PG 146Nicephorus Callistus Xanthopulus.
Ecclesiastical History (continuation)
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1245–1246page 619 of 633
PG 146:1245νου) ἠγάγομεν τὸ πανάγιον σῶμα τοῦ Συμεών, ὅπως ἡμῖν γένηται τεῖχος καὶ ὀχύρωμα· οἷς μόλις δυσωπηθεὶς, ἐνδούς τε τῇ δεήσει ἐκείνων, τὸ σεπτὸν ἐκείνοις εἴασε σῶμα τοῦ Συμεών, δ καὶ μέχρι τῶν κατωτέρω χρόνων ἐκεῖσε δὴ φυλάττεσθαι καὶ ἐς δεῦρο ἔγνων. Εφ᾽ ᾧ δὴ καί τι παράδοξον ἱστορεῖται τοῖς θεωρήσασι. Τὰς γὰρ κατὰ τῆς κεφαλῆς καὶ τοῦ πώγωνος προσούσας τρίχας μὴ διαπεσείν, μήτε μὴν τῷ χρόνῳ διαφθαρήναι, φασί· νικήσασαι δὲ τὸν χρό νον, ἔτι διαφαίνονται σώζουσαι τῷ ὁσίῳ τὸν χα ρακτήρα, ὥσπερ ζῶντι καὶ ἀνθρώποις διομιλοῦντι περισώζεσθαι δὲ αὐτῷ καὶ ἅπαν τὸ δέρμα, τῷ ματ κρῷ πόνῳ καὶ χρόνῳ ἐῤῥυτιδωμένον τε καὶ ἀπε σκληρός· πρὸς δὲ καὶ οἱ κατὰ τοῦ στόματος ὀδόντες, πλὴν ἐκείνων ὅσοι πιστῶν χερσὶν ἀνεσπάσθησαν φίλτρῳ τῷ πρὸς αὐτόν. "Α δὴ πάντα κηρύττουσι διὰ τοῦ σχήματος, οἷός τε καὶ πόσος, πηλίκος τε ὁ τοῦ Θεοῦ ἄνθρωπος ἦν Συμεών. Παράκειται δὲ τῷ σώ ματι καὶ ὁ ἐκ σιδήρου πεποιημένος κλοιός· ὃς καὶ αὐτὸς, σύναμα τῷ καρτερικῷ ἐκείνου καὶ πολυάθλῳ σώματι συναεθλεύων, καὶ τῶν ἐκ Θεοῦ μετέσχηκε δωρεῶν. Οὐδὲ γὰρ καίπερ ἀποθανόντα τὸν Συμεὼν ὁ ἐραστὴς αὐτῷ, εἴπω δ' ὅτι καὶ ἐρώμενος σίδηρος ἀπολέλοιπεν, ὥσπερ ἀποσκιρτήσας τῆς καλῆς ξυναυλίας· ἀλλ' ἐκείνῳ παράκειται, ὅσα δὴ καὶ τὸ ἐκείνου σῶμα διαπραττόμενος. Οὕτως ἔμοιγε τοῖς καθέκαστον τῶν ἐκείνου ὅμως ἐπεξελθεῖν, ὠφέλειαν προξενήσουσί διηγουμένῳ καὶ τοῖς ἐντυγχάνουσιν, εἰ μὴ προειρημένοις θείοις ἀνδράσιν ἀξίως καὶ μάλα λαμ πρῶς καὶ εἰς πλάτος πάντα πεπόνηται· ἄλλως τε καὶ πρὸς ἄλλα τῆς ἐπαγγελίας ἐμοὶ προκειμένης, τέως ὅπερ ἐκείνοις παραλέλειπται διηγήσομαι, Μάνδρα, μέν, ὡς εἴρηται, τὸν χῶρον καλοῦσιν οἱ ἐπιχώριοι τῆς ἀσκήσεως, τοῦ ὁσίου τὴν κλῆσιν αὐτῷ ἐπιδεδωκότος. Διέστηκε δὲ Θεουπόλεως σταδίοις μά λιστα τριακοσίοις πρὸς αὐτὸ τὸ ἄναντες τῆς κορυ φῆς τοῦ ὄρους διακειμένη· τὸ δ' ἐπέκεινα πρόσαντες διήκει σταδίοις εἴκοσιν· ἐφ' ὅ καὶ νεὼς ἀνέστη τῷ ἁγίῳ ἐς σταυροῦ σχῆμα διατυπούμενος, ἐκ τεσσάρων πλευρῶν θόλοις κοσμούμενος. Κίονες δὲ ξεστοῦ λίθου πεποιημένοι παρατετάχαται ταῖς στοαῖς πρὸς τὸ εὐπρεπέστερον, εὖ μάλα τὴν ὀροφὴν εἰς ὕψος ἐπαίροντες· τὸ δὲ μέσον αὐλή τίς ἐστιν ὑπαίθριος, τέχνῃ δή τινι πλείστῃ ἄκρως ἐξειργασμένη· ὅπου κατὰ μέσον ὁ τεσταρακοντάπηχυς ἐκεῖνο, ἵδρυτο κίων· ᾧ χρησάμενος ὁ ὅσιος κλίμακι, ὁ ἔνσαρκος ἄγγελος πρὸς τὸν οὐράνιον ἀνέδραμε χῶρον. Τῶν δ' εἰρημένων μει στοῶν πρὸς τῇ κορυφῇ κλειθρίδιά τινα καθεστᾶσιν, ἅπερ ἔνιοι θυρίδας καλεῖν, εἰώθασι. Πρὸς αὐταῖς δὴ ταῖς στοαῖς καὶ τὸ ῥηθὲν προαύλιον ὕπαιθρον ἀποκρίνεται, καὶ χώραν διδούσαις τοῖς ᾑρημένοις ἐκτὸς ὁρᾶν ἔσωθεν, καὶ ἔσω πάλιν ἀπὸ τῶν ἔξωθεν. Ενθα τὸν παρακύπτοντα ὁρᾷν ἔστιν ἀστέρα τινὰ ὑπερμεγέθη καθ᾿ ἅπαν τὸ θυρίδιον δια θέοντα καὶ περιφανῶς σελαγίζοντα, καὶ ὡσανεί παυ

Chapter LIICaput LII

col. 1247–1248page 620 of 633
PG 146:1247δ' ἐν τῇ μνήμῃ μόνον τοῦ ἁγίου ἐγγίνεσθαι. Εἰσὶ δὲ οἱ καθιστόρησαν, καὶ αὐτὸ ἐκεῖνο τὸ τοῦ ὁσίου πρόσωπον ὧδε κἀκεῖσε περιιπτάμενον, ἀνὰ τὸν στῦλον θεᾶσθαι, τὴν ὑπήνην καθειμένον ὡς σχή ματος εἶχε, καὶ τιάρα τὴν κεφαλὴν καλυπτόμενον, ὥς γε ἦν ειωθός. Ορῶσι δὲ πάντες τὸ θαῦμα, καὶ γυναῖκες ἔξω περὶ τὰς φλιὰς ἑστῶται· ἡ γὰρ μία τῶν θυρίδων ἀντικρὺ τοῦ σελαγίζοντος ἀστέρος ἐστί. Πολλὴ γάρ τις ένεστι φυλακὴ τῷ χώρῳ, ὡς ἂν μὴ λάθῃ γυνὴ τῶν ἱερῶν περιβόλων ἔσω φοιτήσασα. Οι δ' ἄνδρες καὶ τῶν ἀγροίκων εἰσίασιν ἔνδον μετά τῶν νωτοφόρων σφίτι, πολλάκις περιπολοῦντες τὸν κίονα. Τοσαῦτα περὶ τοῦ Συμεών. όμενον, καὶ σὖθις ἐξαπίνης ἀναφαινόμενον· τοῦτο ΚΕΦΑΛ. ΙΒ. Περὶ τοῦ ἁγίου καὶ μεγάλου Ευθυμίου, καὶ ἄλο λων θεοφιλῶς τὸν βίον διηνυκότων. Ἐπὶ δὲ τῆς αὐτῆς ἡγεμονίας καὶ Εὐθύμιος ἐκεῖ νος ὁ μέγας καὶ περιβόητος ἀνὰ τὴν Παλαιστίνην διέλαμπεν· ἐξ ἐπαγγελίας μὲν γεγεννημένος κατά τους χρόνους Ουάλεντος, Οτρηΐῳ δὲ τῷ πάνυ καὶ Ακακίῳ τοῖς τῆς Μελιτινῶν ἐκκλησίας θείοις καθη γεμέσι τραφείς ἀξίως καὶ παιδείας μετειληχώς εἶτα τὴν τοῦ πρεσβυτέρου δέχεται χειροτονίαν, καὶ τῶν ἱερῶν μονῶν τὴν ἐπιμέλειαν ἐκληροῦτο. Επειτα κατὰ Παλαιστίνην γενόμενος, ἔν τινι σπηλαίῳ σύν αμα τῷ θαυμαστῷ Θεοκτίστῳ τὸ τῆς ἀρετῆς πήγνυται εργαστήριον, καὶ τὸ τῆς φιλοσοφίας ἐκπονείται σὺν ἐκείνῳ μέλι ὑπὸ πολλοῖς καὶ διαφόροις καταγωγίοις· καὶ λαύραν ὑπερμεγέθη συνίστησι· καὶ ἐπὶ τόσον προελθεῖν ἀρετῆς, ὡς κανόνα καὶ τύπον γενέ σθαι τὸν βίον μοναδικῆς καταστάσεως· περιφανῇ δὲ γενέσθαι τοῖς θαύμασι. Τοῦ γὰρ Περσῶν φυλάρχου τὴν παῖδα ἀρτιμελῆ καὶ σῶον ἐδείκνυ, καὶ τὰς τοῦ οὐρανοῦ θύρας ἀνέφξε, καὶ γόνιμον τὴν γῆν ἀκαρ πίαν νοτοῦσαν παρεσκευάσατο ταῖς εὐχαῖς. Πλῆθος δὲ ἄρτων ἐκ πάνυ βραχυτάτων πηγάσαι εποίησεν, ἐξ ὧν καὶ τετρακόσιοι ἄνδρες ἐτράφησαν γυναιξί δ' ἐστειρωμέναις τὰς μήτρας εὐτεκνούτας καθίστα. Τὴν δ᾽ ἱερὰν ἐπιτελοῦντος μυσταγωγίαν, φῶς οὐρα νόθεν οἷάπερ στῦλος περιλάμπον ἐπ' αὐτὸν καθεῖτο συμπαρεστώς· καὶ οἱονεὶ φωνὴν ἀφιεὶς, οἷος τῇ τοῦ βίου λαμπρότητι ὁ ἀνήρ· καὶ τῶν προσιόντων τῇ θείᾳ κοινωνίᾳ οἷος Εκαστος τὴν διάθεσιν νοερώς ἐμυεῖτο, ὁ τεκμήριον ἐμφανέστατον ἀτεχνῶς τῆς εἰς ἄκρον ἐκείνου καθάρσεως. Εξεδήμει δὲ πρὸς Κύριον ὁ μακάριος ἑκατὸν ἐτῶν γεγονώς δεόντων μόνων τριών, Λέοντος τοῦ μεγάλου τὴν ἀρχὴν διεθύνοντος μέτριος ὢν τὸ ἦθος, καὶ τὸν τρόπον μάλα ἁπλούστατος· τὸ δὲ χρῶμα λευκός, ἄχρι τῶν μηρῶν δασείαν καθειμένην τὴν ὑπήνην ἔχων. Ιστόρηται μέντοι
col. 1249–1250page 621 of 633
PG 146:1249περὶ αὐτοῦ, ὡς τινὸς τελευταν μοναχοῦ μέλλοντος, ἐς δόξαν ἀρετῆς μάλιστα καὶ τὸ πλέον σωφροσύνης δῆθεν εἶχε, μὴ τοιοῦτός γε ὢν, ἀλλὰ τοὐναντίον μᾶλλον ἀκόλαστος, ὁρᾷν τὸν μακάριον ἄγγελόν τινα φοβερὸν ἐν τριαίνῃ δεινῇ τὴν ἐκείνου ψυχὴν ἀπηνῶς ἀνασπῶντα· καὶ ἅμα φωνῆς ἄνωθεν ἐπαισθάνεσθαι, τὰ κρυπτὰ τῆς αἰσχύνης ἔργα διαρρήδην ἐκκαλυπτούσης. Αλλον δέ τινα πένητα γυμνὸν ἐπ' ἐδά τους ἐῤῥιμμένον καὶ διεῤῥωγότα πάμπαν καὶ δύο στηνα ράκια ήμφιεσμένον σὺν αἰδοῖ τὴν ψυχὴν ἐκε καλεῖσθαι πολλῶν παρόντων ἀγγέλων· παρεῖναι δὲ καὶ Δαυΐδ τῇ παναρμονίῳ κιθάρᾳ χρώμενον, καὶ εἱονεὶ κατακηλοῦντα ταύτην καὶ σὺν ᾠδαῖς παρα πέμποντα. Ὑπὸ δὲ τὸν ἐκεῖνον χρόνον καὶ ἄλλοι πλεῖστοι συνήκμασαν· οἷος ἐκεῖνος Θεόκτιστος καὶ Γεράσιμος, κοινοβίων μεγάλων ἡγεμονεύοντες, και νόνι τε ξένῳ κεχρημένοι· ἃ πρὸς λεπτὸν καταγράφειν ού μοι καιρός. Ὑπὸ δὴ τούτῳ καὶ ἡ βασιλὶς Εὐδοκία, τῆς ὀρθῆς πρότερον παρατραπείσα δόξης, τἀληθὲς ὕστερον διαγνοῦσα, τῆς τῶν Εὐτυχιανιστῶν συμμορίας διέστη. Τούτῳ δὴ καὶ ὁ τὴν ἀρετὴν που λὺς Σάββας νέος ἔτι ὢν πρόσεισιν· ἐν ἰδὼν, ὁποῖος ἔσται σαφῶς προεφοίβασε. Καὶ Τίτος δ' ὁ Βόστρων ἐπ' ἐκείνοις ήκμαζε τοῖς καιροῖς· Βάσσα τε καὶ Τατιανὴ καὶ Μελάνη ή θαυμαστής πρὸς δὲ καὶ Ξένη ἡ περιβόητος, ἧς τὴν τῆς ἀρετῆς τελείωσιν ἐδείκνυ στέφανος ἄστρασιν ἐπισήμοις περιπλακείς· πρὸς δὲ καὶ Ξενοφῶν ἐκεῖνος ὁ πολυύμνητος τῆς συγκλήτου τὰ πρῶτα τελῶν, οὐχ ἧττον τῷ ἔξωθεν πλούτῳ ἢ τῷ ἔνδοθεν μᾶλλον ὡραῖζόμενος. Ἐπὶ δὲ μίαν τῶν κατὰ Φοινίκην πόλεων Βήρυτον ἐπὶ παιδείᾳ καὶ μελέτῃ νόμων τοὺς οἰκείους παῖδας ᾿Αρκάδιον καὶ Ἰωάννην ἐκπέμψας, ἐπεὶ τῷ κατὰ θάλατταν περιέπεσον ναυαγίῳ, πρὸς τὴν ἐκείνων ζήτησιν σύναμα γυναικὶ ἐξιών, ἐπεὶ τὰ μοναχῶν μυηθέντας ἐν Ίε ροσολύμοις ἐνέτυχε, τὸ τῆς ἡσυχίας ἔνδυμα καὶ αὐτὸς καὶ ἡ σύζυγος ὑποδύονται. Ἐπὶ τόσον δ᾽ ἐπι δοῦναι συνέβη πάντας πρὸς ἀρετὴν, ὡς καὶ θαύματα δρᾷν γέρας εἰληφέναι παρὰ Θεοῦ. Διὰ βίου δ' εὐάμε στοι Θεῷ γεγονότες, πρὸς αὐτὸν μετεχώρησαν. Προσεχώρει δὲ τηνικαῦτα τῇ ἀρετῇ ἐπαυξάνων καὶ Αὐξέγτιος ἐκεῖνος ὁ πολυύμνητος ἀσκητὴς, κατὰ τὸ ἀντικρὺ Βυζαντίου διακείμενον ὄρος ἀνὰ τὴν Βιθυνῶν, πάντας τοὺς περικύκλῳ βουνοὺς ὑπερκειμένου. ΚΕΦΑΛ. ΙΓ'. Περὶ τοῦ ἁγίου Ἰσιδώρου τοῦ Πηλουσιωτου· καὶ οἷα Κυρίλλῳ καὶ ἄλλοις ὑπὲρ τοῦ ἱεροῦ Χρυσοστόμου γράφει. Οὐκ ἀρετῆς δὲ μόνον ἄνδρες την καῦτα διέλαμ-ο πον, ἀλλὰ καὶ λόγος ἐν ταυτῷ συνάδων τοῖς ἔργοις ἐκείνοις διέπρεπε. Διττή γάρ φιλοσοφία συνδραμοῦσα θάττον ἀνάγει τὸν νοῦν, καὶ τῷ ποθουμένῳ ἑνοῖ. Οἷα γάρ τισι δυσὶ πτέρυξιν, ᾧ καὶ ἄμφω συγγένοιντο, χρῆσθαι συμβαίνει· καὶ πρὸς οὐρανὸν ἀνί πτασθαι ὁλικαῖς ἀναβάσεσιν ὡς τάχος επαίρει. Οτους ἄνδρας καὶ ὁ τηνικαῦτα χρόνος προήνεγκεν, ἀρετῇ καὶ λόγῳ τὸ εὐδόκιμον ἐσχηκότας· οἷος ἐκεῖνος Ἰσίδωρος ὁ τοῦ Πηλουσίου όρους καθηγητάμενος,

Chapter LIIICaput LIII

col. 1251–1252page 622 of 633
PG 146:1251Νεϊλός τε καὶ Μάρκος οἱ περιβόητοι ἀσκηταί· Ετ δὲ καὶ ὁ τὴν σοφίαν πολὺς Θεοδώρητος τῆς Κυρεστῶν Εκκλησίας ἱερατεύσας· ὧν εὐρύ κλέος κατὰ τὴν ποίησιν διδασκάλῳ τῷ μεγάλῳ Χρυσοστόμῳ καὶ κατ' ἄμφω φιλοσοφίας χρησάμενοι. Ο μὲν οὖν θεῖος Ισίδωρος ἐξ ἔτι νέου τοῖς ἀσκητικοῖς οὕτω πόνοις ἐνίδρωσε, καὶ τὴν σάρκα κατέταξε, τὴν ψυχὴν τοῖς ἀναγωγικοῖς πιάνας τῶν λόγων, ὡς ἀγγελικὸν ἄν τικρυς μετελθεῖν βίον, καὶ στήλην ζῶσάν τε καὶ ἔμψυχον τῆς τε μοναστικῆς διαίτης καὶ τῆς εἰς Θεὸν θεωρίας, καὶ οἷόν τι ἀρχέτυπον ζήλου καὶ δι δασκαλίας πνευματικῆς ἐγγενέσθαι. Καὶ δὴ πολλὰ μὲν αὐτῷ ἐγράφη ὠφελείας ἁπάσης ἔμπλεω μά λιστα δ' ἐπιστολαί, χάριτος παντοίας μεσταί, θείας τε ἅμα καὶ ἀνθρωπίνης, ώσει χιλιάδες δέκα· δι' ὧν πασάν τε Γραφὴν σαφηνίζει, καὶ σύμπαν ἦθος παι Εἴτε γὰρ πατήρ είμι, ὡς ἔφης αὐτὸς, δέδια τοῦ δεύει, διδασκαλικώτερον ποιούμενος τὴν ὑφήγησιν. Εμφαίνει δὲ καὶ ὃν εἶχεν ὑπὲρ τοῦ καλοῦ ζῆλον ὑπέρ τε τῆς Ἐκκλησίας καὶ τῶν ἄλλως ἀδικουμένων. Πολλὴν δὲ καὶ καταδρομὴν ἔστι τοῖς ἐκείνῳ πονηθεῖσιν εὑρεῖν οἷς ἱερᾶσθαι παρ' ἀξίαν συνέβη. "Αντικρυς δ' ὑπὲρ τοῦ Χρυσοστόμου πνέων, πολλά τε Αρκαδίου καὶ Κυρίλλου καὶ τοῦ θείου ἐκείνῳ Θεοφίλου καθάπτεται, διελέγχων τὴν κατὰ τοῦ ἀν δρὸς αὐτῶν σκαιωρίαν· δι᾿ ὧν δείκνυται καὶ κατὰ τὸν αὐτὸν ἐκείνοις συνακμάσαι χρόνον. Κύριλλον γοῦν ὡς ταραχώδη δῆθεν ἀναστέλλων, καὶ τάδ' ἐπιστέλλει: Προσπάθεια μὲν οὐκ ὀξυδορκεῖ· ἀντι πάθεια δὲ ὅλως οὐχ ὁρᾷ. Εἰ τοίνυν ἑκατέρας λύμης βούλει σαυτὸν καθαρεῦσαι, μὴ βιαίας ἀποφάσεις ἐκβίαζε, ἀλλὰ κρίσει δικαίᾳ τὰς αἰτίας επίτρεψον. Ἐπειδὴ καὶ Θεὸς ὁ πάντα εἰδὼς πρὸ γενέσεως κατα βῆναι καὶ τὴν κραυγὴν ἰδεῖν Σοδόμων φιλανθρώπως τὐδόκησεν, ἡμᾶς ἀκριβοῦς ἐρεύνης διδάσκων ὑπό θεσιν. Πολλοὶ γάρ σε κωμῳδοῦσι τῶν συνειλεγμένων εἰς Εφεσον, ὡς οἰκείαν ἀμυνόμενον ἔχθραν, ἀλλ' οὐ τὰ Ἰησοῦ Χριστοῦ ὀρθοδόξως ζητοῦντα. 'ἀδελφιδοῦς ἔστι, φασί, Θεοφίλου μιμούμενος ἐκείνου τὴν γνώμην. "Ωσπερ γὰρ ἐκεῖνος μανίαν σαφή κατεσκέδασε κατὰ τοῦ θεοφόρου καὶ θεοφιλούς Ἰωάννου, οὕτως ἐπιθυμεῖ καυχήσασθαι καὶ οὗτος, εἰ καὶ πολύ τῶν κρινομένων ἐστὶ τὸ διάφορον.» Καὶ αὖθις ἐν ἑτέρῳ, ο Φοβεῖ με, φησί, τὰ τῆς θείας Γραφής ὑποδείγματα, καὶ γράφειν τὰ χρεὼν ἀναγκάζομαι. Ηλεὶ τὴν κατάκρισιν, ὅτι τοὺς υἱοὺς ἁμαρτόντας οὐκ ἐσωφρόνισεν· είτε υἱός σου τυγχάνω, ὡς μᾶλλον ἐπίσταμαι τὸν μέγαν σχηματίζοντος Μάρκον, ἀγω νιῷ τοῦ Ἰωνάθαν τὸ ἐπιτίμιον· ὅτι τὸν πατέρα ζη τήσαντα ἐγγαστρίμυθον οὐκ ἐκώλυσε· καὶ πρότερο; τοῦ ἁμαρτήσαντος ὁ κωλύσαι δυνάμενος τέθνηκεν εἰς τὸν πόλεμον. "Ινα τοίνυν κἀγὼ μὴ κατακριθῶ, καὶ αὐτὸς παρὰ Θεοῦ μὴ κριθῇς, παῦσον τὰς ἔρι
col. 1253–1254page 623 of 633
PG 146:1253δας· μὴ οἰκείας ὕβρεως ἄμυναν, ἢ παρὰ θνητῶν κεχρεώστηται, τὴν ζῶσαν Ἐκκλησίαν μεθόδους, καὶ αἰώνιον αὐτῇ διχόνοιαν ἐν προσχήματι εὐσεβείας μετασκεύαζε.» Καὶ πάλιν περὶ τοῦ Χρυσοστόμου Ἐρωτᾷς τὴν περὶ τὸν θεσπέσιον Ιωάννη, τραγῳδίαν· ἀναφράσαι ταύτην ἀπορῶ. Νικῇ γὰρ αὐτὴν ἡ μέθη τοῦ πράγματος. Μικρὰ δὲ μάνθανε, ἃ ἡ γείτων Αἴγυπτος συνήθως ἠνόμησε, τὸν Μωσέα παραιτουμένη, τῷ Φαραὼ οἰκειουμένη, τους ταπεινούς μας στίζουσα, τοὺς κοπτομένους θλίβουσα, πόλεις οι κοδομοῦσα, καὶ τοὺς μισθοὺς ἀποστεροῦσα, καὶ μέχρι τοῦ νῦν τούτοις ἐμμελετῶσα. Τὸν λιθομανῆ γὰρ καὶ χρυτολάτρην προβαλλομένη θεόφιλον, καὶ τέσσαρσι συνεργοῖς ἢ μᾶλλον συναποστάταις εἰπεῖν ὀχυρωθέντα, τὸν θεοφιλῆ καὶ θεολόγον κατεπολέμησεν ἄνθρωπον, τὴν περὶ τὸν ἐμὸν ὁμώνυμον ἀπέχθειαν ὁρμητήριον τῆς οἰκείας ἀθεότητος ευρηκότες. Αλλ' ὁ οἶκος Δαυΐδ κραταιοῦται· ἀσθενεῖ δὲ ὁ τοῦ Σαούλ, καθὼς ὁρᾷς, εἰ καὶ τῆς ζάλης ὑπεξῆλθεν ὁ ἄνθρωπος τοῦ βίου, καὶ πρὸς τὴν ἄνω γαλήνην μετετέθη. Οπως δὲ τὸν μέγαν τοῦτον ἐπαίνου καταξιοί τῆς ὑπερφυούς φράσεως, καὶ ταῦτα πρὸς Οφέλιον τὴν γραμματικὸν διεξέρχεται «Τοῦ καταπεπλήχθαι φημι τοὺς ἄλλους (μικρὸν γὰρ ἴσως πολλοῖς τοῦ του, ἀλλὰ καὶ αὐτὸν Λιβάνιον τὸν ἐπ᾿ εὐγλωττία παρὰ πᾶσι βεβοημένον, τὴν τοῦ ἀοιδίμου Ιωάννου γλῶτταν, καὶ τὰ κάλλη τῶν ὀνομάτων, καὶ τὴν πυκνότητα τῶν ἐνθυμήσεων, τεκμήριον ἔτι νέῳ ὄντι καὶ βασιλικὸν εἰπόντι λόγον γραφεῖσα ἐπιστολή. Οὐ μόνον γὰρ αὐτὸν μακαρίζει οὕτω δυνάμενον εἰπεῖν, ἀλλὰ καὶ τοὺς ἐγκωμιασθέντας, καὶ ταῦτα βασιλεῖς τυγχάνοντας, ὅτι δὴ τοιούτου ἐπαινέτου τετυχήκασιν. Εστι δὲ αὕτη· «Λιβάνιος Ἰωάννῃ. Δεν ξάμενός σου τὸν λόγον τὸν πολὺν καὶ καλὸν, ἀνέγνων ἀνδράσι λόγων καὶ αὐτοῖς δημιουργοῖς· ὧν οὐδεὶς ἦν ὃς οὐκ ἐπήδα τε καὶ ἐβόα, καὶ πάντα ἕδρα τὰ τῶν ἐκπεπληγμένων. "Ησθην δ' ὅτι τὸ δεικνύναι τὴν τέχνην ἐν δικαστηρίοις προτιθεὶς τὰς ἀποδείξεις. Καὶ μακαρίζω σε μὲν οὕτω διαμένειν δυνάμενον ἐπαινεῖν, ἐπαινέτου δὲ τοιούτου τετυχηκότας ἐκεί νους, τόν τε δόντα πατέρα καὶ τοὺς λαβόντας υἱεῖς τὴν βασιλείαν.» Καὶ ταῦτα μὲν Λιβάνιος γέγραφε Πλουτάρχῳ δὲ τὸ σαφὲς καὶ λεῖον δοκεῖ εἶναι γνήσιον Αττικόν· «Οὕτω γὰρ, φησὶν, ἐλάλησαν οἱ ῥήτορες. Γοργίας δ' ὁ Λεοντίνος πρῶτος τὴν νόσον ταύτην εἰς τοὺς πολιτικούς λόγους εἰσήγαγε τὸ ὑψηλὸν καὶ τὸ τροπικὸν ἀσπασάμενος, καὶ τῇ σαφηνείᾳ λυμη νάμενος. "Ηψατο δέ, φησίν, ἡ νόσος αὕτη καὶ τοῦ θαυμαστού Πλάτωνος.» Εἰ τοίνυν χρὴ δὲ ἐν τούτῳ Πλουτάρχῳ πείθεσθαι, πλεονεκτεῖ τοὺς ἄλλους ἅπαντας ὁ ἀοίδιμος Ἰωάννης, καὶ κατὰ τὴν φωνὴν Αττικίσας, καὶ σαφηνείᾳ ὡς οὐκ οἶδ᾽ εἴ τις ἄλλος χρησάμενος.» Αλλὰ ταῦτα μὲν ὁ θεῖος Ισίδωρος. Εγγαστρίμυθοι γυναίκες τὰς τῶν τεθνηκό των ψυχὰς ἐξεκαλοῦντο· μιᾷ δὲ αὐτῶν ἐχρήσατο Σαούλ, ἥτις εξεκαλέσατο τὴν ψυχὴν Σαμουὴλ τοῦ προφήτου Ἐγγαστριμάντις, πύθων.

Chapter LIVCaput LIV

col. 1255–1256page 624 of 633
PG 146:1255ΚΕΦΑΛ. Δ'. Περὶ τοῦ ἁγίου Νείλου, καὶ Μάρκου τοῦ ἀσκη τοῦ καὶ Θεοδωρήτου τοῦ ἐπισκόπου Κύρου. Τῷ δὲ θεσπεσίῳ Νείλῳ πατρὶς μὲν ἡ τῆς Κων σταντίνου ἐτύγχανε πόλις, ἧς τῷ περιόντι τῆς εὐ γενείας καὶ ἔπαρχος ἐχρημάτισε· πλούτῳ δὲ βαθεῖ καὶ δυναστείᾳ περιῤῥεόμενος, ἀσκητικὴν ἀντηλ λάττετο ἀγωγὴν, κατὰ τὸν θεῖον Δαυίδ, οἴκῳ μᾶλλον Θεοῦ παρεῤῥίφθαι αἱρούμενος ἢ σκηνώμασιν ἁμαρ τωλῶν κατοικεῖν. Λόγου δὲ δυνάμει κρατῶν, καὶ τῇ θείᾳ νευρούμενος χάριτι, συγγράμματα διάφορα καταλείπει πρὸς ἄσκησιν ὑπαλείφοντα, οὕτω φρά σεως καὶ νοημάτων μετέχοντα, ὡς τὸν ἀναγινώσκοντα χάριτος ἀφράστου ἔμπλεω καθεστάναι. Μεθ' ὧν καὶ τὸ ἐν τῷ Σιναίῳ ὄρει τῶν θείων Πατέ ρων μαρτύριον ἀναγράφεται, οὕτω λαμπρώς τε ἄμπ καὶ περιπαθῶς, ὡς ἱκανὸν εἶναι ἐντεῦθεν θηράσει, οἷος κατ' ἄμφω γέγονεν ὁ ἀνὴρ, ἔν τε λόγων και ἀρετῆς περιουσία. Ἐκεῖ δὴ καὶ τὰ κατ' αὐτὸν καὶ τοὺς παῖδας μετρίως διέξεισιν, έκτραγῳδῶν λίαν περιπαθῶς τὴν αἰχμαλωσίαν αὐτῶν, βαρβάρων και ταδραμόντων οἱ Βλέμμυες ἐκαλοῦντο, καὶ φόνον οὐκ ἐλάχιστον δεδρακότων· δ καὶ ἡδυσμά τι πνευματ τικὸν τοῖς φιλομαθέσι καταλέλοιπεν. Αριστοι δὲ αὐτῷ καὶ ἕτεροι λόγοι πεπόνηνται, πνευματικῆς οὐκ ἄμοιροι χάριτος· ὧν οἶμαι πάντων τὰ πρῶτα φέρεσθαι, ὃν πρὸς Ἕλληνας ἐπιγράψει, καὶ τὰ πρὸς Ευλόγιον. Κεφάλαια δὲ συντάττει, ἄλλα μὲν εἰς πλάτος ἠπλωμένα, πολλὰ δὲ συντεμών, ευσύνοπτον οἷον καὶ πρόχειρον τὸν πνευματικὸν καρπὸν, οἷά τι νέκταρ ἢ ἀμβροσίαν, προβάλλεται. "Ον τέλει βίου χρησάμενον, Ἰουστῖνος ὁ ὕστερος ἐκεῖθεν ἀνακομίσας, ἐπὶ τῷ βάθρῳ τῆς ἱερᾶς τραπέζης τοῦ παρ' αὐτῷ δομηθέντος οίκου Πέτρῳ καὶ Παύλῳ τοῖς κορυφαίοις τῶν ἀποστόλων τῷ ὀρφανοτροφείῳ κατέθετο. Μάρ κος δὲ καὶ αὐτὸ; πολλὰ μὲν συγγράμματα καταλέλοιπεν, ἀσκητική πρότερον πολιτείᾳ ἐγγυμνασί μενος· ὁ δ᾽ οὖν ἡμῖν συνέπεσεν ἐντυχείν, λόγοι ὀκτώ, ισάριθμοι τοῖς καθολικοῖς πάθεσιν εἰς χεῖρας ἧκον· καὶ ἕτεροι δύο πρὸς τοῖς τριάκοντα, δι' ὧν πᾶσαν ἀσκητικῆς πολιτείας ὁδὸν διεξέρχεται, διδά σκων ᾗ χρεών τε τὰς ἀναχωρήσεις ποιεῖν, πῶς τε ῥυθμίζειν τὰ κατὰ Θεὸν διαβήματα· καὶ ὡς περι γίνεται τῆς τῶν δαιμόνων πείρας ὁ ἄνθρωπος όπως τε ὁ νοῦς καθαίρεται, καὶ πρὸς τὸ ἀρχαῖον ἀξίωμα πρόεισι, καὶ Θεῷ συγγίνεται, ἐπὶ γῆς τὴν οὐράνιον μετιών πολιτείαν. Θεοδώρητος δὲ Σύρος μὲν ἦν γένος· τῷ μεγάλῳ δὲ φοιτήσας Ιωάννῃ τῷ Χρυσοστόμῳ, ἀρχέτυπον οἷν ὅσον τὰ ἐς λόγους ἐγένετο. Εὔρους γάρ ἐστι μάλα καὶ γόνιμος, τήν τε φράσιν λεῖος, μετὰ τῆς Ἀττικῆς χάριτος προηγμέν
col. 1257–1258page 625 of 633
PG 146:1257νος. "Α δὲ συνεγράψατο, ταῦτά ἐστιν· Εξηγήσεις εἰς τὴν παλαιὰν Γραφήν· ἧς καὶ τὰ ἄπορα λύων, εἰς ἴδιον βιβλίον ἐγκαθιστᾷ. Εἰς τοὺς δεκαέξ Προ φήτας ἕτερον τεῦχος ποιεί, ὡσαύτως καὶ εἰς τὸν Ψαλτήρα ἕτερον σύγγραμμα καταλείπει. Καὶ περὶ προνοίας ἕτερον συντάττει βιβλίον· καὶ εἰς τὸν Απόστολον· καὶ κατὰ πασῶν τῶν αἱρέσεων ἔτι ρον, δ Ψεύδους καὶ ἀληθείας ἐπιγράφει διάγν σιν. 'Αντιλέγει Κυρίλλῳ ἑτέρῳ συντάγματι κατά τῶν ιβ' κεφαλαίων ἐκφωνηθέντι. Ἐπονήθη αὐτῷ καὶ ἕτερα· δύο, ὧν τὸ μὲν Ἐκκλησιαστικήν, φιλόθεον δὲ ἱστορίαν λέγει τὸ ἕτερον, ἐν ᾧ βίους τῶν τηνικαῦτα ὁσίως βεβιωκότων διέξεισιν. Ωσαύτως καὶ λόγοις τρισὶ περὶ θείων δογμάτων, οἵπερ αὐτῷ διαλογικῶς συνετάχθησαν. Καὶ ἐπιστολαῖς δὲ τού του ὑπὲρ πεντακοσίας ἐνέτυχον, ἀρίστως καὶ κατὰ λόγον Ελληνα συγκειμέναις. Εν τούτοις μὲν καὶ προϊούσα δηλώσει. ΚΕΦΑΛ. ΝΕ'. Περὶ Συνεσίου τοῦ Κυρήνης ἐπισκόπου, καὶ όπως δόξης ἔχων, εἰς τὴν ἱερωσύνην προς ήχθη. Φιλόθεος, ὁ Θεοδώρητος· οἷα δὲ τούτῳ ξυνέπεσεν, ἡ ἱστορία Ἐπὶ τούτοις δὲ καὶ Συνέσιος, οὗ κλέος ἅπασαν τὴν ὑφήλιον διατρέχει, συνήκμαζεν· δ; ἦν, εἴπερ τις τῶν κατ' ἐκεῖνο καιροῦ λόγιος. Οὕτω δὲ τῇ Πλατωνικὴ προσεχώρησε φιλοσοφία, καὶ εἰς τὸν ἀκρό τατον ὅρον ἧκεν αὐτῆς, ὡς μὴ μόνον παρ' Έλλησι θαυμασθῆναι, ἀλλὰ δὴ καὶ παρὰ Χριστιανοῖς, ὅσοις μὴ προσπαθεία κρίνειν συμβαίνει τὰ πράγματα. Τοιοῦτον δὲ ὄντα καὶ ἄλλως ἥμερον τὸν τρόπον καὶ μέτριον, πείθει τοῦτον Θεόφιλος ὁ τῆς ᾿Αλεξάνδρου καὶ τῆς σωτηριώδους παλιγγενεσίας ἀξιωθῆναι. Ως δὲ τοῦτ' ἔδρασεν, ἔπειτα ἐπειρᾶτο καὶ τὸ τῆς ἱερω σύνης ἐκεῖνον δέξασθαι χρίσμα. Ο δ' ἐν τοῖς ἄλλοις, Ο δοξάζειν θέμις Χριστιανούς, πρόχειρος ἦν. Εκ γε μὴν τῶν Πλατωνικών δογμάτων παρατρεπόμενος, ἥκιστα τὸν τῆς ἀναστάσεως λόγον προσίετο, ἀπόρ ῥητον τὸ τοιοῦτον δόγμα καὶ ἀποτρόπαιον μάλα ἡγούμενος. Η δ' Ἐκκλησία, καὶ οὕτω γνώμης ἔχοντα, ξυνεχώρει τὸ ἱερᾶσθαι· εὐθυβόλως στοχασαμένη, ὡς ταῖς λοιπαῖς τἀνδρὸς ἀρεταῖς μόλις καὶ πρὸς τοῦτο δὴ μαλαχθεὶς κατανεύσει. Μηδὲ γὰρ ἂν τὴν θείαν χάριν οὕτως ἐλλιπή γε εἶναι ἀλέξεσθαι, πολλοῖς καὶ μεγάλοις κομῶντα τοῖς προτερήμασι. Καὶ τῆς ἐλπίδος οὐμενοῦν οὐκ ἠστόχησαν· μικρῷ γὰρ ὕστερον καὶ ἔστερξε καὶ ἀνωμολόγησε βεβαίαν εἶναι μάλα και προσήκουσαν τὴν δόξαν ταύτην τῇ Ἐκκλησίᾳ. Οσος γὰρ καὶ ὁποῖος γέγονε, τεκμηριοῦσιν αἱ μετὰ τὴν ἱερωσύνην κομψώς γεγενημέναι τούτῳ ἐπιστολαί, καὶ τἆλλα τῶν συγγραμμάτων, τῷ ἀπαραμίλλῳ τῆς συνθήκης καὶ ἁρμονίας καὶ φρά σεως, καὶ τῇ τῶν νοημάτων πυκνότητι, ἐν δευτέρῳ πάντα τιθεῖσαι. "Α δ᾽ οὖν καταλέλοιπε, ταῦτά εἰσιν Ἐπιστολῶν βιβλίον, αἴπερ εἰσὶ πρὸς ταῖς ἑκατὸν καὶ ἑξήκοντα· ὁ περὶ βασιλείας πρὸς Θεοδόσιον ἐκπεφωνημένος τὸν νέον, ἄντικρυς διδασκαλία καὶ τύπος βασιλικῆς ὢν καταστάσεως· ὁ Περὶ ἐνυπνίων ἔχων ἐπιγραφήν· ὁ πρὸς Παιώνιον Περὶ τοῦ δώ

Chapter LVCaput LV

col. 1259–1260page 626 of 633
PG 146:1259ρου· οἱ δύο περί προνοίας, οὓς Αἰγυπτίους καλεῖ καὶ ἂν ἐπιγράφει Φαλάκρας εγκώμιον· καί τινες πρὸς Θεὸν ὕμνοι εὐτόνως τούτῳ πεποιημένοι. Ἐγὼ δὲ τἀληθὲς ἀεὶ πρυτανεύων, καὶ αὐτὴν ἐκείνην αὐτ τοῦ τὴν ἐπιστολὴν παραθήσομαι, ἣν πρὸς Εὐόπιον γράφει τὸν ἀδελφὸν, τίνα ζητῶν ἐξεχωρήθη κατ' οίκον νομίαν τὴν ἱερωσύνην λαβεῖν. Εστι δὲ αὕτη·. 'Ανότ τοῦ ἂν εἴην, εἰ μὴ πολλήν χάριν εἰδείην Πτολεμαίοις, ὅτι με τοσούτων ἀξιοῦσιν ὅσον οὐδ' ἂν αὐτὸς ἐμαυ τόν. Αλλ' οὐκ εἰ μεγάλα χαρίζονται, τοῦτο προς έχει σκοπεῖν· ἀλλ' εἰ λαβεῖν ἐμοὶ δυνατά· τὸ γὰρ ἄνθρωπον ὄντα μικροῦ θείας καρπούσθαι τιμάς, δια καίῳ μὲν ὄντι τυγχάνειν, ἥδιστον εἰς ἀπόλαυσιν έρχεται, λειπομένῳ δὲ παραπολὺ τῆς ἀξίας, ἐλπίδα πικρὰν ὑποτείνει τοῦ μέλλοντος· οὐ γὰρ νεώτερόν ἐστι τὸ δέος, ἀλλὰ λίαν ἀρχαῖον· τὸ μή τι περὶ Θεὸν ἀμπλακών, τιμὰς πρὸς ἀνθρώπων ἐφεύρω. Ἐγὼ δὲ καταμανθάνων ἐμαυτὸν, εὑρίσκω παντάπασιν ἐνδεέστερον, ἢ ὡς ἁρμόσαι τῇ τῆς ἱερωσύνης σεμνότητι. Καὶ δῆτα διαλέξομαι πρός σε περὶ τῶν τῆς ἐμαυτοῦ ψυχῆς κινημάτων· οὐ γὰρ ἔχω προς ἔντινα ἄλλον ἀντὶ τῆς σῆς φίλης καὶ συντρόφου μα κεφαλῆς. Σὲ γὰρ εἰκὸς καὶ μετέχειν μοι τῶν ἴσων φροντίδων· καὶ νύκτωρ ἀγρυπνεῖν, καὶ μεθημέραν σκοπεῖν, ὅπως ἂν ἀγαθόν τί μοι γένοιτο, καὶ ὅπως ἂν κακόν τι διαφύγοιμι. Ακους τοίνυν ὡς έχει τἀμά· τὰ πλείω δ' ἂν αὐτῶν καὶ εἰδείης. Μικρὸν ἀμάμενος φορτίον, καλῶς ἐνεγκεῖν μοι δοκῶ τὸ μέσ χρι τοῦ τε φιλοσοφίαν. Διὰ δὲ τὸ δόξαι μὴ παντάπασιν αὐτοῖς ἁμαρτάνειν, ἐπαινεθεὶς ὑπ' ἐνίων, ἀξιοῦ. μαι μειζόνων παρὰ τῶν οὐκ εἰδότων κρῖναι ψυχῆς επιτηδειότητα. Φοβοῦμαι δὲ, μὴ χαῦνος γενόμενος καὶ προσέμενος τὴν τιμήν, ἀμφοῖν διαμάρτω· τοῦ μὲν ὑπεριδών, τοῦ δὲ τῆς ἀξίας οὐκ ἐφικόμενος σκόπει γὰρ οὕτω. Δύο τούτοις ἐκάστοτε μερίζω τὸν χρόνον, παιδιᾷ καὶ σπουδῇ. Καὶ σπουδάζων, ιδιός είμι, μάλιστά γε τὰ θεῖα· καὶ παίζων, κοινότατος. Οἶσθα γὰρ ὡς ὅταν ἀνακύψω τῶν βιβλίων, ἐπιῤῥε τῆς εἰμι πρὸς ἀπασαν παιδιάν, πολιτικῆς δὲ φρον τίδος ἀμοιρῶ καὶ φύσει καὶ μελέτῃ. Τὸν δὲ ἱερέα ἄνδρα δεῖ θεσπέσιον εἶναι, πρὸς μὲν παιδιὰν ἀπα σαν, ἴσα καὶ Θεῷ ἀμείλικτον εἶναι χρή, δς ἵνα τηρή τὴν ὑπόθεσιν ὑπὸ μυρίων ὀμμάτων φρουρείται· ὧν οὐδὲν ἡ μικρὸν ὄφελος, εἰ μή τις εἴη κατεσκευασμένος, σύννους τε καὶ πρὸς ἅπασαν γλυκυθυμίαν ἀνένδοτος. Τὰ δέ γε πρὸς τὸν Θεὸν οὐκ ἂν ἴειος, ἀλλὰ κοινότατος εἴη νομοδιδάσκαλος ων, καὶ νενομισμένα φθεγγόμενος. Χρὴ δὲ αὐτὸν καὶ πράγματα πράττειν ὁπότα πάντες ἅμα. Τὰ γὰρ ἁπάντων μόνον δεῖ πράττειν, ἢ πάταις αἰτίαις ἐνέχεσθαι. Πῶς οὖν οὐκ εὐμεγέθους ψυχῆς καὶ κρατίστης ἐνέγκαι τοσοῦτον όγκον φροντίδων, καὶ μὴ κατακλύσαι τὸν νοῦν, καὶ μή κατασβεσθεῖσαν ἐν τῇ ψυχῇ περιδεῖν τὴν θείαν, οὕτω παντοδαπῶν ἐπιτηδευμάτων ἀπαγόντων αὐτόν; Εὖ οἶδ' ὅτι δυνατὸν ἐνίοις τοῦτο, καὶ μακαρίζω τις φύσεις αὐτῶν· κἀκείνους ἀληθῶς εἶναι ἡγοῦμαι τοὺς θείους ἄνδρας, ού; τὸ ὁμιλεῖν πάνυ πράγμασιν ἀνθρωπίνοις μὴ ἀποκόπτοι τοῦ Θείου. Ἀλλὰ καὶ ἐμαυτὸν οἶδα εἰς ἄστυ τε κατιόντα, καὶ ἐπ' ἄστεος
col. 1261–1262page 627 of 633
PG 146:1261ἀνιόντα, καὶ ἐνειλούμενον τοῖς πως τα γεώδη με ἕλκουσιν, καὶ ἐμπιπλάμενον κηλίδος οὐκ ἂν εἶποι τις σης· τῷ γὰρ οἰκείους εἶναί μοι καὶ μάλα μου λυσμούς, καὶ τὸ τυχόν μέρος ἐπιγενόμενον, εἰς προσθήκην συμβάλλεται. Ρώμη δ' οὐκ ἔστι μοι, τά τε ἔνδον οὐχ ὑγιῆ, καὶ τὰ πρὸς ἐκτὸς ἀρκεῖν οὐχ οἷός τέ εἰμι· καὶ πολλοῦ δέω τὴν ἐκ τοῦ συνειδότος φέρειν ἀνίαν. Καὶ ὁσάκις ἂν μέ τις ἔρηται, διαρ βήδην λέγειν οὐκ ἀναδύομαι, ὡς τὸν ἱερέα διὰ πάνω των ἀκηλίδωτον εἶναι προσήκει πολλῷ τῷ περιόντι, ὡς καὶ ἑτέροις τῶν μιασμάτων ἐκπλύνοντα κἀκεῖνο θεῖ προσεῖναι τοῖς πρὸς τὸν ἀδελφὸν γραμματι. Πάνω τως δὲ ἀναγνώσονται συχνοὶ τὴν ἐπιστολήν. Καὶ γὰρ οὐχ ἥκιστα τούτου χάριν αὐτὴν ὑπηγόρευσα τοῦ πᾶσι καταφανὲς εἶναι τὸ πρᾶγμα, ἵν' ὅ τι ἂν ἀποβῇ καὶ πρὸς Θεοῦ καὶ ἀνθρώπων, αναίτιος ὦ, καὶ ἥκιστα πρὸς τοῦ πατρὸς Θεοφίλου. Τιθεὶς γὰρ ἐν μέσῳ ταμα, καὶ διδοὺς ἐξ ἁπάντων αὐτῷ βου λεύσασθαι περὶ ἡμῶν, πῶς ἂν ὑπαίτιος εἴην; Ἐμοὶ τοιγαροῦν ὅ τε Θεός, καὶ ὁ νόμος, ή τε ἱερὰ Θεο φίλου χεὶρ γυναῖκα ἐπέδωκε. Προαγορεύω τοίνυν ἅπασι καὶ μαρτύρομαι, ὡς ἔγωγε ταύτης οὔτε άλ λοτριώσομαι καθάπαξ, οὔθ᾽ ὡς μοιχὸς αὐτῇ λάθρα συνέσομαι· τὸ μὲν γὰρ ἥκιστα εὐσεβές, τὸ δὲ ἥκιστα νόμιμον. Αλλά βουλήσομαί τε καὶ εὔξομαι, συχνά μοι πάνυ καὶ χρηστὰ γενέσθαι παιδία. Εν δὴ τοῦτο δεῖ τὸν κύριον τῆς χειροτονίας μὴ ἀγνοῆσαι. Μαθέτω δὲ αὐτὸ παρὰ τῶν ἀμφὶ τὸν ἑταῖρον Παῦλον καὶ Διονύσιον· οὓς πρεσβευτάς ᾑρῆσθαι παρὰ τοῦ δήμου πυνθάνομαι. Ἐκεῖνο δὲ οὐδὲν δεῖ μαθεῖν αὐτόν, ἀλλ' ὑπομνησθήναι. Διαλέξομαι δὲ πλείω περὶ αὐτοῦ. Καὶ γὰρ ἂν ἅπαντα τάλλα μικρά πρὸς ἔν τις τοῦτο θεῖτο, χαλεπόν ἐστιν, εἰ μὴ καὶ δίαν ἀδύνατον, εἰς ψυχὴν τὰ δι' ἐπιστήμης εἰς ἀπό δειξιν ἐλθόντα δόγματα σαλευθήναι. Οἶσθα δ' ὅτι πολλὰ φιλοσοφία τοῖς θρυλλουμένοις τούτοις ἀντι τάττεται δόγμασιν. Αμέλει καὶ τὴν ψυχὴν οὐκ ἀξιώσου ποτέ σώματος ὑστερογενή νομίζειν. Τὸν κόσμον οὐ φήσω καὶ τἄλλα μέρη διαφθείρεσθαι. Τὴν καθωμιλημένην ἀνάστασιν ἱερόν τι καὶ ἀπόρθητον ἤγημαι καὶ πολλοῦ δέω ταῖς τοῦ πλήθους υπολήψεσιν όμος λογήσαι. Νοῦς μὲν οὖν φιλόσοφος, ἐπίπτης ὧν τὰ ληθοῦς, συγχωρεῖ τῇ χρείᾳ τοῦ ψεύδεσθαι· ἀνάλογον γάρ ἐστι φῶς πρὸς ἀλήθειαν, καὶ ἔμμα πρὸς δῆ μον. Η οὖν ὀφθαλμὸς εἰς κακὸν ἂν ἀπολαύσειεν ἀπλήστου φωτός, ἢ ᾗ τοῖς ὀφθαλμῶσι τὸ σκότος ὠφελιμώτερον, ταύτῃ καὶ τὸ ψεῦδος όφελος τίθεμαι δήμῳ· καὶ βλαβερὸν τὴν ἀλήθειαν τοῖς οὐκ ἰσχύουσιν ἐνατενίσα: πρὸς τὴν τῶν ὄντων ενάργειαν. Εἰ ταῦτα καὶ οἱ τῆς καθ' ἡμᾶς ἱερωσύνης συγχωρού σν ἐμοί, δυναίμην ἂν ἱερᾶσθαι, τὰ μὲν οἶκοι φιλο σοφῶν, τὰ δ᾽ ἔξω φιλομυθῶν· εἰ μὴ διδάσκων, ἀλλ' οὐδὲ μέντοι μεταδιδάσκων· μένειν δ᾽ ἐῶν ἐπὶ τῆς προλήψεως. Εἰ δέ φασιν οὕτω δεῖν καὶ κινεῖσθαι καὶ δῆμον εἶναι τὸν ἱερέα ταῖς δόξαις, οὐκ ἂν φθάσ νοιμι φανερὸν ἅπασι καθιστάς· δήμω γὰρ δὴ καὶ φιλοσοφίᾳ τί πρὸς ἄλληλα; Τὴν μὲν ἀλήθειαν ἀπό ῥητον τῶν θείων εἶναι δεῖ· τὸ δὲ πλῆθος, ἑτέρας ἕξεως δεῖται. Αὖθις δὲ καὶ πολλάκις ἐρῶ· μηδεμιᾶς
col. 1263–1264page 628 of 633
PG 146:1263ἀνάγκης παρούσης, οὔτ' ἐλέγχειν περὸν οὔτ' ἐν ένα χεσθαι. Καλούμενος δ' εἰς ἱερωσύνην, οὐκ ἀξιῶ προσποιεῖσθαι δόγματα. Ταῦτα Θεόν, ταῦτα ἀνθρώπους μαρτύρομαι. Οἰκεῖον ἀλήθεια Θεῷ, ᾧ διὰ πάντ 574 των ἀναίτιος εἶναι βούλομαι. Εν τοῦτο μόνον οὐχ ὑποκρίνομαι· ἐπεὶ καὶ φιλοπαίγμων ὤν, ὡς γε παι δόθεν αἰτίαν ἔσχον ὁπλομανεῖν τε καὶ ἱππομανεῖν πέρα τοῦ δέοντος, ἀνιάσομαι μέν· τί γὰρ καὶ πάθω τὰς φιλτάτας κύνας ἀθήρους ὁρῶν, καὶ τὰ τέτα Οριπηδέστατα; Καρτερήσω δὲ, ἂν ἐπιτάττῃ Θεός ο καὶ μισόφροντις ὤν, ὀδυνήσομαι μὲν, ἀνέξομαι δὲ δικιδίων καὶ πραγμάτων λειτουργίαν τινὰ ταύτην εἰ καὶ βαρεῖαν ἐμπιπλὰς τῷ Θεῷ. Δόγματα δὲ οὐκ ἐπηλυγάσομαι· οὐδὲ στασιάσει μοι πρὸς τὴν γλῶσ σαν ἡ γνώμη. Οὕτω φρονῶν, οὕτω λέγων, ἀρέσκειν οἶμαι Θεῷ. Οὐ βούλομαι δὲ καταλελείφθαι περὶ ἐμοῦ λόγον, ὡς ἀγνοηθείς ήρπασα τὴν χειροτονίαν. Αλλ' εἰδὼς ὁ θεοφιλέστατος πατήρ Θεόφιλος, καὶ ὡς ἐπίσταται σαφές μοι ποιήσας, οὕτω βουλευσάσθω περὶ ἐμοῦ. "Η γὰρ κατὰ χώραν δάσει με ἐπ' ἐμου τοῦ φιλοσοφοῦντα, ἢ τοῦ μετὰ ταῦτα κρίνειν καὶ διαγράφειν τοῦ χοροῦ τῶν ἱερέων ἡμᾶς, ἑαυτῷ χώραν οὐχ ὑπολείψει. Πρὸς ταῦτα λῆρός ἐστιν ἅπασα γνώμη· τὸ γὰρ ἀληθὲς εὖ οἶδ' ὅτι τῷ Θεῷ προσφιλέστατον. Καὶ νὴ τὴν ἱεράν σου κεφαλὴν, καὶ ἔτι πρὸ ταύτης νὴ τὸν ἔφορον τῆς ἀληθείας Θεόν, ἄχθομαι μὲν, πῶς γὰρ οὐ μέλλω, δεῆσαν ὥσπερ εἰς βίον ἀπὸ βίου μετασκευάζεσθαι; Εἰ δὲ τούτων φα νερῶν γενομένων, ἅπερ οὐκ ἀξιῶ λανθάνειν ἐγκρί νειεν ἡμᾶς ἱερεῦσιν ᾧ τοῦτο δέδωκεν ὁ Θεὸς, ὑπο δύσομαι τὴν ἀνάγκην, καὶ ὡς θεῖον σύνθημα κατα. δέξομαι. Λογίζομαι γὰρ ὅτι καὶ βασιλέως ἂν ἐπιτάξαντος, καὶ κακοδαίμονός τινος Αυγουσταλίου δίκην ἂν ἔδωκα μὴ πειθόμενος. Τῷ Θεῷ δ' ἐθελοντήν δεῖ πείθεσθαι. Εἰ δὴ προσίεται με λειτουργεῖν ὁ Θεὸς, ἐκ προοιμίων δεῖ τὸ θειότατον ἀγαπᾶν τὴν ἀλήθειαν ἀλλὰ μὴ διὰ τῶν ἐναντιωτάτων ὁποῖόν ἐστι τὸ ψεῦ δος, εἰς τὴν ὑπηρεσίαν αὐτοῦ παραδύεσθαι. Γενοῦ δὴ τοῦ τοὺς σχολαστικοὺς εἰδέναι τε ταῦτα, καὶ πρὸς ἐκεῖνον ἐξαγγείλαι.· Ὁ μὲν οὖν τοιαῦτα λέ γων καὶ ἐμφανῶς παραιτούμενος οὐδ᾽ οὕτω διέδρα τὸ ἱερᾶσθαι· ταῦτα δ' ἐγὼ παρεθέμην, ἵν' εἰδέναι ἔχοιμεν ὅσα λόγοις οἰκονομίας διαφόρως ἡ Ἐκκλησία ἐτέλεσεν, οὐ νόμοις ταῦτα τιθεῖσα, ἀλλὰ τοῖς και ροῖς τὰ προσήκοντα πράττουσα. Τοιαῦτα καὶ τὰ κατὰ τὸν πολὺν ἐν φιλοσοφίᾳ Συνέσιον. Πολλοὶ δὲ καὶ ἕτεροι τηνικαῦτα ἐφιλοσόφουν λόγῳ καὶ ἀρετῇ διαπρέποντες· ὧν πρὸς λεπτὸν μνείαν ἐποιησάμην, εἰ μὴ πόῤῥω του προκειμένου βαίνειν ἐλογιζόμην. Ο
col. 1265–1266page 629 of 633
PG 146:1265ΚΕΦΑΛ. ΝϚ'. Περί Ουαλεντινιανοῦ τοῦ ἐν Ῥώμῃ βασιλεύον. τος· καὶ περὶ τοῦ ἔθνους τῶν Γότθων, εἰς πόσα διῄρηνται, καὶ ποίους ἔσχον τόπους ἔτι δὲ καὶ περὶ Βονιφατίου καὶ ᾿Αετίου καὶ Ασπαρος των στρατηγῶν· καὶ ὡς ἡ πρὸς ἑσπέραν Λιβύη ὑπὸ Ο ανδήλους ἐγένετο. Ουαλεντινιανός δὲ ὁ Πλακιδίας μὲν υἱός, Θεοδο στου δὲ γαμβρος ἐπὶ τῇ θυγατρὶ Εὐδοξίᾳ, ἣν αὐτῷ Ευδοκία ἐγέννα, καὶ τῆς ἑσπερίου λήξεως αὐτοκράτ τως, οὐδαμὴ μὲν τῶν Ἐκκλησίας ὑγιῶν δογμάτων ἐξέκλινε, λίαν δὲ καὶ τῆς εὐσεβοῦς θρησκείας ἀν το ποιεῖτο. Ἐπὶ μέντοι τὴν δίαιταν πολλῇ τῇ ἀδια φορία ἐχρῆτο συχνῶς γὰρ γόησιν ὁμιλῶν, φαρμακείαις ἔχαιρε. Καὶ δῆθ᾽ ὑπὸ τοιούτων καὶ ἑτέρων παθῶν ὀχλούμενος, οὐ μόνον Βρετταννίαν, Ισπανίαν τε ἅμα καὶ Γαλλίας τῆς ἀρχῆς πρὸ βραχέος ἀφαιρεθείσας ἀνασώσασθαι ἴσχυσεν· ἀλλὰ πρὸς ταύταις καὶ τὴν ἐσπερίαν πᾶσαν Λιβύην, ἢ δὴ τῶν "Αφρων καλεῖται, προσαπώλεσεν, ἔτει πεντεκαιδεκάτῳ τῆς ἐκείνου ἀρχῆς, αἰτίας ἡγησαμένης τοιάσδε. Στρα τηγὼ δύο ἤστην ἐν Κωνσταντινουπόλει· Βονιφάτιος καὶ 'Αέτιος τούτοις ἡ κλῆσις· οὓς Θεοδόσιος βασι λεὺς Ουαλεντινιανῷ αἰτησαμένῳ εἰς 'Ρώμην ἀπέ στειλεν. Ἐπεὶ δὲ Βονιφατίῳ εἰς ἀρχὴν ἡ πρὸς ἑσπέ ραν ἐκληροῦτο Λιβύη, μετρίως ἐνεγκεῖν τοῦτ᾽ Αέτιος οὐχ οἷός τε ἦν. Κέντροις τοίνυν φθόνου βληθείς, διαβολὴν ἐκείνῳ συνέῤῥαπτεν, ὡς εἴη ἀνταρσίαν μὲν μελετῶν, οὐκ ἀγαθὰ δὲ καὶ τοῖς κρατοῦσι δια νοούμενος. Καὶ ταῦτα μὲν τῇ τοῦ βασιλέως μητρι Πλακιδί, κρύφα εἰσῆγε, καὶ τῆς ἀρχῆς ἐκεῖνον μεθ ιστών συνεβούλευεν· ἐκείνῳ δ᾽ αὖθις ἕτερα γρά φων εἰσηγεῖτο, μηδαμῶ; ἑλέσθαι ὀπίσω ἐλθεῖν, εἴγε δόξει τοῖς κρατοῦσιν αὐτὸν μεταστέλλεσθαι· διαβληθῆναι γὰρ, καὶ πανουργίᾳ τῶν κρατούντων ἀνάγ μην είναι διαφθαρῆναι. "Α δὴ γράμματα εἰς χεῖρας λαβὼν Βονιφάτιος, καὶ οἷα παρ' ἀνδρὸς φίλου τε καὶ γνησίως μάλα ἔχοντος πιστεύσας αὐτοῖς, οὐδαμῶς ὑπήκους τῆς ἀρχῆς ἀποστῆναι, καίπερ πολλάκις ὑπὸ τοῦ βασιλέως μεταστελλόμενος. Ἐντεῦθεν οἱ βασιλεῖς οἷα πιστῷ καὶ εἴνῳ τὰ μάλιστα Αετίῳ προσεῖχον, ἐκ πολλοῦ τὴν ἐκείνου δυσμένειαν προ μηνύσαντι, καὶ δὴ σὺν ἐκείνῳ τὴν κατὰ Βονιφατίου ὅπως ἀποβαίη συσκευήν ὕφαινον. Τηνικαῦτα δὲ πολλά τε καὶ μέγιστα Γοτθικὰ ἔθνη κατὰ τὸ πέραν τοῦ Ἴστρου ἀνὰ τὰ ὑπερβόρεα μέρη πανταχοῦ διεσκέδαστο· ών το 19 για παρ' ἐκείνοις λόγου πολυ του άξια τέσσαρα εἰσι, ταύταις ώνομασμένα ταῖς

Chapter LVICaput LVI

col. 1267–1268page 630 of 633
PG 146:1267Α' κλήσεσι· Γότθοι, Οὐ σίγουθοι, Γήπεδες καὶ Οὐάν δηλοι· ὀνόμασι μόνοις καὶ ἄλλῳ οὐδενὶ παραλλάς. σόντα. Απαντες γὰρ μιᾷ διαλέκτῳ καὶ διαίτῃ κε χρημένοι, τοῖς μυδαρος Αρείου συνεπήχθησαν δόγμασιν, ὡς ἐν τῇ κατὰ τὸν Ουάλεντα διελάβομεν Ιστορίᾳ. Οἱ δὴ πάντες Ονωρίου καὶ ᾿Αρκαδίου τῶν Ρωμαϊκῶν σκήπτρων ἐπειλημμένων, τὸν Δάνουν ν εἴτουν Ἴστρον διαπεραιωσάμενοι, τοῖς καθ' ἡμᾶς τῶν Ῥωμαίων διεσώθησαν όροις. Αμέλει τοι καὶ Γήπεδες μὲν, ἐξ ὧν δύο διηρέθησαν γένη, Λαγγόβαρδοι τε καὶ "Αραβες, τὰ περὶ Σιγγιδόνα τε καὶ Σέρμιον χωρία κατῴκησαν. Οἱ δὲ Οὐεσίγοτθοι, σύν ᾿Αλλαρίχῳ τῷ προειρημένῳ στρατηγούμενοι, Ρώ μην καὶ Ἰταλίαν πορθήσαντες, εἰς Γαλλίας ἐκεῖθεν ἐχώρησαν, καὶ τῶν ἐκεῖ πάντων εκράτησαν, τὸν ἐκεῖτε Κωνσταντίνον τύραννον τῆς Βρετταννίας δια χρησάμενοι. Γότθοι δ' ἐπὶ τούτοις πρότερον μὲν Παννονίαν καὶ τὰ πέριξ πάντα κατεσχηκότες, Θεοδοσίου τοῦ νέου ἐπιτροπαῖς ἐννεακαιδέκατον ἔτος τῇ ἀρχῇ ἔχοντος, τὰς περὶ Θρᾴκην ᾤκησαν χώρας ὀκτὼ δὲ καὶ πεντήκοντα έτη τῇ Θράκη διαγαγόν της, Θευδερίχου τὴν αὐτῶν ἡγεμονίαν κεκληρωμέν νου, Ζήνωνος τὴν Ῥωμαίων ἀρχὴν διέποντος καὶ κελεύοντος, ἐκεῖθεν μετασκηνώσαντες, τὴν ἑσπέριον κατέσχον ἀρχήν. Οἱ δὲ Οὐάνδηλοι Αλανούς τε καὶ Γερμανούς, οἳ νῦν Φράγγοι καλοῦνται, προσεταιρισάμενοι, τὸν ποταμὸν Τήνον διαπεράσαντες, ἡγεῖτο δὲ αὐτῶν τηνικαῦτα Γογγίδι κλος, ἐν Ισπανίᾳ τὰς οἰκήσεις ἐποίουν. Πρώτη δὲ αὕτη χώρα της Ευρώ της ἀπὸ τοῦ ἑσπερίου Ὠκεανοῦ. Ὁ τοίνυν ῥηθεὶς Βονιφάτιος καὶ τῆς ἐν ἑσπέρᾳ Λιβύης τὴν ἀρχὴν ἔχων, τὰ κατ' αὐτοῦ μαθὼν τυρευόμενα, ἀπάρες ἐκεῖθεν, τὸν πορθμὸν διέβη, καὶ πρὸς Οὐανδήλους ἐγένετο κατὰ Ἱσπανίαν. Ἐπεὶ δὲ Γογγιδίσκλου τὸ βιοῦν ἐκμετρήσαντος οἱ ἐκείνου παῖδες τὴν πατρι τὴν ἀρχὴν διεῖπον, Γόνθαρις δὲ καὶ Γιζέριχος ἦσαν αὐτοῖς τὰ ὀνόματα, προτρέπετο συμμαχεῖν· καὶ τὴν ἑσπέριον Λιβύην αὐτοῖς ἐπιδοῦναι καθυπισχνεῖτο, εἰς μέρη ταύτην διελόμενος τρία, ὡς ἂν ἑκάστῳ μία εἴη μερὶς ἐκείνων τῷ κλήρῳ. Εἰ δέ που διὰ τοῦτο ἢ καὶ ἄλλοθι πόλεμος συμβαίη γενέσθαι, πρὸς τοῦτον καὶ ἄμφω πάντας κοινῶς ἀπαντᾶν. Ἐπὶ δὴ ταῖς τοιαύταις ὁμολογίαις τὸν πορθμόν διαβάντες Οὐάνδηλοι, ἀπὸ Ισπανίας ἐπὶ Λιβύην ἐχώρησαν, καὶ ἀπὸ Ὠκεανοῦ μέχρι Τριπόλεως κατεκράτησαν. Οἱ δὲ Οὐεσίγοτθοι ἐκείνων μεταχωρησάντων ἀπὸ Γαλλίας τὴν Ισπανίαν εχειρώσαντο, ὕστερον δὲ καὶ τῶν Γαλλιῶν πάλιν ἐκράτησαν. Τινὲς δὲ τῶν Βονι φατίων φίλων της συγκλήτου τυγχάνοντες, τὴν Αετίου ῥᾳδιουργίαν κατὰ Βονιφατίου τῇ βασιλίδι Πλακιδίᾳ καὶ Οὐαλεντινιανῷ δήλην ἐποίουν, καὶ τὴν ἣν Βονιφατίῳ ἔστελλεν ἐπιστολὴν ἐπιδεικνύμενοι. Οι δὲ τὸ δράμα τῆς ᾿Αετίου πονηρίας καταπληττόμενοι, ἐκείνῳ μὲν ὡς οὐδὲ εἰδότες εἴησαν τὸ πραχθέν ἐσχηματίζοντο· Βονιφατίῳ δὲ ἔρχον ἔστελλον, ἀμνηστίαν κακῶν μνηστευόμενοι. Ἐν δὲ τῷ μεταξύ τοῦ Γόνθαρι τελευτήσαντος, ἐπὶ μόνον Γιζέριχον τῶν
col. 1269–1270page 631 of 633
PG 146:1269Οὐανδήλων ἦλθε τὸ κράτος. Βονιφάτιος δὲ τῶν ἐκ βασιλέως όρκων πεμφθέντων, κατὰ Οὐανδήλων ἐστράτευσε, στρατοῦ μεγάλου ἔκ τε Ρώμης καὶ Βυζαντίου ἐπιγενομένου Βονιφατίῳ πρὸς ἀγωγὴν, ἡγουμένου τούτων τοῦ ᾿Ασπαρος. Πολέμου δὲ συρ φαγέντος μεγάλου ἡ νίκη πρὸς Οὐανδήλους εχώρει Ρωμαῖοι δὲ κατακράτος ἡττῶντο φυγῇ τὴν σωτη ρίαν πραγματευόμενοι. Βονιφάτιος δὲ σύναμα τῷ Ασπαρι καὶ τοῖς ἀποδράσασι τοῦ στρατοῦ, εἰς Ρώμην διασωθείς, τὴν ὑποψίαν διέλυσε. Λιβύη δὲ ἡ καὶ Αφρικὴ πᾶσα ὑπὸ Οὐανδήλους ἐγένετο, Γιζερίχου μόνου, ὡς εἴρηται, τὴν ἐκείνων διεζωσμένου ἀρχήν. Καὶ τοῦτον μὲν τὸν τρόπον τῇ ᾿Αφρικῇ ὑπὸ Ο ανδήλοις ξυνηνέχθη γενέσθαι. ΚΕΦΑΛ. ΝΖ'. Περὶ 'Αττίλα, Αλλαρίχου τε καὶ Γιζερίχου τῶν Γότθων· καὶ ὡς τῆς αὐτῶν ἐπιθέσεως ἢ τε πρεσβυτέρα καὶ νεωτέρα Ρώμη ἀπήλλακται. Καὶ περὶ ἄλλων πολέμων, οὓς ποιηταὶ διάφο μοι συνεγράψαντο. Γιζέριχος δ' οὕτω τῷ Οὐανδαλικῷ πλήθει κραταιωθεὶς, καὶ πολλὴν γῆν καὶ θάλασσαν ἐντεῦθεν περιβαλλόμενος, ῥῆγα πρῶτος ἑαυτὸν ἀνεῖπε· καὶ οὐ Ρώμην μόνον τὴν πρεσβυτέραν, ἀλλὰ καὶ αὐτ τὴν ἐλύπει τὴν νεωτέραν, καὶ τὸν ταύτης κατάρχοντα Θεοδόσιον. Καὶ ὅς τὴν παροινίαν μὴ ἐνεγκών, στόλον ηὐτρέπιζεν ἀξιόμαχον, ἑβδομήκοντα καὶ ἐκα τὸν καὶ χιλίαις ναυσὶ συμπληρούμενον. Εξηγεῖσθαι δὲ τούτου ἐπέταττεν 'Αρεόβινδόν τε καὶ Γερμανὸν τοὺς ἀρίστους τῶν στρατηγῶν. "Ων δὴ καὶ ἐν Σικι λίπ γενομένων, δείσας Γιζέριχος, περὶ σπουδῶν Θεοδοσίῳ λόγους ἔπεμπε. Τοῦ δὲ στύλου ἐκεῖ παρα πλέοντος, ἕως οὗ ὁ βασιλεὺς τὸ ποιητέον κελεύσειεν, ἄλλης ἐπιῤῥυείσης ἀνάγκης, τὰς μὲν σπονδὰς προσ ίετο Θεοδόσιος, ὀπίσω δ' ἀναστρέφειν τον στόλον ἐκέλευεν. Αττίλας γὰρ ὁ Γότθος ἐκ τοῦ τῶν Γηπέδων καταγόμενος ἔθνους, Νουμιδίου δὲ παῖς ἦν, καὶ τὸ κράτος μόνος ἔχων τῶν Ούννων, μυριάσι πλείσταις στρατοῦ ὁρμηθείς, ὁμόσε κατὰ τῶν δύο ἐχώρει ἀρχῶν· ὑφ᾽ ἑαυτῷ καὶ ἄμφω τήν τε πρεσβυτέραν καὶ νεωτέραν 'Ρώμην θεἶναι διανοούμενος ἀμυθήτῳ φρυάγματι. Θρασὺς δὲ καὶ ἀνδρεῖος μάλα γενόμενος, τὴν Θρᾳκῶν ἐπιών, ἔκειρε· καὶ τὰς πό λεις πάσας ὅσαι τε ηπειρώτιδες καὶ περὶ θάλατταν, ὑφ᾽ αὐτὸν ἐποιεῖτο, ἄχρις ᾿Αθῦρος ἅπαντα ληϊσάμενος. ᾿Ανθίστα δὲ αὐτῷ Θεοδόσιος στρατῷ ἀξιο μάχῳ "Ασπαρά τε καὶ ᾿Αρεόβινδον. Ἐπεὶ δ᾽ ἐκεῖνος όσημέραι κραταιότερος ήν, Θεοδόσιος εἶχε τῶν οἱ κείων ὅρων ἀποχωρήσειεν, εξακισχιλίας λίτρας χρυσοῦ δοῦναι κατεπηγγέλλετο. Προσωμολόγει δὲ καὶ ἐτήσιον ἄλλο διδόναι χιλίων μνῶν, εἰ τοῦ λοι ποῦ ἐφ' ἑαυτοῦ μένειν καὶ ἠρεμεῖν ἔλοιτο. 'Αττίλας μὲν οὖν τὰ εἰρημένα λαβών, ἀνεχώρει τῆς Θρᾴκης" ἐπεὶ δὲ τοῖς ὅροις τῆς πρεσβυτέρας Ρώμης πολὺς

Chapter LVIIICaput LVIII

col. 1271–1272page 632 of 633
Caput LVII
PG 146:1271κατερράγη, ο προειρημένος Αίτιος τῆς Ρώμης τὰ πρῶτα φερόμενος, καὶ τὴν ὕβριν τοῦ βαρβάρου μὴ ἐνεγκών, πρὸς τὸν τῶν Γαλλιών κατάρχοντα Αλλάριχον ἀφικνεῖται, καίπερ Ρωμαίοις εἰς έχθραν ὄντα οἷς πρότερον διελάβομεν. Όμως πολ λαῖς καὶ διαφόροις ἐπαγγελίαις πείσας τὸν βάρβαρον, στρατῷ γενναίῳ τούτῳ συστρατευσάμενος, αίφνης τῷ Αττίλα πέραν "Ιστρου ἐσκηνωμένῳ συνεπιτίθεται· καὶ πολὺν ἐκείνῳ φόνον ἐποίει, ὡς πολλὰς χιλιάδες διαφθαρῆναι. Ενθα δὴ καὶ Ἀττί λας αὐτῶν δόρατι κεντηθεὶς διεφθάρη· ἀλλὰ μὴν καὶ αὐτὸς 'Αλλάριχος τόξῳ βληθείς. Καὶ οὕτω Θεοῦ νεύμασι τῷ τότε ἥ τε παλαιὰ καὶ νέα Ρώμη τῆς τῶν Γότθων ὁρμῆς ἀπηλλάττοντο, Γιζερίχου τῶν ἐθνῶν τουτωνὶ μοναρχήσαντος. Πλείσται δὲ καὶ ἄλλαι ἐπαναστάσεις ἐπὶ Θεοδοσίου ἐγένοντο ἐν τε έψᾳ καὶ ἐσπερίᾳ τῇ λήξει, ἂς καθείλε πεζικῷ καὶ νηΐτῃ στρατῷ. Καὶ πρὸς Πέρσας δὲ τὴν μεγά λην ἐκείνην ήρατο νίκην· οἷς καὶ συμπρεσβευσαμένοις, τὴν εἰρήνην ἀπεχαρίζετο, Αρδαζάνου Πέρσου καὶ Γότθου 'Αρεοβίνδου μονομαχία τὴν μάχην δια λυσάντων, τοῦ Γότθου κατακράτος τον Πέρσην νική σαντός σε καὶ ἀνελόντος ἐν πεδίῳ, ἔφιππον ὄντα καὶ ἔνοπλον. Η καὶ μέχρι πολλοῦ προῆλθεν ἄχρι δυοκαιδεκάτου ἔτους ᾿Αναστασίου. "Α δὴ πολλοῖς μὲν ἱστόρηται, ἐπιτέτμηται δὲ μάλα κομψῶς καὶ Ευσταθίῳ τῷ ἐξ Ἐπιφανείας τῷ Σύρῳ, ὃς καὶ τὴν Αμίδης άλωσιν συνεγράψατο· ἐν ᾧ συνήκμασαν Κλαυδιανός τε καὶ Κῦρος οἱ ποιηταί. Κῦρον δὲ λό γος ἔχει καὶ τὸν ὑπέρτατον τῶν ὑπάρχων ἀναδῆναι θρόνον· ὃς καὶ τῆς αὐλῆς ἐλέγετο ύπαρχος πρότερον, καὶ τῶν ἑσπερίων δυνάμεων καθηγήσατο, Καρο χηδόνος ὑπὸ Βανδίλων κρατηθείσης, Γιζερίχου τῶν βαρβάρων ἡγουμένου. Πλείστας δὲ καὶ περιφανεῖς οἰκοδομίας, ἀνά τε τὴν βασιλίδα καὶ ἀλλαχοῦ, ὁ βα σιλεὺς οὗτος ήγειρε καὶ τῇ ᾿Αλεξάνδρου δὲ μέγι στον ἀνίστη νεών. ΚΕΦΑΛ. ΝΗ'. Περὶ τῆς τελευτῆς Θεοδοσίου τοῦ νέου, ὡς ἐν τῇ θήκῃ τοῦ πατρὸς αὐτοῦ ἐτάφη, τῷ περιωνύμῳ νεῷ τῶν ἁγίων Αποστόλων. Ηδη δὲ τῆς τελευτῆς ἐγγιζούσης αὐτῷ, εἰς Ἔφεσον ἧκεν Ιωάννῃ τῷ παρθένῳ καὶ εὐαγγελιστῇ συνταξόμενος. Καὶ τὸν ἐκείνου νεὼν εἰσιών, προσευχῇ ἑαυτὸν ἐδίδου· ἐν ᾗ καὶ ὅστις μετ' αὐτὴν τὴν Ῥωμαίων ἀρχὴν ἰθυνεῖ, ἐδεῖτο μαθεῖν τοῦ Θεοῦ. Καὶ δὴ τοῦτο Θεοῦ ἐν δράματι χρήσαντος, ἐπανῆκε τῇ Κωνσταντίνου. Καὶ μετὰ μικρὸν τοῦ στρατοῦ ἐκ τῆς πρὸς 'Αττίλαν μάχης επαναστρέ
col. 1273–1274page 633 of 633
PG 146:1273ψαντος, Θεοδόσιος τῆς πόλεως ἐξῆλθεν ἱππάσασθαι, καὶ κυνηγίοις ἑαυτὸν ἀνεῖναι. Ἐν οἷς δ᾽ ἱππάζετο τοῦ ἵππου ἐκσφαιρισθεὶς, τὰ περὶ τὸν σπόνδυλον πλήττεται· καὶ κατακλιθεὶς λεκτικίῳ, εἰσῄει τὴν πόλιν. Ἐπεὶ δὲ ᾔσθετο ἀπιών, ἐν ἀποῤῥήτῳ τὴν ἀδελφὴν Πουλχερίαν μεταστειλάμενος, περὶ Μαρκιανοῦ τοῦ ἀπὸ τριβούνων αὐτῇ διελέγετο, ὡς ἄρα φίλον εἴη Θεῷ μετ' αὐτὸν ἐκεῖνον τὴν Ῥωμαίων ἀρχὴν διοικεῖν. Καὶ ἡ μὲν ταῦτ᾽ εἰπὼν, ἐτελεύτα. Ετι δ' ἀγνοουμένης τῆς ἀποβιώσεως τῷ κρατοῦντι, τὸν Μαρκιανὸν Πουλχερία ποιησαμένη μετάπεμπτον, άνδρα σωφροσύνῃ καὶ σεμνότητι βίου δια πρεπῆ, καὶ γήρα ἤδη κοσμούμενον, περὶ τῆς ἀρο χῆς ἐκοινοῦτο· Καὶ σὲ, φησίν, ἐγὼ τῶν ἄλλων τῆς συγκλήτου ἄρχειν προκρίνω. Ορκῳ τοίνυν ἀσφαλισάμενος ὡς οὐκ ἂν ἐπίβουλον ἐμοὶ τῆς ζωῆς τε καὶ τῆς ἀρχῆς καὶ μάλιστα τῆς παρθενίας φρονήσῃς, ἣν ἐκ νέου ἀνεθέμην Θεῷ, λάμβανε τὴν ἀρχήν. Τοῦ δέ γ' ὡς ἐδόκει τῇ βασιλίδι πράξαντος, τὸν πατριάρχην 'Ανατόλιον (οὗτος γὰρ μετὰ Φλαβιανὸν ἐγεγόνει), μεταστειλαμένη καὶ τὴν σύγκλητον ἅπα σαν, κατὰ τὸ ῾Εβδομον, βασιλέα 'Ρωμαίων εὐθὺς ἀνη γόρευε. Θεοδόσιος δ' ἐξ αὐτῆς ἐν τῇ πατρῴᾳ θήκῃ ἐτέθαπτο, κατὰ τὸ δεξιὸν ὑπερῷον τοῦ τῶν Ἀπο στόλων σηκοῦ ἐν λίθῳ Ρωμαίῳ, ᾧ δηλαδὴ ὑπερῴῳ τῷ ἴσῳ λίθῳ καὶ ὁ πατὴρ Αρκάδιος, καὶ ἡ μήτηρ Εὐδοξία, καὶ ὁ πάππος αὐτοῦ Θεοδόσιος κατετέθησαν. Ἐν δὲ τῷ καταντικρὺ καὶ ἀριστερῷ ὑπερῴῳ τοῦ θείου τεμένους Ἰουλιανός τε καὶ Ἰοδιανός κεῖνται. Τελευτᾷ δὲ ὁ βασιλεὺς Θεοδόσιος, ἐτῶν γεν νόμενο; ἑνὸς καὶ πεντήκοντα· ἀφ᾽ ὧν τὰ δύο καὶ τεσσαράκοντα εὐσεβέστατα ἦρξεν, ὅρον βασιλείας τὸν βίον καὶ τὴν ἀρχὴν ἄντικρυς καταλελοιπώς. Περιέχει δὲ καὶ ἡ παροῦσα τεσσαρεσκαιδεκάτη μοι τῶν ἱστοριῶν χρόνον ἐτῶν τεσσαράκοντα πρὸς δυο σίν· ὁπηνίκα κόσμου μὲν ἔτος εξε', ἀπὸ δὲ τῆς θείας τοῦ Κυρίου γεννήσεως τετρακοσιοστὸν καὶ Εξηκοστὸν ἐπεραίνετο.
Continue reading PG 146: Ordo Rerum →≣ entire volume
Page scan enlarged

Notebook

Full View