέλαβε, καὶ ἐπινίκιον κατήγαγε θρίαμβον εὐφραινόμενος Καλῶς δὲ ἄρα καὶ τὰ κατὰ τὴν ἐν Ἰταλίᾳ ἐκκλησίαν διέθηκε Μεδιόλανον· τέλει γὰρ βίου καὶ Ἰουστίνα ἐχρήσατο. Ετι δ' ἐν τῇ Ῥώμη ὢν Θεοδόσιος, ἐκ τῆς Κωνσταντινουπόλεως κομιδή νήπιον ὄντα τὴν υἱὸν ᾿Αρκάδιον μετεστέλλετο. Τοὺς δ' ἐπινικίους τι τῶν ἐν 'Ρώμῃ, καὶ τὴν σφετέραν ἀνεξικακίαν δήλην ἐποίει· καὶ μάλιστα ἐπὶ Συμμάχῳ τῷ ἀπὸ ὑπάτων. Οὗτος γὰρ πρῶτος ὢν τῆς ἐν 'Ρώμῃ συγκλήτου του λῆς, διὰ θαύματος ἦν τοῖς προσοῦσιν αὐτῷ ἀγαθοῖς, μάλιστα δ' ἐπῃνεῖτο ἐπὶ παιδεύσει λόγων Ῥωμαϊκῶν πολλοὺς γὰρ καὶ ἄγαν ἀρίστους λόγους τῇ σφετέρα γλώσσῃ ἐξέδοτο. Γέγραφε δὲ καὶ πρὸς τὸν τύραννον Μάξιμον ἔτι περιόντα· οὗ χάριν ἔνοχος τῷ τῆς καθε σιώσεως ἐγεγόνει ἐγκλήματι. Δείσας τοίνυν τὴν και ταδίκην, ὡς εἰς κρησφύγετον τὴν Ἐκκλησίαν κατέ δραμεν. Οὕτω δ᾽ ἦν ὁ βασιλεὺς εὐλαβῶς περὶ τὸν Χριστιανισμὸν ἔχων, καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ πειθήνιος, ὡς μήτοι γε τοὺς τῆς ἴσης αὐτῷ πίστεως ὑπερτιμάν τε, καὶ τὸ δόξαν ἐκείνοις αἱρεῖσθαι ποιείν ἀλλὰ γὰρ καὶ Ναυατιανοὺς τὰ παραπλήσια τῇ θρησκείᾳ πλὴν ἑνὸς δοξάζοντας ἡμέρω; καὶ ἀστείως μάλα προσίεσθαι. Ὑπὲρ τοίνυν Συμμάχου Λεόντιος πρεσβεύων, ὃς τῆς ἐν Ῥώμῃ τῶν Ναυατιανῶν Εκκλησίας τηνικαῦτα ἡγεῖτο, οὐκ ἀπετύγχανε τοῦ σκοποῦ· ἐκείνῳ γὰρ τὴν χάριν ἀφοσιούμενος, συντ χώρει τῷ Συμμάχῳ τὸ ἔγκλημα· ὅς δὴ καὶ τῆς συγκ γνώμης ἀξιωθείς, τὸν ἀπολογητικὸν τῷ βασιλεῖ ἔσχει δίαζεν. Ὁ μὲν οὖν καθ᾿ ἑσπέραν πόλεμος τοιάνδε την ἀρχὴν ἐσχηκώς, τοιοῦτον αἴσιον καὶ τὸ τέρας ἐλάμ βανε Θεοῦ πρυτανεύοντος. ΚΕΦΑΛ. ΚΒ'. Περὶ τῶν αἰσχρῶν συνηθειών, ἂς περιειλε τῆς Ρώμης ὁ βασιλεὺς Θεοδόσιος Βασιλεὺς δὲ διατρίβων ἐν Ιταλία, πλεῖστα τὴν Ρωμαίων ὤνησε πόλιν, τῷ μὲν τῷ δοῦναι φιλοτίμως ἃ μὴ πρότερον εἶχε, καὶ τῷ περιελεῖν τὰ προσόντα έκείνῃ μοχθηρὰ ἐκ μακροῦ, καὶ αἰσχύνης ἔμπλεω καθιστώντα. Μία δ᾽ ἦν αὐτῇ αἰσχύνη τοιαύτη· Μέσ γιστοι δόμοι κατὰ τὴν 'Ρώμην ἦσαν, οἷς ὁ τῇ πόλει χορηγούμενος σἶτος ἐτίθετο· οἱ δὴ τῶν οίκων τούτων τὴν ἀρχὴν ἔχοντες, οὓς 'Ρωμαίων φωνή,μάγκιπας ὀνομάζει, τῷ χρόνῳ προήκοντι λῃστήρια τοὺς οἴκους εἰργάσαντο. Ἐπεὶ γὰρ οἱ μυλῶνες τῆς τῶν τόπων θέσεως οὕτω διδούσης κατά βάθους ἦσαν πρὸ; πλευρὰν ἑκάστῳ οἰκήματι, οἱ τούτων προϊστάμενοι καπηλεία κατεσκευακότες, καὶ πόρνα; ἐν αὐτοῖς προστησάμενοι, διὰ τούτων ὥσπερ λόγου καθί στων τοῖς χρεία τροφῶν τοῖς οἴκοις ἐπερχομένο φο ῾Ησαν δὲ οἱ καὶ τῷ αἰσχρᾷ ἡδονῇ δουλεύειν ἐθέλει» μόνῃ ἐκεῖσε ἐγίνοντο μηχανῇ γάρ τινι διὰ τοῦ πολ νείου τῷ μυλῶνι ἐνέπιπτον· μάλιστα δὲ τοῦτο τοῖς ἐνδημοῦσ τῶν ξένων ἐπισυνέβαινε· καὶ οἱ οὕτως ἐπ
col. 813–814page 403 of 633
PG 146:813λωκότες, ἀνάγκης ἐπικειμένης, ἀλεῖν διὰ βίου κατείχοντο, μὴ τὴν ἐκεῖθεν λύσιν ποτῶς συγχωρούμενοι ὡς καὶ τοῖς οἰκείοις παρεσχῆσθαι δόξαν, ότι πάλαι τεθνήκασι ταύτῃ τῇ ἄγρᾳ. Καί τις τῶν Θεοδοσίῳ στρατευσαμένων ἐνέπεσεν. Ὡς δ' ἥκιστα τούτῳ συν εχωρεῖτο ἡ ἔξοδος, καθὰ δὲ τὰ καὶ τοῖς λοιποῖς, τὸ παρὰ τῶν μερῶν ἠωρημένον ξίφος σπασάμενος, τοὺς ἐπέχοντας διεχρήσατο. Οι δ' ἄλλοι, δέει τοῦ μή τὰ ἴσα παθεῖν, συνεχώρουν ἐκείνῳ τὴν ἔξοδον. "Α δῆτα μαθὼν Θεοδόσιος, τοὺς μὲν κολάσει ὑπῆγε τοὺς δὲ ληστρικοὺς ἐκείνου: οἴκους καὶ τὰ πορνεία ἐκ βάθρων ἀνέτρεπε. Ταύτην μίαν αἰσχύνην τῆς βασιλευούσης τῶν πόλεων περιείλεν ὁ Θεοδόσιος ἑτέραν δὲ τήνδε· Εἴ ποτε μοιχείας πάθει γυνὴ ἁλοῦσα ἔτυχεν, οὐκ ἐκκοπῇ τῆς ἁμαρτάδος, ἀλλὰ προσθήκη μᾶλλον τῆς ἀκρασίας τὴν τιμωρίαν Ῥωμαῖοι ἐπῆγον βραχυτάτῳ γὰρ οἰκίσκῳ τὴν ἁμαρτήσασαν περικλείοντες, ἔπειτ' ἀναιδώς εἴων τῷ βουλομένῳ τὴν ἀκό λαστον ἡδονὴν ἐκπληροῦν. Καὶ τὸ δὴ πάσης ἀτοπίας ἐπέκεινα, ὅτι καὶ κώδωνας ἀπῃώρουν κατὰ τὴν καιρὸν τῆς ἀκαθάρτου μίξεως· ὥστε σειομένους ἠχεῖ, ἵνα μὴ λάθῃ τοὺς ὅπου δή ποτε παριόντας τὸ δρώ. μενον, ἀλλὰ τῇ τῶν κωδώνων +χῇ ἡ μεθ' ὕβρεως τιμωρία γνωρίζοιτο. Ην καὶ ταύτην πυθόμενος ὁ σωφρονέστατος οὐκ ἤνεγκε βασιλεύς· ἀλλὰ καὶ τού την τὴν ἀναιδή συνήθειαν ἐξηφάνιζε, τὰ σείστρα παντάπασιν ἀφανίσας. Οὕτω γὰρ τὰ ἐφ᾽ ὕβρει οι ματα ἐκεῖνα εκάλουν· ἄλλοις δὲ νόμοις ὑποκεῖς γι τὰς οὕτως ἀλούσας ἐνομοθέτει. Τῶν μὲν δύο τούτων ἐφυβρίστων συνηθειῶν ὁ θειότατος βασιλεὺς τὴν Ῥω μαίων πόλιν ἀπήλλαξε· πάντα δὲ καταστησάμενος ὡς χρεών, τῇ μὲν Ρώμῃ τὸν Ουαλεντινιανὸν τὴν βασιλείαν ἐκεῖσε διέπειν ἀφῆκεν· αὐτὸς δὲ σύναμα τῷ παιδὶ Ονωρίῳ εἰς τὴν Κωνσταντινούπολιν ἦλθε. ΚΕΦΑΛ. ΚΙ. Περὶ τῆς ἰσαγγέλου πολιτείας ᾿Αρσενίου τοῦ Μετ γάλου· ὃς τῶν βασιλέων διδάσκαλος πρότερον ἦν. Κατὰ δὲ τοῦτον τὸν χρόνον, ὁ βασιλεὺς τοῖς παισὶ διδάσκαλον ἀρετῆς ἐπιστῆσαι θελήσας, Αρσένιον ἐκεῖ ον οὗ τὸ κλέος τῆς ἀρετῆς εἰς πᾶσαν διέδραμε τὴν ὑπ' οὐρανὸν εὑρηκώς, ἐγχειρίζει τούτους αὐτῷ. Καὶ ἐς τοὺς παῖδας καταλαβὼν, ἁπάσης παιδείας καθηγητές γνωρίζετο, ἐλευθερίως ἀνάγων, καὶ πατρὶς τρόπον ἐπέχων αὐτοῖς· μηδὲ γὰρ δεδιέναι τὸ τῆς βασιλείας ὕψος ἐκείνῳ παρηγγία ή Θεοδόσιος, ἀλλ' ὅσα καὶ δούλοις αὐτοῖς χρῆσθαι. 'Ο δὲ τῇ πολλῇ μετριοφροσύνῃ τοὐναντίον μᾶλλον ἐποίει· ὡς καί ποτε τὸν βασιλέα, ἐξαπίνης εἰπιόντα τὸν δόμον, εὑρεῖν μὲν ἐκείνους σοβαρώς προκαθημένους, τὸν δ' Αρσένιον ἑστῶτα, καὶ τὴν διδασκαλίαν προσφέροντα χαλεπήναντα δ' ἐπὶ τούτῳ τὸν βασιλέα, ψιλῶσαι μὲν ἐκείνους τῶν παρασήμων· τὸ δ᾽ ἀοίδιμον ἐκεῖνο

Chapter XXIVCaput XXIV

col. 815–816page 404 of 633
Caput XXIII
PG 146:815ζοντας ἑαυτοὺς διαθῶσι, Θεοῦ παιδείᾳ καὶ νόμοις κατηρτισμένους, δυνατὸς ἐκεῖνος καὶ τὴν βασιλείαν ἐγχειρίσαι αὐτοῖ;, πρὸς τὸ λυσιτελὲς ἡρμοσμένην ὧν ἄρχουσιν· εἰ δ᾽ οὖν, ἀλλ᾽ οὕτως ἀποβιῶναι μᾶλλον λυσιτελήσει ἢ ἄρχειν ἀπαιδεύτως καὶ σφαλερῶ.. Αλλ' ήχθετο τοιούτοις ἐμπεσὼν ὁ ᾿Αρσένιος μετά φροντις ὢν, καὶ ὄχλων ἄλλως καὶ θορύβων ἐπιεικῶς ἀνομίλητος· ὅθεν ἐδεῖτο Θεοῦ εὐπρεπῆ παρασχεῖν αἰτίαν, δυναμένην τῶν παρόντων ἀνεῖναι δεσμῶν. Καὶ ὅς θάττον παρείχεν. Ἐπεὶ γὰρ Ἀρκάδιος ἐπλημμέλησε πράγμα μὴ παραφθῆναι δυνάμενον, μέτεισιν ἐκεῖνον μάστιξι σωφρονίζων Αρσένιος. Ο δὲ τὴν ἄβριν μὴ ἐνεγκών, θάνατν ἐκείνου προσέμε λέτα. Μαθὼν δὲ ᾿Αρσένιος τὸ ἀπόῤῥητον, τὴν ἀλα ζόνα περιβολὴν ἐκείνην ἀποδυσάμενος, θάττον προς τὴν Σκήτιν ἀνέτρεχε· καὶ φωνῆς ἄνωθεν ηχούσης ήκουεν, «Αρσένιε, φεύγε τοὺς θορύβους, καὶ σώνῃ. Καὶ ζῶντος μὲν Θεοδοσίου ἐλάνθανεν, Αρκαδίου δὲ παρελθόντος εἰς τὴν ἀρχὴν, ἐγνωρίζετο τὸν ἀγγε λικὸν μετιών βίον. Οθεν βασιλεὺς αὐτῷ γράφων, εὐχήν τε ᾔτει καὶ συγγνώμην τῷ ἁμαρτήματι. Ανηκέ τε τὸν τῆς Αἰγύπτου ἅπαντα φόρον πένησι παρασχεῖν. Ο δ' οὐκ ἐλάμβανε. Τάχος δ' εἰς ἄκρον ἀρετῆς καταστάς, ἀγροίκον ἑαυτὸν καὶ τὸ μηδὲν εἰδέναι προσεποιεῖτο, ἔργα δὲ μνήμης ἄξια καὶ λ γους πλείστους καταλελοιπώς, οὓς ἡ κατ' αὐτὸν ἱστορία διέξεισιν ἐς δεῦρο. Ανά τε Σκῆτιν καὶ Ρώ μην καὶ τὴν Κωνσταντίνου πολὺ τὸ ἐπ' ἀσκήσει φέ ρεται περιώνυμον. Ἐνὴν μὲν οὖν καὶ εἶναι τῶν ἀστείως εἰρημένων τε καὶ πεπραγμένων αὐτῷ μνη. μονεῦσαι· ἐπεὶ δὲ κατεπείγει δὴ τὸ προκείμενον, ἐπ' ἐκεῖνα τοῖς ταῦθ᾽ ἱστοροῦσι προτρέπομεν ἡμῖν δ' ἐπὶ τὸ προκείμενον τὸν λόγον ιτέον. καὶ βασιλικώτατον ἀναφθέγξασθαι· «Εἰ μὲν ἁρμέν κι Ει ΚΕΦΑΛ. ΚΑ'. Περὶ τῆς τῶν ἐπισκόπων διαδοχῆς· καὶ περὶ της ἐν 'Αντιοχείᾳ πάλιν γενομένης ταραχῆς διὰ Φλαβιανὸν Παυλίνου τελευτήσαντος· καὶ ὡς χρόνῳ πολλῷ σπουδῇ τοῦ βασιλέως καὶ Θεο φίλου τοῦ Ἀλεξανδρείας, ὁ τῆς τοιαύτης Εκε κλησίας θόρυβος κατηράσθη, εἰς ὀμόνοιαν τοῦ λαοῦ ἐλθόντος. Ὑπὸ δὴ τὸν χρόνον τοῦτον Τιμόθεος καὶ Κύριλλος οἱ τῆς ᾿Αλεξάνδρου καὶ Ἱερουσαλὴμ τοῖς θρόνοις ἐμπρέποντες, τὸ βιοῦν μεταλλάξαντε;, ὁ μὲν ἐν Αλεξανδρείᾳ Θεόφιλον, ὁ δὲ Ἰωάννην ἔσχον διαδ χον. Μετά βραχὺ δὲ καὶ Δημοφίλου, ὅς τῆς ἐν Κων σταντινουπόλει τῆς ᾿Αρειανῆς θρησκείας προΐστατα τὸ βιοῦν μεταλλάξαντος, Μαρίνῳ τινὶ ἐκ Θράκης ὄντι οἱ περὶ ἐκεῖνον τὴν προστασίαν ἐπέτρεπον, ὃς ἄλλης ἐπισκοπῆς προειστήκει. Αλλ' οὐ πολὺν δια νύσας χρόνον, ἐξέστη. Ἐπ' αὐτοῦ δὲ καὶ ἡ ᾿Αρεί νῶν θρησκεία εἰς δύο ἐτμήθη, ὡς ὕστερον λέξομεν. Οἷα δ' ἐπιτηδειότερος Θεόδωρος ὁ παρὰ τῇ Σύρων Αντιοχείᾳ τῆς τοιαύτης ἐπιτροπεύσας αἱρέσεως προ
col. 817–818page 405 of 633
PG 146:817κριθεὶς, ἐκεῖθεν ἥκων προΐστατο τῆς αἱρέσεως. Ἐν δὲ τούτῳ καὶ Παυλίνου ἐν Αντιοχεία τελευτήσαντος, οἱ ὑπ' ἐκείνῳ ταττόμενοι ἰδίᾳ πάλιν τὰς συναγωγάς ἐποιοῦντο, τὸν Φλαβιανὸν ἐκτρεπόμενοι, ἅτε δὴ τοὺς ἐπὶ Μελετίῳ γεγενημένους όρκους, μη προσήκον δν, παραβάντα, καίπερ οὐδὲν περὶ τὸ δόγμα διαφερόμενοι. Εὐάγριον δέ τινα μετὰ ταῦτα τῇ Παυλίνου διαδοχή καθιστῶσι. Τοῦ δὲ βραχύ τι ἐπιβιώσαντος, οὐδαμῶς ἕτερος εἰς τὸν ἐκείνου τόπου κατέστη, Φλαβιανοῦ ἀντιπράττοντος. "Οσοι δὲ τὴν πρὸς Φλα Γιανὸν κοινωνίαν ἐξετρέποντο, ἰδίᾳ συναγόμενοι ἐκκλησίαζον. Ὁ μὲν γὰρ Παυλίνος ἐβουλήθη, Μελε. του θανόντος, τὴν τῆς Ἐκκλησίας ἅπασαν ἡγεμονίαν λαβεῖν· ἀντέλεγε δὲ ὁ τῶν ἱερέων χορός, μὴ χρῆναι λεγόντων τὸν μὴ τὰς Μελετίου συμβουλὰς προσδεξάμενον μετὰ τελευτὴν τὸν ἐκείνου κλῆρον λαβεῖν, ἀλλ' ἐκεῖνον ὅς πολλοῖς πόνοις τὴν ἐκείνου διετήρησε ποίμνην, ἐκεῖνον καὶ τῶν ἐκείνου προβά των γενέσθαι ποιμένα. “Ο δὴ, ὡς εἴρηται, τοῖς τε Εσπερίοις καὶ Ἑῴοις δυσμένειαν μακροτάτην εἰργά κατα οἱ οὐδὲ μετὰ τὸν Παυλίνου θάνατον τὸ πρὸς ἐκεῖνον δυσμεναίνειν ἀπέθεντο· ἀλλὰ καὶ μετὰ τὸν Εὐάγριον Φλαβιανή χαλεπαίνοντες ἦσαν, καὶ ταῦτα τοῦ Εὐαγρίου παρὰ πάντα ἐκκλησιαστικὸν προβε Ελημένου θεσμόν· ὁ γὰρ Παυλίνος μόνο; αὐτὸν προεβάλλετο, πολλοὺς κανόνας εἰς ταυτὸν ἀθετήσας. Οὔτε γὰρ ἕτερον ἀνθ᾿ ἑαυτοῦ τὸν τελευτώντα χει φοτονεῖν ἐνδιδόασιν· εἰς ἐν δὲ συνιέναι καὶ τοὺς τῆς ἐπαρχίας ἅπαντας ἐπισκόπους διαγορεύουσιν. ᾿Αλλὰ καὶ τριῶν ἄνευ ἐπισκόπων μὴ γίνεσθαι χειροτονίαν ἐπισκόπου θεσπίζουσι. Ταῦτ᾽ οὐδὲ συνιδεῖν ἐθελήσαντες, Εὐάγριον μὲν προσεδέχοντο, Φλαβιανὸν δὲ παντάπασιν ἀπεσείοντο, καὶ τοσοῦτον, ὡς καὶ ταῖς βασιλικαῖς ἐνοχλεῖν κατ' αὐτοῦ ἀκοαῖς· ὅς διὰ ταῦτα ἐνοχληθείς πολλάκις ἤγαγέ τε αὐτὸν εἰς τὴν Κων ταντίνου, καὶ εἰς Ρώμην ἀφικέσθαι ἐβίαζεν. Ο δὲ τὸν χειμῶνα προβαλλόμενος, έαρος ὑπολάμπον τοῦ ὑπισχνεῖτο περῆναι τὸ προσταττόμενον. Καὶ τότε μὲν ἀφεθείς, εἰς τὴν οἰκείαν ποίμνην ἀφίκετο καὶ πάντα λίθον, τὸ τοῦ λόγου, ἐκίνει ὑφ' ἑαυτὸν τὸ στασιάζον ποιῆσαι. “Ο δὴ καὶ κατὰ μικρὸν ἴσχυσε διαπράξασθαι, ἐκμειλιξάμενος Θεόφιλον τὸν τῆς Αλεξάνδρου ἐπίσκοπον, δι᾿ οὗ καὶ Δάμασον τὸν τῆς Ῥώμης ἐπίσκοπον ἀρίστως κατήλλαξε. Καὶ ἄμφω γὰρ ἐς πλεῖστον κατὰ Φλαβιανοῦ ἐχαλέπαινον· οὐ μόνον ὅτι ἐν δευτέρῳ τοὺς ὅρκους ἐποίει, ἀλλ' ὅτι καὶ αἰτίαν οὐκ ἐλαχίστην παρεῖχε τοὺς τὸ ἴσον δήγμα πρεσβεύοντας ἐπὶ τόσον διείργεσθαι. βραδύνοντι δὲ τὴν ἐς Ρώμην ἄφιξιν τῷ Φλαβιανῷ, ὁ θε σπέσιος Δάμασος, καὶ ὁ μετ' ἐκεῖνον Σιρίκιος, καὶ Αναστάσιος δς Σιρίκιον διεδέξατο, τοῦ εὐσεβοῦς βα σιλέως γράμμασι σφοδρότερον ήπτοντο· τοὺς μὲν σφετέρους λέγοντες θάττον καταλύειν πολέμους, τοὺς δὲ κατὰ Χριστοῦ θρασυνομένους, καὶ τῶν ἐκεί νου θείων θεσμῶν ἀλογίστως ἔχοντας, οὕτως ἐπὶ τῆς τυραννίδος ἐᾷν. Οθεν καὶ πάλιν ἐκεῖνον μετα καλούμενος, τὴν ἐπὶ Ῥώμην στέλλεσθαι κατηνάγκαζε· καὶ δῆτα ἐλθὼν, τῇ σοφωτάτη παρξησία χρησάμενος ἀπεφθέγξατο· «Εἰ μὲν, ὦ βασιλεῦ, τῆς
col. 819–820page 406 of 633
PG 146:819ἐμῆς θρησκείας ὡς οὐκ ὀρθῆς οὔσης τινὲς καταμέμφονται, ἢ τὸν βίον αἰτιῶνται ὡς ἱερᾶσθαι ἀνάξιον, αὐτὸς τοὺς κατηγόρους αἱροῦμαι κριτάς, καὶ τὴν ἐκεῖθεν φερομένην ψήφον στέρξω καὶ ἄκων· εἰ δὲ περὶ θρόνου καὶ καθέδρας ή διαμάχη, ούτε δίκης μοι χρεία, καὶ τοῖς βουλομένοις θάττον ἐκστήσομαι καὶ τοῦ προεδρεύειν ὡς ποῤῥωτάτω γενοίμην· καὶ δὴ ᾧ βούλει τὸν τῆς ᾿Αντιόχου θρόνου πάρεχε, βασι λεῦ.» Τὴν δὴ τοσαύτην μετὰ παῤῥησίας ἐλευθερίαν τοῦ ἀνδρὸς ὁ βασιλεὺς ἀγασθείς, αὖθις τὴν ἐνεγκαμένην καταλαβεῖν ἐπέτρεπε, καὶ τὴν λαγοῦσαν ποίη μνην ποιμαίνειν ὡς χρεών παρηγγύα. Ἐπεὶ δ' ίκα νοῦ χρόνου παραῤῥυέντος ὁ βασιλεὺς αὖθις ἐς Ρώ μην ἀφίκετο, τοῖς ἴσοις κέντροις τῶν κατηγορημάτ των παρὰ τῶν ἐπισκόπων ἐπλήττετο, ἅτε δὴ μὴ τὴν τυραννίδα Φλαβιανοῦ καταλύειν αἱρούμενος. Ὁ δὲ ἀλλὰ τ᾿ ἂν εἴη τὸ τῆς τυραννίδος εἶδος ἐπὶ μέσης λέγειν προτρέπετο· αὐτὸν γὰρ εἶναι Φλαβιανὸν ὑπετίθει, καὶ ὡς σύνδικον προβεβλήσθαι. Ως δ' ἐκεῖνοι βασιλεῖ δικάζεσθαι μὴ δεῖν ἔλεγον εἶναι, τοῦ λοιποῦ ἐκείνοις παρήνει ὁμονοίᾳ συνάπτειν τὰς ἐκε κλησίας, καὶ λύειν τὴν ἔριν, καὶ τὴν ἀνόνητον σβέσαι φιλονεικίαν. ο Παυλινός τε γὰρ, φησὶν, ἐκ πολ λοῦ ἀπεβίω· ἡ δ' Εὐαγρίου χειροτονία οὐ κατὰ θε σμούς Εκκλησίας προέβη. "Αλλως τε καὶ αἱ τῆς ἕω ἅπασαι ἐκκλησία: σφόδρα τοῦ Φλαβιανὸν προεδρεύειν ἐξέχονται. Ἐπὶ δὴ ταύταις καὶ αἱ ᾿Ασιάτιδες, καὶ αἱ ἀνὰ τὸν Πόντον· ἀλλ᾽ οὐδ' αἱ κατὰ Θράκην διοικούμεναι τῆς ἐκείνου κοινωνίας ἀφίστανται· καὶ μὴν καὶ τὸ Ἰλλυρικὸν ἅπαν ἐκεῖνον οἶδε τῶν κατὰ τὴν ἕω ἐκκλησιῶν τὴν ἱερωσύνην κεκληρωμένον.» Τοῖς βασιλικοῖς τοίνυν τούτοις λόγοις μαλακισθέντες σε τῆς ἑσπέρας ἐπίσκοποι, καταλύσειν τὴν ἔριν συν ἔθεντο, καὶ τὴν δυσμένειαν ἀποθέσθαι, καὶ τοὺς ἐκεῖθεν ἥκοντας πρέσβεις εἰσδέξασθαι. Ταῦτα δὲ μαθὼν ὁ Φλαβιανός, θεραπεύει τὴν ὀργὴν Θεοφίλου. 'Ο δὲ, τὴν οἰκεῖον πρὸς Δάμασον πέμψας πρεσβύτερον (Ἰσίδωρος ἦν αὐτῷ ὄνομα), διαλύει τὸ ἔχθος λυσιτελεῖν εἰπὼν δι᾿ ὁμόνοιαν τοῦ λαοῦ ἐν δευτέρῳ Θέσθαι τὸ πλημμεληθὲν διὰ τὸν ὅρκον Φλαβιανῷ. ᾿Αλλὰ καὶ αὐτὸς πρέσβεις ἐς 'Ρώμην ἔπεμπεν, ἄν δρας ἀξιεπαίνους τῶν τε ἐπισκόπων καὶ πρεσβυτέρων καὶ διακόνων τῆς ᾿Αντιόχου· ὧν ἐπίσημος ᾿Ακάκιος ἦν, ὁ τὴν παρὰ Σύροις Βέροιαν διεθύνων, ἀνὴρ μέγα κλέος ἔν τε γῇ καὶ θαλάσσῃ κτησάμενος οἱ τὴν μακρὰν δυσμένειαν καταλύσαντες, δι' ἑπτα καίδεκα ἐτῶν τὴν ὁμόνοιαν ταῖς ἐκκλησίαις ἑβρά Γευσαν. Τῆς γὰρ κοινωνίας ἐκεῖθεν δοθείσης, καὶ ὁ ἐν ᾿Αντιοχείᾳ λαός κατά βραχὺ τὴν εἰρήνην ἠσπάσαντο. Επίσης δὲ τοῦτο γνόντες καὶ οἱ κατ' Αἴγυ πτον ἱερεῖς, τὴν ἐκ μακρού σβέσαντες ἔριν, τῆς ομοφροσύνης ἐγένοντο. Τηνικαῦτα δὲ τῆς μὲν Ρω μαίων Εκκλησίας Ἰννοκέντιος ἡγεῖτο, διαδεξάμενος ᾿Αναστάσιον τῆς δὲ ᾿Αλεξάνδρου Θεόφιλος, ἀνὴρ πυκνὸς τὰς φρένας καὶ ἀνδρεῖος τὸ φρόνημα· δ; τὸν Τιμόθεον, Τιμόθεος δὲ τὸν ἀδελφὸν Πέτρον, δ; τὸν πολὺν ᾿Αθανάσιον διεδέχετο. Τὸν δὲ Ἱεροσολύμων μετὰ Κύριλλον Ἰωάννης, εἶτα Νέ ως ἐκλη ροῦτο τὸν θρόνον. Τὴν μὲν οὖν τῶν ἐκκλησιῶν εἰρή Η
col. 821–822page 407 of 633
PG 146:821νην τοῦτον τὸν τρόπον ὁ θεοφιλὴς βασιλεὺς ἐπρυτάνευσεν· οἱ δὲ Ἀρειανοί, παντάπασι τὴν ᾿Αντιόχου λιπόντες, ἔξω τὰς συναγωγὰς ἐποιοῦντο. Καὶ τὰ μὲν κατὰ ᾿Αντιόχειαν ὧδε έσχε. ΚΕΦΑΛ. ΚΕ'. Περὶ τῆς ἐν Αλεξανδρείᾳ γενομένης στάσεως διὰ τὴν κατάλυσιν τῶν εἰδωλικῶν νεῶν· καὶ περὶ τῆς εἰς τοῦτο σπουδῆς Θεοφίλου τοῦ Αλεξανδρείας ἐπισκόπου. Κατὰ δὲ τοῦτον τὸν χρόνον καὶ ἀνὰ τὴν ᾿Αλεξάνδρου μεγίστη άνεῤῥιπίζετο ταραχή, αἰτίαν σχοῦσα τοιάνδε· ἐπεὶ γὰρ ὁ πιστότατος βασιλεὺς ταῖς ἐκ κλησίαις, ὡς γ' ἐνῆν, παρασχόμενος τὴν εἰρήνην, καὶ τῆς Ἑλληνικῆς πλάνης την σπουδήν μετετίθει, νόμους ἔγραφ: θεσπίζοντας τὰ τῶν εἰδώλων τεμένη ὅπου δήποτε τῆς ὑπ' αὐτῶν ἀρχομένης εὑρίσκοιντο, ἐξ αὐτῶν ἀνατρέπεσθαι τῶν κρηπίδων. Ὁ μὲν γὰρ μέγιστος καὶ πᾶσαν εὐφημίαν ἥττονα τῆς ἐκείνου δόξης κληρωσάμενος Κωνσταντίνος, πρῶτος εὐσε βείᾳ τὴν βασιλείαν κοσμήσας, εὑρών τε πᾶσαν ὡς εἰπεῖν τὴν γῆν περὶ τὰ εἴδωλα μεμηνυίαν, θύειν μὲν δαίμοσι πάμπαν ἀπεῖργε· τοὺς δ᾽ ἐκείνων βωμοὺς οὐκ ἀνέτρεπε· προσέταττε δὲ κλειομένους, ἀβάτους πᾶσι διατηρεῖσθαι. Ἐπίσης δὲ τούτῳ καὶ οἱ παῖδες ἔπραττον. Ἀπηνὲς γὰρ ᾤοντο ἄρδην οὕτω ποιεῖν τὴν μετάθεσιν· ἠρέμα δὲ καὶ κατὰ μικρὸν ἐπὶ τὴν ἀληθῆ μεθέλκειν θρησκείαν. Ὁ δὲ Ἰουλιανὸς τὴν ἀσέβειαν αὖθις ἀναζῇν ἐποίει, καὶ ἐπὶ μέγα τῆς ἐξαπάτης ἦρα τὴν φλόγα. Αλλ' Ιοβιανός, ἀντιπράτ των αὖθις, τὴν περὶ τὰ εἴδωλα θεραπείαν ἀνείργεν. Επίσης δὲ αὐτῷ καὶ Οὐαλεντινιανὸς ἔπραττε τὴν τῆς Εὐρώπης ἡγεμονίαν ιθύνων. Ο δ᾽ ἀδελφὸς ἐκεί νου Ουάλης πάσῃ μὲν θρησκείᾳ ἀνῆκε λατρεύειν, ὤ; γε ἦν βουλομένη, καὶ θεραπείας τῆς ἀνηκούσης τὰ θρησκευόμενα ἀξιοῦν· μόνοις δὲ τοῖς τὴν ἀμώ με τον πίστιν ὁμολογοῦσιν ἐχθρὸς καθίστατο προφανὴς. Παρὰ πᾶσαν τοίνυν αὐτοῦ τὴν ἀρχὴν σπονδαί τε καὶ θυσίαι τοῖς εἰδώλοις παρὰ τοῖς βουλομένοις ἀνήγοντο· καὶ τὸ ἐπιβώμιον ἀνήπτετο πῦρ δημο θοινίαι τε καὶ βακχεῖαι κατὰ τὴν ἀγορὰν ἐτελοῦντο, καὶ οἱ περὶ Διόνυσον ἀνεχόρευον· καὶ σὺν αἰγίσι διατρέχοντες, κύνας ἔφθειρον διασπῶντες, καὶ πάντα ὁρῶντε, ὅσα τὴν αἰσχύνην προσμαρτυρεῖ τῷ πρώτως διδάξαντι. "Α δὴ πάντα Θεοδόσιος εὑρὼν ὁ πιστότατος βασιλεὺς ἔτι τελούμενα, πρόῤῥιζά τε ἀνέσπασε, καὶ ἀφανείᾳ παντελεί παραδέδωκε. Τότε δὲ τῇ Θεο φίλου σπουδῇ πρόσταγμα κατεπέμπετο τοὺς ἐν Αλεξανδρείᾳ τῶν εἰδώλων νεώ; καταστρέφεσθαι, αὐτῷ γ' ἐκείνῳ τὴν περὶ τούτων φροντίδα ἀνατιθέν. Εξουσίαν τοίνυν εἰληφὼς ὁ Θεόφιλος, πάντα λίθον ἐκίνε: ἐξεπίτηδες τὰ τῶν Ἑλλήνων καθυβρίσαι μι στήρια. Καὶ τὸ μὲν Μίθριον ἀνέτρεπε, κατέστρεψε δὲ τὸ Σαράπιον. Τοῦ μὲν οὖν τὰ φονικά έργα

Chapter XXVCaput XXV

col. 823–824page 408 of 633
PG 146:823επόμπευεν· ἐν πολλῷ δὲ καταγέλωτι τοῖς θεω εγκαρτερεῖν τοῖς δεινοῖς. Τῶν δὲ ξοάνων ἀφανιζομένοις ἦσαν καὶ τὰ Σαράπιδος· οἵ τε γὰρ φαλλο καὶ ἰθύφαλλοι, Θεοφίλου κελεύοντος, διὰ τῆς ἀγορᾶς εἴλκοντο αἰσχρῶς ἀνακαλυπτόμενοι. Οἱ τοίνυν κατά τὴν ᾿Αλεξάνδρου Ἕλληνες, καὶ μᾶλλον ὅσοι φιλοσοφία προσεῖχον, τῷ ἀδοκήτῳ καταπλαγέντες, καὶ τὴν λύπην ἐνεγκεῖν μὴ δυνάμενοι, ἀθρόον ὁρμῇ ἀσχέτῳ χρησάμενοι, οὐχ ἧττον ἢ πρότερον μείζονα έδραμα τούργου: κακά. Τῶν γὰρ Χριστιανῶν καταδραμόντες ἐξάπινα, πλείστον φόνον εἰργάσαντο. Οὐκ ὀλίγους δὲ καὶ τραυματίας πεποιηκότες, ἔπειτ' ἀνεχώρουν ἐκεῖθεν. Ἡμύνοντο μὲν οὖν καὶ Χριστιανοί· ἀλλ᾽ ὑπερτερούντες ἦσαν τοῖς φόνοις οἱ Ἕλληνες· καὶ οὐ πρότερον πολεμοῦντες ἀπέσχοντο, ἕως οὗ εἰς κόρον τοῦ κτείνειν ἐγίγνοντο. Φόβος ἐντεῦθεν εἰσέῤῥει τοὺς Ἑλληνίζοντας, τὴν ἐκ τοῦ βασιλέως ἐπεξέλευσιν δεδιότας. Καὶ δὴ ὁ ἐδόκει τούτοις καταπραξάμενοι, καὶ τὸν θυμὸν τοῖς ἐκ τῶν φόνων αἷμασι σβέσαντες, όπη ἔτυχεν ἕκαστος κατεκρύπτοντο. Αλλοι δὲ τῷ πολλῷ τοῦ δέους καὶ τὴν πατρίδα λιπόντες, εἰς ἑτέ ρας πόλεις μετέβαινον. Ἐξ ὧν καὶ δύο ἦσαν, λόγοις μάλιστα συντραφέντες, Ἑλλάδιος καὶ ᾿Αμμώνιος. Ο μὲν οὖν τοῦ Διὸς, Αμμώνιος δὲ τοῦ Πιθήκου ἱερεὺς ἐτύγχανεν ων. Λωρήσαντος δὲ τοῦ κακοῦ, τῇ τῶν νεῶν καταλύσει οὐκ ἐλάχιστα συνήραντο Θεο φίλῳ ὅτε τῆς Αἰγύπτου τῶν στρατιωτικών ταγμάτων εξηγούμενος Ρωμανός, καὶ Εὐάγριος ὁ τὴν ὕπαρ χον ἐν 'Αλεξανδρείᾳ χειρίζων ἀρχήν. Τὸ γὰρ Σαρά πιον ἐκεῖνο καταλαβόντες τῶν Ἑλλήνων τινές· νεὼς δὲ οὗτος κάλλει καὶ μεγέθει διαφανέστατος ἐπὶ γεωλόγου τινὸς ὑπερκείμενος· κἀκεῖθεν δ᾽ ὡς ἐκ τινος όρμητηρίου ἐξαπιναίως ιόντες, πολλούς τε τῶν ἡμετέρων συσχόντες, βασάνοις ἔταξαν καὶ θύειν ἠνάγκαζον. Σφοδρῶς δὲ παραιτουμένους, τοὺς μὲν ἀνεσκολόπιζον· ἦσαν δὲ, ὧν καὶ τὰ σκέλη συνέθλων καὶ ἄλλους ἄλλως ἀνήρουν. Καιρῷ δὲ πολλῷ τῆς μάχης κρατούσης, οἱ ἄρχοντες παρ' αὐτοὺς ἰόντες, ἐψέ ποτε τῆς μάχη; λήγειν παρήνουν, καὶ τὸ Σαρά πιον ἀναχωροῦντας ἐᾷν. Ἐπεὶ δ' οὐδαμῶς ἐπεία θοντο, ἐγνώριζον βασιλεῖ τὰ πραττόμενα. φιλονεικοτέρους δ' ἐκείνους μᾶλλον ἐποίει τὸ συνειδέναι τύλμῃ ἐπὶ κακοῖς χρήσασθαι. "Αλλως τε και τις Ολύμπιος σοφιστής παρὼν αὐτοῖς, ἔπειθε μὴ τῶν πατρίων ἐθῶν ἀμελεῖν, ἀλλ᾽ ἄχρι δὴ καὶ θανατουμένων, ὁρῶν ἀθυμοῦντας, καθίστατο σύμβουλος μὴ οὕτω τὴν θρησκείαν ἐᾷν· ἔλεγε γὰρ ε ὕλην εἶναι φθαρτὴν καὶ ἰνδάλματα τὰ ἀγάλματα, καὶ τούτου χάριν εἰς ἀφανισμὸν ἄγεσθαι. Τὰς δ' ἐν ἐκείνοις οἰκουρούσας δυνάμεις, ἐκείνων λυομένων, εἰς οὐρα νοὺς ἀναπτῆναι.» Τοιαῦτ᾽ ἐκεῖνος λέγων, τὴν τῶν Ἑλλήνων πληθὺν κατέχων, τῷ Σαραπίῳ προσέμενεν, Ο δὲ βασιλεὺς διαγνοὺς τὰ γενόμενα, τοὺς μὲν ἀναιρεθέντα; Χριστιανῶν μαρτυρικῆς ἠξίου τιμή,
col. 825–826page 409 of 633
PG 146:825οὕτως ὑπὲρ τῆς ὑγιους προκινδυνεύσαντας πίστεως" τοὺς δὲ τὸν φόνον εργασαμένους συγγνώμης ἠξίου τυχεῖν· ἵν᾿ ἐντεῦθεν τὸ ὑπερβάλλον τῆς εὐεργεσίας καταπλαγέντες, ίσως Χριστιανίζειν ἔλοιντο. Τους δὲ νεὼς καὶ ἔτι καταλυθῆναι ὡς αἰτίους στάσεως τῷ δήμῳ γεγενημένους προσέταττε γράμμασι. Τῶν δὲ τρί τούτου βασιλικῶν γραμμάτων ἐς κοινὸν ἀνα γνωσθέντων, μέγα ἀναβοῆται Χριστιανούς, ὅτι περ ἐν αἰτίαις εὐθὺς τοὺς Ἑλληνίζοντας ἐποιεῖτο ἐκείνους δὲ διειληφθέντας, λιπεῖν τὸ Σαράπιον, καὶ φεύγειν ελέσθαι· καὶ οὕτω τοὺς Χριστιανούς αὐτὸ κατασχεῖν. Ολύμπιον δὲ τοῦτον εἶχε λόγος ἐν τῷ βαθεῖ τῆς νυκτὸς τῆς πρὸ ταύτης ἡμέρας καθ' ήν τάδε συνέβη, ἀκοῦσαί τινο; ἔνδον τοῦ Σαραπίου ψάλ λοντος ᾿Αλληλούϊα. Ἐπεὶ δὲ τῶν θυρῶν οὐσῶν ἐν τῷ ἀσφαλεῖ, ἡσυχίας τε πολλῆς οὔσης, τῆς ἴσης φωνής μετεῖχε, καὶ αὖθις, οὐδένα δ᾽ ἑώρα, συνῆκε δὴ τὸ νοούμενον· καὶ κρύφα ἐξιών, πλοίου τε εὐτυχήσας, ἐ; Ἰταλίαν κατέπλεεν. Εντεῦθεν τὰ μὲν ἱερὰ σπουδή κατεστρέφετο· τὰ δ᾽ ἀγάλματα καὶ ινδάλματα τῶν θεῶν ἐδίδοντο μὲν τῷ πυρὶ, καὶ εἰς λέβητας καὶ ἄλλας χρείας τῇ Ἐκκλησίᾳ Ἀλεξανδρέων μετα εσκευάζετο· δαπάνην δὲ τοῖς πτωχοῖς τοὺς πολυτελεῖς ἐτίθει θεοὺς, χαριζόμενος βασιλεύς. Τὰ τοίνυν πάντα τῶν ἀγαλμάτων εἰς κόνιν λεπτύνας Θεόφιλος, ἐν μόνον ἀχώνευτον κατελίμπανεν· δ καὶ δημοσίᾳ ποστήρας, ἔλεγε, τοῦτο δεῖν φυλάττειν, ἵνα μὴ τῷ χρόνῳ προήκοντι εἰς ἄρνησιν οἱ Ἕλληνες ἔλθωσι, τοιούτοις θεοῖς τὸ σέβας νείμαντες. Ἐφ᾽ ᾧ δὴ πλεῖ στον Αν.ᾶτο ὁ προῤῥηθεὶς ᾿Αμμώνιος ὁ τοῦ πιθήκου ἱερεύς· δεινὸν εἶναι λέγων τῇ τῶν Ἑλλήνων θρησκείᾳ, ἐπὶ καταγέλωτι καὶ τὸν ἕνα θεὸν τὸ χωνευτήριον ἀποδράσαι· εἴθε δὲ κἀκεῖνος τῇ χωνείᾳ ἐδίδοτο. Ο δ' Ελλάδιος διισχυρίζετο, ὡς ἐννέα εἴη ἄνδρας ἐν τῇ συμπληγάδι φονεύ ΚΕΦΑΛ. Κα'. Ὣς λυομένου τοῦ ναοῦ τοῦ Σαράπιδος, γράμ ματα ιερογλυφικὰ εὕρηται ἐν σταυροειδεῖ ση μείῳ, ζωὴν ἐπερχομένην μηνύοντα· καὶ ὡς Θεόφιλος τὴν πλάνην τῶν εἰδώλων ὑπέδειξε, καὶ τὸ ξόανον τοῦ Σαράπιδος ἀξίνῃ διέλυσε. Λέγεται δὲ λυομένου τοῦ ναοῦ τοῦ Σαράπιδος, καὶ τῶν τειχῶν γυμνουμένων, τινὰ τῶν λεγομένων ἱερογλυφικῶν χαρακτήρων σταυροῦ σημείῳ ἐμφερεί ἐγκεχαραγμένα τοῖς λίθοις ἀναφανῆναι· οὓς και Έλληνες καὶ Χριστιανοὶ ὁρῶντες, ἕκαστος τῇ οἰκεία θρησκεία προσήρμοζον. Ἐκ μὲν γὰρ τοῦ σταυροῦ οἰκεῖον σφίσιν εἶναι τὸν χαρακτῆρα ἐτίθεντο Χρι στιανοί· Ελληνες δὲ μηδὲν εἶναι καινὸν Χριστῷ καὶ

Chapter XXVICaput XXVI

col. 827–828page 410 of 633
PG 146:827Σαράπιδι ἔλεγον· ἀλλ' ἐγχωροῦν εἶναι τὸ αὐτὸ σχῆ μα άλλο μὲν παρὰ Χριστιανοῖς, ἄλλο δὲ σημαίνειν παρ' Έλλησι. Τοιαύτης δὲ κρατούσης ἀμφιβολίας, πολλοὶ ἐκείνων τῷ Χριστιανισμῷ προσετίθεντο οἱ καὶ τῶν ἱερογλυφικών γραμμάτων τὰς λύσεις ἐξεπιστάμενοι, διηρμήνευον τὸν σταυροειδή χαρακτήρα ἐκεῖνον, ζωὴν ἐπερχομένην σημαίνειν. Ο δὴ Χρι στιανοὶ ὡς πλεῖστον εἰς τὴν οἰκείαν θρησκείαν ἄρα πάσαντες, πρόφασιν εἶχον πολλοὺς εἰς τὴν σφετέραν δόξαν μετάγειν· ὅτι γε καὶ ἄλλα γράμματα ἐμφανῶς ἐδήλουν, τὸ ἱερὸν ἐκεῖνο τοῦ Σαράπιδος παντάπασιν ἐκλιπεῖν, ὁπηνίκα ὁ σταυροειδὴς ἐκεῖνος ἀναφανῇ χαρακτήρ. Τοῦτον γὰρ αινίττεσθαι εἶναι τὴν ἐπερ χομένην ζωήν. Ἀλλὰ τὸ μὲν Σαράπιον οὕτω κατέ στραπται· οὐκ εἰς μακρὰν δὲ πρὸς ἐκκλησίας σχῆμα μετεσκευάσθη Αρκαδίου ἐπώνυμον. Εγώ δ' οἴομαι μηδέν τι προειδότας τοὺς Αἰγυπτίων ἱερεῖς περὶ τοῦ Χριστοῦ, τὸ σταυρικὸν ἐκεῖνο γράμμα οὐ διατυ πᾶσαι· εἰ γὰρ τὸ ἀπὸ τῶν αἰώνων κεκρυμμένη» μυστήριον (ᾗ φησι Παῦλος) τὸν τοῦ σκότους ἔλαβεν άρχοντα, πολλῷ μᾶλλον εἰκὸς ἐκλογίζεσθαι τοὺς ἐκεῖ. του διαφυγείν ἱερεῖς. Τῆς δὲ Προνοίας ἔργον ἄν τις λογίσαιτο, ὡς ἂν γε ζήτησις περὶ τοῦ γράμματος γένοιτο. Ο δὴ καὶ ἐπὶ τῷ ἀποστόλῳ Παύλῳ συν έβαινε πρότερον. Σοφίᾳ γὰρ μεμεστωμένος πνευματ τικῇ, τῇ ἴσῃ μεθόδῳ πρὸς Ἀθηναίους χρησάμενος, πολλοὺς ἐκ τῶν ἐπιγεγραμμένων τῷ βωμῷ εἰς τὴν ἀληθῆ πίστιν μετήνεγκε, τῷ ἰδίῳ λόγῳ χρησμόν προσαρμόσας· εἰ μήπου τις ἄρα καὶ τοῦτο ἐρεῖ, τὰ ἴσα τῷ Βαλαὰμ ὁρᾶται καὶ ἐπὶ τοὺς Αἰγυπτίων 16 ρεῖς τὸν τοῦ Θεοῦ Λόγου· καθὰ δὴ καὶ ἐπὶ τῷ Καϊά φα συμβὰν ἔγνωμεν· ἄκοντες γὰρ καὶ ἄμφω περί τῶν ἀγαθῶν προεφήτευσαν. Αλλὰ περὶ μὲν τούτων τοσαῦτα· Θεόφιλο; δὲ οὐ μέχρι τούτων ίστατο ἀλλὰ καὶ τὴν ἐξαπάτην τῶν ἱερέων δήλην τοῖς ἀπα τωμένοις ἐποίει· τὰ γὰρ οἷα δήποτε ξόανα χαλκοῦ τε καὶ ξύλου πεποιημένα, κενὰ ἔνδοθεν διαπλάττοντες, εἶτα τὰ τούτων νῶτα τοῖς ἐκεῖσε προσαρμόζοντες τοίχοις, πόρους τινὰς ἀφανεῖς τοῖς τοίχοις ἡφίες ἔπειτα δι' ἑτέρων ανιόντες ἀδύτων, καὶ τοῖς εγκάτοις τῶν ξοάνων καταδυόμενοι, δι' ἐκείνων δῆ θεν τὸ παριστάμενον ὑπερώνουν. Οἱ τούτοις δὲ προσο τριβόμενοι, τὴν φενάκην μή συνιέντες, οἷς Θεοῦ κελεύοντος, εὐθὺς τὸ κελευόμενον ἔδρων. "Α δὴ τότε καταλύων Θεόφιλος, τοῖς ἐξηπατημένοις δῆλα καθί σαν στα. Ω; δὲ καὶ ἐπὶ τὸν τοῦ Σαράπιδος ἀνῄει ναὸν, εἶδε μὲν τὸ ξόανον ἐκεῖνο, μεγέθει μὲν μέγιστον, ὡς καὶ δεδιέναι παρασκευάζειν τοὺς ὁρῶντας τῷ ἔγκι. Εφ᾽ ᾧ δὴ λόγος τοὺς πολλοὺς κατεῖχεν ἀπατηῒδή, ὡς εἴ τις τούτῳ καθάψαι τῇ χειρὶ, σεισθήσεται μὲν εὐθὺς ἡ γῆ πᾶσα, πανωλεθρία δὲ τοὺς ἐν τῇ πόλει εὐθὺς καταλήψεται· ἃ δὴ πάντα γραῖδίων κωθωνιζομένων εἶναι νομίσας ληρήματα, καὶ τὸ μέγεθος ὡς μικρότατον λογισάμενος, τῶν τινι πέλεκυν ἀνὰ χεῖρας ἔχοντι παίειν ἐκέλευε τὸν Θεόν. Ὁ δὲ γεν ναίαν μάλα καὶ ἐῤῥωμένην κατήνεγκεν. Οἱ δὲ περιεστῶτες ἐκ πολλοῦ τὸ θρυλλούμενον δείσαντε;
col. 829–830page 411 of 633
PG 146:829ἀνεβόησαν. Ἐκεῖνος δὲ τὴν πληγὴν ηρέμα δεξάμενος, ούτ' ήλγησε ξύλινος ὤν, οὔτ᾽ ἀφῆκε φωνήν νεκρὸς γὰρ παντάπασιν ἦν. Αλλ' οὐδ᾽ ἀμύνειν εἶχε μέγας μεγαλωστί πρὸς γῆν ἐνεχθείς. Ὡς δ᾽ ἀφῄρητο καὶ τὴν δεινὴν κεφαλήν, μύες αγεληδὲν ἐκεῖθεν ἐρο βύησαν· μυωξία γὰρ ἄντικρυς ὁ τῶν Αἰγυπτίων θεὸς περιβόητος ἦν. Εἰς λεπτὰ δ᾽ οὖν αὐτὸν διαιρή σαντες, τὰ μὲν δαπάνην ἀφῆκαν πυρί· τὴν δέ γε σεμνὴν ἐκείνην καὶ αἰδέσιμον κεφαλὴν διὰ παντὸς τοῦ ἄστεος εἷλκον, τῶν ταύτην σεβομένων ὁρώντων, καὶ τοῦ παρ' αὐτῶν τιμωμένου τὴν ἀσθένειαν δια χλευαζόντων. ΚΕΦΑΛ. ΚΖ'. Περὶ τῆς ἐν διαφόροις ἔθνεσι στάσεως ὑπὲρ τῶν ειδωλικών βωμῶν· καὶ περὶ Μαρκέλλου τοῦ ἐπισκόπου Αμασείας, ὅση σπουδῇ ἐχρήσατο κατὰ τῶν εἰδωλικῶν νεῶν, καὶ ὡς τέλει μαρ τυρίου ἐχρήσατο. Ἐν δ᾽ ἐκείνῳ τῷ χρόνῳ πολλοὶ τῶν Ἑλληνιστῶν κατὰ πόλεις ὑπὲρ τῶν βωμῶν ἔριν συνίστων, καὶ μέχρι θανάτου διηγωνίζοντο· ἐν μὲν οὖν ᾿Αραβία Πετραῖοι καὶ ᾿Αρεοπολίται, παρὰ δὲ Παλαιστίνῃ Ρα φιῶται καὶ Γαζαῖοι, παρὰ δὲ Φοίνιξιν Ηλιουπολί και καὶ τῶν Σύρων δὲ μάλιστα οἱ τοῦ ναοῦ ᾿Απαμείας, ἢ δὴ τῷ ᾿Αξίῳ ποταμῷ προσπελάζει· οὓς Ιστοροῦσιν ἐπὶ φυλακῇ τῶν τοιούτων νεῶν καὶ συμ μάχους μετακαλέσασθαι Γαλιλαίους ἄνδρας· και τίνας ἀπὸ τῶν χωμῶν αἱ περιοικοῦσι τὸν Λίβανον τὸ δ᾽ ὕστατον ἐπὶ τόσον προελθεῖν θράσους, ὡς καὶ τὸν περιώνυμον Μάρκελλον τῇδε ἐπισκοπήσαντα δια χρήσασθαι, τῆς ἐγκεχειρισμένης πόλεως τὰ τεμένη ἐξαφανίσαντα, τῇ πρὸς Θεὸν παῤῥησίᾳ μᾶλλον ἢ τῇ πολυχειρία χρησάμενον. Ἐπεὶ γὰρ Ιωάννης, οὗ καὶ πρόσθεν ἐμνήσθην, ἐτελεύτα τὸν βίον, ὁ πάντα ἄρι στος ούτοσι Μάρκελλος ἀντ᾽ ἐκείνου τῆς ᾿Απαμέων Η χώρας τὴν προεδρίαν ειλήφει, ζέων τῷ πνεύματι κατὰ τὸν θεῖον ᾿Απόστολον. Ἐπεὶ δὲ καὶ ὁ ὑπαρχος σὺν δυσὶ χιλιάρχοις εἰς τὴν ἐκείνου πόλιν ἀφίκετο, πρόθεσις δ᾽ ἦν τὰ τῶν εἰδώλων διαλύειν τεμένη, τὸ μὲν πλῆθος τῶν στρατιωτῶν ἐφησύχαζε δέει· ὁ δὲ τῷ τεμένει προσέβαλε τοῦ Διὸς διαλύειν πειρώμενο; ὁ δὴ μέγιστόν τε ἦν καὶ εἰς κάλλος ἐξαίσιον ἐποικίλλετο. Ἀλλὰ καὶ στεγανὴν καὶ στεῤῥὰν τὴν συνθήκην τῶν λίθων ἰδὼν, ᾤετο ἀμήχανον εἶναι τὴν τοσαύτην ἁρμονίαν διαλυθῆναι· μέγιστοι γὰρ λίαν ὄντες οἱ λί θοι παχεῖ σιδήρῳ καὶ μολίβδῳ διακεχυμένῳ ἀπαν ταχοῦ συνηρμόζοντο. Ο τοίνυν θεῖος Μάρκελλος δειμαίνοντα οὕτω τὸν ὕπαρχον θεασάμενος, ἐκεῖνον μὲν πρὸς τὰς ἄλλας τῶν πόλεων χωρεῖν ἐκέλευεν αὐτὸς δὲ Θεοῦ ἐδεῖτο δοῦναι πόρον τῷ ἀμηχάνῳ τοῦ πράγματος. Καὶ δή τις ἕωθεν ἥκει αὐτόκλητος, οὔτ' οἰκοδομεῖν, οὔτε λίθους τέμνειν, μήτ' ἄλλην τέχνην ἐξεπισταμένος· μόνα δὲ ξύλα καὶ λίθους αἴρειν ἐπὶ τῶν ὤμων μεμαθηκώς. Προσελθὼν δὲ, δυοῖν τεχνί

Chapter XXVIICaput XXVII

col. 831–832page 412 of 633
PG 146:831θᾶττον τὸν νεών διαλύειν. ὡς δ᾽ ὑπισχνείτο παρ έχειν ὁ Μάρκελλος, ἐκεῖνος τοιάνδε τι ἐπετεχνᾶ:ο Ἐκ τεττάρων πλευρών στον ὁ νεὼς εἶχεν, ἥτις εἰς ὕψος εγειρομένη ἐκείνῳ ἐφήρμοστο. Μέγιστοι δὲ καὶ κίονες ἦταν σήμετροι τῷ νεῷ· ἑκάστου δὲ κίονος περίμετρος ἐκκαίδεκα πήχεων ἦν. Η δέ γε φύσι; τῶν λίθων στεῤῥά τις ἐτύγχανε καὶ ἀδαμαντίνη· ὡς μηδὲ ῥᾳδίως εἴχειν αἱρεῖσθαι τοῖς τῶν λιθοτόμων ὀργάνοις· ὧν ἕκαστον κύκλῳ διορύττων ἐκεῖνος, ὑπήρειδε ξύλοις ἐλαίνεις τὰ ὑπερκείμενα. Τρεῖς δ' οὕτω τῶν κιόνων ὀρύξας, ἔπειτα πῦρ ἐνῆκε τοῖς ξύ λοις· καὶ ἀνήπτετο μὲν, οὐ μὴν καὶ κατὰ φύσιν δι πανᾶσθαι τοῖς ξύλοις ὑπὸ τοῦ πυρὸς ἐνῆν. Δαίμων γάρ τις μέλας προφαινόμενος καὶ προκαλινδούμενος, ἐμποδὼν τῇ κατὰ φύσιν ἐνεργεία καθίστατο. ὡς δὲ πολλάκις τὴν μηχανήν δεδρακότες ἀνήνυτον ἑώρων τὸ σπούδασμα, δηλοῦσι τῷ ἱερεῖ ἐπὶ μεσημβρίαν ὑπνώττοντι. Ο δ᾽ εὐθὺς τὸν θεῖον ναὸν εἰσδραμών, ὕδωρ εἰς ἄγγος ἐνῆκε. Καὶ τοῦτο μὲν ὑπὸ τὸ θεῖον θυσιαστήριον ἔκρυπτεν· αὐτὸς δὲ πρὸ τῶν ἱερῶν κιγκλίδων πεσών, τὸν φιλάνθρωπον ἡντιβόλει δε σπότην τῆς τυραννίδος ἀπαλλάττειν τοῦ δαίμονες; καὶ τὴν μὲν ἐκείνου γυμνοῦν ἀσθένειαν, αὐτοῦ δὲ παῤῥησιάζειν τὴν δύναμιν, ἵνα μὴ καὶ πλείων ἡ βλά η τοῖς ἀπειθεῖν ᾑρημένοις προσγένηται. Ταῦτα λέ γων, καὶ τὸ τοῦ σταυροῦ σημεῖον τῷ ὕδατι ἐπιδα λών, Ἐκκοιτίῳ τινὶ διακόνῳ τοῦτο ἐδίδου, κελεύο σας τῷ τῆς φλογὸς ἀκμάζοντι ἐπιῤῥαίνειν· ο ταιν ήτει μισθόν. Ἐκ τοῦ ῥάστου γὰρ ἐνεῖναι αὐτῷ γενομένου, ὁ μὲν δαίμων ἀπηλλάγη τὴν τοῦ ὕδατος μὴ ἐνεγκών προσβολήν· τὸ δὲ πῦρ οἷάπερ ἐλαίῳ τῷ ἀντιπάλῳ χρησάμενον ὕδατι, εὖ μάλα τῶν ξύλων καθήπτετο, καὶ ἐν ἀκαρεῖ ἐδαπάνα. Οἱ δὲ κίονες φρούδου τοῦ ἐρείδοντος γενομένου, αὐτοί τε ἐκ τοῦ εὐθέος κατέπιπτον· καὶ ἄλλους δυοκαίδεκα ἐπιστώ μενοι. Οὐ μὴν δὲ ἀλλὰ καὶ ὅσον τοῦ νεώ συνημμένον πλευρὸν τοῖς κίοσι κατηνέχθη τῇ ἐκείνων βία συνελκυσθέν. Κτύπος δὲ μέγιστος ἐκδραμών, πάντας ἀθρόον ἐκεῖ ἐφειλκύσατο κατὰ θέαν τοῦ ἔργου. Ω; δὲ καὶ τοῦ ἀντιπράττοντος δαίμονος την φυγὴν ἔγνων, εἰς δόξαν Θεοῦ τὰς γλώσσας ἐκίνουν. Συχνά δὲ καὶ ἄλλα τεμένη ὁ θεῖος οὗτος ἀρχιερεὺς ἐξηρά νισε. Πολλὰ δὲ καὶ ἄλλα ἀξιάγαστα διηγήματα τοῦ ἀνδρὸς τούτου ἐμφέρεται· τοῖς τε γὰρ νικηφόροις επέστελλε μάρτυσι· καὶ ἀντιγράφων παρ' ἐκείνων †ξίωται· τέλος δὲ καὶ αὐτὸς τὸν μαρτυρικὸν στέφ νον ἀνεδήσατο. Τὸ δ' ὅπως, ἐγὼ διηγήσομαι. Ἐν τῷ ἐκεῖσε αὐλῶνι, δ κλίμα ἐπίσημον τῆς ᾿Απαμέων χώρας ἐστί, στρατιώτας τινὰς καὶ μονομάχου; π ραλαβών, κατ' ἐκείνου ἐχώρει. Αγχιστα δὲ γενόμενος, μάχη; συρμηγνυμένης, έξω βελῶν εἰστήκει τοὺς γὰρ πόδας ἀλγῶν ἦν· καὶ οὔτε διώκειν, οὔτε μὴν φεύγειν ἱκανῶς εἶχε. Τῶν δὲ στρατιωτῶν καὶ μονομάχων ὑφ' ἑαυτοῦ; τὸν νεών θέσθαι πολλὴν ποιον μένων σπουδήν, τῶν Ἑλληνιστῶν τινες μόνον εἶναι διεγνωκότες, καθ' ὅ μέρος ἀπόμαχον ἦν, ἐξαπιναίως
col. 833–834page 413 of 633
PG 146:833προσβαλόντες συνέσχον· καὶ πυρὰν νήσαντες, κατε τέφρωσαν. Καὶ τότε μὲν ἔλαθον, χρόνῳ δὲ φωρα θέντες, δοῦναι δίκην πρὸς τῶν παίδων Μαρκέλλου ἠπείγοντο· τιμωρεῖν γὰρ ἡβούλοντο τῷ πατρί· ἡ δ᾽ ἐπιχώριος διεκώλυε σύνοδος, ἐπειποῦσα μὴ δεῖν ἐπὶ μαρτυρικῇ τελευτῇ δίκας λαμβάνειν χρῆναι γάρ χάριν ὁμολογεῖν τῇ τοιαύτῃ δὴ τελευτῇ· καὶ σκιρ τὴν τούς τε παῖδας καὶ φίλους καὶ γένος ἅπαν αὐτ τοῦ, ὡς ὑπὲρ Θεοῦ ἠξιωμένου θανεῖν. Τὰ μὲν οὖν τῶν εἰδώλων τεμένη τηνικάδε τοῦτον καθῃρέθη τὸν τρόπον. ΚΕΦΑΛ. ΚΗ'. 4. Νεκτάριος πρῶτος ἀφεῖλε τὸν ἐν ταῖς ἐκκλησίαις ἐκ παλαιοῦ τεταγμένον ἐπὶ τῆς μετα νοίας πρεσβύτερον· καὶ περὶ τρόπου καὶ τό ποὺ τῶν μετανοούντων ἐν τῇ Ρωμαίων Εκ κλησία. Τότε τοίνυν καὶ Νεκτάριος ὁ τῆς Κωνσταντίνου τὴν Ἐκκλησίαν ἐπιτροπεύων πρῶτος πάντων τὸν ἐκ πολλοῦ ὄντα ταῖς ἐκκλησίαις πρεσβύτερον ἐπὶ τῶν μετανοούντων κατέπαυεν· ᾧ δῆτα καὶ οἱ ἀνὰ τὴν Εω πάντες σχεδὸν ἐπίσκοποι ἠκολούθησαν. Τί δὲ τοῦτό ἐστι, καὶ ὅθεν τὴν ἀρχὴν ἔσχε, καὶ διὰ ποίαν αἰτίαν τό γε νῦν ἔχον ἔληγεν, ἄλλοι μὲν ἄλλα περί τούτου ἱστόρησαν· ἐγὼ δ᾽ ὡς ἔχει τἀληθὲς διηγήσομαι. Ἐπεὶ γὰρ τὸ μηδαμῶς ἁμαρτεῖν οὐχ ἡμέτερον, τῆς δὲ θείας καὶ ἀκηράτου φύσεως ἴδιον, ἡμῖν δὲ τῇ παραβάσει καθάπαξ κληρωσαμένοις τὸ πλημμελεῖν συγγνώμην κελεύει Θεός μεταμέλῳ ἀναλόγῳ χρω μένοις τῷ παραιτεῖσθαι τοῦ λοιποῦ καὶ συνομολογεῖν τὸ ἁμάρτημα. Φορτικόν δ' ὡσανεὶ τοῖς ἔγγιστα Χρι στοῦ ἱερεῦσιν ἔδοξεν, ἐν μέσῳ τῷ πλήθει ὡς ἐν θεά του τὰ πλημμελούμενα ἐξαγγέλλειν, ἕνα τῶν πρε σβυτέρων ἀρίστως βιοῦντα, εχέμυθόν τε καὶ σώφρον ἀπολεξάμενοι, ἐπὶ τῷ τοὺς ἐξαγορείας δέχεσθαι τῶν μετανοούντων τετάχασιν· ᾧ κατ' ἰδίαν γινόμενοι, τὰ κακῶς πραχθέντα διήγγελλον. Ο δ' ἀκούων, ὅ τι χρὴ πρᾶξαι ἢ ἐκτίσαι θεὶς ἐπιτίμιον, συνεχώρει ὥστε παρὰ σφῶν αὐτῶν τῶν πραξάντων καὶ τὴν δί την εἰσπράξασθαι. ᾿Αλλὰ Ναυατιανοῖς οὐδεμία περί τούτου ἔστι σπουδή. Λόγος γε μὴν ἔχει, καὶ δι' αὐ τοὺς μᾶλλον τοῦτ' ἐπινοηθῆναι τὸ ἔργον μή θελή σαντας κοινωνῆσαι τοῖς ἐπὶ τῷ διωγμῷ Δεκίου ἀρνησαμένοις, έπειτα μεταμεληθείσιν. Οἱ γὰρ την κάθε ἐπίσκοποι τῷ Ναυάτου ἀντιφερόμενοι δόγματι, τὸν ἐπὶ τῶν μετανοούντων πρεσβύτερον ἐφ' ἑκάστῃ Εκκλησία κατέστησαν, τῷ ἐκκλησιαστικῷ κανόνι Επόμενοι· ὡς ἂν οἱ μετὰ τὸ βάπτισμα ἁμαρτάνοντες ἐπὶ τούτῳ τὰ φθάσαντα λύωσιν ἐξομολογούμενοι. Ο ὺς κανὼν οὗτος μέχρι πολλοῦ καὶ ἐν ταῖς ἄλλαι; αἱ μονόμαχο μοναχούς,

Chapter XXVIIICaput XXVIII

col. 835–836page 414 of 633
PG 146:835ρέσεσιν ἐφυλάττετο. Ἐν δὲ ταῖς κατὰ Δύσιν ἐκκλησ ὁμοουσίου, σίαις εἰσἔτι καὶ νῦν σπουδάζεται, καὶ μάλιστα ἐν τῇ κατά Ῥώμην, ἐν ᾗ καὶ δῆλος ὁ τῶν μετανοούντων τόπο; ἐστίν. Ιστανται δὲ ὥσπερ κατάδικοι, κατηφείς ἄγαν, καὶ πενθικῶς διακείμενοι. Τῆς δὲ ἱερᾶς τελε τῆς τέλος λαβούσης, ἐκεῖνοι μὲν οὐ μετέχουσιν ὧν θέμις τοῖς μυουμένοις, σφᾶς δὲ αὐτοὺς σὺν οἰμωγῇ καὶ πένθει πολλῷ πρηνεῖς πρὸ τῶν ποδῶν τοῦ Μυοῦντός δίπτουσιν. 'Αντιπρόσωπος δ' ἐκεῖθεν καὶ ὁ τὴν διακονίαν είληχώς προσδραμών, σύνδακρυ; ἐπίσης καὶ αὐτὸς τῷ ἐδάφει ἑαυτὸν καταβάλλει· κύκλῳ δὲ καὶ τὸ λοιπὸν τῆς ἐκκλησίας πλῆθος ολοφυρόμενον, δακρύων πληροῦται. Επειτα πρότερος ἐξανίσταται ὁ πρεσβύτερος ἢ ὁ ἐπίσκοπος, καὶ τοὺς κειμένους ἀνίστησιν. Ευξάμενος δ' ὅσα δεῖ τοῖς οὕτω μεταμεσ λουμένοις, ἐκπέμπει, πρότερόν ἀκούσας τε καὶ εἰπὼν ὅτι δεῖ, προσήκει. Τούτων δ᾽ ἕκαστος καθ᾿ ἑαυτὸν γεγονότες, η προστέτακται ἑαυτὸν ἐκτήκει, ἢ ν στείαις καὶ ἀγρυπνίαις, καὶ πυκναῖς προσευχαῖς τε καὶ μετανοίαις, ἢ ἀλουσίαις καὶ ἀποχαῖς τρυφῶν, ἑτέροις ἄλλοις, τὸν χρόνον περιμένοντες ἐν ἑκάστῳ τέταχεν ὁ ἐπίσκοπος· συντόνῳ δὲ προθυμίᾳ διαλύσας τὸ ἔφλημα, τοῦ ἐγκλήματος λύεται, καὶ ἐπίσης τοῖ; ἄλλοις ἐκκλησιάζει. Τάδε μεν οἱ ἀνὰ τὴν Ῥώμην ἱερεῖς ἀρχῆθεν ἄχρι καὶ ἐς δεῦρο εἶχον· κἀκεῖθεν ἐπὶ πᾶσαν ἐκκλησίαν προέβη πλὴν Ναυατιανῶν, οἱ οὐδὲ τὴν ἀρχὴν παρεδέξαντο την μετάνοιαν. παρῃτήσαντο δὲ τὸν πρεσβύτερον τοῦτον καὶ οἱ τῆς ὁμοουσίου πίστεως, Νεκταρίου κατάρξαντος, τοιάσδέ τινος επισυμβάτης αἰτίας· Γυνή τις τῶν εὖ γεγονότων, τὰς σφετέρας ἁμαρτίας ἀγγείλασα, νηστείᾳ καὶ εὐχῇ σχολάζειν, κάν τῇ ἐκκλησία παραμένειν πρὸς τοῦ εἰρημένου πρεσβυτέρου ἑτέτακτο. Οὕτω δ' έχουσα, ἔπειτα κατεμήνυσεν ὡς εἴη παρ' ἀνδρὸς διακόνου ἐκπορνευθεῖσα, ταύτῃ συγκαθευδήσαντος. Ο τὸ πλῆθος μαθόν, οὐ μετρίως ἔφερεν, ἅτε δὴ τῆς Ἐχε κλησίας ούτωσι περιυβρισμένης. Κάντεῦθεν μεγί στη διαβολὴ κατὰ τῶν ἱερᾶσθαι λαχόντων εχώρει. Ἐν ἀπόρῳ δὲ γενόμενος ὁ Νεκτάριος, τὸν μὲν διά κανον τῆς ὑπηρεσίας ἐξίστησιν ὡς ἡταιρηκότα ἐβλασφημεῖτο δ᾽ οὖν ἡ Ἐκκλησία πλεῖον καὶ καθώ βριστο ἐκ τῆς πράξεως, διασυρομένων τῶν ἱερῶν ἀνδρῶν. Τινῶν δὲ συμβουλῇ, καὶ μάλιστα εὐδαίμονος, ὃς ἦν τῆς ἐκκλησίας πρεσβύτερος, τὸ γένος 'Αλεξανδρεύς, περιεῖλε τὸν τῆς Ἐκκλησίας ἐπὶ μεσ τανοίς πρεσβύτερον· συγχωρεῖν εἰπόντων ἑκάστῳ καθὰ συνειδείη, καὶ θαῤῥεῖν δύναιτο κοινωνεῖν καὶ τῶν ἀχράντων μυστηρίων μετέχειν. Οὕτω γὰρ τῇ Ἐκκλησία διατηρηθήσεται τὸ ἀνύβριστον· καὶ ἐξ ἐκείνου οὕτως ἡ Ἐκκλησία διέμεινεν. Εγὼ δὲ οἶμαι ἐκεῖθεν τῆς ἀρχαιότητος καὶ τῆς κατ' αὐτήν σεμν τητος ἐκτραπείσαν τὴν Ἐκκλησίαν, καὶ εἰς ἀδιάφορον καὶ ἡμελημένον ἐκπεσεῖν ἦθος, καὶ κατὰ μικρὸν διολισθῆσαι τῆς ἀκριβείας ἄρξασθαι. Ὅτι γε και μείω πρότερον εἰκὸς εἶναι τὰ ἁμαρτήματα, αἰδεῖ τε
col. 837–838page 415 of 633
PG 146:837τῶν ἐξομολογουμένων τὰς ἁμαρτίας, καὶ ὑπὸ ἀκρι βείας τῶν ἐπὶ τούτῳ κατατεταγμένων κριτῶν· κἂν νῦν ὡς ἔτυχε καὶ ὅπου δήποτε ἕκαστος βούλοιτο, τοῦτο πράττειν ἐπικρατῇ. Πρόφασις δ' ἐντεῦθεν ἐγί νετο, μὴ ἐλέγχειν ἀλλήλων τὰ ἁμαρτήματα, μηδὲ τὸ τοῦ ᾿Αποστόλου φυλάττειν αἱρεῖσθαι λέγοντος, Μηδέ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε. Ἐκ δὲ ταύτης τῆς αἰτίας συμβάλλω καὶ Θεοδόσιον τὸν Μέγαν, τῆς ἀκηράτου δόξης καὶ σεμνότητος τῆς καθόλου προ νοούμενον Εκκλησίας, τηνικαῦτα πρῶτον νομοθετῆσαι, μηδαμώς γυναῖκα, εἰ μὴ ἑξήκοντα ἐτῶν εἴη καὶ παῖδας ἔχοι, μὴ τῷ τῆς διακονίας καὶ τῷ τοῦ κλήρου ἐγκαταλέγεσθαι τάγματι· καθὰ καὶ Παῦλος ῥητῶς οὕτω προσέταξεν· ἀπελαύνεσθαι δὲ τῆς Ἐκε κλησίας καὶ τὰς κειρομένας τὰς κεφαλάς· καὶ ὅσοι δὲ τῶν ἐπισκόπων τὰς τοιαύτας προσίενται, τὰς ἐπι σκοπὰς ἀφαιρεῖσθαι. ᾿Αλλὰ περὶ μὲν τούτων αὐτάρ χως οἶμαι ειρήκαμεν. ΚΕΦΑΛ. ΚΘ'. ὺς καὶ ἐν ταῖς αἱρέσεσι πολλαὶ αὖθις ἐπεγένοντο διαιρέσεις καὶ ὅτι Θεοδόσιος μόνον Εὐ νόμον ὑπερώρισε· καὶ εἶος ἦν τὸ ἦθος Εὐνό μιος· καὶ ὡς ἐν Καππαδοκίᾳ τῇ πατρίδι γενό μενος ἐτελεύτα. Προσῆκον δὲ ἄρα μηδὲ τὰ παρ' ἄλλοις γεγονότα καταλιπεῖν ἀδιήγητα· 'Αρειανοῖς φημι, καὶ τοῖς ἀπὸ Μακεδονίου καὶ Εὐνομίου καὶ Ναυάτου παρωνύμως ὠνομασμένοις. "Απαξ γὰρ ἡ τοῦ Θεοῦ Ἐκκλησία διαιρεθεῖσα, οὐκ ἐπ᾿ ἐκείνης ἔστη τῆς διαστάσεως ἀλλ' αὕτη πάλιν καθ᾿ ἑαυτὴν διῃρεῖτο. Καὶ οἱ προσ στάται τῶν αἱρέσεων σμικρᾶς τινος ειλημμένοι προ φάσεως, καθ' ἑαυτῶν ἐχώρουν, καὶ ἀπ' ἀλλήλων δί σταντο. Πῶς μὲν οὖν καὶ πότε, καὶ δι᾿ ἂς αἰτίας ἕκαστοι ἀπ' ἀλλήλων διέστησαν, προϊοῦσα ἡ ἱστορία δηλώσει. Εἰδένα: μέντοι χρεών, ὡς οὐδένα τούτων δ βασιλεὺς ἐδίωκε Θεοδόσιος, ἀλλ' οὐδὲ ἠνάγκαζε κοι νωνεῖν· συνεχώρει δ' ἑκάστῳ ᾗ βούλοιτο κατὰ τὸν ἴδιον συνάγεσθαι τόπον· καὶ δοξάζειν περὶ τῆς εἰς Χριστὸν πίστεως, ὡς ἂν ἑκάστῳ περὶ ταύτης κατα λαβεῖν ἐξεγένετο. Τὰς μὲν οὖν λοιπὰς τῶν αἱρέσεων, πλὴν Ναυατιανῶν, ἔξω τῶν πόλεων συνάγειν ἐκέλευε, καὶ ἐκκλησία; ἐγείρειν· τοὺς δὲ Ναυατιανούς ὡς ὁμοφρονοῦντας αὐτῷ κατὰ τὴν τοῦ ὁμοουσίου πίστιν, ἔνδον τῶν πόλεων μετὰ θάρρους ἐκκλησιάζειν προς τρέπετο, καθά μοι καὶ ἀνωτέρω διείληπται· μόνου δ' Ευνομίου ὑπερορίαν φυγήν κατεδίκαζεν. Οὗτος γὰρ μετὰ τὸ λιπεῖν τὴν Κύζικον, καὶ τοῦ Εὐδοξίου διαζυγῆναι, ὃς τοῦτον ἐχειροτόνει, ἐπὶ προφάσει ὅτι ΧΧΙΧ. όμοουσίου,

Chapter XXXCaput XXX

col. 839–840page 416 of 633
Caput XXIX
PG 146:839τὸν αὐτοῦ διδάσκαλον Αέτιον ἐκβληθέντα οὐ προτε δέχοντο, ἐν τοῖς κατὰ τὴν Κωνσταντινούπολιν προς στείοις διατρίβων καὶ ἐν οἰκίαις, καθ' ἑαυτὸν ἐκκλησ σίαζε, καὶ οὓς κατὰ τῆς εὐσεβείας έγραφε λόγους, ἀδεῶς ἐπεδείκνυτο. Καὶ πολλοὺς εἶχε ταῖς ἐξαπά ταις τῶν λόγων εἰς τὸν ἴσον τῆς ἀπωλείας βάθυνον, ὡς ἐν βραχεῖ πολύ τι πλῆθος πρὸς ἑαυτὸν ἐπιστά σασθαι, καὶ ἐπὶ τόσον, ὡς καί τινας τῶν ἐπὶ τοῦ κοι τῶνος τοῦ βασιλέως πρὸς ἑαυτὸν ἐφελκύσαι. Ο 812 γνούς Θεοδόσιος, ἐκτόπων ἐκεῖνον στέργοντας, του τους μὲν τῶν ἀνακτόρων ἐξήλαυνε· τοὺς δ' Εὐνόμιον ἁρπαζομένους ἐκ τῆς Χαλκηδόνος τὴν ταχίστην ἐξέ πεμπε· καὶ πρὸς τὴν ᾿Αλμυρίδα φυγαδεύειν ἐνεκελεύετο. Η δ' Αλμυρίς χωρίον τῆς ἐν Εὐρώπη Μυ σίας ἐστί, παρὰ τὸν Ιστρον κείμενον· ὁ δὲ οὐκ εἰς μακρὰν ἐάλω ὑπὸ τῶν ἐκεῖσε διαβάντων βαρβάρων, τοῦ Ἴστρου τῷ κρυστάλλῳ ηπειρωθέντος. Ευνόμιο; δ' ἐκεῖθεν εἰς Καισάρειαν τῆς Καππαδοκίας ὑπερορίζεται· μεμίσητο δ' ὑπερφυῶς τοῖ; ἐκεῖσε, ὅτι λό γους μετὰ Βασιλείου τοῦ ταύτης ἐπισκόπου συνέταξεν. Ἔπειτα εἰς τοὺς οἰκείους διάγειν ἀφείθη ἀγρούς Δακορηνοὶ δὲ τὸ ὄνομα τοῖς ἀγροῖς· κώμη δὲ αὕτη Καππαδοκῶν· ἦν δ᾽ ὀνομαζομένη Δακέρα ἀπὸ νομού τῆς πρὸς τῷ ᾿Αργαίῳ Καισαρείας. Οὐ μετὰ πολὺ δὲ τῆς ἐπανόδου θανών, έτυχε τῆς ἐν τῇ πατρίδι ταφής. Τοῦτον δὴ τὸν Εὐνόμιον πλεῖστον ἐκθειάζει ὁ ἐκκλη σιαστικό; Φιλοστέργιο· τήν τε γὰρ σύνεσιν καὶ τὴν ἀρετὴν, ἀπαράμιλλον εἶναι σαφῶς φληναφεῖ· τό τε τοῦ προσώπου σχῆμα καὶ τὰ μέρη εἰς τὸ εὐπρεπέστατον ἐξωραΐζει· καὶ τοὺς ἐκ στόματος λέοντα; λόγους μαργαρίσιν εοικέναι λέγει· καν προϊών τραυλὸν αὐτὸν εἶναι ὁμολογῇ· ἣν δὴ καὶ ἀποτεμνύ ναι εἰς πολλὴν γλαφυρότητα. ᾿Αλλὰ μὴν καὶ τοὺς ἀλφοὺς οἱ τὸ πρόσωπον αὐτοῦ κατέστιζον, κόσμου καὶ αὐτοὺς ἐμποιεῖν τῷ προσώπῳ αὐτοῦ διατείνεται. Πάντα, δὲ τοὺς ἄλλους λόγους υπερθειάζων αὐτ τοῦ, ἐπὶ μᾶλλον τῶν ἄλλων διαφέρειν φησὶ τὰς ἐκεί νου ἐπιστολάς. Περί Ερμηνείας, ΚΕΦΑΛ. Λ'. Περὶ τῆς τῶν Εὐνομανῶν καὶ Μακεδονιανών καὶ 'Αρειανῶν εἰς πολλὰ διαιρέσεως· καὶ ἐκ ποίων αἰτιῶν τούτων ἕκαστοι κατὰ σφᾶς αὐ τοὺς ἀπ' ἀλλήλων διέστησαν. Οὕτω μὲν οὖν ἐτελεύτα Εὐνόμος· οἱ δὲ ἀπ' αὐτοῦ εἰς διάφορα τμήματα διηρέθησαν. Καὶ δὴ πρώτος Θεοφρόνιος τις Καππαδόκης τὸ γένος· ὃς τὰ ἐριστικὰ παρ' αὐτοῦ παιδευθείς τοῖς ἐκείνου συνίστατο μετρίως δὲ, παχυμερῶς δὲ μᾶλλον, εἰπεῖν οἰκειότερον, διὰ τῶν ᾿Αριστοτέλους ἐλθὼν κατηγοριών, καὶ τοῦ Περὶ ἑρμηνείας σύνοψιν καὶ ὥσπερ εἰσαγωγήν τινα τοῖς παρ' αὐτοῖς συλλογισμοίς καταλέλοιπεν
col. 841–842page 417 of 633
PG 146:841Ο Περὶ τῆς τοῦ νοῦ γυμνασίας ἐπέγραφεν Έπειτα προσεχθίσας τοῖς ὑπ' αὐτὸν ἐμοθρήσκους, ὡς εἰς παράλογον ἐμπεσὼν ἀτοπίαν, ἅτε δὴ μὴ μένειν ἐπ' αὐτῶν τῷ διδασκάλῳ λόγων ἐθέλων, ἐκβέβληται. Πολυπράγμων γὰρ μάλιστα ὤν, ἀπὸ τῶν ἐν ἱεραῖς Γραφαῖς κειμένων ονομάτων συνηγεν, ὡς ὁ Θεὸς τὸ μὴ ὂν προειδώς, γινώσκων δὲ καὶ τὸ ὄν, μεμνημένος δὲ καὶ τοῦ γεγονότος, οὐ πάνυ τι ὡσαύτως ἔχει, ἅτε δὴ μεταβάλλων τὴν γνῶσιν πρός τε τὸ ἐνεστώς, καὶ τὸ μέλλον καὶ τὸ παρωχηκός. Διὰ τοίνυν ταῦτα ἀπο βληθεὶς, τὴν ἀπ᾿ ἐκείνου παρασυνάγων ἐπώνυμον συνεστήσατο αἵρεσιν. Καὶ ἄλλος δέ τις, Ευψύχιος όνομα, κατὰ τὴν Κωνσταντινούπολιν οὐ πάνυ πόρρω, ψυχρῷ τινι ζητήματι τῶν Εὐνομιανῶν χωρισθείς, ἰδίας καὶ οὗτος προέστη αἱρέσεως. Τηνικαῦτα γὰρ ζητήσεως οὔσης, εἰ τὴν ἐσχάτην ὥραν ὁ Υἱὸς γι νώσκει, ἀντέχειντο μὲν πλεῖστοι τὰ ἐν Εὐαγγελίοις εἰρημένα προφέροντες, μηδὲ τοῦτον εἰδέναι τὴν ὥραν διαγορεύουσιν· Ευψύχιος δὲ, γράφων διισχυρίζετο, μὴ ἄμοιρον τῆς τοιαύτη, γνώσεως καθεστάναι, ἀνεν δεῶς ἐκ Πατρὸς πάντα προσειληφότα. Τῶν τοίνυν τῆς αἱρέσεως προϊσταμένων μὴ προσισμένων τὰ εἰρημένα, ἀπέστη μὲν κοινωνεῖν ἐκείνοις· πρὸς δ' Ευνόμιον ὑπερόριον όντα ἧκε. Παρεγένοντο δ' ἐκεῖ σε καὶ ἄλλοι ἐκ τῆς ἐν Κωνσταντινουπόλει Εὐνομιανῶν συμμορίας, ὥστε δικάσασθαι τούτῳ, καὶ εἶχε χρεία καλοίη, διαλεξόμενοι. "Ο δῆτα γνοὺς ὁ Εὐνό μιος, τὰ μὲν προβαλλόμενα Εύψυχίῳ ἐπήνει, καὶ κοινωνίας αὐτῷ μετεδίδου, καίτοι νόμου κωλύοντος, μὴ θεμιτὸν εἶναι τοῖς ἑτέρωθεν ἤκουσι μή συνεύχει σθαι γραμμάτων δίχα, ἃ πρὸς τοὺς ὁμοδόξους δηλοί, τινῶν σημείων ἀγνώστως τοῖς ἄλλοις ἐγγραφομένων ταῖς ἐπιστολαῖς· εὐθὺς δὲ τοῦ Εὐνομίου τὸ ζῆν ἀπορ ῥήξαντος, ἥκιστα προσίετο τὸν Ευψύχιον ὁ μετ' Ευ νόμιον ἐν Κωνσταντινουπόλει τῆς αἱρέσεως προϊστάμενος. Ηχθετο γὰρ ζηλότυπος ὤν, ὅτιπερ τἀναντία Ευψυχίῳ σπουδάζων, μήπω κληρικῷ γεγονότι, ἥκιστα διαλύειν εἶχε τὸ προκείμενον ζήτημα. κἀντεῦθεν ἀντιπνεύσας οὗτος, πολλῶν ὁμοφρόνων ἐπιρουένο των, ἰδίαν χωρισθείς Ευψύχιο, αἴρε τον προεστήσατο. Τί γε μὴν παραχαράττειν τὴν θείαν βαπτισιν, και μὴ εἰς Τριάδα, ἀλλ᾽ ἅπαξ εἰς τὸν θάνατον Χριστοῦ καταδύειν, οὐκ Εὐνόμιον, ἀλλὰ τοὺς ἀπ᾿ ἐκείνου Θεοφρόνιον καὶ Εὐψύχιον ὁ πολὺς λόγος ἐπαιτιᾶται. Αὗται μὲν αἰτίαι πρὸς συντομωτέραν είδησιν είμην. ται, ἀφ᾽ ὧν οἱ περὶ Εὐνόμιον διηρέθησαν. Οἱ μὲν οὖν Θεοφρονίῳ ἑπόμενοι Εὐνομιοθεοφρονιανοί, οἱ δὲ Ευψυχία Εθνομευψυχίανοί ώνομάσθησαν. ᾿Αλλ ἐπεξέρχεσθαι πάντας τοὺς διὰ ταῦτα κινηθέντας λό τους, μικρὸν ἂν εἴη καὶ οὐδαμῶς βάδιον, ἐφ᾽ ἕτερα προκειμένης μοι τῆς σπουδῆς. Τότε δὲ καὶ παρὰ Μακεδονιανοῖς πρὸς καιρὸν διχόνοια γέγονεν ἧς ἡρω ξεν παρ' αὐτοῖς Εὐτρόπιος τις πρεσβύτερος, ἰδία συναγωγὴν ἔχων· πρὸς ἐν Καρτέριος ὁ τῆς θρη σκείας προεστὼς ἀντεφέρετο. Εν ταυτῷ δὲ καὶ τοῖς ἀνὰ τὴν Κωνσταντινούπολιν 'Αρειανεῖς ζήτησις ηρε το, «Εἰ πρὶν εἶναι τὸν Υἱὸν ὡμολόγητο γὰρ παρ' ΠΕ
col. 843–844page 418 of 633
PG 146:843Λ αὐτοῖς ἐξ οὐκ ὄντων γεγενήσθαι) ὁ Πατήρ Πατήρ ψαθυροπώλης, καλεῖσθαι τότε ἡδύνατο. ᾿Αμέλει καὶ Δωρόθεος μὲν, ὃς ἀντὶ Μαρίνου ἐκ τῆς ᾿Αντιόχου μετακληθείς, τὴν ἡγεμονίαν τῆς τοιαύτης αἱρέσεως διὰ χειρὸς εἶχε, διαῤῥήδην ἀπέφηνε, «Μὴ δυνατὸν εἶναι πρὶν εν Υΐν ὑποστῆναι, Πατέρα καλεῖσθαι· τῶν γὰρ πρὸς τι τὸ Πατὴρ δνομα.» 'Ο δὲ Μαρίνος τοὐναντίον μάλ λον ἐδόξαζε· καὶ πρὶν εἶναι τὸν Υἱόν, Πατέρα τὸν Πατέρα διωμολόγει· ἢ ὅτι καὶ ταῖς ἀληθείαις οὕτως ἐδόξαζεν, ἢ καθότι και διάφορος Δωροθέω ἦν, ἅτε δὴ προκριθέντι τῆς αὐτῶν αἱρέσεως προεστάναι. Εκ τοιαύτης δὲ τῆς αἰτίας εἰς ἑκατέραν μοῖραν τὸ παρ' ἐκείνοις πλῆθος διίστατο. Καὶ Δωρόθεος μὲν ἐπὶ τῶν ἰδίων εὐκτηρίων ἐπέμεινεν· οἱ δ' ἀμφὶ Μαρίνον, ἑτέρας νεουργήσαντες ἐκκλησίας, ταύταις συνήγον το· ο? καὶ Ψαθυριανοὶ ὄνομα ἐκληρώσαντο, ήταν Γυτθιανοί· ὅτιπερ ανήρ τις ψαθυροπώλης (πειπάνου δὲ τοῦτο εἶδος), Θεόκτιστος όνομα, ὑπερφυῶς τῇ δόξη ταύτῃ συνίστατο. Ἐκ Γότθων δὲ, ἐπεὶ καὶ Σελίνας ὁ τούτων ἐπίσκοπος οὕτω διαφερόντως τῆς δόξη ἐξείχετο, ὡς καὶ σύμπαν τὸ Γοτθικὸν πρὸς τὴν ὁμοίαν ἐφελκῦσαι δόξαν. Πειθήνιον γὰρ τὸ βάρβαρον μάλα ἦν τούτῳ, ἅτε δὴ καὶ διδάσκειν ἄριστα ἱκανῶ, οἱ κατὰ τὴν πάτριον μόνον φωνήν, αλλά γε δὴ καὶ κατὰ τὴν Ελληνα. Ο; ὑπογραφεὺς τὰ πρῶτα γε νόμενος Οὐλφίλᾳ ἐκείνῳ τῷ πρώτῳ ἐπισκόπῳ τῶν Γότθων, οὗ καὶ ἀνωτέρω μνήμην ἐποιησάμην ἐπὶ Ουάλεντος, ὕστερον καὶ διάδοχος ἐκείνου καθίστατο. Οὐκείς μακρὰν δὲ διάφοροι καθίσταντο ὅ τε εἰρημένος Μαρίνος καὶ ᾿Αγάπιος τῆς ἐν Ἐφέσῳ ἐκκλησίας παρ' αὐτοῖς προϊστάμενος. Η δ' ἑκατέρου διάκρισις πόλεμον ἀνεῤῥίπιζεν ἄντικρυς, τῶν Γότθων μάλιστα προσκειμένων τῷ ᾿Αγαπίῳ· ἐξ ἧς αἰτίας λόγος πολύ λοὺς καταμεμψαμένους τὴν τῶν προεστώτων διαμάχην τε καὶ φιλονεικίαν τῇ καθόλου προσελθεῖν Ἐκ κλησίᾳ, καὶ κοινωνίας αδιακρίτως τυχεῖν. Αὕτη μὲν αἰτία καὶ τὸ τοὺς Ἀρειανοὺς τὸ ἐξ ἀρχῆς χωρισθε ἐξ ἐκείνου τε κατὰ πόλεις ἐν αἷς εἰσιν ἰδίᾳ έκκλησιάζουσι. Τοὺς δὲ κατὰ τὴν Κωνσταντίνου δια φερομένους πέντε καὶ τριάκοντα έτη ὕστερον ήγαγεν εἰς ὁμόνοιαν ἀνήρ τις ἐξ ὑπάτων, Πλινθᾶς δνομα, ὁμόφρων μὲν αὐτοῖς, ἵππου δὲ καὶ πεζῆς δυνάμεως τὴν ἡγεμονία, λαχών· ἐπίσημος δ' ἐν τοῖς βασ λείοις μάλιστα ἦν· ὁπηνίκα καὶ συνόδου τοῖς Ἀρειανοῖς γενομένης, ἐψήφιστο, μὴ ἂν ἄλλοτε τὰς τοιού τας ζητήσεις, αἱ τὴν διάστασιν ἤγαγον, εἰς μέσον προενεγκεῖν. Ταῦτα μὲν οὖν μικρὸν ἐγένοντο ὕστε ρον· ἴσως δ' ἂν καὶ ἄλλαι κατὰ πόλεις αἱρέσει; καὶ διαιρέσεις ἐγένοντο. Ἐμοὶ δὲ οὐ θέμις πρὸς λεπτὸν πάντα διεξιέναι, ἀλλὰ τῶν καιρίων μόνον καὶ ἀναγκαίων ἐφάπτεσθαι, καὶ μάλιστα τῶν ἀνὰ τὴν Κων σταντίνου, ἧς ἐγὼ καὶ θρέμμα καὶ γέννημα, ὡς ἐπισημοτέρων, καὶ μὴ λαθεῖν δυναμένων. Εἰ δέ τι σκοπὸς περὶ τῶν τοιούτων μανθάνειν αἱρέσεων, ὅθεν τε καὶ ὅπως ἡρξαντο, καὶ ἐπὶ τίσι προέκοψαν, έντυ χεῖν προτρέπομεν τοῖ; Παναρίοις· βιβλίον δὲ τοῦτο Επιφανίῳ τῷ τῆς Κύπρου ἡγησαμένῳ ἐκδοθὲν ἐκ ναι
col. 845–846page 419 of 633
PG 146:845κλησίας· ἔτι δὲ καὶ Θεοδωρήτῳ τῷ τῆς Κυρεστηνῶν προεδρεύσαντι, καὶ τῷ θεσπεσίῳ Ἰωάννῃ τῷ ἐκ Δα μασκοῦ· πολλὰ γὰρ καὶ ἄμφω περὶ τούτων διεξ ίατι. ΚΕΦΑΛ. ΚΑ'. Ως καὶ Ναυατιανοὶ πρὸς ἀλλήλους στασιάσαντες διὰ τὴν τοῦ Πάσχα ζήτησιν, ἑτέραν συν εστήσαντο αἵρεσιν τὴν τῶν Σαββατιανῶν 18 γομένην. ο Κατὰ τοῦτον δὲ τὸν χρόνον καὶ Ναυατιανοὶ πρὸς σφᾶς διενεχθέντες ἀπ' ἀλλήλων τε διεκρίθησαν, καὶ τὴν τῶν καλουμένων Σαββατιανῶν αἵρεσιν συνεστήσαντο. "Ην γάρ τις παρ' ἐκείνοις πρεσβύτερος Σαββάτιος όνομα, πρὸς Μαρκιανοῦ εἰληφὼς τὴν χειροτονίαν· ὃς ἀπὸ Ἰουδαίων ἑλόμενος τὰ Χριστιανῶν; οὐδὲν ἧττον τῇ προλήψει δουλεύειν ἐσπούδαζε· πρὸς δὲ καὶ κρύφα τῆς ἐπισκοπῆς μετέχειρίζετο δράξα. σθαι· δς σύναμα Θεοκτίστῳ καὶ Μακαρίῳ, πρεσβυτέροις καὶ αὐτοῖς οὖσιν, οἱ τοῖς ἐν Πάζου κώμῃ συνελθοῦσιν ἐφείποντο, όπηνίκα Ουάλης ἐπὶ τῶν σκήπτρων ἦν, ἠξίου τὴν ἑορτὴν τοῦ Πάσχα ἅμα – Ἰουδαίοις ἐπιτελεῖν. Καὶ πρῶτα μὲν τῆς τε πολι τείας χάριν (ἀρίστῳ γὰρ βίῳ ἐχρῆτο ἀσκήσεως) τοῦ ἐκείνων συστήματος ἐχωρίζετο· ἔπειτα δὲ καί τινας ἀναξίους οιόμενος τῆς τῶν θείων μεταλήψεως μυ στηρίων, τοῦτο πρόφασιν δῆθεν ποιούμενος, ὑπερετίθει τὴν ἑορτήν. Ως δὲ δῆλος ἦν νεώτερα εἰσηγούμενος, Μαρκιανὸς μὲν ἑαυτὸν τῆς ἀτόπου χειροτονίας ἐπὶ Σαββατίῳ ἐμέμφετο, πολλάκις εἰπὼν, Αμεινον ἄρα ἦν ἐπ' ἀκάνθαις, ἢ ἐκείνῳ τὰς χεῖ ρας ἐπιβαλεῖν.» Ως δ' ἑώρα τὴν ὑπ' αὐτῷ ἐκκλησίαν διχή διατεμνομένην, καὶ πρὸς ἕτερον μεταρρέουσαν, τοὺς τῆς αὐτῷ κοινωνοῦντας αἱρέσεως ἐπι σκόπους εὐθὺς εἰς Σάγγαρον μετεστέλλετο χωρίον δὲ τοῦτο τῆς Βιθυνῶν ἐπαρχίας πρὸς θάλασσαν κεί μενον, οὐ πάνυ πόρρω διεστηκὸς τῆς Ἑλενοπόλεως ὅπου δὴ συνελθόντες μετεκαλούντο καὶ τὸν Σαββάτιον. ὡς δὲ τὸ τῆς λύπης αἴτιον απητεῖτο, τὴν τῆς ἑορτῆς εἰσῆγε διαφοράν· δεῖν γὰρ ἔλεγε ταύτην ἐπιτελεῖν ὡς καὶ Ἰουδαῖο: τελοῦσι, καὶ οἱ ἐν Πάζῳ οὐ πρὸ πολλοῦ συνελθόντες ἐτύπωσαν. Οἱ δὲ προε δρίας ἔρωτι τάδε αὐτὸν σκήπτεσθαι ἐν νῷ θέμενοι, ὅρκοις ἐξησφαλίζοντο, ὡς οὐκ ἂν ποτε ἔλοιτο αὐτῷ γενέσθαι ἐπίσκοπος. Τοῦ δὲ ὅρκῳ ὁμολογήσαντος. μὴ τὴν προεδρίαν καταδέξασθαι, ταύτην αἰτίαν ἐκεῖ νοι μὴ λογισάμενοι ἱκανὴν τὴν Ἐκκλησίαν αὐτῶν 'Αγκυρωτὸν

Chapter XXXIICaput XXXII

col. 847–848page 420 of 633
Caput XXXI
PG 146:847διαιρεῖν, ὁμονοεῖν μὲν ἅπαντας καὶ κατὰ ταυτὸν ἐκ ἀδιάφορον, ἑξῆς κοινῶς σὺν τοῖς λοιποῖς μετεῖχε τῆς ἑορτῆς, τῶν κλησιάζειν ἐδόκει· τὴν δ᾽ ἑορτὴν τελεῖν ἕκαστον ὅτε δή ποτε βούλειτο, ἐκθέμενοι καὶ περὶ τούτου κανόνιόν ἀδιάφορον κατωνόμασαν· μηδὲ τοὺς ἐν Πάζι συναχθέντας πρόκριμα τῷ καθολικῷ κανόνι με νέσθαι. Καὶ γὰρ καὶ οἱ ἀρχαῖοι ἐκεῖνοι ἄνδρες, καὶ μᾶλλον ὅσοι ἐγγυτέρω τῶν ἀποστόλων ἦσαν, περὶ τῆς τοῦ Πάσχα ἑορτῆς διαφωνούντες ὡς μάλιστα, τέως ἀλλήλοις κοινωνοῦντες ἐφ' ἅπασι τοῖς ἄλ δις οὐδα μῶ; διεφέροντο· ὅτι γε καὶ οἱ ἐν τῇ πρεσβυτέρᾳ Ρώ μῃ Ναυατιανοὶ οὐδαμὴ σύναμα Ἰουδαίοις τὸ Πάσχα ἐτέλεσαν· ἀλλ' ἀεὶ μετ' ισημερίαν τοῦτο ἐποίουν σὺν τοῖς λοιποῖς Ῥωμαίοις, Πέτρου και Παύλου τῶν ἀποστόλων τῇ παραδόσει χρωμένοις. Οὐδὲ γὰρ πρὸς τοὺς οἰκείους τῆς πίστεως διεκρίνοντο, μὴ επίσης αὐτοῖς ἐπιτελοῦντας τὸ Πάσχα· διά τοι τοῦτο καλῶς δῆθεν λογισάμενοι, τὸν ἀδιάφορον προήγον κανόνα· ὡς ἂν ἑκάστῳ βούλησις ἔκ τινος συνηθείας τε καὶ προλήψεως, τὸ Πάσχα ἑορτάζων ἐπιτελεῖ· μὴ μέντοι τοῦτο πρὸς κοινωνίαν διάφορον εἶναι· ἀλλά τοὺς ἀδιαφόρως ἑορτάζοντας συμφώνου; εἶναι τῇ κοινωνίᾳ τῆς Ἐκκλησίας. Καὶ τοίνυν τοῦ κανόνος τούτου βεβαιωθέντος, ὁ Σαββάτιος, ἅτε δὴ τοῖς ἔρ κοις δεθείς, ὅμως τοῖς Ἰουδαίοις ἑπόμενος, εἰ μὴ κατὰ ταυτὸν ἐκείνοις συνέβη γενέσθαι τὴν ἑορτήν, προφθάνων ἐνήστευεν, ὥσπερ ἦν ἔθος· καὶ λεληθότως τὰ νενομισμένα πράττων, ἐπετέλει τὸ Πάσχα, κατὰ τὴν τοῦ Σαββάτου ἑσπέραν καιρῷ προσήκοντι, τῇ τε ἀγρυπνίᾳ καὶ ταῖς ἄλλαις εὐχαῖς παρών, τῇ δ' θείων μυστηρίων ἀπτόμενος. Καὶ τοῦτο ἐπὶ ἔτη πολλὰ ποιῶν διελάνθανεν· ἀλλ' οὐκ ἐπιπολὺ κρύ πτειν ἑαυτὸν ἠδύνατο· ἐπίσημος γὰρ ἐντεῦθεν ἐν οὐ πολλῷ γεγονώς, πολλοὺς τῶν ἁπλουστέρων ἐφελκόμενος ζηλωτὰς ἔσχε· καὶ μάλιστα Φρύγας καὶ Γα λάτας, οι πάτριον ἔχοντε; οὕτω νηστεύειν, φοντο δικαιούσθαι. Τούτῳ ἑπόμενοι καὶ λάθρα σύναμα Ἰουδαίοις τὴν τοῦ Πάσχα ἑορτὴν ἐποίουν. Αλ Σαββάτιος ηρέμα παρασυνάγων, ἐκείνων τε ἀπέστη, καὶ τοὺς ὅρκους θέμενος παρ' οὐδὲν, τῶν αὐτῷ ὑπο μένων τὴν ἐπισκοπὴν ἀνεδέξατο, ὡς μετὰ μικρὸν διαλήψομαι. 289 ΧΧΧΙΙ. ΚΕΦΑΛ. ΛΒ'. Επίκρισις καὶ διαλογισμός τοῦ συγγραφέως περὶ τῆς τοῦ Πάσχα ἑορτῆς· καὶ περὶ τῶν Τεσσαρεσκαιδεκατιτῶν, καὶ τῶν Μοντανιστῶν, ὅπως τὸ Πάσχα τελοῦσιν. Ἐγὼ δὲ θαυμάζω Σαββάτιον καὶ ὅσαι αὐτῷ ἡκο λούθησαν, πῶς τὰ τοιαῦτα ἐνεωτέριταν· τῶν κατ' ἀρχὰς Εβραίων, ὡς ὁ Παμφίλου Ευσέβιος ἱστορεί, μάρτυρα παράγων Ιώσηπόν τε καὶ Φίλωνα, ὅτι δὲ Αριστόβουλον καὶ οὐκ ὀλίγους ἄλλους, μετ' ίσημε
col. 849–850page 421 of 633
PG 146:849Τεσσαρεσκαιδεκατῖται, μίαν ἐσρινὴν τὰ διαβατήρια θυόντων, κατὰ τὸ πρῶτὰ διαβατήρια, τον δωδεκατημόριον τμῆμα τοῦ Ζωδιακοῦ τοῦ ἡλίου ὁδεύοντος, ο Κριὸς τοῖς Ἕλλησιν ὀνομάζεται· τεσσαρεσκαιδεκαταίας τηνικαῦτα τῆς σελήνης τὴν που ρείαν ποιουμένης, καὶ κατὰ διάμετρον τῷ ἡλίψ καθεστηκυίας. Ἐπὶ δὲ τούτοις καὶ Σαμαρεῖται, οἱ διαφερόντως τὰ καίρια τῆς Μωσέως νομοθεσίας ζη λοῦσιν, οὐκ ἂν τὴν τοιαύτην τελέσειν ἀνέχονται ἑορ τὴν, πρὶν ἢ τὸν νέον τελεσφορείσθαι καρπόν. Τῶν νέων γάρ, φησίν, ἑορτὴν αὐτὴν ὁ νόμος καλεῖ· ὡς μὴ θέμις ὃν ἑορτάζειν, τούτων δὴ μὴ φανέντων ὡς ἐπάναγκες εἶναι συμβαίνειν φθάνειν τὴν ἐν τῷ ἦρι ἐσημερίαν. Καὶ τοίνυν τοὺς περὶ τοῦτο μιμουμένους Ἰουδαίους, θαυμάζω ὅτι μὴ τὴν παρ' ἐκείνοις ἀρχαιότητα μᾶλλον ἐπήνεσαν. Συνάγειν οὖν ἔστιν, ὡς ἄνευ τούτων, καὶ τῶν, Τεσσαρεσκαιδεκατῖται προτονομάζονται, ἐπίσης Ῥωμαίοις καὶ Αἰγυπτίοις καὶ Παλαιστινοῖς, καὶ οἱ ἀπὸ τῶν ἄλλων αἱρέσεων, ταύτην ἐπιτελοῦσι τὴν ἑορτήν. Οἱ δ' ἐκ τοῦ Ναυάτου τὴν ἀναστάσιμον ἡμέραν μόνην ἐπιτελοῦσιν, Ἰου δαίοις καὶ οὗτοι ἐπόμενοι. Εἰ; ταυτὸ δὲ τοῖς Τεσσαρεσκαιδεκατίταις καταστρέφουσι· πλὴν εἰ μὴ κατὰ συγκυρίαν τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης ἡ πρώτη του Σαββάτου ἡμέρα συμπεσοῦσα τύχοι· και τίπιν γὰρ γίνονται τῶν Ἰουδαίων ὅσαις ἂν ἡμέραις συμβαίνῃ τὴν ἐχομένην Κυριακὴν ὑστερίζειν τῆς τεσσαρεσκαιδεκαταίας της σελήνης. Οι δέ γε Μοντανισταὶ, οὓς καὶ Ποπουζίτας και Φρύγας ειωθός όνο γάζειν, καινήν τινα ἐπινοήσαντες μέθοδον, κατὰ ταύτην καὶ τὸ Πάσχα τελοῦσι. Καὶ προηγουμένως μὲν ἐν μέμψει ποιοῦνται, ὅσοι διὰ τὸ Πάσχα τὸν σε ληναῖον δρόμον κατεξετάζουσι· χρῆναι γὰρ λέγουσι μὴ τοῦτον, ἀλλὰ τὸν ἡλιακὸν κύκλον ζητεῖν, εἴ γε ὀρθῶς ἐξετάζειν τὸ Πάσχα βούλοιντο. Καὶ τίθενται μὲν ἕκαστον μῆνα ἡμερῶν εἶναι τριάκοντα· ἀρχὴν δὲ τούτων πρώτην τὴν ἐαρινὴν Ισημερίαν· ἡ ῥηθείη ἂν ὀρθῶς εἶναι κατὰ Ῥωμαίους πρὸ ἐννέα καλανδῶν Απριλλίων. Ὅτι γε, φασί, τηνικαῦτα καὶ οἱ δύο μετ γάλοι φωστῆρες τὴν ἀρχὴν ἔσχον, δι' ὧν οἱ τε χρόνι καὶ οἱ ἐνιαυτοί μετροῦνται. Καὶ δῆλον ἐξ ὧν ἡ σε λήνη διὰ ὀκταετηρίδος τῷ ἡλίῳ εἰς ταυτὴν ἑνώσεως Έρχεται, νουμηνίας ἀμφοῖν συμβαινούσης· ἐπείπερ ἡ ὀκταετηρίς τοῦ τῆς σελήνης δρόμου ἐννέα καὶ ἐνα νενήκοντα μησὶ περαιοῦται· ἡμέραις δὲ δισχιλίαις ἐννακοσίαις εἴκοσι δύο, δι᾽ ὧν ὁ ἥλιος τοὺς ὀκτὼ δια νύει δρόμους· ὡς συμβαίνειν ἕκαστον ἔτος λογίζεσθαι ἀνὰ ἡμερῶν τριακοσίων εξήκοντα πέντε πρὸς δὲ καὶ τεταρτημορίου ἡμέρας μιᾶς. Ἀπὸ γὰρ τῆς ποὺ ἐννέα καλανδῶν ᾿Απριλλίων, ἅτε δὴ ἀρχῆς τῆς κτίσεως ταύτης καταλογιζομένης, συνάγουσι τὴν εἰ ρημένην ταῖς θείαις Γραφαῖς τεσσαρεσκαιδεκαταίαν ἣν δὴ καὶ λέγουσι ταύτην εἶναι τὴν πρὸ ὀκτὼ εἰδῶν Απριλλίων, καθ᾽ ἣν ἀεὶ τὸ Πάσχα τελοῦσιν. Εἰ δὲ πολλάκις συμβαίη καὶ τὴν ἀναστάσιμον αὐτῇ συν ἐραμεῖν, τῇ ἐχομένῃ Κυριακῇ ἑορτάζουσι· γέγραπται γὰρ ἀπὸ δεκατεσσάρων μέχρις κα' τὸ Πάσχα Τὸ πρῶτον δωδεκατημόριον. Ἐν διαμέτρῳ, Πρίν τον νέον τελεσφορείσθαι καρπόν. ΙΧ
col. 851–852page 422 of 633
PG 146:851τελεῖν. Οὐ τοίνυν μοι καλῶς πρᾶξαι δοκοῦσιν οὔθ' οἱ ἔκπαλαι περὶ τῆς ἑορτῆς ταύτης φιλονεικήσαντες, οὔθ᾽ οἱ τότε τοῖς Ἰουδαίοις ᾑρημένοι ἀκολουθεῖν οἶμαι γὰρ, οὐκ εἰς νοῦν ἔθεντο, ὡς τοῦ Ἰουδαϊσμοῦ μετατιθεμένου πρὸς Χριστιανισμόν, ἐξ ἀνάγκης « τύποι τοῦ ἀκριβούς παρετρέποντο, ὡς αὐτόθεν δει χθήσεται· καὶ γὰρ οὐδεὶς Χριστοῦ νόμος Ἰουδαΐζειν προτρέπει Χριστιανοῖς· μᾶλλον δὲ καὶ ἐκώλυσε, καθὰ διαρρήδην ὁ θεῖος Απόστολος ἀπεφήνατο, μήτ τοι γε ἀπαγορεύων την περιτομήν, τὸ τοῦ νόμου κα φάλαιον, ἀλλὰ καὶ περὶ ἑορτῶν παραινών μηδαμῶς διακρίνεσθαι. Καὶ δὴ Γαλάταις γράφων, ταῦτά φησι Λέγετέ μοι, ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; Καὶ βραχέα περὶ τούτου διαλεχθείς, ἔπειτα δείκνυσι, δοῦλον μὲν εἶναι τὸν τῶν Ἰουδαίων λαόν· τὸ δ' ἐλεύθερον ἔχειν, ὅσοι δὴ Χριστῷ ἠκολού Οησαν· ἐν οἷς παραινεί μηδὲ ἡμέρας παρατηρεῖν καὶ ἐνιαυτούς. Ἐν δὲ τῇ πρὸς Κολοσσαείς λαμπρά κηρύττει φωνῇ σκιὰν εἶναι τὰ παραφυλάγματα· διὰ ἐπιφέρει, λέγων· Μηδεὶς ὑμᾶς κρινέτω ἐν βρώ σει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ νουμηνίας, ἢ Σαββάτου· ἅτινά ἐστι σκιὰ τοῦ μέλλοντος. Ἐν δὲ τῇ πρὸς Ἑβραίου; ταῦτα πάντα ἐπισφραγίζων φησί. Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Φαίνεται τοίνυν, ὡς οὔτε ἡ ἱερὰ τῶν Εὐαγγελίων βίβλος, οὔτε μὴν ὁ θεῖος Απόστολος, ζυγὸν δουλείας νόμου ἡμῖν ἐπέθηκαν· ἀλλὰ καὶ τὸ Πάσχα καὶ τὰς λοιπὰς τῶν ἑορτῶν τῇ εὐγνωμοσύνῃ τῶν εὐεργετηθέντων τιμᾷν κατέλιπον ὅπως δή ποτε βούλονται. Οθεν ἐπεὶ τὰς ἑορτὰς μάλιστα φιλοῦσιν οἱ ἄνθρωποι, Στε δὴ ἐν αὐταῖς ἀνιέμενοι τῶν πόνων, τηνικαῦτα ὡς ἑκάστῳ βούλησις ἦν κατά χώρας, τὴν τοῦ σωτηρίου πάθους μνήμην ἔθει τινὰ ἐκ παραδόσεως κρατούμεν νοι ἐπετέλεσαν. Οὐ γὰρ πάντως νόμῳ τινὶ τὸν Σω τῆρα ἢ τοὺς μαθητὲς τοῦτο παραφυλάττειν ὁρίσασθαι· ἀλλ᾽ οὐδὲ ὑπὸ καταδίκην ἢ τιμωρίαν ἢ κατάραν, ὡς ὁ τοῦ Μωσέως εἶχε νόμος, τὰ Εὐαγγέλια ἢ εἰ ἀπό στολοι τὸν μὴ οὕτω τελοῦντα εἰσήγαγον ἢ προσηπεί λεσαν· κατὰ δὲ μόνην ἱστορίαν τοῦ Μωσαϊκοῦ Πάσχα τὴν μνείαν οἱ θεῖοι εὐαγγελισταί ἐποιήσαντο· τὸν Σωτῆρα πεπονθέναι τῷ τῶν ᾿Αζύμων καιρῷ, μεγά λης ούσης παρ' αὐτοῖς ἑορτῆς· ἶν' ἐνδείξωνται, ὅτι κατὰ τὰς ἑορτά; μᾶλλον μιαιφονεῖ» ᾑροῦντο. Ταῖς μὲν οὖν θείοις ἀποστόλοις σκοπὸς οὐχὶ περὶ ἡμερῶν ἑορτασίμων κρίνειν τε καὶ νομοθετεῖν, ἀλλὰ θεοφιλή βίον καὶ ἀρετὴν καὶ θεοσέβειαν παρασχεῖν τε καὶ εἰσ ηγήσασθαι. Καί μοι δοκεῖ, ὥσπερ ἄλλα τε πλείστα κατὰ τόπους συνήθειαν ἔσχον, οὕτω καὶ περὶ τὴν τοῦ Πάσχα ἑορτὴν συμβῆναι. Εκ γάρ τινος συνηθείας παρ' ἑκάστοις ἔθνεσιν ἰδιάζουσαν ἔσχε την παρατήρησιν· ὡς εἴδηλον εἶναι τὸ μηδένα τῶν ἀποστόλων μηδέν τι περὶ ταύτης νομοθετῆσαι τῆς ἑορτῆς.
col. 853–854page 423 of 633
PG 146:853ΚΕΦΑΛ. ΑΓ. *Οτι τοῖς παλαιοῖς ἔθει ἀρχαίῳ μᾶλλον ἢ νόμῳ ἐτελεῖτο ἐκ παραδόσεως ἡ τοῦ Πάσχα ἑορτή. Οτι δ' ἐξ ἀρχῆς ἔθει μᾶλλον ἢ νόμῳ τὸ Πάσχα τὴν παρατήρησιν ἔσχεν, ἐκ τῶν πραγμάτων σαφῶς παραστήσομεν. Καὶ γὰρ κατὰ τὴν μικρὰν Ασίαν ἀπὸ τῶν ἀποστόλων τὸ Σάββατον παριδόντες, τὴν τεσσαρεσκαιδεκάτην τῆς σελήνης ἑτήρησαν. Οὕτω δὲ πράττοντες, οὐδαμῶς διεφέροντο πρὸς τοὺς ἄλλως αὐτὸ πράττοντας· ἕως οὗ Βίκτωρ ὁ τῆς Ῥώμηςἐπίσκοπος, πλεῖστα διαθερμανθείς, γράμματι τοῖς κατὰ τὴν Ασίαν τὴν τεσσαρεσκαιδεκάτην τιμή σιν ἀκοινωνησίαν κατεδίκαζεν. Εφ᾽ ᾧ πάλιν Εἰρηναῖον τὸν ἐν Λουγδούνῳ τῶν Γαλλιῶν ἐπισκοποῦντα Βί κτωρι τἀναντία δι' ἐπιστολῆς σημῆναι. Κατατρέχει μὲν γὰρ αὐτοῦ, ἐν μέμνει δὲ τὸ θερμὸν τῆς πρά ξεως τίθεται· διεξιών τε διδασκαλικώτερον, ὡς καὶ οἱ ἀρχαιότερο κοινωνοῦντες κατὰ πᾶν ἀλλήλοις τοῦ Χριστιανισμού, περὶ τὸν τοῦ Πάσχα διεφώνουν και ρὸν, μηδὲν τοῦτο ἡγούμενοι πρόκριμα προστιθεὶς ὡς καὶ Πολύκαρπος τῆς Σμυρναίων ἐπίσκοπος γεγο νώς, ὃς ἐπὶ Γορδιανοῦ τὸν τοῦ μαρτυρίου ὕστερον ἀνεδήσατο στέφανον, τῇ Ῥώμῃ ἐπιδημήσας, Ανι κήτῳ τῷ Ρωμαίων ἐπισκόπῳ καθίστατο κοινωνός, μήτι διακρινόμενος περὶ τοῦ Πάσχα· ὅτιπερ καὶ αὐτὸς ὁ Πολύκαρπος ἐγχωρίῳ τινὶ συνηθείᾳ τῆς Σμυρναίων κατὰ τὴν τεσσαρεσκαιδεκάτην τὸ Πάσχα διατελῶν ἦν· ὡς καὶ ὁ Παμφίλου Ευσέβιος μαρτυρεῖ κατὰ τὴν πέμπτην τῆς ἐκκλησιαστικῆς αὐτοῦ Ἱστο ρίας. Δείκνυται τοίνυν, ὡς ἔφην, ὅτι τινὲς ἐν τῇ μια κρᾷ Ασίᾳ τὴν τεσσαρεσκαιδεκάτην τῆς σελήνης ἐτή ρουν· ἄλλοι δὲ τῶν ἐν τοῖς ἀνωτέρω τῆς ἕω τὸ μὲν Σάββατον μᾶλλον ἑτήρουν τῆς ἑορτῆς· περὶ δὲ τὸν μήνα διεφέροντο μᾶλλον· ὧν οἱ μὲν τοῖς Ἰουδαίοις ἕπεσθα: ἤθελον, καὶ ταῦτα τῆς ἀκριβείας κάλα: διολισθήσασιν· οἱ δὲ τοῦτο μᾶλλον διὰ μίσους τιθέμενοι μετὰ τὴν ἐαρινὴν Ισημερίαν τελεῖν τοῦτο ᾑροῦντο δεῖν λέγοντες ἀεὶ τὸ Πάσχα ποιεῖν, ἐν Κριῷ τοῦ ἡλίου ὄντος, τῷ κατ' Αντιοχέας Ξανθικῷ, κατὰ δὲ τοὺς Ρωμαίους ᾿Απριλλίῳ μηνί· πειθομένους μὴ τοῖς νῦν πλανωμένοις Ιουδαίοις, ἀλλὰ τοῖς ἀρχαιοτέροις μά λιστα καὶ Ἰωσήπῳ τῷ πάνυ· ὡς ἐκεῖνος ἐν τῷ τρίτῳ τῆς ᾿Ιουδαϊκῆς ᾿Αρχαιολογίας διέξεισιν. Οἱ μὲν οὖν κατὰ τὴν μικρὰν Ασίαν καὶ τὰ ἀνώτερα τῆς έψας οὕτω πρὸς ἑαυτοὺς διὰ τὴν ἑορτὴν διεφώνουν· οἱ δὲ λοιποὶ πάντες ὅσοι τὸν Χριστιανισμὸν παρεδέξαντο, καὶ οἱ κατὰ τὴν ἑσπέραν πᾶσαν ἄχρις ὠκεανοῦ, μετά Ισημερίαν ἐαρινὴν τὸ Πάσχα τελοῦντες εὑρίσκονται, ἀρχαιοτέρᾳ συνηθείᾳ ἑπόμενοι· οἱ δὴ πάντες οὕτω, ποιοῦντες τὸ Πάσχα, οὐδαμῶς ποτε πρὸς σφᾶς αὐτ τοὺς διαφωνοῦντες ἐφάνησαν· καὶ οὐχ ὡς ὁ τῶν πολλῶν θρύλλος ἔχει, ἡ ἐπὶ Κωνσταντίνου ἐν Νικαία

Chapter XXXIVCaput XXXIV

col. 855–856page 424 of 633
Caput XXXIII
PG 146:855Καὶ γὰρ αὐτὸς μᾶλλον ἡ θειότατος Κωνσταντίνο; τοῖς περὶ ταύτην διαφωνοῦσιν ὀλίγοις οὖσι παρήνεσε γράμμασι, τοῖς πλείοσιν ἔπεσθαι, καὶ μιμουμένους, επίσης ἑορτάζειν αὐτοῖς. ᾿Αλλὰ τὴν μὲν ὅλην τοῦ βασιλέως ἐπιστολὴν ἐν τῷ τρίτῳ τμήματι τῶν εἰς τὸν βίον Κωνσταντίνου γραφέντων ζητῶν εὑρήσεις. Τό γε μὴν μέρος 8 περὶ τοῦ Πάσχα διέξεισιν, ἐνταῦθ' ἐγώ. παραθήσομαι, οὕτω κατὰ λέξιν διαγορεύον Εττι τις τάξις εὐπρεπής, ἣν ἅπασαι αἱ τῶν δυτικῶν καὶ μεσημβρινῶν, καὶ ἀρκτῴων μερῶν τῆς οἱ κουμένης παραφυλάττουσιν ἐκκλησίαι, καί τινες τῶν κατὰ τὴν ἕψαν τόπων. Οὗ ἕνεκεν ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν πάντες ἡγήσαντο. Καὶ αὐτὸς δὲ τῇ ὑμε τέρᾳ ἀγχινοία ἀρέσειν υπεσχόμην· ἵνα ὅπερ δ' όν κατὰ τὴν Ῥωμαίων πόλιν καὶ Ἰταλίαν τε καὶ Ἀφρικὴν, καὶ ἅπασαν Αίγυπτον, Ισπανίας, Γαλατίας, Βρεταννίας, Λιβύης, ὅλην Ελλάδα, Ασιανήν τε διοί κησιν καὶ Ποντικὴν, καὶ Κιλικίαν, μιᾷ καὶ συμ φώνα, φυλάττεσθαι γνώμῃ, ἀσμένως τοῦτο καὶ ἡ ὑμετέρα προσδέξηται σύνεσις· λογιζομένους, μὴ μόνον ὡς πλείων ἐστὶ κατὰ τοὺς προειρημένους τό τους ἐκκλησιῶν ἀριθμὸς, ἀλλὰ καὶ ὡς τοῦτο μάλι στα κοινῇ πάντας ἐσιώτατόν ἐστι βούλεσθαι. Οπερ καὶ ὁ ἀκριβὴς λόγος ἀπαιτεῖν δοκεῖ, καὶ οὐδεμίαν μετὰ τῆς Ἰουδαίων ἐπιορκίας ἔχειν κοινωνίαν.» Αλλ' ἡ μὲν τοῦ βασιλέως ἐπιστολὴ αὕτη· οἱ δὲ Τεσσαρεσκαιδεκατῖται ὑπὸ Ἰωάννου τοῦ ἀποστόλου τὴν τῆς σελήνης τεσσαρεσκαιδεκάτην παρατηρεἶν ειληφέναι φασίν. Οἱ δὲ κατὰ τὴν Ῥώμην καὶ τὰ ἑσπέρια μέρη, Πέτρον καὶ Παῦλον τους μεγίστους τῶν ἀποστόλων, τὴν τοιαύτην ἐκεῖ παραδεδωκέναι συνήθειαν φάσκουσιν. Ἔγγραφον μέντοι περὶ τούτου ἀπόδειξιν παρασχεῖν, οὐδεὶς ἂν ἔχοι δεῖξει. Καὶ δὴ σοφῶς ἄρα μοι δοκοῦσιν οἱ περὶ Βίκτωρα καὶ Πολύ καρπον τὴν περὶ τῆς ἑορτῆς ταύτης σβέται φιλονε κίαν. Ἐπεὶ γὰρ οἱ πρὸς ἑσπέραν ἱερεῖς οὐ δεῖν ζωντα τὴν παράδοσιν ἀτιμάζειν Πέτρου καὶ Παύλου, σχυρίζοντο δὲ καὶ Ἀσιανοὶ μὴ τῆς Ἰωάννου τοῦ Εὐαγγελιστοῦ ἐξίστασθαι παραδόσεως· συνεδόκει κοινῇ ἑκάστοις, ὡς εἰώθεισαν, τὴν ἑορτὴν ἐκτελεῖν τῆς δὲ πρὸς ἀλλήλους κοινωνίας μηδόλως χωρίζει σθαι. Καὶ γὰρ εἴηθες ὑπέλαβον μάλιστα, εθῶν ἔνεκα ἀπ' ἀλλήλων διίστασθαι, συμφωνούντες περὶ τὰ καί μεγάλη σύνοδος τὴν τοιαύτην παρέτρεψεν ἑορτήν. ρια τῆς θρησκείας. ομί ΚΕΦΑΛ. ΑΔ'. διε Περὶ τῶν ἐν διαφόροις έθνεσιν καὶ ἐκκλησίας ποικίλων εθῶν· δι' ὧν οὐ πρόσκομμα τι διώ ταῦτα τῇ καθόλου θρησκείᾳ ἐγίνετο ή τις διχόν ναι καὶ διαίρεσις. Οτι δὲ συνηθείᾳ τινὶ, οὐ νόμῳ, οἱ παλαιοὶ ἑπόμεν ναι, κατὰ χώρας ὡς ἑκάστῳ ἐδόκει, ἐπετέλουν τὰ Πάσχα, ἐκεῖθεν τεκμηριώσασθαι γένοιτο· οὐ γὰρ ἂ πάντες, κἂν ὁμόδοξοι είεν, τὰς αὐτὰς παραδόσεις;
col. 857–858page 425 of 633
PG 146:857κατὰ τὰς ἐκκλησίας φυλάττουσιν. Οἱ γὰρ τῆς αὐτῆς πίστεως πολλάκις κατὰ τὰ ἔθη διάφοροι καθεστή κατι· καὶ οὐδὲν τοῦτο τῇ εὐσεβεία λυμαίνεται. Ένα ταῦθα δὲ γενομένῳ, δίκαιον μικρά τινα περὶ τῶν κατὰ τὰς ἐκκλησίας διαφόρων ἐθῶν ἡγοῦμαι διεξελ. Λεῖν· & πρότερον μὲν εἶχον, νῦν δὲ Θεοῦ χάριτι τῷ χρόνῳ μεταβληθέντων, εἰς ἓν ομοφρονῆσαι πάσας ἐγένετο. Καὶ πρῶτόν γε περὶ αὐτοῦ τοῦ Πάσχα δια ληπτέον· τὰς γὰρ πρὸ τούτου νηστείας διαφόρως ἐν ἑκάστοις τὸ ἐξ ἀρχῆς φυλαττομένας εὑρίσκομεν. Ρω καῖοι μὲν γὰρ τρεῖς ἑξῆς συνημμένας ἑβδομάδας νη στεύουσιν ὑφαιρουμένων τῶν Σαββάτων καὶ τῶν κυριακῶν· Ἰλλυρὶς δὲ πᾶτα καὶ ἡ Ἑλλὰς, πρὸς δὲ καὶ ἡ ᾿Αλεξάνδρεια, καὶ Λιβύη πᾶσα καὶ Αίγυπτος καὶ Πιο λαιστίνη, ἐν ἐξ ἑβδομάσι τὴν πρὸ τοῦ Πάσχα νηστείαν περαίνουσι, Τεσσαρακοστὴν αὐτὴν ὀνομάζοντες. Ετε. Η κοι δὲ πρὸ ἑπτὰ ἑβδομάδων τῆς νηστείας κατάρχονται, ὡς ἐν Κωνσταντινουπόλει καὶ πέριξ ἄχρι Φοινίκων τρεῖς δ᾽ ἐν αὐταῖς ἄλλοι πενθημέρους ἐκ διαλειμμά των νηστεύοντες, ἐπίσης καὶ αὐτοὶ Τεσσαρακοστὴν τὸν χρόνον τοῦτον καλοῦσιν· οἱ δὲ δύο οἱ τὰ Μου. τανοῦ. Ἐν οἷς καὶ θαῦμά μοι ἔπεισι, πῶς ἅπαντες οὗτοι Τεσσαρακοστὴν αὐτὴν ὀνομάζουσι, κατὰ τὸ μέτρον τῶν ἡμερῶν οὐδὲν ἧττον διαφερόμενοι καν ἄλλος ἄλλον λόγον συρράπτοντες, τοὔνομα σεμνῶς ἐγκαλύπτειν πειρῶνται. Οὐ μόνον δὲ περὶ τὸ τῶν ἡμερῶν διαφωνοῦσι ποσὸν, ἀλλὰ καὶ τῷ ποιῷ τῶν ἐδεσμάτων, καὶ τῇ προσαγωγῇ τε καὶ ἀποχῇ πολλῷ διεστήκασιν οἱ μὲν γὰρ πάμπαν ἐμψύχων οὐχ ἅπτονται· ἄλλοι δὲ καὶ ἅπτονται, ἀλλ᾿ ἰχθύων μόνον. Εἰσὶ δὲ οἱ τῶν ἐμψύχων καὶ σὺν τοῖς ἰχθύσι καὶ τῶν πτηνῶν ἀπογεύονται, λέγοντες ἐξ ὕδατος καὶ ταῦτα ἐσχηκέναι την γένεσιν, ὥς φησι Μωϋσῆς. Οἱ δὲ ὠῶν ἀπέχονται· ἄλλοι δὲ ἀκρόδρυα τροφὴν ἔχουσιν. Εἰσὶ δὲ οἱ καὶ ξηροῦ ἄρτου μόνου μετέχουσιν· οἱ δὲ οὐδὲ τούτου. Διάφορος δὲ καὶ ἡ ὥρα τῆς ἑστιάσεως οἱ μὲν γὰρ ἄχρις ἐνάτης, οἱ δὲ μετὰ δύσιν ἡλίου, ἄλλοι δὲ μετὰ μίαν ἡμέραν ἐσθίουσι τὴν ἑξῆς· ἄλλοι δὲ καὶ ἐπὶ τρεῖς καὶ τέσσαρας καὶ πέντε, καὶ μέχρι τῶν ἑπτὰ προΐασιν, ὡς ἑκάστῳ δύναμίς τε καὶ βού λησις. Καὶ ἄλλα παρ' ἄλλοις γένεσι καὶ φύλοις· ἐν οἷς καὶ μυρίαι αἰτίαι τῶν τοιούτων εἰσίν· ἐφ᾽ οἷς ἅπασιν οὐδέν τι ἔγγραφον παράγγελμα δεῖξαι τις ἔχει. Ως δῆλον εἶναι, ὡς τὰ ἑκάστῃ δοκοῦντα προ έτρεψαν οἱ ἀπ' ἀρχῆς ὑπηρέται τοῦ Λόγου· ἵν᾿ ἐξῇ η ἑκάστῳ, μὴ φόβῳ μηδ' ἀνάγκῃ τινὶ τὸ ἀγαθὸν αἱρετ σθαι. ᾿Αλλὰ περὶ μὲν νηστειῶν τοῦ Πάσχα καὶ τῆς τροφῆς τοσαῦται διαφωνίαι τὸ ἐξ ἀρχῆς κατὰ τὰς ἐκκλησίας ἦσαν. Ἀλλὰ μὴν καὶ περὶ συνάξεων ἄλλα πλεῖστα καὶ ἀδιάφορα ἔστιν εὑρεῖν· τῶν γὰρ ἁπαν ταχοῦ τῆς οἰκουμένης ἐκκλησιῶν ἐν ταῖς τῶν Σα των ἡμέραις ἐξ ἔθους ἐχουσῶν καθ' ἑβδομάδος περι. τροπὴν τὰ θεῖα μυστήρια ἐκτελεῖν, Ῥωμαῖοί τε καὶ Αλεξανδρεῖς καὶ ὅσοι τὴν Θηβαΐδα περιοικοῦσι συνάξεις μὲν κατὰ Σάββατον ἐπιτελοῦσιν· οὐ μὴν ὥσπερ ἦν ἔθος τότε πᾶσι Χριστιανοῖς, καὶ τῶν θείων ἁγιασμάτων μετείχαν. ᾿Αλλὰ μετὰ τὸ ἱκανῶς εὐωχη Τρεις μόνας πενθημέρους ἐκ διαλυμμάτων νηστεύοντες,
col. 859–860page 426 of 633
PG 146:859κότες ήδη, περὶ βαθεῖαν ἑσπέραν τὰ μυστήρια προσφέροντες μετελάμβανον. Καὶ ἐν Τετράδι καὶ * Παρασκευή λέγεται, Αλεξανδρείς Γραφάς τε άνε γίνωσκον, τῶν διδασκάλων ταύτας ἑρμηνευόντων καὶ πάντα τὰ τῆς συνάξεως ἔπραττον, πλὴν τῆς θείας τῶν μυστηρίων μυήσεως. Ἐξ ἀρχαίου δὲ τοῦτ' ἦν ἔθος ᾿Αλεξανδρεῦσι. Φασὶ καὶ γὰρ Ωριγένην ἐν ταύταις μόναις τὰς συνάξεις ποιεῖν ἐπ' ἐκκλησία; 85 σοφίᾳ καὶ διδασκαλίᾳ τῶν πολλῶν διαφέρων, συνι δών τε ὡς τὸ ἀδύνατον τοῦ Μωσαϊκοῦ νόμου ἀσθενεῖ πρὸς τὸ γράμμα ἀποδοθῆναι τὸν περὶ τοῦ Πάσχα λόγον, εἰς θεωρίαν ἀνήγαγεν, ἐν μόνον φάσκων ἀληθὲς γενέσθαι Πάσχα, ὅπερ Χριστὸς ἐπετέλεσεν ἐνεργήσας κατὰ τῶν ἀντικειμένων δυνάμεων, ἀναρ τηθεὶς τῷ σταυρῷ· ᾧ δὴ ἀρίστῳ τροπαίῳ κατὰ τοῦ ἀντιπάλου ἐχρήσατο. Εγ δὲ τῇ αὐτῇ ᾿Αλεξανδρεία τὸ τῶν ἀναγνωστῶν καὶ συμβολαιογράφων τάγμα ἐν ἀδιαφόρῳ ἐστὶν, εἴτε πιστοί εἰσιν, εἴτε καὶ κατη χούμενοι, τῶν ἁπανταχοῦ ἄλλων ἐκκλησιῶν πιστοὺς εἰς τὸ τάγμα τοῦτο προβεβλημένων. Ἐν δὲ τῇ Θετ. ταλῶν καὶ τοῦτο γενέσθαι φασί. Κληρικὸς γὰρ ἐκεῖτε ἀνὴρ, πρὶν ἢ γένηται τοῦτο, νόμῳ γυναῖκα ἡγάγετο. Τὴν δὲ γυναῖκα, ὡς ἔθος, γνούς, ἀπόκληρος ἦν, τῶν ἀνὰ τὴν ἕω πάντων γνώμῃ ἀπεχομένων· καὶ τῶν ἐπισκόπων, εἰ καὶ βούλοιντο, οὐ μὴν ἀνάγκῃ νόμου τοῦτο ποιούντων. Πολλοὶ γὰρ αὐτῶν τῷ ἐπισκοπικῶς ἱερατεύειν καὶ πολλοὺς ἐν τοῖς ἐπισκοπείοις παῖδας ἀπέτεκον ἐκ τῶν γαμετῶν ἄ; νομίμως ηγάγοντο πρότερον. Νῦν δὲ οὐδ' ἐν ὀνείρῳ ἐπίσκοπος γυναικὶ συγκαθευδήσας ἀκόλαστος. Αλλὰ τοῦ μὲν ἐν Θεσσαλίᾳ ἔθους προκατήρξεν Ηλιόδωρος ἐκεῖνος, Τρίκης ἐπίσκοπος· οὗ πονήματα ερωτικὰ εἰσέτι νῦν περι φέρεται, ἃ νέος ων συνετάξατο, Αιθιοπικά προσε γορεύσας αὐτὰ, νῦν δὲ καλοῦσι ταῦτα Χαρίκλειαν δι' ἃ καὶ τὴν ἐπισκοπὴν ἀφῃρέθη· ἐπειδὴ γὰρ πολ λοῖς τῶν νέων κινδυνεύειν ἐκεῖθεν ἐπῄει, ἡ ἐγχώριος προσέταττε σύνοδος ἢ τὰς βίβλους ἀφανίζειν, καὶ πυρὶ δαπανᾶν, ὑπαναπτούσας τὸν ἔρωτα, ἢ μὴ χρή ναι ἱερᾶσθαι τοιαῦτα συνθέμενον· τὸν δὲ μᾶλλον ἐλέσθαι τὴν ἱερωσύνην λιπεῖν, ἢ ἐκ μέσου τιθέναι τὸ σύγγραμμα. Ο καὶ ἐγένετο. Διετηρεῖτο δὲ τὸ ἔθος τοῦτο ἔν τε Θεσσαλονίκῃ, αὐτῇ τε πάσῃ Μικ δονίᾳ καὶ Ἑλλάδι. Καὶ ἄλλο δὲ ἔθος ἐν Θεσσαλία ἦν· κατὰ γὰρ τὰς ἡμέρας τοῦ Πάσχα μόνον ἐβάπτιζον· διὸ καὶ πολλοὶ ἐντεῦθεν ἀμύητοι ἔθνησκον. Εν δὲ τῇ κατ' ᾿Αντιόχειαν τῆς Συρίας τὰ θυσιαστήρια τὴν θέσιν τοῖς ἄλλοις ἀντιστρόφως εἶχον· οὐ γὰρ πρὸς ἕω, ἀλλὰ πρὸς δύσιν ἑώρα τὸ θυσιαστήριον. 'Εν γε μὴν Αἰλίᾳ καὶ Θεσσαλίᾳ καὶ Ἑλλάδι τὰς ἐν ταῖς λυχνοκαίαις εὐχὰς ἐπίσης τοῖς ἐν Κωνσταντινουπόλει Ναυατια οἷς ἐποίουν. Ωσαύτως δὲ καὶ ἐν Κύπρῳ καὶ Καισαρείᾳ τῆς Καππαδοκίας ἐν ἡμέρᾳ Σαββάτου τε καὶ Κυριακῆς περὶ ἑσπέραν μετὰ τὴν λυχναψίαν οἵ τε ἐπίσκοποι καὶ οἱ πρεσβύτεροι τάς Ιερὰς Γραφὰς τῷ λαῷ ἑρμηνεύουσιν. Οἱ δ' ἐν Ἑλλησπόντῳ τὰ Ναυάτου φρονοῦντες οὐ τὰς εὐχὰς ἐπίσης θῆναι καὶ παντοίοις ἐνηδυνθῆναι ἐδέσμασιν, ήριστης
col. 861–862page 427 of 633
PG 146:861εἰσάπαν ἐποίουν τοῖς ἐν Κωνσταντινουπόλει τὰ ἴσα στέργουσι τὰ πολλὰ δὲ παραπλήσια ἔπραττον τῇ κρατούσῃ Εκκλησίᾳ. Καθόλου δ᾽ ὡς εἰπεῖν ἐν πά σαις ταῖς δόξαις οὐδαμῶς ἔστιν εὑρεῖν μίαν συμφωνίαν ἐν εὐχαῖς ἔχειν. Οἱ περὶ τὸν Ἴστρον Σκύθαι, πολλὰς καὶ μεγάλας ἔχοντες πόλεις, ὑφ᾽ ἐν! πάντε; Επισκόπῳ τάττονται. Εν δ' ἄλλοις ἔθνεσιν ἔγνωμεν, μὴ μόνον ἐν πόλει, ἀλλὰ καὶ ἐφ' ἑκάστῃ κώμῃ ἱερά σθαι ἐπίσκοπον· ὁ δὲ μάλιστα ᾿Αράδιοι ἔθος εἶχον καὶ Κύπριοι, καὶ οἱ ἐν Φρυγίᾳ Ναυατιανοί, καὶ α! ἀπὸ Μοντανοῦ καταγόμενοι. Παρὰ δὲ τῇ 'Ρώμῃ ἄχρι τοῦ νῦν πλείους τῶν ἑπτὰ διάκονοι οὐ γίνονται, εἰς μίμησιν τῶν παρὰ τῶν ἀποστόλων χειροτονηθέντων, ὧν ἡγεῖτο Στέφανος, ὁ πρῶτος τὸν μαρτυρικὸν ἀνα δησάμενο; στέφανον. Παρὰ δὲ τοῖς ἄλλοις πᾶσιν ὁ ἀριθμὸς τούτων ὡς ἔτυχεν ἐπὶ Ῥώμης καθ᾿ ἕκαστον ἔτος ἅπαξ τὸ 'Αλληλούϊα ψάλλουσι, κατὰ τὴν κυριώνυμον τῆς Πασχαλίας ἡμέραν ὁ δὴ καὶ πολλοῖς εἰς ὅρκον κεῖται εὐχῆς, ὥστ' ἀξιωθῆναι ἀκοῦσαι τὸ Αλ ληλούϊα καὶ μεθ᾿ ἡδονῆς ψάλαι. Ούτε δέ τις τῶν Ῥώμης ἐπισκόπων, οὔτ᾽ ἄλλος τις ἐπ' ἐκκλησία προσομιλεῖ τῷ λαῷ· ἐν δ' 'Αλεξανδρείᾳ μόνος τοῦτο ἔπραττε τῆς πόλεως ὁ ἐπίσκοπος. Λόγος γε μὴν ἔχει ὕστερον ἐπιγενέσθαι, μὴ ἐξ ἔθους ἂν πρότερον. Αίτιος δ' ἐγένετο "Αρειος· ὃς πρεσβύτερος ων, καὶ διδάσκειν προβεβλημένος, κατὰ τοῦ ἀληθοῦς ἐνεωτέρισε δόγματος, καὶ τὴν Ἐκκλησίαν ετάραξε. Ξένον δὲ καὶ παντάπασιν ἄηθες τῇ Ἐκκλησία παρά Ἀλεξανδρεῦσιν ἔγνων πάλαι γινόμενον· οὐδαμῶς γὰρ ἐπανίστατο ὁ ἐπίσκοπος τῶν ἱερῶν Εὐαγγελίων ἀναγινωσκομένων· δ ἐν οὐδεμιᾷ τῶν ἐκκλησιῶν ἢ ἔγνω ἢ ήκουσέ τις πάλαι γεγενημένον. Ταύτην δὲ τὴν ἱερὰν βίβλον ἐκεῖσε μόνος ἀεὶ ἀναγινώσκει ὁ ἀρχιδιάκονος· ἐν ἄλλαις δὲ ἐκκλησίαις διάκονοι· ἐν πολλαῖς δὲ ἄλλαις μόνοι οἱ ἱερεῖ;· ἔν τισι δὲ τῶν ἐπισήμων ἡμερῶν καὶ ἐπίσκοποι ὥσπερ ἐν Κων σταντινουπόλει ἄχρι τοῦ νῦν πράττεται, καὶ μάλιστα κατὰ τὴν πρώτην ἡμέραν τῆς Πασχαλίου ἑορτῆς, καὶ ἐν τῇ πρώτῃ εἰσόδῳ τοῦ ἐνιαυτοῦ. "Α καὶ διπλῶς ἐκφωνοῦνται· ὅσον γὰρ ἐκεῖνος λέγει, ἔπειτα λέγει τοῦτο καὶ ὁ διάκονος ως γε οἴομαι, ἵνα δοκῇ καὶ ὁ ἐπίσκοπος κηρύττειν αὐτό, καὶ μὴ μόνον οἱ τοῦτο λαχόντες διακονεῖν. Ισως δὲ καὶ ὡς βροντῆς δίκην οὐρανόθεν ἀκούοντες, ἀπαραποιήτως οὕτω διαγγέλλομεν. 'Αναγινώσκει δὲ καὶ τὸ πρῶτον τῆς διαθήκης Εὐαγγέλιον, ὡς ἐντελῆ τὸν τύπον φέρων Χριστοῦ. Εὐχὰς δὲ καὶ ψαλμῳδίας οὐ τὰς αὐτὰς, ὡς εἴρηται, αἱ ἐκκλησίαι ἅπασαι ἔχουσιν, ἀλλ᾽ οὐδὲ τὰς αὐτὰς βίβλους καὶ ἀναγνώσματα. Την γοῦν καλουμένην Αποκάλυψιν Πέτρου, ὡς νόθον παρὰ τῶν ἀρχαίων δοκιμασθεῖσαν, παρά Παλαιστινοῖς ἐν ἐκκλησίαις τισὶν ἅπαξ ἑκάστου έτους μέχρι πολλοῦ ἀναγινωσκομένην εὕρομεν κατὰ τὴν ἡμέραν τῆς Παρασκευῆς" ἦν ὁ λαὸς μετ' εὐλαβείας καὶ συντριμμοῦ νηστεύει ἐπὶ ἀναμνήσει τοῦ σωτηρίου πάθου;· τὴν δὲ λεγα μένην Αποκάλυψιν Παύλου τοῦ ἀποστόλου, ἣν οὐδεὶς τῶν πάλαι ἀνθρώπων εἶδε, δι' αἰδοῦς πρότερον ἐν
col. 863–864page 428 of 633
PG 146:863ἐπὶ τῆς Θεοδοσίου βασιλείας τὴν βίβλον ταύτην θεία τινὶ ἐπιφανείᾳ ἀφθῆναι ἀνὰ τὴν πατρίδα, καὶ οἰκίαν Παύλου ἐν Ταρσῷ τῆς Κιλικίας, μαρμαρίνη λάρνακι κρυπτομένην εἰς γῆν· ἐν ᾗ τὴν βίβλον κεῖσθαι· ὁ δή, ψεύδος είναι Κίλιξ ἀνὴρ πρεσβύτερος ώμολόγει τῆς ἐν Ταρσῷ ἐκκλησίας. Ὅτι δὲ πολλῶν ἐτῶν ἦν, ἐμήνυε καὶ ἡ πολιά. Διεμαρτύρετο δὲ μηδὲν τοιού τον ἐπ' αὐτοῦ συμβῆναι· θαυμάζων δὲ διατείνετο, εἰ μὴ ταῦτα πρὸς αἱρετικῶν ἀνεπλάσθη· ὡς καὶ ἐν ἄλλαις πολλαῖς τῶν βίβλων ἐγένετο, περὶ ὧν καὶ πρότερον διελάβομεν. Ρωμαίοις ἔθος κατὰ πᾶν Σάβ Για τον νηστεύειν. Ἐν Καισαρείᾳ τῆς Καππαδοκίας τοὺς ἡμαρτηκότας μετὰ τὴ βάπτισμα τῆς κοινωνίας ἐξώθουν, ὡς καὶ Ναυατιανοὶ ποιοῦσι. Τὰ ἴσα δὲ καὶ ἐν Ἑλλησπόντῳ Ναυατιανοὶ διεπράττοντο, καὶ οἱ ἐν Ασία Τεσσαρεσκαιδεκατῖται. Οἱ περὶ Φρυγίαν Ναυατιανοὶ τοὺς διγάμους οὐ δέχονται. Οἱ δὲ ἐν Κων. σταντινουπόλει ούτε φανερῶς δέχονται, οὔτε φανε ρῶς ἐκβάλλουσιν, ἀνὰ δὲ τὴν ἑσπέραν ἀδεῶς τοῦτο πράττεται. Τὰς δὲ τοιαύτας διαφωνίας ταῖς ἐκκλησ σίαις γενέσθαι οἴομαι αἰδεῖ τῶν ἐξ ἀρχῆς προεστώ των ἐν ταύταις, καὶ τῶν ἐκείνους διαδεξαμένων. Οτα γάρ τινα νόμον παραλαβόντες, τοῖς ἐπιγενομένοις παρέπεμψαν, οὐχ ὅσιον λογισάμενοι, οὐδὲ ἀνεκτόν, οἱ τούτοις ἐντραφέντες, ἀγέραστον καταλιπεῖν τὴν παράδοσιν. Ἐργῶδες δ' ἔμοιγε καὶ δυσεπιχείρητον πάντα τὰ κατὰ πόλεις καὶ χώρας ἔθη διάφορα τῶν ἐκκλησιῶν ἀριθμεῖσθαι καὶ γραφῇ διδόναι· σχεδόν δὲ καὶ ἀδύνατον. Επίσης δὲ νομιστέον πεπονθέναι καὶ τοὺς ἀρχαίους ἄνδρας καὶ περὶ ταύτην τὴν ἑορ τήν, ἧς ἕνεκα εἰς τοὺς περὶ τούτων ἐξήχθημεν λό γους· ὡς ἔκ τινος συνηθείας διάφορον ἔσχε τὸ Πάσχα τιμήν. Νῦν δὲ Θεοῦ χάριτι τῶν ἐν μέσῳ πάντων τῷ χρόνῳ διαλυθέντων, σύμφωνος παρὰ πᾶσιν ἡ τοῦ Πάσχα ἑορτὴ ταῖς ἐκκλησίαις Χριστοῦ ἐπιγίνεται καὶ τοίνυν ἐστάλθαι μοι δοκοῦσιν οἱ διαθρυλλήσαν τες τὴν ἐν Νικαία πίστιν παρατρέψαι το Πάσχα. Η γὰρ σύνοδος σύμφωνον καταστῆσαι μᾶλλον ἐσπούδασε τὸν λαὸν, διαφωνοῦντα τὸ πρότερον πρὸς τοὺς πλείονας. πολλοῖς τῶν μοναχῶν ἄγεσθαι· λόγος γε μὴν εἶχεν

Chapter XXXVCaput XXXV

col. 865–866page 429 of 633
PG 146:865ΚΕΦΑΛ. ΛΕ. Οτι ἐξ ἀρχαίου ἀπὸ τῶν ἀποστολικῶν χρόνων διαφωνίαι τινὲς καὶ παρατηρήσεις ἦσαν· τοῖς δὲ οὐ τοσοῦτον ἔμελλε τεύτων· ἀλλὰ τὰναγ καλα καὶ συστατικὰ τῆς πίστεως φυλάττειν μᾶλλον ἐκέλευον. Οτι δὲ καὶ ἀπὸ τῶν ἀποστολικῶν χρόνων πολλαὶ διαφωνίας διά τινας παρατηρήσεις ἐγένοντο, αὐτοὺς ἐκείνους παρέξομαι μάρτυρας. Ιστορεῖ γὰρ ὁ θεῖος Λουκᾶς τῇ βίβλῳ τῶν Πράξεων· Ἐπεὶ οἱ ἀπόστολοι έγνωσαν διαφωνίαν ἀπὸ τῶν ἐθνῶν γινομέ την τοῖς πιστεύουσιν, ὁμοῦ συναχθέντες ἅπαν τες.ἐθέσπιζον ἐν εἴδει ἐπιστολῆς· δι' ἧς τούς τε πιστοὺς τῆς μοχθηρᾶς τοῦ νόμου δουλείας ἠλευ θέρουν, καὶ τῆς περιττῆς ἐν τούτῳ ἐρεσχελίας ἐπέσχον· τύπον δ' ἀσφαλῆ τῆς ὀρθῆς πολιτείας καὶ πρὸς θεοσέβειαν άγουσαν· ἐκδιδάσκουσιν ὅσα μέντοι ἀναγκαῖα φυλάττειν, διαῤῥήδην κηρύττοντες. Ἐγὼ δὲ καὶ αὐτὴν ἐκείνην αὐτῶν τὴν ἐπιστολὴν δι' εἴδησιν τῇ συγγραφή καταλέξαι οὐκ ἄκαιρον ἤγημαι.. Οἱ ἀπόστολοι, καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ, τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. Ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξελθόντες ἐξ ἡμῶν, ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνεσθαι, καὶ τηρεῖν τὸν νόμον, οἷς οὐ διεστειλάμεθα, ἔδοξεν ἡμῖν γενομένοις όμοθυμαδὸν, ἐκλεξαμένους ἂνα δρας πέμψαι πρὸς ὑμᾶς, σὺν τοῖς ἀγαπητοῖς ὑμῶν Βαρνάβᾳ τε καὶ Παύλῳ ἀνθρώποις παραδεδωκόσι τὴν ψυχὴν αὐτῶν ὑπὲρ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ. Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλλαν, καὶ αὐτοὺς διὰ λόγου απαγγέλλοντας τὰ αὐτά. Εδοξε γὰρ τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες τούτων· ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος, καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε. Εῤῥωσθε.» Ταῦτα ἔδοξε τῷ Θεῷ· τοῦτο γὰρ, φησίν ἡ ἐπιστολή *Εδοξε τῷ ἁγίῳ Πνεύματι, μηδὲν ἄλλο ἐπιτί Δεσθαι βάρος πλὴν τῶν ἐξ ἀνάγκης ὀφειλόντων φυλάττεσθαι. Τινὲς δὲ τούτων ἀμελήσαντες, πᾶσαν μὲν πορνείαν παρ' οὐδὲν λογίζονται· περὶ δὲ ἡμερῶν τε καὶ ἑορτῶν καὶ περὶ διαίτης, ὡσανεὶ περὶ ψυχῆς ἀγωνίζονται· εἰς τοὐναντίον τὰς τοῦ Θεοῦ παραγγελίας τιθέμενοι, καὶ νόμος ἑαυτοῖς γινόμενοι· ὥσπερ ἑαυτοὺς λανθάνειν σπουδάζοντες, ὅτι Θεῷ τοῖς νομοθετηθεῖσι τἀναντία μάλιστα διαπράττονται. Ενῆν μὲν οὖν καὶ ἔτι τὸν περὶ τοῦ Πάσχα λόγον ἐκτείνειν, καὶ ἀριδήλως δεῖξαι, ὡς οὐδ' Εβραίοις τὸ ἀκριβές περὶ τούτου διαπεφύλακται· ἀλλ' οὐδὲ τὸν τύπον, ὡς
col. 867–868page 430 of 633
PG 146:867αὐτοῖς παρεδόθη, φυλάττουσιν. Ἔτι δὲ, ὡς καὶ Σα. μαρεῖς σχίσμα τούτων ὄντες τὸ ἀκριβέστατον, ἀεὶ μετ' ισημερίαν τὴν ἑορτὴν ταύτην ἐπιτελοῦσιν· ἀλλ' Ιδιάζοντος δεῖται καιροῦ τὸ περὶ τούτων διεξιέναι πλατύτερον. Ἐκεῖνο δ᾽ ἄμεινον μᾶλλον ἐρεῖν, ὅτι οἱ Ἰουδαίοις ἔπεσθαι ᾑρημένοι, καὶ περὶ τοὺς τύπους τὴν ἀκρίβειαν ἐνδεικνύμενοι, καὶ κατὰ πάντα τρό πον τούτοις ὀφείλουσιν ἕπεσθαι· εἰ γὰρ ὅλως ζητεῖν αἱροῦνται τὸ ἀκριβές, οὐχ ἡμέρας μόνον καὶ μῆνα; παρατηρεῖν, ἀλλὰ καὶ τἆλλα ὅσα Χριστός γενόμενος ὑπὸ νόμον, Ἰουδαϊκώτερον διεπράττετο, ἢ καὶ ὑπέ μενεν ὑπὸ τῶν συμφυλετῶν ἀδικούμενος, ἢ καὶ τρό τον ἕτερον πάντας εὖ ποιῶν, τυπικῶς διετέλει. Ἐν πλοίῳ γὰρ ἐκεῖνος πολλάκις εἰσιών, τὴν διδασκαλίαν ἔπραττε· καὶ ἐν ἀνώγεῳ τὸ πρῶτον Πάσχα η τρέσ πισε· καὶ πρὸ ἐκείνου δνον δεδεμένην λυθῆναι προ έταξε· καὶ τὴν τὸ κεράμιον τοῦ ὕδατος φέροντα σημεῖον ἐτίθει τοῖς περὶ τὸ Πάσχα σπουδάζουσι καὶ άλλα ἕτερα όσα ποικίλως τοῖς θείοις Εὐαγγελίες ἐμφέρεται. "Α δὴ πάντα σωματικῶς οὐδὲν παραφυλάττειν σπεύδουσιν, ὅσοι δὴ τὰ τῆς ἑορτῆς ταύτης πράττειν δίκαια εἶναι νομίζουσιν· τίς γὰρ ποτε τῶν διδασκάλων κατὰ τὸν τύπον ἐν πλοίῳ διδασκαλία; κατήρξατο; Ἀλλ᾿ οὐδ' εἰς ἀνώγεων οἴκημα πρὸ παντὸς τελέσαι τις τὸ Πάσχα σπουδὴν ἐποιήσατο. ἀλλ᾽ οὐδὲ πρὸ τούτου δεδεμένην δνον λυθῆναι παρα σκευάσατο, οὐδέ τῳ ἐπέτρεψε τις κεράμιον ἐπωμάτ διον ἄγειν, ἵν᾿ ἀνελλιπῆ τοῦ Πάσχα εἴη τὰ σύμβολα. Τυχαία γὰρ ταῦτα, καὶ Ἰουδαϊκώτερα μᾶλλον Ο ἤγηνται. Καὶ γὰρ Ἰουδαῖοι τὰ συμβαίνοντα μᾶλλον τοῖς σώμασιν ἢ ταῖς ψυχαῖς σώζειν σπουδάζουσιν. Ενθεν τοι καὶ ὑπὸ ἀρὰν γίνονται, ὡς τὸν Μωσέω; νόμον εἰς τύπον οὐ μὴν πρὸς ἀλήθειαν ἐκλαμβάνουσι 302 καὶ οἱ τὰ ἐκείνων φιλοῦντες τὰ τοιαῦτα ἀναγωγικῶς θεωροῦσι. Περί γε μὴν ἡμερῶν, καὶ μηνῶν, ἄσπονδον τῇ Ἐκκλησίᾳ ἀναρριπίζουσι πόλεμον, ἐν δευτέρο τὴν περὶ τούτων θέμενοι θεωρίαν. Λείπεται τοίνυν ἐξ ἀναγκαίου καὶ αὐτοὺς κατὰ τοῦτο τὸ μέρος τὴν ἴσην καταδίκην Ιουδαίοις πάσχειν, αὐτοὶ ἐφ' ἑαυ τοῖς τὴν τῆς κατάρας ψῆφον ἐπισπώμενοι. Αλλά περὶ μὲν τούτων, ἀρκοῦσιν οἶμαι τὰ εἰρημένα· ἡμεῖς δὲ αὖθις ἐπὶ τὸν οἰκεῖον δρόμον τὸν λόγον ἀγάγωμεν. Ελέγομεν τοίνυν ὡς ἡ Ἐκκλησία πρώτως διαιρεθεῖσα, οὐκ ἐπὶ τῆς διαιρέσεως ἔμεινεν· ἀλλ᾽ αὖθις οἱ διαιρεθέντες, σμικρᾶς τινος ειλημμένοι προφάσεως, κατ' ἀλλήλων ἐχώρουν, καὶ εἰς διαιρέσει; ἄλ λας διεμερίζοντο. Καὶ ἄλλοι μὲν ἄλλως διῄμηνται οἱ δὲ Ναυατιανοὶ τῇ προφάσει τοῦ Πάσχα διήρην. ται· καὶ οὐκ ἐν μιᾷ διαιρέσει ἔστησαν, ἀλλὰ καὶ περὶ ἡμερῶν καὶ ἑβδομάδων καὶ ἑτέρων εὐτελῶν εἰς ἔτε ρα τμήματα διηρέθησαν. Καὶ πῆ μὲν ἐπὶ τῆς δια κρίσεως ἔμενον, ἔστι δ᾽ ὅτε καὶ ἐπεμίγνυντο.
col. 869–870page 431 of 633
PG 146:869ΚΕΦΑΛ. Α'. Περὶ τῆς τῶν Ναυατιανῶν διαδοχῆς, περὶ Ἀγε λίου, Μαρκιανοῦ καὶ Σισινίου· καὶ ὅτι ὁ Σισί γιος ἀστεῖός τις καὶ ἡδὺς ἐν ταῖς συνουσίαις ἐγένετο καὶ φιλόκαλος. Εἰδέναι μέντοι χρεών, ὡς τῆς ἐν Κωνσταντινουπόλει Εκκλησίας ἐπὶ ἔτη τεσσαράκοντα Αγέλιος ἡγήσατο ἀπὸ τῶν Κωνσταντίου χρόνων ἄχρι καὶ τοῦ Έκτου έτους Θεοδοσίου. Ἐπεὶ δ᾽ ἔμελλε τελευτήν, εἰς τὸν ἐκείνου τόπον ἐχειροτόνει Σισίνιον, ὃς ὑπ' αὐτῷ ταττόμενος, πρεσβύτερος ἦν. Λίαν δ' ἐλλόγιμος ὢν ἀνὴρ, διδασκάλῳ μὲν Μαξίμῳ τῷ φιλοσόφῳ ἐχρήσατο· Ἰουλιανῷ δὲ σύναμα τὰ φιλόσοφα έπαι δεύετο. Τοῦ δὲ λαοῦ Ναυατιανῶν ἐν μέμψει τὴν τούτου ποιησαμένων χειροτονίαν, ὅτι μὴ Μαρκιανῷ μᾶλλον ἐπέτρεψε τὴν ἐπισκοπὴν, εὐλαβεῖ ἀνδρὶ καὶ περιφανεῖ, δι' ἂν καὶ ἐπὶ Οὐάλεντος ατάραχοι δια μεμενήκασιν, ὁ ᾿Αγέλιος τὸ τῷ λαῷ δόξαν θεραπεῦσαι βουλόμενος, ἀφεὶς τὸν Σισίνιον, ἐπιχειροτονεῖ τούτοις τὸν Μαρκιανόν. Ρᾴων δ᾽ ἐκ νόσου γενόμενος, εἰς τὴν ἐκκλησίαν των, δι᾿ ἑαυτοῦ ταῦτα τῷ πλήθει ἀνεῖπε· Μαρκιανὸν μὲν ἔχετε μετ' ἐμέ μετὰ δὲ Μαρκιανὸν τὸν Σισίνιον. Ταῦτ᾽ εἰπὼν, μετ' ὀλίγον ἐξέλιπεν. Οὐκ εἰς μακρὰν δὲ τοῦ Μαρκιανοῦ τελευτήσαντος, Σισίνιος τὴν ἐπισκοπὴν διεδέχετο ἀνὴρ, ὡς εἴρηται, λίαν ἐλλόγιμο;, εἰς ἄκρον τε φι λοσόφων καὶ τῶν ἱερῶν λόγων, τὴν ἐπιστήμην ἀκρι Εωσάμενος, μάλιστα δὲ τῆς διαλεκτικής φροντίδα ποιούμενος· ὡς καὶ Εὐνόμιον τοῦτ' ἔργον ἔχοντα, πολλάκις τὴν μετ' ἐκείνου διάλεξιν παραιτήσασθαι. Ἐπὶ τόσον δὲ σωφρόνως ἐβίω, ὡς ἐπὶ ταύτῃ καὶ κρείττων γενέσθαι διαβολής. Την δίαιταν δὲ οὐ λιτός ῶν, ἀδρῶς μᾶλλον καὶ πολυτελῶ; περὶ ταύτην διέ κειτο· ὡς καί τισιν οἴεσθαι μὴ σωφρονεῖν δύνασθαι τοσαύτῃ πολυτελείᾳ καὶ τρυφῇ χρώμενον· καὶ μάτ λιστα περὶ τὴν ἐσθῆτα, καὶ τῷ δὲς τῆς ἡμέρας ἐν δημοσίοις λουτροῖς λούεσθαι. "Αλλως δὲ ἡδὺς ἦν τὸ ἦθος, καὶ ἐν ταῖς συνουσίαις κεχαρισμένος διά του τοῦτο οὐ μόνον Ναυατιανοῖς, ἀλλὰ καὶ τοῖς ἐπισκό παις καὶ ἄρχουσι τῶν ἐν τέλει τῆς καθόλου ἐκκλησίας επέραστος τις ἐδόκει. Σὺν ἀστειότητος γὰρ χάριτι σκώπτων ἀνείχετο τούτο πάλιν πάσχων· καί γε ἑκάτερον ἀπεχθείας ὡς ποῤῥωτέρω τέλει ποιῶν. Ετοίμως τ' εὖ μάλα πρὸς τοὺς πυνθανομένους και ρίαν διδόναι σὺν κομψότητι τὴν ἀπόκρισιν, ὡς Σω κράτει δοκεῖ. Καί ποτέ τινος ἐρομένου, ο Οτου χάριν ἐπίσκοπος ὧν δὶς λούοιτο τῆς ἡμέρας· Οτι τοι, ἔφη, οὐ τρὶς δύναμαι.» Τῶν τινο; δ' ἀπὸ τῆς καθόλου Ἐκκλησίας ἐπισκώψαντος ὅτι λευκὴν ἐσθῆτα φοροίη, ἀνοίκειον ὃν ἐπισκόπῳ, εὐθὺς ἀντεπήγαγε Σοὶ δὲ μᾶλλον δεικνύειν χρεών, που γέγραπται ἐσθῆτα μέλαιναν χρῆναι ἀμφιέννυσθαι τὸν ἐπίσκοπον.» Ἐν ἀπόρῳ δ᾽ ἐκείνου καθεστηκότος, ἐπιφέρει παραυτίκα Σισίνιος· ο 'Αλλὰ σὺ μὲν οὐκ ἂν δυνη θείης τοῦτο δεῖξαι· ὁ δὲ Σολομῶν ἐμοὶ τοῦτο προ τρέπει οὕτως: λέγων, "Εστωσάν σου τὰ ἱμάτια ἀεὶ λευκά. ᾿Αλλὰ μὴν καὶ ὁ Σωτὴρ ἐν Εὐαγγελίοις φαίνεται λευκοῖς χρώμενος ἱματίοις, παραδεικνύς

Chapter XXXVICaput XXXVI

col. 871–872page 432 of 633
PG 146:871τε τοῖς σὺν αὐτῷ τὸ Θαβώριον ἀγιοῦσι τῶν ἀποστόλων, Μωσήν τε καὶ Ηλίαν λευχείμονας· ταῦτα καὶ ἄλλα τούτοις ἐπειπών, θαυμαστός τις εδένει. Οὐ μὴν δὲ ἀλλὰ καὶ τοῦτο χάριεν ὃν οἶμαι τῶν ἐκεί νου διηγητέον. Ἐπεδήμει μὲν τῇ Κωνσταντίνου Λεόντιος. 'Αγκύρας τῆς ἐν τῇ μικρᾷ Γαλατίᾳ ἐπί σκοπος, τηνικαῦτα τὴν ἐκεῖσε τῶν Ναυατιανών ἀφαιρούμενος ἐκκλησίαν. Πρὸς ἂν ἐλθὼν ὁ Σισίνιος, ἱκέτης ἦν, ἀποδοῦναι τὴν ἐκκλησίαν τῷ ἐκείνου στο στήματι. Ὁ δὲ μὴ ἀποδιδούς, ἐλοιδόρει καὶ Ναυτ τιανοὺς ὡς μὴ χρεὼν ἐκκλησίαν ἔχειν, ἅτε δὴ τὴν μετάνοιαν ἀναιροῦντας καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἐλαύνοντας. Τοιαῦτα δὲ καὶ ἕτερα ἐπισυνείρων, κακῶς ἐκείνων κατέτρεχε. Σισίνιος δ', «᾿Αλλὰ μὴν κἀγώ, ἔφη, μετανοῶ, ὡς οὐδένα ἕτερον οἴομαι, ο 8 Τοῦ δὲ Λεοντίου, ο Τίνα τρόπον, ἐπερομένου, μετα νοεῖς;» ἀπεκρίνατο, ο "Ότι σε, ἔφη, νῦν οὕτως ἔχοντα θεωρῶ, ο Ἐπεδίω δὲ, ὡς καὶ τοῦ Χρυσοστόμου πατριαρχοῦντος, αὐτὸν ἔτι τῆς τῶν Ναυατιανῶν ἐκκλησίας ἡγεῖσθαι· καὶ τολμᾷν ἀντιλέγειν ἐκείνῳ ἐγγράφως εἰσάγοντι τὴν μετάνοιαν, καὶ οὕτωσ! λέ γοντι, ο Μυριάκις μετανοήσας εἰσελθε· ἕτοιμος γὰρ ἐγὼ προσίεσθαι τὸν μετανοούντα, εἰ μόνον τοῦ λοιποῦ μὴ τοῖς ἴσοις περιπέσοι δεινοῖς.» Καὶ δή ποτε τοῦ θείου Ἰωάννου συμβάν οὕτως ἐν ἀμφόδῳ τὴν Σισίνιον ὑπαντήσαντος; καὶ διεγκαλέσαντο;, «Μή χρή και μίαν πόλιν δύο ἐπισκόπους ἔχειν· ο προῄει γὰρ κἀκεῖνος σὺν δορυφορία πολλῇ καὶ ἁβρότητι· ὑπο λαβόντα Σισίνιον, • Οὐδὲ γὰρ ἔχει δύο, ο φάναι, ἑαυτὸν μόνον εἶναι λογιζόμενος γνήσιον Ιερέα. Χα λεπῶς δὲ διατεθέντος ἐπὶ τῷ λόγῳ τοῦ Ἰωάννου, και, Ορᾷς, ἐπειπόντος, ὅτι σὺ μόνος θέλεις εἶναι τη Κωνσταντίνου ἐπίσκοπος; ν Ο Σισίνιος αὖθις, ο Ού τοῦτο, ἔφη, ἐγὼ λέγω· ἀλλ' ὅτι τοῖς ἄλλοις πάσιν ἐπίσκοπος ὤν, παρὰ σοὶ μόνῳ οὐχ οὕτως ἔχειν λογί ζομαι. Ἀλλ᾽ ἐγώ, φησὶν ἀγανακτήσας ὁ Ἰωάννης, παύσω σε προσομιλεῖν, αἰσχίστην νοσοῦντα τὴν απ ρεσιν.» 'Ο δὲ χαριέντως μάλα ὑπήντησεν· Ἀλλ᾿ ἐγὼ καὶ χάριτάς σοι πλείστας ὁμολογήσω, τοσούτου καμάτου με ἀπαλλάξαντι, ο Μαλαχθείς δ' ἐντεῦθεν Ο Ιωάννης, ο Επεί σε, φησὶν, ἀνιᾷ τὸ λέγειν, οὐκ ἂν ἕλοιμι παῦσαι, Θεοῦ τοῦτο πράξαντος.» Πολλὰ δὲ καὶ ἕτερα χαριέντως εἰρημένα τἀνδρὶ ἀπομνημονεύονται. Καὶ λόγους δέ φασιν οὐκ ἀκόμψους αὐτὸν συγγράψαι πολλούς. Μᾶλλον δ' ἐπῃνεῖτο λέγων ἢ γράφων. Άριστα γὰρ ἀπεμιμεῖτο καὶ ὑποκρινόμεν νος διετέλει. Επεκάθητο γάρ τι προσηνὲς ἦθος τοῖς χείλεσι, καὶ χάρις ἐν τῇ φωνῇ καὶ τῷ προσώπῳ, τῷ τε βλέμματι καὶ τῷ σχήματι, καὶ ὅλῃ τῇ κινήσει τοῦ σώματος ἐπεχόμευεν, ἱκανὴ τὸν ακροώμενον ἐφελκύσασθαι. Καταθύμιος μὲν οὖν καὶ διὰ ταῦτα πᾶσιν ἦν τοῖς περιφανέσι τῆς συγκλήτου βουλής, καὶ παρὰ πασῶν τῶν θρησκειῶν ἐθαυμάζετο μάλι Μυριάκις μετανοήσας είσελθε. Έτοιμος γὰρ ἐγὼ προσίεσθαι τὴν μετανοοῦντα, εἰ μόνον τοῦ λοιποῦ μὴ τοῖς ἴσοις περιπέσοι δεινοίς.
col. 873–874page 433 of 633
PG 146:873στα δὲ ὁ ἐπίσκοπος Αττικής διὰ πολλῆς ἦγε τοῦτον τιμῆς. Αλλ' οἷος μὲν τὸ ἦθος ὁ ἀνὴρ οὗτος, ἀπο χρώντως οἶμαι εἰρήκαμεν, ἐκ τῶν τοῦ ἐκκλησιαστικοῦ Σωκράτους παρειληφότες. Καὶ ταῦτα διήλθομεν, δεῖξαι θελήσαντες, ὡς διὰ τὴν ἀρετὴν τῶν σφίσι η προϊσταμένων, Αγελίου, Μαρκιανοῦ τε καὶ Σισινίου, καὶ ὡς τῷ ὁμοουσίῳ προσκειμένων, ἀπείρατοι τῶν λοιπῶν αἱρέσεων οἱ Ναυατιανοὶ διαμεμενήκασι· καὶ ἐπὶ τῆς ἑαυτῶν ἐκκλησίας οἱ πλείους ἠρέμα εἶχον, πλὴν τῶν ὅσοι διὰ τὴν τοῦ Πάσχα ζήτησιν διεφέροντο ἣν Σαββάτιος, ὡς ἔφην, ἐνεωτέρισε. Πολλαὶ δὲ καὶ ἄλλαι διαιρέσει;, ὡς εἴρηται, ἔν τε Αρειανοῖς καὶ Μακεδονιανοῖς καὶ ἄλλων αἱρέσεων, ἐπιπλεῖστον τηνικαῦτα ἐγένοντο. Τούτων δ' οὕτω διασπωμένων, ἔτι μᾶλλον ἡ καθόλου Εκκλησία ἐπεδίδου, ὁσημέραι τῇ πρὸς ἀλλήλοις ἔριδι προστιθεμένων αὐτῇ. Μαλ. λον δὲ τὸ Ἑλληνικὸν ὡς πλεῖστον εἰσέῤῥει. Ὡς γὰρ εἶδεν ὁ βασιλεὺς τὴν συνήθειαν τοῦ προειληφότος χρόνου πρὸς τὸ πατρῷον σέβας, καὶ τοὺς θρησκευομένους παρ' αὐτῶν τόπους ἕλκουσαν τὸ ὑπήκοον, ἤδη βασιλεύειν ἀρξάμενο;, πρῶτον μὲν ἐπιβαίνειν ὁμοουσίου, τοῖς βωμοῖς πάμπαν ἐκώλυεν· ἔπειτα δὲ καὶ νόμῳ πολλοὺς εἰς ἔδαφος κατέσπα, ὥσπερ εἰρήκαμεν. Οι δὲ σπάνει τῶν εὐκτηρίων κατ' ὀλίγον ταῖς ἐκκλη είπις τῶν Χριστιανῶν φοιτᾷν προσεθίσθησαν. Λά θρα γὰρ Ἑλληνικῶς θύειν ἐν κινδύνω μεγίστῳ ἦν, εἴ τις περώρατο· ἀφαίρεσις γὰρ κεφαλῆς καὶ οὐσίας νόμος ἔκειτο τῷ τολμητῇ. ΚΕΦΑΛ. ΛΖ'. Περὶ τοῦ συμβάντος τῷ Αἰγυπτίῳ ποταμῷ Νείλῳ καὶ περὶ τοῦ ξιφοειδοῦς ἀστέρος, καὶ τῶν δύο ἀνθρωπομόρφων τεράτων· καὶ περὶ τῆς ἐπιδόσεως τῆς Χριστιανών θρησκείας. Τότε δή φασι καὶ Νεῖλον τὸν ἐπ' Αίγυπτον ῥέοντα ὑστερῆσαι περὶ τὴν πρώτην τῶν ὑδάτων ἀνάβασιν. Εφερον δὲ οὐ μετρίως τὸ πραχθὲν οἱ Αἰγύπτιοι χαλεπαίνοντες, ὅτι μὴ ἐπ' ἀδείας ἦν αὐτοῖς κατὰ τὸ πάτριον ἔθος θύειν τῷ ποταμῷ· τὸ γὰρ τοῦ βασι λέως δέος οὐδαμοῦ ξυνεχώρει. Ο δὲ τὴν ἐπιτροπὴν τῆς Αἰγύπτου διέπων, εἰς στάσιν χωροῦντας Αίγυ πτίους ὁρῶν, τῷ βασιλεῖ δῆλα ἐποίει. Ο δὲ μαθών ἄμεινον ἀνταπέστελλε, λέγων, πρὸς Θεὸν σῶον τὸ σέβας διατηρεῖν, ἢ τὰ Νειλῷα ῥεῖθρα καὶ τὴν ἐκεῖ θεν εὐετηρίαν προτιθέναι τῆς πίστεως. Μηδὲ γὰρ ἄν ποτ' ἐκ γῆς ὑετίσειεν, εἴ γε, φησί, τοιοῦτος εἴη, ὥστε μαγγανείαις τισὶ καὶ γοητείαις εὐπειθὴς εἶναι Ει

Chapter XXXVIICaput XXXVII

col. 875–876page 434 of 633
PG 146:875κνίσσαις τε χαίρειν καὶ αἱμάτων ῥοαῖ;, τὰς ἐκ τοῦ θείου παραδείσου μιαίνειν ἐπιῤῥοάς.. Βραχεῖ δὲ καιρῷ πολὺς ἀθρόον ἐπιχυθεῖς, καὶ τοῖς ὑψηλοτέροις » τῶν τόπων τὸ ῥεῖθρον ἡφίει. Ως δὲ καὶ τὸν τέλειον καὶ σπανίως πληρούμενον έφθανεν, οὐδὲν δὲ ἧττον καὶ ἐπὶ τὸ πρόσω τὸ ὕδωρ ἐκορυφοῦτο, εἰς τοὐναντίον ὁ φόβος περιίστατο Αἰγυπτίοις. Ἐδεδίεσαν γύρ μὴ καὶ τὴν ᾿Αλεξάνδρου πόλιν καὶ Λιβύης τὸ κράτ τιστον ἐπικλύσῃ, ἄφθονον οὕτω τὸ ῥεῖθρον ἐπιδιδούς ὁπότε δὴ λόγος πρὸς τὸ παρὰ γνώμην οὕτω συμβαῖνον τοὺς ἐν ᾿Αλεξανδρείᾳ "Ελληνας λοιδορουμένους τῷ ποταμῷ οὕτως ἐπιτωθάζειν, ὡς καὶ ἐν τοῖς θεά τροις ἀναβον, ὡς οἷα γέρων καὶ λῆρος, ἐξούρησεν ὁ ποταμός· δι' οὗ πλείστοι τῶν Αἰγυπτίων τὸ πάτριον ἀποθέμενοι σέβας, καὶ τὴν παρ' ἐκείνοις δεισιδαιμονίαν κατεγνωκότες, μετέθεντο πρὸς Χριστόν. Καὶ περὶ μὲν τούτου τάδε· τηνικαῦτα δὲ καὶ ἕτερ᾽ ἅττα ξένα ὤφθη, ἃ ἐσομένων μεγάλων κακών τῇ οἰκουμένῃ ἄγγελος ἦσαν. Καὶ πρῶτον ἀστὴρ παράδοξος καὶ ἀήθης κατ' οὐρανὸν ὦπτο, κατὰ μέσας νύκτας ἐκλάμπων τοῦ ἑωσφόρου ἐγγὺς, κατ' αὐτὸν ἐκεῖνον ᾶς καλεῖται κύκλος Ζωδιακός. Ταῖς δ' ἐκεῖθεν ἀπο παλλομέναις μαρμαρυγαῖς μέγας τις καὶ ἐκ εγγῆς ὤν, οὐ κατὰ πολὺ τοῦ ἑωσφόρου ελείπετο. Κατ' δ τον δ' ἐπ' αὐτὸν καὶ πολύ τι ἄλλο πλῆθος ἀστέρων Αθροίζετο. Εἰκάσαις ἂν ἰδὼν σμήνος εἶναι μελιττών, παρὰ τὸν ἡγούμενον σφαιρουμένων τὸ θέαμα. Κάντ τεῦθεν οἱονεὶ τῆς πρὸς ἀλλήλους συνθλίψεως βιασαμένης, τὸ τῶν ἁπάντων φῶς εἰς μίαν τινὰ συγκρα Οὲν ἀνέλαμπε φλόγα· καὶ μαχαίρας ἄντικρυς ἀμφήκους μεγάλης καὶ φοβερᾶς ἀπετέλεσεν εἶδος πληκτικῶς ἐξαυγαζομένης· τῶν μὲν ἄλλων ἀστέρων εἰς τοῦτο μεταπεσόντων τῆς θέα, ἑνὸς δὲ καὶ μό νου τοῦ πρώτου θεωρηθέντος ἐν τάξει είξης τινὸς ἦ λαβῆς τῷ παντὶ σχήματι υποφαινομένων, καὶ οἷον τὸ πᾶν τοῦ δειχθέντος ἀστέρος ἀποτίκτοντος σέλας, ὡς ἂν ἐκ λύχνου τινὸς θρυαλλίδος τῆς φλογὸς πρὸς ὕψος ἐξαιρουμένης. Τοιοῦτον μὲν τὸ φανεν. καινήν τινα θέαν παρέχον. 'Η δέ γε κίνησις παραλλάττουσα πάντη πρὸς ἅπαντα δρόμον ἀστέρος· τὴν γὰρ ἀρ χήν, ὅθεν εἴρηται, κινεῖσθαι ἀρξάμενος, συνχνί σχετο τῷ ἑωσφόρῳ ἅμα καὶ κατεδύετο· εἶτα κατὰ βραχὺ ἐκείνου διιστάμενος σχολῇ καὶ βάδην κινούμενος, ὡς πρὸς τὰς ἄρκτους τὴν πορείαν εποίει, καὶ ὡς πρὸς τοὺς θεωμένους εγκάρσιον ἐπ' ἀριστερᾶς τὴν ἰδίαν ἐποιεῖτο ὁδόν. Τήν γε μὴν κοινὴν περίσ δον τὴν αὐτὴν εἶχε τοῖς ἄλλοις, καθ' οὓς ἂν γίνοιτο πορευόμενος. Τῆς δ' ἰδίας πορείας ἐπὶ τεσσαράκοντα γινομένης ἡμέρας, μόλις ἐπὶ τὴν μεγάλην ἄρχτον ἐνέβαλε· κάν τῷ μεσαιτάτῳ αὐτῆς τὰ ὕστατα λάμ ψας, ἀπέσβη. Καθ' 3, δὲ χρόνον ὁ μαχαιροφόρος, μᾶλλον δὲ ξιφοειδής οὗτος ἀνεφάνη ἀστὴρ, καί τινα δύο σώματα ὤφθη ἀνθρώπων· ἓν μὲν ἐν Συρίᾳ τὴν ἀνθρωπίνην κατὰ μέγεθος ἐκβαῖνον φύσιν, θάτερον δ' ἐν Αἰγύπτῳ, εἰς ἄπιστον βραχύτητα καταλήγον. 'Αλλ' ὁ μὲν Σύρος τὸ μέγεθος εἰς πέντε ἐπεδίδου πήχεις, προστιθεμένης και σπιθαμῆς, καίπερ τῶν ποιῶν αὐτοῦ πρὸς τὸ λοιπὸν τοῦ σώματος μέγεθο; μηδαμοῦ τὸ ἀνάλογον ἐσχηκότων· εἴσω γὰρ καὶ
col. 877–878page 435 of 633
PG 146:877πρὸς τὸ βλαισὸν ὑπεκάμπτοντο· Ἀντώνιος ἦν τῷ ἀνθρώπῳ τὸ ὄνομα. Τοιοῦτον δή τινα καὶ αὐτὸς εἶ δον τοῖς καθ᾿ ἡμᾶς χρόνοις ἀναφανέντα, τέρας οἷον ὁρώμενον, ὃν γυνή βραχεία μάλα προῆγεν εἰς φῶς. Οὕτω δὲ κατεβραχύνετο ὁ Αἰγύπτιος, ὡς παραπλή στον εἶναι πέρδικι, καὶ μηδ' ἀχάριστον ἐν κλωβῷ τὴν ἐκείνου εἶναι προσομιλίαν, πρὸς ἔριν κινούμενος καὶ συναθύρων ἐκείνῳ. Τὸ δὲ ξένον εἰς ἀκοὴν, ὅτι καὶ φρόνησις ἐνῆν, ἀνθρώπῳ καλῷ ἐφαρμότε τουσα, οὐδὲν ὑπὸ τῆς βραχύτητος καταβλαπτομένη. Ην δὲ καὶ τὸ φθέγμα οὐκ ἄμουσο:· οἵ τε λέγει τοῦ νοῦ παρεῖχον ὁρᾶσθαι τὴν γενναιότητα. Καὶ ἄμφω δὲ τῷ χρόνῳ ἀκμάσαντες, οὐ θᾶττον μετῆλθον τὸν βίον· ὁ μὲν γὰρ μέγιστος τὰ εἰκοσιπέντε διεξιὼν ἔτη, ἀπεβίω· ὁ δ᾽ ἐλάχιστος, οὐ παραπολύ τούτων λειπόμενος. Πολλὰ δὲ καὶ ἕτερα τηνικαῦτα συνέδραμε τέρατα & κατά μέρος διεξιέναι οὐ τοῦ παρόντος εἶναι νομίζω καιρού. ΚΕΦΑΛ. ΑΜ. Περὶ τῆς δι' ἀγχόνης ἀναιρέσεως Ουαλεντινια τοῦ τοῦ νέου ὑπὸ ᾿Αροναγάστου τοῦ στρατη τοῦ. Θεοδόσιος μὲν οὖν οὕτω τὴν πρὸς Εω ἀρχομένην Ιθύνων, λαμπρῶς τε ἅμα καὶ ἐπιμελῶς διετέλει θε ραπεύων τὸ Θεῖον, ταῖς καθημέραν προσθήκαις εἰς ἐπίδοσιν ἄγων τον Χριστιανισμόν· ἀνὰ δὲ τὴν Εσπέραν τὰ δημόσια πάλιν πονήρως εἶχεν· Αγγέλο λετο γὰρ τὸν ἐν ἑσπέρᾳ βασιλέα, τὸν νέον Οὐαλεντινιανὸν, ἀγχόνη διαφθαρήναι. Ελέγετο δὲ ταύτην αὐτῷ τὴν ἐπιβουλὴν καττῦσαι διὰ τῶν θαλαμοπόλων εὐνούχων ἄλλους τε τινάς, καὶ ᾿Αρουαγάστην ἐκεῖ νον, ὃς τῆς ὑπ' αὐτῷ πάσης στρατιᾶς τὴν ἐπιμέλειαν εἶχεν. Ἐπεὶ γὰρ εἶδον τὸν νέον ὡς τὰ πολλά κατ' οὐδὲν λειπόμενον τοῦ πατρὸς τῇ ἀρχῇ, χαλε πῶς τε διακείμενον οἷς ἐκείνοις ἐδόκει, ἐκ μέσου θεῖναι διενοοῦντο. Ακρατής δ᾽ ἦν μάλα θυμοῦ· 8 καὶ τοῦ ζῆν αὐτὸν περιφανῶς ἐξεδίσκευσεν. Τῷ γὰρ Αρουαγάστῃ εἰς λόγους ἐλθὼν κατὰ τὰ ἀνάκτορα, ἐπεὶ ὁ διάλογος εἰς ὀργὴν ἐξέμηνε, ξίφος ὥρμησε και τὰ τοῦ στρατηγοῦ σπάσασθαι· κωλυθεὶς δὲ οὐ γὰρ εἴασεν ὁ δορυφόρος οὗ τὸ ξίφος ἐπεβάλετο ἕλκειν), τότε μὲν λόγοις προσήγε τῷ Ἀροναγάστῃ τὴν θε ραπείαν· ὁ δὲ τοῖς λόγοις μᾶλλον τὴν σφετέραν Ακρίβου υπόνοιαν, εἰς γνῶσιν μεθισταμένην· ἐπς ρομένῳ γὰρ τῆς τοσαύτης ὁρμῆς τὴν αἰτίαν, ἑαυτὸν διαχρήσασθαι ὁ παῖς ἀπεκρίνατο, ότιπερ βασιλεύων οὐ ξυγχωροίτο πράττειν ἃ βούλεται, καὶ διὰ τοῦτο. Καὶ ὁ μὲν τότε μηδέν τι πλέον πολυπραγμονήσας, μὴ καταξιοῦντα οὕτως ἔχοντα ζῇν, ὕστερον ἐν Βιέν τῇ τῆς Γαλλίας τοῦτον ἠριστηκότα, καὶ πρὸς ταφα νὴ τῶν βασιλείων περὶ τὸ τοῦ ποταμοῦ χεῖνος μετ σούσης ἡμέρας παιγνίοις τισὶ σχολάζοντα θεασάμενος, πέμπει τῶν τινας ὑπ' αὐτῷ, ἀγχόνῃ τὸ μειράκιον διαφθείραι, οὐδενὸς τῶν ὑπηρετουμένων συμπαρόντος αὐτῷ· ὁ γὰρ καιρὸς ἀριστἂν αὐτοὺς μετεστέλλετο. Καὶ ὁ μὲν οὕτω χειρῶν ἀγριότητι ἀπεπνίγετο· οἱ

Chapter XXXIXCaput XXXIX

col. 879–880page 436 of 633
Caput XXXVIII
PG 146:879δέ γε τὸ ἔργον διαπραξάμενοι, ἵνα μὴ ἐκ τοῦ σχεδὸν ΧΧΧΙΧ. ζητήσεως γενομένης κατάφωροι γένωνται, τὸ ἐκεί του ἡμιτύμβιον ὡσανεὶ βρόχον τῷ τραχήλῳ περιβαλόντες, εἰς ὕψος ἀρτῶσιν, ὡς ἄν γε δόξῃ τῇ σφετέρα γνώμῃ ἑαυτὸν τῇ ἀγχύνῃ ἐπιβαλεῖν. Φασί γε μὴν τὸ μειράκιον τοῦτο ὑπερφυῶς δόξαι τῆς βασιλείς; ἄξιον, τῷ τε τοῦ σώματος εὖ ἔχειν, καὶ πολλῶν ἀρε τῶν συνδρομῇ, οἷς ὁ βασιλικός τύπος χαρακτηρίζεται. Τῷ δὲ μεγαλοψύχωῳ καὶ τῷ τῆς δικαιοσύνης ἄκρῳ καὶ τὸν ἐκείνου ὑπερβαλέσθαι πατέρα, εἴ γε συνεχωρεῖτο πρὸς ἄνδρας τελέσαι. Ὁ μὲν οὖν ται οὗτος ὤν, οὕτω τέθνηκεν, εἰκοστὸν ἀπὸ τῆς γενέσεως ἔτος ἄγων. ΚΕΦΑΛ. ΑΘ'. Περὶ τῆς ἐν Ἑσπέρᾳ Εὐγενίου τυραννίδος· ὡς καὶ τοῦτον ὁ θεοφιλής ετροπώσατο βασιλεύς, θείων ἀνδρῶν προκαταγγειλάντων τὴν νίκην. Ανὴρ δέ τις Εὐγένιος, Ελλην τὸ σέβας, ἐπιπηδα τῇ ἀρχῇ, καὶ τὰ τῆς βασιλείας ἀμφιέννυται σύμβολα, συνεργοῦντο; Αρου αγάστου, ός βάρβαρος ὢν τὸ γένος, οὐδ᾽ ἐπιβαλεῖν τῇ ἀρχῇ ἐπεχείρησεν. Εὐγέ νιος δὲ Ῥωμαϊκοὺς λόγους παιδεύσων τὰ πρῶτα, ἔπειτα διαρρίψας τὰ παιδευτήρια, κατὰ τὰ βασίλεια ἐστρατεύετο, καὶ ἐν τοῖς ἀντιγραφεῦσι τοῦ βασιλέως ἐτέτακτο· ἐλλόγιμος δὲ τὰ μάλιστα ὤν, διὰ τιμής πλείστης τῷ βασιλεῖ ἦν, καὶ ἐς τὴν τῶν μαγίστρων ὀξίαν διέβαινε. Τὴν δὲ παροῦσαν τύχην μὴ δυνάμενο; ἐνεγκεῖν, ἐπὶ τὸ τυραννεῖν ἔβλεπεν· ἤγετο γὰρ σφαγίοις τισὶ καὶ ἡπατοσκοπίαις καὶ ἀστέρων τινῶν καταλήψεσι σαφῶς εἰδέναι τὸ μέλλον διισχυριζομένοις τισί. Πολλοί τε γὰρ καὶ ἄλλοι τηνικαῦτα τού τοις ἦσαν σχολάζοντες· καὶ δὴ καὶ Φλαβιανὸς ἐκεῖ νος ὁ τῆς Ῥώμης υπαρχος, περιβόητος λόγοις ἀνήρ, καὶ εἴπερ τις περὶ τὰ πολιτικὰ συνετὸς, καὶ τὸ μέλο λον ὡς ᾤετο μαντείαις ἐξεπιστάμενος· ᾗ δὴ μᾶλλον καὶ τὸν Εὐγένιον υπηγάγετο, καὶ πρὸς μ την έκλε νει· ἀσφαλῶς γὰρ κρατήσειν τοῦ ἐγχειρήματος διετείνετο, και γε αὐτῷ μοιρίδιον εἶναι τὴν ἀρχὴν Ρωμαίων εἰσηγεῖτο· νικήσειν τε τὴν μάχην, καὶ τῇ Χριστιανῶν θρησκεία μεταβολήν τινα ἔσεσθαι δι' αὐτοῦ ὑπετίθει. Αἷς δήτ' ἐλπίσιν Εὐγένιος βουκολούμενος, μεγάλην ἀθροίσας δύναμιν, τὰς ἐν Ἰταλία πύλας, ἃς Ῥωμαῖοι Ἰουλίας Αλπεις καλοῦσι, προκαταλαβὼν ἐφρούρει. Μίαν γὰρ στενωτάτην λίαν ἔχουσι δίοδον, ἀποῤῥῶξι μεγάλοις ὀρέων ἑκατέρωθεν ἀσφαλῶς πεφραγμένα. Καὶ ὁ μὲν Εὐγένιος ἀρθεὶς τύραννος κατὰ τὰ ἑσπέρια, το αῦτα ἔπραττεν ὅσα ἦν εἰκὸς τὸν οὕτως τὴν ἀρχὴν δραξάμενον δια πράττεσθαι· Θεοδόσιος δὲ ἀκούσας ὁ βασιλεὺς, ἐν φροντίσιν αὖθις καθειστήκει πολλαῖς· οὐ μείους γὰρ ἦσαν, ἢ ὅτε κατὰ Μαξίμου κεκίνητο. Πολλὴν δὲ καὶ οὗτος ἀξιόμαχον στρατιὰν ἀγείρας, διττῶς ἐμερίζει ΤΟ πότερον ἐπὶ τὸν τύραννον ὁμόσε χωρεῖν, ἢ περ ριμένειν ἐπιόντα ἐκεῖνον. Οὕτω δ' ἔχων φροντίδας, ἔγνω δεῖν συμβούλῳ περὶ τούτου χρήσασθαι Ἰωάννη τῷ ἐν Θηβαΐδι διαλάμποντι μοναχῷ· ἐν ἐν τῷ πρὸ βραχέος καταλόγῳ τῶν ὁσίως βιούντων ἐπιφανέστα τον γεγονέναι καὶ ἐν ἄλλοις μὲν περιβοήτοις έργοις,
col. 881–882page 437 of 633
PG 146:881μάλιστα δὲ τῇ γνώσει τῶν ἐσομένων εἰρήκαμεν. Τῆς γὰρ θείας μεταλαχών χάριτος ὁ ἀνὴρ, πολλὰ ταῖς πυνθανομένοις προὔλεγεν· οὗ δὴ πεῖραν καὶ ἐπὶ τῷ πρώην ἔσχε τυράννῳ, ἀναιμωτὶ τὴν νίκην ἐκείνην προαγορεύσας ἔσεσθαι. Καὶ δὴ Εὐτρόπιον τὸν εὐνοῦχον, ὃς ἦν ἐκείνῳ πιστότατος, ἀνὰ τὴν Αἴ γυπτον ἔπεμπεν· εἰ μὲν εὐχερές γένοιτο, αὐτὸν ἐκεῖνον τὸν ὅσιον μεθ᾿ ἑαυτοῦ ἄξοντα· εἰ δ' ίσχυα ρῶς ἀπαγορεύο: τὴν ἄφιξιν, τὸ ποιητέον ἐπὶ τῇ μάτ χῃ μαθεῖν βιάσασθαι. Καὶ ὁ μὲν Εὐτρόπιος εἰς Λι. γυπτον ἥκων, οὐδαμῶς ἔπειθεν Ἰωάννην ἐς βασιλέα ἐλθεῖν· παρηγγύα δὲ λέγειν ἐκεῖνος, ὡς μετὰ πολὺν φόνον νικήσει μὲν τὸν τύραννον· μετὰ δὲ τὴν νι κην, οὐ πολλῷ ὕστερον κατὰ τὴν Ἰταλίαν καὶ αὐτὸς μεταλλάξει τὸ ζῆν. Αμφότερα δὲ εἰ τέλος ἔσχον, ἡ ἱστορία δηλώσει. Ἐπεὶ γὰρ ἀρκούντως αὐτῷ τὰ πρὸς τὸν πόλεμον παρεσκεύαστο, αναγορεύει βασιλέα καὶ τὸν υἱὸν ἐκείνου 'Ονώριον • Αρκάδιον γὰρ ἔφθη πρότερον εἰς τὴν βασιλείαν ἀναγαγών. Τούτους δ' ἄμφω τῇ Κωνσταντίνου λιπών, αὐτὸς πᾶσαν τὴν πρὸς Εω περιβαλλόμενος δύναμιν, πρὸς τὴν Εσπέραν ἠπείγετο. Πολὺ δέ τι πλῆθος καὶ τῶν παραστρίων βαρβάρων ἐφείπετο, εκόντες συμμαχεῖν αὐτῷ χρη μένοι. Τῶν δὲ στρατηγῶν ὀλίγους εἶναι τοὺς συμμάχους φησάντων, καὶ ἀργεῖν τὴν κίνησιν βουλευομένων, ὡς ἂν ἦρος ἀρχομένου καὶ ἄλλην ἐπιλέξωνται στρατιάν, ἵν᾽ εἴη τῷ πλήθει ἀνακράτος περιγενέσθαι τῶν δυσμενών, ἥκιστα ταῖς τῶν στρατηγῶν εἰσηγήσεσι προσέσχεν ὁ θειότατος βασιλεύς· μηδὲ γὰρ χρῆναι τοσαύτην μὲν ἀσθένειαν τῷ παντοδυνάμῳ ὅπλῳ τοῦ σταυροῦ μαρτυρεῖν· ἀντιῤῥοπον δ᾽ ἐκ τοῦ ἐναντίου δύναμιν τῇ τοῦ Ἡρακλέος εἰκόνι. «Τοῦ γὰρ ἐμοῦ ὁ σταυρὸς, ἐκείνου δὲ ἡγεῖται ὁ Η ρακλῆς.» Οὕτως εἰπὼν, ἀπεχώρει. Ἐπεὶ δ᾽ ἐξὼν τῆς Κωνσταντίνου πρὸς τῷ Εβδόμῳ ἐγένετο, τῇ ἐνθάδε ἐκκλησίᾳ, ἣν αὐτὸς, διαφερόντως Ἰωάννην τὴν Βαπτιστὴν τιμῶν, ἀνεδείματο, εἰσῄει προσεύξασθαι μὲν Θεῷ· εἰς ἀρωγὴν δὲ μετακαλέσασθαι καὶ τὸν Βαπτιστήν, ὥστ᾽ αἰσίαν αὐτῷ τε καὶ τῇ στρατιᾷ Ρωμαίων τὴν έκβασιν τῆς μάχης γενέσθαι καὶ δὴ τὸ εἰκὸς ἀφοσιωσάμενος, εἰς Ἰταλίαν ἐγένες το. Εξαπίνης δὲ ταῖς ᾿Αλπεσι προσβαλών, τὰς πρώτας ἐσύλα φυλακὰς τοῦ τυράννου. Τὸ δὲ ἄκρον τῆς παρόδου παραμείψας, ἐπεὶ ἐς τὸ κάταντες ἤγε το, ὁρᾷ τὸ πεδίον σύμπαν ἀμυθήτῳ πλήθει πεζών καὶ ἱππέων πεπυκνωμένον· οὐ πάνυ δ᾽ αὐτοῦ πό δω κατά νώτου καὶ ἄλλους τῶν πολεμίων κατὰ τὴν κορυφὴν ἑστηκότας τοῦ ὄρους, καὶ τό γε νῦν ἡρέμα τέως ἔχοντας· ὡς δ᾽ ἡ πρώτη φάλαγξ κατιοῦσα τοῖς ἐν τῷ πεδίῳ προσέβαλε, μάχη κρατερὰ καὶ ἀμφήριστος ἀνεῤῥήγνυτο. Ἐπεὶ δ᾽ ὅσον τὰ ἐς ἀνθρωπίνην δύναμιν μὴ εὐχερῆ τὴν σωτηρίαν εἶναι τῷ στρατῷ κατελάμβανε, μέσον τῶν δύο στρατευμάτων ἐπειλημμένῳ· ἤδη γὰρ καὶ οἱ κατὰ τὴν ἀκρώρειαν ἠρεμοῦντες κατὰ νώτου προσέβαλλον· καὶ καθ᾽ 8 μὲν μέρος Ῥωμαῖοι Ρωμαίοις ἐμάχοντο, ἰσοπαλῆ Εβδομον, τερον, Σύμμαχον αὐτῷ ἐπικαλέσασθαι τὸν βαπτιστὴν.
col. 883–884page 438 of 633
PG 146:883τὰ τοῦ πολέμου ἦσαν ζυγά· καθ᾽ ὁ δὲ οἱ σύμμαχοι βάρβαροι, ὑπερτέρουν πλεῖστον οἱ Εὐγενίου. Ο βα σιλεὺς τὸ συμμαχικόν οὕτως ἐρῶν διολλύμενον, πρηνής πεσών, δάκρυσι τὸ δάπεδον ἔβρεχε, Θεὸν λιπαρῶν μὴ οὕτω τὴν Ῥωμαίων ἀρχὴν ἀπολλυμέ την περιιδεῖν. Θεὸς δ' αὐτίκα ἐπήκουεν, ὡς καὶ τὸ ἀποβἂν ἔδειξε. Νυκτὸς γὰρ ἐπιγενομένης, ἠθύμει μὲν ὁ στρατός· ἐν ἀπόρῳ δ' ὧν ὁ κρατῶν, κατὰ τὴν ἀκρωνυχίαν τοῦ ὄρους ἐν ᾧ καὶ τὸ στρατόπεδον τε ριήθροιστο, εὐκτήριον οἶκον εὑρών, πάννυχος διετέλει τὸν τῶν ὅλων Δεσπότην αὖθις ἀντιβολών. Περί δὲ ἀλεκτρυόνων ᾠδας, παρὰ γνώμην ὕπνῳ κλαπείς ἐπὶ ψιλοῦ κείμενος τοῦ ἐδάφους, ἐδόκει δύο ἄνδρας ὁρᾷν, λευκὰ μὲν ἀναβεβλημένους, λευκοῖς δὲ καὶ 312 τοῖς ἵπποις χρωμένους· οι προσιόντες, θαῤῥεῖν τε ἐκέλευον, καὶ τὸ δέος ἐλαύνειν· ἅμα δ᾽ ἕῳ ἐν κόσμῳ καθοπλίσαι τὴν στρατιάν, καὶ τοῖς πολεμίοις ἀντεπεξιέναι θαρρούντως. Προσετίθεντό γε μήν, ὡς καὶ οὗτοι ἐπίκουροι πεμφθεῖεν αὐτῷ πρὸς Θεοῦ, και πρόμαχοι συνεσόμενοι. Καὶ ὁ μὲν Ἰωάννην εἶναι τὴν εὐαγγελιστὴν ἔλεγεν· ἄτερος δ᾽ εἶναι Φίλιππος ὁ ἀπόστολος. Τὰ ἴσα δὲ και τις ἐθεᾶτο στρατιώτ της· ὅς τῷ λοχαγῷ τὴν ὄψιν δηλώσας, τῷ χιλιάρχῳ ἐμήνυεν, ὁ δ᾽ αὖθις τῷ στρατηγῷ. Ἐκεῖνος δὲ καινόν τι ἀπαγγέλλειν ἔχειν υπεμίμνησκε βασιλεία καὶ ὅς μαθών, «Οὐκ ἐμοῦ χάριν, ἔφη, ταύτην είδε τὴν ὄψιν· ἐγὼ γὰρ καὶ προεώρακα, καὶ πεπίστευ καὶ τοῖς ὑπεσχημένοις την νίκην. 'Αλλ' ἵνα μή τις με οιηθείη ἁπλῶς οὕτω τῆς μάχης εφίεσθαι, καὶ πλάττειν τὸν ὄνειρον, τὸ ἴσον ἰδεῖν καὶ τὸν ἐμὸν στρατιώτην ᾠκονόμησεν ὁ τῶν ὅλων Δεσπότης, ὡς ἄν γε καὶ μάρτυς ἀξιόχρεως τῆς ἐμῆς διηγήσεως γένοιτο. Καὶ δὴ τὸ δέος διαῤῥίψαντες πορρωτέρω, τοῖς προμάχοις ἑπώμεθα. Μή τις δὲ τῷ πλήθει τῶν πολεμίων τὴν νίκην σταθμάσθω· Θεῷ δὲ μᾶλλον θαῤῥείτω ὅλῃ προθυμίᾳ τοῖς ἡγουμένοις ἑπόμενος. ο Οὕτω δὲ τὸ στράτευμα προθυμίας ἐμπλήσας, ἐκ τῆς τοῦ ὄρους κορυφῆς συντάξει τοῦτο κατηγεν. Εὐγέ γιος δ᾽ ἐκεῖθεν οὕτως ἰδὼν πολεμησείοντα τὸν στρα τὸν, καὶ αὐτὸς τὴν οἰκείαν δύναμιν καθοπλίσας, εἰς παράταξιν ἔστησεν. Ἐκεῖνος δ' ἐπί τινος ἀνῄει γη λόφου, θανατᾷν τὸν βασιλέα φάσκων, καὶ ἑκόντα της παρούσης ἀπαλλάττεσθαι ζωής ᾑρημένον. Τοῖς γε μήν στρατηγοῖς αὐτοῦ ἐπέταττε, μηδὲ κτείνειν, ἀλλὰ ζῶντα πρὸς αὐτὸν ἄγειν. Ως δ' αἱ φάλαγγες κατά μέτωπον ἔστησαν, τὸ μὲν πλῆθος ὑπερφυώς πολύ απλάσιον τῶν πολεμίων ἦν· εὐαρίθμητον δὲ καὶ κομιδή βραχὺ τὸ ἀντιπαραταττόμενον. Η δὲ συμβολὴ περὶ τὸν ποταμὸν, ὃς καλείται Φρίνδος, ἐγίνετο. Καὶ δὴ πρῶτα μὲν ὁ στρατηλάτης Βακού
col. 885–886page 439 of 633
PG 146:885γιος ανα ρωσθεὶς τὴν ψυχὴν, ἐπὶ τόσον ἐκλύνει τις φάλαγγας, ὡς εἰσδραμεῖν εὐθέως καὶ διαῤῥῆξαι τὰ πλήθη, καὶ ἐς φυγήν τρέψαι τους πρώτους διώκοντας. Οἱ δὲ τῆς τυραννικῆς παρατάξεως ἡγεμόνες, οὓς κατά νώτου κεῖσθαι καὶ περικαθῆσθαι τὴν ἄκραν εἰρήκα μεν, πρέσβιν ἐς Θεοδόσιον πέμψαντες, συμμαχεῖν ἐκείνῳ κατήγγελλον, εἴ γε μείζονος τιμῆς παρ' αύτ τῷ ἔσοιντο. Βασιλεὺς δὲ τὴν πρεσβείαν προσίετο καὶ ἐπεὶ χάρτην οὐχ εὗρε, δέλτον λαβών, ἥν τις τῶν παρεστώτων τυχαίως ἐφέρετο, ἐν ταύτῃ κατέγραφεν, ἣν ἐπίσημον καὶ προσήκουσαν ἕκαστοι τάξιν ἔξουσι παρ' αὐτῷ, εἴ γε πέρας τῇ ὑποσχέσει αίσιον θήσουσι. Καὶ οἱ μὲν οὕτως ἐκ πολεμίων σύμμαχοι ἀθρόον βασιλεῖ ἦσαν· ἔτι δὲ τῆς μάχη; τῷ πεδίῳ καθ ισταμένης, καὶ μή πω κλινάσης ἐπὶ θάτερα τῆς ὁρμῆς, ἐξαίσιός ποθεν ἐπαιγίσας ἄνεμος καὶ ἀντι πρόσωπος πνεύσας τοῖς πολεμίοις, οἷον είναι μηδ' ἄλλοτέ ποτε ἱστορεῖσθαι πνεῦσαι, τὰς μὲν τάξεις διέλυε. Τὰ γὰρ βέλη τε καὶ ἀκόντια ὅσα κατὰ Ῥω μαίων ἐπέμποντο ἐξ ἀντιτύπου δυνάμεως ἀναστρέφων, κατὰ τῶν πεμπόντων μᾶλλον ἡφίει· καὶ τὰς ἐκείνων ἀσπίδας σὺν πολλῷ συρφετῷ καὶ ἀμυθήτῳ κόνει τῶν ἐκείνων χειρῶν ἀφαρπάζων, καὶ τοὺς Ιμάντας διαρρηγνύς, ἐπ' αὐτῶν ἐκύλις κατὰ στόμα βάλλων, καὶ ὅπου δή ποτε· τὰ δ᾽ ἐκ τῶν Θεοδοσίου πεμπόμενα, σφοδροτέρᾳ ῥύμῃ καὶ ταῦτα κατ' ἐκεί νων ἐκίνει· οἷς δὴ καὶ θαῤῥήσαντες, ἅτε δὴ ἀπήμαντοι διαμένοντες, θράσει πολλῷ ῥέοντες τους που λεμίους κατέκτειναν. Οἱ δὲ πολέμιοι τὴν προφανή γνόντες ἐπικουρίαν ὡς θεόθεν ἐπῄει, τὰ ὅπλα ῥί πτοντες, φειδοῦς τῆς ἐκ βασιλέως ἠντιβόλουν τυχεῖν. Ο δὲ εὐθὺς εἶχε καὶ συγγνώμην ἐδίδου. Καὶ δὴ αὐτ τοῖς τε καὶ τοῖς αὐτομόλως ἐλθοῦσιν ἔπεμπε τὸν τύραννον ἀγαγεῖν. Οἱ δὲ βοῇ θέοντες, τὸν λόφον ἀνή εσαν, ἐφ' οὗ καθήμενος τὰ πραχθέντα ἠγνόει. Εὐγέ νιος δὲ τῷ τοῦ δρόμου τάχει καὶ τῷ συχνῷ άσθματι καινόν τι ἀγγέλλειν ἔχειν νομίσας ἐκείνους, καὶ νί κῆς ἀγγέλους μᾶλλον παρ' αὐτὸν ἥκειν, εὐθὺς ἀνη ρώτα, ο Εἰ πεπεδημένος καὶ ζῶν, ὡς προσετάχθη, καὶ Θεοδόσιος ἄγεται.» Τῶν δ' εἰπόντων, «Μὴ ἐκεῖ νον πρὸς σέ, σὲ δὲ μᾶλλον πρὸς ἐκεῖνον ἐπέμφθη μεν ἀγαγεῖν· ἡ γὰρ νίκη τὸν τύραννον μυσαχθεῖσα τὴν ἔννομον βασιλείαν ἡσπάσατο· τοῦτο γὰρ ὁ τῶν ὅλων ἐκέλευσε πρύτανις· ἡ εὐθὺς τοῦ δίφρου αὐτὸν κατασπάσαντες καὶ δεσμὰ περιθέντες, αἰχμάλωτον ἦγον πρὸς βασιλέα τὸν πρὸ βραχέος μεγάλαυχον. Ο δὲ τὰ ἐς Ούαλεντινιανόν πλημμεληθέντα ἐκείνῳ παρῆγεν εἰς μέσον, καὶ τὴν παράνομον βασιλείαν, τάς τ' ἐμφυλίους μάχας, πρὸς δὲ καὶ τὸν Σύμμαχον ἐκείνῳ διετώθαζεν Ηρακλέα. Ο δ' ἀκούων ὁ τύραννος, τοῖς ποσὶ τοῦ κρατοῦντος ἑαυτὸν ἐλεεινῶς ἔῤῥιπτε, καὶ ἐδεῖτο σώζεσθαι. Ἐν ᾧ δὲ ἱκέτης ἦν, τῶν τις στρατιωτῶν τὸ ξίφος σπασάμενος, τῆς κε φαλῆς αὐτὸν ἀφαιρεῖται. Αρωυαγάστης δὲ ὁ τοσού των καὶ τηλικούτων κακῶν αἴτιος, φυγῇ χρώμενο; ἐπὶ δυσὶν ἡμέραις, ἐπεὶ μὴ ἔγνω τοῦ λοιποῦ αὐτῷ βιωσιμα είναι, αὐτόχειρ τῷ οἰκείῳ ξίφει ἐγένετο.

Chapter XLCaput XL

col. 887–888page 440 of 633
PG 146:887314 Τοιοῦτος ἐκεῖνος ἦν ὁ πιστότατος βασιλεὺς, ἀεὶ καὶ ἐν πολέμῳ καὶ μάχῃ τὰ πάντα τῆς θείας ἐπικουρίας ὡς χρεὼν ἐξαρτώμενος, καὶ οὐδέποτε ταύτης ἀποτυγ γάνων. Λέγεται μέντοι καὶ τοῦτο, ὡς καθ᾽ ἂν και ρὸν ὁ πρὸς Ἑσπέραν οὗτος συνεῤῥήγνυτο πόλεμο:. τῷ τοῦ Ἑβδήμου νεῷ, ἐφ᾽ οὗ τὸν βασιλέα προσεύξασθαι διελάβομεν, ἐξιόντα τῆς Κωνσταντίνου, ἄνθρω τές τις δαίμονι μαστιγούμενος, μετάρσιος άρπα γείς, ώσανεί πρὸς τὸν Βαπτιστὴν ἐτείνετο αὐτῷ διαλοιδορούμενος, ὡς ἀποκοπέντι τὴν κεφαλὴν· εἶ τα καὶ ἄγριον οὕτωσὶ ἀνεβόα· «Σύ με νικᾷς, καὶ τῷ ἐμῷ ἐπιβουλεύῃ στρατῷ.» Οι γε μὴν περιτυχόντες διὰ πολλῆς σπουδῆς οὔσης τηνικαῦτα τῷ πολέμῳ τούτῳ, οἷα δὴ νεώτερόν τι λέγειν τὸν δαιμονῶντα οἰόμενοι, τὴν ἡμέραν χάρτῃ ἀνέγραψαν· καὶ τὴ ἔγνωσαν τὰ περὶ τὸν πόλεμον τῷ τότε πεπράχθαι, πολλῶν τῶν τῇ μάχῃ κεκοινωνηκότων διαγγειλάν των. Καὶ τὰ μὲν περὶ τῆς Εὐγενίου τυραννίδος τοῦ τον ξυνηνέχθη τον τρόπον, ΚΕΦΑΛ. Μ'. Περὶ τῆς ἐν Θεσσαλονίκῃ γενομένης στάσεως, δι' ἣν Θεοδόσιος ἑπτακισχιλίους άνδρας, ἀνεῖ. Μεγ. ᾿Αλλὰ γὰρ οὐ ῥᾴδιόν τινα πάσας ἄρδην τοῦ κοινοῦ πολεμίου τὰς ἄρχυς διαφυγείν. Ἴσως γάρ τις τὸ τῆς ἀσελγείας πάθης υπερπηδήσας, τῇ πλεονεξία ἑάλω. Εἰ δὲ καὶ ταύτης ὑπερτερήσεις, τῷ τοῦ φθά νου ἂν ολίσθῳ περιπαρείη. Εἰ δὲ καὶ τοῦτον πατή. σοι, οὐκ ἂν τάχα καὶ θυμοῦ κρείττων γένοιτο. Πολ λὰς καὶ γὰρ ὁ παλαμναῖος πολέμιος τῷ ἀνθρωπίνω γένει τίθησι μάλα τὰς ποδοστράδας, ὅτι δή ποτε τῶν παθῶν ἕκαστον ἀγρεῦσαι τεχνώμενος· καὶ μᾶλλον ᾧ ἐκ φύσεως ἁλώσιμον εἶναι ὑποτοπάσειεν, ἀποχρῆσαι τοῖς τοῦ σώματος πάθεσι τὰς κατὰ ψυχὴν ῥοπὰς μηχανώμενος. Ο δέ γε νοῦς, εἴπερ ἐγρηγορὼς ἔχοι, τῆς θείας ἀρηγούσης ῥοπῆς περιγίνεται, τῶν ἐκείνου μηχανημάτων ὑπεριπτάμενος, Φύσεως οὖν ἀνθρωπίνη; καὶ ὁ θαυμάσιο; οὑτοσὶ βασιλεὺς μετασχών, καὶ τῶν ταύτης ἐκοινώνησε παθημάτων. Ἐν θυμῷ καὶ γὰρ δικαίῳ τῇ ἀμετρία χρησάμενος, ἐξέστη μὲν τοῦ εἰκότος, ἐμὸν δέ τι καὶ ἀπάνθρωπον διεπράξατο ἔργον· ὅ δὴ καὶ τοῦθ᾽ ὡς ἑνὸν διηγήσομαι, οὐ μόνον ὅτι λυσιτελήσει τοῖς ἐντυγχάνουσιν, ἀλλ' ὅτιπερ ἐν ταυτῷ κατηγορίαν τε ὁμοῦ καὶ εὐφη μίαν ἔχει τοῦ θαυμαστοῦ βασιλέως· τίς δέ ἐστι, λέξων ἔρχομαι. Προκάθηται μὲν ἡ Θετταλών πόλις Αχαΐας πάσης καὶ Θεσσαλίας, καὶ τῆς Ἰλλυρίδος πάσης αὐτῆς, καὶ ἄλλων ἐθνῶν ὅσα δὴ Μακεδονίας
col. 889–890page 441 of 633
PG 146:889ἐντός· μεγάλη δὲ λίαν ἡ πόλις καὶ πολυάνθρωπος. Ἐν δὴ ταύτῃ στάσις μεγίστη ἐγένετο, αἰτίαν σχοῦσα τοιάνδε. Ηνίοχος Βουθερίχου ς τηνικαῦτα τῶν παρ' Ἰλλυριοῖς ἡγεῖτο στρατιωτῶν, τὴν οἰνοχόον αἰσχρῶς ἰδὼν, ἐπείρασε. Συσχεθεὶς δὲ διὰ τοῦτο, ὑπὸ φρουρὰν ἐγένετο. Ἐπεὶ δ᾽ ἐπίσημος ἱπποδρο 316 μία τελεῖσθαι κατὰ τὴν πόλιν ἔμελλεν, ὁ δῆμος έλι πάρει συγγνώμης τὸν ἡνίοχον ἀξιοῦσθαι δεξιῶς ἔχοντα πρὸς τὸ ἔργον, καὶ ἀφίεσθαι τῷ ἀγῶνι. Ως δὲ πολλὰ δεηθέντες οὐδὲν ἤνυον, εἰς μεγίστην ἐκινοῦντο στάσιν· καὶ χαλεπήναντες, πολλούς τε τῶν βασιλικῶν ἀνεῖλον ἀρχόντων, καὶ Βουθερίχον αὐτόν. Αλλους δὲ λίθοις κατέχωσαν. Επειτα και δημοσίᾳ κατέσυρον. Ἐπεὶ γοῦν ἔγνω ταῦτα ὁ βασιλεὺς, εἰς άμετρον ἀνήφθη ἐργήν· καὶ τοῦ θυμοῦ τὴν ῥύμην μὴ ἐνεγκών, παρῆκε τὰς ἡνίας τοῦ λογισμοῦ, καὶ τῇ ἀλογία τὴν ψῆφον ἐπήνεγκεν· ἡ δὴ τῆς τοσαύτης ἀδείας ἐπειλημμένη, οἷάπερ αὐτόνομος τύραννος, άδικα ξίφη κατά πάντων ἐγύμνωσε· καὶ ἀπηνῶς οὕτως οὐ τοὺς ὑπευθύνους, ἀλλὰ καὶ τοὺς ἀθώους ἀποκτείνειν ἐκέλευε. Καὶ εἰς ἑπτὰ, ὥς φασι, χιλιά. δας ἀνθρώπων ὁ φόνος προυχώρει, ἀμήτου δίκην τῶν προστυχόντων θεριζομένων, μὴ κρίσεως μήτε μὴν ἐξετάσεως ἡγουμένης. Εἰσὶ δὲ οἱ φασι ῥητὸν προστάξαι πλῆθος τὸν βασιλέα ἀναιρεθῆναι. ἐντεῦθεν δέ, οἷα φιλεῖ, καὶ μηδὲν προσηκόντων φόνων ή πόλις ἐπίμπλατο· οὐ γὰρ μόνον οἱ ἐγχώριοι, ἀλλὰ καὶ ξένοι τινὲς καταπλεύσαντες, παρ' ἐλπίδα πᾶσαν ἐάλωσαν. Καὶ θρήνων ἄξια επεγένετο πάθη, οἷον δὴ και τόδε· Εμπόρῳ τινὶ παῖδες συνελήφθησαν δύο ὑπὲρ ὧν παραδιδοὺς ἑαυτὸν, ἐκείνους ἐδεῖτο σώζε σθαι· μισθὸν δὲ, καὶ ὅσον ἦν ἐκείνῳ χρυσίον προο ίσχετο τοίς στρατιώταις. Οἱ δ' ἀπάνθρωποι ἐκεῖνοι τῆς συμφορᾶς ἐλεήσαντες, θάτερον ὃν ἂν ἔληται τῶν υἱέων λύειν ἐκέλευον, τὴν ἱκεσίαν δεχόμενοι. Αμφω γὰρ ἀφιέναι, οὐκ ἀκίνδυνον σφίσιν ἐτίθεντο, ὡς ἐνδεοῦς καθισταμένου τοῦ ἀριθμοῦ. Τῆς δε πατρικῆς φύσεως καὶ εἰς ἀμφοτέρους ὁρώσης, κλαίων καὶ ὀδυρόμενος, οὐδ᾽ ἑτέρου διέκρινεν αίρεσιν. Οὕτω δ' ἐν ἀπόρῳ καθεστηκότος, ἐπίσης γὰρ ἀμφοῖν ἐνικᾶτο τῷ φίλτρῳ, καὶ ἄμφω τοὺς παῖδας ἀπώλεσε, ξίφεσι τῶν στρατιωτῶν διαχρησαμένων αὐτούς. Ἀλλὰ καὶ οἰκέτης δεσπότῃ ἀγαθῷ τιμωρῶν ἀγομένῳ πρὸς τὴν σφαγήν, ἑαυτὴν εἰς ἀναίρεσιν προθύμως ἐδίδου. ΚΕΦΑΛ. ΜΑ'. Περὶ τῆς τοῦ ἐπισκόπου Αμβροσίου παρρησίας ὡς οὐκ ἀνῆκε Θεοδοσίῳ τὴν εἰς τὰ θεῖα ἀνὰ κτορα εἴσοδον· καὶ περὶ τοῦ νόμου ὃν ἔθετο, καὶ περὶ τῶν ἄλλων αὐτοῦ παραινέσεών τε καὶ ἔργων. Τὴν γοῦν συμφοράν ταύτην Αμβρόσιος ὁ θεῖος μαθὼν, ἐπεὶ μετὰ τὴν Εὐγενίου νίκην ἧκεν εἰ; Με

Chapter XLICaput XLI

col. 891–892page 442 of 633
PG 146:891διόλανον, καὶ εἰς τὴν ἐκκλησίαν ὡς ἔθος εἰσήγετο κρύων ἀνεπυνθάνετο αἴτιον. Ο δ' ἐκ βάθους βίαιόν εὔξασθαι, καὶ πρὸς ταῖς θύραις ἐγένετο, ὑπαντήσας Αμβρόσιος, καὶ τῆς ἁλουργίδος λαβόμενος ἐπὶ μέσῳ τῷ πλήθει, τῶν ἱερῶν ἐπιβαίνειν προθύρων ἐκώλυεν Επίσχες, φάσκων· ἀνάγνῳ γὰρ χεῖρας ἀνδρὶ, καὶ αἵματος σταζούσας, σχεδὸν ἄδικα περιφέροντι, μή θεμιτὸν εἶναι πρὸ τῆς ἀνηκούσης μετανοίας τῶν ἱερῶν ἐπιβαίνειν οὐδῶν, ἢ μυστηρίων θείων κοινωνὸν ὁρᾶσθαι. Εοικας γάρ μοι, ὦ βασιλεῦ, μηδ' ἐν νῷ βαλεῖν τὸ τοσοῦτον τῆς μιαιφονίας ἔργον, μηδὲ τῷ θυμῷ λήγοντι, τὴν λογισμὸν ἐπιγνῶναι τὸ τέλ μημα. Ίσως γὰρ ἡ βασιλική δυναστεία εμποδών στι καθίσταται τὸ ἁμάρτημα συνιδείν· οἷα γάρ τις νε φέλη ἡ ἐξουσία τῷ σῷ ἐπίκειται λογισμῷ. Αλλά χρεὼν ἐν νῷ λαβεῖν τὸ τῆς σῆς ἐπίκηρον φύσεως, καὶ ὡς θνητή τε ἅμα καὶ ῥέουσι, καὶ τὸν προπάτορα χοῦν, ἐξ οὗ συνεστήκαμεν, καὶ εἰς ὖν οὐ μετά πολύ διαῤῥεύσομεν· καὶ μὴ τῷ τῆς ἁλουργίδος ἄνθει ὥσπερ ἐπιπροσθοῦντι εἰς λήθην ήκειν, οὗ και λύπτει σώματος τὴν ἀσθένειαν. Γνῶθι τοίνυν ὡς ἀνα θρώπων ἄρχεις ὁμοφυῶν τε καὶ ὁμοδούλων· κοινός γὰρ ἁπάντων δεσπότης καὶ βασιλεὺς ὁ τῶν ὅλων Δημιουργός. Τοίνυν ποίοις ὀφθαλμοῖς τὸν θεῖον έψει νεών; Ποσὶ δὲ ποίοις τὸ δάπεδον ἐκεῖνο πατήσεις τὸ ἅγιον; Πῶς δὲ καὶ χεῖρας ἀρεῖς, τὸν ἄδικον φόνον ἀποῤῥεούσας; Πῶς δὲ καὶ τὸ θεῖον τοῦ Δεσπότου σῶμα ταύταις ἐνθήσεις; Πῶς δὲ καὶ τὸ τίμιον αἷμα προσοίσεις τῷ στόματι, δι' οὗ θυμῷ βουκολούμενος, τοσοῦτον αἷμα ἐξέχεας; Στῆθι τοίνυν ὡς ποῤῥωτέρω, καὶ μὴ διπλὴν ποίει σαυτῷ καὶ μακροτέραν τὴν πα ρανομίαν. Δέχου δὲ τὸν δεσμόν, ᾧ Θεὸς ἄνωθεν την ψῆφον ἐπήνεγκεν· ἀληθοῦς δ' ὑγιείας οὑτοσὶ πρότ ξενος.» Ο δὲ βασιλεὺς τὸν ἱερέα θαυμάσας τῆς παρρησίας, καὶ τοῖς λόγοις εἶξας· θείοις γὰρ νόμοις ἐτέθραπτο, καὶ σαφῶς ᾔδει τίνα μὲν βασιλέων, τίνα δὲ ἱερέων τὰ ἴδια· σύννους ἐπιπολὺ καὶ δεδακρυμέν νος τοῖς τῆς μετανοίας κέντροις νυττόμενος, εἰς τὰ βασίλεια καθυπέστρεφεν. Οκτώ δ' ἐφεξῆς παροχή κότων μηνῶν, ἡ περιφανὴς τῶν Γενεθλίων Χριστοῦ κατέλαβεν ἑορτή. 'Ο δὲ κρατῶν, ἐν τοῖς βασιλείοις καθῆστο, ολοφυρόμενός τε καὶ δακρύων λιβάσι κατ αρδεύων τὸ πρόσωπον. Οὕτω δ' ἔχοντα θεασάμενος Ρουφίνος ὁ μάγιστρος, ὑπὲρ ἅπαντας τιμώμενος ἐκ συνηθείας τῷ βασιλεῖ, ἠρέμα προσιὼν τὸ τῶν δα τι καὶ σφοδρότερον ἀνοιμώξας, συχνότερον κατέβει τὸ δάκρυον· καὶ πρὸς ἐκεῖνον στραφείς, «Σὺ μὲν, ἔφη, Ρουφίνε, παίζεις· αἴσθησις γάρ σοι τῶν ἐμῶν δεινῶν οὐδαμῶς· ἐμοὶ δὲ στένειν καὶ ὀλοφύρεσθαι πάρεστιν, ἐπαισθανομένῳ σφόδρα τὴν ἐπεισφρήσασαν συμφοράν. Καὶ πῶς γὰρ οὐκ ἐν δεινοῖς ἔγωγε, ὅτιπερ τοῖς μὲν οἰκέταις καὶ προσαίταις κατ' ἐξου σίαν ἐφεῖται πᾶσαν εἰς τὸν θεῖον ἀδεῶς εἰσιένα νεών· ἐμοὶ δ' οὐ μόνον οὗτος οὐ βάσιμος, ἀλλὰ καὶ οὐρανὸς αὐτὸς ἀποκέκλεισται; Οὐδὲ γὰρ ἀμύητος τῆς θείας ἐκείνης φωνῆς, ἡ διαῤῥήδην ψηφίζεται τὰ ἐπὶ γῆς δεδεμένα τοῖς ἱερεῦσι Θεοῦ καπὶ τοῖς οὐρα
col. 893–894page 443 of 633
PG 146:893τοῖς ἐν τῷ ἀσφαλεῖ καθεστάναι. Ο δ' εὐθὺς, Αλλ' εἰ τῷ σῷ, φησί, κράτει δοκεῖ, δραμοῦμαι δὴ πρὸς τὸν ἱερέα, καὶ πάντα κάλων κινήσω δεόμενος ὥστε σοι λύσιν ἐπιβαλεῖν τοῖς δεσμοῖς.» - - Αλλ' οὐ πείσεταί σοι, εν οἶδα, φησὶν ὁ κρατῶν. Ἐπ᾽ ἀκρι Θες γὰρ ἐπίσταμαι τῆς ᾿Αμβροσίου ψήφου τὸ δι καιον. Οὐδὲ γάρ ποτε τὸν τῆς βασιλείας ὄγκον τῆς θείας προτιμήσει τιμής.» Ως δὲ πολλὰ λέγων υπο ισχνείτο πείθειν ὁ Ρουφίνος Αμβρόσιον, πράττειν τὸ παριστάμενον ἡφίει ὁ βασιλεύς. Καὶ ὁ μὲν ἀπῄει ταῖς δὲ σφοδραῖς τῶν ὑποσχέσεων βουκοληθείς Θεο δόσιος, μετὰ βραχὺ κατόπιν καὶ αὐτὸς ἠκολούθει. Ω; δ' εἰς λόγους 'Αμβροσίῳ Ρουφίνος ἐγένετο, ὑπολαβὼν ὁ θεῖος ἀνήρ, ο 'Αλλ' ἔοικάς μοι, Ῥουφῖνε, ἔλεγε, τὸ τῶν κυνῶν ἀναιδὲς ὡς πλεῖστον ἐξη λωκέναι· σφαγῆς γὰρ τοσαύτης παρὰ δίκην (ὦ θεία δίκη!) γεγενημένης, καὶ ἐπὶ τοσοῦτον ὑμᾶς κατὰ τῆς θείας εἰκόνος λυττήσαντας, οὔτε δέος εἰστρέχει, οὔτ᾽ αἰδὼς ἐπανθεῖ τοῖς προσώποις· ἀλλὰ· τὸ τῆς αἰσχύνης ἀποξέσαντες κάλυμμα, τοιαῦτ' αὐτοῦν τες πρόσιτε.» Ως δ' ἔτι 'Ρουφίνος ἐπέκειτο λιπα μῶν, καὶ ὅσον οὔπω ἥκειν ἔλεγε καὶ τὸν βασιλέα, ζήλῳ θείῳ πυρποληθεὶς Αμβρόσιος, ο Εγώ, μέγα ἀνέκραξε, Ρουφίνε, προλέγω, ὡς ἀπείρξω καὶ αὖθις προσιόντα τῶν ἱερῶν περιβόλων. Εἰ δ᾽ ἐκείνῳ σκο τὸς τυραννεῖν μεταθεμένῳ τὴν βασιλείαν, ἐγὼ δὲ ἀλλὰ μεθ᾽ ἡδονῆς τὸν διὰ τοῦτο προσοίσομαι θάνα τον.» Ταῦτ᾽ ἀκούσας Ρουφίνος, τῷ βασιλεῖ διεπέμπετο παραινῶν τῶν ἀνακτόρων μὴ προϊέναι. Ο δὲ καθ' ὁδοῦ τὰ ἡγγελμένα μαθών, ο Απειμι, ἔφη, ἐκδίκως τὰς παροινίας εἰσδεδεγμένος. • Ἐπεὶ δ' ἔγγιστα τοῦ νεὼ ἐγεγόνει, εἴσω μὲν ἐλθεῖν οὐκ ἐτόλ μα· πρὸς δ' Αμβρόσιον ἀφικόμενος, τῷ γὰρ ἀσπα στικῷ οἴκῳ καθῆστο, τῶν ἀλύτων ᾔτει λυθῆναι δεσμῶν. Ὁ δὲ ἀλλὰ τοὺς θείους θεσμούς πατεῖν ἐκεῖνον διήλεγχε, τυραννικήν τε ἐκάλει τὴν παρουσίαν καὶ Θεῷ διὰ μάχης Ιέναι. Ὁ δὲ, • Ἀλλ᾿ οὐ ταῦτ' ἐμοί, ὡς φῂς, περισπούδαστα, μετὰ θράσους τῶν ἱερῶν ἐπιβῆναι προθύρων. Σὲ δὲ μόνον αἰτῶ λύσαι Αι μου τὰς πέδας, καὶ τὴν κοινὴν τοῦ δεσπότου φιλανθρωπίαν μιμήσασθαι· καὶ μὴ ἐμοὶ μόνῳ τὴν φιλάνθρωπον ἐπιζυγῶσαι κατὰ τοῦ προσώπου θύ ραν, ἣν κοινῇ πᾶσι μετανοεῖν ᾑρημένοις καὶ πολλῷ χρωμένοις τῷ μεταμέλῳ ὁ τοῦ ἑλέους δεσπότης ἀνέφξεν. Αμβρόσιος δὲ, ο ᾿Αλλὰ ποῖος, φησὶν, ὁ μετάμελος μετὰ τοσαύτην παρανομίαν καὶ θυμού ἀκράτου ἀσέλγειαν; Αρα δὲ ποίοις φαρμάκοις τὰ δυσίατα ἐκεῖνα ἐθεράπευσας πάθη;» Ο δὲ βασιλεύς ἠρέμα, «᾿Αλλὰ σὸν ἔργον, ὦ θεῖ: ἄνερ, ταῦτα δεῖξαι καὶ κεράσα: μοι τῆς θείας Ιατρείας τὰ φάρμακα ἐμὸν δὲ τὸ δέξασθαι ταῦτα, κἂν καὶ πολὺ τὸ στύφον δριμμύσον ἐπάγωνται.. Τότε θείου Πνεύματος πλησθεὶς ὁ ᾿Αμβρόσιος, «Επεί, φησί, τῷ θυμῷ τὴν δίκην ἐκείνην ἐπέτρεψας, καὶ τὴν ψῆφον οὐχ ὁ λογι σμὸς ἐν τῷ καθεστῶτι μένων ἐξήνεγκεν, ἀλλ' ὁ θυμὸς ἀλογίστῳ θράσει φερόμενος· ἐγγράψαι σε κελεύω νόμον, καταψηφιζόμενον τοῦ θυμοῦ τὰ; ψή φους, καὶ τοὺς τοῖς σοῖς διακονουμένους προστάγμασιν ἐπιτάττοντα ἐς τριακοστήν ἡμέραν ἀναβάλλεσθαι στο,
col. 895–896page 444 of 633
PG 146:895τάς δημοτικὰς καὶ τῶν ἐπὶ θανάτῳ καταδικαζομέν επήνεσε Θεοδόσιος· ἐκράτυναν δὲ οἱ καθεξῆς· ἡ νων τὰς τιμωρίας· καὶ γεγραμμένα: μενέτωσαν τὴν ὀρθὴν καὶ ἀτάραχον τῶν λογισμῶν ἐκδεχόμεναι κρίσιν. Τῶν δ' ἡμερῶν τούτων διελθουσῶν, οἷς τοῦτο μέλον, τὰ γεγραμμένα δεικνύτωσαν· ὡς ἂν τοῦ θυμοῦ λήξαντος, καθ' ἑαυτὸν ὁ λογισμός γενόμενος, ἐξετάσει δοίη τὰ ἐγνωσμένα, εἴτ᾿ ἐν δίκῃ εἴτ, εἴτε καὶ ἄδικα· κἂν μὲν παρὰ δίκην, εὐθὺς διαῤῥήξει εἰ δ' αὖ τοὐναντίον, βεβαιώσει μᾶλλον. Καὶ ὁ τῶν ἡμερῶν ἀριθμὸς λυσιτελήσει πρὸς τῷ τὸ συμφέρον μάλιστα διαγνώναι. Εἰκὸς γὰρ εἶναι τὸν ἐν μέσῳ τοῦτον χρόνον, τήν τε βασιλέως μαλάσσειν ὀργὴν, καὶ τοῦ θυμοῦ παρακμάζοντος, ἐλέῳ καὶ φιλανθρωπίᾳ γενέσθαι χώραν.» Ο βασιλεὺς τοίνυν τὴν τοῦ Αείου ἱερέως εἰσήγησιν ἡδέως δεξάμενος, καὶ ἀρί στην εἶναι φήσας, εὐθὺς καὶ τὸν νόμον ἔγραφε· καὶ ἐς τὸ διηνεκὲς τὸ βέβαιον ἔχειν, καὶ τοῖς οἰκείοις δακτύλοις κατησφαλίζετο. Οὗ δὴ γενομένου, καὶ ὁ δεσμὸς διελύετο· δημοσίᾳ πρῶτον τὴν ἁμαρτίαν ἐπ' ἐκκλησίας ὁμολογήσαντος τοῦ κρατοῦντος, ηπίως δ' εὖ μάλα καὶ τὸν ὁρισθέντα τούτῳ εἰς μετά νοιαν χρόνον εἰσδεξαμένου· ἐν ᾧ οἷάγε πενθῶν, τῷ βασιλικῷ οὐκ ἐχρήσατο κόσμῳ. Επειτα τῶν θείων περιβόλων ἀξιωθεὶς, οὐχ ἑστὼς, οὔτε μὴν γόνατα κλίνων, τὸν τῶν ὅλων ἱλέου Δεσπότην· πρηνὴς δ' ἐπ' ἐδάφους ἐῤῥιμμένος, τὴν Δαυϊτικὴν ἐκείνην ἐλεεινώς ἀφῆκε φωνήν· Ἐκολλήθη τῷ ἐδάρει ἡ ψυχή μου ζησόν με κατὰ τὸν λόγον σου. Τίλλων δὲ τὰς τρίχας καὶ τὸ μέτωπον τύπτων, δάκρυσί τε βρέχων τὸ ἔδαφος, καὶ τὴν ἐκεῖθεν ᾔτει συγγνώμην τῷ πταίσματι. Ως δὲ καὶ καιρὸς ἐνέστη καθ᾽ ἂν ἐχρῆν, ὥσπερ ἦν ἔθος τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκεῖν, σύνδακρυς ἐκεῖθεν ἀνεγερθεὶς, τῶν θείων ἀνακτόρων ἐπέβη· καὶ τὰ εἰωθότα δώρα προσενεγκὼν, ἔνδον τῶν ἱερῶν κιγκλίδων ἐγένετο, τῷ ἱερα τείῳ ὅπου δὴ ἐκ παλαιοῦ ἔθος ἦν τοὺς βασιλεῖς ἴστ σθαι, κατ' ἐξοχὴν τοῦ λαοῦ κεχωρισμένους. Ο κα λακείας μᾶλλον ἢ εὐταξίας εἶναι ὑπειληφώς ὁ Αμε βρόσιος, καὶ τὸν βασιλικόν ὡς χρεών τηνικαῦτα τόπον ἐρρύθμιζε, τὸν πρὸ τῶν δρυφάκτων ἤτοι τῶν τοῦ ἱερατείου κιγκλίδων· ὥστε τοῦ μὲν λαοῦ τὴν προεδρίαν τὸν κρατοῦντα ἔχειν, αὐτοῦ δὲ προκαθῆσθαι τοὺς ἱερέας. Ην δὴ καὶ τότε μὲν ὡς ἀρίστην καὶ ἐς δεῦρο ἐξ ἐκείνου φυλάσσεται. Ἐγὼ δὲ καὶ ἅπαξ τοῦ ἔτους εἶδον τοὺς καθ᾿ ἡμᾶς θεοφιλῶς κρι τοῦντας κατὰ τὸν τοῦ μεγάλου Σαββάτου καιρὸν τῷ μεγίστῳ δόμῳ τῆς τοῦ Θεοῦ Σοφίας ἔνδον τῶν ἀδύν των εἰσιόντας, καὶ σταυροειδῶς τὴν θείαν τράπεζαν ἀρώμασι θυμιῶντας καινοῖς, καὶ δῶρα ταύτῃ προς άγοντας. 'Αλλ' ἐπὶ τὸ προκείμενον ίωμεν. Ἐπεὶ
col. 897–898page 445 of 633
PG 146:897γὰρ εἰ ῄει ὁ Θεοδόσιος, ηρέμα, εἴ τινος δέοιτο, ὁ Αμβρόσιος ήρετο. Τοῦ δ' εἰπόντος τὴν τῶν θείων μυστηρίων ἀναμένειν μετάληψιν, ἐδήλου, τῷ τῶν διακόνων πρώτων υπουργῷ χρησάμενος, μηνύων ώς «Τὰ ἔνδον, ὦ βασιλεῦ, μόνοις εἰσὶ τοῖς ἱερεῦσι βατά, τοῖς δὲ ἄλλοις πᾶσιν ἀπρόσψαυστα. Εξιθι τοίνυν, καὶ τοῖς ἄλλοις κοινώνει τῆς στάσεω;. 'Αλουργίς γὰρ βασιλέας οὐχ ἱερέας ποιεῖ.» Καὶ ταῦτα δὲ ὁ θεοειδής δεξάμενος βασιλεὺς, ἀντεδήλου, ὡς «Ού θράσει φερόμενος, ἀλλὰ τῷ ἐν Κωνσταντινουπόλει ἔθει ἑπόμενος, τῶν κιγκλίδων εἴσω γεγένημαι. Εγώ δὲ καὶ τῆσδε χάριν τῆς ἰατρείας χάριτάς σοι ἔχω μεγάλας.» Οὕτω καὶ ὁ βασιλεὺς καὶ ὁ ἀρχιερεὺς ὑπερφυεῖ διέλαμπον ἀρετῇ, ὡς ἐμὲ μὴ ῥᾳδίως ἔχειν ποτέρω τούτων τὸ πρωτεῖον παρέχειν. ᾿Αγαμα: δὲ μάλιστα τοῦ μὲν τὴν παρρησίαν, τοῦ δὲ τὴν περὶ τὰ θεῖα εὐλάβειαν· καὶ τοῦ μὲν τὸν ζῆλον, ἐκείνου δὲ τὸ πρὸς θεὸν ἀκραιφνές. Τούτους δὲ τοὺς νόμους οὓς ἐξ ᾿Αμβροσίου πεπαίδευτο, καὶ ἐς τὴν Κωνσταντίνου ἀνιῶν, ἀκριβῶς διεφύλαττεν. Ἐπεὶ γὰρ κατ κεῖσε ἑορτῆς ἀγομένης εἰς τὸν θεῖον ἀνῆκτο νεών, τὰ δῶρα τῇ μυστική τραπέζῃ προσενεγκών, ὀπίσω χωρῶν, εὐθὺς ἐξελήλυθεν. Τοῦ δ᾽ ἀρχιερέως (Νεο κτάριος δὲ τηνικαῦτα ἦν) δυσχεράναντος, καὶ ὅτου χάριν ὀπίσω ἀνέδραμε, διαμηνύσαντος, ἀχθεσθείς, Μόλις, ἔφη, βασιλέως καὶ ἱερέως ἔγνων τὸ μέσον μόλις εὗρον τῆς ἀληθείας διδάσκαλον. Μόνον γὰρ ἀξίως Αμβρόσιον εἶδον τοῦ ἐπισκοπικοῦ τετυχηκότα ονόματος.» Πόσον ἀγαθόν ἐστιν ἔλεγχος ἀπα Πῆς, ἐγκαίρως παρ' ἀνδρὸς ἀρετῇ καὶ δικαιοσύνῃ διαλάμποντος εἰσφερόμενος; Τῷ δ' ᾿Αμβροσίῳ τούτῳ πολλὰ μὲν καὶ ἄλλα κατώρθωται ιεραρχικῆς ἐνερ γείας επάξια, ἃ τοῖς· ἐκεῖσε τῶν ἐπιχωρίων εἰκὸς ἐγνῶσθαι. Ἐγὼ δὲ καὶ τοῦτο τῶν ἐκείνου πυθόμενος ἄξιον μνήμης δν, τῇ συγγραφῇ καταλέξω. Τῶν ἐν τέλει τις Ελλήνων θρησκείᾳ πεπεδημένος, καθύβριζε τὸν βασιλέα Γρατιανόν, πολλῷ εἶναι τὸν ἐκείνου πατέρα κρείττονα φάσκων. Γράψαμένων δ' ἐκείνου τινῶν, θάνατον ἔσχε τὸ ἐπιτίμιον. Ως δ' ἄγεσθαι τὴν ἐπὶ θάνατον ἔμελλε, σπουδῇ ᾿Αμβρόσιος κατα ελάμβανε τὰ βασίλεια ικεσίαν κινήσων ὑπὲρ αὐτοῦ. Περὶ δὲ θέαν κυνηγεσίων Γρατιανοῦ ἐνασχολουμένου, ἣν ἀνέσεως ἰδίας χάριν οἱ βασιλεῖς πράττειν ειώθα. σιν, οὐδεὶς τῶν ἐπὶ τῶν πυλώνων τεταγμένων τὴν παρουσίαν τοῦ ἐπισκόπου ἐμήνυσε, μὴ εὐθέτου δῆθεν ὄντος καιρού. Ο δ' ὑπεχώρει μὲν ἐκεῖθεν· πρὸς δὲ τῇ πύλῃ γενόμενος ᾖ τοὺς θῆρα: εἰσήγον, καὶ τοῖς κυνηγέταις ἑαυτὸν παραμίξας, λαθὼν εἰσῄει. Καὶ οὐ πρότερον ἐκεῖθεν ἐξῆλθε, πολλὰ Γρατιανοῦ καὶ τῶν περὶ ἐκεῖνον ἀντιβολούντων, ἕως τὴν τῆς κατα δίκης ψῆφον τἀνθρώπῳ διέρρηξε, καὶ ἄλλην ἐξή νεγκε, συγχωροῦσαν τὸ ἔγκλημα τῷ ἀγομένῳ πρὸς θάνατον. Είπερ τις δὲ περὶ τὴν φυλακὴν τῶν ἐκκλησιαστικῶν νόμων σπουδαῖος ἄγαν ἐγένετο ὁ Ἀμβρός σιος, καταστῆσαί τε τοὺς ἐν κύκλῳ καὶ παιδεία θείων νόμων ὑπαγαγεῖν δεξιώτατος. Πλὴν ἐκ πάνυ πολλῶν ὅσα κατορθώσας ὤφθη, τοσάδε μοι ἐνθάδε εἰρήσθω. Ικανὰ γὰρ δεῖξαι, ὅσης η μοίσει διὰ τὴν

Chapter XLIICaput XLII

col. 899–900page 446 of 633
PG 146:899Λ ἐνοῦσαν ἀρετὴν παρρησίας ἔν τε Θεῷ καὶ τοῖς την καῦτα Ῥωμαίων ἄρχουσιν. ΚΕΦΑΛ. ΜΒ. Περὶ τῆς εὐσεβείας καὶ ἀρετῆς Πλακίλλης τῆς βασιλίδος, γαμετῆς Θεοδοσίου τοῦ βασιλέως. Ὁ δὲ βασιλεὺς Θεοδόσιος πλεῖστα ἐνήδετο ταῖς Αμβροσίου παιδείαις τε καὶ νομοθεσίαις. Οὐχ ἥκιστα δὲ καὶ ἡ τῶν αὐτῶν αὐτῷ κοινωνοῦσα γάμων ὠφελείας οὐ σμικρᾶς ὑπόθεσις ἐκείνῳ ἐγένετοι ὁσημέραι γὰρ τῶν θείων νόμων αὐτὸν ἀνεμίμνησας, καλῶς αὐτὴ πρότερον τούτοις ἐκπαιδευθεῖσα· οὐ γὰρ τῇ βασιλικῇ δυναστείᾳ ἐπῆρτο· ἀλλὰ τὸν θεῖον πόθον μᾶλλον ἑαυτῇ ἐθησαύριζεν. Οσῳ γὰρ εὐη γέτητο μείζονα, τοσοῦτον καὶ τὸ φίλτρον περὶ τὴν εὐεργέτην ηύξανε καθεκάστην. Καὶ τοίνυν τῶν κα σοις παντοίαις πεπεδημένων καὶ λελωβημένων τα μέλη πολλὴν καὶ παντοδαπὴν ἐποιεῖτο φροντίδα, αὐτὴ τὰ πάντα καθυπουργοῦσα δι᾿ ἑαυτῆς. ἀφικνεῖτο γὰρ, καὶ ταῖς ἐκείνων καταγωγαῖς οἷς ἔκι στος είχε χρείαν πορίζουσα, καὶ τοὺς τῶν ἐκκλησιῶν ξενώνας περιιοῦσα, τοῖς δεινοῖς ἐπὶ κλινών συνεσχημένους νοσήμασιν ἐθεράπευεν. Οὐ γὰρ με νον τῆς ἐκείνων ήπτετο χύτρας καὶ ζωμοῦ παρε γεύετο, ἀλλὰ καὶ τρυβλίον προσῆγε, καὶ ἄρτον ἐτίθει, καὶ ψωμὸν προσήγε, καὶ ἀπένιζε κύλικα καὶ τἆλλα πάντα δεξιῶς ἔπραττεν ὅσα ἔργα δούλων καὶ θεραπαινίδων εἰσί. Καὶ τοῖς τὴν αὐτουργίαν ἐπέχειν πειρωμένοις ἐπέφερεν, ὡς «Χρεών μὲν τῇ βασιλεία χρυσὸν διανέμειν· ἐγὼ δὲ τὴν δι᾿ ἑαυτῆ; ὑπουργίαν ὑπὲρ αὐτῆς γε τῆς βασιλείας τῷ καθάπαξ δεδωκότι προσφέρω.» Τῷ γε μὴν ἀνδρὶ τοιάδε λέ Ο γειν εἰώθει πυκνῶς·ι ᾿Αεί σε χρὴν γλυκύτατε ἄνερ, λογίζεσθαι, τί μὲν πρότερον ἦσθα, ποὺ δὲ νῦν σε κατέστησεν ὁ τῶν ὅλων Θεός. Εἰ γὰρ τούτων 50 συνεχὴς ἐγγίνοιτο μνεία, οὐ πάντως ἀχαριστήσεις τῷ εὐεργέτῃ· ἀλλὰ κατὰ νόμους Θεοῦ, ἣν ἐκεῖθεν εἰλήψεις, διακυβερνήσεις ἀρχὴν· καὶ δι' αὐτῆς θεραπεύσεις τῷ ταύτην σοι ὡς πιστῷ ἐγχειρίσαντι. Τοιούτοις δὴ λόγοις ἐπᾴδουσα, τὰ ἐνόντα ἐκείνῳ τῶν θείων σπερμάτων ηύξανε, τῷ συνεχεῖ τῶν λέ των ἄρδουσα ρεύματι.
col. 901–902page 447 of 633
PG 146:901ΚΕΦΑΛ. Μ. Περὶ τῆς ἐν ᾿Αντιοχεία γενομένης στάσεως ἐπὶ τῇ ἀτίμῳ καθαιρέσει τῶν ἀνδριάντων· καὶ ὡς διέλυσε τὴν τοῦ βασιλέως ὀργὴν, πρεσβεύσας Φλαβιανὸς ὁ ἐπίσκοπος. Αλλά ξυνέβη γε προτέραν εκείνην του συζύγου θανεῖν· δι' ἣν καί τι ἐπιγενόμενον τὸ περὶ αὐτὴν τοῦ βασιλέως φίλτρον μάλιστα ἔδειξε· καὶ ὅπως ἐκείνην οὐ τοῦ λέχους χάριν, ἀλλὰ τῷ περιόντι τῆς ἀρετῆς μᾶλλον ἐτίμα. Τί δὲ τοῦτο, λέξων ἔρχομαι. Ταῖς συχναῖς μάχαις εἰς ἔνδειαν χρυσοῦ γενόμενος ὁ κρατῶν, εἰσπραξιν τινα ξένην παρὰ τὸ εἰωθὸς ταῖς πόλεσιν ἐπιτέθεικεν. Καὶ οἱ μὲν ἀπανταχοῦ ὑπιτ λεῖς τὸν φόρον, και βίαιος ἦν, εἰσεπράττοντο· ὁ δὲ τῆς Ἀντιόχου δῆμος τὴν καινὴν οὐκ ἤνεγκεν εἰσφορὰν. Τοὺς δ' εἰσπράττοντας ὁρῶν ἄλλω τε πράττου τας, καὶ οὓς μὲν ἀναρτωμένους, ἄλλους δ' ἀπηνώς συρομένους, φρουραίς τε καθειργομένους, εἰς στά σιν ἐχώρες· καὶ πολλὰ μὲν ἔδρασέ τε καὶ εἶπεν & ὄχλος ποιεῖν εἴωθε, πρόφασιν εἰς ἀταξίαν λαβών. Τέλος δὲ καὶ τὴν τῆς βασιλίδος χαλκήν εἰκόνα Πλα κίλλης (τοῦτο γὰρ ἦν αὐτῇ ὄνομα) καθελόντες ἀφρόνως, καὶ σχοίνῳ προσάψαντες, ἐκ ποδὸς εἶλκον, ἐπὶ πολλὰ μέρη τῆς πόλεως σύροντες· καὶ οἷα εἰ κὺς δῆμον μεμηνότα καὶ χαλεπαίνοντα, υβριζόν τε εἰς μέγα ἃ μηδὲ λέγειν χρεών. Ταῦτα δὴ μαθὼν βα σιλεύς, χαλεπῶς ἐνεκόνει τῷ πλήθει· καὶ ὥσπερ εἰκός, τὰ ἐκ παλαιοῦ προσόντα ταύτῃ προνόμια ἀφελόμενος, τῇ γείτονι πόλει ἀπέχαρίζετο. Οὕτω γὰρ ᾤετο σφόδρ᾽ ἀνιάσειν ᾿Αντιοχείς· καὶ γὰρ ἐξ ἀρχαίου ζηλοτύπως ἡ Λαοδίκεια τῇ Αντιόχου καθί στατο. [πείλει δὲ πρὸς τούτῳ τήν τε πόλιν ἐμ πρήξαι, καὶ καταλῦσαι, τὸν ἐνόντα ἐξ ἀρχαίου κόσ σμον, καὶ εἰς κώμην μεταβαλεῖν, καὶ ἄροτρον κατ' αὐτῆς ἐμπῆξαι· καὶ εἰς νοῦν ἔκειτο πολλοὺς τῶν Αντιοχέων διαφθείραι, καὶ σωφρονίσαι μὴ τοῦ λοι ποῦ τοιαῦτα διανοεῖσθαι δράν. Οἱ δ' ἐκεῖσε τῆς ἐξου σίας ἐπειλημμένοι, και τινας συλλαβόντες ἀνεῖλον, διαπραττομένους τὸ τόλμημα, πρὶν ἢ τὸν βασιλέα γνώναι τὸ δράμα. Ὁ δὲ βασιλεὺς ἐκέλευε μὲν καὶ Απείλει γίνεσθαι τὰ δεινά· οὐ μὴν καὶ εἰς ἔργον ἐξέβαινεν· ὁ γὰρ Αμβροσίου νόμος ἐπείχε. Τὸ δὲ πλῆθος τῆς πόλεως καὶ μόνῃ τῇ τῶν δεινῶν φήμη καταπλαγέν, τὴν μανίαν ἀφέντες, μετάμελοι ἦσαν, καὶ ὡς ἐνεστῶτα ὁρῶντες τὰ προσδοκώμενα, βαθύ στένοντες, δακρύων λιβάδας κατέπεμπον· καὶ κατο αντιβόλουν Θεὸν, τὸ ἀγριαῖνον τοῦ θυμοῦ καταστεί καὶ τῷ βασιλεῖ, καὶ τὴν ὀργὴν εἰς μέγα ἀναπτομέ την προῦναι. Πανδήμους δὲ ποιοῦντες λιτάς, μέλη τινὰ ὀλοφυρμοῦ πλήρη καὶ συμπαθείας συνθέμενοι, ταῖς μελωδίαις ἐπῇδον, καὶ τὸν σφῶν ἱερέα τὸν θεῖον Φλαβιανὸν πρέσβυν ὑπὲρ αὐτῶν τῷ κρατοῦντι ἀνέ πέμπον. Ος δὴ καὶ τὴν πρεσβείαν ὑπὲρ τῆς ποίμνης ἀνύων, σφόδρα κατ' αὐτῶν ἀνιωμένου τοῦ βασιλέως, τέχνῃ δή τινι τοὺς νέους μετελθὼν, οἷς ἔνος παρά τὴν βασιλικὴν τράπεζαν ᾄδειν, ἃ μέλη ἐλεεινὰ ἐν ταί, λιταῖς ἦδον Αντιοχείς, ηρέμα ψάλλειν ἐποίει. Ὑφ' ὧν ὁ λόγος τὸν κρατοῦντα διαχυθέντα εἰς οἴκτον μεταβαί εἶν τὴν ὀργήν κρατηθέντα δὲ τῷ ἐλέῳ, τῇ

Chapter XLIIICaput XLIII

col. 903–904page 448 of 633
PG 146:903ἅπασιν ἀκμάζων κατὰ τὴν Αντιόχου καὶ ὁ θεῖος Χρυσόστομος, τοῦ ἱεράρχου ἀποδήμου τῇ πρεσβεία τυγχάνοντος, λόγοις παραμυθίας τὸν δῆμον κατείχε. Πολὺς γὰρ ἦν ταῖς διδασκαλίαις ῥέων. Καὶ ἐν δέει τὸ πλῆθος ὁρῶν, ἅτε δὴ προφάσεως ειλημμένος, πρὸς εὐθυμίαν καὶ ἀρετὴν ἀνηρέθιζεν ηρέμα πως καὶ τὸν ἄνακτα ἐγκωμίοις καταστέφων, ὅσι την νύειν μὲν οἶδεν ὀργήν, οἶκτον δὲ καὶ φιλανθρωπία μάλιστα επεισάγειν. Πολλοὶ δ' εἰσὶν οὖς περὶ τούτου λόγους συνέταξεν, 'Ανδριάντας ἐπιθεὶς αὐτοῖς όνομα. Λόγος γε μὴν ἔχει κατὰ τὴν νύκτα μεθ' ήν ἔμελλεν ἡμέρας γενομένης κινηθῆναι τὴν στάσιν, εἴδωλον ἐν γυναικείῳ ὀφθῆναι σχήματι μετά σιου εἰς ἀέρα θέον, μεγέθει μὲν μέγιστον, δεινὸν δὲ τὴν ὄψιν, ὡς καὶ φόβον ἐμποιεῖν ἱκανόν· ὅ διαέριον ἀνά τὰς ἁγυιὰς τῆς πόλεως τρέχον, μάστιγί τινι δυσήχει τὸν ἀέρα ἐκλόνει. "Ην δ' ὁ ήχος, οἷος ἄν τις εἰς θυ μὲν προσκαλέσαιτο θήρας, περὶ τὰ τοιαῦτα θέαν διαπονούμενος· δι᾽ ὧν ἔδοξεν, ὡς δαίμων τι; ἀνά στωρ ἐξ ἐπιβουλῆς τὴν στάσιν ἠρέθισε. Πολὺς δ᾽ ἂν καὶ φόνο; ἐῤῥύη, εἰ μὴ τάχος ὅσον ὁ βασιλεὺς ᾿Αμβροσίου εἴκων ταῖς παραινέσεσι, διέλυσε τὴν ὀργήν ὡς πλεῖστον αἰδεσθεὶς ὑπὸ τῆς ἄγαν εὐσεβείας, και τὴν ἱερατικὴν ἱκεσίαν Φλαβιανού. πόλει σπείσασθαι δάκρυσι τὸ πόμα ἐγκερασάμενον. Ετυχε γὰρ φιάλην τηνικαῦτα κατέχων. Τότε δ' ἐφ' ανδριάντας, ΚΕΦΑΛ. ΜΔ'. Περὶ Μακεδονίου τοῦ περιβοήτου ἐν μοναχοῖς οἷα βασιλεῖ Θεοδοσίῳ διὰ τῶν οἰκείων ἐμήνυσε στρατηγῶν διὰ τὴν τῶν ἀνδριάντων καθαίρεσιν. Τῶν δ' ἐκ βασιλέως σταλέντων κατὰ τὴν Αντι χου γεγενημένων, ὥστε δίκην λαβεῖν τῆς ὕβρεως ἦν δ᾽ Ελέβηχος ο στρατηγὸς, καὶ Καισάριος, ὁ Γρηγορίου μὲν ἀδελφὸς, ἡγεῖτο δὲ τηνικαῦτα τῶν βασιλείων τὴν μάγιστρον χειρίζων ἀρχὴν· εἰς δέος μὲν πάντες καθίσταντο τὰς ἀπειλάς πεφρικέτες, και ἀνακωχὴν τῇ πρεσβεία ήτουν. Οι γε μὴν τὰ ἄκρα τῶν ὀρέων κατειληφότες, πολλοὶ δὲ τηνικαῦτα ην θουν ἀρετῇ ὑπερφυῶς ἀσκοῦντες, τὰς καλύβας ἀφέντες, ἐπὶ τὴν πόλιν ἧκον. Παραινέσεις δὲ πλεί στας, οὐκ ἐλάττους δὲ καὶ ἱκεσίας προσήγον τοῖ ἀνδράσιν ἐκείνοις· ὧν εἷς, Μακεδόνιος ὄνομα, μη δέν τι τῶν κατὰ τὸν βίον ἐπιστάμενος, καὶ τῶν θείω. δὲ λογίων, ἀλλὰ καὶ γραμμάτων ἀμύητος· εὐχάς γε μὴν νύκτωρ και μεθ᾿ ἡμέραν καθαρὰς τῷ τῶν ὅλων εἰδὶς προσφέρειν Θεῷ, ταῖς ὑπερβολαῖς τῶν ὀρέων δίαιταν ἔχων. Τότε δ' οὖν σὺν τοῖς λοιποῖς κατιών, καὶ μήτε τὴν βασιλικὴν ἀπειλὴν ἐν νῷ θε μενος, ἀλλ' οὐδὲ τῶν ἀπεσταλμένων τὸ δέος, καὶ ἀ μέσην τὴν πόλιν θατέρου τῆς χλανίδος λαβόμενος

Chapter XLIVCaput XLIV

col. 905–906page 449 of 633
PG 146:905καὶ ἄμφω ἀποβαίνειν ἐκέλευεν. Οἱ δὲ βραχύ τι γε ρόντιον βλέποντες, δυστυχῆ ράκια περιβεβλημένον, πρῶτον μὲν ἤχθοντο· ἐπεὶ δέ τινες τὴν ἀρετὴν ἐσή μηναν τοῦ ἀνδρὸς, εὐθὺς τῶν ἵππων καταπηδήσαντας, καὶ τοῖς ποσὶ τοῦ γέροντος ἑαυτοὺς ἐπιῤῥίψαντες, ἀγνοεῖν ὅστις εἴη; διετείνοντο· καὶ συγγνώμης τυχεῖν ἱκέται ἦσαν. Ο δὲ θείας χάριτος πλήρης γενό μενος, τοιαῦτα πρὸς αὐτοὺς ἀνεφθέγξατο· ο Δέομαι τάδε βασιλεῖ ἀντιπεῖν, φίλα τέκνα - Χρεών, βασι λεῦ, ἐκλογίζεσθαι, ὡς οὐ βασιλεὺς μόνος, ἀλλὰ καὶ ἄνθρωπο; εἶ· μὴ τοίνυν πρὸς τὸν τῆς ἀρχῆς ὄγκον ὄρα, ἀλλὰ καὶ πρὸς τὴν φύσιν αὐτήν. "Ανθρωπος γὰρ ὤν, ἀνθρώπων ἄρχειν ετάχθης· οἱ σοὶ ὁμοφυείς καὶ ὁμόδουλοι ὄντες, κατ' εἰκόνα θείαν ἐκ τῆς δη μιουργίας τετίμηνται. Τοίνυν μή οὕτως ἀλογίστῳ θράσει κατὰ τῆς θείας εἰκόνος χωρήσῃς. Τὸν γὰρ τῆς εἰκόνος παροξύνεις Δεσπότην, τοὺς κατ' εἰκόνα ᾑρημένος κολάζειν. Συνιδείν γὰρ ἄμεινον, ὡς σὺ χαλκῆς εἰκόνος χαλεπαίνων τῷ πλήθει, δεινὰ δρᾶ. σαι διανοεῖς. Οσον δ' εἰκὼν ἔμψυχος αψύχου διαφέρει εἰκόνος, τί χρὴ καὶ λέγειν; δῆλον γὰρ τοῖς καὶ μέτριον ειληχόσι τὸν νοῦν. Ἐπὶ δὲ τούτῳ κἀκεῖνο ἐκλογιζέσθω, ὡς ἐκ τοῦ ῥᾴστου ἡμῖν πολλὰς ἐκ χαλκοῦ δημιουργῆσαι εἰκόνας, ἀντὶ μιᾶς ἐκείνης ὴν ἀλογίστῳ θράσει μαινόμενος δήμος διέσπασεν. Εκείνῳ δὲ πάμπαν ἀμήχανον, κἂν εἴ τι δρᾷν ἐθελήσοι, μίαν γοῦν τρίχα τῶν ἀνῃρημένων δημιουργεῖν.» "Α δὴ πρὸς τοῦ σοφοῦ ἐκείνου διαχούσαντες γέροντος, ὡς ἀφελῶς οὕτως εἰρήκει, τῷ βασιλεῖ διαγγέλλουσι· καὶ οὐκ ἐλάχιστα τῇ Φλαβιανού πρεσβεία συνήραντο, ὥστε τοῦ θυμοῦ τῷ βασιλεῖ κατασβέσαι τὴν φλόγα. Καὶ γὰρ ἐς ὕστερον ἀφεὶς τὴν ὀργὴν καὶ τὰς ἀπειλάς, κοινὴν ἀπολογίαν τῷ πλήθει ἔγρα φε, τὸ ἔγκλημα συγχωρῶν· ἐν ᾗ καὶ τῆς ὀργῆς τὴν αἰτίαν ἐδήλωσε. Διεξῄει γὰρ σὺν ἄλλοις καὶ τοῦτο, ὡς «Οὐκ ἐχρῆν, ἐμοῦ· ἴσως ἐξαμαρτόντος, γυναίκα πάσης ἀρετῆς καὶ εὐφημίας ἀξίαν, καὶ ταῦτα μετά τὴν ἐνθένδε ἀπαλλαγὴν, τοσαύτην υποστῆναι τὴν παροινίαν. Εἰ γὰρ ἐχρῆν, κατ᾿ ἐμοῦ τέως ἔδει, φησί, τῷ θυμῷ χρήσασθαι.» Προσετίθει δὲ τῷ τέλει, ὡς καὶ σφόδρα χαλεπῶς διετέθη, τῶν τινας επισήμων τῇ πόλει παρὰ τὴν ἐκείνου γνώμην ἀνῃρῆσθαι ἀκη κοώς. Τοῦτο τέλος ἔσχε καὶ ἡ κατὰ τὴν ᾿Αντιόχου στάσις ἐπιγενομένη τῷ ἀνδριάντι. Καί γε ταύτην διεξῆλθον, ὅσον ώνησεν ὁ Αμβροσίου νόμος, δεικνύς, τήν τε παρρησίαν τοῦ ἀσόφου γέροντος μη συγκαλύψαι τὸν χρόνον πειρώμενος· προσέτι δὲ δεικνύς καὶ τὴν τοῦ βασιλέως περὶ τὰ θεῖα εὐλάβειαν, καὶ τοῦ θείου Φλαβιανοῦ τὴν ποιμαντικήν· ὅπως τῆς ποίμνης ὑπεριστάμενος δεξιῶς τὴν πρεσβείαν με τῆλθε, τὴν ἐκ βασιλέως λύσας ὀργήν. με

Chapter XLVCaput XLV

col. 907–908page 450 of 633
PG 146:907Χαμαιγεφύρας, ΚΕΦΑΛ. ΜΕ. Περί Δονάτου τοῦ ἐπισκόπου Εὐροίας, καὶ Θεοτίμου τοῦ Σκυθῶν ἱεράρχου· καὶ περὶ τῶν θαυ μάτων & ετέλεσαν. Τηνικαῦτα δὲ πολλοὶ ἀπανταχοῦ τῆς οἰκουμένης ἱερατικὴν ἀξίαν ἡμφιεσμένοι διέπρεπον· οἷς Δονάτος ἐκεῖνος Εὐροίας τῆς ἐν Ἠπείρῳ τὴν ἐπισκοπὴν κλη ρωσάμενος· ὃν δὴ πολλὰ τελέσαι θαύματα μαρτυροῦσιν οἱ ἐπιχώριοι, καὶ δὴ καὶ ὅπερ περὶ τὴν ἀναί ρεσιν τοῦ δράκοντος διεπράξατο. Ακει δὲ ὁ δράκων οὗτος παρὰ τὴν λεωφόρον· Χαμαιγεφύραι ὁ τόπος ἐγχωρίως ὠνόμαστο. Οὗτος δὲ οὐ πρόβατα καὶ βόες μόνον ἁρπάζων θοίνην ἑαυτῷ ἐποιεῖτο, ἀλλὰ καὶ ἵππους καὶ ἀνθρώπους παριόντας ἐβόσκετο. Επί δὴ τῷ θηρίῳ τούτῳ Δονᾶτος ήχων, οὐ ξίφος ἢ δόρυ ἢ ἄλλο τι τῶν ἀμυντηρίων ἐπεφέρετο ὅπλον· τὸ σταυρικὸν δὲ σημεῖον εἰς ἀέρα τοῖς δακτύλοις διατυ πώτας, ἀντιπρόσωπον ἔβαλε· τὴν παρουσίαν γὰρ τοῦ ὁσίου αἰσθόμενον, συρίττον μέγα, τὴν κεφαλὴν ἐξανέστησε, καὶ τὸν ὁλκὸν παρεξελίττον τοῦ σώμα τος, ἐπεχείρει καταπιεῖν. Ὁ δὲ πρὸς τῷ σταυρῷ καὶ εἰς τὸ στόμα ἀπέπτυεν. Ὁ δὲ δράκων τὸν σίελον κατὰ τοῦ στόματος εἰσδεξάμενο;, αὐτίκα διέφθαρτο εἰς πολλὰς ἔλικας συστραφείς. Ην δὲ τὸ θηρίον τῶν παρ' Ἰνδοῖς ἱστορουμένων οὐκ ἔλαττον κατά μέγεθος βία γὰρ ὑπὸ ζεύγεσιν ὀκτὼ παρὰ τῶν ἐπιχωρίων ἐξελκυσθέν, εἰς τὸ γειτονοῦν πεδίον πυρὶ παρεδόθη, ὡς ἂν μὴ οὕτως ἐῤῥιμμένος διασαπείς, τὸν ἀέμα λυμανεῖται τῇ μετουσίᾳ, καὶ λοιμώδη νόσον ἐπιτέξοι τοῖς ἐγχωρίοις. Τούτου δὴ τοῦ Δονάτου καὶ τάφον επυθόμην εἶναι ἐκεῖσε ἐπίσημον, εὐχῆς οἶκον όντα, καὶ ἄστυ, εἰς ἐπώνυμον ἐκείνου καλούμενα· ἐν ᾧ γειτονοῦσα πηγή διαφαίνεται, άφθονα προϊεμένη τὰ νάματα, ή πρότερον μὲν οὐκ ἦν, εὐχαῖς δ' ἐκείνου τὸ θεῖον ἀνῆκεν. ῎Ανυδρος μὲν γὰρ ἦν ὁ χῶρος ού τος τὸ ἐξ ἀρχῆς· καὶ οὔτε νοτὶς ἡ λιβὰς ἐκεῖ διε φαίνετο, καί ποτ' ἐξ ὁδοιπορίας των, τοὺς ἀμφ' αὐτὸν ταλαιπωρουμένους ἰδὼν τῇ ἀπορίᾳ τοῦ ὕδατος, εν ξασθαι μὲν τὰ πρῶτα, ἔπειτα λαχῆναι τὴν γῆν τῇ χειρί· καὶ εὐθὺς ῥοαὶ ὑδάτων ἀνέθρωσκον, καὶ ἐς δεῦρο οὐ κατέλιπον ῥέουσαι· καὶ μαρτυροῦσι τάδε, οἱ τὴν Ἰσωρίαν οἰκεῖν ἔλαχον, καθ᾽ ἦν καὶ τὸ πε ράδοξον τοῦτο συνέβη. "Ηκμαζε δ' ἐν Τόμει καὶ τῇ λοιπῇ Σκυθίᾳ κατὰ τὸν χρόνον τοῦτον καὶ Θεότιμος ἐκεῖνος, Σκύθης μὲν καὶ βάρβαρος άνθρωπος, φιλο σοφίᾳ δὲ τῇ ἀρίστῃ τραφείς, τῆς δ' ἐν Σκυθίᾳ πάση; ἐκκλησίας τὴν ἐπιτροπὴν ἔχων· ὃν Οὖννοι οἱ παρά τὸν Ίστρον πάλαι ποτ' οἰκοῦντες, τῆς ἀρετῆς ἀγά μενοι, θεὸν Ῥωμαῖον εἶναι ὠνόμαζον· πολλῶν καὶ γὰρ θεϊκῶν πραγμάτων ἐπ' αὐτῷ πεῖραν ἔσχον. Ἱστόρηται γοῦν, ὡς ὁδεύοντι τὴν ἐνθάδε βάρβαρον γῆν, λῃστάς τινας ὑπαντῆσαι τούτῳ, ἐναντίως ἐπὶ Τόμιν ἐλαύνοντας. Τῶν δ' ἀμφ' αὐτὸν ἐν περιστάσει γενομένων ὡς ἀπολουμένων αὐτίκα, ἀποδὰς τοῦ ἵππου ηύξατο. Οἱ δὲ λῃσταὶ ἐπὶ τῆς αὐτῆς ὁδοῦ διελθόντες, οὔτ᾽ ἐκεῖνον, οὔτε τοὺς περὶ αὐτὸν, ἀλλ οὐδὲ τοὺς ἵππους ἐφ᾽ ὧν ἔποχοι ἦσαν, θεασάμενο:, παρέδραμον. Ἐπεὶ δ᾽ ἐκεῖνοι πλεῖστοι ὄντες ἐπιθέ
col. 909–910page 451 of 633
PG 146:909μενοι τοῖς Σκύθαις κακῶς ἔπραττον· φύσει γὰρ ἦσαν θηριώδεις καὶ βάρβαροι· τέχνῃ δή τινι ἐκ τοῦ ἄγαν ἀγρίου εἰς ἡμερότητα καθίστα, ἑστιῶν τε καὶ δώροις φιλοφρονούμενος, καὶ λόγοις ἐπιεικέσι τὸ θηριώδες ἐκείνων εκμειλισσόμενος. Καὶ δή τις ἐκείνων οἷς ἔπραττεν, εὔπορον εἶναι ὑπολαβών, ἐπίβουλος ἐκείνῳ καθίστατο, καὶ ἐλεῖν τὸν ὅσιον ἐπειρᾶτο. Βρέχον δὲ παρασκευάσας, ἐπεὶ, ὡς εἰώθει, ἐρειδόμενος ἀσπίδι τοῖς ἐναντίοις Θεότιμος διελέγετο, ἀνασχὼν ἐκεῖνος τὴν χεῖρα, ἀκοντίζειν τὸ σχοινίον ἔμελλεν· ὡς πρὸς ἑαυτῷ καὶ τὸ σύμπνουν ἐκείνῳ ἐλκύσων φύλον. Αμα δὲ τῇ ἐπιχειρήσει καὶ ἡ χεὶρ οὕτω εἰς ἀέρα εκτεταμένη διέμεινε· καὶ οὐ πρότερον τῶν ἀοράτων ἀφείθη δεσμῶν, ἕως οὗ Θεό. τιμον λιπαρῆσαι τὸ Θεῖον, πλεῖστα τῶν ἄλλων ἔχε τευσάντων βαρβάρων. Λόγος γε μὴν ἔχει κομήτην ἐξ ἀρχῆς ὄντα, ἀφ' οὗ τῷ φιλοσοφεῖν ἐπέβαλεν, οὕτω διαμεῖναι καὶ ἐς τέλος· εἶναι δὲ καὶ τὴν ἄλλην δίαιταν αὐτῷ λιτὴν πάνυ. Τροφῆς δὲ οὐχ ἵνα ᾔδει καιρόν· διάφορος δ' ἦν· ὡρίζετο γὰρ τοῦτον, ὁπό ταν πεινοῖδιψοι. Καὶ γὰρ ταῖς ἀληθείαις καὶ τοῦτο φιλόσοφον ἦν, τούτοις μὴ πρὸς βαστώνην, ἀλλὰ πρὸς χρείαν είχειν. ΚΕΦΑΛ. ΜΕ'. Περὶ τοῦ ἁγίου Ἐπιφανίου τοῦ ἐπισκόπου Κύ πρου, οἷος ἦν· καὶ περὶ τῶν παραδόξων έργων ( αὐτοῦ. Ἐν τούτῳ δὲ ἦνθει καὶ Ἐπιφάνιος ὁ τὴν Κύπρον ιερατεύειν λαχών· δν οὐ μόνον ζῶντα ἐπίσημον εἰς ἄκρον ἐποίει ἡ βιοτή, ἀλλὰ καὶ Θεὸς τιμῶν τὸν ἄν δρα, παραδόξων ἔργων αὐτουργὸν ἐδείκνυ, καὶ ἔτι περιόντα καὶ τελευτήσαντα. Καὶ γὰρ λόγος, 8 μή περιόντι ὑπῆρξεν, ἀποθανόντι γενέσθαι. Πολλούς γὰρ δαιμονῶντας, παρὰ τὸν τάφον ιόντας, ἀπαλλάτο τεσθαι τῆς μάστιγος· καὶ ἰάσεις ἄλλας καὶ ἐς δεῦρο δὴ πράττεσθαι. Πολλὰ δὲ καὶ ζῶντι τούτῳ πρᾶξαι ἀνατιθέασιν οἱ ἐγχώριοι. Ἐγὼ δὲ τὸ εἰς ἐμὲ ἦκον ἐκδιηγήσομαι. "Ην μὲν γὰρ μεταδοτικὸς λίαν, ἣν τις ἐδεῖτο πένης, ἢ ναυαγίω, ἢ ἀλλοτρόπως δυστυχήσας ὡς δὲ τὴν οἰκείαν οὐσίαν πάλαι ἀνάλωσεν ἐν τοιού τοῖς (πόση γὰρ ἂν καὶ ἦν;) τοῖς τῆς ἐκκλησίας χρή μασιν ἀπεχρήτο, καὶ εἰς δέον, τὸ τοῦ λόγου, ἐσπάθα. Πολλὰ δὲ ἦταν ταύτῃ τὰ χρήματα· οἷς γὰρ μέλου θεοφιλῶς ἀναλίσκειν, καὶ ζῶντες καὶ τῶν ὧδε ἀπαί ροντες, τῇ κατ' αὐτὸν ἐκκλησίᾳ πλεῖστα παρείχον. Καὶ γὰρ ἐν ἐλπίσιν ἦσαν χρηταῖς, ὡς λίαν οἰκονομικὸς καὶ θεοφιλής ὧν ὁ ἀνήρ, κατὰ γνώμην αὐτοῖς διαθήσει τὰ δεδομένα. Καί ποτε μετρίων καταστάντ των τῶν χρημάτων τῇ συχνῇ μεταδόσει, χαλεπήναι τὸν αὐτὰ διανέμοντα, καὶ ἐπιμέμψασθαι ὡς ἄγαν εἴη δαπανηρός· ἐκεῖνον δὲ μηδ' οὕτω τι καθυφεῖναι, φιλοτίμως ἐπιχορηγοῦντα τοῖς ἐνδεέσιν. Ἐπεὶ δ᾽ ἅπαν ἤδη τὸ χρυσίον ἀνάλωτο, προσιών τις τῷ δω

Chapter XLVICaput XLVI

col. 911–912page 452 of 633
PG 146:911ματίῳ οὗ διῆγεν ὁ οἰκονόμος, μέγα τι καὶ ὑπερφυές βαλάντιον πολλῷ χρυσίου δικῷ βαρυνόμενον ἀνὰ χεῖρας βαλών, ἀπιών ᾤχετο, μήτε τίς ὁ δοὺς ἢ καὶ ὁ πεπομφώ; δῆλον πεποιηκώς. Καί γε παράδοξον λίαν ἐδόκει, ἐπιδόσει τοσούτων χρημάτων ἄγνωστον ἑαυτὸν ὅστις ἦν ὁ δούς, καταστῆσαι. Εἰς νοῦν δὲ θέμενοι, θειοτέραν εἶναι τὴν πρᾶξιν συνέβαλον παντες. Τοῦτο μὲν δὴ τοιοῦτον· ἕτερον δὲ αὐτοῦ πυνθάνομαι, ἐπίσης μὲν Γρηγορίῳ ἔχον, ὃς πάλαι τὴν ἐκκλησίαν ἐπετρόπευε τῆς κατὰ Πόντον Νέο και σαρείας. Οὐ μήν γε παρὰ τοῦτο ἀπιστεῖν δίκαιον, καὶ Ἐπιφανίῳ τὰ ἴτα διαπεπράχθαι· ἐπεί τοί γε οὐδὲ Πέτρος μόνον ὁ τῶν ἀποστόλων κορυφαῖος, νε κρὸν ἀνίστα· ἀλλὰ καὶ Ἰωάννης κατὰ τὴν Ἔφεσον, καὶ ἀλλαχοῦ ἕτεροι· οὐ μὴν δὲ ἀλλὰ καὶ αἱ θυγατέρες Φιλίππου κατὰ τὴν Ἱεράπολιν. Τὰ δ᾽ αὐτὰ πολλάκις οἷα εἰκὸς ἐξειργάσθαι συνέβη παρά τε τῶν πάλοι καὶ νῦν θεοφιλῶν ἀνδρῶν. Ο δὲ λέγειν ἡ ἱστορία ὥρμηται, τοιόνδε ἐστί· Ποτὲ παριόντα τὸν ἱερὸν τουτονὶ Ἐπιφάνιον δύο τινὲς ἐπιτηρήσαντες ἐνέδιοι πένητες, καὶ λογισάμενοι μεῖζόν τι ἐξ ἐκείνου λα βεῖν, ὁ μὲν ἐπ' ἐδάφους ἀπλωθεὶς ἔκειτο, συστείλας τὸ ἆσθμα οἷα δῆθεν νεκρός· ὁ δ᾽ οἷα συνήθης όλου φυρόμενος ἔκλαις· καὶ ἐσχηματίζετο τὸ μηδ' εὐπό ρως ἔχειν θάπτειν αὐτὸν, τῆς ἐνδείας καταμεμφόμενος. Ο δ' Επιφάνιος παριών οὐδὲν μὲν ἔλεγε, μόνην δ᾽ ἀνάπαυσιν τῷ κειμένῳ ἐπηύχετο. Βραχύ δέ το πρὸς κηδείαν δούς, ο Επιμελοῦ τοῦ κειμένου, ο τῷ δακρύοντι ἔφη· καὶ παῦσαι κλαίων ποτέ· οὐ γὰρ νῦν ἀναστήσεται. Τὸ δὲ κοινόν τε καὶ ἀπαραίτητον δυσχεραίνειν ἐπὶ τῷ δράματ: ἐπειπών, ὀπίσω ἀν καὶ ἀποκείμενον ἐξ ἀνάγκης τέλος, χρεὼν καὶ σὲ φέρειν γενναίως, ο Ταῦτ᾽ εἰπὼν Ἐπιφάνιος, πιο ρῆλθε τὴν σφετέραν διανύων οδόν. ὡς δὲ οὐδεὶς ἕτερος κατὰ τὴν ὁδὸν διεφαίνετο; ὁ ἑστώς τε καὶ ὀδυρόμενος αἴσθησιν δῆθεν τῷ κειμένῳ ἐδίδον ἐγεί ρεσθαι. Ἐπῄνει δὲ ἅμα τῇ κινήσει, ὡς σοφῶς μάλα ἐσχηματίσατο τὸν νεκρόν· και, ο Αγε δή, ἔλεγεν, ἐξεγείρου· καὶ τόγε νῦν τῇ σῇ ἐντρυφήσωμεν σου φιστείᾳ.» Επεὶ δ᾽ ἐκεῖνος οὐδὲν μᾶλλον οὔτε λέ γοντος ήκουεν, οὔτε πᾶσι τρόποις παρέχοντος αίσθησ σιν τὸ ζῶν εἶναι ὑπέφαινε, σπουδῇ τὸν ἱερέα ἐδίωκε καὶ φθάσας, τὴν ἐξ ἐνδείας σφῶν μηχανὴν κατεμήνυε· καὶ ταῖς ἀληθείαις κλαίων καὶ ὀδυρόμενο;, ἀνιστῶν τὸν ἑταῖρον κατελιπάρει. Ἐκεῖνος δὲ μὴ πεμπεν· ἀναλύειν γὰρ τὸ γεγονὸς Θεὸς οὐκ ἠβούλετο πιστώσασθαι ἅπαντας ᾑρημένος, ως γε οἴομαι, ὡς αὐτόν γ' ἐκεῖνον Θεὸν πάνθ᾽ ὁρῶντα καὶ ἀκούοντα ἀπατῶσιν, ὅσοι δὴ τοιαῦτα ὁρᾷν ἐπὶ τοῖς αὐτοῦ θεράπουσι τόλμη προάγονται, καὶ σφᾶς αὐτοὺς μᾶλλον ἐξαπατῶντες λελήθασιν. Ἐν πλοίῳ δὲ θανεῖν ἔγνων τὸν Ἐπιφάνιον· ἄν οἱ περὶ αὐτὸν μέλιτι ἐμβαλόντες, ἵνα μή τι ἀηδὲς ἴσως πάθῃ, κατὰ τὴν Κύπρον διέ σωσαν. Καὶ τὰ μὲν περὶ Ἐπιφανίου τοσαῦτα ἐκ πάνυ πολλῶν ὀλίγα διηγησάμην.
col. 913–914page 453 of 633
PG 146:913ΚΕΦΑΛ. ΜΖ. Περὶ 'Ακακίου τοῦ Βεῤῥοίας, καὶ Ζήνωνος καὶ Αίαντος, ἁγίων ἐπισκόπων. Ανὰ δὲ τὴν τῆς Συρίας Βέρροιαν καὶ ὁ πολύς *Ακάκιος τῇ ἱερωσύνῃ διέπρεπεν, ἐξ ἔτι νέου πάνυ ἀκριβῶς κατὰ μοναχοὺς ἀσκηθείς· ᾧ πολλὰ μὲν καὶ ἄλλα κατώρθωτο· μέγιστον δ' ἀρετῆς τεκμήριον ἔδωκεν, ὅτιπερ τὸν ἀεὶ χρόνον καὶ ὕπνῳ καὶ λοιποῖς τὸ τῆς ἐπισκοπῆς αὐτῷ καταγώγιον ἀνεῳγμένον ἐτύγχανεν ὅν· ὥστ᾽ ἀδεῶς αὐτὸν ὁρᾷν πάντας ξένους τε καὶ ἐπιχωρίους· δ καὶ ὑπερφυῶς ἐγὼ μάλισταδιὰ θαύματος τίθεμαι· ἡ γὰρ ἐδείκνυ οὕτω βιώναι ὡς ἀεὶ πεποιθὼς εἶναι, ἢ τοῦτο ἐπινοῆσαι λογίζομαι, τὸ εἰς κακίαν τῆς φύσεως ἕτοιμον παραιτούμενος ἀεὶ γὰρ φωραθήσεσθαι προσδόκιμος ὢν ὑπὸ τῶν ἐξαπίνης εἰσιόντων τῇ πυκνῇ φυλακῇ, μηδ' εἰ βού λοιτο, ἁμαρτάνειν ἔχειν, ἀλλ' ἐν σπουδῇ ἀεὶ καθεστά να'. Ἐν δὲ τῷ τότε καὶ δύο τινὲς ἀδελφοὶ ἐπισήμω ἦσαν· οὐκ ἐν μοναγρίοις ἐπιβαλόντες τῷ φιλοσοφεῖν, ἀλλ' ἐν τῷ παραλίῳ τῆς Γάζης, ᾧ Μαιουμα; ὄνομα. Ζήνων δὲ καὶ Αἴας οἱ κασίγνη τοι ὠνομάζοντο. Πιστοὶ δὲ περὶ τὸ καλῶς θρησκεύειν ἐγένοντο· καὶ πολλάκις ὑπὸ τῶν Ἑλληνιστῶν οἷα Θεὸν τὸν Χριστὸν ὁμολογοῦντες, ἀπηνῶς κατεξάνθησαν. Αίας μὲν οὖν ωραία γυναικὶ συζυγείς, ἐς τρίτων αὐτῇ συνεγένετο, παρ' ὅσον ταύτῃ συνῴκει χρόνον· καὶ τρεῖς παῖδας ἐντεῦθεν γεννῆσαι λέγεται· τοῦ λοιποῦ δὲ τῇ γαμετή ἀποτάξασθαι τοιαύτης ἕνεκα συνουσίας· μοναχικήν δ' ἐπιλέξασθαι βιοτήν· ἐφελκύσαι δὲ καὶ τοὺς δύο παῖδας καὶ πεῖσαι μὴ γῆμαι, ἀλλ᾽ ἐπὶ τὰ θεῖα τὴν σπουδὴν μεταθεῖναι· τὸν δὲ τρίτον συνοικεῖν γυ ναικὶ ἐλέσθαι. Λίαν δὲ σωφρόνως καὶ εὐδοκίμως τῆς τοῦ Βιτωλίου ἐκκλησίας ὁ Αἴας προέστη. Ο δὲ Ζή νων ἐκ νέου βίον καὶ συνάφειαν γυναικός παρωσάμενος, πολὺς περὶ τὸ ὑπηρετεῖν ἐγένετο τῷ Θεῷ· ἐπε τρόπευσε δὲ καὶ τὴν τοῦ Μαιουμᾶ ἐκκλησίαν. Γηραλέος δὲ ἤδη γενόμενος, ὡς καὶ εἰ; ἑκατὸν ἔτη παρελάσαι, μηδεπώποτ' ἀπολειφθῆναι ἡ κατόπιν ἐλθεῖν τῆς ἀρχῆς τῶν νενομισμένων ὕμνων Θεῷ, ἐθνῶν φημι καὶ Εσπερινῶν, καὶ τῆς ἄλλης λειτουργίας αὐτοῦ, εἰ μή γε νόσος μεγάλη προσβαλοῦσα ἐπέδησε. Μοναστικῇ δὲ φιλοσοφῶν βιοτῇ, ἀεὶ ἐν ἐστῷ μονήρει λινοῦν 59 αινεν ἔσθημα· ἐξ ὧν τὰ πρὸς ζωὴν ἐρανιζόμενος ἐπιτήδεια, καὶ τοῖς ἐνδεέσι τὸ ἀρκοῦν ἐχορήγει. καὶ ἄχρις οὗ ἐτελεύτα, οὐκ ἀνῆκε τὴν οἰκείαν ἐργασία» διέπων, καίπερ ἀρχαιότητι τῶν ἀνὰ τὸ ἔθνος ἱερέων πρωτεύων, καὶ μεγίστης ἐκκλησίας προεστὼς ἐπί τε πλούτῳ καὶ πλήθει ἀνδρῶν. Πολλοὶ δὲ καὶ ἄλλοι οὐχ ἱερατικῶς μόνον ζῶντες, ἀλλὰ καὶ ἄλλως ἐν τοῖς δρεσι διαιτώμενοι τηνικαῦτα θεοφιλεῖς ἐγνωρίζοντο ἄνδρες· ὧν κατὰ μέρος τὰ κατορθώματα διηγείσθαι εἰς πολὺ ἄν τι μῆκος τὴν ἱστορίαν ἐκτείνωμεν· ἐν εἰς ἅπασιν οἷά τις περιφανής ἀστὴρ διέλαμπεν ὁ προ βραχέος ῥηθεὶς ἡμῖν Αρσένιος. Ολίγων δ' ἐμνή σθην εἰς ἀπόδειξιν τῶν τότε ἱερᾶσθαι λαχόντων· Ερ γον γὰρ πάντας ἐκδιηγεῖσθαι, ἐπεὶ οἱ πλείους καλοί

Chapter XLVIII, XLIXCaput XLVIII, XLIX

col. 915–916page 454 of 633
Caput XLVII
PG 146:915τε καὶ ἀγαθοὶ ἐγένοντο. Ἐπεμαρτύρει δὲ καὶ τὸ θεῖον ταῖς πολιτείαις αὐτῶν· δεομένων γὰρ ἤχους, καὶ ξένα τεράστια δι' αὐτῶν ἔπραττεν· ὑφ᾽ ὧν δ καὶ ἡ καθόλου Εκκλησία αγομένη, καὶ λαός το καὶ κλῆρος πρὸς τὸν ἴσον ἐκείνοις τῆς ἀρετῆς ζῆλον ἀνηρεθίζοντο. ΚΕΦΑΛ. ΜΗ. Περὶ τῆς εὑρέσεως τῶν λειψάνων Αββακούμ καὶ Μιχαίου τῶν παλαιῶν προφητών. Οὐκ ἐν τούτοις δὲ μόνοις ἡ θρησκεία ἐπεδίδου εἰς μείζον, ἀλλ' ἐγέραιρον ταύτην, καὶ ὡς εἰκὸς εὖ μάλα ἐσέμνυνον, καὶ λείψανα τῶν πάλαι περιφανών προ φητῶν κατὰ τοῦτον τὸν χρόνον ἀναφαινόμενα. Αμε βακούμ γὰρ πρότερον, ἔπειτα δὲ καὶ Μιχαίας τῆς γῆς ἀνεδίδοτο, καὶ ἡ περιβόητος μετὰ τούτους τοῦ Βαπτιστοῦ κεφαλή. Αμβακούμ μὲν οὖν καὶ Μιχαία τὰ λείψανα, ὄψις θεία, ὡς γ᾽ ἐπυθόμην, ὀνείρατος, Ζεβένῳ ὑπέφαινε, τηνικαῦτα τὴν Ἐλευθεροπολιτῶν ἐκκλησίαν ἐπιτροπεύοντι. Κελὰ δὲ, καὶ πρὸ τούτου δὴ τοῦ ὀνόματος, Κεϊλὰ ὠνόμαστο ἡ Ἐλευθερόπολις, καθ᾽ ἦν ὁ ᾿Αμβακούμ εὑρέθη. Εκεῖθεν δὲ ὡσεὶ στάδια δέκα τῆς πόλεως διεστὼς, χῶμός τίς ἐστι Βηραθπα σία καλούμενος, ἐν ᾧ ὁ Μιχαίου τάφος εἶναι ἐλέγετο. Οἱ δὲ πιστοὶ τοῦτ' ἀγνοοῦντες, τοῖς ἐπιχωρίοις ἐπίσ της ὠνόμαζον, Νεφσαμεεμανὰ πατρίῳ φωνῇ τὸ μνῆμα καλοῦντες. Αλλ' ἑαυτοὺς οἱ προφῆται έναρ Ζεβένῳ ἐπιφανέντες, ὡς εἴρηται, οἵτινες εἶεν, ἐμή φυσαν. ΚΕΦΑΛ. ΜΘ'. Περὶ τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ ἁγίου Ιωάννου τοῦ Προδρόμου και Βαπτιστοῦ. ᾿Αλλὰ καὶ θαυμαστὴ καὶ περιβόητος τοῦ Βαπτιστοῦ κεφαλὴ ἐπὶ τῆς παρούσης εὑρεθεῖσα ἡγεμονίας εἰς τὴν Κωνσταντίνου περιφανεστάτην πόλιν ἀνεκομίσθη. Η γὰρ Ηρωδιὰς καὶ ἔτι τὸν ἔλεγχον δειλιῶσα τοῦ Βαπτιστοῦ, κατὰ τὸ Ηρώδου ἀνάκτορον, ἀφανεῖ τινι τόπῳ ταύτην κατέκρυπτεν· ἦν τινες έψει θειοτέρα μοναχοὶ τῆς Μακεδονίου αἱρέσεως εὑρηκότες, πρώτα η μὲν ἐν Ἱεροσολύμοις διέτριβον· εἶτ᾽ ἐκεῖθεν εἰς Κίν λικας μετεχώρουν. Ἐκεῖσε δ᾽ οὖν αὐτὴν φωράσας Μαρδόνιος, ὃς πρῶτος τῶν βασιλικῶν εὐνούχων ἦν, Ουάλεντι ἐδήλου την εύρεσιν. Ο δ' εἰς Κωνσταντινούπολιν ἄγειν ἐκέλευε· καί τινες πεμφθέντες, λαμπρα προπομπῇ ἐν βασιλικοῖς ὀχήμασιν ἦγον. ὡς δὲ περὶ τὸ Παντείχιν ἤδη ἐγένοντο, μικρὸν δὲ τοῦτο ἄστυ, οὐ πάνυ πολλωτέρω της Χαλκηδόνος κείμενον, περαιτέρω βαίνειν αἱ πρὸς τοῦτο τεταμέναι ἡμίονοι οὐχ ἠβούλοντο, καὶ ταῦτα τῶν ὑπηρετουμένων πλεῖστα διαπειλουμένων, καὶ τοῦ ἡνιόχου χαλεπαίνοντος, καὶ σφοδροτέρα χρωμένου τῇ μαστίγι, καὶ πυκνῷ τῷ Της βασιλικής οικία, μείζων,
col. 917–918page 455 of 633
PG 146:917κέντρῳ διερεθίζοντος. Ως δὲ μηδὲν ἀνύοντες ἦσαν, ξένον τι δηλοῦν τὸ θεῖον ἐδόκει οὐ τοῖς ἄγουσι καὶ θεωμένοις μόνον, ἀλλὰ καὶ αὑτῷ βασιλεῖ. Καὶ δόξαν οὕτως, ἀπέθεντο τὸν ἱερὸν τουτονὶ θησαυρὸν ἔν τινι χώμῃ γειτονούσῃ· τοῦ Κοσιλάου ταύτην ἐγχώριος ἐγκάλει φωνή· τοῦ δὲ Μαρδονίου τὸ κτῆμα ἦν. Κατά δὲ τοῦτον τὸν χρόνον, ἢ τοῦ Θεοῦ, ἡ καὶ αὐτοῦ τοῦ προφήτου κινήσαντος, τῇ κώμῃ ταύτῃ ὁ βασιλεὺς ἐφίσταται Θεοδόσιος. Εἰς νοῦν δὲ θέμενος τὴν κάραν ἐκεῖθεν λαβεῖν, ἀντέσχε μόνη Ματρώνα ή παρθένα; εἶτα καὶ ἀφιερωμένη θεῷ, τῇ θείᾳ εἴπετο τοῦ Βαπτιστοῦ κεφαλῇ, διακονοῦσα τὰ ἐπιτήδεια τῇ ὁδῷ, καὶ φύλαξ καθισταμένη ἣν δὴ γενναίως ἀνθισταμένην, οὐκ ᾤετο δεῖν οὕτω βιάσασθαι. Ικεσίαν δὲ προς άγων, συγχωρεῖν ἐδεῖτο· μόλις δὲ ἐνεδίδου ἐκείνῃ ἀνήνυτα καὶ τοῦτον οἰομένη ἐπιχειρεῖν, καθά καὶ Ουάλεντι συνέβη συμβάλλουσα. Ὁ δὲ τὴν θήκην ἐν ᾗ ἱερὰ κατέκειτο κεφαλή, τῇ ἁλουργίδι περιελίξας, αὐτὸς ἀνὰ χεῖρας διετέλες βαστάζων, ἄχρι δὴ πρὸ τῆς Κωνσταντίνου τῷ λεγομένῳ Εβδόμῳ ταύτην κατέθετο· ὅπου δε διαφερόντως σεμνύνων τον βαπτιστὴν, καὶ νεών μέγιστον καὶ κάλλει κάλλιστον ἀγρ γείρει. Πολλὰ δὲ καὶ πολλάκι; Ματρώναν μετελθών, καὶ ὑπεσχημένος κεχαρισμένα, μεταθείναι την δόξαν ἥκιστα ἔπειθεν· ἦν γὰρ νοσοῦντα τὰ τῆς Μακεδονίου αἱρέσεως· καίπερ Βικεντίου, ός πρεσβύτερος ἦν τὰ ἴσα φρονῶν, καὶ τὰ περὶ τὴν θήκην ἐπίσης αὐτῇ τῷ Βαπτιστῇ πράττων, καὶ διὰ ταύτην ἱερωμένος, εύ Οὺς μεταβαλόντος, καὶ τῇ καθόλου προσχωρήσαντος Ἐκκλησίᾳ, καὶ ταῦτ᾽ ἀσώματος θεμένου, ως φασι Η κεδονιανοί, μήποτε τὴν οἰκείαν δόξαν ἀπώσασθαι, μετέθετο δὲ ἐρίσας οὕτως· εἴπερ ἔλοιτο ὁ Βαπτιστής ἀκολουθῆσαι τῷ βασιλεῖ, καὶ αὐτὸν τὴν θρησκείαν ἀποθέσθαι, καὶ αὐτῷ κοινωνεῖν τοῦ λοιποῦ μηδέν τι διαφερόμενον. Βικέντιος δ' οὗτος Πέρσης μὲν ἦν τὸ γένος· Κωνσταντίου δὲ βασιλεύοντος ἐν Περσίδι διωγμοῦ γενομένου, φυγὰς καὶ αὐτὸς σύναμα Αδδα τῷ ἀνεψιῷ, τῇ Ῥωμαίων γῇ προσφατα, Αλλ' ὁ μὲν τῷ κλήρῳ καταλεγείς, καὶ εἰς πρεσβυτέρου προῆλθεν ἀξίαν, 'Αδδᾶς δὲ γυναικὶ συναφθείς, τῇ ἐκκλησίᾳ πολύ τι όφελος ἐγεγόνει· παῖδα γὰρ ἐγέννησεν Αυξέντιον ὄνομα, πιστὸν μὲν εἰς τὰ θεῖα, σπουδαίων δὲ περὶ φίλους· βίου δὲ σώφρονος ἡμμένον καὶ ἐμ μελοῦς· φιλολόγον δὲ μάλιστα, ίδριν τε τῶν ἐν Ελ λησι καὶ τῶν παρὰ τοῖς ἐκκλησιαστικος συγγραφεῦσιν ἑρμηνευθέντων μέτριον δὲ ἄλλως· καὶ ταῦτα βασιλεῖ τε ἐπιτήδειον καὶ τοῖς ὅσοι περὶ αὐτόν· καὶ λαμπρῶς στρατηγήσαντα. Οὗ καὶ λόγος πολύς παρά τε τοῖς ἀρίστοις τῶν μοναχῶν, καὶ τῶν ὅσοι σπου δαῖοι άνδρες οι πεῖραν ἔσχον τἀνδρός Ματρώνα δὲ διὰ βίου τῇ Κοσιλάου κώμη παρήδρευε, σεμνώς το καὶ ἱεροπρεπῶς διαζῶσα μετὰ λαμπρᾶς καὶ μάλα σώφρονος βιοτῆς, καὶ πολλῶν παρθένων ἡγήσατο ὧν ἡ διαδοχὴ καὶ ἐπιπολὺ τοῦ χρόνου διήρκεσε, τῆς Ματρώνης παιδείας ἦθός τε ἄξιον καὶ περιφανῆ τὴν φήμην κληρωσαμένων. Τοσαῦτα καὶ περὶ τούτων· 2 δῆτα καὶ ἱκανά γε οἶμαι πρὸς δόξαν τῆς ἡμετέρας

Chapter LCaput L

col. 919–920page 456 of 633
PG 146:919μεν. θρησκείας κἂν τῇ Θεοδοσίου ἡγεμονία συνέδρα ΚΕΦΑΛ. Ν. Περὶ τῆς τελευτῆς τοῦ ἐν βασιλεῦσιν ἀοιδίμου Θεοδοσίου τοῦ μεγάλου. Θεοδόσιος δὲ μετὰ τὴν Εὐγενίου καθαίρεσιν ἐπὶ τῆς Ἰταλία; διάγων ἐς Μεδιόλανον, καὶ τὰ τῆς Ἑσπ ρας ὡς χρεών καθιστῶν, ἀρρώστως διετέθη τῷ τοῦ ὑδέρου νοσήματι κρατηθείς· εἰς νοῦν τε ἔχων τὴν τοῦ μοναχοῦ Ἰωάννου πρόρρησιν, ὅσον οὔπω έχειν τὴν τελευτὴν προσεδόκα. Εν μεγίστῃ δὲ φροντίδι μᾶλλον τῆς τελευτῆς καθίστατο περὶ τῶν κοινῶν, Η αναπολῶν ὅσα κακὰ ἐπεισρέει τοῖς ὑπηκόοις, βασι. λέως ἐκποδών γενομένου. Οσον τοίνυν τάχος τόν υἱὸν Ονώριον ἐκ τῆς Κωνσταντίνου μετεκαλείτο τοῖς εσπερίοις μέρεσι καταστῆσαι βασιλέα βουλόμενος ἐν ἰδὼν παραγενόμενον, ῥᾷον ἔσχε, καὶ ἐπὶ θέαν ὑπο ποδρομίας ἐπινικίου προῆλθεν. Ερβωμένος δὲ ὧν πρὸ ἀρίστου, ἔπειτα διετέθη πονήρως ἐξάπινα· καὶ μὴ ἰσχύων τὴν θέαν τελεῖν, ἐκέλευε τῷ παιδὶ περα! νειν τὸ ἔθος· καὶ τῇ ἐχομένῃ νυκτὶ τὸν βίον μετήλλαξεν ἑπτακαιδεκάτῃ Ἰανουαρίου μηνός, ἀείμνηστον κλέος καταλιπών, καὶ εἰς ὑψηλοὺς τοῦ βίου καταλήξας τέρμονας. Επί τε γὰρ νίκαις λαμπραῖς καὶ με ναρχος Ρωμαίων γενόμενος, ἑαυτόν τε ἐπιδὼν δυοῖν βασιλέοιν πατέρα, καὶ ἀστασίαστον αὐτοῖς τὴν ἀρχὴν καταλελοιπώς, εὐδαιμόνως τε ἐπὶ τῆς ἑαυτοῦ κλίνης τὸν βίον ἀφεὶς, τῆς πρὸς Θεὸν οἶμαι πίστεως καὶ τοῦ θερμοῦ κατὰ τῶν εἰδώλων ζήλου τοῦτο γέρας ἐξε νεγκών. Διεβίω δὲ τὰ πάντα τῆς ζωῆς ἔτη ἐξήκοντα σὺν μησὶν ὀκτών ὧν τὰ ἐξκαίδεκα ἥμισυ τῇ τῶν Ῥωμαίων ἀρχῇ διετέλεσε. Περιέχει δὲ καὶ ἡ παρ οῦσα δωδεκάτη μοι τῶν ἱστοριῶν χρόνον ἐτῶν ὀκτω καίδεκα· ἐπηνίκα κόσμου μὲν ἔτος επθ'· ἀπὸ δὲ τῆς θείας τοῦ Κυρίου γεννήσεως τέταρτον καὶ τετραχο σιαστὸν ἐπεραίνετο.
col. 921–922page 457 of 633
PG 146:921ΝΙΚΗΦΟΡΟΥ ΚΑΛΛΙΣΤΟΥ ΤΟΥ ΧΑΝΘΟΠΟΥΛΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΙΓ'. ΚΕΦΑΛ. Δ'. Περὶ τῆς βασιλείας 'Ονωρίου καὶ ᾿Αρκαδίου ὡς Αρκαδίῳ μὲν Ρουφίνος παρεδυνάστευεν Ονωρίῳ δὲ Στελίχων ἐν Εσπέρᾳ τὴν αὐτὴν ἐπλήρου τάξιν· καὶ ὅπως τηνικαῦτα κοινὰ καὶ τὰ τῶν ἐκκλησιῶν ἐφέρετο πράγματα. Λαμπρῶς δ' οὕτω τὴν Ἐκκλησίαν αὐξήσας ὁ μέσ γιστος Θεοδόσιος, ἐτελεύτα ἐπὶ διαδόχοις δυσὶ τοῖς παισίν· ὧν τὸν μὲν πρεσβύτερον τῶν πρὸς 'Εω ἄρχειν ἐθνῶν ἔταττε· τὴν δὲ τῶν Ἑσπερίων ἀρχομένην καὶ τὴν Κωνσταντίνου τῷ νεωτέρῳ ἐνεχείριζεν Ονωρίῳ. Καὶ ἄμφω δὲ περὶ τὴν θρησκείαν ὁμοφρονοῦντες τῷ πατρὶ διεγένοντο. Τελευτῶν γὰρ ἐκεῖνος, οὐδὲν ἄλλο τούτοις παρήνει ἢ τὴν εὐσέβειαν ἐντελῆ φυλάττειν δι' ἧς εἰρήνην τε ἐπιγίνεσθαι καὶ πόλεμον καταλύεσθαι εἰσηγεῖτο τρόπαιά τε ἀνίστασθαι, καὶ νίκην ἐκ Θεοῦ πρυτανεύεσθαι. Τοιαῦτ᾽ ἐκεῖνος μὲν τοῖς παισὶ παραινῶν ἐτελεύτα· οἱ δὲ οὐ τῆς βασιλείας μόνον, ἀλλὰ καὶ τῆς εὐσεβείας διάδοχοι καὶ κληρον μοι καθίσταντο· εὐθὺς μὲν γὰρ ὁ τῆς Εὐρώπης βασι λεὺς τὰς ἐν Ῥώμη μονομαχίας διέλυεν, αἰτίας τοιάσδε γεγενημένης. Ανήρ τις τὸν ἤρεμον μετιών βίον, τῆς Εω ἀπάρα; εἰς Ρώμην ἀφίκετο· ὁρῶν δ' οὕτω κατ' ἀλλήλων 'Ρωμαίους κεχρημένους τοῖς ὅπλοις, πολλών τῇ μυσαρᾷ ἐκείνῃ συρρεόντων όψει, παύειν ἐπειρᾶτο τὸ στάδιον κατειληφώς. Χαλεπῶς δὲ διατεθέντες οἱ τῇ μιαιφόνῳ θέᾳ χαίροντες, ἄλλως τε καὶ τοῦ τοῖς αἵμασιν ἐκείνοις ἐπιτερπομένου δαίμονος εἰσδεξάμε και τὴν βακχείαν, λίθοις τὸν τῆς εἰρήνης βάλλοντε; χορηγὸν ἀνεῖλον· 3 δὴ μαθὼν Ονώριος, τὸν μὲν Τηλέμαχον (οὕτω γὰρ ὠνόμαστο ὁ ἀνὴρὶ τοῖς μάρτυσι συνηρίθμει· τὴν δὲ πονηρὰν ἐκείνην ἐργασίαν διέ λυεν, ὥστε μὴ τοῦ λοιποῦ γενέσθαι διαταξάμενος. Αλλ' Αρκαδίον μὲν ἐπ' ἀνατολῆς Ρουφίνος παραδο

Book XIIILiber Decimus Tertius

col. 923–924page 458 of 633
Caput I
PG 146:923κης γενναῖος δὲ καὶ τὴν σύνεσιν, ἢν μάλα αἱ τῶν ὀφθαλμῶν κινήσεις ἐδήλουν, καὶ τῶν λόγων ἡ ἑτοιμό. της. Ανὰ δὲ τὴν Ἑσπέραν Ονωρίῳ τὴν αὐτὴν ἐπείχε τάξιν Στελίχων τις όνομα. Τούτων δ' ἑκάτερος έκα τέρῳ τῶν Θεοδοσίου παίδων τή τε τῆς βασιλείας σχήμα καὶ τὸ ὄνομα χαριζόμενος, οὗτοι τὸ τῆς ἀρχῆς κράτ τος διά χειρός εἶχον καὶ γλώσσης, ἐν ὑπάρχου προσω ηγορία βασιλεύων τοῦ βασιλεύοντος. 'Αλλ' οὐδέ τις τούτων ἐν οἷς μένειν ἔλαχε, στέργειν Αγάπα. "Ρου φίνος μὲν γὰρ εἰς ἑαυτὸν ἐπεχείρει τὸ τῆς βασιλείας μεταθεἶναι ἀξίωμα· ὁ δὲ τῷ υἱῷ Εὐχερίῳ περιάπτειν τὴν τῆς Εσπέρας ἀρχὴν δεξιῶς ἐσπούδαζεν. Αλλά καὶ ἄμφω τοῦ βουλομένου διήμαρτον. Τὸν μὲν γὰρ Ρουφίνον ὁ ἐκ Ρώμης στρατός, οι σύναμα Θευδο σίῳ κατὰ τοῦ τυράννου Εὐγενίου ἐστράτευσαν, πρὸς τοῖς ποσὶν ᾿Αρκαδίου ἐν τῷ λεγομένῳ τριβουναλίῳ, εἰς ἀπάντησιν ήκοντα τῷ στρατῷ, εἰωθὸς ἐν τοιαῦτα ποιεῖν, μαχαίραις ἀνεῖλον· τοῦτο μὲν, ὅτι τοῦτο καὶ Στελίχων τῷ στρατῷ παρηγγύα· τοῦτο δ' ὅτι καὶ μυκτηρίζων ἐκείνους πεφώραται· καὶ τὸ τρίτον, ὅτι καὶ τύραννος ὑπωπτεύετο· ἄλλως τε καὶ φήμη διέτρεχεν, ὡς αὐτὸς εἴη Ούννους, Εθνος τι βάρβαρόν τε καὶ ἄγριον, ἐπὶ τὰ Ῥωμαίων κινήσας όρια. Καὶ γὰρ κατ' ἐκεῖνο καιροῦ ἐπί τε ᾿Αρμενίαν καί τινα τῆς Εω μέρη ἀδεῶς κατατρέχοντες ἦσαν καὶ λείαν πλείστην ποιούμενοι. Συνέδραμε δὲ δαιμονίως τοῦτον ἀποῤῥαγῆναι τοῦ ζῇν, καθ᾿ ἣν οἱ στρατολόγοι μη νονουχὶ τὴν ἀλουργίδα περιβαλεῖν αὐτῷ ἔμελλον. Ην καὶ γὰρ ἐν ἐλπίσιν, ὡς ἐξ αὐτῆς καὶ μόνης τῆς ὕψεως ὁ στρατὸς τὸν μὲν Ἀρκάδιον ἀποσκευάσεται, ἀφυῶς πρός τε εἶδο; καὶ τὴν ἀρχὴν ἔχοντα αὐτὸν δὲ βασιλεύειν αἱρήσεται. Τεμόντες δὲ Ῥουρία νου τὴν κεφαλήν, λίθον ἐνῆκαν τῷ στόματι ἐπὶ ξύ που μετέωρον αναρτήσαντες. Περιελόντες δὲ καὶ τὴν δεξιάν, περιήγον ἀνὰ τὰ τῆς πόλεως έργαστή μία, ο Δότε, λέγοντες, τῷ ἀπλήστως. ο Πολὺ δὲ ἄφι χρυσίον και γελοιώδης ἐκείνη αἴτησις ἠρανίσατο. Ἐπὶ γὰρ ἡδεῖ καὶ καταθυμίῳ θεάματι εὐχερῶς οἱ ὁρών τες τὸ χρυσίον πρώεντο. Ἀλλὰ τῷ μὲν Ῥουφίνῳ εἰ; τοῦτο τέλους 4 τῆς ἀρχῆ; ἔρως προέβη. Επίσης δὲ τούτῳ καὶ Στελίχων εἴπερ τις ἐν δυνάμει μεγάλη Ῥωμαίων καὶ βαρβάρων γενόμενος, συγκρούειν προς ἑαυτὸν βουλόμενος τὰ βασίλεια, κατὰ τὴν Ἰταλίαν & νάστευεν, ἀνὴρ ἀνδρώδης τε καὶ τὴν ἡλικίων εὐμή εσφάγη, ὡς ἐν καιρῷ μοι λελέξεται. Μετὰ δὲ βου φίνον Εὐτροποιός τις εὐνοῦχος τὴν τοῦ πραιπολίτου τιμὴν ἀναβές, οὐδ᾽ αὐτὸς τῇ παρ' ἀξίαν ἀρκεῖτο τιμῇ. Ἐπεὶ γὰρ ἡ ἐκτομὴ τῆς ἁλουργίδος αὐτὸν ἀπο εστέρει, έπειθε βασιλέα πείραν προσάγων, πατρίχιν τε καὶ ὕπατον ἀναγράφειν. Καὶ τοῦ λοιποῦ πατήρ ἦν τοῦ κρατοῦντος εὐνοῦχος, ὁ μηδὲ τὸν τυχόντα παιδι
col. 925–926page 459 of 633
PG 146:925φύναι δυνάμενος. Αλλά περὶ μὲν Ευτροπίου καὶ ὕστερον ἐροῦμεν· ταῦτα δὲ τῇ ἱστορία διελάβομεν, ὅτιπερ οὐκ ἐλαχίστη καὶ ταῦτα πρόφασις γέγονεν ἐπὶ μέγα τὴν θρησκείαν ἐπιδιδόναι· οἱ γὰρ βασιλείς ἀσφαλῶς ᾤοντο τῷ σφῶν πατρὶ τὰς κατὰ τῶν τυράν των ἐπιγενέσθαι νίκας, ὑπὸ εὐσεβείας μάλλον· καὶ Ρουφίνον δ' ὡς ἐπίβουλον τῆς ἀρχῆ; ἄνευ ἐμφυλίου μάχης ἐκποδὼν καταστῆναι. Διά τοι τοῦτο καὶ τὰ προδεδογμένα τοῖς πρὶν εὐσεβέσι τῶν βασιλέων ὑπὲρ τῶν ἐκκλησιῶν καὶ τούτοις ἐπιμᾶλλον ἐκράτυναν, ἀσφαλῶς τε ἑτήρουν· καὶ ἕτερα θεοφιλή προσετί (εντο ἔργα - μάλιστα δ᾽ ἀφθόνους ἐπιχορηγοῦντες τὰς δωρεάς. Τὸ δ' ὑπὸ χεῖρα σύμπαν πρὸς τοὺς κρατ τοῦντας ὁρῶν, ὅσον μὲν ἐν Ελλησιν ἦν, πρὸς τὸν Χριστιανισμὸν μετετίθετο· οἱ δ' αἱρετικοὶ πρὸς τὴν καθόλου Εκκλησίαν προσεχώρουν. Οι γε μὴν ᾿Αρείῳ καὶ Εὐνομίῳ ἑπόμενοι διὰ τὰ πρόσθεν εἰρημένα εν διχονοίαις ἦσαν· καὶ διὰ ταῦτα ἐλάττους εγίνοντο. Οἱ γὰρ πλείστοι μὴ ὀρθῶς αὐτοὺς δοξάζειν περὶ τὸ Θεῖον οἰόμενοι, τῷ διὰ μάχης ἀλλήλοις ἰέναι καὶ ἐριστικῶς μάλα ἔχειν, πρὸς τοὺς ἐπίσης τοῖς κρα τοῦσι φρονοῦντας εὐθὺς μετετίθεντο. Οἱ δὲ τὰ κεδονίου φρονοῦντες ἐν Κωνσταντινουπόλει κατ' ἐκεῖνο καιροῦ ἀσθενῶς εἶχον, βλαπτόμενοι, ὅτι μὴ ὑπὸ ἐπισκόπῳ ἐτάττοντο. Αφ' οὗ γὰρ ἐπὶ Κωνσταν του παρὰ Εὐδοξίου καὶ τῶν ἀμφ' αὐτὸν τὰς ἐκκλησίας ιἀφῄρηντο, ὑπὸ μόνοις πρεσβυτέροις ἄχρι τῆς ἐχομένης διεγένοντο βασιλείας. Εὐδοξίου δὲ μετὰ θά νατον, ὃς τῆς ἐν Κωνσταντινουπόλει Ευνομιανῆς συν αγωγής περιειστήκει, Λουκιανός τις ἀντικαθίστατο. Παῖ; δὲ ἄρα οὗτος ἀδελφῆς Εὐνομίου ἐγένετο· ὃν φασιν εἰς φιλαργυρίαν καὶ τὰ συγγενή πάθη κατολισθήσαντα, ὑπερορώμενόν τε διὰ ταῦτα δίκην διδό ναι, ἑαυτὸν τῆς ἄλλης Εὐνομιανῶν διαστῆσαι μοίρας. Συμμορία; δὲ ἰδίας προστῆναι καὶ ἀρχηγὸν γενέσθαι οὐκ ἀγεννοῦς συντάγματος, πάντων άρδην τοῖς ἐπιρ ῥήτοις καὶ ποικίλοις πάθεσι καθωπλισμένων πρὸς αὐτὸν διερρυηκότων. Λόγος δ' ἔχει, Εὐτροπίου τοῦ πραιποσίτου σπουδαῖ;, ἅπαν μὲν Ευνομίου σύγ γραμμα, πυρί παραδίδοσθαι δημοσίᾳ· τὸν δ' ἐκείνου νεκρὸν μηδὲ ταφῆς ἐᾶσαι ἠξιωμένον, ἀλλ' ἐκ Δακό ρων εις Τύανα μεταῤῥίψαι. Οἱ δ᾽ ἀπὸ Ναυάτου, γε εἴρηται, τέως μὲν ἠρέμουν καθ' ἑαυτούς· κἂν ἡ τοῦ Πάσχα ζήτησις, ἢν Σαββάτιος ἐνεωτέρισε, μετ τρίως τούτους ἐταραττεν. Οὐ μὴν τοῖς ἄλλοις ἐπιτι. μίοις καὶ οὗτοι ἔνοχοι ἦσαν, τῷ τε Τριάδα ὁμοούσιον ἐπίσης τῇ καθόλου Ἐκκλησίᾳ κηρύττειν, καὶ τῇ τῶν ἡγουμένων μάλιστα ἀγωγῇ· μετὰ γὰρ Ἀγέλιον Μαρκιανός· καὶ τοῦτον δὲ Σισίνιος διεδέξατο, όπη νίκα Ρουφίνος ἀνήρητο. Περὶ ὧν καὶ ἀνωτέρω μνείαν ἐποιησάμην. Καὶ περὶ μὲν τούτων ο τως. Αχρι τῆς ἐχομένης βασιλείας.

Chapter IICaput II

col. 927–928page 460 of 633
PG 146:927ὁμοούσιον ΚΕΦΑΛ. Β. Περὶ τῆς ἐκ νέου ἀγωγῆς, καὶ διαίτης τοῦ ἁγίου Ιωάννου τοῦ Χρυσοστόμου, καὶ ὅπως λόγῳ καὶ ἀρετῇ διαλάμπων, ἐπὶ τὸν τῆς Κωνσταντινουπόλεως θρόνον ἀνήχθη. Ηγεῖτο δὲ κατ' ἐκεῖνο καιροῦ τῆς μὲν Ῥωμαίων Εκκλησίας Σιρίκιος διαδεξάμενος Δάμασον· Θεό φιλος δὲ τῶν κατ' Αλεξάνδρειαν εκράτει ἐκκλησιῶν. Φλαβιανὸς δὲ τὴν ᾿Αντιόχου διεῖπε. Τῶν δὲ περὶ τὰ Ἱεροσόλυμα ἔτι Ἰωάννης τὴν ἐπιτροπὴν ἐκληροῦτο διαδεξάμενος Κύριλλον. Ἐπὶ δὲ τῷ τῆς Κωνσταντίν νου θρόνῳ Νεκτάριος ἐκεῖνος διέπρεπεν, ὃν ἀνωτέρω πρὸς λεπτὸν ἡ ἱστορία διέλαβεν· οὗ μετὰ βραχὺ τελευτήσαντος καὶ πολλῆς τινος ἀκμαζούσης σπουδῆς περὶ τοῦ τίνα δεῖ εἰς ἐπιλογὴν τοῦ θρόνου προκριθῆναι τῆς βασιλίδος τῶν πόλεων, καὶ οἷα φι λεῖ ἄλλων ἄλλους ἐπιψηφιζομένων, ὁ μὲν χρόνο; ἐτρίβετο πολλάκις γινομένης βουλῆς, καὶ μὴ τῶν αὐτῶν πᾶσι δοκούντων· τέλος πᾶσι δεῖν ἐδόκει τὸν ἐξ ᾿Αντιοχείας πρεσβύτερον μεταστέλλεσθαι Ἰωάν νην τὸν τὴν γλῶτταν χρυσοῦν. Πολλή γάρ τις φήμη περὶ αὐτοῦ τὴν ὑπ᾽ οὐρανὸν διέτρεχεν, ὡς διδασκαλικὸς μάλιστα εἴη, καὶ διαφερόντως ἐλλόγιμος, εὐπατρίδης τε ἅμα καὶ τὸν βίον μάλιστα ἀγαθό; στρατηλάτου μὲν Σεκούνδου γεγενημένος πατρό; μήτηρ δ' ἐκείνῳ κατὰ γένος καὶ πᾶσι τοῖς ἄλλοις Επίσημος Ανθουσα όνομα· λέγειν τε καὶ πείθειν μάλα δεινὸς, ὡς τοὺς κατ' αὐτὸν πολλῷ τῷ μέτρι παρενεγκεῖν ρήτορας· ἀγωγῇ τε βίου σώφρονι και ακριβεστάτῃ χρῆσθαι τῇ πολιτείᾳ. Ἐπὶ τόσον δὲ τοὺς κατ' αὐτὸν ὑπερέβαλεν, ὡς καὶ Λιβάνιον τὸν Σύρον σοφιστὴν ἐπιμαρτυρῆσαι αὐτῷ. Ἐπεὶ γὰρ ἔμελλε τελευτᾷν, τῶν ἐκείνῳ φοιτώντων ερομένων τίνι κελεύοι τὸν σοφιστικὸν ἀντ᾽ αὐτοῦ λιπεῖν θρόνον, τὸν Ἰωάννην λόγος ἐκεῖνον εἰπεῖν, εἰ μὴ Χριστιανοὶ τὸν τοσοῦτον ἄνδρα ἐσύλησαν. Πολλοὺς δὲ τῶν ἀκροωμένων ἐπ' Εκκλησίας ἠγάγετο, καὶ ἐπίσης αὐτῷ φρονεῖν ἔπεισε. Κατὰ Θεὸν γὰρ τὴν πολιτείαν ἐπιτηδεύων, οὐ μέτριον ἐκ τῆς οἰκείας ἀρετῆς ἐνετίθει ζῆλον τοῖς αὐτῷ προσφοιτῶσι· καὶ ἐχειροτο ῥᾳδίως ἐντεῦθεν τους πλείστους, και γε ἔπειθε πα ραπλήσια δοξάζειν ἐκείνῳ, οὐ τέχνῃ δή τινι καὶ ῥώμη λόγων πρὸς ἑαυτὸν ἕλκειν ἐκβιαζόμενος, ἀλλ' ὡς ἀληθὲς ἦν, ὅτι περ εἰλικρινῶς τὰς ἱερὰς ἐξηγεῖτο Γραφάς. Ταῖς γὰρ ἀληθείαις λόγος τοῖς ἔργοις συνέ δων, πρόχειρος εἰς πίστιν καὶ ἄξιος παραδοχές φαίνεται. Τούτων δ᾽ ἐστερημένος, εἴρων μᾶλλον καὶ κατήγορος ἑαυτῷ δοκεῖ, και πολύ τι σπουδῆς περί τὴν διδασκαλίαν εἰσάγῃ· ᾧ δὲ κατ' ἀμφότερα εὐδο κιμεῖν ὑπάρχῃ, οὐδὲν ἐλλείπει μὴ ὁ βούλοιτο δρᾷν ἅπερ δὴ κἀκείνῳ μάλα συνέβαινεν. Αγωγὴ γὰρ αὐτῷ καὶ ἀκρίβεια βίου μάλιστα σώφρων ἦν. Φύσεως δ' εὖ μάλα ἔχων, σαφεστάτῃ λίαν ἐχρῆτο τῇ φράσει, μετ᾿ ἀφράστου λαμπρότητος, θείας τινὸς χάριτος
col. 929–930page 461 of 633
PG 146:929διαθεούσης αὐτὴν, ὡς καὶ τὸν ἀκροώμενον τυραννεῖν τῇ ἐνούσῃ κατακηλούμενον χάριτι. Ογκῳ δ' ἀφανεί καὶ ἀοράτῳ δεινότητι, ξένον τι μίγμα φράσεως ὑπὸ μετρίᾳ τῇ λέξει κεράννυσι· πυκνὰ βρύων τὸ νόημα ᾧ ἐξίστασθαι πάντας τῇ ἁρμονίᾳ, καί τινα τρόπον κατάληψιν ἀκατάληπτον τοῖς ἐκείνου λόγοις περι νοεῖν. Ρητορικῆς δ' αὐτῷ διδάσκαλος Λιβάνιος έχρη μάτισε· τῶν δὲ φιλοσόφων μαθημάτων Ανδραγά Οιος καθηγήσατο. Περὶ δὲ τὸ δίκας ἀγορεύειν δόξας εἶναι τις δεξιός, τὸν τοιοῦτον βίον μετεχειρίζετο. Αδικον δ' ἐκεῖνον τὸν βίον καὶ μοχθηρὸν ἡγησάμενος, ἔγνω δέον τὰς ἱερὰς πρότερον βίβλους ἀκριβῶς ἀσκη σαι, τὸν ἡσύχιόν τε βίον, καὶ φιλοσόφως ζῆν κατά τὸν τῆς Ἐκκλησίας θεσμόν, ζηλώσας Ευάγριον. Καὶ διδασκάλους κἀν τούτοις ἔσχεν, οἱ τῶν τηνικάδε ἀσκητηρίων ἐπισήμων προεστῶτες ἦσαν· Καρτέριόν τε καὶ Διόδωρον ἐκεῖνον, ἂν καθηγήσασθαι τῆς Ταρ τῶν ἐκκλησίας φθάσαντες ἐδηλώσαμεν. Καὶ πολλὰς συγγραφὰς ἰδίων βίβλων λόγος έχει καταλιπεῖν, πε ρὶ τὸ ῥητὸν μόνον γινόμενον, ἐκκλίνοντα τὸ τῆς γραφῆς ἀναγωγικόν τε και θεωρητικόν· ὁ καὶ τὸν φοιτητὴν διαφερόντως μιμήσασθαι. Ἐφοίτα δὲ παρὰ τούτοις Ἰωάννης οὐ μόνο;, ἀλλὰ πολλοὺς καὶ ἄλλους ἑταίρους αὐτῷ καθεστῶτας ἐκ τῆς παρὰ Λιβανίψ διατριβῆς ἔχων, Θεόδωρόν τε καὶ Μάξιμον· ὧν ὁ μὲν ὕστερον τὴν Ἰσαύρων ποιμαίνει Σελεύκειαν, ὁ δὲ Θεόδωρος τῆς κατὰ Κίλικας Μοψουεστίας ἡγήσα το. "Ην δὲ ὁ ἀνὴρ τῶν τε θείων βίβλων καὶ τῶν παρ' Ελλησι μαθημάτων, ῥητορείας τε καὶ φιλοσοφίας, ἱκανῶς ἔμπειρος· πρὸς ὃν ἐκπεσόντα ὁ θεῖος Χρυ. σόστομος, οὐ μίαν, ἀλλὰ καὶ δευτέραν πέμπει ἐπι στολήν. Καὶ γὰρ ἡνίκα τοῖς καθ' ἡμᾶς νόμοις ἐνέ τυχε, καὶ τοῖς θείοις ἀνδράσιν ὡμίλησε, πάντα θέμενος ἐν δευτέρῳ, καὶ τὸν ἀστικὸν παρωσάμενος θόρυβον, τὴν πολιτείαν ἐκείνην ἐπῄνει, καὶ τὸν βίον πρὸς τὴν ἐκείνων ἀγωγὴν μεταρρύθμιζεν. Οὐ μήν γε διαρκέσας, οὕτως ὤφθη προθυμίας ἔχων μετάμελος δ' οἷον γενόμενος, πρὸς τὸν πρότερον κατεσύρετο βίον. Ἐναντίως δὲ διατεθεὶς πρὸς τὸ σπουδαζόμενον, τὸ φιλοσοφείν οὕτω καταλιπών, πρὸς τὴν πόλιν ἐπανῆλθεν αὖθις, ἄμεινον λογισάμενος τυ χεῖν τῆς ἐφέσεως. Ο μαθὼν Ἰωάννης, ἐν πράγμασιν αὐτὸν ὀλισθῆσαι, καὶ περὶ γάμους σπεύδειν, ἐπιστολὴν διαθεὶς, φράσει καὶ νοήμασι κρείττοσιν ἢ κατὰ νοῦν ἀνθρώπου διεσκευασμένην, πρὸς αὐτὸν ἐκπέμπει. Επειτα καὶ ἄλλην συνέγραφεν. Δἷς ἐντυχὼν ἐκεῖνος, τῆς προτέρας ἐγένετο ἀγωγῆς· τήν τε γὰρ οὐσίαν ἀφεὶς, καὶ ταῖς περὶ γάμον ἀσχολίαις ἀποταξάμενος, πρὸς τὸν φιλόσοφον ἐπανέτρεχε βίον, ταῖς και λαῖς εἰσηγήσεσιν Ἰωάννου διασωζόμενος. Συνάγειν οὖν δέον, ὅση τις ἐπήνθει, δεινότης, ὅση τε χάρις τοῖς Ἰωάννου ἐπεκάθητο χείλεσι· ταύτη γὰρ μᾶλλον ἐκράτει, καὶ τῶν ἐπίσης αὐτῷ πείθειν τε ἅμα και λέγειν πρὸς ἰσχύος ἐχόντων. Κἀντεῦθεν καὶ τὰ πλήθη μᾶλλον πρὸς ἑαυτὸν ἐπεσπᾶτο· καὶ τὸ δὴ πλέον, ὅτι καὶ τοὺς ἁμαρτάνοντας διελέγχων ἦν ἐπ' ἐκκλησίας· τοῖς τε ἀδικοῦσιν ἐπέκειτο, ἀγανακτῶν ὡς εἴ περ αὐτὸς ἠδικημένος ἐτύγχανεν· ὁ δὴ καὶ τῷ μὲν πλήθει χάριεν ἦν, τοῖς γε μὴν ἄρχουσι καὶ
col. 931–932page 462 of 633
PG 146:931ἐν δυναστεία λυπηρὴν ἐδόκει· ὅτι γε καὶ τὰ πολλὰ τούτοις ἁμαρτάνειν ἐξῆν. Διὰ ταῦτα πάντα περιφανὴς ἦν ὁ ἀνὴρ τοῖς μὲν τῷ τε ἰδεῖν, καὶ πειραθήναι ἐκείνου, τοῖς δὲ μήπω θεασαμένοις, τῇ φήμη. Η πολλή τις διέρρει τὰς ἁπάντων ἀκοὰς πληροῦσα. Καὶ δὴ τοῖς ἀνὰ τὸ ὑπήκοον πᾶσι Ρωμαίων ἐπιτή. δειος εἶναι τῇ τῆς Κωνσταντίνου ἐπισκοπῇ ἐκρίνετο. Συνῄνει δὴ τῇ τοῦ λαοῦ καὶ τοῦ κλήρου καὶ τῶν πολλῶν ψήφῳ καὶ ὁ βασιλεὺς ᾿Αρκάδιος· καὶ εὐθὺς τοὺς ἄξοντας αὐτὸν ἔπεμπε. Πολλῶν δὲ καὶ ἄλλων ἱερέων σύνοδον μετεστέλλετο, σεμνοτέραν τὴν χει τονίαν πράττειν φιλοτιμούμενος. Ὡς δ' Αστέριο, δ τῆς ἕω ύπαρχος τὰ βασιλέως εἰς χεῖρας ἐδέξατο γράμματα, ἐπί τινι τῶν πρὸ τῆς ᾿Αντιόχου ἀγρῶν τὴν Ἰωάννην μετεκαλείτο, μυστικόν τι ἀγγέλλειν ἔχειν διαμηνύων· ὃν ἐλθόντα, σχήματι ἐπιβιβάσας εὐθὺς, εἰς Πάγρας σταθμόν τινα οὕτω καλούμενον ἔφθανεν. Ενθα δὴ παραδοὺς τοῖς ἐκ βασιλέως περ φθεῖσι πλεῖστα διατεινόμενον, πρὸς τὰ οἰκεῖα ἐπαν στρεφεν ήθη. Τοῦτο δ' ἔπραττε θερμοὺς περὶ στά σεις εἶναι Αντιοχέας εἰδώς· οὐ γὰρ ἂν ποτε εκόντες εἶναι τῆς Ἰωάννου ἀπηλλάγησαν γλώσσης, πρίν τι τῶν δεινῶν δρᾶσα! τε καὶ παθεῖν. Ὡς δὲ τὴν Κω σταντίνου κατέλαβον, παρῆσαν δὲ καὶ ὅτο: τῶν ἱε ρῶν ἀνδρῶν μετεκλήθησαν, οἱ μὲν ἄλλοι πάντες ὠμονόουν τῇ ψήφῳ μόνος δ' ὁ τῆς ᾿Αλεξάνδρου Θεόφιλο: ἐμποδὼν τῇ χειροτονία Ἰωάννου καθίστα το, διατύρων μὲν τὴν ἐκείνου όξαν, Ἰσιδώρῳ δὲ σπουδάζων τὴν ἐπισκοπὴν ἐγχειρίσαι· ὃς πρεσβύτερος μὲν Ἀλεξανδρείας ἦν, τῶν δ' ἐν ἐκείνῃ ξένων τε καὶ πτωχῶν τὴν ἐπιτροπὴν εἶχεν· ἐκ νέου δὲ ἀνὰ τὴν Σκῆτιν τοῖς ἀσκητικοῖς πόνοις ἐγγυμνατά. μενος ἦν· πάνυ δὲ διὰ σπουδῆς τὸν Ἰσίδωρον ἐποιεῖ το, συνίστορα πράγματος ἐπικινδύνου αὐτῷ πάλαι γενόμενον. Ηνίκα γὰρ ὁ βασιλεὺς Θεοδόσιος πρός τὴν κατὰ τοῦ τυράννου Μαξίμου πόλεμον ήγωνίζετο, δῶρα πέμπων Θεόφιλος, διττὰς ἐπιστολὰς Ἰσιδώρῳ τουτωνὶ ἐγχειρίζων, πρὸς Ῥώμην κατήπειγεν, ἐνα τειλάμενος ἐκεῖσε γενόμενον, περιμένειν τῆς μάχης τὴν ἔκβασιν· καὶ ᾧ ἂν ἡ νίκη ἐπιγελάσο:, τά τε γράμματα καὶ τὰ δῶρα παρέχειν· τὸν δὲ ὑποστῆναι τὸ ἔργον· καὶ παρὰ τὴν 'Ρώμην γενόμενον, ὑφεδρεύειν τῇ νίκῃ, καὶ μὴ λαθεῖν τὰ τοιαῦτα πει ρώμενον, τοῦ συνόντος αὐτῷ ἀναγνώστου καταμηνύσαντος, καὶ τὰς ἐπιστολὰς κρύφα ὑφελομένου· καὶ διὰ ταῦτα κακόν τι παθεῖν τὸν Ἰσίδωρον ὑφορώμεν νον, εὐθὺς φυγάδα γενόμενον, τὴν ᾿Αλεξάνδρου καταλαβεῖν· πιστότατον δ' ἐκεῖνον ἐντεῦθεν γενόμενον, νῦν ἀποτίσαι τῶν ὑπὲρ αὐτοῦ κινδύνων διενοεί το τὴν ἀμοιβὴν, καὶ τὴν τοσαύτην σπουδὴν ὑπρ αὐτοῦ κατετίθετο. Εἴτ' οὖν διὰ ταῦτα, ὡς λόγος, εἴτε καὶ ὡς θεοφιλῆ ἄνδρα ἐπὶ τὴν ἐπισκοπὴν προ γε Θεόφιλος, τέλος καὶ αὐτὸς τῇ χειροτονίᾳ Ἰωάν. νου συνήνεσε, καὶ τοῖς κατὰ τὰ βασίλεια δεδηγμένοις σύμψηφος ἦν, ἀτεχνῶς μάλιστα τῇ χειροτονία Ἰωάννου σπουδάζοντα δείσας Εὐτρόπιον τὸν πραι πόσιτον, ὃς τοῦ βασιλικοῦ οἴκου τε καὶ κοιτώνος τηνικαῦτα προΐστατο· ἄντικρυς γὰρ αὐτῷ διηπείλησ σεν, ἢ τοῖς ἄλλοις ἱερεῦσι σύμψηφον καὶ αὐτὸν
col. 933–934page 463 of 633
PG 146:933αὐτίκα γενέσθαι, ἢ ἕτοιμον πρὸς ἀπολογίαν τοῖς ἡ ἐγκαὶ οῦσι γίνεσθαι· ἔτυχον γὰρ πολλοὶ παρόντες ἐκεῖθεν βιβλία κατ' αὐτοῦ τοῖς συνελθοῦσι τῶν Επισκόπων παρέχοντες, ἄλλος ἄλλα ἐπαιτιώμενοι, καὶ παρανόμων ἐκεῖνον γραφόμενοι. Ταῦτα δείσας 349 Θεόφιλος, οὐ μόνον σύμψηφος, ἀλλὰ καὶ χειροτονη τῆς Ἰωάννου καθίστατο. Αναγνώστην δὲ τοῦτον ἐποίει, ὥς φησι Σωκράτης ὁ ἐκκλησιαστικός. Ζήνων ὁ ἐπίσκοπος Γάζης, εἴτου» Μαιοῦμα, ἐξ Ἱεροσολύμων ὑποστρέφων. Συνδιῆγε δὲ τηνικαῦτα, ὡς ἱστο ρεῖ ούτοσί, Βασιλείῳ, τῷ πάλαι μὲν διακόνῳ ὑπὸ Μελετίου γεγενημένῳ, ἐς ὕστερον δὲ τῆς Καππαδοκῶν Καισαρείας ἡγησαμένῳ. Ο παντάπασιν ἀπο τρέπεται Συμεών ὁ τὸν βίον συγγραψάμενος τοῦ Ιεροῦ Χρυσοστόμου·· δ; δὴ καὶ ὑπὸ Φλαβιανοῦ γενέ σθαι πρεσβύτερον ἱστορεῖ καὶ διάκονον ὅτι καὶ περιστερὰν θείαν ἐπικαταπτᾶσαν τῇ ἐκείνου ἱερᾷ κορυφῇ ἐφιζῆσαι. Σωκράτης δέ, ὑπὸ Εὐαγρίου τοῦτον λέγει τοῦ πρεσβυτερίου ἀξιωθῆναι· μετά γὰρ τελευτὴν Μελετίου ἀναχωρήσαι μὲν τῶν ἐκεί του τὸν Ἰωάννην φησίν· ἐν ἡσυχίᾳ δ' ἐπὶ τρεῖς διάγειν ἐνιαυτούς, μήτε τοῖς Μελετίῳ, μήτε τοῖς Παυλίνῳ προσκειμένοις συγκοινωνοῦντα· ἐς ὕστε 50 ρον δὲ ὑπὸ Εὐαγρίου, ὃς τοῦ Παυλίνου διάδοχος ἐχρημάτισε, τὴν ἱερωσύνην λαβεῖν. Ἐν τῷ τοῦ αναγνώστου τοίνυν βαθμῷ καθεστώς, τοὺς κατὰ Ἰουδαίων λόγους συντάττει. Διακόνου δὲ χειροτονίαν δεξάμενος, τοὺς περὶ ἱερωσύνης καὶ πρὸς ΣΤΑΓΕΙΡΙΟΝ, ἔτι δὲ καὶ τοὺς περὶ ἀκαταλήπτου συγγράφει, καὶ τοὺς Περὶ τῶν συνεισάκτων Ιερωσύνης σας ἀξιωθεὶς, τὰς τῶν θείων Ευαγγελίων εξηγήσεις, τούς τε 'Ανδριάντας, καὶ τὴν Παραμυθίαν, καὶ τὰ εἰς τὸν Ψαλτήρα, καὶ τοὺς περὶ παρθενίας καὶ ἐλεημοσύνης, καὶ ἄλλους ἀπείρους ἐκτίθησι. Τον δὲ θεῖον ᾿Απόστολον, καὶ αὐτοῦ ἐκείνου μυστικῶς ὁμιλοῦντος συντάττει. ᾿Αλλὰ δὴ καὶ τὰς ἱερὰς Πρά ξει;, καὶ ἄλλα σὺν τούτοις πλείστα, ἑορτάς τε καὶ πανηγύρεις διαφόρους σεμνύνων, ἐν τῇ ἀρχιερωσύνῃ τελῶν κατὰ τὴν Κωνσταντινούπολιν. Ἐμοὶ δ᾽ ἐντυχεῖν λόγοις καὶ ὑπὲρ χιλίους ἐγένετο τοῦ ἀνδρὸς, ἀμύθητον οἷον τὴν ἡδονὴν ἀποστάζοντας· τούτου γὰρ ἐκ νέου μάλα καὶ προσετετήκειν τῷ ἔρωτι καὶ ὡς Θεοῦ φωναῖς ταῖς ἐκείνου ενεκαρτέρουν. Καὶ εἴ τι δέ μοι περίεστιν, ἐκεῖθεν ἔχω λαβών. Πολλούς δὲ καὶ τῶν ἐμοὶ φοιτώντων ἔπεισα, πάντ' ἀφεμέ τους αὐτῷ προσχωρεῖν. Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον περὶ τῶν συνεισάκτων ἐπανέλθωμεν. 'Ανδριάντας, μ

Chapter IIICaput III

col. 935–936page 464 of 633
PG 146:935ΚΕΦΑΛ. Γ. Περὶ τῆς Ἰωάννου ποιμαντικῆς καὶ διδασκαλίας· καὶ ὅπως τὰ τῶν πολλῶν διελέγχων πταίσματα καὶ ἐπανορθούμενος, οὐ καλές ἐδόκει· καὶ ὅθεν ἡ κατ' αὐτοῦ μανία συνέστη. Τῆς δ' ἐπισκοπῆς Ιωάννης γενόμενος εγκρατής, πρῶτον μὲν διορθοῦν ἐπειρᾶτο τῶν ὑπ' αὐτῷ κληρικῶν τὴν διαγωγήν. Προόδους γὰρ αὐτῶν διηρεύνα καὶ διαίτας· καὶ σφοδρῷ χρώμενος τῷ ἐλέγχῳ, οὓς μὲν ἐπέστρεφεν, ού; δὲ τῶν ἱερέων μὴ κατὰ τοὺς τῆς Ἐκκλησίας νόμους πολιτεύεσθαι ᾑρημένους ἑώρα, τῶν ἱερῶν ἀνακτόρων ἀπείργε, μὴ δεῖν εἶναι λέγων τῆς μὲν τῶν ἱερέων ἀπολαύειν τιμῆς, τῶν δ' ἀληθῶν ἱερέων μή ζηλούν αἱρεῖσθαι τὸν βίον. Φύσει γὰρ καὶ πρότερον ελεγκτικός ὤν, ὅτι μάλλον τὴν ἀρχὴν εἰληφώς, εἰς ἐπίδοσιν μείζω προήχθη Εξουσίας γὰρ ἡ φύσις ἐπιλαβομένη, ἑτοιμότερον μᾶλλον κατὰ τῶν ἁμαρτανόντων κεκίνητο. Ου μόνον δὲ τοὺς ὑπ' αὐτὸν κληρικούς, ἀλλὰ καὶ τὰς ἀπαν ταχοῦ ἐκκλησίας οἷά τις πατὴρ ἐπανορθοῦν ἔσπευδεν· ἀμέλει καὶ Θρᾴκην ἅπασαν, εἰς ἓξ δὲ αὕτη ἡγεμονίας διήρηται, καὶ ᾿Ασίαν ὅλην· ὑπὸ δὲ ἐν δεκα αὕτη ἀρχόντων ἐθύνετο, καὶ μὴν καὶ τὴν Πον τικὴν διοίκησιν, ἐσαρίθμοις δ' ἡγεμόσι τῇ Ἀσίᾳ καὶ οὗτοι ιθύναντο, τοῖς αὐτοῖς ἐσπούδαζε νόμοις εὐθύ νειν. Καὶ Φοίνικας δ᾽ ἔτι ταῖς εἰδώλων θυσίαις μεμηνέναι μαθών, ζήλῳ θείῳ πυρπολουμένους ἄν δρας πέμπων, τοὺς πάλαι προτεθέντες νόμους κρατύνων, τὸ περιλειπόμενον τῆς ἐκείνων θρη σκείας καὶ τὰ τῶν εἰδώλων τεμένη, ἐκ βάθρων ἀνέσπα, οίκοθεν τὰς δαπάνας πορίζων· ἔπειθε γὰρ τὰς πλούτῳ κομώσας τῶν εὐγενῶν φιλοτίμως ταῦτα παρέχειν. Τὸν δὲ Σκυθῶν ὄμιλον τῆς ᾿Αρειανικής ἀπαλλάττων λώδης, ὁμογλώσσους ἐπιστήσας αὐτοῖς. Τὰ πολλὰ δὲ καὶ αὐτὸς φοιτῶν παρ' αὐτοῖς, καὶ ταῖς διδασκαλίαις δι᾿ ἑρμηνέως καταφωτίζων, πρὸς τὴν ἀλήθειαν ἐποδήγει. Καὶ τοὺς περιστρίους δὲ Σκύθας διψήν μαθὼν τἀληθὲς, πέμψας εὐθὺς ἐζώγρει πρὸς τὴν ἀλήθειαν. Οσροτ νοῖς δὲ τὴν Μαρο κίωνος νόσον εἰς βάθος ἐντετηκυίαν ἐξήλαυνε. Καὶ ἄλλα πλεῖστα καὶ θεοφιλή διεπράττετο ἔργα, την ἀποστολικὴν τῶν ἀπανταχοῦ Ἐκκλησιῶν μέριμναν τῇ ψυχῇ περιφέρων. Οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ τὴν τῶν Εω καὶ πρὸς Ἑσπέραν ἐκκλησιῶν διάστασιν,διά Παυλίνον καὶ Φλαβιανόν γεγενημένην, θερα πεύσας Θεόφιλον, διέλυσε· καὶ μίαν Ἐκκλησίαν εἶναι τὴν Αντιόχου πεποίηκε, Παυλίνου καὶ Εὐαγρίου τέλει χρησαμένων τοῦ βίου. Δι' οὗ γε οἶμαι ευχερείς γενέσθαι τοῖς ἐπισκόποις τὰς καταλλαγάς, μηδενὸς ἐμποδὼν καθεστώτος. Απειπών γὰρ ὁ λαὸς, οι καταρχὰς Ευσταθίῳ ἐπηκολούθησαν, οἷα φιλεῖ, κατ' ολίγους προσιόντες, τοῖς ὑπὸ Φλαβιανῷ τεταγμένοις ἠνώθησαν. Οὕτω δ' ἔχων ὁ μέγας καὶ ζήλου καὶ φύσεως εὐθὺς ἐξ ἀρχῆς, τραχύς τις μάλα καὶ φορτικός ἐδόκει τοῖς ἁμαρτάνουσι· καὶ μᾶλλον ὅσοι τοῦ κλήρου τοῖς ἀτόποις τῶν ἔργων ἔχαιρον μισός τε ὑπετύφετο, πολλοί τε ἀπεχθανόμενοι ἐκεῖ νὰν ἐξέκλινον. Χαρίεις δὲ τῷ πλήθει μάλιστα ἦν, τῇ συνεχεί διδασκαλία κατακηλουμένοις. Οὐδὲν τοίνυν
col. 937–938page 465 of 633
PG 146:937Χρυσόστομον, καινὸν, εἰ καί τισιν οὐ καλὸς ἐδόκει, ἐπεί τοί γε καὶ τὸ μέλι πικρὸν τοῖς ἱκτεριῶσι δοκεῖ. Μάλιστα δ', ω: φασιν, ἐνῆγεν οὕτω τοῖς πολλοῖς προσκρούειν Σαραπίων & μαθητής. "Ον ποτε παῤῥησίᾳ τῶν συγ κι ήρων πάντων λόγος εἰπεῖν, ὡς «Οὐκ ἄν γε δυνη θείης πάντας λόγοις ἕλκειν, εἰ μὴ καὶ μάστιγι πάν τως ἐλαύνειν προθυμηθείης.» "Ο δὴ ῥηθὲν, πολλοὺς εἰ; μίσος κατὰ τοῦ ἐπισκόπου ἐνῆκεν οὐ μέτριον. Καὶ δὴ πολλῶν τῆς Ἐκκλησίας ἀπεωσμένων ἐπὶ διαφόροις τοῖς αἰτιάμασιν, ἐκεῖνοι, οἷάπερ φιλεί, καθ' ἑαυτοὺς συνιόντες, πρὸς τὸ δόξαν τοῖς κρατοῦσιν ὥρμων· καὶ φατρίαν οὐκ ἀγεννῆ συστησάμενοι, οὐ μετρίας ἐχρῶντο κατ' αὐτοῦ διαβολαΐς. Και με πίστιν παρείχε τὰ εἰρημένα, ὅτι μὴ συνεσθίων τινὶ ὁ Ἰωάννης πεφώραται, μηδ' ἐφ' ἑστίαν Ιών. Ἐξ ὧν καὶ μείζους ἐκείνῳ διαβολαὶ ἀνηγείροντο. Τίνι μὲν οὖν λόγῳ τοῦτ' ἔπραττεν, οὐδεὶς σαφῶς ἤγγελλεν οἱ δ᾽ ἐκείνου ἀπολογούμενοι τὴν μακρὰν προεβάλον το ἄσκησιν, καὶ τὸ δυσφόρως ἔχειν τὸν στόμαχον, ἀσθενῶ; περὶ τὸ πέττειν ἔχοντα τα σιτία. Τέως δ' ὅπως εἶχεν, οὐ μικρὰν τάχα παρεῖχε λαβὴν τοῖς εναντίως διακειμένοις. Τὸ δέ γε πλῆθος διὰ τὸ τῆς διδασκαλίας ἄφθονον, καὶ τὴν ἐκεῖθεν πηγάζουσαν όνησιν, σφόδρα εξείχετο τοῦ ἀνδρὸς, ὑπερφυώς ἐρῶντες τῆς γλώττης, ὡς καὶ Χρυσόστομον αὐτὸν προσειπεῖν, τὸ ὑπερβάλλον τῆς ἐνούσης χάριτος αἱ νιττόμε...· καὶ οὐδαμῶ; τῶν ἐρεσχελεῖν ᾑρημένων τοῦτον ἐφρόντιζον. Τί δὲ χρὴ λέγειν αὖθις ὁποῖοι τινες ἐκείνῳ ἦσαν οἱ λόγοι, ὅσοι μὲν γραφόμενοι ἐξεδίδοντο, ὅσοι δὲ λέγοντος ὑπὸ τῶν ταχυγράφων ἀνελαμβάνοντο; καὶ μᾶλλον οἱ πλεῖστοι, ὅπως τε λαμπροί λίαν, καὶ τὸ ἐπαγωγόν τε ἅμα καὶ τὸ θέλγον μάλα προβεβλημένοι; ἐξὸν ἐντυγχάνειν τῷ βουλομένῳ ἀναλέγεσθαί τε τούτους, καὶ τὴν ἐξ ἐκείνων καρποῦσθαι ὠφέλειαν· πρὸς δὲ καὶ τὴν θείαν ἡδονὴν ἀπαρύεσθαι· ὡς καὶ δοκεῖν ἐξεῖναι θείως βακχεύειν καὶ σώφρονα μαίνεσθαι. Αλλ' έως μὲν τῷ κλήρῳ μόνῳ προσέβαλεν, ἀῤῥώστω; εἶχεν ἡ κατ' αὐτοῦ μανία, καὶ ἥκιστα ὁρᾷν τι δεδύνητο κατ' αὐτοῦ· ὡς δὲ καὶ τοὺς ἐν τέλει εἰς τοὐμφανὲς ἐπει ρᾶτο διελέγχειν, τηνικαῦτα καὶ ὁ κατ' ἐκείνου φθό νος εἰς μέγα ανήπτετο, καὶ πολλὰ κατ᾿ αὐτοῦ ἐκινείτο. Ενῆγε δ᾽ ἕκαστον πρὸς τὸ δοκοῦν ἑαυτῷ καὶ ταῖς διαβολαῖς πιστεύειν ἐκ τοῦ παρήκοντος, ὅπως ἂν ἐλέγχου ἢ μίσους πρὸς αὐτὸν εἶχεν. Προσ θήκην δ' ὅτι πλείστην ενεποίησε τῇ κατ' ἐκείνου διαβολή ή κατ' Εὐτροπίου αὐτῷ ὁμιλία ἀναγνωσθεῖσα.

Chapter IVCaput IV

col. 939–940page 466 of 633
PG 146:939ΚΕΦΑΛ. Δ'. Περὶ Εὐτροπίου τοῦ πραιποσίτου, καὶ περὶ τοῦ νόμου δν ἔθετο· καὶ ὡς ἀνῃρέθη· καὶ ὡς τὸ κατὰ Ἰωάννου μῖσος ὠδίνετο. Εὐτρόπιος γὰρ οὗτος πρῶτος ὢν τῶν θαλαμηπόλων ευνούχων, καὶ εἰς τὴν ὕπατον ἀναβὰς ἀξίαν, καὶ πατὴρ βασιλέως κληθείς, οὐκ ἤνεγκε τῆς παρούσης εὐδαιμονίας τὸ μέγεθος, οὐδὲ τι περὶ τῶν ἀνθρωπί. νων μεταβολῶν ἐνενόει· ἀλλ᾽ ἀμύνασθαί τινας χρησ μένος, σπουδήν ἐποιεῖτο νόμον θεἶναι τοὺς αὐτοκράτορας, ὥστε μηδένα τῇ ἐκκλησία προσφεύγειν ἀλλὰ καὶ φεύγοντα καὶ ἱκέτην Θεοῦ γινόμενον, καὶ ἐν τοῖς νεῷς διατριβὴν κεκτημένον τῷ δέε:, ἐκεῖθεν ἀφέλκειν. Τοῦτο δὲ μάλιστα ἔπραττε διὰ Πενταδία», τοῦ περιδεήτου ἐν στρατηγοῖς γαμετήν· δν εὐδόκιμον πάνυ διαγενόμενον, ἔγκλημα τυραννίδος ἐπαγαγὼν, εἰς Οασιν ἀἰδίῳ ἐζημίου φυγῇ. 'Αλλ' ἐκεῖνο; ἢ δίψει, ὥς γ' ἐπυθόμην, ἢ μή τι καὶ ἄλλο χείριστον πάθη, δείσας, ταῖς ἐκεῖτε ψάμμοις ἀλώμενος, αίφνης ἀνηρπάγη τοῦ ζῇν. Καὶ ὁ μὲν νόμος ὃν ἐσπούδαζε, πέρας εἶχεν· οὐκ εἰς μακρὰν δὲ προσκρούσας οὗτος τῷ βασιλεῖ, ὡς εἰς τὴν ἐκείνου γαμετην ενυβρίσας, πρῶτος οὗτος τὸν ἂν ἐσπούδαζε νόμον εὐθὺς παρ έβαινε. Τῶν γὰρ βασιλείων εὐθὺς ἀποδράς, ἱκέτις τῇ ἐκκλησίᾳ προσέδρευε. Τότε δὴ ὁ Ἰωάννης τὸ ἄτοπον διελέγχων τῆς ἐπιχειρήσεως Εὐτροπίου, λαμπρόν τινα κατ' αὐτοῦ λόγον διέξεισιν ἐπ' ἄμβωνος καθεσθείς, ὥσπερ ἦν εἰωνὸς ἐκείνῳ ταῖς διδα σκαλία:ς ποιεῖν, ἵν' ἅπαντας ἡ φωνὴ ἐπιφθάνοι. Εν ᾧ λόγῳ, κατέσπα μὲν ὡς οἷόν τε τῶν ἐν δυνάμει τὸ τῆς ἐφρύος μετέωρον προσεπεδείκνυ γε μὴν καὶ τῷ πλήθει τῶν ἀνθρωπίνων πραγμάτων τὸ ἄστατον, μὴ εἰωθὸς ἔχον ἐπὶ τοῦ ταυτοῦ μένειν. 'Αλλ' εἴ γε πρὸς αὐτὸν ἀπεχθῶς ἔχοντες καὶ τοῦτο διέβαλον καὶ μῶμος τῷ Ἰωάννῃ ἐτρίβετο, δέον μᾶλλον λέγοντες ἐλεεῖν τὸν ὑπὲρ ψυχῆς τρέχοντα κίνδυνον. Ο δέ πρὸς τῇ συμφορᾷ καὶ διήλεγχεν, αύξων ἐκείνῳ τὴν λύπην, καὶ ἐπεμβαίνων τοῖς ἐκείνου δεινοῖς. Αλλ Εὐτρόπιος μὲν τῆς ἀσεβοῦς ἐπιχειρήσεως οὐ πολλῷ ὕστερον διὰ πολλὰ πταίσματα τὴν δίκην ἀνέπλησε, τὴν κεφαλὴν ἐκτμηθείς· ὁ δὲ τεθεί; αὐτῷ νόμο; ἐκ τῶν δημοσίων ὑπομνημάτων ἠφάνισται· καὶ τὸ ὄνο μα εκείνου τοῦ καταλόγου τῶν ὑπάτων περιηρέθη. Ἡ δὲ τοῦ Θεοῦ Ἐκκλησία εὖ μάλα τοῖς κειμένοις να μοις διέπρεπεν, οἷα δὴ αὐτοῦ ἐκείνου Θεοῦ ἐκ τοῦ σχεδόν τιμωροῦ γενομένου τῷ προφανεῖ ἀδικήματι. Ἐγὼ δ' οὐκ ἀνήσω μὴ καὶ τὸ μάλιστα αἴτιον τῆς ἀναιρέσεως Εὐτροπίου τῇ ἱστορίᾳ προσθεῖναι, ἵνα μὴ τοῖς καθάπαξ ἀγνοοῦσι πρόσκομμα τοῦτο τῷ μεγά λῳ νομίζοιτο, μὴ διειδόσι τὸν τρόπον δι' οὗ τὸν τῆς Εκκλησίας ὑβριστήν περιύβρισεν, ἐάσας ταύτης ἀφαιρεθῆναι. "Αγεται μὲν γὰρ ὁ βασιλεὺς ᾿Αρκάδιος μετὰ τελευτὴν τοῦ πατρὸς γυναίκα, η Ευδοξία εν όνομα, θυγάτηρ, ὡς μέν τινες ιστορούσι, Γρατιανού, δ; τῆς ἑσπέρας τὴν ἀρχὴν ἐκληροῦτο, ὡς δ᾽ ἕτεροι, Βαύδωνος, ός βάρβαρο; μὲν ἦν τὸ γένος, στρατηγίαι;
col. 941–942page 467 of 633
PG 146:941δ' ἐν ἑσπέρᾳ πλείσταις διέπρεψεν. Οὐ μέντο; δὲ τὸ γύναιον κατὰ τὴν τοῦ ἀνδρὸς νωθρείαν διέκειτο ἀλλά τι καὶ τοῦ βαρβαρικοῦ θράσους οὐκ ἐλάχιστον ἐπεφέρετο. Δύο δὲ θυγατέρας τῷ ᾿Αρκαδίῳ ἐγέννα, Πουλχερίαν μὲν πρότερον, ἔπειτα καὶ ᾿Αρκαδίαν, πρὸς δὲ καὶ τρίτην Μαρίναν πολλῷ δὲ ὕστερον καὶ υἱὸν ἐκείνῳ ἐγέννησε Θεοδόσιον, εἰς ὄνομα τῷ πάππῳ κληθέντα. Ετι γοῦν δύο παίδων οὖσα μήτηρ, πρὸς Εὐτροπίου περιυβρίζετο· πρὸς γὰρ δὴ τοῖς ἄλλοις ἐπῆγε καὶ τοῦτο προσαπειλῶν, θάττον τῶν βασιλείων ταύτην κατενεγκεῖν καὶ οἴκαδε ἀποπέμψασθαι, ὁ Εὐτρόπιος. Η δὲ θυμῷ ὑπερζέσασα, ὡς εἶχε τὰ παιδία διὰ χειρὸς ἑκατέρας ἀγκαλισαμένη, πρόσεισι τῷ ἀνδρὶ ὀλοφυρομένη τε καὶ κωκύουσα εἰς οἶκτον δὲ καὶ τὰ βρέφη προτεινομένη, δακρύων ἡφίες λιβάδας· καὶ τἄλλα ἐποίει ὅσα εἰκὸς γυναῖκα φλεγμαίνουσαν, πρὸς τὸ συμπαθὲς ἐφελκύσαι τὸν άνδρα. Ο δ' Αρκάδιος οἴκτῳ δὴ τῆς γυναικὸς καὶ τῶν παίδων πρὸς ὀργὴν ἀνήφθη· τῷ τε ζέοντι τοῦ θυμοῦ, καὶ τῷ τῶν λόγων μάλιστα ἐμβρ:θεῖ, ταῖς ἀληθείας; βασιλεὺς ἦν· καὶ δῆτ᾽ ἐκεῖνον τιμῆς τε περιδύει ἁπάσης, πάντα τε τὸν πλοῦτον προσαφαιρεῖται, καὶ τῇ Κύπρῳ νήσῳ φυγάδα ποιεῖ· γραφήν δ' ὑποστὰ; ἐν βραχεῖ, ὡς ἡνίκα εἰς τὴν ὕπατον ἀξίαν προέβη, κόσμοις παρ' ἀξίαν ἐχρήσατο, οὓς μόνῳ ἔξεστι βασιλεῖ ἀμφιέννυσθαι, ἐκεῖθεν ἀχθεὶς, κατὰ τὸ Παντείχιον καθεσθέντος συνεδρίου, Αὐρηλιανοῦ τοῦ ἐπάρχου σὺν ἑτέροις ἐπιφανέσι συνδια σκοποῦντος τὰ κατ' αὐτοῦ, ἐπ᾽ αἰτίαις φαύλαι; ἁλοὺς ὁ Εὐτρόπις, τὴν κεφαλὴν ἀφαιρεῖται. 'Αλλ' ἐν τούτοις μὲν τὰ κατὰ Εὐτρόπιον. Οὐκ ἐντεῦθεν οὖν μῶμος προσετρίβη τῷ Ἰωάννῃ, ἀλλ᾽ ὅτι καὶ τὸν στρατηλάτην Γαϊναν περιύβρισεν ἐμφανῶς τῇ συνή θει χρώμενος παῤῥησίᾳ· ἐπηνίκα μίαν τῶν ἔνδον τῆς πόλεως ἐκκλησιῶν τοῖς ὁμόφροσιν ἐκείνου προσώ νεμηθῆναι 'Αρειανοῖς παρὰ τοῦ βασιλέως αἰτῆσα ἐτόλμησεν· ἧς μὴ τυχών, τυραννεῖν ἐπέβαλεν· καὶ πλεῖστα έδρασε τὰ δεινὰ τὴν ὑπὸ Ῥωμαίους ἀνά στατον θέμενος. Πολλοὺς δὲ καὶ ἄλλους ᾐτιῶντο παρ' αὐτοῦ μὴ δέον ὂν διελεγχομένου;· δι᾽ ἃ καὶ διάφορος τοῖς πολλοῖς καθίστατο. Οὐ μέτρια δὲ κατὰ τούτου καὶ ὁ τῆς ᾿Αλεξάνδρου Θεόφιλος ἐσκαιώρει εὐθὺς μετά τὴν χειροτονίαν· πολλά τε οἷς τε ἐντύχοι δι' ἑαυτοῦ ἔλεγε, καὶ τοῖ; ἀποῦσι πλείονα έγραφεν, ἐπιτωθάζων τὸν ἄνδρα, σκαιόν τε καὶ ἀνήμερον έγχα λῶν. Καὶ γὰρ οὐ μετρίως τοῦτον ἐλύπει ὅ τε ζῆ λως ἐκείνου καὶ ἡ ἔνθεος παρρησία· ἀλλ' ὅτι δι᾿ ἐκεῖνον καὶ ὁ αὐτῷ σφόδρα ἐρώμενος Ἰσίδωρος τῆς ἐπισκοπῆς διεκρούσθη. Καὶ τὰ μὲν κατὰ τὸν θερότατον Ἰωάννην οὕτως εφέρετο· καὶ τὸ και κὸν εὐθὺς κατ' αὐτὸν ὧδινε. Ποῦ γὰρ καὶ χωρεῖν ὁ κόσμος εἶχεν ἄνδρα τοσοῦτον, Θεῷ μόνῳ ζῶντα, καὶ μηδὲν ἄλλο ἢ τὴν τῶν ἀνθρώπων σωτηρίαν μόνην καὶ λόγοις καὶ ἔργοις πραγματευόμενον; ᾿Αλλὰ τὰ μὲν περὶ ἐκείνου προϊόντες δηλώσομεν.

Chapter VCaput V

col. 943–944page 468 of 633
PG 146:943ΚΕΦΑΛ. Ε΄. Τὰ κατὰ τὸν βάρβαρον Γότθον Γ'αϊνᾶν· καὶ περὶ τῆς Ἰωάννου πρὸς τὸν βασιλέα καὶ πρὸς αὐτ τὴν παρρησίας διὰ τῆς ἐκκλησίας. Οργᾷ δὲ ἡμῖν ὁ λόγος τὰ κατὰ τὸν Γαϊναν διελ θεῖν, τίς τε ὢν καὶ πόθεν, εἰς τὰ Ῥωμαίων εἰσήλασε, καὶ ὡς πράγματα παρείχεν Ἰωάννῃ· καὶ ὡς ἐπαναστὰς τῇ ἀρχῇ, πρεσβεύειν ὡς ἐκεῖνον τὸν μέσ γαν παρεσκευάσατο· καὶ τέλος ὡς διεφθάρη ἀφανεία παραδοθείς· ἐφ' οὗ καὶ πρᾶξις πάμπαν ξενίζουσα διεγένετο, Θεοῦ παραδείξαντος, ὡς ταῖς ἐκείνου προνοίαις τε ἅμα και βοηθείαις τήν τε βασιλεύουσαν πόλιν καὶ τὰ 'Ρωμαίων πράγματα μεγίστων κινδύνων ἐξήρπασε. Γαϊνᾶς οὗτος βάρβαρος μὲν τὸ γένος ἦν, ἐκ τῶν παρὰ τὸν Ιστρον Σκυθῶν ἐρ ωμένος· οἱ παγέντα τὸν ποταμὸν διαπεραιωσάμενη, ἀθρόως εἰς τὴν Ῥώμην εἰσήλασαν· κατὰ πᾶσάν τε ἀναχθέντες τὴν Θράκην, την Ευρώπην κατεληίσαντο. Αὐτόμολος δ' οὖν προσχωρήσας Ρωμαίοις, κατά βραχὺ προϊών, ἐξ ἀτελοῦς στρατιώτου στρατηλάτης Ρωμαίων οὐκ εἰς μακρὰν ἀναδείκνυται, καὶ τῆς τε ἱππικῆς καὶ πεζικῆς καθηγεῖται δυνάμεως. Τῆς τοιαύτης δὲ τιμῆς παρ' ἀξίαν τυχῶν, οὐκ ἠγάπα μένειν ἐπὶ τῆς τάξεως, ἀλλ' εἰ μὴ καὶ τὴν ἀρχὴν Ρωμαίων ὑφ' ἑαυτὸν καταστήσεται, ἐν δεινῷ ἐποιεῖ το. Ταῦτ' ἐν νῷ θέμενος, τοὺς ὁμοφύλους Γότθους ἐκ τῶν οἰκείων νομῶν μετεστέλλετο, καὶ τοὺς ὅσοι κατά γένος ἦσαν αὐτῷ, συνταγματάρχας είχεν, ένα τοντάρχους τε καὶ χιλιάρχους ἐποίει, καὶ τὴν στρα τιὰν πᾶσαν τοῖς ἑταίροι; ἐνεπιστεύετο. Τριγίβιλδον δὲ τῶν μάλιστα ἐν ἐπιτηδείοις αὐτῷ ὄντα πολυανθρώπου τάγματος ἡγεῖσθαι παρεσκευάσατο· καὶ τὴν τῆς Φρυγίας ενεχείριζε τούτῳ ἀρχὴν, κόμητος ἀξί: ν αὐτῷ περιθέμενος· οὗ δὴ καὶ ἐν οὐ πολλῷ νεωτερίζειν ἡγγελμένου, καὶ τὰς περὶ τὴν Φρυγίαν καὶ Νακώλειαν πόλεις ἀναστατοῦντος, καὶ φόνον πολύν ἐνεργοῦντος, προσεποιεῖτο μὲν δῆθεν ἀγανακτεῖν Γαϊνας· δῆλο; δ' ἔκ τινων σημείων καθίστατο, συν νεωτερίζειν αὐτῷ. ᾿Αμέλει τοι καὶ τέχνῃ μετέρχεται τὴν κατ' ἐκείνου μάχην ἀναλαβέσθαι, οἷα δῆθεν εξ νους μάλα Ρωμαίοις ὤν, καὶ ταῖς περὶ Φρυγίαν πό λεσιν ὡς χρεὼν ἐπαμύνειν. Ἐνεδίδου δὲ ὁ κρατῶν, πιστεύων τῷ πλάσματι. Καὶ ὁ μὲν πολύ τι ἐπαγόμενος πλῆθος ἐς μυριάδας ἠριθμημένον, τὸν κεκρυμμένον σκοπὸν εὐθὺς ἀνεκάλυπτε, καὶ τὸν τῆς τυραννίδος βασιλίσκον προῆγεν εἰς μέσον· καὶ οὐ τόπον ἀμύνων αἶ; ἐπέμφθη πόλεσιν ἦν, ὅσῳ καὶ τὰς λει πομένας λόγου καὶ ἀνακράτος ἠράνιζε· ταῖς δὲ προσδόκιμος ἦν ἐπιθήσεσθαι. Ἐκεῖθεν δ᾽ ἀπάρα;, καὶ τὰ ἐν μέσῳ πάντα λείαν Μυσῶν ποιήσας, δ δὴ λέγεται, ἐν τῇ καταντικρύ Βυζαντίδος Χαλκηδόνι ἐστρατοπεδεύετο, καὶ δεινὰ ὁρᾶν ἠπείλει· τὰ δὲ ἔπραττεν. Ἐν μεγίστῳ δὲ κινδύνῳ τῶν Εῴων πόλεων, καὶ μᾶλλον τῶν ἀνὰ τὴν Ἀσίαν τε καὶ τὸν Εὔξεινον ἀνατολή,
col. 945–946page 469 of 633
PG 146:945πόντον οὐτῶν, σὺν τοῖς ἀμφ' αὐτὸν ὁ βασιλεὺς ἐλο. γίζετο, μὴ δεῖν ἔτι μέλειν· μηδὲ γὰρ ἀσφαλὲς εἶναι οὕτως ἀπαράσκευα τὰ Ῥωμαίων εἶναι, πρὸς ἄν δρας θανατώντας ήδη, και καθάπαξ ἀπειρηκότας τὸ ζην. Χρησάμενο: δὲ τῷ καιρῷ, γνώμῃ μετῆλθε τὸν βάρβαρον· καὶ δὴ πέμψας πρὸς Γαῖνᾶν ἐπηγγέλλετο, πράττειν ἐν ἑτοίμῳ ἔχειν, ὅ τι ἂν ἐκεῖνος αἰτοίη, και τοῦ λοιποῦ διὰ βίου είναι κεχαρισμένος αὐτῷ. Ο δὲ κατένευε, καὶ ἄλλο ᾔτει οὐδὲν ἢ Σατορνίνον καὶ Αὐτ ρηλιανὸν ἐξ ὑπάτων ἄνδρας, υπονοήσας ἐναντίους αὐτῷ καθεστάναι. Ο δὲ βασιλεὺς καὶ ἄκων ἐδίδου. Οἱ δ᾽ ὑπὲρ τοῦ κοινοῦ θνήσκειν αἱρούμενο: θάττον ἦσαν πειθήνιοι, καὶ ἐδίδοντο. Ο δὲ λαβὼν ἐφείδετο. Ακκιζόμενος δ' ἐκεῖνος ἐπὶ τὴν Χαλκηδόνα παρῆν οὗ δὴ καὶ ὁ βασιλεὺς γεγονώς, καὶ ἀνὰ τὸν οἶκον Εὐ φημίας τῆς μάρτυρος εἰσιόντες, ὅπου δὴ καὶ ὁ ταύ της νεκρὸς ἔκειτο, ὅρκους τε δοὺς καὶ λαβὼν εύνους εἶναι, τὰ ὅπλα τε κατετίθετο· ἔπειτα καὶ πρὸς τὴν Κωνσταντινούπολιν διεπεραιοῦτο, τὴν τῆς ἵππου καὶ πεζῆς δυνάμεως ἡγεμονίαν ἐκ βασιλέως· αὖθις λα δών. Δόξας δὲ παρ᾽ ἀξίαν εὐπραγεῖν, σωφρόνως φέ ρειν οὐχ οἷός τε ἦν τὴν τιμήν. Ἐπεὶ γὰρ καλῶς οἱ ἀποδῆνα: τὸ πρῶτον παράλογον ζήτημα έδιξε, καὶ δεύτερον ἐπέβαλε καὶ θόρυβον οὐκ ἐλάχιστον τῇ Ἐκκλησίᾳ ἐπεχείρει κινεῖν. Χριστιανὸς γὰρ ὤν, ἥκιστα τὸ σέβας ἀκέραιον διετήρει· τῆς γὰρ Ἀρεί, λώδης ἀνάπλεως ἦν. Εἴρηται δ' ἡμῖν ὅπως τὸ γένος τοῦτο κατὰ τοὺς χρόνους Ουάλεντος ἐπὶ Οὐλφίλα τὴν ᾿Αρειανικὴν παρὰ Εὐδοξίου εἰτεδέξαντο λύμην ἢ γοῦν τῇ ροπῇ τοῦ νεωστὶ μεγέθους φιλοτιμούμε- & νος, ἢ ἴσως καὶ παρὰ τῶν τῆς αἱρέσεως ἡγουμένων ἀναπεισθείς, μίαν ήτει τον κρατοῦντα ἐκκλησίαν ἔνδον τῆς πόλεω; ἔχειν τοὺς τὰ ἴσα ἐκείνῳ θρησκεύοντας ἱερεῖς· ἐπιμεμφόμενος δ' ὥσπερ, μηδὲ γὰρ προσῆκον εἶναι ἔλεγε, Ρωμαίων στρατηγὸν ὄντα, ἔξω τειχῶν ἐκκλησιάζοντα εὔχεσθαι. Ο δὲ βασιλεὺς τὸ τῆς ἐκείνου γνώμης άστατον δεδοικώς, καὶ τὴν προσδοκωμένην ὑφορώμενος τυραννίδα, θεραπεύειν ὑπισχνεῖτο· καὶ πέμψας τῷ θείῳ πατρί διεμήνυε τοῦ βαρβάρου τὴν αἴτησιν· ἀνεμίμνησκε τε τὴν δυναστείαν, καὶ τὴν μελετωμένην ὑπηνίττετο τυραννίδα. Καὶ δῆλος ἦν, ἱκέτης γενόμενος δοῦναι, ὡς ἂν τῇ δώσει χαλινώσῃ τὸν τοῦ βαρβάρου θυμόν. Ο δὲ θεῖος ἐκεῖνος ἀνὴρ τῷ λεγομένῳ ἥκιστα πέρας ἐδίδου, ἀλλ' οὐδ᾽ ἐφησύχαζε τῷ καιρῷ· ἀλλὰ τοὺς ἐπισκόπους λαβὼν ὅσοι τηνικάδε τῇ Κωνσταντίνου παρήσαν, πρὸς τὰ βασίλεια ᾤχετο. Καὶ πρῶτα μὲν δι' ἑαυτοῦ βασιλεί γενναίως τὸν ἀπόλογον ἐποιεῖτο, Μὴ δὴ οὕτω, λέγων, βασιλεῦ, ὑπισχνοῦ, μηδ' αἱροῦ ῥίπτειν οὕτω τὰ ἅγια τοῖς κυσίν. Οὐδὲ γὰρ ἀνέξομαι τοὺς μὲν ὀρθῶς τὸ θεῖο, θεολογοῦντας ἐλαύνειν, τοῖς δὲ κατ' ἐκείνου βλάσφημον κινοῦσι γλῶτταν τὸ θεῖον τέμενος ἐκδιδόναι. Μηδὲ τὴν βάρβαρον ἐκεῖνον δεί σῃ;· ἀλλ' ἄμφω καλέσας, σὺ μὲν ἡσυχῆ τῶν λόγων ἐπάχους· ἐγὼ δὲ χαλινὸν ἐπιθήσω τη γλώττη, καὶ πείσω ήκιστα αἰτεῖν, ἃ μὴ συμφέρει διδόναι. ο Ησθεὶς δὲ τοῖς εἰρημένοις ὁ βασιλεὺς, καὶ ἄμφω τῇ ὑστεραίᾳ μετεστέλλετο. 'Αλλ' ὁ μὲν Γαϊνᾶς τέ ρας ήτει τοῖς ἐπηγγελμένοις· ὁ δὲ τὴν γλώτταν χρυσ Ει

Chapter VICaput VI

col. 947–948page 470 of 633
PG 146:947σιλεῖ τῶν θείων κατατομήν, εἴπερ εὐσεβεῖν αὐτῷ μέλει, ἐντελεῖς δὲ τοὺς κειμένους νόμους φυλάττειν, καὶ μᾶλλον δς κατὰ τῶν ἄλλων ἐτέθη αἱρέσεων· συ εβούλευε τε ἄμεινον τῆς βασιλείας παραχωρεῖν, ἢ Θεοῦ οἴκου προδότην γενόμενον ἀσεβεῖν.» Πρὸς δὲ τὸν Γαῖνα, αὖθις τρέψας τὸν λόγον, χρῆναι φάσκοντα καὶ αὐτὸν ἕνα οἶκον ἔχειν, «Απας σοι θεῖος οἶκος ἀνεῖται, ο φησίν. «'Αλλ' ἐγώ, ἀντέλεγε Γαϊνᾶς, θρησκεία; ἑτέρας, καὶ ὁ γ' αἰτῶ, δικαίως, οἶμαι, αἰτῶ, πλείστους ὑπὲρ Ῥωμαίων ἀγῶνας διενεγκών.» Αλλ' ἔχεις, ἀντέφη, καὶ τῶν πόνων μείζους τὰς ἀντιδόσεις· μέγα γάρ σοι τὸ στρατηγὸν Ρωμαίων καὶ εἶναι καὶ ὀνομάζεσθαι, καὶ τὸ τῆς ὑπατικής ήξιώσθαι στολῆς. Χρεὼν δέ σε κἀκεῖνο σκοπεῖν, τίς μὲν ἦσθα πάλαι, τίς δὲ ἄρα γεγένησαι νῦν· καὶ ὅσης μὲν πενίας τὸ πρὶν, νῦν δ' ὅσης περιουσίας ἔμπλέω, καὶ τὰς μὲν ἐσθής σοι προσῆν πρινὴ διαβῆναι τὸν Ίστρον, οἷα δέ σοι ἀρτίως ἀναβολή· καὶ σύνες ὡς μικροὶ μὲν οἱ πόνοι, μείζω δὲ τούτων τὰ ἔπαθλα. Σώφρων τοίνυν ἔσο, καὶ μὴ γίνου περὶ τοὺς τετ μηκότας ἀχάριστος. Εννόει δὲ τὴν πατρίδα· καὶ ὡς μετανάστης φυγάς, καὶ ὡς τῷ βασιλέως πατρὶ σω θεὶς, ὅρκους ἔθου εὐνοεῖν Ῥωμαίοις, ἐκείνῳ τε καὶ παισὶ τοῖς ἐκείνου καὶ νόμοις, οὓς ἀκύρους νῦν ἐλέγχειν διανοῇ· καὶ μάλιστ᾽ ἐκεῖνον ἦν ὁ σὲ δεξά μενος ήσφαλίσατο βασιλεύς, ὅς τοὺς ἑτεροδόξους πάμπαν εἴργειν ἔνδον τῶν τῆς Κωνσταντίνου ἐκκλησιάζειν τειχών. ο . 4 σοὺς Ἰωάννης ἀντέκειτο, «Μὴ ἐξεῖναι φάσκων βα ΚΕΦΑΛ. Γ'. Περὶ τῆς ἀποστασίας τοῦ Γαϊνῆ, καὶ περὶ τῆς ὀπτασίας ἣν ἐθεάσατο τῶν φρουρῶν ἀγγέλων τῆς πόλεως· καὶ περὶ τῆς εἰς αὐτὸν πρε σβείας τοῦ Χρυσοστόμου· καὶ ὡς διεφθάρη θανὼν ἐν Θράκῃ ἀλώμενος. Οὕτως ὁ μέγας Ιωάννης ἀνδρείως παρρησιασάμενος, τὸν μὲν Γαϊνᾶν ἐπεστόμισε, καὶ σιγὴν ἀσκεῖν ἔπεισε· μηδὲν δὲ νεωτερισθῆναὶ περὶ τὰς ὑπ' αὐτὸν ξυνεχώρησεν ἐκκλησίας. Ἐκεῖνος δὲ οὐκ εἰ; μακράν ἐπιορκεῖν ἐπεβάλετο, καὶ τὴν πάλαι μελετωμένην τυραννίδα ἐγύμνου, καὶ πορθεῖν τὴν πόλιν διενοεῖτο καὶ ἐν μελέτῃ ἦν αὐτὴν παραστήσασθαι· ἣν δῆτα ἐπιβουλὴν ὁ ξιφοειδὴς ἐκεῖνος ἀστὴρ προεμήνυσε, λαμπρός τις υπεράγαν, καὶ οἷος οὐ πρότερον γεγε νῆσθαι ἱστόρηται, ὑπὲρ τῆς πόλεως άνω φανείς, οὐρανόθεν σχεδὸν εἰς αὐτὴν διήκων τὴν γῆν. Καὶ πρῶτα μὲν ἐπιθέσθαι τοῖς ἐν ἀγορᾷ προκειμένοις διενοεῖτο ἀργυροπωλείοις, συλλέγειν σωρούς χρη μάτων ἐν μεγίσταις ὢν ταῖς ἐλπίσιν· ὡς δὲ φήμης
Page scan enlarged

Notebook

Full View