PG 152Manuel Calecaordinis Fratrum Praedicatorum Monachus, Cpolitanus Patriarcha
Manuel Caleca, Monk of the Order of Preachers
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 601–602page 297 of 326
PG 152:601του· ν καὶ μέχρι τοῦ νῦν ἐξάγει τὰ ἴδια βλαστήματα: 4 ";, τῷ θείῳ προστάγματι συνελαυνομένη καὶ δυναμουμένη· οὕτω καὶ τοῦτο ὑπηρετοῦντος τοῦ ἱερέως πιο στεύομεν γίνεσθαι· ὥστε τὸν ἄρτον εἰς σῶμα αὐτοῦ καὶ τὸν οἶνον εἰς αἷμα αὐτοῦ μεταβάλλεσθαι διὰ τὴν τοῦ εἰπόντος δύναμιν. Καὶ ὥς φησιν ὁ θεῖος Χρυσόστομος ο Σχῆμα μόνον πληρῶν ἔστηκεν ὁ ἱερεύς· ἡ δὲ δύναμις πᾶσα τῶν λόγων ἐστίν.» Αὐτ τὰς γὰρ εἴρηκεν, ο Ἐὰν μὴ φάγητε την σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Η γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις.» Καὶ πάλιν, ι Ο τρώγων με ζήσεται. Οθεν χωρὶς πάσης ἀμφιβολίας μετέχειν αὐτῶν ὀφεί λομεν, καθαρὰν καὶ βεβαίαν περὶ αὐτῶν ἔχοντες πίσ στιν· καὶ, ὡς που φησὶν ὁ θεῖος Χρυσόστομος οὕτω διατίθεσθαι ἕκαστον τοῖς θείοις προσερχόμενον μυστηρίοις, ὥσπερ ἀπὸ τῆς τοῦ Κυρίου πλευρᾶς τούτων μεταλαμβάνοντα. Εἰ μὴ γὰρ οὕτω περὶ τού των πιστεύομεν, οὐ μόνον οὐδὲν παρ' αὐτῶν ὠφε λούμεθα διὰ τὴν ἀπιστίαν ἡμῶν, ἀλλὰ καὶ εἰς αἰω νίαν κατάκρισιν ταῦτα μεταλαμβάνεται. Τὸ δ' αὐτὸ δὲ συμβαίνει, καὶ εἰ πλῆθος ἁμαρτημάτων ἔχοντες, μηδὲν προκαθαρθέντες τούτων μεταλαμβάνομεν. Καὶ γὰρ ὅμοιοι δόξομεν τοῖς σπαράκτοις τοῦ σώμα τος τοῦ Χριστοῦ. Διό φησιν ὁ θεῖος Απόστολος, Δοκιμαζέτω έκαστος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρ του ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πιέτω.» Και, Ο αναξίως μεταλαμβάνων τοῦ σώματος καὶ αἷμα τος τοῦ Χριστοῦ κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει, καὶ ἔνοχος ἔσται τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ.» Πρὸς τοὺς τοίνυν διαποροῦντας περὶ τῆς ἀπὸ τοῦ ἄρτου καὶ τοῦ οἴνου εἰς τὸ σῶμα καὶ αἷμα τοῦ Χρι στοῦ μεταβολῆς τὴν δύναμιν τοῦ Θεοῦ προβαλλόμεθα. Εἰ γὰρ ὁμολογοῦσι τὸν Θεὸν παντοδύναμον εἶναι, οὐδὲν τοῦτο διαπορήσουσιν. Εἰ γὰρ κατὰ δύο ναμιν φυσικὴν ἡ ὑποκειμένη τοῦ ἀέρος ὕλη δύναται κατὰ τὸ εἶδος μεταβάλλειν εἰς πῦρ, πολλῷ μᾶλλον ἡ τοῦ Θεοῦ δύναμις, ὡς ὅλην τὴν οὐσίαν τῶν πραγμάτ τῶν παρήγαγεν, οὐ κατ᾽ εἶδος μόνον μεταβαλεῖ· ἀλλὰ τὸ ὑποκείμενον ὅλον τοῦ ἄρτου καὶ τοῦ οἴνου εἰς ὑπο κείμενον σάρκα καὶ αἷμα μεταποιήσει. Εἰ δέ τις πάλιν διὰ τὰ τῇ αἰσθήσει φαινόμενα τῇ μεταβολῇ! ταύτῃ διαπιστεί, κατανοείτω ὅτι τὰ θεῖα ἡμῖν οὕτω προβάλλονται ὡς ὑπὸ παραπετάσμασι τοῖς αἰσθητοῖς. σε Σχῆμα μόνον πληρῶν. επιφοίτησιν μακαρίτης, ὁ μακαρίτης σχολαστικώτατος,
col. 603–604page 298 of 326
PG 152:603"Οθεν διὰ τοῦ ἄρτου καὶ τοῦ οἴνου τῆς συνήθους ἡμῖν βρώσεως δέδωκεν ἐκείνων μεταλαμβάνειν, ἵνα μὴ ξένον τι καὶ ἄηθες τῇ αἰσθήσει δοκῇ· οὐ μὴν οὐδὲ κατὰ φαντασίαν γίνεσθαι τοῦτο πιστεύομεν. Δυνατός γάρ, ὡς εἴπομεν, ὁ Θεὸς καὶ τὴ ὑποκείμε τον μεταβάλλειν, καὶ τὰ πρότερον συμβεβηκότα πά λιν διατηρεῖν. Συμβαίνει τοίνυν τὴν πνευματικὴν ζωὴν ἀναλογεῖν τῇ σωματικῇ. Ωσπερ γὰρ ἐν ἐκείνῃ τὸ γεννητικὸν καὶ αὐξητικὸν καὶ θρεπτικόν, αἱ φυσικαὶ αξ ται δυνάμεις, θεωροῦνται, οὕτω καὶ ἐν ταύτῃ. Το μὲν γὰρ βάπτισμα, δι᾿ οὗ ἡ νοητὴ τοῦ ἀνθρώπου ἀναγέννησις γίνεται, ἀναλογεῖ τῇ γεννητικῇ· ἡ δὲ τοῦ μύρου χρίσις, δι' οὗ ἡ πνευματικὴ αὔξησις ἐπὶ τελείαν ἰσχὺν ἄγουσα, τῇ αὐξητικῇ· ἡ δὲ μετάληψις τῶν ἁγιασμάτων, δι' οὗ ἡ πνευματική τροφή, τῇ θρεπτικῇ ἀναλογεί. Πάλιν ἐπειδὴ συμβαίνει καὶ ἐμπόδιον περὶ τὴν σωματικήν ζωήν, καθὸ ἕκαστον ἀσθενεῖ· ἀναγ καίως εἰσάγεται ἀπὸ τῶν ἔξωθεν ἡ τοῦ ἀσθενῶς ζῶντος θεραπεία. Τοῦτο δὲ θεωρεῖται καὶ κατὰ τὴν πνευματικὴν ζωήν. Ὁ γὰρ ἄνθρωπος, διότι ἐστὶν αὐτεξούσιος, δύναται ἁμαρτάνειν, ὅταν ἔξω τοῦ λό γου καὶ τῆς ἀκολουθίας τῶν ληφθέντων αὐτῷ μυ στηρίων ἐνεργῇ τι. Εἰ μὲν οὖν ἐν τῇ ψυχῇ γίνεται μόνον ἡ ἀσθένεια αὕτη καὶ ἡ παρατροπή, διὰ τοῦ μυστηρίου τῆς μετανοίας επανορθοῦται· εἰ δὲ ἀπὸ τῆς ἐν τῇ ψυχῇ ἁμαρτίας ἐπὶ τὸ σῶμα ἡ ἀσθένεια διαβαίνει διὰ τὴ συμφέρον τοῦ τὴν ἁμαρτίαν πεποιηκότος (καὶ γὰρ πολλάκις ἀσθενεῖ τις δι᾿ ἁμαρτίας, ἵνα σωφρονισθῇ), επανορθοῦται διὰ τοῦ μυστηρίου τοῦ εὐχελαίου, ο τελευταία λέγεται χρίσις ο "Ο τελευταία λέγεται χρίσις. Ασθενεί τις ἐν ὑμῖν Δίδοται τοίνυν τοῖς ἁμαρτάνουσι μετὰ τὸ βάπτι σμαἡ διὰ τῆς μετανοίας καὶ ἐξαγορεύσεως θερα πεία καὶ ἐπανόρθωσις. Οὐ δίδοται δὲ αὕτη ἡ θερα πεία διὰ τοῦ πάλιν τὸ αὐτὸ βάπτισμα βαπτισθῆναι κατὰ τοῦτον τὸν τρόπον. Ἐπεὶ γὰρ συσταυρούμεθα τῷ Χριστῷ διὰ τοῦ βαπτίσματος, ὥς φησιν ὁ Ἀπό στόλος, «Όσοι ἐβαπτίσθημεν εἰς Χριστὸν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν,» καὶ πάλιν, ο Συνετ τάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος· ὥσπερ τὸν Χριστὸν ἀνασταυροῦν οὐ προσήκει, οὕτω καὶ τοὺς μετὰ τὸ βάπτισμα ἁμαρτόντας οὐ δεῖ πάλιν
col. 605–606page 299 of 326
PG 152:605ἀναβαπτίζειν. Καὶ ὥσπερ οἱ τῆς φυσικῆς καὶ σωμα τικῆς ζωῆς διὰ γεννήσεως τυχόντες, ἂν ἐμπέσωσι νόσῳ τινὶ ἐναντιουμένῃ τῇ τελείᾳ ταύτῃ ζωῇ, οὐκ ἀναγεννώμενοι πάλιν, ἀλλ' ἑτέρῳ τρόπῳ ἀλλοιώσεως θεραπεύονται, ἀπαλλαττόμενοι τῆς νόσου· οὕτω καὶ πρὸς τὸ βάπτισμα, πνευματικὴν οὖσαν ἀναγέννησιν, ἀνακάμψαι οὐ δύνανται· ῖν ἐξαλείψωσι δηλονότι, & μετὰ τὸ βάπτισμα εἰργάσαντο ἁμαρτήματα. Διὰ δὲ της μετανοίας τοῦτο γίνεται. Τίς δὲ ὁ τρόπος τῆς μετανοίας, καὶ πόσα αὐτῆς εἰσι μέρη, καὶ ποίους τινὰς εἶναι δεῖ τοὺς εἰς τοῦτο τεταγμένους πνευματικοὺς ἄνδρας καὶ πῶς τοὺς μετανοοῦντας αὐτ τοῖς προσέρχεσθαι δεῖ, καὶ τίνι τρόπῳ τὴν τούτων θεραπείαν ἐπινοεῖν· καὶ πῶς ἔστι τῶν ἁμαρτημά των ελευθεροῦσθαι, ἑτέρας ἂν εἴη πραγματείας" ἄλλως τε καὶ πνευματικῶν ἀνδρῶν τὸ ταῦτα διαι τῶν κατὰ λόγον ὀρθόν, ὅπερ εἰς κατάληψιν ἔσται τοῖς ἐπιοῦσι τὰς τῶν διδασκάλων γραφάς. Ἐπεὶ δὲ, καθάπερ είπομεν, ἐκ τῆς τῆς ψυχῆς αρρωστίας νόσος τις ἐπὶ τὸ σῶμα διαδίδεται διὰ τὴν πρὸς ἄλληλα σχέσιν τε καὶ συμπάθειαν, τοῦ σώ ματος λέγω καὶ τῆς ψυχῆς, ἥτις δὴ νόσος δι' ὠφέ λειαν γίνεται κόλασις γάρ ἐστι διὰ τὴν ὀφειλομένην αὐτῷ τιμωρίαν, μόνον εἰ τὴν ἀῤῥωστίαν ταύτην δ ἄνθρωπος εὐχαρίστως ὑπομένῃ· πολλάκις δὲ ὑπὸ ταύτης νόσου ἐμποδίζεται ὁ ἄνθρωπος εἰς τὸ ἐργά σεσθαι τὸ ἀγαθὸν, καὶ διὰ τοῦ ἀγαθοῦ ἔργου ἐπιτυχεῖν τῆς πνευματικῆς σωτηρίας δίδοται τὸ μυστήριον τῆς τελευταίας χρίσεως, ήγουν τὸ εὐχέλαιον ὅπερ καὶ αὐτὸ πνευματικὴ ἰατρεία ἐστὶν, ἵνα ἀπαλ λαττώμεθα τῆς τοῦ σώματος ἀῤῥωστίας, ἥτις ἐμ ποδισμός γίνεται πρὸς τὰ πνευματικά έργα. Περὶ ὧν ὁ θεῖος ἀπόστολος γράφει, ο Ασθενεί τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ εὐξάσθωσαν ἐπ' αὐτὸν, ἀλείφοντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος κὶν ἁμαρτίας ᾗ πεποιηκώς, ἀφεθήσεται αὐτῷ.» Εἰ δὲ μὴ ἀπαλλάττοιντο διὰ τούτου τῆς τοῦ σώματος ἀρρωστίας, οὐκ αἰτιᾶσθαι δεῖ τὴν τοῦ μυστηρίου τούτου δύναμιν. Πολλάκις γὰρ καὶ τὸ θεραπευθῆναι σωματικῶς πρὸς τοὺς ἀξίως τὸ μυστήριον τοῦτο λαμβάνοντας οὐκ ἔστι χρήσιμον πρὸς τὴν πνευματικὴν σωτηρίαν. Ἴσως γὰρ οὐδὲ χρήσονται τῇ ὑγείᾳ πρὸς τὸ συμφέρον. Οὐ μέντοι ἀνωφελῶς πάλιν τοῦτο λαμβάνουσιν, εἰ καὶ μὴ ἡ σωματική θεραπεία ἀκο λουθήσει. ὠφελεῖ γὰρ κατ' ἄλλον τρόπον. Εἰς μὲν γὰρ τὰς ἀσωμάτους νόσους, αἵτινές εἰσιν εὐκολία πρὸς τὰ κακὶν, ἀμέλεια πρὸς τὸ ἀγαθὸν, διὰ τῆς Πνευματικοὺς ἄνδρας. ἱερομονάχους τὰ ἐπιτίμια,
col. 607–608page 300 of 326
PG 152:607μετανοίας, ὡς εἴπομεν, δεῖ θεραπεύειν· ἐπεὶ δὲ ὁ ἄνθρωπος ἢ διὰ ῥαθυμίαν ἢ διὰ τοὺς ποικίλους του βίου περισπασμούς οὐ τελείως θεραπεύει τὰς προειρημένας ἐν αὐτῷ ἀῤῥωστίας, ἐπὶ σωτηρία τὸ μυα στήριον τοῦτο τῷ ἀνθρώπῳ δέδοται, ὥστε ἀναπληροῦσθαι διὰ τούτου τὸ ἀτελὲς τῆς θεραπείας ἐκείνης, ἢ διὰ μετανοίας ἐγίνετο, καὶ ἐλευθεροῦσθαι τῆς καταδίκης τῆς ὀφειλομένης αὐτῷ, ὅτι οὐκ ἐτελείωσε τὸν τῆς μετανοίας κανόνα· ἵνα μηδὲν ἐν αὐτῷ ἀπο λειφθῇ δυνάμενον ἐν τῇ ἐξόδῳ τῆς ψυχῆς ἐμποδίσαι ταύτην τοῦ τυχεῖν τῆς μελλούσης δόξης. Οὐ μὴν ἀλλὰ καὶ συμβαίνει μήτε μνημονεύειν μήτε γινώσκειν πάντα ὅσα ἔπραξε τις ἁμαρτήματα, ὥστε δύνασθαι διὰ μετανοίας ταῦτα ἐξαλείφεσθαι. Εἰσὶ δὲ καί τινα καθημερινὰ ἁμαρτήματα, ὧν χω ρὶς οὐκ ἔστι τὸν βίον τοῦτον διελθεῖν· ὧν πάντων ὁ ἄνθρωπος ἀναγκαίως καθαίρεται διὰ τούτου τοῦ μυστηρίου. Διὸ καὶ προστίθησι, ο Καν ἁμαρτίας η πεποιηκώς, ἀφεθήσεται αὐτῷ.» Οθεν δῆλον ὅτι τελευταῖόν ἐστι τὸ μυστήριον τοῦτο, ὥσπερ ἐπισφράγισμα πάσης τῆς πνευματικῆς ἰατρείας· καὶ ὅτι τοῖς ἀσθενοῦσι προσάγειν δεῖ· καὶ μᾶλλον ἐκείνοις, οἱ δι' ἀσθένειαν οὐκ ἐξεπλήρωσαν τὸν ὀφειλόμενον αὐτοῖς κανόνα· καὶ ὅτι τοῖς αὐτοῖς πάλιν δεῖ προσάγειν, εἰ πρὸς τὴν ὁμοίαν ἔλθοιεν ἀνάγκην. Δύναται γὰρ ὁ ἄνθρωπος τοῖς αὐτοῖς πάλιν ατοπήμασι περιπίπτειν διὰ τὴν τῆς φύσεως ἀσθένειαν· ὥστε καὶ πολλάκις τῷ αὐτῷ τρόπῳ τῆς θεραπείας χρή σθαι· καθάπερ καὶ ἐν τῇ σωματικῇ ζωῇ τὰ αὐτὰ Οι αρρωστήματα συμβαίνει, καὶ πάλιν τοῖς ὁμοίοις θεραπεύονται φαρμάκοις. το Πάλιν ἐπεὶ οἱ χορηγοί καὶ τακτικοὶ τῆς σωματικῆς ζωῆς διχῶς θεωροῦνται· τουτέστιν, ἢ κατὰ τὴν τῆς φύσεως γονιμότητα, ὅπερ ἐστὶ τῶν γονέων, ἢ κατὰ τὴν πολιτικὴν ἀρχὴν, δι' ἧς τὸ εἰρηνικὸν τῆς ζωῆς συντηρείται, ὅπερ τοῖς βασιλεῦσι καὶ ἄρχουσιν ἀνήκει· οὕτω καὶ ἐν τῇ πνευματικῇ ζωῇ, εἰσὶ μὲν χορηγοὶ καὶ φυλακτικοὶ τῆς πνευματικής ζωής κατὰ τὴν πνευματικὴν διακονίαν μόνον, ὅπερ ἐστὶ τοῦ μυστηρίου τῶν τάξεων· καὶ θεωρεῖται τοῦτ ἐν τοῖς ἀρχιερεῦσι καὶ τοῖς ἄλλοις οἰκονόμοις τῆς πνευματικῆς πολιτείας· εἰσὶ δὲ καὶ κατὰ τὴν πνευ ματικὴν ζωὴν ὁμοῦ καὶ σωματικήν· 8 γίνεται διὰ τοῦ μυστηρίου, καθ' 8 συνέρχονται ὁ ἀνὴρ καὶ ἡ γυνή, ὥστε γεννῆσαι τέκνον καὶ ἀναθρέψαι εἰς τὴν τοῦ Θεοῦ λατρείαν. Αλλως γὰρ οὐκ ἔστι διαμένειν τὸ ἀνθρώπινον γένος μέχρι τῆς τοῦ παντὸς ἐπὶ τὸ ἔσχατον ἀλλοιώσεως· καὶ ὅτι γάμο; οὐκ ἔστιν αἰσχρόν οὐ γὰρ εἰ ἡ παρθενία τιμιώτερον, βδελυκτὸν καὶ άτιμον τὸ τοῦ γάμου. Διὸ καὶ ὁ Χριστὸς αὐτὸν ἐτί μησεν ἐν Κανᾷ τῇ ἑαυτοῦ παρουσία. Πλήν κατά λόγον δεῖ καὶ τοῖς ἄλλοις καὶ τούτῳ χρῆσθαι. Εἰ γὰρ τὸ κατὰ λόγον ἄπεστι καὶ ἐπὶ τούτου καὶ ἐπὶ τῶν ἄλλων μυστηρίων, οὐ μόνον οὐδὲν ὠφελούμεθα, ἀλλὰ καὶ βλαπτόμεθα παρ' αὐτῶν διὰ τὴν ἄλογον χρήσιν ἡμῶν. Περὶ μὲν οὖν τῶν παραδεδομένων ἡμῖν μυστηρίων

Chapter VIICaput VII

col. 609–610page 301 of 326
PG 152:609εἰς ἀναγέννησιν καὶ θεραπείαν τῆς ἡμετέρας φύ σεως κατὰ τὴν πνευματικὴν ζωὴν ταῦτ' ἐν ἐπιτομῇ διήλθομεν· τὰ δὲ βαθύτερα καὶ λεπτότερα ἐν αὐτοῖς τοῖς τὴν θείαν μετιοῦσι Γραφήν, καὶ τοῖς διδασκάλοις τῆς τοῦ Θεοῦ Ἐκκλησίας τρανότερον Ἀνακαλυφθήσεται. Παρέδοντο δὲ καὶ ὑπὸ τοῦ διαβόλου μυστήριά τινα ἐναγῆ κατ᾽ αὐτὸν τοῖς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ ἀρνουμένοις καὶ τὴν ἐνανθρώπησιν αὐτοῦ, καὶ ὑπο ταττομένοις αὐτῷ τῷ διαβόλῳ, ἢ καὶ ὑπὸ τῷ τοῦ θεοῦ ὀνόματι ὑπ᾽ ἐκείνου ἐν εὐσεβείας προσχήματι ἀπατωμένοις. Καὶ γὰρ καὶ παρὰ τούτοις εἰσὶ καὶ νηστείαι καὶ τελεταὶ καὶ ἑορταὶ καὶ ἀπολούσεις καὶ φῶτα, εἰς ἄγγελον φωτὸς τοῦ πονηροῦ ἑαυτὸν μετασχηματίζοντος· καίτοι καὶ ἡμῖν εἰσι φῶτα καὶ η '', ἐλλάμψεις· ἀλλ᾽ οὐ τοιαῦτα, ὁποῖα οἱ μάρτυρες της”; ἀληθείας ἐν ταῖς φυλακαῖς ἑώρων, ἅπερ ἔσθ' ὅτε καὶ ὑπὸ τῶν ἀπίστων βλέποντο, εἰς ἔλεγχον μὲν αὐτῶν καὶ κατάκρισιν, εἰς θάρσος δὲ τῆς ἐκείνων ψυχῆς, καὶ ἀῤῥαβῶνα καὶ ἐλπίδα καὶ πληροφορίαν; τῆς μελλούσης αὐτοὺς ἐκδέξεσθαι μακαριότητος, καὶ εἰς ἔνδειξιν τοῦ ὅτι τὰ παρὰ τῶν μαρτύρων ἔργα ἀποδοχῆς ἔτυχον παρὰ τῷ Θεῷ. Ἐκεῖνα δὲ θόρυβον καὶ ταραχὴν καὶ τρόμον ἐμποιοῦσι τῇ ψυχῇ. Ὅθεν τοσοῦτον διαφέρουσιν ἀλλήλων, ὅτι τὰ μὲν ἡμέτερα μυστήρια ἀληθιναί εἰσι καθάρσεις, αναδι δάζουσαι ἡμᾶς πρὸς οὐρανὸν, καὶ προξενοῦσαι την τοῦ Θεοῦ βασιλείαν, καὶ ἐνοῦσαι αὐτῷ τῷ Θεῷ, ἂν μόνον τὴν προσήκουσαν εὐλάβειαν καὶ πίστιν ἔχω μὲν πρὸς τὴν παραδοδεῖσαν ἡμῖν ὑπ᾽ αὐτοῦ πίστιν, καὶ φυλάττωμεν αὐτὴν ὑγιῶς καὶ λόγοις καὶ ἔργοις αἱ δὲ τῶν ἔξω καθάρσεις, οἷαί εἰσι τῶν ἀρνουμένων τὸν Υἱὸν τοῦ Θεοῦ καὶ τὴν σάρκωσιν αὐτοῦ, πρὸς τὸ σκότος τὸ ἐξώτερον ἄγουσι, καὶ τοῦ διαβόλου κλη ρονόμους ἐργάζονται· ἐκείνους δηλονότι, οἵτινες ἀπατώμενοι καὶ πλανώμενοι παρ' αὐτοῦ δι εἰδωλολατρείας καὶ ἄλλων τινῶν πεπλανημένων δογμάτων, καὶ διὰ τῶν μυσαρῶν αὐτοῦ καθάρσεων προσέχουσιν αὐτῷ· ἢ καὶ, ὡς νομίζουσι, τὸν Θεὸν ἐπισφαλῶς, καὶ οὐχ ὡς δεῖ, προσκυνοῦσιν. Οσα μὲν οὖν ἀπὸ πίστεως ἀναμφιβόλως ὁμολογοῦμεν περὶ τῆς σαρ χώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, ταῦτ᾽ ἐστὶ τὰ κεφα λαιωδέστερα. ΚΕΦΑΛ. Ζ'. Ἔτι περὶ τῆς σαρκώσεως ἐκ λόγων, ὡς ἐνδέ χεται. Ἵνα δὲ καὶ λόγον ἔχωμεν συμφωνοῦντα ἡμῖν εἰς τα ἀπὸ τῆς πίστεως, καὶ ἵνα ὅταν τις τῶν ἀπίστων ἀνειδίζῃ ἡμῖν Πώς λέγομεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἐσαρκώθη καὶ ἀπέθανε, λέγειν ἔχωμεν, "Οτι οὐδὲν ἄτοπον ἀκολουθεῖ, ἀλλὰ καὶ δικαιότατον καὶ πρεπωδέστατον, καὶ οὐκ ἄλλως ἔδει γενέσθαι, λέγομεν Μη. Φανερὸν τοῦτο πᾶσιν ἀνθρώποις, ὅτι τὰ λογικὰ Σάντα, ἄγγελοι καὶ ἄνθρωποι, δια λόγου ἐνεργοῦσι καὶ μάλιστα φανερὸν ἐπὶ τῶν οἰκοδόμων καὶ τῶν ἄλλων τεχνιτῶν πάντων. Ο γὰρ οἰκοδόμος συλλαμβά
col. 611–612page 302 of 326
PG 152:611νει ἐν τῷ ἑαυτοῦ νῷ τὸ εἶδος καὶ τὴν θέσιν τῆς τυχούσης οικίας, ὅτι τοιάδε τις καὶ τοιάδε προσήκει οἰκοδομηθῆναι, καὶ δι' ἐκείνου τοῦ λόγου ταύτην οικοδομεί, οὗ καὶ πρότερον καὶ κατὰ τὸν αὐτὸν λόγον, εἰ κατά πάντα τὴν αὐτὴν οἰκίαν τῇ προτέρᾳ καὶ ὁμοίαν βού λεται ἀνοικοδομεῖν. Ὁ δὲ τοιοῦτος λόγος λέγεται ἐν διάθετος· δς καὶ μᾶλλον τῶν ἄλλων εἰκών ἐστιν, ὡς εἴρηται, τοῦ Λόγου τοῦ Θεοῦ. Κατὰ τοῦτον γὰρ τὴν ἐνδιάθετον λόγον καὶ λογικοὶ λεγόμεθα, είτε κοιμώμεθα, είτε σιωπῶμεν, οὐ κατὰ τὸν προφορικόν οὗτος γὰρ οὐκ ἀεὶ ἐστι. Πολλῷ οὖν ὁ ἐνδιάθετός ἐστι τοῦ προφορικοῦ τιμιώτερος, ὃς διὰ βημάτων καὶ ὀνομάτων ἔξωθεν προφέρεται. Οὗτος γὰρ δι' ἐκεῖνον συνίσταται, καὶ τρόπον τινὰ συμβεβηκός ἐστιν ἐκ:! νῳ. Διὰ τοῦτο οὐ τοσοῦτόν ἐστιν οἰκεῖος ὁ προφορι κλς λόγος εἰς παράδειγμα καὶ εἰκόνα τοῦ Λόγου τοῦ Θεοῦ λαμβάνεσθαι, ἀλλὰ μᾶλλον ὁ ἐνδιάθετος ὡς τιμιώτερος· ἐπεὶ καὶ ἀπὸ τῶν τιμιωτέρων ὀφείλου μεν τὰ θεῖα εἰκονίζειν. Τιμιώτερον δὲ τοῦ ἐν ἡμῖν νοῦ καὶ λόγου οὐκ ἔστιν ἐν τοῖς κτίσματιν· ὅθεν καὶ κατὰ τοῦτο λέγεται ὁ ἄνθρωπος εἰκὼν τοῦ Θεοῦ. Καὶ γὰρ κατ' εἰκόνα ἐπλάσθη. Πλὴν καὶ οὗτος πάνυ λείπεται τοῦ Λόγου τοῦ Θεοῦ. Ὁ μὲν γὰρ ἐνυπόστατος καὶ ἐνεργής· ὁ δὲ ἐνδιάθετος συμβεβηκός έστι τῷ νῷ. Ἀπὸ γὰρ τῶν ὁρωμένων καὶ νοουμένων διὰ τῆς αἰσθήσεως ἐπιγίνεται τῷ νῷ, ἐφόσον μετὰ σώ ματός ἐστι. Διὸ καὶ ἀτελής ἐστι κατ' ὀλίγον συμ πλεκόμενος καὶ ὕστερος. Αὐτὸ γὰρ τὸ δυνάμενον νοεῖν καὶ ὁ τόπος τῶν νοητῶν εἰδῶν ἐστιν ὁ νοῦς, ὅς ἐστιν οὐσία. Τὰ δὲ τῷ νῷ δι' ἑαυτῶν ἐπιγινόμενα ἀπὸ τῶν ἔξωθεν ὕστερον συνεργούσης τῆς αἰσθήσεως μετὰ τὴν τελείωσιν τοῦ ὀργανικοῦ σώματος, ταῦτα πάντα εἰσὶ συμβεβηκότα. Διὸ καὶ τὴν πολλὰ ἰδόντα πολυμαθή λέγομεν. οι Ἐπεὶ τοίνυν καὶ ὁ Θεός ἐστι λογικός, 8 παρά πάντων ὁμολογεῖται· ὁ δὲ λόγο; αὐτοῦ οὐκ ἔστι συμβεβηκός (τὸ γὰρ ἐν τῷ Θεῷ συμβεβηκός λέγειν ἄτοπον)· ἀλλ᾽ ἔστιν ἐνυπόστατος καὶ ζῶν καὶ τέλειο;" διὰ τοῦτο λέγομεν ὅτι ὁ Θεὸς διὰ τοῦ ἑαυτοῦ Λόγου τὰ πάντα ἐποίησεν. Εἰ γοῦν δι' αὐτοῦ ἐγένετο πάντα, καὶ ὁ ἄνθρωπος δι᾿ αὐτοῦ ἐπλάσθη, δι' αὐτοῦ καὶ συντριβέντα πάλιν ἔπρεπεν αὐτὸν ἀνακαινισθῆναι. Επρεπε δὲ κατὰ τοῦτο. Ἐπεὶ γὰρ τὰ λογικὰ κτί σματα οἱ ἄνθρωποι τιμιώτερόν ἐστι τῶν ἄλλων ἀγύ χων καὶ ἐμψύχων καὶ ἀλόγων ζώων, καθότι ἐστὶν ὁ ἄνθρωπος λογικὸν καὶ αὐτεξούσιον, καὶ ὅτι τὰ ἄλλα διὰ τὸν ἄνθρωπον ἐγένοντο, ἵνα ἄρχῃ αὐτῶν διὰ λόγου καὶ γνώσεως· τὰ γὰρ ἄλογα ζῶα δίχα βουλῆς ποιοῦσι πᾶν εἰς ὅπερ ἂν κινηθῶσι, τῇ φυσικῇ δυνά μει πρὸς ταῦτα κινούμενα, καθ' ὧν τρόπον ἡ γῆ καὶ τὰ δένδρα ἀλόγως καὶ ἀπροαιρέτως καὶ δίχα βουλῆς καρποφοροῦσι· διὰ τοῦτο ἔπρεπεν ἵνα καὶ τὴν ἐπιμέλειαν ὁ ἄνθρωπος εὕρῃ εἰς τὸ ἐπανορθωθῆναι, καὶ μᾶλλον ἢ εἴπερ ἄλλο τι τῶν ὁρωμένων κτισμάτων συνέβαινε καταπεσεῖν καὶ συντριβῆναι
col. 613–614page 303 of 326
PG 152:613ἐπείπερ ὁ ἄνθρωπος τῆς ἀληθινῆς ὁδοῦ καὶ εὐθείας ἐξετράπη καὶ ἐπλανήθη καὶ ἐκπέπτωκε τῆς παρὰ τοῦ Θεοῦ δοθείσης αὐτῷ τιμῆς. Ἐπλανήθη δὲ καὶ ἐξέπεσε, διότι οὐκ ἐπολιτεύετο ὥσπερ ἔταξεν αὐτὸν ὁ Θεὸς ἐξ ἀρχῆς· ἀλλ' ὅτι τὴν ἑαυτοῦ θέλησιν, ἥτις ώφειλε ζητεῖν τὰ οὐράνια, διέστρεψεν ὁ ἄνθρωπος καὶ ἀντὶ τοῦ ἀγαπᾶν καὶ θέλειν ταῦτα καὶ ζητεῖν, ᾑρετίσατο τὰ γήινα καὶ σωματικά· τὰς ορέξεις καὶ ἐπιθυμίας καὶ ἡδονὰς τὰς ἀλόγους. Ωρμησε δὲ ἐπὶ τοῦτο, ἐπειδὴ ὁ ἄνθρωπος αὐτεξούσιος ἐπλάσθη, καὶ τῆς ἀρετῆς οὐκ εἰσήγαγεν ὁ Θεὸς ἀνάγκην ἐν τῷ ἀνθρώπῳ, ἵν᾿ ἔχῃ στέφανον καὶ τιμὴν καὶ ἄξιον τὸν μισθόν, ὡς οίκοθεν τὸ ἀγαθὸν προαιρούμενος. Κατὰ τὴν θέλησιν οὖν αὐτοῦ ὁ ἄνθρωπος έπλα νήθη, καθ' δ ή τελειότης τοῦ ἀνθρώπου θεωρεῖται, καὶ ὠλίσθησε καὶ ἐξέπεσε τῆς δόξης τοῦ Θεοῦ, δηλον ότι διὰ τὴν διεστραμμένην θέλησιν αὐτοῦ· διὸ καὶ κατεδικάσθη τὸν θάνατον, ὅτι θνητὴν εἶχε φύ σιν, δυναμένην ἀποθνήσκειν. Οπερ διὰ φιλανθρωπίαν ἐγένετο τοῦ Θεοῦ, ἵνα μὴ ἀθάνατον ᾖ τὸ και κόν, ἀλλὰ παύηται τῆς ἁμαρτίας, μεμνημένος τοῦ θανάτου καὶ φοβούμενος αὐτόν. Καὶ γὰρ διὰ τοῦτο τὴν ψυχὴν τῷ θνητῷ σώματι συνέπλεξεν, ἵν᾽, ὅταν προαιρεθῇ τὰ φαῦλα διὰ τὴν αὐτεξουσιότητα, παρ ραχρῆμα καταδικάζηται ἀποθνήσκων διὰ τὴν θνη τότητα τοῦ σώματος· ὅπερ ἔμελλε πάντως ἀθάνα τον εἶναι, εἰ προῃρεῖτο τὰ ἀγαθὰ, καὶ ἅπερ ὁ Θεὸς ἐβούλετο. Μέσος γὰρ θνητότητος καὶ ἀθανασίας ἐπλάσθη. Ο δὲ Σατὰν οὐ κατεδικάσθη ἀποθνήσκειν ἐκπεσὼν τοῦ Θεοῦ, ὅτι θνητὴν φύσιν, ὥσπερ ἡμεῖς, οὐκ εἶχε, δυναμένην ἀποθνήσκειν. Διὰ ταῦτα καὶ ὁ μὲν ἄνθρωπος μετανοεῖ μεμνημένος τοῦ θανάτου, καὶ τοῦτο ποιεῖν δύναται ἐφόσον ζῇ μετὰ τοῦ σώ ματος τοῦ μεταβλητοῦ τούτου· μετὰ δὲ τὸν θάνα τον οὐ δυνήσεται, ἀλλ᾽ ἄτρεπτος διατελέσει διαπαν τῆς, τὴν λαχοῦσαν χώραν αὐτῷ κατέχων· ὁ δὲ δαί μων οὐ μετανοεῖ διὰ τὸ τῆς ἑαυτοῦ φύσεως ἀμετάβλητον. Ο γὰρ θάνατος ἐν ἀνθρώποις, τοῦτο ἔκπτωσις ἐν ἀγγέλοις. νο Ἐπεὶ οὖν ὁμολογεῖται ὅτι παρὰ τοῦ Θεοῦ κατὰ τὸν πρέποντα κρίνονται λόγον, ἔπρεπε τὸ ἀνθρώπινον ἐπανορθώσασθαι νόσημα διὰ τοῦ ἑαυτοῦ Λόγου, δι' οὗ καὶ ἐξαρχῆς ἡ τῶν ἀνθρώπων ἐπλάσθη φύσις. " Ἐπεὶ δὲ τὸ νόσημα τῶν ἀνθρώπων ἡ ἁμαρτία ἦν, ὅπερ ἐνήργησεν ἡ κακὴ θέλησις, ἔπρεπεν ἵνα καὶ ἡ ἐπανόρθωσις οἰκεία καὶ ἁρμόζουσα ᾖ πρὸς τὸ νόσημα· ὥσπερ καὶ οἱ ἰατροὶ τὰς θεραπείας ἀνα λόγους ποιοῦσι πρὸς τὸ νόσημα καὶ τὴν ἀσθενοῦντα. Καὶ γάρ φασι, «Τὰ ἐναντία τῶν ἐναντίων ἰάματα. Οὕτω δ' ἂν ἦν οἰκεία καὶ ἁρμόζουσα ή θεραπεία, εἴ γε ὁ μὲν ἄνθρωπος καθό αὐτεξούσιος οἰκεία θε λήσει προηρεῖτο τὸ ἀγαθόν· ἐπεὶ καὶ οἰκειᾳ θελή σει προηρέθη τὸ κακόν· ἡ δὲ θέλησις αὐτοῦ, εἴ γε κατευωδοῦτο καὶ κατευθύνετο πρὸς τὴν ὁδὸν τοῦ
col. 615–616page 304 of 326
PG 152:615καλοῦ, καὶ τὰ οὐρανια παὶ θεῖα ἠγάπα, μισήσασα καὶ ἀποῤῥίψασα τὰ φαῦλα, ἅπερ ἠθέλησε πρότερον. "Ωσπερ γὰρ ἡ διαστροφὴ τῆς θελήσεώς ἐστι τὸ μι σεῖν τὰ καλὰ, οὕτως ἡ ὀρθότης αὐτῆς τὸ τὰ καλὰ ἀγαπᾷν. Ταῦτα γὰρ εἴπερ ὁ ἄνθρωπος ἐποίει, πάν τως ἦσαν οἰκεῖα καὶ ἀρμόζοντα, καὶ οὕτως ἐδύνατο τὴν ἐπανόρθωσιν εὑρεῖν. Αγγελον μὲν οὖν τοῦτο ποιῆσαι οὐκ ἔδει, διότι ἀνοίκειον ἦν. Οὔτε γὰρ δι' αὐτοῦ ἐγένετο ὁ ἄνθρωπος, ἵνα καὶ δι' αὐτοῦ συντριβεὶς ἐπανορθωθῇ οὔτε ὅς ἥμαρτε τὴν θεραπείαν ἔμελλε ζητήσειν, ἀλλὰ ἄλλος ἀντὶ ἄλλου· ὅπερ οὐκ ἦν δίκαιον. ᾿Αλλὰ μὴν οὐδέ τινα ἄνθρωπον δυνατὸν ἦν τοῦτο ἐργάσι σθαι, διότι πάντες ἔνοχοι ἦσαν τῇ ἁμαρτίᾳ. Καὶ γὰρ αὐτὸ πρῶτον τὸ ἐξ ἀνδρὸς διὰ γυναικὸς μετά πάθους γεννᾶσθαι ἐκ τῆς προπατορικῆς ἁμαρτίας κατάγεται· ὥστε εἰ μὴ κατά τι ἄλλο, κατὰ τοῦτο γοῦν ἕκαστος ἁμαρτία υπόκειται. Διὰ τοῦτο γούν καὶ ἐγκρατὴς ἦν ὁ δαίμων τῶν ψυχῶν τῶν ἁγίων, ὅτι οὐδεὶς ἀνθρώπων ἀπηλλαγμένος ἦν παντάπασιν ἁμαρτίας διὰ τὴν ἀπληστίαν αὐτοῦ καὶ τὴν πλεονεξίαν, καὶ διὰ τὴν ὁμοιότητα τῆς ἁμαρτίας, καθ᾿ ἣν τοῖς ἀνθρώποις ἐκοινώνει, τοῖς μὲν πλεῖον τοῖς δὲ ἔλαττον, καὶ καθὸ αὐτοῖς ἐκοινώνει σημείον καὶ σφρα γῖδα ἐν αὐτοῖς εἶχε τῆς ἑαυτοῦ βασιλείας, τους ἐστιν ἁμαρτίας· ὥστε καὶ δικαίωμα. Τοῦτο δὲ καὶ οἱ πλεονέκται ποιοῦσιν, ἀφορμάς εὑρίσκοντες ἀεὶ τὰ τῶν ἐλαττόνων καὶ γειτνιαζόντων παρασπᾷν, καὶ ταῦτα ἑαυτῶν κληρονομίαν ποιεῖν. Εδει λοιπὸν ἄνθρωπον τινὰ γενέσθαι ἀναμάρτητον πάντη, ὥστε μὴ ἔχειν χρείαν τὰ ἑαυτοῦ ἐπανορθοῦν ἐλαττώματα, ἀλλὰ τὰ τῶν ἄλλων ἀναδεξάμενον ἁμαρτήματα, ὑπὲρ ἐκείνων πρὸς τὸν Θεὸν ἀπολογήσασθαι, ᾧ ἦσαν οἱ ἄνθρωποι πολέμιοι καὶ ἐχθροὶ, τὰ φαῦλα καὶ ἀγα πῶντες καὶ πράττοντες. Παρὰ μὲν οὖν τῶν ἀνθρώπων, ὡς ἔφημεν, ἀδύνα τον ἦν τοῦτο γενέσθαι, διὰ τὸ ἕκαστον ἁμαρτίαις ὑπεύθυνον εἶναι. Διὰ τοῦτο ὁ Υἱός τοῦ Θεοῦ, δι' οὗ τὰ πάντα ἐγένετο, εὐδόκησε τὴν ἡμετέραν φύσιν αναμαρτήτως ἀναλαβεῖν. Οθεν καὶ ἐκ Παρθένου ἐτέχθη, ἵνα πάντη ελεύθερος ᾗ τῆς προπατορικής ἁμαρτίας· καὶ οὕτω διαβιώναι, ὥστε μηδεμίαν ἁμαρτίαν ἐν αὐτῷ εὑρεθῆναι· ἀλλὰ πᾶσαν ἀρετὴν, δι' ὧν ἐδίδαξε καὶ ἔπραξε τοῖς ἀνθρώποις προθέντα τύπον καὶ ὑπογραμμὸν πᾶσι γεγονέναι προς σωτη ρίαν, καὶ τὸν τρόπον καὶ τὴν ἰδὲν τῆς θεραπείας τοῦ ἀνθρωπίνου νοσήματος διὰ τῆς ἀρετῆ καὶ τῆς ὀρθῆς ἐν αὐτοῖς θελήσεως προδιδάξαι. Καὶ γὰρ ἔδειξε δι ἑαυτοῦ, τίνι τρόπῳ δυνησόμεθα τὸ νόσημα ἡμῶν ἐπανορθώσασθαι. Πρῶτον γὰρ ἐφάνη διὰ τοῦ μυστηρίου τούτων τῆς οἰκονομίας ὅτι ὁ Θεὸς τοσοῦτον ἠγάπησεν ἡμᾶς, ὅτι καὶ ἄνθρωπον γενέσθαι ἠθέλησε τὸν ἑαυτοῦ Υἱὸν, καὶ διὰ τούτου κατέπεισεν ἡμᾶς ἀγαπᾶν αὐτ τὸν, ἐννοοῦντας τὴν ὑπερβάλλουσαν αὐτοῦ περί ἡμᾶς ἀγάπην. Καὶ οὕτω τῇ αὐτοῦ βοηθείᾳ καὶ χάν ριτι τοῖς ὑποδειχθεῖσι τρόποις ἐπόμενοι, ἐλπίζομεν τυχεῖν τῆς μακαριότητος, ἥτις ἐν τῇ Θεοῦ θεωρία
col. 617–618page 305 of 326
PG 152:617συνίσταται· εἰς ἣν αὐτὸς ἡμᾶς εἴλκυσε. Τὴν γὰρ ἀσθένειαν ἑαυτοῦ γινώσκων ὁ ἄνθρωπος, οὐκ ἂν ἐνόμισε πρὸς ταύτην δυνηθήναι ἀφίξεσθαι, εἰ μὴ τὴν παρὰ Θεοῦ εἰς ἑαυτὸν ἔβλεπεν οὖσαν τοσαύτην, ὥστε τὸν Θεὸν ἄνθρωπον γενέσθαι, καὶ εἰ μὴ πρὸς ἑαυτὸν ὁ Θεὸς ἡμᾶς προυκαλεῖτο. Εἰ γὰρ μὴ δυνα τὸν ἦν πρὸς τὸν Θεὸν ἡμᾶς κατὰ τὸ ἐγχωροῦν ἀνα τείνεσθαι, οὐκ ἂν τὸ ἀδύνατον εἰς τὰ ἀδύνατα προΰ καλεῖτο. Ὥστε τὸ τιμιώτατον τοῦ Θεοῦ κτίσμα ὁ ἄνθρωπος ἐπέγνω τὸν ἀληθῆ Θεὸν διὰ τοῦ τὸν Θεὸν ἄνθρωπον γενέσθαι, καὶ τῆς τῶν δαιμόνων ἀπέστη λατρείας καὶ πλάνης, καὶ τῆς ἰάσεως ἔτυχεν. Οὐ γὰρ ἦν εἰκὸς τὸν θεὸν, ἀγαθὸν ὄντα, τὸ ἑαυτοῦ πλάσμα καταλιπεῖν ἀβοήθητον. Έπειτα ἐπεὶ ἐλέγομεν τὸ ἀνθρώπινον ἁμάρτημα συνίστασθαι ἐκ τοῦ τὰ φαῦλα ἐπιθυμεῖν καὶ τὰ σωματικὰ ἀγαθὰ, τὰ δὲ αἰώνια ἀγαθὰ οὐδαμῶς πὼς ἦν δυνατὸν τοῦτο θεραπευθῆναι, καὶ πρὸς θεὸν ἀναχθῆναι, δι' ὧν ἔπραξε καὶ πέπονθε καθα μῶς ἔδειξε. Καὶ γὰρ πένητας γονέας προείλετο, την δὲ ἀρετὴν τελείους, ἵνα μηδεὶς ἐγκαυχάται τῇ ἀσθε νείᾳ τῆς σαρκός. Πτωχὸν εἶχε βίον, ἵνα τοὺς ἀνθρώπους διδάξῃ χρημάτων καταφρονεῖν. Εστερημένος ἀξιώματος διεβίω, ἵνα παύσῃ τοὺς ἀνθρώπους τῆς ἀτάκτου περὶ τὰς τιμὰς ἐπιθυμίας. Πόνον, λιμόν, δίψαν, μάστιγας ὑπέμενεν ἐν τῷ σώματι, ἵνα διδάξῃ τοὺς ἀνθρώπου; μὴ ἡδονῇ καὶ τρυφῇ καὶ ἀνέσει προσέχοντας ἀφίστασθαι τοῦ τῆς ἀρετῆς ἀγαθοῦ. Τέλος θάνατον ὑπέμεινεν, ἵνα μηδεὶς διὰ τὸν φόβον τοῦ θανάτου τὴν ἀλήθειαν ἐγκαταλιμπάνῃ. Τὸν ἐπονείδιστον διὰ σταυροῦ προείλετο θάνατον, ίνα μηδείς ὑπὲρ τῆς ἀληθείας τὸν ἐπονείδιστον εκτρέπηται θά νατον. Ωστε προσῆκε τὸν Θεὸν ἄνθρωπον γενέσθαι, ἵνα τῷ καθ᾿ αὐτὸν ὑποδείγματι τοὺς ἀνθρώπους ἐπὶ τὴν ἀρετὴν προκαλέσηται, καθά φησιν ὁ μακά ριος Πέτρος, ο Χριστός πέπονθεν ὑπὲρ ἡμῶν, ἡμῖν εγκαταλιμπάνων ὑπογραμμὸν, ἵνα τοῖς ἴχνεσιν αὐ τοῦ ἐπακολουθήσωμεν. Ἐπεὶ δὲ οὐ μόνον τὰ τῆς ἀρετῆς ἔργα ικανά εἰσι πρὸς τὸ τυχεῖν τῆς αἰωνίου μακαριότητος, ἀλλὰ καὶ ἡ γνῶσις τῆς περὶ Θεὸν ἀληθείας· οὐκ ἦν δὲ δυνατὸν τὴν περὶ Θεὸν ἀλήθειαν ἄνθρωπον διδά σχοντα πιστευθῆναι· ἔστι γὰρ καὶ ἀπατῆσαι καὶ ἀπετηθῆναι τὸν ἄνθρωπον· ἔδει καὶ κατὰ τοῦτο τὸν θεὸν ἄνθρωπον γενόμενον τὴν ἀληθῆ πίστιν διδάξαι, ἵνα μηδὲν ἀμφίβολον ἔχῃ, ὡς ἀπὸ Θεοῦ καὶ ἀνθρώπου παραδοθεῖσα. Οτι δὲ Θεὸς ἦν, ἐδίδαξε διὰ τῶν θαυμάτων, ἃ οὐδαμῶς ἀνθρωπίνῃ δυνάμει δύναται ἐργάσασθαι. 'Αλλ' ἐπειδὴ τοὺς μὲν τότε παρόντας καὶ ὁρῶντας εἰκὸς ἦν τότε πιστεύειν, οἱ δὲ μετὰ ταῦτα προσβάλλοντο ἂν πλάσματα ταῦτα εἶναι καὶ πρὸς τοῦτο ἐπενοήθη θεραπεία. Εἰ γὰρ ὁ τὴν πίστιν ταύτην διδάξας καὶ τὰ θαύματα εργάσασθαι λεγόμενος πλούσιος ἦν, καὶ ἀρχὴν μεγάλην καὶ στρατεύματα εἶχεν, ἔδοξεν ἂν τισὶν ὅτι ἡ ἐκείνου διδασκαλία καὶ τὰ θαύματα πλάσματά εἰσι, καὶ
col. 619–620page 306 of 326
PG 152:619ὑπὸ δυνάμεω; καὶ βοηθείας ἀνθρωπίνης παρεδέχθησαν. "Ινα δε μηδεὶς τοῦτο εἴπῃ, Θεοῦ δὲ ἔργον εἶναι πᾶς τις ὁμολογήσῃ, πάντα τὰ ἀσθενῆ καὶ απεῤῥιμένα προείλετο, πένητα μητέρα, ἐνδεᾶ βίον, μαθητὰς καὶ κήρυκας ιδιώτας. Ἠθέλησεν ἀποδοκιμασθῆναι καὶ καταδικασθῆναι μέχρι θανάτου, ἵνα τοῖς ὕστερον ἡ ἐκείνου διδασκαλία καὶ τὰ θαύματα φανῇ, ὅτι οὐκ ἀνθρωπίνης δυνάμεως, ἀλλὰ Θεοῦ ἦσαν. Οθεν καὶ ἐν οἷς ἐποίει καὶ ἔπασχεν, ἡ ἀνα θρωπίνη ἀσθένεια ἀεὶ τῇ θείᾳ δυνάμει συνήπτετο, Ἐν γὰρ τῇ γεννήσει πενιχρά τινα ἐφαίνοντο, σπή λαιον καὶ σπάργανα, καὶ τοιαῦτα· ἀλλ' ὑπὸ τῶν ἀγγέλων ὑμνεῖται, καὶ ἀστέρος ὁδηγοῦντος προσκυνεῖται ὑπὸ τῶν Μάγων. Ὑπὸ τοῦ διαβόλου πειράζεται· ἀλλ᾽ ἄγγελοι διακονοῦσιν αὐτῷ. Προσαίτης διεβίω καὶ πένης· ἀλλ' ἀνίστησι τοὺς νεκροὺς καὶ τοὺς τυφλούς φωτίζει. θνήσκει σταυρῷ προσπαγεὶς, συναριθμεῖται λῃσταῖς· ἀλλ' ὁ ἥλιος ἐν τῷ θανάτῳ τούτου σχετίζεται, ἡ γῆ τρέμει, συντρίβονται πέτραι, μνημεῖα ἀνοίγονται, τὰ τῶν νεκρῶν ἀνίστανται σώματα. Εἰ τοίνυν τούτων γενομένων ἕτερα σημεία ζητή σει τις, πρὸς τὸ πιστεῦσαι, καὶ λίθων σκληρότερος ἔσται, ὡς τούτων ἐν τῷ τοῦ Χριστοῦ θανάτῳ σχια σθέντων. Κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ τοὺς μας θητὰς προείλετο καὶ εἰς τὸ κήρυγμα ἐξαπέστειλεν, ἀγραμμάτους, ἀγεννείς, πένητας, ἁλιεῖς, οὓς ἀπεῤῥιμμένους προσέταξεν εἶναι, καταφρονεῖσθαι ὑπο μένειν, μὴ συνάγειν πλοῦτον, τιμάς, δόξαν. Καὶ αὐτοὶ δὲ οὕτω; ἔχοντες, θαύματα ἐποίουν, ἵνα καὶ ἡ τούτων διδασκαλία θεία φαίνηται, καὶ οὐκ ἐξ ἀν θρωπίνης σοφίας καὶ δυνάμεω;. Θαύματα ἐποίουν τὰ αὐτὰ, καὶ μείζω. Η γὰρ σκιά τούτων νεκρούς ἀνέστη. Αὐτὸς γὰρ εἶπεν, ι (πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει.» Πάντα δὲ ὑπέμενον, πρὸς τὸ πά θος ἀποβλέποντες καὶ τὸν θάνατον τοῦ Χριστοῦ, 8; αὐτοῖς εἶπεν, «Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώ ξουσιν.» Ἐπεὶ δὲ ὁ ἄνθρωπος συνεχώρησε τῇ ἑαυτοῦ θε λήσει, καὶ παρέβη καὶ ἠδίκησε κατὰ τοῦτο τὸν Θεὸν, τὸ κτίσμα αὐτοῦ τὸ τιμιώτερον ζημιώσα; αὐτὸν, καὶ γὰρ κληρονομία αὐτοῦ ἐγένετο διὰ τῶν πονηρῶν ἔργων, καὶ διὰ τοῦτο ὠφείλετο αὐτῷ τιμωρία μεγίστη, ὅσῳ καὶ ὁ ἀδικηθεὶς Θεὸς μεί ζων πάντων ἀσυγκρίτω; ἐστίν· οὐδεὶς δὲ ἦν ἱκανὸς εἰς ἑαυτὸν ἀναδέξασθαι τὴν τιμωρίαν τῆς τοσαύ της ἀδικίας, ὡς εἴπομεν· ἀνέλαβε ταύτην τὴν τι μωρίαν ὁ τοῦ Θεοῦ Υἱὸς γενόμενος ἄνθρωπος, καὶ ἔπαθεν ὅσα ἡμεῖς ὀφείλομεν παθεῖν, καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, οἱ κατεῖχον ἡμᾶς ὡς ίδια λάφυρα, δουλωθέντας διὰ τὴν ἁμαρτίαν· καὶ οὕτως ἐπληρώθη ἐν αὐτῷ ἡ δικαιοσύνη. Ο γὰρ άμαρτάνων καὶ πταίων καὶ ἀδικῶν τιμωρεῖσθαι ὀφείλει. Ετιμωρήθη τῶν ἀνθ' ἡμῶν ὁ Υἱὸς τοῦ Θεοῦ γενόμενος ἄνθρωπος, καὶ τὸν τρόπον τοῦτον Ακολούθησεν ἡμῖν ἡ ἐλευθερία κατὰ τὸν δίκαιον
col. 621–622page 307 of 326
PG 152:621λόγον. Εἰ γὰρ ἀλλοτρόπως ἠλευθερούμεθα, ἢ ὁρισμῷ τοῦ Θεοῦ καὶ δυνάμει, ἢ δι᾽ ἀγγέλου, οὐκ ἂν ἠκο λούθει τὸ μετὰ δικαιοσύνης. ᾿Αλλὰ μὴν ὁ Θεὸς δι καιός ἐστιν. Ὡς οὖν ὁ λόγος τῆς δικαιοσύνης ἀπῄ τει. οὕτως ἐγένετο. Ικανὴ δὲ ἐφάνη καὶ ἡ διάλυσις τοῦ πταίσματος τοῦ ἀνθρωπίνου παρὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ γενομένη, ὃς προσλαβόμενος σάρκα, πάντ των ἄπειρον τὴν ἀξίαν εἶχε, καὶ ὡς Θεὸς καὶ ὡς ἄνθρωπος ἀναμάρτητος. Ὅσον οὖν ἡ ἀξία τούτου ὑπερείχε, τοσοῦτον ηδυνήθη βαδίως καὶ τὴν τῶν ἀνθρώπων πρὸς τὸν Θεὸν ἔχθραν διαλύσασθαι. Καὶ γὰρ ἴσμεν ὅτι ὁ μείζονα ἔχων ἀξίαν, οἷον ἢ βασι λεὺς ἢ ἄλλος τις υπερέχων, παρακαλῶν ὑπὲρ δια λύσεω; τινὸς ἀδικήματος, μᾶλλον εἰσακούεται, ή εἴ τις ὑπὲρ αὐτοῦ τούτου τοῦ ἀδικήματος ικετηρίαν, προτείναι, στρατιώτης τυχὸν ἢ ἑτερός τις υποδε βηκώς. "Οθεν καὶ κατὰ τοῦτο ἔδει τὸν Θεὸν ἄνθρων πον γενέσθαι, ἵνα ἀπείρον τὴν ἀξίαν ἔχων δυνηθῇ τὰ ἁμαρτήματα διαλύσασθαι τῶν ἀνθρώπων· ὅπερ ἄλλος οὐδέποτ' ἂν ἐδυνήθη, οὐκ ἄγγελος, οὐκ ἄνθρω τος. Οὐδεὶς γὰρ ἂν ἐξισώθη τῇ ἀξίᾳ τοῦ θεανθρώπου λόγου. Διὰ ταῦτα τοίνυν οὐ δεῖ λέγειν ὅτι ἐδύνατο ὁ Θεὸς τὸν ἄνθρωπον μή συγχωρεῖν πεσεῖν εἰς τὴν ἁμαρτίαν. Τοῦτο γὰρ τὸν λόγον τοῦ αὐτεξουσίου ἀναιρεῖ. Ο δὲ θεὸς τὴν τάξιν τῶν πραγμάτων οὐκ ἀναιρεῖ, ἀλλὰ σώ ζει. Οὔτε μὴν λέγειν εἰκὸς ὅτι ἐδύνατο ἄνευ διαλύσεως τῆς ἁμαρτίας τὸν ἄνθρωπον καθᾶραι. Τοῦτο γὰρ τὴν τάξιν τῆς δικαιοσύνης ἀναιρεῖ. Φαίνεται τοίνυν ὁ θεὶς ὅτι διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ τὴν τῶν πραγ μάτων ἐτήρησε τάξιν καὶ κατὰ τὴν φύσιν καὶ κατὰ τὴν δικαιοσύνην. Καὶ ἡμῖν οὐδὲν ἄτοπον ἀκολουθεῖ, λέγουσι τὸν Υἱὸν τοῦ Θεοῦ ἄνθρωπον γενέσθαι και ἀποθανεῖν. Αλλως τε ἐν τοῖς τοῦ Θεοῦ ἔργοις αὐ τοῦτο σκοπεῖν δεῖ, ὅτι τόδε τι καὶ δι' ἑτέρου τρόπου ἐδύνατο γενέσθαι, ἀλλὰ πῶς ἂν οἰκειοτέρως ἐγένετο, καὶ εἰ μὴ τὸ ἄριστόν ἐστιν οὕτως ὡς ἔχει. Εἰ δ' ὅτι λέγομεν, Ὁ Θεὸς ἀπέθανε, τῶν ἀπίστων τις πῶς δύναται γενέσθαι τοῦτο διαπορεῖ, ὥστε νο μίζειν ὅτι ὁ Θεὸς εἰς ἀνθρωπότητα μετεβλήθη ἀλλ' ἡμεῖς τοῦτο οὐχ οὕτω λέγομεν. Τὰ γὰρ σώματά εἰσι τὰ μεταβάλλοντα εἰς ἄλληλα, ὡς ἀὴρ πῦρ για νεται, εἰς πῦρ μεταβάλλον· τὰ δὲ ἀσώματα τῷ δρα στικῷ τῆς αὐτῶν δυνάμεως ἐνοῦνται τοῖς σωματι. Ο χας, καὶ δι' αὐτῶν διήκουσιν· ὥσπερ ἡ ψυχὴ τῷ σώματι ἐνοῦται. Εἰ δὲ ἡ ψυχὴ τῷ σώματι ἐνουμένη οὐ μεταβάλλεται κατ' ουσίαν· πολλῷ μᾶλλον ὁ ἀπλούσατος Θεός πλέον ἢ ἂν εἴποι τις δύναται ἐνοῦ σθαι τοῖς σώμασι, μὴ μεταβαλλόμενος. ᾿Αλλὰ καὶ τὸ πῦρ τὸν σίδηρον πύρινον ποιῶν, οὐ μεταβάλλεται εἰς τὴν τοῦ πυρὸς οὐσίαν. Αλλ' ἐν μὲν τοῖς κτίσ σμασι κατ' άλλον τρόπον ὁ Θεὸς οἰκεῖ· καὶ τούτοις ἐνοῦται, τοῖς μὲν πλεῖον, τοῖς δὲ ἔλαττον, κατὰ τὴν ἀναλογίαν τῆς αὐτῶν φύσεως καὶ τελειότητος μετέ χεσθαι λεγόμενος ἀμεθέκτως· ἐν δὲ τῇ προσλήψει ταύτῃ τῆς σαρκὸς, ἣν ὁ Θεὸς ἑαυτῷ ὑπεστήσατο, υψηλότερον τρόπον καὶ ἐπ' ἐκείνου μόνον συμβάντα καὶ ἀποῤῥητότερον, καὶ μεῖζον ἢ ὁ νοῦς καταλαβεῖν
col. 623–624page 308 of 326
PG 152:623& εξισχύει, επείπερ οὐδὲ τὸ δραστικὸν τῆς θείας φύ σεως ὁ νοῦς ὁ ἀνθρώπινος καταλαβεῖν δύναται, καὶ τοσοῦτον ἤνωται, ὥστε τὰ συναφθέντα αχώριστα δια μεῖναι, εἰ καὶ ἡ ἀνθρωπίνη ψυχὴ ἐν τῷ καιρῷ τοῦ θανάτου του σώματος πρὸς ὀλίγον διέστη· καὶ διὰ τὴν ἄκραν ἔνωσιν τὸ ἕτερον τῷ τοῦ ἑτέρου ὀνόματι λέγεσθαι ἦν, τὸν Θεὸν ἄνθρωπον καὶ τὸν ἄνθρωπον Θεὸν, καὶ ἀμφότερα, τουτέστι την μίαν ὑπόστασιν τὸν αὐτὸν Θεὸν καὶ ἄνθρωπον κατ' ἄλλο καὶ ἄλλη ὥσπερ καὶ ὁ ἄνθρωπος ὁρῶν καὶ ἀκούων, οὐ κατά τὸ αὐτὸ ὁρᾷ καὶ ἀκούει· ἀλλὰ τὸ μὲν κατὰ τὴν ὁρατικὴν δύναμιν, τὸ δὲ κατὰ τὴν ἀκαυστικήν. Παράδειγμα δὲ τῆς ἑνώσεως ταύτης οὐκ ἔστιν οὐ δὲν οἰκεῖον. Εἰ γὰρ ὥσπερ φυσικὴν δύναμιν τὴν ἐν τοῖς σώμασι θεωρουμένην ώς παράδειγμα προβαλού μεν, ἢ τὸν ἐν καρδίᾳ λόγον, ὃς διὰ τῆς φωνῆς ἔξω θεν δηλοῦται, ἢ τὴν ψυχὴν πρὸς τὸ σῶμα, ἢ τὸ πῦρ πρὸς τὸν σίδηρον ἐκπυρούμενον ὑπ' αὐτοῦ, οὐδὲν ἐροῦμεν οἰκεῖον. Ταῦτα γὰρ ἀνυπόστατα εἰσι, καὶ μᾶλλον περιέχονται ή περιέχουσιν. Ὁ δὲ Υἱὸς τοῦ Θεοῦ ἐνυπόστατός ἐστι καὶ ζῶν καὶ τέλειος· καὶ ὡς τιμιώτερον καὶ κρείττον περιέχει τὴν προσληφθεῖσαν ἀνθρωπίνην φύσιν. Οὐ μὴν οὐδ' ὥσπερ λέγομεν ὅτι ἡ ἀνθρωπίνη φύσις ἐκ δύο μερῶν σύγκειται, σώμα τος καὶ ψυχῆς (καὶ γὰρ ἡ ψυχὴ; εἰ καὶ τιμιωτέρα τοῦ σώματος ὁμολογεῖται, ἀλλ᾽ οὖν ἀτελῆς ἐστιν εἰς τὸ συστῆσαι μόνη τέλειον ἄνθρωπον)· κατὰ τοῦτον τὸν τρόπον λέγομεν ὅτι ἡ τοῦ Χριστοῦ φύσις ἐκ μέρους σύγκειται τῆς θεότητος καὶ ἀνθρωπότητος ἡ γὰρ θεότης μέρος οὐκ ἔστιν. Ατελὲς γάρ ἐστι πᾶν μέρος· καὶ τῇ θεότητι τελειοτάτη ούσῃ οὐδὲν προστίθεται· ἀλλ᾽ οὕτω λέγομεν, ὅτι ἡ ὑπόστασις τοῦ Χριστοῦ ἐστιν ἐκ θεότητος καὶ ἀνθρωπότητος οὐχ ὡς ἑκατέρου τούτων μέρους ὄντος, ἀλλὰ διὰ τὴν ἀμετάβλητον ἔνωσιν εἰς ἐν τῶν δύο φύσεων. 'Αλλ' οὐδὲ λέγομεν ὅτι ἐκ δύο οὐσιῶν μία τις τρίτη ἀνε κράθη φύσις, ὥσπερ οἶνος καὶ ὕδωρ εἰς ἐν ἀνακραθέντα καὶ μηδέτερον ὅν· ἀλλ' ὅτι καὶ μετὰ τὴν ἔνω σιν διαμένουσι δύο φύσεις διακεκριμένοι ἀλλήλων οὐ καθ᾽ ὑπόστασιν (μίαν γὰρ ὑπόστασιν ὁμολογοῦ μεν), ἀλλ' ὅσον κατὰ τὴν τῶν φύσεων ιδιότητα. ο Ἐπεὶ δὲ ὡμολόγηται ἡ τοῦ Θεοῦ φύσις ἀπείρ μέτρῳ τιμιωτέρα· τοῦ δὲ τιμωτέρου τὰ ἐλάττονα ἔχονται καὶ οἷον ἐκκρέμανται· διὰ τοῦτο οὐ λέγομεν ὅτι ἡ ἀνθρωπίνη φύσις τὴν τοῦ Θεοῦ προσελάβετο φύσιν· ἀλλ' ὁ Θεὸς τὴν ἀνθρωπίνην ἀνελάβετο φύσιν" οὐχ ὡ; εἰς Θεὸν μεταβληθεῖσαν, ἀλλ' ὡς τῷ Θεῷ προσπεφυκυίαν. Διὰ τοῦτο καὶ ὡς τιμιώτερον, ἔχει μὲν τὴν ἀνθρωπίνην φύσιν, ἔχεται δὲ αὕτη ὑπὸ τῆς θείας φύσεως· ὥσπερ ὁ μὲν ἄνθρωπος ἀρχοειδέστερον ἂν καὶ τιμιώτερον ἔχειν τὴν χεῖρα λέγομεν, ἀλλ' οὐ τὸν ἄνθρωπον ἡ χείρ. Εἰ τοίνυν μέρη ἦσαν ή θεότης καὶ ἡ ἀνθρωπότης, ὡς ἐξ αὐτῶν συνίστασθαι μίαν φύσιν κοινὴν, ὡς ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον, ἐλέγομεν ἂν ὅτι καὶ ὁ Θεὸς ἔχει τὸν ἄνθρωπον, καὶ
col. 625–626page 309 of 326
PG 152:625ἡ ἀνθρωπότης τὴν θεότητα, ὡς καὶ ἐπὶ τοῦ σώμα τας ἔχει καὶ τῆς ψυχῆς. Καὶ γὰρ, Η ψυχή, λέγομεν, ἔχει σῶμα, καὶ Τὸ σῶμα ἔχει ψυχήν. Ἐπεὶ τοίνυν ὁ μονογενής Υἱὸς τοῦ Θεοῦ, τουτέστιν ὁ τοῦ Θεοῦ λόγος, φύσιν ἀνθρωπίνην διὰ τῆς προσ λήψεως ἔχει, ἀκολουθεῖ τοῦτον εἶναι ὑποκείμενον ἢ ὑπόστασιν ἢ πρόσωπον τῆς ἀνθρωπίνης φύσεως. Τὸ γὰρ τινὰ φύσιν ἔχον ὑπόστασις λέγεται τῆς φύσεως ἐκείνης· ὥσπερ τὸ φύσιν ἵππου ἔχον ὑπόστασις ἢ ὑποκείμενον τοῦ ἵππου λέγεται εἶναι. Καὶ εἴπερ ἡ φύσις ἡ ἐχομένη νοερά ἐστι, τότε μᾶλλον πρόσωπον λέγεται. Πάλιν ἐξ ἀϊδίου ἔχον τὴν θείαν φύσιν, οὐ κατὰ τρόπον συνθέσεως, ἀλλ' ἀπλῆς ταυτότητος, λέγεται καὶ τῆς θείας φύσεως ὑπόστασις ή προσώπου, καθόσον δηλονότι δυνατόν ἐστιν ἐκφαίνεσθαι τὰ θεῖα τοῖς ἀνθρωπίνοις ὀνόμασιν. Ὁ τοίνυν Υἱός τοῦ Θεοῦ ὑπόστασις ἢ πρόσωπόν ἐστι τῶν δύο φύ σεων, τῆς θείας δηλαδὴ καὶ τῆς ἀνθρωπίνης, ἐν δυσὶ φύσεσιν ὑφεστώς. Εἰ δὲ λέγει τις, Ὅτι ἐπεὶ ἡ ἀνθρωπίνη φύσις οὐκ ἔστι συμβεβηκὸς ἐν αὐτῇ, ἀλλὰ πρᾶγμα ὑφεστὼς καὶ οὐσία μερικὴ ἀνθρωπίνη παρὰ τὴν ὑπόστασιν τοῦ Θεοῦ Λόγου δοκεῖ· διὰ τί τοῦτο δύο ὁποστάσεις εἶναι ἐν τῷ Χριστῷ οὐ δεῖ κατανοεῖν; "Οτι ἐκεῖνο ὀνομάζεται ὑπόστασις δ᾽ οὐ περιέχεται ὑπ᾽ ἄλλου ἀρχιειδεστέρου και τιμιωτέρου. Η γὰρ τοῦ ἀνθρώπου χεὶρ οὐσία μέν τίς ἐστιν, οὐ μὴν ὑπόστασις λέγεται· ἔχει γὰρ αὐτὴν ἄλλο τι ἀρχοειδέστερον καὶ τιμιώτερον ὄν, ὁ ἄνθρωπος. Εἰ γὰρ μὴ τοῦτο ἦν, οὐδὲν ἐκώλυς πρόσωπα πολλὰ καὶ πολλὰς ὑποστάσεις ἐν τῷ ἀνθρώπῳ ὁμολογεῖν. Καὶ ἡ φύσις τοίνυν ἡ ἀνθρωπίνη ἐν τῷ Χριστῷ ὑπὸ τιμιωτέρου τῆς θείας φύσεως προσείληπται· καὶ διὰ τοῦτο ἐχομένη ὑπ᾽ ἐκείνης, οὐκέτι· καὶ ἰδίως ὑπόστασις λέγεται. Εἶ; δέ ἐστι διὰ τὴν τῆς ὑποστάσεως ἑνότητα· ἀλλ᾽ οὐ δύο κυρίως δύναται λέγεσθαι, Δύο μέντοι φύσεις ἔχειν ὁ Χριστὸς οἰκείως ῥηθήσεται. Καὶ γὰρ ἐν μιᾷ ὑποστάσει ὁ αὐτός ἐστι Θεὸς καὶ ἄνθρωπος, καθάπερ πολλάκις είρηται. Δεῖ τοίνυν τὸ περὶ τῆς σαρκώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ μυστήριον ἀναμφιβόλως ὁμολογεῖν. Καὶ γὰρ ἡ Χριστιανική πίστις ἀρχικῶς μὲν ἐν τῇ τῆς ἁγίας Τριάδος ὁμολογία συνίσταται· ἰδίως δὲ ἐν τῷ σταυ ρῷ παυχᾶται τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν αὐτῷ τὴν σωτηρίαν ἀπεκδεχόμεθα. ι Θ γὰρ τοῦ σταυροῦ λόγος, ο ὥς φησι Παῦλος, 4 εἰ καὶ τοῖς ἀπολλυμένοις μωρία ἐστὶν, ἀλλὰ τοῖς σωζο μένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. Καὶ εἴ τις τὸ πρέ τον καὶ εἰκὸς εὐσεβεῖ διανοίᾳ ἐπὶ τοῦ πάθους καὶ τοῦ θανάτου τοῦ Χριστοῦ θεωροί, τοσοῦτον σοφίας βάθος εὑρήσει, ὡς ἀεὶ τὰ περὶ τούτων λογιζομένῳ μείζω καὶ πλείω θεωρήματα συναντᾷν, καὶ τῇ πείρᾳ λαμβάνειν ἀληθὲς εἶναι, ὅ φησιν ὁ αὐτὸς ἀποστολὰς 4 Ημείς κηρύττομεν Χριστὸν ἐσταυρωμένον Ἰουδαίοι; μὲν σκάνδαλον, Ελλησι δὲ μωρίαν· ἡμῖν

Chapter VIIICaput VIII

col. 627–628page 310 of 326
PG 152:627δὲ τοῖς κλητοῖς Ἰουδαίοις καὶ Ἕλλησι. Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν.» Καὶ πάλιν, «Τὸ μω ρότερον τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν.» Ωστε διὰ τῆς περὶ τὴν Τριάδα πίστεως καὶ τῆς κατὰ τὴν ἐνανθρώπησιν τοῦ Υἱοῦ τοῦ Θεοῦ ὁμολογίας ἐλπίζομεν ἀπὸ τῆς τοῦ Θεοῦ βοηθείας, ἣν ἡμῖν ἐν τῷ παρόντι διὰ τῶν μυστηρίων δίδωσι, καὶ τῶν τοῦ αὐτεξουσίου ἔργων, μετά θάνατον ἀξιωθῆναι τῆς μελλούσης μακαριότητος, ἥτις ἔσται τῆς τῶν νεκρῶν ἀναστάσεως καὶ τῆς τελευταίας κρίσεως γενομένης. ΚΕΦΑΛ. Η'. Περὶ τῆς μελλούσης τῶν νεκρῶν ἀναστάσεως. Καὶ γὰρ μετὰ τῶν τῆς πίστεως κεφαλαίων καὶ ἀνάστασιν νεκρῶν ὀφείλομεν πιστεύειν. Πρῶτον μὲν, ὅτι ἐπεὶ δίκαιός ἐστιν ὁ Θεὸς, ἀνάγκη αὐτὸν ἀμείψασθαι τοὺς μὲν πονηροὺς κακοίς, τοὺς δὲ ἀγα θοὺς ἀγαθοῖς. Εἰ δὲ τοῦτό ἐστιν, ἔσται καὶ ἀπόλαυ οις καὶ κόλασις. Εἰ δὲ ταῦτα κρίσις. Εἰ δὲ κρίσις, καὶ ἀνταπόδοσις. Ὥστε ἐπεὶ δίκαιός ἐστιν ὁ Θεὸς, ἔσται ἀνάστασις. ᾿Ανάστασις δὲ σωμάτων· ἡ γὰρ ψυχὴ ἀθάνατός ἐστι. Καὶ γὰρ τὸ σῶμα ὄργανον ποτα νωνεῖ τῇ ψυχῇ ἐν οἷς ἂν αὕτη ὁρμήσῃ, κατά τα ἐναντία, καὶ μή. Διόπερ ὀφειλόμενον, ἵνα τῶν αὐτῶν κληρονομήσῃ μετὰ τῆς ψυχῆς καὶ τὸ σῶμα, δόξης ἢ ἀτιμίας. Οἷς εἰ μὴ πιστεύει τις διὰ τὰς σωματικὰς φθορὰς τῶν σωμάτων καὶ παντοδαπὰς ἀλλοιώσεις, ἀλλὰ πρὸς τὸ τοῦ Θεοῦ παντοδύναμον οὐδὲν ἀδύνατον ἔσται· δς πιστεύομεν ὅτι πάντα οἶδ: πριν γενέσεως αὐτῶν, καὶ ὅτι τὸ πᾶν ὥσπερ ἐν δρακι συνέχει. Εἰ γοῦν τοῦτο ὁμολογεῖται, οὐδὲ τὸ ἀνθρώπινον σῶμα εἰς μυρίας μεταβολές μεταβαλόν, τὸν ®, πανταχού παρόντα και πάντα συνέχοντα διδράσκει, ἐντὸς ἄν τοῦ κόσμου· ἀλλὰ τῷ τούτου θελήματι τὴ ἔργον ἀκολουθήσει διὰ τὸ παντοδύναμον τοῦ Θεοῦ. Εἰ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παρή γαγε, πῶς εἰς τοῦτο ἀδυνατήσει; καὶ ταῦτα τῆς ὕλης ὑποκειμένης, εἰ καὶ εἰς τὸ ἐλάχιστον διὰ πολυ λῶν καὶ ποικίλων τῶν μεταβολῶν προελήλυθεν. Οὐ γὰρ παντάπασιν ἡ ὕλη εφθάρη· μένει δὲ ὁπωσουν, εἰ καὶ ἡμῖν ἄδηλος. Εἰ δὲ ἡ αὐτὴ ὕλη πολλοῖς εἰς γένεσιν συνετέλεσε, τὸ μὲν ἀνῆκον ἑκάστῳ ἀναληφθήσεται· τὸ δὲ ἐλλείπον ἡ θεία φύσις ἀναπληρώσει. Καὶ ἀπὸ τῶν σωματικῶν δὲ ἔστιν εἰκόνα τινὰ καὶ δείγμα λαβεῖν. Ο γὰρ οἶτος ἐν γῇ σηπόμενος ἀνα βλαστάνει πάλιν, καὶ εἰς τὸ αὐτὸ εἶδος τοῦ σίτου ἀποκαθίσταται· ὅπερ κατ᾽ ἔτος ὁρῶντες, ἀπὸ τῆς συνηθείας οὐδὲν θαυμαστὸν εἶναι νομίζομεν. Εἴ τις δὲ ἀνθρώποις διελέγετο περὶ τούτου μηδέποτε τοῦτο ἰδοῦσι, μηδὲ τὴν τῶν σπερμάτων φύσιν ἐπισταμένοις, οὐκ ἂν ἐπιστεύθη. Φασὶ δὲ καί τι ζώον περὶ τὰ τῆς ἀνατολῆς μέρη πολλά ἔτη ζῇν· εἶτα τελευτῶν ἀπὸ τῆς αὐτοῦ σήψεως χωρίς συνουσίας οἷον σκώληκε γεννώμενον, τὸ αὐτὸ ζῶον ἐν τῷ αὐτῷ εἴδει ἀποκα
col. 629–630page 311 of 326
PG 152:629θίστασθαι, καὶ πάλιν ἐπ᾿ αὐτοῦ τὸ αὐτὸ γίνεσθαι κατὰ τὴν ἀπὸ Θεοῦ τεταγμένην τῶν τοσούτων χρό των περίοδον. Καὶ ἄλλα ζῶα ἐξ ἄλλης ύλης γεννῶνται, οὐ κατὰ δύναμιν ἀνθρωπίνην· καὶ οὐ τὰ αὐτὰ ἐκ τῶν αὐτῶν ἀεί· ὥσπερ σφήκες μὲν ἐκ τῆς τοῦ ἵππου κεφαλῆς, ἐκ δὲ τοῦ βοὸς μέλιτται, καὶ ἄλλα ἐξ ἄλλων· τοῦ Θεοῦ διὰ τούτων ὑποδεικνύντος ἡμῖν μὴ ἀπορεῖν ἐπὶ τῶν παραδοξοτέρων, ὧν ὁ Θεὸς διδάσκα λες ἐγεγόνει· καὶ αὐτὸς μόνος, ὡς τὰ πάντα δυνά μενος, τελειοῦν δύναται. Τῆς ἀναστάσεως τοίνυν καὶ τῆς ἀνταποδόσεις ἀναιρουμένων, πλήθη ἀτόπων συμβήσεται ὁμολογεῖν. Ὅτι τὰ ἄλογα ζωα κρείττονα ἡμῶν εἰσί· καθότι ἐκεῖνα μὲν ζωὴν ἔλυπον ἔχουσιν· ἡμεῖς δὲ καὶ λύ πούμεθα καὶ κινδυνεύομεν, ἐξαιρέτως διὰ τὴν περὶ Θεοῦ ἀλήθειαν. Τίνος γὰρ ἕνεκα πολλοὶ τῶν ἀνθρώ των ἀρετὴν καὶ σωφροσύνην είλοντο, τῶν τοῦ κόσμου καταφρονήσαντες ἡδέων, καὶ ὑπὲρ ἀληθείας μέχρι θανάτου ἀντέστησαν; ᾿Αλλὰ μὴν δῆλον ὅτι τιμιώτεροι πάντων ἐσμεν οἱ ἄνθρωποι· καὶ δίκαιος ὧν ὁ Θεός, οὐκ ἂν συνεχώρησε ματαίως οὕτω ταλαιπο ρεῖσθαι τὸ τιμιώτερον ἡμᾶς κτίσμα, ὅ κατ' εἰκόνα ἑαυτοῦ ἐποίησε καὶ πρὸς ἑαυτὸν ἕλκει, μὴ μέλλων ἀποδιδόναι τοὺς μισθοὺς ἑκάστῳ κατὰ τὸ δίκαιον καὶ τὴν ἀναλογίαν τῶν καμάτων αὐτῶν. ᾿Αναιρεθήσεται δὲ καὶ ἡ πρὸς τὸν Θεὸν λατρεία, καὶ ἡ πρὸς τοὺς γο νέας τιμὴ, καὶ ἡ πρὸς ἀλλήλους αἰδὼς καὶ εὐλάβεια, καὶ φιλία καὶ ὀρθότης καὶ κοινωνία πάντων· καὶ οἱ νόμοι καὶ τὰ κριτήρια, καὶ πάντα τὰ τοιαῦτα. Διατί γὰρ ἔσονται ταῦτα; τίνος ἕνεκα;· ἐπεὶ πρὸς οὐδὲν ἀφορῶσι. Καὶ τούτου τοῦ λόγου κρατοῦντος, ἀναγκασθησόμεθα ὡς θηρίοις χρῆσθαι ἀλλήλοις, καὶ μήτε μέτρον βρωμάτων ἢ πομάτων, ἢ τινὸς τῶν τοιούτων εἰδέναι· ἀλλὰ πᾶσαν ἡδονὴν ζητήσομεν, καὶ τὸν ὑγρὸν καὶ διαλελυμένον ζήσομεν βίον. ' δὴ πάντα ἄτοπα καὶ ἀνάρμοστα καὶ τῷ δημιουργῷ πάντων Θεῷ καὶ τῷ ἀξιώματι τοῦ ἀνθρώπου. Πρὸς τούτοις, ἐπεὶ φυσικόν ἐστι τὸ εἶναι συνημμένον τῇ ψυχῇ τὸ σῶμα, παρὰ φύσιν δέ ἐστι τὸ χω ρίζεσθαι τῆς ψυχῆς αὐτό· ἔπεται ἀναγκαίως, τοῦ σώματος τῆς ψυχῆς παρὰ φύσιν χωριζομένου, μὴ διαμένειν εἰς τὸ ἄπειρον οὕτω κεχωρισμένον. Καὶ γὰρ κατὰ φύσιν τὸ σῶμα τῇ ψυχῇ ἤνωται παρὰ τοῦ Θεοῦ, ὥσπερ· ἡ ὕλη ἔχει πρὸς τὸ εἶδος. Ο δὲ θάνα της διὰ τὴν ἁμαρτίαν ἐπελθὼν, τὴν διάστασιν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος εποίησεν. Παρὰ φύσιν οὖν ἡ διάστασις τούτου ἐγένετο. Τὸ δὲ παρὰ φύσιν οὐκ ἐπιπολὺ διαμένει. Οἷον, κατὰ φύσιν φέρεται ὁ λίθος ἀεὶ εἰς τὸ κάτω· παρὰ φύσιν δὲ εἰς τὸ ἄνω, ὅταν τις αὐτὸν βίᾳ ὠθήσῃ. Τοῦτο γοῦν τὸ βιαίως καὶ παρὰ τὴν φύσιν τοῦ λίθου οὐ διαμένει ἐπιπολύ. Συντόμως γὰρ πάλιν ἔρχεται εἰς τὸ κατὰ φύσιν αὐτοῦ τὸ κάτω. Καὶ τοίνυν ἡ ψυχὴ τοῦ σώματος χωριζομένη, ὅπερ ἐστὶ παρὰ φύσιν, οὐκ ἐν τούτῳ διαμενεῖ εἰς τὸ ἄπει μον. Τὸ γὰρ παρὰ φύσιν, ὡς εἴπομεν, συντόμως
col. 631–632page 312 of 326
PG 152:631ἔρχεται εἰς τὸ κατὰ φύσιν. ᾿Αναλήψεται τοίνυν κατά τὴν τοῦ Θεοῦ δικαιοσύνην εκάστη ψυχὴ τὸ ἴδιον αὐτ τῆς σῶμα, ὅπερ ἐστὶ κατὰ φύσιν, καὶ εἰς τὸ ἄπειρον ἀδιάλυτον ἔσται. Καὶ τοῦτό ἐστιν ἀνάστασις. Η γὰρ ἀνάστασις δευτέρα τοῦ πεπτωκότος λέγεται στάσις. Οὐ μέντοι ἀπορεῖν δεῖ, πῶς ἑκάστη ψυχὴ τὸ ἑαυ τῆς ἐπιγνώσεται σῶμα. Εστι γὰρ τῇ ψυχῇ πρὸς τὸ σῶμα οἰκειότης ἄδηλος καὶ ἄῤῥητος ἡμῖν. Ωσπερ γὰρ οὐκ ἔστιν οὐδὲν σῶμα ἀνθρώπινον τοὺς ἐπιθεω ρουμένους αὐτῷ χαρακτῆρας ἔχον κατὰ πάντα τοὺς αὐτοὺς ἑτέρῳ σώματι, οὕτω καί τινα ἄλλην μετὰ τούτων ιδιότητα δώσομεν ἑκάστῇ ψυχῇ ἐνυπάρχειν πρὸς τὸ ἑαυτῆς σῶμα. Καὶ γὰρ ἡ ψυχὴ σώματος – ὡρισμένου ἐντελέχεια, τουτέστιν ενέργεια καὶ εἶδος ἐστι. Διὸ καὶ φυσικῶς πρὸς μόνον τὸ οἰκεῖον σῶμα βοπὴν ἔχει καὶ συμμετρίαν, ὅπερ καὶ χωρισθείσης τῆς ὕλης αὐτῇ παραμένει. "Οθεν ἔπεται ἀναγκαίως ταύτην μὲν εἶναι κατὰ φύσιν εἶδος τῆς ὕλης τοῦδε τοῦ ἀνθρωπίνου σώματος, ταύτην δὲ ἐκείνου, καὶ ἄλλου μηδέποτ' ἂν δυνηθῆναι γενέσθαι, όπερ καὶ τῆς διακρίσεως τῶν ψυχῶν πρὸς ἀλλήλας αἴτιόν ἐστι. Τὸ γὰρ πλῆθος τῶν ψυχῶν παρὰ τὰ σώματα γίνε ται· οὐχ ὅτι εἰσὶ τὰ σώματα τῶν ψυχῶν αἴτια ὁμοῦ γάρ εἰσι μετ᾿ αὐτῶν, καὶ οὐδέτερον ἑτέρου προϋπάρχει· ἀλλὰ διὰ τὴν τῶν ψυχῶν πρὸς ταῦτα συγγένειαν, ἣν ἔχουσι φύσει παρεπομένην, ἢ καὶ ἐγκειμένην αὐταῖς. Οὐκ ἐνδέχεται τοίνυν τὴν ἄλλον ενέργειαν καὶ τὸ εἶδος ἄλλον εἶναι. Καὶ γὰρ καὶ δύο ὁμοίων μεγεθῶν, εἰ τὸ ἔνυλον εἶδος αὐτῶν χωρι σθείη τῆς ὕλης (τοῦτο μὲν ἀδύνατον, ἀλλ᾽ ἢ ἐπινοία μόνῃ ἢ καὶ θείᾳ δυνάμει), οὐκ ἂν ἀλλήλων κατ' ἄλλο διήνεγκεν, ἢ τὸ τοῦτο μὲν τὸ μέγεθος τούτου τοῦ σώματος εἶδος εἶναι, τὸ δὲ λοιπὸν τοῦ λοιποῦ. Ὥστε ροπή τις ένεστι ταῖς ψυχαῖς πρὸς τὰ σώματα, καὶ ἔσται τῶν ψυχῶν συνάφεια πρὸς τὰ σώματα, τοῦ Θεοῦ τοῦ πάντα δυναμένου τοῦτο ἐνεργοῦντος, όταν, καθὼς προώρισεν, εἰς ἐνέργειαν τὸ δυνάμει προελθεῖν θελήσῃ, καὶ τὸ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν, Πρῶτον μὲν οὖν διὰ ταῦτα καὶ πλείω τούτων τὰ περὶ τῆς ἀναστάσεως οὐκ ἀδύνατα ἡγούμεθα· ἔπειτα καὶ παρὰ τῆς πίστεως ἀναμφιβόλως αὐτοῖς πιστεύο ειν συνωθούμεθα. Ἐπειδὴ γὰρ παρὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀρχηγοῦ τῆς σωτηρίας ἡμῶν τῆς ἁμαρτίας καὶ τοῦ θανάτου ἠλευθερώθημεν, εἷς ἐνεπέσαμεν διὰ τὴν τοῦ Ἀδὰμ παράβασιν· καὶ γὰρ οὐ μόνον ἡ ἐκείνου ἁμαρτία διέβη εἰς πάντας διὰ τὴν τῆς φύσ σεως κοινωνίαν καὶ τὴν πρὸς τὰ φαῦλα τὴν αὐτὴν καὶ χείρω ὁρμήν· διὰ δὲ τῆς ἁμαρτίας ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν, ὡς καὶ ὁ ᾿Απόστολος λέγει, Δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσε ἦλθε, καὶ διὰ τῆς ἁμαρτίας θάνατος·, ἀνάγκη ἦν ἀμφοτέρων ἐλευθερωθῆναι διὰ Χριστοῦ. Καὶ γὰρ ὁ
col. 633–634page 313 of 326
PG 152:633αὐτὸς ᾿Απόστολος φησίν, ο Εἰ γὰρ τῷ τοῦ ἑνός πα- 4 ραπτώματι ὁ θάνατος ἐβασίλευσε δι᾿ ἑνὸς, πολλῷ μᾶλλον οἱ λαβόντες τὴν περισσείαν τῆς δωρεάς καὶ τῆς δικαιοσύνης βασιλεύουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστού, ο Ινα τοίνυν ἐκάτερον ἡμῖν ἐν ἑαυτῷ ὑπου δείξῃ, καὶ θανεῖν καὶ ἀναστῆναι ἠθέλησεν· ἀποθανεῖν μὲν, ἵνα ἡμᾶς τῆς ἁμαρτίας καθαρίσῃ, ως φη σιν ὁ ᾿Απόστολος, ο Ωσπερ ἐστὶ τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, οὕτω καὶ ὁ Χριστός ἅπαξ προσηνέχθη εἰς τὸ ἁμαρτίας ἐξαλείψαι πολλῶν· ν· ἀναστῆναι δὲ ἠθέλησεν, ἵνα ἡμᾶς τοῦ θανάτου ἐλευθερώσῃ. Ὅθεν ὁ ᾿Απόστολος φησί, ο Χριστὸς ἐκ νεκρῶν ἐξή γερται, ἀπαρχὴ τῶν κεκοιμημένων· ὅτι δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι᾿ ἀνθρώπου ἀνάστασις νεο χρῶν.» Τὸ μὲν οὖν ἀποτέλεσμα τοῦ θανάτου ἐν τοῖς μυστηρίοις λαμβάνομεν ὅσον πρὸς τὴν τῆς ἁμαρτίας ἄφεσιν. Καὶ γὰρ διὰ τῆς δυνάμεως τοῦ πάθους του Χριστοῦ τὰ μυστήρια ἐνεργοῦσι. «Συνθαπτόμεθα γὰρ αὐτῷ διὰ τοῦ βαπτίσματος· καὶ διὰ τῆς κοινωνίας τὸν θάνατον αὐτοῦ καταγγέλλομεν· καὶ διὰ πάντων νεκροὶ τῇ ἁμαρτία γίνεσθαι ὑπισχνούμεθα. Τὸ δὲ ἀποτέλεσμα τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅσον πρὸς τὴν τοῦ θανάτου ἀπαλλαγὴν ἐν τῷ τέλει τῶν αἰώ των εψόμεθα, όταν πάντες διὰ τῆς τοῦ Χριστοῦ δυο νάμεως ἀναστῶμεν· ὅθεν φησὶν ὁ ᾿Απόστολος, ο Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται. Άρα οὖν ματαία ἡ πίστις ἡμῶν. "Αρα ἔτι ἐσμὲν ἐν ταῖς ἁμαρτίας ἡμῶν, ο Καὶ πάλιν, «Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κτιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ.» Καὶ πά λιν, Εἰ ὁ Χριστὸς κηρύττεται ὅτι ἀνέστη ἐκ νεκρῶν, πως τινὲς λέγουσιν ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Εἰ δ᾽ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ ὁ Χριστὸς ἐγήγερται. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, μάταιον τὸ κήρυγμα ἡμῶν.» Πάλιν φησὶ πρὸς Τι μάθεον γράφων, ο Τάς μωρὰς καὶ ἀπαιδεύτους ζη τήσεις παραιτοῦ. Πολλοὶ γὰρ προκόπτουσιν εἰς ἀσέ Γειαν, καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομήν ἔχει, ὧν ἐστιν Υμεναῖος καὶ Φίλητος, οἱ τῆς ἀληθείας ἐξέπεσον, λέγοντες τὴν ἀνάστασιν τῶν νεκρῶν ἤδη γενέσθαι.» Οὗτος γὰρ οὐκ ἐδόξαζον νεκρῶν σωμά των ἀνάστασιν, ἀλλὰ τὴν τῆς ψυχῆς ἀπὸ κακίας εἰς ἀρετὴν μεταβολὴν, καὶ ἀπὸ τῆς πλάνης εἰς τὴν ἀλή θειαν· καὶ τὴν περὶ Θεὸν ἐπίγνωσιν ἀνάστασιν ἔλε γον εἶναι ὅπερ ὁ ᾿Απόστολος ανατρέπει, καὶ πᾶσα ἡ θεία Γραφή, αὐτῶν τῶν σωμάτων ἀνάστασιν ἔσε σθαι λέγουσι. Ο μὲν γὰρ Ἀπόστολος φησί, ο Σπεία ρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν.» καὶ, ο 'Ανάγκη τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν· καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.» Ἐν δὲ τῷ Εὐαγγελίῳ παρὰ τοῦ Χριστοῦ εἴρηται, Έρχεται ώρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκού σονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ· καὶ οἱ ἀκού σαντες ζήσονται· ς καὶ πάλιν • Ερχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς
col. 635–636page 314 of 326
PG 152:635φωνῆς αὐτοῦ· καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιή Καὶ προσηνέχθη αὐτῷ. σαντες εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πρά ξαντες εἰς ἀνάστασιν κρίσεως.» Φησὶ δὲ καὶ ὁ Ἰώβ, Ότι ὁ λυτρωτής μου ζῇ, καὶ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ἀναστήσομαι ἐκ τῆς γῆς, καὶ πάλιν περικαλύψει με τὸ δέρμα μου, καὶ ἐν τῇ σαρκί μου ὄψομαι τὸν Θεόν.» Καὶ ὁ θεῖος Δαβίδ, ο Αντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. › Ιδού περὶ σωμάτων ὁ λόγος. Εἶτα ἐπάγει, Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινεῖς τὸ πρόσωπον τῆς γῆς. Ὁ Καὶ ὁ Ησαΐας, ο ᾿Αναστήσονται οι νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις.» Καὶ ὁ μακάριος Ιεζεκιήλ, Εγένετο. ο φησὶ, ν ἐν τῷ με προφητεῦσαι, καὶ ἰδοὺ σεισμὸς, καὶ προσήγαγε τὰ ὀστᾶ ὀστέον προς ὀστέον, ἕκαστον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. Καὶ εἴ. δον, καὶ ἰδοὺ ἐπεγένετο αὐτοῖς νεῦρα καὶ σάρκες ἀνεφύοντο, καὶ ἀνέβαινον ἐπ' αὐτά· καὶ περιετάθη ἐπ' αὐτοῖς δέρματα επάνωθεν.» Εἶτα διδάσκει που κελευσθέντα ἐπανῆλθε τὰ πνεύματα· καὶ ἄλλα δὲ πολλὰτοιαῦτα ἡ θεία Γραφὴ περὶ τῆς μελλούσης ἀναστάσεως ἡμῖν παραδίδωσιν. Ἐξ ὧν δῆλον ὅτι τὰ νεκρὰ ἐγερθήσονται σώματα, καὶ τῇ ἀπείρω δυνάμει τοῦ Θεοῦ οὐδὲν ἀδύνατον ἔσται. Ἐπεὶ τοίνυν οὐ μόνον τοῖς τοιούτοις λόγοις ἡ ἀνά στασις βεβαιοῦται, ἀλλὰ καὶ αὐτὸς ὁ Χριστὸς ἐκ νεκρῶν ἀνέστη, ὥστε καὶ θεαθῆναι καὶ ψηλαφηθής ναι καὶ φαγεῖν, ὅπερ οὐκ ἦν κατὰ φυσικὸν λόγον ο οὐδὲ γὰρ μετὰ τὴν ἀνάστασιν τροφῆς ἐδεῖ:ο, ἀλλὰ διὰ τὴν τῆς ἀναστάσεως πίστωσιν· ὥσπερ οὐδ' ἡμεῖς μετὰ τὴν ἀνάστασιν φαγόμεθα ἢ πιόμεθα· λεπτὰ δὲ καὶ ἀπαθὴ τὰ σώματα ἡμῶν ἀναληψόμεθα καὶ ἄ φθαρτα, καθάπερ ἦν τὸ τοῦ Κυρίου σῶμα, κεκλεισμένων τῶν θυρῶν εἰσελθόν. Οὐ μὴν ἀλλὰ καὶ τὸν Λά ζαρον νεκρὸν τετραήμερον γεγονότα ἐξήγειρεν εἰς ἔνδειξιν τῆς οἰκείας θεότητος καὶ πίστωσιν τῆς αὐτ τοῦ καὶ ἡμῶν ἀναστάσεως· ὃς καὶ πολλάκις παρὰ πάντων τῶν οἰκείων τε καὶ γνωρίμων ἐγνωρίσθη καὶ ἐπιστεύθη, ὅπερ οὐκ ἂν ἦν, μὴ τῶν χαρακτηριστικῶν ἰδιωμάτων τῆς ὑποστάσεως ταύτην συνιστών των. Ἐπεὶ ταῦτα οὕτως ἔχει, ὀφείλομεν βεβαίως πιο στεύειν τὸ τῆς ἀναστάσεως μυστήριον ὑπὸ τῆς θείας Γραφῆς κηρυττόμενον, τῆς ἐκ Θεοῦ ἡμῖν δοθείσης διὰ τὴν τῆς ἀληθείας ἐπίγνωσιν. Οὐ γὰρ ἂν ο Πρωτ τότοκος τῶν νεκρῶν, ὁ Χριστὸς ἐλέγετο γεγονέναι, μὴ κακείνων. συνεπομένων. Ειται τοίνυν ἡμέρα μεγάλη καὶ ἐπιφανής, καθ' ήν μετὰ δόξης παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου γενήσεται, περὶ ἧς Δανιήλ ὁ προφήτης γράφει·. Εθεώρουν ἐν δράματι τῆς νυκτὸς, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ προσηνέχθη αὐτῷ· καὶ προσήχθη.
col. 637–638page 315 of 326
PG 152:637ἐδόθη αὐτῷ ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία· καὶ πάντες οι λαοί, φυλαὶ καὶ γλῶσσαι δουλεύσουσιν αὐτῷ. Η εξουσία αὐτοῦ ἐξουσία αιώνιος, ήτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται· καὶ ἔτι φησίν, ο Εθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν· καὶ ὁ Παλαιὸς ἡμερῶν ἐκάθισε· καὶ που ταμός πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· καὶ χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ· καὶ μύριας μυριάδες παρειστήκεισαν αὐτῷ. Κριτήριον εκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν, ο καὶ τὰ λοιπά. Ἐλεύσεται τοίνυν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ· καὶ πάντες οἱ ἀπὸ τῆς κτίσεως κόσμου ἐκ τῶν νεκρῶν ἀναστήσονται Καὶ ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα·, καὶ παραστήσεται πάσα φύσις ἀνθρώπων, ὥστε κρῖναι ζῶντας καὶ νεκρούς. Κρινεῖ δὲ οὐχ ὡς ἄνθρωπος ἁπλῶς, ἐν τῇ ταπεινώσει τῆς σαρκὸς δηλονότι, ἀλλὰ μετὰ τῆς δόξης της θεότητος ἐξουσίας. Ωσπερ γὰρ λέγομεν, "Οτι ὁ Κύ ριος τῆς δόξης ἐσταυρώθη καὶ ἀπέθανε καθὸ ἄνθρωπος, οὕτω καὶ κρινεῖ μὲν ὡς ἄνθρωπος, ἀλλ' ὡς Κύριος τῆς δόξης. Τότε ο Πᾶν γόνυ κάμψει ἐπου ρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πάσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Καὶ ὁ μὲν ἄρχων τοῦ σκό τους παραδοθήσεται εἰς καῦσιν πυρὸς μετὰ τῶν ἀγγέλων αὐτοῦ, καθό φησι Δανιήλ ο προφήτης. Τοῦτον γὰρ «ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτ τοῦ, ὁ ἐπειδὴ ι τὰ πάντα φέρει τῷ ῥήματι τῆς δυ νάμεως αὐτοῦ, ν κατὰ τὸν θεῖον Απόστολον. Απο δοθήσεται δὲ τῶν ἀνθρώπων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτῶν. Καὶ οἱ μὲν δίκαιοι ἀνάλογον λαμπρότητα καὶ φωτισμὸν καὶ ταῖς σώμασι καὶ ταῖς ψυχαῖς κατὰ τὴν ἀναλογίαν τῆς ἀρετῆς ἑκάστου, καὶ τῆς ὑπὲρ τοῦ Θεοῦ καὶ τῆς πίστεως κακοπαθείας· οἱ δὲ πονη ροὶ κατὰ τὸν αὐτὸν τρόπον ἀπολήψονται σκότος ταῖς ψυχαῖς αὐτῶν καὶ τοῖς σώμασι, κατὰ τὸ ἀνάλογον τῆς ἑκάστου κακίας καὶ πονηρία;. Καὶ γὰρ λέγει μὲν αὐτὸς ὁ Κύριος, ο ῞Οτι οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος· ο λέγει δὲ ὁ μακάριος Παῦλος, ο Σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν, και τὰς διαφορὰς δεικνὺς τῆς λαμπρότητος, ἐπάγει, Αλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης. Αστήρ ἀστέρος διαφέρει ἐν δόξῃ. • Καὶ πάλιν λέγει ὅτι καὶ αὐτὸ τὸ σῶμα ἡμῶν μετασχηματισθήσεται εἰς τὸ γενέσθαι σύμμορφον τῷ σώματι τῆς δόξης τοῦ Υἱοῦ ο μ, προσήχθη τῶν ὁ ενώπιον αὐτοῦ προσηνέχθη. Ενώπιον αὐτοῦ προσήγαγον αὐτόν. Καὶ παρῆν ἐνώπιον αὐτοῦ, καὶ οἱ παρεστηκότες προσήγαγον αὐτόν.
col. 639–640page 316 of 326
PG 152:6394 αὐτοῦ. Ἔτι δὲ καὶ αὐτὴν τὴν φύσιν ἐλευθερωθήσεσθαι φησιν ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν δόξαν τῆς ἐλευθερίας τῶν τέκνων τοῦ Θεοῦ· δηλών ὅτι καὶ ἡ ἄλλη κτίσις λαμπροτέρα ἔσται. Καὶ γὰρ, καθά φησί τις τῶν ἁγίων, ο Ωσπερ υπετάγη τῇ φθορᾷ δι' ἡμᾶς, οὕτω συμπανηγυρίσει καὶ συνθριαμ βεύσει ἐπὶ τῇ τῶν ἀνθρώπων νίκῃ, καὶ ἀπολήψεται τὸν μισθὸν τοῦ καμάτου τῆς διακονίας, ἣν συνετέ λευσεν εἰς τὴν γένεσιν τῶν ἐκλεκτῶν.» Διὸ καὶ ὁ Ησαΐας λέγει τοῦ ἡλίου τὸ φῶς ἑπταπλάσιον ἔσε σθαι, καὶ τὴν σελήνην λάμψειν ὡς νῦν ὁ ἥλιος· καὶ καινὴν ἔσεσθαι γῆν, καὶ καινὸν οὐρανόν. Τότε τὸ ἀποστολικὸν ἐκεῖνο πληρωθήσεται, • Όταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, τότε καὶ . αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. ο Οἱ γὰρ εὐσεβεῖς καὶ δίκαιοι κατὰ τὸ παρὸν πρὸς τὸν Χριστὸν ἀποβλέποντες, καὶ τὴν ἀρετὴν κατὰ τὰς ἐντολὰς αὐτοῦ μετερχόμενοι, δι' αὐτοῦ τὴν ἑαυτῶν οἰκονομοῦσι πνευματικὴν ζωήν· τὴν νῦν μὲν ἐν αὐτῷ τῷ Χριστῷ κρυπτομένην, ὕστερον δὲ αὐτῷ συμφα νερουμένην. Διὰ τοῦτο καὶ ἐκείνου κληρονομία καὶ βασιλεία λέγονται οὗτοι· οὓς ὡς ἄνθρωπος διὰ τοῦ ἑαυτοῦ θανάτου καὶ αἵματος προσάγει τῷ Θεῷ καὶ Πατρί. Δι' αὐτοῦ γὰρ πρὸς τὸν Θεὸν καὶ Πατέρα την προσαγωγὴν ἐσχήκαμεν· ὅ; αὐτῷ τὰ πάντα ὑπέταξε καὶ ἔτι ἑαυτὸν, ὡς ο πρωτότοκον ἐν πολλοῖς ἀδελ φοῖς ο γενέσθαι καταξιώσαντα, καὶ ἀρχιερέα καὶ οἰκονόμον τῆς ἡμῶν σωτηρίας γενόμενον, ὡς ἀνθρώπου προσάξει, καὶ ὑποταγήσεται τῷ Πατρί· ὡς δὲ Θεὸς ῶν μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, ούχ ὑποταγήσεται. Ὥστε ὁ αὐτὸς, καθὰ μὲν ἄνθρωπος, ὑποταγήσεται, ἐπεὶ κτιστὴν προσείληφε σάρκα καθό δὲ Θεός, Επίσης τὴν ὑποταγὴν ἑαυτῷ ὑποτάξει, ὡς εἴς θεὸς μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος. Διὰ τοῦτο καὶ ὡς μὲν Θεὸς μετὰ τοῦ Πατρὸς κρινεῖ καὶ τοῦ Πνεύματος, ὡς εἰς κριτής· ὡς δὲ ἄνθρωπος, αὐτὸς μόνος. Καὶ γὰρ μετὰ τῶν σωματικῶν ἐλεύσεται χαρακτήρων, ἵνα καὶ οἱ Ἰουδαῖοι κατανοήσωσιν αὐτ τὸν ἐκεῖνον εἶναι, τὸν ὑπ᾽ αὐτῶν σταυρωθέντα εἰς ἔλεγχον αὐτῶν, καὶ πάντες οἱ ἄπιστοι θεάσωνται καὶ καταισχυνθῶσιν, οι γε ἐν τῷ παρόντι αἰῶνι μη ρυττόμενον οὐκ ἐδέξαντο, οὐδὲ διὰ τῆς διδασκαλίας αὐτοῦ ἐπεστράφησαν, ἀλλὰ τῇ ἑαυτῶν ἐνέμειναν πλάνῃ. Καὶ γὰρ κατὰ τὸ ἀνθρώπινον τῷ προ φήτῃ Δανιὴλ εἴρηται, «Καὶ ἐδόθη αὐτῷ ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία. ο Καὶ πάλιν, ὅπερ αὐτ τὸς ὁ Κύριος εἶπεν, «Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ. Ο λαμβάνεται μὲν καὶ κατὰ τὸ ἀθρώπινον, ὡς λέγομεν· ὁ δὲ θεῖος Χρυσόστομος καὶ ἐπὶ τῆς θείας γεννήσεως ἐξηγεῖται ἐν τῷ κατὰ Ἰωάννην, λέγων, «Καὶ ἵνα μάθης ὅτι τὸ ἔδωκε ἀντὶ τοῦ ἐγέννησεν ἐστιν, ἄκουσον ἐξ ἑτέρου τοῦτο αὐτὸ δηλούμενον·, Ωσπερ γὰρ ὁ Πα τὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ δ

Chapter IXCaput IX

col. 641–642page 317 of 326
PG 152:641Υιῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ. Τί οὖν; πρότερον αὐτ' ν ἐγέννησε, καὶ τότε ἔδωκε τὴν ζωήν; Οὐκοῦν ἦν χωρὶς τῆς ζωῆς γεννηθείς. ᾿Αλλὰ τοῦτο οὐδ' ἂν δα μονες είποιεν. Μετὰ γὰρ τῆς ἀσεβείας πολὺ καὶ τὸ ἀνόητον ἔχει. Ὥσπερ οὖν τὸ, Εδωκε ζωὴν, εγέν νησεν αὐτὴν ζωήν ἐστιν, οὕτω καὶ τὸ ᾿Εδωκε κρίσ σιν, κριτὴν αὐτὸν ἐγέννησε, φησίν.» Ἐπεὶ γὰρ οὐκ ἂν ἐνε όησέ τις τῶν πολλῶν εὐκόλως πῶς ἐστιν ἐνυ πόστατος αὐτοῦ ἡ ζωή, πρότερον. μὲν ἐκεῖνο εἶπε τὸ ταπεινότερον· ἔπειτα παιδευθέντας πρὸς τὸ ὄψη λότερον άγει. Ο γὰρ εἰπὼν, ὅτι ο Εδωκεν αὐτῷ ζωήν ἔχειν, ο οὗτος πάλιν φησὶν, «Εγώ εἰμι ἡ ζωή·» καὶ πάλιν, «Εγώ εἰμι τὸ φῶς.» Καθάπερ οὖν ἐλέγομεν, εἰς ἔλεγχον καὶ κατάκρισιν τῶν ἀπίστων καὶ ὀνειδισμὸν καὶ αἰσχύνην αιώ νιον ὡς ἄνθρωπος ελεύσεται μετὰ δυνάμεως καὶ δόξης πολλῆς, ἵνα καὶ ὑπ᾽ αὐτῶν κατὰ τὸ δυνατὸν αὐτοῖς ὡς ἄνθρωπος θεαθῇ. Οθεν καὶ αὐτοῖς μὲν οὐκ ἀγαθὸς φανεῖται, τοῖς δὲ δικαίοις καὶ λίαν ἁγα θός. Καὶ οἱ μὲν ὡς ἄνθρωπον ἔφονται μόνον, οἱ δὲ δίκαιοι κατ᾽ ἄμφω, καὶ ὡς ἄνθρωπον καὶ ὡς Θεόν. Καὶ οἱ μὲν εἰς κόλασιν αἰώνιον ἀπελεύσονται, οἱ δὲ εἰς ζωὴν αἰώνιον. ΚΕΦΑΛ. Θ'. Περὶ τῆς μελλούσης αποκαταστάσεως. Ὅτι γὰρ ἡ λαμπρότης τοῦ σώματος τοῦ Χριστοῦ οὐ μόνον τοῖς ἁγίοις θεάσιμος ἔσται, ἀλλὰ καὶ τοῖς Τό, ἔδωκεν ζωὴν, ἐγέννησεν αὐτὶν ἢ ἀπεκδεχομένοις εἰς σωτηρίαν. ζωήν. ἐνυπόστατον, ει Καὶ ἵνα μάθῃς, ὅτι τὸ ἔδωκεν ἴσον τοῦ ἐγέννησεν ἐστὶ, τό, Οὕτω καὶ τὸν ἔδωκε κρίσιν, κριτὴν αὐτόν ἐστιν ἐγέν νησεν, Ει παραλλαγήν οὐσίας, ὑποπτεύ σαιεν, Σ!!!: 'Εκ δευτέρου χωρὶς ὀφθήσεται τοῖς αὐτὸν Οφθήσεται τοῖς ἄνευ ἁμαρτίας ἀπεκδεχομένοις hές, Οὐκοῦν καὶ Πατέρα αὐτὸν προσεροῦμεν. Εἰ μὴ τοῦτό ἐστιν, ἀλλ᾽ ὕστερον γεννηθεὶς ἔλαβε τὴν τιμήν, τί γέγονεν ὥστε αὐτὴν ὕστερον τιμη θῆναι; Οὐδὲν ἐπείσακτον ἐχούσῃ φύσει. 'Αποκαταστάσεως.
col. 643–644page 318 of 326
PG 152:643Παραδώσει τοίνυν τὴν βασιλείαν τῷ Θεῷ καὶ Πα ‹”. › τρί, ἀγαγὼν δηλονότι τοὺς πιστοὺς εἰς τὴν θεωρίαν καὶ γνῶσιν τοῦ Πατρὸς καὶ ἑαυτοῦ καὶ τοῦ ἁγίου "?, Πνεύματος, τοῦ ἑνὸς καὶ ἀληθινοῦ Θεοῦ, ἵνα ἡ αὐτ τὸς ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι.» Νῦν μὲν γὰρ πιστεύο ομεν καὶ ἐλπίζομεν ὃ οὐ βλέπομεν "Ο γὰρ βλέπει »: • τις, τί καὶ ἐλπίζει; ο φησὶν ὁ ᾿Απόστολος. «Εἰ δὲ δ οὐ βλέπομεν ἐλπίζομεν, δι᾿ ὑπομονῆς ἀπεκδεχό 3.: • μεθα, ἕως οὗ ὁ βασιλεὺς ἐν ἀναπαύσει αὐτοῦ ἔσται. Καὶ πάλιν, Εφόσον ἐσμὲν ἐν τῷ σώματι, ἀποδημοῦμεν ἐκ τοῦ Κυρίου. Διὰ πίστεως γὰρ πε »: ριπατοῦμεν, οὐ διὰ εἴδους.» Και, «Νῦν ἡ ζωὴ ὑμῶν κέκρυπται ἐν τῷ Χριστῷ· ὅταν δὲ ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς φανερωθή πονηροῖς, καὶ ὁ μακάριος Αὐγουστίνο; διισχυρίζεται. ο Όψονται ἡ γὰρ καὶ οὗτοι ι εἰς ὃν ἐξεκέν. τησαν, καὶ, ο Όψονται ερχόμενον μετὰ δόξης πολύ λῆς καὶ δυνάμεως., ι Οὐ γὰρ ἐν τῇ ἀσθενείᾳ, φησί, καθ᾿ ἣν κέκριται, ὄψονται αὐτὸν, ἀλλ' ἐν τῇ δυο νάμει τῆς δόξης ᾗ κρινεί.» Εἶτα ἀπορίαν εἰσάγει, ὅτι εἰ γέρας καὶ ἔπαθλόν ἐστιν ἐν ἐπαγγελίαις κεί μενον, ὄψεσθαι τὸν Θεόν. ο Μακάριοι, γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Και, ο Πάλιν ὀφθήσομαι ὑμῖν, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, ο Πῶς καὶ οἱ πονηροὶ ὄψονται αὐτὸν ἐν τῇ δόξῃ αὐτοῦ; Ο καὶ λύων φησίν, Οὐ τὴν τῆς θεότητος θεωρίαν ἔσεσθαι κοινὴν τοῖς ἀγαθοῖς καὶ τοῖς πονηροῖς (αὕτη γάρ ἐστιν ἡ τοῖς ἁγίοις ἐξαίρε το;), ἀλλὰ τὴν ἐν τῇ δόξῃ τοῦ σώματος θεωρίαν. σεσθε σὺν αὐτῷ ἐν δόξῃ. Καὶ, «Νῦν μὲν δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι, τότε δὲ ὀψόμεθα πρόσωπον πρὸς πρόσωπον. ο Αὕτη γὰρ ἡμῖν ἡ θεωρία ἐν ὑποσχέσει ἐστὶ, τέ λος οὖσα πασῶν τῶν ἐργασιῶν καὶ αἰώνιος τῆς εύο φροσύνης τελείωσις. • Υἱοὶ γάρ ἐσμεν τοῦ Θεοῦ, φησὶν ὁ Εὐαγγελιστής Ιωάννης, ο καὶ οὕτω ἐφι νερώθη τί ἐσόμεθα. Οἴδαμεν δὲ ὅτι ὅταν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ἐψόμεθα αὐτὸν καθώς ἐστι. ο Καὶ αὐτὸς ὁ Κύριος εἴρηκεν, «Αὕτη ἐστίν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ἐν ἀπέστειλας Ἰησοῦν Χριστόν. ο Περὶ ταύτης καὶ ὁ Δαβὶδ ἐκ προσώπου τοῦ Θεοῦ λέγει, «Μακρότητος ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.» Καὶ παρ' αὐτοῦ, Η ἀνακλίσει πε! τῆς ἀποκαταστάσεως ῾Ο βασιλεὺς ἐν ἀναπαύσει αὐτοῦ. ἐν ἀναπαύσει. ἐν Ὡς ἂν εἴης καθέδρα βασιλέως
col. 645–646page 319 of 326
PG 152:645Μίαν ᾐτησάμην παρὰ Κυρίου· ταύτην ζητήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου τοῦ θεωρεῖν με την τερπνότητα Κυρίου.» Ὥστε ἀπὸ τῆς ἐνταῦθα πίστεως εἰς τὴν μέλλουσαν ἐκείνην καὶ ἄῤῥητον ἀπόλαυσιν καταντήσομεν. Καὶ γάρ φησιν, «Αὐτὸς ὁ Πατήρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ Πατρὸς ἐξῆλθον. Ἐξῆλθον παρὰ τοῦ Πατρὸς, καὶ ἐλήλυθα εἰς τὸν κόσμον. Πάλιν Πατέρα. Οὕτω γοῦν ἐνταῦθα πιστεύομεν ὅτι αὐτὸς ὁ εἷς τῆς Τριάδος ὁ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς γεννώμενος ἀϊδίως καὶ ἀῤῥεύστως καὶ ἀνεκφοιτήτως, κατὰ τὴν οὐσίαν ἴσος ὧν αὐτῷ καὶ ἀληθὴς Υἱὸς αὐτοῦ καὶ Λόγος, δι' οὗ τὰ πάντα ἐγένετο, κατελθὼν ἐκ τῶν οὐρανῶν, ἀνέλαβε σάρκα ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας διὰ στὴν ἡμετέραν σωτη ρίαν, ἄνευ ἁμαρτίας καὶ πάσης ἀλλοιώσεως καὶ τροπῆς· καὶ ἐσταυρώθη κατὰ τὸ ἀνθρώπινον, γενό μενος ὑπὲρ ἡμῶν κατάρα· καὶ ἀποθανὼν κατῆλθεν ἐν τῷ ᾅδη μετὰ ψυχῆς ὡς Θεός, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστὰς ἐκ τῶν νεκρῶν, τὴν ἡμετέραν συνανέστησε φύτιν, καὶ ἀνελήφθη εἰς τοὺς οὐρανοὺς, καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ καὶ Πατρός· τὸ ὁμοτίμου τῆς ἀξίας τοῦ ἐν δεξιᾷ σημαίνοντος· και πάλιν ὁ αὐτὸς ἐλεύσεται κρῖναι ζῶντας καὶ νε κρούς. Εἰ τοίνυν τούτοις πιστεύομεν, πόρρω πάσης ἀμ φιδιλίας τῆς μελλούσης δόξης καὶ θεωρίας ἐπιτευξόμεθα «Ο γὰρ ἔχων τὰς ἐντολάς μου,» φησί, καὶ τηρῶν αὐτὰς, ἐκεῖνος ἐστιν ὁ ἀγαπῶν με. Ο δὲ ἀγαπῶν μὲ ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. Καὶ, ο Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε· καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ ὁ κόσμος οὐ δύναται λαβεῖν· ν οἱ φιλοῦντες δηλονότι τὸν κόσμον. Καὶ, ο Πάλιν ἔρχομαι, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν· ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ήτε. ο Και, ο Θέλω, Πάτερ, οὓς δέδωκάς μοι, ἵνα ὅπου εἰμὶ ἐγώ, κἀκεῖνοι ὦσι μετ᾿ ἐμοῦ, ἵνα θεω ρῶσι τὴν δόξαν ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολής κόσμου.» Πάντοτε οὖν σὺν Κυρίῳ ἐσόμεθα, κατὰ τὸν θεῖον ᾿Απόστολον, καὶ χαρήσεται ἡμῶν ἡ καρ δία, καὶ ἡ χαρὰ ἡμῶν πεπληρωμένη ἔσται, καὶ ταύτην οὐδεὶς αἱρει ἀφ᾿ ἡμῶν, ὡς ὁ Κύριός φησιν, ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσει ἡμῖν, ἀλλὰ παρ ῥησίᾳ περὶ τοῦ Πατρὸς αὐτοῦ ἀναγγελεῖ ἡμῖν. «Τοῦ Πατρὸς ο δὲ εἰπὼν, δίδωσι καὶ ἑαυτὸν μετὰ τοῦ ἁγίου Πνεύματος αδιαστάτως νοεῖσθαι. Εἷς γὰρ Θεός ἐστι μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος. Τουτέστιν, Οὐκ ἔσονται ὁμοιότητες και σύμβολα, τῆς ὁράσεως γινομένης πρόσωπον πρὸς πρόσωπον. Καὶ γάρ φησιν ὁ ᾿Απόστολος, ο Ὅταν ἔλθῃ τὸ τέ Σιν. 3. ἀφίημι τὸν κόσμον, καὶ πορεύομαι πρὸς τὸν Ει χνι,
col. 647–648page 320 of 326
PG 152:647λειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. Ταύ τῆς τῆς θεωρίας εἰκόνα καὶ τύπον εἶχεν ἡ Μαρία παρακαθημένη παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἀκούουσα τῶν λόγων αὐτοῦ. Τὸ μὲν γὰρ τῆς ἀρετῆς πρακτικὸν, ὅπερ ἀρχὴ θεωρίας ἐστὶν, οὐκέτι ἡμῖν παραμενεῖ, ἀλλὰ παύσεται, ἅτε διὰ τὸν τοῦ σώματ τος συνιστάμενον πόνον· ἡ δὲ ἐνταῦθα θεωρία, εἰ καὶ ὁ τρόπος αὐτῆς παύσεται, καθ᾽ ἂν θεωροῦμεν, ἀλλ᾽ ὅμως ἀρχὴ ἡμῖν ἔσται τῆς μελλούσης θεωρίας. Ωσπερ γὰρ ὁ Κύριος φησίν, «Ο μὴ πιστεύων ήδη κέκριται·, τουτέστι, τὴν ἀρχὴν τῆς καταδίκης ἐντεῦθεν λαμβάνει· οὕτω πάλιν αιωνίαν ἔφησε ζωὴν τὸ γινώσκειν τὸν αὐτοῦ Πατέρα τὸν ἀληθινὸν Θεὸν, καὶ αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, συννοουμένου καὶ τοῦ ἁγίου Πνεύματος δηλονότι καθότι ἡ ἐνταῦθα περὶ αὐτοῦ ἀληθῆς πίστις και θεωρία καὶ γνῶσις αἰτία καὶ ἀφορμὴ ἡμῖν ἔσταιτοῦ τυχεῖν τῆς ἀποκειμένης μακαριότητος. Καὶ γὰρ τοσοῦτόν τις ἐκεῖ ὄψεται, ὅσον ἐνταῦθα πεπίστευκε καὶ τὰ ἐνταῦθα τῆς θεωρίας αἰνίγματα τὸ τῆς ἀλη θοῦς θεωρίας διαδέξεται κάλλος, υποχωρούσης μετά τὸν παρόντα βίον τῆς πίστεως δηλονότι καὶ τοῦ ἐσόπτρου, τούτου τοῦ σώματος ἡμῖν λυθέντος, καὶ πάλιν πρὸς τὸ βέλτιον ἀναλαμβανομένου. Ἐξ ὧν δῆλον καὶ τοὺς περὶ τὴν πίστιν ἐνταῦθα σφαλέντας, καὶ τῆς ἀληθοῦς περὶ Θεὸν ἀποτυχόντας γνώ σεως, μηδὲ τῆς ἐκεῖ θεωρίας ἐπιτυγχάνειν, ἀλλ᾽ ἀμυήτους ὑπάρχειν, καὶ μετὰ τῆς ἀριστερᾶς εἶναι μερίδος. Διὰ ταῦτα τὸ μὲν τῆς ἀρετῆς πρακτικόν, ὡς ἀτελέστερον, τῶν εἰσαγομένων φασί, τὸ δὲ θεωρητικόν ἔργον εἶναι τελείων. "Οθεν καὶ ὁ Κύριος πρὸς τὴν Μάρθαν τῷ πρακτικῷ ἀναλογοῦσαν εἶπε, Μάρθα, Μάρθα, μεριμνή; καὶ τυρβάζῃ περί πολλά. Ενὸς δέ ἐστι χρεία,· τοῦ περὶ τὸν τοῦ Θεοῦ Λόγου, ἀναστρέφεσθαι δηλονότι, καὶ αὐτὸν θεω ρεῖν. ι Μακάριοι ο γὰρ ο εἰ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν. Περὶ δὲ τῆς Μαρίας είρηκε, «Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξε λέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς.» ἀπὸ γὰρ τῆς θεωρίας ταύτης εἰς ἐκείνην τὴν μέλλουσαν χαρὰν καταντήσομεν, ἣν οὐδεὶς ἀφ᾽ ἡμων αἴρει, τῶν μὲν εἰκόνων τοῖς παραδείγμασι τῇ δὲ θεωρία τῆς πίστεως ὑποχωρησάτης. Χ, Τῶν εἰκόνων τοῖς παραδείγμασι. ὑποχωρησασῶν. τύπον 5): Ορα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει τύπου Σχή ματα γὰρ αὐτῷ δείξας ἐν τῷ ὄρει τινὰ, ἐκείνοις προσόμοια κατασκευάσαι προσέταξεν. Οὐκοῦν τόποι τῶν ἐπουρανίων τὰ παλαιά. ἀντίτυπα, ὑποδείγματα, αμυδρά δείγματα καὶ οἷον σκιαγραφήματα, παραδείγματα τὸ ὑπόδειγμα ὅτι καὶ τὸ ὑπόδειγμα ἓν ἦν ἀφ' ου αὐτὸν ἐδημιούργησε. παράδειγμα.
col. 649–650page 321 of 326
PG 152:649Εκείνην τὴν θεωρίαν ὑπὲρ νοῦν ἕνωσιν ὁ ἅγιος Διονύσιος φησι περὶ οὗ καὶ πρότερον εμνήσθη μεν, τουτέστι μείζω ἢ κατὰ τὴν δύναμιν τοῦ ἡμε τέρου νού. Ο γὰρ ἀνθρώπινος νους μεταβατικῶς δύναται νοεῖν. Καὶ γὰρ᾽ ἐξ ἄλλου εἰς ἄλλο μετα βαίνων, καὶ ἀφ' ἑτέρου εἰς ἕτερον, ὕστερον εἰς τὸ ζητούμενον συμπέρασμα καταντᾷ. Διὸ καὶ ἀτελῆ τὴν γνῶσιν ἔχει, ἅτε μὴ ἀμέσως, ἀλλὰ κατ' ὀλίγον εἰς τὴν τελείωσιν τοῦ νοήματος πορευόμενος. "Ος δὴ τρόπος τῆς νοήσεως ἡμῖν οὐκ ἔσται τότε· εἰ γὰρ ἔσται, ἐμοῦ μὲν ἀτελῆ τὴν μέλλουσαν χαρὰν καὶ εὐφροσύνην ἕξομεν. Οὐ γὰρ ἐκ τοῦ παραυτίκα καὶ ἀμέσως πλησθησόμεθα καθό πεφύκαμεν δέχεσθαι, ἀλλ' ἀεὶ τοῦ δυνατοῦ ἐλλιπεῖς ἐσόμεθα. Καὶ πῶς εἴρηται, ο Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται·, καὶ τάλιν, Χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου· ο δμοῦ δὲ καὶ λύπη τις ἔσται παραμεμιγ μένη τῇ εὐφροσύνῃ; Καὶ πῶς ἂν τοῦτο δύναιτο, ὅπου γε οὐδὲ τοὺς πονηρούς κολαζομένους ὑπὸ τῶν δι καίων ὁρᾶσθαι διδασκόμεθα, ἵνα μὴ τοῦτο συμ βαίνῃ; Καὶ πῶς καθεκάστην ευχόμεθα τους προαπελθόντας ἐκεῖ ταχθῆναι, ἔνθα οὐ λύπη, οὐ στεναγ μᾶς, ἀλλὰ ζωὴ ἀτελεύτητος; Οὐ γὰρ τοσοῦτον εὐφρανεῖ τὸ ληφθέν, ὅσον τὸ λειπόμενον ἀνιάσει. Καὶ εἰ τὸ μὴ τυγχάνειν τοῦ τέλους λύπην πανταχοῦ παρέχει, πῶς οὐ τοῦτο ἡμῖν αἴτιον ἔσται λύπης, καὶ μᾶλλον ὅσῳ καὶ τοῦ μεγίστου ἀποτευξόμεθα; Καὶ γὰρ ἀεὶ ἐπιθυμήσομεν τοῦ πλείονος, καὶ ἀεὶ ζητήσομεν· καὶ ἐν ὅσῳ οὐ τυγχάνομεν, ἀνιασόμεθα, καὶ τῆς ἀνίας οὐδέποτε παυσόμεθα. Ἐπεὶ καὶ ἡ ἔφεσις εἰς τὸ ἄπειρον προχωρήσει. Πρὸς δὲ καὶ οὐ δὲν ἔλαττον μετὰ πίστεως καὶ ἐλπίδος καὶ μετὰ τὸν παρόντα βίον ζησόμεθα. ᾿Αλλὰ μὴν πᾶσα ἔφεσις καὶ ἐλπὶς καὶ ζήτησις στήσεται, καὶ πᾶν ἡμῶν τὸ ἐπιθυμητικόν πληρωθήσεται τῆς τοῦ Θεοῦ θεωρίας, ἀντίτυπα τῶν ἀληθινών - Αρα ἐκεῖνά ἐστιν ἀληθινὰ, ταῦτα δὲ τύποι· καὶ γὰρ ὁ ναός οὕτω κατεσκεύαστο, ὥσπερ ὁ οὐρανὸς τοῦ οὐρανοῦ συνόμιλος 1. ὁ μακαρίτης, αντίσ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κεῖται ἐσφαγμένος ὑπόδειγμα καὶ σκιά

Chapter XCaput X

col. 651–652page 322 of 326
PG 152:651ἡ ἐπὶ μηδὲν ἕτερον ἑλκομένης λοιπὸν τῆς ἐπιθυμίας. Ώστε, καθό πέφυκεν ἡ ἀνθρωπίνη φύσις καὶ κατὰ τὸ δυνατὸν ἑκάστῳ, ἡ τοῦ Θεοῦ θεωρία ἐπι λάμψει ἡμῖν, καὶ κληρονόμος αὐτῆς ἕκαστος ἔσται ἐκ τοῦ παραυτίκα καὶ ἀμέσως, τῆς τελευταίας κρίσεως γενομένης. Τοῦτο γὰρ ἐστι, ὅπερ δ ἅγιος ὑπὲρ νοῦν ἔνωσιν καλεῖ, τὴν πρὸς τὸν Θεὸν ἄμεσον όμιλίαν, τουτέστιν, ὑπὲρ 8 δύναται ὁ ἀνθρώπινος νους· καὶ ὅπερ ὁ Παῦλος έλεγε πρόσωπον πρὸς πρόσωπον·; καὶ ὁ Εὐαγγελιστής Ιωάννης, ο Οψόμεθα αὐτὸν καθώς ἐστι. Ταύτην δὲ τὴν κατὰ νοῦν ἄῤῥητον ἔψιν καὶ θεωρίαν, τὴν τῶν δικαίων κληρονομίαν, ἣν ὁ μακάριος Διονύσιος ὑπὲρ νοῦν ἔνωσιν ο καλεῖ, ὁ μέγας Γρηγόριος ὁ Θεολόγος ο βασιλείαν οὐρανῶν ο τίθεται, δν καὶ πρότερον ἀπὸ τῶν ἐκτεθέντων τοῦτο καὶ μάλα φρονοῦντα ἐδείκνυμεν. Ἐν γὰρ τῷ ῥηθέντι λόγῳ διὰ τὴν πληγὴν τῆς χαλάζης, της μελλούσης και ταστάσεως μεμνημένος, καὶ τοὺς ἀκροατὰς ἐπὶ τὴν μνήμην προκαλούμενος τῶν μελλόντων διαδέξασθαι δικαίους καὶ ἀδίκους, ο Τίς συνήγορος ἐκεῖ, ο φησί, ο ποία σκέψις, τις ψευδῆς ἀπολογία, ποία πιθανότης έντεχνος, ἡνίκα θρόνοι προτίθενται, καὶ Παλαιὸς ἡμερῶν προκαθέζεται, καὶ βίβλοι διανοίγονται, καὶ ποταμὸς πυρὸς ἕλκεται καὶ τὸ φῶς ἔμε προσθεν καὶ τὸ σκότος ήτοιμασμένον· καὶ που ρεύονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, τῆς ἐν Χριστῷ νῦν κρυπτομένης, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως· ἣν ἤδη παρὰ τοῦ κρίνοντος αὐτοὺς Λόγου οἱ μὴ πιστεύον τις κατεκρίθησαν. Καὶ τοὺς μὲν τὸ φῶς διαδέχεται, καὶ ἡ τῆς ἁγίας καὶ βασιλικῆς θεωρία Τριάδος, έλα λαμπούσης τρανότερόν τε καὶ καθαρώτερον, καὶ ὅλης ὅλῳ νοῖ μιγνυμένης (ἣν δὴ καὶ μόνην μάλιστα βασιλείαν οὐρανῶν ἐγὼ τίθεμαι)· τοῖς δὲ μετὰ τῶν ἄλλων βασάνων, μᾶλλον δὲ πρὸ τῶν ἄλλων, τὸ ἀπεῤῥίφθαι Θεοῦ, καὶ ἡ ἐν τῷ συνειδότι αἰσχύνη πέρας οὐκ ἔχουσα.» Ἰδοὺ καὶ οὗτος τὴν τῶν ἁγίων κληρονομίαν τὴν τοῦ Θεοῦ θεωρίαν εἶναι διδάσκει καὶ ὅλον ὅλῳ τῷ νοὶ μίγνυσθαι, δ δὴ καὶ βασιλείαν οὐρανῶν ὀνομάζει. Οὐ μέντοι ἀπορεῖν δεῖ, πῶς ὀψόμεθα τὸν Θεὸν πρόσωπον πρὸς πρόσωπον, ο ὥς φησι Παῦλος· καὶ Ο Κύριος, ο Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτ τοὶ τὸν Θεὸν ὄψονται. ο Οψόμεθα μὲν γὰρ, ἀλλὰ καθὼς τῷ ἡμετέρῳ τῷ δυνατόν, κατὰ τὸ ἀνάλογον γνωστικόν. Νῦν μὲν γὰρ ἐν σκιαῖς καὶ ἐν αἰνίγμασι βλέπομεν, ἅπερ ὁ αὐτὸς Γρηγόριος ὁ Θεολόγος για Καὶ τὸ φῶς ἔμπροσθεν. 11, 3: Καὶ ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον· φῶς πυρός,
col. 653–654page 323 of 326
PG 152:653ρίσματα τοῦ Θεοῦ μετὰ Θεὸν ἔλεγεν ἐν τοῖς θεολογι τοῖς αὐτοῦ λόγοις ερμηνεύων δὲ καὶ τίνα τὰ γνωρίσματα ταῦτα, ἐπιφωνηματικῶς ἐπήγαγεν, Ὥσπερ αἱ καθ' ὑδάτων ἡλίου σκιαὶ καὶ εἰκόνες σαθραῖς ὄψεσι παραδεικνῦσαι τὸν ἥλιον, ἐπεὶ μὴ αὐτ τὸν προσβλέπειν οἷόν τε, τῷ ἀκραιφνεῖ τοῦ φωτὸς νικώντα τὴν αἴσθησιν·, τότε δὲ οὐκ ἐν σκιαῖς οὐδ᾽ ἐν αἰνιγμασιν, ἀλλ᾽ αὐτὸν τὸν Θεὸν, καθὼς οἱ ἅγιοι φασιν, οὐ τελείως τὴν οὐσίαν αὐτοῦ κατανοοῦντες, οὐ γὰρ ἔχομεν τὸ ἀνάλογον γνωστικών· ἡ γὰρ ἦμεν Θεοὶ κατ' αὐτὸν, ἄναρχοι καὶ ἄπειροι καὶ ἀπερίγραπτοι καὶ τέλειοι, γινώσκοντες αὐτὸν ὡς αὐτὸς ἑαυ τόν. Ἀλλ᾽ οὕτως ὀψόμεθα, ὥσπερ ὅταν τὸ ὄμμα πρὸς τὸν ἥλιον ἀνατείνωμεν, τὰς ἐν ταῖς ὕδασιν αὐ τοῦ σκιὰς ὑπερβάντες. Τότε μὲν γὰρ τὸν ἥλιον βλέ πειν εἴποιμεν ἂν ὀρθῶς· οὐ μὴν ἀκριβῶς αὐτὸν και τανοεῖν, οὔτε τὸ μέγεθος, οὔτε τὴν οὐσίαν, καὶ τὸ ὑποκείμενον τὸ δεκτικὸν τοῦ φωτός· οὔτε τὰ κατ' αὐτὸν πάντα, ἐξ ὧν σύνθετός ἐστιν· ὅμως λεγόμεθα βλέπειν τὸν ἥλιον. Καὶ τοῦτο μὲν ὡς παράδειγμα είληπται· ὅθεν οὐδὲ τὰ τούτου καὶ ἐπὶ Θεοῦ λαμβάνειν δεῖ πάντα, ἵνα μὴ πρὸς τοῖς ἄλλοις καὶ περί γραπτὸν τὸν Θεὸν φαντασθῶμεν. Μακάριοι τοίνυν ἐσόμεθα, ὅτι ὅ οὐ βλέπομεν, ἀναμφιβόλως πιστεύομεν. Διὰ γὰρ τῆς πίστεως ἐπὶ τὴν ἄῤῥητον τῆς ἁγίας Τριάδος καταντήσομεν θεω ρίαν, καὶ τὸν Θεὸν ὀψόμεθα, κατὰ τὴν τοῦ Σωτῆρος ὑπόσχεσιν· ὅτι αὐτὸν ἔχοντες τὸ ἔσχατον ἀγαθὸν, οὐ δεησόμεθα τινός· ἀλλὰ πλησθησόμεθα ζωῆς αἰωνίου καὶ χαρᾶς καὶ ἀγαλλιάσεως, καθὸ πέφυκεν ἕκαστος, κατὰ τὴν ἀναλογίαν πίστεως καὶ τοῦ καμάτου αὐτ τῶν· καὶ γὰρ μονάς πολλὰς παρὰ τῷ Θεῷ ἡκούσα μεν εἶναι· μὴ κατ' ὀλίγων τὸ δυνατὸν ἡμῖν λαμβάνοντες, ἀτελῆ καὶ μετὰ λύπης τὴν αἰωνίαν ἐκείνην θεωρίαν τοῦ Θεοῦ καὶ ἀπόλαυσιν ἔχωμεν, καὶ μετ' ἐλπίδος καὶ ἐφέσεως κἀκεῖ ζήσωμεν· καὶ τότε συμ βήσεται ἡμῖν ἔχουσιν αὐτὸν τὸν Θεὸν, οὗ γενομένοις πάσης θεωρίας ἀνάπαυσις, ὅπερ ὁ Προφήτης φησίν, . Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.» ΕΠΙΛΟΓΟΣ. Ἵνα τοίνυν ἐπὶ τὸ ἐλπιζόμενον καταντήσωμεν ἀγαθὸν, ὀφείλομεν πιστεύειν καὶ βεβαίως κατέχειν τὰ δόγματα τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας, ἣν μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν ὁμολογοῦμεν. ὅσα περὶ τοῦ ἑνὸς καὶ τρισυποστάτου Θεοῦ κηρύττει· ὅτα τε περὶ τῆς οἰκονομίας καὶ τῆς μελλούσης ἀναστάσεως διδάσκει· καὶ πάντα φυλάττειν ὑγιῶς καὶ γνησίως, μήτε κατὰ τὴν πίστιν, μήτε κατὰ τὴν πολιτείαν χωλεύοντας. Πρὸς μὲν γὰρ τὸν ἀπὸ μόνης τῆς πίστεως θαῤῥοῦντα τῆς αἰωνίου ζωῆς ἐπιτυχεῖν ὁ Κύριος εἴρηκεν, ε Οὐ πᾶς ὁ λέγων μου, Κύριε, ΙΙ, τι
col. 655–656page 324 of 326
PG 152:655καὶ, ι Τί με λέγετε Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω ὑμῖν; ο πρὸς δὲ τὸν ἀπὸ μόνων τῶν ἔργων ἐλπίζοντα ὁ ᾿Απόστολος εἶπεν, ο "Ανευ πίστεως Θεῷ ἀρέσαι ἀδύνατον· ν καὶ ἔργα ἄνευ πίστεως νεκρά εἰσιν, ὡς πίστις χωρὶς ἔργων. Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν κ με Εἰσὶ δὲ καὶ τινες ἀσεβεῖς, ἢ καὶ αἱρετικοί, πρὸς οὖς πολλάκις τὰ μέλλοντα κατά τινα οικονομίαν παρά τοῦ Θεοῦ ἀποκαλύπτονται, ὡς ἀπὸ τῶν ἱστοριῶν τοῦτο δῆλον· ὥσπερ καὶ ὁ Καϊάφας περὶ τοῦ Χρισ στοῦ, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν, ὡς ὁ Εὐαγγελιστής φησίν, Οτι συμφέρει ἕνα ἄνθρωπον ὑπὲρ τοῦ λαοῦ ἀπολέσθαι. Οὐ μὴν ἀλλὰ καὶ ἐν τῷ ὀνόματι τοῦ Θεοῦ θαύματα ποιοῦσιν ἔστιν ὅτε· καὶ ὅμως τούτου οὕτως ἔχοντος, οὐδὲν ἧττον πόῤῥω τοῦ Θεοῦ εἰσι. Περὶ αὐτῶν γὰρ ὁ Κύ ριος είρηκεν, ο Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πολλοὶ ἐροῦσι μοι, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ δαιμόνια εξεβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσ σαμεν; καὶ τότε ὁμολογήσω αὐτοῖς, Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οἱ ἐργάται τῆς ἀνο μίας·, οὓς δὴ καὶ ἐκφεύγειν παραινεί, ο Προσ έχετε, ο λέγων, ο ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες έρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. • "Οθεν τους τοιούτους πρώτ τον μὲν ἀπὸ τῆς πίστεως, εἶτα ἀπὸ τῆς πολιτείας ἐξετάζειν δεῖ.. Ἀπὸ γὰρ τῶν καρπῶν αὐτῶν, ο φησίν, ο ἐπιγνώσεσθε αὐτούς.» Καρπὸς δὲ οἰκεῖος μάλιστα ἀνθρώπῳ τὰ τῆς ψυχῆς νοήματα, ὧν φανε ρουμένων γινώσκεται, εἴτε τῇ τῶν Χριστιανῶν ἀλη θινῇ συμφωνεῖ πίστει, εἴτε καὶ μή. Καὶ κατὰ τὴν πολιτείαν δὲ, εἰ ὑποκρίνονται καὶ ἐξαπατῶσιν, ἀλλὰ μετ᾿ ὀλίγον ἐξελέγχονται. το Οσα μὲν οὖν παρὰ τῆς ἁγίας Γραφῆς καὶ τῶν ἁγίων καὶ διδασκάλων τῆς τοῦ Θεοῦ Ἐκκλησίας περί τῆς ὑγιοὺς τῶν Χριστιανῶν πίστεως διδασκόμεθα, ταῦτά ἐστιν ἦν καὶ καρδίᾳ πιστεύειν ὀφείλομεν εἰς δικαιοσύνην, καὶ στόματι ὁμολογεῖν εἰς σωτηρίαν, ὡς ὁ διδάσκαλος τῶν ἐθνῶν ἀπεφήνατο. • Ταύτην ο γὰρ ἐὰν μή τις πιστῶς πιστεύσῃ, σωθῆναι οὐ δύνα ται, ν ὡς ὁ μέγας Αθανάσιος ἐν τῇ πρὸς Ἰού Ὡς ὁ μέγας ᾿Αθανάσιος. Πρώτος καὶ μόνος, ἢ κομιδή σὺν ὀλίγοις ἀποτολμᾷ τὴν ἀλήθειαν σαφῶς οὕτωοὶ καὶ διαῤῥήδην, τῶν τριῶν μίαν θεότητα καὶ οὐσίαν ἐγγράφως ὁμολογήσας
col. 657–658page 325 of 326
PG 152:657λιον πάπαν 'Ρώμης τῆς πίστεως ὁμολογία προσέθηκεν· ἧς δὴ καὶ Γρηγόριος ὁ Θεολόγος ἐν τῷ εἰς σεβάσμιον· τὸ γὰρ δὴ λέγειν ὅτι τοῦ κατὰ τὸν ἄνθρωπον νοουμένου μείζων εστί. ἀληθὲς μὲν, οὐ μέγα 63 τι γὰρ θαυμαστὸν, εἰ μείζων ἀνθρώπου Θεός. ἀπηλλοτρίωσαν τὸ Πνεῦμα τὸ ἅγιον ὑπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· ἀλλὰ μᾶλλον συνεδόξαζον αὐτὸ τῷ Πατρὶ καὶ τῷ Υἱῷ· ἐν τῇ μιᾷ τῆς ἁγίας Τριάδος πίστει, διὰ τὸ καὶ μίαν εἶναι τὴν ἐν τῇ ἁγίᾳ Τριάδι ἅγιον ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορευτών. Παρὰ Πατρὸς καὶ Υἱοῦ ἐκπορευόμενον, μέγας τῆς Ἐκκλησίας στῦλος ὁ θεῖος, τῷ ὄντι καὶ ἱερὸς ᾿Αθανάσιος ἐν τῇ ὁμολογίᾳ τῆς ἑαυτοῦ πιο στεως, ἣν ἐξέθετο προς Λιβέριον πάπαν, ἧς ἡ ἀρχή, «Οστις ἂν βούλητα: σωθῆναι, ο Τὸ Πνεῦμα τὸ ἅγιον, φησὶν, ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, οὐ ποιητὸν, οὐ κτιστὸν, οὐδὲ γεννητόν, ἀλλ᾽ ἐκπορευτών· Εἰ εἰπεῖν; οὐκ ἔστιν ἅγιος οὗτος καὶ τῆς Ἐκκλησίας διδάσκαλος ὑπόστασις εἰ πρόσωπον. οὐ μεγέθει τινὶ ἢ χρόνῳ, ἀλλὰ διὰ τὴν ἐξ Πλὴν ὅτι καὶ ἐν τῷ εἰπεῖν, Μείζων ἐστὶν, ἔδειξε πάλιν τῆς οὐσίας τὴν ἰδιότητα Η δῆλον ὅτι τὸ μεῖζον μὲν ἔστι τῆς αἰτίας, τὸ δὲ ἴσον τῆς φύσεως· καὶ τοῦτο ὑπὸ πολλῆς εὐγνωμοσύνης ὁμολογούμεν ἡμεῖς· τάχα δ᾽ ἂν εἴποι τις ἄλλος τῷ ἡμετέρῳ λόγῳ προσφιλονεικών, μὴ ἔλατ τον εἶναι τὸ ἐκ το αὐτῆς αἰτίας εἶναι τοῦ ἀναι. τίνου, τῆς τε γὰρ τοῦ ἀνάρχου δόξης μετέχοι αν, ὅτι ἐκ τοῦ ἀνάρχου και πρόσεστι ἡ γέννησις πράγμα τοσοῦτο τοῖς γε νοῦν ἔχουσι, καὶ οὕτω
col. 659–660page 326 of 326
PG 152:659αὐτὸν ἐγκωμίῳ μνησθείς, ο Μόνος ἐκεῖνος, ο φησίν, › • ἢ κομιδῇ σὺν ὀλίγοις, ἀπετόλμησε τὴν ἀλήθειαν ἐγγράφως ὁμολογῆσαι·, ταύτην λέγων ἀλήθειαν, τὴν πρὸς ἐκεῖνον γραφεῖσαν ὁμολογίαν. Περὶ δὲ ταύτης τῆς πίστεως ἡμῶν καὶ ἡμεῖς τὰ συμπληροῦντα αὐτὴν ἀναγκαιότατα κεφάλαια ἐν επιτομῇ συνεγράψαμεν, ἅπερ αὐτὸς μὲν, ὦ φίλος, παρ' ἡμῶν ἐζήτησας· ἤδη δὲ ἔχεις τῶν ζητηθέντων ἀπόδεσιν, εἰ καὶ μὴ γενναίως καὶ ἀρκούντως, ἀλλὰ κατὰ τὴν ἡμετέραν δύναμιν, καθόσον ὁ Θεὸς ἐγαρί σατο δηλονότι τῇ παρ' ἐμοῦ περὶ τὴν ἀνάγνωσιν μικρά σπουδῇ τὴν χορηγίαν ἐπιμετρήσας. Καὶ αὐτὰ δὲ ταῦτα οὐκ ἂν εἶπον, δ᾽ καὶ ἀρχόμενος ἔλεγον, εἰ μὴ βεβαίως ήπιστάμην παρὰ τῶν ἁγίων κηρυττό η μενα, καὶ τὰς μαρτυρίας ἐξ αὐτῶν εἶχον προτιθέναι. Αεὶ μὲν γὰρ ταύτην ἐπὶ πάντων τὴν συνήθειαν ἔχω, τοῖς προηγησαμένοις καὶ ἀρίστοις ἕπεσθαι, ἐξαιρέτως δὲ ἐπὶ τῶν θείων ἐμαυτῷ τὴν συνήθειαν ταύτην φυλάττεσθαι βούλομαι, μηδὲν φρονεῖν, μηδὲν λέγειν ὅπερ οὐ δοκεῖ τῇ Γραφῇ καὶ τοῖς μαθητευθεῖσιν ὑπὸ τοῦ ἁγίου Πνεύματος, τοῖς διδασκάλοις τῆς Ἐκκλησίας· μηδὲν γράφειν, οὗ μὴ ἔχω φανεράν καὶ βεβαίαν τὴν μαρτυρίαν παρὰ τῆς ἁγίας τοῦ Θεοῦ Γραφῆς καὶ τῶν ταύτης ἐξηγητῶν, οὓς ἡ Ἐκκλησία τοῦ Θεοῦ καὶ ἐπήνεσε καὶ ἐδόξασεν. Ο καὶ ἀπὸ τῶν ἐκτεθέντων δῆλόν ἐστι, καὶ γινώσκεται καθαρῶς, εἴ τις μόνον ἀδόλως καὶ ἀπ᾿ ὀρθῆς κρίσεως τὰ γε γραμμένα ἐπέλθοι. Απ' ἐμαυτοῦ γὰρ οὐδὲν εἰσήνεγ και πάντως· τοῦτο δὲ μόνον, ὅτι τὰ τοῖς ἁγίοις ἐν διαφόροις ρηθέντα τόποις, αὐτὸς ἐνταῦθα συνῆψα πρὸς τὴν τῶν λεγομένων βεβαίωσιν καὶ ἀλήθειαν. Καίτοι οὐδὲ τοῦτ᾽ ἂν ἐποίουν, εἰ μὴ παρὰ σοῦ τοῦτ' ἀπῃτούμην· οὐδέ γε, εἴπερ ἦν σοι καὶ σχολὴ καὶ βιβλία και τις δύναμις λόγου ταῦτα συλλέγειν σπου ράδην κείμενα, καὶ συμπερασματικῶς τῇ διανοία ἐναποτιθέναι· ἵνα μὴ δόξωμεν ὑπερηφάνως ἐλθεῖν ἐπὶ τὸ ταῦτα συγγράφειν, καὶ τὴν τοῦ διαβόλου να σον νοσεῖν, ἣν καὶ μέχρι τοῦ δοκεῖν ἀποῤῥιπτέον. Ὅμοιον οὖν τι πεποίηκα, ὥσπερ ἂν εἴ τις τὴν ὁμολογίαν τῆς πίστεως ἡμῶν λαβών, λέγω δὲ τὸ, Πιστεύω εἰς ἕνα Θεόν, ο καὶ τὰ ἑξῆς, τόδε μὲν, εἶπεν, ἐκ ταύτης συνίσταται τῆς γραφικῆς ῥήσεως, τὸ δὲ ἐξ ἑτέρας, καὶ ἄλλο ἐξ ἄλλης, καὶ περὶ πάντων οι ἐπιγραφὴν ώρα. λόγια, "Αγιον μὲν καὶ διδάσκαλον ἔχω· πλην ἀμφιβάλλω μὴ εἶναι τὴν ῥῆσιν ταύτην γνησία, αὐτοῦ
Page scan enlarged

Notebook

Full View