PG 161Bessarion of Nicaea
On the Procession of the Holy Spirit
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 321–322page 1 of 43
PG 161:321ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΚΑΡΔΙΝΑΛΕΩΣ ΚΥΡΟΥ ΒΗΣΣΑΡΙΩΝΟΣ ΠΡΟΣ ΑΛΕΞΙΟΝ ΛΑΣΚΑΡΙΝ ΤΟΝ ΦΙΛΑΝΘΡΩΠΙΝΟΝ ΠΕΡΙ ΤΗΣ ΕΚΠΟΡΕΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. Σὺ μὲν οὐ τὰ ἀνθρώπινα μόνον, ἀλλὰ καὶ τὰ θεῖα σοφὸς ὤν, καὶ μέγα ἐντρύφημα τοὺς λόγους ποιούμενος καὶ τὴν τῶν θείων μάλιστα μελέτην Γραφών, οὐ παύῃ αὐτός τε καθ᾿ ἑαυτὸν ἀνερευνῶν τὴν ἐν τῇ πίστει ἀλήθειαν καὶ ἡμᾶς ἐπὶ τοῦτο παρακαλῶν, καὶ τῆς ἐξετάσεως ταύτης καὶ ἱερᾶς ἐρεύνης συλλήπτορας συμπαραλαμβάνων· ἐγὼ δὲ ῥαθυμίας τε κατεχόμενος, καὶ ἅμα ἡδέως ἀπαλλαγεὶς τοῦ πόνου τοῦ περὶ τούτων, διὰ τὸ πρὸς ἀνθρώπους τὸν λόγον πολ λάκις ποιήσασθαι τῇ σφετέρα φιλονεικία μᾶλλον καὶ ἀμαθείᾳ ἢ τῇ ἀληθείᾳ χαριζομένους, ἄκων αὖθις εἰς τὸν περὶ τούτων ἀγῶνα εἴσειμι· καίτοι πρὸς σὲ εὐγνώμονα καὶ σοφὸν ἀκροατὴν τοὺς λόγου; μέλι λων ποιήσεσθαι· εν πέπεισμαι μὴ πείρας ἕνεκα μᾶλλον ἢ τοῦ περὶ τὴν ἀλήθειαν ἔρωτος ταῦτα παρ' ἐμοῦ ἀπαιτοῦντα. "Αλλως τε καὶ οἴομαι ἀρκεῖν ἁπλῶς αὐτὸ τὸ τῆς ἁγίας συνόδου ἀξίωμα πρὸς πειθώ· καὶ τὸ παρ' αὐτῆς συμπερανθεν εὐγνωμόνως προσδέξασθαι ἄνευ τινὸς ἀντιλογίας ή δισταγμοῦ, ἐκείνό γε εἰδότα, ὡς ἐν τοσούτων ἀνδρῶν συνελεύσει οὕτω μὲν σου φίᾳ, οὕτω δὲ κεκοσμημένων ἀρετῇ τε καὶ γνώσει, ὧν ἐν μέσῳ τὸν Θεὸν πιστεύειν ἀνάγκη παρεῖναι, τὴν ἀλήθειαν διαλαθεῖν ἀδύνατον εἶναι. Έπειτα δὲ καὶ ἄλλοτε μέμνημαι οὐ μικράν τινα συνθεὶς σοὶ ἐπιστολὴν, ἱκανῶς τούτων ἁπάντων έφα πτομένην, τό τε πρόβλημα συνιστώσαν αὐτὸ καθ᾽ αὑτὸ, τὸ τὸ Πνεῦμα τὸ ἅγιον δηλαδὴ ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπορεύεσθαι, τά τε φαινόμενα τούτῳ τῷ συμπεράσματι ἔπεσθαι ἄτοπα διαλύουσαν. Ὡς μὴ δεῖν ἔτι λό γων πλειόνων, καὶ ταῦτά γέ σοι, ἀνδρῶν ἄριστε, του σαύτην ἔχοντι πεῖραν ἐν τοῖς τοιούτοις, ὡς καὶ ἀπὸ μικράς τινος ἀφορμῆς πολλά τε καὶ μεγάλα κατά νοήσαι δύνασθαι.
col. 323–324page 2 of 43
PG 161:323Επειδ' ὅμως καί τι πλεῖον αἰτεῖς παρ' ἡμῶν, οὐ διὰ σαυτὸν ἴσως, ἀλλὰ διὰ τοὺς φιλονείκω; ἐναντιουμένους τῇ ἀληθείᾳ, ἡμεῖς ἅμα μὲν διὰ τὸ ὀφείλειν ἀπο διδόναι λόγον περὶ τῆς ἐν ἡμῖν πίστεως παντὶ τῷ αἰτοῦντι, κατὰ τὸν θεῖον Απόστολον, ἅμα δὲ καὶ τῷ φιλικῷ καθήκοντι χαριζόμενοι τοῖς σοῖ; εἴκομεν νεύμασι· καί σοι πρῶτον μὲν τὰς τῶν ἁγίων Πατέ ρων καὶ διδασκάλων τῶν Δυτικῶν πέμπομεν ῥήσεις, αἱ σαφῶς ούτωσὶ ἐκ Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον ἐκε πορεύεσθαι λέγουσι Πνεῦμα, καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἔχειν ἑαυτοῦ μίαν ἀρχὴν καὶ αἰτίαν. Ων πολύ λῶν οὐσῶν, καὶ πᾶσι βιβλίοις αὐτῶν ἐγκατεσπαρ μένων, ὀλίγας ἡμεῖς σοι πεπόμφαμεν, τοῦ αὐτοῦ τύπου καὶ τῆς αὐτῆς ἀγωγῆς καὶ τῶν ἄλλων οὐσῶν ἀπασῶν. Επειτα δὲ λόγον τινὰ ἡμέτερον, ᾧ Δογματικός, ἢ Περὶ ἑνώσεως, ἡ ἐπιγραφή, ἐδοκιμάσαμεν πέμψας σοι· ὃν μικρὸν πρὸ τῆς ἁγίας ἐνώσεως ἐκδεδώκαμεν, ὥσπερ τινὰ τελευταίαν τῆς ἐμῆς διανοίας καὶ γνώ μης ἀπόφασιν. Ον τῷ τε κρατίστῳ βασιλεῖ καὶ τῷ ἱερῷ ἡμῶν πατριάρχῃ ἐπ' ὄψει πάντων τῶν ἡμετέρων ἐπέδωκα, ἡνίκα τὸ τελευταῖον σκεπτόμενοι καθ' αὐτοὺς, τὰς ἑκάστων γνώμας ἀνηρευνῶμεν. Ἐν ᾧ ὡς ἐνὸν ἐξ αὐτῶν τῶν ᾿Ανατολικῶν Πατέρων καὶ διδασκάλων μηδὲν τοῖς Ἑσπερίοις προσχρώμενος, τὸ προκείμενον δείκνυμι πρόβλημα, ὂν ὡς σοβ τε μάλιστα πάντων, καὶ εἴ τις άλλες εὐγνωμόνως ἀκούσεται, οὐ μικρᾶς ὠφελείας ἐσόμενον αἴτιον, τῇ σε λαμπρότητι πέπομφα, μεγαλοπρεπέστατε καὶ πάντα ἄριστε ἄνερ. Ἐπειδ᾽ ἐν τούτοις οὐδὲν ἐν τῷ παρόντι πεπονήκα μεν· προϋπῆρχον γὰρ ἡμῖν γεγραμμένα· διὰ τὴν σὴν δὲ τανῦν ἀγάπην μικρόν τι προσεθέμην πονῆ σαι παρὰ ταῦτα, καί τι πλέον ἐκθεῖναι σὴν χάριν ἐκρίναμεν. "Οθεν ἐπιτροχάδην ὅπως τε τὰ τῆς καθ' ἡμᾶς ἔσχε συνόδου καὶ τῆς ἁγίας ἑνώσεως τῇ σῇ λαμπρότητι διηγήσομαι· καί τινας λόγους προς θεὶς, οἷς ἂν τις ἔτι μᾶλλον ὑπὲρ τοῦ δόγματος τού του πεισθείη, οὕτω καταπαύσω τὸν λόγον. Πρὸ δὲ τοῦ περὶ τούτων εἰπεῖν, μικρόν μέν τι, λόγου δὲ ὅμως ἄξιον οὐ μικροῦ, προσθήσω τοῖς προοιμίοις, ὅπερ τῷ προειρημένῳ μοι δογματικῷ λόγῳ ἐλλείπει, τοῦτο ἐνταῦθα ἀναπληρώσας. Ἐν γὰρ τῷ λόγῳ τούτῳ, ἐκ μόνων τῶν ἐξ Έψας ἁγίων τὴν τοῦ προβλήματος τούτου ἀλήθειαν δείξει προθέμενος, ἔν τι ῥητὸν τοῦ θείου Πατρὸς ἡμῶν Βασιλείου, πάντων τῶν ἄλλων ἀντάξιον, παραλέλοι πα, διὰ τὸ ὅπως οὖν ἀμφιβάλλεσθαι, οὐχ ὅτι καὶ ἐγὼ περὶ τούτου ἐδίσταζον, οὐδαμῶς· ἀλλ᾿ ὅτι παρὰ τοῖς πολλοῖς ἡμφιβάλλετο, ἀμφιβόλῳ χρήσασθαι οὐκ ἠθέλησα. Τοῦτο δ᾽ ἐστὶν, ᾧ ἐν τῷ τρίτῳ τῶν κατ' Ευνομίου πυρπνόων ἑαυτοῦ λόγων ὁ μάκαρ ἐκεῖνος ἐχρήσατο, λέγων
col. 325–326page 3 of 43
PG 161:325Τις γὰρ ἀνάγκη, εἰ τῇ τάξει καὶ τῷ ἀξιώματι τρίτον ὑπάρχει τὸ Πνεῦμα, τρίτον εἶναι αὐτὸ καὶ τῇ φύσει; Αξιώματι μὲν γὰρ δευτερεύειν τοῦ Υἱοῦ, παρ' αὐτοῦ τὸ εἶναι ἔχον, καὶ παρ᾽ αὐτοῦ λαμβάνου καὶ ἀναγγέλλον ἡμῖν, καὶ ὅλως ἐκείνης τῆς αἰτίας ἐξημμένον, παραδίδωσιν ὁ τῆς εὐσεβείας λόγος. Τοῦτο οὖν παραλελοίπαμεν ἐν τῷ λόγῳ. Οὕτω δ' ἐγὼ πιστεύω τοῦτο γνήσιον εἶναι τοῦ μάκαρος Βα σιλείου, ὥσπερ καὶ τοὺς ἄλλους κατ' Ευνομίου λό γους αὐτοῦ. Οἷς δ' ἐμαυτὸν λόγοις πείθω, ἀκούοις ἂν καὶ αὐτός. Πρῶτον μὲν ἐν τῇ συνόδῳ ταύτῃ πέντε βιβλίων εὑρεθέντων, μᾶλλον δὲ ἐξ, τῶν μὲν τεττάρων μεμβρά νων καὶ παλαιοτάτων, τῶν δὲ δύο βαμβακηνῶν, ὧν τὰ μὲν τρία τοῦ Μιτυλήνης ἀρχιεπισκόπου ἦσαν, τὸ δὲ τέταρτον τῶν Λατίνων· τῶν δὲ δύο βαμβακηνῶν τὸ μὲν ἐν τοῦ κραταιοῦ βασιλέως ἡμῶν, τὸ δ᾽ ἄλλο τοῦ ἱεροῦ πατριάρχου, ὁ ἐκ τῆς μονῆς τῶν Ξανθου πούλων λαβὼν ἐπηγάγετο· τούτων οὖν τῶν ἐξ τὰ πέντε οὕτως εἶχον τὴν ῥῆσιν, ὡς ἐγὼ νῦν ἐξέθηκα, δηλαδὴ παρ' αὐτοῦ τὸ εἶναι ἔχον, καὶ ἐκείνης τῆς αἰτίας, ήγουν τῆς τοῦ Υἱοῦ, ἐξημμένον τὸ Πνεῦμα τὸ ἅγιον, λέγοντα· τὸ δὲ ἐν μόνον, τὸ τοῦ πατριάρ που δηλαδή, είχεν ἑτέρως, τινός περικόψαντος τὸ ῥητὸν, καὶ τὰ μὲν προσθέντος, τὰ δ' ἀφελόντος. Έπειτα μετὰ τὴν γενομένην ἁγίαν σύνοδον καὶ τὴν εἰς Κωνσταντινούπολιν ἡμῶν ἐπάνοδον, προθέμενος τὰ τῶν ἱερῶν ἐκείνων μονῶν βιβλία πάντα σχεδὸν ἀνιχνεῦσαι, ὅσα μὲν νεώτερα καὶ μετὰ τὴν πολλὴν ἔριν γεγραμμένα εὗρον, πάντα περιεχομ μένον εὗρον ἔχοντα τὸ ῥητόν· ὅσα δ' ἀρχαιοτέρας χειρὸς ἦσαν, καὶ πρὸ τῆς μάχης τῆς κατ' ἀλλήλων, ταῦτα δὲ ὑγιῆ καὶ ὁλόκληρα μένουσιν οὐκ ἐλάττω τῶν ἐφθαρμένων ὑπάρχοντα. Ἐν οἷς και τι θρήνου καὶ θαύματος ἄξιον εὗρον θαύματος μὲν, εἴ τις ἑκὼν τὸ ψεῦδος ἀσπάζεται, αὐτὸς αὐτὸ πλάττων, καὶ ταῦτα μετὰ τοῦ τὴν ἀλή θειαν φθείρειν, καίτοι τοῦ νοῦ τὴν ἀλήθειαν ἀντι κείμενον ἔχοντος· θρήνου δὲ, ὅτι τινὲς εἰσὶν οὕτως ἀμελοῦντες τῆς ἀληθείας τῆς πίστεως; ἧς ἄνευ αντ θρωπον σωθῆναι ἀδύνατον, ὡς μὴ μόνον περὶ τὴν εὕρεσιν αὐτῆς ἀμελεῖν, ἀλλὰ καὶ φανερῶς ἐκκειμέν την ἐπικαλύπτειν τε καὶ συγχεῖν καὶ ἀνατρέπειν πειρᾶσθαι. Τοῦτο δὲ τοιοῦτον ἦν. Μετὰ τῶν ἄλλων εὗρον κἀν τῇ μονῇ τοῦ Σωτῆρος Χριστοῦ τοῦ Παντεπόπτου δύο βιβλία τοῦ τρισμάκαρος Βασιλείου· τὸ μὲν μέμ βρανον παλαιότατον ἔκ γε τῆς ὄψεως· ὅσον δὲ χρό του οὐκ οἶδα, διὰ τὸ μὴ γεγράφθαι τὸ ἔτος ἐκεῖ· τὸ δέ γε βαμβάκηνον πρὸ χρόνων γεγραμμένον τριακο Σημ. ὦ τῆς ἀνοχῆς σου, Χριστέ βασι λεῦ! πῶς οὐκ ἐμαράνθησαν αἱ χεῖρες τοῦ ἀσυνειδό του τε καὶ τολμηροῦ ἐκείνου ἀνδρός;
col. 327–328page 4 of 43
PG 161:327σίων. Ενεγέγραπτο γὰρ ἐν τῷ τέλει χρόνος, ἀφ' οὗ τοῦτο ῥᾷστα συλλογίσασθαι ἔνεστι. Καὶ τὰ βιο βλία μένουσιν ἔτι, εἰ μή που μετὰ τὴν παρ' ἐμοῦ ἀνάδειξιν ἠφάνισται παρὰ τῶν πάντα ῥᾳδίως κατά τῆς ἑαυτῶν σωτηρίας μηχανωμένων ταῦτα καὶ ἄμφω ὡς ἡμεῖς ἐξεθέμεθα τὴν τοῦ διδασκάλου ῥῆσιν εἶχον ἐγγεγραμμένα. Ανὴρ δέ τις τολμηρᾶς μὲν ψυ χῆς, χειρὸς δὲ τολμηροτέρας, κατὰ μὲν τοῦ μεμβρά νου σιδήρῳ χρησάμενος ἀπέξεσε τὴν ἀλήθειαν· οὐδὲν δ' ὅμως αὐτῷ προύργου ἀπήντηκεν. Ο τε γὰρ τόπος κενὸς ὢν, αἵ τε τῶν συλλαβῶν ἡμίσεις ἔτι φαινόμεναι, τό τε τόλμημα ἐκείνου ἐλέγχουσι, τήν τε ἀλή θειαν οὐδὲν ἧττον σαφῶς παριστῶσι. Κατὰ δὲ τοῦ ἑτέρου βιβλίου μέλαν ἐπιχέας ἐκάλυψε τοῦτο τὸ μέσ ρος τοῦ ῥητοῦ πᾶν, ὅ φησι, παρ' αὐτοῦ τὸ εἶναι ἔχον, καὶ ὅλως ἐκείνης τῆς αἰτίας ἐξημμένον. ᾿Αλλὰ χρόν νῳ ὕστερον τοῦ σοφοῦ Κυδώνη ἐκείνου τὴν βίβλον εἰς χεῖρας λαβόντος, τὸ ῥητὸν πάλιν ὑγιὲς ἀπεδόθη. Αὐτὸς γὰρ οἰκε!ᾳ χειρὶ τό τε ῥητὸν ἐν τῷ βιβλίῳ ολόκληρον προσπαρέγραψεν, ρεσί τε ἀξίως ἔπλυνε τὸν τοῦτο τετολμηκότα. β Εἰς τοσαύτην ἀπόνοιαν καὶ σκότος καὶ ἄγνοιαν ἢ Ερις ἡμετέρους ἀπέωσεν. Εἶτα λέγειν τολμῶσιν, ὡς Λατίνοι καὶ Βέκκος τὰς βίβλους ἐνόθευσε· καίτοι τοσοῦτον ἔχοντος τοῦ ῥητοῦ τούτου κάλλος, καὶ μετὰ τοσαύτης εύγλωττίας καὶ στρογγυλότητος ἀπηγγελμένου, καὶ χάριτος 'Αττικῆς, ὡς μὴ Λατίνους μόνον μὴ δύνασθαί ποτε τοιοῦτόν τι καὶ μετὰ τοσαύτης χά ριτος Ελληνικῶς τι συγγράψαι, οἷς ἢ πάτριος γλῶσσα, καὶ τὰ διάφορα σχήματά τε καὶ μέθοδοι, ἐμποδὼν τοῦ μετὰ χάριτος ἐκδοῦναι τινα εἰς τὴν ἡμετέραν φωνήν· ὥσπερ ἐκ τοῦ ἐναντίου Ἕλλησιν ἀδύνατον Λατινικῶς τι μετὰ τῆς ἴσης Λατίνοις χά ριτος συγγράψασθαι, κἂν ἐφ᾽ ὁπόσην ἑκάτεροι τὴν ἀλλήλων ἀσκήσαιεν γλώτταν. Καὶ τούτου μάρτυς αὐτὸς ἀξιόπιστος, συνιεὶς μὲν τὴν Λατίνων φωνήν σχεδὸν ὡς ἄλλος τῶν πολλὰ μεμοχθηκότων ἐν αὐτῇ Λατίνων, συγγράψασθαι δὲ ὅμως οὐδὲν ὅ τε καὶ ἄξιον λόγου δυνάμενος. Οὐ Λατίνους οὖν μόνον, ὡς εἴρηται, τὸ ῥητὸν τοῦτο μετὰ τοσαύτης έκδοῦναι χάριτος οὐκ ἦν δυνατόν, ἀλλ' οὐδ᾽ Ἑλλήνων οὐδενὶ πλὴν αὐτοῦ Βασιλείου. Εκείνου γὰρ ἡ εἰκών, ἐκείνου τῆς γρα φῆς τοῦτο τὸ εἶδος. Εἴ τις δεινὸς λόγων κρίνειν ἰδέας, οἶδεν ὁ λέγω· ἄλλως τε τοῦ Βέκκου χθὲς καὶ πρό τρίτα γεγονότος, αἱ βίβλοι πολλῷ τούτων παλαιότε ραι οὖσαι, λόγον ἄλλως ὄντα, καὶ ματαίαν κατα φυγήν, τὸν λόγον τοῦτον ἐλέγχουσιν. Ἔτι δὲ καὶ ἑτέρωθεν τοῦτο πιστώσεις᾽ ἄν τις. ᾿Ανὴρ παρὰ Λατίνοις σὺν ἄλλοις πολλοῖς γέγονε μετ γάλης σοφίας, Ούγων καλούμενος παλαιότατός τε καὶ χρόνῳ πολλῷ φθάσας ἡμᾶς· παρῆλθον γὰρ ἐγε γὺς τριακοσίων ἐνιαυτῶν ἐξ οὗ γέγονεν. Οὗτος περὶ τῆς τοῦ ἁγίου Πνεύματος εκπορεύσεως συγγραψάμενος, τῷ ῥητῷ τοῦ μεγάλου Βασιλείου πρὸς ἀπόδειξιν κέχρηται. Τοῦτο δ' ἐγὼ οὐ Λατινικῶς ἰδὼν μόνον
col. 329–330page 5 of 43
PG 161:329ἡμῖν ἀναγγέλλω, ἀλλὰ κάν τῇ Κωνσταντινουπόλες – Ἑλληνικῶς γεγραμμένον. Οὐκ αὐτοῦ βιβλίου τοῦ Ούγωνος, ἀλλὰ Νικήτα τινός, ὡς οἶμαι, ἐπισκόπου Θεσσαλονίκης, πρὸ διακοσίων πεντήκοντα χρόνων γεγενημένου, ἀντιλογικὸν πρὸς τὸν Ούγωνα, ἐν ᾧ φαίνεται τούτῳ τῷ ῥητῷ ὁ Οὐγων χρησάμενος, εἰς ἐμὰς ἐλθὸν χεῖρας ἀνέγνων. Καίτοι ὁ Θεσσαλονίκης οὗτος τῷ Λατίνων προσέκειτο δόγματι· τὸ γὰρ συμπέρασμα ἀληθὲς εἶναι ἐδόξαζεν· ἐμάχετο. Η, τοῦτο δὴ τὸ λεγόμενον, ὑπὲρ όνου σκιᾶς, μὴ δεῖν λ γων μηδὲ τἀληθῆ τῷ Συμβόλῳ προσθείναι. Πράγμα μεγάλης εὐλαβείας τε καὶ σοφίας· ὅμοιον ὡς εἴ τις ἔλεγε, μὴ δεῖν παρρησιάζεσθαι τὴν ἀλήθειαν. Καὶ ταῦτα διῆλθόν τε καὶ ἐπλάτυνα, δεῖξαι βουλόμενος, ὡς γέγονε μὲν ἐν τοῖς βιβλίοις φθορά, γέγονε δὲ οὐ παρὰ Λατίνων καὶ τῶν προσκειμένων ἐκείνοις, ἀλλὰ τοὐναντίον μᾶλλον παρὰ τῶν ἐριζόντων πρὸς τοὺς Λατίνους· καὶ ἡ φθορὰ οὐ κατά προσθήκην, ἀλλὰ κατὰ ἀφαίρεσιν γέγονεν. Ὥστ᾽ οὐδεὶς ἔτι δικαίως Βέκκον ἢ τοὺς ὁμοίους αἰτιάσεται, τῶν βιβλίων πολ λῷ πρὸ τοῦ Βέκκου βοώντων τὴν ἀλήθειαν. Καὶ ταῦτα μὲν ἀπὸ τοῦ χρόνου σημεία οὕτως ἀναν τίῤῥητά τε καὶ θαυμαστά. Οὐ μὴν ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς φράσεως, καὶ τοῦ κάλλους τῆς συγγραφῆς, εἴρηται μὴ δεῖν ἑτέρου πιστεύειν, ἢ τοῦ μάκα ρος Βασιλείου φωνὰς εἶναι ταῦτα τὰ βήματα. Οὐδὲν δὲ ὅμως ἧττον, καὶ ἀπ' αὐτῆς τῆς ἐννοίας καὶ τῆς τῶν ἡγουμένων τε καὶ ἑπομένων ἀκολουθίας, εἴ τις ἀκριβῶς ἐπιστήσεις τῷ σκοπῷ, τὸ αὐτὸ τοῦτο φα νήσεται. Τοῦ Εὐνομίου ἐκ τοῦ τὸ Πνεῦμα τὸ ἅγιον παρά τῶν ἁγίων τρίτον τῇ τάξει, καὶ τῷ ἀξιώματι λέγε σθαι, τρίτον εἶναι τῇ φύσει συνάγοντος, ὁ θεῖος Βατ σίλειος πρὸς τὸ συμπέρασμα δυσχεραίνων, τὰ μέσα ὅμως οὐκ ἀρνεῖται, δηλαδὴ τὸ τὸ Πνεῦμα τρίτον εἶναι τῇ τάξει καὶ τῷ ἀξιώματι. Εἰ γὰρ καὶ ὥσπερ δυσχεραίνων βοᾷ λέγων κατ' Ευνομίου, Τίνες δὲ οἱ ἅγιοι, καὶ ἐν ποίοις λόγοις τὴν διδασκαλίαν πεποίηνται, εἰπεῖν οὐκ ἔχει, οὐκ ἐνιστάμενος ὅμως πρὸς τοῦτο ταῦτά φησιν, οὐδ᾽ ἀπαρνούμενος τὸ τρίτον εἶναι τὸ Πνεῦμα τῇ τάξει, ή λέγεσθαι παρὰ τῶν ἁγίων, ὡς οἱ ἡμέτεροι κακῶς οίονται, οὕτω γὰρ ἂν καὶ ἑαυτῷ καὶ τῇ ἀληθείᾳ ἡναντιοῦτο· ἀλλὰ πρὸς τὴν ἀπόνοιαν δυσχεραίνων τοῦ Εὐνομίου, καὶ ἀχθόμενος ἐπὶ τῷ συμπεράσματι τῷ τρίτον εἶναι καὶ τῇ φύσει δηλαδή τὸ Πνεῦμα, καὶ τὴν παρασιώπησιν αὐτοῦ αἰτιώμενος Η σεσιώπησε τοὺς τοῦτο λέγοντας ἁγίους, ταύτην ἐξεβόησε την φωνήν. Τίνες δὲ οἱ ἅγιοι καὶ ἐν ποίοις λόγος τὴν διδασκαλίαν πεποίηνται, εἰπεῖν οὐκ ἔχει. Δῆλον γὰρ ὡς εἰ τὰς τῶν ἁγίων ῥήσεις ἐξέθηκεν, οὐκ ἂν εἶχεν ἴσως τὸ ἄτοπον ἐπαγαγεῖν συμπέρασμα. Ιαμεν γὰρ ὡς καὶ ἀπὸ ἑνός τινος βήματος, ή λέξεως πολλάκις, ὁ πᾶς σκοπός του συγγραψαμένου καὶ ἡ διάνοια φαίνεται, ὡς μὴ ἐξεῖναί τινα οίκοθεν και κουργεῖν, καὶ συμπέρασμα επιφέρειν ταῖς ἐκείνων φωναῖς μὴ συμβαίνον. Οθεν εἰ καὶ Εὐνόμιος προς
col. 331–332page 6 of 43
PG 161:331Α' ἔθηκε τοὺς τοῦτο λέγοντας ἁγίους, καὶ τὰς ῥήσεις ἀντιπαράστασιν ἐκείνων, οὐκ ἂν ἐδυνήθη συμπερᾶναι, δ συνεπέρανεν. Εἰ γὰρ καὶ τὰ μάλιστα τρίτον εἶναι τὸ Πνεῦμα οἱ ἅγιοι φρονοῦσι, τῇ φύσει μέντοι γε τρίτον εἶναι καὶ σφόδρα ἀρνοῦνται. Διὰ ταῦτα οὖν τὴν κακουργίαν αὐτοῦ σχετλιάζων, επιφέρει, "Αρα γέγονεν οὐ τω τολμηρὸς ἄνθρωπος, τὰς περὶ τῶν θείων δογμάτ των καινοτομίας εἰσηγούμενος; Καὶ δῆλον ὅτι καινοτομίαν ἐνταῦθα καλεῖ τὸ τρίτον εἶναι τῇ φύσει τὸ Πνεῦμα, οὐ τῷ τρίτον εἶναι τῇ τάξει καὶ τῷ ἀξιών ματι. Η γὰρ ἂν ἑαυτὸν ἐκάλει καινοτόμον, καὶ ἑαυτῷ μᾶλλον ἐναντιοῦτο. Αὐτὸς γάρ ἐστιν ὁ μάλι στα πάντων τρίτον εἶναι τὸ Πνεῦμα τῇ τάξει καὶ τῷ ἀξιώματι παραδούς πιστεύειν, καὶ τὴν χρυσήν ταύτην σειρὰν τῆς τάξεως καὶ ἄλυτον διδάξας ἡμᾶς. Ἐν γὰρ τοῖς κατ' Εύνομίου τούτοις λόγοις προσεχῶς ἐπάγει· 'Αξιώματι μὲν γὰρ δευτερεύειν τοῦ Υἱοῦ, παρ' αὐτοῦ τὸ εἶναι ἔχον καὶ παρ' αὐτοῦ λαμβάνον καὶ ἀναγγέλλον ἡμῖν, καὶ ὅλως τῆς αἰτίας ἐκείνης έξημμένον, παραδίδωσιν ὁ τῆς εὐσεβείας λόγο;. Τούτου γὰρ τοῦ ῥητοῦ, εἰ καὶ μὴ τὸ πᾶν, μέρος. γέ τοι ὅμως δέχονται οἱ ἡμέτεροι, τὰ λοιπὰ περικόπτοντες καὶ λέγοντες ούτωσί· Ἀξιώματι μὲν γὰρ δευτερεύειν τοῦ Υἱοῦ παραδίδωσιν ἴσως ὁ τῆς εὐσε βείας λόγος. Προστιθέντες καὶ τὸ ἴσως, ἵν' ἀμφίβολον τὸν λόγον ποιήσωσιν, ὁ τῆς τοῦ μεγάλου Βασιλείου διανοίας ἀλλότριον δειχθήσεται πάντη. Ταῦτα οὖν οὐ κατ' ἀντιπαράστασιν ὁ μέγας ἐπά (γει, ὡς καὶ μάλα ἀμαθῶς τισιν ἔδοξεν, ἀλλὰ θέσιν, ὁμολογουμένην τιθέμενος, τὸ ἑπόμενον σκέπτεται. τρίτον μὲν τῇ τάξει εἶναι μάλα τιθέμενος· τρίτον δέ γε τῇ φύσει, ὡς ἀσεβὲς ἀποῤῥίπτων. Ακους γοῦν οἷα, κατασκευάζων τὸν λόγον, φησίν· ὡς γὰρ ὁ Υἱὸς τάξει μὲν δεύτερος τοῦ Πατρός. Εἶτι υπάγει την αἰτίαν, διὰ τί. Διότι, φησὶν, ἀπ' ἐκείνου· καὶ ἀξιώ ματι, διότι, φησὶν, ἀρχὴ καὶ αἰτία τοῦ εἶναι αὐτοῦ ὁ Πατήρ, φύσει δὲ οὐκ ἔτι δεύτερο;· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον, εἰ καὶ ὑποβέβηκε τὸν Υἱὸν τῇ τά ξει καὶ τῷ ἀξιώματι, οὐκέτ' ἂν εἰκότως, ὡς ἀλλο τρίας ὑπάρχον φύσεως, ἀκολουθοίη. Κανταῦθα δέ τινες προσέθηκαν, ἵνα καὶ ὅλως συγχωρήσωμεν, λέ γοντες, Εἰ καὶ ὑποβέβηκε τὸν Υἱὸν τῇ τάξει καὶ τῷ ἀξιώματι, ἵν᾿ ὅλως καὶ συγχωρήσωμεν. Τούτου δὲ οὐδὲν ἐναντιώτερον τοῦ ἐκείνου σκοποῦ ἧς φανε ρῶς, ἐν τῇ πρὸς τὰς κανονικὰς ἐπιστολῇ λέγει· Το δὲ Πνεῦμα τὸ ἅγιον Πατρὶ μὲν καὶ Υἱῷ συναριθμεῖται, διότι καὶ ὑπὲρ τὴν κτίσιν ἐστί. Τέτακται δὲ τρί τον, ὡς ἐν τῷ Εὐαγγελίῳ δεδιδαγμεθα παρὰ τοῦ εἰ τόντος, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Ὁ δὲ Ὑπὲρ τοῦ τὰς κανονικὰς μή συνοικεῖν ἀνδράσιν.
col. 333–334page 7 of 43
PG 161:333προτιθεὶς τοῦ Υἱοῦ, ἡ πρεσβύτερον λέγων τοῦ Πα- Α' τρός, οὗτος ἀνθίσταται μὲν τῇ τοῦ Θεοῦ διαταγῇ, ἀλ λότριος δὲ τῆς ὑγιαινούσης ἐστὶ πίστεως, μὴ ὂν παρέλαβε τύπον δοξολογίας φυλάττων, ἀλλ᾽ ἑαυτῷ καινοφωνίαν εἰς ἀρέσκειαν ἀνθρώπων ἐπινοῶν. Καὶ μετ' ὀλίγα· Ὥστε ἡ περὶ τὴν τάξιν καινοτομία αὐτῆς τῆς ὑπάρξεως ἀθέτησιν ἔχει, καὶ ὅλης τῆς πίστεώς ἐστιν ἄρνησις. Εἰ οὖν ταῦτα τὰ ῥήματα ἀμφιβάλλοντός ἐστι περὶ τὴν τάξιν, καὶ διστάζοντος, καὶ μετὰ τοῦ, ἴσως, καὶ ἵν᾽ ὅλως καὶ συγχωρήσωμεν τοὺς ἑαυτοῦ λό γους προφέροντος, αὐτὸς κρινεῖς, καὶ ὅσοι εὐγνώμονες καὶ μικρόν τι συνιέντες λόγων δυνάμεως, καὶ ἀληθείας δογμάτων. Εἶτ᾽ οὐκ αἰσχύνονται τοσαύτην ἐναντιολογίαν τῷ ἁγίῳ προσάπτοντες, προσθείην δ' ἂν καὶ ἀπόνοιαν, εἰ νῦν μὲν τρίτον εἶναι τὸ Πνεῦμά φησι τῇ τάξει, καὶ οὕτω τρίτον ὡς μὴ ἐνεῖναι τὴν τάξιν ἀλλάξαι ἀσεβεῖν γάρ φησι τὸν τοῦτο ποιοῦντα· νῦν δὲ, Αξιών ματι γὰρ δευτερεύειν τοῦ Υἱοῦ ἴσως παραδίδωσιν ὁ λόγος τῆς εὐσεβείας. Ἐγὼ μὲν ἐπὶ μάρτυρι Θεῷ αὐτὸς ὑπὲρ τῶν ταῦτα λεγόντων αἰσχύνομαι· εἰ δ᾽ αὐτοὶ οὐκ αἰσθάνονται τῆς ἑαυτῶν ἀτοπίας θαῦμα ἂν εἴη. Ο δὲ πᾶσαν αὐτῶν ἀναισχυντίαν ἀποκλείει, ὅτι ἐν τοῖς κατ' Εὐνομίου μετὰ πολλὰ συμπεραινόμενος ὁ διδάσκαλος ἐπάγει· Οὕτω δηλονότι καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀξιώματι μὲν ὑποβέβηκε καὶ τάξει, παρειλήφαμεν γὰρ αὐτὸ τρίτον ἀπὸ Πατρὸς καὶ Υἱοῦ ἀριθμούμενον, αὐτοῦ τοῦ Κυρίου ἐν τῇ παραδόσει τοῦ σωτηρίου βαπτίσματος παραδεδωκότος τὴν τά ξεν, ἐν οἷς εἶπε, Πορευθέντες βαπτίζετε, καὶ τὰ λοιπά. Ἐπίστησον οὖν, ὅτι οἷς ρήμασιν ἐν τῇ πρὸς τὰς κανονικὰς ἐπιστολῇ κέχρηται πρὸς τὴν τῆς τάξεως ἀπόδειξιν, τῇ σωτηρίῳ δηλαδή παραδόσει, τοῖς αὐτ τοῖς κἐνταῦθα περὶ τῆς αὐτῆς τάξεως χρῆται. Αλλά μὴν ἐν τῇ πρὸς τὰς κανονικὰς τοσούτῳ θαῤῥει καὶ πίστει προφέρει τὸν λόγον, ὥστε μὴ ἐνεῖναι καὶ λέ γειν ἄλλως εἰπεῖν, ἢ ἀσεβήσειν τὸν τοῦτο ποιήσοντα πῶς οὖν ἐνταῦθα, ὅπου τῇ αὐτῇ τῶν λόγων ἰσχύν, καὶ οὔτε μείζονι, οὔτ᾽ ἐλάττονι χρῆται, μετά δισταγμοῦ καὶ ἀμφιβολίας τὸν λόγον προαγαγεῖν ἔμελλεν; ᾿Αλλὰ ταῦτα κακοήθων ἀνθρώπων, καὶ μετὰ τῆς ἑαυτῶν κεφαλῆς πάντα μηχανωμένων, οὐ τῆς τοῦ θείου ἀνδρὸς ἐκείνου εἰσὶ διανοίας. Οὕτως οὐδένα δεῖ ἀμφιβάλλειν τοῦ μεγάλου Πατρὸς εἶναι γνήσιον τοῦτον τὸν λόγον, τὸ τὸ Πνεῦμα τὸ ἅγιον δηλαδή τάξει καὶ ἀξιώματι τοῦ Υἱοῦ δευτερεύειν, καὶ παρ' αὐτοῦ ἔχειν τὸ εἶναι, καὶ τῆς αὐτοῦ αἰτίας ἐξῆφθαι. Τούτου δὲ ὄντος γνησίου, τίς ἔτι λοιπὸν ἄλλο τι ζητήσειεν, ὦ πρὸς τῆς ἀληθείας αὐτῆς; Οὐχ ἱκανὸς ὁ μέγας Βασίλειος διδάξαι ἡμᾶς τὴν ἀλήθειαν; Ο μόνος τῶν ἄλλων ἁπάντων ἀντάξιος; Οὐ τοσοῦτον ἔσπασε καὶ χάριτος καὶ σοφίας, ὡς καὶ μόνος πάσῃ τῇ Ἐκκλησίᾳ διδάσκαλος ἀξιόχρεως εἶναι; Ἐγὼ μὲν μᾶλλον ἂν βουλοίμην μετὰ τούτου, εἰ
col. 335–336page 8 of 43
PG 161:3354 οἷόν τε φάναι, πλανάσθαι, ἡ μετὰ πάντων ἀληθεύειν τῶν ἄλλων, Αὐτόθεν τοίνυν ἐκ τούτων γυμνῶν τῶν ῥημάτων τῆς τοῦ προβλήματος τούτου ἀληθείας μαρτυρουμένης, τοῦ τὸ Πνεῦμα τὸ ἅγιον δηλαδή κακ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, οὐ χεῖρον ὅμως ἐπεὶ ἐν τούτῳ τῷ μέρει ἐσμέν, κἀκ τῶν ἀπομένων ῥημάτων αὐτοῦ συλλογισάμενον τὴν αὐτὴν ἀλήθειαν δεῖξαί σοι. Φησὶ τοίνυν τὸν Υἱὸν δεύτερον τοῦ Πατρὸς τάξει τε καὶ αξιώματι. Τοῦτο δὲ καὶ τοῖς ἡμετέροις δοκεῖ. Αλλ' ἐπίστησον πῶς ὁ Υἱός δεύτερος ἐστι τοῦ Πατρὸς τάξει καὶ ἀξιώματι. Ἡ αὐτὸς γὰρ ἐπάγει, Διότι γάρ, φησίν, ἀπ' ἐκείνου, καὶ διότι ἀρχὴ καὶ αἰτία αὐτοῦ ὁ Πατήρ. Ωστε τὸ ἐν τοῖς θείοις προσώποις ἑτέρου δεύτερον τάξει καὶ ἀξιώματι, διὰ τοῦτο δεύτερον, διότι ἐστὶν ἀπ' ἐκείνου. Τοῦτο δὲ κάν τοῖς φυσικές πράγμασι δῆλον. Πᾶν γὰρ τὸ φύσει τινὸς δεύτερον καὶ ἀπ' ἐκείνου ἐστίν. Ἀλλὰ μὴν καὶ τὸ Πνεῦμα τὸ ἅγιον δεύτερον τοῦ Υἱοῦ τάξε: καὶ ἀξιώματι, ὁ αὐτός φησιν· ὅτι δὲ οὐκ ἀμφιβάλλων, ὥς τινες ονειρώττου, σιν, ἀλλὰ καὶ σφόδρα διισχυριζόμενος, ἐν τῇ πρὸς τὰς κανονικὰς ἐναργέστατα δείκνυται. Οὐκοῦν συλλάγες σαι οὕτως· Πᾶν τὸ ἐν τοῖς θείας προσώποις ἑτέρου δεύτερον ἀπ' ἐκείνου ἐστὶ, τὸ δὲ Πνεῦμα τὸ ἅγιον δεύτερον τοῦ Υἱοῦ· ἐκ τοῦ Υἱοῦ ἄρα ἐστίν. & βούλει καὶ εἰς καθολικώτερον τὸν λόγον ἀναγαγεῖν; ῥητέον ἑτέρω;· Πᾶν τὸ φύσει τινὸς δεύτερον ἐξ ἐκεί νου ἐστί· τὸ δὲ Πνεῦμα φύσει δεύτερον τοῦ Υἱοῦ τῇ τάξει καὶ τῷ ἀξιώματι· ὥστε τὸ Πνεῦμά ἐστιν ἐκ τοῦ Υἱοῦ. Ὅτι δὲ τὸ Πνεῦμα φύσει ἐστὶ δεύτερον τοῦ Υἱοῦ τῇ τάξει, δῆλον· οὐδὲν γὰρ ἐν τῇ Τριάδι παρὰ φύσιν, οὐδὲ κατὰ συμβεβηκός, οὐδ᾽ ἐπίκτητον. Μη πρόσκοπτε δὲ τῇ λέξει τοῦ φύσει, φύσει τὸ Πνεῦμα τοῦ Υἱοῦ δεύτερον εἶναι ἀκούων· οὐ γὰρ κατὰ τὴν φύσιν δεύτερον αὐτὸ εἶναι λέγομεν, ἵν' ἀλλοτρίας φύσεως δείξωμεν ὑπάρχον, ὡς ὁ Εθνό μιος, ἀλλὰ φύσει λέγομεν, ἀναιροῦντες τὰ παρὰ φύσ σιν. Ταῦτο δὲ καὶ ὁ μέγας μαρτυρεῖ Αθανάσιος, τάξιν καὶ φύσιν ὁ Υἱὸς ἔχει πρὸς τὸν Πατέρα, τὴν αὐτὴν τάξιν καὶ φύσιν καὶ τὸ Πνεῦμα πρὸς τὸν Υἱὸν ἔχειν διδάσκων. Δύο γὰρ ταυτὶ δείκνυνται διὰ τούτου, ὅτι τε τρίτον ἀπὸ Πατρὸς τὸ Πνεῦμα τῇ τάξει καὶ δεύτερον τοῦ Υἱοῦ, καὶ ὅτι φύσει ἐστὶν αὕτη ἡ τάξις. Ετι δὲ καὶ ἄλλως τὸν λόγον προοίσομεν. Εν τι τινὸς δεύτερον ἐστὶ φύσει, καὶ ἐξ αὐτοῦ ἐστιν. ᾿Αλλὰ μὴν τὸ Πνεῦμα τὸ ἅγιον δεύτερόν ἐστι τοῦ Υἱοῦ φύσει· καὶ τοῦ Υἱοῦ ἄρα ἐστίν. Ἀλλὰ ταῦτα μὲν ἀπὸ τῶν τοῦ μεγάλου Βασιλείου ῥητῶν ἡμῖν ἀναπέφηνεν, ἐν οἷς εἰ καὶ πολλοὺς κατέ τριψα λόγους, πολλῷ τούτων ὅμως ἐνῆν εἰπεῖν ἔτι πλείονα, ἃ διὰ συντομίαν παρῆκα. Καὶ ταῦτα δὲ εἶπον, καὶ πλεῖον οὗ ἐβουλόμην ἐμήκυκς, διὰ τὸ μὴ μικρὰν ἡμῖν ἐντεῦθεν ἀκολουθεῖν περὶ τὴν τῆς ἀλη θείας εὕρεσιν συμμαχίαν, μάλλον δὲ τὸ πᾶν ταῦτα τα βήματα δύνασθαι, είπερ μόνος ὁ μέγας Βασίλειος ἱκανὸς διδάξαι ἡμᾶς τὴν ἀλήθειαν.
col. 337–338page 9 of 43
PG 161:337Ηδη δ' ἐπὶ τὰ προεπηγγελμένα μεταβήσομαι, καί σοι τὴν πρόοδον τῆς καθ' ἡμᾶς συνόδου συντετμημένως διηγησάμενος, και τινας ολίγας περὶ τοῦ συμπεράσματος ἀποδείξεις ἐκθεὶς, καταπαύσω τὸν λόγον. Ἀρχὴ διηγήσεως τῶν ἐν τῇ συνόδῳ. Ως ἴστε τοίνυν ἐν Φεῤῥαρίᾳ παραγενόμενοι σύν σε τῷ κραταιῷ ἡμῶν βασιλεῖ, καὶ τῷ ἱερῷ πατριάρχῃ, καὶ πάσῃ τῇ ἡμετέρᾳ συνόδῳ ἃ μὲν πρὸ τοῦ τῆς συνόδου ἐνάρξασθαι μερικῆς δειλέγμεθα, ὡς μὴ πάνυ ἀναγκαῖα παρήσω· ἐπεὶ μηδ' ἡμῖν προύργου ἦταν ἐκεῖνα, ἀλλὰ τὸν καιρὸν ἐπίτηδες τρίβοντες, συνελθεῖν ἀνεμένομεν οὓς ἔδει παρεῖναι ἐν τῇ συν ὀδυ. Τοῦ καιροῦ δ᾽ ἐπιστάντος, ἔδοξεν ἡμῖν εἰς δύο μερίσαι τὸ ζήτημα, δηλαδή, τό τε μὴ δεῖν μηδ' αὐτὴν τὴν ἀλήθειαν ἐν τῷ Συμβόλῳ προσθείναι, καὶ δεύτερον τὸ μηδὲ ἀληθὲς εἶναι τὸ συμπέρασμα τοῦτο, τὸ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι. Ἔδοξεν μὲν οὖν τοῦτο· ἐζητεῖτο δὲ περὶ ποτέρου τούτων πρότερον εἶναι διαλεκτέον. Καὶ ἐκράτησε τὸ περὶ τοῦ μὴ δεῖν ὅλως προσθεῖναι, καίτοι γ' ἐμοῦ μὴ βουλομένου, ἀλλὰ φανερῶς ἀντιλέγοντος. Ελεγον γὰρ, ὡς "Η ισχυρά τερόν ἐστιν ὑπὲρ ἡμῶν τοῦτο τὸ πρόβλημα ήπερ τὸ δεύτερον, ἢ ἀσθενέστερον· εἰ μὲν οὖν ἀσθενέστερον, οὐ χρὴ ἀπὸ τοῦ ἀσθενεστέρου ἀρξαμένους ἡττηθῆναι, καὶ τὴν ἦταν εὐθὺς ἐξ ἀρχῆς τοῦ ἀγῶνος παρ θόντας, τεταραγμένους καὶ πεφοβημένους εἰς τὸ δεύτερον εἰσελθεῖν. Δέος γὰρ μή ποτε ή τροπή ή ἐπὶ τῷ πρώτῳ κἀπὶ τῷ δευτέρῳ τροπῆς αἰτία ἡμῖν γένηται· εἰ δὲ ἰσχυρόν ἐστι, δεῖ τὸ ἰσχυρὸν φυλάττειν ὕστερον· νικήσαντες μὲν γὰρ ἐν τῷ πρώτῳ, μετὰ ταῦτα κὰν τῷ δευτέρῳ ἐκ πολλῆς αὐτοὺς τῆς περιουσίας τρεψόμεθα. Εἰ δὲ κρατηθῶμεν ἐν ἐκείνῳ τῷ δόγματι δηλαδή, τότε κἂν τὸ δεύτερον νικήσω μεν, μὴ δεῖν αὐτὸ τῷ συμβόλῳ προσθεῖναι διδάξαντες. *Αλλως τε ἐπεὶ τὸ δι᾽ ἐλαττόνων ἀεὶ κὰν τῇ φύσει βέλτιον τοῦ διὰ πλειόνων, ἐκεῖνο προκρίνειν δεῖ, ἐγὼ ἔλεγον, καὶ περὶ ἐκείνου πρῶτον διαλεχθῆναι, μεθ' 8 τὸ λοιπὸν χώραν οὐκ ἔχει. Τοῦ μὲν οὖν δόγματος φανέντος ψευδοῦς, τὸ μὴ προσθείναι χώ ραν οὐχ έξει λοιπόν. Ωστε ἑνὶ ἀγῶνι τελέως τοὺς ἐναντίους τρεψόμεθα, ἂν ἀπὸ τοῦ δόγματος αρξώη μεθα. Τοῦ δὲ μὴ δεῖν προσθεῖναι δειχθέντος, ἔτι λείπεται ἐξετάσαι τὸ δόγμα, εἰ ἀληθές. Ταῦτα δὲ λέγων τοὺς ἡμετέρους οὐκ ἔπειθον. ᾿Αλλ' ἐκ παντὸς ἐβούλοντο τρόπου περὶ τούτου πρῶτον διαλεχθῆναι. Ταῦτα δ' ἐγὼ ἔλεγον μαρτυροῦντός μοι τοῦ Θεοῦ, καὶ τῆς συνειδήσεως, τῆς τοῦ γένους ἡμῶν ἀεὶ τιμῆς στοχαζόμενος, καὶ τὴν αὐτοῦ δόξαν ἐκ παντός τρόπου πραγματευόμενος. "Η γὰρ ἐνδόξως ἐβουλόμην ἡμᾶς Λατίνων διαζευχθῆναι. καὶ μετὰ τοῦ δα κεῖν κεκρατηκέναι αὐτῶν, ἡ ἐνδόξως αὐτοῖς ἑνωθῆς ναι, καὶ ἄγου τοῦ δόξαι ἡττηθῆναι, καὶ ἀσθενῆσαι πρὸς τὰς ἀποδείξεις. Τούτων δ' ἑκάτερον, ἐκ μὲν ὧν ἐγὼ ἔλεγον, ἠκολούθει· ἐκ δὲ ὧν διεπραξάμεθα, πάν τουναντίον. Ὅθεν καὶ μετεμέλησεν οὐκ ὀλίγοις τῆς βουλής ταύτης, και μάλιστα τοῖς νουνεχέσιν. Τί
col. 339–340page 10 of 43
PG 161:339οὖν εγώ Οὐκ εὐθὺς ἐσιώπησα, ἀλλ᾿ ἰδὼν αὐτοὺς τοῦτο θέλοντας καὶ οὐκ ἄλλο (τοῦτο δὲ ἔπασχον διὰ τὸ οἴεσθαι πλέον ἡμᾶς ἰσχύειν ἐν τούτῳ ἢ ἐν τῷ δόγματι), βουλόμενος αὐτοὺς ἀποτρέψαι τοῦ προκειμένου εἶπον λόγους εἰς τοὐναντίον ἐπ' ἀκροάσει τοῦ σοφοῦ ἡμῶν βασιλέως, τὴν ἀσθένειαν δεικνὺς τοῦ προβλήματος, καὶ ὅτι γελοῖόν ἐστιν οἴεσθαι μὴ δεῖν. τὴν ἀλήθειαν τῷ Συμβόλῳ προσθεῖναι. Οἱ δὲ λόγος οὕτως ισχυροί ἦσαν, ὥστ᾽ οὐδεὶς μὲν αὐτοὺς τῶν παρόντων ίσχυσε λύσαι· ὅμως δὲ ὅπερ ἐβούλοντο ἐκύρωσαν, καὶ ἐγὼ εἰπόμην, εἰπεῖν μὲν τὰ δο κούντα συνοίσειν νομίζων ὀφείλειν Θεῷ καὶ τῷ γέν νει, μετὰ δὲ ταῦτα τοῖς πλείοσιν ἀκολουθεῖν, καὶ σὺν αὐτοῖς ἀγωνίζεσθαι· καὶ οὕτως εἰσήλθομεν τὸν περὶ τούτου ἀγῶνα, καὶ μετὰ τῶν Λατίνων ἠρξάμεθα διαλέγεσθαι, δεικνύντες αὐτοῖς, μὴ δεῖν τῷ Συμβόλ μηδέν, μηδ' αὐτὴν τὴν ἀλήθειαν ὅλως προσθεῖναι. Ἡ δὲ πᾶσα ἀπίδειξις ἡμῶν ἐκ τῶν ὅρων ἦν τῶν ἁγίων συνόδων· ἐν οἷς περὶ τὰ τέλη φασί, μὴ δεῖν παρὰ ταῦτα ἑτέραν πίστιν συγγράφειν, ἡ φρονεῖν, ἢ διδάσκειν, καὶ ὅσα ὅμοια τούτοις. Ὅτε καί τι γελοῖον ἅπαν ἂν ἐπεπόνθει τὸ γένος διὰ τοῦ καλοῦ Ἐφέσου, ἂν μὴ αὐτὸς αἰσθόμενος ἐνεπόδισα. Σὺν τούτοις γὰρ τοῖς ἀπὸ τῶν ὅρων καὶ ῥητόν τι τοῦ ᾿Αποστόλου κομίσαι ἠβούλετο, πρὸς Γαλάτας λέγοντος, Εἴ τις ὑμᾶς εὐαγγελίσεται ἄλλο παρ' ὅ παρελάβετε, ἀνάθεμα ἔστω καὶ τοῦ ἁγίου Διονυσίου καθόλου τοιγαροῦν λέγοντος, «Οὐ τολμητέον εἰπεῖν, οὔτε μὴν ἐννοήσαι, παρὰ τὰ θελωδῶς ἡμῖν ἐκ τῶν ἱερῶν λογίων εκπεφασμένα. Ηβούλετο οὖν καὶ ταῦτα ὡς παραστατικὰ τοῦ μηδ' αὐτὴν προσθεῖναι δεῖν τὴν ἀλήθειαν, εἰς μέσον παραγαγεῖν. Τοῦτο δ' ὅσον ἂν ἡμῖν προϋξένησε τὸν κατάγελων, καὶ ὡς ἐν αὐτῇ τῇ πρώτῃ ἡμέρα τῆς διαλέξεως τὴν ἧτταν ἀπενεγκάμεθα ἂν μάθοις ἂν ὧδε. Ἡμεῖς ἐν τῇ τρίτῃ συνόδῳ τῇ κατ' Ἔφεσον συγκ κροτηθείσῃ ισχυριζόμεθα, λέγοντες ἐκείνην πρώτην τοῦτο ποιῆσαι τὸ κώλυμα τὸ προσθείναι ἀπαγορεύσασαν. "Οπερ εἰ καὶ μὴ τἀληθὲς οὕτως ἔχει, όμως ἔχει τινὰ σκιὰν βοηθείας τοῖς βουλομένοις ἐρίζειν, διὰ τὸ τῶν ῥημάτων ὁμώνυμον καὶ ἀμφίβολον. Ἡ δὲ αἰτία τοῦ ταύτην πρώτην την τρίτην σύν οδον οἴεσθαι τοῦτο ποιῆσαι τὸ κώλυμα πρώτη μὲν ἔστιν, ὅτι Πρακτικὰ τῆς δευτέρας ἢ πρώτης συνόδου οὐχ εὑρίσκονται ὅλως· δευτέρα δὲ ὅτι ἡ β' οἰκουμενικὴ σύνοδος τὸ Σύμβολον τῆς ἐν Νικαίᾳ συνόδου ἐν πλείστοις ἐνήλλαξε, πολλὰ μὲν ἀφελοῦσα, πλείω δὲ καὶ προσθεῖσα. Ωστε οὐκ ἐδυνάμεθα ἡμεῖς λέγειν πρὸ τῆς β' συνόδου γενέσθαι τὸ κώλυμα. Η γὰρ ἂν αὐτοὺς τοὺς ἐν τῇ β' συνόδῳ ἁγίους Πατέρας ὑπὸ ἀνάθεμα ὑπηγάγομεν. Τούτων οὖν σεσαφηνισμένων, ὅρα τί ἐξ ὧν ὁ Ἐφέσου μαρτυριῶν ἐβούλετο, ἄτοπον ἠκολούθει.
col. 341–342page 11 of 43
PG 161:341Ἐπεὶ γὰρ ὁ θεῖος Απόστολος καὶ ὁ ἅγιος διονύσιος πολλῷ καὶ πρὸ τῆς β' καὶ τῆς πρώτης συνόδου ἐγένοντο, τὰ ῥητὰ ταῦτα ἢ τὸ ψευδῆ διδάσκειν χω λύουσι, καὶ ἐναντία τῇ πίστει, ἢ ὅλως καὶ τἀληθῆ ἀλλ᾽ εἰ μὲν καὶ τἀληθῆ, ὑπὸ ἀνάθεμα μὲν οἱ τῆς β' συνόδου Πατέρες τοσαύταις προσθέσεσί τε καὶ ἐφαι ρέσεσι τὸ τῆς πρώτης σύμβολον ἐνηλλαχότες· ὑπὸ ἀνάθεμα δὲ οἱ τῆς πρώτης, τὸ τῶν πρὸ αὐτῆς Σύμ βολον ἐν πλείστοις μεταποιήσαντες. ᾿Αλλ' εἰ τοῦτο καὶ ἐννοεῖν ὅλως βλάσφημον, τὰ ψευδῆ ἄρα καὶ ἐναντία τῇ πίστει διδάσκειν κωλύουσιν ὅ τε θείος Απόστολος, ὅ τε· ἱερός Διονύσιος. Εἰ οὖν τὰ ψευδῆ κωλύουσιν, ἡμεῖς δὲ τὰ τούτων ῥητὰ εἰς ἰσοδύναμα τοῖς ὅροις νομίζομεν, καὶ οἱ ὅροι ἄρα τὰ ψευδή κωλύουσι προσθεῖναι, οὐ μέντοι τά ληθῆ. Καὶ οὕτως ἐν αὐτῇ τῇ πρώτῃ ἡμέρᾳ ἡττήθη μεν ἄν. Ἐγὼ δὲ, ταῦτα ἰδὼν, τούτους τε τοὺς λόγους αὐτῷ ἀνακαλύψας, μόλις αὐτὸν ἔπεισα, καὶ ἄλλους εἰς τὴν πειθὼ προσλαβόμενος συνεργούς, ὥστε ταῦτα ἀφεῖ ναι, ἃ καὶ πεισθεὶς οὐ παρήγαγεν. Ἐκ τούτων οὖν ἔστιν ἐννοῆσαι τὴν ἐκείνου λεπτότητα τοῦ ἀνδρὸς, καὶ ἦν αὐτὸν εἰκὸς κρίσιν ἐν τοῖς δυσχερεστέροις καὶ ὑψηλοτέροις θεωρήμασιν ἔχειν, τοῖς περὶ τοῦ δόγματος λέγω, εἰ τοῦτο τοιοῦ τον ἂν αὐτὸν λέληθε. Ταῦτα δὲ λέγω οὐκ ἐκεῖνον διασύραι βουλόμενος πόῤῥω γὰρ ἐγὼ τῶν τοιούτων· ὅθεν οὐδέποτε κατ' ἐκείνου οὔτ᾽ εἶπον, οὔτε ἐρῶ πλέον τῶν ἐνταυθι εἰρημένων· ἀλλὰ τοὺς ἀκροατὰς διδάξαι βουλόμενος ἀπὸ τῶν ἐκείνου φυλάττεσθαι λόγων. Προχωροῦντες οὖν εἰς τοῦτο τὸ ζήτημα, ἔτι μὲν περὶ τὰς ἀρχὰς ὄντες καὶ τὰ προοίμια, ἡμεῖς ἐδι κοῦμεν ἐπικρατεῖν, καὶ ὄντως ἐπεκρατούμεν· οὔπω γὰρ ἡμῖν ἄξιόν τι λόγου καὶ πρὸς αὐτὸ τὸ πρᾶγμα παρὰ τῶν Λατίνων ἀπήντηκεν, ἔξω τοῦ προκειμένου ἐκείνων τε λεγόντων, ἡμῶν τε πρὸς ταῦτα ἐκ πολλοῦ, τοῦ περιόντος ἀνθισταμένων· ὅτε καὶ θαῤῥῶ λέγειν, τοὺς ἰσχυροτέρους τῶν παρὰ Γραικῶν εἰρη μένων λόγων αὐτὸς ἦν ὁ καὶ εὑρὼν καὶ εἰπών. Εως τὸν λόγον διεδέξατο ὁ πάντ' ἄριστος ἀνὴρ καὶ θαυμασιό;, καὶ τοῦ Λατίνων γένους ἄγαλμα, καὶ κόσ μος τῆς φύσεως, Ἰουλιανὸς ὁ τῆς ἁγίας Εκκλησίας Ρωμαίων καρδινάλις ἀξιώτατος • δ; πολλά τε καὶ καλὰ εἰπὼν, καὶ πρὸς αὐτὸ τὸ προκείμενον, οὕτως ἰσχυραῖς καὶ ἀναντιῤῥήτοις ἀποδείξεσι τὸ πρόβλημα ἀπεξειργάσατο, δείξας ἐξεῖναι τὴν ἀλήθειαν ἀεὶ προστιθέναι τῷ θείῳ Συμβόλῳ συνοδικῶς καὶ κατ λούσης ἀνάγκης, ὡς μηδὲν ἡμᾶς ἐπὶ πολλαῖς ἡμέ ραις μεμελετηκότας πρὸς ταῦτα ἀντειπεῖν δυνηθῆναι. ῶν πολλῶν ὄντων, ὅσα εἰς μνήμην ἐμὴν ἥκει, ἐνταυθί σοι ἐκθεῖναι πειράσομαι, ὡς ἂν καὶ τὴν περὶ τοῦτο τὸ μέρος ἀλήθειαν ἐκ μέρους ἀκούσειας.
col. 343–344page 12 of 43
PG 161:343Πρὸ δὲ τούτων τῶν ἡμετέρων ενστάσεων καὶ ἀντιλογιῶν τὸ κεφάλαιον καὶ μάλιστα ισχυρότερον άκουσον. Ἐν τῷ τέλει τῶν ἔρων ἑκάστης τῶν συνόδων ἀπὸ τῆς τρίτης ἀρχομένων κεῖνται οὕτω κατὰ ῥῆμα Τούτων αναγνωσθέντων, ὥρισεν ἡ ἁγία σύνοδος, μηδενὶ ἐξεῖναι ἑτέραν πίστιν προφέρειν, ή συνει θέναι, ἢ φρονεῖν, ἢ διδάσκειν ἑτέρως· τοὺς δὲ τολ μῶντας, κληρικούς μὲν καθαιρεῖσθαι, λαϊκοὺς δὲ ἀναθεματίζεσθαι. Ταύτης τῆς ἐννοίας καὶ τούτων σχεδὸν τῶν ῥη μάτων εἰσὶ τὰ κωλύματα πάντα. Ἐπὶ τούτοις ἡμεῖς ὡς ἀναντιῤῥήτοις διισχυριζόμεθα λέγοντες, μή δεῖν τῷ συμβόλῳ μηδὲ τὴν ἀλήθεια, προσθεῖναι. Ἐπὶ διὰ τῶν προειρημένων ρημάτων κεκώλυται, καὶ οὐκ ἔξεστι. Πρὸς & πάνυ πολλῶν ἐκ τοῦ μέρους Λατίνων λόγων ῥηθέντων, ἐν ἐκείνοις ἦσαν καὶ ταῦτα. Αποδείξεις τῶν τὴν ἀλήθειαν δεῖν προσθεῖναι τῷ Συμβόλῳ. Η σύνοδος, ἢ αἱ σύνοδοι οὐ τὸ προφέρειν μόνον πίστιν ἑτέραν, ἀλλὰ καὶ τὸ συντιθέναι κωλύει. δὲ τὸ ἑτέραν πίστιν συντιθέναι ἀντὶ τοῦ ἑτέραις λέξεσι πεφρασμένον σύμβολον νοοῦσι, συμβαίνει ὅτι πάντες οἱ ἑτέραις μὲν λέξεσι, τοῖς αὐτοῖς δὲ νοήμασι, τὸ αὐτὸ ἐκθέμενοι σύμβολον, ὅπερ σχεδόν πάντες οἱ ἅγιοι πεποιήκασιν (Εκαστος γὰρ αὐτῶν, ἢ οἱ πλείονες, ἐποιήσαντο πίστεως ἐκθέσεις ἰδίας), ὑπὸ ἀνάθεμά εἰσιν. Ἀλλὰ μὴν τοῦτο ψεῦδος καὶ βλάσφημον. Οὐκ ἄρα κεκώλυται τὸ ἑτέροις ρήμασι συμφωνούσε τῇ ἀληθείᾳ τὴν αὐτὴν πίστιν ἐκθεῖναι, ἀλλὰ τὸ ἀναντίαν πίστιν συγγράψαι, τοῦτο κεκών λυται. "Ετι ἡ δ' σύνοδος καὶ τὸ φρονεῖν καὶ διδάσκειν ἑτέρους, ὑπὸ τὸ αὐτὸ ὑποβάλλει ἀνάθεμα. Εἰ δὲ τὸ φρονεῖν, ἢ διδάσκειν, λέξεσιν ἑτέραις μὲν, συμφωνοῦσι δὲ τῇ ἀληθείᾳ, τοῦτο κωλύει, ὑπὸ ἀνάθεμα πάντες, οἱ αἷς ἔτυχεν ἕκαστος λέξεσι τὴν ἑαυτῶν πίστιν διδάσκοντες. Εκαστος γὰρ τῶν ἁγίων ἄλ λαις καὶ ἄλλαις λέξεσι τὴν αὐτὴν πίστιν διδάσκουσιν. Ἀλλὰ μὴν τοῦτο ἄτοπον. Οὐκ ἄρα τὰς λέξεις, ἀλλὰ τὰ ἀντικείμενα νοήματα κεκωλύκασιν. Ἐπεὶ καὶ ἄλλως τὸ φρονεῖν εἰς τὰ νοήματα αναφέρεται, ἀλλ' οὐκ εἰς τὰς λέξεις. Ετι ἡ ἔκτη τὰ αὐτά τε ταῦτα τῇ δ' φησί· καὶ ἔτι κωλύει τοὺς καινοφωνίαν, ἤτοι λέξεως εφεύρεσιν εἰσάγοντας πρὸς ἀνατροπὴν τῶν ὑπ' αὐτῶν διορισθέντων. Αφ' οὗ φαίνεται ἐκείνας τῶν λέξεων κεκωλύσθαι, αἱ πρὸς ἀνατροπὴν τῶν ἐγκειμένων εἰσάγονται· οὐ μὴν τὰς μὴ πρὸς ἀνατροπὴν, ἀλλὰ ταυτὸ νόημα σωζούσας. Ἔτι ἡ γ' σύνοδος διορίζεται, μὴ δεῖν ἑτέραν πίστιν προφέρειν παρὰ τὴν ἐν Νικαίᾳ· εἰ δὲ μὴ, ὑπὸ ἀνάθεμα εἶναι τοὺς τοῦτο ποιοῦντας. Του δὲ συμβόλου τῆς β' συνόδου, ᾧ ἡμεῖς χρώμεθα νῦν, οὐδεμίαν ἐποιήσατο μνείαν. Εἰ μὲν οὖν τοῦτο τὸ τῆς β' συνόδου σύμβολον, ὡς διαφέρον καὶ ἕτερον
col. 345–346page 13 of 43
PG 161:345ἂν τοῦ τῆς πρώτης, διὰ τοῦτο οὐκ ἔτυχε μνήμης ὑπὸ τῆς τρίτης συνόδου, ἁμαρτάνομεν ἡμεῖς ἀσύγ γνωστα νῦν, τῷ μὲν τῆς πρώτης οὐ χρώμενοι, δ καὶ μένειν ἀμεταποίητον ἐκύρωσαν οἱ Πατέρες, τῷ δὲ τῆς δευτέρας ἐπ᾿ Ἐκκλησίας τε καὶ ἰδίᾳ πάντες ἀναγινώσκοντες μόνον. Καί ἐσμεν κατὰ τοῦτον τὸν λόγον ὑπ' ἀνάθεμα. Εἰ δ' ὡς ταυτὸν ἂν σεσιώπηται, φαίνεται ταυτὸν ἂν οὗ τοῖς βήμασι τούτοις γὰρ καὶ πάμπολυ διαφέρει, προσθήκας τε πλείστας ἔχον καὶ ἀφαιρέσεις)· ἀλλ᾽ ἔστι ταυτὸν τοῖς νοήμασι. Διὸ καὶ ἀμφότερα τό τε τῆς πρώτης, τό τε τῆς δευ τέρας σύμβολον, ὡς ἐν ἡγήσαντο οἱ τῆς γ' συνόδου Πατέρες. Ὥστε καὶ πᾶν σύμβολον τὴν αὐτὴν τῷ τῆς πρώτης ἔννοιαν σῶζον εἴη ἂν ἐκείνοις ταυτόν. Καὶ οὐδὲν πρὸς τὸν λόγον, ὅταν λέγηται μὴ τολμαν παραδιδόναι ἕτερον σύμβολον. Ἕτερον γὰρ ἀκου στέον τὸ τῆς ἀντικειμένης εννοίας, καὶ οὐχὶ τὸ λέ ξεσι διαφέρον· ἐπειδήπερ, ὡς εἴρηται, τὸ τῆς δευ τέρας, πλεῖστον ταῖς λέξεσι διαφέρον τοῦ τῆς πρώτ της, οὐκ ἐνομίσθη ἕτερον εἶναι. Ώστε συμπεραίνεται, ὅτι τὰ τὴν ἔννοιαν σώζοντα τὴν αὐτὴν εἰσι ταυτὰ, κἂν ταῖς λέξεσι διαφέρωσιν, δν τρόπον ἐστὶ καὶ τῆς β' ταὐτὸν τῷ τῆς πρώτης. Ἔτι ἑκάστη σύνοδος μετὰ τὴν ἀνάγνωσιν τοῦ ὅλου ἑαυτῆς ὅρου, οὐ μόνον τοῦ Συμβόλου, ἀλλὰ τοῦ Σύμπαντος ὅρου, φησί· Τούτων ἀναγνωσθέντων, ρισεν ἡ ἁγία σύνοδος μηδενὶ ἐξεῖναι ἑτέραν πίστιν προφέρειν. Ωστε το, τούτων ἀναγνωσθέντων, πρὸς ὅλον τὸν ὅρον ἀναφέρεται. Καὶ τὸ ἑξῆς ἄρα τη Ετέραν πίστιν μὴ ἐξεῖναι προφέρειν, πρὸς τὸν ἄρον καὶ αὐτὸ ἀναφέρεται· ήτοι μὴ ἐξεῖναι προ φέρειν ἄλλην πίστιν παρὰ τὴν ἐν τῷ ὅσῳ ἐγχει μένην τῷ καθόλου, οὐ μόνον ἐν τῷ Συμβόλῳ. Αλλ' ὅσον κατὰ τὰ ῥήματα ἡ δ᾽ ἔγραψεν ἕτερα τῆς τρί της, καὶ ἡ πέμπτη τῆς δ, καὶ οὕτως ἐξῆς. Ὥστε περὶ τῆς καθόλου πίστεώς ἐστιν ὁ λόγος, καὶ περὶ τῶν νοημάτων, οὐ περὶ τῶν λέξεων αὐτῶν. Ετι ἡ ζ' σύνοδος οὐδὲ ποιεῖται ὅλως μνεία» συμ βόλου, οὔτε τοῦ τῆς πρώτης, οὔτε τοῦ τῆς δευτέρας, ἀλλ᾽ ἁπλῶς ὅρον ἑαυτῆς ἐκθεμένη, ἐν τῷ τέλει φησί, «Τούτοις οὐκ ἔστι προσθεῖναι, καὶ ἀπὸ τού των οὐκ ἔστιν ἀφελεῖν. Εἰ δέ τις προσθείη ἢ ἀφέλοι ἀπὸ ταύτης τῆς πίστεως, ἀνάθεμα είη.» Ωστε δῆλον ὅτι περὶ πίστεως λέγει, καὶ τῆς κατὰ τὰ δόγματα εναντιώσεως. Οὐ γὰρ δὴ κεκώλυκεν ὄρους τὴν Ἐκκλησίαν συγγράφεσθαι. Ετι, τῇ καρδίᾳ εἰς δικαιοσύνην πιστεύομεν, ταῦτα καὶ τῷ στόματι ὁμολογεῖν εἰς σωτηρίαν ὀφεί λομεν· εἰ δὲ μὴ, ἀτελὴς ἡμῖν ἔσται, καὶ ἐξ ἡμισείας ἡ πίστις. Δεῖ γὰρ ὁμολογεῖν ἔμπροσθεν τῶν ἀν θρώπων τὴν πίστιν, εἰ μέλλομεν καὶ αὐτοὶ τυχεῖν ἀναρρήσεως ὑπὸ τοῦ Σωτῆρος ἐπὶ τοῦ οὐρανίου Πατρός, κατὰ τὸ λόγιον αὐτοῦ. Ἀλλὰ τὰ ἀληθῆ ἀνάγκη φρονεῖν· καὶ ἀνάγκη ἄρα ὁμολογεῖν ταῦτα. Ώστε & ανάγκη πιστεύειν, ταῦτα οὐκ ἀνεύθυνου μόνον, ἀλλὰ καὶ ἀνάγκη ὁμολογεῖν. Ετι, ἐν τοῖς Πρακτικοῖς τῆς τετάρτης συνόδου,
col. 347–348page 14 of 43
PG 161:347ἐν τῇ πρώτῃ πράξει, ἐκτέθειται μὲν πρῶτον ὑπ' Εὐτυχοῦς τὸ τῶν ἐν Νικαίᾳ Σύμβολον. Είτα επιφέρει ὁ αὐτὸς αἱρετικὸς Εὐτυχή;, ὅτι ἐπὶ ταύτῃ τῇ πίστει, δηλονότι τῶν ἐν Νικαίᾳ, ὅλον ἐξήνεγκεν ἡ ἐν Ἐφέσῳ σύνοδος· Τὸν παρὰ ταύτην προστιθέντα τι ἢ ἐπι νοοῦντα ἢ διδάσκοντα ἐπιτιμίοις τοῖς τότε έγγρα φεῖσιν ὑποκεῖσθαι. Εὐσέβιος δὲ ἐπίσκοπος Δορυλαίου, ὃς ἦν κατήγορος τοῦ αἱρετικοῦ Εὐτυχοῦς, ταῦτα ἀκούσας ἐβόησεν Οὐκ ἔστιν ὅρος τοιοῦτος, οὐκ ἔστι κανὼν τοῦτο διαγορεύων, εψεύσατο. Οἱ δὲ ἑξακόσιοι τριάκοντα Πατέρες οἱ ἐν Χαλκηδόνι, τοῦτο ἀκούσαντες, ἐσιών πησαν, καὶ κατεδίκασαν τὸν Εὐτυχέα, ὡς μή κατα δεχόμενον φρονεῖν καὶ ἄλλα παρὰ τὸ ἐν Νικαίᾳ σύμ βολον, ἄλλα δηλαδὴ τῷ ἀριθμῷ, οὐχ ὡς ἀντικείμενα. Ωστε ἔδειξαν ἐκείνας τὰς προσθήκας κωλύεσθαι, αἱ εἰσιν ἐναντίαι καὶ ἀντικείμεναι, οὐ μέντοι γε τὰς ὁμοφωνούσας. Ἰδοὺ γὰρ τὸ ἐκ δύο φύσεων καὶ ἐν δυσὶ φύσεσιν ἀσυγχύτοις τὸν Χριστὸν μετὰ τὴν πρόσληψιν μεῖναι, ἕτερον ὂν τοῦ ἐν Νικαίᾳ συμ βόλου, ἕτερον δὲ λέγω ταῖς λέξεσιν, οὐ τῇ ἐννίᾳ ὅμως ἠνάγκαζον τὸν Εὐτυχῆ φρονῆσαι αὐτό. Ωστε φαίνεται μὴ τὸ ἕτερον ἁπλῶς τους Πατέρας και λύειν, ἀλλὰ τὰ ἀντικείμενα. Σκόπει δὲ τοῦτο ἀκριβῶς. Αὐτὰ γὰρ ταῦτα τὰ βήματα τῆς τρίτης συνόδου ἃ προφέρομεν ἡμεῖς, τὸ μηδενὶ ἐξεῖναι δηλαδή προφέρειν πίστιν ἑτέρας, αὐτὰ ταῦτα προέφερεν ὁ Εὐτυχής ὑπὲρ ἑαυτοῦ. Ο δὲ Δορυλαίου ἐπίσκοπος καὶ ἡ σύνοδος δλη, Οὐκ Ο ἔστιν, ἔφασαν, τοιοῦτος κανὼν τοῦτο διαγορεύων ἀλλὰ κατεδίκασαν αὐτὸν ὡς παρεξηγούμενον τὸν κανόνα. Εξηγεῖτο γὰρ αὐτὸν ὁ Εὐτυχής, ὥσπερ καὶ οἱ ἡμέτεροι, δηλονότι πᾶν ἁπλῶς ἕτερον, κἂν ᾖης ματικὴ ἑτερότης ᾖ, νομίζων κωλύεσθαι. Όπερ τῇ συνόδῳ ἀπήρεσε, καὶ διὰ τοῦτο αὐτὸν κατεδίκασαν, ἑτέραν πίστιν νομίζοντες τὴν ἐναντίαν, οὐ τὴν ῥήμασι μὲν διαφέρουσαν, ταῖς ἐννοίαις δὲ συμφω γοῦσαν. Ετι μέμνημαι καὶ ἐγὼ ἐν τῇ ἐξηγήσει του Ζωναρὰ ἐν τῷ Νομοκανονι τοιοῦτόν τι ἰδών. Εν γὰρ τῷ Νομοκάνονι τοῦτο τὸ κώλυμα τῆς γ' συνε δου, τό, Τούτων ἀναγνωσθέντων ὥρισεν ἡ ἁγία σύνοδος, καὶ τὰ λοιπὰ, κεῖται ἐν τοῖς κανόσι τῆς γ' συνόδου, έβδομος ἀριθμούμενος. Πρὸ δὲ τούτου ἔστιν ἄλλος ἔκτος κανὼν τῆς αὐτῆς τρίτης συνόδου, ἀκοινωνήτους ποιῶν τοὺς τολμῶντας παρασαλεύειν τι τῶν ὑπὸ τῆς συνόδου πεπραγμένων. Ἐν δὲ τούτῳ τῷ ἑβδόμῳ, τῷ, Τούτων ἀναγνωσθέντων, ὥρισεν ἡ ἁγία σύνοδος μηδενὶ ἐξεῖναι ἑτέραν πίστιν προφέρειν, ἀναθεματίζονται οἱ παραβαίνοντες τὸν κανόνα. Απορεῖ οὖν ὁ Ζωναράς, διατί ἡ σύνοδος ἐν μὲν τῷ ἔκτῳ κανόνι ἀκοινωνήτους ποιεῖ τοὺς λαϊκούς· ἐν δὲ τῷ ἑβδόμῳ ἀναθεματίζει αὐτούς. Καὶ ἐπιλυόμενος τὴν ἀπορίαν φησὶν οὕτως κατὰ ῥῆμα· Μεγάλη ἐστὶ διαφορὰ τοῦ ἐναντιοῦσθαι, καὶ τοῦ ἀμφιβάλ
col. 349–350page 15 of 43
PG 161:349λειν τινὰ περί τινος πράγματος. Καὶ διὰ τοῦτο δ Ει μὲν ἀμφιβάλλων περὶ τῶν ἤδη καλῶς προκυρωθένο των ἀφορισθήσεται, ὁποῖον δηλαδή βούλεται ὁ ἔκτος κανών· ὁ δὲ ἐναντιούμενος τούτοις, ὡς ἐναντιύφρων, αναθεματισθήσεται, ὁποῖον δηλαδή βούλεται ὁ ζ' και νών, ήγουν ὁ ὅρος οὗτος τοῦ κωλύματος. Ὥστε και οὗτος ὁ ἐξηγητής ἑτέραν πίστιν ἐνταῦθα τὸ ἐναν τ:οῦσθαι καὶ ἐναντιοφρονεῖν ὀνομάζει σαφώς τε καὶ ἀναμφιβόλως. Ετι ἡ ἐν τῷ Τρούλλφ σύνοδος ἐν τῷ πρώτῳ ἑαυτῆς κανόνι φησίν· Ορίζομεν ἀκαινοτόμητόν τε καὶ ἀπαράτρωτον φυλάττειν τὴν παραδοθεῖσαν πί στιν ἡμῖν ὑπό τε τῶν αὐτοπτῶν καὶ ὑπηρετῶν τοῦ Λόγου τῶν θεοκρίτων ἀποστόλων, ἔτι δὲ καὶ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων καὶ μακαρίων Πατέρων τῶν ἐν Νικαίᾳ συνελθόντων. Καὶ ἐφεξῆς καταριθμεί πάσας τὰς συνόδους, καὶ διορίζεται, ἵνα τὴν παρὰ πασῶν παραδοθεῖσαν πίστιν άτρωτον φυλάττωμεν. Εἶτα τελευταῖον ἐπάγει· Εἰ δέ τις τῶν ἁπάντων μὴ τὰ προειρημένα τῆς εὐσεβείας δόγματα κρατεῖ καὶ ἀσπάζεται, οὐδ᾽ οὕτω δοξάζει καὶ κηρύττει, ἀλλ᾽ ἐξ ἐναντίας ἰέναι τούτων πιχειρεῖ, ἔστω ἀνάθεμα, κατὰ τὸν ἤδη ἐκτεθέντα ρον ὑπὸ τῶν προδηλωθέντων ἁγίων καὶ μακαρίων Πατέρων· καὶ τοῦ Χριστιανικοῦ καταλόγου ὡς ἀλλο τριος ἐξωθείσθω καὶ ἐκπιπτέτω. Ἡμεῖς γὰρ οὔτε προστιθέναι τι, ούτε μὴν ὑφαιρεῖν κατὰ τὰ προορι θέντα παντελῶς διαγινώσκομεν, ή καθ' όντιναούν Συνήμεθα λόγον. Οὗτος ὁ κανών ἐστι σαφῶς ἐξήγησις τοῦ ὅρου τῆς ρίτης συνόδου καὶ τῶν ἄλλων, τοῦ διοριζομένου τέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν. Λέγει γὰρ ι, Εστω ἀνάθεμα, εἴ τις ἐξ ἐναντίας τῶν πατρίων δογμάτων ἰέναι ἐπιχειρεῖ, κατὰ τὸν ἤδη ἐκτε κέντα δρον, τοῦτον δηλαδή, τὸν τοῦ κωλύματος. Ὥστε οὗτος ὁ ὅρος τὸ ἐναντία φρονεῖν κωλύει. Καὶ τὸ, Ημεῖς δὲ οὔτε προστίθεμεν, οὔτε ἀφαιροῦμέν τι, ἐν τῇ πίστει δηλαδή λέγει μή προσθεῖναι, καὶ ἀπ' αὐτῆς οὐκ ἀφαιρεῖν, οὐκ ἀπὸ συμβόλου. Σύμβολον γὰρ ἐνταῦθα οὐκ ἀνέγνω ἡ σύνοδος. ᾿Αλλὰ περὶ τῶν δογμάτων εἰποῦσα τῶν συνόδων, επάγει, Οὔτε προστιθέναι ούτε ἀφαιρεῖν τι διαγινώσκομεν· καὶ συνάπτει, Κατὰ τὰ προορισθέντα, ὑπὸ τῶν Πατέ των δηλαδή. Ωστε καὶ οἱ πρὸ αὐτῶν Πατέρες, διαν λέγωσι μή προσθεῖναι ἢ ἀφελεῖν δεῖν, οὐ ῥηματικὰς προσθήκας, καὶ ἀφαιρέσεις, ἀλλὰ τὴν ἐναντίων νοημάτων ἐν τῇ πίστει προσθήκην κωλύουσι. Διὰ τούτου οὖν μόνου σαφέστατά τε καὶ καθαρώτατα τὸ ζήτημα λύεται τοῖς φιλονεικεῖν οὐκ ἐθέλουσιν. Ἐβουλόμην δύνασθαι γράφειν, ἢ ἔχειν προχείρους πάντας, οὓς περὶ τούτου τοῦ ζητήματος ἐξ ἐναντίας ἡμῖν οἱ Λατίνοι προεκόμισαν λόγους· εἶδες γὰρ ἂν καὶ πολὺ πλῆθος ἐπιχειρημάτων καὶ μεγάλην ἐχόν των ἰσχὺν καὶ ἀλήθειαν. Πλὴν ἐπειδὴ καὶ τὰ εἰρημένα οὕτω σαφῶς τὸ ζήτημα τέμνουσιν, ὡς τῷ μὲν πρὸς τὴν ἀλήθειαν ἀγορώντι, καὶ ἄνευ φιλονεικίας τε καὶ προλήψεως τῶν λεγομένων ἀκούοντι, καὶ ταῦτα ἀρχεῖν· τῷ δὲ πρὸς ἔριν καὶ λογομαχίας παρεσκευασμένῳ οὐδὲ
col. 351–352page 16 of 43
PG 161:351μυριάκις τοσαῦτα, ἂν μόνον προσθεὶς ἐπιχείρημα Λατίνων, τοῦ περὶ τούτων λόγου πεπαύσομαι. Ἔστι δὲ καὶ τοῦτο τῶν πάνυ ισχυροτάτων καὶ ανατρεπτικῶν τῆς τῶν ἡμετέρων περὶ τοῦ ζητήματος τούτου ἀπάτης· ἐπίστησον δὲ ἀκριβῶς. Ἡμεῖς ἰσχυριζόμεθα, ὅτι τοῦτο τὸ κώλυμα πρώτη ἡ τρίτη σύνοδος ἐπενόησεν, ὡς καὶ πρότερον εἶπον. Εἴρημαι δὲ τότε καὶ τὴν αἰτίαν, ὅτι δηλαδὴ ὁρῶμεν τὴν δευτέραν σύνοδον ἀπὸ τοῦ τῆς πρώτης συνόδου συμβόλου ἀφελοῦσαν πλεῖστα, καὶ προσθεῖσαν ὅτι πλείονα. Διὰ ὁ τολμῶμεν λέγειν, ὅτι πρὸ τῆς β συνόδου ἦν τοῦτο κεκωλυμένον. Εἰ γὰρ τοῦτο εἶπο μεν, τῶν δύο ἀνάγκη εἶναι τὸ ἕτερον ἢ ὅτι παρα νόμω; ἐποίησαν οἱ τῆς β' συνόδου Πατέρες, καί εἰσιν ὑπὸ ἀνάθεμα· ἡ εἰ τοῦτο βλάσφημον λέγειν, οὐκ ἄρα ρηματικὴν προσθήκην, ἀλλὰ τὰς ἐναντίας ένα νοίας κωλύουσι. Διὰ τοῦτο λέγομεν ὅτι μετὰ τὴν δευτέραν σύνοδον τὸ κώλυμα τοῦτο γέγονε, καὶ οὐκ ἦν πρὸ αὐτῆς. Ὥστε ἐάν τις ἐκ τοῦ ἐναντίον δείξῃ. ὅτι πρὸ τῆς β' συνόδου ἦν τὸ αὐτὸ κώλυμα, ὅπερ ἡ τρίτη σύνοδος ἔφη, καὶ τοῖς αὐτοῖς σχεδόν ρήμασι, συνάγεται τῶν προειρημένων δύο τὸ ἕτερον. Καὶ ἐπειδὴ ὑπὸ ἀνάθεμα αὐτοὺς εἶναι, καὶ κακῶς ποιή σαι, οὐ τολμῶμεν εἰπεῖν, λείπεται τὸ δεύτερον ἤτοι τὸ κώλυμα τοῦτο μὴ τοῦτον ἔχειν τὸν νοῦν, δν οἱ ἡμέτεροι οἴονται, ἀλλὰ τὴν ἐναντίαν πίστιν χω λύειν. Τοῦτο οὖν ἔδειξαν ἡμῖν οἱ Λατίνοι· ἀναπές φανται γὰρ ὑπ' αὐτῶν, ὅτι τοῦτο τὸ κώλυμα ἡ ἐν Νικαίᾳ πρώτη σύνοδος πεποίηκε πρώτη αὐτοῖς ῥή μασιν, οἷς καὶ ἡ τρίτη καὶ αἱ ἐφεξῆς ταύτῃ ἀκος λουθήσασαι πεποιήκασιν. Εδειξαν δὲ αὐτὸ οὕτως, ὡς καὶ ἡ σὴ λαμπρότης ἐπίσταται τοῖς ἀνδράσι συμμίξας. Οὕτως εἰσὶ σπουδαῖοι καὶ ἀκριβεῖς περὶ τὰς ἑαυτῶν πράξεις, ὡς μὴ μόνον περὶ τὰ θεῖα, ἀλλὰ καὶ περὶ τὰ κοσμικὰ καὶ πολιτικά πράγματα μηδὲν αὐτοὺς τῶν παλαιῶν διαλανθάνειν. "Οθεν καὶ ἐν ταῖς πόλεσιν εὕροις ἂν παρὰ τοῖς ἀρχείοις αὐτῶν πᾶσαν πράξιν, ἦν ἐξ ἀμνημονεύτων χρόνων πρα ξαν, γεγραμμένην καὶ ἐναποκειμένην ἐκεῖτε. Τοῦτο οὖν πολλῷ μάλιστα καὶ ἐν τῇ καθολικῇ Ἐκκλησία φυλάττεται. Συντηρούνται γὰρ ἔτι καὶ νῦν πᾶσαι πράξεις, καὶ πᾶσαι σχεδὸν ἐπιστολαὶ τῶν ἀρχαίων ἄκρων ἱεραρχῶν. Προήνεγκαν οὖν ἡμῖν ἐν ἀρχαιοτάτη βίβλω μεμ βράνῳ ἐπιστολὴν Λιβερίου πάππα πρὸς τὸν μακά ριον ᾿Αθανάσιον τὸν ᾿Αλεξανδρείας, ἧς ἡ ἀρχή· "Ανω θέν τε καὶ ἐξ ἀρχῆς τοσαύτην ἐδεξάμεθα παρὰ τοῦ μακαρίου Πέτρου πρώτου τῶν ἀποστόλων, κ. τ. λ. Εἶτα προϊών φησι, δεδέχθαι ἐπιστολὴν τοῦ ἁγίου Ἀθανασίου, καὶ ἀναγνῶναι αὐτήν. Εἶτα συνάπτει· Την πίστιν δὲ τῆς ἐν Νικαίς συνόδου, ἐν τῇ αὐτῇ ἐπισ στολῇ ὀρθὴν εὑρόντες, μεγάλας τῷ Θεῷ χάριτας ἀνηνέγκαμεν. Ὑπὲρ ἧς οὐ μόνον συμπάσχειν ὑμῖν καὶ συνδιώκεσθαι ἕτοιμοί εσμεν, ἀλλ' ἀνάγκης και λούσης, καὶ θανεῖν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ οὐκ ἂν παραιτησαίμεθα, κἂν ὁπόσον ἀσθενεῖς μεν, Ἡ γὰρ προειρημένη ἁγία, ὥσπερ ἀνέγνωμεν, ἡ ἐν Νικαία σύνοδος ὥρισεν, ἑτέραν πίστιν μηδενὶ ἐξετε
col. 353–354page 17 of 43
PG 161:353και προφέρειν, ή συγγράφειν, ἢ συντιθέναι, ἢ φρο νεῖν, ἢ διδάσκειν ἄλλων, μήτε τι ἐν τῇ πίστει νοεῖν, ἢ προφέρειν δ τοῖς ὅροις τούτων τῶν Πατέρων δύο ναιτ' ἂν ἐναντιωθῆναι. Ὁ δὲ τολμῶν ἄλλην πίστιν συντιθέναι, ἢ προφέρειν, ἢ διδάσκειν, ἢ παραδιδόναι ἕτερον σύμβολον τοῖς ἐπιστρέφειν ἐπιθυμοῦσι πρὸς τὴν ὁδὸν τῆς ἀληθείας ἐξ ὁποιασοῦν αἱρέσεως, ἢ ἐξ Ιουδαϊσμοῦ, ἢ ἐξ Ελληνισμοῦ, εἰ μὲν ἐπίσκοπος εἴη, ἢ κληρικὸς ὁ τοιοῦτος, ἀλλοτριούσθω τῆς ἐπισκοπῆς ὁ ἐπίσκοπος, καὶ ὁ κληρικὸς τοῦ κλήρου" εἰ δὲ μοναχὸς, ἢ λαϊκὸς ἀναθεματιζέσθω. Ταῦτα νῦν μὲν ἀπολωλότων τῶν Πρακτικῶν τῆς πρώτης συνόδου, ἡμῖν εἰσιν ἄγνωστα· τότε δὲ μετ νόντων, ἐγίνωσκον ὅ τε πάππας Λιβέριος, ὅ τε ἅγιος ᾿Αθανάσιος. Ταῦτα νῦν αὐτοῖς βήμασιν, ὅμοια της τρίτης συν δου, καὶ τῶν ἄλλων εἰσὶ ῥήμασι. Τί οὖν ἐροῦμεν περὶ τῆς β' συνόδου, καὶ περὶ Γρηγορίου τοῦ Θεο λόγου, ὃς ταύτης τῆς β' συνόδου ἔξαρχος ὤν, αὐτὸς λέγεται τὸ Σύμβολον, ᾧ νῦν ἡμεῖς χρώμεθα, συγγράψασθαι, τὸ τῆς πρώτης ἐν πλείστοις μεταποιήσα;; εἴπερ τὸ κώλυμα τοῦτο τὴν ἔννοιαν ἔχει ταύτην, ἦν φασιν οἱ ἡμέτεροι, φεῦ! ἀντὶ ἁγίων καὶ Πατέρων καὶ διδασκάλων, λυμεώνων καὶ ἀπατεώνων ἀντέλα ον χώραν οἱ τῆς β' συνόδου Πατέρες· καὶ ὁ μέγας ἐν θεολογία Γρηγόριος. Αλλ' άπείη καὶ μόνον ἐν νοῆσαι τὸ βλάσφημον. Οὐκ ἄρα ταύτην τὴν ἔννοιανἔχει οὔτε ἡ α', οὔτε ἡ τρίτη, οὔτ᾽ ἄλλη τις τῶν συν έδων ἀντιφθεγγομένη, ἀλλὰ τὴν ἐναντίαν φανερῶς πίστιν κωλύει. ᾿Αλλ' οὕτω μὲν τοῦτο καὶ φωτὸς ἀνεδείχθη τρα νότερον, καὶ καθαρῶς ἀποδέδεικται, μὴ κεκωλύσθαι τὰ ἀληθῆ προσθεῖναι τῇ πίστει καὶ τῷ Συμβόλῳ μᾶλλον δὲ ἀναπτύσσειν. Οὐδὲν γὰρ ἀληθείας δόγμα ἐστὶν, δ μὴ περιέχεται τῷ Συμβόλῳ, καὶ τῇ ἀπλῇ παραδόσει τῶν ἀποστόλων· ἀναπτύσσειν δὲ καὶ τῷ Συμβόλῳ συνάπτειν οὐκ ἀεὶ δηλονότι, οὐδὲ τὸν βου λόμενον πάντα, ἀλλὰ μεγάλης ἀνάγκης επειγούσης, καὶ τῆς Ἐκκλησίας κρινάσης. Τούτων, ὦ ἄνθρωπε τοῦ Θεοῦ, καὶ ἄλλων πλεί στων τῆς ὁμοίας ἀγωγῆς περὶ τούτου τοῦ ζητήματ το; εἰρημένων ὑπὸ Λατίνων, ἡμεῖς μὲν πρὸς ταῦτα μηδὲν ἀποκρίνασθαι ἔχοντες (τί γὰρ ἄν τις πρὸς τοσαύτην ἀναισχυντήσων εἴποι ἀλήθειαν;) ἐσιγῶμεν ἐκεῖνοι δὲ δεδειχότες ὡς τἀληθῆ φρονεῖν οὐ κωλύεται, οὔτε τῷ Συμβόλῳ προσθείναι, ἀκολούθως ἐπηγ γέλλοντο δεῖξαι, ὡς καὶ ἀληθές ἐστιν, ὃ ἐν τῷ Συμ. βόλῳ προσέθεσαν, δηλονότι τὸ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπορεύεσθαι· καὶ ἡμᾶς εἰς τὸν ἀγῶνα προεκαλούντο. Οἱ δ᾽ ἡμέτεροι, ἐν τούτῳ Αττηθέντες τε καὶ τραπέντες, ἐδειλίων τὸν δεύτερον εἰσελθεῖν ἀγῶνα, καὶ ἔπασχον ὅ ἐγὼ κατ' ἀρχὰς ἔλεγον, κωλύων ἀπὸ τούτου τοῦ ζητήματος ἄρξα σθαι. Ηγωνίων τε τοίνυν καὶ ἔτρεμον, καὶ ὅλως οὐκ ἤθελον ἐπὶ πλέον προσμεῖναι, ἀλλ' ἐβόων ἅπαν τες διαστῆναι δεῖν τῶν Λατίνων καὶ πρὸς τὴν πα τρίδα ἐπαναστρέψαι. Καὶ τὴν αἰτίαν ερωτώμενοι, ἀποδοῦναι οὐκ εἶχον. Τί οὖν τοῖς Λατίνοις ἐροῦμε»;
col. 355–356page 18 of 43
PG 161:355οὐδ᾽ ἐν ἀρχῇ ἔτι (τὸ γὰρ περὶ τοῦ μὴ δεῖν προσθεί. και οὐδὲν πρὸς τὸ πρᾶγμα), τίνι οὖν λόγῳ μήπω ἡρμένοι ὑποστρέψωμεν, εἰπεῖν οὐκ εἶχον, ἀλλ' ἀλό γως ἐβόων, Επανέλθωμεν εἰς τὴν πατρίδα. Ελεγον δὲ καὶ πρὸς ἑαυτούς, ὡς εἰς ἡμετέρας ακοάς ήλθε, τους Λατίνους ἔχειν δεικνύναι πλείστων διδασκάλων ἁγίων πλείστα ῥητά, δι᾿ ὧν ῥητῶς λέγεται τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπορεύεσθαι. Τί οὖν τις πρὸς ταῦτα ἀποκρινεῖται; διαστῶμεν, διαζευχθῶμεν, ἀπέλθωμεν. Ακούεις διδασκάλων καὶ Πατέρων ἀπόφασιν; Διότι, φασὶν, ἔχουσι πολύ λῶν διδασκάλων ρητὰ δεῖξαι, πρὸς ἃ ἡμεῖς ἀποκρινεῖσθαι οὐκ ἔχομεν, διαιρεθῶμεν Λατίνων. Ομως μόλις ποτὲ συνιδόντες τὸ τῆς αὐτῶν γνώμης ἄτοπον καὶ ὑπὸ τοῦ κραταιοῦ βασιλέως εὐλόγως πεισθέντες, ὑφῆκαν τῆς ἀλόγου εκείνης εντάσεως. Ποίῳ λόγῳ εὐλόγῳ ἐν μέσῳ τοῦ ἀγῶνος, μᾶλλον δὲ Εν τοσούτῳ δὲ καὶ τὰ πράγματα ἠνάγκασαν τὴν ἐκ Φερραρίας ἐς Φλωρεντίαν ἀποδημίαν τοῦ μακα ριωτάτου πάππα, καὶ τὴν ἐκεῖσε τῆς συνόδου μετά θεσιν. ᾿Απῆλθεν οὖν ἐκεῖνος, συναπήλθομεν καὶ ἡμεῖς. Καὶ πάντων γενομένων ἐν Φλωρεντίᾳ, κεκύρωται ἡμέρα, καθ᾿ ἣν ἄρξασθαι ἔδει, καὶ ἡ κυρία επέστη. Πάλιν οὖν ἡμεῖς ἐγκαλεῖν ἠρξάμεθα. Ωσπερ γὰρ ἐν τῷ περὶ τοῦ μὴ δεῖν προσθεῖναι ζητήματι ἡμεῖς ἐνεκαλέσαμεν, Λατῖνοι δὲ ἀπελογήθησαν οὔτ τως, ὡς μὴ δυνηθῆναι ἡμᾶς ἔτι ἀποκριθῆναι οὕτως καὶ ἐν τῷ δόγματι ἡμεῖς μὲν ὡς ἐγκαλοῦντες προς τείναμεν, ἐκεῖνοι δὲ ἀπελογοῦντο, τὰ δευτερεῖα ἡμῶν ἔχοντες. Ἐν πᾶσι γὰρ κατὰ πᾶσαν ἐξουσίαν, ὡς ἡμῖν ἦν βουλομένοις, οὕτω τὸν λόγον ᾠκονομούμεν. Προετείναμεν οὖν ἀπ' αὐτῶν τῶν ἀποστόλων καὶ τῶν ἁγίων συνόδων ἁπασῶν ἀρξάμενοι, καὶ τοῖς αὐτῶν τε καὶ τῶν ἀνατολικῶν πάντων ἁγίων της τοῖς χρησάμενοι, οἷς δείκνυται τὸ Πνεῦμα τὸ ἅγιον οὐχὶ μὴ ἐκπορεύεσθαι ἐκ τοῦ Υἱοῦ, τοιοῦτον γὰρ οὐδὲν ῥητὸν ἔχομεν, ὡς καὶ αὐτὸς οἶδας, εἰ μὴ τὸ τοῦ Δαμασκηνοῦ μόνον τὸ λέγον, Πνεῦμα Υἱοῦ λέ γομεν, ἐξ Υἱοῦ δὲ οὐ λέγομεν. Τοῖς δὲ ἄλλοις πᾶτι ῥητοῖς τοῦτο δείκνυται μόνον, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Πατρὸς ἐκπορεύεται, οὐχ ὅτι ἐκ τοῦ Υἱοῦ οὐκ ἐκπορεύεται. Ταῦτα οὖν ἡμεῖς προσενέγκαντες, ᾠόμεθα δεῖξαι ψεῦδος εἶναι τὸ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦ μα τὸ ἅγιον ἐκπορεύεσθαι. Λατίνοι δὲ πρὸς ταῦτα μὲν τὰ ῥητὰ πάντα ἓν καὶ κοινὸν ἀπεκρίθησαν, ὡς πάντα εἰσὶν ἀληθῆ, καὶ δοκεῖ καὶ αὐτοῖς· καὶ γὰρ πιστεύουσι καὶ αὐτοὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Πατρὸς ἐκπορεύεσθαι· τοῦτο μέντοι γε οὐκ ἐναντιοῦται τῷ αὐτῶν δόγματι. Τὸ γὰρ ἐκ Πατρὸς ἐκπορεύεσθαι οὔτε ἀντιφατικόν, οὔτε ἐναντίον ἐστὶ τῷ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι. Εἰ γὰρ τούτων θάτερον ἦν, τότε, τοῦ ἑνὸς ῥηθέντος, τὸ ἕτερον ἀνῃρεῖτο ἐξ ἀνάγκης. Νῦν δὲ οὐδὲν κωλύει καὶ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι ἀληθὲς εἶναι,
col. 357–358page 19 of 43
PG 161:357καὶ τὸ ἐξ Υἱοῦ ἀληθές· ὥσπερ ἐὰν εἴπωμεν, τὸ Πνεῦμα τὸ ἅγιον πέμπεσθαι ἐκ τοῦ Πατρὸς, ἄλλο; δέ τίς φησι, τὸ Πνεῦμα πέμπεσθαι ἐκ Πατρὸς καὶ Υἱοῦ. Καὶ ἀμφότερα εἰσιν ἀληθῆ, καὶ οὐ μάχεται θατέρῳ τὸ ἕτερον. Εἰ μὲν οὖν οἱ ἅγιοι ἔλεγον ἐκ τοῦ Πατρὸς μόνου ἐκπορεύεσθαι τὸ Πνεῦμα, ἢ ὅτι ἐκ τοῦ Υἱοῦ οὐκ ἐκπορεύεται, εἶχεν ἂν λόγον, λέγειν ἡμᾶς δοξά ζειν ψεῦδος· ἐπεὶ δὲ τούτων οὐδέτερον οὐδεὶς οὐδέπω καὶ νῦν εἴρηκε, τὸ ἐκ τοῦ Πατρὸς λέγεσθαι ἐκπο ρεύεσθαι, οὐκ ἀναιρεῖ τὸ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι. Ταῦτα μὲν πρὸς τὰ ἡμέτερα ῥητὰ ἀπεκρίθησαν πρὸς δὲ τὸ τοῦ Δαμασκηνοῦ, ἐπεὶ μηδὲ ἡμεῖς αὐτὸ προετείναμεν, οὐδὲ ἐκεῖνοι ἀπεκρίθησαν· ἐγὼ δὲ καὶ τὴν τούτου λύσιν ύστερόν σοι χαρίσομαι. Επειτα δὲ ἐκεῖνοι ἐξ ἄλλης ἀρχῆς ἀρξάμενοι, εἶπον πολλὰ καὶ διάφορα ἐν πλείοσιν ἡμέραις ἐφεξῆς ἐπιχειρήματα, ἀπὸ τῆς θείας Γραφῆς ὁρμώμενοι, κἀκεῖθεν τῶν ἐλαττόνων εὐποροῦντες προτάσεων, δεικνύντα, τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπορεύεσθαι. Τελευταῖον δὲ τὰς ῥήσεις τῶν Πατέρων ἐπήνεγκαν, αἷς σαφῶς τε καὶ διαρρήδην ἡ τοῦ δόγματος τούτου ἀλήθεια φαίνεται. Παρήγαγον δὲ οὐ δυτικῶν μόνον, ἀλλ' οὐδὲν ἧττον καὶ ἀνατολικών διδασκάλων. των τινα, ὅσα μοι ἀναγκαιότερα έδοξε, σὺν τούτοις σοι τανῦν πέπομφα, ὡς ἂν καὶ αὐτοὺς τοὺς δυτικούς ἀκούσῃς Πατέρας τί περὶ τούτου φρονοῦσί τε καὶ διδάσκουσι. Πρὸς ἅπερ ἡμεῖς ἀπολογίαν εἰπεῖν εἴχομεν οὐδεμίαν, ἢ ὅτι νόθα εἰσὶ, καὶ ὑπὸ Λατίνων νενόθευται. Παρήγαγον τὸν ἡμέτερον Ἐπιφάνιον ἐν πολλοῖς τόποις σαφῶς ἐκ Πατρὸς, καὶ Υἱοῦ Θεο λογοῦντα τὸ Πνεῦμα. Νόθα ἐλέγομεν εἶναι. Ανέγνων τὸ προειρημένον ἐν τοῖς κατ' Εύνομίου τοῦ μεγάλου Βασιλείου ρητόν· παρέγγραπτον εἶναι ἐδόκει ἡμῖν. Προεκόμισαν τὰ τῶν ἐξ ἑσπέρας ἁγίων· πᾶσα ἡμῶν ἀπολογία τὸ νόθον, καὶ οὐδὲν ἕτερον ἦν. Ἐπὶ πολύ λὰς οὖν ἡμέρας σκεπτόμενοι καθ᾿ ἑαυτοὺς καὶ βου λευόμενοι, τι ἂν πρὸς ταῦτα ἀποκριθείημεν, οὐδε μίαν εὑρίσκομεν ἀπολογίαν ἢ ταύτην. Ταύτην δὲ αὖ, ὡς ἄλογον πάνυ, προσενεγκεῖν οὐκ ἐδόκει καλόν. Πρῶτον μὲν ὅτι ἔκ τε τῶν ἑπομένων καὶ ἡγουμένων αὕτη ἡ δόξα ἐφαίνετο τῆς τῶν ἁγίων οὖσα διανοίας Έπειτα πλείστων βιβλίων καὶ παλαιοτάτων τοῦτ' ἐχόντων, οὐκ ἦν αὐτὰ παραγράψασθαι. "Αλλως τε καὶ μηδὲν αὐτῶν βιβλίων, οὐχ Ἑλληνικῶς, οὐ λατινικῶς γεγραμμένον ἔχοντες δεῖξαι, ἄλλως ἔχον, ἢ ὡς Λατίνοι παρήγαγον, πῶς ἂν εὐλόγως αὐτὰ παρ εγραφόμεθα; ὁ γάρ τινα παραγράψασθαι βουλόμενος, ἄνευ εὐλόγων καὶ ἰσχυρῶν αἰτῶν, τοῦτο οὐ δύναται. Ἡμεῖς ἄλλους ἁγίους τοὐναντίον λέγοντας οὐκ εἴχομεν δεῖξαι· τοὺς αὐτοὺς δυτικοὺς ἄλλως λέγοντας ἀλλαχοῦ οὐδαμῶς ἀπεδείκνυμεν, Φυσικοῖς λόγοις παραστῆσαι αὐτοὺς ψευδομένους πάντων ἔλαττον ἐδυνάμεθα. Οὐδαμόθεν οὖν εὔλογον αἰτίαν καταλελειμμένην ἡμῖν ἑωρῶμεν· διὰ τοῦτο καὶ σεσιγήκαμεν.
col. 359–360page 20 of 43
PG 161:359Ησαν δ' ὅμως οἱ καὶ ἑτέρας ηὐπόρησαν ἀπολογίας, δηλονότι πλανηθῆναι τοὺς δυτικοὺς ἁγίου; καὶ ψεύσασθαι ἐν τούτῳ. Τοῦτο δ' ὅτι τὴν καθόλου ἡμῖν πίστιν ἀνατρέπει, φανερόν. Εἰ γὰρ ἡ πίστις ἡμῶν ἤρτηται τῶν ἁγίων, οἱ δὲ πλανῶνται· περὶ τὴν ἀλήθειαν, ἡ πίστις ἀνατέτραπται. Διὰ ταῦτα οὖν εὐλόγως ἡ μετὰ Λατίνων ἠκολούθησεν ἔνωσις. Καὶ πάντες ἀδιάστως, ὡς ὁ Θεό; οἶδε, συνέθεντο. Οσοι δὲ συνθέσθαι οὐκ ἠβουλήθησαν (ἦσαν δὲ δύο, καὶ οὐ πλείους), ἀβίαστοι, καὶ κύριοι ἑαυτῶν, καὶ τῆς ἰδίας ἔμειναν γνώμης. Εἰ δ' εὐλόγως, ἢ μὴ, κρινεῖς, τὰς τῶν ἁγίων ῥήσεις, &; σοι νῦν πέμπω, ὀψόμενός τε καὶ ἀναγνούς. Τις γὰρ τελῶν εἰς Χριστιανούς, οὐκ ἂν ἔψαιτο τού τοῖς, καὶ σταίη μετὰ τοῦ τῶν διδασκάλων τούτων χοροῦ, ἅμα δὲ καὶ τοῦ τῶν ἀνατολικῶν; Σύμφωνα γὰρ ἀλλήλοις ἀνάγκη δοξάζειν αὐτοὺς εἰπεῖν, ὡς ἐν τῷ συγγεγραμμένῳ μοι λόγῳ διὰ πλειόνων δει κνύω. Αὐτὰ μὲν οὖν τὰ ῥητὰ καθ᾿ αὐτὰ μένα ἱκανά εἰσι πᾶσαν ἀμφιβολίαν λῦσαι, καὶ πᾶσαν πεῖσαι ψυχήν. Ἐπεὶ κάμὲ οὐ συλλογισμοί, οὐδὲ πιθανολο γίαι καὶ ἀποδείξεις, ἀλλ' αὐτὸ γυμνὰ τὰ ῥητὰ ἔπεισαν. Αμα γὰρ ἰδὼν καὶ ἀκούσας αὐτὰ, εὐθὺς πάσης φιλονεικίας καὶ ἔριδος ἐπαυσάμην, καίτοι πρότερον ενιστάμενος οὐ μετρίως. Έκρινα γὰρ τοὺς ἁγίους Πνεύματι ἁγίῳ λαλήσαντας, μή δύνα σθαι ἐκκλίνειν τοῦ ἀληθοῦς, καὶ ἀχθεσθεὶς ὅτι μὴ πρότερον αὐτὰ ἠκηκόειν. Οὐδεὶς γὰρ οὐδέποτε τῶν ἡμετέρων τοσαύτην ἀπὸ ῥητῶν τοὺς Λατίνους ἰσχὺν ᾤετο ἔχειν· ὅτε ὅμως, τότε γοῦν, αὐτὰ εἶδον καὶ ήκουσα, πάσης ἀμφισβητήσεως ἀπηλλάγην, καὶ χάριτας ὡμολόγησα τῷ Θεῷ, τοσαῦτα ἐκεῖθεν ὠφε ληθείς. Καί σοι τοίνυν εὐγνώμονι ἀκροατῇ, καὶ ψυ χήν ἔχοντι τῆς ἀληθείας ἐφιεμένην καὶ παντὶ ὁμοίῳ Χριστιανῷ ταῦτα ἀρκέσει καὶ μόνα. Ἐπεὶ δὲ καί τινας ἀπὸ λογισμῶν αἰτεῖς ἀποδείξει;, σὴν χάριν μετρίως, ὡς ἐνὸν καὶ τοῦτο ποιήσ σομεν, ἀπὸ τῶν λόγων τῶν ἁγίων καὶ τῆς θείας Γραφῆς ὁρμώμενοι. Ο ἔνεστι μὲν καν τῷ περὶ ενώσεως ἐπιγεγραμμένῳ μοι λόγῳ ποιήσομεν δὲ ὅμως κἀνταῦθα τινῶν λόγων ἁψάμενοι. Πρὸ δὲ τοῦ κατὰ μέρος περὶ τούτων εἰπεῖν, ἀνάγκη τινὰ προσ λαβεῖν, πρὸς τὸ σαφέστερον τὸν ἑξῆς λόγον γε νέσθαι. Λήμματα, καὶ πρῶτον τί ἂν εἴη συστατικὸν τοῦ προσώπου τοῦ Πατρός. Ἐπεὶ ἑκάστου τῶν ὄντων πρὸς τῷ κοινῷ εἴδει, ἔστι τι καὶ ἕτερον ἴδιον εἶδος, ᾧ συνίσταται καὶ ἔστι, καὶ καθὸ λέγεται τόδε τι καὶ δν· ὥσπερ τοῦδε τοῦ ἀνθρώπου, τοῦ Πέτρου τυχόν, πρὸς τῷ κοινῷ εἴδει, ὅπερ ἐστιν ἡ ἀνθρωπότης, ἔστι καὶ ἔ-ερον ἴδιον εἶδος, καθὸ ὅδε ὁ ἄνθρωπό; ἐστι Πέτρο; τυχὸν
col. 361–362page 21 of 43
PG 161:361Παῦλος, ὅπερ ἐστι καὶ ἀκοινώνη τον ἑτέρῳ τοῦτο δ' ἐστὶν ἡ ψυχὴ αὐτοῦ δηλονότι, τὸ σῶμα, ἢ ἄλλοτι, ὅπερ ἐστὶν αὐτῷ ἀρχὴ τοῦ ἄτομον εἶναι ζητητέον καὶ ἐπὶ τοῦ Θεοῦ καὶ Πατρός, τί ποτ' ἐστιν αὐτῷ ἴδιον εἶδος, τὸ πρόσωπον αὐτοῦ συνι στῶν. Ἔστι μὲν γὰρ κοινὸν αὐτῷ τῷ Πατρὶ, Υἱῷ τε καὶ Πνεύματι καὶ οὐσιῶδες εἶδος, ἓν καὶ ταυτόν ἀριθμῷ ὄν, δηλαδή ή θεότης, καθ᾿ ἣν μετ᾿ αὐτῶν εἷς ἐστι Θεός· ἔχει μέντοι καὶ ἕτερον ἴδιον εἶδος, ; ἀκοινώνητον τοῖς ἄλλοις προσώποις, καθὰ τόδε τι καὶ πρόσωπον ἐν τῇ θείᾳ Τριάδι ἐστί. Τοῦτο οὖν τί ποτ' ἐστι ζητητέον. Οτι τὸ ἀγέννητον οὐκ ἔστι συστατικὸν αὐτοῦ. Τὸ μὲν οὖν ἀγέννητον οὐκ ἔστι. Τοῦτο γὰρ ἐστιν ἀπόφασις· οὐδὲν δὲ τῶν ὄντων κατὰ ἀπόφασιν ἔχει, τοδέ τι εἶναι. Ἀλλ᾽ ἔστιν αὐτοῦ ἰδίωμα ἑπόμενον συστάντι τῷ προσώπῳ αὐτοῦ. Οὐ μὴν οὐδὲ τὸ αἴτιον λέγεσθαι. Εἰ γὰρ τοῦτ᾽ ἦν τὸ ὑποστατικὸν αὐτῷ εἶ δος, αἴτιος μᾶλλον ἐλέγετο ἢ Πατήρ. 'Αλλ' ὑπὸ πάντων τῶν διδασκάλων κοινῶς Πατέρα μᾶλλον καλούμενον ὁρῶμεν αὐτόν. *Οτι οὐδὲ τὸ αἴτιόν ἐστι συστατικὸν αὐτοῦ. Ετι τὸ αἴτιον καθόλου τε ὂν καὶ κατὰ τοῦ Πα τρός τι καὶ προβολέως λεγόμενον, νόημα μόνον ἔσται, καὶ οὐδὲν πρᾶγμα. Ο δὲ τοιοῦτόν ἐστιν, ἔστιν οὐκ ὄν. Τὸ δὲ μὴ δν οὐ δύναται τοῦ ὑπερουσίου συστατικὸν εἶναι. Λείπεται οὖν ἢ τὴν πατρότητα μόνον, ἢ τὴν προβολήν μόνον, ἢ καὶ ἄμφω συστατικὰ εἶναι τοῦ προσώπου τοῦ πατρικοῦ. ᾿Αλλὰ μὴν ἄμφω συστατικὰ τοῦ αὐτοῦ εἶναι ἀδύνατον, διὰ ταῦτα. Εἰ γὰρ ἄμφω συνιστῶσι τὸ πρόσωπον τοῦ Πατρὸς, ἢ καὶ ἰδίᾳ ἑκάτερον δύναται αὐτὸ συνιστᾶν, ή ού, ἀλλ᾽ ἄμφω ἅμα. Εἰ μὲν οὖν καὶ ἑκάτερον ἰδίᾳ, δύο ἄρα είδη ὁ Πατήρ ἔξει καὶ ἀκολούθως καὶ δύο πρόσωπα ἔσται, ώς δύο προσωπικά είδη ἔχων· ώσ περ ἂν εἴ τις ἄνθρωπος δύο ἔχει ψυχάς, ὅπερ ἄτο πον. Εἰ δ' οὐχ ὡς ἑκάτερον ἰδίᾳ, ἀλλ᾽ ἄμφω ἅμα, οὔτ᾽ ὁ Πατέρα λέγων μόνον ἐδήλωσε τὸ πατρικὸν πρόσωπον, οὔτε ὁ προβολέα. ᾿Αλλὰ τούτου πᾶν τοὐναντίον ἐν τῇ χρήσει ὁρῶμεν. Πάντες γὰρ δια δάσκαλοι, καὶ πᾶσα Γραφὴ, τῷ ὀνόματι τοῦ Πατρὸς τὴν θείαν αὐτοῦ δηλοῦσιν ὑπόστασιν· καὶ προβολέα δὲ λέγοντες οἱ ἡμέτεροι, τὸν Πατέρα δηλοῦν οίονται μόνον. Οὐκ ἄρα οὔτε οὕτως ἄμφω ἅμα ὑποστατικά, ὡς θάτερον μόνον μὴ ἐγχωροῦν, ἀλλ' ἄμφω ἅμα συνιστᾶν, οὔτε ὡς ἑκάτερον ἰδίᾳ καὶ καθ' ἑαυ τὸ ἐγχωροῦν, ἀλλ' ἐξ ἀνάγκης θάτερον μὲν καὶ μέ νον συνιστᾷ τὸ πρόσωπον· τὸ δ᾽ ἄλλο καὶ λοιπὸν ἔπεται τῷ προσώπῳ συστάντι. Η προβολὴ οὐκ ἔστιν συστατικὸν αὐτοῦ, Δείπεται οὖν ἢ τὴν μὲν πατρότητα τὸ ὑποστατι
col. 363–364page 22 of 43
PG 161:363κὸν καὶ ἴδιον εἶδος τοῦ Πατρὸς εἶναι, τὴν δὲ προσ βολὴν ἕπεσθαι αὐτῷ ἤδη συστάντι, ἢ τὸ ἀνάπαλιν, τὴν μὲν προβολὴν συνιστῶν τὸ πατρικὸν πρόσωπον, τὴν δὲ πατρότητα καὶ τὸ γεννᾷν ἕπεσθαι ἤδη συ στάντι. Αλλ' εἰ τὸ μὲν προβάλλειν συνιστᾷ, τὸ δὲ γεννᾶν ἔπεται, ἀκολουθήσει τι ἄτοπον, καὶ παρὰ τὴν κοινὴν τῶν Πατέρων διδασκαλίαν· τοῦτο δ' ἔστι τοιοῦτον. Η πρώτη καὶ ἄμεσος ἑκάστου προσώπου ἐνέρ γεια ἀπὸ τοῦ συστατικοῦ εἴδους αὐτοῦ πρόεισι, πᾶσαι δ' ἄλλαι ἐνέργειαι διὰ ταύτης της πρώτης, δηλαδὴ ἐνεργείας· ὥσπερ ἐκ τῆς ψυχῆς ἥτις ἐστὶ συστατικὴν εἶδος τοῦ Πέτρου, ἡ πρώτη καὶ ἄμεσος αὐτοῦ ἐνέργεια πρόεισιν, ἥτις ἐστὶ τὸ ζῆν, αἱ λοι παὶ δὲ διὰ ταύτης, ὥσπερ τὸ θεωρεῖν, διδάσκειν, ὑφαίνειν, τεκταίνειν, καὶ τὰ λοιπά. Διὰ τοῦ τὴν γὰρ, ἥτις ἐστὶ πρώτη καὶ ἄμεσος αὐτοῦ ἐνέργεια, πᾶσαι αὗται καὶ αἱ λοιπαὶ ἐπιτελοῦνται Εἰ γοῦν καὶ τοῦ προσώπου τοῦ πατρικοῦ, τὸ προβάλλειν ἐστὶ τὸ συστατικὸν εἶδος, ἔσται ἡ μὲν πνεῦσις, ἢ ἐκπόρευσις, ἡ πρώτη αὐτοῦ καὶ ἄμεσος ἐνέργεια· διὰ δὲ τοῦ πνεῖν καὶ προβάλλειν γεννηθήσεται ὁ Υἱὸς, καὶ οὐκέτι τὸ Πνεῦμα διὰ τοῦ Υἱοῦ, ὡς οἱ θεολόγοι φασὶν, ἀλλ' ὁ Υἱὸς διὰ τοῦ Πνεύματος πρόεισιν ἁπάντα ἐναντία τῇ ἀληθείᾳ, καὶ ταῖς παραδόσεσι τῶν Πατέρων, καὶ τῇ κοινῇ χρήσει αὐτῶν. Η πατρότης ἐστὶ τὸ συστατιπὸν ἴδιον τοῦ προτ ώπου τοῦ πατρικοῦ, η Αλλ' ἐπεὶ ταῦτα ἄτοπα, λείπεται τὴν μὲν πα τρότητα τὸ πρόσωπον τὸ πατρικὸν συνιστᾷν, καὶ τοῦτο αὐτοῦ τὸ ἀκοινώνητον εἶδος εἶναι, τὴν δὲ προ βολὴν ἔπεσθαι τῷ προσώπῳ αὐτοῦ ἤδη συστάντι. οὐχ ὡς συμβεβηκός, ἢ ἐπίκτητον, οὐδὲν γὰρ ἐν τῇ Τριάδι συμβεβηκός, ἀλλὰ κατὰ φύσιν πάντα καὶ συσιώδη· καὶ τὸ μὲν γεννᾶν πρώτην εἶναι, καὶ ἄμεσον ἐνέργειαν τοῦ προσώπου τοῦ πατρικοῦ, τὸ δὲ προβάλλειν ἀποτελεῖσθαι διὰ τοῦ γενναν. Ταῦτα μὲν οὖν προσειλήφθω τῶν ῥηθησομένων, ὡς ἀναγκαῖα τῷ παντὶ λόγῳ. Δήμμα β'. Ἔτι δ᾽ ὡς κοινὰ προειρήθω καὶ ταῦτα. Τῶν ἐπὶ Θεοῦ λεγομένων τὰ μὲν ἔστι κοινὰ ταῖς ὑποστάσεσι πάσαις, ὡς τὸ ἀγαθὸς καὶ σοφὸς καὶ πάντα τὰ ἀπο λελυμένα· ὁμοίως δὲ καὶ αἱ πρὸς τὰ ὄντα καθ' ὑπερ οχὴν ἀποφάσεις, ὡς τὸ ἀόρατον, καὶ ἀκατάληπτον, καὶ τὰ τοιαῦτα· ἔτι τε ὅσα τὴν πρὸς κτίσιν σχέσιν ἐμφαίνει, ὡς τὸ δημιουργός, καὶ κριτὴς καὶ τὰ ὅμοια· τὰ μὲν οὖν τοιαῦτα κοινὰ τοῖς προσώποις εἰσὶ πᾶσι· τὰ δὲ ἐστιν ἴδια. Καὶ τῶν ἰδίων τὰ μέν ἐστιν ἴδια δυοῖν τῇ πρὸς τὸ λοιπὸν σχέσει, ὥσπερ Γιῷ καὶ Πνεύματι ίδιόν τε αἰτιατὸν, ἢ Πατρὶ καὶ Υἱῷ ἴδιον τὸ πέμπειν τὸ Πνεῦμα· τὰ δὲ ἴδια ἐνὸς προσώπου. Τῶν δὲ ἑνὸς προσώπου ἰδίων πάλιν, τὰ μὲν οὕτως ἴδια προσωπικά, ὡς καὶ ὑποστατικά εἶναι, ὥσπερ ἡ πατρότης, ή υἱότης, καὶ ἡ ἐκπό ρευσις· τὰ δὲ εἰ καὶ πρόσεστιν ἑνὶ μόνῳ, ἀλλ᾽ οὐχ ὑφίστησι τὸ πρόσωπον, ἀλλὰ μόνον γνωρίζει· ὡσε περἐπὶ τοῦ Πατρὸς τὸ ἀγέννητον. Οὔτ᾽ οὖν τὰ κοινὰ
col. 365–366page 23 of 43
PG 161:365τῶν τριῶν ἰδιώματα υποστατικά εἰσιν, οὔτε τὰ δυοῖν ἴδια πρὸς τὸ τρίτον. Οὔτε μὴν τὰ ἑνὸς μὲν ίδια, οὕτω δὲ ἴδια, ὡς γνώριστικὰ καὶ ἑπόμενα. ᾿Αλλὰ ταύτας μόνα; εἶναι προσωπικὰς ἰδιότητας, τὴν πατρότητα δηλαδή, καὶ τὴν υἱότητα, καὶ τὴν ἐκπόρευσιν, ὡς ταύτας μόνας ὑφεστώσας τὰ πρόσωπα. "Α δὲ δυοῖν ίδια προς το τρίτον, ταῦτα γνωρίσματα, ή ιδιώ ματα δύο τινῶν εἶναι προσώπων. Καὶ ταῦτα μὲν οὕτως. Τούτων δὲ ῥηθέντων συναποδείκνυται καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Πατρὸς δι' Υἱοῦ ἐκπορεύεσθαι οὕτως. Διὰ τῆς πρώτης καὶ ἀμέσου ἐνεργείας ἑκάστου πᾶσαι αἱ ἄλλοι ἐπιτελοῦνται ἐνέργειας. Πρώτη δὲ ἐνέργεια καὶ ἄμεσος τοῦ Πατρός ἐστι τὸ γεννᾶν. Διὰ τοῦ γεννᾶν ἄρα ἡ τοῦ πνεῖν ἐπιτελεῖται ἐνέργεια. Καὶ οὕτως ἐκ Πατρός δι' Υἱοῦ ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον. Τὸ δὲ δι' Υἱοῦ τίνα τὴν δύναμιν ἔχει, καὶ τί ἡ διὰ ἐνταῦθα δηλοί, ὅτι δηλαδὴ αἰτίαν μεσιτεύουσαν, ἱκανῶς ἐν τῷ Περὶ ἑνώσεως δείκνυται λόγῳ. Έτι τὸ Πνεῦμα τὸ ἅγιον ἢ ἐκ τοῦ Πατρὸς ἐκπο ρεύεται μόνου, ἢ οὐκ ἐκ μόνου τοῦ Πατρός· ἀντι φάσεως γὰρ οὐδὲν μεταξύ. ᾿Αλλὰ μὴν οὐκ ἐκπορεύε τα: ἐκ μόνου τοῦ Πατρός· εἰ δὲ οὐκ ἐκ μόνου, καὶ ἐκ τοῦ Υἱοῦ ἄρα. Οτι δ' οὐκ ἐκ μόνου τοῦ Πατρὸς ἐκ πορεύεται, δείκνυται οὕτως. Πρῶτα μὲν οὐδαμοῦ οὔτε τῆς θείας Γραφῆς, οὔτε τῶν διδασκάλων εὕρη ται εἰρημένον· ὁ δὲ ὑπό τινος τούτων οὐκ εἴρηται, οὐδενὶ τολμητέον εἰπεῖν· ἔπειτα τὸ προβάλλειν, Ενέργεια τοῦ Πατρὸς οὐσιώδης οὖσα οὐ πρώτη οὐδ' ἄμεσος, ἐπιτελεῖται διὰ τῆς πρώτης, ἥτις ἀπεδείχθη οὖσα τὸ γεννᾶν καὶ ἡ γέννησις· ὥστε καὶ τὸν Υἱὸν ταύτης ἀνάγκη τῆς ἐνεργείας κοινωνεῖν, καὶ δι᾽ αὐ τοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι. "Αλλως τε πάντων κοινωνῶν ὁ Υἱὸς τῷ Πατρὶ, πλὴν τῶν συστατικῶν ἰδιοτήτων, κοινωνήσει καὶ τῆς τοῦ προβάλλειν δυνάμεως, φυσικῆς μὲν τῷ Πατρὶ, οὐ συστατικῆς δὲ τοῦ προσώπου αὐτοῦ, ὡς εἴρηται, οὔσης. Ὥστε τὸ Πνεῦμα ἐκ Πατρὸς καὶ Υἱοῦ, ἡ ἐκ Πατρὸς δι' Υἱοῦ ἐκπορεύεται. Διαφέρει γὰρ οὐδὲν ἐπὶ τῆς θεολογίας τῆς ἐκ ἡ διά. Εἰ δέ τις εἴποι, κοινὴν εἶναι δεῖν καὶ τῷ Πνεύ ματι τῷ ἁγίῳ τὴν δύναμιν τοῦ προβάλλειν, ὡς οὐσ σιώδη· πάντων γὰρ καὶ αὐτὸ κοινωνεῖ τῶν οὐσιωδῶν Μαθέτω ὁ τοιοῦτος τοῦτο ἀδύνατον εἶναι, διὰ τὸ ἀντιπίπτειν τῇ αὐτοῦ ἰδιότητι. Οὐ δύναται γὰρ τὸ αὐτὸ ἑαυτοῦ αἴτιον εἶναι. Εκαστα γὰρ τῶν θείων
col. 367–368page 24 of 43
PG 161:367προσώπων κοινωνοῦσι πάντων ἀλλήλοις τῶν οὐσιωδῶν, μένοντα ἐν τῷ εἶναι ὁ εἰσι, καὶ σώζοντα την ἑαυτῶν ἰδιότητα. Μένων γὰρ, φησὶν ὁ μέγας Βασί λειος, ὁ Υἱὸς ἐν τῷ εἶναι Υἱὸς, ἔχει πάντα τὰ τοῦ Πατρός. Καὶ τὸ Πνεῦμα ἄρα μένον ἐν τῷ εἶναι Πνεῦμα, ἔχει πάντα τὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· τῷ ἰδίῳ οὖν λόγῳ, ὡς εἴρηται, μάχεται τὸ ἑαυτοῦ αἴτιον εἶναι· καὶ διὰ τοῦτο τὴν ἐνεργητικὴν ἐκπόρευσιν ἔχειν οὐ δύναται. Εἰ δέ τις πάλιν εἴποι, ᾿Αλλ' εἰ μὴ τῆς τοῦ προβάλλειν ἐνεργείας κοινωνεῖ τὸ Πνεῦμα, κοινωνήσετε γοῦν τῆς τοῦ γεννᾷν, ὥσπερ ὁ Υἱὸς τῆς τοῦ προ βάλλειν Μὴ λανθανέτω οὐδὲ τοῦτο δυνατὸν εἶναι. Πρώτα μὲν διὰ τὸ τὴν τοῦ γεννᾶν ἐνέργειαν τοῦ συστατικού είδους τοῦ πατρικοῦ προσώπου καὶ ἀκοινωνήτου πρὸς ἕτερον ἀποδεδείχθαι ἐνέργειαν, καὶ διὰ τοῦτο ἀδύνατον εἶναι κοινωνῆσαι αὐτῷ ἕτερον πρόσωπον. Επειτα δὲ διὰ τὸ περιέχειν ἀντίφασιν ἐν ἑαυτῷ εἰ γὰρ αὐτὸ γεννᾷ μὲν τὸν Υἱὸν, ἐκπορεύεται δ' ὑπ' αὐτοῦ, ἔσται πρὸς τὸ αὐτὸ καὶ αἴτιον, καὶ αἰτιατήν. Τοῦτο δ᾽ ἐστὶν ἀντίφασις. ᾿Αλλ' ἴσως ἐρεῖ τις τοῦτο τὸ ἄτοπον ἔπεσθαι, διὰ τὸ προϋποτίθεσθαι τὸν Υἱὸν προβάλλειν τὸ Πνεῦμα. Εἰ δὲ μὴ τοῦτο ὑποτεθείη, ἀλλὰ μόνον, ὅτι τὸ Πνεῦμα σὺν τῷ Πατρὶ γεννᾷ τὸν Υἱόν, τοῦτο οὐκ ἔτι τὸ ἄτο που έψεται. Διατί γὰρ οὐ μᾶλλον τὸ Πνεῦμα σὺν τῷ Πατρὶ γεννᾷ τὸν Υἱόν, ἀλλ' ὁ Υἱὸς σὺν τῷ Πατρί προβάλλει τὸ Πνεῦμα Εἴ τις οὖν ταῦτα φαίη, πρῶτα μὲν ἴστω ζητῶν & μηδεὶς ἄλλος ποτὲ οὐδ᾽ ἐννοῆσαι ἐτόλμησεν· ἔπειτα ἢ μὲν τοῦ γενναν δύναμις προεπινοεῖται τῆς τοῦ προβάλλειν δυνάμεως, ώς πρώτη καὶ ἄμεσος ἐνέρ γεια τοῦ Πατρός, καθὰ ἀποδέδεικται· καὶ διὰ τοῦτο οὐ δύναται ταύτης κοινωνεῖν τὸ Πνεῦμα· ἡ δὲ τοῦ προβάλλειν ἐπινοουμένη τῆς τοῦ Υἱοῦ γεννήσεως καὶ διὰ τῆς αὐτοῦ γεννήσεως ἐπιτελουμένη, ὡς δέ δεικται, οὐκ ἀδύνατος, ἀλλὰ μᾶλλον καὶ ἀναγκαία αὐτῷ κοινωνεῖσθαι. Εἰ δέ τις αὖθις διὰ ταῦτα εἴποι, Οὐκοῦν ἔλαττον τὸ Πνεῦμα Πατρὸς καὶ Υἱοῦ, εἴπερ ὁ μὲν Πατὴρ γεννᾷ τὸν Υἱὸν καὶ προβάλλει τὸ Πνεῦμα· ὁ δὲ Υιός καὶ αὐτὸς σὺν τῷ Πατρὶ προβάλλει τὸ Πνεῦμα· τὸ δὲ Πνεῦμα οὔτε τὸν Υἱὸν γεννᾷ, οὔθ' ἑαυτὸ οὔθ᾽ ἔτε τον πνεῦμα προβάλλει Μάταιος ὁ λόγος, καὶ καθ' ἑαυτοῦ μᾶλλον ὁ τοῦτο φάσκων συμπεραίνει· εἰ γὰρ ἀτελείας καὶ ἐλαττών σεως τοῦτο σημεῖον ἐν τῇ Τριάδι οἴεσθαι δεῖ, τὸ μη δενὸς τῶν προσώπων αἴτιον εἶναι, καὶ τὸ ἐλαττόνων ἄρα προσώπων αἴτιον τοῦ πλειόνων αἰτίου ἔλαττον. ἔσται. 'Αλλ' ὁ Υἱὸς ἑνὸς προσώπου τοῦ Πνεύματος μένου αἴτιος ὢν σὺν τῷ Πατρὶ, ἐλάττων ἔσται τοῦ Πατρός, αἰτίου ὄντος καὶ αὐτοῦ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος. ᾿Αλλὰ τοῦτο ἄτοπον καὶ μόνον ἐννοήσαι. Κἀκεῖνο τοίνυν τῆς ὁμοίας ἐστὶν ἀτοπίας. Τὸ γὰρ αἴτιον ἢ αἰτιατὸν εἶναι ἐν τῇ Τριάδι εἰς τὰ προσω
col. 369–370page 25 of 43
PG 161:369πικὰ ἀναφερόμενον ἰδιώματα, οὔτε μείζον, οὔτ᾽ Ελαττον ἕτερον ἑτέρου ποιεῖ ἢ εἶναι, ἢ λέγεσθαι. Ἔτι εἰ ἡ τοῦ γεννᾶν καὶ τοῦ προβάλλειν δύναμις ἄμφω συστατικαὶ τοῦ προσώπου εἰσὶ τοῦ πατρικοῦ ἰδίᾳ καὶ ἀνὰ μέρος, ἑκάστης δὲ ἐνεργείας εἶδός ἐστιν ἀρχή· δύο είδη τῶν δύο τούτων ἐνεργειῶν ἔσονται. Εκαστον δὲ συστατικὸν εἶδος πρόσωπον συνιστᾷ. Καὶ οὕτως ὁ Πατήρ δύο πρόσωπα ἔσται. Τοῦτο δὲ ἄτοπον. Οὐκ ἄρα ἡ τοῦ προβάλλειν δύναμις συνιστά τὸ πρόσωπον τοῦ Πατρός. Εἰ δὲ μὴ συνιστᾷ, κοινὴ ἄρα ἐστὶ καὶ τῷ Υἱῷ. Καὶ οὕτως τὸ Πνεῦμα ἐκ Πα τρὸς καὶ Υἱοῦ ἐκπορεύεται. Εξι κοινῶς παρά πάντων ὁμολογεῖται τῶν διδα σκάλων, ὡς τὸ Πνεῦμα τὸ ἅγιον πρόεισιν ἐξ Υἱοῦ. Εἰ οὖν πρόεισιν ἐξ αὐτοῦ, πρόεισι πάντως φυσικῶς. Οὐδὲν γὰρ ἐν τῷ Θεῷ παρὰ φύσιν, οὔτε ἐπίκτητον. Γῶν γὰρ κτισμάτων ἐστὶ τὸ μὴ φύσει ἐκ Θεοῦ προϊέ και. Εἰ τοίνυν κατὰ φύσιν ἐξ Υἱοῦ τὸ Πνεῦμα πρόεισιν, ἡ δὲ κατὰ φύσιν πρόοδος ἐν τοῖς θείοις διχῶς ἐν δέχεται εἶναι, ἢ κατὰ γέννησιν, ἢ κατ' ἐκπόρευσιν, κατὰ γέννησιν δὲ οὐ πρόεισιν ἐξ αὐτοῦ, ἦ γὰρ ἂν ἦν Υἱὸς τοῦ Υἱοῦ τὸ Πνεῦμα· πρόεισιν ἄρα κατ' ἐκπό ρευσιν. Ωστε ἡ ἐκ τοῦ Υἱοῦ τοῦ Πνεύματος πρόοδος εἴη ἂν ὡ; ἐκπορευομένου ἐξ αὐτοῦ. Εἰ δέ τις εἴποι, ὡς ἡ πρόοδος αὕτη τὴν εἰς ἡμᾶς ἐνέργειαν δηλοῖ καὶ τὴν χάριν. Ματαία ἂν εἴη τοῦτο καταφυγή. Εἰ γὰρ καὶ χάρι τός τινος ἡμεῖς μεταλαμβάνομεν, καὶ οὐ τῆς οὐσίας τοῦ Πνεύματος, οὐσία γάρ ἐστιν ἀμέθεκτος· ὅμως οὐ χάρις ἀνυπόστατος πρόεισιν ἐξ Υἱοῦ, ἀλλ' αὐτὴ ἡ θεία τοῦ Πνεύματος ὑπόστασις. Καὶ δῆλον ἐξ ὧν ἄλ λων ῥημάτων, εμφατικωτέρων περὶ τούτου, φασὶν οἱ διδάσκαλοι, τοῦ ἀναβλύζειν, λέγω, τοῦ καὶ πηγάζειν, καὶ ἐκλάμπειν. "Α τίνι μὴ τυφλώττοντι οὐ γνώρισμα, τὴν ὕπαρξιν τοῦ Πνεύματος οὐ μετάδος σιν, οὐδὲ χορηγίαν δηλοῦν; Η τοιαύτη οὖν ἐξ Υἱοῦ ὑποστατικὴ τοῦ Πνεύματος πρόοδος, ἢ δουλική ἐστιν ή φυσική. 'Αλλ' ἐπεὶ δουλικὴ οὐκ ἔστιν, ἐξ ἀνάγκης ἐστι φυσική. Φυσικὴ δὲ πρόοδος ἐξ Υἱοῦ τῆς τοῦ Πνεύματος ὑποστάσεως τί ἂν ἄλλο παρὰ τὴν αὐτοῦ ἐκπόρευσιν εἴη; Οὐδὲ πλάσαι βάδιον. Ετί, τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς οὐσίας τοῦ Πα τρὸς εἶναι καὶ τοῦ Υἱοῦ, καὶ ἐκ τῆς οὐσίας αὐτῶν ὑπάρχειν, κοινῇ πάντες ἀνατολικοί τε καὶ δυτικοί βοῶσι Πατέρες. Ἀλλὰ τὸ ἐκ τῆς οὐσίας τινὸς ἦν ἐν τῇ Τριάδι καὶ ἐκ τῆς ὑποστάσεως αὐτῷ ἐστιν. Τὸ Πνεῦμα ἄρα τὸ ἅγιον ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ λεγό μενον εἶναι, καὶ ἐκ τῆς αὐτοῦ ἐστιν ὑποστάσεως. ῞Οτι δ' ἐν τῇ Τριάδι τὸ ἐκ τῆς οὐσίας τινὸς ἂν καὶ ἐκ τῆς αὐτοῦ ἐστιν ὑποστάσεως, δῆλον ἐκεῖθεν. Ού σία καὶ ὑπόστασις ἐφ' ἑκάστου τῶν θείων προσώπων ἦν εἰσι πρᾶγμα, καὶ οὕτως ἔν, ὡς λόγῳ μόνῳ ἀλλή λων διακρίνεσθαι. Εἰ γὰρ πράγματι ἀλλήλων πρό
col. 371–372page 26 of 43
PG 161:371σωπον, ἢ ὑπόστασις, καὶ οὐσία διέφερον, ἦσαν ἂν ὥσπερ τρία πρόσωπα πραγματικῶς, οὕτω καὶ τρεῖς οὐσίαι. Τοῦτο δ' ἐστὶν ἐναντίον τῇ πίστει. Διὸ ἐπι νοίᾳ μὲν ἔστιν ἡ διάκρισις ὑποστάσεως καὶ οὐσίας, πράγματι δέ γε ἡ ἔνωσις· ἐναντίως ἢ ἐφ' ἡμῶν τῶν ἀνθρώπων. Ἐφ' ἡμῶν γὰρ ἡ μὲν ἔνωσις τῆς φύσεως ήτοι τῆς ἀνθρωπότητος μετὰ τοῦ ἑκάστου προσώπου ἐπινοίᾳ ποιεῖ ἕν, πράγματι δέ εἰσι δύο. "Αλλο γὰρ πράγμα ή κοινή ἀνθρωπότης, καὶ ἄλλο πρᾶγμα ἡ τοῦδε τοῦ προσώπου ἀτομότης. Διὸ ὥσπερ ἐσμὲν πολλὰ πρόσωπα, οὕτω καὶ πολλοὶ ἄνθρωποι. Διδ οὐκ ἐξ ἀνάγκης τὸ ἐκ τῆς φύσεως τοῦδέ τινος καὶ ἐκ τῆς ὑποστάσεως αὐτῷ ἐστιν. Ἐπὶ δὲ τῆς ἁγίας Τριάδος, ὡς εἴρηται, τὸ ἀνάπαλίν ἐστιν· ὅτι δη λαδὴ ἡ μὲν ἔνωσις φύσεώς τε καὶ προσώπου ἐστι πράγματι, ἡ δὲ διάκρισις ἐπινοίᾳ. Οθεν τὸ ἐκ τῆς φύσεώς τινος τῶν προσώπων καὶ ἐκ τῆς ὑποστάσεως αὐτοῦ ἐξ ἀνάγκης ἐστίν. Εἰ οὖν ἐκ τῆς φύσεως τοῦ Υἱοῦ τὸ Πνεῦμα, οὗ πλήρης πᾶσα γραφή Κυρίλλου, καὶ ἐκ τῆς ὑποστάσεως αὐτοῦ ἄρα ἐστίν. ῦ ᾿Αλλὰ φασὶν οἱ ἡμέτεροι, διὰ τὸ ὁμοούσιον ταῦτα εἰρῆσθαι, καὶ ἵνα τὸ Πνεῦμα δειχθῇ τῆς ταυτῆς οὐ σίας Πατρὸς καὶ Υἱοῦ. Τὸ Πνεῦμα ἐκ τῆς οὐσίας Πατρὸς καὶ Υἱοῦ, οὐ μὴν ἀνάπαλιν. Τοῦτο δὲ ἀληθὲς μὲν, ὅσῳ δὲ ἀληθὲς, τοσούτῳ Λατίνοις συνηγορεί μᾶλλον. Οὕτω γὰρ ὁμοούσιον Πατρὶ καὶ Υἱῷ μᾶλλον τὸ Πνεῦμα, ὡς ἐκ τῆς οὐσίας αὐτῶν, καὶ ἐξ αὐτῶν προϊόν, ἤγουν ἐκπορευόμενον. Λεγέσθω γὰρ καθαρώτερον διὰ τοὺς τοῖς βήμασι προσκόπτοντας. Εἰ γὰρ τὴν ὁμοουσιότητα ἁπλῶς δηλοῖ μόνον, ὡς οἱ ἡμέτεροι οἴονται, ἔδει καὶ τὸν Πατέρα ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος λέγεσθαι. Ἀλλὰ τοῦτο οὔτ᾽ ἐτόλμησέ τις μέχρι καὶ νῦν, οὔτε τολμήσει εἰπεῖν, ἕως ἂν τοῖς εὐσέβεσι συντάττεσθαι προύργου ποιοῖτο· ἄλλως τε ἐπεὶ οὐ σία οὔτε γεννᾷ, οὔτε ἐκπορεύει κατὰ τοὺς θεολόγους, ἔτι τε καὶ αὐτοὺς τοὺς φιλοσόφους, καὶ αὐτοὶ γὰρ πανταχοῦ βοῶσι φιλοσοφίας, τὰς ἐνεργείας τῶν ἀτόμων εἶναι, οὐ τῶν καθόλου· ἐμὲ γὰρ οὐχ ἁπλῶς ἄνθρωπος, ἀλλ' ὁ τὶς ἄνθρωπος γεγέννηκεν. Εἰ οὖν, ὡς εἴρηται, αἱ ἐνέργειαί εἰσι τῶν ἀτόμων, οὐ τῶν καθόλου, οὐδὲ τῆς ἁπλῶς οὐσίας, τί ἄλλο νοεῖν ὀφείλομεν οὐσίαν Υἱοῦ ἀκούοντες καὶ ἐξ. αὐτῆς προϊέναι τὸ Πνεῦμα, ἢ τὴν αὐτοῦ θείαν ὑπό στασιν; Μηδὲ τοῦτο δὲ ἡμᾶς λανθανέτω, ὅτι οἱ ταῦτα λέγοντες ἅγιοι πρὸς 'Αρειανούς και Ευνομιανούς μαχόμενοι ἔλεγον ταῦτα· οἶ, τὸν μὲν Υἱὸν ἐκ τοῦ Πατρὸς εἶναι, τὸ δὲ Πνεῦμα ἐκ τοῦ Υἱοῦ ὡμολόγουν· ἡρνοῦντο δὲ τὸ ἐκ τῆς οὐσίας, λέγοντες τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς μὲν, ἀλλ᾽ οὐκ οὐσιωδῶς, ἀλλὰ θελήσει τοῦ Πατρὸς γεννηθῆναι· τὸ δὲ Πνεῦμα καὶ αὐτὸ ἐκ τοῦ Υἱοῦ, οὐκ οὐσιωδῶς, ἀλλὰ θελήσει. Διδ τὸν μὲν Υἱὸν ἐλάττονα τοῦ Πατρὸς καὶ ἑτέρας οὐ
col. 373–374page 27 of 43
PG 161:373σίας, τὸ δὲ Πνεῦμα ἔλαττον τοῦ Υἱοῦ τοῦ καὶ ἑτέρας οὐσίας ἀπεφαίνοντο, ὡς τρεῖς οὐσίας ποιεῖν ἐν θεό τητι. Οἱ οὖν Πατέρες τε καὶ διδάσκαλοι, ἐκείνοις μα χόμενοι, οὐκ ἐκ τοῦ Υἱοῦ μόνον, ἀλλὰ καὶ ἐκ τῆς οὐσίας αὐτοῦ ἔσπευδον δεικνύναι ἂν τὸ Πνεῦμα τὸ ἅγιον· ὡσαύτως καὶ τὸν Υἱόν, οὐκ ἐκ τοῦ Πατρὸ; μόσ νον, ἀλλὰ κἀκ τῆς οὐσίας αὐτοῦ. Ἰδὲ οὖν πρὸς μὲν τὸ ἐκ θελήσεως τοῦ Υἱοῦ, καὶ ού τῆς οὐσίας τὸ Πνεῦμα εἶναι, ἀπήντων οἱ διδάσκαλοι, ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ εἶναι βοῶντες· πρὸς δὲ τὸ ἐξ Υἱοῦ εἶναι οὐδεὶς ἀντέστη, οὐδ᾽ εἴρηκε μὴ εἶναι αὐτὸ ἐξ Υἱοῦ· ὡς καὶ αὐτοὶ τοῦτο φρονοῦντες, καὶ τὸ ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ, ὡς κἀκ τῆς ὑποστάσεώς τε καὶ οὐσίας αὐτοῦ, αὐτοί τε νοοῦντες, καὶ ἡμῶν τοὺς συνιέντας διδάσκοντες. Ετι ὁ μὲν μέγας Βασίλειος ἐν τῷ πρώτῳ τῶν Κατ' Ευνομίου τὸν Υἱόν φησι τάξιν ἔχειν πρὸς τὸν Πατέρα φυσικήν, καὶ οἵαν τὸ ἐκ τοῦ πυρὸς πρὸς τὸ πῦρ, καὶ τὸ αἰτιατὸν πρὸς τὸ αἴτιον· ὁ δ᾽ αὐτὸς καὶ τὸ Πνεῦμα τάξιν ἔχειν πρὸς τὸν Υἱὸν διατείνεται κατὰ τὰ προειρημένα. Ο μέγας γε μέντοι Αθα νάσιος καὶ σαφέστερόν φησιν· Οίαν τάξιν καὶ φύσιν ἔχει ὁ Υἱὸς πρὸς τὸν Πατέρα, τοιαύτην τάξιν καὶ φύσιν ἔχει τὸ Πνεῦμα πρὸς τὸν Υἱόν. Οὐκοῦν οιι τως ἂν συλλογίσαιο· Τοιαύτην τάξιν καὶ φύσιν ἔχει τὸ Πνεῦμα πρὸς τὸν Υἱόν, οἵαν ὁ Υἱὸς πρὸς τὸν Πατέρα· ἀλλ' ὁ Υἱὸς πρὸς τὸν Πατέρα τάξιν ἔχει φυσικὴν τὴν αἰτίαν τοῦ πρὸς αἴτιον· καὶ οὕτως ὁ Υἱός αἰτιός ἐστι τῆς τοῦ Πνεύματος ὑποστάσεως. Ετι ἐπεὶ ἐν τοῖς ἀνθρωπίνοις καὶ φυσικοῖς πράγ μασι πᾶν αἴτιον προηγείται τοῦ αἰτιπτοῦ χρόνῳ, καὶ τὸ αἰτιπτὸν τοῦ αἰτίου ἐστιν ὕστερον· καὶ διὰ τοῦτό τινες ἀκούοντες αἴτιον καὶ αἰτιατὸν ἐν τῇ Τριάδι, και μάλιστα 'Αρειανοί τε καὶ Ευνομιανοί, ἐκ τῶν ἀνθρωπίνων ἐπεχείρουν παραδειγμάτων τὸ συναΐδιον ἀνελεῖν τῆς Τριάδος, καὶ τὸν μὲν Υἱὸν τοῦ Πατρὸς ὕστερον χρόνῳ δεικνύναι, ὡς αἰτιατὸν αὐτοῦ· πρὸς τούτους ο Νύσσης θεῖος Γρηγόριος ένι στάμενος, καὶ τὸ συναΐδιον τῶν τριῶν ὑποστάσεων ἀποδεῖξαι προθέμενο;, ἐν τῷ πρώτῳ τῶν πρὸς Εὐα νόμιον Αντιῤῥητικῶν ἀναλογίαν τινὰ ποιεῖται Υἱοῦ πρὸς Πατέρα, καὶ Πνεύματος πρὸς Υἱὸν, τὴν μὲν Πατέρα λέγων, μόνῳ τῷ τῆς αἰτίας λόγῳ προεπι θεωρεῖσθαι τοῦ Υἱοῦ, οὐ μέντοι κατ' ἔμφασιν χρο νικὴν, καὶ διὰ τοῦτο μή κινδυνεύειν τὸν τῆς συν αἰδιότητος λόγον· τὸν δὲ Υἱὸν αὖθις καὶ αὐτὸν ἐπινοίᾳ μόνῃ προθεωρεῖσθαι τῆς τοῦ Πνεύματος ὑποστάσεως, κατὰ τὸν τῆς αἰτίας λόγον. Ως φαίνεσθαι φανερῶς τὸν διδάσκαλον ταύτης εἶναι τῆς δόξης τοῦ τὸν Υἱὸν αἰτίαν εἶναι τοῦ Πνεύ ματος. Ως γὰρ συνάπτεται τῷ Πατρὶ ὁ Υἱός, οὕτω καὶ τὸ Πνεῦμα, φησὶ, συνάπτεται τῷ Υἱῷ· καὶ αὖ θες, ὡς προθεωρεῖται ὁ Πατήρ τοῦ Υἱοῦ, οὐ χρόν κῷ τινι διαστήματι, οὐδὲ πράγματι, ἀλλ' ἐπινοίᾳ
col. 375–376page 28 of 43
PG 161:375τῷ λόγῳ τῷ τῆς αἰτίας, οὕτω καὶ ὁ Υἱὸς προθεωρεῖται τοῦ Πνεύματος ὁμοίως, ἐπινοίᾳ κατὰ τὸν τῆς αἰτίας λόγον. Ετι, εἰ καὶ ἐν τοῖς ἀνθρωπίνοις καὶ καθ᾿ ἡμᾶς οὐ πᾶν πρωτότυπόν τινος καὶ αἴτιον αὐτοῦ ἐστι τῶν γὰρ τεχνιτῶν τὰ πρωτότυπα οὐχὶ καὶ ποιητικά αἴτιά εἰσι τῶν, ὧν εἰσι πρωτότυπα, δηλαδὴ τῶν εἰ κόνων αὐτῶν· ἀλλ᾽ οὖν τὸ φύσει πρωτότυπον καὶ ἐν αὐτοῖς τούτοις τοῖς ἀνθρωπίνοις αἴτιόν ἐστι τῆς εἰκόνος, ἧς πρωτότυπόν ἐστιν· πολλῷ τοίνυν μᾶλ λον ἐν τοῖς θείοις, ὅπου πάντα τά τε ἄλλα καὶ αὐτὸ τὸ πρωτότυπον φύσει λαμβάνεται (οὐδὲν γὰρ ἐκεῖ παρὰ φύσιν), αὕτη ἡ πρότασις ἀληθεύσει, δηλαδή, Τὸ ἐν τοῖς θείοις προσώποις τινὸς πρωτότυπον καὶ αἴτιόν ἐστι τοῦ, οὗ ἐστι πρωτότυπον. Αλλ' ὁ Θαυ ματουργός Γρηγόριος τὸν Υἱὸν τοῦ Πνεύματος πρω τότυπόν φησιν, ὥστε καὶ αἴτιον ἐνόμιζε τοῦ Πνεύ ματος τὸν Υἱόν. Τοῦτο δὲ καὶ ἀπὸ τοῦ ὁμοίου δει χθήσεται. Ὁ μὲν γὰρ μέγας Βασίλειος πρωτότυπον τοῦ Υἱοῦ τὸν Πατέρα φησὶν ἐν τῷ Κατ' Ευνομίου τετάρτῳ· ὁ δὲ Θαυματουργός Γρηγόριος, ὡς εἴρη ται, τὸν Υἱὸν πρωτότυπον διδάσκει τοῦ Πνεύματος ἐν τῷ λόγῳ, οὗ ἡ ἀρχή. Ἔχθιστοι καὶ ἀλλότριοι τῆς ἀποστολικῆς ὁμολογίας οἱ τὸν Υἱὸν ἐξ οὐκ ὄντων λέγοντες. ᾿Αλλὰ Βασίλειος τὸν Πατέρα, ὡς αἴτιον τοῦ Υἱοῦ, πρωτότυπον αὐτὸν φησὶ τοῦ Υἱοῦ καὶ ὁ Γρηγόριος ἄρα τὸν Υἱόν, ὡς αἴτιον τοῦ Πνεύματος, πρωτότυπον αὐτὸν Πνεύματος διατεί. νεται. Ετι, ὑπό τε τοῦ μεγάλου Βασιλείου, καὶ τῶν πλείστων ἁγίων, ὁ μὲν Υἱὸς εἰκὼν τοῦ Πατρὸς λέ γεται, τὸ δὲ Πνεῦμα εἰκὼν τοῦ Υἱοῦ· καὶ ὁ μὲν Υἱὸς ἐνέργεια τοῦ Πατρὸς, τὸ δὲ Πνεῦμα ἐνέργεια τοῦ Υἱοῦ, καὶ ὁ μὲν Υἱὸς Λόγος τοῦ Πατρός, τὸ δὲ Πνεῦμα ῥῆμα τοῦ Υἱοῦ· καὶ ὁ μὲν Υἱὸς εὐωδία τοῦ Πατρὸς, τὸ δὲ Πνεῦμα εὐωδία τοῦ Υἱοῦ. 'Αλλ' ἐκεῖνα πάντα ὁ Υἱὸς λέγεται τοῦ Πατρὸς, ὡς ἐκ τοῦ Πα τρὸς ὤν. Καὶ τὸ Πνεῦμα ἄρα τὸ ἅγιον τὰ αὐτὰ λέ γεται τοῦ Υἱοῦ εἶναι, ὡς ἐκ τοῦ Υἱοῦ δν. Ετι, εἰ μὴ τὸ Πνεῦμά ἐστιν ἐξ Υἱοῦ, οὐκ ἂν αὐτοῦ προσωπικῶς διακρίνοιτο. ᾿Αλλὰ τοῦτο ἄτοπον λέγειν· οὕτω γὰρ ἡ Τριὰς ὁρισθήσεται εἰς δυάδα. Εστιν ἄρα ἐξ Υἱοῦ τὸ Πνεῦμα, εἰ μέλλοι προσωπικῶς διακρίνεσθαι. Οτι δὲ εἰ μὴ εἴη καὶ ἐξ αὐτοῦ, οὐκ ἂν αὐτοῦ προσωπικῶς διακρίνοιτο, δῆλον ἐκεῖ θεν. Εκάστη αἰτία τοῦδε τινος πράγματος διχῶς λέγεται ἀρχὴ αὐτοῦ, καὶ αἰτία· ἑνὶ μὲν τρόπῳ, ὡς τὸ ἐξ οὗ, ἢ ὑφ' οὗ, καὶ ὅλως ἡ ἀρχὴ ἔθεν τὸ πρᾶγμα· δευτέρῳ δὲ, ὡς τὸ ᾧ, οἷον τὸ εἶδος, τὸ ἐνὸν τῇ τοῦ ποιοῦντος ψυχῇ, ᾧ ὅμοιον τὸ ἀποτελούμενον ποιεῖ τὸ ὁποιονοῦν. "Οθεν πᾶν τὸ ποιοῦν ὅμοιον ἑαυτῷ ποιεῖ κατὰ τὸ εἶδος ᾧ ποιεῖ. Οἷον λό γου χάριν, τῆσδε τῆς εἰκόνος αἴτιον ὅ τε ζωγράφος αὐτὸς, ὡς τὸ ὅθεν ἡ ἀρχὴ, καὶ τὸ ἀνατυπωθὲν ἐν τῇ τοῦ ζωγράφου ψυχῇ τῆς εἰκόνος εἶδος, ὡς τὸ ᾧ ὁμοίαν τὴν εἰκόνα ὁ ζωγράφος ποιεῖ (ὕτω τοίνυ καὶ ἐπὶ τῶν θείων προσώπων, ὡς μὲν τὸ ἐξ οὗ, ἔστιν ὁ Πατὴρ αἰτία, ἤγουν ἡ αὐτοῦ θεία ὑπόστασις, ὡς δὲ τὸ, ᾧ ἐστιν ἡ θεία αὐτοῦ οὐσία· τοῦτο γάρ
col. 377–378page 29 of 43
PG 161:377ἐστι τὸ εἶδος, ᾧ ὅμοια γίνεται τὰ ἐξ αὐτοῦ προϊόντα διὰ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ὁμοούσιά εἰσιν αὐτῷ, διὰ τὸ πᾶν μὲν τὸ παράγον ὅμοιον παράγειν τῷ εἴδει, ᾧ προάγει, τὸν δὲ Θεὸν καὶ Πατέρα προάγειν Υἱόν τε καὶ Πνεῦμα τῇ ἑαυτοῦ θείᾳ οὐσίᾳ, καὶ διὰ τοῦτο ὁμοούσια ἑαυτῷ προάγειν. Εἰ τοίνυν ὁ Πατήρ μόνος προβάλλει τὸ Πνεῦμα κατὰ τοὺς οὕτω λέγοντας, τότε οὐδεμία διάκρισις ἔσται Υἱοῦ τε καὶ Πνεύ ματος, μηδεμιᾶς οὔσης διαφορᾶς οὔτε ἐν τῷ προά γοντι· ἔστι γὰρ ὁ αὐτὸς Πατήρ, οὔτε ἐν τῷ εἴδει, ᾧ παράγει, ἔστι γὰρ ἡ αὐτὴ θεία ουσία, οὔτε ἐν αὐτ τοῖς τοῖς παραγομένοις, εἰσὶ γὰρ τοῦ αὐτοῦ εἴδους τῆς μιᾶς καὶ κοινῆς θεότητος, οὔτε μὴν ὕλης τινός θεωρουμένης ἐκεῖ, ἐξ ἧς ἂν ἡ διάκρισις γένοιτο. Καὶ οὕτως κατὰ τὸν λόγον τοῦτον παντελῶς ἀναιρεθείη ἡ διάκρισις αὐτῶν. Λείπεται δὴ ἢ τὸ Πνεῦμα τοῦ Υἱοῦ αἴτιον εἶναι, ἢ τὸν Υἱὸν τοῦ Πνεύματος, εἰ μέλλοιεν διακρίνεσθαι ἀλλήλων. Ἀλλὰ τὸ πρῶτον οὐκ ἔστι· τὸ δεύτερον ἄρα. Ετι τὸ πέμπεσθαι ἐπὶ Θεοῦ τὸ ἀπ' αἰτίας εἶναι δηλοῖ. Καὶ μάρτυς ὁ θεῖος Χρυσόστομος πρὸς 'Ἀρειανοὺς ἀποροῦντας, πῶς τῆς αὐτῆς οὐσίας ὁ πέμπων καὶ ὁ πεμπόμενος, ἐν τριακοστῇ ἐννάτῃ ὁμιλίᾳ τῶν κατὰ Ἰωάννην λόγων. Πάλιν ἐπὶ τὰ ἀνθρώπινα και ταφέρεις τὸν λόγον, καὶ οὐκ ἐννοεῖς, ὅτι ταῦτα πάντα δι' οὐδὲν ἕτερον εἴρηται, ἀλλ᾽ ἵνα καὶ τὸν από τιον εἰδῶμεν, καὶ εἰς τὴν Σαβελλίου μὴ καταπέσω μεν ὅσον. ᾿Αλλὰ τὸ Πνεῦμα πέμπεται ἐξ Υἱοῦ καὶ ἔστιν ἄρα ἐξ αὐτοῦ. Ετι, ἡ δύναμις αὕτη τοῦ πέμπειν, ἐνοῦσα Πα τρὶ καὶ Υἱῷ, καθ' ἣν ἄμφω πέμπουσι τὸ Πνεῦμα τὸ ἅγιον, ὡς καὶ παρὰ τῶν ἡμετέρων ὁμολογεῖται, ἢ ἡ αὐτή ἐστιν ἐν Πατρὶ καὶ Υἱῷ, ἢ ἑτέρα καὶ ἑτέρα. Αλλ' εἰ μὲν ἑτέρα καὶ ἑτέρα, ἔσται δηλαδὴ καὶ μεί ζων καὶ ἐλάττων, καὶ ἀκολούθως καὶ αἱ πέμψεις διάφοροι. Οὐκοῦν οὔτε μία δύναμις, οὔτε μία ενέρ γεια αὐτῶν ἔσται· καὶ ἀκολούθως διαφόρων ἔσονται οὐσιῶν· ὧν γὰρ αἱ δυνάμεις ἄνισοι, καὶ αἱ οὐσίαι ἄνισοι, ἐπειδὴ ἐκ τῆς οὐσίας ἡ δύναμις. ᾿Αλλὰ ταῦτα καὶ ἄτοπα καὶ βλάσφημα. Οὐκ ἄρα ἑτέρα καὶ ἑτέρα ἡ αὐτὴ ἄρα. Ἀλλ᾿ ἐν τῷ Πατρὶ ἡ τοῦ πέμπειν τὸ Πνεῦμα δύναμις σύνεστι τῇ δυνάμει τῇ τοῦ προβάλλειν αὐτό· ἀεὶ γὰρ ὁ Πατὴρ πνεῖ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ πνέον αὐτὸ πέμπει. Καὶ ὁ Υἱὸς ἄρα ἅμα τῇ τοῦ πνεῖν δυνάμει καὶ προβάλλων αὐτὸ πέμπει καὶ ὁ Υἱὸς ἄρα τοῦ θείου Πνεύματός ἐστι προβολεύς. *Ην δὲ φασί τινες ἐνταῦθα πέμψιν ἢ πρόοδον δευ τέραν καὶ χρονικὴν, οὐδέν τέ ἐστι, καὶ αὐτόθεν τῷ προειρημένῳ λύεται λόγῳ. Πρὸς γὰρ τὸ μηδαμοῦ τῆς Γραφῆς ευρίσκεσθαι ταύτην τὴν τῶν προόδων διπλόην, ὅτε καὶ δῶμεν όμως εἶναί τινα δευτέραν πρόοδον, ἧς ὁ Υἱὸς κοινωνεῖ τῷ Πατρὶ, τότε πάντως κατὰ τὸν Πατέρα και ὁμοίως αὐτὴν ἕξει. Οὐδὲν γὰρ ἀνόμοιον τῶν τῷ
col. 379–380page 30 of 43
PG 161:379Πατρὶ καὶ γιῷ προσόντων κοινῶν. Ὁ δὲ Πατὴρ τὴν τοῦ πέμπειν δύναμιν μετὰ τοῦ προβάλλειν ἔχει, ὡς εἴρηται. Καὶ ὁ Υἱὸς ἄρα μετὰ τοῦ προβάλλειν αὐτὴν ἕξει. Ἔτι δ τινός ἐστι φύσει, καὶ ἐξ αὐτοῦ ἐστι κατά τοῦτο ὁ ἐκείνου λέγεται εἶναι. Τὸ δὲ Πνεῦμα τὸ ἅγιόν ἐστι τοῦ Υἱοῦ, καὶ πάντως φύσει· οὐ γὰρ παρὰ φύσιν· οὐδὲ ὡς δοῦλον. "Εστιν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, ᾗ Πνεῦμα ἅγιον, τουτέστιν ᾖ θεῖον πρόσο ωπον ἐν τῇ Τριάδι, ἐκ τοῦ Υἱοῦ. Ετι τὸ Πνεῦμα τὸ ἅγιον ἐστιν ἀναφορικὸν, καὶ δῆλον ὅτι λέγεται Πνεῦμα Πατρός, Πνεῦμα Υἱοῦ εἰ γὰρ ἦν τῶν ἀπολελυμένων, οὐκ ἂν ἐλέγετό τινος. Οὐδὲ γὰρ τῶν ἀπολελυμένων, κατὰ τὸ ὑπὸ τοῦ ὀνό ματος σημαινόμενον, ἑτέρου λέγεσθαι, ἀλλ᾽ ἢ ἄρα κατά τινα ἄλλην σχέσιν· ὥσπερ ὁ ἄνθρωπος, ἀπο λελυμένον ὂν, οὐ λέγεται τινὸς ἄνθρωπος, ἀλλὰ τινὸς δοῦλος· ἀλλὰ τὸ Πνεῦμα κατὰ τὸ σημαινόμενον ὑπ' αὐτοῦ τοῦ ὀνόματος λέγεται Πνεῦμα Υἱοῦ, ὥσπερ καὶ Πατρός· ἔστιν ἄρα ἀναφορικὸν, καὶ ἀκο λούθως ἀναφέρεται πρὸς τὸν πνέοντα. "Εστιν ἄρα Πνεῦμα Υἱοῦ καί Πατρός, ὡς πνεόντων, καὶ προ βαλλόντων αὐτό. Ετι, τοῦ ἁγίου Πνεύματος, αὐτοῦ τοῦ ἑνὸς τῆς Τριάδος, ίδιόν ἐστι τὸ λέγεσθαι άγιον Πνεῦμα. Τοῦ δ' αὐτοῦ ἐστιν ἴδιον καὶ τὸ λέγεσθαι πρόβλημα. Ταυ τὸν ἄρα ἐστὶ πρόβλημα λέγεσθαι καὶ Πνεῦμα. Οὗ ἄρα ἐστὶ Πνεῦμα, τούτου ἐστὶ καὶ πρόβλημα. ᾿Αλλὰ τοῦ Υἱοῦ ἐστι Πνεῦμα, καὶ λέγεται, ὥσπερ καὶ τοῦ Πατρός. Καὶ τοῦ Υἱοῦ ἄρα ἐστὶ πρόβλημα, ὥσπερ καὶ τοῦ Πατρός. Εἰ δέ τις φαίη, διὰ τὸ πέμπεσθαι τὸ Πνεῦμα ἐξ Υἱοῦ, διὰ τοῦτο καὶ Πνεῦμα αὐτοῦ λέγεσθαι, ψευδῆς ὁ λόγος. Τὸ γὰρ ἀνάπαλιν μᾶλλον ἐστιν. Αεὶ γὰρ τὰ πρότερα τῶν ὑστέρων εἰσὶν αἴτια. Πρότερον δὲ τὸ εἶναι τὸ Πνεῦμα τοῦ Υἱοῦ Πνεῦμα, τὸ δὲ πέμπεσθα ὕστερον· εἴτε γὰρ τὴν χρονικὴν ταύτην πέμψιν λάβοις, ὑστέρα ἐστὶν ἀναμφιβόλω; τοῦ τὸ Πνεῦμα Πνεῦμα είναι Υἱοῦ, ὅπερ ἐστὶν αΐδιον· εἴτε τὴν ἀΐδιον πέμψιν νοήσαις, καὶ οὕτως ἐπινοίς προη γεῖται τὸ εἶναι τὸ Πνεῦμα Πνεῦμα Υἱοῦ. Διότι τὸ μὲν εἶναι τὸ Πνεῦμα Πνεῦμα αὐτοῦ νοεῖται ὡς τὸ ἔχειν· τὸ δὲ πέμπειν ὡς διδόναι. Προεπινοεῖται δὲ τοῦ διδόναι τὸ ἔχειν. "Ωστε μᾶλλον πρὸς ἡμῶν ὁ λό γυς. Διότι γὰρ φύσει ἐστὶν αὐτοῦ Πνεῦμα, φύσει αὐτὸ πέμπει. Τῆς δὲ φυσικῆς ἐν τοῖς θείοις προόδου ἢ κατὰ γέννησιν, ἢ κατ' ἐκπόρευσιν οὔσης, ἐπεὶ αὕτη μὴ ἔστι κατὰ γέννησιν, ἔστιν ἄρα κατ' ἐκπή ρευσιν. Καὶ οὕτως ἡ ἐξ Υἱοῦ τοῦ Πνεύματος πέμ ψις ἐστὶν ἐκπόρευσις αὐτοῦ ἐξ αὐτοῦ. Ἔτι τὸ Πνεῦμα τὸ ἅγιον λαμβάνει παρὰ τοῦ Υἱοῦ. Ἐκεῖνος γάρ φησιν, 'Εκ τοῦ ἐμοῦ λήψεται. Ο δὲ λαμβάνει, ἔστιν ἡ οὐσία αὐτοῦ· οὐδὲ γάρ ἐστιν ἄλλο μὲν ἡ οὐσία αὐτοῦ, ἄλλο δὲ τὸ ἢ λαμβάνει· ἡ γὰρ ἂν εἴη σύνθετον. ᾿Αλλὰ μήν ἐστιν ἐν ἄκρᾳ ἀπρώτη
col. 381–382page 31 of 43
PG 161:381τος ὑπεροχῇ ὁ Θεός. Τὴν οὐσίαν αὐτοῦ ἄρα καὶ τὸ εἶναι λαμβάνει ἐκ τοῦ Υἱοῦ. Τὸ γὰρ, Ἐκ τοῦ ἐμοῦ λήψεται, οὐχ ώς τινες οἴονται, ἐκ τοῦ ἐμοῦ Πατρὸς νοητέον. Πρῶτον μὲν, ὅτι οὐχ Ἑλληνικὴ ἡ προφορά αύτη. Εἰ γὰρ τῷ ἐκ τοῦ ἐμοῦ τοῦ Πατρὸς συνυπακούεσθαι δεῖ, ἔσται τὸ ἐμοῦ ἀντωνυμία ἀρσενική. Ούδεὶς δὲ τῆς Ἑλλήνων πεπειραμένος φωνῆς ἢ ἀρσενικὴν ἢ θηλυκὴν ἀντωνυμίαν χωρίς προσθήκης ἂν προενέγκοι, ἀλλὰ μετὰ προσθήκης ἀεί· Ὁ ἐμός, λέ γων, ἀδελφὸς, ἢ φίλος· καὶ Ἡ ἐμὴ οἰκία, ἢ πόλις. ῾Ο ἐμὸς δὲ ἁπλῶς εἰπεῖν, οὐδὲν μᾶλλον πατέρα ἢ πολέμιον σημαίνει. Έπειτα καὶ ἀπὸ τοῦ σκοπού καὶ τῆς κατασκευῆς αὐτοῦ τοῦ Σωτῆρος ὁ λόγος οὗτος δείκνυται μάταιος. Πάντα γὰρ, φησὶν, ὅσα ἔχει ὁ Πατήρ, ἐμὰ ἐστιν· διὰ τοῦτο εἶπον ὑμῖν Β ὅτι Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. ὡς εἶναι τὸν λόγον τοιοῦτον· Τὸ Πνεῦμα λαμβάνει. ἐκ τῶν τοῦ Πατρός· πάντα τὰ τοῦ Πατρὸς ἐμά· τὸ Πνεῦμα ἄρα λαμβάνει ἐκ τῶν ἐμῶν, ἢ ἐκ τοῦ ἐμοῦ. 'Αλλ' αὐτὸς καὶ τὰ αὐτοῦ ἕν εἰσι πρᾶγμα διὰ τὴν ἄκραν ἁπλότητα· λαμβάνει ἄρα ἐξ αὐτοῦ τὴν οὐ σίαν αὐτοῦ. Ταύτης δὲ τῆς ἐξηγήσεως καὶ ὁ μέγας ἐστὶν ᾿Αθανάσιος, λέγων· Οὐ γὰρ ὁ Λόγος παρὰ τοῦ Πνεύματος λαμβάνει, ἀλλὰ τὸ Πνεῦμα παρὰ τοῦ λόγου. Τί οὖν λαμβάνει παρὰ τοῦ Υἱοῦ; δηλονότι σου φίαν καὶ γνῶσιν. Ἐκ τοῦ ἐμοῦ γὰρ, φησὶ, λήψε· ται καὶ ἀναγγελεῖ ὑμῖν. Τὸ γὰρ ἀναγγέλλειν ἐστὶ τὸ διδάξαι καὶ φωτίσαι τοὺς ἀποστόλους· τοῦτο δ' ἐστὶ σοφίας. Σοφίαν ἄρα παρὰ τοῦ Υἱοῦ λαμβάνει το Πνεῦμα. Τί οὖν ; ἐκ τοῦ Πατρὸς προβληθὲν ἄσοφον " ἦν, καὶ ἔδει παρὰ τοῦ Υἱοῦ ἔπειτα σοφίαν λαβεῖν ; - ἕτερον ἡ σοφία αὐτοῦ καὶ ἕτερον ἡ οὐσία αὐτοῦ; Ἀλλὰ ταῦτα ἄτοπον λέγειν. Τοῦτο γάρ ἐστιν ἡ σοφία αὐτοῦ, καὶ τὸ εἶναι αὐτοῦ, καὶ παρ' οὗ ἔσχε τὸ εἶναι, παρὰ τούτου ἔλαβε καὶ τὴν σοφίαν, καὶ ἐν αὐτῷ τῷ ἐκπορεύεσθαι, καὶ τῷ εἶναι λαμβάνειν, καὶ ὑφεστάναι, καὶ τὴν σοφίαν ἔσχε λαβόν. Τὴν σου φίαν οὖν καὶ παρὰ τοῦ Υἱοῦ λαμβάνον, καὶ τὸ εἶναι, καὶ τὴν οὐσίαν ἐν ταυτῷ παρ' αὐτοῦ εἴληφεν. Εστιν οὖν ὁ Υἱὸ; ἄρα αἴτιος αὐτῷ τοῦ εἶναι. Ετι, εἰ τὸ Πνεῦμα λαμβάνει παρὰ τοῦ Υἱοῦ, ὁ Υἱὸς αὐτῷ δίδωσιν· ἀλλὰ τὸ διδόναι ἐπὶ τῶν θείων προσώπων σημαίνει αὐτὸ τὸ προάγειν, καὶ οὐχ ἔτερον. Ο γὰρ Χρυσόστομος ἐξηγούμενος το, Τήν D κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, φησίν· Καὶ ἵνα μάθῃς ὅτι τὸ ἔδωκεν ἀντὶ τοῦ ἐγέννησεν ἐστιν, ἄκουσον ἐξ ἑτέρου τοῦτο δηλούμενον. Ωσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ. Τί οὖν ; πρότερον αὐτ τὸν ἐγέννησε, καὶ τότε ἔδωκε τὴν ζωήν ; οὐκοῦν ἦν χωρὶς τῆς ζωῆς γεννηθείς. ᾿Αλλὰ τοῦτο οὐδ᾽ ἂν δαίμονες είποιεν. Μετὰ γὰρ τῆς ἀσεβείας πολὺ καὶ τὸ ἀνόητον ἔχει. "Ωσπερ οὖν τὸ, Εδωκεν αὐτῷ ζωήν, ἐγέννησεν αὐτὸν ζωήν ἐστιν, οὕτω καὶ τὸ, Εδωκε κρίσιν, κριτὴν αὐτὸν ἐγέννησεν. Οὐκοῦν κατὰ ταῦτα καὶ ὁ Υἱὸς διδοὺς τῷ Πνεύματι σοφίαν, προάγει αὐτὸ
col. 383–384page 32 of 43
PG 161:383Α σοφίαν, τὴν οὐσίαν αὐτῷ καὶ τὸ εἶναι διδούς, ἣν • λαμβάνει ἐκπορευόμενον ἐξ αὐτοῦ. Αἴτιος ἄρα καὶ δ Υἱὸς τῆς τοῦ Πνεύματος ἐκπορεύσεως. Ετι, ὁ Υἱὸς περὶ μὲν ἑαυτοῦ φησιν, "Α ἤκουσα παρὰ τοῦ Πατρός μου, ἀνήγγειλα ὑμῖν· περὶ δὲ τοῦ Πνεύματος, Οὐ λαλήσει ἀφ' ἑαυτοῦ, ἀλλ' δια ἂν ἀκούσῃ λαλήσει. Ο τοίνυν ἐπὶ τοῦ Υἱοῦ τὸ παρὰ τοῦ Πατρὸς ἀκούειν σημαίνει, τοῦτο καὶ ἐπὶ τοῦ Πνεύματος σημανεῖ τὸ ἀκούειν. Αλλ' ἐπὶ τοῦ Υἱοῦ τὸ ἀκούειν τὸ ἀπ' αἰτίας εἶναι σημαίνει, καὶ τὸ γεννᾶσθαι. Ακούειν γάρ ἐστι τὸ σοφίαν καὶ γνῶσιν λαμβάνειν. Ὁ δὲ Υἱὸς οὐ γεννηθείς πρότερον, εἶτα ὕστερον προσελάβετο γνῶσιν ἢ σοφίαν· ἀλλὰ σοφία γεγέννηται, ἐν αὐτῷ τῷ γεννᾶσθαι λαβὼν τὴν τε γνῶσιν καὶ σοφίαν, καὶ πάντα τὰ ἄλλα, & ταυτόν εἰσι τῇ οὐσίᾳ αὐτοῦ. Ταύτην ἄρα ἀκούων παρὰ τοῦ Πατρός, λαμβάνει παρ' αὐτοῦ. Καὶ τὸ ἀκούειν αυ τὸν γεννᾶσθαί ἐστι. Καὶ τὸ ἀκούειν ἄρα τοῦ Πνεύ ματος τὸ ἀπ' αἰτίας εἶναι καὶ ἐκπορεύεσθαι αὐτὸ σημαίνει. Ωστε καὶ παρ' οὗ ἀκούει, παρὰ τούτου καὶ ἐκπορεύεται. Αλλ' ἀκούει οὐ παρὰ τοῦ Πατρὸς μόνον, ἀλλ᾽ οὐδὲν ἧττον καὶ παρὰ τοῦ Υἱοῦ· καὶ παρὰ τοῦ Υἱοῦ ἄρα ἐκπορεύεται. Οτι δ' ἀκούει καὶ παρὰ τοῦ Υἱοῦ, δῆλον ἀπὸ τῶν τοῦ Σωτῆρος ῥημά των, ὅπου φησὶν, 'Εκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν. Τοῦ γὰρ ἀναγγέλλειν, αἴτιον δηλαδὴ τὸ ἀκούειν. ᾿Αλλὰ μὴν τοῦ αὐτοῦ ἀναγγέλλειν, τὸ ἐκ τοῦ Υἱοῦ λαμβάνειν αἴτιον. Ὥστε τὸ ἐκ τοῦ Υἱοῦ λαμβάνειν καὶ τὸ ἀκούειν τοῦ αὐτοῦ καὶ ἑνὸς, δη λαδὴ τοῦ ἀναγγέλλειν, εἰσὶν αἴτια. Ταυτὸν ἄρα το ἀκούειν τῷ ἐκ τοῦ Υἱοῦ λαμβάνειν ἐπὶ τῶν θείων. Ἐκ τοῦ Υἱοῦ ἄρα ἀκούει. 'Αλλὰ καὶ ὁ μέγα; Βασί λειος ἐν τοῖς Ἀσκητικοῖς, ἐν τῷ λόγῳ οὗ ἡ ἀρχή, Θεοῦ τοῦ ἀγαθοῦ χάριτι, περὶ τοῦ Πνεύματός φησι. Τὸ διδάσκον, καὶ ὑπομιμνήσκον πάντα ὅτα ἂν ἀκούοι παρὰ τοῦ Υἱοῦ. Ἀκοῦον δὲ παρὰ τοῦ Υἱοῦ, καὶ ἐκπορεύεται ἐξ αὐτοῦ· διὰ τὸ ἀκούειν αὐτοῦ τὸ ἐκπορεύεσθαι αὐτοῦ εἶναι, ὡς εἴρηται. Ετι τὸ Πατέρα εἶναι, ἢ τὸ τεκεῖν, οὐ περιέχει ἐν ἑαυτῷ τὸν λόγον τὸν τοῦ προβάλλειν. Η γὰρ ἂν ἦν τὸ Πνεῦμα Υιός. 'Αλλ' ὁ Υἱός πάντα ἔχει ἁπλῶς τὰ τοῦ Πατρὸς, πλὴν τοῦ τεκεῖν, ἢ τοῦ Πατέρα εἶναι. Φησὶ γὰρ ὁ ἅγιος Κύριλλος ἐν τῷ β' τῶν Πρὸς Ερω μείαν· Συναΐδιον πιστεύομεν τὸν Υἱὸν τῷ Πατρί, καὶ πᾶν ὁτιοῦν ἰσόμετρον ἔχοντα, δίχα μόνου τοῦ τεκεῖν. Προσήκοι γὰρ ἂν τοῦτο μόνῳ τῷ Θεῷ καὶ Πατρί. Καὶ ἐν τῷ Περὶ Τριάδος λόγῳ ὁ αὐτός· Ἐν Υἱῷ μονογενεῖ, κατὰ πάντα ὁμοίῳ καὶ ἴσω τῷ Πατρὶ, χωρὶς τῆς πατρότητος. Εχει ἄρα ὁ νέος τὸ προβάλλειν· ἐπειδὴ τοῦτο μὲν παρὰ τὸν τῆς πατρότητός ἐστι λόγον· πάντα δὲ τὰ τοῦ Πατρὸς, παρὰ τὴν πατρότητα μόνον, ἤτοι παρὰ τὸ τεκεῖν, καὶ αὐτ τὸς ἔχει, ὡς τῷ Κυρίλλῳ δοκεῖ. Ετι ὁ Νύσσης Γρηγόριος ἐν τῇ εἰς τὸ Πάτερ ἡμῶν ὁμιλίᾳ, ἧς ἡ ἀρχή, "Οτε προσῆγεν ὁ μέγας Μωϋσῆς τῇ κατὰ τὸ ὄρος μυσταγωγία τὸν Ισραηλίτην λαόν, διάκρισιν τῆς θείας Τριάδος παραδι - δούς, τὸν μὲν Πατέρα Υἱοῦ καὶ Πνεύματος διακρίνει, τῶ τὸν μὲν ἄνευ αἰτίας εἶναι, ἐκεῖνα δὲ αἰ-
col. 385–386page 33 of 43
PG 161:385σιατά· Υἱὸν δὲ αὖ καὶ Πνεῦμα ἀλλήλοις κοινωνοῦντα, τῷ καὶ ἄμφω αἰτιατὰ εἶναι, διακρίνει ἀλλήλων, τῷ τὸν μὲν ἐκ τοῦ Πατρὸς εἶναι, καὶ μέχρι τούτου, τὸ δὲ Πνεῦμα ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ. Οὕτω γὰρ τὰ τῶν ἀντιγράφων ἀρχαιότερα ἔχει. Ὥστε καὶ κατὰ τοῦτον τὸν διδάσκαλον, τὸ Πνεῦμά ἐστιν ἐξ Υἱοῦ. Εἰ δέ τινες κατὰ τὰ τῶν ἀντιγράφων νεώτερα Πνεῦμα Υἱοῦ λέγεσθαι εἴποιεν, οὐκ ἐξ Υἱοῦ, καὶ οὕτως ὅμως οὐδὲν αὐτοῖς ἔσται πλέον. Τὰ γὰρ αὐτὸ συμπέρασμα καὶ ἐκ τούτου, κἂν μὴ βούλοιντο, συναχθήσεται. Δῆλον γὰρ ὅτι τὸν Υἱὸν καὶ τὸ Πνεῦμα εὑρὼν κατὰ τὸ αἰτιατὰ εἶναι, καὶ ἄμφω κοινωνοῦντα ἀλλήλοις, ζητεί, τίνι ἂν διακριθείεν ἀλλήλων· καὶ ἀποφαίνεται, ὡς, εἰ καὶ ἄμφω τῷ αἰτιατὰ εἶναι κοινωνοῦσιν ἀλλήλοις, ἀλλ' ὁ μὲν Υἱὸς ἐκ τοῦ Πατρὸς ὀνομάζεται, καὶ μέχρι τούτου αὐτῷ τὸ ἰδίωμα ίσταται. Τὸ δὲ Πνεῦμα καὶ ἐκ τοῦ Πατρὸς λέγεται, καὶ τοῦ Υἱοῦ εἶναι προσμαρτυρεῖται. Οὐκοῦν τὸ Πνεῦμα καὶ Χριστοῦ Πνεῦμά ἐστιν, ὁ δὲ Υἱὸς τοῦ Πνεύματος οὔτε ἔστιν, οὔτε λέγεται· οὔτε ἀντιστρέφει ἡ σχετική αὕτη ἀκολουθία, φησί. Καὶ τοῦτο οἴεται ἀρκεῖν πρὸς διάκρισιν ὁ διδάσκαλος, τὸ τὸ μὲν Πνεῦμα τοῦ Υἱοῦ λέγεσθαι, τὸν δὲ Υἱὸν μὴ λέγεσθαι τοῦ Πνεύ ματος. Οὐκοῦν εἰ τὸ Πνεῦμα τοῦ Υἱοῦ λέγεσθαι τὸ Πνεῦμα τὸ ἅγιον διακρίνει αὐτὸ Υἱοῦ, κατὰ δὲ τοὺς ἡμετέρους οὐδὲν ἕτερον διακρίνει αὐτὸ τοῦ Υἱοῦ ὁ διάφορος τῆς προόδου τρόπος, δηλονότι τὸ ἐκπορεύεσθαι· τὸ τὸ Πνεῦμα τοῦ Υἱοῦ εἶναι ἄρα ταὐτόνἐστι τῷ ἐκπορεύεσθαι. Καὶ οὕτως, οὗ λέγεται είναι Πνεῦμα, παρ' ἐκείνου καὶ ἐκπορεύεται. Λέγεται δὲ εἶναι καὶ τοῦ Υἱοῦ Πνεῦμα, ὡς καὶ τοῦ Πατρός· καὶ παρὰ τοῦ Υἱοῦ ἄρα ὡς καὶ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Καὶ ἅμα σημειωτέον, ὅτι ἀνατρέπεται ἡ τινῶν ἐξήγησις λεγόντων, ὅτι διὰ τὸ ὁμοούσιον είρηται τὸ Πνεῦμα τοῦ Υἱοῦ. Ἰδοὺ γὰρ ὁ διδάσκαλος ὡς διακριτικὸν αὐτὸ λαμβάνει. Τὰ δὲ διὰ τὸ ὁμοούσιον λαμβανόμενα ἑνοὶ μᾶλλον, οὐ διακρίνει. Εἰ οὖν οὐ διὰ τὸ ὁμοούσιον λέγεται Πνεῦμα, σώζονται ἄλυτοι πα σαι αἱ τῶν Λατίνων ἀποδείξεις· αἷς ἐκ τοῦ λέγεσθαι τὸ Πνεῦμα Πνεῦμα Υἱοῦ ἐπιχειροῦντες, καὶ ἐξ αὐτ τοῦ αὐτὸ ἐκπορεύεσθαι δεικνύουσι. Διὰ τὸ γὰρ τῆς παρεξηγήσεως ταύτης τινὲς αὐτὰ ἀνατρέπειν οντο, διὰ τὸ ὁμοούσιον ὑπολαμβάνοντες λέγεσθαι Πνεῦμα Υἱοῦ. Ταύτῃ δὲ ἤδη τῇ ἐννοίᾳ φανερῶς ὁ Νύσσης Γρηγόριος μάχεται, ὡς διακριτικὴν αὐτὸ εἰληφώς.. ᾿Αλλὰ πρὸς μὲν τὸ δεῖξαι τὴν ἀλήθειαν τοῦ συμπεράσματος τούτου, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ Πα τρὸς καὶ Υἱοῦ ἐκπορεύεσθαι συμπεράνει, πολλῶν ὄντων, οἷς ἂν τις χρήσαιτο, καὶ ὅθεν ἂν ἐπιχειρήσειεν, ἀρκείτω ἐν τῷ παρόντι καὶ ταῦτα. Ἐπεὶ δὲ καί τινα ἄτοπα παρὰ τῶν μὴ ἐφιστώντων επάγονται τοῖς τὴν ἀλήθειαν ταύτην πρεσβεύουσιν, ἃ μὲν κατὰ τῶν ἐπιχειρημάτων τῶν τὸ πρόβλημα δεικνύντων φασὶν, ἐν αὐτοῖς τοῖς ἐπιχειρήμασιν ὡς ἐνὸν ἐπιτετμημένως διελυσάμην· ἃ δὲ κατ' αὐτοῦ τοῦ συμπεράσματος ἐπιφέρουσι, τούτων τὰς μάλι
col. 387–388page 34 of 43
PG 161:387στα βιαιοτέρας καὶ πλείονα δοκούσας ἔχειν ἰσχὺν ἐκλεξάμενος, ἀποδώσω σοι τὰς λύσεις ἐν βραχεί τε καὶ ἱκανῶς ὡς οἷόν τε· ὡς ἂν τοι τελεώτατος ἀποδεδομένος εἴη ὁ λόγος. Καίτοι γε τὰ ἄτοπα ταῦτα οὐχ ἡμῖν ἐπιφέρονται, οὐδ' ἡμεῖς λόγον τούτων ὑπέχειν ὀφείλομεν· ἀλλὰ τοῖς ἁγίοις πολλῷ πρότερον ἐγκλητέον, οἱ τούτου τοῦ δόγματος καθεστήκασιν ἡμῖν ἡγεμόνες, οὐ δυτικοὺς λέγω μόνον, οι σαφέ στατα περὶ τούτου φασὶν, ἀλλ' οὐδὲν ἧττον καὶ τοὺς ἐξ ἑας, καὶ παρ' ἐκείνων ζητητέον τὰς λύσεις. Ο καὶ πεποιήκασι φθάσαντες ἐκεῖνοι. Εἰ καὶ μὴ εὐγνωμόνων ἐστὶ μὴ ἐφησυχάζειν τοῖς ὑπ' αὐτῶν λεγομένοις, ἅπαξ πιστευομένου τοῦ Πνεύματι θείῳ τούτους λελαληκέναι · ὅμως δὲ καὶ ἡμεῖς, ὡς ἡμῖν δυνατὸν, καὶ τοῦτο ἐξ ὧν ὑπ' αὐτῶν ἐφωτίσθημεν, καὶ ἄλλων μακαρίων ἀνδρῶν ἐν τούτοις πεπονηκότων, πρὸς ταῦτα μετρίως ἀποδυσόμεθα. Οἴονται τοίνυν τὸν Πατέρα καὶ τὸν Υἱὸν ἢ εἰς ἕν συναλείφεσθαι πρόσωπον, εἴ τις ἐξ ἀμφοῖν λέγοι τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι· ἢ εἰ μὴ τοῦτο, δύο γοῦν τὰς ἀρχὰς, καὶ δύο ἀκολουθήσειν τὰ αίτια, δ καὶ αὐτὸ οὐ μεῖον ἄτοπον τοῦ προτέρου. Λύσις τοῦ ἀπὸ τῆς συναλοιφῆς ἀτόπου. Ἡμεῖς δὲ πρὸς μὲν τὸ τῆς συναλοιφῆς οὕτω φαμέν· ὡς εἰ μὲν προσωπικὸν, εἴτουν ὑποστατικὸν τοῦ προσώπου τοῦ πατρικοῦ τὴν τοῦ προβάλλειν ἐνέρ γειαν ἐτιθέμεθα, τότ᾽ ἂν τὸ ἄτοπον εἴπετο τοῦτο, καὶ ἦν ἀληθῶς ἓν μετὰ τοῦ Πατρὸς πρόσωπον, τοῦ συστατικοῦ αὐτῷ κοινωνῶν ἰδιώματος· ἐπεὶ δὲ τὸ μὲν συστατικὸν τοῦ προσώπου τοῦ πατρικοῦ ἰδιώματ τος ή πατρότης καὶ τὸ γεννᾷν εἴρηται ὄν, τὸ δὲ προβάλλειν ἰδίωμα, ήτουν γνώρισμα τῷ προσώπῳ αὐτοῦ συστάντι ἑπόμενον, τίς ἡ ἀνάγκη τὸν κοινωνοῦντα αὐτῷ τούτου τοῦ ἰδιώματος, δ μὴ συστατικόν ἐστι τοῦ προσώπου αὐτοῦ, καὶ ἓν εἶναι πρόσ ωπον μετ' αὐτοῦ; Ωσπερ γὰρ κοινωνῶν τῷ Πατρὶ ὁ Υἱὸς τοῦ τὸ Πνεῦμα Πνεῦμα εἶναι αὐτοῦ, ὥσπερ καὶ τοῦ Πατρὸς, καὶ τοῦ παρ' αὐτοῦ, ὥσπερ καὶ παρὰ τοῦ Πατρὸς, ἀποστέλλεσθαι, ὅμως οὐ καὶ τοῦ προσώπου αὐτοῦ κοινωνεῖ, διότι τὸ τὸ Πνεῦμα λέγε σθαι τοῦ Πατρὸς, ἢ παρ' αὐτοῦ ἀποστέλλεσθαι, οὐκ ἔστι τοῦ πατρικοῦ προσώπου συστατικόν· οὕτως οὐδὲ τοῦ προβάλλειν κοινωνῶν τῷ Πατρὶ εἰς ἓν μετ' αὐτοῦ συναλείφεται πρόσωπον. Διότι τὸ προβάλλειν οὐ συστατικὴν τοῦ προσώπου τοῦ πατρικοῦ. Ωστε ἕως ἂν μὴ δείξῃ τις τὸ προβάλλειν συστατικὸν τοῦ προσώπου τοῦ πατρικοῦ, οὐδὲ συναλοιφὴν τῶν προσώπων δύναιτ' ἂν δεῖξαι. ᾿Αλλὰ τὸ προβάλλειν συστατικόν εἶναι τοῦ Πατρὸς δεῖξαι οὐ δύναται. Οὕτω γὰρ ἂν διπρόσωπον τὸν Πατέρα, καὶ διπλᾶς ἔχοντα απο φήνειεν ὑποστάσεις, ὡς ἐν ἀρχῇ εἴρηται, ὅπερ ἄτο πον. "Αλλως τε τὸ προβάλλειν εἶναι συστατικὸν τοῦ Πατρὸς, καὶ τὸ παρὰ μόνου τοῦ Πατρὸς ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον, ἕν ἐστι καὶ ταυτόν· ὥστε ὁ τοῦτο λέγων τὸ ζητούμενον λαμβάνει. Τούτου δὲ
col. 389–390page 35 of 43
PG 161:389μὴ δεικνυμένου, οὐδὲ συναλοιφή ἔπεται κατὰ τοὺς οὕτως οἰομένους. Εἴρηται δὲ καὶ ἐν ἀρχῇ τοῦ ζητήματος τούτου, τίνα τῶν ἐπὶ Θεοῦ λεγομένων κοινὰ, καὶ τίνα ἴδια. Καὶ τῶν ἰδίων τίνα μὲν δυοῖν ίδια, τίνα δ᾽ ἑνὸς μόνου. Καὶ τῶν ἑνὸς μόνον ἰδίων τίνα ἂν οὕτως ἴδια, ὡς καὶ ὑποστατικὰ εἶναι, τίνα δὲ οὕτως ίδια ὡς γνωριστικά, μὴ μέντοι ὑποστατικά. Ὁποῖον καὶ τὸ προβάλλειν τότε εἴρηται εἶναι, ὥστε ἔκ τε τῶν νῦν εἰρημένων, ἔκ τε τῶν ἐκεῖ προειλημμένων, ἡ τούτου τοῦ ἀτόπου λύσις ἐστὶ φανερά. Καὶ οὐκ ἔστιν ἐγκαλεῖν δικαίω; Λατίνοις ὡς συναλοιφήν ποιουμένοις τῶν θείων προσώπων. Λύσις τοῦ ἀπὸ τῆς διαρχίας ἐγκλήματος. Περὶ δὲ τῆς διαρχίας, καὶ τοῦ δύο αἴτια ἐπὶ θεότητος συνάγεσθαι, ὁ καὶ τῶν σκιῶν μᾶλλον ἔπεσθαι τοῖς Λατίνοις νομίζειν ειώθασιν οἱ ἡμέτεροι, τί ἄν τις εἴποι; Τί δ' ἄλλο γε ἢ μάλιστα μὲν ἁπλῶς αὐτὸ τὸ τῶν ἁγίων προβαλλομένους ἀξίωμα τῶν ταῦτο μὴ λεγόντων ἀρκεῖσθαι ; Ὁ γὰρ Πατὴρ καὶ Υἱὸς, φησὶν Αὐγουστίνος, οὐ δύο ἀρχαὶ τοῦ ἁγίου Πνεύματος, ἀλλὰ μία ἀρχὴ αὐτοῦ καὶ ἀμφότεροι· ὥσπερ καὶ τῆς κτίσεως οὐ τρεῖς ἀρχαὶ ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα, ἀλλὰ μία αὐτῆς ἀρχὴ ἡ Τριὰς ὁ Θεός. Τίνα ἄν τις σαφεστέραν ζητήσεις λύσιν ἢ ἦν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Πατρὸς καὶ διδασκάλου τοῦδε φησί ; Μή λανθανέτω γὰρ ὅτι ταυτὸ τοῦτο ἄτοπον, τὸ τῆς πολυαρχίας δηλαδὴ καὶ πολυθείας, καὶ ἐπὶ τῆς κτίσεως παραγωγῆς ἕψεται, εἴ τις μὴ προσέχει τὸν νοῦν. Οπερ ἐστὶν τῆς Χριστιανικῆς θρησκείας ἀλλό τριον, καὶ σύμφωνον Ἕλλησιν. Ο γάρ μάλιστα ἡμεῖς Ἕλλησιν ἐγκαλοῦμεν, τοῦτό ἐστιν, ὅτι πολύ λοὺς τῆς κτίσεως δημιουργούς καὶ πολλοὺς εἰσήγον θεούς. Εἰ οὖν καὶ ἡμεῖς τρεῖς ὑποστάσεις τῆς κτίσεως αἰτίας εἶναί φαμεν, καὶ ἡμῖν τοῦτο ἀκολουθήσει τὸ ἄτοπον, καὶ ἔπονται πολλαὶ ἀρχαὶ καὶ θεότητες. Ἀλλ᾿ ἄκουσον ὅπως οἱ διδάσκαλοι τοῦτο σοφῶς λύουσιν. Εἰ γὰρ καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐπίσης τῆς κτίσεως αιτίους εἶναι φαμεν, ἀλλ' ὅμως διὰ τὸ τὴν ἀρχὴν τῶν δεδημιουρ- D γημένων ἐπὶ τὸν Πατέρα αναφέρεσθαι, καὶ ἐκεῖθεν τόν τε Υἱὸν τό τε Πνεῦμα, καὶ αὐτὸ τὸ εἶναι, καὶ τὴν τοῦ δημιουργεῖν δύναμιν ἔχειν· τοῦ γὰρ Πατρὸς μὴ ὄντος, ὅ τε Υἱὸς καὶ τὸ Πνεῦμα οὔτ᾽ ἂν ἦσαν, οὔτε τὴν τοῦ δημιουργεῖν δύναμιν εἶχον· ἔτι τε καὶ διὰ τὸ μιᾷ καὶ τῇ αὐτῇ ἀριθμῷ δυνάμει δημιουργεῖν αὐτούς, ἐκ τῆς αὐτῆς καὶ μιᾶς κοινῆς θεότητος προϊούσῃ· διὰ τοῦτο εἰκότως εἰς Θεός, καὶ δημιουργὸς λέγεται εἷς. Τοῦτο οὖν καὶ ἐπὶ τῆς ἐκ Πατρὸς καὶ Υἱοῦ τοῦ Πνεύματος εκπορεύσεως ἱκανὸν πρὸς τοὺς ἀποροῦντας. Οτι γὰρ μιᾷ καὶ τῇ αὐτῇ δυνάμει ὁ Πατήρ μα
col. 391–392page 36 of 43
PG 161:391καὶ ὁ Υἱὸς τὸ Πνεῦμα προβάλλουσι, καὶ ὅτι ἐκ τοῦ Πατρὸς ἔχει λαβὼν ὁ Υἱὸς τὴν ἐκπορευτικὴν δύναμιν ταύτην, διὰ τοῦτο κυρίως καὶ ἀληθῶς εἰς 5 αἴτιος καὶ μία ἀρχὴ τῆς τοῦ Πνεύματος ἐκπορεύσεως, μάλιστα μὲν οὖν, ὡς εἴρηται ἱκανὰ καὶ ταῦτα· δείκνυται δὲ ὅμως τὸ αὐτὸ τοῦτο καὶ ἐκ τοῦ λόγου. Δυοῖν γὰρ ὄντοιν, ὡς εἴρηται, εἰς ἃ πᾶν προαγόμενον αναφέρεται, τοῦ τε εἴδους, καθ᾽ ὁ προάγεται, καὶ τοῦ ὑποκειμένου ἢ προσώπου ἐξ οὗ, εἰ μὲν ὁ Πατήρ καὶ ὁ Υἱὸς, ὥσπερ δύο ταῖς ὑποστάσεσιν, οὕτως καὶ τῷ εἴδει καθ᾽ ὅ τὸ Πνεῦμα προάγουσι δύο ἦσαν, καὶ παντελῶς ἐδιχοτομούντο, τότ' ἂν εἶχε λόγον, μᾶλλον δ' ἦν ἀναγκαῖον δύο ἀρχὰς λέγειν τοῦ Πνεύματος· ἐπεὶ δὲ εἰ καὶ τὰ μάλιστα δύο ταῖς ὑποστάσεσιν ὁμολογοῦνται, τῷ γε μὴν εἴδει, ᾧ προάγουσιν, ἐν εἰσι τῷ ἀριθμῷ καὶ παντελῶς ἀδιαίρετοι. Ἔστι γὰρ ἡ θεία οὐσία, καθ᾽ ἣν ἄμφω τὸ ἅγιον Πνεῦμα προάγουσι, μία καὶ ἡ αὐτὴ ἀριθμῷ κοινὴ οὖσα ἀμφοῖν· οὐκ ἀναγκαῖον, μᾶλλον δὲ ἀδύνατον δύο ἀρχὰς λέξ γειν. Ἔστι γὰρ μία ἡ οὐσιώδης καὶ κοινὴ αὐτῶν προβλητικὴ δύναμις· ἥτις εἰ καὶ οὐσιώδης όμολογεῖται, οὐ δύναται ὅμως εἶναι κοινὴ τῷ Πνεύματι τῷ ἁγίῳ, διὰ τὸ, ὡς πολλάκις εἴρηται, ἀντικεῖσθαι τῇ αὐτοῦ ἰδιότητι. Πάντων γὰρ τῷ Πατρὶ κοινωνοῦσιν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς καὶ τοῦτο οὐκ ὀλιγάκις εἴρηται, φυλάττοντες πρῶτον τὰς ἑαυ τῶν ἰδιότητας. Πάντα γάρ ἐστιν ὁ Υἱὸς ὅσα καὶ ὁ Πατὴρ, κατὰ τὸν μέγαν Βασίλειον καὶ τοὺς ἄλλους διδασκάλους, μένων ἐν τῷ εἶναι Υἱὸς, ἤτοι τὴν ἐπυτοῦ τηρῶν ἰδιότητα. Εἰ γὰρ καὶ τὰ μάλιστα ίσος καὶ ὅμοιός ἐστι τῷ Πατρί, γενναν μέντοι αὐτὸν ἑαυτὸν οὐ δύναται, διὰ τὸ μάχεσθαι τῷ αὐτοῦ ἰδιώματι. Οὐκοῦν καὶ τὸ Πνεῦμα τὸ ἅγιον πάντων κοινωνεῖ τῷ Πατρὶ καὶ τῷ Υἱῷ, μένον ἐν τῷ εἶναι Πνεῦμα, ἤτοι σώζον τὴν ἑαυτοῦ ἰδιότητα. Οθεν οὐ δύναται προβάλλειν ἑαυτὸ, καίτοι πάντων ἑαυτοῖς κοινωνοῦν, διὰ τὸ μάχεσθαι τοῦτο τῇ ὑποστάσει αὐτοῦ. Ὥστε οὐδαμόθεν εύλογος ὁ λόγος τοῖς διαρ χίαν ἐγκαλοῦσι Λατίνοις. Λύσις τοῦ ἀπὸ τῆς ἀτελείας ἐγκλήματος. Αλλά φασιν, Η τελεία ἡ ἐκπόρευσις ἡ ἐκ Πα τρὸς, καὶ ματαία ἡ ἐξ Υἱοῦ· ἡ εἰ ἀναγκαία ἡ ἐξ Υἱοῦ, ἀτελὴς ἡ ἐκ τοῦ Πατρός. Τοῦτο δὲ ἄτοπον, ἀτελῆ τὴν ἐνέργειαν τοῦ Πατρὸς λέγειν, καὶ δεῖσθαι πρὸς τελείωσιν τοῦ Υἱοῦ. Ἡμεῖς δὲ πρὸς ταῦτά φαμεν, ὡς οἱ ταῦτα λέγοντες ἐοίκασιν ἐν πᾶσι διχοτομεῖν Πατέρα τε καὶ Υἱὸν καὶ τὰς αὐτῶν ἐνεργείας, ἐκ τῶν ἀνθρωπίνων πάντως παραδειγμάτων όρμώμενοι· καὶ ὅτι ὁρῶσι δύο ἀνθρώπων ενεργείας, δύο τῷ ἀριθμῷ οὔτας, κἂν πρὸς ἐν ἀποτέλεσμα φέρωνται, καὶ κεχωρισμένας ἀλλήλων, οἴονται κἀπὶ Θεοῦ ταυτὸ ἐφαρμόζειν. Καντεῦθεν τοιαύτας ἀπορίας εἰσάγουσιν. ᾿Αλλὰ τοῦτο ἄτοπον ἐννοῆσαι. Πατὴρ γὰρ καὶ ὁ Υἱὸς ταῖς ὑποστάσεσι μό ναις διακρινόμενοι, τάλλα πάντα ἦν εἰσι καὶ ταυτόν.
col. 393–394page 37 of 43
PG 161:393Καὶ διὰ τοῦτο καὶ κατὰ τὴν προβλητικήν δύναμιν ταύτην οὐκ ἰδίᾳ ἑκάτερο;, ἢ ὁ μὲν πρότερον, ὁ δὲ ὕστερον, ἢ ὁ μὲν ἑτέρᾳ, ὁ δὲ ἑτέρᾳ ἐκπορεύσει προς βάλλει τὸ Πνεῦμα, ὡς ἄν τις τῶν πάντα σωματικών οιηθείη, ἀλλ' ἅμα τε καὶ ἀχρόνως καὶ μιᾷ καὶ τῇ αὐτῇ δυνάμει προβάλλοντες ἄμφω τελείως καὶ ὑπερτελείως τοῖς ματαίοις τούτοις λόγοις χώραν οὐ λείπουσιν. Εἰ δὲ μή, ἀντερωτάσθωσαν οἱ ταῦτα λέγοντες, εἰ τελεία ἡ ἐκ Πατρὸς τοῦ κόσμου δημιουργία, η οῦ. Εἰ μὲν γὰρ τελεία, διὰ τί καὶ ὁ Υἱὸς αἴτιος καὶ τὸ Πνεῦμα ; Εἰ δ᾽ ἀτελῆς, καὶ διὰ τοῦτο παραλαμβάνεται ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, σκεψάσθωσαν ὅ τι φασίν. Αλλ' οίμαι, τελεία μὲν ἡ ἐκ Πατρὸς τῶν ὄντων Β παραγωγή, μία δὲ καὶ ἡ αὐτὴ ἀριθμῷ Υἱοῦ τε καὶ Πνεύματος εἰς τὴν αὐτὴν πρόοδον ἡ ἐνέργεια, καὶ οὐκ ἄλλη μὲν ἐκείνου, ἄλλη δὲ τούτων. Τότε γὰρ ἂν εἶχε χώραν ταῦτα τὰ παιδαριώδη ζητήματα. Ο τως οὖν κἀπὶ τοῦ προκειμένου τελεία μὲν καὶ ὑπερ· τελὴς ἡ ἐκ Πατρὸς ἐκπόρευσις τοῦ Πνεύματος τοῦ ἁγίου· ἡ αὐτὴ δὲ καὶ μία τῷ ἀριθμῷ καὶ ἡ ἐξ Υἱοῦ τοῦ αὐτοῦ ἐστιν ἐκπόρευσις, οὐκ ἄλλη καὶ ἄλλη, οὐδ' ἄλλως καὶ ἄλλως, οὐδ ἄλλοτε ἡ ἐκ Πατρὸς, καὶ ἄλ λοτε ἡ ἐξ Υἱοῦ, ἀλλ᾽ ἅμα καὶ ἡ αὐτὴ, καὶ ὁμοίως μιᾷ καὶ τῇ αὐτῇ δυνάμει προβαλλόντων ἀμφοῖν. Καὶ μηδεὶς ἐνταῦθα βλασφημείτω τὸν λόγον, ἀκούων ἡμᾶς ἀπὸ τῆς κτίσεως ἐπιχειροῦντας, Οὐκοῦν κτίσμα, φάσκων, Λατίνοι τὸ Πνεῦμα τὸ ἅγιον οιονται. Εἰσὶ γὰρ οἳ καὶ εἰς τοῦτο παρανοίας ήκασι, καὶ τοῦτο τετολμηκότες αντιτιθέναι Λατίνοις. Ταῦτα γὰρ ἢ παιζόντων εἰσὶν, ἢ ἀγνοούντων τοὺς ἁγίους Πατέρας καὶ διδασκάλους, ἐκ τῶν ἀνθρωπίνων πολλάκις ἐν τοῖς θείας ἐπιχειροῦντας καὶ ἀπὸ τῶν ἴχνος τι κἂν ἀμυδρὸν ὁμοιώσεως θείας εχόντων πιστουμένους ἐκεῖνα. Αὐτίκα τὸ τρίτον τῶν ὑποστάσεων, νῷ καὶ λόγῳ καὶ πνεύματι, ἔτι τε όφθαλμῷ καὶ πηγῇ καὶ ποταμῷ, ἱκανῶς οἴονται παραστῆσαι, καὶ πάλιν ἡλίῳ ἀκτῖνί τε καὶ φωτί· καί τοι τούτων τῶν παραδειγμάτων ἑκάστου, εἰ καὶ τρία τῇ ἐπινοίᾳ ἐστὶ καὶ ἐνόματι, μιᾶς μέντοι ὑποστάσεως ὄντων. 'Αλλ' ὅμως οὐκ ᾤοντο οἱ Πατέρες διὰ τούτων λυμανεῖσθαι τὴν προκειμένην αὐτοῖς ἀλήθειαν· D ἀλλ᾽ ἴσον αὐτῶν τῷ σκοπῷ ἐφαρμόζον λαμβάνοντες, τὸ λοιπόν τε καὶ ἀπεμφαῖνον ἀπεωθοῦντο· καὶ οὐ δεὶς αὐτοῖς οὔτ᾽ ἐγκέκληκεν, οὔτ᾽ ἐγκαλέσειεν, οὐ κύριος ὧν φρενῶν, τῆς τούτων τῶν παραδειγμάτων χρήσεως ένεκα. Πῶς οὖν αὖ τις δικαίως εγκαλέσεις Λατίνοις εἰς τὸ δεῖξαι μίαν καὶ τὴν αὐτὴν ἀριθμῷ τὴν ἐκ Πατρὸς καὶ Υἱοῦ τοῦ Πνεύματος πρόοδον, χρωμένοις τῇ πρὸς τῆς Τριάδος μιᾷ καὶ τῇ αὐτῇ τῶν ὄντων δημιουργία ; 1 πῶς ἄν τις διὰ ταῦτα τολμήσειεν αὐτοὺς λέγειν μετὰ τῆς κτίσεως τὸ Πνεῦμα συντάττειν τὸ ἅγιον ; καὶ ταῦτα εὐδενὸς τῶν νῦν ὄντων Λατίνων, οὐδὲ τῶν μετὰ τὴν δ' αίρεσιν, καὶ τὸ ἀποτρόπαιον ἐκεῖνο
col. 395–396page 38 of 43
PG 161:395Α σχίσμα γενομένων τοῦτο πρώτου εἰπόντος, ἀλλ᾽ αὐτ τῶν τῶν ἀρχαίων ἁγίων. Αὐγουστῖνος γὰρ ὁ βάθει σοφίας πάντας ὑπερβαλλόμενος, ὁ ἁγιωσύνῃ καὶ τῇ ἀγάπῃ τῇ πρὸς Θεὸν τίνος οὐ μείζων ὀφθείς ; οὗτός ἐστιν ὁ τοῦτο λέγων, τὸν Πατέρα καὶ τὸν Υἱὸν δηλαδή μίαν ἀρχὴν τοῦ Πνεύματος τοῦ ἁγίου, ὡς καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα μιαν άρ χὴν τῆς τῶν ὄντων είναι προόδου. Εγκαλείτωσαν δὲ καὶ ᾿Αθανασίῳ τῷ θείῳ λέγοντι· Αἰτία ἐστὶν ἡ τοῦ Θεοῦ φύσις, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, καὶ τῆς κτίσεως πάσης, ἐν ᾗ ἐκτίθεται διαλέξει 'Ανομοίου καὶ Ὀρθοδόξου. Ἀλλ᾽ ἃ μὲν ἀπὸ λογισμῶν ὡς ἑπόμενα άτοπα κατὰ τοῦ ἀληθοῦς ἡμῶν συμπεράσματος τινὲς προφέρειν ειώθασιν, εἰ καὶ ἕτερα πλείω εἰσὶν, ὅμως εἰς ταῦτα σχεδὸν ἀναφέρεται πάντα· τούτων δὲ ἱκανῶς λελυμένων, κἀκεῖνα ἐπ' ἀδρανούς λίαν βεβήκασι, καὶ μᾶλλον τοὺς βάλλοντας ἢ καθ' ὧν πέμπονται, πλήττουσιν. Ωστε τὰ εἰρημένα καὶ πρὸς πάντα ἐκεῖνα αρκέσει. Δοκούντων λύσις τῶν ἐναντιοῦσθαι Λατίνοις ῥητῶν. Λοιπὸν δέ ἐστι σκέψασθαι, ἅπερ ἀπό τίνων τῶν Πατέρων ῥητῶν, ἀντικειμένων δῆθεν Λατίνοις καὶ τῇ τοῦ δόγματος ἀληθείᾳ, ἐπιχειροῦσιν, οιόμενοι την ἀντίφασιν ἐξ αὐτῶν συμπεραίνειν. Τῶν ἐν μὲν ἔστι τὸ τοῦ θείου Δαμασκηνοῦ ἐν τοῖς Θεολογικοῖς αὐτοῦ λέγοντος, ο Πνεῦμα Υἱοῦ λέγομεν, ἐκ τοῦ Υἱοῦ δὲ οὐ λέγομεν· ὁ ἕτερον δὲ τὸ τοῦ μακα ρίου Διονυσίου, φαμένου, « Μόνη πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ εἰ γάρ τι καὶ ἕτερον εἴη, τῆς αὐτῆς ἐστιν ἐννοίας καὶ εἰς τὸν αὐτὸν νοῦν ἀναφέρεται · · ὡς τούτων τῶν μάλιστα ισχυροτέρων όντων, καὶ δοκούντων ἐξ ἐναντίας είναι Λατίνοις. - Λύσις ῥητοῦ τοῦ Δαμασκηνού. Πρὸς μὲν οὖν τὸ τοῦ Δαμασκηνοῦ ἄκουσον ὡς ἀπλα τε καὶ δίκαια, καὶ πάντας ἱκανὰ πεῖσαι, Λατῖνοι καὶ τῆς Λατινικῆς οἱ προϊστάμενοι δόξης ἀπο κρίνασθαι ἔχουσιν. Εν οὐδὲν, φασὶν, ὄνομα ἱκανόν ἐστιν ἑρμηνεῦ· σαι τὰ περὶ Θεοῦ καὶ τῶν θείων· πολλοῖς δὲ καὶ διαφόροις, ἑτέρῳ μὲν τόδε, ἑτέρῳ δὲ ἕτερον· οὐδ' οὕτω δ' ὅμως τελείως αὐτὰ σημᾶναι δυνάμεθα. Τα γὰρ ὀνόματα ταῦτα, καὶ ῥήματα ὑφ᾽ ἡμῶν εὐρημένα, φύσει διοικουμένων, καὶ φυσικοῖς πράγμασιν ἁρμό ζοντα τεθειμένα, τὰ ὑπερφυῆ δηλῶσαι τελείως ἀτονοῦσιν· ὅθεν οὐ δεῖ τὸ τῶν ὀνομάτων ἀτελὲς τούς γε εὐγνώμονας καὶ τοῖς θείοις πράγμασιν ἐφαρμόζειν· οὐ γὰρ ἂν εἴη δίκαιον, οὔτε μὴν εὐσεβές. Αλλ' ἐπεὶ ἄλλοις ονόμασι τὰ θεῖα δηλοῦν οὐ δυνάμεθα, ἀμήχανον γὰρ παντελῶς ἀνθρώποις γε οὖσι, χρηστέον μὲν τούτοις τοῖς ἀνθρωπίνοις, χρηστέον δ' ἐφ' ὅσον εἰκὸς τὸ μὲν ἐφαρμόζον διὰ τούτων ἑκάστου,
col. 397–398page 39 of 43
PG 161:397τῷ προκειμένῳ λαμβάνοντας, τὸ δ' ὅσον ἀτελές τε Α καὶ ἀπεμφαῖνον ἀποπεμπομένους, τὸ ἔλλειμμα τῆς μιᾶς ἀναπληροῦντας διὰ λέξεως ἄλλης. Ἐπὶ τοίνυν τοῦ προκειμένου, τῆς ἐκ Πατρὸς καὶ Υἱοῦ δηλαδὴ τοῦ Πνεύματος εκπορεύσεως, δύο τινὰ ζητοῦνται· ὧν ἓν μὲν ἔστι τὸ τὸν Πατέρα καὶ τὸν Υἱὸν Επίσης τὸ Πνεῦμα τὸ ἅγιον καὶ ὁμοίως προβάλλειν, μὴ τὸν μὲν τελεώτερον, τὸν δὲ ἀτελέστερον· εἴη γάρ ἂν ἐναντίον τοῦτο τῇ ἀληθείᾳ τῆς πίστεως. Ετερον δὲ τὸ τὸν Υἱὸν σχέσιν καὶ τάξιν ἐν τῷ προβάλλειν ἔχειν πρὸς τὸν Πατέρα. Ταῦτα γὰρ ἔν εἰσι καὶ ἀμφότερα Υἱῷ τε καὶ Πατρί. Καὶ ἄκρα γάρ ἐστιν ἐν αὐτοῖς δυνάμεως ισότης, μᾶλλον δέ γε ταυτότης καὶ ἄκρα τάξις· πάντα γὰρ ὅσα ὁ Υἱὸς ἔχει, παρά τοῦ Πατρὸς ἔχει λαβὼν, καὶ αὐτὸ τὸ προβάλλειν τὸ Πνεῦμα. η Εἰ μὲν οὖν ἦν δυνατὸν ἐν ὄνομα ἱκανὸν εὑρεθῆ - και τήν τε ἄκραν ταυτότητα αὐτῶν τῆς δυνάμεως, καὶ τὴν ἄκραν πρὸς ἄλληλα τάξιν ἅμα δηλῶσαι, ἐκείνῳ ἂν πρὸ πάντων τῶν ἄλλων ἐχρώμεθα · νῦν δ᾽ οὐ τοῦτο μόνον ἀδύνατον, καὶ ἀνάγκη ἑνὶ μὲν ὀνόματι τὸ ἕτερον τούτων, ἑτέρῳ δὲ σημαίνειν τὸ ἔτερων, ἀλλὰ καὶ τούτων ἑκατέρῳ τῶν ὀνομάτων, πρὸς τῷ σημαίνειν θάτερον τῶν σημαινομένων μέσ νον, ἔτι καί τις οὐ μικρὰ ἀτέλεια πρόσεστιν. "Οθεν ἡμεῖς, καλῶς γε καὶ εὐσεβῶς ποιοῦντες, τὸ ἐφαρ μόνον ἐκ τούτων λαμβάνοντες, τὸ ἀπεμφαῖνον ἀπο διοπομπούμεθα. Τοιαῦτα: δ᾽ εἰσὶν αἱ προθέσεις αυ ται, ἡ ἐκ, φημί, και διά. Τούτων γὰρ ἡ μὲν ἐκ ἰσό- C τητα μὲν καὶ μάλα σημαίνει, ἐφ᾽ ὧνπερ παραλαμβάνεται, τάξιν δὲ θατέρου πρὸς ἕτερον οὐδαμῶς εἰ γάρ τι ἐκ δυοῖν τινων γίνεσθαι λέγοιτο, οἷον εἰ τι βάρος ἐκ δυοῖν ἕλκοιτο, ὁμοίως μὲν ἂν καὶ ἐπίσῆς ἐξ ἑκατέρου ἕλκεσθαι σημαίνοιτο, ὅσον γε κατὰ τὴν τῆς προθέσεως δύναμιν· οὐδετέρου δὲ πρὸς θά τερον διὰ τοῦτο τάξις νοεῖται· ἡ δέ γε διὰ τὸ ἀνάπαλιν τάξιν μὲν καὶ μάλα σημαίνει, ισότητα δὲ οὐ δαμῶς. Εἰ γάρ τι ἐκ τοῦδε διὰ τοῦδε εἶναι ἢ για γνεσθαι λέγοιτο, τὸ τετάχθαι μὲν τὸν ἐφ' οὗ ἡ διὰ λέγεται, πρὸς τὸν ἐφ᾽ οὗ κατηγορεῖται ἡ ἐκ, καὶ τοῦτον παρ' ἐκείνου τὸ δύνασθαι ειληφέναι, ἀριδήλως ἐμφαίνεται· ἰσότης δὲ αὐτῶν πρὸς ἀλλήλους οὐδαμῶς. Ἐλάττονος γὰρ ἀεὶ οὗτος ἐφ' οὗ ἡ διὰ λέγεται δυνάμεώς τε καὶ ἐξουσίας δείκνυται ὤν. Διὰ τοῦτο οἱ διδάσκαλοι καὶ Πατέρες, Ανατολικοί τε καὶ Δυτικοί, πρὸς μὲν τὴν τῆς δυνάμεως ισότητα ἢ μᾶλ λον ταυτότητα Πατρὸς καὶ Υἱοῦ ἀποβλέποντες, ἐκ Πατρὸς καὶ Υἱοῦ λέγουσιν ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐκ Πατρὸς καὶ Υἱοῦ εἶναι καὶ προϊέναι, τὴν ταυτότητα τῆς ἐν τῷ προβάλλειν δυνάμεως αὐτῶν δεικνύναι βουλόμενοι, καὶ ὡς μιᾷ καὶ τῇ αὐτῇ προβολῇ ἐξ ἀμφοῖν πρόεισι τὸ Πνεῦμα τὸ ἅγιον. Οτε δὲ τὴν πρὸς ἄλληλα τάξιν αὐτῶν μᾶλλον δεικνύκαι προέκειτο, ἐκ Πατρὸς δι' Υἱοῦ αὐτὸ ἐκπορεύ:- σθαι δογματίζουσι, καὶ ἐκ Πατρὸς δι᾿ Υἱοῦ, καὶ ἐκ Θεοῦ δι' Υἱοῦ εἶναι. "Α πάντα τὴν εἰς τὸ εἶναι αὐτοῦ πρόοδον καὶ τὴν ὕπαρξιν τὴν ὑποστατικής ἐμφαίνει σαφέστατα.
col. 399–400page 40 of 43
PG 161:399προκαταρκτικήν (hoc est Εἰσὶ δέ τινες τῶν ἁγίων, οἵτινες ἢ πρὸς μόνην τὴν τάξιν ἀπεῖδον, ὡς οἱ πλεῖστοι τῶν ᾿Ανατολικῶν, ἢ πρὸς μόνην τὴν ἰσότητα ὡς οἱ πλείους τῶν δυτικῶν. Οθεν ὥσπερ οἱ Δυτικοὶ τὴν ἰσότητα καὶ ταυ τότητα προτιμήσαντες, τῇ ἐκ πανταχού χρώνται, οὕτως οἱ ἐξ ἑψας, μεθ' ὧν καὶ ὁ θεῖος Δαμασκηνός, τὴν τάξιν προκρίναντες, τῇ διὰ μάλιστα χρῶνται, τὴν ἐκ σπανίως προσλαμβάνοντες, οὐκ ἐναντίας λέγοντες ἀλλήλοις, ἀλλ᾽ ἄλλας ἐννοίας δι᾿ ἄλλων καὶ ἄλλων σημαίνοντες λέξεων. Οθεν καὶ ἐπὶ τῆς τοῦ κόσμου δημουργίας, καίτοι καὶ ἐκ τοῦ Υἱοῦ φανερῶς πάντων προηγμένων ὡς καὶ ἐκ τοῦ Πατρός, μάλα σπανίως όμως εὑρήσεις ἐν τοῖς ἁγίοις, καὶ μάλιστα τοῖς ἀνατολικοῖς, ἐκ τοῦ Υἱοῦ προηγμένον τὸν κόσμον λέγουσιν· ἀλλ᾽ ἀεὶ δι' Υἱοῦ, ἀκολουθοῦσι τὸν Πάντα δι' αὐτοῦ ἐγένετο. Οὕτω πρὸς τὴν τάξιν μᾶλλον ἀπεῖδον οἱ ἐξ ἑψας, καὶ διὰ τοῦτο τῇ διά χρῶνται στην τάξιν μόνην δυναμένη δηλοῦν· ἄλλως τε καὶ ἡ ἐκ ἐπὶ τῆς Ελληνικῆς φωνῆς τὴν προκαταρκτικὴν αἰτίαν σημαίνει. Οποίαν εἶναι τὸν Υἱόν, ἢ τοῦ κόσμου αἰτίαν, ἢ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἔστιν εἰπεῖν. Διὰ τοῦτο φεύγουσιν ἐπ' αὐτοῦ τὴν ἐκ ὀνομάσαι οἱ Πατέρες, ἵνα μὴ προκαταρκτικὴ αἰτία ὑποπτευθῇ. Καὶ τί λέγω τὴν ἐκ, ὅπου γε καὶ τῷ ὀνόματι τῆς αἰτίας ἐπὶ Υἱοῦ ἢ Πνεύματος χρήσασθαι ὡς ἐνὸν παραιτοῦνται ; καίτοι φανερῶς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος αἰτίων ὄντων, ἢ μᾶλλον μιᾶς αἰτίας μετὰ τοῦ Πατρὸς ὄντων τῆς κτίσεως. Καὶ σπανιώτατα τούτῳ χρωμές νους εὕροις ἂν αὐτοὺς τῷ ὀνόματι, διὰ τὸ δεδιέναι, μή προκαταρκτική αιτία νομισθῇ πρός τινων ὅπερ οὐκ ἂν αὐτοὶ βούλοιντο. Μίαν γὰρ προκαταρ κτικὴν θεότητός τε καὶ κτίσεως ἴσασι τὸν Πατέρα αἰτίαν. - Εἰ οὖν Λατῖνοι μὲν κατὰ τῶν ἐξ Εσπέρας ἁγίων, καὶ οὐκ ὀλίγων τῶν ἐξ Εῴας, ἐκ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον λέγοντες, οὐ προκαταρκτικὴν αἰτίαν φασὶ τὸν Υἱόν, τῆς δ' αὐτῶν δυνάμεως τὴν ταυτότητα παριστῶσι, Δαμασκηνὸς δὲ τὴν προκατα αρκτικὴν αἰτίαν ἀρνούμενος, ἢ διὰ τῆς ἐκ σημεί νεσθαι εἴωθε, πρὸς τὴν τάξιν μᾶλλον ἀπεῖδε· καὶ διὰ τοῦτο τῇ διὰ χρῆται διὰ τοῦ Υἱοῦ ἐκ Πατρὸς ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον ὁμολογῶν, δι' οὗ ἡ πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ τάξις δηλοῦται, τὴν ισότητα ή ταυτότητα τῆς δυνάμεως αὐτῶν οὐδ᾽ αὐτ τὸς ἀθετῶν· πῶς ἂν μᾶλλον ἀλλήλοις σύμφωνα λέ γοιεν ; αὐτὸς γάρ ἐστιν ὁ εἰπὼν περὶ τοῦ Πατρός - Αὐτὸς μὲν οὖν ἐστι νοῦς Λόγου ἄβυσσος, Λόγου γεννήτωρ, καὶ διὰ Λόγου προβολεὺς ἐκφαντορικοῦ Πνεύ ματος· καὶ πάλιν· Τὰ δὲ Πνεῦμα τὸ ἅγιον ἡ ἐκφαντορικὴ τοῦ κρυφίου τῆς θεότητος δύναμις τοῦ Πατρὸς ἐκ Πατρός ἐστι δι' Υἱοῦ ἐκπορευομένη. Ότι δὲ διὰ τῆς διὰ ὑπό τε τούτου τοῦ διδασκάλου καὶ τῶν ἄλλων Πατέρων καὶ ὁ Υἱός μετὰ τοῦ Πατρός
col. 401–402page 41 of 43
PG 161:401αἴτιος τῆς τοῦ Πνεύματος υποστάσεως δείκνυται, ἱκανῶς ἐν τῷ Περὶ ἑνώσεως συγγεγραμμένῳ μοι δείκνυται λόγῳ, καὶ μάλιστα τοῦ ἐκπορεύεσθαι βήματος προσκειμένου. “Ο καὶ κατὰ τοὺς ἡμετέρους οὐδὲν ἕτερον ἢ τὴν τοῦ Πνεύματος ύπαρξιν σημαίνει. Ταῦτα μὲν οὖν πρὸς τὸ ἐκ τῶν Δαμασκηνοῦ προτεινόμενον. Λύσις πρὸς τὸ τοῦ ἁγίου Διονυσίου. Πρὸς δέ γε τὸ τοῦ ἁγίου Διονυσίου, ἵνα μᾶλλον καθαρώτερον δειχθῇ μὴ τοῦτον ἔχειν τὸν νοῦν, δν οἱ ἡμέτεροι οἷονται, ἀκουστέον πρῶτον τῶν καὶ τὸν Υἱὸν ὁμολογούντων διδασκάλων πηγὴν τοῦ Πνεύματος τοῦ ἁγίου, οὐ χαρισμάτων τινῶν ἀνυποστάτων (τούτῳ γὰρ πολλῷ πρὸς πᾶν ῥητόν τινες χρῆσθαι ειώθασιν), ἀλλ᾽ αὐτῆς τῆς τοῦ Πνεύματος ὑποστάσεως. Πρῶτα μὲν οὖν ᾿Αθανάσιος ἐν τῷ κατά ᾿Αρειανῶν λόγῳ τὸ ψαλμικὸν ἐκεῖνο, ῞Οτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐξηγούμενος, Ηδει γάρ, φησίν, ὁ Πατὴρ δηλονότι, παρ' ἑαυτὸν ἔχων τὸν Υἱὸν τὴν πηγὴν τοῦ ἁγίου Πνεύματος. Πάντως οὖν τὴν ὑπόστασιν ἐνταῦθα δηλοί, οὐ χάρισμα ανυπόστατον. Εχομεν γὰρ ὑπὸ τοῦ μεγά λου Βασιλείου παραδεδομένον κανόνα, ὡς ὅταν ἀκούσωμεν Πνεῦμα ἅγιον μετὰ τῆς προσθήκης τοῦ ἅγιον, οὐδὲν ἕτερον ἢ τὴν τοῦ Πνεύματος ὑπόστασιν ὀφείλομεν ἐννοεῖν. Ἐνταῦθα οὖν ὁ Υἱὸς πηγὴ τοῦ ἁγίου Πνεύματος μετὰ τῆς προσθήκης τοῦ ἅγιος εἰρημένος, τῆς ὑποστάσεως αὐτοῦ δηλαδή πηγή εἴρηται. Επειτα δὲ καὶ αὐτὸς ὁ μέγας Βασίλειος, ὁ τοῦτον ἡμῖν παραδεδωκὼς τὸν κανόνα, πηγὴν τοῦ ἁγίου Πνεύματος τὸν Υἱὸν ὀνομάζει, λέγων οὕτως· Πηγή ζωῆς ὁ Υἱός. Φησὶ γὰρ ὁ Δαβὶδ πρὸς τὸν Πατέρα, *Οτι παρὰ σοὶ πηγὴ ζωῆς καὶ πάλιν ἕτερος προφήτης λέγει περὶ τῶν Ἰουδαίων· Ἐμὲ ἐγκατέλιπου πηγὴν ὕδατος ζῶντος. Υδωρ δὲ ζῶν ὀνομάζεται τὸ Πνεῦμα τὸ ἅγιον. Και σημείωσαι ὅτι τὸ Πνεῦμα τὸ ἅγιον φησὶ δη λῶν τὴν ὑπόστασιν. Η δ' ὑπόστασις τοῦ Πνεύματος τοῦ ἁγίου Θεός. Ο οὖν Υἱὸς πηγὴ τοῦ Πνεύματος ὢν τοῦ ἁγίου, πηγή θεότητός ἐστιν ἀριδήλως. Ωστε τὸ τοῦ θείου Διονυσίου, Μόνη πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ, λέγοντος, ἐπεὶ τοῖς εἰρημένοις ἁγίοις οὐκ ἀντίκειται, οὐ γὰρ θέμις ἐννοεῖν ἀντιλέγειν ἀλλήλοις τοὺς διδασκάλους, ἄλλον τινὰ νοῦν παρὰ τὸν τοῖς πολλοῖς φαινόμενον ἔχει· καὶ οὐκ ἀρνούμενος ἀπὸ τοῦ Υἱοῦ τὴν τοῦ Πνεύματος πηγήν, ταύτά φησιν· ἀλλὰ καὶ αὐτὸς ἂν φαίη μετά τούτων τῶν διδασκάλων πηγὴν τοῦ Πνεύματος τὸν Τίν, ήτοι τῆς αὐτοῦ ὑποστάσεως. Τούτων οὖν πρῶτον σεσαφηνισμένων, λέγομεν μετὰ ταῦτα, ὡς οὐ παντελῆ ἐνταῦθα διάκρισιν τῶν θείων τῆς Τριάδος προσώπων τῷ διδασκάλῳ πρόσ κειται παραδοῦναι. Καὶ δῆλον ὅτι οὐδεμίαν Υἱοῦ καὶ Πνεύματος διάκρισιν πρὸς ἄλληλα παραδέδωκεν ἐν τούτῳ τῷ λόγῳ. Οὐ πάντων οὖν τῶν προσώπων ἀπ' ἀλλήλων διάκρισιν, ἀλλὰ τοῦ Πατρὸς πρὸς τὰ ἐξ αὐτοῦ παραδίδωσι μόνον. Τον τοίνυν Πατέρα προς εκπορεύεσθαι
col. 403–404page 42 of 43
PG 161:403Δ τὸν Υἱὸν θεωρῶν ἐν τούτῳ τῷ μέρει, καὶ τὴν τοῦ των παραδιδοὺς ἀπ' ἀλλήλων διάκρισιν, μόνην πηγὴν τὸν Πατέρα φησίν, ὡς τοῦ μὲν Πατρὸς πηγῆς τοῦ Υἱοῦ ὄντος, τοῦ δ' Υἱοῦ πηγῆς τοῦ Πατρὸς οὐ δαμῶς. Καὶ ὅτι περὶ Πατρὸς καὶ Υἱοῦ φησι μόνου, καὶ ἀπὸ τοῦ ἐπαγομένου δῆλον. Τὰ γὰρ τῆς ὑπερουσίου θεογονίας, φησὶν, οὐκ ἀντιστρέφει πρὸς ἄλλης λα. Τὸ γὰρ τῆς θεογονίας ὄνομα ἀπὸ τοῦ γεννᾷν παρείληπται καὶ τῆς γεννήσεως. "Ητις δηλαδὴ σχέσις μεταξύ Πατρὸς ἁρμόζει καὶ Υἱοῦ, τοῦ μὲν γεννώντος, τοῦ δὲ γεννωμένου. Τοῦτο δὲ καὶ ἔτι προϊών σαφέστερον ποιεῖ ὁ διδάσκαλος, Οὐκ ὄντος, λέγων, Υἱοῦ τοῦ Πατρός, οὐδὲ Πατρὸς τοῦ Υἱοῦ. Ωστε τὸ γεννᾷν καὶ τὴν πατρότητα τῷ Πατρὶ μόνον ἀποδιδούς, μόνην αὐτὸν πηγὴν φάσκει θεότητος· ὡς ἂν εἰ ἔλεγε, Μόνος Πατὴρ καὶ μόνος γεννῶν, μήτε αυτ τοῦ τὴν τάξιν τὴν τοῦ γεννᾶσθαι, μήτε τοῦ Υἱοῦ ἀντ ειληφότος τὴν τοῦ γεννᾶν, καὶ διὰ τοῦτο μὴ ἀντιστρεφόντων τῶν τῆς ὑπερουσίου θεογονίας προς άλληλα. Οὐ μὴν ἀλλὰ καὶ εἴ τις μόνην πηγὴν τῆς ὑπερουσίου θεότητος τὸν Πατέρα φάσκει, ὡς μόνον αὐτ τὸν καὶ Υἱοῦ καὶ Πνεύματος αἴτιον, οὐκ ἂν ἁμάρτο. τῆς ἀληθείας. Μόνος γὰρ ἐκεῖνος αἴτιος καὶ ἀμφοῖν, καὶ μόνος πηγὴ οὐκ ἐκ πηγῆς· τοῦ Υἱοῦ πηγῆς μὲν ὄντος, ὡς εἴρηται τοῖς ἁγίοις, ἀλλὰ πηγῆς ἐκ πηγής. Ταύτης δὲ τῆς ἐννοίας καὶ τὸν μακάριον Αὐγουστῖνον παραγαγεῖν ἔχομεν ἡμῖν κοινωνοῦντα. Ἐν γὰρ τῷ Περὶ Τριάδος δ' φησί · Καὶ ὅπερ δὲ λέγει ὁ Κύριος, Ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, δείκνυσι τὸ Πνεῦμα τὸ ἅγιον καὶ τοῦ Πατρός δν καὶ τοῦ Υἱοῦ. Καὶ γὰρ καὶ εἰπὼν, Ὃν πέμψει ὁ Πατὴρ, ἐν τῷ ὀνόματί μου, προσέθηκεν. Οὐ μέντοι εἶπεν, Ον πέμψει ὁ Πατήρ παρ' ἐμοῦ, δν τρόπον εἶπεν, Ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρίς, δεικνύς δηλαδή, ὡς ὅλης τῆς θειότητος, ἢ εἰ βέλτιον λέγειν, τῆς θεότητος ὁ Πατήρ ἐστιν· ἀρχή. Τούτου τίνα ἀξιοπιστότερον τῆς Διονυσίου δια νοίας ζητήσομεν ἐξηγητήν ; Τούτου τίς μᾶλλον τὴν εκείνου συνῆκε νοῦν τῆς αὐτῆς αὐτῷ θεολογικῆς ἠξιωμένου χάριτος, καὶ Θεὸν φέροντος λαλοῦντα ἐν ἑαυτῷ ; Ἰδοὺ γὰρ ὅπερ ἐκεῖνος μόνην πηγήν τῆς ὑπερουσίου θεότητος εἶπεν, οὗτος ἀρχὴν τῆς ὅλης θεότητος είρηκεν· ὡς τοῦ μὲν Πατρὸς δηλονότι, αὐτοῦ μὲν οὐδένα αἴτιον ἔχοντος, αἰτίου δὲ καὶ Υἱοῦ καὶ Πνεύματος ὄντος · Υἱοῦ δὲ αὐτοῦ τε αἰτιατοῦ ὄντος, καὶ αἰτίου μόνου τοῦ Πνεύματος. Μὴ πρόσκοπτε δὲ πάλιν ἐνταῦθα τῷ ὀνόματι τῆς δλης θεότητος, ἀντιτιθεὶς τῇ ὅλῃ μέρος, ὡς τοῦ Υἱοῦ μέρους ὄντος αἰτίου· θεότης γὰρ ού, μερίζεται· ἀλλὰ τὸ ἐλάττωμα τῆς τῶν ὀνομάτων ἐστὶν ἀσθενείας ἣν οὐ καλῶς ποιήσεις ἐπὶ τὰ πράγματα μεταφέρων. Πολλῶν μὲν οὖν καὶ ἄλλων ὄντων, οἷς ἄν τις
col. 405–406page 43 of 43
PG 161:405τοῦτο τὸ ῥητὸν ἐξηγούμενος χρήσαιτο, ἀρκέσει ὅμως τὰ εἰρημένα σαφῆ τε ὄντα καὶ ἀναντίῤῥητα. δεδειγμένου γὰρ τοῦ καὶ τὸν Υἱὸν πηγὴν εἶναι θεότητος, κατὰ τοὺς διδασκάλους, εἴπερ τὸ μὲν Πνεῦμα Θεός, τοῦ δὲ Πνεύματος πηγὴ ὁ Υἱὸς, οἷς τὸν ἅγιον Διο νύσιον ἐναντία οὐκ ἂν λέγειν, λείπεται τὸ, Μόνη πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ, καθ᾿ ἕνα τῶν προειρημένων τρόπων ἐκλαμβάνειν, καὶ οὐχ ἑτέρως. Επίλογος. Ἐγὼ μὲν οὖν σοὶ χαριζόμενος, ἀνδρῶν ἄριστε, ὅπερ ἐζήτησας ἤδη τετέλεκα, τῶν τε ἐν τῇ συνόδῳ πεπραγμένων ἐκ μέρους αψάμενος, καὶ λόγους ἑκατέρου τῶν ζητημάτων ἀποδεδωκώς ἐν βραχεῖ, τά τε ἐπαγόμενα ἄτοπα λύσας, καὶ πάντοθεν τὴν ἀλήθειαν τοῦ συμπεράσματος δείξας. Προτετίμηκα δὲ κάν τῇ φράσει τὸν ὕπτιον καὶ ἀνειμένον τρόπον μᾶλλον τοῦ ἐπηρμένου, ὡς ἂν, ὡς ἐνὸν, τοῖς ἐντυγχάνουσιν πᾶσιν εἴη ὁ λόγος σαφής. β Κἂν ὁπόσον μέν τοί γέ ἐστιν ἡ φράσις ὑπτία, τὸ τῶν νοημάτων καὶ τῆς ὑποκειμένης ύλης μέγεθος ἀσάφειαν ὅμως οἱ μικρὰν ἐμποιεῖ. Οθεν καί σου δέομαι καὶ παντὸς τοῦ προστυγχάνοντος, μετ' ἐπι στασίας τε καὶ ἄνευ προλήψεως καὶ πολλάκις τὰ αὐτὰ ἀναγνῶναι, μὴ ἀποκάμνοντας πρὸς τὴν ἔρευ καν. Ἴσως γὰρ ἂν οὐκ ἀνάξιον τοῦ πόνου καρπὸν ἀπενέγκησθε, ὠφεληθέντες & ὠφεληθῆναι ἀνάγκη. Πρὸ δὲ πάντων τὰς τῶν ἁγίων καὶ διδασκάλων τῶν ἐξ Εσπέρας, ἃς σοι μετὰ τουτωνὶ πέπομφα ρήσεις, μετ' επιστασίας ἀναγινώσκοντες, ἐκ τούτων τὴν τοῦ προβλήματος συλλέξασθε σαφεστάτην ἀλήθειαν εἴ τις μὴ πρὸς ἀλήθειαν, ἀλλὰ πρὸς ἔριν βλέπων ενστάσεις τινὲς ἢ τῷ ἐμῷ λόγῳ, ἢ τῷ συμπεράσμα τι Λατίνων ἐπάγει, τούτων καταγελώντες, καὶ διὰ τῶν ῥητῶν τῶν ἁγίων ῥᾷστα αὐτοὺς ἐντρέποντες. Δῆλον γὰρ ὡς ἅπας λόγος τούτοις εναντιούμενος ἀποδοκιμαστέος, ὡς τῇ ἀληθείᾳ ἐναντιούμενος, εἴ περ τὴν ἀλήθειαν οἱ Πατέρες ἐλάλησαν. Σὺ δέ μοι προς ταῖς τῶν Δυτικών βήσεσι και τινα; τῶν ἐξ Εξας ἐκτεθειμένας σοι ρήσεις ἀφ' ἡμῶν δέχου, ὡς καὶ αὐτοὺς γνῷς ταυτά λέγοντας τοῖς ἀπὸ δυσμῶν Πατράσι, καὶ μὴ μόνον ἐννοίᾳ, ἀλλὰ καὶ ῥήμασι συμφωνούντας. (α)
Page scan enlarged

Notebook

Full View