Diplomatic text · TLG-E clean (Eusebius Praeparatio Evangelica, complete) — upgraded from truncated text — PG column chips mark the printed columns.
Book ILiber Primus
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 21:21Α ΤΑΔΕ ΤΟ ΠΡΩΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ α. Τίς ἡ τῆς εὐαγγελικῆς ὑποθέσεως ἐπαγγελία β. Τίνα πρὸς ἡμᾶς σύνηθες λέγειν τοῖς τὰ καθ’ ἡμᾶς διαβάλλειν ἐπιχειροῦσιν γ. Ὅτι μὴ ἀνεξετάστως τὰ τοῦ σωτηρίου λόγου φρονεῖν εἱλόμεθα δ. Ὅτι μὲ ἀκρίτως ἡμῖν ἡ περὶ τῶν ὠφελιμωτάτων πίστις κατὰ καιρὸν παραλαμβάνεται ε. Ὅτι μὴ ἄνευ σώφρονος λογισμοῦ τῆς πατρίου δεισιδαίμονος πλάνης ἀνεχωρήσαμεν 2. Ὅσα παρ’ Ἕλλησι καὶ οἷα περὶ τῆς πρώτης κοσμογονίας ἀναγράφεται, καὶ ὡς εὐλόγως αὐτῶν ἀνεχωρήσαμεν ζ. Ὅσα τοῖς φυσικοῖς φιλοσόφοις περὶ ἀρχῶν διαπεφώνηται καὶ ὡς καὶ τούτων μετὰ κρίσεως ἀπέστημεν η. Ὅτι πλέον οὐδὲν οἱ παλαιοὶ τῶν κατ’ οὐρανὸν φαινομένων ἄστρων ἐθεολόγουν θ. Ὅτι μηδεμία τις ἦν αὐτοῖς περὶ θεῶν μυθολογία οὐδέ γε ξοάνων ἵδρυσις ι. Ὅτι νεώτερα τῷ βίῳ παρεισῆκται τὰ περὶ τῶν θεῶν παρὰ τοῖς πολλοῖς τεθρυλη-μένα ια. Ἐπιτομὴ τῆς Φοινίκων ἀρχαιολογουμένης θεολογίας καὶ περὶ τῶν ταύτην συγ-γραψαμένων καὶ ὅτι δικαίως αὐτῆς κατεπτύσαμεν Α α. ΤΙΣ Η ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΥΠΟΘΕΣΕΩΣ ΕΠΑΓΓΕΛΙΑ Τὸν χριστιανισμόν, ὅ τι ποτέ ἐστιν, ἡγούμενος τοῖς οὐκ εἰδόσι παραστήσασθαι διὰ τῆς προκειμένης πραγματείας τὴν εὐαγγελικὴν ἀπόδειξιν περιέξειν ἐπαγγελλομένης, τήνδε σοι, θεῖον ἐπισκόπων χρῆμα, Θεόδοτε, φίλη θεοῦ καὶ ἱερὰ κεφαλή, σὺν εὐχαῖς ἐπεφώνησα, εἴ πως ἄρα τῆς παρὰ σοῦ τύχοιμι βοηθείας, ταῖς φιλοθέοις ὑπὲρ ἡμῶν ἱερουργίαις τὰ μεγάλα μοι συμπράττοντος εἰς τὴν προβεβλημένην τῆς εὐαγγελικῆς διδασκαλίας ὑπόθεσιν. ἀλλὰ γὰρ τί βούλεται τοῦτο δηλοῦν ὅ φαμεν εὐαγγέλιον, πρῶτον ἁπάντων διαρθρῶσαι καλόν. τοῦτο δὴ πᾶσιν ἀνθρώ-ποις τὴν παρουσίαν τῶν ἀνωτάτω καὶ μεγίστων ἀγαθῶν, πάλαι μὲν προηγορευμένων, νεωστὶ δὲ τοῖς πᾶσιν ἐπιλαμψάντων, εὐαγγελίζεται, οὐ τὸν οὐ βλέποντα πλοῦτον οὐδὲ τὴν σμικρὰν καὶ πολυπαθῆ ταύτην ζωὴν προξενοῦν οὐδ’ ὅσα σώματος καὶ φθορᾶς οἰκεῖα, τὰ δὲ ψυχαῖς νοερὰν οὐσίαν κεκτημέναις φίλα τε καὶ προσήγορα, ὧν καὶ τὰ σωμάτων ἐξῆπται, σκιᾶς ἐφεπόμενα δίκην. εἴη δ’ ἂν τούτων τὸ κεφάλαιον εὐσέ-βεια, οὐχ ἡ ψευδώνυμος καὶ πολυπλανής, ἀλλ’ ἡ σὺν ἀληθείᾳ τὴν προς-ηγορίαν ἐπιγραφομένη. ἔστιν δὲ αὕτη ἡ πρὸς τὸν ἕνα καὶ μόνον ὡς ἀληθῶς ὁμολογούμενόν τε καὶ ὄντα θεὸν ἀνάνευσις καὶ ἡ κατὰ τοῦτον ζωῆς ἔξαψις, ᾗ καὶ ἡ πρὸς αὐτὸν ἐγγίνεται φιλία, ᾗ παρέπεται τὸ θεο-φιλὲς ὄντως καὶ τρισμακάριον τέλος, ἄνωθεν ἐκ τῶν κρειττόνων ἀπῃωρη-μένον καὶ πρὸς αὐτὰ διακυβερνώμενον καὶ αὖ πάλιν εἰς αὐτὰ καταλῆ-γον. τί οὖν ἂν γένοιτο τῆς ἀγαθῆς ταύτης καὶ πανολβίου θεοφιλίας μακαριστότερον; οὐχὶ καὶ ζωῆς αὐτὸς καὶ φωτὸς καὶ ἀληθείας καὶ πάν-των ἀγαθῶν ταμίας τε καὶ χορηγὸς τοῖς πᾶσι καθέστηκεν; οὐχὶ καὶ τοῦ εἶναι τὰ πάντα καὶ τοῦ ζῆν αὐτὸς τὴν αἰτίαν περιείληφεν; τῷ δὴ οὖν τὴν πρὸς αὐτὸν στειλαμένῳ φιλίαν τί ἂν ἔτι λείποιτο; τίνος δ’ ἂν ὑστεροῖτο ὁ τῶν ὄντως ἀγαθῶν τὸν δημιουργὸν ἐξῳκειωμένος; ἢ τίνος ἂν ἐλαττοῖτο ὁ καὶ πατρὸς ἐν χώρᾳ καὶ κηδεμόνος τὸν μέγαν προστάτην καὶ παμβασιλέα τῶν ὅλων ἐπιγραφόμενος; ἀλλ’ οὐκ ἔστιν εἰπεῖν ὅ τι μὴ οὐχὶ ὁ τῇ διαθέσει τῷ παμβασιλεῖ θεῷ πλησιάζων καὶ τῆς παμμακα-ρίου φιλίας διὰ τῆς ἐπιστημονικῆς εὐσεβείας ἠξιωμένος ὁμοῦ καὶ ψυχῆς καὶ σώματος καὶ τῶν ἐκτὸς ἁπάντων εὖ ἂν ἔχοι. ταύτην δὴ τοίνυν τὴν ἀγαθὴν καὶ σωτήριον πρὸς θεὸν ἀνθρώπων φιλίαν ἄνωθεν ἐκ τοῦ παναγάθου καταπεμφθεὶς θεοῦ λόγος, ὥσπερ τις ἀπειρομεγέθους φωτὸς αὐγή, πᾶσιν ἀνθρώποις εὐαγγελίζεται, οὐκ ἐνθένδε ποθὲν οὐδ’ ἑτέρωθεν, ἀλλὰ πανταχόθεν ἐξ ἁπάντων ἐθνῶν πρὸς τὸν τῶν ὅλων θεὸν παρορμῶν ἥκειν σπεύδειν τε καὶ πάσῃ προθυμίᾳ ψυχῆς τὸ δῶρον ὑποδέχεσθαι, Ἕλληνας ὁμοῦ καὶ βαρβάρους, ἄνδρας ἅμα γυναιξὶ καὶ νηπίοις, πένητάς τε καὶ πλουσίους, σοφοὺς καὶ ἰδιώτας, οὐδὲ τὸ οἰκετικὸν γένος ὑπερφρονῶν τῆς κλήσεως, ὅτι δὴ μίαν τὴν πάντων οὐσίαν τε καὶ φύσιν ὁ πατὴρ αὐτῶν συστησάμενος μιᾶς εἰκότως καὶ τῆς ἴσης πάλιν τοὺς πάντας μεγαλοδωρεᾶς ἠξίωσε, τὴν πρὸς αὐτὸν γνῶσίν τε καὶ φιλίαν ἅπασι τοῖς ὑπακούειν ἐθέλουσι καὶ τὴν χάριν εὐμαρῶς ἀσπαζομένοις δωρούμενος. ταύτην ὁ Χριστοῦ λόγος ἧκε τὴν πρὸς τὸν αὐτοῦ πατέρα φιλίαν τὸν σύμπαντα κόσμον εὐαγγελιούμενος· θεὸς γὰρ ἦν ἐν Χριστῷ κόσμον καταλ-λάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα, ᾗ τὰ θεῖα διδάσκει λόγια, ἐλθών τε, φησίν, εὐηγγελίσατο εἰρήνην τοῖς μακράν, εἰρήνην τοῖς ἐγγύς. ταῦτα πρόπαλαι παῖδες Ἑβραίων θεοφορούμενοι τῷ σύμπαντι κόσμῳ προεθέσπιζον, ὁ μέν τις βοῶν μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν· καὶ πάλιν· εἴπατε ἐν τοῖς ἔθνεσιν ὅτι κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται· ὁ δὲ φάσκων ἐπιφανήσεται κύριος ἐν αὐτοῖς καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ. ταῦτα πρόπαλαι θείοις χρησμοῖς ἀνακείμενα νῦν εἰς ἡμᾶς αὐτοὺς διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίας πέφηνεν, ὡς τὴν πάλαι κηρυττομένην τε καὶ τοῖς μὴ τούτων ἀπείροις προσδοκωμένην τῶν ἐθνῶν ἁπάντων θεογνωσίαν εἰκότως ἡμῖν τὸν ἔναγχος ἐξ οὐρανοῦ παρόντα λόγον εὐαγγελίζεσθαι, ταῖς τῶν παλαιῶν φωναῖς τὰ διὰ τῶν ἔργων ἀποτελέσματα συντρέχειν ἐπιδεικνύμενον. Ἀλλὰ γὰρ τί χρὴ σπεύδειν φθάνοντα τῇ προθυμίᾳ τὴν τῶν διὰ μέσου λόγων ἀκολουθίαν, ἀναλαβεῖν ἐξ ὑπαρχῆς δέον καὶ τὰ ἐμποδὼν ἅπαντα διαλύσασθαι; ἐπειδὴ γὰρ τὸν χριστιανισμόν τινες οὐδένα λόγον ἀποσῴζειν, ἀλόγῳ δὲ πίστει καὶ ἀνεξετάστῳ συγκαταθέσει τοὺς τῆς προσηγορίας ἐφιεμένους τὸ δόξαν κυροῦν ὑπειλήφασι, μηδένα φάσκον-τες δύνασθαι δι’ ἀποδείξεως ἐναργοῦς παρέχειν τεκμήριον τῆς ἐν τοῖς ἐπαγγελλομένοις ἀληθείας, πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς προςιόντας, παρ’ ὃ καὶ πιστοὺς χρηματίζειν, τῆς ἀκρίτου χάριν καὶ ἀβα-σανίστου πίστεως, εἰκότως ἐπὶ τήνδε καθεὶς τὴν πραγματείαν τῆς εὐαγ-γελικῆς ἀποδείξεως, εἰς προκατασκευὴν τῆς ὅλης ὑποθέσεως ἡγοῦμαι δεῖν βραχέα προδιαλαβεῖν περὶ τῶν ζητηθέντων ἂν πρὸς ἡμᾶς εὐλόγως ὑπό τε Ἑλλήνων καὶ τῶν ἐκ περιτομῆς παντός τε τοῦ μετὰ ἀκριβοῦς ἐξετά-σεως τὰ καθ’ ἡμᾶς διερευνωμένου. ταύτῃ γάρ μοι δοκῶ τὸν λόγον ἐν τάξει χωρήσειν εἰς τὴν ἐντελεστέραν τῆς εὐαγγελικῆς ἀποδείξεως διδασκαλίαν εἴς τε τὴν τῶν βαθυτέρων δογμάτων κατανόησιν, εἰ τὰ τῆς προπαρασκευῆς ἡμῖν πρὸ ὁδοῦ γένοιτο, στοιχειώσεως καὶ εἰσαγωγῆς ἐπέχοντα τόπον καὶ τοῖς ἐξ ἐθνῶν ἄρτι προσιοῦσιν ἐφαρμόττοντα· τὰ δὲ μετὰ ταῦτα τοῖς ἐνθένδε διαβεβηκόσι καὶ τὴν ἕξιν ἤδη παρεσκευασμέ-νοις εἰς τὴν τῶν κρειττόνων παραδοχὴν τὴν ἀκριβῆ γνῶσιν παραδώσει τῶν συνεκτικωτάτων τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χρι-στὸν τοῦ θεοῦ μυστικῆς οἰκονομίας. ἀρξώμεθα δὴ τῆς προπα-ρασκευῆς, τὰ πρὸς ἡμᾶς εὐλόγως ὑπό τε Ἑλλήνων καὶ τῶν ἐκ περι-τομῆς παντός τε τοῦ μετὰ ἀκριβοῦς ἐξετάσεως τὰ καθ’ ἡμᾶς διερευνω-μένου λεχθησόμενα προσάγοντες.
EYZEBIOY ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΠΡΟΠΑΡΑΣΚΕΥΗ ΕΥΑΓΓΕΛΙΚΗ EUSEBII PAMPHILI CÆSAREE PALESTINÆ EPISCOPI PRÆPARATIO EVANGELICA Franciscus VIGERUS, Rothomagensis, Societatis Jesu presbyter, ex mss. cod. et laudatis ab ipsomet Eusebio scriptoribus recensuit, Latine vertit, notis illustravit. EDITIO NOVA Juxta Parisinam anni 1628, Oxoniensem et Lipsiensem denuo recensita.. VIGERI EPISTOLA NUNCUPATORIA. ILLUSTRISSIMO AC REVERENDISSIMO DOMINO JOANNI FRANCISCO DE GONDY, PRIMO LUTETIÆ PARISIORUM ARCHIEPISCOPO. Optandum imprimis erat, Archipræsul illustrissime, ut quantum in convellendis profanic superstitionis erroribus, eruditionis ac diligentiæ Noster hic Eusebius afferebat, tantum idem Christianæ pietatis in causa, vel integritatis, vel constantiæ retineret. Sed fuit ille nımirum in eligendo tam infelix et iniquus, ut cujus per sese jactura mediocris erat ac tole- rabilis futura, ejus sibi possessionem omni contentione defenderit; quæ omni pretio major est, cum ejus luce atque dignitate, nudi et vacui nominis umbram ac speciem compensarit. Quem igitur alioquin Ecclesia sanctissimorum et doctissimorum virorum in numero censere PATROL. GR. XXI. 1 255241
Liber Primus
PG 21:23β. ΤΙΝΑ ΠΡΟΣ ΗΜΑΣ ΣΥΝΗΘΕΣ ΛΕΓΕΙΝ ΤΟΙΣ ΤΑ ΚΑΘ’ ΗΜΩΝ ΔΙΑΒΑΛΛΕΙΝ ΕΠΙΧΕΙΡΟΥΣΙΝ Πρῶτον μὲν γὰρ εἰκότως ἄν τις διαπορήσειεν, τίνες ὄντες ἐπὶ τὴν γραφὴν παρεληλύθαμεν, πότερον Ἕλληνες ἢ βάρβαροι, ἢ τί ἂν γένοιτο τούτων μέσον, καὶ τίνας ἑαυτοὺς εἶναί φαμεν, οὐ τὴν προσηγορίαν, ὅτι καὶ τοῖς πᾶσιν ἔκδηλος αὕτη, ἀλλὰ τὸν τρόπον καὶ τὴν προαίρεσιν τοῦ βίου· οὔτε γὰρ τὰ Ἑλλήνων φρονοῦντας ὁρᾶν οὔτε τὰ βαρβάρων ἐπι-τηδεύοντας. τί οὖν ἂν γένοιτο τὸ καθ’ ἡμᾶς ξένον καὶ τίς ὁ νεω-τερισμὸς τοῦ βίου; πῶς δ’ οὐ πανταχόθεν δυσσεβεῖς ἂν εἶεν καὶ ἄθεοι οἱ τῶν πατρῴων θεῶν ἀποστάντες, δι’ ὧν πᾶν ἔθνος καὶ πᾶσα πόλις συνέστηκεν; ἢ τί καλὸν ἐλπίσαι εἰκὸς τοὺς τῶν σωτηρίων ἐχθροὺς καὶ πολε-μίους καταστάντας καὶ τοὺς εὐεργέτας παρωσαμένους καὶ τί γὰρ ἄλλο ἢ θεομαχοῦντας; ποίας δὲ καταξιωθήσεσθαι συγγνώμης τοὺς τοὺς ἐξ αἰῶνος μὲν παρὰ πᾶσιν Ἕλλησι καὶ βαρβάροις κατά τε πόλεις καὶ ἀγροὺς παντοίοις ἱεροῖς καὶ τελεταῖς καὶ μυστηρίοις πρὸς ἁπάντων ὁμοῦ βασι-λέων τε καὶ νομοθετῶν καὶ φιλοσόφων θεολογουμένους ἀποστραφέντας, ἑλομένους δὲ τὰ ἀσεβῆ καὶ ἄθεα τῶν ἐν ἀνθρώποις; ποίαις δ’ οὐκ ἂν ἐνδίκως ὑποβληθεῖεν τιμωρίαις οἱ τῶν μὲν πατρίων φυγάδες, τῶν δ’ ὀθνείων καὶ παρὰ πᾶσι διαβεβλημένων Ἰουδαϊκῶν μυθολογημάτων γενόμενοι ζηλωταί; πῶς δ’ οὐ μοχθηρίας εἶναι καὶ εὐχερείας ἐσχά-της τὸ μεταθέσθαι μὲν εὐκόλως τῶν οἰκείων, ἀλόγῳ δὲ καὶ ἀνεξετάστῳ πίστει τὰ τῶν δυσσεβῶν καὶ πᾶσιν ἔθνεσι πολεμίων ἑλέσθαι, καὶ μηδ’ αὐτῷ τῷ παρὰ Ἰουδαίοις τιμωμένῳ θεῷ κατὰ τὰ παρ’ αὐτοῖς προσανέ-χειν νόμιμα, καινὴν δέ τινα καὶ ἐρήμην ἀνοδίαν ἑαυτοῖς συντεμεῖν, μήτε τὰ Ἑλλήνων μήτε τὰ Ἰουδαίων φυλάττουσαν; Ταῦτα μὲν οὖν εἰκότως ἄν τις Ἑλλήνων, μηδὲν ἀληθὲς μήτε τῶν οἰκείων μήτε τῶν καθ’ ἡμᾶς ἐπαί̈ων, πρὸς ἡμᾶς ἀπορήσειεν. ἐπιμέμ-ψαιντο δ’ ἂν ἡμῖν καὶ Ἑβραίων παῖδες, εἰ δὴ ἀλλόφυλοι ὄντες καὶ ἀλλο-γενεῖς ταῖς αὐτῶν βίβλοις ἀποχρώμεθα μηδὲν ἡμῖν προσηκούσαις, ὅτι τε ἀναιδῶς, ὡς ἂν αὐτοὶ φαῖεν, καὶ ἀναισχύντως ἑαυτοὺς μὲν εἰσωθοῦμεν, τοὺς δὲ οἰκείους καὶ ἐγγενεῖς τῶν αὐτοῖς πατρίων ἐξωθεῖν παραβιαζό-μεθα. εἴτε γάρ τις εἴη Χριστὸς θεσπιζόμενος, ἀλλὰ Ἰουδαίων ἦσαν προφῆται οἱ τούτου τὴν ἄφιξιν προκηρύξαντες, οἳ καὶ λυτρωτὴν καὶ βασιλέα Ἰουδαίων ἥξειν αὐτόν, οὐχὶ δὲ τῶν ἀλλοφύλων ἐθνῶν κατήγγει-λαν· εἴτε τινὰ ἄλλα φαιδρότερα περιέχουσιν αἱ γραφαί, καὶ ταῦτα Ἰου-δαίοις ἀναφωνεῖσθαι, ὧν οὐκ εὖ πράττοντας παρακούειν ἡμᾶς. ἀλλὰ καὶ σφόδρα ἀτόπως τοὺς μὲν κατὰ τοῦ ἔθνους ἐφ’ οἷς ἡμάρτανον ἐλέγ-χους εὖ μάλα ἁρπαλέως ἀποδέχεσθαι, τὰς δὲ τῶν ἀγαθῶν πάλιν αὐτοῖς θεσπιζομένας ἐπαγγελίας ἀποσιωπᾶν, μᾶλλον δ’ ἐκβιάζεσθαι καὶ εἰς ἑαυτοὺς μεταφέρειν, ἄντικρυς πλεονεκτοῦντας καὶ οὐδὲν πλέον ἢ ἑαυτοὺς ἐξαπατῶντας. τὸ δ’ οὖν ἁπάντων παραλογώτατον, ὅτι μηδὲ τὰ νόμιμα παραπλησίως αὐτοῖς περιέποντες, ἀλλὰ προφανῶς παρανομοῦντες, τὰς ἐπηγγελμένας τοῖς τῶν νόμων φύλαξι χρηστοτέρας ἀμοιβὰς εἰς ἑαυτοὺς ἐπισπώμεθα. Τούτων εὐλόγως ἂν ἡμῖν ἐν πρώτοις ἀπορηθέντων, φέρε τὸν τῶν ὅλων θεὸν διὰ τοῦ σωτῆρος ἡμῶν, τοῦ αὐτοῦ λόγου, ὡς δι’ ἀρχιερέως ἐπικαλεσάμενοι τὸ πρῶτον τῶν προταθέντων ἀποκαθάρωμεν, συκοφάντας προαποδείξαντες τοὺς μηδὲν ἔχειν ἡμᾶς δι’ ἀποδείξεως παριστάναι, ἀλόγῳ δὲ πίστει προσέχειν ἀποφηναμένους. αὐτόθεν δὴ οὖν τοῦτο καὶ οὐκ ἐκ μακροῦ διελέγξομεν, ἔκ τε ὧν χρώμεθα πρὸς τοὺς ἐπὶ διδα-σκαλίᾳ τῶν καθ’ ἡμᾶς λόγων προσιόντας ἀποδείξεων καὶ τῶν πρὸς τοὺς ἀντιδιατιθεμένους ἡμῖν ἐν ταῖς λογικωτέραις ζητήσεσιν ἀντιρ-ρήσεων δι’ ὧν τε φιλοτιμούμεθα ποιεῖσθαι ἀγράφων τε καὶ ἐγγράφων ἰδίᾳ τε καὶ πρὸς ἕκαστον τῶν ἐρωτώντων καὶ κοινῇ πρὸς τὰ πλήθη διαλέξεων· ναὶ μὴν καὶ διὰ τῶν ἐν χερσὶ συγγραμμάτων τὴν καθό-λου πραγματείαν περιεχόντων τῆς εὐαγγελικῆς ἀποδείξεως, ἐν ᾗ πᾶσαν τὴν ἐκ θεοῦ χάριν καὶ τὴν οὐράνιον εὐεργεσίαν ὁ παρὼν λόγος πάντας ἀνθρώπους εὐαγγελίζεται, τὴν κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ οἰκονομίαν λογικώτερον διὰ πλεί-στων καὶ ἐναργῶν ἀποδείξεων πιστούμενος. ἐσπούδασται μὲν οὖν πλείστοις τῶν πρὸ ἡμῶν πολλή τις ἄλλη πραγματεία, τοτὲ μὲν ἐλέγ-χους καὶ ἀντιρρήσεις τῶν ἐναντίων ἡμῖν λόγων συνταξαμένοις, τοτὲ δὲ τὰς ἐνθέους καὶ ἱερὰς γραφὰς ἐξηγητικοῖς ὑπομνήμασι καὶ ταῖς κατὰ μέρος ὁμιλίαις διερμηνεύσασι, τοτὲ δὲ τοῖς καθ’ ἡμᾶς δόγμασιν ἀγωνι-στικώτερον πρεσβεύσασιν· ἡμῖν γε μὴν ἰδίως ἡ μετὰ χεῖρας ἐκ-πονεῖται πρόθεσις. γ. ΟΤΙ ΜΗ ΑΝΕΞΕΤΑΣΤΩΣ ΤΑ ΤΟΥ ΣΩΤΗΡΙΟΥ ΛΟΓΟΥ ΦΡΟΝΕΙΝ ΕΙΛΟΜΕΘΑ Πρῶτός γέ τοι πάντων ὁ ἱερὸς ἀπόστολος Παῦλος τὰς μὲν ἀπατη-λὰς καὶ σοφιστικὰς πιθανολογίας παραιτούμενος, ἀναμφιλόγοις δὲ χρώ-μενος ταῖς ἀποδείξεσιν, φησίν που· καὶ ὁ λόγος ἡμῶν καὶ τὸ κήρυγμα οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως. οἷς ἐπιλέγει· σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην. καὶ αὖθις· ἡ ἱκανότης ἡμῶν, φησίν, ἐκ τοῦ θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς δια-θήκης. εἰκότως δῆτα καὶ ἡμῖν ἅπασιν παρήγγελται ἑτοίμους εἶναι πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ἡμᾶς λόγον περὶ τῆς ἐν ἡμῖν ἐλπίδος. ὅθεν καὶ τῶν νέων συγγραφέων μυρίας ὅσας, ὡς εἴρηται, πανσόφους καὶ ἐναργεῖς μετὰ συλλογισμῶν ἀποδείξεις ὑπέρ τε τοῦ καθ’ ἡμᾶς γρα-φείσας λόγου διαγνῶναι πάρεστιν ὑπομνήματά τε οὐκ ὀλίγα εἰς τὰς ἱερὰς καὶ ἐνθέους γραφὰς πεπονημένα, τὸ ἀψευδὲς καὶ ἀδιάπτωτον τῶν ἀρχῆθεν καταγγειλάντων ἡμῖν τὸν τῆς θεοσεβείας λόγον γραμμικαῖς ἀποδείξεσι παριστῶντα. πλὴν ἀλλὰ περιττοὶ λόγοι πάντες, ὧν ἐναργῆ καὶ σαφέστερα τὰ ἔργα, ἅπερ ἡ θεία καὶ οὐράνιος τοῦ σωτῆρος ἡμῶν δύναμις, πάντας ἀνθρώπους τὴν ἔνθεον καὶ οὐράνιον ζωὴν εὐαγγελι-ζομένη, διαρρήδην εἰσέτι καὶ νῦν ἐπιδείκνυται. αὐτίκα γοῦν τὴν διδασκαλίαν αὐτοῦ κηρυχθήσεσθαι καθ’ ὅλης τῆς ἀνθρώπων οἰκου-μένης εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν θεσπίσαντος τήν τε ὕστερόν ποτε τῇ αὐτοῦ δυνάμει συστᾶσαν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐκκλησίαν, οὔπω τότε καθ’ οὓς ἐνηνθρώπει χρόνους ὁρωμένην οὐδὲ συνεστῶσάν πω, ἐν-θέῳ προγνώσει ἀήττητον καὶ ἀκαταμάχητον ἔσεσθαι καὶ μηδεπώποτε ὑπὸ θανάτου νικηθήσεσθαι, ἑστάναι δὲ καὶ μένειν ἄσειστον, ὡς ἂν ἐπ’ ἀσείστῳ καὶ ἀρραγεῖ πέτρᾳ τῇ αὐτοῦ δυνάμει βεβηκυῖάν τε καὶ ἐρριζω-μένην, ἀποφηναμένου, ὑπὲρ πάντα λόγον τὸ τῆς προρρήσεως ἀποτέ-λεσμα εἰκότως πᾶν ἄθυρον ἀποφράξειεν ἂν στόμα τῶν ἀναισχυντεῖν ἀναιδῶς παρεσκευασμένων. τίς γὰρ οὐκ ἀλήθειαν ὁμολογήσειεν τῇ προρρήσει, τῶν πραγμάτων ἐναργῶς οὕτως μονονουχὶ φωνὴν ἀφιέντων ὅτι δὴ θεοῦ δύναμις, ἀλλ’ οὐκ ἀνθρωπεία φύσις ἦν ἡ ταῦτα τοῦτον ἐσόμενα τὸν τρόπον πρὸ τοῦ γενέσθαι θεασαμένη προφήσασά τε καὶ ἔργοις ἐπιτελέσασα; πεπλήρωκε γοῦν τὴν σύμπασαν, ὅσην ἥλιος ἐφορᾷ, ἡ τοῦ κατ’ αὐτὸν εὐαγγελίου φήμη, καὶ πάντα τὰ ἔθνη διέδραμεν εἰσέτι τε νῦν αὔξει καὶ ἐπιδίδωσι τὰ περὶ αὐτοῦ κηρύγματα ταῖς αὐτοῦ φωναῖς ἀκολούθως. ἥ τε ὀνομαστὶ προθεσπισθεῖσα ἐκκλησία αὐτοῦ
ἕστηκεν κατὰ βάθους ἐρριζωμένη καὶ μέχρις οὐρανίων ἁψίδων εὐχαῖς ὁσίων καὶ θεοφιλῶν ψυχῶν μετεωριζομένη δοξαζομένη τε ὁσημέραι καὶ εἰς ἅπαντας τὸ νοερὸν καὶ ἔνθεον φῶς τῆς ὑπ’ αὐτοῦ καταγγελ-θείσης εὐσεβείας ἀπαστράπτουσα οὐδαμῶς τε τοῖς ἐχθροῖς ἡττωμένη καὶ ὑπείκουσα, ἀλλ’ οὐδὲ ταῖς τοῦ θανάτου πύλαις ὑποχωροῦσα, διὰ μίαν ἐκείνην ἣν αὐτὸς ἀπεφήνατο λέξιν, εἰπών· ἐπὶ τὴν πέτραν οἰκο-δομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. καὶ ἄλλα δὲ μυρία πρὸς τοῦ σωτῆρος ἡμῶν λεχθέντα τε καὶ προρρηθέντα ἐν οἰκείᾳ συναγαγόντες ὑποθέσει, ταῖς ἐνθέοις αὐτοῦ προγνώσεσι τὰς τῶν πραγμάτων ἀποβάσεις συμφώνους παραστήσαντες, ἀναμφίλεκτον τῶν περὶ αὐτοῦ δοξαζομένων ἡμῖν τὴν ἀλήθειαν ἐπιδείκνυμεν. πρὸς τούτοις δὲ πᾶσιν οὐ μικρὰ τυγχάνει τῆς καθ’ ἡμᾶς ἀληθείας ἀπόδειξις καὶ ἡ ἀπὸ τῶν Ἑβραϊκῶν γραφῶν μαρτυρία, ἐν αἷς πρὸ μυρίων ὅσων ἐτῶν οἱ παρ’ Ἑβραίοις προφῆται τὴν τῶν ἀγαθῶν ἐπαγγελίαν παντὶ τῷ θνητῷ βίῳ κηρύξαντες ὀνομαστὶ τῆς τε τοῦ Χριστοῦ προσηγορίας ἐμνήσθη-σαν καὶ τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν προὐθέσπισαν τόν τε νέον τῆς εἰς πάντα τὰ ἔθνη διαδραμούσης διδασκαλίας αὐτοῦ τρόπον κατήγ-γειλαν, προειπόντες τὴν ἐσομένην εἰς αὐτὸν ἀπιστίαν καὶ ἀντιλογίαν τοῦ Ἰουδαίων ἔθνους τά τε κατ’ αὐτοῦ δρασθέντα αὐτοῖς καὶ τὰ ἐπὶ τούτοις αὐτίκα καὶ οὐκ εἰς μακρὰν μετελθόντα αὐτοὺς σκυθρω-πά· λέγω δὲ τῆς βασιλικῆς μητροπόλεως αὐτῶν τὴν ἐσχάτην πολιορ-κίαν, καὶ τῆς βασιλείας τὴν παντελῆ καθαίρεσιν αὐτῶν τε τὴν εἰς πάντα τὰ ἔθνη διασπορὰν καὶ τὴν ὑπὸ τοῖς ἐχθροῖς καὶ πολεμίοις δουλείαν, ἃ καὶ ταῖς προρρήσεσιν ἀκολούθως μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν φαίνονται πεπονθότες. ἐπὶ τούτοις τίς οὐκ ἂν ἐκπλαγείη τῶν αὐτῶν ἀκούων προφητῶν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν καὶ τὴν Ἰουδαίων ἀπόπτωσιν τὴν τῶν ἐθνῶν κλῆσιν λαμπραῖς καὶ διαυγέσι φωναῖς εὐαγ-γελιζομένων; ἣ καὶ αὐτὴ ἄντικρυς εἰς ἔργον ἐχώρησεν ταῖς προφητείαις ἀκολούθως διὰ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας. δι’ οὗ ἐκ παντὸς γένους ἀνθρώπων μυρίοι ὅσοι τὴν τῶν εἰδώλων ἀποστραφέντες πλάνην τοῦ ἐπὶ πάντων θεοῦ τὴν ἀληθῆ γνῶσίν τε καὶ εὐσέβειαν κατεδέξαντο, μονονουχὶ πιστούμενοι τοὺς τῶν παλαιῶν χρησμοὺς τούς τε ἄλλους καὶ δὴ καὶ τὸν διὰ τοῦ Ἱερεμίου τοῦ προφήτου φήσαντα· κύριε ὁ θεός μου, πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου τῆς γῆς καὶ ἐροῦσιν ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα καὶ οὐκ ἦν ἐν αὐτοῖς ὠφέλεια. εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς, καὶ οὗτοι οὐκ εἰσὶν θεοί; Πάντα δὴ οὖν ταῦτα τὸν περὶ τῶν καθ’ ἡμᾶς πραγμάτων πιστοῦ-ται λόγον ὡς οὐκ ἐξ ἀνθρωπίνης ὁρμῆς ἐπιτηδευθέντα, θεόθεν δὲ προ-γνωσθέντα καὶ θεόθεν διὰ τῶν ἐγγράφων χρησμῶν προαναφωνηθέντα καὶ πολὺ πλέον ἔτι θεόθεν διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσιν ἀνθρώποις προβεβλημένον αὖθίς τε ἐκ θεοῦ δυναμούμενον καὶ συνεστῶτα, ὡς ἐν τοσούτοις ἐτῶν χρόνοις ἐλαυνόμενον πρός τε τῶν ἀοράτων δαιμόνων καὶ πρὸς τῶν κατὰ χρόνους ὁρατῶν ἀρχόντων πολὺ πλέον διαλάμπειν ὁση-μέραι τε διαπρέπειν καὶ αὔξειν καὶ πολὺ μᾶλλον πληθύειν, ἄντικρυς τῆς ἄνωθεν ἐκ τοῦ τῶν ὅλων θεοῦ συνεργίας τὸ ἄμαχον καὶ ἀήττητον τό τε κατὰ τῶν ἐχθρῶν νικητικὸν τῇ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ τε καὶ προσηγορίᾳ παρεχούσης. καὶ τὸ αὐτόθεν δὲ πρὸς εὐζωί̈αν πᾶσιν ἀνθρώποις οὐ μόνον ἐκ τῶν προφανῶν αὐτοῦ λόγων, ἀλλὰ καὶ ἐξ ἀπορρήτου δυνάμεως προβεβλημένον πῶς οὐκ ἂν γένοιτο τῆς ἐνθέου δυνάμεως αὐτοῦ παραστατικόν; θείας μὲν γὰρ καὶ ἀπορρήτου δυνά-μεως ἦν τὸ ἅμα τῷ αὐτοῦ λόγῳ καὶ σὺν τῇ περὶ μοναρχίας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ προβεβλημένῃ διδασκαλίᾳ αὐτοῦ ὁμοῦ καὶ τῆς πο-λυπλανοῦς καὶ δαιμονικῆς ἐνεργείας, ὁμοῦ καὶ τῆς τῶν ἐθνῶν πολυαρ-χίας ἐλεύθερον καταστῆναι τὸ τῶν ἀνθρώπων γένος. δ. ΟΤΙ ΜΗ ΑΚΡΙΤΩΣ ΗΜΙΝ Η ΠΕΡΙ ΤΩΝ ΩΦΕΛΙΜΩΤΑΤΩΝ ΠΙΣΤΙΣ ΚΑΤΑ ΚΑΙΡΟΝ ΠΑΡΑΛΑΜΒΑΝΕΤΑΙ Μυρίων γοῦν τὸ παλαιὸν καθ’ ἕκαστον ἔθνος βασιλέων καὶ τοπαρ-χῶν ἐπικρατούντων καὶ κατὰ πόλεις καὶ χώρας, καὶ τῶν μὲν δημο-κρατουμένων, τῶν δὲ τυραννουμένων, τῶν δὲ πολυαρχουμένων πολέ-μων τε κατὰ τὸ εἰκὸς ἐκ τούτου παντοίων συνεστώτων, ἐθνῶν ἔθνεσι προσρηγνυμένων καὶ συνεχῶς τοῖς πλησιοχώροις ἐπανιστα-μένων δῃούντων τε καὶ δῃουμένων καὶ ταῖς κατ’ ἀλλήλων πολιορκίαις ἐπιστρατευομένων, ὥστε διὰ ταῦτα πανδημεὶ πάντας τούς τε τὰς πόλεις οἰκοῦντας καὶ τοὺς ἐν ἀγροῖς γεωπονοῦντας ἐξέτι παίδων τὰ πολεμικὰ διδάσκεσθαι ξιφηφορεῖν τε διὰ παντὸς κατά τε τὰς λεωφόρους καὶ κατὰ κώμας καὶ ἀγρούς· ἐπειδὴ παρῆν ὁ Χριστὸς τοῦ θεοῦ, περὶ οὗ πάλαι διὰ τῶν προφητῶν ἀνείρητο· ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης καί· συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα καὶ οὐ λήψεται ἔθνος ἐπ’ ἔθνος μάχαιραν καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν, ἀκόλουθα ταῖς προρρήσεσιν ἐπηκολούθει τὰ ἔργα. πᾶσα μὲν αὐτίκα περιῃρεῖτο πολυαρχία Ῥω-μαίων, Αὐγούστου κατὰ τὸ αὐτὸ τῇ τοῦ σωτῆρος ἡμῶν ἐπιφανείᾳ μοναρχήσαντος. ἐξ ἐκείνου δὲ καὶ εἰς δεῦρο οὐκ ἂν ἴδοις, ὡς τὸ πρίν, πόλεις πόλεσι πολεμούσας οὐδ’ ἔθνος ἔθνει διαμαχόμενον οὐδέ γε τὸν βίον ἐν τῇ παλαιᾷ συγχύσει κατατριβόμενον. καίτοι πῶς οὐκ ἄξιον θαυμάζειν ἐπιστήσαντα, τί δή ποτε τὸ μὲν παλαιόν, ὅτε τῶν ἐθνῶν ἁπάντων κατετυράννουν οἱ δαίμονες καὶ πολλή τις ἦν τῶν ἀνθρώπων ἡ περὶ αὐτοὺς θεραπεία, πρὸς αὐτῶν τῶν θεῶν, αὐτῶν ἐξοιστρούμενοι ἐπὶ τοὺς κατ’ ἀλλήλων ἐξεμαίνοντο πολέμους (ὡς τοτὲ μὲν Ἕλληνας αὐτοῖς Ἕλλησι, τοτὲ δ’ Αἰγυπτίους Αἰγυπτίοις, καὶ Σύρους Σύροις, Ῥωμαίους τε Ῥωμαίοις πολεμεῖν, ἀνδραποδίζεσθαί τε ἀλλήλους καὶ κατατρύχειν ταῖς πολιορκίαις (ὥσπερ οὖν αἱ περὶ τούτων δηλοῦσι τῶν παλαιῶν ἱστορίαι), ἅμα δὲ τῇ τοῦ σωτῆρος ἡμῶν εὐσεβεστάτῃ καὶ εἰρη-νικωτάτῃ διδασκαλίᾳ τῆς μὲν πολυθέου πλάνης καθαίρεσις ἀπετελεῖτο, τὰ δὲ τῆς τῶν ἐθνῶν διαστάσεως παῦλαν αὐτίκα παλαιῶν κακῶν ἀπελάμ-βανεν; ὃ καὶ μάλιστα μέγιστον ἡγοῦμαι τεκμήριον τυγχάνειν τῆς ἐνθέου καὶ ἀπορρήτου δυνάμεως τοῦ σωτῆρος ἡμῶν. Τῆς δ’ ἐκ τῶν αὐτοῦ λόγων προφαινομένης ὠφελείας δεῖγμα ἐναρ-γὲς ἴδοις ἂν ἐπιστήσας, ὡς οὐδ’ ἄλλοτέ πω ἐξ αἰῶνος οὐδ’ ὑπό τινος τῶν πάλαι διαφανῶν, ἐκ μόνων δὲ τῶν αὐτοῦ φωνῶν καὶ τῆς ἀνὰ πᾶσαν τὴν οἰκουμένην διαδοθείσης διδασκαλίας αὐτοῦ εὖ τὰ πάντων τῶν ἐθνῶν νόμιμα κεῖται, αὐτὰ ἐκεῖνα τὰ πρὶν θηριώδη καὶ βάρβαρα, ὡς μηκέτι Πέρσας μητρογαμεῖν τοὺς αὐτῷ μαθητευθέντας μηδ’ ἀνθρωποβορεῖν Σκύθας διὰ τὸν καὶ μέχρις αὐτῶν ἐλθόντα τοῦ Χριστοῦ λόγον μηδ’ ἄλλα γένη βαρβάρων ἐκθέσμως θυγατράσι καὶ ἀδελφαῖς μίγνυσθαι μηδ’ ἄρρενας ἄρρεσιν ἐπιμαίνεσθαι καὶ τὰς παρὰ φύσιν ἡδονὰς μετ-ιέναι μηδὲ κυσὶν καὶ οἰωνοῖς τοὺς οἰκείους νεκροὺς προτιθέναι τοὺς πάλαι τοῦτο πράττοντας μηδ’ ἀγχόνῃ τοὺς γεγηρακότας, ὥσπερ οὖν πρότερον, περιβάλλειν μηδὲ σάρκας νεκρῶν τῶν φιλτάτων κατὰ τὸ παλαιὸν ἔθος θοινᾶσθαι μηδ’ ἀνθρωποθυτεῖν ὡς θεοῖς τοῖς δαίμοσιν κατὰ τοὺς παλαιοὺς μηδὲ τὰ φίλτατα κατασφάττειν ἐπ’ εὐσεβείας ὑπολήψει. ταῦτα γὰρ ἦν καὶ συγγενῆ τούτοις μυρία τὰ πάλαι τὸν τῶν ἀνθρώπων βίον λυμαινόμενα. ἱστοροῦνται γοῦν Μασσαγέται καὶ Δέρβικες ἀθλιωτάτους
ἡγεῖσθαι τῶν οἰκείων τοὺς αὐτομάτως τελευτήσαντας, διὸ καὶ φθάσαντες κατέθυον καὶ εἱστιῶντο τῶν φιλτάτων τοὺς γεγηρακότας· Τιβαρηνοὶ δὲ ζῶντας κατεκρήμνιζον τοὺς ἐγγυτάτω γέροντας· Ὑρκανοὶ δὲ καὶ Κάσπιοι οἱ μὲν οἰωνοῖς καὶ κυσὶ παρέβαλλον ζῶντας, οἱ δὲ τεθνεῶτας· Σκύθαι δὲ συγκατώ-ρυττον ζῶντας καὶ ἐπέσφαζον ταῖς πυραῖς οὓς ἠγάπων οἱ τεθνεῶτες μάλιστα· καὶ Βάκτριοι μὲν τοῖς κυσὶ παρέβαλλον ζῶντας τοὺς γεγηρακότας. ἀλλὰ ταῦτα μὲν πάλαι ἦν πρότερον, νυνὶ δὲ οὐκέθ’ ὁμοίως ἐστίν, ἑνὸς τοῦ σωτηρίου νόμου τῆς εὐαγγελικῆς δυνάμεως τὴν θηριώδη καὶ ἀπάν-θρωπον τούτων ὅλων καταλύσαντος νόσον. τὸ δὲ μηκέτι θεοὺς ἡγεῖσθαι ἤτοι τὰ νεκρὰ καὶ κωφὰ ξόανα ἢ τοὺς ἐν τούτοις ἐνεργοῦντας πονηροὺς δαίμονας ἢ τὰ μέρη τοῦ φαινομένου κόσμου ἢ τὰς τῶν πάλαι κατοιχομένων θνητῶν ψυχὰς ἢ τῶν ἀλόγων ζῴων τὰ βλαπτικώτατα, ἀντὶ δὲ τούτων ἁπάντων διὰ μιᾶς τῆς εὐαγγελικῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας Ἕλληνας ὁμοῦ καὶ βαρβάρους τοὺς γνησίως, ἀλλ’ οὐκ ἐπιπλάστως αὐτοῦ τῷ λόγῳ προσανέχοντας εἰς τοσοῦτον ἄκρας φιλο-σοφίας ἐλθεῖν ὡς μόνον τὸν ἀνωτάτω θεόν, αὐτὸν ἐκεῖνον τὸν ἐπέκεινα τῶν ὅλων, τὸν παμβασιλέα καὶ κύριον οὐρανοῦ καὶ γῆς, ἡλίου τε καὶ ἄστρων καὶ τοῦ σύμπαντος κόσμου δημιουργόν, σέβειν καὶ ὑμνεῖν καὶ θεολογεῖν βιοῦν τε ἀκριβῶς οὕτως μανθάνειν, ὡς μέχρι καὶ τοῦ ἐμβλέπειν τοῖς ὀφθαλμοῖς παιδαγωγεῖσθαι καὶ μηδὲν ἀκόλαστον ἐκ τοῦ μετ’ ἐπιθυ-μίας ὁρᾶν ἐννοεῖν, πρόρριζον δ’ ἐξ αὐτῆς διανοίας πᾶν αἰσχρὸν ὑποτέμνε-σθαι πάθος, ταῦτα πάντα πῶς οὐκ ἂν τοῖς πᾶσι συμβάλλοιτο πρὸς εὐ-ζωί̈αν; καὶ τὸ μηδ’ εὐορκίας δεῖσθαι, πολλοῦ δεῖ ἐπιορκεῖν, διὰ τὸ πρὸς αὐτοῦ μανθάνειν μηδὲ ὀμνύναι [παντά]πασιν ὅλως, ἐν πᾶσιν δὲ ἀψευδεῖν καὶ ἀληθεύειν, ὡς ἀρκεῖσθαι τῷ ναὶ καὶ τῷ οὔ, παντὸς ὅρκου βεβαιοτέραν τὴν προαίρεσιν κατασκευάζοντας, τὸ δὲ μηδ’ ἐν ψιλοῖς ῥηματίοις καὶ ταῖς κοιναῖς ὁμιλίαις ἀδιαφορεῖν, ἀκριβολογεῖσθαι δὲ καὶ μέχρι τούτων, ὡς μήτε ψεῦδος μήτε λοιδορίαν μήτε τι αἰσχρὸν καὶ ἄσχημον ῥῆμα προί̈εσθαι τῇ φωνῇ διὰ τὴν αὐτοῦ πάλιν παρακέλευσιν, δι’ ἧς ἔφησεν· περὶ παντὸς ἀργοῦ ῥήματος δώσετε λόγον ἐν ἡμέρᾳ κρίσεως, ὁποίας ὑπερβολῆς φιλοσόφου ζωῆς ἔχεται; τὸ δὲ καὶ συλλήβδην ἀθρόως μυριάδας ὅλας ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων, οἰκετῶν τε καὶ ἐλευθέρων, ἀδόξων τε καὶ ἐπιδόξων, καὶ προσέτι βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων, κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν, ἐν πᾶσι τοῖς ὑφ’ ἥλιον ἔθνεσιν ἐπὶ διδασκαλίᾳ τῶν τοιούτων μαθημάτων, οἵων ἀρτίως με-μαθήκαμεν, φοιτᾶν καὶ τὰς ἀκοὰς λόγοις παρέχειν ἀναπείθουσιν οὐ μόνον ἀκολάστων ἐγχειρημάτων, ἀλλὰ καὶ τῶν κατὰ διάνοιαν αἰσχρῶν ἐνθυμημάτων γαστρός τε καὶ τῶν ὑπὸ γαστέρα κρατεῖν· τό τε πᾶν γένος ἀνθρώπων παιδείαν παιδεύεσθαι ἔνθεον καὶ εὐσεβῆ φέρειν τε μανθάνειν γενναίως καὶ βαθεῖ φρονήματι τὰς τῶν ἐπανισταμένων ὕβρεις καὶ μὴ τοῖς ἴσοις τοὺς φαύλους ἀμύνεσθαι, θυμοῦ δὲ καὶ ὀργῆς καὶ πάσης ἐμ-μανοῦς ὀρέξεως κρείττους γίνεσθαι, ναὶ μὴν καὶ τῶν ὑπαρχόντων ἀπό-ροις καὶ ἐνδεέσι κοινωνεῖν πάντα τε ἄνθρωπον ὁμογενῆ δεξιοῦσθαι καὶ τὸν νενομισμένον ξένον ὡς ἂν νόμῳ φύσεως οἰκειότατον καὶ ἀδελφὸν γνωρίζειν. Πάντα δὴ ἀθρόως ταῦτά τις συναγαγὼν πῶς οὐκ ἂν ὁμολογήσειεν τὰ μέγιστα καὶ ἀληθῶς ἀγαθὰ πάντας ἀνθρώπους εὐαγγελίσασθαι τὸν ἡμέτερον λόγον τό τε αὐτόθεν ὑπερέχον πρὸς εὐζωί̈αν τῷ τῶν ἀνθρώ-πων παρεσχηκέναι βίῳ; ὁποῖον δέ σοι εἶναι δοκεῖ τὸ πᾶν γένος ἀνθρώπων, οὐ μόνον Ἑλλήνων, ἀλλὰ καὶ τῶν ἀνημερωτάτων βαρβάρων καὶ τῶν ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς οἰκούντων τῆς μὲν ἀλόγου θηριωδίας ἀνασχεῖν, δόξας δὲ φιλοσόφους ἀναλαβεῖν παρασκευάσαι; οἷον, φέρε, τὰς περὶ ἀθανασίας ψυχῆς καὶ ζωῆς τῆς παρὰ τῷ θεῷ μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν τοῖς θεοφιλέσιν ἀποκειμένης, δι’ ἣν τοῦ προσκαίρου τούτου ζῆν καταφρονεῖν ἐμελέτησαν· ὥστε ἀποδεῖξαι παῖδας τοὺς πώποτε ἐπὶ φιλοσοφίᾳ βοηθέντας καὶ παίγνιον τὸν θρυλούμενον ἐκεῖνον θάνατον ἀνὰ στόμα φιλοσόφων πάντων ᾀδόμενον, θηλειῶν παρ’ ἡμῖν καὶ κομιδῇ παίδων βαρβάρων τε ἀνδρῶν καὶ εὐτελῶν, ὥς γέ τῳ δοκεῖν, τῇ τοῦ σω-τῆρος ἡμῶν δυνάμει τε καὶ συνεργίᾳ τὸν περὶ ψυχῆς ἀθανασίας λόγον ἔργοις πρότερον ἢ ῥήμασιν ἐπαληθεύοντα δειξάντων. οἷον δὲ καὶ τὸ καθόλου πάντας ἀνθρώπους, τοὺς ἐν πᾶσιν τοῖς ἔθνεσιν, ἐκ τῶν τοῦ σωτῆρος ἡμῶν μαθημάτων περὶ θεοῦ προνοίας ὡς ἐφορώσης τὰ σύμ-παντα ὑγιῶς καὶ ἐρρωμένως φρονεῖν παιδεύεσθαι, καὶ τὸ πᾶσαν ψυ-χὴν μανθάνειν τὸν περὶ δικαιωτηρίου καὶ κρίσεως θεοῦ λόγον, καὶ τὸ πεφροντισμένως ζῆν καὶ φυλακτικῶς ἔχειν τῶν τῆς κακίας ἐπιτηδευ-μάτων. Κεφάλαιον δὲ τῆς πρώτης καὶ μεγίστης εὐεργεσίας τοῦ σωτηρίου λόγου γνοίης ἄν, εἰ ἐν νῷ λάβοις τὴν δεισιδαίμονα πλάνην τῆς παλαιᾶς εἰδωλολατρίας, ᾗ τὸ σύμπαν ἀνθρώπων γένος δαιμόνων ἀνάγκαις πάλαι πρότερον κατατετρύχωτο· ἧς ὥσπερ ἀπὸ σκοτίας ζοφωδεστάτης Ἕλληνας ὁμοῦ καὶ βαρβάρους δυνάμει θείᾳ μεταστησάμενος ἐπὶ νοερὰν καὶ φω-τεινοτάτην ἡμέραν τῆς ἀληθοῦς εὐσεβείας τοῦ παμβασιλέως θεοῦ τοὺς πάντας μετηγάγετο. καὶ τί χρὴ μηκύνειν ἀποδεικνύναι πειρωμένους ὅτι μηδὲ ἀλόγῳ πίστει ἑαυτοὺς ἀνεθήκαμεν, σώφροσι δὲ καὶ ὠφελίμοις λόγοις τὸν τῆς ἀληθοῦς εὐσεβείας τρόπον περιέχουσι, τῆς παρούσης ὑποθέσεως αὐτὸ δὴ τοῦτο καθόλου πραγματευομένης; τοὺς μὲν ἐπιτηδείως ἔχοντας ἕπεσθαι λόγων ἀποδείξεσι προτρέπομεν καὶ παρακα-λοῦμεν φρονήσεως ἐπιμέλεσθαι καὶ λογικώτερον τῶν δογμάτων τὰς ἀποδείξεις παραλαμβάνειν ἑτοίμους τε εἶναι πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ἡμᾶς τὸν λόγον τῆς καθ’ ἡμᾶς ἐλπίδος· ἐπεὶ δὲ μὴ πάντες τοιοῦτοι, φιλανθρώπου τυγχάνοντος τοῦ λόγου καὶ μηδένα μηδαμῶς ἀποτρεπομένου, πάντα δὲ ἄνθρωπον τοῖς καταλλήλοις ἰωμένου φαρμάκοις καὶ τὸν ἀμαθῆ καὶ ἰδιώτην ἐπὶ τὴν τῶν τρόπων θεραπείαν παρακαλοῦντος, εἰκότως ἐν εἰσαγωγῇ τοὺς ἀρχομένους τῶν ἰδιω-τικωτέρων, γύναια καὶ παῖδας καὶ τὸ τῶν ἀγελαίων πλῆθος, ἐπὶ τὸν εὐσε-βῆ βίον χειραγωγοῦντες ὡς ἐν φαρμάκου μοίρᾳ τὴν ὑγιῆ πίστιν παραλαμ-βάνομεν, ὀρθὰς δόξας περὶ θεοῦ προνοίας καὶ περὶ ψυχῆς ἀθανασίας καὶ περὶ τοῦ κατ’ ἀρετὴν βίου ἐντιθέντες αὐτοῖς. ἢ οὐχ οὕτως καὶ τοὺς τὰ σωμάτων κάμνοντα ἐπιστημόνως ἰωμένους ὁρῶμεν αὐτοὺς μὲν διὰ πλείστης ἀσκήσεως καὶ παιδείας τοὺς κατὰ ἰατρικὴν λόγους ἀνειληφότας καὶ πάντα λογικῶς χειρουργοῦντας, τούς γε μὴν ἐπὶ θε-ραπείᾳ προσιόντας αὐτοῖς πίστει ἑαυτοὺς καὶ τῇ τῶν χρηστοτέρων ἐλπίδι παρέχοντας καὶ τῶν μὲν κατὰ τὴν ἐπιστήμην θεωρημάτων μηδὲν ἀκριβῶς ἐπαί̈οντας, μόνης δὲ τῆς ἀγαθῆς ἐλπίδος τε καὶ πίστεως ἐξηρ-τημένους; καὶ ὁ μὲν τῶν ἰατρῶν ἄριστος εἰς μέσον παρελθὼν ἅ τε χρὴ προφυλάττεσθαι καὶ ἃ προσήκει δρᾶν ὥσπερ τις ἄρχων καὶ κύριος μετ’ ἐπιστήμης προστάττει, ὁ δ’ ὡς βασιλεῖ καὶ νομοθέτῃ πείθεται πιστεύων συνοίσειν αὐτῷ τὸ προστεταγμένον. οὕτω καὶ μαθηταὶ παρὰ διδασκάλων λόγους παιδείας ἀποδέχονται πιστεύσαντες ἀγαθὸν αὐτοῖς ἔσεσθαι τὸ μάθημα, ναὶ μὴν καὶ φιλοσοφίας οὐ πρότερόν τις ἐφάψαιτο ἢ πιστεύσας συνοίσειν αὐτῷ τὸ ἐπάγγελμα, καὶ ὁ μέν τις αὐτόθεν εἵλετο τὰ Ἐπικούρου, ὁ δὲ τὸν Κυνικὸν ζηλοῖ βίον, ἄλλος κατὰ Πλάτωνα φιλοσοφεῖ καὶ κατ’ Ἀριστοτέλην ἕτερος καὶ πάλιν ἄλλος πάν-των τὰ Στωϊκὰ προετίμησεν, ἑκάστου χρηστοτέρᾳ ἐλπίδι τε καὶ πίστει
PG 21:29τὸ δόξαν ὡς συνοῖσον ἀγαπήσαντος. οὕτως καὶ τέχνας ἄνθρωποι τὰς μέσας μετῆλθον καὶ ἄλλοι τὸν στρατιωτικόν, ἄλλοι δὲ τὸν ἐμπορικὸν βίον, πίστει πάλιν προειληφότες βιοποριστικὸν αὐτοῖς ἔσεσθαι τὸ ἐπιτή-δευμα. καὶ γάμων δὲ αἱ πρῶται σύνοδοι καὶ κοινωνίαι τῆς κατὰ παι-δοποιίαν ἐλπίδος ἐξ ἀγαθῆς ἐνήρξαντο πίστεως. καὶ πλεῖ τις αὖθις εἰς ἄδηλον, οὐδ’ ἄλλην προβεβλημένος τῆς σωτηρίας ἄγκυραν ἢ μόνην τὴν πίστιν καὶ τὴν ἀγαθὴν ἐλπίδα· καὶ γεωργεῖ πάλιν ἄλλος καὶ τὸν σπόρον εἰς γῆν ἀπορρίψας κάθηται τῆς ὥρας τὴν τροπὴν ἐκδεχόμενος. πιστεύων τὸ φθαρὲν ἐπὶ τῆς γῆς καὶ πλημμυρίσιν ὑετῶν καλυφθὲν αὖθις ὥσπερ ἐκ νεκρῶν ἀναβιώσεσθαι· πορείαν δέ τις μακρὰν ἐπ’ ἀλλοδαπῆς ἐκ τῆς οἰκείας στελλόμενος πάλιν τὴν ἐλπίδα καὶ τὴν πίστιν ἀγαθὰς ὁδη-γοὺς ἑαυτῷ συνεπάγεται. καὶ τί γὰρ ἄλλ’ ἢ τὸν πάντα τῶν ἀνθρώ-πων βίον δυοῖν τούτων ἀνηρτημένον, ἐλπίδος τε καὶ πίστεως, καταλαμβά-νων τί δὴ θαυμάζεις εἰ καὶ τὰ κρείττονα κατὰ ψυχὴν τοῖς μὲν διὰ πί-στεως παραδίδοται, οἷς οὐ σχολὴ λογικώτερον τὰ κατὰ μέρος παιδεύ-εσθαι, τοῖς δὲ καὶ τοὺς λόγους αὐτοὺς πάρεστι μετιέναι καὶ τὰς ἀπο-δείξεις τῶν πρεσβευομένων μανθάνειν; Ἀλλὰ γὰρ ἐν ὀλίγῳ τούτων ἡμῖν οὐκ εἰς ἄχρηστον προγεγυμνα-σμένων ἀνίωμεν ἐπὶ τὴν πρώτην κατηγορίαν, καὶ τίνες ὄντες καὶ πόθεν ὁρμώμενοι τοῖς διερωτῶσιν ἀποκρινώμεθα. ε. ΟΤΙ ΜΗ ΑΝΕΥ ΣΩΦΡΟΝΟΣ ΛΟΓΙΣΜΟΥ ΤΗΣ ΠΑΤΡΙΟΥ ΔΕΙΣΙΔΑΙΜΟΝΟΣ ΠΛΑΝΗΣ ΑΝΕΧΩΡΗΣΑΜΕΝ Ὅτι μὲν οὖν τὸ γένος Ἕλληνες ὄντες καὶ τὰ Ἑλλήνων φρονοῦντες ἐκ παντοίων τε ἐθνῶν ὡς ἂν νεολέκτου στρατιᾶς λογάδες συνειλεγμένοι τῆς πατρίου δεισιδαιμονίας ἀποστάται καθεστήκαμεν, οὐδ’ ἂν αὐτοί ποτε ἀρνηθείημεν· ἀλλὰ καὶ ὅτι ταῖς Ἰουδαϊκαῖς βίβλοις προσανέχοντες κἀκ τῶν παρ’ αὐτοῖς προφητειῶν τὰ πλεῖστα τοῦ καθ’ ἡμᾶς λόγου συνά-γοντες οὐκέθ’ ὁμοίως ζῆν τοῖς ἐκ περιτομῆς προσφιλὲς ἡγούμεθα, καὶ τοῦτ’ ἂν αὐτόθεν ὁμολογήσαιμεν. ὥρα τοιγαροῦν τούτων τὸν αἰτιο-λογισμὸν ὑποσχεῖν. πῶς οὖν ἄλλως δόξαιμεν εὖ πεποιηκέναι τὰ πάτρια καταλείψαντες εἰ μὴ πρῶτον εἰς μέσον αὐτὰ παραθέμενοι καὶ ἀγαγόντες ὑπ’ ὄψιν τῶν ἐντευξομένων; οὕτω γὰρ ἂν γένοιτο φανερὰ καὶ τῆς εὐαγ-γελικῆς ἀποδείξεως ἡ θεία δύναμις, εἰ τοῖς πᾶσι πρὸ ὀφθαλμῶν τεθείη, τίνων καὶ ὁποίων κακῶν τὴν ἴασιν εὐαγγελίζεται. πῶς δ’ ἂν τὸ εὔλογον τῆς τῶν Ἰουδαϊκῶν γραμμάτων μεταδιώξεως φανείη μὴ οὐχὶ καὶ τῆς τούτων ἀρετῆς ἀποδειχθείσης; τίνι τε λόγῳ τὰς παρ’ αὐτοῖς γρα-φὰς ἀσπαζόμενοι τὸν ὅμοιον τοῦ βίου τρόπον ἀποκλίνομεν, καλῶς ἂν ἔχοι διελθεῖν καὶ ἐπὶ πᾶσι, τίς ὁ καθ’ ἡμᾶς τῆς εὐαγγελικῆς ὑποθέσεως λόγος καὶ τίς ἂν κυρίως λεχθείη ὁ Χριστιανισμός, οὔτε Ἑλληνισμὸς ὢν οὔτε Ἰουδαϊσμός, ἀλλά τις καινὴ καὶ ἀληθὴς θεοσοφία, ἐξ αὐτῆς τῆς προσηγορίας τὴν καινοτομίαν ἐπαγομένη. φέρ’ οὖν πρῶτον ἁπάν-των τὰς παλαιοτάτας καὶ δὴ καὶ τὰς πατρίους ἡμῶν αὐτῶν θεολογίας κατὰ πᾶσαν πόλιν εἰσέτι καὶ νῦν τεθρυλημένας ἐπιθεωρήσωμεν τάς τε σεμνὰς τῶν γενναίων φιλοσόφων περί τε κόσμου συστάσεως καὶ περὶ θεῶν διαλήψεις, ἵνα γνῶμεν εἴτε καὶ ὀρθῶς ἀπέστημεν αὐτῶν, εἴτε καὶ μή. θήσω δὲ οὐκ ἐμὰς φωνὰς ἐν τῇ τῶν δηλουμένων ἐκφάν-σει, ἀλλ’ αὐτῶν δὴ τῶν μάλιστα τὴν περὶ οὕς φασι θεοὺς εὐσέβειαν περισπούδαστον πεποιημένων, ὡς ἂν ὁ λόγος ἁπάσης ἐκτὸς τῆς περὶ τὸ πλάττεσθαι ἡμᾶς ὑπονοίας κατασταίη. Φοίνικας τοιγαροῦν καὶ Αἰγυπτίους πρώτους ἁπάντων ἀνθρώπων κατέχει λόγος ἥλιον καὶ σελήνην καὶ ἀστέρας θεοὺς ἀποφῆναι μόνους τε εἶναι τῆς τῶν ὅλων γενέσεώς τε καὶ φθορᾶς αἰτίους, εἶτα δὲ τὰς παρὰ τοῖς πᾶσιν βοωμένας θεοποιίας τε καὶ θεογονίας εἰσηγήσασθαι τῷ βίῳ· πρὸ δέ γε τούτων μηδένα μηδὲν πλέον τῶν κατ’ οὐρανὸν φαινο-μένων εἰδέναι, ὀλίγων ἐκτὸς ἀνδρῶν τῶν παρ’ Ἑβραίοις μνημονευομέ-νων, οἳ διανοίας καθαρωτάτοις ὄμμασι πᾶν τὸ ὁρώμενον ὑπερκύψαντες τὸν κοσμοποιὸν καὶ τῶν ὅλων δημιουργὸν ἐσεβάσθησαν, ὑπερθαυμά-σαντες τῆς τοσαύτης αὐτὸν σοφίας τε καὶ δυνάμεως, ἣν ἐκ τῶν ἔργων ἐφαν-τάσθησαν, καὶ μόνον εἶναι θεὸν πεισθέντες μόνον εἰκότως ἐθεολόγη-σαν, τὴν ἀληθῆ καὶ πρώτην καὶ μόνην ταύτην εὐσέβειαν παῖς παρὰ πα-τρὸς διαδεξάμενοι καὶ φυλάξαντες. οἵ γε μὴν λοιποὶ τῶν ἀνθρώ-πων τῆσδε τῆς μόνης καὶ ἀληθοῦς ἀποπεσόντες εὐσεβείας τὰ φωσφόρα τῶν οὐρανίων σαρκὸς ὀφθαλμοῖς οἷα νήπιοι τὰς ψυχὰς καταπλαγέντες θεούς τε ἀνεῖπον καὶ θυσίαις τε καὶ προσκυνήσεσιν ἐγέραιρον, οὐ νεὼς δειμά-μενοι οὐδ’ ἀφιδρύμασι καὶ ξοάνοις θνητῶν εἰκόνας πλασάμενοι, πρὸς αἰθέρα δὲ καὶ αὐτὸν οὐρανὸν ἀποβλέποντες καὶ μέχρι τῶν τῇδε ὁρω-μένων ταῖς ψυχαῖς ἐφικνούμενοι. ἀλλ’ οὐ τῇδε ἄρα καὶ τοῖς μετέ-πειτα ἀνθρώποις τὰ τῆς πολυθέου πλάνης περιίστατο, ἐλαύνοντα δὲ εἰς βυθὸν κακῶν μείζονα τῆς ἀθεότητος τὴν δυσσέβειαν ἀπειργάζετο, Φοινί-κων, εἶτα Αἰγυπτίων ἀπαρξαμένων τῆς πλάνης· παρ’ ὧν φασι πρῶτον Ὀρφέα τὸν Οἰάγρου μεταστησάμενον τὰ παρ’ Αἰγυπτίοις Ἕλλησιν μεταδοῦναι μυστήρια, ὥσπερ οὖν καὶ Κάδμον τὰ Φοινικικὰ τοῖς αὐτοῖς ἀγαγεῖν μετὰ καὶ τῆς τῶν γραμμάτων μαθήσεως· οὔπω γὰρ εἰσέτι τοὺς Ἕλληνας τότε τὴν τῶν γραμμάτων χρῆσιν εἰδέναι. πρῶτα τοίνυν σκε-ψώμεθα τὰ τῆς κοσμογονίας τῆς πρώτης, ὅπως οἱ δηλούμενοι διειλή-φασιν· ἔπειτα τὰ περὶ τῆς πρώτης καὶ παλαιοτάτης τοῦ τῶν ἀνθρώπων βίου δεισιδαιμονίας· καὶ τρίτον τὰ Φοινίκων, τέταρτον τὰ Αἰγυπτίων, μεθ’ ἃ πέμπτον τὰ Ἑλλήνων διελόντες πρότερον μὲν τὴν καὶ τούτων παλαιὰν καὶ μυθικωτέραν πλάνην ἐποπτεύσωμεν, εἶτα δὲ τὴν σεμνοτέραν καὶ φυσικωτέραν δὴ περὶ θεῶν φιλοσοφίαν, καὶ μετὰ ταῦτα τὸν περὶ τῶν θαυμαστῶν χρηστηρίων ἐφοδεύσωμεν λόγον· ἐφ’ οἷς καὶ τὰ σεμνὰ τῆς γενναίας Ἑλλήνων φιλοσοφίας ἐπισκεψώμεθα. τούτων δ’ ἡμῖν διευκρινηθέντων ἐπὶ τὰ Ἑβραίων μεταβησόμεθα, τῶν δὴ πρώτων καὶ ἀληθῶς Ἑβραίων καὶ τῶν μετὰ ταῦτα τὴν Ἰουδαίων λαχόντων προσηγο-ρίαν. ἐπὶ πᾶσι δὲ τούτοις ὥσπερ ἐπισφράγισμα τῶν ὅλων ἐποίσομεν τὰ ἡμέτερα. ἀναγκαίως δὲ τῆς τούτων ἁπάντων μνημονεύσομεν ἱστορίας, ὡς ἂν διὰ τῆς τῶν ἑκασταχοῦ τεθαυμασμένων παραθέσεως ὁ τῆς ἀληθείας ἔλεγχος ἀποδειχθείη ὁποίων τε ἡμεῖς ἀποστάντες τὴν ὁποίαν εἱλόμεθα φανερὸν τοῖς ἐντυγχάνουσι γένοιτο. ἀλλὰ γὰρ ἀπίωμεν ἐπὶ τὸ πρῶτον. πόθεν δῆτα πιστωσόμεθα τὰς ἀποδείξεις; οὐ μὲν δὴ ἐκ τῶν παρ’ ἡμῖν γραμμάτων, ὡς ἂν μὴ δοκοίημεν κεχαρισμένα πράττειν τῷ λόγῳ· μάρτυρες δὲ παρέστωσαν ἡμῖν Ἑλλήνων αὐτῶν οἵ τε τὴν φιλοσοφίαν αὐχοῦντες καὶ τὴν ἄλλην τῶν ἐθνῶν ἱστορίαν διηρευνη-κότες. γράφει τοίνυν ἄνωθεν τὴν παλαιὰν Αἰγυπτίων ὑφηγούμενος θεολογίαν ὁ Σικελιώτης Διόδωρος, γνωριμώτατος ἀνὴρ τοῖς Ἑλλή-νων λογιωτάτοις, ὡς ἂν ὑπὸ μίαν συναγηοχὼς πραγματείαν ἅπασαν τὴν ἱστορικὴν βιβλιοθήκην. ἐξ οὗ πρῶτα παραθήσομαι ἃ περὶ τῆς τοῦ παντὸς κοσμογονίας ἀρχόμενος τοῦ λόγου διείληφεν, τὰς τῶν παλαιῶν ἱστορῶν δόξας τοῦτον τὸν τρόπον· 2. ΟΠΟΙΑ ΤΙΣ ΕΙΝΑΙ ΛΕΓΕΤΑΙ Η ΚΑΘ’ ΕΛΛΗΝΑΣ ΚΟΣΜΟΓΟΝΙΑ Περὶ μὲν οὖν θεῶν τίνας ἐννοίας ἔσχον οἱ πρῶτοι καταδείξαντες τιμᾶν τὸ θεῖον καὶ περὶ τῶν μυθολογουμένων ἑκάστου τῶν ἀθανάτων τὰ μὲν πολλὰ συντάξασθαι πειρασόμεθα κατ’ ἰδίαν, διὰ τὸ τὴν ὑπόθεσιν ταύτην πολλοῦ λόγου προσδεῖσθαι, ὅσα δ’ ἂν ταῖς προκειμέναις ἱστορίαις ἐοικότα δόξωμεν
PG 21:37ὑπάρχειν, παραθήσομεν ἐν κεφαλαίοις, ἵνα μηδὲν τῶν ἀκοῆς ἀξίων ἐπιζητῆ-ται. περὶ δὲ τοῦ γένους τῶν ἁπάντων ἀνθρώπων καὶ τῶν πραχθέντων ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης, ὡς ἂν ἐνδέχηται περὶ τῶν οὕτω παλαιῶν, ἀκριβῶς ἀναγράψομεν ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων ἀρξάμενοι. Περὶ τῆς πρώτης τοίνυν γενέσεως τῶν ἀνθρώπων διτταὶ γεγόνασιν ἀποφάσεις παρὰ τοῖς νομιμωτάτοις τῶν τε φυσιολόγων καὶ τῶν ἱστορικῶν. οἱ μὲν γὰρ αὐτῶν ἀγένητον καὶ ἄφθαρτον ὑποστησάμενοι τὸν κόσμον ἀπεφή-ναντο καὶ τὸ γένος τῶν ἀνθρώπων ἐξ αἰῶνος ὑπάρχειν, μηδέποτε τῆς αὐτῶν τεκνώσεως ἀρχὴν ἐσχηκυίας, οἱ δὲ γενητὸν καὶ φθαρτὸν εἶναι νομίσαντες ἔφησαν ὁμοίως ἐκείνοις τοὺς ἀνθρώπους τυχεῖν τῆς πρώτης γενέσεως ὡρισμέ-νοις χρόνοις. κατὰ γὰρ τὴν ἐξ ἀρχῆς τῶν ὅλων σύστασιν μίαν ἔχειν ἰδέαν οὐρανόν τε καὶ γῆν, μεμιγμένης αὐτῶν τῆς φύσεως· μετὰ δὲ ταῦτα διαστάν-των τῶν σωμάτων ἀπ’ ἀλλήλων τὸν μὲν κόσμον περιλαβεῖν ἅπασαν τὴν ὁρω-μένην ἐν αὐτῷ σύνταξιν, τὸν δ’ ἀέρα κινήσεως τυχεῖν συνεχοῦς καὶ τὸ μὲν πυρῶδες αὐτοῦ πρὸς τοὺς μετεωροτάτους τόπους συνδραμεῖν, ἀνωφεροῦς οὔσης τῆς τοιαύτης φύσεως διὰ τὴν κουφότητα· ἀφ’ ἧς αἰτίας τὸν μὲν ἥλιον καὶ τὸ λοι-πὸν πλῆθος τῶν ἄστρων ἐναποληφθῆναι τῇ πάσῃ δίνῃ, τὸ δὲ ἰλυῶδες καὶ θολερὸν μετὰ τῆς τῶν ὑγρῶν συγκρίσεως ἐπὶ ταὐτὸν καταστῆναι διὰ τὸ βάρος· εἱλούμενον δ’ ἐν ἑαυτῷ καὶ συστρεφόμενον συνεχῶς ἐκ μὲν τῶν ὑγρῶν τὴν θάλατταν, ἐκ δὲ τῶν στερεμνιωτέρων ποιῆσαι τὴν γῆν πηλώδη καὶ παντελῶς ἁπα-λήν. ταύτην δὲ τὸ μὲν πρῶτον τοῦ περὶ τὸν ἥλιον πυρὸς καταλάμψαντος πῆξιν λαβεῖν, ἔπειτα διὰ τὴν θερμασίαν ἀναζυμουμένης τῆς ἐπιφανείας συνοι-δῆσαί τινα τῶν ὑγρῶν κατὰ πολλοὺς τόπους καὶ γενέσθαι περὶ αὐτὰ σηπεδόνας ὑμέσι λεπτοῖς περιεχομένας, ὅπερ ἐν τοῖς ἕλεσιν καὶ τοῖς λιμνάζουσι τῶν τό-πων ἔτι καὶ νῦν ὁρᾶσθαι γινόμενον, ἐπειδὰν τῆς χώρας κατεψυγμένης ἄφνω διάπυρος ἀὴρ γένηται, μὴ λαβὼν τὴν μεταβολὴν ἐκ τοῦ κατ’ ὀλίγον. ζῳογο-νουμένων δὲ τῶν ὑγρῶν διὰ τῆς θερμασίας τὸν εἰρημένον τρόπον τὰς μὲν νύ-κτας λαμβάνειν αὐτίκα τὴν τροφὴν ἐκ τῆς πιπτούσης ἀπὸ τοῦ περιέχοντος ὁμί-χλης, τὰς δ’ ἡμέρας ὑπὸ τοῦ καύματος στερεοῦσθαι· τὸ δὲ ἔσχατον τῶν κυοφο-ρουμένων τὴν τελείαν αὔξησιν λαβόντων καὶ τῶν ὑμένων διακαυθέντων τε καὶ περιρραγέντων ἀναφυῆναι παντοδαποὺς τύπους ζῴων. τούτων δὲ τὰ μὲν πλείστης θερμασίας κεκοινωνηκότα πρὸς τοὺς μετεώρους τόπους ἀπελ-θεῖν γενόμενα πτηνά, τὰ δὲ γεώδους ἀντεχόμενα συγκρίσεως ἐν τῇ τῶν ἑρπε-τῶν καὶ τῶν ἄλλων τῶν ἐπιγείων τάξει καταριθμηθῆναι, τὰ δὲ φύσεως ὑγρᾶς μάλιστα μετειληφότα πρὸς τὸν ὁμογενῆ τόπον συνδραμεῖν, ὀνομασθέντα πλωτά. τὴν δὲ γῆν ἀεὶ μᾶλλον στερεουμένην ὑπό τε τοῦ περὶ τὸν ἥλιον πυρὸς καὶ τῶν πνευμάτων τὸ τελευταῖον μηκέτι δύνασθαι μηδὲν τῶν μειζόνων ζῳογονεῖν, ἀλλ’ ἐκ τῆς πρὸς ἄλληλα μίξεως ἕκαστα γεννᾶσθαι τῶν ἐμψύχων. ἔοικε δὲ περὶ τῆς τῶν ὅλων φύσεως οὐδὲ Εὐριπίδης διαφωνεῖν τοῖς προειρημένοις, μαθητὴς ὢν Ἀναξαγόρου τοῦ φυσικοῦ. ἐν γὰρ τῇ Μελανίππῃ τίθησιν οὕτως· ὡς οὐρανός τε γαῖά τ’ ἦν μορφὴ μία· ἐπεὶ δ’ ἐχωρίσθησαν ἀλλήλων δίχα, τίκτουσι πάντα κἀνέδωκαν εἰς φάος δένδρη, πετεινά, θῆρας οὕς θ’ ἅλμη τρέφει, γένος τε θνητῶν. Καὶ περὶ μὲν τῆς πρώτης τῶν ὅλων γενέσεως τοιαῦτα παρειλήφαμεν· τοὺς δ’ ἐξ ἀρχῆς γεννηθέντας τῶν ἀνθρώπων φασὶν ἐν ἀτάκτῳ καὶ θηριώδει βίῳ καθεστῶτας σποράδην ἐπὶ τὰς νομὰς ἐξιέναι καὶ προσφέρεσθαι τῆς τε βοτάνης τὴν προσηνεστάτην καὶ τοὺς αὐτομάτους ἀπὸ τῶν δένδρων καρποὺς καὶ πολεμουμένους μὲν ὑπὸ τῶν θηρίων ἀλλήλοις βοηθεῖν ὑπὸ τοῦ συμφέρον-τος διδασκομένους, ἀθροιζομένους δὲ διὰ τὸν φόβον ἐπιγινώσκειν ἐκ τοῦ κατὰ μικρὸν τοὺς ἀλλήλων τύπους· τῆς φωνῆς δ’ ἀσήμου καὶ συγκεχυμένης ὑπαρ-χούσης, ἐκ τοῦ κατ’ ὀλίγον διαρθροῦν τὰς λέξεις καὶ πρὸς ἀλλήλους τιθέντας σύμβολα περὶ ἑκάστου τῶν ὑποκειμένων γνώριμον σφίσιν αὐτοῖς ποιῆσαι τὴν περὶ ἁπάντων ἑρμηνείαν. τοιούτων δὲ συστημάτων γινομένων καθ’ ἅπα-σαν τὴν οἰκουμένην οὐχ ὁμόφωνον πάντας ἔχειν τὴν διάλεκτον, ἑκάστων ὡς ἔτυχεν συνταξάντων τὰς λέξεις· διὸ καὶ παντοίους τε ὑπάρξαι χαρακτῆρας διαλέκτων καὶ τὰ πρῶτα γενόμενα συστήματα τῶν ἁπάντων ἐθνῶν ἀρχέγονα γενέσθαι. τοὺς οὖν πρώτους τῶν ἀνθρώπων μηδενὸς τῶν πρὸς βίον χρησί-μων εὑρημένου ἐπιπόνως διάγειν, γυμνοὺς μὲν ἐσθῆτος ὄντας, οἰκήσεως δὲ καὶ πυρὸς ἀήθεις, τροφῆς δ’ ἡμέρου παντελῶς ἀνεννοήτους. καὶ γὰρ τὴν συγκο-μιδὴν τῆς ἀγρίας τροφῆς ἀγνοοῦντας μηδεμίαν τῶν καρπῶν εἰς τὰς ἐνδείας ποιεῖσθαι παράθεσιν· διὸ καὶ πολλοὺς αὐτῶν ἀπόλλυσθαι κατὰ τοὺς χειμῶνας διά τε τὸ ψῦχος καὶ τὴν σπάνιν τῆς τροφῆς. ἐκ δὲ τούτου κατ’ ὀλίγον ὑπὸ τῆς πείρας διδασκομένους εἴς τε τὰ σπήλαια καταφεύγειν ἐν τῷ χειμῶνι καὶ τῶν καρπῶν τοὺς φυλάττεσθαι δυναμένους ἀποτίθεσθαι. γνωσθέντος δὲ τοῦ πυρὸς καὶ τῶν ἄλλων τοῦ χρησίμου κατὰ μικρὸν καὶ τὰς τέχνας ἐξευρε-θῆναι καὶ τἆλλα τὰ δυνάμενα τὸν κοινὸν βίον ὠφελῆσαι. καθόλου γὰρ πάντων τὴν χρείαν αὐτὴν διδάσκαλον γενέσθαι τοῖς ἀνθρώποις ὑφηγουμένην οἰκείως τὴν ἑκάστου μάθησιν εὐφυεῖ ζῴῳ καὶ συνεργοὺς ἔχοντι πρὸς ἅπαντα χεῖρας καὶ λόγον καὶ ψυχῆς ἀγχίνοιαν. καὶ περὶ μὲν τῆς πρώτης γενέσεως τῶν ἀνθρώπων καὶ τοῦ παλαιοτάτου βίου τοῖς ῥηθεῖσιν ἀρκεσθησόμεθα, στοχαζόμενοι τῆς συμμετρίας. Τοσαῦτα μὲν ὁ δηλωθεὶς συγγραφεύς, οὐδὲ μέχρις ὀνόματος τοῦ θεοῦ μνημονεύσας ἐν τῇ κοσμογονίᾳ, συντυχικὴν δέ τινα καὶ αὐτόματον εἰσηγησάμενος τὴν τοῦ παντὸς διακόσμησιν. τούτῳ δ’ ἂν εὕροις συμ-φώνους καὶ τοὺς πλείστους τῶν παρ’ Ἕλλησι φιλοσόφων, ὧν ἐγώ σοι τὰς περὶ ἀρχῶν δόξας καὶ τὰς πρὸς ἀλλήλους διαστάσεις καὶ διαφωνίας, ἐκ στοχασμῶν, ἀλλ’ οὐκ ἀπὸ καταλήψεως ὁρμηθείσας, ἀπὸ τῶν Πλου-τάρχου Στρωματέων ἐπὶ τοῦ παρόντος ἐκθήσομαι. σὺ δὲ μὴ παρέργως, σχολῇ δὲ καὶ μετὰ λογισμοῦ θέα τῶν δηλουμένων τὴν πρὸς ἀλλήλους διάστασιν. ζ. ΟΣΑ ΤΟΙΣ ΦΥΣΙΚΟΙΣ ΦΙΛΟΣΟΦΟΙΣ ΠΕΡΙ ΑΡΧΩΝ ΔΙΑΠΕΦΩΝΗΤΑΙ· [ΔΟΞΑΙ ΦΙΛΟΣΟΦΩΝ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΠΑΝΤΟΣ ΣΥΣΤΑΣΕΩΣ·] ΚΑΙ ΩΣ ΤΟΥΤΩΝ ΜΕΤΑ ΚΡΙΣΕΩΣ ΑΠΕΣΤΗΜΕΝ Θάλητα πρῶτον πάντων φασὶν ἀρχὴν τῶν ὅλων ὑποστήσασθαι τὸ ὕδωρ· ἐξ αὐτοῦ γὰρ εἶναι τὰ πάντα καὶ εἰς αὐτὸ χωρεῖν. Μεθ’ ὃν Ἀναξίμανδρον, Θάλητος ἑταῖρον γενόμενον, τὸ ἄπειρον φάναι τὴν πᾶσαν αἰτίαν ἔχειν τῆς τοῦ παντὸς γενέσεώς τε καὶ φθορᾶς, ἐξ οὗ δή φησι τούς τε οὐρανοὺς ἀποκεκρίσθαι καὶ καθόλου τοὺς ἅπαντας ἀπείρους ὄντας κόσμους. ἀπεφήνατο δὲ τὴν φθορὰν γίνεσθαι, καὶ πολὺ πρότερον τὴν γένεσιν, ἐξ ἀπείρου αἰῶνος ἀνακυκλουμένων πάντων αὐτῶν. ὑπάρχειν δέ φησι τῷ μὲν σχήματι τὴν γῆν κυλινδροειδῆ, ἔχειν δὲ τοσοῦτον βάθος ὅσον ἂν εἴη τρίτον πρὸς τὸ πλάτος. φησὶ δὲ τὸ ἐκ τοῦ ἀϊδίου γόνιμον θερμοῦ τε καὶ ψυχροῦ κατὰ τὴν γένεσιν τοῦδε τοῦ κόσμου ἀποκριθῆναι καί τινα ἐκ τούτου φλογὸς σφαῖ-ραν περιφυῆναι τῷ περὶ τὴν γῆν ἀέρι ὡς τῷ δένδρῳ φλοιόν· ἧστινος ἀπορρα-γείσης καὶ εἴς τινας ἀποκλεισθείσης κύκλους ὑποστῆναι τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας. ἔτι φησὶν ὅτι κατ’ ἀρχὰς ἐξ ἀλλοειδῶν ζῴων ὁ ἄνθρωπος ἐγεννήθη ἐκ τοῦ τὰ μὲν ἄλλα δι’ ἑαυτῶν ταχὺ νέμεσθαι, μόνον δὲ
Σωτήρος ήμων διδασκαλίᾳ τε καὶ προσηγορια παρ- εχούσης. Καὶ τὸ αὐτόθεν δὲ πρὸς εὐζωΐαν πᾶσιν ἀνα θρώποις, οὐ μόνον ἐκ τῶν προφανῶν αὐτοῦ λόγων, ἀλλὰ καὶ ἐξ ἀποῤῥή του δυνάμεως προβεβλημένον, πῶς οὐκ ἂν γένοιτο τῆς ἐνθέου δυνάμεως αὐτοῦ πα ραστατικόν ; θείας μὲν γὰρ καὶ ἀποῤῥή του δυνάμεως ἦν, τὸ ἅμα τῷ αὐτοῦ λόγῳ, καὶ σὺν τῇ περὶ μοναρ χίας ἑνὸς τοῦ ἐπὶ πάντων Θεοῦ προβεβλημένη διδα σκαλίᾳ αὐτοῦ, ὁμοῦ καὶ τῆς πολυπλανοῦς καὶ δαι- μονικῆς ἐνεργείας, ὁμοῦ καὶ τῆς τῶν ἐθνῶν πολυ- αρχίας ἐλεύθερον καταστῆναι τὸ τῶν ἀνθρώπων για νας· μυρίων γοῦν τὸ παλαιὸν καθ᾽ ἕκαστον ἔθνος βασιλέων καὶ τοπαρχῶν ἐπικρατούντων κατὰ πόλεις καὶ χώρας, καὶ τῶν μὲν δημοκρατουμένων, τῶν δὲ τυραννουμένων, τῶν δὲ πολυαρχουμένων, πολέμων σε κατὰ τὸ εἰκὸς ἐκ τούτου παντοίων συνεστώτων, Β ἐθνῶν ἔθνεσι προσρηγνυμένων, καὶ συνεχῶς τοῖς πλησιοχώροις ἐπανισταμένων, δῃούντων τε καὶ δῃου μένων, ταῖς κατ' ἀλλήλων πολιορκίαις ἐπιστρατευο- μένων, ὥστε διὰ ταῦτα πανδημεί πάντας τούς τε τὰς είλεις οἰκοῦντας, καὶ ἐν ἀγροῖς γεηπονοῦντας, ἐξ ἔτι παίδων τὰ πολεμικὰ διδάσκεσθαι, ξιφηφορεῖν τε δια- παντὸς κατά τε τὰς λεωφόρους, καὶ κατὰ κώμας, καὶ ἀγρούς. Ἐπειδὴ παρῆν ὁ Χριστὸς (περὶ οὗ πάλαι διὰ τῶν προφητῶν ἀνείρητο· « Ανατελεῖ ἐν ταῖς ἡμέ ραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης· καὶ συγκόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιδύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ λήψεται ἔθνος ἐπ᾽ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι που λεμεῖν » ), ἀκόλουθα ταῖς προββήσεσιν επηκολούθει τὰ ἔργα, πᾶσα μὲν αὐτίκα περιῃρεῖτο πολυαρχία Ρω- μαίων, Αὐγούστου κατὰ τὸ αὐτὸ τῇ τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείς μοναρχήσαντος. Ἐξ ἐκείνου δὲ καὶ εἰς δεῦρο οὐκ ἂν ἴδοις, ὡς τὸ πρὶν, πόλεις πόλεσι πολεμούσας, οὐδ᾽ ἔθνος ἔθνει διαμαχόμενον, οὐδέ γε τὸν βίον ἐν πάσῃ συγχύσει κατατριβόμενον. Καίτοι πῶς οὐκ ἄξιον θαυμάζειν ἐπιστήσαντας, τί δή ποτε τὸ μὲν παλαιόν, ὅτε τῶν ἐθνῶν ἁπάντων κατετυράνε κουν οἱ δαίμονες, καὶ πολλή τις ἦν ἀνθρώπων ἡ περὶ αὐτοὺς θεραπεία, πρὸς αὐτῶν τῶν θεῶν ἐξοιστρούμενοι ἐπὶ τοὺς κατ᾿ ἀλλήλων ἐξεμαίνοντο πολέμους· ως τοτὲ μὲν Ἕλληνας αὐτοῖς Ἕλλησι, τοτὲ δὲ Αἰγυπτίους Αἰγυπτίοις, καὶ Σύρους Σύροις, Ρωμαίους τε Ρω μαίοις πολεμεῖν, ἀνδραποδίζεσθαί τε ἀλλήλους καὶ κατατρύχειν ταῖς πολιορκίαις, ώσπεροῦν αἱ περὶ τούτων δηλοῦσι τῶν παλαιῶν ἱστορίαι· ἅμα δὲ τῇ τοῦ Σωτῆρος ἡμῶν εὐσεβεστάτῃ καὶ εἰρηνικωτάτῃ διδασκαλίᾳ, τῆς μὲν πολυθέου πλάνης καθαίρεσις ἐπετελεῖτο, τὰ δὲ τῆς τῶν ἐθνῶν διαστάσεως παῦ λαν αὐτίκα παλαιῶν κακῶν ἀπελάμβανεν ; ὅ καὶ μάθ λιστα μέγιστον ἡγοῦμαι τεκμήριον τυγχάνειν τῆς ἐν θέου καὶ ἀποῤῥήτου δυνάμεως τοῦ Σωτῆρος ἡμῶν. Γῆς δ᾽ ἐκ τῶν αὐτοῦ λόγων προφαινομένης ὠφελείας δείγμα ἐναργές ἴδοις ἂν, ἐπιστήσας, ὡς οὐδὲ ἄλλοτέ πω ἐξ αἰῶνος, οὐδ᾽ ὑπό τινος τῶν πάλαι διαφανῶν, ἐκ μόνων δὲ τῶν αὐτοῦ φωνῶν, καὶ τῆς ἀνὰ πᾶσαν τὴν οἰκουμένην διαδοθείσης διδασκαλίας αὐτοῦ, εν 153. 11, 4. Α- PRÆPAR. EVANG. LIB. 1. A plane dubitare nemo possit quin Deus ille rerum mo- derator omnium, Servatoris nostri doctrinæ ac nomini vim quamdam omni conatu et oppugnatione superiorem, cunctorumque victricem hostium cœle- sti auxilio largiatur. Jam vero illud ipsum, quod on- nibus per sese hominibus ad bene beateque viven- dum, partim clarissimis ipsius verbis, partim vi oc- cultiore proponebatur, cujus'non oculis divinam ejus potestatem virtutemque subjiciat? Etenim divinæ profecto arcanæque potestatis id fuit, ut simul atque verbum illius, deque summi unius tantum Dei, qui rebus præesset omnibus, principatu, doctrina propo- neretur, continuo genus hominum in integram liber- tatem cum a fraudulenta dæmonum efficacitate, tum a multiplici gentium dominatu vindicaretur. Præser- tim, cum sexcenti olim reges singulis in nationi- bus, in urbibus autem ac regionibus imperium infi- niti reguli obtinerent ; aliique populi, tyrannorum alii, alii denique plurium dominatu premerentur; cumque inde omnis generis bella, ut par erat, exsi- ♫terent, commissis inter sese gentibus, vicinosque populos infestis semper armis petentibus, mutuas- que vicissim clades stragesque subeuntibus, quod mutuis alios alii obsidionibus incursionibusque vexarent. Ex quo proinde fiebat, ut non ii modo qui civitates incolebant, sed etiam ii qui in agro- rum ac terræ cultura versabantur, rem militarem jam inde a pueris addiscerent, gladiosque continen- ter, ac vulgo per vias publicas, pagos, agrosque et rura gestarent. At vero cum sese primum Christus ostendisset (de quo prophetæ olim ista cecinerant : • Orietur in diebus ipsius justitia et multitudo pa- cis : et conflabunt gladios suos in vomeres, et lan- ceas suas in falces, non sumet gens adversus gen- tem gladium, nec discent amplius bellum gere- »), oraculorum veritatem continuo rerum exitus comprobavit. Etenim multiplex ille Romano. rum principatus illico sublatus est, cum Augustus sub ipsum nostri Servatoris adventum summam rerum unus accepisset. Ex eo vero tempore ad ætatem usque nostram, civitates ut antea cum ci- vitatibus dimicantes, populosque cum populis com- missos, hominum denique vitam rerum omnium perturbatione contritam nemo vidit. Quis ergo D non jure miretur, si diligenter secum ipse cogitet, quid causæ fuerit, quamobrem homines olim, quo tempore gentes universas demones tyrannide op- pressas tenebant, et summo cunctis a mortalibus cultu celebrabantur, deorum ipsorum œstro percit, in mutua bella furioso quodam impetu ruerent: sic ut modo Græci cum Græcis, modo cum Ægyptiis gyptii 11, Syri cum Syris, cum Romanis deni- que Romani ipsi bella susciperent, aliique vicissim alios vel in servitutem abducerent, vel obsidionibus conficerent, quemadmodum veteres illorum tenipo. rum historiis consignatum ac testatum reliquere; ut primum autem religiosissima pacisque aman- C re
PG 21:41τὸν ἄνθρωπον πολυχρονίου δεῖσθαι τιθηνήσεως· διὸ καὶ κατ’ ἀρχὰς οὐκ ἄν ποτε τοιοῦτον ὄντα διασωθῆναι. ταῦτα μὲν οὖν ὁ Ἀναξίμανδρος. Ἀναξιμένην δέ φασι τὴν τῶν ὅλων ἀρχὴν τὸν ἀέρα εἰπεῖν καὶ τοῦτον εἶναι τῷ μὲν γένει ἄπειρον, ταῖς δὲ περὶ αὐτὸν ποιότησιν ὡρισμένον· γεννᾶ-σθαί τε πάντα κατά τινα πύκνωσιν τούτου καὶ πάλιν ἀραίωσιν. τήν γε μὴν κίνησιν ἐξ αἰῶνος ὑπάρχειν· πιλουμένου δὲ τοῦ ἀέρος πρώτην γεγενῆσθαι λέγει τὴν γῆν, πλατεῖαν μάλα· διὸ καὶ κατὰ λόγον αὐτὴν ἐποχεῖσθαι τῷ ἀέρι· καὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τὰ λοιπὰ ἄστρα τὴν ἀρχὴν τῆς γενέσεως ἔχειν ἐκ γῆς. ἀποφαίνεται γοῦν τὸν ἥλιον γῆν, διὰ δὲ τὴν ὀξεῖαν κίνησιν καὶ μάλ’ ἱκανῶς θερμότητα [κίνησιν] λαβεῖν. Ξενοφάνης δὲ ὁ Κολοφώνιος, ἰδίαν τινὰ ὁδὸν πεπορευμένος καὶ παρηλλα-χυῖαν πάντας τοὺς προειρημένους, οὔτε γένεσιν οὔτε φθορὰν ἀπολείπει, ἀλλ’ εἶναι λέγει τὸ πᾶν ἀεὶ ὅμοιον. εἰ γὰρ γίγνοιτο τοῦτο, φησίν, ἀναγκαῖον πρὸ τούτου μὴ εἶναι· τὸ μὴ ὂν δὲ οὐκ ἂν γένοιτο οὐδ’ ἂν τὸ μὴ ὂν ποιήσαι τι οὔτε ὑπὸ τοῦ μὴ ὄντος γένοιτ’ ἄν τι. ἀποφαίνεται δὲ καὶ τὰς αἰσθήσεις ψευδεῖς καὶ καθόλου σὺν αὐταῖς καὶ αὐτὸν τὸν λόγον διαβάλλει. ἀποφαίνεται δὲ καὶ τῷ χρόνῳ καταφερομένην συνεχῶς καὶ κατ’ ὀλίγον τὴν γῆν εἰς τὴν θάλασσαν χωρεῖν. φησὶ δὲ καὶ τὸν ἥλιον ἐκ μικρῶν καὶ πλειόνων πυρίων ἀθροίζεσθαι. ἀποφαίνεται δὲ καὶ περὶ θεῶν ὡς οὐδεμιᾶς ἡγεμονίας ἐν αὐτοῖς οὔσης· οὐ γὰρ ὅσιον δεσπόζεσθαί τινα τῶν θεῶν· ἐπιδεῖσθαί τε μηδενὸς αὐτῶν μηδένα μηδ’ ὅλως· ἀκούειν δὲ καὶ ὁρᾶν καθόλου καὶ μὴ κατὰ μέρος. ἀποφαίνεται δὲ καὶ τὴν γῆν ἄπειρον εἶναι καὶ κατὰ πᾶν μέρος μὴ περιέχεσθαι ὑπὸ ἀέρος· γίνε-σθαι δὲ ἅπαντα ἐκ γῆς, τὸν δὲ ἥλιόν φησι καὶ τὰ ἄλλα ἄστρα ἐκ τῶν νεφῶν γίνεσθαι. Παρμενίδης δὲ ὁ Ἐλεάτης, ἑταῖρος Ξενοφάνους, ἅμα μὲν καὶ τῶν τούτου δοξῶν ἀντεποιήσατο, ἅμα δὲ καὶ τὴν ἐναντίαν ἐνεχείρησεν στάσιν. ἀί̈διον μὲν γὰρ τὸ πᾶν καὶ ἀκίνητον ἀποφαίνεται καὶ κατὰ τὴν τῶν πραγμάτων ἀλήθειαν· εἶναι γὰρ αὐτὸ μοῦνον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀγένητον· γένεσιν δὲ τῶν καθ’ ὑπόληψιν ψευδῆ δοκούντων εἶναι καὶ τὰς αἰσθήσεις ἐκβάλλει ἐκ τῆς ἀληθείας. φησὶ δὲ ὅτι εἴ τι παρὰ τὸ ὂν ὑπάρχει, τοῦτο οὐκ ἔστιν ὄν· τὸ δὲ μὴ ὂν ἐν τοῖς ὅλοις οὐκ ἔστιν. οὕτως οὖν τὸ ὂν ἀγένητον ἀπολείπει. λέγει δὲ τὴν γῆν τοῦ πυκνοῦ καταρρυέντος ἀέρος γεγονέναι. Ζήνων δὲ ὁ Ἐλεάτης ἴδιον μὲν οὐδὲν ἐξέθετο, διηπόρησεν δὲ περὶ τού-των ἐπὶ πλεῖον. Δημόκριτος ὁ Ἀβδηρίτης ὑπεστήσατο τὸ πᾶν ἄπειρον διὰ τὸ μηδαμῶς ὑπό τινος αὐτὸ δεδημιουργῆσθαι· ἔτι δὲ καὶ ἀμετάβλητον αὐτὸ λέγει· καὶ καθόλου, οἷον πᾶν ἐστιν, ῥητῶς ἐκτίθεται μηδεμίαν ἀρχὴν ἔχειν τὰς αἰτίας τῶν νῦν γιγνομένων, ἄνωθεν δ’ ὅλως ἐξ ἀπείρου χρόνου προκατέχεσθαι τῇ ἀνάγκῃ πάνθ’ ἁπλῶς τὰ γεγονότα καὶ ἐόντα καὶ ἐσόμενα. ἡλίου δὲ καὶ σελήνης γένεσίν φησιν· κατ’ ἰδίαν φέρεσθαι ταῦτα μηδέπω τὸ παράπαν ἔχοντα θερμὴν φύσιν μηδὲ μὴν καθόλου λαμπροτάτην, τοὐναντίον δὲ ἐξωμοιωμένην τῇ περὶ τὴν γῆν φύσει· γεγονέναι γὰρ ἑκάτερον τούτων πρότερον ἔτι κατ’ ἰδίαν ὑπο-βολήν τινα κόσμου, ὕστερον δὲ μεγεθοποιουμένου τοῦ περὶ τὸν ἥλιον κύκλου ἐναποληφθῆναι ἐν αὐτῷ τὸ πῦρ. Ἐπίκουρος Νεοκλέους Ἀθηναῖος τὸν περὶ θεῶν τῦφον πειρᾶται καταστέλ-λειν· ἀλλὰ καὶ οὐθέν, φησίν, γίγνεται ἐκ τοῦ μὴ ὄντος, ὅτι τὸ πᾶν ἀεὶ τοι-οῦτον ἦν καὶ ἔσται τοιοῦτον· ὅτι οὐδὲν ξένον ἐν τῷ παντὶ ἀποτελεῖται παρὰ τὸν ἤδη γεγενημένον χρόνον ἄπειρον· ὅτι πᾶν ἐστι σῶμα, καὶ οὐ μόνον ἀμετά-βλητον, ἀλλὰ καὶ ἄπειρον· ὅτι τέλος τῶν ἀγαθῶν ἡδονή. Ἀρίστιππος ὁ Κυρηναῖος τέλος ἀγαθῶν τὴν ἡδονήν, κακῶν δὲ τὴν ἀλγηδόνα· τὴν δὲ ἄλλην φυσιολογίαν περιγράφει, μόνον ὠφέλιμον εἶναι λέγων τὸ ζητεῖν ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται. Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος στοιχεῖα τέσσαρα, πῦρ, ὕδωρ, αἰθέρα, γαῖαν· αἰτίαν δὲ τούτων φιλίαν καὶ νεῖκος. ἐκ πρώτης φησὶ τῆς τῶν στοιχείων κράσεως ἀποκριθέντα τὸν ἀέρα περιχυθῆναι κύκλῳ, μετὰ δὲ τὸν ἀέρα τὸ πῦρ ἐκδραμὸν καὶ οὐκ ἔχον ἑτέραν χώραν ἄνω ἐκτρέχειν ὑπὸ τοῦ περὶ τὸν ἀέρα πάγου. εἶναι δὲ κύκλῳ περὶ τὴν γῆν φερόμενα δύο ἡμισφαίρια, τὸ μὲν καθό-λου πυρός, τὸ δὲ μικτὸν ἐξ ἀέρος καὶ ὀλίγου πυρός, ὅπερ οἴεται τὴν νύκτα εἶναι. τὴν δὲ ἀρχὴν τῆς κινήσεως συμβῆναι ἀπὸ τοῦ τετυχηκέναι κατὰ τὸν ἀθροι-σμὸν ἐπιβρίσαντος τοῦ πυρός. ὁ δὲ ἥλιος τὴν φύσιν οὐκ ἔστι πῦρ, ἀλλὰ τοῦ πυρὸς ἀντανάκλασις, ὁμοία τῇ ἀφ’ ὕδατος γινομένῃ. σελήνην δέ φησιν συστῆ-ναι καθ’ ἑαυτὴν ἐκ τοῦ ἀποληφθέντος ἀέρος ὑπὸ τοῦ πυρός· τοῦτον γὰρ παγῆ-ναι, καθάπερ καὶ τὴν χάλαζαν· τὸ δὲ φῶς αὐτὴν ἔχειν ἀπὸ τοῦ ἡλίου. τὸ δὲ ἡγεμονικὸν οὔτε ἐν κεφαλῇ οὔτε ἐν θώρακι, ἀλλ’ ἐν αἵματι· ὅθεν καθ’ ὅ τι ἂν μέρος τοῦ σώματος πλεῖον ᾖ παρεσπαρμένον τὸ ἡγεμονικόν, οἴεται κατ’ ἐκεῖνο προτερεῖν τοὺς ἀνθρώπους. Μητρόδωρος ὁ Χῖος ἀί̈διον εἶναί φησι τὸ πᾶν, ὅτι εἰ ἦν γενητόν, ἐκ τοῦ μὴ ὄντος ἂν ἦν· ἄπειρον δέ, ὅτι ἀί̈διον, οὐ γὰρ ἔχειν ἀρχὴν ὅθεν ἤρξατο οὐδὲ πέρας οὐδὲ τελευτήν· ἀλλ’ οὐδὲ κινήσεως μετέχειν τὸ πᾶν. κινεῖσθαι γὰρ ἀδύνα-τον μὴ μεθιστάμενον· μεθίστασθαι δὲ ἀναγκαῖον ἤτοι εἰς πλῆρες ἢ εἰς κενόν. πυκνούμενον δὲ τὸν αἰθέρα ποιεῖν νεφέλας, εἶτα ὕδωρ, ὃ καὶ κατιὸν ἐπὶ τὸν ἥλιον σβεννύναι αὐτόν· καὶ πάλιν ἀραιούμενον ἐξάπτεσθαι. χρόνῳ δὲ πήγνυσθαι τῷ ξηρῷ τὸν ἥλιον καὶ ποιεῖν ἐκ τοῦ λαμπροῦ ὕδατος ἀστέρας, νύκτα τε καὶ ἡμέ-ραν ἐκ τῆς σβέσεως καὶ ἐξάψεως καὶ καθόλου τὰς ἐκλείψεις ἀποτελεῖν. Διογένης ὁ Ἀπολλωνιάτης ἀέρα ὑφίσταται στοιχεῖον· κινεῖσθαι δὲ τὰ πάντα ἀπείρους τε εἶναι τοὺς κόσμους. κοσμοποιεῖ δὲ οὕτως· ὅτι τοῦ παντὸς κινουμένου καὶ ᾗ μὲν ἀραιοῦ, ᾗ δὲ πυκνοῦ γινομένου, ὅπου συνεκύρησεν τὸ πυκνὸν συστροφὴν ποιῆσαι, καὶ οὕτως τὰ λοιπὰ κατὰ τὸν αὐτὸν λόγον, τὰ κουφότατα, τὴν ἄνω τάξιν λαβόντα τὸν ἥλιον ἀποτελέσαι. Τοιαύτη καὶ τῶν πανσόφων Ἑλλήνων τῶν δὴ φυσικῶν φιλοσόφων ἐπικληθέντων ἡ περὶ τῆς συστάσεως τοῦ παντὸς καὶ τῆς πρώτης κοσμο-γονίας διάληψις, οὐ δημιουργόν, οὐ ποιητήν τινα τῶν ὅλων ὑποστη-σαμένων, ἀλλ’ οὐδ’ ὅλως θεοῦ μνήμην ποιησαμένων, μόνῃ δὲ τῇ ἀλόγῳ φορᾷ καὶ τῇ αὐτομάτῳ κινήσει τὴν αἰτίαν τοῦ παντὸς ἀνατεθειμένων. τοσαύτη δὲ αὐτῶν καὶ ἡ πρὸς ἀλλήλους ἐναντιότης, ἐν μὲν οὐδενὶ ἀλλήλοις συμπεφωνηκότων, μάχης δὲ καὶ διαφωνίας τὰ πάντα ἀναπε-πληρωκότων. ἔνθεν καὶ ὁ θαυμάσιος Σωκράτης τουτουσὶ πάντας μωραίνον-τας ἀπήλεγχεν καὶ μαινομένων κατ’ οὐδὲν ἔλεγεν διαφέρειν, εἰ δή σοι μάρτυς ἀξιόχρεως Ξενοφῶν ἐν Ἀπομνημονεύμασι λέγων οὕτως· Οὐδεὶς δὲ πώποτε Σωκράτους οὐδὲν ἀσεβὲς οὐδὲ ἀνόσιον οὔτε πράτ-τοντος εἶδεν οὔτε λέγοντος ἤκουσεν. οὐδὲ γὰρ περὶ τῆς ἁπάντων φύσεως ἢ περὶ τῶν ἄλλων, ὡς οἱ πλεῖστοι, διελέγετο, σκοπῶν ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει καὶ τίσιν ἀνάγκαις ἕκαστα γίγνεται τῶν οὐρανίων, ἀλλὰ καὶ τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἀπεδείκνυεν. Καὶ ἐπιλέγει ἑξῆς· Ἐθαύμαζεν δὲ εἰ μὴ φανερὸν αὐτοῖς ἐστιν ὅτι ταῦτα οὐ δυνατόν ἐστιν ἀνθρώποις εὑρεῖν, ἐπεὶ καὶ τοὺς μέγιστα φρονοῦντας ἐπὶ τῷ περὶ τούτων λέ-
PG 21:47γειν οὐ τὰ αὐτὰ δοξάζειν ἀλλήλοις, ἀλλὰ τοῖς μαινομένοις ὁμοίως διακεῖσθαι πρὸς ἀλλήλους. τῶν τε γὰρ μαινομένων τοὺς μὲν οὐδὲ τὰ δεινὰ δεδιέναι, τοὺς δὲ τὰ μὴ φοβερὰ φοβεῖσθαι, τῶν τε περὶ τῆς πάντων φύσεως μεριμνώντων τοῖς μὲν δοκεῖν ἓν μόνον τὸ ὂν εἶναι, τοῖς δὲ ἄπειρα τὸ πλῆθος, καὶ τοῖς μὲν ἀεὶ πάντα κινεῖσθαι, τοῖς δὲ οὐδὲν ἄν ποτε κινηθῆναι· καὶ τοῖς μὲν ἅπαντα γίνεσθαί τε καὶ ἀπόλλυσθαι, τοῖς δὲ οὔτ’ ἂν γενέσθαι ποτὲ οὐδὲν οὔτε ἀπόλ-λυσθαι. Ταῦθ’ ὁ Σωκράτης, ὡς ὁ Ξενοφῶν μαρτυρεῖ. συνᾴδει δὲ καὶ ὁ Πλάτων τούτοις ἐν τῷ Περὶ ψυχῆς τοιάδε λέγοντα αὐτὸν ἀναγράφων· Ἐγὼ γάρ, ἔφη, ὦ Κέβης, νέος ὢν θαυμαστῶς ὡς ἐπεθύμησα ταύτης τῆς σοφίας, ἣν δὴ καλοῦσι περὶ φύσεως ἱστορίαν· ὑπερήφανον γάρ μοι ἐδόκει εἶναι εἰδέναι τὰς αἰτίας ἑκάστου, διὰ τί γίνεται ἕκαστον καὶ διὰ τί ἀπόλλυται καὶ διὰ τί ἔστι· καὶ πολλάκις ἐμαυτὸν ἄνω κάτω μετέβαλλον, σκοπῶν πρῶτον τὰ τοιάδε· ἆρα ἐπειδὰν τὸ θερμὸν καὶ τὸ ψυχρὸν σηπεδόνα τινὰ λάβῃ, ὥς τινες ἔλεγον, τότε ἤδη τὰ ζῷα ξυντρέφεται· καὶ πότερον τὸ αἷμά ἐστιν ᾧ φρονοῦμεν ἢ ὁ ἀὴρ ἢ τὸ πῦρ· ἢ τούτων μὲν οὐδέν, ὁ δ’ ἐγκέφαλός ἐστιν ὁ τὰς αἰσθήσεις παρέχων τοῦ ἀκούειν καὶ ὁρᾶν καὶ ὀσφραίνεσθαι, ἐκ τούτων δὲ γίγνοιτο μνήμη καὶ δόξα, ἐκ δὲ μνήμης καὶ δόξης λαβούσης τὸ ἠρεμεῖν κατὰ ταῦτα γίνεσθαι ἐπιστήμην. καὶ αὖ τούτων τὰς φθορὰς σκοπῶν καὶ τὰ περὶ τὸν οὐρανόν τε καὶ τὴν γῆν πάθη, τελευτῶν οὕτως ἐμαυτῷ ἔδοξα πρὸς ταύτην τὴν σκέψιν ἀφυὴς εἶναι ὡς οὐδὲν χρῆμα. τεκμήριον δέ σοι ἐρῶ ἱκανόν· ἐγὼ γὰρ ἃ καὶ πρότερον σαφῶς ἠπιστάμην, ὥς γε ἐμαυτῷ καὶ τοῖς ἄλλοις ἐδόκουν, τότε ὑπ’ αὐ-τῆς τῆς σκέψεως οὕτω σφόδρα ἐτυφλώθην ὥστε ἀπέμαθον καὶ ταῦτα ἃ πρὸ τοῦ ᾤμην εἰδέναι. Ταῦτα Σωκράτης αὐτὸς ἐκεῖνος ὁ πᾶσιν ἀοίδιμος Ἕλλησιν. ὅτε τοίνυν καὶ τῷ τηλικούτῳ φιλοσόφῳ τοιάδε ἐδόκει εἶναι τὰ τῆς τῶν δηλω-θέντων φυσιολογίας, εἰκότως μοι δοκῶ καὶ ἡμᾶς τὴν τούτων ἁπάν-των ἀθεότητα παρῃτῆσθαι, ἐπεὶ καὶ τὰ τῆς πολυθέου πλάνης αὐτῶν οὐκ ἔοικεν εἶναι ἀλλότρια τῶν εἰρημένων. τοῦτο μὲν οὖν ἐπὶ καιροῦ τοῦ προσήκοντος ἐλεγχθήσεται, καθ’ ὃν ἀποδείξομεν ὅτι πρῶτος Ἑλλήνων Ἀναξαγόρας νοῦν ἐπιστῆσαι τῇ τοῦ παντὸς αἰτίᾳ μνημονεύεται. νῦν δέ μοι ἐπὶ τὸν Διόδωρον μετάβα καὶ σκόπει οἷα περὶ τῆς πρώτης τῶν ἀνθρώ-πων θεολογίας ἱστορεῖ· η. ΟΤΙ ΟΙ ΠΑΛΑΙΟΙ ΤΩΝ ΑΝΘΡΩΠΩΝ ΤΟΥΣ ΚΑΤ’ ΟΥΡΑΝΟΝ ΦΩΣΤΗΡΑΣ ΜΟΝΟΥΣ ΕΣΕΒΟΝ ΜΗΔΕΝ ΠΕΡΙ ΤΟΥ ΤΩΝ ΟΛΩΝ ΘΕΟΥ, ΑΛΛ’ ΟΥΔΕ ΠΕΡΙ ΞΟΑΝΩΝ ΙΔΡΥΣΕΩΣ ΟΥΔΕ ΠΕΡΙ ΔΑΙΜΟΝΩΝ ΕΠΙΣΤΑΜΕΝΟΙ Τοὺς δ’ οὖν κατ’ Αἴγυπτον ἀνθρώπους τὸ παλαιὸν γενομένους ἀναβλέψαν-τας εἰς τὸν κόσμον καὶ τὴν τῶν ὅλων φύσιν καταπλαγέντας τε καὶ θαυμάσαν-τας ὑπολαβεῖν εἶναι δύο θεοὺς ἀϊδίους τε καὶ πρώτους, τόν τε ἥλιον καὶ τὴν σελήνην, ὧν τὸν μὲν Ὄσιριν, τὴν δὲ Ἶσιν ὀνομάσαι, ἀπό τινος ἐτύμου τεθείσης ἑκατέρας τῆς προσηγορίας. μεθερμηνευομένων γὰρ τούτων εἰς τὸν Ἑλληνι-κὸν τῆς διαλέκτου τρόπον εἶναι τὸν μὲν Ὄσιριν πολυόφθαλμον, εἰκότως· πάντη γὰρ ἐπιβάλλοντα τὰς ἀκτῖνας ὥσπερ ὀφθαλμοῖς πολλοῖς βλέπειν ἅπασαν γῆν καὶ θάλατταν· καὶ τὸν ποιητὴν δὲ λέγειν σύμφωνα τούτοις· Ἠέλιός θ’ ὃς πάντ’ ἐφορᾷ καὶ πάντ’ ἐπακούει. τῶν δὲ παρ’ Ἕλλησι παλαιῶν μυθολόγων τινὲς τὸν Ὄσιριν Διόνυσον προσο-νομάζουσιν καὶ Σείριον παρωνύμως. ὧν Εὔμολπος μὲν ἐν τοῖς Βακχικοῖς ἔπεσί φησιν· ἀστροφαῆ Διόνυσον ἐν ἀκτίνεσσι πυρωπόν, Ὀρφεὺς δὲ τοὐνεκά μιν καλέουσι Φάνητά τε καὶ Διόνυσον. φασὶ δέ τινες καὶ τὸ ἔναμμα αὐτῷ τὸ τῆς νεβρίδος ἀπὸ τῆς τῶν ἄστρων ποικι-λίας περιῆφθαι. τὴν δ’ Ἶσιν μεθερμηνευομένην εἶναι παλαιάν, τεθειμέ-νης τῆς προσηγορίας τῇ σελήνῃ ἀπὸ τῆς ἀϊδίου καὶ παλαιᾶς γενέσεως· κέρατα δ’ αὐτῇ περιτιθέασιν ἀπό τε τῆς ὄψεως, ἣν ἔχουσα φαίνεται καθ’ ὃν ἂν χρό-νον ὑπάρχῃ μηνοειδής, καὶ ἀπὸ τῆς καθιερωμένης αὐτῇ βοὸς παρ’ Αἰγυπτίοις. τούτους δὲ τοὺς θεοὺς ὑφίστανται τὸν σύμπαντα κόσμον διοικεῖν. Τοιαῦτα μὲν οὖν καὶ ταῦτα. ἔχεις δὲ καὶ ἐν τῇ Φοινικικῇ θεολογίᾳ, ὡς ἄρα Φοινίκων οἱ πρῶτοι φυσικοὺς ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς πλανήτας ἀστέρας καὶ τὰ στοιχεῖα καὶ τὰ τούτοις συναφῆ θεοὺς μόνους ἐγίνωσκον καὶ ὅτι τούτοις οἱ παλαίτατοι τὰ τῆς γῆς ἀφιέρωσαν βλαστή-ματα, καὶ θεοὺς ἐνόμισαν καὶ προσεκύνουν ταῦτα, ἀφ’ ὧν αὐτοί τε διεγίνοντο καὶ οἱ ἑπόμενοι καὶ οἱ πρὸ αὐτῶν πάντες, καὶ χοὰς καὶ ἐπιθύσεις ἐτέλουν· ἔλεον δὲ καὶ οἶκτον καὶ κλαυθμὸν βλαστήματι γῆς ἀπιόντι καθιέρουν καὶ γενέσει ζῴων ἐκ γῆς πρώτῃ καὶ τῇ ἐξ ἀλλήλων καὶ τελευτῇ, καθ’ ἣν τοῦ ζῆν ἀπήρχοντο. αὗται δ’ ἦσαν αἱ ἐπίνοιαι τῆς προσκυνήσεως ὅμοιαι τῇ αὐτῶν ἀσθενείᾳ καὶ ψυχῆς ἔτι ἀτολμίᾳ. ταῦτα καὶ ἡ Φοινίκων γραφή, ὡς ἑξῆς ἀποδειχθήσεται. ἀλλὰ καὶ τῶν καθ’ ἡμᾶς γεγονὼς αὐτὸς ἐκεῖνος ὁ ταῖς καθ’ ἡμῶν λαμπρυνόμενος δυσφημίαις, ἐν οἷς ἐπέγραψεν Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς τῆς τῶν παλαιῶν ἀρχαιότητος τὴν μνήμην ὧδέ πως αὐτολεξεί, Θεοφράστῳ μάρτυρι χρώμενος, παρατίθεται· Ἀνάριθμος μέν τις ἔοικεν εἶναι χρόνος, ἀφ’ οὗ τό γε πάντων λογιώ-τατον γένος, ὥς φησι Θεόφραστος, καὶ τὴν ἱερωτάτην ὑπὸ τοῦ Νείλου κτισθεῖ-σαν χώραν κατοικοῦν ἤρξαντο οἱ πρῶτοι ἀφ’ ἑστίας τοῖς οὐρανίοις θεοῖς θύειν, οὐ σμύρνης οὐδὲ κασίας καὶ λιβανωτοῦ κρόκῳ μιχθέντων ἀπαρχάς· (πολλαῖς γὰρ γενεαῖς ὕστερον παρελήφθη ταῦτα, καὶ πλάνης καὶ μαστὴρ ὁ ἄνθρωπος γινόμενος τῆς ἀναγκαίας ζωῆς μετὰ πολλῶν πόνων καὶ δακρύων σταγόνας τούτων ἀπήρξατο τοῖς θεοῖς·) οὐ τούτων οὖν ἔθυον πρότερον, ἀλλὰ χλόης οἱονεί τινα τῆς γονίμου φύσεως χνοῦν ταῖς χερσὶν ἀράμενοι. δένδρα μὲν γὰρ δὴ πρὸ ζῴων ἀνέδωκεν ἡ γῆ, τῶν δένδρων δὲ πολὺ πρόσθεν τὴν ἐπέτειον γεν-νωμένην πόαν· ἧς δρεπόμενοι φύλλα καὶ ῥίζας καὶ τοὺς ὅλους τῆς φύσεως αὐτῶν βλαστοὺς κατέκαιον, ταύτῃ τοὺς φαινομένους οὐρανίους θεοὺς τῇ θυσίᾳ δεξιούμενοι καὶ τοῦ πυρὸς ἀπαθανατίζοντες αὐτοῖς τὰς τιμάς. τούτοις γὰρ καὶ τὸ πῦρ ἀθάνατον ἐφύλαττον ἐν τοῖς ἱεροῖς, ὡς ὂν μάλιστα αὐτοῖς ὁμοιότατον. ἐκ δὲ τῆς θυμιάσεως τῶν ἀπὸ γῆς θυμιατήριά τε ἐκά-λουν καὶ τὸ θύειν καὶ θυσίας, ἃ δὴ ἡμεῖς ὡς τὴν ὑστέραν πλημμέλειαν σημαίνοντα οὐκ ὀρθῶς ἐξακούομεν, τὴν διὰ τῶν ζῴων δοκοῦσαν θεραπείαν καλοῦντες θυσίαν. τοσοῦτον δὲ τοῖς παλαιοῖς τοῦ μὴ παραβαίνειν τὸ ἔθος ἔμελεν ὡς κατὰ τῶν ἐκλειπόντων τὸ ἀρχαῖον, ἐπεισαγόντων δὲ ἕτερον, ἀρασαμένους ἀρώματα τὰ θυμιώμενα προσαγορεῦσαι. Ταῦτα εἰπὼν ἐπιλέγει μεθ’ ἕτερα· Πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρχῶν τοῖς ἀνθρώποις προϊουσῶν παρανομίας ἡ τῶν δεινοτάτων θυμάτων παράληψις ἐπεισήχθη ὠμότητος πλήρης, ὡς δοκεῖν τὰς πρόσθεν λεχθείσας καθ’ ἡμῶν ἀρὰς νῦν τέλος εἰλη-φέναι, σφαξάντων τῶν ἀνθρώπων καὶ τοὺς βωμοὺς αἱμαξάντων. Τοσαῦτα καὶ ὁ Πορφύριος, οὐ μᾶλλον ἢ ὁ Θεόφραστος. ἐπισφρά-γισμα δὲ τοῦ λόγου γένοιτ’ ἂν ἡμῖν ὁ Πλάτων ἐν Κρατύλῳ, πρόσθεν τῶν εἰρημένων αὐτῷ περὶ τῶν Ἑλλήνων ὧδέ πη φάσκων πρὸς ῥῆμα· Φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων περὶ τὴν Ἑλλάδα τούτους μόνους τοὺς θεοὺς ἡγεῖσθαι, οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην
PG 21:53καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες πάντα ἀεὶ ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως τῆς τοῦ θέειν θεοὺς αὐτοὺς ἐπονομάσαι. θ. ΟΤΙ ΜΗΔΕΜΙΑ ΤΙΣ ΗΝ ΑΥΤΟΙΣ ΠΕΡΙ ΘΕΩΝ ΜΥΘΟΛΟΓΙΑ ΟΥΔΕ ΓΕ ΞΟΑΝΩΝ ΙΔΡΥΣΙΣ Ἀλλ’ ὅτι μὲν οἱ πρῶτοι καὶ παλαίτατοι τῶν ἀνθρώπων οὔτε ναῶν οἰκοδομίαις προσεῖχον οὔτε ξοάνων ἀφιδρύμασιν, οὔπω τότε γραφικῆς οὐδὲ πλαστικῆς ἢ γλυπτικῆς ἢ ἀνδριαντοποιητικῆς τέχνης ἐφευρημένης, οὐδὲ μὴν οἰκοδομικῆς οὐδὲ ἀρχιτεκτονικῆς πω[ς] συνεστώσης, παντί τῳ οἶμαι συλλογιζομένῳ δῆλον εἶναι. ὅτι δὲ οὐδὲ τῶν μετὰ ταῦτα κατωνομασμένων θεῶν τε καὶ ἡρώων μνήμη τις τοῖς τότε παρῆν οὔτ’ οὖν τις ἦν αὐτοῖς Ζεύς, οὐ Κρόνος, οὐ Ποσειδῶν, οὐκ Ἀπόλλων, οὐχ Ἥρα, οὐκ Ἀθηνᾶ, οὐ Διόνυσος, οὐδέ τις ἕτερος θήλειά τε καὶ ἄρρην θεός, οἷοι μετὰ ταῦτα μυρίοι παρά τε βαρβάροις καὶ Ἕλλησιν, ἀλλ’ οὐδὲ δαί-μων τις ἀγαθὸς ἢ φαῦλος ἐν ἀνθρώποις ἐθαυμάζετο, μόνα δὲ τὰ φαινό-μενα τῶν οὐρανίων ἄστρων, παρὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, θεῶν δὴ προσηγορίας, ὡς αὐτοί φασιν, ἐτύγχανον, καὶ οὐδὲ ταῦτα ταῖς διὰ ζῴων θυσίαις καὶ ταῖς μετὰ ταῦτα περινοηθείσαις τιμαῖς ἐθρησκεύετο, οὐχ ἡμέτε-ρος ὁ λόγος, οἴκοθεν δὲ καὶ ἐξ αὐτῶν Ἑλλήνων ἡ μαρτυρία, διὰ τῶν προτεθειμένων φωνῶν καὶ τῶν αὖθις ἑξῆς παρατεθησομένων τὴν ἀπό-δειξιν παρασχομένη. τοῦτο δὲ καὶ οἱ ἱεροὶ καθ’ ἡμᾶς διδάσκουσι λόγοι, πᾶσι μὲν τοῖς ἔθνεσι τὸ κατ’ ἀρχὰς τὴν τῶν ὁρωμένων φωστή-ρων τιμὴν ἀπονενεμῆσθαι περιέχοντες, μόνῳ δὲ τῷ Ἑβραίων γένει τὴν ἐποπτείαν ἀνατεθεῖσθαι τοῦ τῶν ὅλων ποιητοῦ τε καὶ δημιουργοῦ θεοῦ καὶ τῆς εἰς αὐτὸν ἀληθοῦς εὐσεβείας. οὐκ ἄρα τις ἦν θεογονίας Ἑλληνικῆς ἢ βαρβαρικῆς τοῖς παλαιοτάτοις τῶν ἀνθρώπων λόγος, οὐδὲ ξοάνων ἀψύχων ἵδρυσις οὐδὲ ἡ νῦν πολλὴ φλυαρία τῆς τῶν θεῶν ἀρ-ρένων τε καὶ θηλειῶν ὀνομασίας. αἱ γοῦν προσηγορίαι καὶ τὰ ὀνόματα ἐξ ἀνθρώπων ὕστερον ἐφευρημένα οὔπω τότε ἐν ἀνθρώποις ἐγνωρίζετο, ἀλλ’ οὐδὲ δαιμόνων καὶ πνευμάτων ἀφανῶν ἀνακλήσεις, οὐκ ἔκτοποι περὶ θεῶν καὶ ἡρώων μυθολογίαι, οὐκ ἀπορρήτων τελετῶν μυστήρια, οὐδ’ ὅλως τι τῆς πολλῆς καὶ ἀδολέσχου τῶν μετέπειτα ἀνδρῶν δεισιδαι-μονίας. ἀνθρώπων ἄρα ταῦτα ἦν εὑρήματα καὶ θνητῆς φύσεως ἀναπλάσματα, μᾶλλον δὲ τρόπων αἰσχρῶν καὶ ἀκολάστων ἐπιτεχνήματα, κατὰ τὸ παρ’ ἡμῖν θεῖον λόγιον τὸ φάσκον· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων. ἡ γοῦν τῶν ἐθνῶν ἁπάντων πολύθεος πλάνη μακροῖς ὕστερον αἰῶσι πέφανται, ἀρξαμένη μὲν ἀπὸ Φοινίκων καὶ Αἰγυπτίων, διαβᾶσα δὲ ἐκ τούτων ἐπί τε τὰ λοιπὰ ἔθνη καὶ μέχρις αὐτῶν Ἑλλήνων, ὡς καὶ τοῦτο πάλιν ἡ τῶν παλαιτάτων ἱστορία κατέχει, ἣν καὶ αὐτὴν ἐπισκέ-ψασθαι καιρὸς ἀπὸ τῶν Φοινικικῶν ἀρξαμένους. ι. ΟΤΙ ΝΕΩΤΕΡΑ ΤΩΙ ΒΙΩΙ ΠΑΡΕΙΣΗΚΤΑΙ ΤΑ ΠΕΡΙ ΤΩΝ ΘΕΩΝ ΠΑΡΑ ΤΟΙΣ ΠΟΛΛΟΙΣ ΤΕΘΡΥΛΗΜΕΝΑ Ἱστορεῖ δὲ ταῦτα Σαγχουνιάθων, ἀνὴρ παλαιότατος καὶ τῶν Τρωϊ-κῶν χρόνων, ὥς φασι, πρεσβύτερος, ὃν καὶ ἐπ’ ἀκριβείᾳ καὶ ἀληθείᾳ τῆς Φοινικικῆς ἱστορίας ἀποδεχθῆναι μαρτυροῦσιν· Φίλων δὲ τούτου πᾶ-σαν τὴν γραφὴν ὁ Βύβλιος, οὐχ ὁ Ἑβραῖος, μεταβαλὼν ἀπὸ τῆς Φοινίκων γλώττης ἐπὶ τὴν Ἑλλάδα φωνὴν ἐξέδωκε. μέμνηται τούτων ὁ καθ’ ἡμᾶς τὴν καθ’ ἡμῶν πεποιημένος συσκευὴν ἐν τετάρτῳ τῆς πρὸς ἡμᾶς ὑποθέσεως, ὧδε τῷ ἀνδρὶ μαρτυρῶν πρὸς λέξιν· Ἱστορεῖ δὲ τὰ περὶ Ἰουδαίων ἀληθέστατα, ὅτι καὶ τοῖς τόποις καὶ τοῖς ὀνόμασιν αὐτῶν τὰ συμφωνότατα, Σαγχουνιάθων ὁ Βηρύτιος, εἰληφὼς τὰ ὑπομνήματα παρὰ Ἱερομβάλου τοῦ ἱερέως θεοῦ Ἰευώ· ὃς Ἀβιβάλῳ τῷ βασιλεῖ Βηρυτίων τὴν ἱστορίαν ἀναθεὶς ὑπ’ ἐκείνου καὶ τῶν κατ’ αὐτὸν ἐξετα-στῶν τῆς ἀληθείας παρεδέχθη. οἱ δὲ τούτων χρόνοι καὶ πρὸ τῶν Τρωϊκῶν πίπτουσι χρόνων καὶ σχεδὸν τοῖς Μωσέως πλησιάζουσιν, ὡς αἱ τῶν Φοινίκης βασιλέων μηνύουσι διαδοχαί. Σαγχουνιάθων δὲ ὁ κατὰ τὴν Φοινίκων διάλεκ-τον φιλαλήθως πᾶσαν τὴν παλαιὰν ἱστορίαν ἐκ τῶν κατὰ πόλιν ὑπομνημάτων καὶ τῶν ἐν τοῖς ἱεροῖς ἀναγραφῶν συναγαγὼν δὴ καὶ συγγράψας ἐπὶ Σεμιράμεως γέγονεν τῆς Ἀσσυρίων βασιλίδος, ἣ πρὸ τῶν Ἰλιακῶν ἢ κατ’ αὐτούς γε τοὺς χρόνους γενέσθαι ἀναγέγραπται. τὰ δὲ τοῦ Σαγχουνιάθωνος εἰς Ἑλλάδα γλῶσσαν ἡρμήνευσεν Φίλων ὁ Βύβλιος. Ταῦτα μὲν ὁ δηλωθείς, ἀλήθειαν ὁμοῦ καὶ παλαιότητα τῷ δὴ θεο-λόγῳ μαρτυρήσας. ὁ δὲ προϊὼν οὐ τὸν ἐπὶ πάντων θεὸν οὐδὲ μὴν θεοὺς τοὺς κατ’ οὐρανόν, θνητοὺς δὲ ἄνδρας καὶ γυναῖκας, οὐδὲ τὸν τρόπον ἀστείους, οἵους δι’ ἀρετὴν ἄξιον εἶναι ἀποδέξασθαι ἢ ζηλῶσαι τῆς φιλο-σοφίας, φαυλότητος δὲ καὶ μοχθηρίας ἁπάσης κακίαν περιβεβλημένους θεολογεῖ. καὶ μαρτυρεῖ γε τούτους αὐτοὺς ἐκείνους εἶναι τοὺς εἰσέτι καὶ νῦν θεοὺς παρὰ τοῖς πᾶσιν νενομισμένους κατά τε τὰς πόλεις καὶ τὰς χώρας. δέχου δὲ καὶ τούτων ἐκ τῶν ἐγγράφων τὰς ἀποδείξεις. ὁ δὴ Φίλων εἰς ἐννέα βίβλους τὴν πᾶσαν τοῦ Σαγχουνιάθωνος πραγματείαν διελὼν κατὰ τὸ προοίμιον τοῦ πρώτου συγγράμματος αὐτοῖς ῥήμασι προλέγει περὶ τοῦ Σαγχουνιάθωνος ταῦτα· Τούτων οὕτως ἐχόντων ὁ Σαγχουνιάθων, ἀνὴρ δὴ πολυμαθὴς καὶ πολυ-πράγμων γενόμενος καὶ τὰ ἐξ ἀρχῆς, ἀφ’ οὗ τὰ πάντα συνέστη, παρὰ πάντων εἰδέναι ποθῶν, πολυφροντιστικῶς ἐξεμάστευσεν τὰ Τααύτου, εἰδὼς ὅτι τῶν ὑφ’ ἥλιον γεγονότων πρῶτός ἐστι Τάαυτος, ὁ τῶν γραμμάτων τὴν εὕρεσιν ἐπινοή-σας καὶ τῆς τῶν ὑπομνημάτων γραφῆς κατάρξας καὶ ἀπὸ τοῦδε ὥσπερ κρη-πῖδα βαλόμενος τοῦ λόγου, ὃν Αἰγύπτιοι μὲν ἐκάλεσαν Θωύθ, Ἀλεξανδρεῖς δὲ Θώθ, Ἑρμῆν δὲ Ἕλληνες μετέφρασαν. Ταῦτα εἰπὼν ἐπιμέμφεται τοῖς μετὰ ταῦτα νεωτέροις, ὡς ἂν βεβια-σμένως καὶ οὐκ ἀληθῶς τοὺς περὶ θεῶν μύθους ἐπ’ ἀλληγορίας καὶ φυ-σικὰς διηγήσεις τε καὶ θεωρίας ἀνάγουσιν· λέγει δ’ οὖν προϊών· Ἀλλ’ οἱ μὲν νεώτατοι τῶν ἱερολόγων τὰ μὲν γεγονότα πράγματα ἐξ ἀρχῆς ἀπεπέμψαντο, ἀλληγορίας δὲ καὶ μύθους ἐπινοήσαντες καὶ τοῖς κοσμι-κοῖς παθήμασιν συγγένειαν πλασάμενοι μυστήρια κατέστησαν καὶ πολὺν αὐτοῖς ἐπῆγον τὸν τῦφον, ὡς μὴ ῥᾳδίως τινὰ συνορᾶν τὰ κατ’ ἀλήθειαν γενόμενα· ὁ δὲ συμβαλὼν τοῖς ἀπὸ τῶν ἀδύτων εὑρεθεῖσιν ἀποκρύφοις Ἀμμουνέων γράμμασι συγκειμένοις, ἃ δὴ οὐκ ἦν πᾶσιν γνώριμα, τὴν μάθησιν ἁπάντων αὐτὸς ἤσκησεν· καὶ τέλος ἐπιθεὶς τῇ πραγματείᾳ, τὸν κατ’ ἀρχὰς μῦθον καὶ τὰς ἀλληγορίας ἐκποδὼν ποιησάμενος, ἐξηνύσατο τὴν πρόθεσιν, ἕως πάλιν οἱ ἐπιγε-νόμενοι ἱερεῖς χρόνοις ὕστερον ἠθέλησαν αὐτὴν ἀποκρύψαι καὶ εἰς τὸ μυθῶδες ἀποκαταστῆσαι· ἐξ οὗ τὸ μυστικὸν ἀνέκυπτεν οὐδέπω φθάσαν εἰς Ἕλληνας. Τούτοις ἑξῆς φησι· Ταῦθ’ ἡμῖν εὕρηται ἐπιμελῶς εἰδέναι τὰ Φοινίκων ποθοῦσι καὶ πολλὴν ἐξερευνησαμένοις ὕλην, οὐχὶ τὴν παρ’ Ἕλλησι· διάφωνος γὰρ αὕτη καὶ φιλονει-κότερον ὑπ’ ἐνίων μᾶλλον ἢ πρὸς ἀλήθειαν συντεθεῖσα. Καὶ μεθ’ ἕτερα· Οὕτως τε ἔχειν πεπεῖσθαι ἡμῖν παρέστη ὡς ἐκεῖνος γέγραφεν, τὴν διαφω-νίαν ὁρῶσι τὴν παρ’ Ἕλλησι. περὶ ἧς μοι τρία πεφιλοτίμηται βιβλία τὴν ἐπι-γραφὴν ἔχοντα Παραδόξου ἱστορίας. Καὶ αὖθις μεθ’ ἕτερα ἐπιλέγει· Προδιαρθρῶσαι δὲ ἀναγκαῖον πρὸς τὴν αὖθις σαφήνειαν καὶ τὴν τῶν κατὰ μέρος διάγνωσιν, ὅτι οἱ παλαίτατοι τῶν βαρβάρων, ἐξαιρέτως δὲ Φοίνικές
PG 21:59τε καὶ Αἰγύπτιοι, παρ’ ὧν καὶ οἱ λοιποὶ παρέλαβον ἄνθρωποι, θεοὺς ἐνόμιζον μεγίστους τοὺς τὰ πρὸς τὴν βιωτικὴν χρείαν εὑρόντας ἢ καὶ κατά τι εὖ ποιή-σαντας τὰ ἔθνη εὐεργέτας τε τούτους καὶ πολλῶν αἰτίους ἀγαθῶν ἡγούμενοι ὡς θεοὺς προσεκύνουν καὶ εἰς τὸ χρεὼν μεταστάντας, ναοὺς κατασκευασά-μενοι, στήλας τε καὶ ῥάβδους ἀφιέρουν ἐξ ὀνόματος αὐτῶν καὶ ταῦτα μεγά-λως σεβόμενοι καὶ ἑορτὰς ἔνεμον αὐτοῖς τὰς μεγίστας Φοίνικες· ἐξαιρέτως δὲ καὶ ἀπὸ τῶν σφετέρων βασιλέων τοῖς κοσμικοῖς στοιχείοις καί τισι τῶν νομιζομένων θεῶν τὰς ὀνομασίας προσέθηκαν· φυσικοὺς δὲ ἥλιον καὶ σελή-νην καὶ τοὺς λοιποὺς πλανήτας ἀστέρας καὶ τὰ στοιχεῖα καὶ τὰ τούτοις συνα-φῆ θεοὺς μόνους ἐγίνωσκον, ὥστε αὐτοῖς τοὺς μὲν θνητούς, τοὺς δὲ ἀθανάτους θεοὺς εἶναι. Ταῦτα κατὰ τὸ προοίμιον ὁ Φίλων διαστειλάμενος ἑξῆς ἀπάρχεται τῆς τοῦ Σαγχουνιάθωνος ἑρμηνείας, ὧδέ πως τὴν Φοινικικὴν ἐκτι-θέμενος θεολογίαν· ια. ΕΠΙΤΟΜΗ ΤΗΣ ΦΟΙΝΙΚΩΝ ΑΡΧΑΙΟΛΟΓΟΥΜΕΝΗΣ ΘΕΟΛΟΓΙΑΣ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΤΑΥΤΗΝ ΣΥΓΓΡΑΨΑΜΕΝΩΝ ΚΑΙ ΩΣ ΔΙΚΑΙΩΣ ΑΥΤΗΣ ΚΑΤΕΠΤΥΣΑΜΕΝ Τὴν τῶν ὅλων ἀρχὴν ὑποτίθεται ἀέρα ζοφώδη καὶ πνευματώδη ἢ πνοὴν ἀέρος ζοφώδους, καὶ χάος θολερόν, ἐρεβῶδες. ταῦτα δὲ εἶναι ἄπειρα καὶ διὰ πολὺν αἰῶνα μὴ ἔχειν πέρας. ὅτε δέ, φησίν, ἠράσθη τὸ πνεῦμα τῶν ἰδίων ἀρχῶν καὶ ἐγένετο σύγκρασις, ἡ πλοκὴ ἐκείνη ἐκλήθη πόθος. αὕτη δ’ ἀρχὴ κτίσεως ἁπάντων. αὐτὸ δὲ οὐκ ἐγίνωσκε τὴν αὑτοῦ κτίσιν, καὶ ἐκ τῆς αὐτοῦ συμπλοκῆς τοῦ πνεύματος ἐγένετο Μώτ. τοῦτό τινές φασιν ἰλύν, οἱ δὲ ὑδατώδους μίξεως σῆψιν. καὶ ἐκ ταύτης ἐγένετο πᾶσα σπορὰ κτίσεως καὶ γέ-νεσις τῶν ὅλων. ἦν δέ τινα ζῷα οὐκ ἔχοντα αἴσθησιν, ἐξ ὧν ἐγένετο ζῷα νοερά, καὶ ἐκλήθη Ζοφασημίν, τοῦτ’ ἔστιν οὐρανοῦ κατόπται. καὶ ἀνεπλάσθη ὁμοίως ᾠοῦ σχήματι, καὶ ἐξέλαμψε Μὼτ ἥλιός τε καὶ σελήνη ἀστέρες τε καὶ ἄστρα μεγάλα. Τοιαύτη μὲν αὐτῶν ἡ κοσμογονία, ἄντικρυς ἀθεότητα εἰσάγουσα· ἴδωμεν δὲ ἑξῆς ὡς καὶ τὴν ζῳογονίαν ὑποστῆναι λέγει. φησὶν οὖν· Καὶ τοῦ ἀέρος διαυγάσαντος, διὰ πύρωσιν καὶ τῆς θαλάσσης καὶ τῆς γῆς ἐγένετο πνεύματα καὶ νέφη καὶ οὐρανίων ὑδάτων μέγισται κατα-φοραὶ καὶ χύσεις. καὶ ἐπειδὴ διεκρίθη καὶ τοῦ ἰδίου τόπου ἐχωρίσθη διὰ τὴν τοῦ ἡλίου πύρωσιν καὶ πάλιν συνήντησεν πάντα ἐν ἀκαρεῖ τάδε τοῖσδε καὶ συνέρραξαν, βρονταί τε ἀπετελέσθησαν καὶ ἀστραπαί, καὶ πρὸς τὸν πάτα-γον τῶν βροντῶν τὰ προγεγραμμένα νοερὰ ζῷα ἐγρηγόρησεν, καὶ πρὸς τὸν ἦχον ἐπτύρη καὶ ἐκινήθη ἔν τε γῇ καὶ θαλάσσῃ ἄρρεν καὶ θῆλυ. Τοιαύτη αὐτοῖς καὶ ἡ ζῳογονία. τούτοις ἑξῆς ὁ αὐτὸς συγγραφεὺς ἐπιφέρει λέγων· Ταῦθ’ ηὑρέθη ἐν τῇ κοσμογονίᾳ γεγραμμένα Τααύτου καὶ τοῖς ἐκεί-νου ὑπομνήμασιν, ἔκ τε στοχασμῶν καὶ τεκμηρίων ὧν ἑώρακεν αὐτοῦ ἡ διά-νοια καὶ εὗρεν καὶ ἡμῖν ἐφώτισεν. Ἑξῆς τούτοις ὀνόματα τῶν ἀνέμων εἰπὼν Νότου καὶ Βορέα καὶ τῶν λοιπῶν ἐπιλέγει· Ἀλλ’ οὗτοί γε πρῶτοι ἀφιέρωσαν τὰ τῆς γῆς βλαστήματα, καὶ θεοὺς ἐνό-μισαν καὶ προσεκύνουν ταῦτα, ἀφ’ ὧν αὐτοί τε διεγίνοντο καὶ οἱ ἑπόμενοι καὶ οἱ πρὸ αὐτῶν πάντες, καὶ χοὰς καὶ ἐπιθύσεις ἐποίουν. Καὶ ἐπιλέγει· Αὗται δὲ ἦσαν αἱ ἐπίνοιαι τῆς προσκυνήσεως ὅμοιαι τῇ αὐτῶν ἀσθε-νείᾳ καὶ ψυχῆς ἀτολμίᾳ. εἶτά φησιν γεγενῆσθαι ἐκ τοῦ Κολπία ἀνέμου καὶ γυναι-κὸς Βάαυ (τοῦτο δὲ νύκτα ἑρμηνεύει) Αἰῶνα καὶ Πρωτόγονον, θνητοὺς ἄνδρας, οὕτω καλουμένους· εὑρεῖν δὲ τὸν Αἰῶνα τὴν ἀπὸ δένδρων τροφήν. ἐκ τούτων τοὺς γενομένους κληθῆναι Γένος καὶ Γενεάν, καὶ οἰκῆσαι τὴν Φοινίκην· αὐχ-μῶν δὲ γενομένων τὰς χεῖρας εἰς οὐρανὸν ὀρέγειν πρὸς τὸν ἥλιον. τοῦτον γὰρ (φησί) θεὸν ἐνόμιζον μόνον οὐρανοῦ κύριον, Βεελσάμην καλοῦντες, ὅ ἐστι παρὰ Φοίνιξι κύριος οὐρανοῦ, Ζεὺς δὲ παρ’ Ἕλλησιν. Μετὰ δὲ ταῦτα πλάνην Ἕλλησιν αἰτιᾶται λέγων· Οὐ γὰρ ματαίως αὐτὰ πολλαχῶς διεστειλάμεθα, ἀλλὰ πρὸς τὰς αὖθις παρεκδοχὰς τῶν ἐν τοῖς πράγμασιν ὀνομάτων, ἅπερ οἱ Ἕλληνες ἀγνοήσαντες ἄλλως ἐξεδέξαντο, πλανηθέντες τῇ ἀμφιβολίᾳ τῆς μεταφράσεως. Ἑξῆς φησιν· Ἀπὸ γένους Αἰῶνος καὶ Πρωτογόνου γεννηθῆναι αὖθις παῖδας θνη-τούς, οἷς εἶναι ὀνόματα Φῶς καὶ Πῦρ καὶ Φλόξ. οὗτοι (φησίν) εὗρον ἐκ παρα-τριβῆς ξύλων πῦρ καὶ τὴν χρῆσιν ἐδίδαξαν. υἱοὺς δὲ ἐγέννησαν οὗτοι μεγέθει τε καὶ ὑπεροχῇ κρείσσονας, ὧν τὰ ὀνόματα τοῖς ὄρεσιν ἐπετέθη ὧν ἐκρά-τησαν, ὡς ἐξ αὐτῶν κληθῆναι τὸ Κάσσιον καὶ τὸν Λίβανον καὶ τὸν Ἀντιλί-βανον καὶ τὸ Βραθύ. ἐκ τούτων (φησίν) ἐγεννήθησαν Σαμημροῦμος, ὁ καὶ Ὑψουράνιος [καὶ Οὔσωος]· ἀπὸ μητέρων δὲ (φησίν) ἐχρημάτιζον, τῶν τότε γυναικῶν ἀνέδην μισγομένων οἷς ἐντύχοιεν. Εἶτά φησι· Τὸν Ὑψουράνιον οἰκῆσαι Τύρον καλύβας τε ἐπινοῆσαι ἀπὸ καλάμων καὶ θρύων καὶ παπύρου, στασιάσαι δὲ πρὸς τὸν ἀδελφὸν Οὔσωον, ὃς σκέπην τῷ σώματι πρῶτος ἐκ δερμάτων ὧν ἴσχυσεν συλλαβεῖν θηρίων εὗρεν. ῥαγ-δαίων δὲ γενομένων ὄμβρων καὶ πνευμάτων παρατριβέντα τὰ ἐν τῇ Τύρῳ δένδρα πῦρ ἀνάψαι καὶ τὴν αὐτόθι ὕλην καταφλέξαι. δένδρου δὲ λαβόμενον τὸν Οὔσωον καὶ ἀποκλαδεύσαντα πρῶτον τολμῆσαι εἰς θάλατταν ἐμβῆναι· ἀνιερῶσαι δὲ δύο στήλας πυρὶ καὶ πνεύματι καὶ προσκυνῆσαι αἷμά τε σπέν-δειν αὐταῖς ἐξ ὧν ἤγρευε θηρίων. τούτων δὲ τελευτησάντων τοὺς ἀπο-λειφθέντας φησὶ ῥάβδους αὐτοῖς ἀφιερῶσαι καὶ τὰς στήλας προσκυνεῖν καὶ τού-τοις ἑορτὰς ἄγειν κατ’ ἔτος. χρόνοις δὲ ὕστερον πολλοῖς ἀπὸ τῆς Ὑψουρανίου γενεᾶς γενέσθαι Ἀγρέα καὶ Ἁλιέα, τοὺς ἁλιείας καὶ ἄγρας εὑρετάς, ἐξ ὧν κληθῆναι ἀγρευτὰς καὶ ἁλιεῖς· ἐξ ὧν γενέσθαι δύο ἀδελφοὺς σιδήρου εὑρετὰς καὶ τῆς τούτου ἐργασίας, ὧν θάτερον τὸν Χουσὼρ λόγους ἀσκῆσαι καὶ ἐπῳ-δὰς καὶ μαντείας· εἶναι δὲ τοῦτον τὸν Ἥφαιστον, εὑρεῖν δὲ ἄγκιστρον καὶ δέλεαρ καὶ ὁρμιὰν καὶ σχεδίαν πρῶτόν τε πάντων ἀνθρώπων πλεῦσαι· διὸ καὶ ὡς θεὸν αὐτὸν μετὰ θάνατον ἐσεβάσθησαν. καλεῖσθαι δὲ αὐτὸν καὶ Δία Μειλίχιον· οἱ δὲ τοὺς ἀδελφοὺς αὐτοῦ τοίχους φασὶν ἐπινοῆσαι ἐκ πλίνθων. μετὰ ταῦτα ἐκ τοῦ γένους τούτων γενέσθαι νεανίας δύο, καλεῖσθαι δὲ αὐτῶν τὸν μὲν Τεχνίτην, τὸν δὲ Γήϊνον Αὐτόχθονα. οὗτοι ἐπενόησαν τῷ πηλῷ τῆς πλίνθου συμμιγνύειν φορυτὸν καὶ τῷ ἡλίῳ αὐτὰς τερσαίνειν, ἀλλὰ καὶ στέγας ἐξεῦρον. ἀπὸ τούτων ἐγένοντο ἕτεροι, ὧν ὁ μὲν Ἀγρὸς ἐκαλεῖτο, ὁ δὲ Ἀγροῦ Ἥρως ἢ Ἀγρότης, οὗ καὶ ξόανον εἶναι μάλα σεβάσμιον καὶ ναὸν ζυγοφορούμενον ἐν Φοινίκῃ· παρὰ δὲ Βυβλίοις ἐξαιρέτως θεῶν ὁ μέγιστος ὀνομάζεται. ἐπενόησαν δὲ οὗτοι αὐλὰς προστιθέναι τοῖς οἴκοις καὶ περιβόλους καὶ σπήλαια. ἐκ τούτων ἀγρόται καὶ κυνηγοί. οὗτοι δὲ καὶ Ἀλῆται καὶ Τιτᾶνες καλοῦνται. ἀπὸ τούτων γενέσθαι Ἄμυνον καὶ Μάγον, οἳ κατέδειξαν κώμας καὶ ποίμνας. ἀπὸ τούτων γενέσθαι Μισὼρ καὶ Συδύκ, τουτέστιν εὔλυτον καὶ δίκαιον. οὗτοι τὴν τοῦ ἁλὸς χρῆσιν εὗρον. ἀπὸ Μισὼρ ὁ Τάαυτος, ὃς εὗρεν τὴν τῶν πρώτων στοιχείων γραφήν· ὃν Αἰγύπτιοι μὲν Θωύθ, Ἀλεξανδρεῖς δὲ Θώθ, Ἕλληνες δὲ Ἑρμῆν ἐκάλεσαν. ἐκ δὲ Συδὺκ Διόσκουροι ἢ Κάβειροι ἢ Κορύβαντες ἢ Σαμοθρᾷκες. οὗτοι (φησί) πρῶτοι πλοῖον εὗρον. ἐκ τούτων γεγόνασιν ἕτεροι, οἳ καὶ βοτάνας
PG 21:63εὗρον καὶ τὴν τῶν δακετῶν ἴασιν καὶ ἐπῳδάς. κατὰ τούτους γίνεταί τις Ἐλιοῦμ, καλούμενος Ὕψιστος, καὶ θήλεια, λεγομένη Βηρούθ· οἳ καὶ κατῴκουν περὶ Βύβλον. ἐξ ὧν γεννᾶται Ἐπίγειος Αὐτόχθων, ὃν ὕστερον ἐκάλεσαν Οὐρα-νόν· ὡς ἀπ’ αὐτοῦ καὶ τὸ ὑπὲρ ἡμᾶς στοιχεῖον δι’ ὑπερβολὴν τοῦ κάλλους ὀνομάζειν οὐρανόν. γεννᾶται δὲ τούτῳ ἀδελφὴ ἐκ τῶν προειρημένων, ἣ καὶ ἐκλήθη Γῆ. καὶ διὰ τὸ κάλλος ἀπ’ αὐτῆς (φησίν) ἐκάλεσαν τὴν ὁμώνυμον γῆν. ὁ δὲ τούτων πατὴρ ὁ Ὕψιστος ἐν συμβολῇ θηρίων τελευτήσας ἀφιερώθη, ᾧ χοὰς καὶ θυσίας οἱ παῖδες ἐτέλεσαν. παραλαβὼν δὲ ὁ Οὐρανὸς τὴν τοῦ πατρὸς ἀρχὴν ἄγεται πρὸς γάμον τὴν ἀδελφὴν Γῆν καὶ ποιεῖται ἐξ αὐτῆς παῖδας τέσσαρας, Ἦλον, τὸν καὶ Κρόνον, καὶ Βαίτυλον καὶ Δαγών, ὅς ἐστι Σίτων, καὶ Ἄτλαντα. καὶ ἐξ ἄλλων δὲ γαμετῶν ὁ Οὐρανὸς πολλὴν ἔσχεν γε-νεάν. διὸ χαλεπαίνουσα ἡ Γῆ τὸν Οὐρανὸν ζηλοτυποῦσα κακίζει, ὡς καὶ δια-στῆναι ἀλλήλων. ὁ δὲ Οὐρανὸς ἀποχωρήσας αὐτῆς, μετὰ βίας, ὅτε καὶ ἐβούλετο, ἐπιὼν καὶ πλησιάζων αὐτῇ πάλιν ἀπηλλάσσετο. ἐπιχειρεῖν δὲ καὶ τοὺς ἐξ αὐτῆς παῖδας διαφθείρειν, τὴν δὲ Γῆν ἀμύνασθαι πολλάκις, συμμα-χίαν αὑτῇ συλλεξαμένην. εἰς ἄνδρας δὲ προελθὼν ὁ Κρόνος Ἑρμῇ τῷ τρισμε-γίστῳ συμβούλῳ καὶ βοηθῷ χρώμενοςοὗτος γὰρ ἦν αὐτῷ γραμματεύς τὸν πατέρα Οὐρανὸν ἀμύνεται, τιμωρῶν τῇ μητρί. Κρόνῳ δὲ γίνονται παῖδες Περσεφόνη καὶ Ἀθηνᾶ. ἡ μὲν οὖν πρώτη παρθένος τελευτᾷ, τῆς δὲ Ἀθηνᾶς γνώμῃ καὶ Ἑρμοῦ κατεσκεύασεν Κρόνος ἐκ σιδήρου ἅρπην καὶ δόρυ. εἶτα ὁ Ἑρμῆς τοῖς τοῦ Κρόνου συμμάχοις λόγους μαγείας διαλεχθεὶς πόθον ἐνε-ποίησεν τῆς κατὰ τοῦ Οὐρανοῦ μάχης ὑπὲρ τῆς Γῆς. καὶ οὕτως Κρόνος τὸν Οὐρανὸν πολέμῳ συμβαλὼν τῆς ἀρχῆς ἤλασεν καὶ τὴν βασιλείαν διεδέξατο. ἑάλω δὲ καὶ ἐν τῇ μάχῃ ἡ ἐπέραστος τοῦ Οὐρανοῦ σύγκοιτος ἐγκύμων οὖσα, ἣν ἐκδίδωσιν ὁ Κρόνος Δαγῶνι πρὸς γάμον. τίκτει δὲ παρὰ τούτῳ ὃ κατὰ γαστρὸς ἐξ Οὐρανοῦ ἔφερεν, ὃ καὶ ἐκάλεσε Δημαροῦν. ἐπὶ τούτοις ὁ Κρόνος τεῖχος περιβάλλει τῇ ἑαυτοῦ οἰκήσει καὶ πόλιν πρώτην κτίζει τὴν ἐπὶ Φοι-νίκης Βύβλον. μετὰ ταῦτα τὸν ἀδελφὸν τὸν ἴδιον Ἄτλαντα ὑπονοήσας ὁ Κρόνος μετὰ γνώμης τοῦ Ἑρμοῦ εἰς βάθος γῆς ἐμβαλὼν κατέχωσεν. κατὰ τοῦτον τὸν χρόνον οἱ ἀπὸ τῶν Διοσκούρων σχεδίας καὶ πλοῖα συνθέντες ἔπλευ-σαν, καὶ ἐκριφέντες περὶ τὸ Κάσσιον ὄρος ναὸν αὐτόθι ἀφιέρωσαν. οἱ δὲ σύμ-μαχοι Ἤλου τοῦ Κρόνου Ἐλωεὶμ ἐπεκλήθησαν, ὡς ἂν Κρόνιοι οὗτοι [εἴ]ησαν οἱ λεγόμενοι ἐπὶ Κρόνου. Κρόνος δὲ υἱὸν ἔχων Σάδιδον ἰδίῳ αὐτὸν σιδήρῳ διεχρήσατο, δι’ ὑπονοίας αὐτὸν ἐσχηκώς, καὶ τῆς ψυχῆς, αὐτόχειρ τοῦ παιδὸς γενόμενος, ἐστέρησεν· ὡσαύτως καὶ θυγατρὸς ἰδίας τὴν κεφαλὴν ἀπέτεμεν, ὡς πάντας ἐκπεπλῆχθαι θεοὺς τὴν Κρόνου γνώμην. χρόνου δὲ προϊόντος Οὐρανὸς ἐν φυγῇ τυγχάνων θυγατέρα αὐτοῦ παρθένον Ἀστάρ-την μεθ’ ἑτέρων ἀδελφῶν αὐτῆς δύο, Ῥέας καὶ Διώνης, δόλῳ τὸν Κρόνον ἀνελεῖν ὑποπέμπει· ἃς καὶ ἑλὼν ὁ Κρόνος κουριδίας γαμετὰς ἀδελφὰς οὔσας ἐποιή-σατο. γνοὺς δὲ Οὐρανὸς ἐπιστρατεύει κατὰ τοῦ Κρόνου Εἱμαρμένην καὶ Ὥραν μεθ’ ἑτέρων συμμάχων· καὶ ταύτας ἐξοικειωσάμενος Κρόνος παρ’ αὑτῷ κατέσχεν. ἔτι δὲ (φησίν) ἐπενόησεν θεὸς Οὐρανὸς βαιτύλια, λίθους ἐμψύχους μηχανησάμενος. Κρόνῳ δὲ ἐγένοντο ἀπὸ Ἀστάρτης θυγατέρες ἑπτὰ Τιτανί-δες ἢ Ἀρτέμιδες. καὶ πάλιν τῷ αὐτῷ γίνονται ἀπὸ Ῥέας παῖδες ἑπτά, ὧν ὁ νεώτατος ἅμα τῇ γενέσει ἀφιερώθη· καὶ ἀπὸ Διώνης θήλειαι, καὶ ἀπὸ Ἀστάρτης πάλιν ἄρρενες δύο, Πόθος καὶ Ἔρως. ὁ δὲ Δαγών, ἐπειδὴ εὗρεν σῖτον καὶ ἄροτρον, ἐκλήθη Ζεὺς Ἀρότριος. Συδύκῳ δέ, τῷ λεγομένῳ δικαίῳ, μία τῶν Τιτανίδων συνελθοῦσα γεννᾷ τὸν Ἀσκληπιόν. ἐγεννήθησαν δὲ καὶ ἐν Περαίᾳ Κρόνῳ τρεῖς παῖδες, Κρόνος, ὁμώνυμος τῷ πατρί, καὶ Ζεὺς Βῆλος καὶ Ἀπόλλων. κατὰ τούτους γίνονται Πόντος καὶ Τυφῶν καὶ Νηρεύς, πατὴρ Πόντου, Βήλου δὲ παῖς. ἀπὸ δὲ τοῦ Πόντου γίνεται Σιδών, ἣ καθ’ ὑπερβολὴν εὐφωνίας πρώτη ὕμνον ᾠδῆς εὗρεν, καὶ Ποσειδῶν. τῷ δὲ Δημα-ροῦντι γίνεται Μέλκαθρος, ὁ καὶ Ἡρακλῆς. εἶτα πάλιν Οὐρανὸς πολεμεῖ Πόντῳ καὶ ἀποστὰς Δημαροῦντι προστίθεται· ἔπεισί τε Πόντῳ ὁ Δημαροῦς τροποῦταί τε αὐτὸν ὁ Πόντος, ὁ δὲ Δημαροῦς φυγῆς θυσίαν ηὔξατο. ἔτει δὲ τριακοστῷ δευτέρῳ τῆς ἑαυτοῦ κρατήσεως καὶ βασιλείας ὁ Ἦλος, τοῦτ’ ἔστιν ὁ Κρόνος, Οὐρανὸν τὸν πατέρα λοχήσας ἐν τόπῳ τινὶ μεσογείῳ καὶ λαβὼν ὑποχείριον ἐκτέμνει αὐτοῦ τὰ αἰδοῖα σύνεγγυς πηγῶν τε καὶ ποταμῶν. ἔνθα ἀφιερώθη Οὐρανὸς καὶ ἀπηρτίσθη αὐτοῦ τὸ πνεῦμα καὶ ἀπέσταξεν αὐτοῦ τὸ αἷμα τῶν αἰδοίων εἰς τὰς πηγὰς καὶ τῶν ποταμῶν τὰ ὕδατα, καὶ μέχρι τούτου δείκνυται τὸ χωρίον. Τοσαῦτα μὲν δὴ τὰ τοῦ Κρόνου, καὶ τοιαῦτά γε τὰ σεμνὰ τοῦ παρ’ Ἕλλησι βοωμένου βίου τῶν ἐπὶ Κρόνου, οὓς καί φασι γεγονέναι πρῶτον χρύσεόν τε γένος μερόπων ἀνθρώπων, τῆς μακαριζομένης ἐκείνης τῶν παλαιῶν εὐδαιμονίας. πάλιν δὲ ὁ συγγραφεὺς τούτοις μεθ’ ἕτερα ἐπιφέρει λέγων· Ἀστάρτη δὲ ἡ μεγίστη καὶ Ζεὺς Δημαροῦς καὶ Ἄδωδος, βασιλεὺς θεῶν, ἐβασίλευον τῆς χώρας Κρόνου γνώμῃ. ἡ δὲ Ἀστάρτη ἐπέθηκεν τῇ ἰδίᾳ κεφαλῇ βασιλείας παράσημον κεφαλὴν ταύρου· περινοστοῦσα δὲ τὴν οἰκουμένην εὗρεν ἀεροπετῆ ἀστέρα, ὃν καὶ ἀνελομένη ἐν Τύρῳ τῇ ἁγίᾳ νήσῳ ἀφιέρωσεν. τὴν δὲ Ἀστάρτην Φοίνικες τὴν Ἀφροδίτην εἶναι λέγουσιν. καὶ ὁ Κρόνος δὲ περιιὼν τὴν οἰκουμένην Ἀθηνᾷ τῇ ἑαυτοῦ θυγατρὶ δίδωσι τῆς Ἀττικῆς τὴν βασιλείαν. λοιμοῦ δὲ γενομένου καὶ φθορᾶς τὸν ἑαυτοῦ μονογενῆ υἱὸν ὁ Κρόνος Οὐρανῷ τῷ πατρὶ ὁλοκαρποῖ καὶ τὰ αἰδοῖα περιτέμνε-ται, ταὐτὸν ποιῆσαι καὶ τοὺς ἅμ’ αὐτῷ συμμάχους ἐξαναγκάσας. καὶ μετ’ οὐ πολὺ ἕτερον αὐτοῦ παῖδα ἀπὸ Ῥέας ὀνομαζόμενον Μοὺθ ἀποθανόντα ἱεροῖ· Θάνατον δὲ τοῦτον καὶ Πλούτωνα Φοίνικες ὀνομάζουσιν. καὶ ἐπὶ τούτοις ὁ Κρόνος Βύβλον μὲν τὴν πόλιν θεᾷ Βααλτίδι, τῇ καὶ Διώνῃ, δίδωσι, Βηρυτὸν δὲ Ποσειδῶνι καὶ Καβείροις Ἀγρόταις τε καὶ Ἁλιεῦσιν, οἳ καὶ τὰ τοῦ Πόντου λείψανα εἰς τὴν Βηρυτὸν ἀφιέρωσαν. πρὸ δὲ τούτων θεὸς Τάαυτος μιμησάμενος τῶν συνόντων θεῶν ὄψεις, Κρόνου τε καὶ Δαγῶνος καὶ τῶν λοιπῶν, διετύπωσεν τοὺς ἱεροὺς τῶν στοιχείων χαρακτῆρας. ἐπενόησεν δὲ καὶ τῷ Κρόνῳ παράσημα βασιλείας ὄμματα τέσσαρα ἐκ τῶν ἐμπροσθίων καὶ ὀπισθίων μερῶν, [δύο μὲν ἀτενὲς βλέποντα], δύο δὲ ἡσυχῆ μύοντα, καὶ ἐπὶ τῶν ὤμων πτερὰ τέσσαρα, δύο μὲν ὡς ἱπτάμενα, δύο δὲ ὡς ὑφειμένα. τὸ δὲ σύμβολον ἦν, ἐπειδὴ Κρόνος κοιμώμενος ἔβλεπεν καὶ ἐγρηγορὼς ἐκοιμᾶτο· καὶ ἐπὶ τῶν πτερῶν ὁμοίως, ὅτι ἀναπαυόμενος ἵπτατο καὶ ἱπτάμενος ἀνεπαύετο. τοῖς δὲ λοιποῖς θεοῖς δύο ἑκάστῳ πτερώματα ἐπὶ τῶν ὤμων, ὡς ὅτι δὴ συνίπταντο τῷ Κρόνῳ. καὶ αὐτῷ δὲ πάλιν ἐπὶ τῆς κεφαλῆς πτερὰ δύο, ἓν ἐπὶ τοῦ ἡγεμονικωτάτου νοῦ καὶ ἓν ἐπὶ τῆς αἰσθήσεως. ἐλθὼν δὲ ὁ Κρόνος εἰς Νότου χώραν ἅπασαν τὴν Αἴγυπτον παρέδωκεν θεῷ Τααύτῳ, ὅπως βασίλειον αὐτῷ γένηται. ταῦτα δὲ (φησί) πρῶτοι πάντων ὑπεμνηματίσαντο οἱ ἑπτὰ Συδύκου παῖδες Κάβειροι καὶ ὁ ὄγδοος αὐτῶν ἀδελφὸς Ἀσκληπιός, ὡς αὐτοῖς ἐνετείλατο θεὸς Τάαυτος. ταῦτα πάντα ὁ Θαβίωνος, πάμπρω-
PG 21:71τος τῶν ἀπ’ αἰῶνος γεγονότων Φοινίκων ἱεροφάντης ἀλληγορήσας τοῖς τε φυσικοῖς καὶ κοσμικοῖς πάθεσιν ἀναμίξας, παρέδωκεν τοῖς ὀργεῶσι καὶ τελετῶν κατάρχουσι προφήταις· οἱ δὲ τὸν τῦφον αὔξειν ἐκ παντὸς ἐπινοοῦντες ταῖς αὐτῶν διαδοχαῖς παρέδοσαν καὶ τοῖς ἐπεισάκτοις· ὧν ἦν καὶ Εἰσίριος, τῶν τριῶν γραμμάτων εὑρετής, ἀδελφὸς Χνᾶ τοῦ μετονομασθέντος Φοίνικος. Εἶθ’ ἑξῆς αὖθις ἐπιλέγει· Οἱ δὲ Ἕλληνες εὐφυί̈ᾳ πάντας ὑπερβαλλόμενοι τὰ μὲν πρῶτα πλεῖστα ἐξιδιώσαντο, εἶτα τοῖς προ[ς]κοσμήμασι ποικίλως ἐξετραγῴδησαν ταῖς τε τῶν μύθων ἡδοναῖς θέλγειν ἐπινοοῦντες παντοίως ἐποίκιλλον· ἔνθεν Ἡσίοδος οἵ τε κυκλικοὶ περιηχημένοι Θεογονίας καὶ Γιγαντομαχίας καὶ Τιτανομαχίας ἔπλασαν ἰδίας καὶ ἐκτομάς· οἷς συμπεριφερόμενοι ἐξενίκησαν τὴν ἀλήθειαν. σύντροφοι δὲ τοῖς ἐκείνων πλάσμασιν αἱ ἀκοαὶ ἡμῶν γενόμεναι καὶ προληφθεῖσαι πολλοῖς αἰῶσιν ὡς παρακαταθήκην φυλάσσουσιν ἥνπερ ἐδέξαντο μυθοποιίαν, καθάπερ καὶ ἀρχόμενος εἶπον, ἥτις συνεργηθεῖσα χρόνῳ δυσεξί-τητον αὐτῆς τὴν κατοχὴν ἀπείργασται, ὥστε τὴν μὲν ἀλήθειαν δοκεῖν λῆρον, τὸ δὲ τῆς ἀφηγήσεως νόθον ἀλήθειαν. Ταῦτα ἀπὸ τῆς Σαγχουνιάθωνος προκείσθω γραφῆς, ἑρμηνευ-θείσης μὲν ὑπὸ Φίλωνος τοῦ Βυβλίου, δοκιμασθείσης δὲ ὡς ἀληθοῦς ὑπὸ τῆς Πορφυρίου τοῦ φιλοσόφου μαρτυρίας. ὁ δ’ αὐτὸς ἐν τῷ Περὶ Ἰουδαίων συγγράμματι ἔτι καὶ ταῦτα περὶ τοῦ Κρόνου γράφει· Τάαυτος, ὃν Αἰγύπτιοι προσαγορεύουσιν Θωύθ, σοφίᾳ διενεγκὼν παρὰ τοῖς Φοίνιξιν, πρῶτος τὰ κατὰ τὴν θεοσέβειαν ἐκ τῆς τῶν χυδαίων ἀπειρίας εἰς ἐπιστημονικὴν ἐμπειρίαν διέταξεν. ᾧ μετὰ γενεὰς πλείους θεὸς Σουρμου-βηλὸς Θουρώ τε ἡ μετονομασθεῖσα Χούσαρθις ἀκολουθήσαντες κεκρυμμένην τοῦ Τααύτου καὶ ἀλληγορίαις ἐπεσκιασμένην τὴν θεολογίαν ἐφώτισαν. Καὶ μετὰ βραχέα φησίν· Ἔθος ἦν τοῖς παλαιοῖς ἐν ταῖς μεγάλαις συμφοραῖς τῶν κινδύνων ἀντὶ τῆς πάντων φθορᾶς τὸ ἠγαπημένον τῶν τέκνων τοὺς κρατοῦντας ἢ πόλεως ἢ ἔθνους εἰς σφαγὴν ἐπιδιδόναι, λύτρον τοῖς τιμωροῖς δαίμοσιν· κατεσφάτ-τοντο δὲ οἱ διδόμενοι μυστικῶς. Κρόνος τοίνυν, ὃν οἱ Φοίνικες Ἢλ προσαγορεύουσιν, βασιλεύων τῆς χώρας καὶ ὕστερον μετὰ τὴν τοῦ βίου τελευτὴν ἐπὶ τὸν τοῦ Κρόνου ἀστέρα καθιερωθείς, ἐξ ἐπιχωρίας νύμφης Ἀνωβρὲτ λεγομένης υἱὸν ἔχων μονογενῆ (ὃν διὰ τοῦτο Ἰεοὺδ ἐκάλουν, τοῦ μονογενοῦς οὕτως ἔτι καὶ νῦν καλουμένου παρὰ τοῖς Φοίνιξι) κινδύνων ἐκ πολέμου μεγίστων κατειληφότων τὴν χώραν βασιλικῷ κοσμήσας σχήματι τὸν υἱὸν βωμόν τε κατα-σκευασάμενος κατέθυσεν. Ὁ δ’ αὐτὸς πάλιν περὶ τῶν Φοινίκων στοιχείων ἐκ τῶν Σαγχουνιά-θωνος μεταβάλλων θέα ὁποῖά φησι περὶ τῶν ἑρπυστικῶν καὶ ἰοβόλων θηρίων, ἃ δὴ χρῆσιν μὲν ἀγαθὴν ἀνθρώποις οὐδεμίαν συντελεῖ, φθορὰν δὲ καὶ λύμην οἷς ἂν τὸν δυσαλθῆ καὶ χαλεπὸν ἰὸν ἐγχρίμψειεν ἀπερ-γάζεται. γράφει δὲ καὶ ταῦτα πρὸς λέξιν ὧδέ πως λέγων· Τὴν μὲν οὖν τοῦ δράκοντος φύσιν καὶ τῶν ὄφεων αὐτὸς ἐξεθείασεν ὁ Τάαυτος καὶ μετ’ αὐτὸν αὖθις Φοίνικές τε καὶ Αἰγύπτιοι· πνευματικώτατον γὰρ τὸ ζῷον πάντων τῶν ἑρπετῶν καὶ πυρῶδες ὑπ’ αὐτοῦ παρεδόθη· παρ’ ὃ καὶ τάχος ἀνυπέρβλητον διὰ τοῦ πνεύματος παρίστησιν, χωρὶς ποδῶν τε καὶ χειρῶν ἢ ἄλλου τινὸς τῶν ἔκτοθεν, δι’ ὧν τὰ λοιπὰ ζῷα τὰς κινήσεις ποιεῖται· καὶ ποικίλων σχημάτων τύπους ἀποτελεῖ καὶ κατὰ τὴν πορείαν ἑλικοειδεῖς ἔχει τὰς ὁρμὰς ἐφ’ ὃ βούλεται τάχος. καὶ πολυχρονιώτατον δέ ἐστιν οὐ μόνον τε ἐκδυόμενον τὸ γῆρας νεάζειν, ἀλλὰ καὶ αὔξησιν ἐπιδέχεσθαι μείζονα πέ-φυκεν· καὶ ἐπειδὰν τὸ ὡρισμένον μέτρον πληρώσῃ, εἰς ἑαυτὸν ἀναλίσκεται, ὡς ἐν ταῖς ἱεραῖς ὁμοίως αὐτὸς ὁ Τάαυτος κατέταξεν γραφαῖς. διὸ καὶ ἐν ἱεροῖς τοῦτο τὸ ζῷον καὶ μυστηρίοις συμπαρείληπται. εἴρηται δὲ ἡμῖν περὶ αὐτοῦ ἐν τοῖς ἐπιγεγραμμένοις Ἐθῶ[ν Ὀ]θ[νε]ίων ὑπομνήμασιν ἐπὶ πλεῖον, ἐν οἷς κατασκευάζεται ὅτι ἀθάνατον εἴη καὶ ὡς εἰς ἑαυτὸν ἀναλύεται, ὥσπερ πρόκειται· οὐ γὰρ θνήσκει ἰδίῳ θανάτῳ εἰ μὴ βίᾳ τινὶ πληγὲν τοῦτο τὸ ζῷον. Φοίνικες δὲ αὐτὸ Ἀγαθὸν Δαίμονα καλοῦσιν. ὁμοίως καὶ Αἰγύπτιοι Κνὴφ ἐπονομάζουσιν· προστιθέασιν δὲ αὐτῷ ἱέρακος κεφαλήν, διὰ τὸ πρακτικὸν τοῦ ἱέρακος. καί φησιν Ἐπήεις ἀλληγορῶν (ὁ ὀνομασθεὶς παρ’ αὐτοῖς μέγιστος ἱεροφάντης καὶ ἱερογραμματεύς, ὃν μετέφρασεν Ἄρειος Ἡρακλεο-πολίτης) κατὰ λέξιν οὕτως· τὸ πρῶτον ὂν θειότατον ὄφις ἐστὶν ἱέρακος ἔχων μορφήν, ἄγαν ἐπίχαρις· ὃς εἰ ἀναβλέψειεν, φωτὸς τὸ πᾶν ἐπλήρου ἐν τῇ πρω-τογόνῳ χώρᾳ αὐτοῦ· εἰ δὲ καμμύσειεν, σκότος ἐγίνετο· ἔμφασιν διδοὺς ὁ Ἐπήεις ὅτι καὶ διάπυρόν ἐστι διὰ τοῦ φάναι διηύγασεν· φωτὸς γὰρ ἴδιόν ἐστι τὸ διαυγάσαι. παρὰ Φοινίκων δὲ καὶ Φερεκύδης λαβὼν τὰς ἀφορμὰς ἐθεολό-γησεν περὶ τοῦ παρ’ αὐτῷ λεγομένου Ὀφίονος θεοῦ καὶ τῶν Ὀφιονιδῶν, περὶ ὧν αὖθις λέξομεν. ἔτι μὴν οἱ Αἰγύπτιοι ἀπὸ τῆς αὐτῆς ἐννοίας τὸν κό-σμον γράφοντες περιφερῆ κύκλον ἀεροειδῆ καὶ πυρωπὸν χαράσσουσιν καὶ μέσα τεταμένον ὄφιν ἱερακόμορφον (καὶ ἔστι τὸ πᾶν σχῆμα ὡς τὸ παρ’ ἡμῖν Θῆτα), τὸν μὲν κύκλον κόσμον μηνύοντες, τὸν δὲ μέσον ὄφιν συνεκτικὸν τούτου Ἀγαθὸν Δαίμονα σημαίνοντες. καὶ Ζωροάστρης δὲ ὁ μάγος ἐν τῇ Ἱερᾷ Συναγωγῇ τῶν Περσικῶν φησι κατὰ λέξιν· Ὁ δὲ θεός ἐστι κεφαλὴν ἔχων ἱέρα-κος. οὗτός ἐστιν ὁ πρῶτος, ἄφθαρτος, ἀί̈διος, ἀγένητος, ἀμερής, ἀνομοιότατος, ἡνίοχος παντὸς καλοῦ, ἀδωροδόκητος, ἀγαθῶν ἀγαθώτατος, φρονίμων φρονι-μώτατος· ἔστι δὲ καὶ πατὴρ εὐνομίας καὶ δικαιοσύνης, αὐτοδίδακτος, φυσικὸς καὶ τέλειος καὶ σοφὸς καὶ ἱεροῦ φυσικοῦ μόνος εὑρετής. τὰ δ’ αὐτὰ καὶ Ὀστά-νης φησὶ περὶ αὐτοῦ ἐν τῇ ἐπιγραφομένῃ Ὀκτατεύχῳ. πάντες δὲ τὰς ἀφορμὰς παρὰ τοῦ Τααύτου λαβόντες ἐφυσιολόγησαν, ὥσπερ πρόκειται. καὶ τὰ μὲν πρῶτα στοιχεῖα τὰ διὰ τῶν ὄφεων, ναοὺς κατασκευασάμενοι, ἐν ἀδύ-τοις ἀφιέρωσαν, καὶ τούτοις ἑορτὰς καὶ θυσίας ἐπετέλουν καὶ ὄργια, θεοὺς τοὺς μεγίστους νομίζοντες καὶ ἀρχηγοὺς τῶν ὅλων. τοσαῦτα καὶ περὶ τῶν ὄφεων. Ἀλλὰ γὰρ τὰ μὲν τῆς Φοινίκων θεολογίας τοῦτον περιέχει τὸν τρόπον· ἧς ἀμεταστρεπτεὶ φεύγειν καὶ τῆς τῶν παλαιῶν φρενοβλαβείας τὴν ἴασιν μεταδιώκειν ὁ σωτήριος εὐαγγελίζεται λόγος. ὅτι δὲ μὴ μῦθοι ταῦτα καὶ ποιητῶν ἀναπλάσματα λανθάνουσάν τινα ἐν ὑπονοίαις ἔχοντα θεωρίαν τυγχάνει, σοφῶν δὲ καὶ παλαιῶν, ὡς ἂν αὐτοὶ φαῖεν, θεολόγων ἀληθεῖς μαρτυρίαι, τὰ καὶ ποιητῶν ἁπάντων καὶ λογογρά-φων πρεσβύτερα περιέχουσαι τό τε πιστὸν τῶν λόγων ἐπαγόμεναι ἀπὸ τῆς εἰσέτι δεῦρο ἐν ταῖς κατὰ Φοινίκην πόλεσί τε καὶ κώμαις κρατού-σης τῶν θεῶν προσηγορίας τε καὶ ἱστορίας τῶν τε παρ’ ἑκάστοις ἐπι-τελουμένων μυστηρίων, δῆλον ἂν εἴη, ὡς μηκέτι χρῆναι τούτων βιαίους ἀνιχνεύειν φυσιολογίας, σαφῆ τὸν ἐξ αὑτῶν ἔλεγχον ἐπιφερομένων τῶν πραγμάτων. τοιαύτη μὲν οὖν ἡ Φοινίκων θεολογία· ὥρα δὲ μεταβάντας καὶ τὰ Αἰγυπτίων ἐπιθεωρῆσαι.
ἐξεμάστευσε τὰ Τααύτου, εἰδὼς, ὅτι τῶν ὑφ᾽ ἥλιον Ἱστορεῖ δὲ ταῦτα Σαγχουνιάθων, ἀνὴρ παλαί τατος, καὶ τῶν Τρωικών χρόνων, ὡς φασί, πρε- σβύτερος, ὃν καὶ ἐπ' ἀκριβείᾳ καὶ ἀληθείᾳ τῆς Φοι- νικικῆς ἱστορίας ἀποδεχθῆναι μαρτυροῦσι. Φίλων δὲ τούτου πᾶσαν τὴν συγγραφήν, ὁ Βύβλος, οὐχ δ Έβραῖος, μεταβαλὼν ἀπὸ τῆς Φοινίκων γλώσ σης ἐπὶ τὴν Ἑλλάδα φωνὴν, ἐξέδωκε. Μέμνηται τούτων ὁ καθ᾿ ἡμᾶς τὴν καθ᾿ ἡμῶν πεποιημένος συσκευήν, ἐν τετάρτῳ τῆς πρὸς ἡμᾶς ὑποθέσεως, ὧδε τῷ ἀνδρὶ μαρτυρῶν πρὸς λέξιν. • Ιστορεῖ δὲ τὰ περὶ Ἰουδαίων ἀληθέστατα, ὅτι καὶ τοῖς τόποις καὶ τοῖς ονόμασιν αὐτῶν τὰ συμφωνότατα, Σαγχουνιάθων δ Βηρύτιος, εἰληφὼς τὰ ὑπομνήματα παρὰ Ἱερομβάλου τοῦ ἱερέως Θεοῦ τοῦ Ἰευώ. Ος ᾿Αβιβάλῳ τῷ βασιλεῖ Βηρυτίων τὴν ἱστορίαν ἀναθεὶς, ὑπ' ἐκείνου καὶ τῶν κατ' αὐτὸν ἐξεταστῶν τῆς ἀληθείας, παρεδέχθη. Οἱ δὲ τούτων χρόνοι καὶ πρὸ τῶν Τρωϊκῶν πίπτουσε χρόνων, καὶ σχεδὸν τοῖς Μωσέως πλησιάζουσιν, ὡς αἱ τῶν Φοινίκης βασιλέων μηνύουσι διαδοχαί. Σαγ χουνιάθων δὲ κατὰ τὴν Φοινίκων διάλεκτον, φιλαλή θως τὴν παλαιὰν ἱστορίαν ἐκ τῶν κατὰ πόλιν ὑπο- μνημάτων, καὶ τῶν ἐν τοῖς ἱεροῖς ἀναγραφῶν συναγα γὼν καὶ συγγράψας, ἐπὶ Σεμιράμεως γέγονε τῆς Ασσυρίων βασιλίδος, ἢ πρὸ τῶν Ἰλιακῶν, ἢ κατ' αὐτούς γε τοὺς χρόνους γενέσθαι ἀναγέγραπται· τὰ δὲ τοῦ Σαγχουνιάθωνος εἰς Ελλάδα γλῶσσαν ἡρμή νευσε Φίλων ὁ Βύβλιος. » Ταῦτα μὲν ὁ δηλωθεὶς, ἀλήθειαν ὁμοῦ καὶ παλαιότητα τῷ δὴ θεολόγῳ μαρτυ ρήσας. Ὁ δὲ προϊών, οὐ τὸν ἐπὶ πάντων Θεὸν, οὐδὲ μὴν τοὺς κατ' οὐρανὸν, θνητοὺς δὲ ἄνδρας καὶ γυναῖκας, οὐδὲ τὸν τρόπον ἀστείους, οἵους δι' ἀρετὴν ἄξιον εἶναι ἀποδέξασθαι, ἢ ζηλῶσαι τῆς φιλοσοφίας, φαυλότητος δὲ καὶ μοχθηρίας ἁπάσης κακίαν περιβεβλημένους θεολογεῖ· καὶ μαρτυρεί γε τούτους αὐτοὺς ἐκείνους εἶναι, τοὺς εἰσέτι καὶ νῦν θεοὺς παρὰ τοῖς πᾶσι νενα μισμένους κατά τε τὰς πόλεις καὶ τὰς χώρας. Δέχου δὲ καὶ τούτων ἐκ τῶν ἐγγράφων τὰς ἀποδείξεις. Ὁ δὴ Φίλων εἰς ἐννέα βίβλους τὴν πᾶσαν τοῦ Σαγχουνιά- θωνος πραγματείαν διελών, κατὰ τὸ προοίμιον τοῦ πρώτου συγγράμματος αὐτοῖς ῥήμασι προλέγει περὶ τοῦ Σαγχουνιάθωνος ταῦτα· « Τούτων οὕτως ἐχόντων, Σαγχουνιάθων ἀνὴρ πολυμαθὴς καὶ πολυπράγμων γενόμενος, καὶ τὰ ἐξ ἀρχῆς, ἀφ᾽ οὗ τὰ πάντα συν έστη, παρὰ πάντων εἰδέναι ποθῶν, πολύ φροντιστικῶς ' γεγονότων, πρῶτος ἐστι Τάαυτος ὁ τῶν γραμμάτων την εὕρεσιν ἐπινοήσας, καὶ τῆς τῶν ὑπομνημάτων γραφῆς κατάρξας· καὶ ἀπὸ τοῦδε ὥσπερ κρηπίδα βα- λόμενος τοῦ λόγου, ὃν Αἰγύπτιοι μὲν ἐκάλεσαν θωύθ, ᾿Αλεξανδρεῖς δὲ Θωθ, Ἑρμῆν δὲ Ἕλληνες μετέφρασαν.» Ταῦτα εἰπὼν ἐπιμέμφεται τοῖς νεωτέροις τοῖς μετὰ ταῦτα, ὡς ἂν βεβιασμένως καὶ οὐκ ἀληθῶς τοὺς περὶ θεῶν μύθους ἐπ' ἀλληγορίας καὶ φυσικὰς διηγήσεις τε καὶ θεωρίας ἀνάγουσι· λέγει δ' οὖν προϊών « Αλλ οἱ μὲν νεώτατοι τῶν ἱερολόγων, τὰ μὲν γεγονότα EUSEBII CÆSARIENSIS OPP. PARS II. APOLOGETICA. - modum nationes ad ipsos usque Græcos se propagarit. Atque id ipsum præterea vetustissimæ histo- rie monumenta declarant, quam utique Jam tempus est ducto ab Phoeniciis initio, propius intueri. B Res autem istas Sanchuniatho quidam memo- A riæ prodidit, vir antiquissimus, quemque ante Trojana tempora floruisse, summaque cum dili- gentiæ, tum veritatis laude Phoenicum historiam scripsisse testantur. Hujus opera omnia Philo, non Hebræus ille, sed Byblius ex Phænicum idiomate Græcam in linguam conversa vulgavit. Ejusdem quoque meminit, is qui nostra memoria opus illud adversum nos mendaciis fraudibusque textum consarcinavit, dum libro quarto ipsum hujus testi- monii sui prædicatione commendat. Rerum, inquit, ad Judzos pertinentium historiam Sanchuniatho Be rytius summa fide conscripsit; quippe quæ cum eorum locis atque nominibus apprime consentiat, cum præcipua rerum illarum capita ab Hierombalo quodam levi Dei sacerdote accepisset. Hoc illius opus Abibalo regi Berytiorum dedicatum, non mo- do rex, sed etiam ii quorum apud ipsum erat de scriptorum veritate cognoscere, omnes comproba- runt. Atque istorum quidem ælas, Trojanis tempo- ribus antiquior, proxime ad Moysem ipsum accedit, ut ex Phoenicia regum serie quivis auferre potest. Hic igitur Sanchuniatho, qui Phoenicia lingua vete- rem historiam partim ex singularum urbium actis, partim ex templorum monimentis coagmentatam singulari veritatis studio perscripsit, Semiramide, quam lliacis temporibus vel antiquiorem vel æqua- lem fuisse memorant, apud Assyrios regnante, vixit. Ejusdem porro Sanchuniathonis opera Philo Byblius Græco sermone donavit. » Hæc ille, quibus istius theologi cum in scribendo veritatem, tum etiam ve- tustatem nobis testatam reliquit. Verum in operis suscepti progressu non jam Deum universi modera- Lorem, imo ne coli quidem incolas, sed viros quos- dam ac mulierculas morti obnoxios, eosque non ea morum honestate, ut propter virtutem suscipi ac probari mereantur, aut ea præditos sapientia, quæ nos ad ipsorum æmulationem invitet, sed omnibus flagitiis ac sceleribus coopertos nobis pro diis ob- trudit, ac simul eos ipsos esse confirmat, qui pas- sim etiamnum omnibus in oppidis atque regionibus deorum loco celebrantur. Quarum tu rerum certas etiam et ex illorum scriptis depromptas accipe pro- bationes. Philo igitur, qui Sanchuniathonis opus universum novem in libros distribuit, ipso statim p primi libri proœmio hæc ad verbum de eodem au- ctore praefatur : « Hæc cum ita se haberent, Sanchu- niatho vir in primis eruditus, cum operam in rerum plurimarum studio posuisset, cumque gentium om- nium historiam jam usque a prima universi moli- tione nosse vehementer optaret, præcipuam quam- dain in pervestigandis Taauti rebus diligentiam adhibuit, quod satis intelligeret, omnium qui lucem hanc aspexerant, eum litteras principem invenisse, ac scribendorum commentariorum auctorem fuisse: C
Book IILiber Secundus
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 21:75Β ΤΑΔΕ ΤΟ ΔΕΥΤΕΡΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ α. Ἐπιτομὴ τῆς Αἰγυπτίων θεολογίας καὶ ὡς εἰς Ἕλληνας μετεκομίσθη ὅτι τε εὐλόγως τὴν τούτων ἁπάντων ἀποστροφὴν πεποιήμεθα β. Περὶ τοῦ νεωτέραν εἰσῆχθαι τοῖς Ἕλλησιν τὴν παρ’ αὐτοῖς θεολογίαν
PG 21:81γ. Ἐπιτομὴ τῶν παρ’ Ἕλλησι περί τε θεῶν καὶ τῶν παρ’ αὐτοῖς ἡρώων μυθευομέ-νων δ. Περὶ τῶν ἀπορρήτων τελετῶν καὶ τῶν κρυφίων μυστηρίων τῆς πολυθέου πλάνης ε. Τίσι λογισμοῖς τοῦ τὰ ὅμοια τοῖς Ἕλλησι περὶ θεῶν φρονεῖν ἀνεχρήσαμεν 2. Ἀνακεφαλαίωσις τῶν πρόσθεν εἰρημένων ζ. Περὶ τοῦ νεκρῶν εἶναι τάφους τὰ καλούμενα αὐτῶν ἱερὰ τῶν θεῶν η. Ὁποία τις ἦν ἡ τῶν παλαιῶν περὶ θεῶν δόξα θ. Περὶ τῆς Ἑλλήνων σεμνοτέρας δὴ καὶ φυσικωτέρας θεολογίας ι. Ὅπως ὁ Πλάτων περὶ τῆς τῶν παλαιῶν θεολογίας ἐδόξαζεν ια. Περὶ τῆς κατὰ Ῥωμαίους θεολογίας Β Τὰ μὲν δὴ τῆς Φοινίκων θεολογίας τὸν προειρημένον περιέχει τρόπον· ἧς ἀμεταστρεπτεὶ φεύγειν καὶ τῆς τῶν παλαιῶν φρενοβλαβείας τὴν ἴασιν μεταδιώκειν ὁ σωτήριος εὐαγγελίζεται λόγος. ὅτι δὲ μὴ μῦθοι ταῦτα καὶ ποιητῶν ἀναπλάσματα λανθάνουσάν τινα ἐν ὑπονοίαις ἔχοντα θεωρίαν τυγχάνει, σοφῶν δὲ καὶ παλαιῶν, ὡς ἂν αὐτοὶ φαῖεν, θεολόγων ἀληθεῖς μαρτυρίαι, τὰ καὶ ποιητῶν ἁπάντων καὶ λογογράφων πρεσβύτερα περιέχου-σαι τό τε πιστὸν τῶν λόγων ἐπαγόμεναι ἀπὸ τῆς εἰσέτι δεῦρο ἐν ταῖς κατὰ Φοινίκην πόλεσί τε καὶ κώμαις κρατούσης τῶν θεῶν προσηγορίας τε καὶ ἱστορίας τῶν τε παρ’ ἑκάστοις ἐπιτελουμένων μυστηρίων, δῆλον ἂν εἴη ἀπό τε τῆς τῶν λοιπῶν συγγραφέων καὶ δὴ καὶ τῶν νομιζομένων θεολόγων ὁμολογίας, δι’ ἧς ἐμαρτύρησαν τοὺς παλαιοὺς καὶ πρώτους τὰ περὶ θεῶν συστησαμένους μηδὲν εἰς φυσικὰς ἀναφέρειν τροπολογίας μηδ’ ἀλληγορεῖν τοὺς περὶ θεῶν μύθους, ἐπὶ μόνης δὲ τῆς λέξεως φυλάττειν τὰς ἱστορίας. ταῦτα γὰρ αἱ προπαρατεθεῖσαι τῶν εἰρημένων ἐδήλουν φωναί, ὡς μηκέτι χρῆναι τούτων βιαίους ἀνιχνεύειν φυσιολογίας, σαφῆ τὸν ἐξ αὑτῶν ἔλεγχον ἐπιφερομένων τῶν πραγμάτων. Τοιαύτη μὲν οὖν ἡ Φοινίκων θεολογία. ὥρα δὲ μεταβάντας καὶ τὰ Αἰγυπτίων ἐπιθεωρῆσαι, εἰς τὸ κατανοῆσαι ἀκριβῶς καὶ συνιδεῖν ἐξητασμένως, εἰ μὴ κεκριμένη καὶ εὔλογος συνέστηκεν ἡμῖν ἡ ἐξ αὐτῶν ἀναχώρησις οὐδ’ ἄλλως ἢ διὰ μόνης τῆς εὐαγγελικῆς ἀποδείξεως, πρώτιστα πάντων αὐτοῖς Αἰγυπτίοις, εἶτα δὲ καὶ τοῖς τὰ ἴσα φρονοῦσιν αὐτοῖς κατωρθωμένη. πᾶσαν μὲν οὖν τὴν Αἰγυπτιακὴν ἱστορίαν εἰς πλάτος τῇ Ἑλλήνων μετείλη-φεν φωνῇ ἰδίως τε τὰ περὶ τῆς κατ’ αὐτοὺς θεολογίας Μανεθῶς ὁ Αἰγύπτιος ἔν τε ᾗ ἔγραψεν ἱερᾷ βίβλῳ καὶ ἐν ἑτέροις αὐτοῦ συγγράμμασιν. πλὴν ἀλλὰ καὶ Διόδωρος ὁ πρόσθεν ἡμῖν μνημονευθεὶς ἐκ πλειόνων τὰς ἱστορίας ἀναλεξάμενος καὶ ὡς ἔνι μάλιστα τὰ παρ’ ἑκάστοις ἔθνεσιν ἀπηκριβωκώς, ἐπιφανὴς ἀνὴρ καὶ δόξαν οὐ μικρὰν παιδείας παρὰ πᾶσιν τοῖς φιλολόγοις κτησάμενος, ὁ δὴ καὶ πᾶσαν τὴν παλαιὰν συναγαγὼν ἱστορίαν συνάψας τε τὰ πρῶτα τοῖς ἑξῆς πράγμασιν, τὴν καταρχὴν τῆς ὅλης ἐποιήσατο πραγμα-τείας ἀπὸ τῆς κατ’ Αἰγυπτίους θεολογίας· ἀφ’ ἧς ἡγοῦμαι κρεῖττον εἶναι ποιήσασθαι τὴν τῶν προκειμένων παράθεσιν, ὡς ἂν μᾶλλον οὔσης γνωρι-μωτέρας τοῖς Ἕλλησιν τῆς τούτου γραφῆς. ἱστορεῖ δ’ οὖν ταῦτα πρὸς λέξιν· α. ΕΠΙΤΟΜΗ ΤΗΣ ΑΙΓΥΠΤΙΩΝ ΘΕΟΛΟΓΙΑΣ Φασὶ τοίνυν Αἰγύπτιοι κατὰ τὴν ἐξ ἀρχῆς τῶν ὅλων γένεσιν πρώτους ἀνθρώπους γενέσθαι κατὰ τὴν Αἴγυπτον διά τε τὴν εὐκρασίαν τῆς χώρας καὶ διὰ τὴν φύσιν τοῦ Νείλου. τοῦτον γὰρ πολύγονον ὄντα καὶ τὰς τροφὰς αὐτοφυεῖς παρεχόμενον ῥᾳδίως ἐκτρέφειν τὰ ζῳογονηθέντα. τοὺς δὲ θε-οὺς ἀνθρώπους μὲν ὑπάρξαι θνητούς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τυχεῖν τῆς ἀθανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γενέσθαι. μεθερ-μηνευομένων δὲ αὐτῶν τινὰς μὲν ὁμωνύμους ὑπάρχειν τοῖς οὐρανίοις, τινὰς δὲ ἰδίαν ἐσχηκέναι προσηγορίαν, Ἥλιόν τε καὶ Κρόνον καὶ Ῥέαν, ἔτι δὲ καὶ Δία τὸν ὑπό τινων Ἄμμωνα προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ Ἥφαιστον, ἔτι δὲ Ἑστίαν καὶ τελευταῖον Ἑρμῆν. καὶ πρῶτον μὲν Ἥλιον βασιλεῦσαι τῶν κατ’ Αἴγυπτον, ὁμώνυμον ὄντα τῷ κατ’ οὐρανὸν ἄστρῳ. ἔνιοι δὲ τῶν ἱερέων φασὶ πρῶτον Ἥφαιστον βασιλεῦσαι, πυρὸς εὑρετὴν γενόμενον. μετὰ δὲ ταῦτα τὸν Κρόνον ἄρξαι, καὶ γήμαντα τὴν ἀδελφὴν Ῥέαν γεννῆσαι κατὰ μέν τινας τὸν Ὄσιριν καὶ τὴν Ἶσιν, κατὰ δὲ τοὺς πλείστους Δία τε καὶ Ἥραν, οὓς δι’ ἀρετὴν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου. ἐκ δὲ τούτων γενέσθαι πέντε θεούς, Ὄσιριν καὶ Ἶσιν καὶ Τυφῶνα Ἀπόλλωνά τε καὶ Ἀφροδίτην. καὶ τὸν μὲν Ὄσιριν εἶναι τὸν Διόνυσον, τὴν δὲ Ἶσιν τὴν Δήμητραν. ταύτην δὲ γήμαντα τὸν Ὄσιριν καὶ τὴν βασιλείαν διαδεξάμενον πολλὰ πρᾶ-ξαι πρὸς εὐεργεσίαν τοῦ κοινοῦ· κτίσαι τε πόλιν ἐν τῇ Θηβαί̈δι ἑκατόν-πυλον, ἣν τινὰς μὲν Διὸς πόλιν, ἐνίους δὲ Θήβας προσειπεῖν. ἱδρύσασθαι δὲ καὶ ἱερὸν τῶν γονέων, Διός τε καὶ Ἥρας, καὶ τῶν ἄλλων δὲ θεῶν ναοὺς χρυ-σοῦς, ὧν ἑκάστῳ τιμὰς ἀπονεῖμαι, καὶ καταστῆσαι τοὺς ἐπιμελομένους ἱε-ρεῖς· εὑρετὴν δὲ γενέσθαι τὸν Ὄσιριν τῆς ἀμπέλου πρῶτόν τε ψιλῷ χρήσασθαι καὶ διδάξαι τοὺς ἄλλους ἀνθρώπους τὴν γεωργίαν. τιμᾶ-σθαι δὲ ὑπ’ αὐτοῦ μάλιστα πάντων τὸν Ἑρμῆν διαφόρῳ φύσει κεχορηγη-μένον πρὸς ἐπίνοιαν τῶν δυναμένων ὠφελῆσαι τὸν κοινὸν βίον. εὑρετήν τε γὰρ αὐτὸν γενέσθαι τῶν γραμμάτων καὶ θυσίας θεῶν διατάξασθαι λύραν τε εὑρεῖν καὶ τοὺς Ἕλληνας διδάξαι τὰ περὶ τὴν τούτων ἑρμηνείαν· ἀφ’ οὗπερ αὐτὸν Ἑρμῆν ὀνομασθῆναι. τοῦτον δὲ καὶ τῆς ἐλαίας τὸ φυτὸν εὑρεῖν. τὸν δὲ Ὄσιριν ἐπελθόντα πᾶσαν τὴν οἰκουμένην ἐπὶ μὲν Φοινίκης καταστῆσαι Βού-σιριν, κατὰ δὲ τὴν Αἰθιοπίαν καὶ Λιβύην Ἀνταῖον. αὐτὸν δὲ ἐπιστρατεῦσαι μετὰ τοῦ ἀδελφοῦ τοῦ Ἀπόλλωνος, ὅν φασιν εὑρετὴν γενέσθαι τοῦ φυτοῦ τῆς δάφνης. συστρατεῦσαι δὲ τῷ Ὀσίριδι τοὺς δύο υἱούς, Ἄνουβίν τε καὶ Μακεδόνα, παραλαβεῖν δὲ καὶ τὸν Πᾶνα διαφερόντως ὑπ’ Αἰγυπτίων τιμώ-μενον, οὗ καὶ ἐπώνυμον εἶναι τὴν Πανὸς πόλιν. ὄντι δὲ αὐτῷ περὶ τὴν Τα-φόσιριν ἀχθῆναι τὸ τῶν Σατύρων γένος. φιλόμουσον δὲ ὄντα περιάγειν πλῆ-θος μουσουργῶν, ἐν οἷς παρθένους ἐννέα δυναμένας ᾄδειν καὶ τἆλλα πεπαι-δευμένας, τὰς παρὰ τοῖς Ἕλλησιν ὀνομαζομένας Μούσας, ὧν ἡγεῖσθαι τὸν Ἀπόλλωνα. παντὸς δὲ ἔθνους ὡς θεὸν ἀποδεχομένου τὸν Ὄσιριν διὰ τὰς εὐεργεσίας πανταχοῦ μνημεῖα ἑαυτοῦ καταλιπεῖν. κτίσαι δὲ καὶ πόλεις οὐκ ὀλίγας ἐν Ἰνδοῖς. ἐπελθεῖν δὲ καὶ τὰ ἄλλα τὰ κατὰ τὴν Φρυγίαν ἔθνη καὶ περαιωθῆναι κατὰ τὸν Ἑλλήσποντον εἰς τὴν Εὐρώπην. καὶ Μακεδόνα μὲν τὸν υἱὸν ἀπολιπεῖν βασιλέα τῆς Μακεδονίας, Τριπτολέμῳ δὲ ἐπιτρέψαι τὰς κατὰ τὴν Ἀττικὴν γεωργίας. καὶ μετὰ ταῦτα ἐξ ἀνθρώπων εἰς θεοὺς μεταστάντα τυχεῖν ὑπὸ Ἴσιδος καὶ Ἑρμοῦ ἱερῶν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἐν θεοῖς τιμῶν. τούτους δὲ καὶ τελετὰς καταδεῖξαι καὶ πολλὰ περὶ αὐτοῦ μυστικῶς εἰσηγήσασθαι. ἀναιρεθῆναι δὲ αὐτὸν ὑπὸ Τυφῶ-νος τοῦ ἀδελφοῦ, πονηροῦ καὶ ἀσεβοῦς ὄντος· ὃν διελόντα τὸ σῶμα τοῦ φονευ-θέντος εἰς ἓξ καὶ εἴκοσι μέρη δοῦναι τῶν συνεπιτιθεμένων ἑκάστῳ μερίδα, βουλόμενον ἅπαντας μετασχεῖν τοῦ μύσους. τὴν δὲ Ἶσιν ἀδελφὴν οὖσαν Ὀσίριδος καὶ γυναῖκα μετελθεῖν τὸν φόνον, συναγωνιζομένου τοῦ παιδὸς αὐτῆς Ὥρου. ἀνελοῦσαν δὲ τὸν Τυφῶνα καὶ τοὺς συμπράξαντας παρὰ τὴν νῦν Ἀνταίου κώμην καλουμένην βασιλεῦσαι τῆς Αἰγύπτου. εὑροῦσαν δὲ πάντα τὰ μέρη τοῦ σώματος πλὴν τῶν αἰδοίων τοῦ Ὀσίριδος ἑκάστῳ μέρει περιπλάσαι λέγουσιν αὐτὴν τύπον ἀνθρωποειδῆ, παραπλήσιον Ὀσίριδι τὸ
PG 21:97μέγεθος, ἐξ ἀρωμάτων καὶ κηροῦ καὶ παραδοῦναι τοῖς ἱερεῦσι καθ’ ὅλης τῆς Αἰγύπτου τιμᾶν. καθιερῶσαι δὲ καὶ τῶν γινομένων παρ’ αὐτοῖς ζῴων ἓν ὁποῖον ἂν βουληθῶσιν. τοὺς δὲ ταύρους τοὺς ἱερούς, τόν τε ὀνομαζόμενον Ἆπιν καὶ τὸν Μνεῦιν, Ὀσίριδι καθιερωθῆναι, καὶ τούτους σέβεσθαι καθάπερ θεοὺς κοινῇ καταδειχθῆναι πᾶσιν Αἰγυπτίοις· ταῦτα γὰρ τοῖς εὑροῦσι τὸν τοῦ σίτου καρπὸν συνεργῆσαι πρὸς τὸν σπόρον καὶ τὰς κοινὰς γεωργίας. ὀμόσαι δὲ τὴν Ἶσιν μηδενὸς ἀνδρὸς ἔτι συνουσίαν προσδέξασθαι· μεταστᾶσαν δὲ καὶ αὐτὴν ἐξ ἀνθρώπων τυχεῖν ἀθανάτων τιμῶν καὶ ταφῆναι κατὰ τὴν Μέμφιν. τὰ μὲν οὖν ἀνευρεθέντα τοῦ Ὀσίριδος μέρη ταφῆς ἀξιωθῆναί φασι τὸν εἰρη-μένον τρόπον· τὸ δὲ αἰδοῖον ὑπὸ μὲν Τυφῶνος εἰς τὸν ποταμὸν ῥιφῆναι λέγου-σιν, ὑπὸ δὲ τῆς Ἴσιδος οὐδὲν ἧττον τῶν ἄλλων ἀξιωθῆναι τιμῶν ἰσοθέων. ἔν τε γὰρ τοῖς ἱεροῖς εἴδωλον αὐτοῦ κατασκευάσασαν τιμὰς καταδεῖξαι καὶ τελετὰς καὶ τὰς θυσίας τὰς τῷ θεῷ τούτῳ γινομένας ἐντιμοτάτας ποιῆσαι. διὸ καὶ τοὺς Ἕλληνας ἐξ Αἰγύπτου παρειληφότας τὰ περὶ τοὺς ὀργιασμοὺς καὶ τὰς Διονυσιακὰς ἑορτὰς τιμᾶν τοῦτο τὸ μόριον ἐν τοῖς μυστηρίοις καὶ ταῖς τοῦ θεοῦ τούτου τελεταῖς τε καὶ θυσίαις, ὀνομάζοντας αὐτὸ φαλλόν. τοὺς δὲ λέγοντας ἐν Θήβαις ταῖς Βοιωτικαῖς γεγονέναι τὸν θεὸν ἐκ Σεμέλης καὶ Διὸς σχεδιάζειν. Ὀρφέα γὰρ εἰς Αἴγυπτον παραβαλόντα καὶ μετασχόντα τῆς τελετῆς καὶ τῶν Διονυσιακῶν μυστηρίων μεταλαβεῖν τοῖς τε Καδμείοις φίλον ὄντα καὶ τετιμημένον ὑπ’ αὐτῶν μεταθεῖναι τοῦ θεοῦ τὴν γένεσιν ἐκείνοις χαριζόμενον, τοὺς δὲ ὄχλους τὰ μὲν διὰ τὴν ἄγνοιαν, τὰ δὲ διὰ τὸ βούλεσθαι τὸν θεὸν Ἕλληνα ὀνομάζεσθαι προσδέξασθαι προσηνῶς τὰς τελετὰς καὶ τὰ μυστήρια. ἀφορμὰς δὲ ἔχειν τὸν Ὀρφέα πρὸς τὴν μετάθεσιν τῆς τοῦ θεοῦ γενέσεως καὶ τελετῆς τοιαύτας· Κάδμον ἐκ Θηβῶν ὄντα τῶν Αἰγυπτίων γεν-νῆσαι σὺν ἄλλοις τέκνοις καὶ Σεμέλην· ταύτην δὲ ὑφ’ ὅτου δήποτε φθαρεῖσαν ἔγκυον γενέσθαι καὶ τεκεῖν ἑπτὰ μηνῶν διελθόντων βρέφος οἷόν περ οἱ κατ’ Αἴγυπτον τὸν Ὄσιριν γεγονέναι νομίζουσιν· τὸν δὲ Κάδμον τελευτῆσαν τὸ βρέφος χρυσῶσαι καὶ τὰς καθηκούσας αὐτῷ ποιήσασθαι θυσίας, ἀνάψαι δὲ καὶ τὴν γένεσιν εἰς Δία, σεμνύνοντα τὸν Ὄσιριν καὶ τῆς φθαρείσης τὴν δια-βολὴν ἀφαιρούμενον. διὸ καὶ παρὰ τοῖς Ἕλλησιν ἐκδοθῆναι λόγον ὡς ἡ Κάδ-μου θυγάτηρ Σεμέλη τέτοκεν ἐκ Διὸς Ὄσιριν. ἔπειτα παρελθόντων τῶν μυθογράφων ἐμπλῆσαι τὸ θέατρον καὶ τοῖς ἐπιγινομένοις ἰσχυρὰν πίστιν καὶ ἀμετάθετον γενέσθαι. καθόλου δέ φασι τοὺς Ἕλληνας ἐξιδιάζεσθαι τοὺς ἐπι-φανεστάτους Αἰγυπτίων ἥρωάς τε καὶ θεούς. καὶ γὰρ Ἡρακλέα τὸ γένος Αἰγύπτιον ὄντα δι’ ἀνδρείαν ἐπελθεῖν πολλὴν τῆς οἰκουμένης. ἐξοικειοῦσθαι δὲ αὐτὸν τοὺς Ἕλληνας, καὶ μὴν ἕτερον ὄντα τοῦ ἐξ Ἀλκμήνης παρ’ Ἕλλησιν ὕστερόν ποτε γενομένου. φασὶ δὲ καὶ τὸν Περσέα γενέσθαι κατὰ τὴν Αἴγυπτον καὶ τῆς Ἴσιδος τὴν γένεσιν ὑπὸ τῶν Ἑλλήνων εἰς Ἄργος μεταφέ-ρεσθαι, μυθολογούντων αὐτὴν εἶναι Ἰὼ τὴν εἰς βοὸς τύπον μεταμορφω-θεῖσαν. τὴν αὐτὴν δὲ τοὺς μὲν Ἶσιν, τοὺς δὲ Δήμητραν, τοὺς δὲ Θεσμο-φόρον, ἄλλους δὲ Σελήνην καὶ ἄλλους Ἥραν νομίζειν. τὸν δὲ Ὄσιριν τοὺς μὲν Σάραπιν, τοὺς δὲ Διόνυσον, τοὺς δὲ Πλούτωνα, τοὺς δὲ Ἄμμωνα, τοὺς δὲ Δία, ἑτέρους δὲ Πᾶνα νομίζειν. εὑρέτιν δὲ γενέσθαι φασὶ τὴν Ἶσιν φαρμάκων πολλῶν καὶ ἰατρικῆς ἐπιστήμης· εὑρεῖν δὲ καὶ τὸ τῆς ἀθανα-σίας φάρμακον, δι’ οὗ τὸν υἱὸν Ὧρον ὑπὸ τῶν Τιτάνων ἐπιβουλευθέντα καὶ νεκρὸν εὑρεθέντα καθ’ ὕδατος μὴ μόνον ἀναστῆσαι δοῦσαν τὴν ψυχήν, ἀλλὰ καὶ τῆς ἀθανασίας ποιῆσαι μεταλαβεῖν. τὸν δὲ Ὧρον ὕστατον ὄντα τῶν θεῶν βασιλεῦσαι τῆς Αἰγύπτου. μεθερμηνευόμενον δέ φασιν αὐτὸν εἶναι τὸν Ἀπόλλωνα τήν τε ἰατρικὴν καὶ μαντικὴν ὑπὸ τῆς μητρὸς Ἴσιδος διδαχ-θέντα διὰ τῶν χρησμῶν καὶ θεραπειῶν εὐεργετεῖν. συμφωνεῖται δὲ παρὰ τοῖς πλείστοις ὅτι τοῖς περὶ τὸν Δία καὶ τὸν Ὄσιριν θεοῖς κατὰ τὴν Ἴσιδος ἡλικίαν μεγαλόσωμοί τινες γίγαντες ἐπὶ τὸ τερατῶδες κοσμούμενοι πόλεμον ἤγειραν. νομοθετῆσαι δὲ τοὺς Αἰγυπτίους γαμεῖν ἀδελφὰς διὰ τὸ τὴν Ἶσιν τῷ Ὀσίριδι ἀδελφῷ ὄντι αὐτῆς γαμηθῆναι. Καὶ ταῦτα μὲν περὶ τούτων ἱστοροῦσιν. περὶ δὲ τῶν ἀφιερωμένων ζῴων κατ’ Αἴγυπτον τοιοῦτός τις παρ’ αὐτοῖς κατέχει λόγος· Τινὲς μέν φασι τοὺς ἐξ ἀρχῆς γενομένους θεούς, ὀλίγους ὄντας καὶ κατισχυομένους ὑπὸ τοῦ πλήθους καὶ τῆς ἀσεβείας τῶν γηγενῶν ἀνθρώπων, ὁμοιωθῆναί τισιν ἀλόγοις ζῴοις καὶ οὕτως διαφυγεῖν· ἔπειτα χάριν ἀποδιδόν-τας τῆς σωτηρίας ἀφιερῶσαι τὰς φύσεις αὐτῶν τῶν ζῴων, οἷς ἀφωμοιώ-θησαν. οἱ δέ φασιν ἐν ταῖς πρὸς τοὺς πολεμίους συμβολαῖς κατασκευά-σαντας εἰκόνας τῶν ζῴων ἃ νῦν τιμῶσι φορεῖν ταύτας τοὺς ἡγεμόνας ἐπὶ τῆς κεφαλῆς καὶ τοῦτο γνώρισμα τῆς ἀρχῆς ἔχειν· ἐν δὲ ταῖς κατὰ τῶν ἐχ-θρῶν νίκαις, ὡς ἂν αἴτια γενόμενα τὰ ζῷα, ὧν τὰς εἰκόνας ἔφερον, ἀποθεῶσαι. ἕτεροι δὲ τρίτην αἰτίαν φέρουσι, τῆς χρείας ἕνεκα τῶν ζῴων φάσκοντες αὐτὰ τετιμῆσθαι. τὴν μὲν γὰρ θήλειαν βοῦν τίκτειν καὶ ἀροῦν, τὰ δὲ πρόβατα τί-κτειν καὶ σκέπην παρέχειν καὶ τὴν διὰ τοῦ γάλακτος καὶ τοῦ τυροῦ τροφήν, τὸν δὲ κύνα συνθηρεύειν ἀνθρώποις καὶ φυλακτικὸν εἶναι· διόπερ τὸν θεὸν τὸν παρ’ αὐτοῖς καλούμενον Ἄνουβιν κυνὸς ἔχειν κεφαλήν, ἐμφαίνοντες ὅτι σω-ματοφύλαξ ἦν τῶν περὶ τὸν Ὄσιριν καὶ τὴν Ἶσιν. ἔνιοι δέ φασι τῆς Ἴσιδος προηγουμένους τοὺς κύνας καθ’ ὃν καιρὸν ἐζήτει τὸν Ὄσιριν τά τε θηρία καὶ τοὺς ἀπαντῶντας ἀπείργειν. καὶ τὸν μὲν αἴλουρον πρὸς τὰς ἀσπίδας εὔθετον ὑπάρχειν καὶ τὰ ἄλλα δάκετα τῶν ἑρπετῶν, τὸν δὲ ἰχνεύμονα τὰ τῶν κροκοδείλων ᾠὰ συντρίβειν ἀναιρεῖν τε τοὺς κροκοδείλους πηλῷ κυλιόμενον καὶ ἐπιπηδῶντα κεχηνόσι τοῖς στόμασι, διαφαγόντα δὲ αὐτῶν τὰ ἐντὸς τῆς κοιλίας νεκροὺς ἀπεργάζεσθαι. τῶν δὲ ὀρνέων τὴν μὲν ἶβιν χρησίμην ὑπάρχειν πρός τε τοὺς ὄφεις καὶ τὰς ἀκρίδας καὶ τὰς κάμπας, τὸν δὲ ἱέρακα πρὸς τοὺς σκορπίους καὶ κεράστας καὶ τὰ μικρὰ τῶν δακέτων θηρίων καὶ διὰ τὸ συμβάλλεσθαι ταῖς μαντείαις· τὸν δ’ ἀετὸν διὰ τὸ βασιλικὸν εἶναι. τὸν δὲ τράγον φασὶν ἀποτεθεῶσθαι, καθάπερ καὶ τοῖς Ἕλλησιν τὸν Πρίηπον, διὰ τὸ γεννητικὸν μόριον· τὸ μὲν γὰρ ζῷον εἶναι τοῦτο κατωφερέστατον πρὸς τὰς συνουσίας, τὸ δὲ μόριον τοῦ σώματος τὸ τῆς γενέσεως αἴτιον τιμᾶσθαι προσηκόντως, ὡς ἂν ἀρχέγονον τῆς τῶν ζῴων φύσεως. καθόλου δὲ τὸ αἰδοῖον οὐκ Αἰγυπτίους μόνον, ἀλλὰ καὶ τῶν ἄλλων οὐκ ὀλίγους καθιερω-κέναι κατὰ τὰς τελετάς, ὡς αἴτιον τῆς τῶν ζῴων γενέσεως· τούς τε ἱερεῖς τοὺς παραλαβόντας τὰς πατρικὰς ἱερωσύνας κατ’ Αἴγυπτον τούτῳ τῷ θεῷ μυεῖσθαι. καὶ τοὺς Πᾶνας δὲ καὶ τοὺς Σατύρους φασὶν ἕνεκα τῆς αὐτῆς αἰτίας τιμᾶσθαι παρὰ ἀνθρώποις· διὸ καὶ τὰς εἰκόνας αὐτῶν ἀνατιθέναι τοὺς πλείστους ἐν τοῖς ἱεροῖς ἐντεταμένας καὶ τῇ τοῦ τράγου φύσει παραπλη-σίας· τὸ γάρ τοι ζῷον τοῦτο παραδίδοσθαι πρὸς τὰς συνουσίας ὑπάρχειν ἐνερ-γότατον. τοὺς δὲ ταύρους τοὺς ἱεροὺς τὸν Ἆπιν καὶ τὸν Μνεῦιν τιμᾶσθαι παραπλησίως τοῖς θεοῖς, ἅμα μὲν διὰ τὴν γεωργίαν, ἅμα δὲ καὶ διὰ τὸ τὴν εὕρεσιν τῶν καρπῶν αὐτοῖς ἀνατιθέναι. τοὺς δὲ λύκους τιμᾶσθαι διὰ τὴν πρὸς τοὺς κύνας τῆς φύσεως ὁμοιότητα καὶ ἐπεὶ τὸ παλαιόν, φασίν, τῆς Ἴσιδος
PG 21:101μετὰ τοῦ παιδὸς Ὥρου μελλούσης διαγωνίζεσθαι πρὸς Τυφῶνα παραγενέ-σθαι βοηθὸν ἐξ Ἅιδου τὸν Ὄσιριν τῷ τέκνῳ καὶ τῇ γυναικί, λύκῳ τὴν ὄψιν ὁμοιωθέντα. ἕτεροι δὲ λέγουσιν Αἰθίοπας στρατεύσαντας ἐπὶ τὴν Αἴγυ-πτον ὑπὸ πλήθους λύκων διωχθῆναι· διὸ καὶ Λυκοπολῖτιν κληθῆναι τὴν χώ-ραν. τὸν δὲ κροκόδειλον σέβεσθαί φασι διὰ τὸ μὴ τολμᾶν διανήχεσθαι τὸν Νεῖλον τοὺς ἀπὸ τῆς Ἀραβίας καὶ Λιβύης λῃστὰς τῶν κροκοδείλων χάριν. φασὶ δέ τινα τῶν παρ’ αὐτοῖς βασιλέων διωκόμενον ὑπὸ τῶν ἰδίων κυνῶν καταφυγεῖν εἰς τὴν λίμνην, ἔπειτα ὑπὸ κροκοδείλου παραδόξως ἀναληφθέντα εἰς τὸ πέραν ἀπενεχθῆναι. αἰτίας δὲ καὶ ἄλλας φασίν τινες τῆς τῶν ἀλόγων ζῴων τιμῆς. τοῦ γὰρ πλήθους τὸ παλαιὸν ἀφισταμένου τῶν βασιλέων καὶ συμφρονοῦντος εἰς τὸ μηκέτι βασιλεύεσθαι, ἐπινοῆσαί τινα διάφορα σεβάσματα αὐτοῖς τῶν ζῴων παρασχεῖν, ὅπως ἑκάστων τὸ μὲν παρ’ αὐτοῖς τιμώμενον σεβομένων, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἀφιερωμένων καταφρονούντων μηδέποτε ὁμονοῆσαι δύνωνται πάντες οἱ κατ’ Αἴγυπτον. ὅταν δὲ ἀποθάνῃ τι τῶν εἰρημένων ζῴων, σινδόνι καλύψαντες καὶ μετ’ οἰμωγῆς τὰ στήθη καταπληξά-μενοι ἐν ἱεραῖς θήκαις θάπτουσιν. ὃς δ’ ἄν τι τούτων τῶν ζῴων ἑκὼν δια-φθείρῃ, θανάτῳ περιπίπτει, πλὴν ἐὰν αἴλουρον ἢ τὴν ἶβιν ἀποκτείνῃ· ταῦτα δὲ ἐάν τε ἑκὼν ἐάν τε ἄκων ἀποκτείνῃ τις, πάντως θανάτῳ περιπίπτει. ἀλλὰ μὴν καὶ καθ’ ἣν ἂν οἰκίαν εὑρεθῇ κύων τετελευτηκώς, ξυρῶνται πάντες ὅλον τὸ σῶμα καὶ ποιοῦνται πένθος· κἂν οἶνος ἢ σῖτος ἤ τι τῶν πρὸς τὸν βίον ἀναγ-καίων τύχῃ κείμενον ἐν τῷ οἴκῳ, οὐκ ἂν ἔτι χρήσασθαι αὐτοῖς ὑπομείνειαν. τρέφουσι δὲ τὸν Ἆπιν ἐν Μέμφει καὶ τὸν Μνεῦιν ἐν Ἡλίου πόλει καὶ τὸν τράγον ἐν Μένδητι καὶ τὸν κροκόδειλον ἐν τῇ Μοίριδος λίμνῃ καὶ τὰ λοιπὰ θηρία ἐν ἱεροῖς περιβόλοις, σεμίδαλιν προσφέροντες ἢ χόνδρον ἕψοντες ἐν γάλακτι καὶ πέμματα παντοδαπὰ μέλιτι φύροντες καὶ κρέα χήνεια τὰ μὲν ἕψοντες, τὰ δὲ ὀπτῶντες. τοῖς δὲ ὠμοφάγοις πολλὰ τῶν ὀρνέων παραβάλλουσιν, καὶ θηλείας ἑκάστῳ τῶν ζῴων τὰς εὐειδεστάτας συντρέφουσιν, ἃς παλλα-κίδας προσαγορεύουσιν. ὅταν δὲ ὁ Ἆπις τελευτήσας ταφῇ μεγαλο-πρεπῶς, ζητοῦσιν ἕτερον ὅμοιον· ὅταν δὲ εὑρεθῇ, τὰ μὲν πλήθη τοῦ πέν-θους ἀπολύεται, ἄγεται δὲ ὁ μόσχος πρῶτον εἰς Νείλου πόλιν. καὶ τότε μόνον αὐτὸν αἱ γυναῖκες ὁρῶσι κατὰ πρόσωπον ἱστάμεναι καὶ δεικνύουσιν ἀνασυρά-μεναι τὰ ἑαυτῶν γεννητικὰ μόρια, τὸν δὲ ἕτερον χρόνον ἅπαντα κεκωλυμένον ἐστὶν εἰς ὄψιν αὐτὰς ἔρχεσθαι τούτῳ τῷ θεῷ. φασὶ δὲ τὴν τοῦ Ὀσίριδος ψυχὴν εἰς τοῦτον μετὰ τὴν τελευτὴν μεταστῆναι. Τοιαύτη καὶ ἡ Αἰγυπτίων ἀσχήμων ἀθεότης μᾶλλον ἢ θεολογία, πρὸς ἣν καὶ τὸ ἐνίστασθαι αἰσχρόν. ἧς καὶ εἰκότως καταπτύσαντες ἀνεχωρήσα-μεν, λύτρωσιν καὶ ἐλευθερίαν τῶν τοσούτων κακῶν οὐδ’ ἑτέρως εὑράμενοι ἢ διὰ μόνης τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας, τοῖς τὰς διανοίας τυφλοῖς τὴν ἀνάβλεψιν εὐαγγελισαμένης. τούτων δὲ αὐτῶν τὰς σεμνοτέ-ρας δὴ θεωρίας τε καὶ φυσιολογίας μικρὸν ὕστερον ἐπισκεψόμεθα, ἐπὰν καὶ τὰ Ἑλληνικὰ διαλάβωμεν. οὕτω δῆτα ἀναμὶξ Αἰγυπτιακῆς ὁμοῦ καὶ Φοινικικῆς συνδραμούσης θεολογίας κεκράτηκεν εἰκότως παρὰ τοῖς πλεί-στοις τῶν ἐθνῶν ἡ τῆς παλαιᾶς πλάνης δεισιδαιμονία. ἀλλὰ γὰρ λεκτέον καὶ τὰ Ἑλλήνων. τὰ μὲν δὴ σεμνὰ τῆς Αἰγυπτίων θεολογίας τὸν προεκτεθέντα περιείληφε τρόπον, τὰ δὲ Ἑλληνικὰ ὅτι τούτων αὐτῶν ἀποσπάσματα καὶ παρ-ακούσματα τυγχάνει προείρηται μὲν πολλάκις καὶ διὰ τῆς τῶν προτεθέντων συγγραφέων διαγνώσεως· οὐ μὴν ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς Ἑλληνικῆς θεολογίας γένοιτ’ ἂν ἔκδηλον ἐπαγομένων ἐν ταῖς οἰκείαις περὶ θεῶν ἀναγρα-φαῖς οἴκοθεν μὲν οὐδέν, ταῖς δὲ τῶν ἔξωθεν περιπιπτόντων μυθολογίαις· ξοάνοις τε γὰρ τοῖς παραπλησίοις καὶ μυστηρίοις τοῖς αὐτοῖς ἀποδείκνυν-ται συγχρώμενοι, ὡς ἔστι μαθεῖν ἐκ τῆς καὶ περὶ τούτων ἱστορίας, ἣν ὁ τὰς βιβλιοθήκας ἐπὶ ταὐτὸν ὁμοῦ συναγαγὼν οὗ καὶ πρόσθεν ἐμνημόνευσα, κατὰ τὸ τρίτον καὶ τέταρτον τῆς δηλωθείσης αὐτοῦ πραγματείας ἱστορεῖ, τὴν τῆς θεολογίας ἀρχὴν ἀπὸ τῶν Κάδμου χρόνων πεποιημένος. τὸν δὲ Κάδμον μετὰ Μωσέα γενέσθαι αἱ ἀκριβεῖς τῶν χρονογραφιῶν παριστῶσι διαδοχαί, ὡς κατὰ καιρὸν ἐπιδείξομεν· ὥστε καὶ τῶν Ἑλληνικῶν θεῶν ἀποδείκνυσθαι τὸν Μωσέα προτερεῖν, εἰ δὴ πρὸ Κάδμου μὲν οὗτος, οἱ δὲ θεοὶ νεώτεροι τῆς Κάδμου γεγονότες ἡλικίας ἀναφαίνονται. ἄκουε δ’ οὖν τῶν τοῦ συγγραφέως φωνῶν· γ. ΕΛΛΗΝΩΝ ΘΕΟΛΟΓΙΑ Κάδμον τὸν Ἀγήνορός φασιν ἐκ Φοινίκης ὑπὸ τοῦ βασιλέως ἀποσταλῆ-ναι πρὸς ἀναζήτησιν τῆς Εὐρώπης, ἣν ὑπὸ Διὸς ἁρπαγῆναι· μὴ εὑρόντα δὲ εἰς Βοιωτίαν ἐλθεῖν κτίσαι τε τὰς αὐτόθι Θήβας, γήμαντα δὲ Ἁρμονίαν τὴν Ἀφροδίτης γεννῆσαι ἐξ αὐτῆς Σεμέλην καὶ τὰς ταύτης ἀδελφάς. τῇ δὲ Σεμέλῃ τὸν Δία μιγέντα παρακληθῆναι τὰς ἐπιπλοκὰς ὁμοίας αὐτῇ ποιή-σασθαι ταῖς πρὸς τὴν Ἥραν. ἐπελθόντος δὲ αὐτοῦ θεοπρεπῶς μετὰ βρον-τῶν καὶ ἀστραπῶν, οὐκ ἐνεγκοῦσαν τὴν Σεμέλην ἐγκύμονα οὖσαν ἐκ-τρῶσαι τὸ βρέφος, ὑπὸ δὲ τοῦ πυρὸς αὐτὴν τελευτῆσαι. τὸν δὲ Δία λα-βόντα τὸ παιδίον παραδοῦναι τῷ Ἑρμῇ ἐκπέμψαι τε εἰς τὸ ἐν τῇ Νύσῃ ἄν-τρον, κείμενον μεταξὺ Φοινίκης τε καὶ Νείλου. οὕτω δὲ τραφέντα τὸν Διόνυ-σον ὑπὸ τῶν νυμφῶν εὑρετὴν τοῦ οἴνου γενέσθαι καὶ τὴν φυτείαν διδάξαι τῆς ἀμπέλου τοὺς ἀνθρώπους. εὑρεῖν δὲ καὶ τὸ ἐκ τῆς κριθῆς κατασκευαζόμενον πόμα, τὸ καλούμενον ζῦθον· περιφέρειν δὲ στρατόπεδον οὐ μόνον ἀν-δρῶν, ἀλλὰ καὶ γυναικῶν, τοὺς δ’ ἀδίκους καὶ ἀσεβεῖς τῶν ἀνθρώπων κο-λάζειν. στρατεῦσαι δὲ εἰς τὴν Ἰνδικὴν τριετεῖ χρόνῳ. ἐντεῦθεν τοὺς Ἕλληνας καταδεῖξαι τριετηρικὰς θυσίας Διονύσῳ καὶ τὸν θεὸν νομίζειν κατὰ τὸν χρόνον τοῦτον ποιεῖσθαι τὰς παρὰ τοῖς ἀνθρώποις ἐπιφανείας σέβειν τε αὐτὸν πάντας ἀνθρώπους διὰ τὴν τοῦ οἴνου δόσιν, ὥσπερ καὶ τὴν Δήμητραν διὰ τὴν τοῦ σίτου τῆς τροφῆς εὕρεσιν. Εἶναι δέ φασι καὶ ἄλλον Διό-νυσον πολὺ τοῖς χρόνοις προτεροῦντα τούτου, τὸν ὑπό τινων Σαβάζιον ὀνομα-ζόμενον, ἐκ Διὸς καὶ Περσεφόνης γενόμενον· οὗ τὴν γένεσιν καὶ τὰς θυσίας καὶ τὰς τιμὰς νυκτερινὰς καὶ κρυφίους εἰσάγουσι διὰ τὴν αἰσχύνην τὴν ἐκ τῆς συνουσίας ἐπακολουθοῦσαν. ὃν καὶ πρῶτον ἐπιχειρῆσαι βοῦς ζευγνύειν, ἀφ’ οὗ δὴ καὶ κερατίαν αὐτὸν εἰσάγουσιν. τὸν δὲ ἐκ Σεμέλης νεώτερον, τρυφερὸν τῷ σώματι, καὶ εὐπρεπείᾳ διενεγκεῖν καὶ πρὸς τὰς ἀφροδισιακὰς ἡδονὰς εὐκατά-φορον γεγονέναι φασίν, κατὰ δὲ τὰς στρατείας γυναικῶν πλῆθος περιάγειν καθωπλισμένας λόγχαις τεθυρσωμέναις. φασὶ δὲ καὶ τὰς Μούσας αὐτῷ συναποδημεῖν παρθένους οὔσας καὶ πεπαιδευμένας διαφερόντως, ἃς καὶ διὰ με-λῳδίας καὶ ὀρχήσεως ψυχαγωγεῖν τὸν θεόν. παιδαγωγόν τε αὐτοῦ Σειληνὸν μεγάλα συμβάλλεσθαι αὐτῷ πρὸς ἀρετήν. πρὸς δὲ τὰς ἐκ τοῦ πλεονάζοντος οἴνου κεφαλαλγίας ἀναδεδέσθαι τὴν κεφαλὴν μίτρᾳ. διμήτορα δὲ αὐτὸν προσαγορεύουσιν διὰ τὸ πατρὸς μὲν ἑνὸς ὑπάρξαι τοὺς δύο Διονύσους, μη-τέρων δὲ δυοῖν. νάρθηκα δὲ προσάπτουσιν αὐτῷ διὰ τὸ πίνοντας ἄκρατον τοὺς παλαιοὺς τὸν οἶνον μανιώδεις γίνεσθαι καὶ ταῖς βακτηρίαις ἀλλήλους τύπτειν, ὡς καὶ ἀναιρεῖσθαί τινας, ὅθεν καὶ ἀντὶ ξύλων νάρθηξι χρῆσθαι καταδεῖξαι. καὶ καλεῖσθαι καὶ αὐτὸν Βάκχιον ἀπὸ τῶν Βακχῶν, Ληναῖον δὲ ἀπὸ τοῦ
Α Κρόνον ἄρξαι, καὶ γήμαντα τὴν ἀδελφὴν Ῥέαν, γεν Β τῆς ἀμπέλου, πρωτόν τε ψιλῷ χρήσασθαι, καὶ δι τὴν ἑρμηνείαν, νῆσαι κατὰ μέν τινας, τὸν Οσιριν καὶ τὴν Ισεν· κατὰ δὲ τοὺς πλείους, Δία τε καὶ Ηραν, οὓς δι' ἀρε τὴν βασιλεῖσαι του σύμπαντος κόσμου. Ἐκ δὲ τούτων γενέσθαι πέντε θεούς, Οσιριν, καὶ Ἴσιν, καὶ Τυ- φῶνα, Απόλλωνά τε, καὶ ᾿Αφροδίτην. Καὶ τὸν μὲν "Οσιριν εἶναι τὸν Διόνυσον· τὴν δὲ Ισιν, τὴν Δήμη τραν. Ταύτην δὲ γήμαντα τὸν Οσιριν, καὶ τὴν βασι λείαν διαδεξάμενον, πολλὰ πρᾶξαι πρὸς εὐεργεσίαν τοῦ κοινοῦ, κτίσαι τε πόλιν ἐν τῇ Θηβαΐδι ἑκατόμπυ- λον, ἤν τινας μὲν Διὸς πόλιν, ενίους δὲ Θήβας προσ ειπεῖν. Ιδρύσασθαι δὲ καὶ ἱερὸν τῶν γονέων, Διός το καὶ Ἥρας· καὶ τῶν ἄλλων δὲ θεῶν ναούς τε χρυσοῦς, ὧν ἑκάστῳ τιμὰς ἀπονείμαι, καὶ καταστῆσαι τοὺς ἐπιμελομένους ἱερεῖς. Εὑρετὴν δὲ γενέσθαι τὸν Οσιριν · ἰσ. οἶνῳ. η δάξαι τοὺς ἄλλους ἀνθρώπους τὴν γεωργίαν. Τιμά σθαι δὲ ὑπ' αὐτοῦ μάλιστα πάντων τὸν Ἑρμῆν, δια- φόρῳ φύσει κεχορηγημένον, πρὸς ἐπίνοιαν τῶν δυνα- μένων ὠφελῆσαι τὸν κοινὸν βίον. Ευρετήν τε γὰρ αὐ τὸν γενέσθαι τῶν γραμμάτων, καὶ θυσίας θεῶν δια- τάξασθαι, λύραν τε εὑρεῖν, καὶ τοὺς Ἕλληνας διδάξαι τὴν περὶ τούτων ἑρμηνείαν ἀφ' οὗπερ αὐτὸν Ἑρμῆν όνομασθῆναι, τοῦτον δὲ καὶ τῆς ἐλαίας τὰ φυτόν εύ ρεῖν. Τὸν δὲ "Οσιριν ἐπελθόντα πᾶσαν τὴν οἰκουμέ νην, ἐπὶ μὲν Φοινίκης καταστῆσαι Βούσιριν, κατὰ δὲ τὴν Αἰθιοπίαν καὶ Λιβύην, Ανταῖον. Αὐτὸν δὲ ἐπι- στρατεῦσαι μετὰ τοῦ ἀδελφοῦ τοῦ ᾿Απόλλωνος, δν φασιν εὑρετὴν τοῦ φυτοῦ τῆς δάφνης γενέσθαι. Συ στρατεῦσαι δὲ τῷ Οσίριδι τοὺς δύο υἱοὺς, "Ανουβέν τε καὶ Μακεδόνα, παραλαβεῖν (49) τε καὶ τὸν Πᾶνα διαφερόντως ὑπ' Αιγυπτίων τιμώμενον, οὗ καὶ ἐπώ νυμον εἶναι τὴν Πανὸς πόλιν. Οντι δὲ τῷ Πανὶ περὶ τὴν Ταφόσιριν, ἀχθῆναι τὸ τῶν Σατύρων γένος. Φιλό μουσον δὲ ὄντα, περιάγειν πλῆθος μουσουργῶν· ἐν οἷς καὶ παρθένους εννέα δυναμένας ᾄδειν, καὶ τἆλλα πεπαιδευμένας τὰς παρὰ τοῖς Ἕλλησιν ὀνομαζομέν νας Μούσας, ὧν ἡγεῖσθαι τὸν ᾿Απόλλωνα. Παντὸς δὲ ἔθνους ὡς θεὸν ἀποδεχομένου τὸν Οσιριν, διὰ τὰς ευεργεσίας, πανταχοῦ μνημεία ἑαυτοῦ καταλιπεῖν, κτίσαι δὲ καὶ πόλεις οὐκ ὀλίγας ἐν Ἰνδοῖς. Ἐπελθεῖν δὲ καὶ τὰ ἄλλα τὰ κατὰ τὴν Φρυγίαν ἔθνη, καὶ πε- ραιωθῆναι κατὰ τὸν Ἑλλήσποντον εἰς Εὐρώπην καὶ Μακεδόνα μὲν τὸν υἱὸν ἀπολιπεῖν Μακεδονίας βασι - λέα, Τριπτολέμῳ δὲ ἐπιτρέψαι τὰς κατὰ τὴν Ἀττικὴν γεωργίας· καὶ μετὰ ταῦτα ἐξ ἀνθρώπων εἰς θεοὺς μεταστάντα, τυχεῖν ὑπὸ Ισιδος καὶ Ἑρμοῦ ἱερῶν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἐν θεοῖς τιμῶν. Τούτου δὲ καὶ τελετὰς καταδεῖξαι, καὶ πολλὰ περὶ αὐτοῦ μυστικῶς εἰσηγήσασθαι. Αναιρεθῆναι δὲ αὐτὸν ὑπὸ Τυφῶνος τοῦ ἀδελφοῦ, πονηροῦ καὶ ἀσεβοῦς δν- τος· ὃν διελόντα τὸ σῶμα τοῦ φονευθέντος εἰς ἓξ καὶ εἴκοσι μέρη, δοῦναι τῶν συνεπιτιθεμένων ἑκάστῳ μερίδα, βουλόμενον ἅπαντα μετασχεῖν τοῦ μύσους. Τὴν δὲ Ισιν ἀδελφὴν οὖσαν Οσίριδος καὶ γυναῖκα μετ τελθεῖν τὸν φόνον, συναγωνιζομένου τοῦ παιδὸς αὐτῆς EUSEBII CASARIENSIS OPP. PARS 11. - APOLOGETICA. mine referentem, Ægypti regnum principem te- nuisse, quanquam e sacerdotibus nonnulli volunt, Vulcanum illum ignis inventorem primum regem pumerandum esse, cui Saturnưs in imperio suc- cesserit, exque Ope sorore, quam in uxorem ipse duxerat, vel Osirin et Isin, ut scribunt aliqui, vel, ut plures asserunt, Jovem Junonemque susceperit, qui orbi postmodum universo propter eximiam virtutem imperarint; deos autem quinque genue- rint, Osirin, Isin, Typhenem, Apollinem ac Vene rem. Et Osirin quidem Bacchum esse, Isin vero Cererem; quam cum ille secum matrimonio con- junxisset, regnumque capessisset, cum plurima ab eodem beneficia in rempublicam essent collata, tum urbem in Thebaide centum instructam portis, di- fcatam, quæ ab aliis civilas Jovis, ab aliis Thebæ nominetur. Jovi præterea Junonique parentibus sacram ædem, itemque diis cæteris aurca templa excitata, quibus singulis cum certos quosdam ho- nores, tum etiam in quos eorum cura incumberet, sacerdotes attribuerit. Porro eumdem Osirin vitem invenisse tradunt, primumque vino usum esse, ac reliquos omnes populos agriculturam docuisse. Apud eum autem summo in honore Mercurium fuisse, quod in excogitandis iis quæ vitam hominum juvare possent, ingenii solertiam ostenderet plane singularem : quippe qui litteras invenerit, deorum sacrificia rite instituerit, lyra cantum repererit, Græcosque homines hoc est elocu- tionem, docuerit; quam ob causam 'Epµñs, id est Mercurius, ab iisdem fuerit appellatus; denique olivæ plantam invenerit. Jam vero, cum orbem ter- rarum Osiris peragraret, Phoeniciæ quidem Busi- rim, Ethiopiæ autem ac Libyæ Antæum ab eo præfectum esse; at illum expeditionem Apolline fratre socio suscepisse, a quo repertam laurum esse ferunt. Osirin præterea duos liberos expeditionis suæ comites habuisse, Anubin, et Macedonem ; iisque Panem adjunxisse, quem præcipua quadam Ægyptii veneratione prosequantur, cujus etiam no- mine Panos urbem ædificarint. Dum autem circa Taphoşirin versaretur, adductos ad eum Satyros fuisse: quodque suavitate cantus in primis delecta- retur, musicorum ab eo multitudinem circumdu- ctam, quorum e numero novem quoque virgines canendi peritissimæ nec minus aliarum rerum doctrina peritae fuerint, quas Græci Musas appel. lent, quibus Apollo præesset. Porro cum nullus populus Osirin, propter accepta ab eo beneficia non quasi deum exciperet, plurima sui passim eumdem monimenta reliquisse, urbesque non pau- cas in India condidisse: alias item circa Phrygiam obiisse nationes, ac per Hellespontum in Europam trajecisse; quin etiam ex filiis Macedonem Mace- doniæ regem creasse, Triptolemo vero colendorum Atticæ regionis agrorum curam provinciamque man- C D (49) Παραλαβεῖν. Sic enim Diodor., quod longe rectius quam καταλαβείν, quod in alia editione.
πατεῖσθαι τὰς σταφυλὰς ἐν ληνοῖς, Βρόμιον δὲ ἀπὸ τοῦ κατὰ τὴν γένεσιν αὐτοῦ γενομένου βρόμου. καὶ Σατύρους δέ φασιν αὐτὸν περιάγεσθαι ἐν ταῖς ὀρχήσεσι καὶ ταῖς τραγῳδίαις τέρψιν αὐτῷ καὶ ἡδονὴν παρέχοντας, κατα-δεῖξαι δὲ θέατρον καὶ μουσικῶν ἀκροαμάτων σύστημα. τοιαῦτα μὲν τὰ περὶ Διονύσου. Τὸν δὲ Πρίηπον υἱὸν εἶναί φασι Διονύσου καὶ Ἀφροδίτης, διὰ τὸ τοὺς οἰνωθέντας φυσικῶς ἐντετάσθαι πρὸς τὰς ἀφροδισιακὰς ἡδονάς. τινὲς δέ φασι τὸ αἰδοῖον τῶν ἀνθρώπων τοὺς παλαιοὺς μυθικῶς Πρίηπον ὀνομά-ζειν. ἔνιοι δὲ λέγουσι τὸ γεννητικὸν μόριον αἴτιον ὑπάρχειν τῆς γενέσεως τῶν ἀνθρώπων καὶ διὰ τοῦτο εἰς ἅπαντα τὸν αἰῶνα τυχεῖν τῆς ἀθανάτου τιμῆς· ὥσπερ οὖν καὶ οἱ Αἰγύπτιοι τὴν Ἶσιν ἔφησαν τὰ μέλη τοῦ Ὀσίριδος ἀναζητοῦσαν, τὸ αἰδοῖον αὐτοῦ μὴ δυναμένην εὑρεῖν, καταδεῖξαι τιμᾶν ὡς θεὸν καὶ ἀνα-θεῖναι κατὰ τὸ ἱερὸν ἐντεταμένον. ἀλλὰ καὶ παρ’ Ἕλλησιν οὐ μόνον ἐν ταῖς Διονυσιακαῖς τελεταῖς, ἀλλὰ καὶ ταῖς ἄλλαις ἁπάσαις οὗτος ὁ θεὸς τυγ-χάνει τινὸς τιμῆς, μετὰ γέλωτος καὶ παιδιᾶς παρεισαγόμενος ἐν ταῖς θυσίαις· ὡς καὶ τὸν Ἑρμαφρόδιτον, ὃν ἐξ Ἑρμοῦ καὶ Ἀφροδίτης γεννηθέντα τυχεῖν τῆς προσηγορίας. τοῦτον δέ φασι τὸν θεὸν κατά τινας χρόνους φαίνεσθαι παρ’ ἀνθρώποις καὶ γεννᾶσθαι τὴν τοῦ σώματος φύσιν ἔχοντα μεμιγμένην ἐξ ἀνδρὸς καὶ γυναικός· ἔνιοι δὲ τὰ τοιαῦτα τέρατα ὑπάρχειν φασὶ σπανίως τε γεννώμενα σημαντικὰ ποτὲ μὲν κακῶν, ποτὲ δ’ ἀγαθῶν γίνεσθαι. Τὰς δὲ Μούσας θυγατέρας εἶναι Διὸς καὶ Μνημοσύνης, τινὲς δὲ Οὐρανοῦ καὶ Γῆς. παρθένους τε αὐτὰς οἱ πλεῖστοι μυθολογοῦσιν τυχεῖν τε τῆς προσηγορίας ἀπὸ τοῦ μυεῖν τοὺς ἀνθρώπους, τοῦτο δέ ἐστι διδάσκειν τὰ καλά. Περὶ δὲ τοῦ Ἡρακλέους Ἕλληνες τοιαῦτά φασι· Δανάης τῆς Ἀκρισίου καὶ Διὸς γενέσθαι Περσέα, Περσέως δὲ καὶ Ἀνδρομέδας Ἠλεκτρύωνα, ἐκ δὲ τούτου γενέσθαι τὴν Ἀλκμήνην, ᾗ μιγέντα τὸν Δία γεννῆσαι τὸν Ἡρακλέα. μισγό-μενον δὲ αὐτῇ τὸν Δία τριπλασίονα τὴν νύκτα ποιῆσαι· μόνην δὲ ταύτην τοῦ Διὸς τὴν ὁμιλίαν οὐκ ἐρωτικῆς ἐπιθυμίας ἕνεκα γενέσθαι, καθάπερ ἐπὶ τῶν ἄλλων γυναικῶν, ἀλλὰ τὸ πλεῖστον τῆς παιδοποιίας χάριν. τὴν δὲ Ἥραν ζηλοτυποῦσαν παρακατασχεῖν μὲν τῆς Ἀλκμήνης τὰς ὠδῖνας, τὸν δὲ Εὐρυ-σθέα πρὸ τοῦ καθήκοντος χρόνου πρὸς τὸ φῶς ἀγαγεῖν, τοῦ Διὸς προαγορεύ-σαντος τὸν τεχθησόμενον κατ’ ἐκείνην τὴν ἡμέραν βασιλεῦσαι τοῦ Περσει-δῶν γένους. τεκοῦσα δὲ Ἀλκμήνη ἐξέθηκεν, ὥς φασι, τὸ βρέφος, φόβῳ τῆς Ἥρας. τὴν δὲ Ἀθηνᾶν ἀγασθεῖσαν τὸ βρέφος πεῖσαι τὴν Ἥραν ὑποσχεῖν αὐτῷ τὴν θηλήν. τοῦ δὲ παιδὸς ὑπὲρ τὴν ἡλικίαν βιαιότερον ἐπισπασαμένου τὴν θηλὴν ἡ μὲν Ἥρα διαλγήσασα τὸ βρέφος ἔρριψεν, Ἀθηνᾶ δὲ κομίσασα αὐτὸ τὴν μητέρα τρέφειν παρεκελεύσατο. Μετὰ δὲ ταῦτα ἡ μὲν Ἥρα δύο δράκοντας ἀπέστειλε τοὺς ἀναλώσοντας τὸ βρέφος, ὁ δὲ παῖς οὐ κατα-πλαγεὶς ἑκατέρᾳ τῶν χειρῶν τὸν αὐχένα θλίψας ἀπέπνιξεν τοὺς δράκοντας. ἀνδρὶ δὲ γενομένῳ τῷ Ἡρακλεῖ Εὐρυσθεὺς ὁ τὴν βασιλείαν ἔχων τῆς Ἀργείας προστάττει ἄθλους ἐκτελέσαι δώδεκα. εἰς πολλὴν δὲ ἀμηχανίαν ἐμπε-σόντος αὐτοῦ Ἥρα μὲν ἔπεμψεν αὐτῷ λύσσαν, ὁ δὲ τῇ ψυχῇ δυσφορῶν εἰς μανίαν ἐνέπεσεν· τοῦ πάθους δὲ αὐξομένου τῶν φρενῶν ἐκτὸς γενόμενος τὸν ἑταῖρον καὶ ἀδελφιδοῦν Ἰόλαον ἐπεβάλετο κτείνειν, τοῦ δὲ φυγόντος, τοὺς ἰδίους παῖδας ἐκ Μεγάρας τῆς Κρέοντος τοῦ βασιλέως θυγατρὸς γενομένους αὐτῷ κατετόξευσεν ὡς πολεμίους. καὶ μετὰ ταῦτα ἠρέμα καταστὰς ὑπουργεῖ τῷ Εὐρυσθεῖ τοὺς δώδεκα ἄθλους. ἀναιρεῖ δὲ καὶ τοὺς Κενταύρους, μεθ’ ὧν καὶ Χείρωνα τὸν ἐπὶ τῇ ἰατρικῇ βοώμενον. Φασὶ δὲ ἴδιόν τι συμ-βῆναι κατὰ τὴν γένεσιν τοῦδε τοῦ θεοῦ. Ζεὺς γὰρ πρώτῃ μὲν ἐμίγη γυναικὶ θνητῇ Νιόβῃ τῇ Φορωνέως, ἐσχάτῃ δὲ Ἀλκμήνῃ τῇ τοῦ Ἡρακλέους μητρί. ταύτην δὲ ἀπὸ Νιόβης ἑκκαιδεκάτην γενεαλογοῦσιν. ἐν ταύτῃ δὲ τὴν πρὸς τὰς θνητὰς ὁμιλίαν κατέλυσεν. Ἀλλὰ γὰρ τελέσας τοὺς ἄθλους ὁ Ἡρακλῆς τὴν μὲν ἑαυτοῦ γυναῖκα Μεγάραν συνῴκισεν Ἰολάῳ τῷ ἀδελφιδῷ διὰ τὴν περὶ τὰ τέκνα συμφοράν· αὐτὸς δὲ Ἰόλην τὴν Εὐρύτου πρὸς γάμον αἰτήσας, μὴ δόντος δὲ τοῦ πατρὸς νοσήσας, χρησμὸν λαμβάνει ἀπολυθήσεσθαι τῆς νό-σου, εἰ πρότερον πραθεὶς δουλεύσειεν. πλεύσας οὖν εἰς τὴν Φρυγίαν ὑπό τινος τῶν φίλων πιπράσκεται καὶ δοῦλος γίνεται Ὀμφάλης βασιλευούσης τῶν τότε Μαιόνων, νῦν δὲ Λυδῶν ὀνομαζομένων. γίνεται δὲ αὐτῷ κατὰ τὸν τῆς δουλείας καιρὸν ἐκ δούλης υἱὸς Κλεόλαος. γήμας δὲ τὴν Ὀμφάλην ποιεῖται καὶ ἐξ αὐτῆς παῖδα. Ἐπανιὼν δὲ εἰς τὴν Ἀρκαδίαν καὶ καταλύσας παρ’ Ἄλεῳ τῷ βασιλεῖ, τῇ θυγατρὶ τούτου λάθρᾳ μιγεὶς καὶ ποιήσας αὐτὴν ἔγκυον ἐπανῆλθεν. Καὶ μετὰ ταῦτα πάλιν ἔγημεν Δηιάνειραν τὴν Οἰνέως, τετελευτηκότος ἤδη Μελεάγρου. Λαβὼν δὲ αἰχμάλωτον τὴν Φυλέως θυγατέρα ἐπεμίγη ταύτῃ καὶ ἐτέκνωσεν Τληπόλεμον. δειπνῶν δὲ παρ’ Οἰνεῖ τὸν δια-κονοῦντα περί τι διαμαρτήσαντα κονδύλῳ πατάξας ἀπέκτεινεν. ἐπεὶ δὲ πορευόμενος ἦλθε πρὸς τὸν Εὔηνον ποταμόν, καταλαμβάνει Νέσσον τὸν Κέν-ταυρον μισθοῦ διαβιβάζοντα τὸν ποταμόν. οὗτος δὲ πρῶτον διαβιβάσας τὴν Δηιά-νειραν καὶ διὰ τὸ κάλλος ἐρασθεὶς ἐπεχείρησεν αὐτὴν βιάσασθαι· ἐπιβοωμένης δὲ αὐτῆς τὸν ἄνδρα ὁ μὲν Ἡρακλῆς ἐτόξευσεν τὸν Κένταυρον, ὁ δὲ Νέσσος με-ταξὺ μισγόμενος καὶ διὰ τὴν ὀξύτητα τῆς πληγῆς εὐθὺς ἀποθνήσκων ἔφησεν τῇ Δηιανείρᾳ δώσειν φίλτρον, ὅπως μηδεμιᾷ τῶν ἄλλων γυναικῶν Ἡρακλῆς θελήσῃ πλησιάσαι. παρεκελεύσατο οὖν λαβοῦσαν τὸν ἐξ αὐτοῦ πεσόντα γόνον καὶ τούτῳ προσμίξασαν ἔλαιον καὶ τὸ ἀπὸ τῆς ἀκίδος ἀποσταζόμενον αἷμα χρῖσαι τὸν χιτῶνα τοῦ Ἡρακλέους. τοῦτο δὲ ποιήσασα Δηιάνειρα κατ-εῖχε παρ’ ἑαυτῇ τὸ φάρμακον. Πάλιν δὲ ὁ Ἡρακλῆς τὴν Φύλαντος θυγα-τέρα λαβὼν αἰχμάλωτον καὶ μιγεὶς αὐτῇ υἱὸν Ἀντίοχον ἐγέννησεν. καὶ πάλιν Ἀστυάνειραν τὴν Ἀρμενίου τοῦ βασιλέως θυγατέρα λαβὼν αἰχμάλωτον καὶ μιγεὶς αὐτῇ Κτήσιππον υἱὸν ἐγέννησεν. Θέσπιος δὲ ὁ Ἀθηναῖος, Ἐρεχθέως παῖς, ἐκ διαφόρων γυναικῶν θυγατέρας ἀριθμῷ πεντήκοντα πεποιηκὼς φιλοτι-μησάμενός τε αὐτὰς ἐξ Ἡρακλέους παῖδας κτήσασθαι, καλέσας ἐπί τινα θυ-σίαν τὸν Ἡρακλέα καὶ λαμπρῶς αὐτὸν ἑστιάσας κατὰ μίαν αὐτῷ τῶν θυγα-τέρων ἀπέστειλεν. ὁ δὲ ἐν μιᾷ νυκτὶ διέφθειρεν τὰς πάσας, καὶ γίνεται πατὴρ τῶν καλουμένων Θεσπιαδῶν. Λαβὼν δὲ καὶ τὴν Ἰόλην αἰχμάλωτον καὶ θυσίαν ἐπιτελῶν, ἀποστείλας ἐπὶ τὴν γυναῖκα Δηιάνειραν ᾔτει χιτῶνα καὶ ἱμάτιον οἷς εἰώθει χρῆσθαι πρὸς τὰς θυσίας· ἡ δὲ τὸν χιτῶνα χρίσασα τῷ παρὰ τοῦ Κενταύ-ρου δεδομένῳ φίλτρῳ ἀποστέλλει. ὁ δὲ Ἡρακλῆς τὸν χιτῶνα περιθέμενος περιέπεσεν συμφορᾷ τῇ μεγίστῃ. τῆς γὰρ ἀκίδος τὸν ἐκ τῆς ἐχίδνης ἰὸν ἀπειλη-φυίας καὶ διὰ τοῦτο τοῦ χιτῶνος διὰ τὴν θερμασίαν τὴν σάρκα τοῦ σώματος λυμαινομένου περιαλγὴς γενόμενος τὸν διακονήσαντα ἀπέκτεινεν, αὐτὸς δὲ κατὰ χρησμὸν πυρὶ ἑαυτὸν παραδοὺς οὕτως κατέλυσε τὸν βίον. καὶ τὰ μὲν καθ’ Ἡρακλέα τοιαῦτα. Περὶ δὲ τοῦ Ἀσκληπιοῦ φασιν Ἀπόλλωνος υἱὸν εἶναι καὶ Κορωνίδος, ζηλῶσαι δὲ τὴν ἰατρικὴν ἐπιστήμην, ἐπὶ τοσοῦτον δὲ προβῆναι τῇ δόξῃ ὡς πολλοὺς τῶν ἀπεγνωσμένων ἀρρώστων παραδόξως θεραπεύειν· ὥστε τὸν Δία παροξυνθέντα κεραυνῷ βαλόντα αὐτὸν διαφθεῖραι, τὸν δὲ Ἀπόλ-
Α Κρόνον ἄρξαι, καὶ γήμαντα τὴν ἀδελφὴν Ῥέαν, γεν Β τῆς ἀμπέλου, πρωτόν τε ψιλῷ χρήσασθαι, καὶ δι τὴν ἑρμηνείαν, νῆσαι κατὰ μέν τινας, τὸν Οσιριν καὶ τὴν Ισεν· κατὰ δὲ τοὺς πλείους, Δία τε καὶ Ηραν, οὓς δι' ἀρε τὴν βασιλεῖσαι του σύμπαντος κόσμου. Ἐκ δὲ τούτων γενέσθαι πέντε θεούς, Οσιριν, καὶ Ἴσιν, καὶ Τυ- φῶνα, Απόλλωνά τε, καὶ ᾿Αφροδίτην. Καὶ τὸν μὲν "Οσιριν εἶναι τὸν Διόνυσον· τὴν δὲ Ισιν, τὴν Δήμη τραν. Ταύτην δὲ γήμαντα τὸν Οσιριν, καὶ τὴν βασι λείαν διαδεξάμενον, πολλὰ πρᾶξαι πρὸς εὐεργεσίαν τοῦ κοινοῦ, κτίσαι τε πόλιν ἐν τῇ Θηβαΐδι ἑκατόμπυ- λον, ἤν τινας μὲν Διὸς πόλιν, ενίους δὲ Θήβας προσ ειπεῖν. Ιδρύσασθαι δὲ καὶ ἱερὸν τῶν γονέων, Διός το καὶ Ἥρας· καὶ τῶν ἄλλων δὲ θεῶν ναούς τε χρυσοῦς, ὧν ἑκάστῳ τιμὰς ἀπονείμαι, καὶ καταστῆσαι τοὺς ἐπιμελομένους ἱερεῖς. Εὑρετὴν δὲ γενέσθαι τὸν Οσιριν · ἰσ. οἶνῳ. η δάξαι τοὺς ἄλλους ἀνθρώπους τὴν γεωργίαν. Τιμά σθαι δὲ ὑπ' αὐτοῦ μάλιστα πάντων τὸν Ἑρμῆν, δια- φόρῳ φύσει κεχορηγημένον, πρὸς ἐπίνοιαν τῶν δυνα- μένων ὠφελῆσαι τὸν κοινὸν βίον. Ευρετήν τε γὰρ αὐ τὸν γενέσθαι τῶν γραμμάτων, καὶ θυσίας θεῶν δια- τάξασθαι, λύραν τε εὑρεῖν, καὶ τοὺς Ἕλληνας διδάξαι τὴν περὶ τούτων ἑρμηνείαν ἀφ' οὗπερ αὐτὸν Ἑρμῆν όνομασθῆναι, τοῦτον δὲ καὶ τῆς ἐλαίας τὰ φυτόν εύ ρεῖν. Τὸν δὲ "Οσιριν ἐπελθόντα πᾶσαν τὴν οἰκουμέ νην, ἐπὶ μὲν Φοινίκης καταστῆσαι Βούσιριν, κατὰ δὲ τὴν Αἰθιοπίαν καὶ Λιβύην, Ανταῖον. Αὐτὸν δὲ ἐπι- στρατεῦσαι μετὰ τοῦ ἀδελφοῦ τοῦ ᾿Απόλλωνος, δν φασιν εὑρετὴν τοῦ φυτοῦ τῆς δάφνης γενέσθαι. Συ στρατεῦσαι δὲ τῷ Οσίριδι τοὺς δύο υἱοὺς, "Ανουβέν τε καὶ Μακεδόνα, παραλαβεῖν (49) τε καὶ τὸν Πᾶνα διαφερόντως ὑπ' Αιγυπτίων τιμώμενον, οὗ καὶ ἐπώ νυμον εἶναι τὴν Πανὸς πόλιν. Οντι δὲ τῷ Πανὶ περὶ τὴν Ταφόσιριν, ἀχθῆναι τὸ τῶν Σατύρων γένος. Φιλό μουσον δὲ ὄντα, περιάγειν πλῆθος μουσουργῶν· ἐν οἷς καὶ παρθένους εννέα δυναμένας ᾄδειν, καὶ τἆλλα πεπαιδευμένας τὰς παρὰ τοῖς Ἕλλησιν ὀνομαζομέν νας Μούσας, ὧν ἡγεῖσθαι τὸν ᾿Απόλλωνα. Παντὸς δὲ ἔθνους ὡς θεὸν ἀποδεχομένου τὸν Οσιριν, διὰ τὰς ευεργεσίας, πανταχοῦ μνημεία ἑαυτοῦ καταλιπεῖν, κτίσαι δὲ καὶ πόλεις οὐκ ὀλίγας ἐν Ἰνδοῖς. Ἐπελθεῖν δὲ καὶ τὰ ἄλλα τὰ κατὰ τὴν Φρυγίαν ἔθνη, καὶ πε- ραιωθῆναι κατὰ τὸν Ἑλλήσποντον εἰς Εὐρώπην καὶ Μακεδόνα μὲν τὸν υἱὸν ἀπολιπεῖν Μακεδονίας βασι - λέα, Τριπτολέμῳ δὲ ἐπιτρέψαι τὰς κατὰ τὴν Ἀττικὴν γεωργίας· καὶ μετὰ ταῦτα ἐξ ἀνθρώπων εἰς θεοὺς μεταστάντα, τυχεῖν ὑπὸ Ισιδος καὶ Ἑρμοῦ ἱερῶν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἐν θεοῖς τιμῶν. Τούτου δὲ καὶ τελετὰς καταδεῖξαι, καὶ πολλὰ περὶ αὐτοῦ μυστικῶς εἰσηγήσασθαι. Αναιρεθῆναι δὲ αὐτὸν ὑπὸ Τυφῶνος τοῦ ἀδελφοῦ, πονηροῦ καὶ ἀσεβοῦς δν- τος· ὃν διελόντα τὸ σῶμα τοῦ φονευθέντος εἰς ἓξ καὶ εἴκοσι μέρη, δοῦναι τῶν συνεπιτιθεμένων ἑκάστῳ μερίδα, βουλόμενον ἅπαντα μετασχεῖν τοῦ μύσους. Τὴν δὲ Ισιν ἀδελφὴν οὖσαν Οσίριδος καὶ γυναῖκα μετ τελθεῖν τὸν φόνον, συναγωνιζομένου τοῦ παιδὸς αὐτῆς EUSEBII CASARIENSIS OPP. PARS 11. - APOLOGETICA. mine referentem, Ægypti regnum principem te- nuisse, quanquam e sacerdotibus nonnulli volunt, Vulcanum illum ignis inventorem primum regem pumerandum esse, cui Saturnưs in imperio suc- cesserit, exque Ope sorore, quam in uxorem ipse duxerat, vel Osirin et Isin, ut scribunt aliqui, vel, ut plures asserunt, Jovem Junonemque susceperit, qui orbi postmodum universo propter eximiam virtutem imperarint; deos autem quinque genue- rint, Osirin, Isin, Typhenem, Apollinem ac Vene rem. Et Osirin quidem Bacchum esse, Isin vero Cererem; quam cum ille secum matrimonio con- junxisset, regnumque capessisset, cum plurima ab eodem beneficia in rempublicam essent collata, tum urbem in Thebaide centum instructam portis, di- fcatam, quæ ab aliis civilas Jovis, ab aliis Thebæ nominetur. Jovi præterea Junonique parentibus sacram ædem, itemque diis cæteris aurca templa excitata, quibus singulis cum certos quosdam ho- nores, tum etiam in quos eorum cura incumberet, sacerdotes attribuerit. Porro eumdem Osirin vitem invenisse tradunt, primumque vino usum esse, ac reliquos omnes populos agriculturam docuisse. Apud eum autem summo in honore Mercurium fuisse, quod in excogitandis iis quæ vitam hominum juvare possent, ingenii solertiam ostenderet plane singularem : quippe qui litteras invenerit, deorum sacrificia rite instituerit, lyra cantum repererit, Græcosque homines hoc est elocu- tionem, docuerit; quam ob causam 'Epµñs, id est Mercurius, ab iisdem fuerit appellatus; denique olivæ plantam invenerit. Jam vero, cum orbem ter- rarum Osiris peragraret, Phoeniciæ quidem Busi- rim, Ethiopiæ autem ac Libyæ Antæum ab eo præfectum esse; at illum expeditionem Apolline fratre socio suscepisse, a quo repertam laurum esse ferunt. Osirin præterea duos liberos expeditionis suæ comites habuisse, Anubin, et Macedonem ; iisque Panem adjunxisse, quem præcipua quadam Ægyptii veneratione prosequantur, cujus etiam no- mine Panos urbem ædificarint. Dum autem circa Taphoşirin versaretur, adductos ad eum Satyros fuisse: quodque suavitate cantus in primis delecta- retur, musicorum ab eo multitudinem circumdu- ctam, quorum e numero novem quoque virgines canendi peritissimæ nec minus aliarum rerum doctrina peritae fuerint, quas Græci Musas appel. lent, quibus Apollo præesset. Porro cum nullus populus Osirin, propter accepta ab eo beneficia non quasi deum exciperet, plurima sui passim eumdem monimenta reliquisse, urbesque non pau- cas in India condidisse: alias item circa Phrygiam obiisse nationes, ac per Hellespontum in Europam trajecisse; quin etiam ex filiis Macedonem Mace- doniæ regem creasse, Triptolemo vero colendorum Atticæ regionis agrorum curam provinciamque man- C D (49) Παραλαβεῖν. Sic enim Diodor., quod longe rectius quam καταλαβείν, quod in alia editione.
λωνα διὰ τὴν ἀναίρεσιν τοῦ παιδὸς παροξυνθέντα φονεῦσαι τοὺς τὸν κεραυνὸν τῷ Διὶ κατασκευάσαντας Κύκλωπας· ἐπὶ δὲ τῇ τούτων τελευτῇ παροξυνθέντα τὸν Δία προστάξαι τῷ Ἀπόλλωνι θητεῦσαι παρ’ Ἀδμήτῳ καὶ ταύτην τιμωρίαν λαβεῖν παρ’ αὐτοῦ τῶν ἐγκλημάτων. Ταῦτα μὲν οὖν ἐν τῷ τετάρτῳ τῶν βιβλιοθηκῶν ὁ Διόδωρος παρατέ-θειται. καὶ τὴν λοιπὴν δὲ θεολογίαν πάλιν ὁ αὐτὸς ἐκ τῶν ἄλλων ἐθνῶν μετει-ληφέναι φησὶ τοὺς Ἕλληνας, γράφων ἐν τῷ τρίτῳ τῆς αὑτοῦ ἱστορίας τάδε· Φασὶ τοίνυν Ἀτλάντειοι πρῶτον παρ’ αὐτοῖς Οὐρανὸν βασιλεῦσαι, τού-του δὲ γενέσθαι παῖδας ἐκ πλειόνων γυναικῶν πέντε πρὸς τοῖς τεσσαράκοντα, ὧν ὀκτωκαίδεκα λέγουσιν ὑπάρχειν ἐκ Τεπαίας γυναικός, ἣν σώφρονα γενο-μένην καὶ πολλῶν ἀγαθῶν αἰτίαν ἀποθεωθῆναι μετὰ τὴν τελευτήν, Γῆν μετ-ονομασθεῖσαν. γενέσθαι δὲ Οὐρανῷ θυγατέρας Βασίλειαν καὶ Ῥέαν, τὴν καὶ Πανδώραν. τὴν δὲ Βασίλειαν ἐκθρέψασαν τοὺς ἀδελφοὺς μητρὸς εὔνοιαν παρεχομένην Μητέρα προσαγορευθῆναι. ὕστερον δὲ μετὰ τὴν τοῦ Οὐρανοῦ τελευτὴν συνοικήσασαν Ὑπερίονι τῷ ἀδελφῷ γεννῆσαι δύο παῖδας, οὓς καὶ ὀνομάσαι Ἥλιον καὶ Σελήνην. τοὺς δὲ ἀδελφοὺς τῆς Ῥέας φοβη-θέντας τὸν μὲν Ὑπερίονα κατασφάξαι, τὸν δὲ Ἥλιον εἰς τὸν Ἠριδανὸν πο-ταμὸν ἀποπνῖξαι· τὴν δὲ Σελήνην ταῦτα μαθοῦσαν ἀπὸ τέγους ἑαυτὴν ῥῖψαι, τὴν δὲ Μητέρα ἐμμανῆ γενομένην πλανᾶσθαι κατὰ τὴν χώραν, λελυμένην μὲν τὰς τρίχας, διὰ τυμπάνων δὲ καὶ κυμβάλων ἐνθεάζουσαν, καὶ οὕτως ἀφα-νῆ καὶ αὐτὴν γενέσθαι. τοὺς δὲ ὄχλους θαυμάσαντας τὴν περιπέτειαν τὸν μὲν Ἥλιον καὶ τὴν Σελήνην μεταγαγεῖν ἐπὶ τὰ κατ’ οὐρανὸν ἄστρα, τὴν δὲ μητέρα τούτων θεόν τε νομίσαι καὶ βωμοὺς ἱδρύσασθαι καὶ ταῖς διὰ τυμπά-νων καὶ κυμβάλων ἐνεργείαις τιμῆσαι. Φρύγες δὲ Μῄονά φασι βασιλεύ-σαντα τῆς Φρυγίας παῖδα Κυβέλην κτήσασθαι, ἣν καὶ σύριγγα πρώτην εὑρεῖν κληθῆναί τε ὀρείαν μητέρα. Μαρσύαν δὲ τὸν Φρύγα πρὸς ταύτην φιλίαν ἔχοντα πρῶτον αὐλοὺς συστήσασθαι, διατελέσαι δὲ μέχρι τελευτῆς ἀπείρατον ἀφροδι-σίων. τὴν δὲ Κυβέλην συνελθοῦσαν εἰς ὁμιλίαν Ἄττιδι γενέσθαι ἐγκύμονα. οὗ γνωσθέντος ὁ ταύτης πατὴρ τὸν Ἄττιν ἀναιρεῖ καὶ τὰς τροφούς· τὴν δὲ Κυβέλην ἐμμανῆ γενομένην εἰς τὴν χώραν ἐκπηδῆσαι ἐκεῖσέ τε ὀλολύζουσαν καὶ τυμπανίζουσαν διατελεῖν. συνεῖναι δὲ αὐτῇ Μαρσύαν, ὃν εἰς ἅμιλλαν περὶ μουσικῆς ἐλθόντα τῷ Ἀπόλλωνι καὶ ἡττηθέντα ζῶντα ὑπὸ τοῦ Ἀπόλ-λωνος ἐκδαρῆναι. τὸν δὲ Ἀπόλλωνα ἐρασθέντα τῆς Κυβέλης συμ-πλανηθῆναι αὐτῇ μέχρι τῶν Ὑπερβορέων κελεῦσαί τε θάψαι τὸ Ἄττιδος σῶμα καὶ τιμᾶν ὡς θεὸν τὴν Κυβέλην. διόπερ εἰσέτι καὶ σήμερον τοὺς Φρύγας τοῦτο ποιεῖν, θρηνοῦντας τοῦ μειρακίου τὸν θάνατον, βωμούς τε ἱδρυσαμένους θυσίαις Ἄττιν τε καὶ Κυβέλην τιμᾶν. ὕστερον δὲ ἐν Πισινοῦντι τῆς Φρυγίας κατασκευάσαι νεὼν πολυτελῆ καὶ τιμὰς καὶ θυσίας καταδεῖξαι μεγαλοπρεπεστάτας. Μετὰ δὲ τὴν Ὑπερίονος τελευτὴν τοὺς Οὐ-ρανοῦ παῖδας διελέσθαι τὴν βασιλείαν, ὧν ὑπάρχειν ἐπιφανεστάτους Ἄτλαντα καὶ Κρόνον. τούτων δὲ τὸν Ἄτλαντα λαβεῖν τοὺς παρὰ τὸν Ὠκεανὸν τόπους, γενόμενον ἀστρολόγον ἄριστον· ὑπάρξαι δὲ αὐτῷ καὶ θυγατέρας ἑπτά, τὰς καλουμένας Ἀτλαντίδας. ταύτας δὲ μιγείσας τοῖς εὐφυεστάτοις θεοῖς ἀρχη-γοὺς καταστῆναι τοῦ πλείστου γένους, τεκούσας δι’ ἀρετὴν θεοὺς καὶ ἥρωας, ὧν τὴν πρεσβυτάτην Μαῖαν Διὶ μιγεῖσαν τεκνοποιῆσαι τὸν Ἑρμῆν. Τὸν δὲ Κρόνον διαφέροντα πλεονεξίᾳ καὶ ἀσεβείᾳ γῆμαι τὴν ἀδελφὴν Ῥέαν, ἐξ ἧς γεννῆσαι τὸν Δία. γεγονέναι δὲ καὶ ἕτερον Δία, τὸν ἀδελφὸν μὲν Οὐρανοῦ, τῆς δὲ Κρήτης βασιλεύσαντα, τῇ δόξῃ πολὺ λειπόμενον τοῦ μεταγενεστέρου. τοῦτον μὲν οὖν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου, τὸν δὲ τῆς Κρήτης καὶ δέκα παῖδας γεννῆσαι τοὺς ὀνομασθέντας Κουρῆτας. δείκνυσθαι δὲ αὐτοῦ φασιν εἰσέτι νῦν τάφον ἐν Κρήτῃ. δυναστεῦσαι δὲ τὸν Κρόνον κατὰ Σικε-λίαν καὶ Λιβύην καὶ Ἰταλίαν. τούτου δὲ γενόμενον τὸν Δία τὸν ἐναντίον τῷ πατρὶ βίον ζηλῶσαι. διαδέξασθαι δὲ αὐτὸν τὴν βασιλείαν οἱ μέν φασιν ἑκόντος τοῦ πατρὸς παραχωρήσαντος, οἱ δὲ ὑπὸ τῶν ὄχλων αἱρεθέντα διὰ τὸ μῖσος τὸ πρὸς τὸν πατέρα. ἐπιστρατεύσαντος δὲ ἐπ’ αὐτὸν τοῦ Κρόνου μετὰ τῶν Τιτάνων κρατῆσαι μάχῃ τὸν Δία καὶ ἐπελθεῖν πᾶσαν τὴν οἰκουμένην. διενεγκεῖν δὲ αὐτὸν σώματος ῥώμῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς σπουδήν τε ποι-εῖσθαι τὴν πᾶσαν εἰς κόλασιν μὲν τῶν ἀσεβῶν, εὐεργεσίας δὲ τῶν ἀγαθῶν, ἀνθ’ ὧν μετὰ τὴν ἐξ ἀνθρώπων μετάστασιν ὀνομασθῆναι Ζῆνα, διὰ τὸ δοκεῖν τοῦ κα-λῶς ζῆν αἴτιον γενέσθαι τοῖς ἀνθρώποις. τῶν μὲν οὖν παρὰ τοῖς Ἀτλαντείοις θεολογουμένων τὰ κεφάλαια ταῦτά ἐστιν. τούτοις δέ φασι καὶ τοὺς Ἕλλη-νας συγχρῆσθαι. Ταῦτα ὁ Διόδωρος ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν. ὁ δ’ αὐτὸς καὶ ἐν τῇ ἕκτῃ ἀπὸ τῆς Εὐημέρου τοῦ Μεσσηνίου γραφῆς ἐπικυροῖ τὴν αὐτὴν θεολογίαν, ὧδε κατὰ λέξιν φάσκων· Περὶ θεῶν τοίνυν διττὰς οἱ παλαιοὶ τῶν ἀνθρώπων τοῖς μεταγενεστέροις παραδεδώκασιν ἐννοίας. τοὺς μὲν γὰρ ἀϊδίους καὶ ἀφθάρτους εἶναί φασιν, οἷον ἥλιόν τε καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα τὰ κατ’ οὐρανόν, πρὸς δὲ τούτοις ἀνέμους καὶ τοὺς ἄλλους τοὺς τῆς ὁμοίας φύσεως τούτοις τετευχότας· τού-των γὰρ ἕκαστον ἀί̈διον ἔχειν τὴν γένεσιν καὶ τὴν διαμονήν· ἑτέρους δὲ λέ-γουσιν ἐπιγείους γενέσθαι θεούς, διὰ δὲ τὰς εἰς ἀνθρώπους εὐεργεσίας ἀθα-νάτου τετευχότας τιμῆς τε καὶ δόξης, οἷον Ἡρακλέα, Διόνυσον, Ἀρισταῖον, τοὺς ἄλλους τοὺς τούτοις ὁμοίους. περὶ δὲ τῶν ἐπιγείων θεῶν πολλοὶ καὶ ποικίλοι παραδέδονται λόγοι παρὰ τοῖς ἱστορικοῖς τε καὶ μυθογράφοις. καὶ τῶν μὲν ἱστορικῶν Εὐήμερος, ὁ τὴν Ἱερὰν Ἀναγραφὴν ποιησάμενος, ἰδίως ἀναγέγραφεν, τῶν δὲ μυθολόγων Ὅμηρος καὶ Ἡσίοδος καὶ Ὀρφεὺς καὶ ἕτεροι τοιοῦτοι τερατωδεστέρους μύθους περὶ θεῶν πεπλάκασιν· ἡμεῖς δὲ τὰ παρ’ ἀμφοτέροις ἀναγεγραμμένα πειρασόμεθα συντόμως ἐπιδρα-μεῖν, στοχαζόμενοι τῆς συμμετρίας. Εὐήμερος μὲν οὖν φίλος γεγονὼς Κας-σάνδρου τοῦ βασιλέως καὶ διὰ τοῦτον ἠναγκασμένος τελεῖν βασιλικάς τινας χρείας καὶ μεγάλας ἀποδημίας, φησὶν ἐκτοπισθῆναι κατὰ τὴν μεσημβρίαν εἰς τὸν ὠκεανόν· ἐκπλεύσαντα γὰρ αὐτὸν ἐκ τῆς εὐδαίμονος Ἀραβίας ποιήσασθαι τὸν πλοῦν δι’ ὠκεανοῦ πλείους ἡμέρας καὶ προσενεχθῆναι νήσοις πε-λαγίαις· ὧν μίαν ὑπάρχειν τὴν ὀνομαζομένην Παγχαίαν, ἐν ᾗ τεθεᾶσθαι τοὺς ἐνοικοῦντας Παγχαίους εὐσεβείᾳ διαφέροντας καὶ τοὺς θεοὺς τιμῶντας μεγα-λοπρεπεστάταις θυσίαις καὶ ἀναθήμασιν ἀξιολόγοις, ἀργυροῖς τε καὶ χρυσοῖς. εἶναι δὲ καὶ τὴν νῆσον ἱερὰν θεῶν καὶ ἕτερα πλείω θαυμαζόμενα κατά τε τὴν ἀρχαιότητα καὶ τὴν τῆς κατασκευῆς πολυτεχνίαν, περὶ ὧν τὰ κατὰ μέρος ἐν ταῖς πρὸ ταύτης βίβλοις ἀναγεγράφαμεν. εἶναι δ’ ἐν αὐτῇ κατά τινα λόφον ὑψηλὸν καθ’ ὑπερβολὴν ἱερὸν Διὸς Τριφυλίου, καθιδρυμένον ὑπ’ αὐτοῦ καθ’ ὃν καιρὸν ἐβασίλευσε τῆς οἰκουμένης ἁπάσης ἔτι κατὰ ἀνθρώπους ὤν. ἐν τούτῳ τῷ ἱερῷ στήλην εἶναι χρυσῆν, ἐν ᾗ τοῖς Παγχαίοις γράμμασιν ὑπάρ-χειν γεγραμμένας τάς τε Οὐρανοῦ καὶ Κρόνου καὶ Διὸς πράξεις κεφαλαιω-δῶς. μετὰ ταῦτά φησι πρῶτον Οὐρανὸν γεγονέναι βασιλέα, ἐπιεικῆ τινα ἄνδρα καὶ εὐεργετικὸν καὶ τῆς τῶν ἄστρων κινήσεως ἐπιστήμονα· ὃν καὶ πρῶ-τον θυσίαις τιμῆσαι τοὺς οὐρανίους θεούς, διὸ καὶ Οὐρανὸν προσαγορευθῆ-
Α Κρόνον ἄρξαι, καὶ γήμαντα τὴν ἀδελφὴν Ῥέαν, γεν Β τῆς ἀμπέλου, πρωτόν τε ψιλῷ χρήσασθαι, καὶ δι τὴν ἑρμηνείαν, νῆσαι κατὰ μέν τινας, τὸν Οσιριν καὶ τὴν Ισεν· κατὰ δὲ τοὺς πλείους, Δία τε καὶ Ηραν, οὓς δι' ἀρε τὴν βασιλεῖσαι του σύμπαντος κόσμου. Ἐκ δὲ τούτων γενέσθαι πέντε θεούς, Οσιριν, καὶ Ἴσιν, καὶ Τυ- φῶνα, Απόλλωνά τε, καὶ ᾿Αφροδίτην. Καὶ τὸν μὲν "Οσιριν εἶναι τὸν Διόνυσον· τὴν δὲ Ισιν, τὴν Δήμη τραν. Ταύτην δὲ γήμαντα τὸν Οσιριν, καὶ τὴν βασι λείαν διαδεξάμενον, πολλὰ πρᾶξαι πρὸς εὐεργεσίαν τοῦ κοινοῦ, κτίσαι τε πόλιν ἐν τῇ Θηβαΐδι ἑκατόμπυ- λον, ἤν τινας μὲν Διὸς πόλιν, ενίους δὲ Θήβας προσ ειπεῖν. Ιδρύσασθαι δὲ καὶ ἱερὸν τῶν γονέων, Διός το καὶ Ἥρας· καὶ τῶν ἄλλων δὲ θεῶν ναούς τε χρυσοῦς, ὧν ἑκάστῳ τιμὰς ἀπονείμαι, καὶ καταστῆσαι τοὺς ἐπιμελομένους ἱερεῖς. Εὑρετὴν δὲ γενέσθαι τὸν Οσιριν · ἰσ. οἶνῳ. η δάξαι τοὺς ἄλλους ἀνθρώπους τὴν γεωργίαν. Τιμά σθαι δὲ ὑπ' αὐτοῦ μάλιστα πάντων τὸν Ἑρμῆν, δια- φόρῳ φύσει κεχορηγημένον, πρὸς ἐπίνοιαν τῶν δυνα- μένων ὠφελῆσαι τὸν κοινὸν βίον. Ευρετήν τε γὰρ αὐ τὸν γενέσθαι τῶν γραμμάτων, καὶ θυσίας θεῶν δια- τάξασθαι, λύραν τε εὑρεῖν, καὶ τοὺς Ἕλληνας διδάξαι τὴν περὶ τούτων ἑρμηνείαν ἀφ' οὗπερ αὐτὸν Ἑρμῆν όνομασθῆναι, τοῦτον δὲ καὶ τῆς ἐλαίας τὰ φυτόν εύ ρεῖν. Τὸν δὲ "Οσιριν ἐπελθόντα πᾶσαν τὴν οἰκουμέ νην, ἐπὶ μὲν Φοινίκης καταστῆσαι Βούσιριν, κατὰ δὲ τὴν Αἰθιοπίαν καὶ Λιβύην, Ανταῖον. Αὐτὸν δὲ ἐπι- στρατεῦσαι μετὰ τοῦ ἀδελφοῦ τοῦ ᾿Απόλλωνος, δν φασιν εὑρετὴν τοῦ φυτοῦ τῆς δάφνης γενέσθαι. Συ στρατεῦσαι δὲ τῷ Οσίριδι τοὺς δύο υἱοὺς, "Ανουβέν τε καὶ Μακεδόνα, παραλαβεῖν (49) τε καὶ τὸν Πᾶνα διαφερόντως ὑπ' Αιγυπτίων τιμώμενον, οὗ καὶ ἐπώ νυμον εἶναι τὴν Πανὸς πόλιν. Οντι δὲ τῷ Πανὶ περὶ τὴν Ταφόσιριν, ἀχθῆναι τὸ τῶν Σατύρων γένος. Φιλό μουσον δὲ ὄντα, περιάγειν πλῆθος μουσουργῶν· ἐν οἷς καὶ παρθένους εννέα δυναμένας ᾄδειν, καὶ τἆλλα πεπαιδευμένας τὰς παρὰ τοῖς Ἕλλησιν ὀνομαζομέν νας Μούσας, ὧν ἡγεῖσθαι τὸν ᾿Απόλλωνα. Παντὸς δὲ ἔθνους ὡς θεὸν ἀποδεχομένου τὸν Οσιριν, διὰ τὰς ευεργεσίας, πανταχοῦ μνημεία ἑαυτοῦ καταλιπεῖν, κτίσαι δὲ καὶ πόλεις οὐκ ὀλίγας ἐν Ἰνδοῖς. Ἐπελθεῖν δὲ καὶ τὰ ἄλλα τὰ κατὰ τὴν Φρυγίαν ἔθνη, καὶ πε- ραιωθῆναι κατὰ τὸν Ἑλλήσποντον εἰς Εὐρώπην καὶ Μακεδόνα μὲν τὸν υἱὸν ἀπολιπεῖν Μακεδονίας βασι - λέα, Τριπτολέμῳ δὲ ἐπιτρέψαι τὰς κατὰ τὴν Ἀττικὴν γεωργίας· καὶ μετὰ ταῦτα ἐξ ἀνθρώπων εἰς θεοὺς μεταστάντα, τυχεῖν ὑπὸ Ισιδος καὶ Ἑρμοῦ ἱερῶν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἐν θεοῖς τιμῶν. Τούτου δὲ καὶ τελετὰς καταδεῖξαι, καὶ πολλὰ περὶ αὐτοῦ μυστικῶς εἰσηγήσασθαι. Αναιρεθῆναι δὲ αὐτὸν ὑπὸ Τυφῶνος τοῦ ἀδελφοῦ, πονηροῦ καὶ ἀσεβοῦς δν- τος· ὃν διελόντα τὸ σῶμα τοῦ φονευθέντος εἰς ἓξ καὶ εἴκοσι μέρη, δοῦναι τῶν συνεπιτιθεμένων ἑκάστῳ μερίδα, βουλόμενον ἅπαντα μετασχεῖν τοῦ μύσους. Τὴν δὲ Ισιν ἀδελφὴν οὖσαν Οσίριδος καὶ γυναῖκα μετ τελθεῖν τὸν φόνον, συναγωνιζομένου τοῦ παιδὸς αὐτῆς EUSEBII CASARIENSIS OPP. PARS 11. - APOLOGETICA. mine referentem, Ægypti regnum principem te- nuisse, quanquam e sacerdotibus nonnulli volunt, Vulcanum illum ignis inventorem primum regem pumerandum esse, cui Saturnưs in imperio suc- cesserit, exque Ope sorore, quam in uxorem ipse duxerat, vel Osirin et Isin, ut scribunt aliqui, vel, ut plures asserunt, Jovem Junonemque susceperit, qui orbi postmodum universo propter eximiam virtutem imperarint; deos autem quinque genue- rint, Osirin, Isin, Typhenem, Apollinem ac Vene rem. Et Osirin quidem Bacchum esse, Isin vero Cererem; quam cum ille secum matrimonio con- junxisset, regnumque capessisset, cum plurima ab eodem beneficia in rempublicam essent collata, tum urbem in Thebaide centum instructam portis, di- fcatam, quæ ab aliis civilas Jovis, ab aliis Thebæ nominetur. Jovi præterea Junonique parentibus sacram ædem, itemque diis cæteris aurca templa excitata, quibus singulis cum certos quosdam ho- nores, tum etiam in quos eorum cura incumberet, sacerdotes attribuerit. Porro eumdem Osirin vitem invenisse tradunt, primumque vino usum esse, ac reliquos omnes populos agriculturam docuisse. Apud eum autem summo in honore Mercurium fuisse, quod in excogitandis iis quæ vitam hominum juvare possent, ingenii solertiam ostenderet plane singularem : quippe qui litteras invenerit, deorum sacrificia rite instituerit, lyra cantum repererit, Græcosque homines hoc est elocu- tionem, docuerit; quam ob causam 'Epµñs, id est Mercurius, ab iisdem fuerit appellatus; denique olivæ plantam invenerit. Jam vero, cum orbem ter- rarum Osiris peragraret, Phoeniciæ quidem Busi- rim, Ethiopiæ autem ac Libyæ Antæum ab eo præfectum esse; at illum expeditionem Apolline fratre socio suscepisse, a quo repertam laurum esse ferunt. Osirin præterea duos liberos expeditionis suæ comites habuisse, Anubin, et Macedonem ; iisque Panem adjunxisse, quem præcipua quadam Ægyptii veneratione prosequantur, cujus etiam no- mine Panos urbem ædificarint. Dum autem circa Taphoşirin versaretur, adductos ad eum Satyros fuisse: quodque suavitate cantus in primis delecta- retur, musicorum ab eo multitudinem circumdu- ctam, quorum e numero novem quoque virgines canendi peritissimæ nec minus aliarum rerum doctrina peritae fuerint, quas Græci Musas appel. lent, quibus Apollo præesset. Porro cum nullus populus Osirin, propter accepta ab eo beneficia non quasi deum exciperet, plurima sui passim eumdem monimenta reliquisse, urbesque non pau- cas in India condidisse: alias item circa Phrygiam obiisse nationes, ac per Hellespontum in Europam trajecisse; quin etiam ex filiis Macedonem Mace- doniæ regem creasse, Triptolemo vero colendorum Atticæ regionis agrorum curam provinciamque man- C D (49) Παραλαβεῖν. Sic enim Diodor., quod longe rectius quam καταλαβείν, quod in alia editione.
PG 21:107ναι. υἱοὺς δὲ αὐτῷ γενέσθαι ἀπὸ γυναικὸς Ἑστίας Πᾶνα καὶ Κρόνον, θυ-γατέρας δὲ Ῥέαν καὶ Δήμητραν. Κρόνον δὲ βασιλεῦσαι μετὰ Οὐρανὸν καὶ γή-μαντα Ῥέαν γεννῆσαι Δία καὶ Ἥραν καὶ Ποσειδῶνα. τὸν δὲ Δία δια-δεξάμενον τὴν βασιλείαν γῆμαι Ἥραν καὶ Δήμητραν καὶ Θέμιν· ἐξ ὧν παῖδας ποιήσασθαι Κουρῆτας μὲν ἀπὸ τῆς πρώτης, Περσεφόνην δὲ ἐκ τῆς δευτέρας, Ἀθηνᾶν δὲ ἀπὸ τῆς τρίτης. ἐλθόντα δὲ εἰς Βαβυλῶνα ἐπιξενωθῆναι Βήλῳ καὶ μετὰ ταῦτα εἰς τὴν Παγχαίαν νῆσον πρὸς τῷ ὠκεανῷ κειμένην παραγενό-μενον Οὐρανοῦ τοῦ ἰδίου προπάτορος βωμὸν ἱδρύσασθαι κἀκεῖθεν διὰ Συρίας ἐλθεῖν πρὸς τὸν τότε δυνάστην Κάσσιον, ἐξ οὗ τὸ Κάσσιον ὄρος· ἐλθόντα δὲ εἰς Κιλικίαν πολέμῳ νικῆσαι Κίλικα τοπάρχην. καὶ ἄλλα δὲ πλεῖστα ἔθνη ἐπελθόντα παρὰ πᾶσιν τιμηθῆναι καὶ θεὸν ἀναγορευθῆναι. Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ὡς περὶ θνητῶν ἀνδρῶν περὶ τῶν θεῶν διελθὼν ἐπιφέρει λέγων· Καὶ περὶ μὲν Εὐημέρου τοῦ συνταξαμένου τὴν Ἱερὰν Ἀναγραφὴν ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν, τὰ δὲ παρὰ τοῖς Ἕλλησι μυθολογούμενα περὶ θεῶν ἀκολούθως Ἡσιόδῳ καὶ Ὁμήρῳ καὶ Ὀρφεῖ πειρασόμεθα συντόμως ἐπιδραμεῖν. Εἶθ’ ἑξῆς ἐπισυνάπτει τὰς τῶν ποιητῶν μυθολογίας. Ἀλλὰ γὰρ τοσαῦτα καὶ ἀπὸ τῆς Ἑλλήνων θεολογίας ἀποχρώντως ἡμῖν ἐπιτετμήσθω, οἷς εὔλογον ἐπισυνάψαι τῶν αὐτῶν θεῶν τὰς ἐν τοῖς ἀδύ-τοις τελετὰς καὶ τὰ ἀπόρρητα μυστήρια σκέψασθαί τε πότερον θείας ὡς ἀλη-θῶς θεολογίας ἐχούσης τι θεοπρεπὲς δεῖγμα φέρουσιν ἢ κάτωθέν ποθεν ἀπὸ μακρᾶς καὶ δαιμονικῆς πλάνης ὁρμῶνται, γέλωτος ἢ καὶ μᾶλλον αἰσχύνης, μᾶλλον δὲ τοῖς ἔτι τυφλώττουσιν οἴκτου ὄντα ἄξια. ταῦτα δὲ Κλήμης ὁ θαυμάσιος ἐν τῷ πρὸς Ἕλληνας Προτρεπτικῷ διαρρήδην ἐκκαλύπτει, πάν-των μὲν διὰ πείρας ἐλθὼν ἀνήρ, θᾶττόν γε μὴν τῆς πλάνης ἀνανεύσας, ὡς ἂν πρὸς τοῦ σωτηρίου λόγου καὶ διὰ τῆς εὐαγγελικῆς διδασκαλίας τῶν κα-κῶν λελυτρωμένος. βραχέα δ’ οὖν καὶ τούτων ἐπάκουσον· δ. ΠΕΡΙ ΤΩΝ ΑΠΟΡΡΗΤΩΝ ΤΕΛΕΤΩΝ ΚΑΙ ΤΩΝ ΚΡΥΦΙΩΝ ΜΥΣΤΗΡΙΩΝ ΤΗΣ ΠΟΛΥΘΕΟΥ ΠΛΑΝΗΣ Ἄδυτα τοίνυν ἄθεα μὴ πολυπραγμονεῖτε, μηδὲ βαράθρων στόματα τερατείας ἔμπλεα ἢ λέβητα Θεσπρώτειον ἢ τρίποδα Κιρραῖον ἢ Δωδωναῖον χαλκεῖον, γεράνδρυον δὲ ψάμμοις ἐρήμαις τετιμημένον καὶ τὸ αὐτόθι μαντεῖον αὐτῇ δρυὶ̈ μεμαρασμένον μύθοις γεγηρακόσι καταλείψατε. σεσίγηται γοῦν ἡ Κασταλίας πηγὴ καὶ Κολοφῶνος ἄλλη πηγή, καὶ τὰ ἄλλα ὁμοίως τέθνηκε νάματα μαντικὰ καὶ δὴ τοῦ τύφου κενὰ ὀψὲ μέν, ὅμως δ’ οὖν διελήλεγκται τοῖς ἰδίοις συνεκρεύσαντα μύθοις. διήγησαι ἡμῖν καὶ τῆς ἄλλης μαντικῆς, μᾶλλον δὲ μανικῆς τὰ ἄχρηστα χρηστήρια, τὸν Κλάριον, τὸν Πύθιον, τὸν Διδυ-μέα, τὸν Ἀμφιάρεω, τὸν Ἀπόλλω, τὸν Ἀμφίλοχον· εἰ δὲ βούλει, καὶ τερατο-σκόπους καὶ οἰωνοσκόπους καὶ τοὺς ὀνείρων κριτὰς ἀνιέρου σὺν αὐτοῖς· στῆ-σον δὲ ὁμοῦ παρὰ τὸν Πύθιον ἄγων τοὺς ἀλευρομάντεις καὶ κριθομάντεις καὶ τοὺς εἰσέτι παρὰ τοῖς πολλοῖς τετιμημένους ἐγγαστριμύθους· ναὶ μὴν ἄδυτα Αἰγυπτίων καὶ Τυρρηνῶν νεκυομαντεῖαι σκότῳ παραδιδόσθων· μανικὰ ταῦτα ὡς ἀληθῶς ἀνθρώπων ἀπίστων σοφιστήρια καὶ πλάνης ἀκράτου κυβευτήρια. συνέμποροι τῆσδε τῆς γοητείας αἶγες αἱ ἐπὶ μαντικὴν ἠσκημέναι καὶ κόρακες ἀνθρώποις χρᾶν ὑπ’ ἀνθρώπων διδασκόμενοι. Τί δ’ εἴ σοι καταλέγοιμι τὰ μυστήρια; οὐκ ἐξορχήσομαι μὲν ὥσπερ Ἀλκιβιάδην λέγουσιν, ἀπογυμνώσω δὲ εὖ μάλα ἀνὰ τὸν τῆς ἀληθείας λόγον τὴν γοητείαν τὴν ἐγκεκρυμμένην αὐτοῖς, καὶ αὐτούς γε τοὺς καλουμένους ὑμῶν θεούς, ὧν αἱ τελεταὶ μυστικαί, οἷον ἐπὶ σκηνῆς τοῦ βίου τοῖς ἀληθείας ἐκκυ-κλήσω θεαταῖς. Διόνυσον Μαινόλην ὀργιάζουσι Βάκχοι ὠμοφαγίᾳ τὴν ἱερομηνίαν ἄγοντες καὶ τελίσκουσι τὰς κρεανομίας τῶν φόνων, ἀνεστεμμένοι τοῖς ὄφεσιν, ἐπολολύζοντες Εὖαν Εὖαν ἐκείνην, δι’ ἣν ἡ πλάνη παρηκολού-θησε. καὶ σημεῖον ὀργίων Βακχικῶν ὄφις ἐστὶ τετελεσμένος. αὐτίκα γοῦν κατὰ τὴν ἀκριβῆ τῶν Ἑβραίων φωνὴν τὸ ὄνομα τὸ Εὖα δασυνόμενον ἑρμη-νεύεται ὄφις ἡ θήλεια. Δηὼ δὲ καὶ Κόρη δρᾶμα ἤδη ἐγενέσθην μυστικὸν καὶ τὴν πλάνην καὶ τὴν ἁρπαγὴν καὶ τὸ πένθος αὐταῖν Ἐλευσὶς δᾳδουχεῖ. Καί μοι δοκεῖ τὰ ὄργια καὶ τὰ μυστήρια δεῖν ἐτυμολογεῖν, τὰ μὲν ἀπὸ τῆς ὀργῆς τῆς Δηοῦς τῆς πρὸς Δία γεγενημένης, τὰ δὲ ἀπὸ τοῦ μύσους τοῦ συμβεβηκότος περὶ τὸν Διόνυσον· εἰ δὲ καὶ ἀπὸ Μυοῦντός τινος Ἀττικοῦ, ὃν ἐν κυνηγίᾳ διαφθαρῆναι Ἀπολλόδωρος λέγει, οὐ φθόνος ὑμῶν δεδοξάσθαι τὰ μυστήρια ἐπιτυμβίῳ τιμῇ. πάρεστιν δὲ καὶ ἄλλως μυθήριά σοι νοεῖν, ἀντιστοιχούντων τῶν γραμμάτων, τὰ μυστήρια. θηρεύουσι γάρ, εἰ καὶ ἄλλοι τινές, ἀτὰρ δὴ καὶ οἱ μῦθοι οἱ τοιοίδε Θρᾳκῶν τοὺς βαρβαρικωτάτους, Φρυγῶν τοὺς ἀνοητοτάτους, Ἑλλήνων τοὺς δεισιδαίμονας. ὄλοιτο οὖν ὁ τῆσδε ἄρξας τῆς ἀπάτης ἀνθρώποις, εἴτε ὁ Δάρδανος ὁ μύθους θεῶν καταδείξας τὰ μυστήρια, εἴτε Ἠετίων ὁ τὰ Σαμοθρᾴκων ὄργια καὶ τελετὰς ὑποστησά-μενος, εἴτε ὁ Φρὺξ ἐκεῖνος ὁ Μίδας, ὁ παρὰ τοῦ Ὀδρύσου μαθών, ἔπειτα διαδοὺς τοῖς ὑποτεταγμένοις ἔντεχνον ἀπάτην. οὐ γάρ με ὁ Κύπριος ὁ νησιώ-της Κινύρας παραπείσαι ποτ’ ἄν, τὰ περὶ τὴν Ἀφροδίτην μαχλῶντα ὄργια ἐκ νυκτὸς ἡμέρᾳ παραδοῦναι τολμήσας, φιλοτιμούμενος θειάσαι πόρνην πο-λίτιδα. Μελάμποδα δὲ τὸν Ἀμυθάονος ἄλλοι φασὶν ἐξ Αἰγύπτου μετα-κομίσαι τῇ Ἑλλάδι τὰς Δηοῦς ἑορτάς, πένθος ὑμνούμενον. τούτους ἔγωγ’ ἂν ἀρχεκάκους φήσαιμι μύθων ἀθέων καὶ δεισιδαιμονίας ὀλεθρίου πατέρας, σπέρμα κακίας καὶ φθορᾶς ἐγκαταφυτεύσαντας τῷ βίῳ τὰ μυστήρια. Ἤδη δέ (καὶ γὰρ καιρός) αὐτὰ ὑμῶν τὰ ὄργια ἐξελέγξω ἀπάτης καὶ τερατείας ἔμπλεα. καὶ εἰ μεμύησθε, μᾶλλον ἐπιγελάσεσθε τοῖς μύθοις ὑμῶν τούτοις τοῖς τιμωμένοις. ἀγορεύσω δὲ ἀναφανδὸν τὰ κεκρυμμένα, οὐκ αἰδούμενος λέγειν ἃ προσκυνεῖν οὐκ αἰσχύνεσθε. ἡ μὲν οὖν ἀφρογενής τε καὶ κυπρο-γενής, ἡ Κινύρᾳ φίλη (τὴν Ἀφροδίτην λέγω, τὴν φιλομηδέα, ὅτι μηδέων ἐξεφαάνθη, μηδέων ἐκείνων τῶν ἀποκεκομμένων Οὐρανοῦ, τῶν λάγνων, τῶν μετὰ τὴν τομὴν τὸ κῦμα βεβιασμένων, ὡς ἀσελγῶν ὑμῖν μορίων ἄξιος Ἀφροδίτη γίνεται καρπός), ἐν ταῖς τελεταῖς ταύτης τῆς πελαγίας ἡδονῆς τεκμήριον τῆς γονῆς ἁλῶν χόνδρος καὶ φαλλὸς τοῖς μυουμένοις τὴν τέχνην τὴν μοιχικὴν ἐπιδίδοται, νόμισμα δὲ εἰσφέρουσιν αὐτῇ οἱ μυούμενοι ὡς ἑταίρᾳ ἐρασταί. Δηοῦς δὲ μυστήρια καὶ Διὸς πρὸς μητέρα Δήμητραν Ἀφροδίσιοι συμ-πλοκαὶ καὶ μῆνις (οὐκ οἶδ’ ὅ τι φῶ λοιπόν, μητρὸς ἢ γυναικός) τῆς Δηοῦς, ἧς δὴ χάριν Βριμὼ προσαγορευθῆναι λέγεται· ἱκετηρίαι Διὸς καὶ πόμα χολῆς καὶ καρδιουλκίαι καὶ ἀρρητουργίαι· ταῦτα οἱ Φρύγες τελίσκουσιν Ἄττιδι καὶ Κυβέλῃ καὶ Κορύβασιν. τεθρυλήκασι δὲ ὡς ἄρα ἀποσπάσας ὁ Ζεὺς τοῦ κριοῦ τοὺς διδύμους φέρων ἐν μέσοις ἔρριψε τοῖς κόλποις τῆς Δηοῦς, τιμω-ρίαν ψευδῆ τῆς βιαίας συμπλοκῆς ἐκτιννύων, ὡς ἑαυτὸν δῆθεν ἐκτεμών. τὰ σύμβολα τῆς μυήσεως ταύτης ἐκ περιουσίας παρατεθέντα οἶδ’ ὅτι κινήσει γέλωτα καὶ μὴ γελασείουσιν ὑμῖν διὰ τοὺς ἐλέγχους· ἐκ τυμπάνου ἔφαγον, ἐκ κυμβάλου ἔπιον, ἐκερνοφόρησα, ὑπὸ τὸν παστὸν ὑπέδυν. ταῦτα οὐχ ὕβρις τὰ σύμβολα; οὐ χλεύη τὰ μυστήρια; Τί δ’ εἰ καὶ τὰ ἐπίλοιπα προσθείην; κυεῖ μὲν ἡ Δημήτηρ, ἀνατρέφεται
PG 21:115δὲ ἡ κόρη, μίγνυται δ’ αὖθις ὁ γεννήσας οὑτοσὶ Ζεὺς τῇ Φερεφάττῃ τῇ ἰδίᾳ θυγατρὶ μετὰ τὴν μητέρα τὴν Δηώ, ἐκλαθόμενος τοῦ προτέρου μύσους, καὶ μίγνυται δράκων γενόμενος, ὃς ἦν ἐλεγχθείς. Σαβαζίων γοῦν μυστη-ρίων σύμβολον τοῖς μυουμένοις ὁ διὰ κόλπου θεὸς θέων· δράκων δέ ἐστιν οὗτος διελκόμενος τοῦ κόλπου τῶν τελουμένων, ἔλεγχος ἀκρασίας Διός. κυεῖ καὶ ἡ Φερέφαττα παῖδα ταυρόμορφον. ἀμέλει φησί τις ποιητὴς εἰδωλικός· ταῦρος δράκοντος καὶ πατὴρ ταύρου δράκων, ἐν ὄρει τὸ κρύφιον βουκόλος τὸ κέντρον· βουκολικόν, οἶμαι, κέντρον τὸν νάρθηκα ἐπικαλῶν, ὃν δὴ ἀναστέφουσιν οἱ Βάκχοι. Βούλει καὶ τὰ Φερεφάττης ἀνθολόγια διηγήσωμαί σοι καὶ τὸν κάλαθον καὶ τὴν ἁρπαγὴν τὴν ὑπὸ Ἀϊδωνέως καὶ τὸ χάσμα τῆς γῆς καὶ τὰς ὗς τὰς Εὐβουλέως τὰς συγκαταποθείσας ταῖν θεαῖν, δι’ ἣν αἰτίαν ἐν τοῖς Θεσμοφο-ρίοις μεγαρίζοντες χοίρους ἐμβάλλουσι; ταύτην τὴν μυθολογίαν ποικί-λως κατὰ πόλιν αἱ γυναῖκες ἑορτάζουσιν, Θεσμοφόρια, Σκιροφόρια, Ἀρρητο-φόρια, πολυτρόπως τὴν Φερεφάττης ἐκτραγῳδοῦσαι ἁρπαγήν. τὰ γὰρ Διονύ-σου μυστήρια τέλεον ἀπάνθρωπα, ὃν εἰσέτι παῖδα ὄντα ἐνόπλῳ κινήσει περι-χορευόντων Κουρήτων, δόλῳ δὲ ὑποδύντων Τιτάνων, ἀπατήσαντες παιδαριώ-δεσιν ἀθύρμασιν οὗτοι δὴ οἱ Τιτᾶνες διέσπασαν ἔτι νηπίαχον ὄντα, ὡς ὁ τῆς τελετῆς ποιητὴς Ὀρφεύς φησιν ὁ Θρᾴκιος· κῶνος καὶ ῥόμβος καὶ παίγνια καμπεσίγυια μῆλά τε χρύσεα καλὰ παρ’ Ἑσπερίδων λιγυφώνων. Καὶ τῆσδε ὑμῖν τῆς τελετῆς τὰ ἀχρεῖα σύμβολα οὐκ ἀχρεῖον εἰς κατά-γνωσιν παραθέσθαι· ἀστράγαλος, σφαῖρα, στρόβιλος, μῆλα, ῥόμβος, ἔσοπτρον, πόκος. Ἀθηνᾶ μὲν οὖν τὴν καρδίαν τοῦ Διονύσου ὑφελομένη Παλλὰς ἐκ τοῦ πάλλειν τὴν καρδίαν προσηγορεύθη· οἱ δὲ Τιτᾶνες, οἱ καὶ διασπάσαντες αὐτόν, λέβητά τινα τρίποδι ἐπιθέντες καὶ τοῦ Διονύσου ἐμβαλόντες τὰ μέλη καθ-ήψουν πρότερον, ἔπειτα ὀβελίσκοις ἀμπείραντεςὑπείρεχον Ἡφαίστοιο. Ζεὺς δὲ ὕστερον ἐπιφανείςεἰ θεὸς ἦν, τάχα που τῆς κνίσης τῶν ὀπτωμέ-νων κρεῶν μεταλαβών, ἧς δὴ τὸ γέρας λαχεῖν ὁμολογοῦσιν ὑμῶν οἱ θεοί κεραυνῷ τοὺς Τιτᾶνας αἰκίζεται καὶ τὰ μέλη τοῦ Διονύσου Ἀπόλλωνι τῷ παιδὶ παρακατατίθεται καταθάψαι. ὁ δέ, οὐ γὰρ ἠπείθησε Διί, εἰς τὸν Παρ-νασὸν φέρων κατατίθεται διεσπασμένον τὸν νεκρόν. Εἰ θέλεις δ’ ἐποπτεῦσαι καὶ Κορυβάντων ὄργια, τὸν τρίτον ἀδελφὸν ἀποκτείναντες οὗτοι τὴν κεφαλὴν τοῦ νεκροῦ φοινικίδι ἐπεκαλυψάτην καὶ καταστέψαντ’ ἐθαψάτην, φέροντες ἐπὶ χαλκῆς ἀσπίδος ὑπὸ τὰς ὑπωρείας τοῦ Ὀλύμπου. καὶ ταῦτ’ ἐστὶ τὰ μυστήρια, συνελόντι φάναι, φόνοι καὶ τάφοι· οἱ δὲ ἱερεῖς οἱ τῶνδε, οὓς Ἀνακτοτελέστας οἷς μέλον καλεῖν καλοῦσι, προσεπιτερατεύονται τῇ συμφορᾷ, ὁλόριζον ἀπαγορεύοντες σέλινον ἐπὶ τρα-πέζης τιθέναι· οἴονται γὰρ δὴ ἐκ τοῦ αἵματος τοῦ ἀπορρυέντος τοῦ κορυβαντικοῦ τὸ σέλινον ἐκπεφυκέναι· ὥσπερ ἀμέλει καὶ αἱ θεσμοφοριάζουσαι τῆς ῥοιᾶς τοὺς κόκκους παραφυλάττουσιν ἐσθίειν· τοὺς γὰρ ἀποπεπτωκότας χαμαὶ ἐκ τῶν τοῦ Διονύσου αἵματος σταγόνων βεβλαστηκέναι νομίζουσι τὰς ῥοιάς. Καβείρους δὲ τοὺς Κορύβαντας καλοῦντες καὶ τελετὴν Καβειρικὴν καταγ-γέλλουσιν. αὐτὼ γὰρ δὴ τούτω τὼ ἀδελφοκτόνω τὴν κίστην ἀνελομένω, ἐν ᾗ τὸ τοῦ Διονύσου αἰδοῖον ἀπέκειτο, εἰς Τυρρηνίαν κατήγαγον, εὐκλεοῦς ἔμποροι φορτίου· κἀνταῦθα διετριβέτην φυγάδε ὄντε, τὴν πολυτίμητον εὐσε-βείας διδασκαλίαν, αἰδοῖα καὶ κίστην, θρησκεύειν παραθεμένω Τυρρηνοῖς· δι’ ἣν αἰτίαν οὐκ ἀπεικότως τὸν Διόνυσον προσαγορεύεσθαί τινες Ἄττιν θέλουσιν, αἰδοίων ἐστερημένον. Καὶ τί θαυμαστὸν εἰ Τυρρηνοὶ οἱ βάρβαροι αἰσχροῖς οὕτω τελίσκονται παθήμασιν, ὅπου γε Ἀθηναίοις καὶ τῇ ἄλλῃ Ἑλλάδι (αἰδοῦμαι καὶ λέγειν) αἰσχύνης ἔμπλεως ἡ περὶ τὴν Δηὼ μυθολογία; ἀλωμένη γὰρ ἡ Δηὼ κατὰ ζήτησιν τῆς θυγατρὸς τῆς Κόρης περὶ τὴν Ἐλευσῖνατῆς Ἀττικῆς ἐστι τοῦτο τὸ χωρίονἀποκάμνει καὶ φρέατι ἐπικαθίζει λυπουμένη. τοῦτο τοῖς μυουμένοις ἀπαγορεύεται εἰσέτι νῦν, ἵνα μὴ δοκοῖεν οἱ τετελεσμένοι μι-μεῖσθαι τὴν ὀδυρομένην. ᾤκουν δὲ τηνικάδε τὴν Ἐλευσῖνα οἱ γηγενεῖς· ὀνόματα αὐτοῖς Βαυβὼ καὶ Δυσαύλης καὶ Τριπτόλεμος, ἔτι δὲ Εὔμολπός τε καὶ Εὐβουλεύς· βουκόλος ὁ Τριπτόλεμος ἦν, ποιμὴν δὲ ὁ Εὔμολπος, συβώτης δὲ ὁ Εὐβουλεύς· ἀφ’ ὧν τὸ Εὐμολπιδῶν καὶ τὸ Κηρύκων τὸ ἱεροφαντικὸν δὴ τοῦτο Ἀθήνησι γένος ἤνθησε. καὶ δὴ (οὐ γὰρ ἀνήσω μὴ οὐχὶ εἰπεῖν) ξενίσασα ἡ Βαυβὼ τὴν Δηὼ ὀρέγει κυκεῶνα αὐτῇ. τῆς δὲ ἀναινομένης λα-βεῖν καὶ πιεῖν οὐκ ἐθελούσηςπενθήρης γὰρ ἧνπεριαλγὴς ἡ Βαυβὼ γενομένη, ὡς ὑπεροραθεῖσα δῆθεν, ἀναστέλλεται τὰ αἰδοῖα καὶ ἐπιδεικνύει τῇ θεῷ, ἡ δὲ τέρπεται τῇ ὄψει ἡ Δηὼ καὶ μόλις ποτὲ δέχεται τὸ ποτόν, ἡσθεῖσα τῷ θεάματι. Ταῦτ’ ἐστὶ τὰ κρύφια τῶν Ἀθηναίων μυστήρια, ταῦτά τοι καὶ Ὀρφεὺς ἀναγράφει. παραθήσομαι δέ σοι αὐτὰ τοῦ Ὀρφέως τὰ ἔπη, ἵν’ ἔχῃς μάρτυρα τῆς ἀναισχυντίας τὸν μυσταγωγόν· ὣς εἰποῦσα πέπλους ἀνεσύρατο, δεῖξε δὲ πάντα σώματος οὐδὲ πρέποντα τύπον· παῖς δ’ ἦεν Ἴακχος χειρί τέ μιν ῥίπτασκε γελῶν Βαυβοῦς ὑπὸ κόλποις. ἡ δ’ ἐπεὶ οὖν μείδησε θεά, μείδης’ ἐνὶ θυμῷ, δέξατο δ’ αἰόλον ἄγγος, ἐν ᾧ κυκεὼν ἐνέκειτο. κἄστι τὸ σύνθημα Ἐλευσινίων μυστηρίων· ἐνήστευσα, ἔπιον τὸν κυκεῶνα, ἔλαβον ἐκ κίστης, ἐργασάμενος ἀπεθέμην εἰς κάλαθον καὶ ἐκ καλάθου εἰς κίστην. καλά γε τὰ θεάματα καὶ θεᾷ πρέποντα. Ἄξια μὲν οὖν νυκτὸς τὰ τελέσματα καὶ πυρὸς καὶ τοῦ μεγαλήτορος, μᾶλλον δὲ ματαιόφρονος Ἐρεχθειδῶν δήμου, πρὸς δὲ καὶ τῶν ἄλλων Ἑλλή-νων, οὕστινας μένει τελευτήσαντας ἅσσα οὐδὲ ἔλπονται. τίσι δὴ μαντεύε-ται Ἡράκλειτος ὁ Ἐφέσιος; νυκτιπόλοις, μάγοις, βάκχοις, λήναις, μύσταις, τούτοις ἀπειλεῖ τὰ μετὰ θάνατον, τούτοις μαντεύεται τὸ πῦρ· τὰ γὰρ νομιζό-μενα κατὰ ἀνθρώπους μυστήρια ἀνιερωστὶ μυεῦνται. νόμος οὖν καὶ ὑπό-ληψις κενὴ καὶ τοῦ δράκοντος τὰ μυστήρια ἀπάτη τίς ἐστι θρησκευομένη τὰς ἀμυήτους ὄντως μυήσεις καὶ τὰς ἀνοργιάστους τελετὰς εὐσεβείᾳ νόθῳ προ-τρεπομένων. οἷαι δὲ καὶ αἱ κίσται αἱ μυστικαί; δεῖ γὰρ ἀπογυμνῶσαι τὰ ἅγια αὐτῶν καὶ τὰ ἄρρητα ἐξειπεῖν· οὐ σησαμαῖ ταῦτα καὶ πυραμίδες καὶ τολύπαι καὶ πόπανα πολυόμφαλα χόνδροι τε ἁλῶν καὶ δράκων, ὄργιον Διονύ-σου Βασσάρου; οὐχὶ δὲ ῥοιαὶ πρὸς τοῖσδε καὶ κράδαι νάρθηκές τε καὶ κιττοί, πρὸς δὲ καὶ φθοῖς καὶ μήκωνες; ταῦτ’ ἐστὶν αὐτῶν τὰ ἅγια. καὶ προσέτι τῆς Θέμιδος τὰ ἄρρητα σύμβολα, ὀρίγανον, λύχνος, ξίφος, κτεὶς γυναικεῖος, ὅς ἐστιν εὐφήμως καὶ μυστικῶς μόριον γυναικεῖον. ὢ τῆς ἐμφανοῦς ἀναισχυν-τίας· πάλαι μὲν ἀνθρώποις σωφρονοῦσιν ἐπικάλυμμα ἡδονῆς νὺξ ἦν σιωπω-μένη, νυνὶ δὲ τοῖς μυουμένοις ἡ ἱερὰ τῆς ἀκρασίας νύξ ἐστι λαλουμένη, καὶ τὸ πῦρ ἐλέγχει τὰ πάθη δᾳδουχούμενον. ἀπόσβεσον, ὦ ἱεροφάντα, τὸ πῦρ· αἰδέ-σθητι, δᾳδοῦχε, τὰς λαμπάδας· ἐλέγχει σου τὸν Ἴακχον τὸ φῶς· ἐπίτρεψον ἀπο-κρύψαι τῇ νυκτὶ τὰ μυστήρια· σκότει τετιμήσθω τὰ ὄργια. τὸ πῦρ οὐχ ὑπο-κρίνεται· ἐλέγχειν καὶ κολάζειν κελεύεται. Ταῦτα τῶν ἀθέων τὰ μυστήρια. ἀθέους δὲ εἰκότως ἀποκαλῶ τούτους, οἳ τὸν μὲν ὄντως ὄντα θεὸν ἠγνοήκασι, παιδίον δὲ Τιτάνων ὕπο διασπώμενον καὶ γύναιον πενθοῦν καὶ μόρια ἄρρητα ὡς ἀληθῶς ὑπ’ αἰσχύνης ἀναισχύντως
PG 21:121σέβουσιν, διττῇ ἐνισχημένοι τῇ ἀθεότητι· προτέρᾳ μέν, καθ’ ἣν ἀγνοοῦσι τὸν θεόν, τὸν ὄντα ὄντως μὴ γνωρίζοντες θεόν, ἑτέρᾳ δὲ καὶ δευτέρᾳ δὴ ταύτῃ τῇ πλάνῃ τοὺς οὐκ ὄντας ὡς ὄντας νομίζοντες καὶ θεοὺς τούτους ὀνομάζον-τες τοὺς οὐκ ὄντας ὄντως, μᾶλλον δὲ οὐδὲ ὄντας, μόνου δὲ τοῦ ὀνόματος τε-τυχηκότας. Τοσαῦτα καὶ οὗτος. ε. ΤΙΣΙ ΛΟΓΙΣΜΟΙΣ ΤΟΥ [ΜΗ] ΤΑ ΟΜΟΙΑ ΤΟΙΣ ΕΛΛΗΣΙ ΠΕΡΙ ΘΕΩΝ ΦΡΟΝΕΙΝ ΑΝΕΧΩΡΗΣΑΜΕΝ Εἰκότως δῆτα ἡμεῖς τούτων ἁπάντων ἐλευθέρους ἡμᾶς γενέσθαι ὁμολογοῦμεν, τῆς μὲν μακρᾶς καὶ πεπαλαιωμένης πλάνης ὥσπερ τινὸς δεινῆς καὶ χαλεπωτάτης νόσου λελυτρωμένοι, πρῶτα μὲν τῇ τοῦ παντοκράτορος θεοῦ χάριτι καὶ εὐεργεσίᾳ, δεύτερον δὲ ἀπορρήτῳ δυνάμει τῆς τοῦ σω-τῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας, καὶ τρίτον σώφρονι λογισμῷ κρί-ναντες ἀνόσιον εἶναι καὶ δυσσεβὲς τῇ τοῦ θεοῦ σεβασμίῳ προσηγορίᾳ τιμᾶν τοὺς πάλαι ἐν νεκροῖς κειμένους θνητοὺς ἄνδρας καὶ οὐδὲ σωφρόνων ἀνδρῶν μνήμην ἀπολελοιπότας, ἐσχάτης δὲ ἀκρασίας καὶ ἀκολασίας ὠμότητός τε καὶ φρενοβλαβείας δείγματα τοῖς μετ’ αὐτοὺς φυλάττειν παραδεδωκότας. πῶς γὰρ οὐ πάντων ἠλιθιώτατον τοὺς σωφροσύνης ἐραστὰς τοῖς αἰσχροῖς καὶ ἀκολάστοις τῶν πρωτείων παραχωρεῖν, καὶ τοὺς συνετοὺς καὶ ἔμφρονας τοῖς τὰς φρένας ἀπολωλεκόσι τὴν σεβάσμιον παρέχειν τιμὴν τούς τε δικαιοσύ-νης καὶ φιλανθρωπίας ἀσκητὰς τοῖς δι’ ὑπερβολὴν ὠμότητος καὶ ἀπανθρω-πίας τεκνοκτονίας καὶ πατροκτονίας μιάσμασιν ἐνισχημένοις; ποίαν δ’ οὐχ ὑπερηκόντισεν ὑπερβολὴν ἀσεβείας τὸ καταβάλλειν εἰς ἄρρητα ἀνδρῶν καὶ γυναικῶν μόρια καὶ εἰς τὴν ἄλογον καὶ θηριώδη φύσιν τὴν σεμνὴν καὶ παναγίαν τοῦ θεοῦ πρόσρησιν τοιαῦτά τε αἰσχρὰ καὶ ἀπάνθρωπα θεολογεῖν, οἷα καὶ ἐπὶ τῶν ἐν ἀνθρώποις κακούργων, εἰ κατελεγχθείη, ταῖς ἀπὸ τῶν νόμων ἀπαραιτήτοις ὑποπέσοιεν ἂν τιμωρίαις; καὶ τί χρὴ μηκύνειν εὐαγγελιζο-μένους πάντα βάρβαρον ὁμοῦ καὶ Ἕλληνα τὴν ἀπὸ τῶν εἰρημένων κακῶν ἐλευθερίαν τῆς τε τῶν ψευδωνύμων θεῶν ἀποστασίας τὸ εὔλογον εἰς φῶς ἀγαγόντας, ὁπότε καὶ αὐτῶν ἤδη τῶν σφόδρα δεισιδαιμόνων οἱ πλείους, ὥσπερ ἐκ βαθέος κάρου ἀνανήψαντες καὶ τῆς παλαιᾶς ἀχλύος τὸ τῆς ψυχῆς ὄμμα διανοίξαντες τὸν βαθὺν λῆρον συνεῖδον τῆς πατρικῆς πλάνης καὶ στάντες ἐπὶ λογισμοῦ τὴν ἑτέραν ὁδὸν εἵλοντο, τῆς παλαιᾶς ἀναχωρήσαντες; ὧν οἱ μὲν ὁμόσε χωρήσαντες τῆς ὅλης κατέπτυσαν θεολογίας τῶν σφετέρων προγόνων πλατὺ καταγελάσαντες, οἱ δ’ ἀθεότητος δόξαν ἐκκλίναντες οὔτ’ ἐπὶ τοῖς πρότερον ἔστησαν οὔτ’ ἐξ ἅπαντος αὐτῶν ἀνεχώρησαν, κολακεῦσαι δὲ καὶ θεραπεῦσαι τὴν οἰκείαν προθέμενοι δόξαν τὰς περὶ τῶν τεθρυλημένων παρ’ αὐτοῖς θεῶν ἱστορίας ἀληθεῖς μύθους εἶναι πεπλασμένους ὑπὸ ποιητῶν ἐπεφήμισαν, φυσικὰς ἐν αὐτοῖς ἀποκρύπτοντες θεωρίας. ὧν εἰ καὶ ὅτι μάλιστα μηδὲν φέρουσιν ἀληθείας δεῖγμα, ὅμως δ’ οὖν ἀναγκαία γένοιτ’ ἂν ἡμῖν ἡ ἔκθεσις εἰς θεωρίαν τῶν καὶ παρὰ τούτοις σεμνῶν, ὡς ἂν καὶ τῆς τούτων ἀναχωρήσεως οὐκ ἄλλως ἡμῖν προξενηθείσης ἢ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας τὸ εὔλογον παρασταίη. φέρ’ οὖν καὶ τού-των τὸν λόγον ἄνωθεν ἀναλαβόντες ἐπισκεψώμεθα. 2. ΑΝΑΚΕΦΑΛΑΙΩΣΙΣ ΤΩΝ ΠΡΟΣΘΕΝ ΕΙΡΗΜΕΝΩΝ Τῆς μὲν οὖν Ἑλληνικῆς θεολογίας, λέγω δὲ τῆς πανδήμου καὶ μυθικω-τέρας καὶ πολὺ πρότερον τῆς παρὰ Φοίνιξι καὶ Αἰγυπτίοις τοῖς τε ἄλλοις, ὧν τὴν μνήμην οἱ πρὸ τούτου περιέσχον λόγοι, τοιόσδε τις ὁ τρόπος ἀποδέ-δεικται, οἷος διὰ τῶν προεκτεθεισῶν φωνῶν αὐτῶν δὴ τῶν Ἑλληνικῶν συγγραφέων προδεδήλωται· ὃν καὶ εἰκότως ἐν ἀρχαῖς τῆς προκειμένης Εὐαγγελικῆς Προπαρασκευῆς εἰς διάκρισίν τε καὶ ἐπίγνωσιν τοῖς ἐντευξομέ-νοις προτεθείκαμεν, ὡς ἂν μάθοιμεν ἡμεῖς τε αὐτοὶ καὶ οἱ τῶνδε εἰσέτι νῦν ἄπειροι, τίνες ὄντες πάλαι πρότερον καὶ οἵων ἐκ πατέρων φύντες ὁπηλίκοις τε τὸ πρὶν κακοῖς πεπεδημένοι δυσσεβείας τε ὁπόσῃ καὶ ἀγνωσίας θεοῦ μέθῃ τὰς ψυχὰς κατορωρυγμένοι τῆς τούτων ἁπάντων ἀθρόως ἀνανεύσεως καὶ ἐλευθερίας ἠξιώθημεν διὰ μιᾶς μόνης τῆς εὐαγγελικῆς διδασκαλίας, οὐκ ἄλλως ἡμῖν πρυτανευθείσης ἢ δι’ ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ· ὃς οὐ μέρει γῆς οὐδ’ ἐν γωνίᾳ χώρας ἔθνους ἑνός, καθ’ ὅλης δὲ τῆς ἀνθρώπων οἰκουμένης, ἐν ᾗ τὰ τῆς μάλιστα δεισιδαίμο-νος πλάνης ὑπερίσχυσεν, οἷά τις νοερῶν καὶ λογικῶν ψυχῶν ἥλιος τὰς τοῦ οἰκείου φωτὸς ἐφαπλώσας ἀκτῖνας ὁμοῦ πᾶν γένος ἀνθρώπων, βαρβάρων τε καὶ Ἑλλήνων, ὥσπερ ἐξ ἀχλύος δεινῆς καὶ ζοφερωτάτης τε καὶ ἀειδοῦς νυκτὸς τῆς δεισιδαίμονος πλάνης ἐπὶ λαμπρὰν καὶ διαυγεστάτην ἡμέραν τῆς ἀληθοῦς εὐσεβείας τοῦ παμβασιλέως θεοῦ πάντας ἡμᾶς μετεστήσατο. διαρρήδην γοῦν αἱ προπαρατεθεῖσαι φωναὶ νεκρῶν εἴδωλα καὶ ἀνδρῶν πάλαι κατοιχομένων εἰκόνας πάντας πανδημεὶ τοὺς ἀμφὶ τὴν πολύθεον πλάνην κατά τε πόλεις καὶ κώμας ἐπτοημένους θεραπεύειν τε καὶ περιέπειν ἐδίδαξαν, πάντων πάλαι ἀνδρῶν δι’ ὑπερβάλλουσαν τοῦ τότε βίου θηριωδίαν θεοῦ μὲν τοῦ πάντων δημιουργοῦ μηδένα λόγον ποιουμένων μηδὲ τῆς θείας καὶ ἐπὶ τοῖς πλημμελουμένοις τιμωροῦ δίκης ἐμπαζομένων, εἰς πάσας δὲ ἀνοσιουργίας καταβαλλόντων. οὔπω γὰρ εἰσέτι τότε νόμων καθ’ οὓς χρὴ βιοῦν συν-εστώτων οὐδέ γε τῆς ἡμέρου πολιτείας ἐν ἀνθρώποις κατατεταγμένης, ἀνει-μένου δὲ καὶ νομαδικοῦ τοῦ βίου θηριώδους τε καθεστῶτος, τοῖς μὲν θρεμ-μάτων ἀλόγων δίκην τῶν τῆς γαστρὸς ἀποπληρώσεων πλέον οὐδὲν ἔμελεν, οἷς καὶ πρῶτος οὗτος ἀθεότητος ὑποικουρεῖ τρόπος· οἱ δ’ εἰς βραχύ τι φυσι-καῖς ἐννοίαις ἀνακινούμενοι θεὸν καὶ θεοῦ δύναμιν σωτήριόν τι καὶ ἀγαθὸν εἶναι χρῆμα διενοήθησαν, εὑρεῖν δὲ τοῦτον θελήσαντες ἄνω μὲν τὰς ψυχὰς εἰς οὐρανὸν ἔτειναν, αὐτόθι δὲ τῇ διανοίᾳ στάντες καὶ τῶν κατ’ οὐρανὸν φαινόντων τε καὶ φαινομένων φωστήρων καταπλαγέντες τὰ κάλλη, ταῦτ’ εἶναι θεοὺς ἀπεφήναντο. τρίτοι δὲ ἄλλοι σφᾶς αὐτοὺς ἐπὶ γῆς ῥίψαν-τες τοὺς ἐπὶ συνέσει τῶν κατ’ αὐτοὺς προφέρειν νενομισμένους ἢ καὶ ῥώμῃ σώματος καὶ δυναστείας ἰσχύϊ τῶν πλειόνων ἐπικρατήσαντας, γίγαντάς τινας ἢ τυράννους ἢ καὶ γόητας καὶ φαρμακέας ἄνδρας ἔκ τινος τῶν θείων ἀποπτώσεως τὰς κακοτέχνους γοητείας συνεσκευασμένους ἢ καὶ τοὺς ἄλλους κοινῆς τινος καὶ βιωφελοῦς εὐεργεσίας προάρξαντας ζῶντάς τε καὶ μετὰ τὴν τελευτὴν θεοὺς ἐπεφήμισαν. ἔνθεν αὐτοῖς καὶ οἱ τῶν θεῶν οἶκοι νε-κρῶν εἶναι τάφοι μνημονεύονται, ὡς ὁ Κλήμης ἐν τῷ πρὸς Ἕλληνας Προ-τρεπτικῷ ἱστορεῖ, τοῦ λόγου μάρτυρας αὐτοὺς Ἕλληνας ἐπαγόμενος. εἰ δή σοι φίλον, αὖθις καὶ τούτου τόνδε γράφοντος ἄκουε τὸν τρόπον· ζ. ΠΕΡΙ ΤΟΥ ΝΕΚΡΩΝ ΕΙΝΑΙ ΤΑΦΟΥΣ ΤΑ ΚΑΛΟΥΜΕΝΑ ΑΥΤΩΝ ΙΕΡΑ ΤΩΝ ΘΕΩΝ Εἰκότως ἄρα ἀρχήν ποθεν ἡ δεισιδαιμονία λαβοῦσα κακίας ἀνοήτου γέγονε πηγή· ἔπειτα μὴ ἀνακοπεῖσα, ἀλλ’ εἰς ἐπίδοσιν ἐλθοῦσα πολλὴ δὴ ῥυεῖσα δημιουργὸς πολλῶν καθίσταται δαιμόνων, ἑκατόμβας ποιοῦσα καὶ πανηγύρεις ἐπιτελοῦσα καὶ ἀγάλματα ἀνιστᾶσα καὶ νεὼς ἀνοικοδομοῦσα, οὓς δὴ (οὐδὲ γὰρ οὐδὲ τοῦτο σιωπήσομαι, πρὸς δὲ καὶ αὐτοὺς ἐλέγξω) νεὼς μὲν εὐφήμως ὀνομαζομένους, τάφους δὲ γενομένους, τουτέστι τοὺς τάφους νεὼς ἐπικεκλημένους. ὑμεῖς δὲ ἀλλὰ κἂν νῦν δεισιδαιμονίας ἐκλάθεσθε, τοὺς τά-φους τιμᾶν αἰσχυνόμενοι.
PG 21:127Ἐν τῷ ναῷ τῆς Ἀθηνᾶς ἐν Λαρίσσῃ ἐν τῇ ἀκροπόλει τάφος ἐστὶν Ἀκρισίου, Ἀθήνησι δὲ ἐν τῇ ἀκροπόλει Κέκροπος, ὥς φησιν Ἀντίοχος ἐν τῷ ἐνάτῳ τῶν ἱστοριῶν. τί δὲ Ἐριχθόνιος; οὐχὶ ἐν τῷ νεῲ τῆς Πολιάδος κεκήδευται, Ἴμμαρος δὲ ὁ Εὐμόλπου καὶ Δαείρας οὐχὶ ἐν τῷ περιβόλῳ τοῦ Ἐλευσινίου τοῦ ὑπὸ τῇ ἀκροπόλει, αἱ δὲ Κελεοῦ θυγατέρες ἐν Ἐλευσῖνι τετάφαται; τί σοι καταλέγω τὰς ἐξ Ὑπερβορέων γυναῖκας; Ὑπερόχη καὶ Λαοδίκη κέκλησθον, ἐν τῷ Ἀρτεμισίῳ ἐν Δήλῳ κεκήδευσθον, τὸ δὲ ἐν τῷ Ἀπόλλωνος τοῦ Δηλίου ἐστὶν ἱερῷ. Λέανδρος δὲ Κλέοχον ἐν Μιλήτῳ τεθάφθαι ἐν τῷ Διδυμαίῳ φησίν. ἐνταῦθα τῆς Λευκοφρύνης τὸ μνημεῖον οὐκ ἄξιον παρελθεῖν ἑπομέ-νους Ζήνωνι τῷ Μυνδίῳ (ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος ἐν Μαγνησίᾳ κεκήδευται)· οὐδὲ μὴν τὸν ἐν Τελμησσῷ βωμὸν τοῦ Ἀπόλλωνος· (μνῆμα εἶναι καὶ τοῦτον Τελμησσέως τοῦ μάντεως ἱστοροῦσι). Πτολεμαῖος δὲ ὁ τοῦ Ἀγησάρ-χου ἐν τῷ πρώτῳ τῶν περὶ τὸν Φιλοπάτορα ἐν Πάφῳ λέγει ἐν τῷ τῆς Ἀφρο-δίτης ἱερῷ Κινύραν τε καὶ τοὺς Κινύρου ἀπογόνους κεκηδεῦσθαι. ἀλλὰ γὰρ ἐπιόντι μοι τοὺς προσκυνουμένους ὑμῖν τάφους ἐμοὶ μὲν οὐδ[ὲ] ὁ πᾶς ἂν ἀρκέσαι χρόνος· ὑμᾶς δὲ εἰ μὴ ὑπεισέρχεταί τις αἰσχύνη τῶν τολμωμένων, νεκροὶ ἄρα τέλεον ὄντες νεκροῖς πεπιστευκότες περιέρχεσθε· ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; Καὶ μετ’ ὀλίγα φησί· Καινὸν δὲ ἄλλον ἐν Αἰγύπτῳ, ὀλίγου δεῖν καὶ παρ’ Ἕλλησι, σεβασμίως τεθείακε θεὸν ὁ βασιλεὺς ὁ Ῥωμαίων· τὸν ἐρώμενον ὡραιότατον σφόδρα γενό-μενον Ἀντίνοον ἀνιέρωσεν οὗτος, ὡς Γανυμήδην ὁ Ζεύς. οὐ γὰρ κωλύεται ῥᾳδίως ἐπιθυμία φόβον οὐκ ἔχουσα· καὶ νύκτας ἱερὰς τὰς Ἀντινόου προσκυ-νοῦσιν ἄνθρωποι νῦν, ἃς αἰσχρὰς ἠπίστατο ὁ συναγρυπνήσας ἐραστής. Καὶ ἐπάγει· Ἤδη δὲ ὁ τάφος τοῦ ἐρωμένου νεώς ἐστιν Ἀντινόου καὶ πόλις· καθάπερ δέ, οἶμαι, οἱ ναοὶ οὕτω καὶ οἱ τάφοι θαυμάζονται, πυραμίδες δὴ καὶ μαυσώλ[ε]ια καὶ λαβύρινθοι, ἄλλοι ναοὶ τῶν νεκρῶν, ὡς ἐκεῖνοι τάφοι τῶν θεῶν. Καὶ πάλιν μετ’ ὀλίγα· Ἴθι δὴ καὶ τοὺς ἀγῶνας ἐν βραχεῖ περιοδεύσωμεν καὶ τὰς ἐπιτυμβίους ταυτασὶ πανηγύρεις καταλύσωμεν, Ἴσθμιά τε καὶ Νέμεα καὶ Πύθια καὶ τὰ ἐπὶ τούτοις Ὀλύμπια. Πυθοῖ μὲν οὖν ὁ δράκων ὁ Πύθιος θρησκεύεται καὶ τοῦ ὄφεως ἡ πανήγυρις καταγγέλλεται Πύθια, Ἰσθμοῖ δὲ σκύβαλον προς-έπτυσεν ἐλεεινὸν ἡ θάλασσα καὶ Μελικέρτην ὀδύρεται τὰ Ἴσθμια, Νεμέασι δὲ ἄλλο παιδίον Ἀρχέμορος κεκήδευται καὶ τοῦ παιδίου ὁ ἐπιτάφιος προσαγορεύεται Νέμεα. Πῖσα δ’ ἐστὶν ἐν ὑμῖν τάφος, ὦ Πανέλληνες, ἡνιόχου Φρυγός, καὶ τοῦ Πέλοπος τὰς χοὰς τὰ Ὀλύμπια ὁ Φειδίου σφετερίζεται Ζεύς. η. ΠΟΙΑ ΤΙΣ ΗΝ Η ΤΩΝ ΠΑΛΑΙΩΝ ΠΕΡΙ ΘΕΩΝ ΔΟΞΑ Ταῦτα μὲν οὗτος. σὺ δὲ τὸν λόγον ἐξ ἀρχῆς ἀναλαβὼν τῆς δεισιδαίμονος πλάνης ἐπίσκεψαι τὴν διάπτωσιν. φύσει μὲν οὖν καὶ αὐτοδιδάκτοις ἐννοίαις, μᾶλλον δὲ θεοδιδάκτοις καλόν τι καὶ ὠφέλιμον τυγχάνειν τὸ σημαῖνον τὴν τοῦ θεοῦ προσηγορίαν τε καὶ οὐσίαν πάντες ἄνθρωποι κοινοῖς λογισμοῖς προειλή-φεσαν, τοῦ τῶν ὅλων δημιουργοῦ τοῦτο πάσῃ λογικῇ καὶ νοερᾷ ψυχῇ φυσι-καῖς ἐννοίαις ὑποσπείραντος. οὐ μὴν καὶ τῇ προαιρέσει τῇ κατὰ λόγον ἐκέ-χρηντο· εἷς μὲν γάρ που τάχα τις καὶ δεύτερος ἢ καί τινες ἄλλοι κομιδῆ βραχεῖς, ὧν τὴν μνήμην τὰ Ἑβραίων περιέχει λόγια, εἰς οὐδὲν τῶν ὁρω-μένων ἐφαρμόσαντες τὴν περὶ θεοῦ ἔννοιαν, ἀδιαστρόφοις δὲ τοῖς λογισμοῖς ἐπὶ τὸν τοῦ σύμπαντος κόσμου δημιουργὸν καὶ τὸν μέγαν τῶν ὅλων ποιητὴν ἐκ τῶν ὁρωμένων ἀναγαγόντες, διανοίας ὄμμασι κεκαθαρμένοις μόνον αὐτὸν εἶναι τὸν θεὸν τῶν πάντων σωτῆρα καὶ μόνον ἀγαθῶν δοτῆρα συνενόησαν· οἱ δὲ λοιποὶ παντοίᾳ ψυχῆς ἀμαυρώσει περιτραπέντες κατὰ βυθὸν ἀσεβείας ἠνέχθησαν, ὥστε θηρίων ἀγρίων τρόπον τὸ καλὸν καὶ συμφέρον καὶ ἀγαθὸν μέχρι σωμάτων καὶ σαρκὸς ἡδονῆς στῆσαι ταύτη τε κατὰ τὰ προειρημένα τοὺς τῶν νενομισμένων τοῦ σώματος καλῶν καὶ χρησίμων εὐεργέτας ἢ καὶ δυνάστας τινὰς καὶ τυράννους ἢ καὶ γόητας καὶ φαρμακέας ἄνδρας, τῇ φύσει θνητοὺς καὶ ἀνθρωπίναις κεχρημένους συμφοραῖς, ὡς ἀγαθῶν χο-ρηγοὺς σωτῆρας καὶ θεοὺς ἀναγορεύειν, τὴν σεβάσμιον ἔννοιαν φυσικῶς αὐτοῖς ἐνυπάρχουσαν ἐφ’ οὓς ἐνόμιζον εὐεργέτας μετατεθεικότες. τος-αύτη δ’ ἄρα συνεῖχεν αὐτοὺς φρενῶν ἀποπληξία, ὡς μηδὲν τῶν πλημμελου-μένων τοῖς θεολογουμένοις ὑπολογίζεσθαι μηδ’ ἐρυθριᾶν ἐπὶ τοῖς αἰσχρῶς περὶ αὐτῶν φημιζομένοις, τὰ πάντα δὲ τοὺς ἄνδρας διὰ τὰς ἐξ αὐτῶν παρεχο-μένας ὠφελείας ἢ καὶ διὰ τὰς τότε πρῶτον συνισταμένας δυναστείας τε καὶ τυραννίδας ἀποθαυμάζειν. νόμων γοῦν, ὥσπερ ἔφην ἤδη πρότερον, μηδέπω τότε ἐν ἀνθρώποις πολιτευομένων μηδ’ ἐπὶ τοῖς ἁμαρτανομένοις τιμωρίας ἐπῃωρημένης, μοιχείας καὶ ἀρρένων φθοράς, ἐκθέσμους τε καὶ παρανόμους γάμους, μιαιφονίας τε καὶ πατροκτονίας, τέκνων τε καὶ ἀδελφῶν σφαγάς, ναὶ μὴν καὶ πολέμους καὶ στάσεις πεπραγμένας ὄντως τοῖς οἰκείοις προστάταις. οὓς θεοὺς ἡγοῦντό τε καὶ ἀπεκάλουν, ὥσπερ ἐν μέρει κατορθωμάτων καὶ ἀνδραγαθίας ἀπεμνημόνευον, τὴν τούτων μνήμην ὡς σεμνῶν καὶ ἀνδρείων τοῖς ὀψιγόνοις ἀπολιπόντες. θ. ΠΕΡΙ ΤΗΣ ΕΛΛΗΝΩΝ ΣΕΜΝΟΤΕΡΑΣ ΚΑΙ ΦΥΣΙΚΩΤΕΡΑΣ ΘΕΟΛΟΓΙΑΣ Τοιαῦτα ἦν τὰ τῆς παλαιᾶς θεολογίας, ἣν μεταβαλόντες νέοι τινές, ἐχθὲς καὶ πρώην ἐπιφυέντες λογικώτερόν τε φιλοσοφεῖν αὐχοῦντες, τὴν δὴ φυσικωτέραν τῆς περὶ θεῶν ἱστορίας δόξαν εἰσηγήσαντο, σεμνοτέρας εὑρησι-λογίας τοῖς μύθοις προσεπινοήσαντες καὶ μήτε πάντη τῶν προπατόρων τὸ πλημμελὲς τῆς δυσσεβείας ἐκφυγόντες μήτ’ αὖ πάλιν τὴν αὐτόθεν προ-φαινομένην τῶν θεολογουμένων μοχθηρίαν ὑπομείναντες. θεραπεῦσαι δ’ οὖν ὅμως οἵδε τὸ πατρικὸν ἁμάρτημα προθυμηθέντες ἐπὶ φυσικὰς διηγήσεις καὶ θεωρίας τοὺς μύθους μετεσκευάσαντο, τὰ θρεπτικὰ καὶ αὐξητικὰ τῆς τῶν σωμάτων φύσεως ταῦτ’ εἶναι τὰ διὰ τῶν μύθων δηλούμενα ὡς δὴ μυ-στικώτερον κομπάσαντες. ἔνθεν ἀνιόντες καὶ οἵδε τὰ στοιχεῖα τοῦ κόσμου θεοὺς ἐπεφήμισαν, οὐκ αὐτὸ μόνον ἥλιον καὶ σελήνην καὶ ἄστρα, προς-έτι δὲ γῆν καὶ ὕδωρ, ἀέρα τε καὶ πῦρ τά τε ἐκ τούτων συγκρίματά τε καὶ ἀποτελέσματα, ναὶ μὴν καὶ τοὺς ὡραίους ἀπὸ γῆς καρποὺς καὶ τὰ λοιπὰ τῆς ξηρᾶς καὶ ὑγρᾶς τροφῆς βλαστήματα, ἃ καὶ αὐτὰ ὡς ἂν τῆς τῶν σω-μάτων ζωῆς αἴτια Δήμητραν καὶ Κόρην καὶ Διόνυσον καὶ ὅσα ἄλλα τούτοις ἐμφερῆ προσειπόντες τεθειάκασι, βεβιασμένον καὶ οὐκ ἀληθῆ τῶν μύθων τὸν καλλωπισμὸν εἰσηγησάμενοι. ἀλλ’ οὗτοι μὲν ὀψέ ποτε, ὡς ἂν ἐπαισχυνόμενοι τὰς τῶν προγόνων θεολογίας, οἴκοθεν ἃς ἕκαστος ἐφεῦρε σεμνολογίας τοῖς περὶ θεῶν μύθοις προσεπενόησαν, κινεῖν τὰ πάτρια τολμῶντος οὐδενός, περὶ πολλοῦ δὲ τὴν ἀρχαιότητα καὶ τὴν συνήθη καὶ σύντροφον ἐκ παίδων ἀγωγὴν τιμώμενοι. οἵ γε μὴν τούτων πρεσβύτεροι ἐν ἴσῳ τῇ τῶν ἀνδρῶν θεοποιίᾳ καὶ τὰς τῶν ἀλόγων ζῴων ἐκθεώσεις διετάξαντο διὰ τὸ καὶ ἐξ αὐτῶν χρήσιμον κατὰ τὰς πρόσθεν ἀποδοθείσας αἰτίας καὶ τοῖς ἀλόγοις θηρίοις τὰς ἴσας ἀφιέρωσαν θρησκείας, σπονδαῖς καὶ θυσίαις καὶ μυστικαῖς τελε-ταῖς ὕμνοις τε καὶ ᾠδαῖς ὁμοίως τοῖς τεθεοποιημένοις ἀνδράσι καὶ τὰς τού-των τιμὰς ἐπάραντες· εἰς τοσοῦτον δὲ ἄρα κακῶν ἤλαυνον ὡς δι’ ὑπερβολὴν ἀκρατοῦς ἡδυπαθείας τὰ ὁλκὰ πρὸς αἰσχρουργίαν μέρη τοῦ σώματος τά τε
PG 21:133ἀκόλαστα ἐν ἀνθρώποις πάθη ταῖς ἰσοθέοις ἐκθειάσαι τιμαῖς, μηδὲν τὸ παρά-παν ἐν τούτοις χρῆναι σεμνολογεῖν τῶν δὴ θεολόγων αὐτῶν ἀποφηναμένων. Τηρητέον γοῦν, ὡς ὅτι μάλιστα οἱ παλαίτατοι οὐδέν τι πλέον τῆς ἱστο-ρίας εἰδότες, μόνοις δὲ τοῖς μύθοις προσανέχοντες ἐμαρτυρήθησαν. πλὴν ἀλλ’ ἐπείπερ ἅπαξ ὡρμήθημεν καὶ τὰ σεμνὰ καὶ ἀπόρρητα τῶν γενναίων φιλο-σόφων κατασκοπῆσαι, φέρε καὶ ταῦτα ἐπιθεωρήσωμεν, ὡς ἂν μὴ δοκοίημεν ἀγνοεῖν καὶ τὰς θαυμαστὰς αὐτῶν φυσιολογίας. πρὶν δὲ τὴν τούτων ποιήσασθαι ἔκθεσιν ἐμοὶ δοκεῖ προεπισημήνασθαι τὴν αὐτῶν τῶν θαυ-μαστῶν φιλοσόφων κἀν τούτοις πρὸς ἑαυτοὺς ἐναντιολογίαν. οἱ μὲν γὰρ τηνάλ-λως διηγοῦνται καὶ κατὰ τὸ παραστὰν ἑκάστοις ἰδίως ἀποφαίνονται (οὐδὲ γὰρ ἀλλήλοις σύμφωνα φυσιολογοῦσιν)· οἱ δ’ εὐγνωμονέστερον τὸ σύμπαν ἀναιροῦ-σιν καὶ τῆς οἰκείας πολιτείας οὐ μόνον τὰς ἀπρεπεῖς περὶ θεῶν διηγήσεις, ἀλλὰ καὶ τὰς τούτων ἑρμηνείας ἀπελαύνουσιν, ἔστι δ’ ὅτε φόβῳ τῆς ἀπὸ τῶν νόμων τιμωρίας τοὺς μύθους ὑποκορίζονται. ἄκουε δ’ οὖν αὐτῶν τῶν Ἑλλήνων δι’ ἑνὸς τοῦ πάντων ἀρίστου τοτὲ μὲν ἐξωθοῦντος, τοτὲ δ’ αὖ πάλιν εἰσποιουμένου τοὺς μύθους. ὁ δ’ οὖν θαυμάσιος αὐτῶν Πλάτων, ὅτε μὲν τὴν οἰκείαν ἀπογυμνοῖ προαίρεσιν, τολμηρότερον ἀπαγορεύει καθόλου περὶ θεῶν τοιαῦτα φρονεῖν τε καὶ λέγειν οἷα τοῖς παλαιοῖς εἴρητο, εἴτε περιέχοιέν τι λεληθὸς ἐν ὑπονοίαις δηλούμενον εἴτ’ ἐκτὸς πάσης ὑπονοίας λέγοιτο· ὅτε δὲ τοὺς νόμους ὑποκορίζεται, καὶ δεῖν φησιν τοῖς περὶ θεῶν μύθοις πιστεύειν ὡς μηδὲν ἔχουσιν ἐν ὑπονοίαις ἐξ αὐτῶν δηλούμενον. ἤδη δέ ποτε τῶν παλαιῶν μύθων τὴν οἰκείαν θεολογίαν ἀφορίσας, περί τε οὐρανοῦ καὶ ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ ἔτι περὶ τοῦ σύμπαντος κόσμου καὶ τῶν τού-του μερῶν κεχωρισμένως φυσιολογήσας, ἰδίως πάλιν καὶ ἀφωρισμένως περὶ τῶν πάλαι γενεαλογηθέντων θεῶν ὧδέ πως αὐτοῖς ῥήμασιν ἐν τῷ Τιμαίῳ διέξεισιν· ι. ΟΠΩΣ Ο ΠΛΑΤΩΝ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΠΑΛΑΙΩΝ ΘΕΟΛΟΓΙΑΣ ΕΔΟΞΑΖΕΝ Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ’ ἡμᾶς· πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ που τοὺς ἑαυτῶν προγόνους εἰδότων. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ’ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. οὕτως οὖν κατ’ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανὸς καὶ Τηθὺς ἐγενέσθην· τού-των δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων· ἐκ δὲ Κρόνου τε καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες, ὅσους ἴσμεν [πάντας] ἀδελφοὺς λεγομένους αὐτῶν ἔτι τε τούτων ἐκγόνους ἄλλους. Ταῦτά φησιν ὁ Πλάτων ἑπομένους τῷ νόμῳ πιστευτέα εἶναι, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων εἰρῆσθαι αὐτὰ ὁμολογήσας· προς-εκτέον δέ, ὡς οὐδὲν ἔχειν ἀπόρρητον τὰς τῶν θεῶν δὴ προσηγορίας τε καὶ γενεαλογίας ἐν φυσιολογίαις δηλούμενον ἐμφαίνει. αὖθις δὲ ἐν ἑτέροις ὁ αὐτὸς τὴν οἰκείαν ἀπογυμνῶν προαίρεσιν πάλιν τούτοις κέχρηται τοῖς ῥήμασιν· Πρῶτον μέν, ἦν δ’ ἐγώ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐ καλῶς ἐψεύσατο, ὡς Οὐρανός τε εἰργάσατο, ἅ φησιν δρᾶσαι αὐτὸν Ἡσίο-δος, ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν. τί δὲ δὴ τὰ τοῦ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος; οὐδ’ ἂν εἰ ἦν ἀληθῆ, ᾤμην δεῖν ῥᾳδίως οὕτω λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δ’ ἀνάγκη τις ἦν λέγειν, δι’ ἀπορρήτων ἀκούειν ὡς ὀλιγίστους, θυσαμένους οὐ χοῖρον, ἀλλά τι μέγα καὶ ἄπορον θῦμα, ὅπως ὡς ἐλαχίστοις συνέβη ἀκοῦσαι. καὶ γάρ, ἦ δ’ ὃς, οὗτοι δὴ οἱ λόγοι χαλεποί. καὶ οὐ λεκτέοι γε, ὦ Ἀδείμαντε, ἐν τῇ ἡμετέρᾳ πόλει· οὐδὲ λεκτέον νέῳ ἀκούοντι, ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ οὐδ’ αὖ ἀδικοῦντα πατέρα κολάζων παντὶ τρόπῳ, ἀλλὰ δρῴη ἂν ὅπερ θεῶν οἱ πρῶτοί τε καὶ μέγιστοι. οὐδὲ αὐτῷ μοι δοκεῖ ἐπιτήδεια εἶναι λέγειν. οὐδέ γε, ἦν δ’ ἐγώ, τὸ παράπαν, ὡς θεοὶ θεοῖς πολεμοῦσι καὶ ἐπιβουλεύουσιν καὶ μάχονται (οὐδὲ γὰρ ἀληθῆ), εἴ γε δεῖ ἡμῖν τοὺς μέλ-λοντας τὴν πόλιν φυλάξειν αἴσχιστον νομίζειν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθά-νεσθαι. πολλοῦ γε δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ποικιλ-τέον καὶ ἄλλας ἔχθρας παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν· ἀλλ’ εἴ πως μέλλοιμεν πείσειν ὡς οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ ἀπήχθετο οὐδ’ ἔστι τοῦτο ὅσιον, τοιαῦτα μᾶλλον λεκτέα πρὸς τὰ παιδία εὐθὺς καὶ γέρουσι καὶ γραυσὶ καὶ πρεσβυτέροις γενομένοις, καὶ τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν. Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρός, μέλλοντος τῇ μητρὶ τυπτομένῃ ἀμύ-νειν, καὶ θεομαχίας ὅσας Ὅμηρος πεποίηκεν οὐ παραδεκτέον εἰς τὴν πόλιν, οὔτ’ ἐν ὑπονοίαις πεποιημένας οὔτε ἄνευ ὑπονοιῶν. Σαφῶς δὴ διὰ τούτων ὁ φιλόσοφος καὶ τοὺς τῶν παλαιῶν μύθους τοὺς περὶ θεῶν καὶ τὰς τῶν μύθων ἐν ὑπονοίαις εἰρῆσθαι νομιζομένας φυσιολο-γίας παραιτητέας εἶναι διδάσκει· ὡς μηκέτ’ ἀλόγως ἡμῖν καὶ τὴν ἐκ τού-των ἀναχώρησιν τὴν τοῦ σωτῆρος ἡμῶν διδασκαλίαν εὐαγγελίζεσθαι, ὁπότε καὶ πρὸς τῶν οἰκείων ἀποβέβληται. ὅθεν ἔπεισί μοι καὶ τοὺς παλαιοὺς τῶν Ῥωμαίων θαυμάζειν, τίνα τρόπον ἁπάσας τὰς Ἑλληνικὰς περὶ θεῶν φυσιολογίας ἀτόπους οὔσας καὶ ἀνωφελεῖς, μᾶλλον δὲ βεβιασμένας καὶ ἀσυστάτους κατανοήσαντες, αὐτοῖς μύθοις τῆς οἰκείας περιέγραψαν θεολογίας. καὶ τοῦτο δέ σοι γνῶναι πάρεστιν ἀπὸ τῆς Διονυσίου τοῦ Ἁλικαρνασέως Ῥωμαϊκῆς ἀρχαιολογίας· οὗτος γὰρ ἐν τῷ δευτέρῳ τὰ κατὰ Ῥωμύλον τὸν πρῶτον κτίστην τῆς Ῥωμαίων πόλεως ἱστορῶν τά τε ἄλλα αὐτοῦ διέξεισι κατορθώματα, ἀτὰρ καὶ τὰ περὶ τῶνδε, τοῦτον γράφων τὸν τρόπον· ια. ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΡΩΜΑΙΟΥΣ ΘΕΟΛΟΓΙΑΣ Ἀλλ’ ἔγνω ὅτι νόμοι σπουδαῖοι καὶ καλῶν ζῆλος ἐπιτηδευμάτων εὐσε-βῆ καὶ σώφρονα καὶ τὰ δίκαια ἀσκοῦσαν καὶ τὰ πολέμια ἀγαθὴν ἐξεργάζονται πόλιν· ὧν πολλὴν ἔσχε πρόνοιαν, τὴν ἀρχὴν ποιησάμενος ἀπὸ τῶν περὶ τὰ θεῖα καὶ δαιμόνια σεβασμῶν. ἱερὰ μὲν οὖν καὶ τεμένη καὶ βωμοὺς καὶ ξοάνων ἱδρύσεις μορφάς τε αὐτῶν καὶ σύμβολα καὶ δυνάμεις καὶ δωρεάς, αἷς τὸ γένος ἡμῶν εὐηργέτησαν, ἑορτάς τε, ὁποίας τινὰς ἑκάστῳ θεῶν ἢ δαιμόνων ἄγεσθαι προσήκει, καὶ θυσίας, αἷς χαίρουσι γεραιρόμενοι πρὸς ἀνθρώπων, ἐκεχειρίας τε αὖ καὶ πανηγύρεις καὶ πόνων ἀναπαύλας καὶ πάντα τὰ τοιαῦτα ὁμοίως κατεστήσατο τῶν κρατίστων παρὰ τοῖς Ἕλλησι νομίμων. τοὺς δὲ παραδεδομένους περὶ αὐτῶν μύθους, ἐν οἷς βλασφημίαι τινές εἰσι περὶ αὐτῶν ἢ κατηγορίαι, πονηροὺς καὶ ἀνωφελεῖς καὶ ἀσχήμονας ὑπολαβὼν εἶναι καὶ οὐχ ὅτι τῶν θεῶν, ἀλλ’ οὐδὲ ἀνθρώπων ἀγαθῶν ἀξίους, ἅπαντας ἐξέ-βαλεν καὶ παρεσκεύασεν τοὺς ἀνθρώπους τὰ κάλλιστα περὶ θεῶν λέγειν τε καὶ φρονεῖν, μηδὲν αὐτοῖς προσανάψας ἀνάξιον ἐπιτήδευμα τῆς μακαρίας φύσεως. οὔτε γὰρ Οὐρανὸς ἐκτεμνόμενος ὑπὸ τῶν ἑαυτοῦ παίδων παρὰ Ῥωμαίοις λέγεται οὔτε Κρόνος ἀφανίζων τὰς ἑαυτοῦ γονὰς φόβῳ τῆς ἐξ αὐτῶν ἐπιθέσεως οὔτε Ζεὺς καταλύων τὴν Κρόνου δυναστείαν καὶ κατακλείων ἐν
PG 21:139τῷ δεσμωτηρίῳ τοῦ Ταρτάρου τὸν ἑαυτοῦ πατέρα, οὐδέ γε πόλεμοι καὶ τραύματα καὶ δεσμὰ καὶ θητεῖαι θεῶν παρ’ ἀνθρώποις. ἑορτή τε οὐδεμία παρ’ αὐτοῖς μελανείμων ἢ πένθιμος ἄγεται, τυπετοὺς ἔχουσα καὶ θρήνους γυναικῶν ἐπὶ θεοῖς ἀφανιζομένοις, ἃ παρ’ Ἕλλησιν ἐπιτελοῦνται περί τε Περσεφόνης ἁρπαγὴν καὶ Διονύσου πάθη καὶ ὅσα ἄλλα τοιαῦτα. οὐδ’ ἂν ἴδοι τις παρ’ αὐτοῖς, καίτοι διεφθαρμένων τῶν ἐθῶν ἤδη, οὐ θεοφορήσεις, οὐ κορυβαντιασμούς, οὐ βακχείας καὶ τελετὰς ἀπορρήτους, οὐ διαπαννυχι-σμοὺς ἐν ἱεροῖς θεῶν ἀνδρῶν σὺν γυναιξίν, οὐκ ἄλλο τῶν παραπλησίων τούτοις τερατευμάτων οὐδέν, ἀλλ’ εὐλαβῶς ἅπαντα πραττόμενα καὶ λεγόμενα τὰ περὶ τοὺς θεούς, ὡς οὔτε παρ’ Ἕλλησιν οὔτε παρὰ βαρβάροις. καὶ ὃ πάντων μάλιστα ἔγωγε τεθαύμακα, καίπερ μυρίων ὅσων εἰς τὴν πόλιν ἐπεληλυθότων ἐθνῶν, οἷς πολλὴ ἀνάγκη σέβειν τοὺς πατρίους θεοὺς τοῖς οἴκοθεν νομίμοις, οὐδενὸς εἰς ζῆλον ἐλήλυθεν τῶν ξενικῶν ἐπιτηδευμάτων ἡ πόλις δημοσίᾳ, ὃ πολλοῖς ἤδη συνέβη παθεῖν, ἀλλὰ καὶ εἴ τινα κατὰ χρησμοὺς ἐπεισῆκται ἱερά, τοῖς αὐτόθι αὐτὰ νομίμοις μεθήρμοσεν, ἅπασαν ἐκβαλοῦσα τερθρείαν μυθικήν, ὥσπερ τὰ τῆς ἱερᾶς θεᾶς ἱερά. θυσίας μὲν γὰρ αὐτῇ καὶ ἀγῶνας ἄγου-σιν ἀνὰ πᾶν ἔτος οἱ στρατηγοὶ κατὰ τοὺς Ῥωμαίων νόμους, ἱερᾶται δ’ αὐτῆς ἀνὴρ Φρὺξ καὶ γυνὴ Φρυγία καὶ περιάγουσιν ἀνὰ τὴν πόλιν οὗτοι μηναγυρ-τοῦντες, ὥσπερ αὐτοῖς ἔθος, τύπους τε περικείμενοι τοῖς στήθεσι καὶ κατ-αυλούμενοι πρὸς τῶν ἑπομένων τὰ μητρῷα μέλη καὶ τύμπανα κροτοῦντες. Ῥωμαίων δὲ τῶν αὐθιγενῶν οὔτε μηναγυρτῶν τις οὔτε καταυλούμενος πορεύεται διὰ τῆς πόλεως, ποικίλην ἐνδεδυμένος στολήν, οὔτε ὀργιάζει τὴν θεὸν τοῖς Φρυγίοις ὀργιασμοῖς κατὰ νόμον ἢ ψήφισμα βουλῆς. οὕτως εὐλαβῶς ἡ πόλις ἔχει πρὸς τὰ οὐκ ἐπιχώρια ἔθη περὶ θεῶν καὶ πάντα ὀττεύεται τῦφον, οὗ μηδέν ἐστι τὸ εὐπρεπές. καὶ μηδεὶς ὑπολάβῃ με ἀγνοεῖν ὅτι τῶν Ἑλ-ληνικῶν μύθων εἰσί τινες ἀνθρώποις χρήσιμοι, οἱ μὲν ἐπιδεικνύμενοι τὰ τῆς φύσεως ἔργα [διὰ λύπην], οἱ δὲ παραμυθίας ἕνεκα συγκείμενοι τῶν ἀνθρω-πίνων συμφορῶν, οἱ δὲ ταραχὰς ἐξαιρούμενοι ψυχῆς καὶ δείματα καὶ δόξας καθαιροῦντες οὐχ ὑγιεῖς, οἱ δὲ ἄλλης τινὸς ἕνεκα συμπλασθέντες ὠφελείας. ἀλλὰ καίπερ ἐπιστάμενος ταῦτα οὐδενὸς χεῖρον ὅμως εὐλαβῶς διάκειμαι πρὸς αὐτούς, καὶ τὴν Ῥωμαίων μᾶλλον ἀποδέχομαι θεολογίαν, ἐνθυμούμενος ὅτι τὰ μὲν ἐκ τῶν Ἑλληνικῶν μύθων ἀγαθὰ μικρά τέ ἐστι καὶ οὐ πολλοὺς δυνάμενα ὠφελεῖν, ἀλλὰ μόνον τοὺς ἐξητακότας ὧν ἕνεκα γίνεται. σπάνιοι δ’ εἰσὶν οἱ μετειληφότες ταύτης τῆς φιλοσοφίας· ὁ δὲ πολὺς καὶ ἀφιλοσόφητος ὄχλος ἐπὶ τὰ χείρω λαμβάνειν φιλεῖ τοὺς περὶ αὐτῶν λόγους καὶ πάσχει θάτερον, ἢ κα-ταφρονεῖ τῶν θεῶν ὡς ἐν πολλῇ κακοδαιμονίᾳ κυλινδουμένων ἢ τῶν αἰσχί-στων τε καὶ παρανομωτάτων οὐδενὸς ἀπέχεται, θεοῖς ὁρῶν αὐτὰ προσκείμενα. ἀλλ’ ὑπὲρ μὲν τούτων τοῖς αὐτὸ μόνον τὸ θεωρητικὸν τῆς φιλοσοφίας μέρος ἀσκοῦσιν ἀφείσθω σκοπεῖν, τῆς δὲ ὑπὸ Ῥωμύλου κατασταθείσης πολιτείας καὶ τάδε ἡγησάμην ἱστορίας ἄξια. Τὰ μὲν δὴ παραστάντα τοῖς κρατίστοις τῶν φιλοσόφων καὶ τοῖς παλαιοῖς καὶ πρώτοις τῆς Ῥωμαίων ἡγεμονίας περὶ τῆς Ἑλληνικῆς θεολογίας τοι-αῦτα ἦν, οὐδαμῶς φυσιολογίας ἐν τοῖς περὶ θεῶν μύθοις παραδεχόμενα οὐδέ γε τὰς σεμνοφανεῖς καὶ σοφιστικὰς τερθρείας. ἡμεῖς γε μὴν ἐπείπερ ἅπαξ ὡρμήθημεν καὶ ἐπὶ τὸν τούτων ἔλεγχον, φέρε τὰς ἑρμηνείας αὐτῶν καὶ θεωρίας, τί ποτε ἄρα σεμνὸν καὶ θεοπρεπὲς ἐπικομίζονται, συνίδωμεν, μηδὲν μὲν ἐξ ἡμῶν, πάντα δὲ ταῖς αὐτῶν φωναῖς συγχρώμενοι, ὡς ἂν παρ’ αὐτῶν αὖθις τὰ αὐτῶν οἰκεῖα καταμάθοιμεν.
Book IIILiber Tertius
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Liber Secundus
PG 21:141Γ ΤΑΔΕ ΤΟ ΤΡΙΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ α. Περὶ τῆς Ἑλλήνων φυσικῆς θεολογίας β. Περὶ τῆς Αἰγυπτίων ἀλληγορουμένης θεολογίας γ. Ὅτι περὶ τῶν αὐτῶν δ. Ὅτι τὴν πᾶσαν ἀναφορὰν τῆς τροπικῆς αὐτῶν θεωρίας ἐπὶ μόνα τὰ φαινόμενα κατ’ οὐρανὸν ἄστρα ἐπί τε ὕδωρ καὶ πῦρ καὶ τὰ λοιπὰ μέρη τοῦ κόσμου μετῆγον ε. Ὅτι καὶ ταῦτα πάσης ὑπῆρχε μεστὰ καταγνώσεως 2. Ὅτι καὶ τῆς φυσικωτέρας αὐτῶν περὶ θεωρίας εὐλόγως ἀναχωρήσαντες τὴν μόνην καὶ ἀληθῆ θεολογίαν προετιμήσαμεν ζ. Ὁποίας οἱ νεώτεροι τῶν φιλοσόφων τοῖς περὶ θεῶν μύθοις συνέπλεξαν αἰτιολογίας η. Περὶ τῆς παλαιᾶς τῶν ξοάνων κατασκευῆς θ. Ἔτι περὶ τῆς ἀλληγορουμένης Ἑλλήνων καὶ Αἰγυπτίων θεολογίας ι. Ἔλεγχος δαὶ ἀνατροπὴ τῆς καὶ τούτων βεβιασμένης ἀποδόσεως ια. Ὅτι τὰς μυθικὰς περὶ θεῶν διηγήσεις αὐτοὶ διὰ τῶν οἰκείων χρησμῶν οἱ αὐτῶν θεοὶ κυροῦντες ἀπελέγχονται ἐναντία πράττοντες τοῖς φιλοσόφοις ιβ. Ὅτι καὶ τὰς τῶν φιλοσόφων θεωρίας βεβαιοῦσι διὰ τῶν χρησμῶν ἐναντίως τοῖς περὶ αὐτῶν μύθοις ἀλληγοροῦντες ιγ. Ὅτι τῶν ἀδυνάτων πέφυκεν τὰ μέρη τοῦ κόσμου ἢ τὰς θείας δυνάμεις γοητικαῖς ἀνάγκαις καθέλκεσθαι καὶ διὰ χρησμῶν τοῖς ἐρωτῶσι θεσπίζειν ιδ. Ὅτι δαιμονικῆς ἐνεργείας πάντα τὰ τοιάδε τυγχάνει Γ Τὰ μὲν παραστάντα τοῖς κρατίστοις τῶν φιλοσόφων καὶ τοῖς παλαιοῖς καὶ πρώτοις τῆς Ῥωμαίων ἡγεμονίας περὶ τῆς Ἑλληνικῆς θεολογίας τοιαῦτα ἦν, οὐδαμῶς φυσιολογίας ἐν τοῖς περὶ θεῶν μύθοις παραδεχόμενα οὐδέ γε τὰς σεμνοφανεῖς καὶ σοφιστικὰς τερθρείας. ἡμεῖς γε μὴν ἐπείπερ ἅπαξ ὡρμήθη-μεν καὶ ἐπὶ τὸν τούτων ἔλεγχον, φέρε τὰς ἑρμηνείας αὐτῶν καὶ θεωρίας, τί ποτε ἄρα σεμνὸν καὶ θεοπρεπὲς ἐπικομίζονται, συνίδωμεν, μηδὲν μὲν ἐξ ἡμῶν, πάντα δὲ ταῖς αὐτῶν φωναῖς συγχρώμενοι, ὡς ἂν παρ’ αὐτῶν αὖθις τὰ αὐτῶν σεμνὰ καὶ ἀπόρρητα καταμάθοιμεν. Μυρίοις μὲν οὖν καὶ ἄλλοις τῶν φιλοσοφεῖν ἐπαγγελλομένων πολὺς περὶ τούτων εἰσῆκται πόνος, διαφόρους τῶν αὐτῶν εὑρησιλογίας πεποιη-μένοις καὶ τὸ παραστὰν καὶ δόξαν ἑκάστῳ τοῦτ’ εἶναι τὸ ἀληθὲς ἀπισχυριζομέ-νοις· ἐμοὶ δὲ ἐξαρκεῖ τὰς ἀποδείξεις ἀπὸ τῶν μάλιστα διαφανῶν καὶ πᾶσι τοῖς φιλοσόφοις γνωρίμων κλέος τε οὐ μικρὸν φιλοσοφίας παρ’ Ἕλλησιν ἀπενηνεγ-μένων παρασχεῖν. ὧν πρώτου λαβὼν ἀνάγνωθι τοῦ Χαιρωνέως Πλουτάρ-χου τὰς περὶ τῶν προκειμένων φωνάς, ἐν αἷς σεμνολογῶν παρατρέπει τοὺς μύθους ἐφ’ ἅς φησιν εἶναι μυστηριώδεις θεολογίας· ἃς δὴ ἐκκαλύπτων τὸν μὲν Διόνυσον τὴν μέθην εἶναί φησιν, οὐκέτι τὸν ὑπὸ τῆς ἱστορίας ἐν τῷ πρὸ τούτου συγγράμματι δεδηλωμένον θνητὸν ἄνδρα, τὴν δὲ Ἥραν τὴν γαμήλιον ἀνδρὸς καὶ γυναικὸς συμβίωσιν· εἶθ’, ὥσπερ ἐπιλελησμένος τῆς ἀπο-δόσεως, ἑτέραν ἑξῆς ἐπισυνάψας ἱστορίαν τὴν Ἥραν οὐκέτι ὡς τὸ πρότερον, ἀλλὰ τὴν γῆν ὀνομάζει, λήθην δὲ καὶ νύκτα τὴν Λητώ· καὶ πάλιν τὴν αὐτὴν τῇ Λητοῖ φησιν εἶναι τὴν Ἥραν· εἶτ’ ἐπὶ τούτοις εἰσάγεται αὐτῷ ὁ Ζεὺς εἰς τὴν αἰθέριον δύναμιν ἀλληγορούμενος. καὶ τί με δεῖ ταῦτα προλαμ-βάνειν, αὐτοῦ παρὸν ἀκοῦσαι τοῦ ἀνδρὸς ὧδέ πως ἐν οἷς ἐπέγραψεν Περὶ τῶν ἐν Πλαταιαῖς Δαιδάλων τὰ λανθάνοντα τοὺς πολλοὺς τῆς ἀπορρήτου περὶ θεῶν φυσιολογίας ἐκφαίνοντος· α. ΠΕΡΙ ΤΗΣ ΕΛΛΗΝΩΝ ΦΥΣΙΚΗΣ ΘΕΟΛΟΓΙΑΣ Ὅτι μὲν οὖν ἡ παλαιὰ φυσιολογία καὶ παρ’ Ἕλλησι καὶ βαρβάροις λό-γος ἦν φυσικὸς ἐγκεκαλυμμένος μύθοις, τὰ πολλὰ δι’ αἰνιγμάτων καὶ ὑπο-νοιῶν ἐπίκρυφος, καὶ μυστηριώδης θεολογία τά τε λαλούμενα τῶν σιγωμέ-
ΙΙ. Β εατρικὸν ἁμάρτημα προθυμηθέντες, ἐπὶ φυσικὰς διηγήσεις καὶ θεωρίας τοὺς μύθους μετεσκευάσαντο, τὰ θρεπτικὰ καὶ αὐξητικὰ τῆς τῶν σωμάτων φύσεως ταῦτ᾽ εἶναι τὰ διὰ τῶν μύθων δηλούμενα, ὡς δὴ μυ στικώτερον κομπάσαντες. Ἔνθεν ἀνιόντες καὶ οἶδε τὰ στοιχεῖα τοῦ κόσμου θεοὺς ἐπεφήμισαν· οὐκ αὐτὸν μόνον ἥλιον, καὶ σελήνην, καὶ ἄστρα, προσέτι δὲ γῆν καὶ ὕδωρ, ἀέρα τε καὶ πῦρ, τά τε ἐκ τούτων συγ- κρίματά τε καὶ ἀποτελέσματα· ναὶ μὴν καὶ τοὺς ωραίους ἀπὸ γῆς καρπούς, καὶ τὰ λοιπὰ τῆς ξηρᾶς καὶ ὑγρᾶς τροφῆς βλαστήματα· & καὶ αὐτὰ, ὡς ἂν τῆς τῶν σωμάτων ζωῆς αίτια, Δήμητραν, καὶ Κόρην, καὶ Διένυσον, καὶ ὅσα ἄλλα τούτοις ἐμφερή προσειπόντες, τεθειάκασι, βεβιασμένον, καὶ οὐκ ἀληθῆ τῶν μύθων τὸν καλλωπισμὸν εἰσηγησάμενοι. Ἀλλ᾽ οὗτοι μὲν ὀψέ ποτε, ὡσὰν ἐπαισχυνόμενοι τὰς τῶν προγόνων θεολο- γίας, οἴκοθεν ἃς ἕκαστος ἐφεῦρε σεμνολογίας τοῖς περὶ θεῶν μύθοις προσεπενόησαν, κινεῖν τὰ πάτρια τολμῶντος οὐδενὸς, περὶ πολλοῦ δὲ τὴν ἀρχαιότητα εἶναι, καὶ τὴν συνήθη καὶ σύντροφον ἐκ παίδων ἀγω- γὴν τιμώμενοι. Οι γε μὴν τούτων πρεσβύτεροι ἐν ἴσῳ τῇ τῶν ἀνδρῶν θεοποιίᾳ καὶ τὰς τῶν ἀλόγων ζώων ἐκθεώσεις διετάξαντο, διὰ τὸ καὶ ἐξ αὐτῶν χρήσιμον κατὰ τὰς πρόσθεν ἀποδοθείσας αἰτίας· καὶ τοῖς ἀλό γοις θηρίοις τὰς ἴσας ἀφιέρωσαν θρησκείας, σπον δαῖς, καὶ θυσίαις, καὶ μυστικαῖς τελεταῖς, ὕμνοις τε καὶ ᾠδαῖς, ὁμοίως τοῖς τεθεοποιημένοις ἀνδράσι, καὶ τὰς τούτων τιμὰς ἐπάραντες· εἰς τοσοῦτον δὲ ἄρα κακῶν ἤλαυνον, ὡς δι' ὑπερβολὴν ἡδυπαθείας ἀκρα τοὺς, τὰ ὁλκὰ πρὸς αἰσχρουργίαν μέρη τοῦ σώματος, τὰ τε ἀκόλαστα ἐν ἀνθρώποις πάθη, ταῖς ἰσοθέοις ἐκθειάσαι τιμαῖς, μηδὲν τὸ παράπαν ἐν τούτοις χρῆναι σεμνολο γεῖν τῶν δὴ θεολόγων αὐτῶν ἀποφηναμένων. Τηρητέον γοῦν, ὡς ὅτι μάλιστα οἱ παλαίτατοι οὐδέν τι πλέον τῆς ἱστορίας εἰδότες, μόνοις δὲ τοῖς μύθοις προσανέχοντες ἐμαρτυρήθησαν. Αλλ' ἐπείπερ ἅπαξ ωρμήθημεν, καὶ τὰ σεμνὰ καὶ ἀποῤῥητα τῶν γενναίων φιλοσόφων και τασκοπῆσαι, φέρε καὶ ταῦτα ἐπιθεωρήσωμεν, ὡς ἂν μὴ δοκεῖμεν ἀγνοεῖν καὶ τὰς θαυμαστὰς αὐτῶν φιλο σοφίας. Πρὶν δὲ τὴν τούτων ἔκθεσιν ποιήσασθαι, ἐμοὶ δοκεῖ προσεπισημαίνεσθαι καὶ τὴν αὐτὴν τῶν θαυμαστῶν φιλοσόφων, καν τούτοις πρὸς ἑαυτοὺς ἐναντιολογίαν. Οἱ μὲν γὰρ τηνάλλως διηγοῦνται, καὶ κατὰ τὸ παραστὰν ἕκαστος ἰδίως ἀποφαίνονται· οὐδὲ γὰρ ἀλλήλοις σύμφωνα φυσιολογοῦσιν· οἱ δὲ εὐγνω- μονέστεροι τὸ σύμπαν ἀναιροῦσιν, καὶ τῆς οἰκείας πολιτείας οὐ μόνον τὰς ἀπρεπεῖς περὶ θεῶν διηγή σεις, ἀλλὰ καὶ τὰς τούτων ἑρμηνείας ἀπελαύνουσιν· ἔστι δ' ὅτε φόβῳ τῆς ἀπὸ τῶν νόμων τιμωρίας τοὺς μύθους ὑποκορίζονται. Ακουε δ' οὖν αὐτῶν Ἑλλήνων δι' ἑνὸς τοῦ πάντων ἀρίστου, τοτὲ μὲν ἐξωθοῦντος, τοτὲ δ᾽ οὖν πάλιν εἰσποιουμένου τους μύθους. Ο δ. οὖν θαυμάσιος αὐτῶν Πλάτων, ὅτε μὲν τὴν οἰκείαν ἀπογυμνοί προαίρεσιν, τολμηρότερον ἀπαγορεύει και θέλου περὶ θεῶν τοιαῦτα φρονεῖν τε καὶ λέγειν, οἷα τοῖς παλαιοῖς εἴρηται, είτε περιέχειέν τι λεληθὸς ἐν Εικότως οὖν, σπίε, ἔνιοι τὸν μῦθον ἀνασώζοντες πρὸς τὴν ἀλή θείαν, τοῦτό φασιν εἶναι τὸ τῆς Μηδείας φάρμακον. PRÆPAR. EVANG. LIB. A als sese numinum scelera facile paterentur, nec ad D Lam subito flammam concepisse. in- C quidquam eorum, quæ de ipsis foedissime jactaban- tur, erubescerent; sed potius quidquid ad eos per- tineret, sive propter ipsorum in hominum genus merita, sive propter imperia vel tyrannides eo pri- mum tempore constitutas, singulari cum approba- tione suspicerent. Cum igitur necdum, ut ante dixi, legibus ullis hominum vita regeretur, pœna- que flagitiis nulla immineret; adulteria, mariumque concubitus, nefandas item lagitiosasque nuptias, cades, parricidia, liberorum, fratrumque jugulatio- ues, bella denique et animorum intestina dissidia, quibus eorum principes, quos illi deos opinabantur et vocabant, se ipsos vere obstrinxerant, sic tan- quam rerum ab iis præclare gestarum, eximiæque virtutis monimenta celebrabant, eorumque, quasi egregiorum quorumdam facinorum ac præcipua cum fortitudinis laude conjunctorum, memoriam ad po- steros ipsi suos propagabant. Atque hujusmodi fuit priscorum hominum theologia, quam nuperi qui- dam ac nudiustertius exclusi sic immutarunt, ut, subtiliorem nescio quam philosophandi rationem ja- clantes, 74, rerum scilicet naturæ propiorem de deo- rum historia opinionem inveherent, et honestiorem aliquam novorum commentorum speciem fabulis attexerent hoc nimirum secuti, ut nec omnino a scelerata majorum suorum impietate discederent, nec omnino tamen ex illorum religionibus exsisten- tem consecratorum numinum improbitatem pate- rentur. Hi ergo, cum semel patrium errorem quo - quo modo procurare statuissent, ad naturalium cau- sarum atque rationum explicationem fabulas tra- duxere. Ac primam, quibus alendi corporis augen- dique vis inesset, ea fabulis significari novo et insolenti fastu jactabant, perinde ac si quid arca- num magis magisque reconditum attulissent: mox vero progressi ulterius, mundi etiam elementa deo- rum in numero ita collocarunt, ut ne in sole qui- dem ac luna cæteraque astrorum multitudine siste- rent, sed ipsam quoque terram, cum aqua, aere, igne, adeoque cum iis, quæ horum ex temperatione ac permistione conflantur, adjungerent. Quin etiam tempestivos terræ fructus, aliaque tum siccioris, tum humidioris alimenti germina: quæ, quod ipsa quoque nostrorum corporum vitam conservarent, Cereris, Proserpinæ, Bacchi, ac cæteris ejusmodi nominibus consecrarunt, coactum nescio quem mi- nimeque verum fabulis vultum et colorem affingen- tes. Verum, licet isti serius, quod eos majorum suo- rum theologiæ suppuderet, honestiorem quemdam. prout suum cuique cerebrum cuderet, ac veteres illas deorum fabulas explicatum adjungerent, neno tamen ritus patrios mutare ausus est, sed omues potius cum priscorum instituta, tum usitatam illamı quæque secum a pueris adoleverat sacrorum reli- gionisque rationem,præcipuo studio retinendam sibi Itaque nonnulli commode fabulam ad veritatem re- vocantes, aut vero ipso defendentes, sauvant la fa- ble par la vérité.
PG 21:149νων [ἀ]σαφέστερα τοῖς πολλοῖς ἔχοντα καὶ τὰ σιγώμενα τῶν λαλουμένων ὑποπτότερα, κατάδηλόν ἐστι τοῖς Ὀρφικοῖς ἔπεσι καὶ τοῖς Αἰγυπτιακοῖς καὶ Φρυγίοις λόγοις· μάλιστα δὲ οἱ περὶ τὰς τελετὰς ὀργιασμοὶ καὶ τὰ δρώμενα συμβολικῶς ἐν ταῖς ἱερουργίαις τὴν τῶν παλαιῶν ἐμφαίνει διάνοιαν. οἷον, ἵνα μὴ μακρὰν τῶν ἐνεστηκότων λόγων βαδίζωμεν, οὐ νομίζουσιν οὐδὲ ἀξιοῦσι κοινωνίαν εἶναι πρὸς Διόνυσον Ἥρᾳ· φυλάσσονται δὲ συμμιγνύναι τὰ ἱερὰ καὶ τὰς Ἀθήνησιν ἱερείας ἀπαντώσας φασὶν ἀλλήλαις μὴ προσαγορεύειν μηδὲ ὅλως κιττὸν εἰς τὸ τῆς Ἥρας εἰσκομίζεσθαι τέμενος, οὐ διὰ τὰς μυθικὰς καὶ φλυαρώδεις ζηλοτυπίας, ἀλλ’ ὅτι γαμήλιος μὲν ἡ θεὸς καὶ νυμφαγωγός, ἀπρε-πὲς δὲ τὸ μεθύειν νυμφίοις καὶ γάμοις ἀναρμοστότατον, ὥς φησιν ὁ Πλάτων· ἀκρατοποσία γὰρ ταραχὴν ἐμποιεῖ καὶ ψυχαῖς καὶ σώμασιν, ὑφ’ ἧς ἄπλαστα καὶ πεπλανημένα ῥιζοῦται κακῶς τὰ σπειρόμενα καὶ κυϊσκόμενα. πάλιν οἱ θύοντες Ἥρᾳ τὴν χολὴν οὐ καθαγίζουσιν, ἀλλὰ κατορύττουσι παρὰ τὸν βωμόν, ὡς δέον ἄθυμον καὶ ἄχολον καὶ καθαρεύουσαν ὀργῆς καὶ πικρίας ἁπάσης τὴν γυναικὸς καὶ ἀνδρὸς εἶναι συμβίωσιν. Τοῦτο δὴ τὸ συμβολικὸν εἶδος ἐν τοῖς λόγοις καὶ τοῖς μύθοις ἐστὶν μᾶλ-λον. οἷον ἱστοροῦσι τὴν Ἥραν ἐν τῇ Εὐβοίᾳ τρεφομένην ἔτι παρθένον ὑπὸ τοῦ Διὸς κλαπῆναι καὶ διακομισθεῖσαν ἐνταῦθα κρύπτεσθαι, Κιθαιρῶνος αὐτοῖς μυχὸν ἐπίσκιόν τινα καὶ θάλαμον αὐτοφυῆ παρασχόντος. ἐλθούσης δὲ τῆς Μακρίδος κατὰ ζήτησινἦν δὲ Ἥρας τιθήνηκαὶ βουλομένης ἐρευνᾶν οὐκ ἐᾶν τὸν Κιθαιρῶνα πολυπραγμονεῖν οὐδὲ τῷ χωρίῳ προσάγειν, ὡς τοῦ Διὸς ἐκεῖ τῇ Λητοῖ συναναπαυομένου καὶ συνδιατρίβοντος. ἀπελθούσης δὲ τῆς Μακρίδος, οὕτω τότε μὲν διαλαθεῖν τὴν Ἥραν, ὕστερον δὲ τῇ Λητοῖ χάριν ἀπομνημονεύουσαν ὁμοβώμιον θέσθαι καὶ σύνναον, ὥστε καὶ Λητοῖ Μυχίᾳ προθύεσθαι· τινὲς δὲ Νυχίαν λέγουσιν· σημαίνεται δὲ ἐν ἑκατέρῳ τῶν ὀνομά-των τὸ κρύφιον καὶ διαλεληθός. ἔνιοι δὲ τὴν Ἥραν αὐτὴν ἐκεῖ τῷ Διὶ λάθρᾳ συνοῦσαν καὶ λανθάνουσαν οὕτω φασὶ Λητὼ Νυχίαν προσηγορεῦσθαι· φανε-ρῶν δὲ τῶν γάμων γενομένων καὶ περὶ τὸν Κιθαιρῶνα πρῶτον ἐνταῦθα καὶ τὰς Πλαταιὰς τῆς ὁμιλίας ἀνακαλυφθείσης Ἥραν Τελείαν καὶ Γαμήλιον αὐτὴν προσαγορευθῆναι. Οἱ δὲ φυσικῶς μᾶλλον καὶ πρεπόντως ὑπολαμβάνοντες τὸν μῦθον οὕτως εἰς τὸ αὐτὸ τῇ Λητοῖ συνάγουσιν τὴν Ἥραν· γῆ μέν ἐστιν ἡ Ἥρα, καθάπερ εἴρηται, νὺξ δὲ ἡ Λητώ, ληθώ τις οὖσα τῶν εἰς ὕπνον τρεπομένων, νὺξ δὲ οὐδέν ἐστιν ἄλλο πλὴν σκιὰ γῆς· ὅταν γὰρ πλησιάσασα ταῖς δυσμαῖς ἀποκρύψῃ τὸν ἥλιον, ἀναπλατυνομένη μελαίνει τὸν ἀέρα, καὶ τοῦτο ἔστι τὸ ἐκλειπτικὸν ὀλί-σθημα τῶν πανσελήνων, ὅταν τῆς σελήνης περιφερομένης ἡ σκιὰ τῆς γῆς ἐπι-ψαύσῃ καὶ διαθολώσῃ τὸ φέγγος. Ὅτι δὲ οὐκ ἄλλη τίς ἐστιν τῆς Ἥρας ἡ Λητώ, μάθοιτ’ ἂν ἐνθένδε· τὴν Ἄρτεμιν ἤδη που θυγατέρα Λητοῦς καλοῦμεν, ἀλλὰ καὶ Εἰλείθυιαν τὴν αὐτὴν ὀνομάζομεν· οὐκοῦν ἥ τε Ἥρα καὶ ἡ Λητὼ δύο εἰσὶ μιᾶς θεοῦ προσηγορίαι. πάλιν, ἐκ μὲν Λητοῦς ὁ Ἀπόλλων, ἐκ δὲ Ἥρας ὁ Ἄρης γέγονεν, μία δέ ἐστιν ἀμφοτέρων δύναμις, καὶ κέκληται Ἄρης μὲν ὡς ἀρήγων τοῖς κατὰ βίαν καὶ μάχην συμπτώμασιν, Ἀπόλλων δὲ ὡς ἀπαλλάττων καὶ ἀπολύων τῶν περὶ σῶμα νοσηματικῶν παθῶν τὸν ἄνθρωπον. διὸ καὶ τῶν ἐμπυρωτάτων ἄστρων καὶ πυριφλεγεστάτων ὁ μὲν ἥλιος Ἀπόλλων κέκληται, ὁ δὲ πυρροειδὴς Ἄρης ἐπωνόμασται. καὶ οὐκ ἀπὸ τρόπου ἐστὶν τὴν αὐτὴν θεὸν Γαμήλιον λέγεσθαι καὶ μητέρα Εἰλειθυίας καὶ ἡλίου νομίζεσθαι. γάμου μὲν γὰρ τέλος γένεσίς ἐστιν, γένεσις δὲ ἡ εἰς ἥλιον καὶ φῶς ἐκ σκότους πορεία. καὶ καλῶς ὁ ποιητής· Αὐτὰρ ἐπειδὴ τόν γε μογοστόκος Εἰλείθυια ἐξάγαγε πρὸ φόωσδε καὶ ἠελίου ἴδεν αὐγάς. εὖ ὁ ποιητὴς τῇ μὲν προθέσει τὴν σύνθεσιν ἔθλιψεν, ἐμφαίνων τὸ βεβιασμένον τῆς ὠδῖνος, τέλος δὲ τῆς γενέσεως ἐποίησεν ἥλιον ἰδεῖν. οὐκοῦν ἡ αὐτὴ θεὸς ἐποίησεν καὶ γάμον συνελθεῖν, ἵνα γένεσιν παρασκευάσῃ. Δεῖ δὲ ἴσως καὶ τὸν εὐηθέστερον μῦθον εἰπεῖν. λέγεται γὰρ ὁ Ζεύς, τῆς Ἥρας αὐτῷ διαφερομένης καὶ μηκέτι φοιτᾶν εἰς τὸ αὐτὸ βουλομένης, ἀλλὰ κρυπτούσης ἑαυτήν, ἀμηχανῶν καὶ πλανώμενος Ἀλαλκομένει τῷ αὐτόχθονι συντυχεῖν καὶ διδαχθῆναι ὑπὸ τούτου ὡς ἐξαπατητέον τὴν Ἥραν σκηψάμενον γαμεῖν ἑτέραν. συνεργοῦντος δὲ τοῦ Ἀλαλκομένους κρύφα τεμόντας αὐτοὺς εὐκτέανον καὶ παγκάλην δρῦν μορφῶσαί τε αὐτὴν καὶ καταστεῖλαι νυμφικῶς, Δαιδάλην προσαγορεύσαντας· εἶτα οὕτως ἀναμέλπεσθαι μὲν τὸν ὑμέναιον, λουτρὰ δὲ κομίζειν τὰς Τριτωνίδας νύμφας, αὐλοὺς δὲ καὶ κώμους τὴν Βοιω-τίαν παρασχεῖν· περαινομένων δὲ τούτων οὐκέτι τὴν Ἥραν καρτερεῖν, ἀλλὰ καταβᾶσαν ἐκ τοῦ Κιθαιρῶνος Πλαταια[τί]δων αὐτῇ γυναικῶν ἑπομένων, ὑπ’ ὀργῆς καὶ ζηλοτυπίας θέουσαν ἐλθεῖν πρὸς τὸν Δία καὶ τοῦ πλάσματος φανεροῦ γενομένου διαλλαγεῖσαν μετὰ χαρᾶς καὶ γέλωτος αὐτὴν νυμφαγωγεῖν· τιμὴν δὲ τῷ ξοάνῳ προσθεῖναι καὶ Δαίδαλα τὴν ἑορτὴν προσαγορεῦσαι, κατα-καῦσαι δὲ ὅμως αὐτὸ καίπερ ἄψυχον ὂν ὑπὸ ζηλοτυπίας. Ὁ μὲν οὖν μῦθος τοιοῦτος, ὁ δὲ λόγος αὐτοῦ τοιόσδε· Ἥρας καὶ Διὸς διαφορὰ καὶ στάσις οὐδὲν ἄλλο πλὴν στοιχείων δυσκρασία καὶ τάραχός ἐστιν, ὅταν ἀλλήλοις μηκέτι συμμετρῆται κατὰ κόσμον, ἀλλὰ καὶ ἀνωμαλίας καὶ τραχύτητος ἐγγενομένης δυσμαχήσαντα λύσῃ τὴν κοινωνίαν καὶ φθορὰν τῶν ὅλων ἀπεργάσηται. ἂν μὲν οὖν ὁ Ζεύς, τουτέστιν ἡ θερμὴ καὶ πυρώδης δύνα-μις, αἰτίαν παράσχῃ τῆς διαφθορᾶς, αὐχμὸς τὴν γῆν καταλαμβάνει, ἐὰν δὲ περὶ τὴν Ἥραν, τουτέστι τὴν ὑγρὰν καὶ πνευματικὴν φύσιν, ὕβρις τις ἢ πλεονασμὸς γένηται, ῥεῦμα ἦλθε πολὺ καὶ συνώμβρησεν καὶ κατέκλυσε τὰ πάντα. τοιούτου δέ τινος γενομένου καὶ περὶ τοὺς τότε χρόνους καὶ μάλιστα τῆς Βοιωτίας βυθισθείσης, ὡς πρῶτον ἀνέδυ τὸ πεδίον καὶ ἡ πλήμμυρα ἐλώ-φησεν, ὁ μὲν ἐξ εὐδίας κόσμος τοῦ περιέχοντος ὁμόνοια καὶ διαλλαγὴ τῶν θεῶν ἐλέχθη, πρῶτον δὲ ἀνέσχεν ἐκ τῆς γῆς τῶν φυτῶν ἡ δρῦς καὶ ταύτην ἠγάπησαν οἱ ἄνθρωποι, τροφῆς βίου καὶ σωτηρίου διαμονὴν παρασχοῦσαν. οὐ γὰρ μόνον τοῖς εὐσεβέσιν, ὡς Ἡσίοδός φησιν, ἀλλὰ καὶ τοῖς ὑπολειφθεῖσιν τῆς φθορᾶς Ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας. Ταῦτα μὲν ὁ Πλούταρχος. ἡμεῖς δὲ ἔγνωμεν ἐκ τῶν παρατεθεισῶν αὐτῷ φωνῶν ὡς ἄρα καὶ ἡ θαυμαστὴ καὶ ἀπόρρητος φυσιολογία τῆς Ἑλ-ληνικῆς θεολογίας θεῖον μὲν οὐδὲν οὐδέ τι μέγα καὶ θεοπρεπὲς καὶ τῆς ἀνατάσεως ἄξιον ἐπήγετο. ἀκήκοας γὰρ τὴν Ἥραν τοτὲ μὲν γαμήλιον ἀναγορευομένην καὶ τὴν ἀνδρὸς καὶ γυναικὸς συμβίωσιν δηλοῦσαν, τοτὲ δὲ τὴν γῆν πάλιν Ἥραν ὀνομαζομένην, τοτὲ δὲ τὴν ὑγρὰν οὐσίαν, τὸν δὲ Διό-νυσον εἰς τὴν μέθην μετενηνεγμένον, εἰς νύκτα δὲ τὴν Λητὼ καὶ τὸν ἥλιον εἰς Ἀπόλλωνα καὶ αὐτὸν δὲ τὸν Δία εἰς τὴν θερμὴν καὶ πυρώδη δύναμιν. οὐκοῦν πρὸς τῇ τῶν μύθων ἀπρεπείᾳ καὶ ἡ δοκοῦσα σεμνοτέρα διήγησις καὶ φυσιολογία οὐκ ἐπί τινας οὐρανίους νοερὰς καὶ θείας δυνάμεις οὐδ’ ἐπὶ λογικὰς καὶ ἀσωμάτους ἀνῆγεν οὐσίας, κάτω δὲ πάλιν καὶ αὐτὴ εἰς μέθας καὶ γάμους καὶ ἀνθρώπεια πάθη εἴς τε πῦρ καὶ γῆν καὶ ἥλιον καὶ τὰ λοιπὰ τῆς ὕλης στοιχεῖα κατέστρεφεν τὰ μέρη τοῦ κόσμου, καὶ πλέον θεοποιοῦσα οὐδέν. τοῦτο δὲ καὶ ὁ Πλάτων οἶδεν. ὁμολογεῖ γοῦν διαρρήδην ἐν Κρα-
PG 21:155τύλῳ μηδὲν πλέον τῶν ὁρωμένων τοῦ κόσμου μερῶν τοὺς πρώτους τῶν περὶ τὴν Ἑλλάδα ἀνθρώπων ἐγνωκέναι, μόνους δὲ θεοὺς εἶναι τοὺς ἐν οὐρανῷ φωστῆρας καὶ τὰ λοιπὰ τῶν φαινομένων νομίσαι. λέγει δ’ οὖν ὧδε πρὸς λέξιν· Φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων περὶ τὴν Ἑλλάδα τούτους μόνους τοὺς θεοὺς ἡγεῖσθαι οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν. Ἀλλὰ τὰ μὲν Ἑλληνικὰ τοιαῦτα. ἴδωμεν δὲ καὶ τὰ τούτων παλαίτατα· ἦν δὲ τὰ Αἰγύπτια. τὴν Ἶσίν φασι καὶ τὸν Ὄσιριν τὸν ἥλιον καὶ τὴν σελή-νην εἶναι καὶ Δία μὲν τὸ διὰ πάντων χωροῦν πνεῦμα, Ἥφαιστον δὲ τὸ πῦρ, τὴν δὲ γῆν Δήμητραν ἐπονομάσαι Ὠκεανόν τε τὸ ὑγρὸν νομίζεσθαι παρ’ Αἰγυπτίοις καὶ τὸν παρ’ αὐτοῖς ποταμὸν Νεῖλον, ᾧ καὶ τὰς τῶν θεῶν ἀναθεῖναι γενέσεις· τὸν δὲ ἀέρα φασὶν αὐτοὺς προσαγορεύειν Ἀθηνᾶν. τούτους δὲ τοὺς πέντε θεούς, τὸν Ἀέρα λέγω καὶ τὸ Ὕδωρ τό τε Πῦρ καὶ τὴν Γῆν καὶ τὸ Πνεῦμα, τὴν πᾶσαν οἰκουμένην ἐπιπορεύεσθαι, ἄλλοτε ἄλλως εἰς μορφὰς καὶ ἰδέας ἀνθρώπων τε καὶ παντοίων ζῴων σχηματιζομένους, καὶ τούτων ὁμωνύμους παρ’ αὐτοῖς Αἰγυπτίοις γεγονέναι θνητοὺς ἀνθρώπους, Ἥλιον καὶ Κρόνον καὶ Ῥέαν, ἔτι δὲ Δία καὶ Ἥραν καὶ Ἥφαιστον καὶ Ἑστίαν ἐπονομασθέντας. γράφει δὲ καὶ τὰ περὶ τούτων πλατύτερον μὲν ὁ Μανεθῶς, ἐπιτετμημένως δὲ ὁ Διόδωρος ἐν τῇ προλεχθείσῃ αὐτοῦ γραφῇ ὧδέ πως ἱστορῶν κατὰ λέξιν· β. ΠΕΡΙ ΤΗΣ ΑΙΓΥΠΤΙΩΝ ΘΕΟΛΟΓΙΑΣ Τούτους δὲ τοὺς θεοὺς (τὸν Ἥλιόν φησι καὶ τὴν Σελήνην, Ὄσιριν ὄντας κατ’ Αἰγυπτίους καὶ Ἶσιν) τὸν σύμπαντα κόσμον διοικεῖν τρέφοντάς τε καὶ αὔξοντας πάντα τριμερέσιν ὥραις, ἀοράτῳ κινήσει τὴν περίοδον ἀπαρτι-ζούσαις, τῇ τε ἐαρινῇ καὶ θερινῇ καὶ χειμερινῇ· ταύτας δὲ ἐναντιωτάτην ἀλλήλαις τὴν φύσιν ἐχούσας ἀπαρτίζειν τὸν ἐνιαυτὸν ἀρίστῃ συμφωνίᾳ. φύσιν δὲ συμβάλλεσθαι πλείστην εἰς τὴν τῶν ἁπάντων ζῳογονίαν τῶν θεῶν τού-των τὸν μὲν πυρώδους καὶ πνεύματος, τὴν δὲ ὑγροῦ καὶ ξηροῦ, κοινῇ δ’ ἀμφο-τέρους ἀέρος· καὶ διὰ τούτων πάντα γεννᾶσθαι καὶ τρέφεσθαι. διὸ καὶ τὸ μὲν ἅπαν σῶμα τῆς τῶν ὅλων φύσεως ἐξ ἡλίου καὶ σελήνης ἀπαρτίζεσθαι, τὰ δὲ τούτων μέρη πέντε τὰ προειρημένα, τό τε πνεῦμα καὶ τὸ πῦρ [καὶ] τὸ ξηρόν, ἔτι δὲ τὸ ὑγρὸν καὶ τὸ τελευταῖον τὸ ἀερῶδες, ὥσπερ ἐπ’ ἀνθρώπου κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ τὰ ἄλλα μέρη καταριθμοῦμεν, τὸν αὐτὸν τρόπον τὸ σῶμα τοῦ κόσμου συγκεῖσθαι πᾶν ἐκ τῶν προειρημένων. τούτων δ’ ἕκα-στον θεὸν νομίσαι καὶ προσηγορίαν ἰδίαν ἑκάστῳ θεῖναι κατὰ τὸ οἰκεῖον τοὺς πρώτους διαλέκτῳ χρησαμένους διηρθρωμένῃ τῶν κατ’ Αἴγυπτον ἀνθρώπων. τὸ μὲν οὖν πνεῦμα Δία προσαγορεῦσαι μεθερμηνευομένης τῆς λέξεως· ὃν αἴτιον ὄντα τοῦ ψυχικοῦ τοῖς ζῴοις ἐνόμισαν ὑπάρχειν πάντων οἱονεί τινα πατέρα. συμφωνεῖν δὲ τούτοις φασὶ καὶ τὸν ἐπιφανέστατον τῶν παρ’ Ἕλλησι ποιητῶν ἐπὶ τοῦ θεοῦ τούτου λέγοντα· πατὴρ ἀνδρῶν τε θεῶν τε. τὸ δὲ πῦρ μεθερμηνευόμενον Ἥφαιστον ὀνομάσαι, νομίσαντας μέγαν εἶναι θεὸν καὶ πολλὰ συμβάλλεσθαι πᾶσιν εἰς γένεσίν τε καὶ τελείαν αὔξησιν. τὴν δὲ γῆν ὥσπερ ἀγγεῖόν τι τῶν φυομένων ὑπολαμβάνοντας μητέρα προσαγορεῦσαι· καὶ τοὺς Ἕλληνας δὲ ταύτην παραπλησίως Δήμητραν καλεῖν, βραχὺ μετατε-θείσης διὰ τὸν χρόνον τῆς λέξεως. τὸ γὰρ παλαιὸν ὀνομάζεσθαι γῆν μη-τέρα, καθάπερ καὶ τὸν Ὀρφέα προσμαρτυρεῖν λέγοντα· Γῆ μήτηρ πάντων, Δημήτηρ πλουτοδότειρα. τὸ δ’ ὑγρὸν ὀνομάσαι λέγουσι τοὺς παλαιοὺς Ὠκεανόν, ὃ μεθερμηνευόμενον μὲν εἶναι τροφῆς μητέρα, παρ’ ἐνίοις δὲ τῶν Ἑλλήνων Ὠκεανὸν ὑπάρχειν ὑπει-λῆφθαι, περὶ οὗ καὶ τὸν ποιητὴν λέγειν· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. οἱ γὰρ Αἰγύπτιοι νομίζουσιν Ὠκεανὸν εἶναι τὸν παρ’ αὐτοῖς ποταμὸν Νεῖλον, πρὸς ᾧ καὶ τὰς τῶν θεῶν γενέσεις ὑπάρξαι. τῆς γὰρ πάσης οἰκουμένης κατὰ μόνην τὴν Αἴγυπτον εἶναι πόλεις πολλὰς ὑπὸ τῶν ἀρχαίων θεῶν ἐκτισμένας· οἷον Διός, Ἡλίου, Ἑρμοῦ, Ἀπόλλωνος, Πανός, Εἰλειθυίας, ἄλλων πλειόνων. τὸν δὲ ἀέρα προσαγορεῦσαί φασιν Ἀθηνᾶν, μεθερμηνευομένης τῆς λέξεως, καὶ Διὸς θυγατέρα τε νομίσαι ταύτην καὶ παρθένον ὑποστήσασθαι διά τε τὸ ἄφθορον εἶναι φύσει τὸν ἀέρα καὶ τὸν ἀκρότατον ἐπέχειν τόπον τοῦ σύμπαντος κόσμου· διόπερ ἐκ τῆς κορυφῆς τοῦ Διὸς μυθολογηθῆναι γενέσθαι ταύτην. ὠνομάσθαι δὲ αὐτὴν καὶ Τριτογένειαν ἀπὸ τοῦ τρὶς μεταβάλλειν αὐτῆς τὴν φύσιν κατ’ ἐνιαυτόν, ἔαρος καὶ θέρους καὶ χειμῶνος. λέγεσθαι δὲ αὐτὴν καὶ γλαυκῶπιν, οὐχ ὥσπερ ἔνιοι τῶν Ἑλλήνων ὑπέλαβον ἀπὸ τοῦ τοὺς ὀφθαλ-μοὺς γλαυκοὺς ἔχειν· τοῦτο μὲν γὰρ εὔηθες ὑπάρχειν· ἀλλ’ ἀπὸ τοῦ τὸν ἀέρα τὴν πρόσοψιν ἔχειν ἔγγλαυκον. φασὶ δὲ τοὺς πέντε θεοὺς τοὺς προειρημένους τὴν πᾶσαν οἰκουμένην ἐπιπορεύεσθαι φανταζομένους τοῖς ἀνθρώποις ἐν ἱερῶν ζῴων μορφαῖς, ἔστι δ’ ὅτε εἰς ἀνθρώπων ἰδέας ἤ τινων ἄλλων μεταβάλλοντας. καὶ τοῦτο μὴ μυθῶδες ὑπάρχειν, ἀλλὰ δυνατόν, εἴπερ οὗτοι πρὸς ἀλήθειάν εἰσιν οἱ πάντα γεννῶντες. καὶ τὸν ποιητὴν δ’ εἰς Αἴγυπτον παραβαλόντα καὶ μετασχόντα παρὰ τῶν ἱερέων τῶν τοιούτων λόγων θεῖναί που κατὰ τὴν ποίη-σιν τὸ προειρημένον ὡς γινόμενον· Καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι παντοῖοι τελέθοντες ἐπιστρωφῶσι πόληας, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐσορῶντες. περὶ μὲν οὖν τῶν ἐν οὐρανῷ θεῶν καὶ γένεσιν ἀί̈διον ἐσχηκότων τοσαῦτα λέ-γουσιν Αἰγύπτιοι. Ἄλλους δὲ ἐκ τούτων ἐπιγείους γενέσθαι φασίν, ὑπάρξαντας μὲν θνη-τούς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τετευχότας τῆς ἀθανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γεγονέναι κατὰ τὴν Αἴγυπτον. μεθερμηνευομένων δ’ αὐ-τῶν τινὰς μὲν ὁμωνύμους ὑπάρχειν τοῖς οὐρανίοις, τινὰς δ’ ἰδίαν ἐσχηκέναι προσηγορίαν, Ἥλιον τε καὶ Κρόνον καὶ Ῥέαν, ἔτι δὲ Δία τὸν ὑπό τινων Ἄμ-μωνα προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ Ἥφαιστον, ἔτι δὲ Ἑστίαν καὶ τελευταῖον Ἑρμῆν. καὶ πρῶτον μὲν Ἥλιον βασιλεῦσαι τῶν κατ’ Αἴγυπτον, ὁμώνυμον ὄντα τῷ κατ’ οὐρανὸν ἄστρῳ. Ταῦτα μὲν οὖν ὁ δηλωθεὶς συγγραφεύς. καὶ ὁ Πλούταρχος δὲ ἐν τῷ Περὶ τῶν κατὰ τὴν Ἶσιν αὐτοῦ συγγράμματι τάδε γράφει κατὰ λέξιν· γ. ΕΤΙ ΠΕΡΙ ΤΩΝ ΑΥΤΩΝ Ἀπ’ ἄλλης δὲ ἀρχῆς τῶν φιλοσοφώτερόν τι λέγειν δοκούντων τοὺς ἁπλουστάτους σκεψώμεθα πρῶτον. οὗτοι δ’ εἰσὶν οἱ λέγοντες, ὥσπερ Ἕλληνες Κρόνον ἀλληγοροῦσι τὸν χρόνον, Ἥραν δὲ τὸν ἀέρα, γένεσιν δὲ Ἡφαίστου τὴν εἰς πῦρ ἀέρος μεταβολήν, οὕτω παρ’ Αἰγυπτίοις Νεῖλον εἶναι τὸν Ὄσιριν Ἴσιδι συνόντα τῇ γῇ, Τυφῶνα δὲ τὴν θάλασσαν, εἰς ἣν ὁ Νεῖλος ἐμπίπτων ἀφανίζεται. Ταῦτα καὶ τὰ τοιαῦτα εἰπὼν πάλιν εἰς δαίμονας ἀναφέρει τοὺς περὶ τῶν δηλουμένων θεῶν μύθους καὶ πάλιν ἄλλως ἀποδίδωσι καὶ αὖθις ἑτέρως ἀλληγορῶν. ἦν δ’ ἂν κατὰ λόγον πυθέσθαι ὁποτέρων θεῶν τὰ ξόανα τὰς ἐντετυπωμένας μορφὰς σῴζειν φήσουσι. πότερα δαιμόνων, ἀλλὰ πυρὸς καὶ ἀέρος καὶ γῆς καὶ ὕδατος; ἢ ἀνδρῶν καὶ γυναικῶν εἰκόνας καὶ ζῴων ἀλόγων καὶ θηρίων σχήματα; ἐπεὶ γὰρ καὶ πρὸς αὐτῶν συγκεχώρηται ὁμωνύμως ἡλίῳ καὶ τοῖς καθόλου στοιχείοις θνητούς τινας ἄνδρας γεγονέναι καὶ τούτους θεοὺς ἀνηγορεῦσθαι, τίνων εἰκὸς ἂν εἴη λέγειν μορφὰς εἶναι καὶ εἰκόνας
PG 21:161τὰς ἐν τοῖς ἀψύχοις ξοάνοις γλυφάς; πότερον τῶν καθόλου στοιχείων ἤ, ὅπερ καὶ τὸ ἐναργὲς τῆς ὄψεως ἐπιδείκνυσιν, τῶν ἐν νεκροῖς κειμένων θνητῶν; ἀλλ’ εἰ καὶ αὐτοὶ μὴ λέγοιεν, ὅ γέ τοι ἀληθὴς λόγος βοᾷ καὶ κέκραγεν, μονονουχὶ φωνὴν ἀφιείς, θνητοὺς ἄνδρας μαρτυρῶν γεγονέναι τοὺς δηλου-μένους. ὁ δὲ Πλούταρχος καὶ τῶν σωμάτων αὐτῶν ἐκ περιουσίας τὸν ποιὸν ὑπογράφει τοῦ σχήματος χαρακτῆρα, ἐν τοῖς Περὶ τῆς Ἴσιδος καὶ τῶν Αἰγυπτίων θεῶν ὧδέ πως λέγων· Ἱστοροῦσι γὰρ Αἰγύπτιοι τὸν μὲν Ἑρμῆν τῷ σώματι γενέσθαι γα-λιάγκωνα, τὸν δὲ Τυφῶνα τῇ χροιᾷ πυρρόν, λευκὸν δὲ τὸν Ἄρην καὶ μελάγ-χρουν τὸν Ὄσιριν, ὡς τῇ φύσει γεγονότας ἀνθρώπους. Ταῦτα καὶ ὁ Πλούταρχος. νεκρῶν ἄρα ἡ πᾶσα αὐτῶν θεοποιία καθέ-στηκεν· πέπλασται δὲ αὐτοῖς τὰ τῆς φυσιολογίας. τί γὰρ χρῆν ἀνδρῶν καὶ γυναι-κῶν σχήματα ζῳοπλαστεῖν, παρὸν καὶ δίχα τούτων ἥλιον σέβειν καὶ σελήνην καὶ τὰ λοιπὰ τοῦ κόσμου στοιχεῖα; ποτέροις δὲ τούτων καὶ ἐκ τίνων ἀρξά-μενοι τὰς τοιάσδε προσηγορίας ἐπεφήμισαν; οἷον λέγω τὸν Ἥφαιστον καὶ τὴν Ἀθηνᾶν Δία τε καὶ Ποσειδῶνα καὶ Ἥραν. ἆρα γὰρ ταῦτα τῶν καθόλου στοι-χείων πρότερον ὄντα ὀνόματα δεύτερον αὐτὰ τοῖς θνητοῖς ὁμωνύμως τοῖς οὐρα-νίοις ἐπιτεθείκασιν, ἢ τοὔμπαλιν ἐκ τῆς παρ’ ἀνθρώποις ἐπικλήσεως τὴν μεταφορὰν ἐπὶ τὰς οὐσίας πεποίηνται; καὶ τί χρὴ θνηταῖς προσηγορίαις τὰς καθόλου φύσεις ἐπιφημίζειν; τὰ δὲ καθ’ ἕκαστον θεὸν μυστήρια οἵ τε ὕμνοι καὶ αἱ ᾠδαὶ καὶ τῶν τελετῶν τὰ ἀπόρρητα πότερον τῶν καθόλου στοι-χείων ἢ τῶν πάλαι θνητῶν ἀνδρῶν τῶν τοῖς θεοῖς ὁμωνύμων ἐπάγονται τὰ σύμβολα; ἀλλὰ γὰρ πλάνας καὶ μέθας καὶ ἔρωτας φθοράς τε γυναικῶν καὶ ἀνδρῶν ἐπιβουλὰς καὶ μυρία ἄττα, θνητὰ ὡς ἀληθῶς καὶ αἰσχρὰ καὶ ἄσεμνα, πῶς ἄν τις ἀναθείη τοῖς καθόλου στοιχείοις, αὐτόθεν τὸ θνητὸν καὶ ἀνθρω-ποπαθὲς ἐπενηνεγμένα; ὥστε ἐκ τούτων ἁπάντων ἁλίσκεσθαι τὴν θαυμα-στὴν ταύτην καὶ γενναίαν φυσιολογίαν κατ’ οὐδὲν ἀληθείας ἡμμένην οὐδέ τι θεῖον ἀληθῶς ἐπαγομένην, βεβιασμένην δὲ καὶ διεψευσμένην ἔχουσαν τὴν ἔξωθεν σεμνολογίαν. ἄκουε δ’ οὖν οἷα καὶ ὁ Πορφύριος ἐν τῇ πρὸς Ἀνεβοὼ τὸν Αἰγύπτιον ἐπιστολῇ περὶ τῶν αὐτῶν ἱστορεῖ· δ. ΕΤΙ ΠΕΡΙ ΤΗΣ ΑΙΓΥΠΤΙΩΝ ΦΥΣΙΟΛΟΓΙΑΣ ΚΑΙ ΟΤΙ ΤΗΝ ΠΑΣΑΝ ΑΝΑΦΟΡΑΝ ΤΗΣ ΤΡΟΠΙΚΗΣ ΑΥΤΩΝ ΘΕΩΡΙΑΣ ΕΠΙ ΜΟΝΑ ΤΑ ΦΑΙΝΟΜΕΝΑ ΚΑΤ’ ΟΥΡΑΝΟΝ ΑΣΤΡΑ ΕΠΙ ΤΕ ΥΔΩΡ ΚΑΙ ΠΥΡ ΚΑΙ ΤΑ ΛΟΙΠΑ ΜΕΡΗ ΤΟΥ ΚΟΣΜΟΥ ΜΕΤΗΓΟΝ Χαιρήμων μὲν γὰρ καὶ οἱ ἄλλοι οὐδ’ ἄλλο τι πρὸ τῶν ὁρωμένων κόσμων ἡγοῦνται, ἐν ἀρχῆς λόγῳ τιθέμενοι τοὺς Αἰγυπτίων, οὐδ’ ἄλλους θεοὺς πλὴν τῶν πλανητῶν λεγομένων καὶ τῶν συμπληρούντων τὸν ζῳδιακὸν καὶ ὅσοι τούτοις παρανατέλλουσιν, τάς τε εἰς τοὺς δεκανοὺς τομὰς καὶ τοὺς ὡροσκόπους καὶ τοὺς λεγομένους κραταιοὺς ἡγεμόνας, ὧν καὶ τὰ ὀνόματα ἐν τοῖς Ἀλμενιχια-κοῖς φέρεται καὶ θεραπεῖαι παθῶν καὶ ἀνατολαὶ καὶ δύσεις καὶ μελλόντων σημειώσεις. ἑώρα γὰρ τοὺς τὸν ἥλιον δημιουργὸν φαμένους καὶ τὰ περὶ τὸν Ὄσιριν καὶ τὴν Ἶσιν καὶ πάντας τοὺς ἱερατικοὺς μύθους ἢ εἰς τοὺς ἀστέ-ρας καὶ τὰς τούτων φάνσεις καὶ κρύψεις καὶ ἐπιτολὰς ἑλιττομένους ἢ εἰς τὰς τῆς σελήνης αὐξήσεις καὶ μειώσεις ἢ εἰς τὴν τοῦ ἡλίου πορείαν ἢ τό γε νυκτερινὸν ἡμισφαίριον ἢ τὸ ἡμερινὸν ἢ τόν γε ποταμόν, καὶ ὅλως πάντα εἰς τὰ φυσικὰ καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρμηνεύοντας. ὧν οἱ πλείους καὶ τὸ ἐφ’ ἡμῖν ἐκ τῆς τῶν ἀστέρων ἀνῆψαν κινήσεως, οὐκ οἶδ’ ὅπως δεσμοῖς ἀλύτοις Ἀνάγκης, ἣν Εἱμαρμένην λέγουσιν, πάντα καταδήσαντες καὶ πάντα τούτοις ἀνάψαντες τοῖς θεοῖς, οὓς ὡς λυτῆρας τῆς Εἱμαρμένης μόνους ἔν τε ἱεροῖς καὶ ξοάνοις καὶ τοῖς ἄλλοις θεραπεύουσιν. Ταῦτα μὲν οὖν ἀπὸ τῆς δηλωθείσης ἐπιστολῆς κείσθω, σαφῶς δια-γορεύοντα ὅτι καὶ ἡ τῶν Αἰγυπτίων ἀπόρρητος θεολογία οὐδὲ ἄλλους πλὴν τῶν κατ’ οὐρανὸν ἀστέρων, τῶν τε ἀπλανῶν ὀνομαζομένων καὶ τῶν πλανη-τῶν καλουμένων, ἐθεολόγει δημιουργόν τε τῶν ὅλων εἰσῆγεν οὔ τινα νοῦν ἀσώματον οὐδὲ λόγον δημιουργικὸν οὐδὲ μὴν θεὸν οὐδὲ θεοὺς οὐδέ τινας νοερὰς καὶ ἀφανεῖς δυνάμεις, μόνον δὲ τὸν ὁρώμενον ἥλιον· διὸ καὶ μόνοις τοῖς ἄστροις τὴν τῶν ὅλων ἀνετίθεσαν αἰτίαν, τὰ πάντα Εἱμαρμένης ἐξά-πτοντες καὶ τῆς τῶν ἄστρων κινήσεώς τε καὶ φορᾶς, ὥσπερ ἀμέλει εἰσέτι καὶ νῦν ἥδε παρ’ αὐτοῖς κεκράτηκεν ἡ δόξα. εἰ τοίνυν εἰς μόνα τὰ ὁρώμενα τοῦ κόσμου στοιχεῖα καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἡρμήνευται τοῖς Αἰγυπτίοις, τὰ δὲ στοιχεῖα καὶ πάντα τὰ ὁρατὰ σώματα τῷ ἰδίῳ λόγῳ ἄψυχα καὶ ἄλογα ῥευστά τε τὴν φύσιν καὶ φθαρτὰ συνέστηκεν, θέα εἰς οἷα πάλιν αὐ-τῶν καταπέπτωκεν ἡ θεολογία, τὴν ἄψυχον οὐσίαν καὶ τὰ νεκρὰ καὶ ἄλογα σώματα θειάζουσα, μάλιστα ὅτε εἰς ἀσωμάτους καὶ νοερὰς οὐσίας οὐδὲν αὐτοῖς ἀνεφέρετο οὐδ’ ἐπὶ νοῦν καὶ λόγον δημιουργικὸν τῶν ὅλων. ἐπεὶ δὲ προωμολογήθη διὰ τῶν πρόσθεν εἰς Ἕλληνας παρ’ Αἰγυπτίων τὰ τῆς θεολογίας μετακεκομίσθαι, ὥρα τούτοις στοιχεῖν καὶ Ἕλληνας καὶ τὰ αὐτὰ Αἰγυπτίοις φυσιολογεῖν ἀπελέγχεσθαί τε αὐτοὺς οὐδὲν πλέον τῆς ἀψύχου ὕλης θεοποιοῦντας. ταῦτα γὰρ ἦν τὰ σεμνὰ Αἰγυπτίων κατὰ τὴν τοῦ δεδηλω-μένου συγγραφέως γραφήν, ὅστις πάλιν ἐν οἷς ἐπέγραψεν Περὶ τῆς τῶν ἐμψύ-χων ἀποχῆς τοιαῦτα περὶ τῶν αὐτῶν διέξεισιν· Ἀπὸ δὲ ταύτης ὡρμημένοι τῆς ἀσκήσεως καὶ τῆς πρὸς τὸ θεῖον οἰκειώ-σεως ἔγνωσαν ὡς οὐ δι’ ἀνθρώπου μόνου τὸ θεῖον διῆλθεν οὐδὲ ψυχὴ ἐν μόνῳ ἀνθρώπῳ ἐπὶ γῆς κατεσκήνωσεν, ἀλλὰ σχεδὸν ἡ αὐτὴ διὰ πάντων διῆλθεν τῶν ζῴων. διὸ εἰς τὴν θεοποιίαν παρέλαβον πᾶν ζῷον καὶ ὁμοίως που ἀνέ-μιξαν θηρία καὶ ἀνθρώπους καὶ πάλιν ὀρνέων σώματα καὶ ἀνθρώπων. εἴκα-σται γάρ τις παρ’ αὐτοῖς μέχρι τραχήλου ἀνθρωποειδής, τὸ δὲ πρόσωπον ὀρνέου ἢ λέοντος ἢ ἄλλου τινὸς ζῴου κεκτημένος· καὶ πάλιν αὖ κεφαλὴ ἀνθρώ-πειος καὶ ἄλλων τινῶν ζῴων μέρη, πῆ μὲν ὑποκείμενα, πῆ δὲ ἐπικείμενα· δι’ ὧν δηλοῦσιν ὅτι κατὰ γνώμην θεῶν καὶ ταῦτα ἀλλήλοις κοινωνεῖ καὶ σύντροφα ἡμῖν καὶ τιθασά ἐστιν τῶν θηρίων τὰ ἄγρια οὐκ ἄνευ τινὸς θείας βουλήσεως. ὅθεν καὶ ὁ λέων ὡς θεὸς θρησκεύεται καὶ μέρος τι τῆς Αἰγύπτου, ὃ καλοῦσιν νομόν, ἐπώνυμον ἔχει Λεοντοπολίτην, ἄλλο δὲ Βουσιρίτην, ἄλλο δὲ Κυνοπολίτην. τὴν γὰρ ἐπὶ πάντα δύναμιν [τοῦ θείου] διὰ τῶν συννόμων ζῴων ὧν ἕκαστος τῶν θεῶν παρέσχεν ἐθρήσκευσαν. ὕδωρ δὲ καὶ πῦρ σέβονται, τὰ κάλλιστα τῶν στοιχείων, ὡς ταῦτα αἰτιώτατα τῆς σωτηρίας ἡμῶν, καὶ ταῦτα δεικνύν-τες ἐν τοῖς ἱεροῖς, ὥς που ἔτι καὶ νῦν ἐν τῇ ἀνοίξει τοῦ ἁγίου Σαράπιδος ἡ θεραπεία διὰ πυρὸς καὶ ὕδατος γίνεται, λείβοντος τοῦ ὑμνῳδοῦ τὸ ὕδωρ καὶ τὸ πῦρ φαίνοντος, ὁπηνίκα ἑστὼς ἐπὶ τοῦ οὐδοῦ τῇ πατρίῳ τῶν Αἰγυπτίων φωνῇ ἐγείρει τὸν θεόν. ταῦτ’ οὖν σέβονται [τὰ μέτοχα] καὶ πλεῖον τού-των ἐσέφθησαν τὰ ὡς ἐπὶ πλέον τῶν ἱερῶν μέτοχα. τοιαῦτα δὲ πάντα τὰ ζῷα, ἐπεὶ καὶ ἄνθρωπον σέβουσιν κατὰ Ἄναβιν κώμην, ἐν ᾗ καὶ τούτῳ θύεται καὶ ἐπὶ τῶν βωμῶν τὰ ἱερὰ ἐκκάεται· ὁ δὲ μετ’ ὀλίγον φάγοι ἂν τὰ ἰδίᾳ αὐτῷ ὡς ἀνθρώπῳ παρεσκευασμένα. ὡς οὖν ἀνθρώπου ἀφεκτέον, οὕτω καὶ τῶν
PG 21:167ἄλλων. ἔτι δὲ ἐκ περιττῆς σοφίας καὶ τῆς περὶ τὸ θεῖον συντροφίας κατέ-λαβόν τισι τῶν θεῶν προσφιλῆ τῶν ζῴων τινὰ μᾶλλον ἀνθρώπων, ὡς ἡλίῳ ἱέρακα σύμπασαν μὲν τὴν φύσιν ἐξ αἵματος ἔχοντα καὶ πνεύματος, οἰκ-τείροντα δὲ καὶ ἄνθρωπον καὶ κωκύοντα ἐπὶ νεκρῷ κειμένῳ γῆν τε ἐπαμώ-μενον. Καὶ μετὰ βραχέα φησί· Κάνθαρον δὲ ἀμαθὴς μὲν βδελυχθείη ἂν ἀγνώμων ὑπάρχων τῶν θείων, Αἰγύπτιοι δὲ ἐσέφθησαν ὡς εἰκόνα ἡλίου ἔμψυχον. κάνθαρος γὰρ πᾶς ἄρρην καὶ ἀφιεὶς τὸν θορὸν ἐν τέλματι καὶ ποιήσας σφαιροειδῆ τοῖς ὀπισθίοις ἀνταναφέρει ποσίν, ὡς ἥλιος οὐρανόν, καὶ περίοδον ἡμερῶν ἐκδέχεται σεληνιακήν. οὕτω δὲ καὶ περὶ κριοῦ τι φιλοσοφοῦσιν καὶ ἄλλο τι περὶ κροκοδείλου περί τε γυπὸς καὶ ἴβεως καὶ ὅλως καθ’ ἕκαστον τῶν ζῴων, ὡς ἐκ φρονήσεως καὶ τῆς ἄγαν θεοσοφίας ἐπὶ τὸ σέβας ἐλθεῖν καὶ τῶν ζῴων. ε. ΟΤΙ ΚΑΙ ΤΑΥΤΑ ΠΑΣΗΣ ΥΠΗΡΧΕΝ ΜΕΣΤΑ ΚΑΤΑΓΝΩΣΕΩΣ Τοιαῦτα καὶ τὰ περὶ τῆς γενναίας τῶν σοφῶν Αἰγυπτίων φυσιολογίας τέθειται ὁ δεδηλωμένος, Αἰγυπτίων διασαφήσας ἡμῖν τὰ ἀπόρρητα, ὅτι τε ὕδωρ καὶ πῦρ σέβουσιν καὶ μία λογικῶν καὶ ἀλόγων οὐ μόνον σωμάτων, ἀλλὰ καὶ ψυχῆς οὐσία κέκριται εἶναι παρ’ αὐτοῖς, ὡς εὐλόγως αὐτῷ δοκεῖν θεοὺς ἀνηγορεῦσθαι τὰ θηρία. καίτοι πῶς οὐ παραλογώτατον εἰς θεοποιίαν παραλαμβάνειν τὴν ἄλογον καὶ θηριώδη φύσιν διὰ τὸ τῆς ἴσης, ὥς φασιν, ἀνθρώποις μετέχειν ψυχῆς; ἐχρῆν γάρ, εἴπερ ἄρα, ἀνθρώπους καὶ αὐτὰ ἡγεῖσθαι καὶ τῆς ἀνθρωπείας αὐτοῖς δόξης τε καὶ τιμῆς μεταδιδόναι. οἱ δὲ τοῦτο μὴ πράξαντες, τὰ πρὸς αὐτῆς τῆς φύσεως ἄλογα θηρία γενόμενα καὶ ταύτην εἰληχότα τὴν ἐπωνυμίαν καὶ οὐδὲ τῆς ἀνθρώπων προσρήσεως ἠξιωμένα οὐδ’ ὁμοίως ἀνθρώποις ἠξίωσαν ἀποδέξασθαι· τὴν ἀνωτάτω δὲ τοῦ παμβασιλέως προσηγορίαν καὶ τοῦ τῶν ἁπάντων δημιουργοῦ θεοῦ φέροντες εἰς τὴν θηρίων φύσιν καταβεβλήκασιν καὶ θεοὺς ἐπεφήμισαν ἃ μηδὲ τῆς ἀνθρώπων πρὸς αὐτοῦ τοῦ θεοῦ κατηξίωται προσηγορίας. ἐπὶ τούτοις ἀκήκοας καὶ τῆς θεοσοφίας τῆς μυστικῆς, δι’ ἣν οἱ θαυμάσιοι τῶν Αἰγυπτίων λύκους καὶ κύνας καὶ λέοντας ἐσεβάσθησαν· ἔγνως καὶ τοῦ καν-θάρου τὸ θαῦμα καὶ ἱέρακος τὴν ἀρετήν· μὴ δὴ γέλα τοῦ λοιποῦ τοὺς θεούς, ἐλέει δὲ τῆς πολλῆς εὐηθείας καὶ ἀβλεψίας τὸ τρισάθλιον ἀνθρώπων γένος. καὶ δὴ σκόπει τὰ πάντα περιαθρῶν οἵων ἡμῖν ἀγαθῶν παρέστη δοτὴρ ὁ Χριστὸς τοῦ θεοῦ, τοιαύτης νόσου μακρᾶς τε καὶ πολυχρονίου πηρώσεως καὶ τὰς Αἰγυπτίων ψυχὰς διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας λελυ-τρωμένος, ὡς τοὺς πλείους ἤδη τῶν κατ’ Αἴγυπτον καὶ ταύτης ἀπηλλάχθαι τῆς νόσου. 2. ΟΤΙ ΚΑΙ ΤΗΣ ΦΥΣΙΚΩΤΕΡΑΣ ΑΥΤΩΝ ΠΕΡΙ ΘΕΩΝ ΘΕΩΡΙΑΣ ΕΥΛΟΓΩΣ ΑΝΑΧΩΡΗΣΑΝΤΕΣ ΤΗΝ ΜΟΝΗΝ ΚΑΙ ΑΛΗΘΗ ΘΕΟΛΟΓΙΑΝ ΠΡΟΕΤΙΜΗΣΑΜΕΝ Ἀλλὰ γὰρ τοιαῦτα καὶ τὰ παρ’ Αἰγυπτίοις, ἃ καὶ παλαιότερα τῶν Ἑλληνι-κῶν ἁπάντων μνημονεύεται. ἔχεις τοιγαροῦν πρὸς τῇ μυθικῇ καὶ τὴν φυσικω-τέραν θεολογίαν Ἑλλήνων ὁμοῦ καὶ Αἰγυπτίων τῶν τὴν πολύθεον πάλαι δεισιδαιμονίαν συστησαμένων, παρ’ οἷς ὅτι μηδέν τι τῶν ἀληθῶς θείων ἀσωμάτων τε καὶ νοερῶν οὐσιῶν ἐγνωρίζετο μεμάθηκας. πλὴν ἀλλὰ δεδό-σθω καὶ συγκεχωρήσθω τουτοισὶ τοῖς μετεωρολέσχαις λέγειν ἀληθῆ καὶ ἐπιτυγχάνειν ἐν τῇ τῶν ἀλληγορουμένων φυσιολογίᾳ· γινέσθω τε αὐτοῖς ὁ ἥλιος ποτὲ μὲν Ἀπόλλων καὶ πάλιν Ὧρος καὶ Ὄσιρις πάλιν ὁ αὐτὸς καὶ μυρία ἄλλα ὅσα καὶ θέλοιεν· ὥσπερ οὖν καὶ ἡ σελήνη ἢ Ἶσις ἢ Ἄρτεμις καὶ ὅσα ἄν τις ἐξαριθμεῖν βούλοιτο· μὴ γὰρ ἔστω ταῦτα θνητῶν ἀνδρῶν, ἀλλ’ αὐτῶν τῶν ἐπουρανίων φωστήρων σημαντικαὶ προσηγορίαι· τὸν ἥλιον ἄρα καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ τὰ λοιπὰ τοῦ κόσμου μέρη ὡς θεοὺς προσκυνητέον. καὶ ταύτη τοιγαροῦν ἡ γενναία τῶν Ἑλλήνων φιλοσοφία ὥσπερ διὰ μηχανῆς πέφηνεν εἰς ὕψος μὲν ἀνάγουσα τὴν ἐπαγ-γελίαν τοῦ λόγου, κάτω δὲ περιστρέφουσα ἀμφὶ τὴν αἰσθητὴν καὶ φαινο-μένην τοῦ θεοῦ δημιουργίαν τὴν τῶν σοφῶν διάνοιαν καὶ πλέον οὐδὲν ἀλλ’ ἢ πῦρ καὶ τὴν θερμὴν οὐσίαν τά τε μέρη τοῦ κόσμου διὰ τῶν οὐρανίων φω-στήρων, ἔστω δὲ καὶ τὴν ὑγρὰν καὶ τὴν ξηρὰν καὶ τὴν σύγκρασιν τῶν σωμάτων θειάζουσα. πῶς οὖν οὐ μέγα καὶ θαυμάσιον τὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ τοῦ θεοῦ εὐαγγέλιον, πᾶν γένος ἀνθρώπων παιδεῦον τὸν ἡλίου καὶ σελήνης δεσπότην θεὸν καὶ τὸν δημιουργὸν τοῦ σύμπαντος κόσμου, αὐτὸν τὸν ἀνωτάτω καὶ ἐπέκεινα τῶν ὅλων, ταῖς προσηκούσαις ἐννοί-αις εὐσεβεῖν καὶ οὐ τὰ τῶν σωμάτων στοιχεῖα, ἀλλὰ τὸν ζωῆς αὐτῆς καὶ τροφὸν καὶ τῶν ἀγαθῶν πάντων ταμίαν ὑμνεῖν μέρη τε τοῦ κόσμου τὰ ὁρώμενα καὶ πᾶν τὸ καταληπτὸν σαρκὸς αἰσθήσει, ὡς ἂν τῆς φθαρτῆς ὄντα φύσεως, οὐδαμῶς καταπλήττεσθαι, τὸν δ’ ἐν τούτοις ἅπασιν ἀόρατον καὶ τῶν καθόλου τε καὶ κατὰ μέρος δημιουργικὸν νοῦν μόνον ἀποθαυμάζειν καὶ θεολογεῖν μίαν μόνην ἐκείνην τὴν διήκουσαν καὶ διακοσμοῦσαν τὰ πάντα θείαν δύναμιν, ἀσώματον οὖσαν καὶ νοερὰν τὴν φύσιν, μᾶλλον δὲ ἄρρητον εἰπεῖν καὶ ἀκατάληπτον, διὰ πάντων, δι’ ὧν καὶ ἐνεργεῖ, παρα-φαινομένην διήκουσάν τε ἀσωμάτως καὶ ἀσυμπλόκως τὰ πάντα ἐπιπορευο-μένην καὶ διὰ πάντων οὐκ οὐρανίων μόνον, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς, τῶν τε καθόλου στοιχείων καὶ τῶν ἐπὶ μέρους, τὴν τῆς θεότητος διαρκῆ μεγαλ-ουργίαν ἐπιδεικνυμένην πᾶσί τε ἀφανῶς καὶ ἡμῖν ἀνεπαισθήτως ἐπιστα-τοῦσαν καὶ λόγοις ἀνεκφράστου σοφίας τὸν σύμπαντα κόσμον διακυβερνῶσαν; Τοσούτων ἡμῖν ἀποδεδειγμένων εἰς ἔλεγχον τῆς ἀσυστάτου θεολογίας τῆς τε λεγομένης μυθικωτέρας καὶ τῆς ὑψηλοτέρας δὴ καὶ φυσικωτέρας, ἣν οἱ παλαιοὶ Ἕλληνές τε καὶ Αἰγύπτιοι σεμνύνοντες ἀπεδείχθησαν, ὥρα καὶ τῶν νέων τῶν δὴ καθ’ ἡμᾶς αὐτοὺς φιλοσοφεῖν ἐπαγγελλομένων ἐπ-αθρῆσαι τὰ καλλωπίσματα. οἵδε γὰρ τὰ περὶ νοῦ δημιουργοῦ τῶν ὅλων καὶ τὰ περὶ ἀσωμάτων ἰδεῶν νοερῶν τε καὶ λογικῶν δυνάμεων τοῖς ἀμφὶ τὸν Πλάτωνα μακροῖς ποθ’ ὕστερον χρόνοις ἐφευρημένα καὶ λογισμοῖς ὀρθοῖς ἐπι-νενοημένα συμπλέξαι τῇ τῶν παλαιῶν θεολογίᾳ πεπειραμένοι μείζονι τύφῳ τὴν περὶ τῶν μύθων ἐπαγγελίαν ἐξῆραν. ἄκουε δ’ οὖν καὶ τῆς τούτων φυσιο-λογίας, μεθ’ οἵας ἐξενήνεκται τῷ Πορφυρίῳ ἀλαζονείας· ζ. ΟΠΟΙΑΣ ΟΙ ΝΕΩΤΕΡΟΙ ΤΩΝ ΦΙΛΟΣΟΦΩΝ ΤΟΙΣ ΠΕΡΙ ΘΕΩΝ ΜΥΘΟΙΣ ΣΥΝΕΠΛΕΞΑΝ ΑΙΤΙΟΛΟΓΙΑΣ Φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ’ ἐπίθεσθε βέβηλοι, σοφίας θεολόγου νοήματα δεικνύς, οἷς τὸν θεὸν καὶ τοῦ θεοῦ τὰς δυνάμεις διὰ εἰκόνων συμφύλων αἰσθήσει ἐμήνυσαν ἄνδρες, τὰ ἀφανῆ φανεροῖς ἀποτυπώ-σαντες πλάσμασιν, τοῖς καθάπερ ἐκ βίβλων τῶν ἀγαλμάτων ἀναλέγειν τὰ περὶ θεῶν μεμαθηκόσι γράμματα. θαυμαστὸν δὲ οὐδὲν ξύλα καὶ λίθους ἡγεῖ-σθαι τὰ ξόανα τοὺς ἀμαθεστάτους, καθὰ δὴ καὶ τῶν γραμμάτων οἱ ἀνόητοι λίθους μὲν ὁρῶσι τὰς στήλας, ξύλα δὲ τὰς δέλτους, ἐξυφασμένην δὲ πάπυ-ρον τὰς βίβλους. Τοιαῦτα δὲ ὡς ἐν προοιμίῳ κατακομπήσας ἄκουε οἷα ἑξῆς προϊὼν γράφει πρὸς λέξιν· Φωτοειδοῦς δὲ ὄντος τοῦ θείου καὶ ἐν πυρὸς αἰθερίου περιχύσει διάγοντος ἀφανοῦς τε τυγχάνοντος αἰσθήσει περὶ θνητὸν βίον ἀσχόλῳ, διὰ μὲν τῆς διαυγοῦς ὕλης, οἷον κρυστάλλου ἢ Παρίου λίθου ἢ καὶ ἐλέφαντος, εἰς τὴν τοῦ φωτὸς αὐτοῦ ἔννοιαν ἐνῆγον, διὰ δὲ τῆς τοῦ χρυσοῦ εἰς τὴν τοῦ πυρὸς δια-
PG 21:173νόησιν καὶ τὸ ἀμίαντον αὐτοῦ, ὅτι χρυσὸς οὐ μιαίνεται. πολλοὶ δὲ αὖ καὶ μέλανι λίθῳ τὸ ἀφανὲς αὐτοῦ τῆς οὐσίας ἐδήλωσαν. καὶ ἀνθρωποειδεῖς μὲν ἀπετύπουν τοὺς θεοὺς ὅτι λογικὸν τὸ θεῖον, καλοὺς δέ, ὅτι κάλλος ἐν ἐκείνοις ἀκήρατον. διαφόροις δὲ σχήμασιν καὶ ἡλικίαις καθέδραις τε καὶ στάσεσιν καὶ ἀμφιάσεσιν καὶ τοὺς μὲν ἄρρενας, τὰς δὲ θηλείας καὶ παρθένους καὶ ἐφήβους ἢ γάμου πεῖραν εἰληφότας, εἰς παράστασιν αὐτῶν τῆς διαφορᾶς. ὅθεν πᾶν τὸ λευκὸν τοῖς οὐρανίοις θεοῖς ἀπένειμαν· σφαῖράν τε καὶ τὰ σφαιρικὰ πάντα. ἰδίως τε κόσμῳ καὶ ἡλίῳ καὶ σελήνῃ, ἔσθ’ ὅπου δὲ καὶ τύχῃ καὶ ἐλπίδι· κύκλον δὲ καὶ τὰ κυκλικὰ αἰῶνι καὶ τῇ κατὰ τὸν οὐρανὸν κινήσει ταῖς τε ἐν αὐτῷ ζώναις καὶ τοῖς κύκλοις· κύκλων δὲ τμήματα τοῖς σχηματισμοῖς τῆς σελήνης· πυραμίδας δὲ καὶ ὀβελίσκους τῇ πυρὸς οὐσίᾳ καὶ διὰ τοῦτο τοῖς Ὀλυμπίοις θεοῖς· ὥσπερ αὖ κῶνον μὲν ἡλίῳ, γῇ δὲ κύλινδρον, σπορᾷ δὲ καὶ γενέσει φάλητα, καὶ τὸ τρίγωνον σχῆμα διὰ τὸ μόριον τῆς θηλείας. Ταῦτα ὁ θαυμαστὸς φιλόσοφος· ὧν τί ἂν γένοιτο ἀσχημονέστερον τὰ αἰσχρὰ σεμνολογοῦσιν; τί δὲ βιαιότερον, τὰς ἀψύχους ὕλας, χρυσὸν καὶ λίθον καὶ τὰ τοιαῦτα, εἰκόνας φέρειν τοῦ φωτὸς τῶν θεῶν καὶ τῆς οὐρανίου καὶ αἰθερίου φύσεως δηλώματα φάσκειν; ὅτι δὲ τῶν νέων ἐστὶ ταῦτα σο-φίσματα μηδ’ ὄναρ τῶν παλαιῶν εἰς ἐνθύμησιν ἐλθόντα, γνοίης ἂν μαθὼν ὅτι καὶ ἀπόβλητα ἦν παρὰ τοῖς προτέροις τὰ διὰ χρυσοῦ καὶ τῆς νομιζο-μένης πολυτελεστέρας ὕλης ξόανα. λέγει δ’ οὖν Πλούταρχος ὧδέ πη κατὰ λέξιν· η. ΠΕΡΙ ΤΗΣ ΠΑΛΑΙΑΣ ΤΩΝ ΞΟΑΝΩΝ ΚΑΤΑΣΚΕΥΗΣ Ἡ δὲ τῶν ξοάνων ποίησις ἀρχαῖον ἔοικεν εἶναί τι καὶ παλαιόν, εἴ γε ξύλινον μὲν ἦν τὸ πρῶτον εἰς Δῆλον ὑπὸ Ἐρυσίχθονος Ἀπόλλωνι ἐπὶ τῶν θεωριῶν ἄγαλμα, ξύλινον δὲ τὸ τῆς Πολιάδος ὑπὸ τῶν αὐτοχθόνων ἱδρυθέν, ὃ μέχρι νῦν Ἀθηναῖοι διαφυλάττουσιν. Ἥρας δὲ καὶ Σάμιοι ξύλινον εἶχον ἕδος, ὥς φησιν Καλλίμαχος· Οὔπω Σκέλμιον ἔργον ἐύ̈ξοον, ἀλλ’ ἐπὶ τεθμὸν δηναιὸν γλυφάνων ἄξοος ἦσθα σανίς. ὧδε καθιδρύοντο θεοὺς τότε· καὶ γὰρ Ἀθήνης ἐν Λίνδῳ Δαναὸς λιτὸν ἔθηκεν ἕδος. λέγεται δὲ Πείρας ὁ πρῶτος Ἀργολίδος Ἥρας ἱερὸν εἱσάμενος, τὴν ἑαυτοῦ θυγατέρα Καλλίθυιαν ἱέρειαν καταστήσας, ἐκ τῶν περὶ Τίρυνθα δένδρων ὄγχνην τεμὼν εὐκτέανον Ἥρας ἄγαλμα μορφῶσαι. πέτραν μὲν γὰρ εἰς θεοῦ κο-πῆναι εἰκόνα σκληρὰν καὶ δύσεργον καὶ ἄψυχον οὐκ ἐβούλοντο, χρυσὸν δὲ καὶ ἄργυρον ἡγοῦντο γῆς ἀκάρπου καὶ διεφθαρμένης χρώματα νοσώδη καὶ κηλῖδας ἐξανθεῖν ὥσπερ μώλωπας ὑπὸ πυρὸς ῥαπισθείσης· ἐλέφαντι δὲ παί-ζοντες μὲν ἔσθ’ ὅπου προσεχρῶντο ποικίλματι τρυφῆς. Ταῦτα ὁ Πλούταρχος. καὶ τούτου δὲ πολὺ πρότερον ὁ Πλάτων οὐδὲν εἶναι σεμνὸν οὐδὲ προσεοικὸς θείᾳ φύσει ἐν χρυσῷ καὶ ἐλέφαντι τοῖς τε ἐξ ὕλης ἀψύχου κατασκευάσμασιν εὖ μάλα εἰδὼς ἐπάκουσον ἐν τοῖς Νόμοις ὁποῖα διατάττεται· Γῆ μὲν οὖν ἑστία τε οἰκήσεως ἱερὰ πᾶσιν πάντων θεῶν· μηδεὶς οὖν δευτέρως ἱερὰ καθιερούτω θεοῖς. χρυσὸς δὲ καὶ ἄργυρος ἐν ἄλλαις πόλεσιν ἰδίᾳ τε καὶ ἐν ἱεροῖς ἐστιν ἐπίφθονον κτῆμα, ἐλέφας δὲ ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς ἀνάθημα· σίδηρος δὲ καὶ χαλκὸς πολέμων ὄργανα. Ταῦτα δὲ σαφῆ περιέχειν ἡγοῦμαι τῆς προτεθείσης ἀνατροπὴν φυσιο-λογίας, ἧς φέρε καὶ τὰ λοιπὰ ἐπιθεωρήσωμεν. ἐπάκουσον οὖν οἷά φησιν· θ. ΕΤΙ ΠΕΡΙ ΤΗΣ ΑΛΛΗΓΟΡΟΥΜΕΝΗΣ ΕΛΛΗΝΩΝ ΚΑΙ ΑΙΓΥΠΤΙΩΝ ΘΕΟΛΟΓΙΑΣ Ὅρα δὲ τὴν τῶν Ἑλλήνων σοφίαν οὑτωσὶ διασκοπούμενος· τὸν γὰρ Δία τὸν νοῦν τοῦ κόσμου ὑπολαμβάνοντες, ὃς τὰ ἐν αὐτῷ ἐδημιούργησεν ἔχων τὸν κόσμον, ἐν μὲν ταῖς θεολογίαις ταύτη περὶ αὐτοῦ παραδεδώκασιν οἱ τὰ Ὀρφέως εἰπόντες· Ζεὺς πρῶτος γένετο, Ζεὺς ὕστατος ἀργικέραυνος, Ζεὺς κεφαλή, Ζεὺς μέσσα, Διὸς δ’ ἐκ πάντα τέτυκται. Ζεὺς ἄρσην γένετο, Ζεὺς ἄφθιτος ἔπλετο νύμφη. Ζεὺς πυθμὴν γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος. Ζεὺς βασιλεύς, Ζεὺς αὐτὸς ἁπάντων ἀρχιγένεθλος. ἓν κράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάντων, ἓν δὲ δέμας βασίλειον, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθὴρ νύξ τε καὶ ἦμαρ καὶ Μῆτις, πρῶτος γενέτωρ καὶ Ἔρως πολυτερπής· πάντα γὰρ ἐν μεγάλῳ Ζηνὸς τάδε σώματι κεῖται. τοῦ δή τοι κεφαλὴ[ν] μὲν ἰδεῖν καὶ καλὰ πρόσωπα οὐρανὸς αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται, ταύρεα δ’ ἀμφοτέρωθε δύο χρύσεια κέρατα, ἀντολίη τε δύσις τε, θεῶν ὁδοὶ οὐρανιώνων, ὄμματα δ’ ἠέλιός τε καὶ ἀντιόωσα σελήνη. νοῦς δέ οἱ ἀψευδὴς βασιλήϊος ἄφθιτος αἰθήρ, ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται οὐδέ τίς [ἐστιν] αὐδὴ οὔτ’ ἐνοπὴ οὔτε κτύπος οὐδὲ μὲν ὄσσα, ἣ λήθει Διὸς οὖας ὑπερμενέος Κρονίωνος· ὧδε μὲν ἀθανάτην κεφαλὴν ἔχει ἠδὲ νόημα. σῶμα δέ οἱ περιφεγγές, ἀπείριτον, ἀστυφέλικτον, ὄβριμον, ὀβριμόγυιον, ὑπερμενὲς ὧδε τέτυκται· ὦμοι μὲν καὶ στέρνα καὶ εὐρέα νῶτα θεοῖο ἀὴρ εὐρυβίης, πτέρυγες δέ οἱ ἐξεφύοντο, τῇς ἐπὶ πάντα ποτᾶθ’, ἱερὴ δέ οἱ ἔπλετο νηδὺς γαῖά τε παμμήτειρ’ ὀρέων τ’ αἰπεινὰ κάρηνα· μέσση δὲ ζώνη βαρυηχέος οἶδμα θαλάσσης καὶ πόντου· πυμάτη δὲ βάσις χθονὸς ἔνδοθι ῥίζαι Τάρταρά τ’ εὐρώεντα καὶ ἔσχατα πείρατα γαίης. πάντα δ’ ἀποκρύψας αὖθις φάος ἐς πολυγηθὲς μέλλεν ἀπὸ κραδίης προφέρειν πάλι, θέσκελα ῥέζων. Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῷον ἐκ ζῴων καὶ θεὸς ἐκ θεῶν· Ζεὺς δὲ καθὸ νοῦς, ἀφ’ οὗ προφέρει πάντα καὶ δημιουργεῖ τοῖς νοήμασιν. τῶν δὴ θεολόγων τὰ περὶ θεοῦ τοῦτον τὸν τρόπον ἐξηγησαμένων, εἰκόνα μὲν τοιαύτην δημιουργεῖν, οἵαν ὁ λόγος ἐμήνυσεν, οὔθ’ οἷόν τε ἦν οὔτ’, εἴ τις ἐπενόησεν, τὸ ζωτικὸν καὶ νοε-ρὸν καὶ προνοητικὸν διὰ τῆς σφαίρας ἐδείκνυεν. ἀνθρωπόμορφον δὲ τοῦ Διὸς τὸ δείκηλον πεποιήκασιν, ὅτι νοῦς ἦν καθ’ ὃν ἐδημιούργει καὶ λόγοις σπερ-ματικοῖς ἀπετέλει τὰ πάντα· κάθηται δέ, τὸ ἑδραῖον τῆς δυνάμεως αἰνιττόμενος· γυμνὰ δὲ ἔχει τὰ ἄνω, ὅτι φαν[ερ]ὸς ἐν τοῖς νοεροῖς καὶ τοῖς οὐρανίοις τοῦ κό-σμου μέρεσίν ἐστιν· σκέπεται δὲ αὐτῷ τὰ πρόσθια, ὅτι ἀφανὴς τοῖς κάτω κεκρυμ-μένοις· ἔχει δὲ τῇ μὲν λαιᾷ τὸ σκῆπτρον, καθ’ ὃ μάλιστα τῶν τοῦ σώματος μερῶν τὸ ἡγεμονικώτατόν τε καὶ νοερώτατον ὑποικουρεῖ σπλάγχνον, ἡ καρ-δία· βασιλεὺς γὰρ τοῦ κόσμου ὁ δημιουργικὸς νοῦς· προτείνει δὲ τῇ δεξιᾷ ἢ ἀετόν, ὅτι κρατεῖ τῶν ἀεροπόρων θεῶν ὡς τῶν μεταρσίων ὀρνέων ὁ ἀετός, ἢ νίκην, ὅτι νενίκηκεν αὐτὸς πάντα. ι. ΕΛΕΓΧΟΣ ΚΑΙ ΑΝΑΤΡΟΠΗ ΤΗΣ ΚΑΙ ΤΟΥΤΩΝ ΒΕΒΙΑΣΜΕΝΗΣ ΑΠΟΔΟΣΕΩΣ Ταῦτά σοι ὁ Πορφύριος, ὧν τὸν εἰρημένον τρόπον ἀποδεδομένων ἠρέμα καὶ ἐπὶ σχολῆς ἐπιθεωρῆσαι καλόν, τίνα ποτὲ ἄρα τὸν Δία φασὶν εἶναι τὰ ἔπη. ἐγὼ μὲν γὰρ οὐδ’ ἄλλον ἡγοῦμαι ἢ τὸν ὁρώμενον κόσμον ἐκ παντοίων συνεστῶτα μερῶν, τῶν τε κατ’ οὐρανὸν καὶ αἰθέρα καὶ τῶν ἐν τούτοις φαινομένων ἄστρων, ὥσπερ ἐν μεγάλου σώματος κεφαλῇ προτεταγμένων, τῶν τε ἐν ἀέρι καὶ γῇ καὶ θαλάσσῃ καὶ τοῖς παραπλησίοις. μέρη γοῦν κόσμου καὶ γῆ καὶ ὄρη καὶ βουνοὶ εἱλεῖταί τε αὐτῶν ἐν μέσῳ ζώνης τρόπον ἡ θάλασσα, καὶ πῦρ δὲ καὶ ὕδωρ νύξ τε καὶ ἡμέρα τῆς αὐτῆς
PG 21:177εἶεν ἂν τοῦ κόσμου φύσεως μέρη. ταῦτα δ’ ἄντικρυς τὸν ὁρώμενον ὑποφαί-νειν ἡγοῦμαι κόσμον, εἰ μή τι καὶ σφάλλομαι, καὶ τὸ ὅλον συνεστὼς ἐκ μερῶν διδάσκει. λέγει δ’ οὖν· Πάντα γὰρ ἐν μεγάλῳ Ζηνὸς τάδε σώματι κεῖται. καὶ τίνα τὰ πάντα διασαφεῖ· πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθὴρ νύξ τε καὶ ἦμαρ. τοῦ δή τοι κεφαλὴ[ν] μὲν ἰδεῖν καὶ καλὰ πρόσωπα οὐρανὸς αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται, καὶ τὰ τούτοις ἀκόλουθα· ἐν οἷς ἐπιφέρει τὸν νοῦν τοῦ Διὸς λέγων εἶναι τὸν αἰθέρα καὶ οὐδὲν ἄλλο, κατὰ τοὺς Στωϊκοὺς τὴν πυρώδη καὶ θερμὴν οὐσίαν τὸ ἡγεμονικὸν φάσκοντας εἶναι τοῦ κόσμου καὶ τὸν θεὸν εἶναι σῶμα καὶ τὸν δημιουργὸν αὐτὸν οὐδ’ ἕτερον τῆς τοῦ πυρὸς δυνάμεως. κατὰ τὰ αὐτὰ γὰρ οἶμαι καὶ ἐν τοῖς ἔπεσιν εἰρῆσθαι· Νοῦς δέ οἱ ἀψευδὴς βασιλήϊος ἄφθιτος αἰθήρ, ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται. δι’ ὧν ἀνεπικαλύπτως ζῷον μέγα τὸν κόσμον ὑποθέμενος, καὶ τοῦτον Δία προσειπὼν νοῦν μὲν αὐτοῦ τὸν αἰθέρα, σῶμα δὲ τὰ λοιπὰ μέρη τοῦ κόσμου εἶναι ἀπεφήνατο. τοιοῦτος μέν τις ὁ διὰ τῶν ἐπῶν ὑπογραφόμενος τυγ-χάνει Ζεύς. ὁ δὲ τῶν ἐπῶν ἐξηγητὴς ἀρξάμενος μὲν τοῖς ἔπεσιν ἀκολούθως λέγει· Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῷον ἐκ ζῴων καὶ θεὸς ἐκ θεῶν, σαφῶς τὸν θεολογούμενον Δία οὐδὲ ἄλλον ἢ τὸν ὁρώμενον καὶ αἰσθητὸν κόσμον δηλοῦσθαι διὰ τῶν ἐπῶν ἑρμηνεύσας. Αἰγυπτίων δὲ ὁ λόγος, παρ’ ὧν καὶ Ὀρφεὺς τὴν θεολογίαν ἐκλαβὼν τὸν κόσμον εἶναι τὸν θεὸν ᾤετο, ἐκ πλειόνων θεῶν τῶν αὐτοῦ μερῶν (ὅτι καὶ τὰ μέρη τοῦ κόσμου θεολογοῦντες ἐν τοῖς πρόσθεν ἀπεδείχθησαν) συνεστῶτα, καὶ τούτου πλέον οὐδὲν τὰ παρατεθέντα τῶν ἐπῶν ῥήματα διεσάφησεν. ὁ δὲ μετὰ τὴν πρώτην ἑρμηνείαν δευτέραν ἐξ αὑτοῦ προς-τίθησι, τὸν τῶν ὅλων ποιητὴν θεὸν τὸν δημιουργικὸν νοῦν τοῦτον εἶναι φάσκων τὸν τεθεολογημένον. πῶς δ’ ἂν αὐτὸν τοῦτον ἐθεολόγει, ὃν μηδὲ τὴν ἀρχὴν ἔγνω ὁ τῶν ἐπῶν ποιητής, εἴτε ὁ Θρᾷξ εἴη Ὀρφεὺς εἴτε τις ἄλλος, εἰ δὴ παρ’ Αἰγυπτίων ἢ καὶ παρὰ τῶν πρώτων Ἑλλήνων ἥκοντα ἦν εἰς αὐτὸν τὰ τῆς θεολογίας, οἱ δέ γε ἀπεδείχθησαν οὐδὲν νοητὸν ἐπι-στάμενοι οὐδ’ ἐν ἀφανεῖ καὶ ἀσωμάτῳ οὐσίᾳ περιεχόμενον, εἴ τῳ ἱκανὸς πιστώσασθαι ὁ Πλάτων, ὁμολογῶν ἐν Κρατύλῳ τοὺς πρώτους τῶν ἀνθρώ-πων περὶ τὴν Ἑλλάδα τούτους μόνους θεοὺς ἡγεῖσθαι, οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν. καὶ ὁ Χαιρήμων δὲ μικρῷ ἔμπροσθεν ἐμαρτύρει οὐδ’ ἄλλο τι πρὸ τοῦ ὁρωμένου κόσμου τοὺς Αἰγυπτίους ἡγεῖσθαι οὐδ’ ἄλλους θεοὺς πλὴν τῶν πλανητῶν καὶ τῶν λοιπῶν ἀστέρων, πάντα τε εἰς τὰ ὁρώμενα τοῦ κόσμου μέρη καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρμηνεύοντας. Ὁ δὴ οὖν ἐκ τούτων ὁρμώμενος ποιητὴς πόθεν ἢ πῶς ἢ παρὰ τίνος λαβὼν ἐν τοῖς ἔπεσιν τὸν ἐπέκεινα τοῦ κόσμου θεὸν καὶ τὸν ἡλίου καὶ σελή-νης καὶ ἄστρων καὶ αὐτοῦ τε οὐρανοῦ καὶ τοῦ σύμπαντος κόσμου δημιουργὸν κατεβάλλετο; ἀσωμάτου δὲ ἡ γνῶσις αὐτῷ πόθεν; ἀλλ’ οὐ τούτων γε οὐδὲν εἰδὼς τυγχάνει· ὁ γάρ τοι τῶν ὅλων δημιουργικὸς νοῦς οὔτ’ ἐκ πλειόνων μερῶν συνέστηκεν οὔτ’ ἂν γένοιτο αὐτοῦ κεφαλὴ οὐρανός, οὐ σῶμα πῦρ καὶ ὕδωρ καὶ γαῖα, ἀλλ’ οὐδὲ ὄμματα αὐτοῦ ἥλιος καὶ σελήνη. πῶς δ’ ἂν εἶεν ὦμοι καὶ στέρνα καὶ νῶτα καὶ νηδὺς τοῦ τῶν ὅλων δημιουργοῦ θεοῦ ἀὴρ εὐρυβίης καὶ γῆ ὀρέων τ’ αἰπεινὰ κάρηνα; ἢ πῶς ὁ αἰθὴρ νοῦς ποτ’ ἂν ἐπινοηθείη τοῦ τῶν ὅλων ποιητοῦ, ἢ τοῦ νοῦ τοῦ δημιουργικοῦ; ὅτι μὲν οὖν ταῦτα σεσόφισται τῷ τῶν ἐπῶν ἑρμηνεῖ, οὐδὲν ἐπιλέγειν χρή. ἔγωγε μὴν τὰ ἔσχατα ἀσεβεῖν φημι τὸν φάσκοντα μέρη εἶναι τοῦ θεοῦ τὰ μέρη τοῦ κόσμου καὶ ἔτι μᾶλλον τὸν ἀποφηνάμενον τὸν αὐτὸν εἶναι τῷ κόσμῳ τὸν θεὸν καὶ ἐπὶ τούτοις τὸν ἡγούμενον τοῦ κόσμου νοῦν εἶναι τὸν τῶν ὅλων δημιουργόν. ποιητὴν μὲν γὰρ αὐτὸν καὶ πατέρα τοῦ κόσμου ἕτερον ὄντα τοῦ πεποιημένου εὐσεβὲς ἀποφαίνειν, νοῦν δὲ τοῦ κόσμου, ὥσπερ τινὸς ζῴου ψυχήν, ἡνωμένον διόλου καὶ τὸ πᾶν ἠμφιεσμένον, οὐκέθ’ ὅσιον ἂν εἴη λέ-γειν. καίτοι παρεῖναι αὐτὸν τῷ παντὶ καὶ προνοεῖν τοῦ κόσμου παιδεύει τὰ καθ’ ἡμᾶς ἱερὰ λόγια, θεολογοῦντα ἐπαξίως καὶ θεοπρεπῶς δι’ ὧν φη-σιν· οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος. καὶ πάλιν· ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω. καὶ πάλιν· ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ἀλλ’ οὐχ ὡς ἐν μέρει τοῦ κόσμου οὐδ’ ὡς ἐν ψυχῇ αὐτοῦ καὶ νοί̈. ἀλλ’ εἰ δεῖ παραδείγματι χρήσασθαι, θεοπρεπέ-στερον καὶ ἀληθείας οἰκείως ὁ ἱερός που λόγος ἐξεφώνησεν· ὁ οὐρανός μοι θρόνος εἰπών, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. εἰ γὰρ χρῆν ὅλως προσωποποιεῖν ἀνθρωπινωτέρῳ λόγῳ, θέα τὸ διάφορον τῆς θεολο-γίας. ὁ μὲν γὰρ τὸν οὐρανὸν εἰπὼν θρόνον ἐπέκεινα τοῦ θρόνου καὶ ἀνωτάτω τῶν ὅλων τὸν παμβασιλέα θεὸν ἀφωρίσατο οὐδὲ τὴν γῆν τῆς προνοίας αὐτοῦ χωρίσας· συγκατιέναι γὰρ καὶ ἐπὶ τὰ τῇδε τῆς θεότητος αὐτοῦ τὰς προ-νοητικὰς δυνάμεις διδάσκει, διό φησιν· ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. ἀλλ’ οὔτε τὸ ὑποπόδιον οὔτε μὴν ὁ θρόνος σῶμα τοῦ καθιδρυμένου οὐδέ γε μέρη ποτ’ ἂν αὐτοῦ λεχθείη. ὁ δὲ κεφαλὴν τοῦ θεοῦ τὸν οὐρανὸν καὶ τὰ ἐν τούτῳ φήσας καὶ νοῦν αὐτοῦ τὸν αἰθέρα μέλη τε αὐτοῦ καὶ σῶμα τὰ λοιπὰ τοῦ κόσμου μέρη, οὔτε δημιουργὸν οὔτε θεὸν ἁλίσκεται εἰδώς. οὐ γὰρ ἂν αὐτὸς ἑαυτὸν δημιουργοίη οὐδ’ ἂν ἔτι νοῦς λέγεσθαι δύναιτο οὗ νοῦς ἦν ὁ αἰθήρ. ποῖος δὲ καὶ εἴη θεὸς οὗ μέρη γῆ καὶ τὰ ἐπὶ γῆς ὄρη, ὄγκοι σωμάτων ἄλογοι; πῶς δὲ καὶ εὔλογον θεὸν ἀναγορεύειν τὸν ἀδελφὸν καὶ συγγενῆ πυρὸς καὶ ὕδατος καὶ ἀέρος, ἀλόγου καὶ φθαρτῆς ὕλης ἐκγόνων; εἰ δὲ καὶ ὁ νοῦς τοῦ Διὸς οὐδὲν ἄλλο πλὴν τοῦ δηλωθέντος αἰθέρος ἦν, αἰθὴρ δὲ ἀήρ ἐστιν ὁ ὑψηλότατος καὶ πυρώδης ἀπὸ τοῦ αἴθεσθαι, ὅπερ ἐστὶ καίε-σθαι, ταύτην, ὥς φασιν, εἰληχὼς τὴν ἐπωνυμίαν, σώματα δὲ ἄμφω ὅ τε ἀὴρ ὅ τε αἰθήρ, ὅρα ποῦ σοι τοῦ Διὸς ὁ νοῦς ἀποπέπτωκεν. καὶ τίς ἂν ἔτι προσείποι θεὸν τῶν εὖ φρονούντων τοῦτον ᾧ νοῦς ὑπῆρχεν ἄνους καὶ ἄλογος, εἰ δὴ τοιαύτη παντὸς σώματος φύσις; διόπερ ἡμῖν ἐν ταῖς θεολογίαις πάντα τοῖς εἰρημένοις τἀναντία παραληπτέον, ὅτι γε μὴ οὐρανὸς ὢν τυγ-χάνει μήτε αἰθὴρ μήτε ἥλιος μήτε σελήνη μήτε ὁ σύμπας τῶν ἄστρων χορὸς μήτ’ αὐτὸς ἀθρόως ὁ πᾶς κόσμος, ἔργα δὲ χειρῶν αὐτοῦ ταῦτα σμικρὰ ἔτι καὶ βραχέα, ταῖς ἀσωμάτοις καὶ νοεραῖς οὐσίαις παραβαλλόμενα· ὅτι δὴ πᾶν σῶμα φθαρτὸν καὶ ἄλογον, τοιαύτη δὲ τῶν ὁρωμένων ἡ φύσις, τὰ δ’ ἐπέκεινα ἐν ἀοράτοις λογικὰ καὶ ἀθάνατα, συνδιαιωνίζοντα τῇ τοῦ παμβασιλέως θεοῦ μακαρίᾳ ζωῇ, μακρῷ γένοιτ’ ἂν τῶν ὁρωμένων ἁπάντων βελτίω. εἰκότως οὖν τὰ θεῖα λόγια περὶ τῶν ὁρωμένων τοῦ κόσμου μερῶν ὧδέ πως παιδεύει· ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέ-ρας, ἃ σὺ ἐθεμελίωσας. καὶ πάλιν· καὶ σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. καὶ αὖθις· ἀνα-βλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τίς κατέδειξεν ταῦτα πάντα. Ταῦτα μὲν οὖν εἰς τὴν πρώτην τῶν ἐπῶν ἑρμηνείαν εἰρήσθω· φέρε δὲ
PG 21:191καὶ τὰ ἑξῆς διασκοπήσωμεν. ἐπεὶ μὴ οἷόν τε ἦν, φησίν, εἰκόνα τοιαύτην δημιουργεῖν οἵαν ὁ λόγος ἐμήνυσεν, διὰ τοῦτο ἀνθρωπόμορφον τοῦ Διὸς τὸ δείκηλον πεποιήκασιν, ὅτι νοῦς ἦν, καθ’ ὃν ἐδημιούργει, καὶ λόγοις σπερ-ματικοῖς ἀπετέλει τὰ πάντα. καὶ πῶς εἰ μὴ οἷόν τε ἦν εἰκόνα τοιαύτην ποιεῖν οἵαν ὁ λόγος ἐμήνυσεν (ἐμήνυσεν δὲ ἄρα τοῦ φαινομένου καὶ ὁρω-μένου κόσμου τὰ μέρη, οὐρανὸν καὶ τὰ ἐν οὐρανῷ ἀέρα τε καὶ γῆν καὶ τὰ ἐν τούτοις)· εἰ δὴ οὖν τῶν ὁρωμένων τοῦ κόσμου μερῶν οὐχ οἷόν τε ἦν εἰκόνα συστήσασθαι, καθὸ νοῦς ἦν ὁ θεός, πῶς ἄν τις τὴν εἰκόνα αὐτοῦ δημιουργή-σειεν; τί δ’ ἂν ἔχοι σῶμα ἀνθρώπειον ἐμφερὲς πρὸς τὸν τοῦ θεοῦ νοῦν; ἐγὼ μὲν γὰρ οὐδὲ πρὸς τὸν ἀνθρώπινον ἡγοῦμαι· ἐπεὶ ὁ μὲν ἀσώματος καὶ ἀσύνθετος καὶ ἀμερής, τὸ δὲ βαναύσων ἀνδρῶν ἔργον θνητοῦ σώματος φύσιν ἀπομεμίμηται καὶ ζώσης σαρκὸς ἀψύχῳ καὶ νεκρᾷ ὕλῃ κωφὴν καὶ ἄναυδον εἰκόνα καταγέγραπται. ψυχὴ μὲν οὖν λογικὴ καὶ ἀθάνατος καὶ νοῦς ἀπα-θὴς ἐν ἀνθρώπου φύσει εὖ μοι δοκεῖ λέγεσθαι εἰκόνα καὶ ὁμοίωσιν ἀποσῴζειν θεοῦ, καθ’ ὅσον ἄυλος καὶ ἀσώματος νοερά τε καὶ λογικὴ τὴν οὐσίαν συνέστη-κεν, ἀρετῆς οὖσα καὶ σοφίας δεκτική. εἰ δή τις εἴη δυνατὸς ψυχῆς ἄγαλ-μα καὶ μορφὴν ἐν εἰκόνι τεκτήνασθαι, δύναιτ’ ἂν οὗτος καί τι τῶν κρειττόνων· εἰ δὲ ἄμορφος καὶ ἀειδὴς καὶ ἀσχημάτιστος, οὔτε ὁράσει θεωρητὸς οὔτε λόγῳ καὶ ἀκοῇ τὴν οὐσίαν καταληπτὸς ὁ ἀνθρώπινος νοῦς, τίς ἂν μανείη τοσοῦτον ὡς τὸ ἀνδρείκελον ξόανον θεοῦ τοῦ ἀνωτάτω μορφὴν καὶ εἰκόνα φέρειν ἀποφήνασθαι; θεοῦ μὲν οὖν φύσις ἔξω πάσης θνητῆς ὕλης φαν-τάζεται, νῷ διαυγεῖ καὶ σιγῇ ψυχαῖς κεκαθαρμέναις ἐπινοουμένη· τὸ δέ γε τοῦ ὁρωμένου Διὸς ἐν τῷ δεικήλῳ σχῆμα εἴη ἂν θνητοῦ τὴν φύσιν ἀνδρὸς εἰκὼν οὐδὲ τὸν ὅλον ἄνθρωπον, μέρος δέ τι τὸ χεῖρον αὐτοῦ μεμιμημένον, ὅτι μηδὲν ἴχνος ζωῆς καὶ ψυχῆς ἐπάγεται. πῶς οὖν ὁ ἐπὶ πάντων θεὸς καὶ νοῦς ὁ τῶν ὅλων δημιουργικὸς εἴη ἂν αὐτὸς ὁ ἐν τῷ χαλκῷ ἢ τῷ νεκρῷ ἐλέφαντι Ζεύς; ὁ δὲ δὴ τῶν ὅλων δημιουργικὸς νοῦς πῶς ποτε αὐτὸς ἦν ἄρα ἐκεῖνος ὁ Ζεὺς ὁ τοῦ ἐξ Ἀλκμήνης Ἡρακλέος πατὴρ καὶ τῶν λοιπῶν ἐκ Διὸς μυθευομένων ἀνδρῶν, οἳ τὸν θνητὸν βίον κοινῶς ἅπασιν ἀνθρώποις καταστρέψαντες τῆς οἰκείας φύσεως ἀνεξάλειπτα τοῖς μετ’ αὐτοὺς μνημεῖα κατα-λελοίπασι; Φοινίκων μὲν οὖν οἱ πρῶτοι θεολόγοι, ὡς ἐν τῷ πρώτῳ συγ-γράμματι παρεστήσαμεν, τὸν Δία παῖδα Κρόνου θνητὸν ἀπὸ θνητοῦ γενό-μενον, ἄνδρα Φοίνικα τὸ γένος, ἀπεμνημόνευον, Αἰγύπτιοι δὲ ἐξοικειούμενοι τὸν ἄνδρα θνητὸν πάλιν αὐτὸν ὡμολόγουν, κατὰ τοῦτό γε Φοίνιξιν ὁμοφω-νοῦντες. ἀλλὰ καὶ Κρῆτες τάφον τοῦ Διὸς παρ’ ἑαυτοῖς δεικνύντες τρίτοι ἂν εἶεν τοῦ αὐτοῦ μάρτυρες· καὶ Ἀτλάντειοι δὲ καὶ πάντες οἱ πρὸ τούτου δεδηλωμένοι, κατ’ οἰκείαν ἱστορίαν ἐξοικειούμενοι τὸν Δία πάντες ὁμοῦ θνητὸν ἀπεφήναντο, πράξεις αὐτοῦ θνητὰς καὶ ἀνθρωπείους, ἀλλ’ οὐ σεμνάς τινας οὐδὲ φιλοσόφους, αἰσχρουργίας δὲ ἁπάσης καὶ ἀκολασίας ἔμπλεως ἀναγρά-ψαντες. τοῖς δ’ ἐπὶ τὸ σεμνότερον τοὺς μύθους τρέπειν ἐπηγγελμένοις τοτὲ μὲν ὁ Ζεὺς θερμή τις ἦν καὶ πυρώδης δύναμις, τοτὲ δὲ τὸ πνεῦμα· νῦν δ’ οὐκ οἶδ’ ὅπως αὐτοῖς ὁ τῶν ὅλων δημιουργικὸς νοῦς ἀναπέφανται. πευστέον τοιγαροῦν τίνα ἂν εἴποιεν τὸν τούτου πατέρα καὶ τοῦ πατρὸς τὸν προπά-τορα· ἐπεὶ κατὰ πάντας τοὺς θεολόγους Ζεὺς Κρόνου παῖς ὁμολογεῖται καὶ τά γε προκείμενα τοῦ Ὀρφέως ἔπη ὑπερμενέος Κρονίωνος ἐμνημόνευσεν, Κρόνος δὲ Οὐρανοῦ. δεδόσθω τοίνυν αὐτοῖς εἶναι ὁ Ζεὺς ὁ ἐπὶ πάντων θεὸς καὶ νοῦς ὁ τὰ πάντα δημιουργήσας. τίς οὖν ὁ τούτου πατήρ; Κρόνος. τίς δὲ ὁ προπάτωρ; Οὐρανός. εἰ δὲ πρῶτος ὁ Ζεὺς ὡς ἂν δημιουργὸς ἁπάν-των, χρῆν δή που δευτέρους καταλέγεσθαι καὶ μετ’ αὐτὸν τοὺς ὑπ’ αὐτοῦ πεποιημένους. εἴτε γὰρ χρόνος τις εἴη ὁ Κρόνος Οὐρανοῦ πεφυκὼς γέννημα εἴτε δὴ ἅμα οὐρανῷ συνυπέστη χρόνος εἴη τε αὐτὸς ὁ Κρόνου πα-τὴρ Οὐρανὸς καὶ χρόνος μετὰ τοῦτον, ἀλλὰ πρό γε τούτων ὁ τῶν ὅλων αἴτιος καὶ οὐρανοῦ καὶ χρόνου δημιουργὸς θεός. εἰ δὲ τοῦτο, οὐκ ἂν γένοιτο ὁ Ζεὺς τρίτος ἐξ Οὐρανοῦ. πῶς οὖν παρὰ πᾶσιν Αἰγυπτίοις καὶ Φοίνιξιν Ἕλλησί τε καὶ φιλοσόφοις τρίτος ἐξ Οὐρανοῦ γενεαλογεῖται ὁ τῶν ὅλων δημιουργικὸς νοῦς; πεφώραται δὴ τοῦ φιλοσόφου τὸ πλάσμα καὶ ἔτι μᾶλλον φωραθήσε-ται ἐξ ὧν ἐπιφέρει λέγων ὧδε· Τὴν δὲ Ἥραν σύνοικον τῷ Διὶ πεποιήκασιν, τὴν αἰθέριον καὶ ἀέριον δύναμιν Ἥραν προσειπόντες. ἔστι γὰρ ὁ αἰθὴρ ἀὴρ ὁ λεπτομερέστατος. Ἀνωτέρω μὲν ἐδήλου τὰ ἔπη τὸν νοῦν τοῦ Διὸς εἶναι τὸν αἰθέρα, νυνὶ δὲ ὁ λόγος τί ποτ’ ἐστὶν ὁ αἰθὴρ διορίζεται, ἀέρα λέγων εἶναι αὐτὸν λεπτο-μερέστατον· σῶμα δὲ ὁ ἀὴρ καὶ πολὺ πρότερον ὁ αἰθήρ. ὁ δὴ νοῦς ἄρα τοῦ Διὸς ἐλήλεγκται σῶμα τυγχάνων, εἰ καὶ τὸ πάντων λεπτομερέστατον. καὶ πῶς ἂν ταὐτὸν ἐπινοηθείη σῶμα καὶ νοῦς κατὰ διάμετρον ταῖς φύσεσι διεστῶτα; εἶτ’ οὐκ οἶδ’ ὅπως τῶν ἐπῶν ἐπιλελησμένος διαρρήδην φη-σάντων· Νοῦς δέ οἱ ἀψευδής, βασιλήϊος ἄφθιτος αἰθήρ, ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται οὐδέ τίς [ἐστιν] αὐδὴ οὔτ’ ἐνοπὴ οὔτε κτύπος οὐδὲ μὲν ὄσσα, ἣ λήθει Διὸς οὖας ὑπερμενέος Κρονίωνος. δι’ ὧν σαφῶς ὁ αἰθὴρ νοῦς ἀνείρηται ὢν τοῦ Διός. ὁ δὲ τὴν Ἥραν πάλιν τὴν αἰθέριον καὶ ἀέριον δύναμιν εἶναί φησιν. ἔπειτα διαιρῶν ἐπιλέγει· Καὶ τοῦ μὲν παντὸς ἀέρος ἡ δύναμις Ἥρα τοὔνομα ἀπὸ τοῦ ἀέρος κεκλη-μένη· τοῦ δὲ ὑπὸ σελήνην φωτιζομένου καὶ σκοτιζομένου ἀέρος ἡ Λητὼ σύμβο-λον· ληθὼ γὰρ αὐτὴν εἶναι διὰ τὴν κατὰ τὸν ὕπνον ἀναισθησίαν καὶ ὅτι ψυ-χαῖς ὑπὸ σελήνην γενομέναις λήθη ξυνομαρτεῖ τοῦ θείου· διὰ τοῦτο δὲ καὶ μήτηρ Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος, τῶν αἰτίων φωτισμοῦ τῇ νυκτί. Καὶ ἐν τούτοις ἡλίου καὶ σελήνης μητέρα φησὶν εἶναι τὸν ὑπὸ σελήνην ἀέρα· τοῦτον γὰρ εἶναι τὴν Λητώ. καὶ πῶς ἂν ὁ ἀὴρ γένοιτο μήτηρ τῶν αἰτίων φωτισμοῦ, μᾶλλον αὐτὸς γινόμενος ἢ ποιῶν; ἥλιος γὰρ καὶ σελήνη ἄλλοτε ἄλλως τὸν ἀέρα μεταβάλλουσιν. πάλιν δὲ προϊὼν ἑξῆς λέγει· Καὶ τὸ μὲν ἡγεμονικὸν τῆς χθονίας δυνάμεως Ἑστία κέκληται, ἧς ἄγαλμα παρθενικὸν ἐφ’ ἑστίας πυρὸς ἱδρυμένον· καθὸ δὲ γόνιμος ἡ δύναμις, σημαίνουσιν αὐτὴν γυναικὸς εἴδει προμάστου. τὴν δὲ Ῥέαν προσεῖπον τὴν τῆς πετρώδους καὶ ὀρείου γῆς δύναμιν, τὴν δὲ Δήμητραν τὴν τῆς πεδινῆς καὶ γο-νίμου. ἡ Δημήτηρ δὲ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ ἔχει τῇ Ῥέᾳ, διενήνοχε δὲ ὅτι αὕτη κυεῖ τὴν Κόρην ἐκ Διός, τουτέστι τὸν κόρον ἐκ τῶν φρυγανωδῶν σπερ-μάτων. διὸ καὶ κατέστεπται τὸ βρέτας αὐτῆς τοῖς στάχυσιν, μήκωνές τε περὶ αὐτὴν τῆς πολυγονίας σύμβολον. Κἀνταῦθα πάλιν σκόπει τίνα τρόπον τὴν Ῥέαν μητέρα θεῶν λεγομένην καὶ αὐτοῦ τοῦ Διὸς κάτω που περὶ πέτρας καὶ γῆν καταβέβληκεν καὶ πάντα φύρων τὴν αὐτὴν εἶναί φησι τῇ Δήμητρι, πλὴν ὅτι διενήνοχεν, καθό, φησίν, ἡ Δημήτηρ ἐκ Διὸς κυεῖ τὴν Κόρην, ὥσπερ οὖν ἡ πεδιὰς γῆ τὸν κόρον ἐκ τῶν φρυγανωδῶν σπερμάτων. ἰδού σοι πάλιν ὁ Ζεὺς εἰς τὰ φρυγανώδη σπέρματα μεταβέβληται. τούτοις ἑξῆς ἐπισυνάπτει λέγων· Ἐπεὶ δὲ καὶ τῶν εἰς γῆν βαλλομένων σπερμάτων ἦν τις δύναμις, ἣν
Α τῆς τοῦ πυρὸς δυνάμεως. Κατὰ τὰ αὐτὰ γὰρ οἶμαι καὶ ἐν τοῖς ἔπεσιν εἰρῆσθαι· Νοῦς δ' ἀψευδὴς, βασιλήτος, ἀφθιτος αἰθὴρ, τῇ δὴ πάντα κυκλοῖ καὶ φράζεται. Δι' ὧν ἀνεπικαλύπτως ζῶον μέγα τὸν κόσμον ὑποθέ μενος, καὶ τοῦτον Δία προσειπών, νοῦν μὲν αὐτοῦ τὸν αιθέρα, σῶμα δὲ τὰ λοιπὰ τοῦ κόσμου μέρη ἀπε φήνατο εἶναι. Τοιοῦτος μέν τις ὁ διὰ τῶν ἐπῶν ὑπο- γραφόμενος τυγχάνει Ζεύς· ὁ δὲ τῶν ἐπῶν ἐξηγητὴς, ἀρξάμενος μὲν, τοῖς ἔπεσιν ἀκολούθως λέγει· Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῶον ἐκ ζώων, θεὸς ἐκ θεῶν· σαφῶς τὸν θεολογούμενον Δία θεὸν, οὐδὲν ἄλλο ἢ τὸν δρώμενον καὶ αἰσθητὸν κόσμον δηλοῦσθαι, διὰ καὶ Β ἐπῶν ἑρμηνεύσας. Αἰγυπτίων δὲ ὁ λόγος, παρ᾽ ὧν καὶ Ὀρφεὺς τὴν θεολογίαν ἐκλαβὼν, τὸν κόσμον εἶναι τὸν Θεὸν ᾤετο, ἐκ πλειόνων θεῶν τῶν αὐτοῦ μερῶν (ὅτι καὶ τὰ μέσ ρη τοῦ κόσμου θεολογοῦντες ἐν τοῖς πρόσθεν ἀπεδεί χθησαν) συνεστῶτα· καὶ τούτου πλέον οὐδὲν τὰ πα ρατεθέντα τῶν ἐπῶν ῥήματα διεσάφησεν. Ο δὲ μετὰ τὴν πρώτην ἑρμηνείαν δευτέραν ἐξ αὐτοῦ προστί θησι, τὸν τῶν ὅλων ποιητὴν Θεὸν, τὸν δημιουργὸν νοῦν τοῦτον φάσκων εἶναι τὸν τεθεολογημένον. Πῶς δ᾽ ἂν αὐτὸν τοῦτον ἐθεολόγει, ἂν μηδὲ τὴν ἀρχὴν ἔγνω ὁ τῶν ἐπῶν ποιητής; εἴτε ὁ Θράξ εἴη Ορφεύς, εἴ τις ἄλλος· εἰ δὴ παρ' Αιγυπτίων, ἢ καὶ τῶν πρώτ των Ελλήνων ήκοντα ἦν εἰς αὐτὸν τὰ τῆς θεολογίας· οἱ δέ γε ἀπεδείχθησαν οὐδὲν νοητὸν ἐπιστάμενοι, οὐδ᾽ ἐν ἀφανεῖ καὶ ἀσωμάτῳ οὐσίᾳ περιεχόμενον, εἴ τι ἱκανὸς πιστώσασθαι ὁ Πλάτων, ὁμολογῶν ἐν Κρατ τύλῳ τοὺς πρώτους τῶν ἀνθρώπων περὶ τὴν Ἑλ λάδα τούτους μόνους θεοὺς ἡγεῖσθαι, οὔσπερ νῦν πολο λοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην, καὶ γῆν, καὶ ἄστρα, καὶ οὐρανόν. Καὶ ὁ Χαιρήμων δὲ μικρῷ ἔμ- προσθεν ἐμαρτύρει, οὐδ᾽ ἄλλο τι πρὸ τοῦ ὁρωμένου κόσμου τοὺς Αἰγυπτίους ἡγεῖσθαι, οὐδ' ἄλλους θεούς, πλὴν τῶν πλανητῶν καὶ τῶν λοιπῶν ἀστέρων· πάντα τε εἰς τὰ ὁρώμενα τοῦ κόσμου μέρη, καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρμηνεύ οντας. ΚΕΦΑΛΑΙΟΝ Ι'. Ελεγχος καὶ ἀνατροπὴ τῆς καὶ τούτων βεβια- σμένης ἀποδόσεως. Ὁ δὴ οὖν ἐκ τούτων ὁρμώμενος ποιητής, πόθεν, ἢ πῶς, ἢ παρὰ τίνος λαβὼν ἐν τοῖς ἔπεσι τὸν ἐπέ- κεινα τοῦ κόσμου Θεὸν, καὶ τὸν ἡλίου, καὶ σελήνης, καὶ ἄστρων, αὐτοῦ τε οὐρανοῦ καὶ τοῦ σύμπαντος κόσμου δημιουργόν [ γρ. κατεβάλλετο. ] κατελάβε το ; 'Ασωμάτου δὲ ἡ γνῶσις αὐτῷ πόθεν; Ἀλλ᾿ οὐ τούτων γε οὐδὲν εἰδὼς τυγχάνει ἡ γάρ τοι τῶν ὅλων δημιουργικός νοῦς οὔτ᾽ ἐκ πλειόνων μερών συνέστη EUSEBII CAESARIENSIS OFP. PARS II. chitectum nihil nisi vim ac potestatem ignis esse dictitant. Nam ejusmodi certe versuum istorum sententiam esse arbitror: • Mens verax, nullique obnoxius æther Regius interitu, qui cuncta movetque regitque Consilio. Quibus quidem Orpheus, ubi mundum ingens quod- dam animal sine ullis verborum involucris esse po- suit, illudque Jovem appellavit, tum mentem ip- sius aerem, corpus reliquas mundi partes esse pro- nuntiat. Ac talis quidem nobis carminibus Jupiter describitur carminum autem interpres ipso sta- tim initio sententiam eorum secutus ita subdit: Jupiter ergo mundus universus est, animans ex animantibus, ac deus ex diis. Sicque mani- - APOLOGETICA. feste Jovem illum, quem theologi loquuntur, ipse quoque non alium præter mundum istum oculis ac sensibus obvium carminibus illis expressum ac significatum esse declarat. Ea porro Ægyptiorum doctrina fuit, ex quibus ut suam Orpheus theologiam hauserat, ita mundum utique Deum esse voluit, ex pluribus diis tanquam sui partibus (nam ipsas quoque mundi partes deo- rum in numero ab iis repositas fuisse antea demon- stravimus) constitutum; quod unum profecto, ni- hilque præterea laudati a nobis Orphei versus expressere. At idem ipsius enarrator, priori huic interpretationi alteram ex suo sensu depromptam subjiciens, procreatorem hujus universitatis Deum, effectricem mentem illam esse contendit, qua de theologus iste disputarit. Verum, quomodo tan- dem ejusmodi mentem, suis versibus poeta, seu Thracius ille Orpheus, seu quivis alius fuerit, Deum cecinisset, de qua nihil unquan ipse ne le- C vissime quidem tenuissimeque cognoverat? præ- sertim si quidquid habuit theologiæ, totum id in ipsum erat vel ab Ægyptiis, vel ab antiquioribus Græcis derivatum, quos quidem ostendimus antea, nihil omnino spiritalis, nihil quod aspectum fu- giente et corporis experte natura constaret agno- visse ; si cui tamen hoc in genere fide dignus Plato videatur, qui homines illos, qui Græciam primi te- nuere, eos tantum, quos barbarorum etiamnum ple- rique celebrant, solem, lunam, terram, sidera, coelum, dees censuisse, in Cratylo confitetur. Quin etiam paulo ante Chæremo testabatur, ne ipsos quidem Ægyptios aut aliud quidquam hoc aspecta- bili mundo prius et antiquius habuisse, aut alios esse præter planetas ac reliqua sidera deos puta- visse; adeoque ipsos omnia prorsus ad lrunc, quem cernimus, mundum, nihil ad incorporeas vi- ventesque naturas interpretationibus suis revocasse. CAPUT X. Coactæ ac violentæ istorum omnium accommodatio- nis refutatio. Ille igitur poeta, qui totus ex fontibus hisce pro- fluxit, unde tandem, aut quomodo, quore doctore atque auspice, Deum illum mundi fines ac termi- nos omnes superantem, eumdemque solis, lunæ, siderum, ipsiusque cœli et orbis universi condito- rem suis in versibus posuisset? Unde autem incorporeæ naturæ cognitionem hausisset? Enim- vero nihil prorsus istorum omnium ipsi unquam D
PG 21:197ἥλιος περὶ τὸ κάτω ἡμισφαίριον ἰὼν ἕλκει, κατὰ τὰς χειμερίους τροπάς, Κόρη μὲν ἡ δύναμις ἡ σπερματοῦχος, Πλούτων δὲ ὁ ὑπὸ γῆν ἰὼν ἥλιος καὶ τὸν ἀφανῆ περινοστῶν κόσμον κατὰ τὰς χειμερίους τροπάς (ὃς ἁρπάζειν λέγεται τὴν Κόρην, ἣν ποθεῖ ἡ Δημήτηρ κρυπτομένην ὑπὸ γῆν), τῶν δὲ ἀκροδρύων καὶ ὅλως τῶν φυτευτικῶν ἡ δύναμις Διόνυσος ὀνομάζεται. ὅρα δὲ καὶ τούτων τὰς εἰκόνας. σύμβολα γὰρ ἡ Κόρη φέρει τῆς προβολῆς τῶν κατὰ τοὺς καρποὺς ὑπὲρ τὴν γῆν ἐκφύσεων, ὁ δὲ Διόνυσος κοινὰ μὲν πρὸς τὴν Κόρην ἔχει τὰ κέρατα, ἔστι δὲ θηλύμορφος, μηνύων τὴν περὶ τὴν γένεσιν τῶν ἀκροδρύων ἀρρενόθηλυν δύναμιν. Πλούτων δὲ ὁ Κόρης ἅρπαξ κυνῆν μὲν ἔχει τοῦ ἀφανοῦς πόλου σύμβολον, τὸ δὲ σκῆπτρον τὸ κολοβὸν σημεῖον τῆς τῶν κάτω βασιλείας· ὁ δὲ κύων αὐτοῦ δηλοῖ τὴν κύησιν τῶν καρπῶν εἰς τρία διῃρημένην, εἰς τὴν κατα-βολὴν καὶ τὴν ὑποδοχὴν καὶ τὴν ἀνάδοσιν. οὐ γὰρ παρὰ τὸ τὰς κῆρας ἔχειν βοράν, ὃ δηλοῖ τὰς ψυχάς, κέκληται κύων, ἀλλὰ παρὰ τὸ κυεῖν, ᾗ χορηγὸς ὁ Πλούτων, ὅταν ἁρπάσῃ τὴν Κόρην. Ἄττις δὲ καὶ Ἄδωνις τῇ τῶν καρ-πῶν εἰσιν ἀναλογίᾳ προσήκοντες. ἀλλ’ ὁ μὲν Ἄττις τῶν κατὰ τὸ ἔαρ προφαινο-μένων ἀνθέων καὶ πρὶν τελεσιογονῆσαι διαρρεόντων (ἔνθεν καὶ τὴν τῶν αἰδοίων ἀποκοπὴν αὐτῷ προσανέθεσαν, μὴ φθασάντων ἐλθεῖν τῶν καρπῶν εἰς τὴν σπερματικὴν τελείωσιν), ὁ δὲ Ἄδωνις τῆς τῶν τελείων καρπῶν ἐκτομῆς σύμβολον. ὁ δὲ Σειληνὸς σύμβολον τῆς πνευματικῆς κινήσεως, οὐκ ὀλίγα συμβαλλο-μένης τῷ παντί. σύμβολα δέ ἐστι τὸ μὲν φάλανθον καὶ στιλπνὸν κατὰ τὴν κε-φαλὴν τῆς οὐρανίου περιφορᾶς, ἡ δὲ περικειμένη κόμη τοῖς κάτω μέρεσιν αὐτοῦ ὑπόδειγμα τῆς προσγείου περὶ τὸν ἀέρα παχύτητος. ἐπεὶ δὲ καὶ τῆς μαντικῆς δυνάμεώς τις μέτοχος ἦν δύναμις, Θέμις μὲν κέκληται ἡ δύναμις, τῷ τὰ τεθειμένα καὶ ἑκάστῳ κείμενα λέγειν. Διὰ δὴ πάντων τούτων ἡ περίγειος δύναμις ἐξηγήσεως τυχοῦσα θρησκεύε-ται, ὡς μὲν παρθένος καὶ Ἑστία ἡ κεντροφόρος, ὡς δὲ τοκὰς ἡ τροφός, ὡς δὲ Ῥέα ἡ πετροποιὸς καὶ ὄρειος, ὡς δὲ Δημήτηρ ἡ χλοηφόρος, ὡς δὲ Θέμις ἡ χρη-σμῳδός, τοῦ εἰς αὐτὴν κατιόντος σπερματικοῦ λόγου εἰς τὸν Πρίηπον ἐκτε-τυπωμένου· οὗ τὸ μὲν περὶ τοὺς ξηροὺς καρποὺς Κόρη, τὸ δὲ κατὰ τοὺς ὑγροὺς καὶ τὰ ἀκρόδρυα Διόνυσος καλεῖται, τῆς μὲν Κόρης ὑπὸ Πλούτωνος τοῦ ὑπὸ γῆν ἰόντος ἡλίου ἁρπαζομένης κατὰ τὸν σπόρον, τοῦ δὲ Διονύσου τὰ πάθη τῆς δυνάμεως ὑπὸ γῆν μὲν νεωτέρας καὶ καλλιγόνου βλαστάνειν ἀρχομένης, ἐπιμάχου δὲ τῆς κατὰ τὴν ἄνθην δυνάμεως σύμβολον τὸν Ἄττιν ἐχούσης, τῆς δὲ κατὰ τὴν τελεσιουργίαν ἐκτομῆς τὸν Ἄδωνιν, καὶ τῆς μὲν πνευματικῆς διὰ πάντων δυνάμεως εἰς Σειληνὸν ἀναπλαττομένης, τῆς δὲ εἰς ἔκστασιν ἀπ’ αὐτῶν παραγωγῆς εἰς Βάκχην, ὥσπερ αὖ τῆς εἰς τὰ ἀφροδίσια ἐρεθιζούσης ὁρ-μῆς διὰ τῶν Σατύρων. διὰ δὴ τούτων τῶν συμβόλων ἡ περίγειος ἐκκαλύπτε-ται δύναμις. Τοσαῦτα μὲν οὖν καὶ τάδε, ἃ καὶ ἀναγκαίως ἐπιτεμόμενος παρατέθειμαι εἰς τὸ μὴ ἀγνοεῖν ἡμᾶς τὰ σεμνὰ τῶν φιλοσόφων. οὕτω τοιγαροῦν κατὰ τὰ ἀποδεδομένα Κόρη μὲν ἡ τῶν σπορίμων, Διόνυσος δὲ ἡ τῶν ἀκροδρύων δύναμις, καὶ τῶν μὲν ἐαρινῶν ἀνθῶν ὁ Ἄττις, τῶν δὲ τελείων καρπῶν ὁ Ἄδωνις σύμβολον. τί δὴ οὖν ταῦτα χρὴ θεοποιεῖν εἰς τροφὰς σωμάτων τῶν ἐπὶ γῆς ζῴων πρὸς τοῦ τῶν ὅλων θεοῦ πεποιημένα; τί δὲ θρησκεύειν τὴν περίγειον δύναμιν προσῆκον ἡμῖν ἐστιν, οἷς φύσις ἐστὶ ψυχῆς οὐρανία λογική τε καὶ ἀθάνατος, τοῦ παμβασιλέως τῶν ὅλων θεοῦ διανοίας ὄμμασι κεκαθαρμένοις θεωρητική; τὸν δὲ Σειληνὸν ἀκούων τὴν πνευματικὴν εἶναι κίνησιν καὶ τὴν διήκουσαν διὰ πάντων δύναμιν, τοτὲ μὲν τὴν οὐράνιον περιφορὰν διὰ τῆς κεφαλῆς ἐπιδεικνύμενον, τοτὲ δὲ τὴν περὶ τὸν ἀέρα παχύ-τητα διὰ τῆς λασίας κόμης τοῦ γενείου, πῶς ἄν τις ἀνάσχοιτο τοῦτον μὲν ὁρῶν οὐδεμιᾶς ἠξιωμένον σεβασμίου τιμῆς, ὃν ἐχρῆν πρὸ τῶν πάντων θεο-ποιεῖν, Ἄδωνιν δὲ καὶ Διόνυσον, τοὺς καρποὺς δηλαδὴ καὶ τὰ ἀκρόδρυα, θεοποιουμένους; τίς δ’ ἂν ὑπομείνειεν σεμνολογουμένους ἀκούων Σατύ-ρους καὶ Βάκχας, τὰ ἐν ἀνθρώποις αἰσχρὰ καὶ ἀκόλαστα πάθη, εἰ δὴ οἱ μὲν ἐδήλουν τὰς εἰς τὰ ἀφροδίσια ἐρεθιζούσας ὁρμὰς οἱ Σάτυροι, αἱ δὲ Βάκχαι τὰς εἰς ἔκστασιν τῶν περὶ ταῦτα συμβαινούσας παραγωγάς; καὶ τί δεῖ κατὰ μέρος ἕκαστον ἀπελέγχειν, ἐπιδραμεῖν δέον, ὡς ἂν μηδὲν ἡμᾶς τῶν ἀπορρήτων λανθάνοι, καὶ τὴν τῶν ἑξῆς αὖθις ἐπιτεμέσθαι φυσιολογίαν, ἣν ἐκτέθειται ὁ δηλωθεὶς συγγραφεύς, τόνδε ἐπεξιὼν τὸν τρόπον· Τὴν δὲ ὑδροποιὸν ὅλην δύναμιν Ὠκεανὸν προσεῖπον, τὸ σύμβολον αὐτῆς Τηθὺν ὀνομάσαντες. τῆς δὲ ὅλης ἡ μὲν τῶν ποτίμων πεποιημένη Ἀχελῷος αὐτοῖς κέκληται, ἡ δὲ τῶν θαλασσίων Ποσειδῶν, πάλιν τῆς θαλασσοποιοῦ, καθὸ γεννητική, Ἀμφιτρίτης οὔσης. καὶ αἱ μὲν τῶν γλυκέων ὑδάτων μερικαὶ δυνά-μεις Νύμφαι, αἱ δὲ τῶν θαλασσίων Νηρηίδες κέκληνται. τοῦ δ’ αὖ πυρὸς τὴν δύναμιν προσειπόντες Ἥφαιστον ἀνθρωποειδὲς μὲν αὐτοῦ τὸ ἄγαλμα πεποιή-κασιν, πῖλον δὲ περιέθεσαν κυάνεον τῆς οὐρανίου σύμβολον περιφορᾶς, ἔνθα τοῦ πυρὸς τὸ ἀρχοειδές τε καὶ ἀκραιφνέστατον. τὸ δ’ εἰς γῆν κατενεχθὲν ἐξ οὐρανοῦ πῦρ ἀτονώτερον δεόμενόν τε στηρίγματος καὶ βάσεως τῆς ἐφ’ ὕλης· διὸ χωλεύει, ὕλης δεόμενον εἰς ὑπέρεισμα. καὶ ἡλίου δὲ τὴν τοιάνδε δύνα-μιν ὑπολαβόντες Ἀπόλλωνα προσεῖπον, ἀπὸ τῆς τῶν ἀκτίνων αὐτοῦ πάλσεως. ἐννέα δὲ ἐπᾴδουσαι αὐτῷ Μοῦσαι· ἥ τε ὑποσελήνιος σφαῖρα καὶ ἑπτὰ πλανη-τῶν καὶ μία ἡ τῆς ἀπλανοῦς. περιέθεσαν δὲ αὐτῷ τὴν δάφνην, τοῦτο μὲν ὅτι πυρὸς πλῆρες τὸ φυτὸν καὶ διὰ τοῦτο ἀπεχθὲς δαίμοσιν, τοῦτο δὲ ὅτι λάλον καιό-μενον, εἰς παράστασιν τοῦ προφητεύειν τὸν θεόν. καθὸ δὲ ἀπαλεξίκακός ἐστι τῶν ἐπιγείων ὁ ἥλιος, Ἡρακλέα αὐτὸν προσεῖπον, ἐκ τοῦ κλᾶσθαι πρὸς τὸν ἀέρα ἀπ’ ἀνατολῆς εἰς δύσιν ἰόντα. δώδεκα δ’ ἄθλους ἐκμοχθεῖν ἐμυθολόγησαν, τῆς κατὰ τὸν οὐρανὸν διαιρέσεως τῶν ζῳδίων τὸ σύμβολον ἐπιφημί-σαντες· ῥόπαλον δὲ αὐτῷ καὶ λεοντῆν περιέθεσαν, τὸ μὲν τῆς ἀνωμαλίας μή-νυμα, τὸ δὲ τῆς κατὰ τὸ ζῴδιον ἐμφανιστικὸν ἰσχύος. τῆς δὲ σωστικῆς αὐτοῦ δυνάμεως Ἀσκληπιὸς τὸ σύμβολον· ᾧ τὸ μὲν βάκτρον δεδώκασι τῆς τῶν καμνόντων ὑπερείσεως καὶ ἀναστάσεως, ὁ δὲ ὄφις περισπειρᾶται τῆς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν σωτηρίας φέρων σημεῖον· πνευματικώτατον γὰρ τὸ ζῷόν ἐστι καὶ τὴν ἀσθένειαν τοῦ σώματος ἀποδύεται. δοκεῖ δὲ καὶ ἰατρικώ-τατον εἶναι· τῆς γὰρ ὀξυδορκίας εὗρε τὸ φάρμακον καὶ μυθεύεται τῆς ἀναβιώσεως εἰδέναι τινὰ βοτάνην. τῆς δ’ αὖ χορευτικῆς τε καὶ ἐγκυκλίου κινήσεως, καθ’ ἣν τοὺς καρποὺς πεπαίνει, ἡ πυρὸς δύναμις Διόνυσος κέκληται ἑτέρως [ἢ] ἡ τῶν ὑγροποιῶν καρπῶν δύναμις, ἢ παρὰ τὸ δινεῖν ἢ διανύειν τὸν ἥλιον τὴν κατὰ τὸν οὐρανὸν περιφοράν. ᾗ δὲ περὶ τὰς ὥρας τοῦ κόσμου περιπολεῖ καὶ χρόνων ἐστὶ ποιητικὸς καὶ καιρῶν ὁ ἥλιος, Ὧρος κατὰ τοῦτο κέκληται. τῆς δ’ αὖ γεωργικῆς αὐτοῦ δυνάμεως, καθ’ ἣν αἱ δόσεις τοῦ πλούτου, σύμβολον ὁ Πλού-των. ὁμοίως μέντοι καὶ φθαρτικὴν ἔχει δύναμιν, διὸ τῷ Πλούτωνι συνοικί-ζουσι τὸν Σάραπιν, τοῦ μὲν δεδυκότος ὑπὸ γῆν φωτὸς τὸν πορφυροῦν χιτῶνα ποιούμενοι σύμβολον, τὸ δὲ ἠκρωτηριασμένον σκῆπτρον τῆς κάτω δυνάμεως τό τε σχῆμα τῆς χειρὸς τοῦ μεταχωρεῖν εἰς τὸ ἀφανές. ὁ δὲ Κέρβερος τρικέφαλος
PG 21:203μέν, ὅτι τρεῖς αἱ ἄνω χῶραι ἡλίου, ἀνατολή, μεσημβρία, δύσις. τὴν δὲ σελή-νην παρὰ τὸ σέλας ὑπολαβόντες Ἄρτεμιν προσηγόρευσαν, οἷον ἀερότεμιν· Λοχεία τε ἡ Ἄρτεμις, καίπερ οὖσα παρθένος, ὅτι ἡ τῆς νουμηνίας δύναμις προσθετικὴ εἰς τὸ τίκτειν. ὅπερ δὲ Ἀπόλλων ἐν ἡλίῳ, τοῦτο Ἀθηνᾶ ἐν σελήνῃ· ἔστι γὰρ τῆς φρονήσεως σύμβολον, Ἀθρηνᾶ τις οὖσα. Ἑκάτη δὲ ἡ σελήνη πάλιν, τῆς περὶ αὐτὴν μετασχηματίσεως καὶ κατὰ τοὺς σχηματισμοὺς δυνάμεως· διὸ τρίμορφος ἡ δύναμις, τῆς μὲν νουμηνίας φέρουσα τὴν λευχείμονα καὶ χρυσο-σάνδαλον καὶ τὰς λαμπάδας ἡμμένας· ὁ δὲ κάλαθος, ὃν ἐπὶ τοῖς μετεώροις φέρει, τῆς τῶν καρπῶν κατεργασίας, οὓς ἀνατρέφει κατὰ τὴν τοῦ φωτὸς παραύξησιν· τῆς δ’ αὖ πανσελήνου ἡ χαλκοσάνδαλος σύμβολον. ἢ καὶ ἐκ μὲν τοῦ κλάδου τῆς δάφνης λάβοι ἄν τις αὐτῆς τὸ ἔμπυρον, ἐκ δὲ τοῦ μήκωνος τὸ γόνιμον καὶ τὸ πλῆθος τῶν εἰσοικιζομένων εἰς αὐτὴν ψυχῶν ὥσπερ εἰς πόλιν, ὅτι πόλεως ὁ μήκων σύμβολον. καὶ Εἰλείθυια δὲ ἡ αὐτή, τῆς γεννητικῆς δυνάμεως σύμβο-λον· τόξα δὲ φέρει καθάπερ ἡ Ἄρτεμις διὰ τὴν τῶν ὠδίνων ὀξύτητα. πάλιν δ’ αὖ αἱ Μοῖραι ἐπὶ τὰς δυνάμεις αὐτῆς ἀναφέρονται· ἡ μὲν Κλωθὼ ἐπὶ τὴν γεν-νητικήν, Λάχεσις δὲ ἐπὶ τὴν θρεπτικήν, Ἄτροπος δὲ ἡ κατὰ τὸ ἀπαραίτητον τοῦ θεοῦ. συνοικίζουσι δὲ αὐτῇ καὶ τὴν τῶν καρπῶν γεννητικὴν δύναμιν, ἥπερ ἐστὶ Δημήτηρ, δύναμιν ἐμποιοῦσαν αὐτῇ. καὶ ἔστι συνεκτικὴ τῆς Κόρης ἡ σελήνη. προσοικίζουσι δὲ καὶ τὸν Διόνυσον διά τε τὴν τῶν κεράτων ἔκφυσιν καὶ διὰ τὸν τῶν νεφῶν τόπον τὸν ὑποκείμενον τοῖς κάτω μέρεσιν. τὴν δὲ τοῦ Κρόνου δύναμιν νωχελῆ καὶ βραδεῖαν καὶ ψυχρὰν κατεῖδον, διὸ τὴν τοῦ χρόνου δύναμιν αὐτῷ προσανέθεσαν· ἀποτυποῦσί τε αὐτὸν ἑστῶτα πολιόν, πρὸς ἔμφασιν τοῦ γηράσκειν τὸν χρόνον. τῶν δὲ καιρῶν σύμβολα οἱ Κου-ρῆτες, τὸν χρόνον βουκολοῦντες, ὅτι διὰ τῶν καιρῶν ὁ χρόνος παροδεύει. τῶν δὲ Ὡρῶν αἱ μὲν Ὀλυμπιάδες εἰσὶ τοῦ Ἡλίου, αἳ καὶ ἀνοίγουσι τὰς κατὰ τὸν ἀέρα πύλας, αἱ δὲ ἐπιχθόνιοι τῆς Δήμητρος· καὶ τὸν κάλαθον ἔχουσιν τὸν μὲν τῶν ἀνθῶν σύμβολον τοῦ ἔαρος, τὸν δὲ τῶν σταχύων τοῦ θέρους. τοῦ δὲ Ἄρεως τὴν δύναμιν καταλαβόντες διάπυρον, πολέμων ποιητικὴν καὶ αἱμα-τουργὸν βλάπτειν τε καὶ ὠφελεῖν δυναμένην ἐποίησαν. τὸν δὲ τῆς Ἀφρο-δίτης ἀστέρα, τηρήσαντες γενεσιουργὸν ἐπιθυμίας τε καὶ γονῆς αἴτιον, γυ-ναῖκα μὲν ἀνέπλασαν διὰ τὴν γένεσιν, ὡραίαν δέ, ὅτι καὶ Ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ. καὶ Ἔρωτα μὲν παρέστησαν διὰ τὴν ἐπιθυμίαν. σκέπει δὲ μαστοὺς καὶ τὸ μόριον, ὅτι γονῆς αἰτία ἡ δύναμις καὶ ἐκθρέψεως. ἔστι δὲ ἀπὸ θαλάττης, στοι-χείου διύγρου καὶ θερμοῦ, πολλὰ κινουμένου καὶ διὰ τὴν συγκίνησιν ἀφριῶν-τος, τὸ σπερματικὸν αἰνιττόμενοι. τοῦ δὲ λόγου τοῦ πάντων ποιητικοῦ τε καὶ ἑρμηνευτικοῦ ὁ Ἑρμῆς παραστατικός. ὁ δὲ ἐντεταμένος Ἑρμῆς δηλοῖ τὴν εὐτονίαν, δείκνυσιν δὲ καὶ τὸν σπερματικὸν λόγον τὸν διήκοντα διὰ πάν-των. λοιπὸν δὲ σύνθετος λόγος, ὁ μὲν ἐν ἡλίῳ Ἑρμῆς, Ἑκάτη δὲ ὁ ἐν σε-λήνῃ, Ἑρμόπαν δὲ ὁ ἐν τῷ παντί· κατὰ πάντων γὰρ ὁ σπερματικὸς καὶ ποιητι-κός. σύνθετος δὲ καὶ οἷον μιξέλλην καὶ παρ’ Αἰγυπτίοις ὁ Ἑρμάνουβις. ἐπεὶ δὲ καὶ τῆς ἐρώσης ἦν δυνάμεως ὁ λόγος, ταύτης ὁ Ἔρως παραστατικός. διὸ παῖς μὲν τοῦ Ἑρμοῦ ὁ Ἔρως, νήπιος δὲ διὰ τὰς αἰφνιδίους περὶ τὰς ἐπιθυμίας ἐμπτώσεις αὐτοῦ. τοῦ δὲ παντὸς τὸν Πᾶνα σύμβολον ἔθεντο, τὰ μὲν κέρατα δόντες σύμβολα ἡλίου καὶ σελήνης, τὴν δὲ νεβρίδα τῶν κατ’ οὐρανὸν ἀστέρων ἢ τῆς τοῦ παντὸς ποικιλίας. Καὶ τὰ μὲν Ἑλληνικὰ τοιαῦτα· τὰ δὲ τῶν Αἰγυπτίων πάλιν τοιαῦτά φησιν ἔχειν σύμβολα· Τὸν δημιουργόν, ὃν Κνὴφ οἱ Αἰγύπτιοι προσαγορεύουσιν, ἀνθρωποειδῆ, τὴν δὲ χροιὰν ἐκ κυανοῦ μέλανος ἔχοντα, κρατοῦντα ζώνην καὶ σκῆπτρον, ἐπὶ δὲ τῆς κεφαλῆς πτερὸν βασίλειον περικείμενον, ὅτι λόγος δυσεύρετος καὶ ἐγκεκρυμμένος καὶ οὐ φανὸς καὶ ὅτι ζῳοποιὸς καὶ ὅτι βασιλεὺς καὶ ὅτι νοερῶς κινεῖται· διὸ ἡ τοῦ πτεροῦ φύσις ἐν τῇ κεφαλῇ κεῖται. τὸν δὲ θεὸν τοῦ-τον ἐκ τοῦ στόματος προί̈εσθαι ᾠόν φασιν, ἐξ οὗ γεννᾶσθαι θεόν, ὃν αὐτοὶ προσαγορεύουσι Φθᾶ, οἱ δὲ Ἕλληνες Ἥφαιστον· ἑρμηνεύειν δὲ τὸ ᾠὸν τὸν κόσμον. ἀφιέρωται δὲ τῷ θεῷ τούτῳ πρόβατον διὰ τὸ τοὺς παλαιοὺς γαλακτο-ποτεῖν. αὐτοῦ δὲ τοῦ κόσμου τὸ δείκηλον τοιόνδε ἀνέπλασαν· ἀνθρωποειδές ἐστιν ἄγαλμα, τοὺς μὲν πόδας συμβεβηκότας ἔχον, ἄνωθεν δὲ μέχρι ποδῶν ποικίλον ἱμάτιον περιβεβλημένον· ἐπὶ δὲ τῆς κεφαλῆς σφαῖραν ἔχει χρυσῆν διὰ τὸ μὴ μεταβαίνειν καὶ διὰ τὴν τῶν ἄστρων ποικίλην φύσιν καὶ ὅτι σφαι-ροειδὴς ὁ κόσμος. Ἥλιον δὲ σημαίνουσιν ποτὲ μὲν δι’ ἀνθρώπου ἐπιβεβηκό-τος πλοῖον, τοῦ πλοίου ἐπὶ κροκοδείλου κειμένου. δηλοῖ δὲ τὸ μὲν πλοῖον τὴν ἐν ὑγρῷ κίνησιν, ὁ δὲ κροκόδειλος πότιμον ὕδωρ, ἐν ᾧ φέρεται ὁ ἥλιος. ἐσημαίνετο τοίνυν ὁ ἥλιος δι’ ἀέρος ὑγροῦ καὶ γλυκέος τὴν περιπόλησιν ποιεῖ-σθαι. τῆς δὲ οὐρανίας γῆς καὶ τῆς χθονίας τὴν δύναμιν Ἶσιν προσεῖπον διὰ τὴν ἰσότητα, ἀφ’ ἧς τὸ δίκαιον· οὐρανίαν δὲ τὴν σελήνην, χθονίαν δὲ καὶ τὴν καρποφόρον, ἐν ᾗ κατοικοῦμεν, λέγουσιν. τὸ δὲ αὐτὸ δύναται Δη-μήτηρ παρ’ Ἕλλησιν καὶ Ἶσις παρ’ Αἰγυπτίοις, καὶ πάλιν Κόρη παρ’ Ἕλλησι καὶ Διόνυσος καὶ Ἶσις καὶ Ὄσιρις παρ’ Αἰγυπτίοις. αὕτη δὲ τρέφουσα καὶ αἴρουσα τὰ ἐπὶ γῆς· ὁ δὲ Ὄσιρις παρ’ Αἰγυπτίοις τὴν κάρπιμον παρίστησι δύναμιν, ἣν θρήνοις ἀπομειλίσσονται εἰς γῆν ἀφανιζομένην ἐν τῷ σπόρῳ καὶ ὑφ’ ἡμῶν καταναλισκομένην εἰς τροφάς. λαμβάνεται δὲ καὶ ἀντὶ τῆς ποτα-μίας τοῦ Νείλου δυνάμεως· ἀλλ’ ὅταν μὲν τὴν χθονίαν γῆν σημαίνωσιν, Ὄσιρις ἡ κάρπιμος λαμβάνεται δύναμις, ὅταν δὲ τὴν οὐρανίαν, Ὄσιρίς ἐστιν ὁ Νεῖλος, ὃν ἐξ οὐρανοῦ καταφέρεσθαι οἴονται· πενθοῦσι δὲ καὶ τοῦτον, ἀπομειλισσό-μενοι τὴν δύναμιν λήγουσαν καὶ ἀναλισκομένην. ἡ δὲ ἐν τοῖς μύθοις μισγο-μένη τῷ Ὀσίριδι Ἶσις ἡ Αἰγυπτία ἐστὶν γῆ, διόπερ ἰσοῦται καὶ κυεῖ καὶ ποιεῖ τοὺς καρπούς· διὸ ἀνὴρ τῆς Ἴσιδος Ὄσιρις καὶ ἀδελφὸς καὶ υἱὸς παραδέδοται. Κατὰ δὲ τὴν Ἐλεφαντίνην πόλιν τετίμηται ἄγαλμα, πεπλασμένον μέν, ἀλλὰ ἀνδρείκελον καὶ καθήμενον κυανοῦν τε τὴν χρόαν, κεφαλὴν δὲ κριοῦ κεκτημένον καὶ βασίλειον κέρατα τράγεια ἔχον, οἷς ἔπεστι κύκλος δισκοειδής. κάθηται δὲ παρακειμένου κεραμέου ἀγγείου, ἐφ’ οὗ ἄνθρωπον ἀναπλάσσει. δηλοῖ δὲ ἀπὸ μὲν τοῦ κριοῦ πρόσωπον ἔχειν καὶ αἰγὸς κέρατα τὴν ἐν κριῷ σύνοδον ἡλίου καὶ σελήνης· τὸ δὲ ἐκ κυανοῦ χρῶμα, ὅτι ὑδραγωγὸς ἐν συνόδῳ ἡ σε-λήνη. τὸ δὲ δεύτερον φῶς τῆς σελήνης ἐν Ἀπόλλωνος μὲν πόλει καθιέρωται· ἔστι δὲ τούτου σύμβολον ἱερακοπρόσωπος ἄνθρωπος ζιβύνῃ χειρούμενος Τυφῶνα ἱπποποτάμῳ εἰκασμένον. λευκὸν δὲ τῇ χρόᾳ τὸ ἄγαλμα, τῆς μὲν λευκότητος τὸ φωτίζεσθαι τὴν σελήνην παραστησάσης, τοῦ δὲ ἱερακείου προσώπου τὸ ἀφ’ ἡλίου φωτίζεσθαι καὶ πνεῦμα λαμβάνειν. τὸν γὰρ ἱέρακα ἡλίῳ ἀφιεροῦσιν· φωτὸς δὲ καὶ πνεύματος ἱέραξ αὐτοῖς σύμβολον διά τε τὴν ὀξυκινησίαν καὶ τὸ πρὸς ὕψος ἀνατρέχειν, ἔνθα τὸ φῶς· ὁ δ’ ἱπποπόταμος τὸν δυτικὸν δηλοῖ πόλον, παρὰ τὸ καταπίνειν εἰς ἑαυτὸν τοὺς περιπολοῦντας. θεὸς δὲ τιμᾶται ἐν τῇ πόλει ταύτῃ ὁ Ὧρος. ἡ δὲ τῆς Εἰλειθυίας πόλις τὸ τρίτον φῶς θεραπεύει·
ΙΙΙ. εἶπον τὴν τῆς πετρώδους καὶ ὁρείου γῆς δύναμιν Α τὴν δὲ Δήμητραν τὴν τῆς πεδινῆς καὶ γονίμου. Δη- μήτηρ δὲ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ ἔχει τῇ Ῥέξ διενήνοχε δὲ, ὅτι ἡ αὐτὴ κυεῖ τὴν Κόρην ἐκ Διός, του ἐστι τὸν κόρον ἐκ τῶν φρυγανώδῶν σπερμάτων. Διὸ καὶ κατέστεπται τὸ βρέτας αὐτῆς τοῖς στάχυσι, μηχανές τε περὶ αὐτὴν τῆς πολυγονίας σύμβολον. » Κανταῦθα πάλιν σκόπει, τίνα τρόπον τὴν Ῥέαν μη- τέρα θεῶν λεγομένην, καὶ αὐτοῦ τοῦ Διὸς, κάτω που περὶ πέτρας καὶ γῆν καταβέβληκε, καὶ πάντα φύρων τὴν αὐτὴν εἶναί φησι τῇ Δήμητρι, πλήν ο ὅτι διενή νεχε, καθό, φησίν, ἡ Δημήτηρ ἐκ Διὸς κυεῖ τὴν Κόσ ρην· ὥσπερ οὖν ἡ πεδιὰς γῆ τὸν κόρον ἐκ τῶν φρυ γενωδών σπερμάτων. » Ιδού σοι πάλιν ὁ Ζεὺς εἰς τὰ φρυγανώδη σπέρματα μεταβέβληται. Τούτοις ἑξῆς ἐπισυνάπτει λέγων· « Ἐπεὶ δὲ καὶ τῶν εἰς γῆν βαλ- λομένων σπερμάτων ἦν τις δύναμις, ἣν ἥλιος περὶ ε) κάτω ἡμισφαίριον ἰὼν ἕλκει κατὰ τὰς χειμερινὰς τροπές, Κόρη μὲν ἡ δύναμις ἡ σπερματούχος, Πλού των δὲ ὁ ὑπὸ γῆν ἐὼν ἥλιος, καὶ τὸν ἀφανῆ περινο στῶν κόσμον, καὶ τὰς χειμερίους τροπάς· ὃς ἁρπά ζειν λέγεται τὴν Κόρην, ἣν ποθεῖ ἡ Δημήτηρ κρυ στομένην ὑπὸ γῆν. Τῶν δὲ ἀκροδρύων, καὶ ὅλως τῶν φυτευτικῶν ἡ δύναμις, Διόνυσος ὀνομάζεται. Ορα δὲ καὶ τούτων τὰς εἰκόνας. Σύμβολα γὰρ ἡ Κόρη φέρει της προβολῆς τῶν κατὰ τοὺς καρποὺς ὑπὲρ τὴν γῆν ἐκφύσεων· ὁ δὲ Διάνυσος κοινὰ μὲν πρὸς τὴν Κόρτν ἔχει τὰ κέρατα, ἔστι δὲ θηλύμορφος, μηνύων τὴν περὶ τὴν γένεσιν τῶν ἀκροδρύων ἀῤῥενόθηλυν δύναμιν. Πλούτων δὲ ὁ Κόρης ἅρπαξ κύων (87) μὲν ἔχει τοῦ ἀφανοῦς πόλου σύμβολον· τὸ δὲ σκῆπτρον τὸ καλσόν σημεῖον τῆς τῶν κάτω βασιλείας· ὁ δὲ κύων αὐτοῦ δηλοῖ τὴν κύησιν τῶν καρπῶν, εἰς τρία διῃρη- μένην, εἰς τὴν καταβολὴν, καὶ τὴν ὑποδοχὴν, καὶ τὴν ἀνάδοσιν. Οὐ γὰρ παρὰ τὸ τὰς κῆρας ἔχειν πρὸς βορρᾶν, ὃ δηλοῖ τὰς ψυχὰς, κέκληται κύων, ἀλλὰ παρὰ τὸ κυεῖν, ἡ χορηγός (88) ὁ Πλούτων, ὅταν ἁρπάσῃ τὴν Κόρην. Αττις δὲ καὶ ᾿Αδωνις τῇ τῶν καρπῶν εἶεν αναλογία προσήκοντες. Αλλ' ὁ μὲν ῎Αττις τῶν κατὰ τὸ ἔαρ προφαινομένων ἀνθῶν, καὶ πρὶν τελεσιογονῆ σαι (89) διαρρεόντων. Ὅθεν καὶ τὴν τῶν αἰδοίων ἀποκοπὴν αὐτῷ προσανέθεσαν, μὴ φθασάντων ἐλθεῖν τῶν καρπῶν εἰς τὴν σπερματικὴν τελείωσιν· ὁ δὲ Αδωνις τῆς τῶν τελείων καρπῶν ἐκτομῆς σύμβολον. Ὁ δὲ Σειληνός σύμβολον τῆς πνευματικῆς κινήσεως, οὐκ ὀλίγα συμβαλλομένης τῷ παντί. Σύμβολα δέ ἐστι τὸ μὲν φίλανθον καὶ στιλπνὸν κατὰ τὴν κεφαλὴν τῆς εὐρανίου περιφορᾶς, ἡ δὲ περικειμένη κόμη τοῖς κάτω μέρεσιν αὐτοῦ ὑπόδειγμα τῆς προσγείου περὶ τον αέρα ταχύτητος. Ἐπεὶ δὲ τῆς καὶ μαντικῆς δυσ νάμεώς τις μέτοχος ἦν δύναμις, Θέμις μὲν κέκληται ἡ δύναμις, τῷ τὰ τεθειμένα καὶ ἑκάστῳ κείμενα λέ Σίνα μέν. κυνήν, ή χορηγός, παρὰ Κόρην, κόρον, τὸ κυεῖν τὴν γῆν, ᾗ χορηγός, οὗ χορηγός, τοῦ κυεῖν. λεσιογονεῖν τελεσσιγονεῖν. εὑρεσιο λογία ευρεσιλογία, PREPAR. EVANG. LIB. ita deinceps iste prosequitur: « id quod est, inquit, c D Alter quæ vera mihi lectio visa est. Orci enim galeain intelligit. Sane paulo post addit, canem aliud quoddam Plutonis symboium fuisse. dum videtur id est, qua, vel quatenus vimu can suppe litat. Plenius forte legi possit, C in terrena vi princeps atque primarium, Vesta no- minatur, cujus simulacrum virginea specie juxta focum excitari collocarique solet: quatenus autem fecunda vis illa est, eamdem uberumtenus mulie- bri forma expressam voluerunt. Et Opem quidem lapidosi ac montani, Cererem vero plani ejusdem- que feracis soli vim appellarunt. Nam Ceres cum cætera plane omnia cum Ope communia habeat, tum hoc ab illa difert, quod ipsa Proserpi- nam ex Jove, hoc est recentem et tenellum ex cremiorum ac cæterorum hujusmodi virgulto- rum seminibus ramum educat: quæ causa etiam est, quamobrem ipsius effigies spicis coronetur, ac papaveribus, quæ magnæ fecunditatis symbola sunt, ambiatur. » Hic rursum videsis, amabo, quemadmodum iste Opem illam, quæ, cum cætero- rum numinum, tum ipsius Jovis mater appellatur, deorsum in saxa terramque abjecerit, omniaque miscens atque confundens, eamdem illam fecerit quam Cererem, hoc tantum discrimine, quod Ce- res, inquit, Proserpinam ex Jove pariat, quomodo scilicet planum terræ solum ex cremiorum virgul- torumque seminibus recens ac novellum germen educit. Ecce tibi Jupiter in cremiorum etiam ac virgultorum semina commutatus. Verum, quæ sub- jungat, audiamus : . Et quoniam, inquit, eorum seminum, quæ terræ committuntur, vis quædam et eficacitas est, quam sol ad inferius hemisplærium progrediens, circa hiemale solstitium secum una deferat, Proserpina quidem vis illa est seminum conservatrix, Pluto vero sol, qui circa brumæ sol- stitium, sub terram commeans, latentem et igno- tum orbem circumeundo peragrat. Atque his Pro- serpinam rapuisse propterea dicitur, quam Ceres sub terra absconditam summo desiderio prosequa- tur. At vero fructuum vim, non eorum modo qui- bus ligni simile putamen est, sed etiam omniumi omnino qui ex plantis oriuntur, Bacchum appel- lant. Ac mihi tu eorum imagines contemplare. Nam Proserpina quidem symbola fert exsistentium supra terram a semente germinum Bacchus au- tem, cui communia sunt cum eadem Proserpina cornua, muliebri specie fingitur, ut vim illam, qua plantarum fructibus inest, ex mascula femineaque conflatam significet. Pluto ille præterea, qui Proser- pinam rapuit, galeam gestat, quæ latentem igno- tumque polum repræsentet: truncum item muti- lumque sceptrum, quo ejusdem in manes umbrasque imperium denotetur : canem denique habet, qui frugum designet procreationem, quæ tribus veluti partibus, semente facienda, eadem- vel potius nempe reperias; sape Forte ta- men o istud inseri aliquando possit, ut in pro supra. Sane infra, pag. eodem iterum modo scriptum reperitur. (87) Κύων. Mont., κύνα. E manuscr. alter, κυῶν, (83) Η χορηγός. Si nihil omnino deest, legen- (89) Τελεσιογονῆσαι. Haud temere verbum τε-
τὸ δὲ ξόανον τετύπωται εἰς γῦπα πετομένην, ἧς τὸ πτέρωμα ἐκ σπουδαίων συνέστηκε λίθων. σημαίνει δὲ τὸ μὲν γυποειδὲς αὐτῆς τὴν γεννητικὴν πνευ-μάτων σελήνην· ἐκ γὰρ τοῦ πνεύματος οἴονται συλλαμβάνειν τὸν γῦπα, θη-λείας πάσας ἀποφαινόμενοι. ἐν δὲ τοῖς κατ’ Ἐλευσῖνα μυστηρίοις ὁ μὲν ἱεροφάντης εἰς εἰκόνα τοῦ δημιουργοῦ ἐνσκευάζεται, δᾳδοῦχος δὲ εἰς τὴν ἡλίου· καὶ ὁ μὲν ἐπὶ βωμῷ εἰς τὴν σελήνης, ὁ δὲ ἱεροκῆρυξ Ἑρμοῦ. καὶ ἄνθρωπος δὲ παρ’ Αἰγυπτίοις ἐν τοῖς ἱεροῖς παρείληπται. Ἄναβις γάρ ἐστι κώμη Αἰγύ-πτου, ἐν ᾗ θεραπεύεται ἄνθρωπος καὶ θύεται τούτῳ καὶ ἐπὶ τῶν βωμῶν τὰ ἱερεῖα καίεται· ὁ δὲ μετ’ ὀλίγον φάγοι ἂν τὰ ὡς ἀνθρώπῳ αὐτῷ παρεσκευα-σμένα. ὅτι δὲ οὐδὲ τὰ ζῷα θεοὺς ἡγοῦνται, εἰκόνας δὲ ἐποιοῦντο καὶ σύμ-βολα ταῦτα θεῶν, δηλοῖ τὸ πολλαχοῦ βοῦς ἀναχθέντας θεοῖς ἐν ταῖς ἱερομηνίαις καὶ ταῖς πρὸς τοὺς θεοὺς θρησκείαις βουθυτεῖν. ἡλίῳ μὲν γὰρ καὶ σελήνῃ βοῦς ἀνιέρωσαν. Ἀλλ’ ὅ γε ἡλίῳ ἀνακείμενος ἐν Ἡλίου πόλει καλούμενος Μνεῦις βοῶν ἐστι μέγιστος, σφόδρα μέλας, μάλιστα ὅτι καὶ ὁ ἥλιος ὁ πολὺς μελαίνει τὰ ἀνθρώπεια σώματα. ἔχει δὲ τὴν οὐρὰν παρὰ τοὺς ἄλλους βοῦς καὶ τὸ πᾶν σῶμα ἀνάτριχον, καθάπερ ὁ ἥλιος τὸν ἐναντίον τῷ πόλῳ ποιεῖται δρόμον· τούς τε ὄρ-χεις μεγίστους, ἐπειδήπερ ὁ περὶ τὰ ἀφροδίσια ἵμερος γίνεται ὑπὸ θερμότη-τος ὅ τε ἥλιος σπερμαίνειν λέγεται τὴν φύσιν. σελήνῃ δὲ ταῦρον ἀνέ-θεσαν, ὃν Ἆπιν ἐπονομάζουσιν, μέλανα μὲν καὶ αὐτὸν ὑπὲρ τοὺς ἄλλους, φέ-ροντα δὲ σημεῖα ἡλίου καὶ σελήνης, ὅτι καὶ τῆς σελήνης τὸ φῶς ἐξ ἡλίου· ἡλίου δὲ σημεῖον τὸ μέλαν τοῦ σώματος καὶ ὁ ὑπὸ τὴν γλῶτταν κάνθαρος· σελήνης δὲ σύμβολον τό τε διχότομον καὶ ἀμφίκυρτον. Ταῦτά μοι ἐκ τῆς τοῦ προειρημένου ἀνδρὸς γραφῆς ἐπιτετμήσθω, ὡς ἂν μηδὲν ἡμᾶς λάθοι τῶν ἀπορρήτων τῆς Ἑλληνικῆς ὁμοῦ καὶ Αἰγυπτιακῆς θεολογίας, ἧς ἀποστάτας ἑαυτοὺς καὶ φυγάδας ὁμολογοῦμεν, κρίσει καὶ λογισμῷ σώφρονι καὶ τάδε παραιτησάμενοι. οὐ γάρ με ἡ ἀλαζὼν ἐκ-πλήξει φωνή, φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ’ ἐπίθεσθε βέβηλοι φήσασα. βέβηλοι γοῦν οὐχ ἡμεῖς, ἀλλ’ οἵ γε τοιάσδε αἰσχρὰς καὶ ἀπρεπεῖς μυθολογίας κανθάρων πέρι καὶ θηρίων ἀλόγων σοφίας θεολόγου νοήματα εἶναι ἀποφηνάμενοι, οἳ κατὰ τὸν θαυμάσιον ἀπόστολον φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν· ὅτι δὴ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. ἀλλ’ ἐπεὶ πάντα τὸν περὶ τούτων ἀπόρρητον δὴ καὶ μυστικώτερον λόγον εἰς ἀσωμά-τους δυνάμεις μεταφορικῶς ἀνῆγον, ὥστε δοκεῖν μηκέτ’ ἐπὶ τὰ ὁρώμενα μέρη τοῦ κόσμου τὴν θεοποιίαν αὐτῶν συντείνειν, ἀλλ’ ἐπί τινας ἀοράτους καὶ ἀσωμάτους δυνάμεις, σκεψώμεθα εἰ μὴ καὶ οὕτως μίαν χρὴ τὴν θείαν δύναμιν ἀποθαυμάζειν, ἀλλ’ οὐ πολλὰς ἡγεῖσθαι. οὐδὲ γὰρ ἐπεὶ πολλὰ σχήματα καὶ μέρη καὶ μέλη ὑφ’ ἑνὶ σώματι δεδημιούργηται, τοσαύτας χρῆν ἡμᾶς τὰς ψυχὰς ἔχειν ἡγεῖσθαι οὐδὲ τοσούτους ποιητὰς καὶ δημιουργοὺς τοῦ σώματος νομίζειν, ἀλλὰ καὶ ψυχὴν μίαν τὸ πᾶν σῶμα κινεῖν καὶ μίαν δημιουργὸν δύναμιν τὸ πᾶν ζῷον τεκτήνασθαι. οὕτω δῆτα καὶ ἐπὶ τοῦ σύμπαντος κόσμου, ἑνὸς μὲν ὄντος καὶ ἐκ μιᾶς τῆς σωματικῆς ὕλης συνεστῶ-τος, εἰς μέρη δὲ πλεῖστα διῃρημένου καὶ μίαν τῶν ὅλων φυσικὴν συμπάθειαν ὑποφαίνοντος κρᾶσίν τε καὶ μῖξιν τῶν ἐν αὐτῷ στοιχείων ἀλλοιώσεις τε καὶ μεταβολὰς αὐτῶν εἰς ἑαυτά, ὅλον δὲ καὶ τὸ πᾶν ἕνα κόσμον καὶ μίαν ἁρμονίαν ἐπιδεικνυμένου, οὐ πολλὰς χρῆν ὑποτίθεσθαι δημιουργοὺς δυνάμεις, μόνην δὲ θεολογεῖν τὴν ὡς ἀληθῶς θεοῦ δυνάμιν καὶ θεοῦ σοφίαν. ὁ δὲ καὶ τὰς Αἰγυπτιακὰς μυθολογίας πάλιν ἐπὶ ἀσωμάτους μεταφέρει δυνάμεις, λαθὼν ὁ σοφώτατος αὐτὸς ἑαυτόν. ἀκήκοας γὰρ ἐν τοῖς πρόσθεν ὅπως τὸν Χαι-ρήμονα καὶ πλείους ἄλλους ὡμολόγει μηδ’ ἄλλο τι πρὸ τῶν ὁρωμένων κόσμων ἡγεῖσθαι ἐν ἀρχῆς τε λόγῳ τίθεσθαι τοὺς Αἰγυπτίους· τούτους γὰρ πάντα εἰς τὰ φυσικὰ καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρμη-νεύειν. εἰ δὴ οὖν κατὰ τὴν αὐτῶν ὁμολογίαν Αἰγυπτίων ἦν τὸ μηδὲν ἀνάγειν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας, πάντα δὲ τὰ περὶ θεῶν αὐτοῖς μυθολογούμενα ἐπὶ τὰ φυσικὰ τοῦ κόσμου μέρη μεταφέρειν, τί δὴ ἐξ ὑπαρ-χῆς εὑρησιλογοῦντες Αἰγυπτίοις τὰ μηδαμῶς αὐτῶν οἰκεῖα προσγράφουσιν, ἐπὶ δυνάμεις ἀσωμάτους φάσκοντες αὐτοὺς τὴν ἀναφορὰν τῆς θεολογίας αὐτῶν ποιεῖσθαι; καθόλου μὲν οὖν ταῦτα αἰτιατέον. Καὶ ἐπὶ τῶν κατὰ μέρος δὲ ἡγοῦμαι τὸν ἔλεγχον τῆς κατηναγκασμένης ἀποδόσεως αὐτῶν οὐ μακρᾶς ἀνασκευῆς δεῖσθαι. ἵνα γὰρ τὸν Αἰγυπτιακὸν παρελθών τις λῆρον καὶ τὴν πολλὴν αὐτῶν καὶ ἀδόλεσχον φλυαρίαν ἐπὶ τὰς τῶν σοφῶν Ἑλλήνων μετέλθοι φυσιολογίας, τίς οὐκ ἂν τῶν εὖ φρονούν-των αὐτόθεν καταμέμψαιτο τοῖς τὰ τοιαῦτα παρεξηγεῖσθαι πειρωμένοις; ἔστω γὰρ ὁ Ζεὺς μηκέθ’ ἡ πυρώδης καὶ αἰθέριος οὐσία, ὥσπερ οὖν τοῖς παλαιοῖς ἐνομίζετο κατὰ τὸν Πλούταρχον, ἀλλ’ αὐτὸς ὁ ἀνωτάτω νοῦς, ὁ τῶν ὅλων δημιουργικός, ὁ τὰ πάντα ζῳογονῶν· πῶς οὖν ἔσται τούτου πατὴρ μὲν ὁ Κρόνος, ὅν φασιν εἶναι τὸν χρόνον, Ῥέα δὲ μήτηρ, ἣν ὁ ἑρμηνεὺς ἔφησεν εἶναι τὴν πετρώδη καὶ ὄρειον δύναμιν; τὴν γὰρ Ἥραν οὐκ οἶδ’ ὅπως τὸν ἀέρα τὸν καὶ αἰθέρα προσειπὼν ἀδελφὴν ὁμοῦ καὶ γυναῖκά φησιν εἶναι τοῦ κοσμοποιοῦ καὶ ζῳοποιοῦ πάντων νοῦ. ἀλλὰ καὶ ἡ Λητὼ πάλιν ληθώ τις καλείσθω, διὰ τὴν κατὰ τὸν ὕπνον, ὥς φασιν, ἀναισθησίαν καὶ ὅτι λήθη ξυνομαρτεῖ ταῖς ὑπὸ σελήνην γενομέναις ψυχαῖς. πῶς ἂν οὖν ἡ λήθη γένοιτ’ ἂν ἡλίου καὶ σελήνης μήτηρ, Ἀπόλλωνος καὶ Ἀρτέμιδος τῶν Λητοῦς παί-δων εἰς ἥλιον καὶ σελήνην μετενηνεγμένων; τί δὲ χρὴ σέβειν ὡς θεὸν τὴν Ῥέαν ἢ τὴν Δήμητραν, εἰ ἡ μὲν τῆς πετρώδους καὶ ὀρείου γῆς, ἡ δὲ τῆς πεδιάδος τὰ σύμβολα φέρειν ἐλέγετο; τὴν δὲ Κόρην τὸν κόρον ἀλληγοροῦντες τίνι λόγῳ καὶ ταύτην οἴονται δεῖν τῇ σεβασμίῳ προσηγορίᾳ τιμᾶν; τί δὲ μᾶλλον τὴν σπερματοῦχον δύναμιν καὶ τὴν τῶν ἀκροδρύων γένεσιν ἢ τῶν κατὰ τὸ ἔαρ προφαινομένων ἀνθῶν καὶ πρὶν τελεσιογονῆσαι διαρρεόντων ἢ τῆς τῶν τελείων καρπῶν ἐκτομῆς τὰ σύμβολα, Διόνυσον καὶ Ἄττιν καὶ Ἄδωνιν ἐπονομάζοντας, ὡς θεοὺς χρῆναι σέβειν, οὐχὶ δὲ τούτων ἁπάντων τὸ ἀνθρώπειον γένος προτιμᾶν, ᾧ ταῦτα πρὸς χρῆσιν καὶ τροφὴν ὁ τῶν ὅλων δημιουργὸς θεὸς ὑπεστήσατο; Μεταβὰς δὲ ἐκ τούτων καὶ τὰ λοιπὰ κατὰ τὸν ὅμοιον τρόπον τῆς γενναίας ἀπελέγξεις φυσιολογίας, εὐλόγως τῆς ἀναισχυντίας ἐπιμεμψάμενος τοῖς, φέρε, τὸν ἥλιον αὐτὸν εἶναι τὸν Ἀπόλλω καὶ πάλιν τὸν Ἡρακλέα καὶ αὖθις τὸν Διόνυσον καὶ τὸν Ἀσκληπιὸν ὁμοίως ἀποφαινομένοις. πῶς γὰρ ὁ αὐτὸς πατὴρ ἂν γένοιτο καὶ υἱός, Ἀσκληπιὸς ὁμοῦ καὶ Ἀπόλλων; πῶς δὲ πάλιν εἰς Ἡρακλέα μετενεχθείη, εἰ δὴ ἐκ θνητῆς γυναικὸς τῆς Ἀλκμήνης ὁ Ἡρακλῆς αὐτοῖς ὁμολογεῖται; πῶς δ’ ἂν ἐμμανὴς γένοιτο καὶ σφάξειεν τοὺς ἑαυτοῦ παῖδας ὁ ἥλιος, ὅτι δὴ καὶ ταῦτα προσαναγέγραπται τῷ Ἡρα-κλεῖ; ἀλλὰ τοὺς ἄθλους ἐπιτελοῦντα τοὺς δώδεκα τὸν Ἡρακλέα τῆς κατ’ οὐρανὸν διαιρέσεως τοῦ ζωδιακοῦ κύκλου, ὅν φασι τὸν ἥλιον περιπολεῖν, τὸ σύμβολον φέρειν. τίς οὖν ἔτι γένοιτ’ ἂν Εὐρυσθεὺς ὁ τῷ ἡλίῳ, ὥσπερ οὖν τῷ Ἡρακλεῖ, τοὺς ἄθλους ἐκτελεῖν ἐπιτάττων; πῶς δὲ ἐπὶ τὸν ἥλιον
ΙΙΙ. εἶπον τὴν τῆς πετρώδους καὶ ὁρείου γῆς δύναμιν Α τὴν δὲ Δήμητραν τὴν τῆς πεδινῆς καὶ γονίμου. Δη- μήτηρ δὲ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ ἔχει τῇ Ῥέξ διενήνοχε δὲ, ὅτι ἡ αὐτὴ κυεῖ τὴν Κόρην ἐκ Διός, του ἐστι τὸν κόρον ἐκ τῶν φρυγανώδῶν σπερμάτων. Διὸ καὶ κατέστεπται τὸ βρέτας αὐτῆς τοῖς στάχυσι, μηχανές τε περὶ αὐτὴν τῆς πολυγονίας σύμβολον. » Κανταῦθα πάλιν σκόπει, τίνα τρόπον τὴν Ῥέαν μη- τέρα θεῶν λεγομένην, καὶ αὐτοῦ τοῦ Διὸς, κάτω που περὶ πέτρας καὶ γῆν καταβέβληκε, καὶ πάντα φύρων τὴν αὐτὴν εἶναί φησι τῇ Δήμητρι, πλήν ο ὅτι διενή νεχε, καθό, φησίν, ἡ Δημήτηρ ἐκ Διὸς κυεῖ τὴν Κόσ ρην· ὥσπερ οὖν ἡ πεδιὰς γῆ τὸν κόρον ἐκ τῶν φρυ γενωδών σπερμάτων. » Ιδού σοι πάλιν ὁ Ζεὺς εἰς τὰ φρυγανώδη σπέρματα μεταβέβληται. Τούτοις ἑξῆς ἐπισυνάπτει λέγων· « Ἐπεὶ δὲ καὶ τῶν εἰς γῆν βαλ- λομένων σπερμάτων ἦν τις δύναμις, ἣν ἥλιος περὶ ε) κάτω ἡμισφαίριον ἰὼν ἕλκει κατὰ τὰς χειμερινὰς τροπές, Κόρη μὲν ἡ δύναμις ἡ σπερματούχος, Πλού των δὲ ὁ ὑπὸ γῆν ἐὼν ἥλιος, καὶ τὸν ἀφανῆ περινο στῶν κόσμον, καὶ τὰς χειμερίους τροπάς· ὃς ἁρπά ζειν λέγεται τὴν Κόρην, ἣν ποθεῖ ἡ Δημήτηρ κρυ στομένην ὑπὸ γῆν. Τῶν δὲ ἀκροδρύων, καὶ ὅλως τῶν φυτευτικῶν ἡ δύναμις, Διόνυσος ὀνομάζεται. Ορα δὲ καὶ τούτων τὰς εἰκόνας. Σύμβολα γὰρ ἡ Κόρη φέρει της προβολῆς τῶν κατὰ τοὺς καρποὺς ὑπὲρ τὴν γῆν ἐκφύσεων· ὁ δὲ Διάνυσος κοινὰ μὲν πρὸς τὴν Κόρτν ἔχει τὰ κέρατα, ἔστι δὲ θηλύμορφος, μηνύων τὴν περὶ τὴν γένεσιν τῶν ἀκροδρύων ἀῤῥενόθηλυν δύναμιν. Πλούτων δὲ ὁ Κόρης ἅρπαξ κύων (87) μὲν ἔχει τοῦ ἀφανοῦς πόλου σύμβολον· τὸ δὲ σκῆπτρον τὸ καλσόν σημεῖον τῆς τῶν κάτω βασιλείας· ὁ δὲ κύων αὐτοῦ δηλοῖ τὴν κύησιν τῶν καρπῶν, εἰς τρία διῃρη- μένην, εἰς τὴν καταβολὴν, καὶ τὴν ὑποδοχὴν, καὶ τὴν ἀνάδοσιν. Οὐ γὰρ παρὰ τὸ τὰς κῆρας ἔχειν πρὸς βορρᾶν, ὃ δηλοῖ τὰς ψυχὰς, κέκληται κύων, ἀλλὰ παρὰ τὸ κυεῖν, ἡ χορηγός (88) ὁ Πλούτων, ὅταν ἁρπάσῃ τὴν Κόρην. Αττις δὲ καὶ ᾿Αδωνις τῇ τῶν καρπῶν εἶεν αναλογία προσήκοντες. Αλλ' ὁ μὲν ῎Αττις τῶν κατὰ τὸ ἔαρ προφαινομένων ἀνθῶν, καὶ πρὶν τελεσιογονῆ σαι (89) διαρρεόντων. Ὅθεν καὶ τὴν τῶν αἰδοίων ἀποκοπὴν αὐτῷ προσανέθεσαν, μὴ φθασάντων ἐλθεῖν τῶν καρπῶν εἰς τὴν σπερματικὴν τελείωσιν· ὁ δὲ Αδωνις τῆς τῶν τελείων καρπῶν ἐκτομῆς σύμβολον. Ὁ δὲ Σειληνός σύμβολον τῆς πνευματικῆς κινήσεως, οὐκ ὀλίγα συμβαλλομένης τῷ παντί. Σύμβολα δέ ἐστι τὸ μὲν φίλανθον καὶ στιλπνὸν κατὰ τὴν κεφαλὴν τῆς εὐρανίου περιφορᾶς, ἡ δὲ περικειμένη κόμη τοῖς κάτω μέρεσιν αὐτοῦ ὑπόδειγμα τῆς προσγείου περὶ τον αέρα ταχύτητος. Ἐπεὶ δὲ τῆς καὶ μαντικῆς δυσ νάμεώς τις μέτοχος ἦν δύναμις, Θέμις μὲν κέκληται ἡ δύναμις, τῷ τὰ τεθειμένα καὶ ἑκάστῳ κείμενα λέ Σίνα μέν. κυνήν, ή χορηγός, παρὰ Κόρην, κόρον, τὸ κυεῖν τὴν γῆν, ᾗ χορηγός, οὗ χορηγός, τοῦ κυεῖν. λεσιογονεῖν τελεσσιγονεῖν. εὑρεσιο λογία ευρεσιλογία, PREPAR. EVANG. LIB. ita deinceps iste prosequitur: « id quod est, inquit, c D Alter quæ vera mihi lectio visa est. Orci enim galeain intelligit. Sane paulo post addit, canem aliud quoddam Plutonis symboium fuisse. dum videtur id est, qua, vel quatenus vimu can suppe litat. Plenius forte legi possit, C in terrena vi princeps atque primarium, Vesta no- minatur, cujus simulacrum virginea specie juxta focum excitari collocarique solet: quatenus autem fecunda vis illa est, eamdem uberumtenus mulie- bri forma expressam voluerunt. Et Opem quidem lapidosi ac montani, Cererem vero plani ejusdem- que feracis soli vim appellarunt. Nam Ceres cum cætera plane omnia cum Ope communia habeat, tum hoc ab illa difert, quod ipsa Proserpi- nam ex Jove, hoc est recentem et tenellum ex cremiorum ac cæterorum hujusmodi virgulto- rum seminibus ramum educat: quæ causa etiam est, quamobrem ipsius effigies spicis coronetur, ac papaveribus, quæ magnæ fecunditatis symbola sunt, ambiatur. » Hic rursum videsis, amabo, quemadmodum iste Opem illam, quæ, cum cætero- rum numinum, tum ipsius Jovis mater appellatur, deorsum in saxa terramque abjecerit, omniaque miscens atque confundens, eamdem illam fecerit quam Cererem, hoc tantum discrimine, quod Ce- res, inquit, Proserpinam ex Jove pariat, quomodo scilicet planum terræ solum ex cremiorum virgul- torumque seminibus recens ac novellum germen educit. Ecce tibi Jupiter in cremiorum etiam ac virgultorum semina commutatus. Verum, quæ sub- jungat, audiamus : . Et quoniam, inquit, eorum seminum, quæ terræ committuntur, vis quædam et eficacitas est, quam sol ad inferius hemisplærium progrediens, circa hiemale solstitium secum una deferat, Proserpina quidem vis illa est seminum conservatrix, Pluto vero sol, qui circa brumæ sol- stitium, sub terram commeans, latentem et igno- tum orbem circumeundo peragrat. Atque his Pro- serpinam rapuisse propterea dicitur, quam Ceres sub terra absconditam summo desiderio prosequa- tur. At vero fructuum vim, non eorum modo qui- bus ligni simile putamen est, sed etiam omniumi omnino qui ex plantis oriuntur, Bacchum appel- lant. Ac mihi tu eorum imagines contemplare. Nam Proserpina quidem symbola fert exsistentium supra terram a semente germinum Bacchus au- tem, cui communia sunt cum eadem Proserpina cornua, muliebri specie fingitur, ut vim illam, qua plantarum fructibus inest, ex mascula femineaque conflatam significet. Pluto ille præterea, qui Proser- pinam rapuit, galeam gestat, quæ latentem igno- tumque polum repræsentet: truncum item muti- lumque sceptrum, quo ejusdem in manes umbrasque imperium denotetur : canem denique habet, qui frugum designet procreationem, quæ tribus veluti partibus, semente facienda, eadem- vel potius nempe reperias; sape Forte ta- men o istud inseri aliquando possit, ut in pro supra. Sane infra, pag. eodem iterum modo scriptum reperitur. (87) Κύων. Mont., κύνα. E manuscr. alter, κυῶν, (83) Η χορηγός. Si nihil omnino deest, legen- (89) Τελεσιογονῆσαι. Haud temere verbum τε-
PG 21:207ἀναχθεῖεν αἱ πεντήκοντα Θεσπίου θυγατέρες καὶ τὸ τῶν λοιπῶν αἰχμαλωτίδων πλῆθος, αἷς τὸν Ἡρακλέα λόγος ἔχει μιγῆναι, ἐξ ὧν καὶ θνητοὶ παῖδες αὐτῷ γενόμενοι ἐπὶ μήκιστον τὴν τῶν γενῶν παρέτειναν διαδοχήν; τίς δ’ ἂν εἴη ὁ κένταυρος, οὗ τῷ αἵματι τὸν χιτῶνα μολύνασα ἡ Δηιάνειρα τὸν ἥλιον, ὥσπερ οὖν τὸν Ἡρακλέα, τῇ δεδηλωμένῃ περιβάλοι ἂν συμφορᾷ; ἀλλὰ γὰρ μηκέτ’ ἔστω ὁ ἥλιος αὐτοῖς Ἡρακλῆς, ἔστω δὲ Διόνυσος· καὶ τί ταῦτα πρὸς τὸν Διόνυσον; φαίη τις ἂν εἰκότως. τίς γὰρ ἡ τοῦτον γεννήσασα, εἴτε Σεμέλη τις λέγοιτο εἴτε Περσεφόνη; πῶς δ’ ἂν εἴη ὁ Διόνυσος ὁμοῦ καὶ ἥλιος καὶ ἡ κατὰ τοὺς ὑγροὺς καρποὺς καὶ τὰ ἀκρόδρυα βλαστῶσα δύναμις; τί δ’ ἂν γένοιτο τῶν συστρατευσαμένων αὐτῷ γυναικῶν τὸ πλῆθος; τίς δὲ καὶ ἡ τοῦ ἡλίου, ὥσπερ οὖν ἡ τοῦ Διονύσου, Ἀριάδνη; τί δὲ μᾶλλον οἴνου, οὐχὶ δὲ σίτου καὶ ὀσπρίων καὶ τῶν ἀπὸ γῆς ἁπάντων καρπῶν γένοιτ’ ἂν ὁ Διό-νυσος χορηγὸς ἐπὶ τὸν ἥλιον μεταγόμενος; εἰ δὲ καὶ Ἀσκληπιὸς πάλιν αὐτοῖς εἴη ὁ ἥλιος, πῶς οὗτος κεραυνοῦται ὑπὸ τοῦ Διὸς ῥυπαρᾶς ἕνεκεν αἰσχροκερδείας, κατὰ τὸν Βοιώτιον μελοποιὸν Πίνδαρον ὧδέ πως λέγοντα· Ἔτραπεν κἀκεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανείς ... χερσὶ δ’ ἄρα Κρονίων ῥίψας δι’ ἀμφοῖν ἀμπνοὰς στέρνων καθεῖλεν ὠκέως, αἴθων δὲ κεραυνὸς ἔσκηψε μόρον. τίνες δὲ καὶ οἱ ἐξ ἡλίου Ἀσκληπιάδαι, εἰς μακρὸν τοῦ βίου διαφυλαχθέντες καὶ θνητῶν ἀνδρῶν γένεσιν πᾶσιν ἀνθρώποις παραπλησίαν ὑποστησάμε-νοι; πλὴν ἀλλὰ πάλιν αὐτοῖς, ὥσπερ διὰ μηχανῆς, τὰς αἰσχρὰς καὶ μυθικὰς περὶ θεῶν διηγήσεις ἀποφεύγουσι πρὸς ἥλιον καὶ σελήνην καὶ τὰ λοιπὰ τοῦ κό-σμου μέρη ἀνατρέχοι ἂν ὁ λόγος. εἴ γε πῦρ μὲν ἦν αὐτοῖς ὁ Ἥφαιστος καὶ ἡ θερμὴ δύναμις, Ποσειδῶν δὲ ἡ ὑγρὰ οὐσία, Ἥρα δὲ ὁ ἀήρ, καὶ γῆ πάλιν ἡ μὲν ὄρειος καὶ πετρώδης Ῥέα, ἡ δὲ γόνιμος καὶ πεδινὴ Δημήτηρ καὶ Κόρη δὲ ἡ σπερματοῦχος καὶ Διόνυσος ἡ φυτευτικὴ τῶν ἀκροδρύων δύναμις καὶ ἥλιος Ἀπόλλων σὺν τοῖς κατειλεγμένοις, σελήνη δὲ ποτὲ μὲν Ἄρτεμις, ποτὲ δὲ Ἀθηνᾶ καὶ πάλιν Ἑκάτη καὶ Εἰλείθυια, οὐκοῦν πάλιν τὴν κτίσιν παρὰ τὸν κτίστην καὶ τὴν δημιουργίαν τοῦ παντός, ἀλλ’ οὐ τὸν δη-μιουργὸν θεολογοῦντες ἀπελέγχονται, λίαν ἐπισφαλῶς καὶ ἐπικινδύνως καὶ ἐπὶ κακῷ τῆς ἰδίας αὐτῶν κεφαλῆς. εἰ δὲ μὴ τὰ ὁρώμενα σώματα ἡλίου καὶ σελήνης καὶ ἄστρων μηδέ γε τὰ αἰσθητὰ μέρη τοῦ κόσμου φή-σουσι θεοποιεῖν, ἀλλὰ τὰς ἐν τούτοις ἀοράτους δυνάμεις αὐτοῦ δὴ τοῦ ἐπὶ πᾶσιν (ἕνα γὰρ ὄντα θεὸν παντοίαις δυνάμεσι τὰ πάντα πληροῦν καὶ διὰ πάντων διήκειν καὶ τοῖς πᾶσιν ἐπιστατεῖν ἀσωμάτως καὶ ἀφανῶς ἐν πᾶσιν ὄντα καὶ διὰ πάντων διήκοντα, καὶ τοῦτον εἰκότως διὰ τῶν δεδηλωμένων σέβειν φασί), τί δῆτα τοιγαροῦν οὐχὶ τὰς αἰσχρὰς καὶ ἀπρεπεῖς περὶ θεῶν μυθολογίας ὡς ἂν ἀθέσμους καὶ ἀσεβεῖς παραιτησάμενοι καὶ αὐτάς γε τὰς περὶ τούτων βίβλους ὡς δυσσεβῆ καὶ ἀκόλαστα περιεχούσας ἀφανεῖς ποιήσαντες, τὸν ἕνα καὶ μόνον καὶ ἀόρατον θεὸν γυμνῶς καὶ καθαρῶς καὶ ἄνευ τινὸς αἰσχρᾶς περιπλοκῆς ἀνυμνοῦσι; τοῦτο γὰρ δέον ἦν ποιεῖν τοῖς τἀληθὲς ἐπεγνω-κόσι, μηδὲ κατάγειν καὶ καταβάλλειν εἰς αἰσχρὰς καὶ ἐμπαθεῖς ἀρρητολογίας τὴν σεβάσμιον τοῦ θεοῦ πρόσρησιν· ἀλλὰ μηδ’ ἐν οἰκίσκοις καὶ σκότου μυχοῖς ἀνδρῶν τε οἰκοδομαῖς σφᾶς αὐτοὺς ἐναποκλείειν, ὡς ἔνδον εὑρήσοντας τὸν θεόν, μηδ’ ἐν ξοάνοις ἐξ ἀψύχου πεποιημένοις ὕλης τὰς θείας τιμᾶν οἴεσθαι δυνά-μεις μηδὲ μὴν γεώδεσιν ἀτμοῖς αἱμάτων καὶ λύθρου καὶ νεκρῶν ζῴων αἵ-μασι κεχαρισμένα τῷ θεῷ πράττειν νομίζειν. τούτων δὲ ἁπάντων, ὡς ἂν πλάνης δεσμῶν ἀπολυθέντας, χρῆν δήπου τοὺς σοφοὺς καὶ μετεωρολέσχας πᾶσιν ἀνθρώποις τῆς φυσικῆς θεωρίας ἀφθόνως κοινωνεῖν, μονονουχὶ γυμνῶς προκηρύττοντας ἅπασι μὴ τὰ φαινόμενα, τὸν δ’ ἀφανῆ δημιουργὸν τῶν φαινομένων μόνον ἀποθαυμάζειν καὶ τὰς ἀοράτους αὐτοῦ καὶ ἀσωμάτους δυνάμεις ἀοράτως καὶ ἀσωμάτως θρησκεύειν, οὐ πῦρ ἅψαντας οὐδέ γε κριὸν καὶ ταῦρον θυσαμένους, ἀλλ’ οὐδὲ στεφάνοις καὶ ξοάνοις καὶ ναῶν ἀνοικοδομαῖς τὸ θεῖον τιμᾶν οἰομένους, λογισμοῖς δὲ κεκαθαρμένοις καὶ δόγμασιν ὀρθοῖς καὶ ἀληθέσι τοῦτο πράττοντας, ἐν ἀπαθείᾳ ψυχῆς καὶ τῇ πρὸς αὐτὸν κατὰ τὸ δυνατὸν τῆς ἀρετῆς ὁμοιώσει. ἀλλ’ οὐδείς γε πώποτε, οὐ βάρβαρος, οὐχ Ἕλλην, πᾶσιν ἀνθρώποις ταύτης κατῆρξεν τῆς ἀληθείας ἢ μόνος ὁ ἡμέ-τερος σωτήρ· ὃς δὴ τῆς παλαιᾶς πλάνης πᾶσι τοῖς ἔθνεσιν ἀποφυγὴν προκηρύ-ξας τοῖς πᾶσιν ἀφθόνως εὕρετο τὴν πρὸς τὸν ἀληθῆ καὶ μόνον τῶν ὅλων θεὸν ἐπιστροφήν τε καὶ εὐσέβειαν· οἱ δὲ τηνάλλως σοφοὶ τοῦ βίου τὴν ἀνωτάτω φιλοσοφίαν αὐχήσαντες, ᾗ φησιν ὁ θεῖος ἀπόστολος· γνόντες θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φήσαντες γοῦν εἶναι σοφοὶ ἐμωράνθησαν καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. ια. ΟΤΙ ΤΑΣ ΜΥΘΙΚΑΣ ΠΕΡΙ ΘΕΩΝ ΔΙΗΓΗΣΕΙΣ ΑΥΤΟΙ ΔΙΑ ΤΩΝ ΟΙΚΕΙΩΝ ΧΡΗΣΜΩΝ ΟΙ ΑΥΤΩΝ ΘΕΟΙ ΚΥΡΟΥΝΤΕΣ ΑΠΕΛΕΓΧΟΝΤΑΙ ΕΝΑΝΤΙΑ ΠΡΑΤΤΟΝΤΕΣ ΤΟΙΣ ΦΙΛΟΣΟΦΟΙΣ Μετὰ γοῦν τὴν μακρὰν καὶ πολλὴν φιλοσοφίαν καὶ μετὰ τὰς σεμνὰς μετεωρολογίας καὶ φυσιολογίας, ἄνωθέν ποθεν ὡς ἀφ’ ὑψηλοτάτης ἀκρωρείας καταπίπτοντες σὺν τοῖς πλήθεσι κατεσύροντο καὶ τῇ τῶν παλαιῶν πολυθέῳ πλάνῃ συνεφύροντο, τὰ τοῖς πολλοῖς ὅμοια διὰ τοῦ θύειν καὶ τοῖς ξοάνοις προσπίπτειν δοξάζειν ὑποκρινόμενοι αὔξοντές τε καὶ ἐπὶ μᾶλλον κρατύνον-τες τὴν δημώδη τῶν μυθικῶν διηγημάτων περὶ θεῶν ὑπόληψιν. πῶς οὖν οὐκ ἂν εἶεν τοῖς πᾶσι πρόδηλοι σεμνολογούμενοι μὲν ταῖς φυσιολογίαις καὶ μέχρι λόγων τὰ αἰσχρὰ καλλωπίζοντες τῇ παρατροπῇ τῆς ἀληθείας, ἔρ-γοις δ’ αὐτοῖς τὴν μυθικὴν συνιστῶντες πλάνην καὶ τὴν πάνδημον δεισιδαιμο-νίαν; καὶ οὐδέπω τοῦτο θαυμαστόν, ὅτε καὶ αὐτοὺς ἀναγράφουσι τοὺς ἑαυτῶν θεοὺς ταῖς περὶ αὐτῶν συμφερομένους θεολογίαις. ἄκουε γοῦν ὅπως ὁ Ἀπόλλων αὐτὸς περὶ ἑαυτοῦ διδάσκει ὕμνον, ὃν εἰς ἑαυτὸν ἐξέδωκεν, ὁμο-λογῶν ἐν Δήλῳ τῇ νήσῳ ὑπὸ Λητοῦς γεγενῆσθαι, καὶ πάλιν ὁ Ἀσκληπιὸς ἐν Τρίκκῃ, ὡς καὶ Ἑρμῆς τετέχθαι ὁμολογῶν ἀπὸ τῆς Μαίας. γράφει δὲ ὁ Πορφύριος καὶ ταῦτα ἐν οἷς ἐπέγραψε Περὶ τῆς ἐκ λογίων φιλοσοφίας, ἔνθα καὶ τῶν χρησμῶν ἐμνημόνευσεν ὧδέ πως ἐχόντων· ὦ μέγα πᾶσιν χάρμα βροτοῖσιν ἀπὸ σᾶς ἱερῶν ματέρος ἁγνᾶς προθορὼν τοκετῶν. οἷς ἐπιλέγει· ἀλλ’ ὅτε Λατὼ ὠδὶς ἱερὰ λάζυτο πᾶσαν, ὀροθυνομένων διδύμων τοκετῶν ἔνδοθι σηκῶν, ἵστατο μὲν γαῖ’, ἵστατο δ’ ἀήρ, πάγνυτο νᾶσος, πάγνυτο κῦμα· ἀνὰ δ’ ἐξέθορες, μάντι Λυκωρεῦ, τοξότα Φοῖβε, κατὰ χρησμολάλων βασιλεῦ τριπόδων. καὶ ὁ Ἀσκληπιὸς πάλιν περὶ ἑαυτοῦ· Τρίκκης ἐξ ἱερῆς ἥκω θεός, ὅν ποτε μήτηρ Φοίβῳ ὑπευνηθεῖσα κυεῖ σοφίης βασιλῆα, ἴδριν ἰητορίης Ἀσκληπιόν· ἀλλὰ τί πεύθῃ; ὁ δ’ Ἑρμῆς φησιν· ὃς δ’ ἐγώ, ὃν καλέεις· Ζηνὸς καὶ Μαιάδος υἱὸς Ἑρμείης· προβέβηκα λιπὼν ἀστραῖον ἄνακτα. καὶ τὸ εἶδος δὲ ἑαυτῶν ὑπογράφουσιν τοῦ σχήματος, ὥσπερ ὁ Πὰν καὶ αὐτὸς ἐν χρησμοῖς περὶ ἑαυτοῦ τάδε λέγει διδάσκων· Εὔχομαι βροτὸς γεγὼς Πανὶ συμφύτῳ θεῷ,
PG 21:215δισσοκέρατι, δισσόποδι, τραγοσκελεῖ, τρυφῶντι. ταῦτα ἐν ἀπορρήτοις τῆς ἐκ λογίων φιλοσοφίας ὁ δηλωθεὶς ἀνὴρ τέθειται. οὐκέτ’ ἄρα ὁ Πὰν σύμβολον ἦν τοῦ παντός, δαίμων δ’ ἂν εἴη τις τοιοῦτος οἷος καὶ ὑπογέγραπται ὁ καὶ τὸν χρησμὸν ἐκδούς· οὐ γὰρ δὴ τὸ πᾶν καὶ ὁ σύμ-πας κόσμος ἔχρησεν τὰ προκείμενα. τούτου τοιγαροῦν τοῦ δαίμονος, ἀλλ’ οὐ τοῦ παντὸς τὴν εἰκόνα ἐκτυπώσαντες ἄνδρες τὸ προγεγραμμένον ἐμιμήσαντο σχῆμα. καὶ ὁ Ἑρμῆς δὲ πῶς ἂν νοοῖτο πάντων ποιητικός τε καὶ ἑρμηνευτικὸς λόγος, μητέρα Μαῖαν τὴν Ἄτλαντος ὁμολογῶν ἐσχηκέναι τήν γε περὶ αὐτοῦ λεγομένην μυθολογίαν, ἀλλ’ οὐ φυσιολογίαν ἐγκρίνας; οὕτω καὶ ὁ Ἀσκληπιὸς πῶς ἂν μετάγοιτο εἰς ἥλιον, πατρίδα τὴν Τρίκκην ἐπιγραφό-μενος καὶ ἀπὸ θνητῆς ὁμολογῶν γεγονέναι μητρός; πῶς δὲ ἥλιος ὢν αὐτὸς τοῦ ἡλίου πάλιν υἱὸς ἀποφανθείη; ἐπεὶ καὶ τὸν αὐτοῦ πατέρα τὸν Φοῖβον οὐκ ἄλλον εἶναι τοῦ ἡλίου ἐφυσιολόγησαν. ἐξ ἡλίου δὲ καὶ θνητῆς γυναικὸς φάναι αὐτὸν πῶς οὐ πάντων καταγελαστότατον; ἐπεὶ καὶ αὐτὸν τὸν πατέρα ἥλιον, ὃν δὴ Ἀπόλλωνά φασιν εἶναι, πῶς εἰκὸς ἐν Δήλῳ γεγενῆσθαι τῇ νήσῳ ὑπὸ θνητῆς πάλιν μητρὸς τῆς Λητοῦς; ἐνταῦθά μοι τήρει ὁπόσους Ἕλ-ληνες θεοὺς γεννητοὺς γυναικῶν ἐθεολόγησαν, εἰς παράθεσιν, εἴ ποτε πει-ρῷντο σκώπτειν τὴν τοῦ ἡμετέρου σωτῆρος γένεσιν, καὶ ὅτι οὐ ποιητῶν εἰσι φωναί, ἀλλ’ αὐτῶν τῶν θεῶν αἱ προκείμεναι σημειώσεις. ιβ. ΟΤΙ ΚΑΙ ΤΑΣ ΤΩΝ ΦΙΛΟΣΟΦΩΝ ΘΕΩΡΙΑΣ ΒΕΒΑΙΟΥΣΙ ΔΙΑ ΤΩΝ ΧΡΗΣΜΩΝ ΕΝΑΝΤΙΩΣ ΤΟΙΣ ΠΕΡΙ ΑΥΤΩΝ ΜΥΘΟΙΣ ΑΛΛΗΓΟΡΟΥΝΤΕΣ Ποιητῶν μὲν οὖν, ὥς φασι, μύθους περὶ θεῶν πλαττομένων, φιλοσό-φων δὲ φυσιολογούντων χρῆν δήπου εἰκότως τῶν μὲν καταφρονεῖν, τοὺς δὲ θαυμάζειν ὡς φιλοσόφους καὶ μᾶλλον τῶν ποιητικῶν λήρων τὰς τῶν κρειττό-νων ἐκδέχεσθαι πιθανολογίας. θεῶν δ’ αὖ πάλιν καὶ φιλοσόφων εἰς ἅμιλλαν κατιόντων καὶ τῶν μὲν ἐν χρησμοῖς τὰ καθ’ ἑαυτούς, ὡς ἂν μᾶλλον εἰδότων, ἀκριβῶς διδασκόντων, τῶν δὲ εἰς ἀσυμφώνους καὶ ἀναποδείκτους εὑρησιλογίας τὰς περὶ ὧν μὴ ἴσασιν ὑπονοίας περιτρεπόντων, τίσιν αἱρεῖ λόγος πείθεσθαι; ἢ τοῦτο οὐδ’ ἐρωτᾶν ἄξιον; εἰ δὴ οὖν ἀληθεύουσιν οἱ θεοὶ κυροῦντες τὰς περὶ ἑαυτῶν ἀνθρωποπαθείας, ψευδεῖς ἂν εἶεν οἱ ἀθετοῦντες αὐτάς· εἰ δὲ τῶν φιλοσόφων ἀληθεῖς αἱ φυσιολογίαι, ψευδεῖς γένοιντ’ ἂν αἱ τῶν θεῶν μαρτυρίαι. ἀλλὰ καὶ αὐτός, εἴποι τις ἄν, ὁ Ἀπόλλων ἔφη που ἐν χρη-σμοῖς ἐρωτηθεὶς περὶ ἑαυτοῦ ὅστις εἴη· Ἥλιος, Ὧρος, Ὄσιρις, ἄναξ Διὸς υἱὸς Ἀπόλλων, ὡρῶν καὶ καιρῶν ταμίης ἀνέμων τε καὶ ὄμβρων, ἠοῦς καὶ νυκτὸς πολυάστερος ἡνία νωμῶν, ζαφλεγέων ἄστρων βασιλεὺς ἡδ’ ἀθάνατον πῦρ. οὐκοῦν οἱ αὐτοὶ καὶ τοῖς τῶν ποιητῶν μύθοις καὶ ταῖς τῶν φιλοσόφων ὑπονοί-αις συμφέρονται, μαχομένοις συνιστάμενοι. εἰ γὰρ μητέρας ἐπιγράφονται θνητὰς καὶ πατρίδας τὰς ἐπὶ γῆς ὁμολογοῦσιν, πῶς ἂν εἶεν οἵους φυσιολο-γοῦσιν; ἔστω γὰρ ὁ Ἀπόλλων ἥλιοςπάλιν γὰρ ἄνω καὶ κάτω εἰς τὰ αὐτὰ περιτρέχων αὐτοῖς ἁλώσεται ὁ λόγοςπῶς οὖν ἡ Δῆλος, ἡ κατὰ θάλατταν εἰσέτι νῦν προφαινομένη νῆσος, γένοιτ’ ἂν τοῦ ἡλίου πατρὶς καὶ μήτηρ ἡ Λητώ; ταυτὶ γὰρ ἀρτίως ἐκύρουν ὡς ἀληθῆ γε ὄντα οἱ αὐτοῦ χρη-σμοί. πῶς δὲ καὶ τοῦ Ἀσκληπιοῦ θνητοῦ ἀνδρὸς τὴν φύσιν γένοιτ’ ἂν ὁ ἥλιος πατήρ, ἐκ θνητῆς αὐτὸν γυναικὸς πεποιημένος; ἀλλὰ παρείσθω ταῦτα. ιγ. ΟΤΙ ΤΩΝ ΑΔΥΝΑΤΩΝ ΠΕΦΥΚΕΝ ΤΑ ΜΕΡΗ ΤΟΥ ΚΟΣΜΟΥ Η ΤΑΣ ΘΕΙΑΣ ΔΥΝΑΜΕΙΣ ΓΟΗΤΙΚΑΙΣ ΑΝΑΓΚΑΙΣ ΚΑΘΕΛ-ΚΕΣΘΑΙ ΚΑΙ ΔΙΑ ΧΡΗΣΜΩΝ ΤΟΙΣ ΕΡΩΤΩΣΙ ΘΕΣΠΙΖΕΙΝ Τοῦ δὲ χρησμοῦ τὸ ψεῦδος καὶ ἄλλως ἔστιν ἀπελέγχειν. οὐ γὰρ δὴ ὁ ἥλιος οὐρανόθεν αὐτοῖς καταβάς, ἔπειτα τὸν δοχέα πληρώσας τὸν χρησμὸν ἀπεφοίβαζεν, ἐπεὶ οὔτε δυνατὸν οὔτε θέμις ἀνάγκαις ἀνθρώπων τὸν τηλι-κοῦτον ὑποτάττεσθαι φωστῆρα· ἀλλ’ οὐδ’ εἰ φαῖεν τὴν ἐν αὐτῷ θείαν καὶ νοερὰν δύναμιν, ὅτι μηδὲ ταύτης γένοιτ’ ἄν ποτε δεκτικὴ ἀνθρωπεία ψυχή. ὁ δ’ αὐτὸς ἂν εἴη λόγος καὶ ἐπὶ σελήνης. εἰ γὰρ τὴν Ἑκάτην αὐτὴν εἶναι φή-σουσιν καί πως ἀνάγκαις ἀνθρώπων καθέλκεθαι καὶ διὰ τοῦ δοχέως χρᾶν εἴς τε ἐρωτικὰς καὶ αἰσχρὰς διακονίας παραλαμβάνεσθαι αὐτὴν ἀρχηγὸν οὖσαν τῶν πονηρῶν δαιμόνων, εἰκὸς ἂν εἴη τὴν Ἑκάτην ταῦτα πράττειν· ὃ καὶ ὁ αὐτὸς ὁμολογεῖ συγγραφεύς, ὡς κατὰ καιρὸν ἀπελέγξομεν. πῶς δὲ ὁ Πλούτων καὶ ὁ Σάραπις εἰς τὸν ἥλιον δυνατοὶ ἂν εἶεν φυσιολογεῖσθαι, ὅτε τὸν ἄρχοντα τῶν πονηρῶν δαιμόνων ὁ αὐτὸς πάλιν ἀποφαίνεται τὸν Σάραπιν εἶναι τὸν αὐτὸν τῷ Πλούτωνι; καὶ χρησμοὺς δὲ τοῦ Σαράπιδος ἐγγράφων πῶς ἂν δύναιτο τοῦ ἡλίου λέγειν αὐτοὺς εἶναι; ἀλλὰ γὰρ ἐξ ἁπάντων τούτων λείπεται μηδὲν μὲν ἀληθὲς φέρειν ὁμολογεῖν τὰς δηλω-θείσας φυσιολογίας, σοφίσματα δ’ εἶναι σοφιστῶν ἀνδρῶν καὶ εὑρησι-λογίας· ιδ. ΟΤΙ ΔΑΙΜΟΝΙΚΗΣ ΕΝΕΡΓΕΙΑΣ ΠΑΝΤΑ ΤΑ ΤΟΙΑΔΕ ΤΥΓΧΑΝΕΙ τούς γέ τοι τῶν χρησμῶν ὑπηρέτας ἀληθεῖ λόγῳ φάσκειν δαίμονας εἶναι φαύλους, ἐπ’ ἀνθρώπων ἀπάτῃ τὰ ἀμφότερα παίζοντας καὶ τοτὲ μὲν συντιθεμένους ταῖς μυθικωτέραις περὶ αὐτῶν ὑπολήψεσιν ἐπὶ τῇ πανδήμῳ πλάνῃ, τοτὲ δὲ τὰ τῆς φιλοσόφου γοητείας ἐπικυροῦντας ἐπὶ τῇ καὶ τούτων ἐπιτριβῇ καὶ φυσιώσει· ὥστε πανταχόθεν ἁλίσκεσθαι μηδὲν αὐτοὺς ἀληθεύειν. Τοσούτων ἡμῖν εἰρημένων καιρὸς ἤδη μεταβάντας τὸ τρίτον εἶδος ἐπελθεῖν τῆς Ἑλλήνων θεολογίας, ὃ δή φασιν εἶναι πολιτικόν τε καὶ νόμιμον. μάλιστα γὰρ ἱκανὸν τοῦτο πρὸς ἔκπληξιν τῶν πολλῶν εἶναι νενόμισται διά τε τὰ θρυλούμενα μαντεῖα καὶ τὰς διὰ χρησμῶν ἀκέσεις τε καὶ θεραπείας τῶν πεπονθότων σωμάτων τάς τε κατά τινων ἐπισκήψεις. ὧν δὴ καὶ διὰ πείρας ἐλθεῖν φάσκοντες εὖ μάλα πεπείκασιν ἑαυτοὺς μὲν εὐσεβοῦντας εἰς τοὺς θεοὺς δίκαια πράττειν, ἡμᾶς δὲ τὰ μέγιστα ἀσεβεῖν τὰς οὕτως ἐμφανεῖς καὶ εὐεργετικὰς δυνάμεις μὴ ταῖς προσηκούσαις θεραπείαις τι-μῶντας. καὶ πρὸς ταῦτ’ οὖν ἑτέραν λόγου ἀρχὴν ἀναλαβόντες ὑπαντήσωμεν.
Α θρώπειον γένος προτιμᾷν, ᾧ ταῦτα πρὸς χρῆσιν καὶ Κόρην, κόρον, γρ. περιβάλοι. τροφὴν ὁ τῶν ὅλων δημιουργὸς Θεὸς ὑπεστήσατο; Μεταβὰς δὲ ἐκ τούτων, καὶ τὰ λοιπὰ κατὰ τὸν ὅμοιον τρόπον τῆς γενναίας ἀπελέγξεις φυσιολογίας, εὐλό γως τῆς ἀναισχυντίας επιμεμψάμενος τοῖς, φέρε (5), τὸν ἥλιον αὐτὸν εἶναι τὸν Ἀπόλλω, καὶ πάλιν τὸν Ἡρακλέα, καὶ αὖθις τὸν Διόνυσον, καὶ τὸν Ἀσκλη πιὸν ὁμοίως ἀποφηναμένοις. Πῶς γὰρ ὁ αὐτὸς πατὴρ ἂν γένοιτο καὶ υἱὸς, Ασκληπιὸς ὁμοῦ καὶ Ἀπόλλων; Πῶς δὲ πάλιν εἰς Ἡρακλέα μετενεχθείη, εἰ δὴ ἐκ Ανητής γυναικὸς τῆς Ἀλκμήνης ὁ Ἡρακλῆς αὐτοῖς ὁμολογεῖται ; Πῶς δ᾽ ἂν ἐμμανής γένοιτο, καὶ σφά ξειε τοὺς ἑαυτοῦ παῖδας ὁ Ἥλιος; ὅτι δὴ καὶ ταῦτα προσαναγέγραπται τῷ Ηρακλεῖ. ᾿Αλλὰ τοὺς ἄθλους ἐπιτελοῦντα τοὺς δώδεκα τὸν Ἡρακλέα τῆς κατ' οὐ ρανὸν διαιρέσεως τοῦ ζωδιακού κύκλου, ὅν φασι τὸν ἥλιον περιπολεῖν, τὸ σύμβολον φέρειν. Τίς οὖν ἔτι γένοιτ᾽ ἂν Ευρυσθεύς, ὁ τῷ Ἡλίῳ ὥσπερ οὖν τῷ Ἡρακλεῖ, τοὺς ἄθλους ἐκτελεῖν ἐπιτάττων; Πῶς δὲ ἐπὶ τὸν Ἥλιον ἀναχθεῖεν αἱ πεντήκοντα Θεστίου θυ γατέρες, καὶ τὸ τῶν λοιπῶν αἰχμαλωτίδων πλῆθος, αἷς τὸν Ἡρακλέα λόγος έχει μιγήναι ; ἐξ ὧν καὶ θνη τοὶ παῖδες αὐτῷ γενόμενοι ἐπιμήκιστον τὴν τῶν γε- νῶν παρέτειναν διαδοχήν. Τίς δ' ἂν εἴη ὁ κένταυρος. οὗ τῷ αἵματι τὸν χιτῶνα μολύνασα ἡ Δηιάνειρα, τὸν Ἥλιον, ὥσπερ οὖν τὸν Ἡρακλέα, τῇ δεδηλωμένη περιβάλλο: - ἂν συμφορᾷ; ᾿Αλλὰ γὰρ μηκέτ' ἔστω ὁ Ἥλιος αὐτοῖς Ἡρακλῆς· ἔστω δὲ Διόνυσος καὶ ταῦτα πρὸς τὸν Διόνυσον φαίη τις ἂν εἰπ κότως· τίς γὰρ ἡ τοῦτον γεννήσασα; εἴτε Σελήνη τις λέγοιτο, εἴτε Περσεφόνη. Πῶς δ᾽ ἂν εἴη ὁ Διόνυσος ὁμοῦ καὶ Ἥλιος, καὶ ἡ κατὰ τοὺς ὑγροὺς καρπούς, καὶ τὰ ἀκρόδρυα βλαστῶσα δύναμις ; Τί δ' ἂν γένοιτο τῶν συστρατευσαμένων αὐτῷ γυναικῶν τὸ πλῆθος ; Τίς δὲ καὶ ἡ τοῦ Ἡλίου, ώσπεροῦν ἡ τοῦ Διονύ σου, 'Αριάδνη; Τί δὲ μᾶλλον οἴνου, οὐχὶ δὲ σίτου καὶ ὀσπρίων, καὶ τῶν ἀπὸ γῆς ἁπάντων καρπῶν γέ- νοιτ' ἂν χορηγὸς ὁ Διόνυσος ἐπὶ τὸν Ἥλιον μεταγό μενος; Εἰ δὲ καὶ Ἀσκληπιὸς αὐτοῖς πάλιν εἴη δ Ηλιος, πῶς οὗτος ὑπὸ τοῦ Διὸς κεραυνοῦται ῥυπα- ρᾶς ἔνεκεν αἰσχροκερδείας, κατὰ τὸν Βοιώτιον μελο ποιὸν Πίνδαρον ὧδέ πως λέγοντα φέρε εἰπεῖν, μικροῦ εἰ ὀλίγου, μικροῦ δεῖν, ὀλίγου δεῖν, ελλειπτικούς λόγους. Φέρε· οἷον ὑπόθου, ἄγε οὖν. οἷον ὑπόθου· οἷον ὑπόθου, τὸ φέρε τοῦ φέρε εἰπεῖν, αλλά. Φέρε εἰπεῖν, ἀλλ' ὑπερήφανός εἰμι, καὶ διὰ βαρύτητα επαχθής. Αt απ EUSEBII CESARIENSIS OPP. PARS II. — APOLOGETICA. B - quædam, id est oblivio, nuncupetur, partim quod sentiendi vis, ut aiunt, somni tempore nulla sit, partim quod animis illis, quos infra lunam pro- creari contingit, oblivio comitetur : qui ergo Geri potest, ut solis ac lunæ mater oblivio sit, Apolline ac Diana Latonæ liberis in solem lunamque tra- ductis ? Jam cur tanquam Deum aut Opem aut Ce- rerem venerari oporteat, si altera quidem lapidosi ac montani, altera vero plani patentisque soli sym- bolum quoddam esse dicatur? Qua ratione hoc est Proserpinam, quam ipsi satietatein interpretantur, venerando illo nomine appellandam esse opinentur ? Cur item Bacchum, Attin et Adonin divino cultu prosequendos esse conten- dunt, quos modo vim seminalem, ac fructuum eo- rum, quibus ligni simile putamen est, modo vel florum, qui primo vere cum excludantur, necdum integro maturoque fructu decidunt, vel messis fru- ctuum maturorum symbola nuncupant; nec, quod longe verius erat, humanum ipsum genus rebus iis, quas universi conditor Deus eo tantum esse voluit, ut ei ad usum et alimentum in promptu essent, æstimatione anteponunt? Ex his, si ad reliqua de- scendere lubeat, quidquid ex præclara physiologia superest, similem in modum facile coargues, adeo- que homines istus impudentiae jure postulabis, qui unum eumdem Solem, ut hoc præcipue seligam, non Apollinem modo, sed etiam Herculem, et Bac- chum, et sculapium esse statuerunt. Nam quo- modo pater idem fuerit simulque filius, Apollo, in- quam, et Esculapius? Quomodo ipse ad Hercu- lem traducatur, cum Alcmena matre mortali uti- que muliere natum ipsimet Herculem esse fatean- tur? Quomodo Sol in furorem actus liberos suos jugularit? nam utrumque sane Herculi attribuitur. At Herculem nimirum, qui duodecim illa certamina confecerit, Zodiaci circuli, quem solem aiunt sua conversione lustrare, in duodecim animantia di- visionem repræsentare dictitant. Quem ergo nobis Eurystheum assignabunt, qui Solem, quemadmo• dum et Herculem, ejusmodi certamina conficere jubeat ? Quomodo autem quinquaginta Thestiæ fi- liæ, ac reliquum captivarum vulgus, quibuscum rem habuisse Herculem fama est, ad Solem ipsum re- ferentur ? Quibus ex omnibus suscepti ab eo liberi gentis suæ seriem longissimo tempore propagarint. Quem porro nobis centaurum fingent, cujus sanguine infectum a Dejanira indusium Solem, veluti Herculem in aecantatam illam calamitatem induerit? At demus enin istis, Solem non amplius esse Herculem, Bacchum esse. Non absimilia profecto circa Bacchum objicere quivis merito possit. Pri mum cnim, qua matre genitum Bacchum esse dicent ? Luna, an Proserpina, susque deque. Nam • C ac reddidi, ut hoc præcipue seligam. Sic enim haud dubie sumitur, pro hoc est, verbi gra- tis, quemadmodum pro passim usurpantur, ut alios omit tam Rarus tamen iste est hujus vocis usus, et subobscure tantum a Suida indica- tus, dum ita scribit : Distinguendum, opinor, ab distinctæ enim, licet alines, duæ illæ acceptiones : est esempli gratia ; pone, finge hoc esse vel dici. Nec minus distinguendum videtur aye ab o,quia D etiamsi pro utroque conjuncto sumi possit, polest tamen et pro utroque seorsim. Obiter etiam notandus est usus ille quem habet interdum initio periodi, pro at enim, at forte, at vero, an vero ? ac fere cum Dionys. Halicarn. lib. iv, sic usurpat, ubi Servius Tullius, refutatis criminibus aliis quæ sibi a Tarquinio objici po- tuissent, ita pergit : fortassis arro- gans sum, et propter morum acerbitatem gravis ae molestus; vel, cum interrogatione : An vero ? forte ? (5) Φέρε. Hanc vocem duabus inclusi virgulis,
Book IVLiber Quartus
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 21:219Δ ΤΑΔΕ ΤΟ ΤΕΤΑΡΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕ-ΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ α. Προοίμιον περὶ τῶν κατὰ πόλεις χρηστηρίων καὶ ὧν μάλιστα διατεθρύληται τὰ μαντεῖα ἐν παραδόξοις δαιμόνων ἐπιφανείαις, τίνι τε λόγῳ καὶ τούτων κατεφρο-νήσαμεν β. Ὅτι τοῖς θέλουσιν εὐχερὲς ἀποφῆναι πλάνην εἶναι τὴν περὶ τῶν χρηστηρίων ἐπαγ-γελίαν καὶ γοήτων ἀνδρῶν ῥᾳδιουργίαν γ. Ὅτι ἀσύστατος αὐτῶν ἡ μαντικὴ καὶ τὰ πολλὰ ψευδομένη, καὶ ὅτι ἄχρηστος αὐτῶν καὶ ἐπιβλαβὴς ἡ πρόρρησις δ. Ὅτι μεγίστων ἡμᾶς κακῶν τούτων αὐτῶν ἠλευθέρωσεν ἡ τοῦ σωτῆρος ἡμῶν εὐαγ-γελικὴ διδασκαλία ε. Τίς ἡ διαίρεσις τῆς καθ’ Ἕλληνας θεολογίας 2. Ὅτι μὴ ἀφ’ ἑαυτῶν, ἀλλ’ ἐκ Ἑλληνικῶν παραθέσεων μαρ-τυρίας πιστούμεθα ζ. Περὶ τῶν κατὰ τοὺς χρησμοὺς ἀπορρήτων ἐκ τῆς Ἑλληνικῆς παραθέσεως η. Ὅρκος περὶ τῶν λεχθησομένων θ. Ὅτι οὐ χρὴ τὰ λεχθησόμενα εἰς πάντας ἐκφέρειν ι. Ὅπως θεραπεύειν διὰ θυσιῶν ὁ Ἀπόλλων προστάττει τοὺς θεούς ια. Ὅτι οὐκ ἂν εἶεν θεοὶ οἱ ταῖς διὰ ζῴων θυσίαις χαίροντες ιβ. Ὅτι οὐδὲν τῶν αὐτὸ γῆς χρὴ τῷ ἐπὶ πάντων θεῷ οὔτε θυμιᾶν οὔτε θύειν
PG 21:227ιγ. Ὅτι οὐδὲ ταῖς θείαις δυνάμεσι τῶν ἀπὸ γῆς τι θύειν ἢ θυμιᾶν προσήκει ιδ. Ἔτι περὶ τοῦ μὴ χρῆναι τῷ ἐπὶ πάντων θεῷ τῶν ἀπὸ γῆς τι προσφέρειν ιε. Ὅτι παράνομόν ἐστι καὶ βλαβερὸν καὶ ἄδικον καὶ ἀνόσιον τὸ θύειν ζῷα θεοῖς καὶ ὅτι κατάραις ὑποβεβλημένον ι. Ὅτι τὰ θυόμενα παρ’ αὐτοῖς δαίμοσιν, ἀλλ’ οὐ θεοῖς θύεται ιζ. Περὶ τῆς παλαιᾶς ἀνθρωποθυσίας καὶ ὅτι μετὰ τὴν εὐαγγελικὴν διδασκαλίαν κατελύθη ιη. Ὅτι πονηροῖς δαίμοσιν ἀνέκειτο πᾶσα ἡ τῶν ἐθνῶν θεολογία ιθ. Ὅτι μὴ δεῖ τοῖς πονηροῖς δαίμοσι θύειν κ. Ὅπως ἀνακεῖσθαι δεῖ τῷ ἐπὶ πάντων θεῷ κα. Ὡς ὁ Ἀπόλλων τῷ πονηρῷ δαίμονι προστάττει θύειν κβ. Ὡς οὐδεὶς ἄλλος τῶν ἐξ αἰῶνος ἢ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν τὸ τῶν ἀνθρώπων γένος τῆς δαιμονικῆς ἠλευθέρωσεν πλάνης κγ. Τίς ὁ τρόπος τῆς δαιμονικῆς ἐνεργείας κδ. Περὶ τῶν πονηρῶν διαμόνων, καὶ τίνες ποτ’ εἰσὶν αὐτῶν οἱ ἄρχοντες Δ α. ΠΡΟΟΙΜΙΟΝ ΠΕΡΙ ΤΩΝ ΚΑΤΑ ΠΟΛΕΙΣ ΧΡΗΣΤΗΡΙΩΝ ΚΑΙ ΩΝ ΜΑΛΙΣΤΑ ΔΙΑΤΕΘΡΥΛΗΤΑΙ ΤΑ ΜΑΝΤΕΙΑ ΕΝ ΠΑΡΑΔΟΞΟΙΣ ΔΑΙΜΟΝΩΝ ΕΠΙΦΑΝΕΙΑΙΣ· ΤΙΝΙ ΤΕ ΛΟΓΩ ΚΑΙ ΤΟΥΤΩΝ ΚΑΤΕΦΡΟΝΗΣΑΜΕΝ Τὸ τρίτον εἶδος τῆς πολυθέου πλάνης, ἀφ’ ἧς δυνάμει καὶ εὐεργεσίᾳ τοῦ λυτρωτοῦ καὶ σωτῆρος ἡμῶν ἠλευθερώθημεν, ἐν τετάρτῳ τούτῳ συγ-γράμματι τῆς Εὐαγγελικῆς Προπαρασκευῆς καιρὸς ἀπελέγξαι καλεῖ. ἐπειδὴ γὰρ τὸ πᾶν τῆς θεολογίας αὐτῶν εἶδος εἰς τρία γενικώτερον διαι-ροῦσιν, εἴς τε τὸ μυθικὸν ὑπὸ τῶν ποιητῶν τετραγῳδημένον καὶ εἰς τὸ φυσικὸν τὸ δὴ πρὸς τῶν φιλοσόφων ἐφευρημένον εἴς τε τὸ πρὸς τῶν νόμων διεκδικούμενον ἐν ἑκάστῃ πόλει καὶ χώρᾳ πεφυλαγμένον, τούτων δὲ μέρη δύο ἤδη πρότερον διὰ τῶν πρὸ τούτου συγγραμμάτων ἡμῖν ἐξήπλωται, τό τε ἱστορικόν, ὃ δὴ μυθικὸν ἀποκαλοῦσιν, καὶ τὸ ἐπαναβεβηκὸς τοὺς μύ-θους, ὃ δὴ φυσικὸν ἢ θεωρητικὸν ἢ ὅπη ἄλλῃ χαίρουσι προσαγορεύοντες, καιρὸς ἂν εἴη τὸ τρίτον ἐπὶ τοῦ παρόντος διελθεῖν. τοῦτο δέ ἐστι τὸ κατὰ πόλεις καὶ χώρας συνεστώς, πολιτικὸν αὐτοῖς προσηγορευμένον· ὃ καὶ μά-λιστα πρὸς τῶν νόμων διεκδικεῖται, ὡς ἂν παλαιὸν ὁμοῦ καὶ πάτριον καὶ τῆς τῶν θεολογουμένων δυνάμεως αὐτόθεν τὴν ἀρετὴν ὑποφαῖνον. δια-τεθρύληται γοῦν αὐτοῖς μαντεῖα καὶ χρησμοὶ θεραπεῖαί τε καὶ ἀκέσεις παντοίων παθῶν ἐπισκήψεις τε κατ’ ἀσεβῶν· ὧν δὴ καὶ διὰ πείρας ἐλθεῖν φά-σκοντες εὖ μάλα πεπείκασιν ἑαυτοὺς τὰ θεῖα τιμῶντας δίκαια πράττειν, ἡμᾶς δὲ τὰ μέγιστα ἀσεβεῖν, τὰς οὕτως ἐμφανεῖς καὶ εὐεργετικὰς δυνάμεις ἐν οὐδενὶ λόγῳ τιθεμένους, ἄντικρυς δὲ παρανομοῦντας, δέον σέβειν ἕκαστον τὰ πάτρια μηδὲ κινεῖν τὰ ἀκίνητα, στοιχεῖν δὲ καὶ ἐφέπεσθαι τῇ τῶν προπατό-ρων εὐσεβείᾳ μηδὲ πολυπραγμονεῖν ἔρωτι καινοτομίας. ταύτη γοῦν φασιν ἐπαξίως καὶ θάνατον ὑπὸ τῶν νόμων ὡρίσθαι τοῖς πλημμελοῦσι τὴν ζημίαν. τὸ μὲν οὖν πρῶτον ἱστορικόν τε ὂν καὶ μυθικὸν τῆς θεολογίας εἶδος ὅπη τις βούλεται ποιητῶν τιθέσθω, ὥσπερ οὖν καὶ φιλοσόφων τὸ δεύτερον, διὰ τῆς τῶν μύθων φυσικωτέρας ἀλληγορίας ἀπηγγελμένον· τὸ δὲ τρίτον, ὃ καὶ πρὸς τῶν ἀρχόντων ὡς ἂν παλαιὸν ὁμοῦ καὶ πολιτικὸν τιμητέον τε καὶ φυ-λακτέον εἶναι νενομοθέτηται, μήτε τις ποιητῶν, φασίν, μήτε φιλοσόφων κινείτω, τοῖς δ’ ἐκ παλαιοῦ κρατήσασι θεσμοῖς ἔν τε ἀγροῖς καὶ πόλεσι με-νέτω πᾶς στοιχῶν, νόμοις πατρίοις πειθόμενος. πρὸς δὴ οὖν ταῦτα καιρὸς ἀποδοῦναι τὸν παρ’ ἡμῖν λόγον ἀπολογισμόν τε ὑποσχεῖν τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς πραγματείας ἀντικηρυττούσης τοῖς εἰρημένοις καὶ τοῖς τῶν ἐθνῶν ἁπάντων νόμοις ἀντινομοθετούσης. β. ΟΤΙ ΤΟΙΣ ΘΕΛΟΥΣΙΝ ΕΥΧΕΡΕΣ ΑΠΟΦΗΝΑΙ ΠΛΑΝΗΝ ΕΙΝΑΙ ΤΗΝ ΠΕΡΙ ΤΩΝ ΧΡΗΣΤΗΡΙΩΝ ΕΠΑΓΓΕΛΙΑΝ ΚΑΙ ΓΟΗΤΩΝ ΑΝΔΡΩΝ ΡΑΙΔΙΟΥΡΓΙΑΝ Ὅτι μὲν οὖν οὐ θεοὶ τὰ ἄψυχα ξόανα προφανὲς καὶ αὐτοῖς, ὅτι δ’ οὐδὲ τὰ τῆς μυθικῆς αὐτῶν θεολογίας φέρει τινὰ σεμνὸν καὶ θεοπρεπῆ λόγον, ἐν τῷ πρώτῳ δέδεικται συγγράμματι, ὥσπερ οὖν καὶ ἐν τῷ δευτέρῳ καὶ ἐν τῷ τρίτῳ ὅτι μηδὲ τὰ τῆς φυσικωτέρας καὶ φιλοσόφου τῶν μύθων ἑρμηνείας ἀβίαστον αὐτοῖς περιέχει τὴν ἐξήγησιν. τὸ δὴ τρίτον φέρε σκεψώμεθα, τί ποτε χρὴ νομίζειν τὰς ἐν τοῖς ξοάνοις φωλευούσας δυνάμεις, πότερα τὸν τρόπον ἀστείας καὶ ἀγαθὰς καὶ ὡς ἀληθῶς θείας ἢ τούτων ἁπάντων τὰ ἐναντία. ἄλλος μὲν οὖν τάχα ἂν ἴσως τὸν περὶ τούτων ἐφοδεύων λόγον πλάνην εἶναι τὸ πᾶν καὶ γοήτων ἀνδρῶν τεχνάσματά τε καὶ ῥᾳδιουργίας ὑπεστήσατο, καθόλου περιγράφων τὴν δόξαν, ὡς μὴ ὅτι θεοῦ, ἀλλὰ μηδὲ πονηροῦ δαίμονος εἶναι νομίζειν τὰ περὶ αὐτῶν θρυλούμενα. τὰ μὲν γὰρ ποιήματα καὶ τὰς τῶν χρησμῶν συνθέσεις οὐκ ἀφυῶν ἀνδρῶν, εὖ μάλα δὲ πρὸς ἀπάτην ἐσκευωρημέ-νων πλάσματα τυγχάνειν, μέσῳ καὶ ἀμφιβόλῳ συγκείμενα τρόπῳ πρὸς ἑκάτερά τε τῶν ἀπὸ τῆς ἐκβάσεως προσδοκωμένων οὐκ ἀφυῶς ἐφαρμόζειν· τὰ δὲ τὸν πολὺν ἀπατῶντα διά τινων τερατειῶν θαύματα φυσικαῖς αἰτίαις ἀνῆφ-θαι. πολλὰ γὰρ εἶναι εἴδη ῥιζῶν καὶ βοτανῶν καὶ φυτῶν καὶ καρπῶν καὶ λίθων ξηρῶν τε ἄλλων καὶ ὑγρῶν παντοίας ὕλης δυνάμεων ἐν τῇ τῶν ὅλων φύσει, τὰ μὲν ἀποκρουστικὰ καί τινων ἀπελαστικά, τὰ δὲ συνάγειν πεφυ-κότα καὶ ἐφέλκεσθαι, τὰ δὲ διακρίνειν καὶ σκεδαννύναι πυκνοῦν τε καὶ στέλ-λειν δυνάμενα, ἕτερα δὲ χαλᾶν καὶ ὑγραίνειν καὶ ἀραιοῦν σῴζειν τε αὖ πά-λιν ἄλλα καὶ ἕτερα κτείνειν τρέπειν τε διόλου καὶ τὸ παρὸν ἐναλλάττειν καὶ τοτὲ μὲν τῇδε μεταποιεῖν, τοτὲ δὲ τῇδε καὶ τὰ μὲν πρὸς πλείω χρόνον, τὰ δὲ πρὸς βραχὺν τοῦτο ποιεῖν καὶ πάλιν τὰ μὲν εἰς πλῆθος, τὰ δὲ μέχρις ὀλίγων μόνον ἰσχύειν καὶ τῶν μὲν τάδε ἡγεῖσθαι, τισὶ δὲ ἕτερα ἐπακολουθεῖν συντρέ-χειν τε ἄλλα ἄλλοις καὶ συναύξειν καὶ συμφθείρεσθαι· ναὶ μὴν καὶ ὑγείας εἶναι τινὰ ποιητικά, ἰατρικῆς οὐκ ἄπωθεν ἐπιστήμης, τὰ δὲ νοσοποιὰ τυγχάνειν καὶ δηλητήρια· ἤδη δὲ φυσικαῖς ἀνάγκαις συμβαίνειν τινὰ καὶ τῇ σελήνῃ συναύξειν καὶ συμφθίνειν ζῴων τε εἶναι καὶ ῥιζῶν καὶ φυτῶν ἀντιπαθείας μυρίας καὶ πολλὰ θυμιαμάτων καρωτικῶν τε καὶ ὑπνωτικῶν, ἑτέρων δὲ φαντασίας ποιητικῶν· συναίρεσθαι δὲ οὐχ ἥκιστα καὶ τὰ χωρία καὶ τοὺς τόπους ἐν οἷς τελίσκεται τὰ γινόμενα· ὄργανά τε εἶναι καὶ σκεύη πόρρωθεν αὐτοῖς ἐπιτηδείως τῇ τέχνῃ προηυτρεπισμένα· πολλοὺς δὲ καὶ συνεργοὺς τῆς μαγγανείας παραλαμβάνεσθαι ἔξωθεν, πολυπραγμονοῦντας τοὺς ἀφικνου-μένους καὶ τὰς ἑκάστου χρείας καὶ ὧν ἧκέν τις δεησόμενος· πολλὰ δὲ καὶ τὰ ἄδυτα καὶ τοὺς τοῖς πολλοῖς ἀβάτους μυχοὺς τῶν ἱερῶν ἐντὸς ἀποκρύ-πτειν· καὶ τὸ σκότος δὲ οὐ μικρὰ συνεργεῖν τῇ κατ’ αὐτοὺς ὑποθέσει· καὶ αὐτὴν δὲ οὐχ ἥκιστα τὴν προλαβοῦσαν ὑπόληψιν καὶ τὴν τῶν ὡς θεοῖς προσιόντων αὐτοῖς δεισιδαιμονίαν τήν τε ἐκ προγόνων προκατασχοῦσαν ἐν αὐτοῖς δόξαν. προσκείσθω καὶ τὸ τῶν πολλῶν ἠλίθιον τῆς διανοίας τό τε ἀδρανὲς τοῦ λογισμοῦ καὶ ἀβασάνιστον τοῦ πλήθους καὶ ἔμπαλιν τὸ δεινὸν καὶ κακεντρεχὲς τῶν περὶ τὴν κακότεχνον ταύτην διατριβὴν τευταζόντων τό τε τῶν γοήτων ἀπατηλὸν καὶ πανοῦργον τοῦ τρόπου, τοτὲ μὲν τὰ πρὸς ἡδονὴν ἑκάστῳ προϋπισχνουμένων καὶ τὸ παρὸν ἐπὶ χρησταῖς ἐλπίσιν θεραπευόν-των, τοτὲ δὲ τοῦ μέλλοντος καταστοχαζομένων καὶ εἰς ἄδηλον καταμαντευομέ-νων τήν τε διάνοιαν τῶν χρησμῶν ἀμφιβολίαις ῥημάτων καὶ ἀσαφείαις ἐπισκο-
ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. Α ΤΑΔΕ ΠΕΡΙΕΧΕΙ ΤΟ ΤΕΤΑΡΤΟΝ ΒΙΒΛΙΟΝ. α'. Προοίμιον περὶ τῶν κατὰ πόλεις χρηστηρίων, καὶ ὧν μάλιστα διατεθρύλληται τὰ μαντεῖα ἐν παραδόξοις δαιμόνων ἐπιφανείαις, τίνι τε λόγῳ καὶ τούτων καταφρονήσαμεν. β'. "Οτι τοῖς θέλουσιν εὐχερὲς ἀποφῆναι πλάνην εἶναι τὴν περὶ τῶν χρηστηρίων ἐπαγγελίαν καὶ γοήτων ἀνδρῶν ῥᾳδιουργίαν. γ'. Ἐκ τῶν Διογενιανοῦ, ὅτι ἀσύστατος αὐτῶν ἡ μαντικὴ, καὶ πολλὰ ψευδομένη, καὶ ὅτι ἄχρηστος αὐτῶν καὶ ἐπιβλαβὴς ἡ πρόῤῥη σις. δ. Ότι μεγίστων ἡμᾶς κακῶν τούτων αὐτῶν ἠλευθέρωσεν ἡ τοῦ Σωτῆρος ἡμῶν εὐαγγελική διδασκαλία. ε. Τίς ἡ διαίρεσις τῆς καθ' Ἕλληνας θεολο γίας. ς'. Ὅτι μὴ ἀφ' ἑαυτῶν, ἀλλ' ἐκ τῶν Ἑλληνικῶν παραθέσεων, τὰς τῶν ἐλέγχων μαρτυρίας πιο στούμεθα. ζ. Περὶ τῶν κατὰ χρησμοὺς ἀποῤῥήτων ἐκ τῆς Ἑλληνικῆς παραθέσεως· καὶ ὅρκος περὶ τῶν χρησμῶν, ἐκ τῶν Πορφυρίου. η'. "Οτι οὐ χρὴ τὰ λεχθησόμενα εἰς πάντας ἐκ- φέρειν. θ'. Όπως θεραπεύειν διὰ θυσιῶν ὁ ᾿Απόλλων προστάττει τοὺς θεούς. ι'. "Οτι οὐκ ἂν εἶεν θεοὶ οἱ ταῖς ζώων θυσίαις χαί- ροντες. ια΄. Ὅτι οὐδὲν τῶν ἀπὸ γῆς χρὴ τῷ ἐπὶ πάντων Θεῷ οὔτε θυμᾷν, οὔτε θύειν. ιβ'. "Οτι οὐδὲ ταῖς θείαις δυνάμεσι τῶν ἀπὸ γῆς τι θύειν ἢ θυμιᾷν προσήκει. ιγ'. Ετι περὶ τοῦ μὴ χρῆναι τῷ ἐπὶ πάντων Θεῷ τῶν ἀπὸ γῆς τι προσφέρειν. ιδ'. Ὅτι παράνομόν ἐστι, καὶ βλαβερὸν, καὶ ἄδι κον, καὶ ἀνόσιον, τὸ θύειν ζῶα θεοῖς, καὶ ὅτι κατάραις ὑποβεβλημένον. ιε'. Ὅτι τὰ θυόμενα παρ' αὐτοῖς, δαίμοσιν, ἀλλ' οὐ θεοῖς, θύεται. ις. Περὶ τῆς παλαιᾶς ἀνθρωποθυσίας, ἐκ τοῦ Πορφυρίου καὶ τῶν ἄλλων. ιζ΄. Ὅτι μετὰ τὴν εὐαγγελικὴν διδασκαλίαν ἡ πα- λαιὰ ἀνθρωποθυσία κατελύθη. ιη'. Ὅτι μὴ δεῖ τοῖς πονηρεῖς δαίμοσι θύειν. ιθ'. Ὅπως ἀνακεῖσθαι δεῖ τῷ ἐπὶ πάντων Θεῷ. κ'. Ὡς ὁ Ἀπόλλων τῷ πονηρῷ δαίμονι προστάτ τει θύειν. κα'. Ὡς οὐδεὶς ἄλλος τῶν ἐξ αἰῶνος, ἢ μόνος ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, τὸ πᾶν τῶν ἀνθρώ πων γένος τῆς δαιμονικῆς ἠλευθέρωσε πλάνης. κ. Τίς ο τρόπος τῆς δαιμονικῆς ἐνεργείας. κγ'. Περὶ τῶν πονηρῶν δαιμόνων, καὶ τίνες ποτ' εἰσὶν αὐτῶν αἱ ἄρχοντες· καὶ ὅτι πᾶσι ζώοις ὁμοιούμενοι οἱ πονηροί δαίμονες προσίασι τοῖς ἀνθρώποις. EUSEBII CESARIENSIS OPP. FARS II. - · APOLOGETICA. que virtutibus debitum obsequium honoremque negemus. Nos vero ut istis occurramus, novum deinceps disputationis initium faciamus. PREPARATIONIS EVANGELICA LIBER QUARTUS. QUARTI LIBRI CAPITA. maxime, quorum præ cæteris responsa celebrantur, dæmonibus inexspectata sese forma ostendentibus; quaque ratione permoti ea quoque spreverimus. poilicentur, et veneficorum hominum præstigias, neram imposturam esse. sibi constare, in plerisque mentiri ; inutilemque va- tum ac perniciosam esse prædictionem. nostri doctrinæ beneficio liberalos esse. monia, non nostris, sed Græcorum scriptis con- firmari. monimentis, cum jurejurando in eorum fidem nun- cupato : ex Porphyrii scriptis. tiandu non esse. beat. 10. Deos non esse, quotquot animalium sacrifi- ciis delectentur. omnium Deo neque adolendum, neque sacrifican- dum esse. vel adolendum, vel sacrificandum esse. Numini offerendum esse. diris obnoxium, animantia diis sacrificare. dine, ex Porphyrio et aliis. scam immolandorum hominum consuetudinem esse sublatam. dum esse. jubeat. Servatorem Dominumque nostrum, qui totum ge- nus humanum a dæmonum impostura liberarit. principes: quodque omnium animalium specie ho- mines aggrediantur. B C : 1. Proœmium de diversarum urbium oraculis, iisque 2. Promptum esse cuivis ostendere, quidquid orucula 3. Ex Diogeniani scriptis, divinandi artem minime 4. Nos maximis hisce malis evangelicæ Servatoris 5. Qualis sit Græcorum theologic partitio. 6. Argumentorum confulationumque nostrarum testi- 7. De abditis oraculorum arcanis ex ipsis Græcorum 8. Que hac de re dicturus est, apud omnes enun- 9. Quemadmodum Apollo sacrificiis deos colere ju- 11. Nihil eorum, quæ terra profert, summo rerum 12. Ne dirinis quidem virtutibus terreni quidquam 15. Iterum nihil eorum, quæ terra gignit, summo 14. Iniquum, exitiosum, et impium esse, adeoque 15. Dæmonibus istorum sacrificia fieri, non diis. 16. De antiqua hominum immolandorum consuetu- 17. Post evangelica doctrinæ prædicationem, pri- 18. Nullum improbis demonibus sacrificium facien- 19. Præpotenti uni Deo addictum esse oportere. 20. Quemadmodum improbo dæmoni lilare Apollo 21. Neminem ab omni} @vo fuisse, præter unicum 22. Quænam præstigiarum dæmonis ratio sit. 23. De improbis dæmonibus, et quinam sint eorum
PG 21:233τούντων εἰς τὸ μή τινα συνεῖναι τὸ χρησθέν, τῇ δὲ τοῦ λεχθέντος ἀδηλίᾳ τὸν ἔλεγχον ἐκφεύγειν. πολλὰ δὲ συμβαίνειν καὶ ἄλλαις τισὶν ἀπάταις καὶ τερατείαις, συμπαραλαμβανομένων τοῖς γιγνομένοις ἐπῳδῶν δή τινων μετά τινος ἀσήμου καὶ βαρβαρικῆς ἐπιρρήσεως, ἵνα δὴ ὑπὸ τούτων σπουδάζεσθαι δοκῇ τὰ μηδ’ ὁτιοῦν πρὸς αὐτῶν γιγνόμενα· μάλιστα δὲ τοὺς πολλοὺς καὶ τῶν ἀπὸ παιδείας ὁρμᾶσθαι νομιζομένων ἐκπλήττειν αὐτῶν δὴ τῶν χρη-σμῶν τὰ ποιήματα, εὖ μὲν τῇ συνθέσει τῶν ῥημάτων κεκαλλωπισμένα, εὖ δὲ τῷ τῆς μεγαλοφωνίας ὄγκῳ τετυφωμένα, πολλῷ δὲ καὶ τῷ τῆς ἀνατά-σεως κόμπῳ τῷ τε πεπλασμένῳ τύφῳ τῆς θεοφορίας ἐσχηματισμένα καὶ διὰ τῆς ἀμφιβόλου φωνῆς τὸν πάντα σχεδὸν ἀπατῶντα λεών. Ὅσα γοῦν αὐτοῖς τὴν ἀμφιβολίαν ἐκπέφευγεν τῶν χρησμῶν, οὐ κατὰ πρόγνωσιν τοῦ μέλλοντος, κατὰ δέ τινα στοχασμὸν ἐξενηνεγμένα, τούτων μυρία, μᾶλλον δὲ τὰ πάντα σχεδόν, ἥλω πολλάκις τῆς προρρήσεως ἀποπεπτω-κότα, ἐναντίως ἢ κατὰ τὸ χρησθὲν τοῦ τῶν πραγμάτων τέλους τὴν ἔκβασιν ἀπειληφότος, εἰ μή ποτ’ ἄρα σπανίως ἕν ποτε ἐκ μυρίων συμβὰν κατά τινα φορὰν συντυχικὴν ἢ κατὰ τὴν στοχασθεῖσαν τοῦ μέλλοντος προσδοκίαν τὸν χρησμὸν ἐπαληθεύειν ἐνομίσθη ποιεῖν. ὃ δὴ καὶ μάλιστα θρυλοῦν-τας ἂν ἴδοις καὶ στήλαις ἐγχαράττοντας καὶ πανταχόσε γῆς βοῶντας, ὅτι μὲν εἰ τύχοι τοσοίδε τὸν ἀριθμὸν ἀπεσφάλησαν μηδαμῆ μηδενὸς ἐθέλοντος μνη-μονεύειν, ὅτι δὲ τῷδε ἀπὸ μυρίων συνέτυχέν τι τῶν χρησθέντων ἄνω καὶ κάτω περιφέροντας· ὡς εἴ τις καὶ ἐπὶ δύο λαγχάνουσιν ἀπὸ μυρίων, εἰ ἄρα ποτὲ εἰς ἅπαξ αὐτοὺς κατὰ τῶν αὐτῶν συμπεσεῖν ἔτυχεν, θαυμάζοι ὡς κατὰ μαντείαν καὶ πρόγνωσιν ἕνα καὶ τὸν αὐτὸν ἀμφοτέροις συνέβη περιελθεῖν ἀριθμόν. οὕτω γὰρ ἔχειν τὸ ἀπὸ μυρίων ἐπὶ μυρίοις χρησθέντων ἅπαξ ποτὲ συμβὰν κατὰ τύχην· ὃ καὶ συνιδόντα τὸν μηδὲν στερρὸν ἐν βάθει ψυχῆς κεκτημένον ὑπερεκπλήττεσθαι τὸ χρηστήριον, ᾧ πολὺ κρεῖττον ἦν τὸ μὴ ἀφραίνειν συλλογισαμένῳ ὅσοις ἄλλοις θανάτου γεγόνασιν αἴτιοι στάσεώς τε καὶ πολέμων οἱ δεδηλωμένοι σκέψασθαί τε τῶν παλαιῶν τὰς ἱστορίας καὶ συνιδεῖν ὡς οὐδὲ τὸ τηνικάδε ἀρετῆς τι θείας ἔργον ἐπεδείξαντο, ὁπηνίκα ἤνθει μὲν τὰ Ἑλλήνων, συνεστήκει δὲ τὰ πρὶν βοώμενα, νῦν δὲ μηκέτ’ ὄντα χρηστήρια, πάσης προνοίας καὶ σπουδῆς ἠξιωμένα πρὸς τῶν ἐπιχωρίων τῶν δὴ πατρῴοις νόμοις τε καὶ μυστηρίοις σεβόντων τε αὐτὰ καὶ θεραπευόν-των. καὶ τότε γοῦν μάλιστα τὸ μηδὲν δύνασθαι ἀπηλέγχθησαν ἐν ταῖς τῶν πολέμων συμφοραῖς, ἐν αἷς βοηθεῖν ἀδυνατοῦντες οἱ γενναῖοι θεσπιῳδοὶ δι’ ἀμφιβολίας τῶν χρησμῶν ἥλωσαν σοφισάμενοι τοὺς πρόσφυγας, ὥσπερ οὖν κατὰ τὸν δέοντα καιρὸν ἐπιδείξομεν, παριστῶντες ὅπως καὶ εἰς τὸν κατ’ ἀλλήλων πόλεμον τοὺς χρωμένους παρώξυνον καὶ ὡς οὐδὲ περὶ σπουδαίων πραγμάτων τὰς ἀποκρίσεις ἐποιοῦντο καὶ ὡς ἐπλάνων διὰ τῶν χρησμῶν παίζοντες τοὺς ἐρωτῶντας καὶ ὡς τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἐπεκρύπτοντο. σκέψαι δὲ καὶ αὐτὸς πυθόμενος, ὡς καὶ ἀρρώστοις πολλάκις ῥῶσιν καὶ ζωὴν καὶ σωτηρίαν ὑποσχόμενοι κἄπειτα πιστευθέντες ὡς δὴ θεοὶ καὶ τῆς ἐνθέου ταύτης ἐμπορίας μεγάλους τοὺς μισθοὺς εἰσπραξά-μενοι, οὐ μετὰ πλεῖστον οἵτινες ἦσαν ἐφωράθησαν, γόητες ἄνδρες, ἀλλ’ οὐ θεοὶ διελεγχθέντες, οὐκ αἰσίας καταστροφῆς τοὺς ἠπατημένους διαλαβού-σης. ἢ τί δεῖ λέγειν, ὡς οὐδὲ τοῖς ἑαυτῶν συνοίκοις, τοῖς δὴ κατὰ τὴν αὐτὴν πόλιν διατρίβουσιν, οἱ θαυμάσιοι μάντεις τὰς ἐξ αὐτῶν παρέσχον ἐπικουρίας, ἀλλὰ καὶ νοσοῦντας ἂν ἴδοις αὐτόσε καὶ ἀναπήρους καὶ πᾶν τὸ σῶμα λελωβη-μένους μυρίους; τί δή ποτ’ οὖν τοῖς μὲν ἔξω καὶ πόρρωθεν ἐξ ἀλλοδαπῆς ἀφικνουμένοις τὰς χρηστὰς ὑπέγραφον ἐλπίδας, οὐκέτι δὲ καὶ τοῖς κατὰ τὸ αὐτὸ συνοίκοις, οἷς δὴ καὶ πρὸ πάντων ἐχρῆν, ὡς ἂν οἰκείοις φίλοις καὶ συμπολίταις, τὸ ἐκ τῆς τῶν θεῶν παρουσίας ἀγαθὸν παρέχειν; ἀλλ’ ὅτι τοὺς μὲν ξένους ἀγνῶτας ὄντας τῆς ῥᾳδιουργίας ῥᾷον ἂν καὶ ἀπατήσαιεν, οὐκέτι δὲ τοὺς συνήθεις, ὡς ἂν τῆς τέχνης οὐκ ἀπείρους, συνίστορας δὲ ὄντας τῆς ἐπὶ τοῖς τελουμένοις παιδιᾶς; οὕτω δὲ τὸ πᾶν οὐ θεῖον οὐδὲ ἀνθρω-πίνης ἐπινοίας κρεῖττον ἦν, ὥστε κἀν ταῖς μεγίσταις συμφοραῖς, ταῖς δὴ ἄνωθεν ἐκ τοῦ παμβασιλέως θεοῦ κατὰ τῶν ἀσεβῶν ἐπαιωρουμέναις, αὐτοῖς ἀφιερώ-μασι καὶ ξοάνοις φθορὰν ἐσχάτην καὶ πτώσεις ἀθρόας τοὺς νεὼς αὐτῶν ὑπομεῖναι. ποῦ γάρ σοι τὸ ἐν Δελφοῖς ἱερὸν παρὰ πᾶσιν Ἕλλησιν ἐξ αἰῶνος βεβοημένον; ποῦ ὁ Πύθιος, ὁ Κλάριος; ποῦ καὶ ὁ Δωδωναῖος; τὸ μέν γε Δελφικὸν χρηστήριον τρίτον ὑπὸ Θρᾳκῶν ἐμπρησθῆναι κατέχει λόγος, οὐδὲν τοῦ μαντείου εἰς τὴν τοῦ μέλλοντος γνῶσιν, ἀλλ’ οὐδὲ τοῦ Πυθίου τὰ οἰκεῖα προφυλάξασθαι δεδυνημένου. ταὐτὸν δὲ παθεῖν καὶ τὸ ἐν Ῥώμῃ Καπιτώλιον ἱστορεῖται κατὰ τοὺς τῶν Πτολεμαίων χρόνους, καθ’ οὓς λέγεται καὶ τὸ τῆς Ἑστίας ἱερὸν ἐπὶ Ῥώμης ἐμπρησμὸν ὑπομεῖναι· ἀμφὶ δὲ Ἰούλιον Καίσαρα τὸ μέγα τῶν Ἑλλήνων καὶ Ὀλυμπικὸν ἄγαλμα, τὸ ἐν αὐταῖς Ὀλυμπίασι, κεραυνῷ πρὸς τοῦ θεοῦ βληθὲν ἀναγράφουσιν· καὶ ἄλλοτέ φασι τὸν νεὼν τοῦ Καπιτωλίου Διὸς ἐμπρησθῆναι· καὶ τό γε Πάν-θεον ὑπὸ κεραυνοῦ διαφθαρῆναι τό τε ἐν Ἀλεξανδρείᾳ Σαραπεῖον ὁμοίως καταφλεχθῆναι. καὶ τούτων παρ’ αὐτοῖς Ἕλλησιν ἀνάγραπτοι φέρον-ται μαρτυρίαι. μακρὸς δ’ ἂν εἴη λόγος, εἰ μέλλοι τις τὰ καθ’ ἕκαστον ἐξαριθμεῖσθαι, παριστάναι πειρώμενος ὅτι μηδὲ τοῖς οἰκείοις ἱεροῖς ἐπαμῦναι οἱ θαυμαστοὶ χρησμοδόται δυνατοὶ πεφώρανται· οἱ δὲ μηδὲ σφίσιν αὐτοῖς ἐν συμφοραῖς γενόμενοι χρήσιμοι σχολῇ γ’ ἄν ποτε κἂν ἄλλοις ἐπαρκέ-σειαν. ἓν δέ τι προσθεὶς τοῖς εἰρημένοις μέγιστον ἂν εἴη καθεωρακὼς κεφάλαιον, ὡς ἤδη καὶ τῶν ἄγαν θεοφόρων, αὐτῶν δὴ τῶν μάλιστα ἱεροφαντῶν θεολόγων τε αὐτοῖς καὶ προφητῶν, πλείους οὐ μόνον πάλαι, ἀλλὰ καὶ ἔναγχος καθ’ ἡμᾶς αὐτούς, ἐπὶ τῇ θεοσοφίᾳ ταύτῃ βοηθέντες, διὰ βασάνων αἰκίας ἐπὶ τῶν Ῥωμαϊκῶν δικαστηρίων τὴν πᾶσαν ἐξέφηναν πλάνην ἀνδρῶν ἀπά-ταις γίγνεσθαι, γοητείαν τετεχνασμένην τὸ πᾶν εἶναι ὁμολογήσαντες· οἵ γε καὶ τὸν πάντα τρόπον τῆς κατασκευῆς καὶ τὰς μεθόδους τῆς κακοτεχνίας ταῖς πρὸς αὐτῶν ἐν ὑπομνήμασιν ἀφεθείσαις φωναῖς ἐνεγράψαντο. διὸ δὴ καὶ τὴν ἀξίαν τῆς ὀλεθρίου πλάνης δίκην ἐκτίσαντες πάντα λόγον [ἀν]εκά-λυψαν, αὐτοῖς ἔργοις τὴν τῶν δηλουμένων ἀπόδειξιν πιστωσάμενοι. ὁποῖοι δὲ ἦσαν οὗτοι; μὴ δὴ νόμιζε τῶν ἀπερριμμένων καὶ ἀφανῶν τινάς· οἱ μέν γε αὐτοῖς ἀπὸ τῆς θαυμαστῆς ταύτης καὶ γενναίας φιλοσοφίας ὡρμῶντο, τῶν ἀμφὶ τὸν τρίβωνα καὶ τὴν ἄλλην ὀφρὺν ἀνεσπακότων, οἱ δὲ ἀπὸ τῶν ἐν τέλει τῆς Ἀντιοχέων ἡλίσκοντο πόλεως, οἱ δὴ μάλιστα καὶ ἐπὶ ταῖς καθ’ ἡμῶν ὕβρε-σιν ἐν τῷ καθ’ ἡμᾶς διωγμῷ λαμπρυνάμενοι. ἴσμεν δὲ καὶ τὸν φιλόσοφον ὁμοῦ καὶ προφήτην τὰ ὅμοια τοῖς εἰρημένοις κατὰ τὴν Μίλητον ὑπομείναντα. Ταῦτα δή τις καὶ τούτων ἔτι πλείω συνάγων εἴποι ἂν μὴ θεοὺς εἶναι μηδὲ μὴν δαίμονας τοὺς τῶν κατὰ πόλεις χρηστηρίων αἰτίους, πλάνην δὲ καὶ ἀπάτην ἀνδρῶν γοήτων. καὶ ἦσάν γε παρ’ αὐτοῖς Ἕλλησιν αἵδε φιλοσοφίας διαπρεπεῖς αἱρέσεις ταύτης προϊστάμεναι τῆς δόξης, ὡς οἱ ἀπὸ Ἀριστοτέλους καὶ πάντες οἱ καθεξῆς τοῦ Περιπάτου Κυνικοί τε καὶ Ἐπικούρειοι, οὓς καὶ μάλιστα ἔγωγε ἐθαύμασα, ὅπως ἐν τοῖς Ἑλλήνων ἤθεσι τραφέντες ἐξέτι τε
προγόνων προκατασχοῦσαν ἐν αὐτοῖς δόξαν. Προσκεί- σθω καὶ τὸ τῶν πολλῶν ἠλίθιον τῆς διανοίας, τό τε ἀδρανὲς τοῦ λογισμοῦ καὶ ἀβασάνιστον τοῦ πλήθους καὶ ἔμπαλιν τὸ δεινὸν καὶ κακεντρεχὲς τῶν περὶ τήν κακότεχνον ταύτην διατριβὴν τευταζόντων· τό τε τῶν τούτων ἀπατηλὸν καὶ πανούργον τοῦ τρόπου· τοτὲ μὲν τὰ πρὸς ἡδονὴν ἑκάστῳ προϋπισχνουμένων, καὶ τὸ παρὸν ἐπὶ χρησταῖς ἐλπίσι θεραπευόντων, τοτὲ δὲ τοῦ μέλλοντος καταστοχαζομένων, καὶ εἰς ἄδηλον καταμαντευομένων, τήν τε διάνοιαν τῶν χρησμῶν ἀμφιβολίαις ῥημάτων καὶ ἀσαφείαις ἐπισκοπούντων, ὡς μή τινα συνιέναι τὸ χρησθέν, τῇ δὲ τοῦ λεχθέντος ἀδηλία τὸν ἔλεγχον ἐκφεύγειν. Πολλὰ δὲ συμβαίνειν καὶ ἄλλαις τισὶν ἀπάταις καὶ τερατείαις, συμπαρα- λαμβανομένων τοῖς γινομένοις ἐπῳδῶν δή τινων, μετά τινος ἀσήμου καὶ βαρβαρικῆς ἐπιῤῥήσεως, ἵνα Β τὴ ὑπὸ τούτων σπουδάζεσθαι δοκεῖν τὰ μηδ' ὁτιοῦν πρὸς αὐτῶν γινόμενα· μάλιστα δὲ τοὺς πολλοὺς, καὶ τῶν ἀπὸ παιδείας ὁρμᾶσθαι νομιζομένων ἐκπλήτ τζιν (90) αὐτῶν δὴ τῶν χρησμῶν τὰ ποιήματα, εὖ μὲν τῇ συνθέσει τῶν ῥημάτων κεκαλλωπισμένα, εξ ἢ τῷ τῆς μεγαλοφωνίας όγκων τετυφωμένα, πολλῷ Ο καὶ τῷ τῆς ἀνατάσεως κόμπῳ, τῷ τε πεπλασμένῳ τύπος τῆς θεοφορίας ἐσχηματισμένα, καὶ διὰ τῆς ἐμφιβόλου φωνῆς τὸν πάντα σχεδὸν ἀπατῶντα λεών. ΚΕΦΑΛΑΙΟΝ Β'. Ὅτι τοῖς θέλουσιν εὐχερὲς ἀποφῆναι πλάνην εἶναι τὴν περὶ τῶν χρηστηρίων επαγγελίαν καὶ γοήτων ἀνδρῶν ῥᾳδιουργίαν. Ὅτα γοῦν αὐτοῖς τὴν ἀμφιβολίαν ἐκπέφευγε τῶν χρησμῶν, οὐ κατὰ πρόγνωσιν τοῦ μέλλοντος, κατὰ δέ τινα στοχασμὸν ἐξηνεγμένα· τούτων μυρία, μᾶλ τον δὲ τὰ πάντα σχεδὸν ἥλω πολλάκις τῆς προῤῥή- πως ἀποπεπτωκότα, ἐναντίως ἢ κατά το χρησθὲν τοῦ τῶν πραγμάτων τέλους τὴν ἔκβασιν ἀπειληφότος, εἰ μή ποτ' ἄρα σπανίως ἕν ποτε ἐκ μυρίων συμβάν κατά τινα φοράν συντυχικὴν, ἢ κατὰ τὴν στοχασθεί- σαν τοῦ μέλλοντος προσδοκίαν, τὸν χρησμὸν ἐπαλη- θεύειν ἐνομίσθη ποιεῖν. Ο δὴ καὶ μάλιστα θρυλο ιώντας ἂν ἴδοις, καὶ στήλαις εγχαράττοντας, καὶ ενταχόσε γῆς βοῶντας· ὅτι μὲν, εἰ τύχοι, τοσοίδε τὴν ἀριθμὸν ἀπεσφάλησαν, μηδαμή μηδενὸς ἐθέλον της (21) μνημονεύειν· ὅτι δὲ τῷδε ἀπὸ μυρίων συν- έτυχε τι τῶν χρησθέντων, ἄνω καὶ κάτω περιφέ γοντας· ὡς εἴ τις καὶ ἐπὶ δύο λαγχάνουσιν ἀπὸ μυ λέων, εἰ ἄρα ποτὲ εἰσάπαξ αὐτοὺς κατὰ τῶν αὐτῶν συμπεσεῖν ἔτυχε, θαυμάζοι, ὡς κατὰ μαντείαν καὶ πρόγνωσιν ἕνα καὶ τὸν αὐτὸν ἀμφοτέροις συνέβη τὸ ἐκπλήττειν, τοὺς πολλούς ΧΧΙ. εθέλοντας πε ριφέροντας, Ισ. Μηδαμῶς ἐθέλοντας. Μηδενὸς ἐθέλοντος. Επιτ. PRÆPAR. EVANG. LIB. IV. A res ac socios, qui sese advenientibus obtrudentes, quo quisque indigeat, curiose ac diligenter inqui- rant. Quinetiam pleraque secretis in templorum adytis, et iis, quorum ab accessu prohibetur multi- tudo, penetralibus occultari; eorumque consilia partim loci tenebris, partim hominum, qui se deos ipsos adire credant, superstitione, partim denique derivata pridem a majoribus opinione, quæ omnium animos occuparit, non mediocriter permoveri. Ac- cedat porro cum plebeiorum iugeniorum stultitia, rudisque multitudinis imbecillum, ac nulla proba- tum experientia judicium; tum vero callida versu- taque eorum, qui maleficam artem assidue tractant versantque solertia, impostorumque mores omnem fallaciam astutiamque compositi ; qui modo ad lata cuique ante ac jucunda pollicentur, prasen- temque fortunam meliori spe consolantur, modo etiam de futuro conjicientes, incerto dubioque sensu vaticinia fundunt, responsique mentem verborum amphiboliis ac tenebris involvunt, uti ne quis ora- culumn intelligat, ipsi vero ambiguitate dictorum au- sam reprehensionis effugiant. Addiderit etiam ple- raque aliis fraudibus præstigiisque contingere, ut quod iis, quæ tum fiunt, cautiones, nescio quas, adhibeant, cum ignota quadam et barbara invoca- tione conjunctas, ut præcipuo studio in ea, quæ nihil prorsus ad illos pertineant, incumbere videan- tar : nihil tamen æque multitudinis animos percellere, atque concinnata oraculorum, quæ cum libe- berali eruditione fundi putantur carmina; utpote quæ cum structura verborum ornata, tum vero tu- more et granditate orationis inflata sint, multoque vocis ac reliquæ ostentationis fuco, ipsaque specie præsentis afflatum numinis mentiantur, atque universum fere populum dubia vocum significatione decipiant. C D retur, si præcedente versu post scriberetur. Levis tamen ista trajectio fue- tit, si cum Atticis conferatur. PATROL. GR. CAPUT II. Promptum esse cuivis ostendere, quidquid oracula pollicentur, et veneficorum hominum præstigias meram imposturam esse. Enimvero quæcunque ab istis sine ulla responsi ambiguitate prædicta sint, non ex præsensione quadam ac scientia futurorum, sed ex aliqua tan- tum conjiciendi vi pronuntiata; ex iis infinita plane deprehensum esse, imo prope dixerim omnia, prædictionis sæpius veritate caruisse, cuin res con- trarium oraculo finem et exitum habuissent : nisi vero, quod raro admodum, atque unum ex infinitis aliquid, aut casu fortuito, aut spe aliqua futurum augurata contigerit, id veritatis opinionem oraculo conciliet. Nam illud demum esse, quod ab istis ja- clari maxime, terrarum ubique magna voce prædi- cari, in cippos et columnas incidi videas; qui cum, si quando res ita tulerit, quod tam multi exspecta- tione sua decepti fuerint, verbum plane nullum fieri velint; tum vero, quod uni ex infinitis alicui prout ab oraculo responsum fuerat, acciderit, id nullo non loco circumferant. Qua in re perinde se gerant, ac si quis, cum ex infinita hominum micantium, Sed profecto, saltem reponendum vide- tur, ut cum præcedentibus accusat. et sequente, conveniat. Vig. in marg. Alii, (20) Εκπλήττειν. lliustrior fortassis oratio vide- (21) Μηδαμή μηδενὸς ἐθέλοντες. Ita omnes.
PG 21:237σπαργάνων παῖς παρὰ πατρὸς θεοὺς εἶναι τοὺς δηλουμένους παρειληφότες, οὐ θατέρᾳ ληπτοὶ γεγόνασιν, ἀλλὰ κατὰ κράτος καὶ τὰ βοώμενα χρηστήρια καὶ τὰ παρὰ πᾶσιν μεταδιωκόμενα μαντεῖα οὐδὲν φέρειν ἀληθὲς ἀπήλεγξαν ἀνωφελῆ τε εἶναι ἀπεφήναντο καὶ μᾶλλον ἐπιβλαβῆ τυγχάνειν. μυρίων δὲ ὄντων καὶ διὰ πλειόνων τὴν τῶν μαντείων ἀνατροπὴν πεποιημένων, ἐξαρ-κεῖν ἔμοιγε μαρτυρίας χάριν τῶν εἰρημένων ἐπὶ τοῦ παρόντος ἡγοῦμαι καὶ μίαν ἑνὸς τούτων παράθεσιν ἀπαντῶσαν πρὸς τὰ Χρυσίππῳ περὶ εἱμαρμένης ἀπὸ τῆς τῶν μαντείων προρρήσεως κατασκευασθέντα. γράφει δ’ οὖν ὁ συγ-γραφεὺς πρὸς αὐτόν, ἀπελέγχων ὅτι κακῶς ἐκ τῶν μαντείων σημειοῦται τὴν εἱμαρμένην καὶ ὅτι ἐν τοῖς πλείστοις τὰ τῶν Ἑλλήνων μαντεῖα δια-ψεύδονται καὶ ὅτι σπανίως αὐτοῖς ἐκ συντυχίας ποτέ τινα συμβαίνει ὅτι τε ἄχρηστος αὐτῶν καὶ ἐπιβλαβὴς ἡ πρόρρησις. ἄκουε δ’ οὖν ἅ φησιν κατὰ λέξιν· γ. ΕΚ ΤΩΝ ΔΙΟΓΕΝΕΙΑΝΟΥ· ΟΤΙ ΑΣΥΣΤΑΤΟΣ ΑΥΤΩΝ Η ΜΑΝΤΙΚΗ ΚΑΙ ΤΑ ΠΟΛΛΑ ΨΕΥΔΟΜΕΝΗ ΚΑΙ ΟΤΙ ΑΧΡΗΣΤΟΣ ΚΑΙ ΕΠΙΒΛΑΒΗΣ Η ΚΑΤ’ ΑΥΤΟΥΣ ΠΡΟΡΡΗΣΙΣ Φέρει δὲ καὶ ἄλλην ἀπόδειξιν ἐν τῷ προειρημένῳ βιβλίῳ τοιαύτην τινά. μὴ γὰρ ἂν τὰς τῶν μάντεων προρρήσεις ἀληθεῖς εἶναί φησιν, εἰ μὴ πάντα ὑπὸ τῆς εἱμαρμένης περιείχοντο. ὃ καὶ αὐτὸ πολλῆς εὐηθείας μεστόν ἐστιν· ὡς γὰρ ἐναργοῦς ὄντος τοῦ πάσας ἀποβαίνειν τὰς τῶν καλουμένων μάντεων προρρήσεις ἢ ὡς μᾶλλον ἂν ὑπό τινος τούτου συγχωρηθέντος, τοῦ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, καὶ οὐχὶ ὁμοίως ἂν ψευδοῦς ῥηθέντος καὶ αὐτοῦ, ἐπειδὴ καὶ τὸ ἐναντίον, λέγω δὲ τὸ μὴ πάντα ἀποβαίνειν τὰ προαγορευθέντα, μᾶλλον δὲ τὰ πλεῖστα αὐτῶν, ἡ ἐνάργεια δείκνυσιν. οὕτω τὴν ἀπόδειξιν ἡμῖν Χρύσιππος κεκόμικεν, δι’ ἀλλήλων κατασκευάζων ἑκάτερα. τὸ μὲν γὰρ πάντα γίγνεσθαι καθ’ εἱμαρμένην ἐκ τοῦ μαντικὴν εἶναι δεικνύναι βούλεται, τὸ δὲ εἶναι μαντικὴν οὐκ ἂν ἄλλως ἀποδεῖξαι δύναιτο, εἰ μὴ προλάβοι τὸ πάντα συμβαίνειν καθ’ εἱμαρμένην. ποῖος δ’ ἂν μοχθηρότερος τρόπος ἀποδείξεως τούτου γένοιτο; τὸ γὰρ ἀποβαίνειν τινὰ κατὰ τὴν ἐνάργειαν ὧν προλέγουσιν οἱ μάντεις, οὐ τοῦ μαντικὴν ἐπιστήμην εἶναι σημεῖον ἂν εἴη, ἀλλὰ τοῦ τυχικῶς συμπίπτειν ταῖς προαγορεύσεσι συμφώνους τὰς ἐκβάσεις· ὅπερ οὐδεμίαν ἡμῖν ἐπιστήμην ὑποδείκνυσιν. οὐδὲ γὰρ τοξότην ἂν εἴποιμεν ἐπιστήμονα τὸν ἅπαξ ποτὲ τυχόντα τοῦ σκοποῦ, πολλάκις δὲ ἀποτυγχάνοντα, οὐδὲ ἰατρὸν τὸν ἀναιροῦντα τοὺς πλείους τῶν θεραπευομένων ὑπ’ αὐτοῦ, ἕνα δέ ποτε δια-σῶσαι δυνηθέντα· οὐδὲ ὅλως ἐπιστήμην λέγομεν τὴν μὴ πάντα ἢ τά γε πλεῖ-στα τῶν οἰκείων ἔργων κατορθοῦσαν. ὅτι δὲ ἀποτυγχάνεται τὰ πολλὰ τοῖς καλουμένοις μάντεσιν, ὁ πᾶς τῶν ἀνθρώπων βίος μάρτυς ἂν εἴη καὶ οὗτοί γε αὐτοὶ οἱ τὴν μαντικὴν ἐπαγγελλόμενοι τέχνην, οὐχὶ διὰ ταύτης ἑαυτοῖς βοη-θοῦντες ἐν ταῖς κατὰ τὸν βίον χρείαις, ἀλλὰ γνώμῃ τε ἰδίᾳ ποτὲ χρώμενοι καὶ συμβουλῇ καὶ συνεργίᾳ τῶν ἐν ἑκάστοις τῶν πραγμάτων ἐμπειρίαν κεκτῆ-σθαι νενομισμένων. ἀλλὰ περὶ μὲν τοῦ μὴ συνεστάναι τοῦτο, ὃ προειλήφα-μεν καλεῖν μαντικήν, ἐν ἄλλοις ἀποδώσομεν πληρέστερον, παρατιθέμενοι τὰ Ἐπικούρῳ καὶ περὶ τούτου δοκοῦντα. νυνὶ δὲ τοσοῦτο τοῖς εἰρημένοις προσθή-σομεν, ὅτι μάλιστα μὲν τὸ ἀληθεύειν ποτὲ τοὺς καλουμένους μάντεις ἐν ταῖς προαγορεύσεσιν οὐκ ἐπιστήμης, ἀλλὰ τυχικῆς αἰτίας ἔργον ἂν εἴη (οὐ γὰρ τὸ μηδεπώποτε τοῦ προκειμένου τυγχάνειν, ἀλλὰ τὸ μὴ πάντοτε μηδ’ ὡς ἐπὶ τὸ πλεῖστον μηδ’ ὡς ἐξ ἐπιστήμης, ὅταν τις καί ποτε τυγχάνῃ, τύχης ἔργον καλεῖν προειλήφαμεν οἱ διειληφότες τὰς ὑφ’ ἕκαστον ὄνομα τεταγμένας ἐναρ-γεῖς ἐννοίας ἑαυτῶν)· ἔπειτα εἰ καὶ καθ’ ὑπόθεσιν ἦν ἀληθὲς τὸ δὴ τὴν μαντι-κὴν τῶν μελλόντων ἁπάντων εἶναι θεωρητικήν τε καὶ προαγορευτικήν, τὸ μὲν πάντα καθ’ εἱμαρμένην εἶναι συνήγετο ἂν οὕτως, τὸ μέντοι χρειῶδες αὐτῆς καὶ βιωφελὲς οὐκ ἄν ποτε ἐδείκνυτο, διὸ καὶ μάλιστα δοκεῖ Χρύσιππος ὑμνεῖν τὴν μαντικήν. τί γὰρ ὄφελος ἡμῖν ἦν προμανθάνειν τὰ πάντως ἐσόμενα δυσχερῆ, ἃ οὐδὲ προφυλάξασθαι δυνατὸν ἂν εἴη; τὰ γὰρ καθ’ εἱμαρμέ-νην γινόμενα πῶς ἄν τις φυλάξασθαι δύναιτο; ὥστ’ οὐδὲν ὄφελος ἡμῖν τῆς μαντικῆς, μᾶλλον δὲ καὶ πρὸς κακοῦ τινος ἐγίνετο ἂν αὕτη, τὸ προλυπεῖσθαι μάτην παρέχουσα τοῖς ἀνθρώποις ἐπὶ ταῖς προδηλουμέναις δυσχερείαις κατ’ ἀνάγκην ἐσομέναις. οὐ γὰρ τὴν ἴσην πάλιν εὐφροσύνην παρέχειν τις φήσει τὴν τῶν ἐσομένων ἀγαθῶν προαγόρευσιν, ἐπειδήπερ οὐχ οὕτως πέ-φυκεν ἄνθρωπος χαίρειν ἐπὶ τοῖς προσδοκωμένοις ἀγαθοῖς ὡς ἐπὶ τοῖς κακοῖς ἀνιᾶσθαι. ἄλλως τε καὶ ταῦτα μὲν οὐ πάνυ τι περὶ ἑαυτοὺς ἔσεσθαι πρὶν ἀκοῦ-σαι κατελπίζομεν· τὰ δ’ ἀγαθὰ μᾶλλον ἅπαντες, ὡς εἰπεῖν, προσδοκῶμεν, διὰ τὴν φυσικὴν οἰκείωσιν πρὸς αὐτά· οἱ μὲν γὰρ πολλοὶ καὶ μείζω τῶν δυνα-τῶν γενέσθαι κατηλπίκασιν. ἐξ οὗ συμβαίνει τὸ τὴν μὲν τῶν ἀγαθῶν προαγόρευσιν μὴ ἐπιτείνειν πάνυ τι τὴν χαράν, διὰ τὸ καὶ χωρὶς τῆς προαγορεύ-σεως ἕκαστον ἐξ ἑαυτοῦ τὰ κρείττω προσδοκᾶν, ἢ ἐπ’ ὀλίγον ἐπιτείνειν τῇ δοκούσῃ βεβαιότητι, πολλάκις δὲ καὶ μειοῦν τὴν χαράν, ὅταν ἐλάττω τῶν ἐλπι-σθέντων ἀκουσθῇ· τὴν δὲ τῶν κακῶν προαγόρευσιν καὶ διὰ τὸ ἀπόστρεπτον αὐτῶν φύσει καὶ διὰ τὸ παρ’ ἐλπίδας ἐνίοτε προλέγεσθαι μεγάλως συνταράττειν. ἀλλ’ ὅμως εἰ καὶ μὴ τοῦτο συνέβαινεν, τό γε ἀχρεῖον ἔσεσθαι τὴν προαγόρευσιν παντί που δῆλον ἂν εἴη. εἰ γὰρ φήσει τις σωθήσεσθαι τὸ χρήσι-μον τῆς μαντικῆς διὰ τὸ προλέγεσθαι τὸ πάντως ἐσόμενον δυσχερὲς εἰ μὴ προ-φυλαξαίμεθα, οὐκέτι πάντα δείξει συμβησόμενα καθ’ εἱμαρμένην, ἐφ’ ἡμῖν ὄντος τοῦ φυλάξασθαί τε καὶ μὴ φυλάξασθαι. εἰ γὰρ καὶ τοῦτο κατηναγκάσθαι φήσει τις, ὡς εἰς πάντα τὰ ὄντα διατείνειν τὴν εἱμαρμένην, πάλιν τὸ τῆς μαντι-κῆς χρήσιμον ἀναιρεῖται· φυλαξόμεθα γὰρ εἰ καθείμαρται, καὶ οὐ φυλαξόμεθα δῆλον ὡς εἰ μὴ καθείμαρται φυλάξασθαι, κἂν πάντες οἱ μάντεις τὸ ἐσόμενον προ-αγορεύσωσιν ἡμῖν. τὸν γοῦν Οἰδίποδα καὶ τὸν Ἀλέξανδρον τὸν τοῦ Πριά-μου καὶ αὐτὸς ὁ Χρύσιππός φησιν πολλὰ μηχανησαμένων τῶν γονέων ὥστε ἀποκτεῖναι, ἵνα τὸ ἀπ’ αὐτῶν προρρηθὲν αὐτοῖς κακὸν φυλάξωνται, μὴ δυνηθῆναι. οὕτως οὐδὲν ὄφελος οὐδὲ αὐτοῖς τῆς τῶν κακῶν προαγο-ρεύσεώς φησιν εἶναι διὰ τὴν ἐκ τῆς εἱμαρμένης αἰτίαν. τοῦτο μὲν οὖν ἐκ περιουσίας εἰρήσθω πρὸς τὸ μὴ μόνον ἀνυπόστατον, ἀλλὰ καὶ ἀχρεῖον τῆς μαντικῆς. Ταῦτα μὲν ὁ φιλόσοφος. σύ γε μὴν παρὰ σαυτῷ σκέψαι, πῶς Ἕλληνες ὄντες καὶ τὴν Ἑλλήνων σύντροφον παιδείαν ἐκ νέας ἡλικίας κτησάμενοι τά τε πάτρια περὶ θεῶν πάντων μᾶλλον διεγνωκότες Ἀριστοτελικοὶ πάντες Κυνικοί τε καὶ Ἐπικούρειοι καὶ ὅσοι τούτοις ἐφρόνησαν τὰ παραπλήσια, τῶν παρ’ αὐτοῖς Ἕλλησι βοωμένων μαντείων κατεγέλασαν. καὶ μὴν εἴπερ ἦν ἀληθῆ τὰ θρυλούμενα περὶ τῆς τῶν χρηστηρίων παραδοξοποιίας, εἰκὸς ἦν καὶ τούσδε καταπλαγῆναι Ἕλληνας ὄντας καὶ τὰ πάτρια ἀκριβῶς ἐξεπισταμένους μηδέν τε τῶν γνωσθῆναι ἀξίων ἐν δευτέρῳ τεθειμένους. ταῦτα μὲν οὖν καὶ ὅσα τοιαῦτα συνάγειν εἰς ἀνασκευὴν τῆς περὶ τῶν χρη-στηρίων ὑποθέσεως πλείστη τις ἦν περιουσία. ἀλλ’ οὐ ταύτη μοι δοκεῖ τὸν παρόντα μεθοδεῦσαι λόγον, ἀλλ’ ᾗπερ ὡρμήθημεν ἀρξάμενοι, ἀληθῆ λέγειν δόντες τοὺς ὑπὲρ αὐτῶν προϊσταμένους, ὡς ἂν ἐκ τῶν παρ’ αὐτοῖς ὁμολογου-
PRAPAR. EVANG. LIB. 17. Αστικών εμπρησθῆναι κατέχει λόγος, οὐδὲν τοῦ μαντείου εἰς τὴν τοῦ μέλλοντος γνώσιν, ἀλλ' οὐδὲ τοῦ Πυθίου τὰ εἰκεῖα προφυλάξασθαι δεδυνημένου. Ταυ- τὴν παθεῖν καὶ τὸ ἐν Ῥώμῃ Καπιτώλιον ἱστορεῖται κατὰ τοὺς τῶν Πτολεμαίων χρόνους, καθ' οὓς λέγεται καὶ τὸ τῆς Ἑστίας ἱερὸν ἐπὶ Ῥώμης ἐμπρησμόν ὑπομεῖναι. Αμφὶ δὲ Ἰούλιον τὸν Καίσαρα τὸ μέγα τῶν Ἑλλήνων καὶ Ὀλυμπιακὸν ἄγαλμα, τὸ ἐν αὐταῖς Ολυμπιάσι, κεραυνῷ πρὸς τοῦ Θεοῦ βληθὲν ἀναγρά- τους. Καὶ ἄλλο - τέ φασι τὸν νεὼν τοῦ Καπιτω- λου Διὸς ἐμπρησθῆναι· καὶ τό γε Πάνθεον (25) ὑπὸ Ξεραυνού διαφθαρῆναι· τό τε ἐν ᾿Αλεξανδρείᾳ Σαρα- πεῖον ὁμοίως καταφλεχθῆναι. Καὶ τούτων παρ' αὐτοῖς Έλλησιν ἀνάγραπτοι φέρονται μαρτυρίαι. Μακρὸς δ᾽ ἂν εἴτι λόγος, εἰ μέλλοι τις τὰ καθ᾿ ἕκαστα ἐξαρι θμεῖσθαι, παριστάναι πειρώμενος, ὅτι μηδὲ τοῖς οἰκείοις ἱεροῖς ἐπαμῦναι οἱ θαυμαστοί χρησμοδόται ανατος πεφώρανται· οἱ δὲ μηδὲ (24) σφίσιν αὐτοῖς ἐν συμφοραῖς γενόμενοι Χρήσιμοι σχολῇ γ᾽ ἂν ποτε κἂν ἄλλοις ἐπαρκέσειαν. Εν δέ τι προσθεὶς τοῖς εἰρημένοις, μέγιστον ἂν εἴη καθεωρακώς κεφάλαιον, ὡς ἤδη καὶ τῶν ἄγαν θεοφόρων, αὐτῶν δὴ τῶν μά λιστα ἱεροφαντῶν, θεολόγων τε αὐτοῖς καὶ προφητῶν πλείους οὐ μόνον πάλαι, ἀλλὰ καὶ ἔναγχος καθ' ἡμᾶς αὐτοὺς, ἐπὶ τῇ θεοσοφίᾳ ταύτῃ βοηθέντες, διὰ βα- τάνων αἰκίας ἐπὶ τῶν Ῥωμαϊκῶν δικαστηρίων την πᾶσαν ἐξεφώνησαν ο πλάνην ἀνδρῶν ἀπάταις γίνε- σθαι, καὶ ὁ γοητείαν τετεχνασμένην τὸ πᾶν εἶναι ὁμολογήσαντες· οἴ γε καὶ τὸν πάντα τρόπον τῆς και τασκευῆς, καὶ τὰς μεθόδους τῆς κακοτεχνίας, ταῖς πρὸς αὐτῶν ἐν ὑπομνήμασιν ἀφεθείσαις φωναῖς ένε γράψαντο. Διὸ δὴ καὶ τὴν ἀξίαν τῆς ὀλεθρίου πλάνης δίκην ἐκτίσαντες, πάντα λόγον ἀνεκάλυψαν, αὐτοῖς ἔργοις τὴν τῶν δηλουμένων ἀπόδειξιν πιστωσάμενοι. Ὁποῖοι δὲ ἦσαν οὗτοι; μὴ δὴ νόμιζε τῶν ἀπεῤῥιμ μένων καὶ ἀφανῶν τινας. Οἱ μέν γε αὐτοῖς ἀπὸ τῆς θαυμαστής ταύτης καὶ γενναίας φιλοσοφίας ὡρῶντο, τῶν ἀμφὶ τὸν τρίβωνα, καὶ τὴν ἄλλην ὀφρῦν ἀνεσπα- κότων· οἱ δὲ ἀπὸ τῶν ἐν τέλει τῆς Ἀντιοχέων ηλι σκοντο πόλεως, οἱ δὴ μάλιστα καὶ ταῖς καθ' ἡμῶν ἱδρεσιν ἐν τῷ καθ᾿ ἡμᾶς διωγμῷ λαμπρυνόμενοι. Ἴσμεν δὲ καὶ τὸν φιλόσοφον ὁμοῦ καὶ προφήτην τα ὅμοια τοῖς εἰρημένοις κατὰ τὴν Μίλητον ὑπομείναντα. Ταῦτα δή τις καὶ πλείω τούτων ἔτι συνάγων, εἴποι ἂν μὴ θεοὺς εἶναι, μηδὲ μὴν δαίμονας, τοὺς τῶν κατά πόλεις χρηστηρίων αιτίους· πλάνην δὲ καὶ ἀπάτην ἀνδρῶν γοήτων. Καὶ ἦσαν γε παρ' αὐτοῖς Ἕλλησιν ὅλαι διὰ φιλοσοφίας διαπρεπείς αἱρέσεις, ταύτης προϊστάμεναι τῆς δόξης· ὡς οἱ ἀπὸ τοῦ Αριστοτέλους καὶ πάντες οἱ καθεξῆς τοῦ Περιπάτου, Κυνικοί τε καὶ Ἐπικούρειοι, οὓς καὶ μάλιστα ἔγωγε ίσ. ἄλλον. ίσ. δέ. Φοι δέ τε, καὶ Ζεῦ Διδύμων γενάρχα. Εt Δίδυμα, τύπος καὶ μαντεῖον Μιλήτου, ἀφιερωμένον Διὶ καὶ ᾿Απόλλων. γρ. ἐξέφηναν. καί. Πάνθειον, B " notos impellerent, quippe qui artis hujus imperiti non essent, sed usitata ludificationis optime con scii? Quare totum istud profecto nec divini quid- quam, nec humana industria majus habuit : adeo- que videas gravissimis etiam calamitatibus, quales utique cœlitus a summo rerum omnium principe Deo impiorum cervicibus imminent, supremum exi- tium, ruinasque frequentes ac repentinas, simul cum ipsis donariis atque simulacris, eorum templa sub- iisse. Ubi enim Delphicum illud templum est, apud Graecos omnes omnique memoria celebra. tum ? ubi Pythius ? ubi Clarius ? uli Dodonaeus ? Nam Delphicum sane oraculum jam tertium Thracibus incensum fuisse constans fama est, A facilius in errorem, quam alios sibi familiares at b C D cum neque divinationis domicilium ad futur præsensionem, neque Pythius ipse ad rerum sua- rum conservationem quidquam omnino posset. Id ipsum Romano item Capitolio circa Ptolemæorum tempora contigisse prodit historia, quibus etiam temporibus Vestæ delubrum ibidem couflagrasse ferunt. Præterea Julii Cæsaris ætate grande illud et Olympiacum Græciæ simulacrum, quod Olympia visebatur, fulmine divinitus ictum esse, aliudque simul Jovis Capitolini templum incendio, Pantheum igne fulminis, Serapium Alexandriæ non absimili conflagratione haustum periisse tradunt. Quorum quidem omnium perscripta exstant apud Græcos ipsos testimonia. Ac longum profecto sermonern ordiretur, qui singula recensere numerando vellet, ut omnium subjiceret oculis, luce palam deprehen- sum esse, ne a propriis quidem templis pestem avertere fatiloquos egregios unquam potuisse : qui si ne sibi quidem tantis in cladibus usui fuere, alios opinor ægre admodum juvare potuerint. Idem tamen totius rei sunımam caputque facile perspexe. rit, si ad superiora hoc unum addiderit, jam homi- nes id genus quamplurimos, qui singularem numi- nis affatum præ se ferrent, quos isti præcipuos et sacrorum interpretes, et theologos et prophetas ha- berent, non solum antehac, sed nuper etiam nostra que memoria divinæ hujus sapientiæ nomine cla- rissimos, cum ad Romana tribunalia rapti essent, quæstionum vi adactos, universum hoc fraudis ge- nus ad homines decipiendos comparatum decla rasse, totumque negotium præstigias esse arte compositas fassos fuisse. Atque hi omnem molitio- nis occultæ rationem, totamque maleficæ artis lu- dificationem verbis ipsissimis, quibus rem ante pa- tefecerant, in acta publica retulerunt : sicque justas exitialis fraudis poenas luentes, quidquid latebat, • b C pra laudavit Euseb., p. 61; A'rnob. lib. 1: Delius Apollo, vel Clarius, Didymæus Philesius, Pythius, etc. Imo et Didymæus Jupiter potius dici potuit, quam Apollo Dodonæus. Ita enith Callimach. : uterque Didy- mai praeses oraculi. Stephan. : d del. est, penult. diphthong. cum et Judæorum et Christianorum templa non se- mel etiam conflagrarint : nisi addideris, quod lib. vt pluribus, damones fati necessitate victos, incen- dium ab iis depellere non potuisse. (25) Πάνθεον. Communior ac melior scriptura (24) Οι δέ μηδέ, etc. Leve satis argumentum,
PG 21:243μένων, μαντεῖά τε εἶναι ἀληθῆ καὶ Πυθόχρηστα θεοπρόπια τὰ δηλούμενα φασκόντων, τὴν ἀκριβῆ τῶν δηλουμένων ἔκφανσιν καταμάθοιμεν. δ. ΟΤΙ ΜΕΓΙΣΤΩΝ ΗΜΑΣ ΚΑΚΩΝ ΤΟΥΤΩΝ ΑΥΤΩΝ ΗΛΕΥΘΕΡΩΣΕΝ Η ΤΟΥ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΕΥΑΓΓΕΛΙΚΗ ΔΙΔΑΣΚΑΛΙΑ Οἶμαι δὲ παντί τῳ εἶναι σαφές, ὡς ὁ τῶν προκειμένων ἔλεγχος οὐ μικρόν, ἀλλὰ καὶ μέγιστον ὁμοῦ καὶ ἀναγκαιότατον περιέξει μέρος τῆς εὐαγγελικῆς ὑποθέσεως. εἰ γὰρ οἱ πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παρουσίας πανταχοῦ πάντες, Ἕλληνες καὶ βάρβαροι, δειχθεῖεν μὴ τὸν ἀληθῆ θεὸν ἐπεγνωκότες, ἀλλ’ ἤτοι τὰ μὴ ὄντα ὡς ὄντα δοξάζοντες ἢ ὑπό τινων μοχθηρῶν καὶ θεομάχων πνευμάτων δαιμόνων τε πονηρῶν καὶ ἀκαθάρτων τυφλῶν δίκην ὧδε κἀκεῖσε περιηγμένοι καὶ βυθῷ κακίας πρὸς αὐτῶν καθειλκυσμένοι (καὶ τί γὰρ ἄλλ’ ἢ δαιμονῶντες;), πῶς οὐ μειζόνως ἂν ὀφθείη τὸ μέγα τῆς εὐαγγελικῆς οἰκονομίας μυστήριον πάντας πανταχόθεν ἐκ τῆς πατροπαραδότου πλάνης τῆς τῶν δαιμόνων καταδυνα-στείας διὰ τῆς τοῦ σωτῆρος ἡμῶν φωνῆς ἀνακεκλημένον καὶ τοὺς μέχρις ἐσχατιῶν γῆς οἰκοῦντας ἀνθρώπους τῆς ἐξ αἰῶνος κατασχούσης τὸν πάντα βίον ἀπάτης λελυτρωμένον, ὥστε ἐξ ἐκείνου καὶ εἰς δεῦρο λελύσθαι μὲν καὶ καθῃρῆσθαι αὐτοῖς ναοῖς καὶ ξοάνοις τὰ πεπαλαιωμένα τῆς τῶν ἐθνῶν ἁπάντων πλάνης ἱδρύματα, ἱερὰ δὲ ὄντως σεμνὰ καὶ εὐσεβείας διδασκαλεῖα τῷ παμβασιλεῖ καὶ δημιουργῷ τῶν ὅλων ἐν μέσαις πόλεσί τε καὶ κώμαις δυνάμει καὶ ἀρετῇ τοῦ σωτῆρος ἡμῶν ἀνὰ τὸν σύμπαντα κόσμον ἀνεγηγέρθαι θυσίας τε τὰς θεοπρεπεῖς εὐχαῖς ὁσίων διαθέσει κεκαθαρμένῃ κακίας ἁπάσης ἔν τε ἀπαθείᾳ ψυχῆς καὶ πάσης ἀρετῆς ἀναλήψει κατὰ τὰ θεῖα καὶ σωτηριώδη παιδεύματα ἐξ ἁπάντων ὁσημέραι διηνεκῶς τῶν ἐθνῶν ἐπιτελεῖσθαι, τὰς δὴ καὶ μόνας ἀρεστὰς οὔσας καὶ προσηνεῖς θυσίας τῷ ἐπὶ πάντων θεῷ. τού-των δὲ οὕτως ἐχόντων πῶς οὐκ ἂν εἴημεν δεδειχότες ἐν ταὐτῷ καὶ ὅτι μετὰ σώφρονος λογισμοῦ, οὐχὶ δὲ ἀλογίᾳ ἑαυτοὺς ἐπιδόντες ἀποστάται τῆς πατροπαραδότου γεγόναμεν δεισιδαιμονίας, κρίσει δικαίᾳ καὶ ἀληθεῖ τὸ κρεῖττον ἀγαπήσαντες καὶ τῆς ἐνθέου καὶ ἀληθοῦς εὐσεβείας ἐρασταὶ γεγενη-μένοι. ἀλλὰ τούτων μὲν ἅλις, ἁπτέον δὲ λοιπὸν τῶν προκειμένων. ε. ΤΙΣ Η ΔΙΑΙΡΕΣΙΣ ΤΗΣ ΚΑΘ’ ΕΛΛΗΝΑΣ ΘΕΟΛΟΓΙΑΣ Οἱ μὲν δὴ τὴν Ἑλληνικὴν θεολογίαν ἐξηκριβωκότες, καθ’ ἕτερον παρὰ τοὺς προειρημένους ἡμῖν τρόπον εἰς γένη τέτταρα πάντα τὸν λόγον διαιροῦν-τες, πρώτιστα πάντων τὸν πρῶτον ἀφορίσαντες θεὸν εἰδέναι φασὶ τοῦτον εἶναι τὸν ἐπὶ πᾶσι πρῶτόν τε ὄντα καὶ πάντων θεῶν πατέρα τε καὶ βασιλέα, μεθ’ ὃν γένος τὸ θεῶν ὑπάρχειν δεύτερον, ἑπόμενον δὲ τὸ δαιμόνων, τὸ δὲ ἡρώων τέ-ταρτον· ἃ πάντα τῆς τοῦ κρείττονος ἰδέας μετασχόντα πῆ μὲν ἄγειν, πῆ δὲ ἄγε-σθαι, καὶ φῶς ἅπαν προσαγορεύεσθαι τὸ τοιόνδε φωτὸς μετοχῇ. ἀλλὰ καὶ τῆς τοῦ χείρονος οὐσίας τὸ κακὸν ἡγεῖσθαί φασι· τοῦτο δὲ εἶναι μοχθηρῶν δαιμόνων γένος, φίλῳ μὲν οὐδαμῶς χρώμενον τἀγαθῷ, δύναμίν γε μὴν ἐν τῇ τῶν ἐναντίων φύσει κεκτημένον πρώτην, καθάπερ ἐν τοῖς κρείττοσιν ὁ θεός· πᾶν δὲ τὸ τοιόνδε σκότος προσαγορεύεσθαι. ταῦτα τοῦτον διαστειλά-μενοι τὸν τρόπον θεοῖς μὲν οὐρανὸν καὶ τὸν ἄχρι σελήνης αἰθέρα φασὶν ἀποτετάχθαι, δαίμοσιν δὲ τὰ περὶ σελήνην καὶ ἀέρα, ψυχαῖς δὲ τὰ περὶ γῆν καὶ ὑπόγεια. τοιούτῳ δ’ ἀφορισμῷ κεχρημένοι πρῶτον ἁπάντων φασὶ τοὺς οὐρανίους δεῖν καὶ αἰθερίους θεοὺς θεραπεύειν, δεύτερον τοὺς ἀγαθοὺς δαί-μονας, τρίτον τὰς τῶν ἡρώων ψυχάς, τέταρτον τοὺς φαύλους καὶ πονηροὺς ἀπομειλίσσεσθαι δαίμονας. ταῦτα δὲ λόγῳ διαιροῦντες ἔργῳ συγχέ-ουσι τὰ πάντα, μόνας ἀντὶ τῶν εἰρημένων πάντων τὰς πονηρὰς δυνάμεις θεραπεύοντες καὶ ὅλοι ταύταις καταδουλούμενοι, ὡς ὁ λόγος προϊὼν ἀπε-λέγξει. πάρεστι γοῦν σοι τὰς διὰ τῶν ξοάνων ἐνεργούσας δυνάμεις ὁποίας χρῆν ἀποφαίνεσθαι σκοπεῖν, πότερα θεοὺς ἢ δαίμονας καὶ εἴτε φαύλους εἴτε ἀγαθούς, ἐκ τῶν παρατεθησομένων. τὰ μὲν γὰρ παρ’ ἡμῖν θεῖα λόγια οὐδ’ ὅλως ἀγαθὸν οὐδέν’ ὀνομάζειν δαίμονα, πάντας δὲ πονηροὺς εἶναι τοὺς τῆς λήξεως ταύτης καὶ δὴ καὶ τῆς προσηγορίας μετειληφότας, ὡς οὐδ’ ἕτερον θεὸν ἀληθῶς καὶ κυρίως πλὴν ἕνα τὸν πάντων αἴτιον· τὰς δὲ ἀστείας καὶ ἀγαθὰς δυνάμεις, ἅτε τὴν φύσιν γενητὰς οὔσας καὶ πολλῷ τὸν ἀγένητον καὶ σφῶν αὐτῶν ποιητὴν θεὸν ἀφυστερούσας, οὐ μὴν ἀλλὰ καὶ τοῦ τῶν δαιμό-νων μοχθηροῦ γένους ἀφωρισμένας, οὔτε θεοὺς οὔτε δαίμονας ἀποκαλεῖν ἀξιοῖ, μέσας δὲ οὔσας θεοῦ καὶ δαιμόνων εὐθυβόλῳ καὶ μέσῃ προσηγορίᾳ ἀγγέλους θεοῦ καὶ πνεύματα λειτουργικὰ δυνάμεις τε θείας καὶ ἀρχαγγέλους καί τισιν ἄλλαις ἐπωνυμίαις φερωνύμως τοῖς ἐπιτηδεύμασιν αὐτῶν ὀνομά-ζειν εἴωθε, τοὺς μέντοι δαίμονας, εἰ δὴ καὶ τούτων ἡμᾶς προσήκει τὴν ἐτυμολογίαν ἐξειπεῖν, οὐχ ᾗπερ Ἕλλησι δοκεῖ παρὰ τὸ δαήμονας εἶναι καὶ ἐπιστήμονας, ἀλλ’ ἢ παρὰ τὸ δειμαίνειν, ὅπερ ἐστὶ φοβεῖσθαι καὶ ἐκφοβεῖν, δαίμονάς τινας προσφυῶς ὀνομάζεσθαι. τάς γέ τοι θείας καὶ ἀγαθὰς δυνάμεις, ὥσπερ οὖν τοῦ τρόπου, οὑτωσὶ δὲ καὶ τῆς προσηγορίας τῆς δαιμονικῆς ἀλλοτρίας τυγχάνειν· ἐπεὶ καὶ πάντων ἂν εἴη παραλογώτατον τὰς μήτε μὴν τὴν προαίρεσιν μήτε τὴν ἐκ τοῦ τρόπου φύσιν ὁμοίας μιᾶς καὶ τῆς αὐτῆς ἐπωνυμίας ἀξιοῦν. 2. ΟΤΙ ΜΗ ΑΦ’ ΕΑΥΤΩΝ ΑΛΛ’ ΕΚ ΤΩΝ ΕΛΛΗΝΙΚΩΝ ΠΑΡΑ-ΘΕΣΕΩΝ ΤΑΣ ΤΩΝ ΕΛΕΓΧΩΝ ΜΑΡΤΥΡΙΑΣ ΠΙΣΤΟΥΜΕΘΑ Φέρε οὖν ἐπισκεψώμεθα, τίς ὁ κατ’ αὐτοὺς τῶν χρηστηρίων τρόπος, ὡς ἂν μάθοιμεν ποίας χρὴ δυνάμεως αὐτοὺς ἀποφήνασθαι καὶ εἴτε ὀρθῶς αὐτῶν ἀνεχωρήσαμεν εἴτε καὶ μή. εἰ δὲ μέλλοιμι παρ’ ἐμαυτοῦ τοὺς ἐλέγ-χους τῶν δηλουμένων προφέρειν, εὖ οἶδ’ ὅτι μηδ’ ἀνεπίληπτον παρέξω τοῖς φιλεγκλήμοσι τὸν λόγον. διόπερ αὐτὸς οὐδὲν οἴκοθεν εἰπὼν αὖθις ταῖς τῶν ἔξωθεν ἀποχρήσομαι μαρτυρίαις. μυρίων δὲ ὄντων παρ’ Ἕλλησι λογογρά-φων τε καὶ φιλοσόφων, πρὸ πάντων ἐπιτήδειον εἰς τὰ προκείμενα ἐγκρίνω τὸν δαιμόνων φίλον αὐτὸν ἐκεῖνον, ὃς δὴ καθ’ ἡμᾶς γεγονὼς ταῖς καθ’ ἡμῶν ἐλλαμπρύνεται ψευδηγορίαις. μάλιστα γὰρ φιλοσόφων οὗτος τῶν καθ’ ἡμᾶς δοκεῖ καὶ δαίμοσιν καὶ οἷς φησι θεοῖς ὡμιληκέναι ὑπέρ τε τούτων πρεσβεῦσαι καὶ πολλῷ μᾶλλον τὰ περὶ αὐτῶν ἀκριβέστερον διηρευνηκέναι. οὗτος τοιγαροῦν ἐν οἷς ἐπέγραψεν Περὶ τῆς ἐκ λογίων φιλοσοφίας συν-αγωγὴν ἐποιήσατο χρησμῶν τοῦ τε Ἀπόλλωνος καὶ τῶν λοιπῶν θεῶν τε καὶ ἀγαθῶν δαιμόνων, οὓς καὶ μάλιστα ἐκλεξάμενος ἑαυτῷ ἡγήσατο ἱκανοὺς εἶναι εἴς τε ἀπόδειξιν τῆς τῶν θεολογουμένων ἀρετῆς εἴς τε προτροπὴν ἧς αὐτῷ φίλον ὀνομάζειν θεοσοφίας. ἐκ δὴ τούτων τοιγαροῦν τῶν ἐγκριθέν-των καὶ μνήμης ἀξιωθέντων λογίων διακρῖναι καλὸν τοὺς χρησμολόγους καὶ σκέψασθαι ποίας ποτὲ ὄντες τυγχάνουσι δυνάμεως. πρῶτον δὲ θεασώμεθα ὅπως τῆς γραφῆς ὁ δηλωθεὶς ἀνὴρ ἀρχόμενος ἦ μὴν ἀληθεύειν ἐπόμνυται λέγων οὕτως·
πος χαίρειν ἐπὶ τοῖς προσδοκωμένοις ἀγαθοῖς, ὡς ἐπὶ τοῖς κακοῖς ἀνιᾶσθαι. "Αλλως τε καὶ ταῦτα μὲν οὐ πάνυ τι περὶ ἑαυτοὺς ἔσεσθαι πρὶν ἀκοῦσαι κατεί πίζομεν· τὰ δ᾽ ἀγαθὰ μᾶλλον ἅπαντες, ὡς εἰπεῖν, προσδοκῶμεν διὰ τὴν φυσικὴν οἰκείωσιν πρὸς αὐτά· οἱ μὲν γὰρ πολλοὶ καὶ μείζους τῶν δυνατῶν γενέσθα κατηλπίκασιν· ἐξ οὗ συμβαίνει τὸ μὲν τὴν τῶν ἀγα- θῶν προαγόρευσιν μὴ ἐπιτείνειν πάνυ τι τὴν χαρὰν, διὰ τὸ καὶ χωρὶς τῆς προαγορεύσεως ἕκαστον ἐξ ἑαυ τοῦ τὰ κρείττω προσδοκᾷν, ἢ ἐπ' ὀλίγον ἐπιτείνειν τῇ δοκούσῃ βεβαιότητι· πολλάκις δὲ καὶ μειοῦν τὴν χαρὰν, ὅταν ἐλάττω τῶν ἐλπισθέντων ἀκουσθῇ τὴν δὲ τῶν κακῶν προαγόρευσιν, καὶ διὰ τὸ ἀποστρεπτον αὐτῶν φύσει, καὶ διὰ τὸ παρ' ἐλπίδας ἐνίοτε προλέ γεσθαι μεγάλως ταράττειν. Αλλ' ὅμως, εἰ καὶ μὴ τοῦτο συνέβαινε, τό γε ἀχρεῖον ἔσεσθαι τὴν προαγό ρευσιν παντί που δῆλον ἂν εἴη. Εἰ γὰρ φήσει τις σωθήσεσθαι τὸ χρήσιμον τῆς μαντικῆς, διὰ τὸ προ λέγεσθαι τὸ πάντως ἐσόμενον δυσχερές, εἰ μὴ φυλαξαίμεθα, οὐκ ἔτι πάντα δείξει συμβησόμενα καθ᾽ εἰμαρμένην, ἐφ' ἡμῖν ὄντος τοῦ φυλάξασθαι τε καὶ μὴ φυλάξασθαι. Εἰ γὰρ καὶ τοῦτο κατηναγκά σθαι φήσει τις, ὡς εἰς πάντα τὰ ὄντα διατείνειν τὴν εἱμαρμένην, πάλιν τὸ τῆς μαντικῆς χρήσιμον ἀναι ρεῖται· φυλαξόμεθα γὰρ εἰ καθείμαρται, καὶ οὐ φυ λαξόμεθα δῆλον ὡς, εἰ μὴ καθείμαρται φυλάξασθαι, κἂν πάντες οἱ μάντεις τὸ ἐσόμενον προαγορεύωσιν ἡμῖν. Τὸν γοῦν Οἰδίποδα, καὶ τὸν ᾿Αλέξανδρον τὸν τοῦ Πριάμου, καὶ αὐτὸς ὁ Χρύσιππός φησι πολλὰ μη- χανησαμένων τῶν γονέων, ὥστε ἀποκτεῖναι, ἵνα τὸ ἀπ' αὐτῶν προῤῥηθὲν αὐτοῖς κακὸν φυλάξωνται, μὴ δυνηθῆναι. Οὕτως οὐδὲν ὄφελος οὐδὲ αὐτοῖς τῆς τῶν κακῶν προαγορεύσεώς φησιν εἶναι διὰ τὴν ἐκ τῆς εἰς μαρμένης αἰτίαν. Τοῦτο μὲν οὖν ἐκ περιουσίας εξα ρήσθω πρὸς τὸ μὴ μόνον ἀνυπόστατον, ἀλλὰ καὶ ἀχρεῖον τῆς μαντικῆς. » Ταῦτα μὲν ὁ φιλόσοφος· σύ γε μὴν παρὰ σαυτῷ σκέψαι, πῶς, Ἕλληνες ὄντες, καὶ τὴν Ἑλλήνων σύντροφον ἐκ νέας ηλικίας κτησά- μενοι παιδείαν, τά τε πάτρια περὶ θεῶν πάντων μᾶλ λον διεγνωκότες, Αριστοτελικοὶ πάντες, Κυνικοί τε καὶ Ἐπικούρειοι, καὶ ὅσοι τούτοις ἐφρόνησαν τὰ πα ραπλήσια, τῶν παρ' αὐτοῖς Ἕλλησι βοωμένων μαν τείων κατεγέλασαν. Καὶ μὴν εἴπερ ἦν ἀληθῆ τὰ θρυλλούμενα περὶ τῆς τῶν χρηστηρίων παραδοξο- ποιίας, εἰκὸς ἦν καὶ τούσδε καταπλαγῆναι Ελληνας ὄντας, καὶ τὰ πάτρια ἀκριβῶς ἐξεπισταμένους, μηδέν τε τῶν γνωσθῆναι ἀξίων ἐν δευτέρω τεθειμένους. Ταῦτα μὲν οὖν καὶ ὅσα τοιαῦτα συνάγειν εἰς ἀνα- σκευὴν τῆς περὶ τῶν χρηστηρίων ὑποθέσεως πλείστη τις ἦν περιουσία· ἀλλ᾽ οὐ ταύτῃ μοι δοκεῖ τὸν πα- ρόντα μεθοδεῦσαι λόγον, ἀλλ᾽ ᾖπερ ώρμήθημεν ἀρξά μενοι, ἀληθῆ λέγειν δόντες τοὺς ὑπὲρ αὐτῶν προϊστα μένους, ὡς ἂν ἐκ τῶν παρ' αὐτοῖς ὁμολογουμένων, μαντεῖά τε εἶναι ἀληθῆ καὶ πυθόχρηστα θεοπρόπια τὰ δηλούμενα φασκόντων, τὴν ἀκριβῆ τῶν δηλουμέ νων έκφανσιν καταμάθοιμεν. EUSEBI CAESARIENSIS OPP. PARS II. -- APOLOGETICA. B . tantum abest ut nobis divinatio utilitatis afferret A aliquid, ut potius hoc ipso nobis cederet in perni - ciem, quod animi ægritudinem ac molestiam ex ip- samet calamitatumn necessario futurarum præsensio- ne, etiam antequam acciderent, hominibus crearet. Nec enim æqualem contra lætitiam futurorum prædi- ctione honorum excitatum iri quis dixerit; cum homo non tantum bonorum exspectatione gaudere, quan- tum metu malorum dolere consueverit. Deinde nemo fere est, qui ab sese mala propius abesse, antequam audierit, admodum speret; bona vero, quod in ea sponte sua natura propendeat, omnes, ut verbo di- cam, potius exspectamus. Nam et plerique majores sese, quam fieri possint, futuros sperare solent. Ex quo illud accidit, ut bonorum quidem prædictio Laetitiam vel admodum non augeat, quod etiam citra prædictionem quilibet meliora quæque per se ipsum exspectet; vel raro saltem ea, qua quis forte putet, cum firmitate augeat; imo sæpe quoque minuat, dum spe minus aliquid respondetur: malorum au- tem prædictio, partim quod ab iis naturæ sensus abhorreat, partim quod ea præter spem aliquando prædicantur, gravem animi perturbationem afferat. Quanquam, si ejusmodi nihil accideret, inanem ta- men prædictionem fore, cuivis, opinor, constare certo possit. Nam si quis utilitatem divinationi ali- quam hoc ipso assereret atque defenderet, quod eæ calamitates prædicantur, quæ omnino, nisi caveris, eventuræ sint; is profecto non omnia fato evenire demonstraret, cum in nostra potestate esset aut ca- vere, aut non cavere. Sin autem hoc ipsum cadem necessitate contineri dixerit, ut ad res omnes vis fati pertineat, rursum divinationis utilitas omnis tollitur; certo enim, si fatum nobis cavere sit, ca- vebimus; sin autem fatum non fuerit, nullomodo cavebimus, tametsi vates omnes, quid eventuram nobis sit, prænuntiarint. Enimvero, cumn (Edipi, tum Alexandri Priami fìlii cædem omni arte molitos utriusque parentes fuisse, ut quod prædictum erat ab iis sibi exitium imminere, declinarent, nec la- men eos voti compotes esse unquam potuisse, vel Chrysippus ipse confitetur: adeoque agnoscit nihil etiam ipsis malorum suorum prædictionem propier fati vim ac necessitatem profuisse. Atque hæc a no- bis contra divinationis partim incertitudinem, par D tim inutilitatem, liberalius quidem, quam res po- stulabat, dicta sunto. » Hactenus ille philosophus. Tu vero tecum ipse cogita, quemadmodum Graci homines, qui non modo Græcorum disciplinam et instituta ab ineunte ætate cum ipso prope lacte inu- tricis imbiberant, sed etiam patrias deorum reli- giones omnium accuratissime perviderant, Aristo- telici omnes, omnes cum Cynici, tum Epicurei, et quotquot ad eorum sese opinionem aggregarant, ja- ctata apud Græcos ipsos vatum responsa deriserint. Quos tamen, si quæ de oraculorum istorum prodi- giis omnium ore celebrantur, vera putavissent, oportebat sane non minus quam cæteros eorum vim obstupescere, quippe qui et Græci essent, ritusque patrios omuino callerent, ac nihil eorum, quæ scitu digna forent, ullo unquam modo neglexissent. Ista quidem aliaque similia, qui hoc in argumenti ge-
PG 21:249ζ. ΠΕΡΙ ΤΩΝ ΚΑΤΑ ΤΟΥΣ ΧΡΗΣΜΟΥΣ ΑΠΟΡΡΗΤΩΝ ΕΚ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΠΑΡΑΘΕΣΕΩΣ η. ΕΚ ΤΩΝ ΠΟΡΦΥΡΙΟΥ ΟΡΚΟΣ ΠΕΡΙ ΤΩΝ ΧΡΗΣΜΩΝ Βέβαιος δὲ καὶ μόνιμος ὁ ἐντεῦθεν ὡς ἂν ἐκ μόνου βεβαίου τὰς ἐλπίδας τοῦ σωθῆναι ἀρυτόμενος· οἷς δὴ καὶ μεταδώσεις μηδὲν ὑφαιρούμενος. ἐπεὶ κἀγῶ τοὺς θεοὺς μαρτύρομαι ὡς οὐδὲν οὔτε προστέθεικα οὔτε ἀφεῖλον τῶν χρησθέντων νοημάτων, εἰ μή που λέξιν ἡμαρτημένην διώρθωσα ἢ πρὸς τὸ σαφέστερον μεταβέβληκα ἢ τὸ μέτρον ἐλλεῖπον ἀνεπλήρωσα ἤ τι τῶν μὴ πρὸς τὴν πρόθεσιν συντεινόντων διέγραψα, ὡς τόν γε νοῦν ἀκραιφνῆ τῶν ῥηθέντων διετήρησα, εὐλαβούμενος τὴν ἐκ τούτων ἀσέβειαν μᾶλλον ἢ τὴν ἐκ τῆς ἱεροσυ-λίας τιμωρὸν ἑπομένην δίκην. ἕξει δὲ ἡ παροῦσα συναγωγὴ πολλῶν μὲν τῶν κατὰ φιλοσοφίαν δογμάτων ἀναγραφήν, ὡς οἱ θεοὶ τἀληθὲς ἔχειν ἐθέσπισαν· ἐπ’ ὀλίγον δὲ καὶ τῆς χρηστικῆς ἁψόμεθα πραγματείας, ἥτις πρός τε τὴν θεωρίαν ὀνήσει καὶ τὴν ἄλλην κάθαρσιν τοῦ βίου. ἣν δ’ ἔχει ὠφέλειαν ἡ συναγωγή, μάλιστα εἴσονται ὅσοιπερ τὴν ἀλήθειαν ὠδίναντες ηὔξαντό ποτε τῆς ἐκ θεῶν ἐπιφανείας τυχόντες ἀνάπαυσιν λαβεῖν τῆς ἀπορίας διὰ τὴν τῶν λεγόντων ἀξιό-πιστον διδασκαλίαν. Τοιούτοις χρησάμενος προοιμίοις μαρτύρεται καὶ προπαραγγέλλει μὴ εἰς πολλοὺς ἐκφῆναι τὰ λεχθησόμενα, λέγων οὕτως· θ. ΟΤΙ ΟΥ ΧΡΗ ΤΑ ΛΕΧΘΗΣΟΜΕΝΑ ΕΙΣ ΠΑΝΤΑΣ ΕΚΦΑΙΝΕΙΝ Σὺ δ’ εἴπερ τι καὶ ταῦτα πειρῶ μὴ δημοσιεύειν μηδ’ ἄχρι καὶ τῶν βεβή-λων ῥίπτειν αὐτὰ δόξης ἕνεκα ἢ κέρδους ἤ τινος ἄλλης οὐκ εὐαγοῦς κολακείας. κίνδυνος γὰρ οὐ σοὶ μόνον τὰς ἐντολὰς παραβαίνοντι ταύτας, ἀλλὰ κἀμοὶ ῥᾳδίως πιστεύσαντι τῷ στέγειν παρ’ ἑαυτῷ μὴ δυναμένῳ τὰς εὐποιίας. δοτέον δὴ τοῖς τὸν βίον ἐνστησαμένοις πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν. Καὶ μεθ’ ἕτερα ἐπιλέγει· Ταῦτά μοι ὡς ἀρρήτων ἀρρητότερα κρύπτειν· οὐδὲ γὰρ οἱ θεοὶ φανερῶς περὶ αὐτῶν ἐθέσπισαν, ἀλλὰ δι’ αἰνιγμάτων. Ἐπειδὴ τοίνυν τοιαῦτα ὁ λόγος ἀνετείνατο, φέρε λοιπὸν διὰ τῶν ἐνθέων καὶ Πυθοχρήστων λογίων σκεψώμεθα, ποταπὰς εἶναι τὰς θεολογουμένας ἀφανεῖς δυνάμεις προσήκει λογίζεσθαι· γένοιτο γὰρ καὶ ἀνδρὸς ἔλεγχος ἐκ τῶν οἰκείων λόγων τε καὶ ἐπιτηδευμάτων. ὁ δὴ οὖν προδηλωθεὶς ἀνὴρ ἐν αὐτοῖς οἷς ἐπέγραψεν Περὶ τῆς ἐκ λογίων φιλοσοφίας χρησμοὺς τίθησι τοῦ Ἀπόλλωνος, τὰς διὰ ζῴων θυσίας ἐργάζεσθαι παρακελευομένου καὶ μὴ μόνοις δαίμοσιν μηδὲ μόναις ταῖς περιγείοις δυνάμεσιν, ἀλλὰ καὶ ταῖς αἰθερίοις καὶ οὐρανίοις ζῳοθυτεῖν. ἐν ἑτέροις δ’ ὁ αὐτὸς δαίμονας, ἀλλ’ οὐ θεοὺς εἶναι ὁμολογῶν ἅπαντας, οἷς Ἕλληνες τὰς δι’ αἱμάτων καὶ ζῴων ἀλόγων σφαγῆς ἐπετέλουν θυσίας, μὴ χρῆναι μηδὲ ὅσιον εἶναι θεοῖς ζῳοθυτεῖν φησίν. ἄκουε τοιγαροῦν τῶν πρώτων αὐτοῦ φωνῶν, δι’ ὧν τὰ περὶ τῆς ἐκ λογίων φιλοσοφίας συνάγων, πῶς ὁ Ἀπόλλων χρῆναι θερα-πεύειν τοὺς θεοὺς διδάσκει. ὃ καὶ παρατίθεται γράφων ὧδε· ι. ΟΠΩΣ ΘΕΡΑΠΕΥΕΙΝ ΔΙΑ ΘΥΣΙΩΝ Ο ΑΠΟΛΛΩΝ ΠΡΟΣΤΑΤΤΕΙ ΤΟΥΣ ΘΕΟΥΣ Ἀκολούθως μετὰ τὰ ῥηθέντα περὶ εὐσεβείας ἃ περὶ τῆς θεραπείας αὐτῶν ἔχρησαν, ἀναγράφοιμεν ἂν ὧν ἐκ μέρους κἀν τοῖς περὶ εὐσεβείας φθά-σαντες παρατεθείκαμεν. ἔστιν δὲ ὁ χρησμὸς τοῦ Ἀπόλλωνος ἅμα καὶ διαίρεσιν τῆς τῶν θεῶν περιέχων τάξεως· ἐργάζευ, φίλε, τήνδε θεόσδοτον ἐς τρίβον ἐλθών, μηδ’ ἐπιλήθεο τῶν μακάρων, θυσίας ἐναρίζων πῆ μὲν ἐπιχθονίοις, πῆ δ’ οὐρανίοις, ποτὲ δ’ αἴθρης αὐτοῖσιν βασιλεῦσι καὶ ἠέρος ὑγροπόροιο ἠδὲ θαλασσαίοις καὶ ὑποχθονίοισιν ἅπασιν· πάντα γὰρ ἐνδέδεται φύσεως μεστώμασι τῶνδε. ζῴων δ’ ὡς θέμις ἐστὶ τελευτῆσαι καθαγισμοὺς ἀείσω (δέλτοις δὲ χαράσσετε χρησμὸν ἐμεῖο), τοῖς μὲν ἐπιχθονίοις, τοῖς δ’ οὐρανίοισι θεοῖσι· φαιδρὰ μὲν οὐρανίοις, χθονίοις δ’ ἐναλίγκια χροιῇ. τῶν χθονίων διάειρε τριχῇ θυσίας ἐναρίζων· νερτερίων κατάθαπτε καὶ ἐς βόθρον αἷμα ἴαλλε· χεῦε μέλι νύμφαισι Διωνύσοιό τε δῶρα· ὅσσοι δ’ ἀμφὶ γέην πωτώμενοι αἰὲν ἔασιν, τοῖσδε φόνου πλήσας πάντη πυριπληθέα βωμὸν ἐν πυρὶ βάλλε δέμας θύσας ζῴοιο ποτανοῦ καὶ μέλι φυρήσας Δηωί̈ῳ ἀλφίτῳ ἔνθευ ἀτμούς τε λιβάνοιο καὶ οὐλοχύτας ἐπίβαλλε· εὖτε δὲ πὰρ ψαμάθοισιν ἴῃς, γλαυκὴν ἅλα χεύας κὰκ κεφαλῆς θυσίαζε καὶ εἰς βαθὺ κῦμα θαλάσσης ζῷον ὅλον προί̈αλλε. τελευτήσας τάδε πάντα ἐς πλατὺν ἠερίων χορὸν ἔρχεο οὐρανιώνων. ἀστραίοις δἤπειτα καὶ αἰθερίοις ἐπὶ πᾶσιν αἷμα μὲν ἐκ λαιμῶν κρουνώμασιν ἀμφὶ θυηλὰς λιμνάζειν, τὰ δὲ γυῖα θεοῖς ἐν δαιτὶ πονεῖσθαι, ἄκρα μὲν Ἡφαίστῳ δόμεναι, τὰ δὲ λοιπὰ πάσασθαι, ἀτμοῖσιν λαροῖσιν ἐνιπλήσαντες ἅπαντα ἠέρα ῥευσταλέον· ἐπὶ δ’ εὐχὰς πέμπετε τοῖσδε. Καὶ μετ’ ὀλίγα ἐπεξηγεῖται τὸν χρησμὸν ἑρμηνεύων ὧδε· Αἱ δὲ θυσίαι ἔχουσι τὸν τρόπον τοῦτον κατὰ τὴν προρρηθεῖσαν διαί-ρεσιν τῶν θεῶν ἐκδεδομέναι. ὄντων γὰρ ὑποχθονίων καὶ ἐπιχθονίων θεῶν καὶ τῶν μὲν ὑποχθονίων καὶ νερτερίων καλουμένων, τῶν δ’ ἐπιχθονίων καὶ χθονίων κληθέντων θεῶν, κοινῶς μὲν τούτοις ἱερεῖα τετράποδα μέλανα ἄγειν παρακελεύεται, περὶ δὲ τὸν τρόπον τῆς θυσίας ἐξαλλάττει· τοῖς μὲν γὰρ ἐπιχθο-νίοις σφάττειν ἐπὶ βωμῶν, τοῖς δ’ ὑποχθονίοις ἐπὶ βόθρων παρακελεύεται καὶ μέντοι καταθάπτειν τούτοις θύσαντας τὰ σώματα. ὅτι γὰρ κοινὰ τού-των καὶ τὰ τετράποδα, αὐτὸς ἐρωτηθεὶς ἐπήγαγεν· ξυνὰ πέλει χθονίων καὶ ὑποχθονίων τάδε μούνων τετράποδα· χθονίοις ἀρνῶν νεοπηγέα γυῖα. τοῖς δὲ ἀερίοις πτηνὰ θύειν παρακελεύεται ὁλοκαυτοῦντας καὶ τὸ αἷμα ἐπὶ τῶν βωμῶν περιάγοντας· τοῖς δὲ θαλασσίοις πτηνὰ μέν, ζῶντα δὲ ἀφιέναι εἰς τὰ κύματα, μέλανα τὴν χρόαν ὄντα. φησὶ γάρ· τοῖς δὲ θεοῖς τὰ πετεινά, θαλασσαίοις δὲ κελαινά, πᾶσιν μὲν λέγων τοῖς θεοῖς πλὴν τῶν χθονίων τὰ πετεινά, μόνοις δὲ τοῖς θα-λασσίοις τὰ κελαινά, οὐκοῦν τοῖς ἄλλοις λευκά. τοῖς δ’ οὐρανίοις τε καὶ αἰθε-ρίοις τὰ ἄκρα τῶν ἱερείων λευκῶν ὄντων ἀφιεροῦν, τὰ δὲ λοιπὰ μέρη ἐσθίειν· ἐκ μόνων γὰρ τούτων βρωτέον σοι, ἐκ δὲ τῶν ἄλλων μή. οὓς δὲ εἴρηκεν ἐν τῇ διαιρέσει οὐρανίους, τούτους ἐνταῦθα ἀστραίους. ἆρ’ οὖν δεήσει ἐξηγήσασθαι τῶν θυσιῶν τὰ σύμβολα τῷ εὐσυνέτῳ δῆλα; τετράποδα μὲν γὰρ τοῖς χθονίοις καὶ χερσαῖα· τῷ γὰρ ὁμοίῳ χαίρει τὸ ὅμοιον. χθόνιον δὲ τὸ πρόβατον καὶ διὰ τοῦτο Δήμητρι φίλον, καὶ ἐν οὐρανῷ τὴν ἔκφανσιν ἐκ τῆς γῆς τῶν καρπῶν μεθ’ ἡλίου λοχεύει. μέλανα δέ· τοιαύτη γὰρ ἡ γῆ φύσει σκο-τεινή. τρία δέ· τοῦ γὰρ σωματικοῦ καὶ γεώδους τὰ τρία σύμβολον. τοῖς μὲν οὖν ἐπιχθονίοις ἄνω ἐπὶ βωμῶν δεῖ θῦσαι, ἐπὶ γὰρ τῆς γῆς ἀναστρέ-φονται οὗτοι· τοῖς δ’ ὑποχθονίοις ἐν βόθρῳ καὶ ἐν ταφῇ, ἔνθα διατρίβουσιν· τὰ πτηνὰ δὲ τοῖς ἄλλοις, ὅτι πάντα θεῖ. καὶ γὰρ τὸ ὕδωρ ἀεικίνητον τῆς θαλάσσης, μέλαν δέ· διὸ καὶ τὰ τοιαῦτα ἱερεῖα πρόσφορα. τοῖς δὲ ἀερίοις λευκά· πεφώτισται γὰρ καὶ ὁ ἀὴρ φύσεως ὢν διαφανοῦς. οὐρανίοις δὲ καὶ αἰθερίοις τὰ ἐπὶ τῶν ζῴων κουφότερα, ἅπερ ἐστὶν ἄκρα. οἷς κοινωνεῖν τῆς θυσίας δεῖ· δοτῆρες γὰρ οὗτοι ἀγαθῶν, οἱ δὲ ἄλλοι τῶν κακῶν κωλυτῆρες. Τοιαῦτα μὲν τὰ ἀπὸ τῆς ἐκ λογίων φιλοσοφίας τοῦ θαυμαστοῦ θεο-σόφου.
ΚΕΦΑΛΑΙΟΝ Γ'. Ὅτι μὴ ἀφ' ἑαυτῶν ἀλλ' ἐκ τῶν Ἑλληνικῶν παρα- θέσεων τὰς τῶν ἐλέγχων μαρτυρίας πιστού- μεθα. Φέρε οὖν, ἐπισκεψώμεθα, τίς ὁ κατ' αὐτοὺς τῶν χρηστηρίων τρόπος, ὡς ἂν μάθοιμεν ποίας χρὴ δυ νάμεως αὐτοὺς ἀποφήνασθαι, καὶ εἴτε ὀρθῶς αὐτῶν ἀνεχωρήσαμεν, εἴτε καὶ μή. Εἰ δὲ μέλλοιμι παρ' ἐμαυτοῦ τοὺς ἐλέγχους τῶν δηλουμένων προφέρειν, εξ οἶδ' ὅτι μηδ' ἀνεπίληπτον παρέξω τοῖς φιλεγκλή μοσι τὸν λόγον. Διόπερ αὐτὸς οὐδὲν οἴκοθεν εἰπὼν, αὖθις ταῖς τῶν ἔξωθεν ἀποχρήσομαι μαρτυρίαις. Μυ ρίων δὲ ὄντων παρ' Έλλησι λογογράφων τε καὶ φιλο- σόφων, πρὸ πάντων ἐπιτήδειον εἰς τὰ προκείμενα έγ- κρίνω τὸν δαιμόνων φίλον αὐτὸν ἐκεῖνον, ὃς δὴ καθ᾿ ἡμᾶς γεγονώς, ταῖς καθ᾿ ἡμῶν ἐλλαμπρύνεται ψευδηγο- Β ρίαις. Μάλιστα γὰρ φιλοσόφων οὗτος τῶν καθ᾿ ἡμᾶς δοκεῖ καὶ δαίμοσι, καὶ οἷς φησι θεοῖς ὁμιληκέναι, ὑπέρ τε τούτων πρεσβεῦσαι, καὶ πολλῷ μᾶλλον τὰ παρ' ἑαυτῶν « ἀκριβέστερον διηρευνηκέναι. Οὗτος ταγαροῦν ἐν οἷς ἐπέγραψε περὶ τῆς ἐκ λογίων φιλο- αφίας, συναγωγὴν ἐποιήσατο χρησμών του τε Απόλλωνος καὶ τῶν λοιπῶν θεῶν τε καὶ ἀγαθῶν δαιμόνων· οἷς καὶ μάλιστα ἐκλεξάμενος αὐτῷ ἡγή - σατο ἱκανοὺς εἶναι εἰς τε ἀπόδειξιν τῆς τῶν θεολο γουμένων ἀρετῆς, εἰς τε προτροπὴν τῆς, ὡς αὐτῷ φίλον ὀνομάζειν, θεοσοφίας. Ἐκ δὲ τούτων τοιγαρ- οὖν τῶν ἐκκριθέντων καὶ μνήμης ἀξιωθέντων λογίων διακρῖναι καλὸν τοὺς χρησμολόγους, καὶ σκέψασθαι ποίας ποτὲ ὄντες τυγχάνουσι δυνάμεως. Πρῶτον δὲ θεατώμεθα, ὅπως τῆς γραφῆς ὁ δηλωθεὶς ἀνὴρ ἀρ χόμενος ἢ μὴν ἀληθεύειν επόμνυται, λέγων οὔ τους. ΚΕΦΑΛΑΙΟΝ Ζ'. Περὶ τῶν κατὰ χρησμοὺς ἀποῤῥήτων ἐκ τῆς ῾Ελ- ληνικῆς παραθέσεως, καὶ ὅρκος περὶ τῶν χρησμῶν, ἐκ τῶν Πορφυρίου. • Βέβαιος (29) δὲ καὶ μόνιμος ὁ ἐντεῦθεν, ὡς ἂν ἐκ μόνου βεβαίου τὰς ἐλπίδας τοῦ σωθῆναι ἀρυτό μενος, οἷς δὴ καὶ μεταδώσεις μηδὲν ὑφαιρούμενος. Ἐπεὶ καγώ τι θεοὺς μαρτύρομαι, ὡς οὐδὲν οὔτε προσ- τέθεικα, οὔτε ἀφεῖλον τῶν χρησθέντων νοημάτων· εἰ μή που λέξιν ήμαρτημένην διώρθωσα, ἢ πρὸς τὸ σαφέστερον μεταβέβληκα, ἢ τὸ μέτρον ἐλλεῖπον ἀνε πλήρωσα, ἤ τι τῶν μὴ πρὸς τὴν πρόθεσιν συντεινόν- των διέγραψα. Ως τόν τε νοῦν ἀκραιφνὴ τῶν ῥηθέν · ἴσ. αὐτῶν. βεβαίοις δε, καὶ μονίμοις, ὡς ἂν ἐκ τῆς τῶν θεῶν ἀγαθότητος τ. ε. τ. σ. ἀρυτομένοις, μηδὲν ὑφαιρούμενος, μήτε μεταδιδούς, ταῦτα παραθήσομαι. μεταδιδούς προστι θείς, ύφαιρούμενος. μηδενός μεταδιδόναι εἰ ταῦτα παρατίθεσθαι. βέβαιος δή, βέβαιος δέ, οἷς δή, βέβαιος PRÆPAR. EVANG. LIB. 1V. A CAPUT VI. Argumentorum confutationumque nostrarum testimo- niu non nostris, sed Græcorum scriptis confir- mari. Age itaque, videamus aliquando, quænam apud istos oraculorum ratio fuerit, ut simul intelligamus cujusmodi vim iis attribuere nos oporteat, quam- que jure vel secus ab iisdem recesserimus. Et qui- dem si argumentis ipse meis id, quod nunc agitur, conficere velle, non satis immunem tutamque, sat scio, disputationem meam ab omni litigiosorum hominum reprehensione calumniaque præstaren. Quare nihil domo promptum afferam, sed testimo- niis, quod adhuc feci, alienis utar. Ex omnibus tamen Græcis cum historieis, tum etiam philoso- phis, qui sane infiniti sunt, unum præ cæteris ido- neum hane in rem futurum illum putavi, qui et dæmonum amicus fuit, et nostra ætate vixit, et præcipuum sibi decus instituto nostro menda- cissime traducendo quæsivit. Enimvero philosophos inter, qui nostra memoria floruerunt, videtur iste maximam cum damonibus, quos ipse deos nomi - nat, consuetudinem iniisse, causam eorum studio- sissime defendisse, et quidquid ad ipsorum naturan ac religiones pertinebat, longe omnium accuratissi- me rinatus esse. Hic igitur in iis, quæ de philoso- plia ex oraculis hausta conscripsit, pleraque tum Αpollinis, tum caeterorum quoque deorum ac bono- rum dæmonum responsa collegit, quorum fide noa eorum sesc modo, quibus divinitatem attribuunt, vim ac potestatem ostendere, sed etiam homines ad diving, uti vocare amat, sapientiæ studium ex- citare posse confideret. Æquum itaque fuerit, ex iis, quæ tanquam memoria dignissima selegit, oraculis de eorum auctoribus prudenter judicare, el, cujusmodi potestate sint præditi, diligentius inquirere. Sed animadvertamus in primis, (quemadmo- dum ipso statim operis initio vera se dicturum laudatus scriptor jurejurando confirmet, his concepto serbis. C CAPUT VII. De abditis oraculorum arcanis ex ipsis Græcorum monimentis, cum jurejurando in eorum fidem nuncupato : ex Porphyrii scriptis. • Constantis utique est solidæque firmitatis, quis- quis inde tanquam ex eo, quod solidum unum est, spem suae salutis haurit : cujusmodi cum ho- minibus oraculorum istorum sapientiam communica laudat, qui capitis hujus initium legerat, Qua in lectione, saltem, mutandum videtur in ut opponatur præcedenti Αlio- qui pugnabunt ista, Vulgatam lectionem retincre malim, nulla sui parte decurtatam. Etenim deos ipse testor, nihil abs me vel responsorum ad mentem ac sen- tentiam additum, vel ex ea detractum fuisse; nisi forte sicubi aut voculam errore vitiatam einendavi, aut majoris perspicuitatis gratria illustriore commu- cujus sententia sic a superioribus, hoc loco præter- missis, pendet, ut tamen alterum quoque mem- bruin ex hoc uno intelligi perfacile possit; tametsi reddiderim, perinde ut si non legeretur. Quod sequitur, nihil obstat quominus legatur. Eleganter enim et gravi- ter hic singularis, quoscunque id genus homiucă complectitur. (29) Βέβαιος. Μontacut. Argyropylum quemdam
PG 21:255ια. ΟΤΙ ΟΥΚ ΑΝ ΕΙΕΝ ΘΕΟΙ ΟΙ ΤΑΙΣ ΔΙΑ ΖΩΙΩΝ ΘΥΣΙΑΙΣ ΧΑΙΡΟΝΤΕΣ Φέρε δὲ τοῦ αὐτοῦ τὰς ἐναντίας τούτοις φωνὰς συγκρίνωμεν, ἃς τέθειται ἐν οἷς ἐπέγραψεν Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς. ἔνθα δὴ ὀρθῷ λογισμῷ κινούμενος πρῶτον ἁπάντων ὁμολογεῖ μὴ δεῖν τὸ καθόλου μηδὲν μήτε θυ-μιᾶν μήτε θύειν τῷ ἐπὶ πᾶσιν θεῷ, ἀλλὰ μηδὲ ταῖς μετ’ αὐτὸν θείαις καὶ οὐρανίαις δυνάμεσιν. εἶτα δὲ ἐπεξιὼν τὰς τῶν πολλῶν ὑπολήψεις ἀνα-σκευάζει, μὴ χρῆναι φάσκων θεοὺς ὑπολαμβάνειν τοὺς ταῖς διὰ ζῴων θυ-σίαις χαίροντας. εἶναι γάρ φησι πάντων ἀδικώτατον τὸ ζῳοθυτεῖν καὶ ἀνόσιον καὶ μυσαρὸν καὶ βλαβερὸν καὶ διὰ τοῦτο μηδὲ θεοῖς προσφιλές. ταῦτα δὲ λέγων δῆλος ἂν εἴη τὸν ἑαυτοῦ θεὸν ἀπελέγχων· προστάττειν γὰρ ἀρτίως ἔφησεν τὸν χρησμὸν μὴ μόνον τοῖς ὑποχθονίοις καὶ ἐπιχθονίοις θεοῖς, ἀλλὰ καὶ τοῖς ἀερίοις οὐρανίοις τε καὶ αἰθερίοις ζῳοθυτεῖν. καὶ ὁ μὲν Ἀπόλ-λων τοιαῦτα. ὁ δὲ τὸν Θεόφραστον μαρτυρόμενος θεοῖς μὲν οὔ φησιν ἁρμό-ζειν τὴν διὰ ζῴων θυσίαν, δαίμοσιν δὲ μόνοις, ὥστε κατὰ τὸν αὐτοῦ καὶ Θεοφράστου λόγον δαίμονα εἶναι, ἀλλ’ οὐ θεὸν τὸν Ἀπόλλωνα, οὐ μὴν ἀλλὰ καὶ πάντας τοὺς παρὰ πᾶσι τοῖς ἔθνεσιν νενομισμένους θεούς, οἷς τὰς διὰ ζῴων θυ-σίας πανδημεὶ πάντες ἄρχοντές τε καὶ ἀρχόμενοι κατά τε πόλεις καὶ χώρας ἐκτελοῦσιν· τούτους γὰρ οὐκ ἄλλο τι τυγχάνειν ἡγεῖσθαι χρὴ κατὰ τοὺς εἰρημένους ἢ δαίμονας. εἰ δὲ ἀγαθοὺς εἶναί φασιν αὐτούς, καὶ πῶς, εἴπερ ἀνόσιος ἦν καὶ μυσαρὰ καὶ ἐπιβλαβὴς ἡ δι’ αἱμάτων θυσία, ἀγαθοὶ ἂν εἶεν οἱ τοῖς τοιοῖσδε χαίροντες; εἰ δὲ καὶ μὴ μόναις ταῖς τοιαύταις δὴ θυσίαις, καθ’ ὑπερβολὴν δὲ ὠμότητος καὶ ἀπανθρωπίας φανεῖεν ἀνδροκτασίαις καὶ ἀνθρωποθυσίαις ἡδόμενοι, πῶς οὐκ ἄντικρυς εἶεν ἂν μιαιφόνοι καὶ πάσης ὠμότητος καὶ ἀπανθρωπίας οἰκεῖοι καὶ οὐδὲν ἄλλο ἢ πονηροὶ δαίμονες; τούτων δὲ ἡμῖν τὴν ἀπόδειξιν εἰληφότων οἶμαι τῆς ἡμετέρας ἐκ τῶν δηλουμένων ἀναχωρήσεως τὸ εὔλογον ἀποδεδόσθαι· μὴ γὰρ εἶναι ὅσιον μηδ’ εὐσεβές, μὴ ὅτι τὴν τοῦ θεοῦ σεβάσμιον προσηγορίαν καὶ τὴν ἀνωτάτω τιμὴν ἐπὶ τὰ πονηρὰ πνεύματα καταβάλλειν, ἀλλὰ μηδὲ τοῦ παρ’ ἀνθρώ-ποις τὴν βασίλειον ἐπιειμένου ἀξίαν λῃσταῖς καὶ τοιχωρύχοις περιτιθέναι. ὅθεν ἡμεῖς μόνον τὸν ἐπὶ πάντων σέβειν δεδιδαγμένοι θεὸν τιμᾶν τε κατὰ τὸ προσῆκον καὶ τὰς ἀμφ’ αὐτὸν θεοφιλεῖς τε καὶ μακαρίας δυνάμεις, οὐδὲν μὲν γεῶδες καὶ νεκρὸν οὐδὲ λύθρους καὶ αἵματα οὐδέ τι τῆς φθαρτῆς καὶ ὑλι-κῆς οὐσίας ἐπαγόμεθα· νῷ δὲ πάσης κεκαθαρμένῳ κακίας καὶ σώματι τὸν ἐξ ἁγνείας καὶ σωφροσύνης κόσμον πάσης λαμπρότερον ὄντα στολῆς περιβεβλη-μένῳ δόγμασί τε ὀρθοῖς καὶ θεοπρεπέσι καὶ ἐπὶ πᾶσι τούτοις διαθέσει γνη-σίᾳ τὴν ὑπὸ τοῦ σωτῆρος ἡμῶν παραδοθεῖσαν εὐσέβειαν μέχρι καὶ θανά-του φυλάττειν εὐχόμεθα. ἀλλὰ γὰρ τούτων ἡμῖν προδιηρθρωμένων ὥρα καὶ ἐπὶ τὰς ἀποδείξεις τῶν εἰρημένων χωρεῖν. πρῶτα δὲ πάντων διελ-θεῖν εὔλογον δι’ ὧν ὁ προειρημένος συγγραφεὺς ἐν οἷς ἐπέγραψεν Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς μὴ χρῆναί φησι μήτε τῷ ἐπὶ πάντων θεῷ μήτε ταῖς μετ’ αὐτὸν θείαις δυνάμεσιν γεῶδες μηδὲν μήτε θυμιᾶν μήτε θύειν· ἀλλότρια γὰρ τὰ τοιαῦτα ἢ κατὰ τὴν ἐμπρέπουσαν εὐσέβειαν. ιβ. ΟΤΙ ΟΥΔΕΝ ΤΩΝ ΑΠΟ ΓΗΣ ΧΡΗ ΤΩΙ ΕΠΙ ΠΑΝΤΩΝ ΘΕΩΙ ΟΥΤΕ ΘΥΜΙΑΝ ΟΥΤΕ ΘΥΕΙΝ Θεῷ μὲν τῷ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν τῶν αἰσθητῶν μήτε θυμιῶντες μήτ’ ἐπονομάζοντες· οὐδὲν γὰρ ἔνυλον ὃ μὴ τῷ ἀύ̈λῳ εὐθύς ἐστιν ἀκάθαρτον. διὸ οὐδὲ λόγος τούτῳ ὁ κατὰ φωνὴν οἰκεῖος οὐδ’ ὁ ἔνδον, ὅταν πάθει ψυχῆς ᾖ μεμολυσμένος, διὰ δὲ σιγῆς καθαρᾶς καὶ τῶν περὶ αὐτοῦ καθαρῶν ἐννοιῶν θρησκεύσωμεν αὐτόν. δεῖ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ τὴν αὑτῶν ἀναγωγὴν θυσίαν ἱερὰν προσάγειν τῷ θεῷ, τὴν αὐτὴν δὲ καὶ ὕμνον οὖσαν καὶ ἡμῶν σωτηρίαν. ἐν ἀπαθείᾳ ἄρα τῆς ψυχῆς, τοῦ δὲ θεοῦ θεωρίᾳ ἡ θυσία αὕτη τελεῖται. ιγ. ΟΤΙ ΟΥΔΕ ΤΑΙΣ ΘΕΙΑΙΣ ΔΥΝΑΜΕΣΙ ΤΩΝ ΑΠΟ ΓΗΣ ΤΙ ΘΥΕΙΝ Η ΘΥΜΙΑΝ ΠΡΟΣΗΚΕΙ Τοῖς δὲ αὐτοῦ ἐκγόνοις, νοητοῖς δὲ θεοῖς ἤδη καὶ τὴν ἐκ τοῦ λόγου ὑμνῳ-δίαν προσθετέον. ἀπαρχὴ γὰρ ἑκάστῳ, ὧν δέδωκεν, ἡ θυσία καὶ δι’ ὧν ἡμῶν τρέφει καὶ εἰς τὸ εἶναι συνέχει τὴν οὐσίαν. ὡς οὖν γεωργὸς δραγμάτων ἀπάρ-χεται καὶ τῶν ἀκροδρύων, οὕτως ἡμεῖς ἀπαρξώμεθα αὐτοῖς ἐννοιῶν τῶν περὶ αὐτῶν καλῶν, εὐχαριστοῦντες ὧν ἡμῖν δεδώκασι τὴν θεωρίαν καὶ ὅτι ἡμᾶς διὰ τῆς αὐτῶν θέας ἀληθινῶς τρέφουσιν, συνόντες καὶ φαινόμενοι καὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ ἐπιλάμποντες. Ταῦτα μὲν οὖν οὗτος. ἀδελφὰ δὲ αὐτῷ καὶ συγγενῆ περὶ τοῦ πρώτου καὶ μεγάλου θεοῦ ἐν τῷ Περὶ θυσιῶν ὁ παρὰ τοῖς πολλοῖς ᾀδόμενος αὐτὸς ἐκεῖνος ὁ Τυανεὺς Ἀπολλώνιος τάδε γράφειν λέγεται· ιδ. ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΜΗ ΧΡΗΝΑΙ ΤΩΙ ΕΠΙ ΠΑΝΤΩΝ ΘΕΩΙ ΤΩΝ ΑΠΟ ΓΗΣ ΤΙ ΠΡΟΣΦΕΡΕΙΝ Οὕτως τοίνυν μάλιστα ἄν τις, οἶμαι, τὴν προσήκουσαν ἐπιμέλειαν ποιοῖτο τοῦ θείου τυγχάνοι τε αὐτόθεν ἵλεώ τε καὶ εὐμενοῦς αὐτοῦ παρ’ ὅντινα οὖν μόνος ἀνθρώπων, εἰ θεῷ μέν, ὃν δὴ πρῶτον ἔφαμεν, ἑνί τε ὄντι καὶ κεχωρι-σμένῳ πάντων, μεθ’ ὃν γνωρίζεσθαι τοὺς λοιποὺς ἀναγκαῖον, μὴ θύοι τι τὴν ἀρχὴν μήτε ἀνάπτοι πῦρ μήτε καθόλου τι τῶν αἰσθητῶν ἐπονομάζοι (δεῖται γὰρ οὐδενὸς οὐδὲ παρὰ τῶν κρειττόνων ἤπερ ἡμεῖς· οὐδ’ ἔστιν ὃ τὴν ἀρχὴν ἀνίησι γῆ φυτὸν ἢ τρέφει ζῷον ἢ ἀήρ, ᾧ μὴ πρόσεστί γέ τι μίασμα), μόνῳ δὲ χρῷτο πρὸς αὐτὸν αἰεὶ τῷ κρείττονι λόγῳ, λέγω δὲ τῷ μὴ διὰ στόματος ἰόντι, καὶ παρὰ τοῦ καλλίστου τῶν ὄντων διὰ τοῦ καλλίστου τῶν ἐν ἡμῖν αἰτοίη τὰ ἀγαθά· νοῦς δέ ἐστιν οὗτος, ὀργάνου μὴ δεόμενος. οὐκοῦν κατὰ ταῦτα οὐδαμῶς τῷ μεγάλῳ καὶ ἐπὶ πάντων θεῷ θυτέον. Τούτων δὲ ὧδε ἐχόντων θέα δὴ λοιπόν, ὁποῖα περὶ τοῦ ζῳοθυτεῖν ὁ πρότερος ἱστορεῖ συγγραφεύς, μάρτυρα τοῦ λόγου τὸν Θεόφραστον ἀνακα-λούμενος· ιε. ΟΤΙ ΠΑΡΑΝΟΜΟΝ ΕΣΤΙ ΚΑΙ ΒΛΑΒΕΡΟΝ ΚΑΙ ΑΝΟΣΙΟΝ ΤΟ ΘΥΕΙΝ ΖΩΙΑ ΘΕΟΙΣ ΚΑΙ ΟΤΙ ΚΑΤΑΡΑΙΣ ΥΠΟΒΕΒΛΗΜΕΝΟΝ Πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρχῶν τοῖς ἀνθρώποις προϊουσῶν παρανομίας ἡ τῶν δεινοτάτων θυμάτων παράληψις ἐπεισήχθη ὠμότητος πλή-ρης, ὡς δοκεῖν τὰς πρόσθεν λεχθείσας καθ’ ἡμῶν ἀρὰς νῦν τέλος εἰληφέναι, σφα-ξάντων τῶν ἀνθρώπων καὶ τοὺς βωμοὺς αἱμαξάντων, ἀφ’ οὗ λιμῶν τε καὶ πολέ-μων πειραθέντες αἱμάτων ἥψαντο. τοιγαροῦν τὸ δαιμόνιον, ὥς φησιν ὁ Θεό-φραστος, τούτων ἑκατέρων νεμεσῆσαν ἐπιθεῖναι τὴν πρέπουσαν ἔοικεν τιμω-ρίαν· καθὸ οἱ μὲν ἄθεοι γεγόνασι τῶν ἀνθρώπων, οἱ δὲ κακόφρονες μᾶλλον ἢ κακόθεοι λεχθέντες ἂν ἐν δίκῃ, διὰ τὸ φαύλους καὶ μηδὲν ἡμῶν βελτίους ἡγεῖσθαι τὴν φύσιν εἶναι τοὺς θεούς. οὕτως οἱ μὲν ἄθυτοι φαίνονται γε-νέσθαι τινές, οἱ δὲ κακόθυτοι καὶ παρανόμων ἁψάμενοι θυμάτων. Πάλιν δὲ ὁ αὐτὸς προστίθησιν καὶ ταῦτα· Ὧν δὴ τοῦτον ἐχόντων τὸν τρόπον εἰκότως ὁ Θεόφραστος ἀπαγορεύει μὴ θύειν τὰ ἔμψυχα τοὺς τῷ ὄντι εὐσεβεῖν ἐθέλοντας, χρώμενος καὶ τοιαύταις ἄλλαις αἰτίαις. Καὶ ἐπιλέγει· Καὶ μὴν θύειν δεῖ ἐκεῖνα ἃ θύοντες οὐδένα πημανοῦμεν· οὐδὲν γὰρ ὡς τὸ
τοῦντας, καὶ τὸ αἷμα ἐπὶ τῶν βωμῶν περιάγοντας· τοῖς δὲ θαλασσίοις, πτηνὰ μὲν, ζῶντα δὲ ἀφιέναι εἰς τὰ κύματα, μέλανα τὴν χρόαν ὄντα. Φησί γάρ Α Τοῖς δὲ ἀερίοις πτηνὰ θύειν παρακελεύεται όλοκαι Τοῖς δὲ (34) θεοῖς τὰ πετεινὰ, θαλασσαίοις δὲ [κελαινά. Πᾶσι μὲν λέγων τοῖς θεοῖς πλὴν τῶν χθονίων τὰ πετεινὰ, μόνοις δὲ τοῖς θαλασσίοις τὰ κελαινά · οὐκοῦν τοῖς ἄλλοις λευκά. Τοῖς οὐρανίοις δὲ καὶ αιθερίοις τὰ ἄκρα τῶν ἱερείων λευκῶν ὄντων ἀφιεροῦν, τὰ δὲ λοιπὰ μέρη ἐσθίειν· ἐκ μόνων γὰρ τούτων βρωτέον σοι, ἐκ δὲ τῶν ἄλλων μή. Οὓς δὲ εἴρηκεν ἐν τῇ διαιρέσει οὐρανίους, τούτους ἐνταῦθα • Β ἀστραίους. Αρ' οὖν δεήσει ἐξηγήσασθαι τῶν θυσιῶν χολεύε: λοχεύει τὰ σύμβολα τῷ εὐσυνέτῳ δῆλα ; Τετράποδα μὲν γὰρ τοῖς χθονίοις καὶ χερσαία· τῷ γὰρ ὁμοίῳ χαίρει τὸ ὅμοιον· χθόνιον δὲ τὸ πρόβατον, καὶ διὰ τοῦτο Δήμη τρι φίλον, καὶ ἐν οὐρανῷ τὴν ἔκφανσιν ἐκ τῆς γῆς τῶν καρπῶν μεθ' ηλίου λοχεύει· μέλανα (35) δέ τοιαύτη γὰρ ἡ γῆ φύσει σκοτεινή· τρία δέ· τοῦ γὰρ σωματικού και γεώδους τὰ τρία σύμβολα (50). Τοῖς μὲν οὖν ἐπιχθονίοις ἄνω ἐπὶ βωμὸν δεῖ θῦσαι· ἐπὶ γὰρ τῆς γῆς ἀναστρέφονται οὗτοι· τοῖς δ᾽ ὑποχθο νίοις ἐν βόθρῳ καὶ ἐν ταφῇ, ἔνθα διατρίβουσι· τὰ πτηνὰ δὲ τοῖς ἄλλοις, ὅτι πάντα θεῖ· καὶ γὰρ τὸ ὕδωρ ἀεικίνητον τῆς θαλάσσης, μέλαν δέ· διὸ καὶ τὰ τοιαῦτα ἱερεῖα πρόσφορα· τοῖς δὲ ἀερίοις λευκά περώτισται γὰρ καὶ ὁ ἀὴρ φύσεως ὢν διαφανούς οὐρανίοις δὲ καὶ αἰθερίοις τὰ ἐπὶ τῶν ζώων κουφό τερα, ἅπερ ἐστὶν ἄκρα, οἷς κοινωνεῖν τῆς θυσίας δεῖ· δοτῆρες γὰρ οὗτοι ἀγαθῶν· οἱ δὲ ἄλλοι τῶν κα κῶν κωλυτῆρες. » Τοιαῦτα μὲν τὰ ἀπὸ τῆς ἐκ λυ- γίων Φιλοσοφίας τοῦ θαυμαστοῦ θεοσόφου. ΚΕΦΑΛΑΙΟΝ Ι. Οτι οὐκ ἂν εἶεν θεοί, ταῖς διὰ ζώων θυσίαις χαίροντες. Φέρε δὲ, αὐτοῦ τὰς ἐναντίας τούτου φωνάς σύγκρι νον, ἃς τέθειται ἐν οἷς ἐπέγραψε Περὶ τῆς τῶν ἐμ ψύχων ἀποχῆς. Ενθα δὴ ὀρθῷ λογισμῷ κινούμενος, πρῶτον ἁπάντων ὁμολογεῖ μὴ δεῖν τὸ καθόλου μηδὲν μήτε θυμιᾷν, μήτε θύειν τῷ ἐπὶ πᾶσι Θεῷ· ἀλλά μηδὲ ταῖς μετ' αὐτὸν θείαις καὶ οὐρανίαις δυνάμεσιν. Εἶτα δὲ ἐπεξιὼν τὰς τῶν πολλῶν ὑπολήψεις, ἀνα- σκευάζει, μὴ χρῆναι φάσκων θεοὺς ὑπολαμβάνειν τοὺς ταῖς διὰ ζώων θυσίαις χαίροντας· εἶναι γάρ φησι πάντων ἀδικώτατον τὸ ζωοθυτεῖν, καὶ ἀνόσιον καὶ μυσαρόν, καὶ βλαβερόν, καὶ διὰ τοῦτο μηδὲ EUSEBII CASARIENSIS OPP. PARS II. APOLOGETICA. - Aeriis autem luminibus immolandlas volucres, to- tasque flammis concremandas, earumque sangui- nem circum altare fundendum esse monet; at ma- rinis, volucres quidem, sed quæ alro colore sint, ac medios in fluctus vivæ adhuc spirantesque porrician- tur; sic enim ait : Omnibus hisce deis volucris, sed nigra marinis. Diis quidem omnibus, si terrestres excipias, volu- cres assignans, solisque marinis atras; ca- teris igitur candidas. Jam vero cœlestibus æthe- riisque numinibus summas duntaxat candidarum victimarum partes consecraudas, quod superest, comedendum esse docet: hoc enim ex solo victima- rum genere vesci fas tibi esse, non ex alio. Ce- terum, quos in ipsa divisione calites nominarat, eosdem hic astræos vocat. Ecquid porro necesse fuerit sacrificiorum istorum symbola explicare, prudenti lomini satis per sese nota ? Enimvero quadrupedes quidem eæque terrestres diis terre- stribus immolantur; simili enim simile delectatur: fects autem sane terrestre est, eoque Cereri pla- cet, atque in coelo frugum ipsarum ex terra visce- ribus eductionem una cum sole parturit. Eædem nigri coloris esse debent, quod terra natura sua obscura sit; numero tres, quod ternarius corpo- ream terrenamque naturam repræsentet. Jam ter- restribus quidem sursum, hoc est, altaribus impo- site hostiæ mactantur, quod ij supra terram de- gere consueverint; subterraneis autem, in foveis ac sepulcris, ubi volutantur. At vero numinibus reliquis, quod omnia perpetuo ferantur cursu, v()- lucres immolantur : nam marina quidem aqua nec motums unquam intermittit, et nigrum ad colorem accedit, quo fit, ut ejus numin: similes victime deceant : aeria vero, candidæ, quod aer pellucidæ naturæ cum sit, lumine facile perfundatur. Pra- terea coelestibus ætheriisque diis summæ animantium partes, utpote omnium levissimæ offeruntur; et cum iis in sacrificii societatem homines vocantur, quod ipsi bonorum auctores sint, reliqui de- pt.lsores malorum. › Hactenus egregius divinæ sapientiæ mystes in iis quæ De oraculorum philoso- phia scripsit. CAPUT X. Deos non esse, quotquot animalium sacrificiis de- lectantur. Nunc autem, quæ idem habet in suo De absti- nentia a rebus animatis opere, cum superiori ora - tione committe. Ibi enim recto plane sanoque ad- ductus cousilio, nee Deum præpotentem, nec sc- cundas ab eo cœlestes divinasque virtutes, ullo prorsus aut suffitus aut sacrificii genere colendas esse, universe ante omnia profitetur. Deinde pro- gressus ulterius, vulgi opiniones ita refellit ever- titque, ut eos pro diis habendos esse neget, quot- quot animalium sacrificiis delectentur: cum enim mactare animantia, res sit omnium iniquis- alter e manuscr.; sed idem pro per- peram legit. Arietem porro, signorum in zodiaco C D principem, innuit. merus solidum aliquid, communique vinculo nexu:n videatur? (54) Τοῖς δέ. Malim conjuncte, τοῖσδε. (55) Λοχεύει Μέλανα δέ. Ιta recte distinguit (56) Τα τρία σύμβολα. An quod ternarius mu-
PG 21:259θῦμα ἀβλαβὲς εἶναι χρὴ πᾶσιν. εἰ δὲ λέγοι τις ὅτι οὐχ ἧττον τῶν καρπῶν καὶ τὰ ζῷα ἡμῖν εἰς χρῆσιν ὁ θεὸς δέδωκεν, ἀλλ’ οὖν γε ἐπιθυομένων τῶν ζῴων φέρει τινὰ βλάβην αὐτοῖς, ἅτε τῆς ψυχῆς νοσφιζομένων. οὐ θυτέον οὖν ταῦτα· ἡ γὰρ θυσία ὁσία τίς ἐστιν κατὰ τοὔνομα· ὅσιος δ’ οὐδεὶς ὃς ἐκ τῶν ἀλλοτρίων ἀποδίδωσι χάριτας, κἂν καρποὺς λάβῃ κἂν φυτὰ μὴ ἐθέλοντος. πῶς γὰρ ὅσιον ἀδικουμένων τῶν ἀφαιρεθέντων; εἰ δὲ οὐδὲ καρπῶν ὁ ἁψάμενος ἀλλοτρίων ὁσίως θύει, τά γε τούτων τιμιώτερα παντελῶς οὐχ ὅσιον ἀφαιρουμένους τινῶν θύειν· τὸ γὰρ δεινὸν οὕτω γίνεται μεῖζον, ἡ ψυχὴ δὲ πολλῷ τιμιώτερον τῶν ἐκ γῆς φυομένων, ἣν ἀφαιρεῖσθαι θύοντα ζῷα οὐ προσῆκεν. Καὶ ἐπιλέγει· Ἀφεκτέον ἄρα τῶν ζῴων ἐν ταῖς θυσίαις. Καὶ πάλιν φησίν· Τὸ τοίνυν μήθ’ ὅσιον μήτ’ εὐδάπανον οὐ θυτέον. Καὶ ἑξῆς· Ὥστε καὶ τῶν ζῴων, εἰ ἀπαρκτέον αὐτὰ θεοῖς, τούτων τινὸς ἕνεκα θυτέον· καὶ γὰρ ἃ θύομεν, τούτων τινὸς ἕνεκα θύομεν. ἆρ’ οὖν τιμῆς ἡγήσαιτ’ ἄν τις τυγχάνειν ἡμῶν ἢ θεός, ὅταν ἀδικοῦντες εὐθὺς διὰ τῆς ἀπαρχῆς φαινώμεθα, ἢ μᾶλλον ἀτιμίαν οἰήσαιτ’ ἂν τὸ τοιοῦτο δρᾶν; ἐν τῷ δέ γε θύειν ἀναι-ροῦντες τὰ μηδὲν ἀδικοῦντα τῶν ζῴων ἀδικήσειν ὁμολογοῦμεν· ὥστε τιμῆς μὲν ἕνεκα οὐ θυτέον τῶν λοιπῶν ζῴων οὐδέν. οὐ μὴν οὐδὲ τῶν εὐεργεσιῶν χάριν αὐτοῖς ἀποδιδόντας· ὁ γὰρ τὴν δικαίαν ἀμοιβὴν τῆς εὐεργεσίας καὶ τῆς εὐποιίας τὸ ἀντάξιον ἀποδιδοὺς οὐκ ἐκ τοῦ κακῶς τινας δρᾶν ὀφείλει ταῦτα παρέχειν. οὐδὲν γὰρ μᾶλλον ἀμείβεσθαι δόξει ἢ κἂν εἰ τὰ τοῦ πέλας ἁρπάσας τις στεφανοίη τινάς, ὡς χάριν ἀποδιδοὺς καὶ τιμήν. ἀλλ’ οὐδὲ χάριν τινὸς ἕνεκα τῶν ἀγαθῶν. ὁ γὰρ ἀδίκῳ πράξει τὸ παθεῖν εὖ θηρεύων ὕποπτός ἐστι μηδὲ εὖ παθὼν χάριν ἕξειν. ὥστ’ οὐδὲ ἐλπιζομένης εὐεργεσίας θυτέον ἐστὶ τοῖς θεοῖς ζῷα. καὶ γὰρ δὴ τῶν μὲν ἀνθρώπων λάθοι τις ἂν ἴσως τινὰ τοῦτο πράττων, τὸν δὲ θεὸν ἀμήχανον καὶ λαθεῖν. εἰ τοίνυν θυτέον μὲν τούτων τινὸς ἕνεκα, οὐδενὸς δὲ τούτων χάριν αὐτὸ πρακτέον, δῆλον ὡς οὐ θυτέον ἐστὶ τὰ ζῷα τὸ παράπαν τοῖς θεοῖς. Καὶ πάλιν ἐπιλέγει· Τοῖς μὲν γὰρ ἥ τε φύσις καὶ πᾶσα τῶν ἀνθρώπων ἡ τῆς ψυχῆς αἴσθησις δρωμένοις συνηρέσκετο, ταύρων δ’ ἀκράτοισι φόνοις οὐ δεύετο βωμός, ἀλλὰ μύσος τοῦτ’ ἔσκεν ἐν ἀνθρώποισι μέγιστον, θυμὸν ἀπορραίσαντας ἐέδμεναι ἤϊα γυῖα. Καὶ μεθ’ ἕτερα· Ὅταν δὲ νέος θεοὺς χαίρειν πολυτελείαις γνῷ καί, ὥς φασι, ταῖς τῶν βοῶν καὶ τῶν ἄλλων ζῴων θοίναις, πότ’ ἂν ἑκὼν σωφρονήσειε; πῶς δὲ κεχαρι-σμένα θύειν ἡγούμενος τοῖς θεοῖς ταῦτα οὐκ ἐξεῖναι ἀδικεῖν οἰήσεται αὐτῷ μέλλοντι διὰ τῶν θυσιῶν ἐξωνεῖσθαι τὴν ἁμαρτίαν; πεισθεὶς δὲ ὅτι τούτων χρείαν οὐκ ἔχουσιν οἱ θεοί, εἰς δὲ τὸ ἦθος ἀποβλέπουσι τῶν προσιόντων, μεγίστην θυσίαν λαμβάνοντες τὴν ὀρθὴν περὶ αὐτῶν τε καὶ τῶν πραγμάτων διάληψιν, πῶς οὐ σώφρων καὶ ὅσιος καὶ δίκαιος ἔσται; θεοῖς δὲ ἀρίστη μὲν ἀπαρχὴ νοῦς καθαρὸς καὶ ψυχὴ ἀπαθής· οἰκεῖον δὲ καὶ τὸ μετρίων μὲν ἀπάρχεσθαι τῶν ἄλλων, μὴ παρέργως δέ, ἀλλὰ σὺν πάσῃ προθυμίᾳ. ἐοικέναι γὰρ δεῖ τὰς τιμὰς ταῖς ἐπὶ τῶν ἀγαθῶν προεδρίαις ὑπαναστάσεσί τε καὶ κατακλίσεσιν, οὐ συντάξεων δόσεσι. Σαφῶς δὴ διὰ τούτων κατὰ τοὺς Ἕλληνας καὶ τοὺς τούτων φιλοσό-φους ὡμολογήθη, ὅτι οὐδὲν ἔμψυχον τυθείη ἂν εὐλόγως τοῖς θεοῖς· ἀνόσιον γὰρ καὶ ἄδικον καὶ ἐπιβλαβὲς εἶναι τὸ πρᾶγμα οὐκ ἀλλότριόν τε μύσους. οὐκ ἦν ἄρα θεὸς οὐδέ τις ἀψευδὴς καὶ ἀγαθὸς δαίμων ὁ τὰς δι’ αἱμάτων λοιβάς τε καὶ κνίσας μικρῷ πρόσθεν εἰσπραττόμενος χρησμῳδὸς οὐδ’ ἐκεῖνοι πάντες οἷς ὁ χρησμὸς ζῷα θύειν παρεκελεύσατο. πλάνον ἄρα καὶ ἀπατεῶνα καὶ πονηρὸν ἄντικρυς δαίμονα χρὴ φάναι τὸν καταψευσάμενον καὶ θεοὺς τοὺς μὴ ὄντας ἀνειπόντα καὶ προστάξαντα μὴ μόνον τοῖς χθονίοις καὶ τοῖς καταχθονίοις, ἀλλὰ καὶ τοῖς οὐρανίοις καὶ αἰθερίοις καὶ ἀστραίοις ζῳοθυ-τεῖν. τίνας οὖν εἰ μὴ θεοὺς τοὺς εἰρημένους ἅπαντας προσήκοι ἂν ὑπολαμ-βάνειν, αὐτός σοι πάλιν ὁ συγγραφεὺς διηγήσεται διὰ τούτων· ι. ΟΤΙ ΤΑ ΘΥΟΜΕΝΑ ΠΑΡ’ ΑΥΤΟΙΣ ΔΑΙΜΟΣΙΝ, ΑΛΛ’ ΟΥ ΘΕΟΙΣ ΘΥΕΤΑΙ Οἶδεν δὲ ὁ τῆς εὐσεβείας φροντίζων, ὡς θεοῖς μὲν οὐ θύεται ἔμψυχον οὐδέν, δαίμοσιν δέ, ἀλλ’ ἤτοι ἀγαθοῖς ἢ καὶ φαύλοις· καὶ τίνων ἐστὶ τὸ θύειν τούτοις καὶ τούτων ἄχρι τίνος αὐτῶν δεομένων. Καὶ αὖθις ἑξῆς φησιν· Ὅτι δὲ οὐ θεοῖς, ἀλλὰ δαίμοσι τὰς θυσίας τὰς διὰ τῶν αἱμάτων προσῆ-γον οἱ τὰς ἐν τῷ παντὶ δυνάμεις καταμαθόντες, καὶ τοῦτο πεπίστωται παρ’ αὐτῶν τῶν θεολόγων· καὶ μὴν ὅτι τούτων οἱ μὲν κακοποιοί, οἱ δὲ ἀγαθοὶ [οἳ] οὐκ ἐνοχλήσουσιν ἡμῖν. Ταῦτα μὲν ὁ δεδηλωμένος. ἐπεὶ δὲ τῶν δαιμόνων ἔφησεν τοὺς μὲν ἀγα-θούς, τοὺς δὲ φαύλους εἶναι, φέρε πῶς ἴδωμεν ὅτι οὐδὲ ἀγαθοὶ δαίμονες, φαῦλοι δὲ οἱ νενομισμένοι αὐτῶν θεοὶ πάντες ἁλίσκονται; λάβοις δ’ ἂν καὶ τούτου τὴν ἀπόδειξιν ὧδε· τὸ ἀγαθὸν ὠφελεῖ, βλάπτει δὲ τὸ ἐναντίον. εἰ δὲ φανεῖεν οἱ κατὰ πάντα τόπον ἀνηγορευμένοι εἴτε θεοὶ εἴτε δαίμονες, αὐτοὶ δὴ οἱ παρὰ πᾶσιν αὐτοῖς βεβοημένοι καὶ πρὸς τῶν ἐθνῶν ἁπάντων προσκυνού-μενοι, ὅ τε Κρόνος καὶ Ζεὺς Ἥρα τε καὶ Ἀθηνᾶ καὶ οἱ παραπλήσιοι αἵ τε ἀφανεῖς δυνάμεις καὶ οἱ δαίμονες οἱ διὰ τῶν ξοάνων ἐνεργοῦντες, οὐ μόνον ζῴων ἀλόγων σφαγαῖς καὶ θυσίαις, ἀλλὰ καὶ ἀνδροκτασίαις καὶ ἀνθρωπο-θυσίαις χαίροντες καὶ ταύτη τὰς ψυχὰς τῶν ἀθλίων ἀνθρώπων λυμαινό-μενοι, τίνα χείρονα ταύτης βλάβην ἐπινοήσειας; εἰ γὰρ ἡ διὰ ζῴων ἀλόγων θυσία ἐπάρατος καὶ κακόθυτος πρὸς τῶν φιλοσόφων ἐλέχθη μυ-σαρά τε καὶ ἄδικος καὶ ἀνόσιος καὶ οὐκ ἀβλαβὴς τοῖς θύουσιν καὶ διά γε ταῦτα πάντα θεῶν ἀναξία, τί χρὴ νομίζειν τὴν δι’ ἀνθρώπων σφαγῆς; ἢ παντὸς αὕτη γένοιτ’ ἂν ἀσεβεστάτη καὶ ἀνοσιωτάτη; πῶς οὖν ἀγαθοῖς δαίμοσιν, οὐχὶ δὲ τοῖς παμμιάροις καὶ πανωλέθροις πνεύμασιν εἰκότως ἂν λεχθείη προσφιλής; φέρ’ οὖν ἐλέγξωμεν καὶ ἀποδείξωμεν ὁπόσον ἡ τῆς πολυθέου πλάνης λύμη τοῦ βίου τῶν ἀνθρώπων πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας ἐκράτει. λελύσθαι γὰρ αὐτὴν καὶ καθῃρῆ-σθαι οὐκ ἄλλοτε ἢ κατὰ τοὺς Ἁδριανοῦ χρόνους, φωτὸς δίκην ἤδη δια-λαμπούσης ἐπὶ πάντα τόπον τῆς τοῦ Χριστοῦ διδασκαλίας. οἷς οὐχ ἡμεῖς, ἀλλ’ αὐτῶν πάλιν τῶν μὴ τὰ ἡμέτερα φρονούντων μαρτυρήσουσιν αἱ φωναὶ διαρρήδην, τῶν πρὸ τούτου χρόνων τοσαύτην κατηγοροῦσαι μοχθη-ρίαν, ὥστε ἤδη τοὺς δεισιδαίμονας πέρα καὶ τῶν τῆς φύσεως ὅρων χωρεῖν ὑπὸ τῶν ὀλεθρίων πνευμάτων ἐξοιστρουμένους καὶ δαιμονῶντας ἄντικρυς, ὡς καὶ τοῖς τῶν φιλτάτων αἵμασι καὶ ἄλλαις μυρίαις ἀνθρωποθυσίαις ἱλεοῦ-σθαι νομίζειν τὰς μιαιφόνους δυνάμεις. καί τις πατὴρ τὸν μονογενῆ παῖδα καὶ τὴν ἀγαπητὴν θυγατέρα μήτηρ προσέθυεν τῷ δαίμονι καὶ κατ-έσφαττον οἱ φίλτατοι ὥς τι τῶν ἀλόγων καὶ ἀλλοτρίων θρεμμάτων τοὺς προσήκοντας ἔθυόν τε τοῖς δὴ θεοῖς κατὰ πόλεις καὶ χώρας τοὺς συνοίκους καὶ πολίτας, τὴν φιλάνθρωπον καὶ συμπαθῆ φύσιν ἐπὶ τὸ ἀνηλεὲς καὶ ἀπάν-θρωπον ἀκονήσαντες καὶ τὸν μανιώδη καὶ δαιμονιακὸν ὡς ἀληθῶς ἐπιδεικνύ-μενοι τρόπον. εὕροις δ’ οὖν πᾶσαν ἐξετάζων Ἑλληνικήν τε καὶ βάρβαρον ἱστορίαν, ὅπως οἱ μὲν υἱεῖς, οἱ δὲ θυγατέρας, οἱ δὲ καὶ σφᾶς αὐτοὺς ταῖς τῶν
PG 21:265δαιμόνων καθιέρουν θυσίαις. ἐγὼ δέ σοι καὶ τούτων τὸν καὶ πρότερον παρίστημι μάρτυρα ἐν τοῖς αὐτοῖς, ἐν οἷς τὴν τῶν ἀλόγων θρεμμάτων θυ-σίαν ὡς ἀνοσίαν καὶ ἀδικωτάτην ἀπηγόρευσεν, ταῦτα φάσκοντα πρὸς ῥῆμα· ιζ. ΠΟΡΦΥΡΙΟΥ ΠΕΡΙ ΤΗΣ ΠΑΛΑΙΑΣ ΑΝΘΡΩΠΟΘΥΣΙΑΣ Καὶ ὅτι ταῦτα οὐχ ἁπλῶς, ἀλλὰ πλήρους οὔσης τῆς ἱστορίας λέγομεν, αὐτάρκη καὶ ταῦτα παραστῆσαι. ἐθύετο γὰρ καὶ ἐν Ῥόδῳ μηνὶ Μεταγειτνιῶνι ἕκτῃ ἱσταμένου ἄνθρωπος τῷ Κρόνῳ. ὃ δὴ ἐπὶ πολὺ κρατῆσαν ἔθος μετεβλήθη· ἕνα γὰρ τῶν ἐπὶ θανάτῳ δημοσίᾳ κατακριθέντων μέχρι τῶν Κρονίων συνεῖχον, ἐνστάσης δὲ τῆς ἑορτῆς προαγαγόντες τὸν ἄνθρωπον ἔξω πυλῶν ἀντικρὺ τοῦ Ἀριστοβούλης ἕδους οἴνου ποτίσαντες ἔσφαττον. ἐν δὲ τῇ νῦν Σαλαμῖνι, πρότερον δὲ Κορωνείᾳ ὀνομαζομένῃ μηνὶ κατὰ Κυπρίους Ἀφρο-δισίῳ ἐθύετο ἄνθρωπος τῇ Ἀγραύλῳ τῇ Κέκροπος καὶ νύμφης Ἀγραυλίδος. καὶ διέμενε τὸ ἔθος ἄχρι τῶν Διομήδους χρόνων· εἶτα μετέβαλεν, ὥστε τῷ Διομήδει τὸν ἄνθρωπον θύεσθαι· ὑφ’ ἕνα δὲ περίβολον ὅ τε τῆς Ἀθηνᾶς νεὼς καὶ ὁ τῆς Ἀγραύλου καὶ Διομήδους. ὁ δὲ σφαγιαζόμενος ὑπὸ τῶν ἐφήβων ἀγόμενος τρὶς περιέθει τὸν βωμόν· ἔπειτα ὁ ἱερεὺς αὐτὸν λόγχῃ ἔπαιεν κατὰ τοῦ στομάχου, καὶ οὕτως αὐτὸν ἐπὶ τὴν νησθεῖσαν πυρὰν ὡλοκαύτιζον. τοῦ-τον δὲ τὸν θεσμὸν Δίφιλος ὁ τῆς Κύπρου βασιλεὺς κατέλυσεν κατὰ τοὺς Σε-λεύκου χρόνους τοῦ θεολόγου γενόμενος, τὸ ἔθος εἰς βουθυσίαν μεταστήσας. προσήκατο δὲ ὁ δαίμων ἀντ’ ἀνθρώπου τὸν βοῦν· οὕτως ἰσάξιόν ἐστι τὸ δρώ-μενον. κατέλυσε δὲ καὶ ἐν Ἡλίου πόλει τῆς Αἰγύπτου τὸν τῆς ἀνθρωποκτο-νίας νόμον Ἄμωσις, ὡς μαρτυρεῖ Μανεθῶς ἐν τῷ Περὶ ἀρχαϊσμοῦ καὶ εὐσε-βείας. ἐθύοντο δὲ τῇ Ἥρᾳ καὶ ἐδοκιμάζοντο καθάπερ οἱ ζητούμενοι καθαροὶ μόσχοι καὶ συσφραγιζόμενοι. ἐθύοντο δὲ τῆς ἡμέρας τρεῖς· ἀνθ’ ὧν κηρίνους ἐκέλευσεν ὁ Ἄμωσις τοὺς ἴσους ἐπιτίθεσθαι. ἔθυον δὲ καὶ ἐν Χίῳ τῷ Ὠμαδίῳ Διονύσῳ ἄνθρωπον διασπῶντες καὶ ἐν Τενέδῳ, ὥς φησιν Εὔελπις ὁ Καρύστιος· ἐπεὶ καὶ Λακεδαιμονίους φησὶν ὁ Ἀπολλόδωρος τῷ Ἄρει θύειν ἄνθρωπον. Φοίνικες δὲ ἐν ταῖς μεγάλαις συμφοραῖς ἢ πολέμων ἢ λοιμῶν ἢ αὐχμῶν ἔθυον τῶν φιλτάτων τινὰ ἐπιψηφίζοντες Κρόνῳ· καὶ πλήρης γε ἡ Φοινικικὴ ἱστορία τῶν θυσάντων, ἣν Σαγχουνιάθων μὲν τῇ Φοινίκων γλώττῃ συνέγραψε, Φίλων δὲ ὁ Βύβλιος εἰς τὴν Ἑλλάδα γλῶσσαν δι’ ὀκτὼ βιβλίων ἡρμήνευσεν. Ἴστρος δὲ ἐν τῇ Συναγωγῇ τῶν Κρητικῶν θυσιῶν φησι τοὺς Κουρῆτας τὸ παλαιὸν τῷ Κρόνῳ θύειν παῖδας. καταλυθῆναι δὲ τὰς ἀνθρωποθυσίας σχεδὸν τὰς παρὰ πᾶσί φησι Πάλλας, ὁ ἄριστα [τὰ] περὶ τῶν τοῦ Μίθρα συναγαγὼν μυστηρίων, ἐπὶ Ἁδριανοῦ τοῦ αὐτοκράτορος. ἐθύετο γὰρ καὶ ἐν Λαοδικείᾳ τῇ κατὰ Συρίαν τῇ Ἀθηνᾷ κατ’ ἔτος παρθένος, νῦν δὲ ἔλαφος. καὶ μὴν καὶ οἱ ἐν Λιβύῃ Καρχηδόνιοι ἐποίουν τὴν θυσίαν ἣν Ἰφικράτης ἔπαυσεν. καὶ Δουματηνοὶ δὲ τῆς Ἀραβίας κατ’ ἔτος ἕκαστον ἔθυον παῖδα, ὃν ὑπὸ βωμὸν ἔθαπτον, ᾧ χρῶνται ὡς ξοάνῳ. Φύλαρχος δὲ κοινῶς πάντας τοὺς Ἕλληνας, πρὶν ἐπὶ πολεμίους ἐξιέναι, ἀνθρωποκτονεῖν ἱστορεῖ. καὶ παρίημι Θρᾷκας καὶ Σκύθας καὶ ὡς Ἀθηναῖοι τὴν Ἐρεχθέως καὶ Πραξιθέας θυγατέρα ἀνεῖλον. ἀλλ’ ἔτι γε νῦν τίς ἀγνοεῖ κατὰ τὴν Μεγάλην Πόλιν τῇ τοῦ Λατιαρίου Διὸς ἑορτῇ σφαζόμενον ἄνθρωπον; Καὶ πάλιν φησίν· Ἀφ’ οὗ μέχρι τοῦ νῦν οὐκ ἐν Ἀρκαδίᾳ μόνον τοῖς Λυκαίοις οὐδ’ ἐν Καρχηδόνι τῷ Κρόνῳ κοινῇ πάντες ἀνθρωποθυτοῦσιν, ἀλλὰ κατὰ περίοδον, τῆς τοῦ νομίμου χάριν μνήμης, ἐμφύλιον ἀεὶ αἷμα ῥαίνουσι πρὸς τοὺς βω-μούς. Ταῦτα μὲν οὖν ἐκ τῆς προδηλωθείσης κείσθω γραφῆς. ἐκ δὲ τοῦ πρώ-του συγγράμματος τῆς Φίλωνος Φοινικικῆς ἱστορίας παραθήσομαι ταῦτα· Ἔθος ἦν τοῖς παλαιοῖς ἐν ταῖς μεγάλαις συμφοραῖς τῶν κινδύνων ἀντὶ τῆς πάντων φθορᾶς τὸ ἠγαπημένον τῶν τέκνων τοὺς κρατοῦντας ἢ πόλεως ἢ ἔθνους εἰς σφαγὴν ἐπιδιδόναι λύτρον τοῖς τιμωροῖς δαίμοσι· κατεσφάττοντο δὲ οἱ διδόμενοι μυστικῶς. Κρόνος τοίνυν, ὃν οἱ Φοίνικες Ἢλ προσαγορεύουσι, βασιλεύων τῆς χώρας καὶ ὕστερον μετὰ τὴν τοῦ βίου τελευτὴν εἰς τὸν τοῦ Κρόνου ἀστέρα καθιερωθείς, ἐξ ἐπιχωρίας νύμφης Ἀνωβρὲτ λεγομένης υἱὸν ἔχων μονογενῆ, ὃν διὰ τοῦτο Ἰεοὺδ ἐκάλουν (τοῦ μονογενοῦς οὕτως ἔτι καὶ νῦν καλουμένου παρὰ τοῖς Φοίνιξιν), κινδύνων ἐκ πολέμου μεγίστων κατειλη-φότων τὴν χώραν βασιλικῷ κοσμήσας σχήματι τὸν υἱὸν βωμόν τε κατασκευασά-μενος κατέθυσεν. Ταῦτα μὲν οὖν τοῦτον εἶχε τὸν τρόπον. εἰκότως ἄρα ὁ θαυμάσιος Κλή-μης ἐν τῷ πρὸς Ἕλληνας Προτρεπτικῷ, ταὐτὰ δὴ ταῦτα ἐπιμεμφόμενος, τοιάδε καὶ αὐτὸς τὴν πλάνην τῶν ἀνθρώπων ἀπολοφύρεται λέγων· Φέρ’ οὖν δὴ καὶ τοῦτο προσθῶμεν, ὡς ἀπάνθρωποι καὶ μισάνθρωποι δαίμονες εἶεν ὑμῶν οἱ θεοὶ καὶ οὐχὶ μόνον ἐπιχαίροντες τῇ φρενοβλαβείᾳ τῶν ἀνθρώπων, πρὸς δὲ καὶ ἀνθρωποκτονίας ἀπολαύοντες, νυνὶ μὲν τὰς ἐν σταδίοις ἐνόπλους φιλονεικίας, νυνὶ δὲ τὰς ἐν πολέμοις ἀναρίθμους φιλοτιμίας ἀφορ-μὰς σφίσιν ἡδονῆς ποριζόμενοι, ὅπως ὅτι μάλιστα ἔχοιεν ἀνθρωπείων ἀνέδην ἐμφορεῖσθαι φόνων. ἤδη δὲ κατὰ πόλεις καὶ ἔθνη, οἱονεὶ λοιμοὶ ἐπισκήψαντες, σπονδὰς ἀπῄτησαν ἀνημέρους. Ἀριστομένης γοῦν ὁ Μεσσήνιος τῷ Ἰθωμήτῃ Διὶ τριακοσίους ἀπέσφαξεν, τοσαύτας ὁμοῦ καὶ τοιαύτας καλλιερεῖν οἰόμενος ἑκατόμβας· ἐν οἷς καὶ Θεόπομπος ἦν ὁ Λακεδαιμονίων βασιλεύς, ἱερεῖον εὐγε-νές. Ταῦροι δὲ τὸ ἔθνος, οἱ περὶ τὴν Ταυρικὴν Χερρόνησον κατοικοῦντες, οὓς ἂν τῶν ξένων παρ’ αὐτοῖς ἕλωσι, τούτων δὴ τῶν κατὰ θάλατταν ἐπταικότων, αὐτίκα μάλα τῇ Ταυρικῇ καταθύουσιν Ἀρτέμιδι· ταύτας σου τὰς θυσίας Εὐριπίδης ἐπὶ σκηνῆς τραγῳδεῖ. Μόνιμος δὲ ἱστορεῖ ἐν τῇ τῶν θαυμασίων Συναγωγῇ ἐν Πέλλῃ τῆς Θετταλίας Ἀχαιὸν ἄνθρωπον Πηλεῖ καὶ Χείρωνι καταθύεσθαι. Λυκτίους γάρ (Κρητῶν δὲ ἔθνος εἰσὶν οὗτοι) Ἀντικλείδης ἐν Νόστοις ἀποφαίνεται ἀνθρώπους ἀποσφάττειν τῷ Διί, καὶ Λεσβίους Διονύσῳ τὴν ὁμοίαν προσάγειν θυσίαν Δωσίδας λέγει. Φωκαεῖς δέ (οὐδὲ γὰρ αὐτοὺς παραπέμψομαι) τούτους Πυθοκλῆς ἐν τρίτῳ Περὶ ὁμονοίας τῇ Ταυροπόλῳ Ἀρτέμιδι ἄνθρωπον ὁλοκαυτεῖν ἱστορεῖ. Ἐρεχθεὺς δὲ ὁ Ἀττικὸς καὶ Μάριος ὁ Ῥωμαῖος τὰς αὑτῶν ἐθυσάτην θυγατέρας· ὧν ὁ μὲν τῇ Φερεφάττῃ, ὡς Δη-μάρατος ἐν πρώτῃ Τραγῳδουμένων, ὁ δὲ τοῖς ἀποτροπαίοις ὁ Μάριος, ὡς Δωρόθεος ἐν τῇ τετάρτῃ Ἰταλικῶν ἱστορεῖ. φιλάνθρωποί γε ἐκ τούτων κατα-φαίνονται οἱ δαίμονες· πῶς δὲ οὐκ ἀνόσιοι ἀναλόγως οἱ δεισιδαίμονες; οἱ μὲν σωτῆρες εὐφημούμενοι, οἱ δὲ σωτηρίαν αἰτούμενοι παρὰ τῶν ἐπιβούλων σωτηρίας. καλλιερεῖν γοῦν τοπάζοντες αὐτοῖς σφᾶς αὐτοὺς λελήθασιν ἀποσφάτ-τοντες ἀνθρώπους. οὐ γὰρ οὖν παρὰ τὸν τόπον ἱερεῖον γίνεται ὁ φόνος· οὐδ’ εἰ Ἀρτέμιδί τις καὶ Διὶ ἐν ἱερῷ δῆθεν χωρίῳ μᾶλλον ἢ ὀργῇ καὶ φιλαργυρίᾳ, ἄλλοις ὁμοίοις δαίμοσιν ἐπὶ βωμοῖς ἢ ἐν ὁδοῖς ἀποσφάττοι τὸν ἄνθρωπον, ἱερὸν ἱερεῖον ἐπιφημίσας· ἀλλὰ φόνος ἐστὶ καὶ ἀνδροκτασία ἡ τοιαύτη θυσία. τί δὴ οὖν, ὦ σοφώτατοι τῶν ἄλλων ζῴων ἄνθρωποι, τὰ μὲν θηρία περι-φεύγομεν τὰ ἀνήμερα, κἄν που περιτύχωμεν ἄρκτῳ ἢ λέοντι, ἐκτρεπόμεθα, ὡς δ’ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη οὔρεος ἐν βήσσῃς ὑπό τε τρόμος ἔλλαβε γυῖα
PG 21:271ἄψ τ’ ἀνεχώρησεν, δαίμονας δὲ ὀλεθρίους καὶ ἀλιτηρίους ἐπιβούλους τε καὶ μισανθρώπους καὶ λυμε-ῶνας ὄντας προαισθόμενοι καὶ συνιέντες οὐκ ἐκτρέπεσθε οὐδὲ ἀποστρέφεσθε; Τοσαῦτα καὶ ὁ Κλήμης. ἔχω δέ σοι καὶ ἄλλον παραστῆσαι μάρτυρα τῆς τῶν ἀθέων καὶ ἀπανθρώπων δαιμόνων μιαιφονίας, Διονύσιον τὸν Ἁλικαρ-νασσέα, ἄνδρα τῆς Ῥωμαϊκῆς ἱστορίας ἀκριβῆ τὴν γραφὴν ἅπασαν ἐκθέμενον. γράφει δ’ οὖν καὶ οὗτος τὸν Δία καὶ τὸν Ἀπόλλωνα αἰτῆσαί ποτε ἀνθρωπο-θυσίας, τοὺς δ’ αἰτηθέντας καρπῶν μὲν ἁπάντων καὶ βοσκημάτων τὸ λάχος ἀποθῦσαι τοῖς θεοῖς, ὅτι δὲ μὴ καὶ ἀνθρώπους ἔθυσαν παντοίαις περιστῆναι συμφοραῖς. οὐδὲν δὲ οἷον τὸ καὶ τοῦ συγγραφέως ἀκοῦσαι ὧδέ πη διεξιόντος· Ὀλίγον δὲ κατέμεινεν ἐν Ἰταλίᾳ, τῶν Ἀβοριγίνων προνοίᾳ. πρῶτον μὲν οὖν τῆς οἰκοφθορίας ταῖς πόλεσιν ἐδόκει αὐχμῷ ἡ γῆ κακωθεῖσα ἄρξαι, ἡνίκα οὔτε ἐπὶ τοῖς δένδρεσι καρπὸς οὐδεὶς ὡραῖος διέμεινεν, ἀλλ’ ὠμοὶ κατέρ-ρεον, οὔτε ὁπόσα σπερμάτων ἀνέντα βλαστοὺς ἀνθήσειεν, ἕως στάχυος ἀκμῆς τοὺς κατὰ νόμον ἐξεπλήρου χρόνους, οὔτε πόα κτήνεσιν ἐφύετο διαρκὴς τῶν τε ναμάτων τὰ μὲν οὐκέτι πίνεσθαι σπουδαῖα ἦν, τὰ δ’ ὑπελίμπανε θέρους, τὰ δ’ εἰς τέλος ἀπεσβέννυτο. ἀδελφὰ δὲ τούτοις ἐγίνετο περὶ προβάτων καὶ γυναι-κῶν γονάς· ἢ γὰρ ἐξημβλοῦτο τὰ ἔμβρυα ἢ κατὰ τοὺς τόκους διεφθείρετο, ἔστιν ἃ καὶ τὰς φερούσας συνδιαλυμηνάμενα. εἰ δέ τι διαφύγοι τὸν ἐκ τῶν ὠδίνων κίνδυνον, ἔμπηρον ἢ ἀτελὲς ἢ διὰ ἄλλην τινὰ τύχην βλαφθέν, τρέφεσθαι χρη-στὸν οὐκ ἦν· ἔπειτα καὶ τὸ ἄλλο πλῆθος τὸ ἐν ἀκμῇ μάλιστα ἐκακοῦτο νόσοις καὶ θανάτοις παρὰ τὰ εἰκότα συχνοῖς. μαντευομένοις δ’ αὐτοῖς τίνα θεῶν ἢ δαι-μόνων παραβάντες τάδε πάσχουσιν καὶ τί ποιήσασιν αὐτοῖς λωφῆσαι τὰ δεινὰ ἐλπίς, ὁ θεὸς ἀνεῖλεν ὅτι τυχόντες ὧν ἐβούλοντο οὐκ ἀπέδοσαν ἃ ηὔξαντο, ἀλλὰ προσοφείλουσι τὰ πλείστου ἄξια. οἱ γὰρ Πελασγοί, ἀφορίας αὐτοῖς γενο-μένης ἐν τῇ γῇ πάντων χρημάτων, ηὔξαντο τῷ Διὶ καὶ τῷ Ἀπόλλωνι καὶ τοῖς Καβείροις καταθύσειν δεκάτας τῶν προσγενησομένων ἁπάντων, τελε-σθείσης δὲ τῆς εὐχῆς ἐξελόμενοι καρπῶν τε καὶ βοσκημάτων ἁπάντων τὸ λάχος ἀπέθυσαν τοῖς θεοῖς, ὡς δὴ κατὰ τούτων μόνων εὐξάμενοι. ταῦτα δὲ Μυρσί-λος ὁ Λέσβιος ἱστόρηκεν ὀλίγου δεῖν τοῖς αὐτοῖς ὀνόμασι γράφων οἷς ἐγὼ νῦν, πλὴν ὅσον οὐ Πελασγοὺς καλεῖ τοὺς ἀνθρώπους, ἀλλὰ Τυρρηνούς· τὴν δ’ αἰτίαν ὀλίγον ὕστερον ἐρῶ. Ὡς δὲ ἀπενεχθέντα τὸν χρησμὸν ἔμαθον, οὐκ εἶχον τὰ λεγόμενα συμ-βαλεῖν. ἀμηχανοῦσι δὲ αὐτοῖς τῶν γεραιτέρων τις λέγει συμβαλὼν τὸ λόγιον, ὅτι τοῦ παντὸς ἡμαρτήκασιν, εἰ οἴονται τοὺς θεοὺς ἀδίκως αὐτοῖς ἐγκαλεῖν. χρημάτων μὲν γὰρ ἀποδεδόσθαι τὰς ἀπαρχὰς αὐτοῖς ἁπάσας ὀρθῶς τε καὶ σὺν δίκῃ, ἀνθρώπων δὲ γονῆς τὸ λάχος, χρῆμα παντὸς μάλιστα θεοῖς τιμιώ-τατον, ὀφείλεσθαι· εἰ δὲ δὴ καὶ τούτων λάβοιεν τὴν δικαίαν μοῖραν, τέλος ἕξειν σφίσι τὸ λόγιον. τοῖς μὲν δὴ ὀρθῶς ἐδόκει λέγεσθαι ταῦτα, τοῖς δ’ ἐξ ἐπιβουλῆς συγκεῖσθαι ὁ λόγος· εἰσηγησαμένου δέ τινος τὴν γνώμην τὸν θεὸν ἐπερέσθαι, εἰ αὐτῷ φίλον ἀνθρώπων δεκάτας ἀπολαμβάνειν, πέμπουσι τὸ δεύτερον θεοπρόπους, καὶ ὁ θεὸς ἀνεῖλεν οὕτως ποιεῖν. ἐκ δὲ τούτου στάσις αὐτοὺς καταλαμβάνει περὶ τοῦ τρόπου τῆς δεκατεύσεως καὶ ἐν ἀλλή-λοις οἱ προεστηκότες τῶν πόλεων τότε πρῶτον ἐταράχθησαν, ἔπειτα καὶ τὸ λοιπὸν πλῆθος δι’ ὑποψίας τοὺς ἐν τέλει ἐλάμβανεν. ἐγίνοντο δὲ οὐδενὶ κόσμῳ αἱ ἀπαναστάσεις, ἀλλ’, ὥσπερ εἰκός, οἴστρῳ καὶ θεοβλαβείᾳ ἀπελαυνομένων, καὶ πολλὰ ἐφέστια ὅλα ἐξηλείφθη μέρους αὐτῶν μεθισταμένου· οὐ γὰρ ἐδι-καίουν οἱ προσήκοντες τοῖς ἐξιοῦσιν ἀπολείπεσθαι τῶν φιλτάτων καὶ ἐν τοῖς ἐχθίστοις ὑπομένειν. πρῶτον μὲν δὴ οὗτοι μεταναστάντες ἐξ Ἰταλίας εἴς τε τὴν Ἑλλάδα καὶ τῆς βαρβάρου πολλὴν ἐπλανήθησαν. μετὰ δὲ τοὺς πρώτους ἕτεροι τὸ αὐτὸ ἔπαθον, καὶ τοῦτο διετέλει γινόμενον ἐπὶ ἔτη. οὐ γὰρ ἀνίεσαν οἱ δυναστεύοντες ἐν ταῖς πόλεσι τῆς ἀνδρουμένης αἰεὶ νεότητος ἐξαιρούμενοι τὰς ἀπαρχάς, τοῖς τε θεοῖς τὰ δίκαια ὑπουργεῖν ἀξιοῦντες καὶ στασιασμοὺς ἐκ τῶν διαλαθόντων δεδιότες. ἦν δὲ πολὺ καὶ τὸ πρὸς ἔχθραν σὺν προφάσει εὐπρεπεῖ ἀπελαυνόμενον ὑπὸ τῶν διαφόρων· ὥστε πολλαὶ αἱ ἀπαναστάσεις ἐγίνοντο καὶ ἐπὶ πλεῖστον γῆς τὸ Πελασγικὸν γένος διεφορήθη. Καὶ μετὰ βραχέα φησίν· Λέγουσι δὲ καὶ τὰς θυσίας ἐπιτελεῖν τῷ Κρόνῳ τοὺς παλαιούς, ὥσπερ ἐν Καρχηδόνι, τέως ἡ πόλις διέμεινεν, καὶ παρὰ Κελτοῖς εἰς τόδε χρόνου γίνε-ται, καὶ ἐν ἄλλοις τισὶν τῶν προσεσπερίων ἐθνῶν ἀνδροφονοῦσιν, Ἡρακλέα δὲ παῦσαι τὸν νόμον τῆς θυσίας βουληθέντα τόν τε βωμὸν ἱδρύσασθαι τὸν ἐπὶ τῷ Σατορνίῳ καὶ κατάρξασθαι θυμάτων ἁγνῶν ἐπὶ καθαρῷ πυρὶ ἁγιζο-μένων, ἵνα δὲ μηδὲν ᾖ τοῖς ἀνθρώποις δέους ἐνθύμιον ὡς πατρίων ἠλογηκόσι θυσιῶν, διδάξαι τοὺς ἐπιχωρίους ἀπομειλισσομένους τὴν τοῦ θεοῦ μῆνιν ἀντὶ τῶν ἀνθρώπων, οὓς συμποδίζοντες καὶ τῶν χειρῶν ἀκρατεῖς ποιοῦντες ἐρρίπτουν εἰς τὸ τοῦ Τιβέριος ῥεῖθρον, εἴδωλα ποιοῦντας ἀνδρείκελα, κεκοσμημένα τὸν αὐτὸν ἐκείνοις τρόπον, ἐμβάλλειν εἰς τὸν ποταμόν, ἵνα δὴ τὸ τῆς ὀττείας ὅ τι δή ποτε ἦν ἐν ταῖς ἁπάντων ψυχαῖς παραμένον ἐξαιρεθῇ, τῶν εἰκόνων τοῦ παλαιοῦ πάθους ἔτι σῳζομένων. τοῦτο δὲ καὶ μέχρις ἐμοῦ ἔτι διετέλουν Ῥωμαῖοι δρῶντες [ἔτι] μικρὸν ὕστερον ἐαρινῆς ἰσημερίας ἐν μηνὶ Μαί̈ῳ ταῖς καλου-μέναις Εἰδοῖς, διχομήνιδα βουλόμενοι ταύτην εἶναι τὴν ἡμέραν, ἐν ᾗ προθύ-σαντες ἱερεῖα τὰ κατὰ τοὺς νόμους οἱ καλούμενοι ποντίφικες, ἱερέων οἱ δια-φανέστατοι, καὶ σὺν αὐτοῖς αἱ τὸ ἀθάνατον πῦρ διαφυλάττουσαι παρθένοι στρατηγοί τε καὶ τῶν ἄλλων πολιτῶν οὓς παρεῖναι ταῖς ἱερουργίαις θέμις, εἴδωλα εἰς μορφὰς ἀνθρώπων εἰκασμένα τριάκοντα τὸν ἀριθμὸν ἀπὸ τῆς ἱερᾶς γεφύ-ρας βάλλουσιν εἰς τὸ ῥεῦμα τοῦ Τιβέριος, Ἀργείους αὐτὰ καλοῦντες. Τοσαῦτα μὲν δὴ ταῦτα. καὶ ὁ Διόδωρος δὲ τὰ ὅμοια τούτοις ἐν εἰκοστῇ βίβλῳ τῆς ἱστορικῆς Βιβλιοθήκης ἱστορεῖ, μετὰ τὴν Ἀλεξάνδρου τοῦ Μακε-δόνος τελευτὴν ἐπὶ τοῦ πρώτου Πτολεμαίου, περὶ Καρχηδονίων ὑπὸ Ἀγα-θοκλέους τοῦ Σικελίας τυράννου πολιορκουμένων, ταῦτα πρὸς λέξιν γράφων· Ἠιτιῶντο δὲ καὶ τὸν Κρόνον αὐτοῖς ἐναντιοῦσθαι, καθ’ ὅσον ἐν τοῖς ἔμπροσθεν χρόνοις θύοντες τούτῳ τῷ θεῷ τῶν υἱῶν τοὺς κρατίστους, ὕστερον ὠνούμενοι λάθρα παῖδας καὶ θρέψαντες ἔπεμπον ἐπὶ τὴν θυσίαν, καὶ ζητή-σεως γενομένης εὑρέθησάν τινες τῶν καθιερουργημένων ὑποβολιμαῖοι γεγονό-τες. τούτων δὲ λαβόντες ἔννοιαν καὶ τοὺς πολεμίους πρὸς τοῖς τείχεσιν ὁρῶντες στρατοπεδεύοντας ἐδεισιδαιμόνουν ὡς καταλελυκότες τὰς πατρίους τῶν θεῶν τιμάς. διορθώσασθαι δὲ τὰς ἀγνοίας σπεύδοντες διακοσίους μὲν τῶν ἐπι-φανεστάτων παίδων προκρίναντες ἔθυσαν δημοσίᾳ, ἄλλοι δ’ ἐν διαβολαῖς ὄντες ἑκουσίως ἑαυτοὺς ἔδοσαν, οὐκ ἐλάττους ὄντες τριακοσίων. ἦν δὲ παρ’ αὐτοῖς ἀνδριὰς Κρόνου χαλκοῦς, ἐκτετακὼς τὰς χεῖρας ὑπτίας ἐκτεταμένας ἐπὶ τὴν γῆν, ὥστε τὸν συντεθέντα τῶν παίδων ἀποκωλύεσθαι καὶ πίπτειν εἴς τι χάσμα πλῆρες πυρός. Τοιαῦτα δὴ καὶ οὗτος διὰ τῆς οἰκείας ἱστορίας παρέδωκεν. εἰκότως ἄρα καὶ ἡ παρ’ Ἑβραίοις γραφὴ καταμέμφεται τοῖς τὰ τοιαῦτα ζηλώσασι τῶν ἐκ περιτομῆς, φάσκουσα· καὶ ἔθυον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέ-
PG 21:275ρας αὐτῶν τοῖς δαιμονίοις· καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν. ἀλλὰ γὰρ ἡγοῦμαι διὰ τούτων ἀπεληλέγχθαι σαφῶς δαιμονικήν τινα γεγονέναι τὴν παλαιτάτην καὶ πρώτην τῶν ξοάνων ἵδρυσιν, καὶ πᾶσαν τὴν εἰδωλικὴν τῶν ἐθνῶν θεοποιίαν καὶ δαιμόνων οὐκ ἀγαθῶν, ἀλλὰ πάντα μοχθηροτάτων καὶ φαύλων· ὡς ἐπαληθεύειν τὸ φάσκον ἐν προφητείαις λόγιον· πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια τό τε ἀποστολικόν, δι’ οὗ φησιν ὅτι ἃ θύουσιν, δαιμονίοις καὶ οὐ θεῷ θύουσιν. ἢ εἴ τί γε ἦν ἀγα-θὸν ἐν αὐτοῖς, ὡς διὰ τοῦτο καὶ τῆς τῶν ἀγαθῶν μεταλαχεῖν προσηγορίας, εὐεργετικὸν ἂν ἦν καὶ πάντων σωτήριον φίλον τε δικαιοσύνης καὶ ἀνθρώ-πων κηδεμονικόν. τοιοῦτον δὲ ὂν πῶς ἀνθρώπων ἔχαιρεν σφαγαῖς; πῶς δὲ οὐκ ἀπεῖργεν διὰ χρησμῶν τὸ ἀνθρώπειον γένος τοιαῦτα πράττειν; ἤ που χεῖρον ἦν καὶ φαυλότερον ἀνθρώπων, οἵ γε νόμων τιμωρίαις ἐξάντεις τοὺς μαιφόνους κατέστησαν; οὐ γὰρ θεός τις ἦν, ἀλλ’ ἄνθρωπος ὁ τῆς ἀνθρωπο-θυσίας τὴν χρόνιον καὶ μακρὰν παραλύσας νόσον. Ὅτι δὲ φαύλων ἦν καὶ πονηρῶν ταῦτα δαιμόνων, εἴη ἄν σοι ἔτι μᾶλλον συμφανές, εἰ λογίσαιο τὰ τῆς ἐπιρρήτου καὶ ἀκολάστου πορνείας αὐτῶν τῆς ἐν Ἡλίου πόλει τῆς Φοινίκης εἰσέτι νῦν ἐπιτελούμενα καὶ παρὰ πλείστοις ἄλλοις ἀνθρώπων. μοιχείας γοῦν καὶ φθορὰς καὶ παρανόμους ἑτέρας μίξεις ἐπὶ τιμῇ θεῶν, ὥσπερ τι χρέος ὀφειλόμενον, χρῆναί φασιν ἐκτελεῖν καὶ τῆς μοιχιδίου καὶ πορνικῆς πράξεως τοῖς θεοῖς ἀπάρχεσθαι, τῆς ἀκλεοῦς ταύτης καὶ ἀσέμνου ἐμπορίας ὥσπερ τι χαριστήριον ἀγαθὸν τοὺς καρποὺς αὐτοῖς ἀνατιθέντας. ὅμοια γὰρ ταῦτα ταῖς ἀνθρωποθυσίαις. εἰ δὴ οὖν οὐδὲ σώφρονος ἀνδρὸς οἰκεῖον τὸ χαίρειν φόνοις αἰσχρορρημοσύναις τε καὶ παρανό-μοις γυναικῶν μίξεσιν ἐπὶ μισθῷ τὴν ὥραν ἀπεμπολουσῶν, πολλοῦ δεῖ φάναι θεῶν ἢ δαιμόνων εἶναι ἀγαθῶν τὸ ἀποδέχεσθαι τὰ τοιαῦτα. εἰ δὲ δὴ λέγοι τις φαύλων μὲν ὁμολογουμένως εἶναι ταῦτα δαιμόνων, πλὴν ἀλλ’ ἑτέρους εἶναι τοὺς ἀγαθούς, οὓς δὴ μάλιστα σέβειν αὐτοὺς οἷα σωτῆρας, πευστέον ποῦ ἄρα ἦσαν αὐτοῖς οἱ ἀγαθοὶ σωτῆρες, εἰ δὴ καὶ τούτους ἔσεβον, ὥστε μὴ τοὺς πονηροὺς τοιαῦτα δρῶντας κατὰ τῶν προσφύγων ἀπερύκειν, ποῦ δὲ οἱ ἀγαθοὶ δαίμονες, τοὺς βλαπτικοὺς μὴ ἀπελαύνειν καὶ τοῖς θεραπεύ-ουσι συμμαχεῖν; τί δὲ καὶ περιεφρόνουν παρορῶντες τὸ λογικὸν καὶ θεοφιλὲς ἀνθρώπων γένος τῇ τῶν φαύλων δαιμόνων ὠμότητι κατατρυχόμενον, οὐχὶ δὲ ἄντικρυς τοῖς πᾶσιν προεκήρυττον ἀμεταστρεπτεὶ φεύγειν καὶ ἀποτρέπεσθαι πάντα θεὸν ὀνομαζόμενον ὡς οὐ θεόν, ἀλλὰ φαῦλον δαίμονα, ᾧ τὰ ὠμὰ καὶ ἀπάνθρωπα τά τε παράνομα καὶ αἰσχρὰ φίλα τυγχάνει; καὶ εἴτε τις ἦν πάλαι πρότερον ἐν Ῥόδῳ νενομισμένος θεὸς χαίρων ἀνθρωποθυσίαις, τοῦτον ὁ ἀληθὴς θεός, εἴ τις ἦν ἄρα, τὴν πρᾶξιν ἐπισχὼν ἂν οὐ θεόν, ἀλλὰ φαῦλον ἡγεῖσθαι δαίμονα τοῖς πᾶσι προεκήρυξεν, εἴτε ἐν Σαλαμῖνι, τῇ πρότερον Κορωνείᾳ ὀνομαζομένῃ, καὶ αὐτῇ ἐν μηνὶ κατὰ Κυπρίους Ἀφρο-δισίῳ ἐθύετο ἄνθρωπος, καὶ τοῦτον ἂν ὁ ἀληθὴς θεὸς ἀπέφηνεν ἀλιτήριον εἶναι δαίμονα, παύσας ὡς ἀσεβὲς καὶ ἀνόσιον τὸ γινόμενον. εἰ δὲ καὶ ἐν Ἡλίου πόλει τῆς Αἰγύπτου τὸν τῆς ἀνθρωποκτονίας νόμον Ἄμωσις ἔλυσε, πολὺ κρείττονα τοῦ θεοῦ τὸν ἄνθρωπον ὁ ἀληθὴς θεὸς ἐδίδαξεν ἂν γεγονέναι· οὐ γὰρ θεός, δαίμων δὲ πάλιν κἀκεῖνος ἦν ὁ κατάρχων τῆς ἀνθρωποκτονίας. οὐκ ἂν δὲ ὁ ἀληθὴς θεὸς καὶ τὸν τῆς Ἥρας δαίμονα οὐχὶ μιαρὸν ἡγεῖσθαι δεῖν ἐνομοθέτησεν, ᾧ τῆς ἡμέρας ἑκάστης τρεῖς ἀνθρώπους θύεσθαι παρέστησεν ἡ ἱστορία. τί δ’ ἂν γένοιτο δαιμονικώτερον ἀληθῶς τοῦ καλουμένου Ὠμαδίου Διονύσου, ᾧ φασιν ἐν Χίῳ ἄνθρωπον μελεϊστὶ διασπῶντας θύειν, ἢ τοῦ ἐν Τενέδῳ ὡσαύτως, ὃν καὶ αὐτὸν διὰ τῆς ἀνθρωποθυσίας ἱλάσκοντο; ἀπηγόρευσεν δ’ ἂν ὁ ἀληθὴς θεὸς καὶ τῷ Ἄρει τῷ βροτολοιγῷ καὶ φιλοπολέμῳ δαίμονι θύειν ἄνθρωπον, ἐνομοθέτησεν δὲ ἂν μήτε τῶν οἰκείων μήτε τῶν ἀλλοτρίων τὰ φίλτατα κατασφάττειν αὐτῷ. εἰ δὲ καὶ τῇ Ἀθηνᾷ κατ’ ἔτος παρθένος, ὥς φασιν, ἐθύετο ἐν Λαοδικείᾳ τῇ κατὰ Συρίαν καὶ ταύτην εἰπεῖν πονηρὸν δαίμονα οὐκ ἂν ἐφυλάξατο ὁ ἀληθὴς θεός· ὡς καὶ τὸν ἐν Λιβύῃ τοῖς ὁμοίοις χαίροντα καὶ τὸν ἐπὶ τῆς Ἀραβίας, ᾧ καὶ αὐτῷ κατ’ ἔτος ἕκαστον ἔθυον παῖδα, ὃν καὶ ὑπὸ βωμὸν ἔθαπτον. ιζ. ΟΤΙ ΜΕΤΑ ΤΗΝ ΕΥΑΓΓΕΛΙΚΗΝ ΔΙΔΑΣΚΑΛΙΑΝ Η ΠΑΛΑΙΑ ΑΝΘΡΩΠΟΘΥΣΙΑ ΚΑΤΕΛΥΘΗ ιη. ΟΤΙ ΠΟΝΗΡΟΙΣ ΔΑΙΜΟΣΙΝ ΑΝΕΚΕΙΤΟ ΠΑΣΑ Η ΤΩΝ ΕΘΝΩΝ ΘΕΟΛΟΓΙΑ Τούτους ἅπαντας καὶ τούς γε αἰσχρορρημοσύναις καὶ γυναικῶν παρα-νόμοις διαφθοραῖς τῇ τε ἄλλῃ τῇ προκατειλεγμένῃ μανίᾳ χαίροντας προεφώ-νησεν ἂν ὁ ἀληθὴς καὶ ἀγαθὸς εἴτε θεὸς εἴτε καὶ δαίμων μηδαμῶς ἡγεῖσθαι θεούς. τοῦτο δὲ οὐδεὶς τῶν πώποτε ἢ μόνος ὁ παρ’ Ἑβραίοις τιμώμενος, ὡς ἂν μόνος καὶ ἀληθὴς θεός, πεποιηκὼς μνημονεύεται. μόνος γὰρ οὗτος διὰ τοῦ προφήτου καὶ θεολόγου Μωυσέως προεκήρυξεν τοῖς πᾶσιν μὴ σέβειν ὡς ἀγαθοὺς δαίμονας τοὺς φαύλους, ἔμπαλιν δὲ ἀποτρέπεσθαι καὶ ἀπελαύνειν ὡς ἂν πονηρὰ τυγχάνοντας πνεύματα· ναὶ μὴν καὶ καθαιρεῖν αὐτῶν τούς τε νεὼς καὶ τὰς ἀνιέρους καὶ ἀτελέστους θρησκείας καὶ πάμπαν ἐξ ἀνθρώπων ἀφανίζειν τὴν ὡς περὶ θεῶν αὐτῶν μνήμην καὶ τὴν ἀπονεμομένην αὐτοῖς τιμὴν ἐνομοθέτησεν. οὐδὲ γὰρ τοὺς φαύλους ἀπομειλίσσεσθαι ὅσιον ἦν τοὺς τοῖς ἀγαθοῖς μεμελημένους. εἴτε δὲ Φύλαρχος εἴτε καὶ ὁστισοῦν ἱστορεῖ πάντας τοὺς Ἕλληνας πρὶν ἐπὶ τοὺς πολέμους ἐξιέναι ἀνθρωποκτο-νεῖν, καὶ τοῦτον μάρτυρα τῆς Ἑλλήνων δαιμονικῆς ἐπιληψίας μὴ ὄκνει παραλαμβάνειν. μὴ παρίδῃς μηδὲ τοὺς κατὰ τὴν Ἀφρικὴν τούς τε Θρᾷκας καὶ τοὺς Σκύθας τὰ ὅμοια πράττοντας ταῖς αὐταῖς τῶν δαιμόνων ὑπῆχθαι μανίαις ἀποφαίνεσθαι· ὡς καὶ Ἀθηναίους καὶ τοὺς κατὰ τὴν Μεγάλην Πόλιν, εἴ γε καὶ οὗτοι κατὰ τὰς τοῦ Μεγάλου Διὸς ἑορτὰς ἀνθρώπους ἔσφαζον. ἀλλὰ γὰρ συναγαγὼν ὁμοῦ τὸν πάντων τῶν προειρημένων κατάλογον εὕροις ἂν σχεδὸν εἰπεῖν πᾶσαν τὴν τῶν ἐθνῶν θεοποιίαν τούτοις αὐτοῖς τοῖς ἀνθρωποκτόνοις πνεύμασι καὶ τοῖς πονηροῖς δαίμοσιν ἀνακειμένην. εἰ γὰρ ἐν Ῥόδῳ καὶ ἐν Σαλαμῖνι καὶ ἐν Ἡλίου πόλει τῇ κατ’ Αἴγυπτον ἔν τε Χίῳ καὶ Τενέδῳ καὶ Λακεδαίμονι καὶ Ἀρκαδίᾳ Φοινίκῃ τε καὶ Λιβύῃ καὶ πρὸς τού-τοις ἅπασιν ἐν Συρίᾳ καὶ Ἀραβίᾳ καὶ παρά γε τοῖς Πανέλλησιν καὶ ἔτι τού-των τοῖς κορυφαιοτάτοις Ἀθηναίοις κατά τε Καρχηδόνα καὶ τὴν Ἀφρικὴν καὶ παρὰ Θρᾳξὶ καὶ Σκύθαις ἀποδέδεικται τὰ τῆς δαιμονικῆς ἀνθρωποκτο-νίας κατὰ τοὺς παλαιοὺς χρόνους ἐπιτελούμενα καὶ μέχρι τοῦ σωτῆρος ἡμῶν παρατείναντα· πῶς οὐκ εὐλόγως τοὺς πάντας εἴποις ἂν τότε τοῖς πονη-ροῖς δαίμοσιν δεδουλῶσθαι οὐ πρότερόν τε παῦλαν τῶν τοσούτων τῷ βίῳ γενέσθαι κακῶν ἢ τὴν τοῦ σωτῆρος ἡμῶν καταλάμψαι διδασκαλίαν; ὅτι δὴ μέχρι τῶν Ἁδριανοῦ χρόνων διαμεῖναι ταῦτα, λελύσθαι δ’ ἐξ ἐκείνου παρέστησεν ὁ τῆς ἱστορίας λόγος. οὗτος δὲ ἦν μάλιστα ὁ χρόνος, καθ’ ὃν ἡ σωτή-ριος εἰς πάντας ἀνθρώπους ἤκμαζεν διδασκαλία. καὶ μὴν οὐδὲ δυνατὸν αὐ-τοῖς εἰπεῖν ὡς τοῖς πονηροῖς δαίμοσιν ἔθυον· αὐτοῖς γὰρ μάλιστα τοῖς μεγίστοις θεοῖς ἡ ἱστορία τὰς ἀνθρωποθυσίας ἐδήλωσεν ἐπιτελεῖσθαι. θύεσθαι γὰρ
Liber Tertius
PG 21:281ἔφησεν τῇ Ἥρᾳ καὶ τῇ Ἀθηνᾷ Κρόνῳ τε καὶ Ἄρει καὶ Διονύσῳ καὶ αὐτῷ γε τῷ ἐπὶ πάντων Διὶ καὶ τῷ Φοίβῳ, τῷ δὴ σεμνοτάτῳ πάντων καὶ σοφω-τάτῳ Ἀπόλλωνι· τούτους δὲ καὶ οὐκ ἄλλους τοὺς μεγίστους καὶ ἀγαθοὺς σωτῆράς τε καὶ θεοὺς ἀναγορεύουσιν. αὐτοὶ δὲ ἄρα εἶεν ἂν οἱ πονηροὶ δαίμονες. εἰ γὰρ οἵδε τοιαύταις ἀνθρωποθυσίαις καὶ ἀνθρωποκτονίαις ἔχαιρον, πῶς οὐκ ἂν αὐτοὺς εἰκότως τῇ τῶν μοχθηρῶν πνευμάτων μιαιφονίᾳ καταριθμήσειας, εἴτε αὐτοὶ χαίρειν λέγοιντο τοῖς τοιούτοις εἴτε συγχωρεῖν καὶ περιορᾶν ἑτέροις γιγνόμενα; τί γὰρ χρῆν ὅλως ἐπιτρέπειν ἀνθρώ-ποις ἱλάσκεσθαι τὰ πονηρὰ πνεύματα; τί δὲ τοσοῦτον πλανᾶσθαι ὡς θεραπεύ-ειν καὶ κολακεύειν τοὺς φαύλους; τί δὲ τοῖς πονηροῖς καταδουλοῦσθαι, δέον ἀγαθοὺς ὄντας καὶ θεοὺς πορρωτάτω τῆς ἀνθρώπων διατριβῆς πᾶν ὅ τι φαῦλον καὶ πονηρὸν δυνάμει κρείττονι καὶ θειοτέρᾳ ἀπελαύνειν; ἦ πατὴρ μὲν ἀγαθὸς οὐκ ἂν ὑπὸ φαύλοις ἀνδράσι φθειρόμενον περιίδοι ἂν τὸν αὑτοῦ παῖδα οὐδὲ τὸν οἰκέτην σώφρων δεσπότης ὑπὸ τοῖς ἐχθροῖς ἀγόμενον περιόψε-ται οὐδέ γε πολέμου στρατηγὸς τοὺς οἰκείους, παρὸν διασώσασθαι, τοῖς πολεμίοις αἰχμαλώτους ἀνήσει οὐδὲ ποιμὴν τὰ θρέμματα τοῖς λύκοις· θεοὶ δὲ ἄρα καὶ ἀγαθοὶ δαίμονες ὑπὸ τοῖς μοχθηροῖς καὶ φαύλοις ἀνήσουσι τὸ ἀνθρώπων γένος; καὶ οἱ τρισμύριοι φύλακες μερόπων ἀνθρώπων, οἱ δὴ ποιμένες καὶ σωτῆρες βασιλεῖς τε καὶ πατέρες καὶ κύριοι, τοῖς ἐχθροῖς καὶ πολεμίοις καὶ ἀγρίοις θηρσὶν ἀνηλεῶς οὕτως καὶ ὠμῶς ἄγειν καὶ φέρειν τὰ φίλτατα παραδώσουσιν, οὐχὶ δὲ προπολεμήσουσιν ὑπερασπίζοντες τῶν προσφύγων καὶ τοὺς μὲν ἐχθροὺς καὶ πονηροὺς δαίμονας τῆς ἀνθρώ-πων ἀγέλης μακρὰν ὥσπερ τινὰς ἀγρίους καὶ ὠμοβόρους θῆρας ἀποδιώ-ξουσιν, διδάξουσι δὲ πάντα ἄνθρωπον μυρίων θεῶν καὶ δαιμόνων ἀγαθῶν πλήθει προσῳκειωμένον ἐπιθαρσοῦντα καὶ τοῖς οὐ μόνον κρείττοσιν, ἀλλὰ καὶ πλείοσιν καὶ μεγίστοις θεοῖς καθωσιωμένον σμικρά, μᾶλλον δὲ τὸ μηθὲν ἐπιστρέφεσθαι τῆς τῶν πονηρῶν δαιμόνων ἀσθενείας; ὅτε δὲ τοῦτο μὴ ἔπραττον, συνήργουν δ’ ἔμπαλιν τοῖς πονηροῖς αὐτοί, διὰ τῶν χρησμῶν τὰς προδηλωθείσας ἀνιέντες ἀνθρωποθυσίας χαίροντές τε αἰσχρορρημοσύναις ἁπάσαις καὶ ταῖς τούτων ἀκολούθοις πράξεσιν, ἔργῳ, φασί, δῆλον ὡς οὐδέν τι καὶ αὐτοὶ φαύλων δαιμόνων τὴν φύσιν διήλλαττον, μᾶλλον δὲ μιᾶς καὶ τῆς αὐτῆς ὑπῆρχον προαιρέσεως καὶ γνώμης· καὶ ἔτι μᾶλλον εἰπεῖν, ὡς οὐδὲ ὅλως θεός τις ἦν οὐδέ τις ἀγαθὸς δαίμων ὁ πάλαι πρὸς τῶν ἐθνῶν ἁπάντων κατὰ πόλεις τε καὶ χώρας προσκυνούμενος. πῶς γὰρ ἂν γένοιτό ποτε τῷ ἀγαθῷ τὸ φαῦλον φίλον, εἰ μὴ καὶ φωτὸς καὶ σκότους κρᾶσιν δύ-νασθαι μίαν φαίη τις ἂν γενέσθαι; πόσῳ δὲ κρείττων ὁ παρὰ ἀνθρώποις λογισμὸς τῶν νενομισμένων θεῶν, μηδὲ φαύλοις δαίμοσιν χρῆναι θύειν παρακελευόμενος; λέγει δ’ οὖν ὁ πρόσθεν εἰρημένος συγγραφεύς, ἐν οἷς ἔφησεν μὴ δεῖν ζῳοθυτεῖν, ὅτι μηδὲ φαύλοις δαίμοσιν θυτέον, τοῦτον τὸν τρόπον· ιθ. ΟΤΙ ΜΗ ΔΕΙ ΤΟΙΣ ΠΟΝΗΡΟΙΣ ΔΑΙΜΟΣΙ ΘΥΕΙΝ Διὸ συνετὸς ἀνὴρ καὶ σώφρων εὐλαβηθήσεται τοιαύταις χρῆσθαι θυ-σίαις, δι’ ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς τοιούτους, σπουδάσει δὲ καθαίρειν τὴν ψυχὴν παντοίως· καθαρᾷ γὰρ ψυχῇ οὐκ ἐπιτίθενται, διὰ τὸ αὐτοῖς ἀνό-μοιον. εἰ δὲ ταῖς πόλεσιν ἀναγκαῖον καὶ τούτους ἀπομειλίσσεσθαι, οὐδὲν πρὸς ἡμᾶς· ταύταις γὰρ καὶ πλοῦτος καὶ τὰ ἐκτὸς καὶ τὰ σωματικὰ ἀγαθὰ εἶναι νενόμισται, καὶ τὰ ἐναντία κακά, ὀλιγοστὸν δ’ ἐν αὐταῖς τὸ τῆς ψυχῆς ἐπιμε-λούμενον. Τούτοις ἑξῆς ἐπάγει λέγων· κ. ΟΠΩΣ ΑΝΑΚΕΙΣΘΑΙ ΔΕΙ ΤΩΙ ΕΠΙ ΠΑΝΤΩΝ ΘΕΩΙ Ἡμεῖς δὲ κατὰ δύναμιν οὐ δεησόμεθα ὧν οὗτοι παρέχουσιν, ἀλλ’ ἔκ τε ψυχῆς ἔκ τε τῶν ἐκτὸς πᾶσαν σπουδὴν ποιούμεθα θεῷ μὲν καὶ τοῖς ἀμφ’ αὐτὸν ὁμοιοῦσθαι (ὃ γίνεται δι’ ἀπαθείας καὶ τῆς περὶ τῶν ὄντως ὄντων διηρθρωμένης διαλήψεως καὶ πρὸς αὐτὰ καὶ κατ’ αὐτὰ ζωῆς), πονηροῖς δὲ ἀνθρώποις καὶ δαίμοσιν καὶ ὅλως παντὶ τῷ χαίροντι τῷ θνητῷ τε καὶ ὑλικῷ ἀνομοιοῦσθαι. Ὃν δὲ ἡμεῖς ὑπογράφομεν φιλόσοφον ἀφιστάμενον τῶν ἐκτός, εἰκότως φαμὲν μὴ ἐνοχλήσειν δαίμοσιν μηδὲ μάντεων δεήσεσθαι μηδὲ σπλάγχνων ζῴων. ὧν γὰρ ἕνεκα αἱ μαντεῖαι, τούτων οὗτος μεμελέτηκεν ἀφίστασθαι. οὔτε γὰρ εἰς γάμον καθίησιν, ἵνα περὶ γάμου τὸν μάντιν ἐνοχλήσῃ, οὐκ εἰς ἐμπορίαν, οὐ περὶ οἰκέτου, οὐ περὶ κλοπῆς καὶ τῆς ἄλλης παρὰ ἀνθρώποις δοξοκοπίας. περὶ ὧν δὲ ζητεῖ, μάντις μὲν οὐδεὶς οὐδὲ σπλάγχνα ζῴων μη-νύσει τὸ σαφές· αὐτὸς δὲ δι’ ἑαυτοῦ, ὡς λέγομεν, προσιὼν τῷ θεῷ, ὃς ἐν τοῖς ἀληθινοῖς αὐτοῦ σπλάγχνοις ἵδρυται, περὶ τοῦ αἰωνίου βίου λήψεται τὰς ὑπο-θήκας, ὅλος ἐκεῖ συρρεύσας. Σαφέστατα δὴ διὰ τούτων ὁ λόγος ἐξέφηνεν τίνων ἡγεῖσθαι χρὴ τὰ μαντεῖα καὶ τὰς διὰ θυτικῆς ἐρωτήσεις τάς τε παρὰ τοῖς πολλοῖς θαυμαζομένας περὶ τῶν ἀδήλων προγνώσεις. πάντα γὰρ ταῦτα, δοξοκοπίας ὀνομάσας, ὡς ἂν ὑπὸ δαιμόνων πονηρῶν ἐνεργούμενα ἀποβάλλει. τὸν γοῦν περὶ φαύλων δαιμόνων διεξιὼν λόγον καὶ φάσκων τὸν συνετὸν ἄνδρα καὶ σώφρονα μή ποτε τούτοις ἑαυτὸν ἐπιδοῦναι μηδ’ ἐπισπάσασθαι εἰς ἑαυτὸν διὰ τῶν θυ-σιῶν τοὺς τοιούτους, ἑξῆς ἐπισυνάπτει λέγων τὸν φιλόσοφον μηδὲ μαντείων δεήσεσθαι μηδὲ σπλάγχνων ζῴων καὶ τῶν παραπλησίων, ὡς ἂν τῆς δαι-μονικῆς ὄντων κακοτεχνίας. εἰ δὴ οὖν κατὰ ταῦτα εὐλαβητέον τῷ συνετῷ καὶ σώφρονι τοιαύταις χρῆσθαι θυσίαις, δι’ ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς δαίμονας (αὗται δ’ ἦσαν αἱ δι’ αἱμάτων ἐκχύσεως καὶ δι’ ἀλόγων ζῴων σφαγῆς), οὐδεὶς ἂν ἐνδίκως ῥηθείη σώφρων καὶ συνετὸς τῶν πάλαι ζῳοθυτούντων τοῖς δαίμοσιν καὶ πολὺ μᾶλλον τῶν ἀνθρωποθυτούντων. ἥλω δὲ τὰ πανταχοῦ πάντα σχεδὸν εἰπεῖν ἔθνη, πρόσθεν ἢ τὸν ἡμέτερον Σωτῆρα εἰς ἀνθρώπους ἀναδειχθῆναι, τοὺς φαύλους ἱλεούμενα δαίμονας ταῖς κατὰ πάντα τόπον ἐπιτελουμέναις ἀνθρωποθυσίαις. οὐδεὶς ἄρα τούτων συνετὸς ἦν καὶ σώφρων. ὁ μὲν οὖν κοινὸς καὶ ἀνθρώπινος λογισμὸς ἑπόμενος ὀρθῷ λόγῳ παντὶ τῷ συνετῷ καὶ σώφρονι διαρρήδην προκηρύττει μὴ χρῆ-σθαι θυσίαις ἐπὶ θεραπείᾳ τῶν πονηρῶν δαιμόνων, σπουδάζειν δὲ καθαί-ρειν τὴν ψυχὴν παντοίως· καθαρᾷ γὰρ ψυχῇ μὴ ἐπιτίθεσθαι, διὰ τὸ αὐ-τοῖς ἀνόμοιον. ὁ δὲ θεὸς αὐτοῖς ὁ Ἀπόλλων (πάλιν γὰρ ἀνθρώποις τοῦτον παραβλητέον καὶ δεικτέον ὅσον τοῦ ὀρθοῦ λείπεται λογισμοῦ) προς-τάττει τῷ πονηρῷ δαίμονι θύειν, οὐκ ἄλλως ἢ δηλαδὴ φίλος ὢν αὐτῷ· κακῷ δὲ τὸ ὅμοιον φίλον. τούτου δὲ μάρτυς ὁ καὶ πρόσθεν ἐν οἷς ἐπέγραψεν Περὶ τῆς ἐκ λογίων φιλοσοφίας ὧδε ἱστορῶν πρὸς λέξιν· κα. ΩΣ Ο ΑΠΟΛΛΩΝ ΤΩΙ ΠΟΝΗΡΩΙ ΔΑΙΜΟΝΙ ΠΡΟΣΤΑΤΤΕΙ ΘΥΕΙΝ Σπεύδοντος γοῦν τοῦ προφήτου αὐτοπτῆσαι τὸ θεῖον καὶ ἐπειγομένου ὁ Ἀπόλλων ἀδύνατον ἔφη τὸ τοιοῦτο πρὶν λύτρα τῷ πονηρῷ δαίμονι δοῦναι. λέγει δὲ οὕτως· λύτρα δίδου γαίης πατρίης οἰκήτορι σεμνῷ, πρῶτα χοάς, μετέπειτα πυρὴν ἠδ’ αἷμα κελαινὸν οἴνου παμμέλανός [τ’] ὀί̈ων θ’ ἅμα λευκὰ ῥέεθρα. καὶ σαφέστερον εἶπεν περὶ τῶν αὐτῶν· οἶνον καὶ γάλα βάλλε καὶ ὕδατος ἀγλαὸν εἶδος καὶ ξύλα καρπὸν ἔχοντα διογνήτων ἀκυλαίων· σπλάγχνα δὲ κατθέμενος λιπαροῖς ἅμα νάμασι σπένδε. μετὰ ποίας δὲ εὐχῆς, ἐρωτηθεὶς ἤρξατο μέν, οὐ μὴν ἐπλήρωσεν, οὕτως εἰπών·
PG 21:287δαῖμον ἀλιτρονόων ψυχῶν διάδημα λελογχώς, ἠερίων ὑπένερθε μυχῶν χθονίων τ’ ἐφύπερθεν. Ταῦτα μὲν ὁ θαυμάσιος θεός, μᾶλλον δὲ τὸ πολυπλανὲς δαιμόνιον. τὰ δὲ τοῦ κατὰ φύσιν λογισμοῦ τἀναντία, καθαίρειν τὴν ψυχήν, ἀλλὰ μὴ θυ-σίαις ἐπισπᾶσθαι τοὺς πονηροὺς δαίμονας παρακελευόμενα· καθαρᾷ γὰρ ψυχῇ μὴ ἐπιτίθεσθαι διὰ τὸ αὐτοῖς ἀνόμοιον. εἰ δὲ δὴ συνετὸς εἶναι καὶ σώφρων ἀνὴρ ὀρθῶς ἐκρίθη ὁ εὐλαβὴς καὶ μὴ θύων δαίμοσιν, ὁ τοῖς πονη-ροῖς θύειν διὰ τοῦ χρησμοῦ παραινῶν τίς ἂν εὐλόγως καὶ ποταπὸς νομισθείη σοὶ καταλείπω σκοπεῖν. ἐντεῦθεν δὲ ἀναδραμόντι προφανὲς ἔσται ποῖοί τινες ὑπῆρχον τὴν τοῦ τρόπου φύσιν οἱ ταῖς ἀνθρωποθυσίαις χαίροντες, ἢ οἱ τούτοις πᾶν τὸ ἀνθρώπινον γένος πάλαι πρότερον καταδεδουλωμένοι. εἰ δὲ λέγοι τις μὴ φαῦλον εἶναι τὸν τῆς ἀνθρωποθυσίας τρόπον, ὀρθότατα δ’ ὑπὸ τῶν παλαιῶν τελεῖσθαι, ὥρα τοῖς νῦν καταμέμφεσθαι πᾶσιν, ὅτι μηδεὶς ὁμοίως τοῖς πατράσιν εὐσεβεῖ. κβ. ΩΣ ΟΥΔΕΙΣ ΑΛΛΟΣ ΤΩΝ ΕΞ ΑΙΩΝΟΣ Η ΜΟΝΟΣ Ο ΣΩΤΗΡ ΚΑΙ ΚΥΡΙΟΣ ΗΜΩΝ ΤΟ ΠΑΝ ΑΝΘΡΩΠΩΝ ΓΕΝΟΣ ΤΗΣ ΔΑΙ-ΜΟΝΙΚΗΣ ΗΛΕΥΘΕΡΩΣΕ ΠΛΑΝΗΣ Εἰ δ’ ἐμφρόνως οἱ καθ’ ἡμᾶς τῆς ἀπηνοῦς καὶ ἀγρίας ὠμότητος τὴν ἀποστροφὴν ἐποιήσαντο, τῶν παλαιῶν οὐδεὶς ἦν ἄρα σοφός, τοὺς πονηροὺς δαίμονας ταῖς ἀνθρωποκτονίαις μειλισσόμενος. ἀλλὰ γὰρ καὶ τυφλῷ, φασί, δῆλον ὡς οὔτε θεοὶ εἶεν ἂν οὔτε ἀγαθοὶ δαίμονες οἱ πάλαι πρὸς τῶν ἐθνῶν ἁπάντων θεολογούμενοι, πορρωτάτω δὲ τοῦ ἀγαθοῦ ἐξῳκισμένοι. διὸ καὶ ἐνδίκως θεομάχοι τινὲς καὶ ἀσεβεῖς λεχθεῖεν, τὸν πάντα λυμηνάμενοι βίον, ὧν ἐξ αἰῶνος οὐδεὶς ἢ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ὁ Χριστὸς τοῦ θεοῦ πᾶσιν ἀνθρώποις τὴν φυγὴν προεξένησεν, εὐαγγελιζόμενος ὁμοῦ πάντας Ἕλληνάς τε καὶ βαρβάρους θεραπείαν τῆς πατρικῆς νόσου καὶ τῆς πικρᾶς καὶ παλαιοτάτης δουλείας ἐλευθερίαν· ἐφ’ ἣν σπεύδειν ὁ τῆς εὐαγγελικῆς ἀποδείξεως παρορμᾷ λόγος, μεγάλῃ τῇ φωνῇ τοῖς πᾶσιν εἰς ἐξάκουστον βοῶν· πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέν με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν. καὶ πάλιν· ἐξαγαγεῖν ἐκ δε-σμῶν πεπεδημένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. ταῦτα γὰρ ἄνωθεν ἐκ παλαιοῦ τὰ θεῖα ὡς ἀληθῶς παρ’ Ἑβραίοις ἐθέσπιζεν λόγια, τὴν ἡμῶν τῶν πάλαι τυφλῶν τὰς ψυχὰς καὶ δαιμόνων πονηρῶν πολυπλό-κοις δεσμοῖς πεπεδημένων ἀπολύτρωσιν εὐαγγελιζόμενα. ὅθεν εἰκότως τοὺς τῆς διανοίας ὀφθαλμοὺς πρὸς τοῦ σωτηρίου καταυγασθέντες λόγου, σώφρονές τε καὶ συνετοὶ καὶ εὐλαβεῖς γενόμενοι καὶ πάντων ἐλεύθεροι κα-κῶν, οὔτε θύσομεν οὔτε δουλεύσομεν τοῖς τῶν ἐθνῶν νενομισμένοις θεοῖς, οἳ δὴ καὶ ἡμῶν τὸ πρὶν κατετυράννουν· ἀχθέντες δὲ καὶ προσαχθέντες ὑπὸ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας τῷ μόνῳ καὶ ἀληθεῖ θεῷ, τῷ δὴ καὶ δεσπότῃ καὶ τροφεῖ σωτῆρί τε καὶ εὐεργέτῃ καὶ ἔτι ποιητῇ καὶ δημιουργῷ καὶ παμ-βασιλεῖ τῶν ὅλων, μόνον τοῦτον ἀληθῆ θεὸν ἡγησόμεθα καὶ μόνῳ τὸ προσῆκον ἀπονεμοῦμεν σέβας, μόνον γεραίροντες καὶ μόνον αὐτὸν εὐσεβοῦντες, οὐχ ᾗ τοῖς δαίμοσιν φίλον, ἀλλ’ ᾗ τῷ πρὸς αὐτοῦ καταπεμφθέντι πάντων ἀνθρώ-πων σωτῆρι διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας παραδέδοται. ταύ-τη δὲ θεοσεβοῦντες διώξομεν καὶ ἀπελάσομεν ἑαυτῶν, πολλοῦ δεῖ φοβηθη-σόμεθα, τοὺς πονηροὺς δαίμονας δι’ ἁγνείας καὶ καθαροῦ τρόπου βίου τε σώφρονος καὶ παναρέτου, τοῦ δὴ πρὸς τοῦ σωτῆρος ἡμῶν διωρισμένου· καθαρᾷ γὰρ μὴ δύνασθαι ψυχῇ πλησιάζειν διὰ τὸ ἀνόμοιον ὡμολογεῖτο. ἀλλ’ οὐδὲ μαντείας καὶ χρησμῶν δεησόμεθα οὐδὲ σπλάγχνα ζῴων διερευνήσο-μεν οὐδέ τι τῶν διὰ δαιμονικῆς κινήσεως ἐνεργουμένων πολυπραγμονήσο-μεν. ὧν γὰρ ἕνεκα ταῦτα τοῖς πολλοῖς σπουδάζεται, τούτων ἡμῖν ἀφίστασθαι μελετᾶν ὁ τοῦ Χριστοῦ λόγος διεστείλατο, μόνων δὲ ἐκείνων ἐφίεσθαι προὔτρεψεν, περὶ ὧν ἀληθῶς μάντις μὲν οὐδεὶς οὐδὲ σπλάγχνα ζῴων μηνύσει τὸ σαφές, αὐτὸς δὲ μόνος ὁ τοῦ θεοῦ λόγος, ὁ ἐν τοῖς ἀληθι-νοῖς ἐνοικῶν σπλάγχνοις τῶν οἵων τε αὐτὸν δι’ ἄκραν ψυχῆς καθαρότητα ἔνδον ἐν ἑαυτοῖς χωρεῖν. περὶ ὧν φησί που ἐν τοῖς ἱεροῖς γράμμασιν· ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Ταῦτα μὲν οὖν τὰ ἀπὸ τοῦ περὶ θυσιῶν τόπου ἀπελεγκτικὰ τῆς τῶν δαιμόνων μοχθηρίας. ἄκουε δὲ οἷα περὶ τῶν αὐτῶν αὖθις ὁ Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς συγγραφεὺς ἱστορεῖ, διαρρήδην ὁμολογῶν τοὺς πονηροὺς δαίμονας ἐν σχήμασι πλείοσιν ἐντυπουμένους καὶ παντοίας μορφὰς χαρα-κτηρίζοντας λανθάνειν καὶ ἐξαπατᾶν τοὺς πολλοὺς τῶν ἀνθρώπων. ἀγαθῶν γάρ, φησίν, ὑποδυόμενοι πρόσωπα καὶ προσεταιριζόμενοι τὰ πλήθη διὰ τοῦ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐκκαίειν, τοὺς ἀνωτάτω θεοὺς ἑαυτοὺς ἐπιφημίζεσθαι βούλονται. τοσοῦτόν τε αὐτούς φησιν ἰσχῦσαι ὡς ἀπατῆσαι καὶ τοὺς σοφωτάτους τῶν Ἑλλήνων ποιητάς τε καὶ φιλοσόφους, οὓς καὶ ὁμο-λογεῖ τῆς τοῦ πλήθους γεγονέναι διαστροφῆς αἰτίους· ὅτι τε ἐξ αὐτῶν πᾶσα γοητεία συνέστη καὶ τὰ πρὸς ἡδονὴν ἀνθρώποις δι’ αὐτῶν προξενεῖται· ὅπως τε θεοὶ εἶναι βούλονται, δαίμονες ὄντες φαῦλοι· καὶ ὡς ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖ θεὸς εἶναι ὁ μέγιστος. ταῦτα δὴ ὁ Πορφύριος πάντα τοῦτον ἱστορεῖ τὸν τρόπον· κγ. ΤΙΣ Ο ΤΡΟΠΟΣ ΤΗΣ ΔΑΙΜΟΝΙΚΗΣ ΕΝΕΡΓΕΙΑΣ Ὅσαι δὲ ψυχαὶ τοῦ συνεχοῦς πνεύματος οὐ κρατοῦσιν, ἀλλ’ ὡς τὸ πολὺ καὶ κρατοῦνται, διὰ τοῦτο ἄγονταί τε καὶ φέρονται λίαν, ὅταν αἱ τοῦ πνεύματος ὀργαί τε καὶ ἐπιθυμίαι τὴν ὁρμὴν λάβωσιν· αὗται δὲ αἱ ψυχαὶ δαίμονες μὲν καὶ αὐταί, κακοεργοὶ δ’ ἂν εἰκότως λέγοιντο. καί εἰσιν οἱ σύμπαν-τες, οὗτοί τε καὶ οἱ τῆς ἐναντίας δυνάμεως, ἀόρατοι καὶ τελέως ἀναίσθητοι αἰσθήσεσιν ἀνθρωπίναις. οὐ γὰρ στερεὸν σῶμα περιβέβληνται οὐδὲ μορφὴν πάντες μίαν, ἀλλ’ ἢ ἐν σχήμασιν πλείοσιν ἐκτυπούμεναί τε καὶ χαρακτηρί-ζουσαι τὸ πνεῦμα αὐτῶν αἱ μορφαὶ τοτὲ μὲν ἐπιφαίνονται, τοτὲ δὲ ἀφανεῖς εἰσιν, ἐνίοτε δὲ καὶ μεταβάλλουσιν τὰς μορφὰς οἵ γε χείρους. τὸ δὲ πνεῦμα, ᾗ μέν ἐστι σωματικόν, παθητικόν ἐστιν καὶ φθαρτόν· τῷ δὲ ὑπὸ τῶν ψυχῶν οὕτως δεδέσθαι, ὥστε τὸ εἶδος αὐτῶν διαμένειν πλείω χρόνον, οὐ μήν ἐστιν αἰώνιον· καὶ γὰρ ἀπορρεῖν αὐτοῦ τι συνεχῶς εἰκός ἐστι καὶ τρέπεσθαι. ἐν συμμετρίᾳ μὲν οὖν τὰ τῶν ἀγαθῶν ὡς καὶ τὰ σώματα τῶν φαινομένων, τῶν δὲ κακοποιῶν ἀσύμμετρα, οἳ πλέον τῷ παθητικῷ νέμοντες τὸν περίγειον τόπον οὐδὲν ὅ τι τῶν κακῶν οὐκ ἐπιχειροῦσιν δρᾶν. βίαιον γὰρ ὅλως καὶ ὕπου-λον ἔχοντες ἦθος ἐστερημένον τε τῆς φυλακῆς τῆς ἀπὸ τοῦ κρείττονος δαιμο-νίου, σφοδρὰς καὶ αἰφνιδίους, οἷον ἐνέδρας, ὡς τὸ πολὺ ποιοῦνται τὰς ἐμπτώ-σεις, πῆ μὲν λανθάνειν πειρώμενοι, πῆ δὲ βιαζόμενοι. Καὶ ἐπιλέγει ἑξῆς· Ταῦτα δὲ καὶ τὰ ὅμοια ποιοῦσιν μεταστῆσαι ἡμᾶς ἐθέλοντες ἀπὸ τῆς ὀρθῆς ἐννοίας τῶν θεῶν καὶ ἐφ’ ἑαυτοὺς ἐπιστρέψαι. πᾶσιν γὰρ τοῖς οὕτως ἀνομολόγως καὶ ἀκαταλλήλως γιγνομένοις αὐτοὶ χαίρουσιν καὶ ὥσπερ ὑπο-δύντες τὰ τῶν ἄλλων θεῶν πρόσωπα τῆς ἡμετέρας ἀβουλίας ἀπολαύουσιν, προσεταιριζόμενοι τὰ πλήθη διὰ τοῦ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐκκαίειν ἔρωσι καὶ πόθοις πλούτων καὶ δυναστειῶν καὶ ἡδονῶν κενοδοξίαις τε αὖ,
PG 21:293ἐξ ὧν στάσεις καὶ πόλεμοι φύονται καὶ τὰ συγγενῆ τούτων. τὸ δὲ πάντων δεινότατον, ἐπαναβαίνουσιν ἐκ τῶνδε καὶ τὰ ὅμοια ἀναπείθουσιν καὶ περὶ τῶν μεγίστων θεῶν, μέχρι τοῦ καὶ τὸν ἄριστον θεὸν τούτοις τοῖς ἐγκλήμασιν ὑπάγειν· ᾧ δὴ καὶ τεταράχθαι φασὶν πάντ’ ἄνω κάτω. πεπόνθασιν δὲ τοῦτο οὐκ ἰδιῶται μόνον, ἀλλὰ καὶ τῶν ἐν φιλοσοφίᾳ διατριβόντων οὐκ ὀλίγοι. ἡ δ’ αἰτία δι’ ἀλλήλων γέγονεν. καὶ γὰρ τῶν φιλοσοφούντων οἱ μὴ ἀποστάντες τῆς κοινῆς φορᾶς εἰς τὰ αὐτὰ τοῖς πλήθεσιν συνέβησαν· καὶ πάλιν αὖ τὰ πλήθη σύμφωνα ταῖς αὑτῶν δόξαις παρὰ τῶν δοκούντων σοφῶν ἀκούοντα ἐπερρώ-σθη φρονεῖν ἐπὶ μᾶλλον περὶ τῶν θεῶν τὰ τοιαῦτα. τὸ μὲν γὰρ ποιητι-κὸν καὶ προσεξέκαυσεν τὰς ὑπολήψεις τῶν ἀνθρώπων τῷ χρῆσθαι φράσει πρὸς ἔκπληξιν καὶ γοητείαν πεποιημένῃ κήλησίν τε ἐμποιῆσαι καὶ πίστιν περὶ τῶν ἀδυνατωτάτων δυναμένῃ, δέον ἐμπέδως πεπεῖσθαι ὅτι οὔτε τὸ ἀγα-θὸν βλάπτει ποτὲ οὔτε τὸ κακὸν ὠφελεῖ. οὐ γὰρ θερμότητος, ὥς φησιν Πλά-των, τὸ ψύχειν, ἀλλὰ τοῦ ἐναντίου οὐδὲ ψυχρότητος τὸ θερμαίνειν, ἀλλὰ τοῦ ἐναντίου· οὕτως οὐδὲ τοῦ δικαίου τὸ βλάπτειν. δικαιότατον δὲ δήπου φύσει πάντων τὸ θεῖον, ἐπεὶ οὐδ’ ἂν ἦν θεῖον. οὐκοῦν ἀποτετμῆσθαι δεῖ ταύ-την τὴν δύναμιν καὶ μοῖραν τῶν δαιμόνων τῶν ἀγαθοεργῶν. ἡ γὰρ βλάπτειν πεφυκυῖά τε καὶ βουλομένη ἐναντία τῇ ἀγαθοεργῷ· τὰ δ’ ἐναντία περὶ τὸ αὐτὸ οὐκ ἄν ποτε γένοιτο. Καὶ αὖθις· Διὰ μέντοι τῶν ἐναντίων καὶ ἡ πᾶσα γοητεία ἐπιτελεῖται· τούτους γὰρ μάλιστα καὶ τὸν προεστῶτα αὐτῶν ἐκτιμῶσιν οἱ τὰ κακὰ διὰ τῶν γοη-τειῶν διαπραττόμενοι. πλήρεις γὰρ πάσης φαντασίας καὶ ἀπατῆσαι ἱκα-νοὶ διὰ τῆς τερατουργίας. διὰ τούτων φίλτρα καὶ ἐρωτικὰ κατασκευάζουσιν οἱ κακοδαίμονες· πᾶσα γὰρ ἀκολασία καὶ πλούτων ἐλπὶς καὶ δόξης διὰ τούτων, καὶ μάλιστα ἡ ἀπάτη. τὸ γὰρ ψεῦδος τούτοις οἰκεῖον· βούλονται γὰρ εἶναι θεοὶ καὶ ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖν θεὸς εἶναι ὁ μέγιστος. οὗτοι οἱ χαίροντες λοιβῇ τε κνίσῃ τε, δι’ ὧν αὐτῶν τὸ πνευματικὸν καὶ σωματικὸν πιαίνεται. ζῇ γὰρ τοῦτο ἀτμοῖς καὶ ἀναθυμιάσεσιν, ποικίλως διὰ τῶν ποικί-λων, καὶ δυναμοῦται ταῖς ἐκ τῶν αἱμάτων καὶ σαρκῶν θυσίαις. Διὰ δὴ τούτων ἀκηκόαμεν ὁμολογούντων ὅτι μὴ μόνον οἱ παρ’ Ἕλλησι ποιηταὶ προσεξέκαυσαν τὰς ὑπολήψεις τῶν ἀνθρώπων τὰς περὶ τῶν φαύλων δαιμόνων ὡς περὶ θεῶν καὶ ἀγαθῶν, ἀλλὰ καὶ τῶν ἐν φιλοσοφίᾳ διατριβόν-των οἱ περὶ θεοὺς δοκοῦντες σπουδαίως ἔχειν, οἳ καὶ αὐτοὶ οὐ θεούς, ἀλλὰ πονηροὺς δαίμονας περιέποντες τὰ πλήθη καὶ τοὺς δήμους εἰς τὴν ὁμοίαν πλάνην ἐξετραχήλισαν. ὡμολόγησε γοῦν σαφῶς ὁ λόγος ὡς ἄρα παρὰ τῶν δοκούντων σοφῶν ἀκούοντα περὶ θεῶν τὰ πλήθη σύμφωνα ταῖς αὑτῶν δόξαις ἐπερρώσθη φρονεῖν ἐπὶ μᾶλλον ὡς περὶ θεῶν περὶ τῶν μοχθηρῶν δαιμόνων. καὶ ταῦτα οὐκ ἐξ ἡμῶν κατηγόρηται, ἀλλ’ ὑπ’ αὐτῶν τῶν ἀκρι-βέστατα τὰ οἰκεῖα μᾶλλον ἢ ἡμεῖς εἰδότων. ὁ γέ τοι αὐτὸς συγγρα-φεὺς οὐ παρέργως ὁμιλήσας τῇ τοὺς πολλοὺς λανθανούσῃ δεισιδαιμονίᾳ φησὶ τοὺς πονηροὺς δαίμονας βούλεσθαι εἶναι θεοὺς καὶ ἀγαθῶν δόξαν ἔχειν παρ’ ἀνθρώποις· τίς τε ἡ προεστῶσα αὐτῶν δύναμις τυγχάνει, ὁ αὐτὸς πάλιν διασαφήσει, τοὺς ἄρχοντας τῶν πονηρῶν δαιμόνων λέγων εἶναι τὸν Σάραπιν καὶ τὴν Ἑκάτην (ἡ δὲ θεία γραφὴ τὸν Βεελζεβούλ). ἄκουε δὲ ὅπως καὶ περὶ τούτου γράφει ἐν τοῖς Περὶ τῆς ἐκ λογίων φιλοσοφίας. κδ. ΠΕΡΙ ΤΩΝ ΠΟΝΗΡΩΝ ΔΑΙΜΟΝΩΝ ΚΑΙ ΤΙΝΕΣ ΕΙΣΙΝ ΑΥΤΩΝ ΟΙ ΑΡΧΟΝΤΕΣ Τοὺς δὲ πονηροὺς δαίμονας οὐκ εἰκῆ ὑπὸ τὸν Σάραπιν ὑποπτεύομεν οὐδ’ ἐκ τῶν συμβόλων μόνον ἀναπεισθέντες, ἀλλ’ ὅτι τὰ μειλίγματα καὶ τὰ τούτων ἀποτρόπαια πρὸς τὸν Πλούτωνα γίνεται, ὡς ἐν τῷ πρώτῳ ἐδείκνυμεν. ὁ αὐτὸς δὲ τῷ Πλούτωνι ὁ θεὸς καὶ διὰ τοῦτο μάλιστα δαιμόνων ἄρχων καὶ σύμβολα διδοὺς πρὸς τὴν τούτων ἔλασιν. οὗτος γοῦν καὶ τοῖς ἱκέταις ἐδήλωσεν ὡς πᾶσι ζῴοις ὁμοιούμενοι προσίασιν τοῖς ἀνθρώποις· ὅθεν καὶ παρ’ Αἰγυπτίοις καὶ παρὰ Φοίνιξι καὶ ὅλως παρὰ τοῖς τὰ θεῖα σοφοῖς ἱμάντες ἐν τοῖς ἱεροῖς ἐπιρρήσσονται καὶ ζῷα προσουδίζεται πρὸ τῆς θρησκείας τῶν θεῶν, ἐξελαυνόντων τῶν ἱερέων τούτους διὰ τοῦ δοῦναι πνεῦμα ἢ αἷμα ζῴων καὶ διὰ τῆς τοῦ ἀέρος πληγῆς, ἵνα τούτων ἀπελθόντων παρουσία τοῦ θεοῦ γένηται. καὶ οἶκος δὲ πᾶς μεστὸς καὶ διὰ τοῦτο προκαθαίρουσιν καὶ ἐκβάλλουσι τούτους, ὅταν θεὸν κατακαλῶσιν· καὶ τὰ σώματα τοίνυν μεστὰ ἀπὸ τούτων· καὶ γὰρ μάλιστα ταῖς ποιαῖς τροφαῖς χαίρουσιν. σιτουμένων γὰρ ἡμῶν προσίασι καὶ προσιζάνουσι τῷ σώματι, καὶ διὰ τοῦτο αἱ ἁγνεῖαι, οὐ διὰ τοὺς θεοὺς προηγουμένως, ἀλλ’ ἵν’ οὗτοι ἀποστῶσιν. μάλιστα δὲ αἵματι χαίρουσι καὶ ταῖς ἀκαθαρσίαις καὶ ἀπολαύουσι τούτων εἰσδύνοντες τοῖς χρωμέ-νοις. ὅλως γὰρ ἡ ἐπίτασις τῆς πρός τι ἐπιθυμίας καὶ ἡ τοῦ πνεύματος τῆς ὀρέξεως ὁρμὴ ἀλλαχόθεν οὐ σφοδρύνεται ἢ ἐκ τῆς τούτων παρουσίας· οἳ καὶ εἰς ἀσήμους φθόγγους καὶ φύσας ἀναγκάζουσι τοὺς ἀνθρώπους ἐμπί-πτειν διὰ τῆς συναπολαύσεως τῆς μετ’ αὐτῶν γιγνομένης. ὅπου γὰρ πνεύ-ματος πλείονος ὁλκή, ἢ τῆς γαστρὸς ἐξ ἡδυπαθείας πεπρησμένης ἢ τῆς προ-θυμίας δι’ ἡδονῆς ἐπίτασιν ἐκφυσώσης καὶ πολὺ τὸ ἔξωθεν σπώσης, ἐκεῖ παρουσία τῶν τοιούτων πνευμάτων σοι δηλούσθω. ἄχρι τούτων τολμᾷ φύσις ἀνθρώπου εὑρίσκειν τὰς περὶ αὑτῆς συνεστώσας παγίδας· καὶ γὰρ ὁ θεὸς ὅταν εἰσκριθῇ, πολυπλασιάζεται τὸ πνεῦμα. Ταῦτα μὲν οὖν περὶ τῶν πονηρῶν δαιμόνων, ὧν φησιν ἄρχοντα εἶναι τὸν Σάραπιν. καὶ τὴν Ἑκάτην δὲ τούτων ἄρχειν ὁ αὐτὸς διδάσκει λέγων οὕτως· Μήποτε οὗτοί εἰσιν ὧν ἄρχει ὁ Σάραπις καὶ τούτων σύμβολον ὁ τρίκρα-νος κύων, τουτέστιν ὁ ἐν τοῖς τρισὶ στοιχείοις, ὕδατι, γῇ, ἀέρι, πονηρὸς δαί-μων; οὓς καταπαύσει ὁ θεὸς ὁ ἔχων ὑπὸ χεῖρα. ἄρχει δ’ αὐτῶν καὶ ἡ Ἑκάτη ὡς συνέχουσα τὸ τρίστοιχον. Καὶ πάλιν φησίν· Ἔτι παραθεὶς ἓν χρηστήριον, ὅπερ αὐτὴ ἡ Ἑκάτη πεποίηται, κατα-παύσω τὸν περὶ ταύτης λόγον· ἥδ’ ἐγώ εἰμι κόρη πολυφάσματος, οὐρανόφοιτος, ταυρῶπις, τρικάρηνος, ἀπηνής, χρυσοβέλεμνος, Φοίβη ἀπειρολεχής, φαεσίμβροτος Εἰλείθυια, τριστοίχου φύσεως συνθήματα τρισσὰ φέρουσα· αἰθέρι μὲν πυρόεσσιν ἐειδομένη εἰδώλοις, ἠέρα δ’ ἀργεννοῖσι τροχάσμασιν ἀμφικάθημαι· γαῖα δ’ ἐμῶν σκυλάκων δνοφερὸν γένος ἡνιοχεύει. Οἷς ἐπιλέγει ὁ συγγραφεὺς σαφῶς, τίνες οἱ σκύλακες· ὅτι οἱ πονηροὶ δαί-μονες, περὶ ὧν ἄρτι πεπαύμεθα λέγοντες. τοσαῦτα μὲν δὴ καὶ ταῦτα. περὶ δὲ τοῦ δαίμονας εἶναι πονηροὺς ἀληθῶς, ἀλλ’ οὐδὲν ἀγαθὸν ἐπαγομένους τοὺς παρὰ τοῖς πολλοῖς θεολογουμένους φέρε ἔτι μᾶλλον διὰ πλειόνων κρα-τύνωμεν.
Book VLiber Quintus
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 21:297Ε ΤΑΔΕ ΤΟ ΠΕΜΠΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ α. Ἔτι περὶ πονηρῶν δαιμόνων εἶναι τὰ παρὰ τοῖς ἔθνεσι μαντεῖα καὶ χρηστήρια· καὶ ὡς καθῄρηται πάντα καὶ ἐκλέλοιπεν μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν εὐαγγελικὴν διδασκαλίαν β. Τίς ὁ τρόπος τῆς δαιμονικῆς ἐνεργείας γ. Ὅτι πολυσχιδὴς καὶ πολυγνώμων ἡ περὶ θεῶν τοῖς Ἕλλησι συνέστη δεισιδαιμονία δ. Περὶ τοῦ πονηρῶν δαιμόνων εἶναι τὰ παρὰ τοῖς ἔθνεσι μαντεῖά τε καὶ χρηστήρια ε. Περὶ τοῦ λανθανούσας δαιμόνων περιέχειν ἱστορίας τὰς μυθικὰς ὡς περὶ θεῶν διη-γήσεις
PG 21:3072. Ὡς θανάτου ποιητικοί εἰσιν οἱ λεγόμενοι αὐτῶν ἀγαθοὶ δαίμονες ζ. Ὅτι καὶ ἐρωτικαῖς ἡδυπαθείαις ἐξυπηρετοῦνται, καὶ ποίαις ἕκαστος αὐτῶν χαίρει η. Ὅτι μαγγανείαις καθέλκονται καὶ παρὰ γνώμην ἀναγκάζονται ταῖς ἀνθρωπίνας βουλαῖς δουλεύειν θ. Ὅτι οὐδὲ ἀφ’ ἑαυτῶν ἀναχωρεῖν δύνανται ι. Ὁποίαις μεθόδοις οἱ θαυμάσιοι αὐτῶν θεοὶ τοῖς γόησιν ὑποτάττονται ια. Ὅτι οἱ δαίμονες, οὓς δὴ θεοὺς ὑπειλήφασιν, ἀνθρώπους ἐδίδαξαν τὰς οἰκείας περι-εργίας ιβ. Ὅτι καὶ τὰ ἀγάλματα μαγικῶς αὐτοὶ κατασκευάζειν ἐδίδαξαν ιγ. Ὅτι καὶ τὰς μορφὰς τῶν ξοάνων αὐτοὶ κατέδειξαν ιδ. Ὅτι καὶ μαγεύειν προτρέπουσιν ιε. Ὅτι καὶ τὰς ἀψύχους ὕλας φιλοῦσιν ι. Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων ιζ. Περὶ τοῦ καὶ θνήσκειν τοὺς δαίμονας, οὓς δὴ ὡς θεοὺς τιμῶσιν ιη. Περὶ τῶν παρὰ τοῖς παλαιοῖς Ἕλλησιν μνημονευομένων χρηστηρίων ιθ. Πρὸς τὸν Ἀπόλλω κελεύσαντα δὶς ἑπτὰ παῖδάς τε καὶ κόρας σφαγησομένους ἐκπέμ-πεσθαι Κρησὶν ὑπὸ Ἀθηναίων κ. Ὡς πολλοῖς θανάτου γέγονεν αἴτιος ὁ Ἀπόλλων διὰ τῆς χρησμῶν ἀμφιβολίας κα. Ὡς καὶ τῷ Κροίσῳ τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν πάλιν δι’ ἀμφιβόλου χρησμοῦ κατέστη αἴτιος κβ. Ὡς ἐπλάνων διὰ τῶν χρησμῶν παίζοντες τοὺς ἐρωτῶντας κγ. Ὅτι τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἐπικρύπτονται κδ. Ὅτι μηδὲν δυνάμενοι βοηθεῖν ἐν ταῖς τῶν πολέμων συμφοραῖς δι’ ἀμφιβόλων χρη-σμῶν ἐσοφίζοντο καὶ ἠπάτων τοὺς πρόσφυγας κε. Ὡς τοὺς χρωμένους αὐτοῖς ἐξέκαιον εἰς τὸν κατ’ ἀλλήλων πόλεμον κ. Τὰ περὶ Λυκούργου τοῦ Λακεδαιμονίων νομοθέτου ὅτι μὴ θεοῦ ἄξια κζ. Ὅτι οὐ περὶ σπουδαίων πραγμάτων τοὺς χρησμοὺς ἐποιοῦντο κη. Ὅτι κοινοῖς καὶ ἀνθρωπίνοις λογισμοῖς τὰ πρακτέα συνεβούλευον κθ. Ὅτι καὶ ἀφιλοσόφως τὰ πολλὰ παρῄνουν λ. Ὅτι καὶ συνεμερίζοντο τοῖς ἀδικοῦσιν λα. Ὅτι καὶ τοὺς ποιητὰς οὐδὲν φιλοσόφου βίου ἄξιον ἐπιδεδειγμένους κατὰ τὰς τῶν πολλῶν δόξας ἀκρίτως ἀνύμνουν λβ. Ὅτι καὶ πύκτας ἄνδρας καὶ ἀθλητὰς ἰσοθέοις τιμαῖς γεραίρειν παρεκελεύοντο λγ. Ὅτι καὶ τοὺς τυράννους ἐκολάκευον λδ. Ὅτι καὶ τὴν ἄψυχον ὕλην σέβειν προσέταττον Ε α. ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΠΟΝΗΡΩΝ ΔΑΙΜΟΝΩΝ ΕΙΝΑΙ ΤΑ ΠΑΡΑ ΤΟΙΣ ΕΘΝΕΣΙ ΜΑΝΤΕΙΑ ΚΑΙ ΧΡΗΣΤΗΡΙΑ ΚΑΙ ΩΣ ΚΑΘΗΙΡΗΤΑΙ ΠΑΝΤΑ ΚΑΙ ΕΚΛΕΛΟΙΠΕΝ ΜΕΤΑ ΤΗΝ ΤΟΥ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΕΥΑΓΓΕΛΙΚΗΝ ΔΙΔΑΣΚΑΛΙΑΝ Ἱκανὰ μὲν καὶ τὰ προπαρατεθέντα συστῆσαι ἦν ὅτι μὴ θεοὶ μηδ’ ἀγα-θοὶ δαίμονες, πᾶν δὲ τοὐναντίον ὑπῆρχον οἱ παρὰ τοῖς ἔθνεσι κατά τε πόλεις καὶ χώρας ὡς θεοὶ τετιμημένοι· οὐ λυπεῖ δὲ ἐκ περιουσίας τὴν αὐτὴν ὑπόθεσιν ἐπὶ μᾶλλον βεβαιώσασθαι πλείοσιν καὶ δαψιλεστέροις ἐλέγχοις τῆς τούτων ἀπο-δείξεως τὴν διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας προξενηθεῖ-σαν ἅπασιν ἀνθρώποις ἐλευθερίαν τῶν πάλαι κακῶν ἐκφαινούσης. ἄκουε τοιγαροῦν αὐτῶν Ἑλλήνων ὁμολογούντων ἐκλελοιπέναι αὐτῶν τὰ χρηστή-ρια, οὐδ’ ἄλλοτέ ποτε ἐξ αἰῶνος ἢ μετὰ τοὺς χρόνους τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας τὴν ἑνὸς τοῦ παμβασιλέως καὶ δημιουργοῦ τῶν ὅλων θεοῦ γνῶσιν φωτὸς δίκην πᾶσιν ἀνθρώποις ἀνατειλάσης. αὐτίκα γοῦν μάλα ὅσον οὐδέπω παραστήσομεν ὡς ἄρα μετὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ θάνατοι τῶν δαιμόνων ἱστορήθησαν καὶ τὰ θαυμαστὰ καὶ πάλαι βοώμενα χρηστήρια διαλελοίπασιν. ἤδη δὲ καὶ πρότερον ἀποδέδεικται ὅτι δὴ παῦλαν κακῶν οὐδ’ ἄλλοτέ πω πρότερον ἢ μετὰ τὴν εὐαγγελικὴν διδασκα-λίαν εἰλήφασιν αἱ παρὰ πᾶσι τοῖς ἔθνεσιν ὠμῶς καὶ ἀνηλεῶς ἐπιτελούμεναι τὸ πρὶν ἀνθρωποθυσίαι· οἷς ἐπὶ τοῦ παρόντος προσθεῖναι καλὸν ὅτι μὴ μόνον ἐξ ἐκείνου τὰ τῆς δαιμονικῆς ἀπέσβη δεισιδαιμονίας, ἀλλὰ καὶ τὰ τῆς τῶν ἐθ-νῶν πολυαρχίας. σχεδὸν γὰρ κατὰ πᾶσαν πόλιν καὶ κώμην βασιλεῖς καὶ τυράννους τοπάρχας τε καὶ δυνάστας τὸ παλαιὸν ἦν ὁρᾶν ἐθναρχίας τε καὶ πολυαρχίας, δι’ ἃς ἐπὶ τοὺς κατ’ ἀλλήλων πολέμους συνεχῶς ὁρμῶντες δῃώσεις χωρῶν καὶ πόλεων πολιορκίας ἀνδραποδισμούς τε καὶ αἰχμαλωσίας τῶν πλη-σιοχώρων ἀεὶ καὶ διὰ παντὸς ἐνήργουν, πρὸς τῶν οἰκείων δαιμόνων ἐπὶ τὸν κατ’ ἀλλήλων πόλεμον ἐξοιστρούμενοι. ὧν οὕτως ἐχόντων ἐν ὁποίᾳ τότε συγχύσει κακῶν συμφορῶν τε ἐπαλλήλων ὁ πᾶς ἐνίσχητο βίος καὶ αὐτῷ σοι καταλείπω σκοπεῖν. τούτων δὴ οὖν ἀθρόως ἁπάντων ὁμοῦ σὺν τῇ πολυ-θέῳ πλάνῃ ἐκποδὼν μεταστάντων οὐκ ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιδημίαν, πῶς οὐ χρὴ τὸ μέγα μυστήριον τῆς ἀληθῶς σωτηρίου καὶ εὐαγγελικῆς ἀποδείξεως ὑπερθαυμάζειν, δι’ ἧς ἀθρόως κατὰ πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην προσευκτήρια καὶ ναοὶ τῷ παμβασιλεῖ καὶ δημιουργῷ τῶν ἁπάντων καὶ μόνῳ θεῷ ἔν τε πόλεσι καὶ κώμαις βαρβάρων τε ἐθνῶν ἐν ἐρημίαις ἀφιερωμένα συνέστη, βίβλοι τε καὶ ἀναγνώσματα μαθήματά τε παντοῖα καὶ διδασκαλίαι, περὶ τῆς εἰς ἄκρον ἀρετῆς καὶ τρόπου τοῦ κατὰ τὴν ἀληθῆ θεοσέβειαν παραγγέλματα περιέχουσαι, ἀνδράσιν ὁμοῦ καὶ γυναιξὶ καὶ παισὶν εἰς ἐπήκοον παραδέδονται, νεκρὰ δὲ τὰ ἀπὸ δαιμόνων πάντα χρη-στήριά τε καὶ μαντεύματα; οὐδέ τις εἰς τοσοῦτον ἀνθρώπων μέμηνεν νῦν, ἐξ οὗπερ εἰς πάντας φωτὸς δίκην ἐξέλαμψεν ἡ τοῦ σωτῆρος ἡμῶν ἔνθεος καὶ εὐαγγελικὴ δύναμις, ὡς τολμᾶν τῷ τοῦ φιλτάτου φόνῳ καὶ ταῖς δι’ ἀνθρωποθυσιῶν σφαγαῖς τὰ φονικὰ καὶ φίλαιμα μισάνθρωπά τε καὶ ἀπάν-θρωπα δαιμόνια ἐξιλεοῦσθαι, οἷα πράττειν τοῖς πάλαι σοφοῖς καὶ βασιλεῦσι δαιμονῶσιν ὡς ἀληθῶς φίλον ἦν. περὶ δὲ τοῦ μηκέτι δύνασθαί τι κατ-ισχύειν τοὺς φαύλους δαίμονας μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους πάροδον καὶ αὐτὸς ὁ καθ’ ἡμᾶς τῶν δαιμόνων προήγορος ἐν τῇ καθ’ ἡμῶν συσκευῇ τοῦτόν που λέγων μαρτυρεῖ τὸν τρόπον· Νυνὶ δὲ θαυμάζουσιν εἰ τοσοῦτον ἐτῶν κατείληφεν ἡ νόσος τὴν πόλιν, Ἀσκληπιοῦ μὲν ἐπιδημίας καὶ τῶν ἄλλων θεῶν μηκέτι οὔσης. Ἰησοῦ γὰρ τιμωμένου οὐδεμιᾶς δημοσίας τις θεῶν ὠφελείας ᾔσθετο. Ταῦτα ῥήμασιν αὐτοῖς ὁ Πορφύριος. εἰ δὴ οὖν κατὰ τήνδε τὴν ὁμολογίαν Ἰησοῦ τιμωμένου οὐδεμιᾶς τις θεῶν δημοσίας ὠφελείας ᾔσθετο, μηκέτ’ οὔσης μήτε Ἀσκληπιοῦ ἐπιδημίας μήτε τῶν ἄλλων θεῶν, πόθεν δὴ λοιπὸν τὸ ὡς περὶ θεῶν καὶ ἡρώων δόγμα; τί γὰρ οὐχὶ μᾶλλον τὰ τῶν θεῶν καὶ τὰ Ἀσκληπιοῦ κρατεῖ τῆς Ἰησοῦ δυνάμεως; εἰ δὴ ὁ μὲν θνητός, ὡς ἂν φαῖεν, ἄνθρωπος (τάχα δ’ ἂν εἴποιεν ὅτι καὶ πλάνος), οἱ δὲ σωτῆρες καὶ θεοί, τί δῆτα τοίνυν πάντες ἀθρόως αὐτῷ Ἀσκληπιῷ πεφεύγασι, τὰ νῶτα τῷ θνητῷ καὶ πᾶσαν ἑξῆς ὑποχείριον τὴν ἀνθρωπότητα τῷ μηκέτ’ ὄντι, ὡς ἂν εἴποιεν αὐτοί, παραδεδωκότες; ὁ δὲ καὶ μετὰ θάνατον παρὰ πᾶσιν τοῖς ἔθνεσιν ὁσημέραι διαιωνίζει τιμώμενος, ἄντικρυς τῆς μετὰ τὸν θάνα-τον ζωῆς τὸ ἐναργὲς καὶ ἔνθεον τοῖς οἵοις τε συνορᾶν ἐπιδεικνύμενος. ἀλλὰ καὶ εἷς ὢν καί, ὡς ἄν τις ὑπολάβοι, μόνος τὸ πλῆθος τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην θεῶν ἐλαύνει καὶ τάς γε τιμὰς αὐτῶν ἀθετῶν κρατεῖ, ὡς τοὺς μὲν θεοὺς μηκέτ’ εἶναι μηδὲ ἐνεργεῖν μηδέ ποι παραφαίνεσθαι μηδὲ συνήθως ταῖς πόλεσιν ἐπιδημεῖν, ὅτι μὴ θεοί, δαίμονες δ’ ἦσαν πονηροί, μόνου δὲ αὐτοῦ καὶ τοῦ καταπέμψαντος αὐτὸν θεοῦ τῶν ὅλων αὔξειν ὁσημέραι τὰς τιμὰς καὶ εἰς μεῖζον ἀρετῆς καθ’ ὅλης τῆς ἀνθρωπότητος ἐπιδιδόναι· δέον ἔμπαλιν τοὺς μὲν θεούς, εἰ δή τινες ὄντως ἦσαν τῶν ἐπὶ γῆς κηδε-
Α Γαῖα δ' ἐμῶν • σκυλάκων δνοφερών (64) γένος ἡνιοχεύει. » Οἷς ἐπιλέγει ὁ συγγραφεύς σαφῶς, τίνες οἱ σκύλα κες· ὅτι οἱ πονηροί δαίμονες, « περὶ ὧν ἄρτι πεπαύ μεθα λέγοντες. » Τοσαῦτα μὲν δὴ καὶ ταῦτα. Περὶ δὲ τοὺς δαίμονας εἶναι πονηροὺς ἀληθῶς, ἀλλ' οὐδὲν ἀγαθὸν ἐπαγομένους, τοὺς παρὰ τοῖς πολλοῖς θεολο γουμένους, φέρε ἔτι μᾶλλον διὰ πλειόνων κρατύν νωμεν. ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ. ἰσ. γαῖαν ἐμ. Β ΤΑΔΕ ΠΕΡΙΕΧΕΙ ΤΟ ΠΕΜΠΤΟΝ ΒΙΒΛΙΟΝ. α'. Ετι περὶ τοῦ πονηρῶν δαιμόνων εἶναι τὰ παρὰ τοῖς πολλοῖς ἔθνεσι μαντεία και χρηστής ρια· καὶ ὡς καθῄρηται πάντα, καὶ ἐκλέλοιπε μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν εὐαγγελικὴν διο δασκαλίαν. β'. Τίς ὁ τρόπος τῆς δαιμονικῆς ἐνεργείας. γ. "Οτι πολυσχιδὴς καὶ πολυγνώμων ἡ περὶ θεῶν τοῖς Ἕλλησι συνέστη δεισιδαιμονία. δ'. Περὶ τοῦ πονηρῶν δαιμόνων εἶναι τὰ παρὰ τοῖς ἔθνεσι μαντεία καὶ χρηστήρια. Β'. Περὶ τοῦ λανθανούσας δαιμόνων περιέχειν ἱστορίας τὰς μυθικὰς ὡς περὶ θεῶν διηγήσεις. ς'. Ὡς θανάτου ποιητικοί εἰσιν οἱ λεγόμενοι αυτ τῶν ἀγαθοὶ δαίμονες. ζ'. Ὅτι καὶ ἐρωτικαῖς ἡδυπαθείαις ἐξυπηρετοῦν. ται, καὶ ποίοις ἕκαστος αὐτῶν χαίρει. η'. Ὅτι μαγγανείαις καθέλκονται, καὶ παρὰ γνώ μην αναγκάζονται ταῖς ἀνθρωπίναις βουλαῖς δουλεύειν. θ'. Ὅτι οὐδὲ ἀφ' ἑαυτῶν ἀναχωρεῖν δύνανται. ι'. Οποίαις μεθόδοις οι θαυμάσιοι αὐτῶν θεοί τοῖς γόησιν ὑποτάττονται. ια. Ὅτι οἱ δαίμονες, οὓς δὴ θεοὺς ὑπειλήφασιν, ἀνθρώπους ἐδίδαξαν τὰς οἰκείας περιεργίας. ιβ'. Ὅτι καὶ τὰ ινδάλματα μαγικῶς αὐτοὶ κατα- σκευάζειν ἐδίδαξαν. ιγ'. Ὅτι καὶ τὰς μορφὰς αὐτῶν τῶν ξοάνων αὐτοὶ κατέδειξαν. ιδ. Ὅτι καὶ μαγεύειν προτρέπουσιν. ιε'. Ὅτι καὶ τὰς ἀψύχους ύλας φιλοῦσιν. ις'. Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων ἔχρησε αὐτὸς ὁ Ἀπόλλων. ιζ'. Περὶ τοῦ καὶ θνήσκειν τοὺς δαίμονας, οὓς δ ὡς θεοὺς τιμῶσι. τηʹ. Περὶ τῶν παρὰ τοῖς παλαιοῖς Ἕλλησι μνημο γενομένων χρηστηρίων. ιθ'. Πρὸς τὸν Ἀπόλλω κελεύσαντα δὶς ἑπτὰ παῖ· δάς τε καὶ κόρας σφαγησομένους εκπέμπε σθαι Κρησὶν ὑπὸ Ἀθηναίων. κ'. Ὡς πολλοῖς θανάτου γέγονεν αἴτιος ὁ Ἀπόλο λων διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας. κα'. Ὡς καὶ τῷ Κροίσῳ τῆς οἰκείας ἀρχῆς ἐκτε σεῖν δι' ἀμφιβόλου χρησμού κατέστη αίτιος. 307' - EUSEBII CASARIENSIS OPP. PARS 11. APOLOGETICA. Insideo terrasque regit tenebrosa meorum Turba canum. » Ios autem canes improbos illos esse dæmones idem auctor manifeste declarat, « de quibus, inquit, di- cere paulo ante desiimus. › Nos autem bic etiam gradu fixo, pluribus age deinceps, quotquot a ple- risque omnibus deorum loco et nomine colebantur, nefarios vere dæmones, ac nullius plane boni au- clores esse confirniemus. PRÆPARATIONIS EVANGELICÆ LIBER Quintus. QUINTI LIBRI CAPITA. et oracula improborum dæmonum propria fuisse: quæ omnia post evangelicam Servatoris nostri do- ctrinam sublata defecerint. superstitionis sectas fuisse. gentes fuit, improborum dæmonum opus fuisse. ac de diis narrationibus contineri. damones appellentur. sint, et quibus quisque delectetur. deos, tum etiam ad hominum voluntati obsequen- dum invitos licet ac repugnantes adigi. subjiciantur. superstitionum ritu secum agi vellent, homi- nes docuisse. conflarentur, doctores fuisse. neatas fuisse. nisse. rantur. celebratis. puellasque totidem in Cretam jugulandos mitti jusserit. mortis causam fuisse. fuisse, cur imperio suo Cresus exciderit. • C D 4. Iterum probatur, multorum populorum vaticinia 2. Quænam damonum impesture ratio fuerit. 5. Varias ac multiplices Græcorum adversus deos 4. Quidquid vaticiniorum atque oraculorum apud 5. Latentes demonum historias fabulosis non secus 6. Mortem illos ipsos consciscere, qui boni ab iis 7. Quam amatoriis voluptatibus dæmones obnoxii 8. Maleficiis et cantionibus quibusdam cum deduci 9. Eosdem ne redire quidem per sese posse. 10. Quibus artibus egregia numina præstigiatoribus 11. Danones ipsos, qui deorum loco habeantur, quo 12. Eosdem magicarum artium, quibus simulacra 13. Ipsas quoque simulacrorum figuras ab iis deli- 14. Eosdem ad magicam artem impellere. 15. Losdem inanima quoque materia delectari. 16. De oraculorum defectione Apollinem ipsum ceci 17. De interitu demonunt, quos deorum loco vene- 18. De oraculis priscorum Græcorum prædicatione 19. Adversus Apollinem, quod septem adolescentes 20. Pluribus Apollinem responsorum ambiguitate 21. Eumdem Apollinem responsi ambiguitate causam (1) Ανομερών. Malim δνοφερόν.
PG 21:313μόνες, τοῦ μὲν ἄρδην μεταστήσασθαι τὴν πλάνην, εἰ ἄρα τις ἦν, αὐτοὺς δὲ τὰς ἐξ αὐτῶν θεραπείας τε καὶ ὠφελείας ἀφθόνως τοῖς πᾶσιν ἐμπαρέχειν. νυνὶ δὲ τοῖσδε καὶ τοῦτ’ ἐπικεχείρηται μὲν πολλάκις διὰ τῶν κατὰ χρόνους ἀρχόν-των τὴν τοῦ σωτῆρος ἡμῶν κραταιότατα πολεμησάντων διδασκαλίαν, ἄπρα-κτον δ’ ὅμως εὕροντο τῆς ἐγχειρήσεως τὸ τέλος, ὑπερνικώσης τοὺς πάντας ἀεὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως καὶ πάσας τὰς κατὰ τῆς διδασκαλίας αὐτοῦ τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεις καθαιρούσης αὐτούς τε ἐλαυνού-σης, δαίμονας μὲν ἀληθῶς φαύλους ὄντας, ψευδῶς δὲ νενομισμένους εἶναι θεοὺς ἢ καὶ ἀγαθοὺς δαίμονας. β. ΤΙΣ Ο ΤΡΟΠΟΣ ΤΗΣ ΔΑΙΜΟΝΙΚΗΣ ΕΝΕΡΓΕΙΑΣ Οἵδε γοῦν περίγειοί τινες ὄντες καὶ καταχθόνιοι τόν τε ἐπὶ γῆν βαρὺν καὶ ζοφερὸν ἀέρα περιπολοῦντες καὶ τὸ σκότιον καὶ γεῶδες οἰκητήριον ἔχειν κατακεκριμένοι δι’ ἃς ὕστερον ἀποδώσομεν αἰτίας, τάφοις νεκρῶν καὶ μνήμασι καὶ πάσῃ τῇ μυσαρᾷ καὶ ἀκαθάρτῳ ὕλῃ ἐμφιλοχωροῦντες αἵμασί τε καὶ λύθροις καὶ παντοίων ζῴων σώμασιν τῇ τε ἐκ τῶν ἀναθυμιωμένων καὶ ἀπὸ γῆς ἐξατμιζομένων ἀναδόσει χαίροντες οἵ τε τούτων ἄρχοντες ἀέριοί τινες ὑπάρχοντες ἢ καὶ καταχθόνιοι δυνάμεις, ἐπεὶ κατέμαθον τὸ ἀνθρώπειον γένος κάτω που περὶ νεκρῶν ἀνδρῶν θεοποιίαν ἰλυσπώμενον θυσίαις τε καὶ κνί-σαις ταῖς δὴ μάλιστα αὐτοῖς κεχαρισμέναις διὰ πάσης σπουδῆς ἐκπονούμενον, ἐγγύθεν ἔφεδροι καὶ συνεργοὶ τῆς πλάνης παρῆσαν, τοῖς τῶν ἀνθρώπων κακοῖς ἐπεντρυφῶντες καὶ τοὺς ἠλιθίους τὰς ψυχὰς εὐχερῶς ἀπατῶντες κινή-σεσί τισι τῶν ξοάνων, ἃ δὴ ἐπὶ τιμῇ τῶν κατοιχομένων ἀνδρῶν πρὸς τῶν πα-λαιῶν ἀφιέρωτο, καὶ ταῖς διὰ χρησμῶν φαντασίαις θεραπείαις τε σωμάτων, ἃ διὰ τῆς οἰκείας αὐτῶν ἐνεργείας ἀφανῶς αὐτοὶ λυμαινόμενοι πάλιν οἱ αὐτοὶ διὰ τῆς ἐξ αὐτῶν ἀνέσεως ἐλευθέρους παθῶν ἠφίεσαν. δι’ ὧν ἐπὶ μᾶλ-λον κατὰ κρημνῶν ἔφερον τοὺς δεισιδαίμονας, ὡς αὐτοὺς εἶναι νομίζειν τοτὲ μὲν οὐρανίους δυνάμεις καί τινας ἀληθῶς θεούς, τοτὲ δὲ τὰς τῶν τεθεοποιη-μένων ἡρώων ψυχάς. ἐντεῦθεν γοῦν ἤδη μείζων τις εἶναι καὶ σεμνοτέρα τοῖς πολλοῖς ἐνομίζετο ἡ τῆς πολυθέου πλάνης ὑπόληψις, μεταβαινούσης τῆς διανοίας ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὸ ἀφανὲς τῶν ἐγκρυπτομένων τοῖς ξοάνοις καὶ τὴν πλάνην κραταιότερον ἐπικυρούσης. οὕτω δῆτα λοιπὸν οἱ περίγειοι δαίμονες οἵ τε ἀμφὶ τὸν ἀέρα κοσμοκράτορες καὶ τὰ πνευματικὰ τῆς πονηρίας ὅ τε ἐπὶ πᾶσιν αὐτοῖς τῆς κακίας ἐξάρχων θεῶν οἱ μέγιστοι παρὰ τοῖς πᾶσιν ἐνομίζοντο ἥ τε τῶν πάλαι νεκρῶν μνήμη τῆς μείζονος ἠξιοῦτο θε-ραπείας. ὧν τὰς μὲν τῶν σωμάτων ἰδέας οἱ τῶν κατὰ πόλεις ἀφιερωμένων εἰκόνων φέρειν ἐδόκουν τύποι, τὰς δὲ ψυχὰς καὶ τὰς ἐνθέους καὶ ἀσωμάτους δυνάμεις οἱ φαῦλοι δαίμονες καθυπεκρίνοντο διὰ πολλῆς τῆς τερα-τοποιίας, καὶ αὐτῶν ἤδη τῶν θεραπευόντων καὶ ἱερωμένων αὐτοῖς ἐπὶ τὸ μεῖζον αἰεὶ τὸν ἐκ τῆς φαντασίας τῦφον ἐπαγόντων καὶ δὴ καὶ γοητικαῖς κακοτεχνίαις τὰ πολλὰ συσκευαζόντων, τῆς καὶ τούτων διδασκαλίας αὐτῶν πάλιν τῶν φαύλων δαιμόνων τοῖς θεραπεύουσι προκαταρξάντων. οἵδε γοῦν καὶ τῆς ἀρχεκάκου γοητείας παντὶ τῷ τῶν ἀνθρώπων βίῳ κατέστησαν αἴτιοι, ὡσπεροῦν ὁ πρὸ τούτου διήλεγξεν λόγος. γ. ΟΤΙ ΠΟΛΥΣΧΙΔΗΣ ΚΑΙ ΠΟΛΥΓΝΩΜΩΝ Η ΠΕΡΙ ΘΕΩΝ ΤΟΙΣ ΕΛΛΗΣΙΝ ΣΥΝΕΣΤΗ ΔΕΙΣΙΔΑΙΜΟΝΙΑ Τούτων τοιγαροῦν τῶν μοχθηρῶν καὶ περιγείων δαιμόνων τῶν τε ἀερίων καὶ καταχθονίων πνευμάτων, οὓς κοσμοκράτορας καὶ πνευ-ματικὰ πονηρίας ἀρχάς τε καὶ ἐξουσίας οἱ θεῖοι λόγοι προσαγορεύουσιν, τοτὲ μὲν [εἰς] ἀγαθοὺς δαίμονας ὑποκρινομένων, τοτὲ δὲ εἰς οὐρανίους θεοὺς σχηματιζομένων καὶ πάλιν ἄλλοτε εἰς ἥρωας μεταμορφουμένων, ἔστιν δ’ ὅπη ἄντικρυς διὰ τῶν δρωμένων τῆς μοχθηρίας τὸ δεῖγμα παραφαινόντων, εἰκότως πολὺς ὁ πλάνος ἀνθρώποις ἔτι μᾶλλον ἐπῄει, τῶν μὲν θεοὺς εἶναι, τῶν δὲ ἥρωας καὶ δαίμονας, ἀλλ’ οὐ θεοὺς ὑπάρχειν ὁμολογούντων καὶ τῶν δαιμόνων τοὺς μὲν ἀγαθοὺς ἐπιφημιζόντων, τοὺς δὲ φαύλους ἐπικαλούντων, πλὴν ἀλλὰ δεῖν φασκόντων καὶ τοὺς φαύλους ἐξιλεοῦσθαι διὰ τὰς ἐξ αὐτῶν βλάβας, ὥστε τὴν πᾶσαν αὐτοῖς θεοποιίαν εἰς εἴδη πλείονα καταπίπτειν· πρῶτον μὲν τὸ ἐκ τῶν φαινομένων κατ’ οὐρανὸν φωστήρων, οὓς καί φασι διὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, διά τε τὸ αἰτίους εἶναι τοῦ θεωρεῖν τὰ ὁρώ-μενα πρώτους θεοὺς ἀνηγορεῦσθαι· δεύτερον τὸ διὰ τὰς εἰς τὸν κοινὸν βίον, ὥς φασιν, εὐεργεσίας ἐκτετιμημένον, ὃ δὴ ἐξ ἀνθρώπων γεγενῆσθαι καὶ αὐτοὶ ὁμολογοῦσι, τοὺς καλουμένους ἥρωας, παραφέροντες Ἡρακλέα καὶ Διοσκού-ρους Διόνυσόν τε καὶ τοὺς παρὰ βαρβάροις ὁμοίους. ἐξ ὧν ἀφορίσαντες καὶ διαστειλάμενοι τὰ περὶ τῶν αὐτῶν αἰσχρότερα μνημονευόμενα τρίτον εἶδος θεοποιίας ὑπέθεντο, μυθικὸν αὐτὸ ἐπικαλέσαντες. ὃ δὴ ἐπαισχυνθέντες, καίπερ ἀληθὲς καὶ παλαίτατον τυγχάνον, ἐπὶ τὸ φυσικώτερον, ὥς φασι, μεταβεβλήκασι τροπικωτέραις ἀλληγορίαις, θεωρίας δή τινας εὑρησιλογή-σαντες. ἀλλ’ οὐδ’ εἰς τοῦτο πλάνης αὐτοῖς ἀπήρκει στῆναι, ἤδη δὲ καὶ μέχρι τῶν οἰκείων παθῶν τὸ σεβάσμιον καὶ προσκυνητὸν ὄνομα τοῦ θεοῦ καταβαλόντες τέταρτον θεοποιίας προσεπενόησαν τρόπον, οὐδὲ ἀντιρρή-σεως ἄξιον τῷ καὶ αὐτὸν προφανὲς ἐπάγεσθαι τὸ αἶσχος· εἰ δή τινα Ἔρωτα καὶ Ἀφροδίτην καὶ Πόθον, τὰς αἰσχρὰς καὶ ἀκολάστους αὐτῶν ἐπι-θυμίας, θεοὺς ἀνειπόντες καὶ τὸν μὲν λόγον Ἑρμῆν, τὸν δὲ λογισμὸν Ἀθη-νᾶν ἐπονομάσαντες καὶ ταῦτα τῇ οἰκείᾳ παρειλήφασιν θεολογίᾳ, ὡς καὶ τὸ πέμπτον ἐκ τῶν ἐν ἀνθρώποις γιγνομένων πραγμάτων ἀναπλασάμενοι. τὰς γὰρ ἐνεργείας τάς τε πολεμικὰς καὶ τὰς τεχνικὰς ἀνειδωλοποιήσαντες θεοῖς ἀπένειμαν, Ἄρει μὲν καὶ Ἀθηνᾷ τὰς πολεμικάς, Ἡφαίστῳ δὲ καί τισιν ἑτέροις τὰς τεχνικάς. ἐπὶ πᾶσι τούτοις ἕκτον καὶ ἕβδομον εἶδος αὐτοῖς τὸ δαιμονικὸν παρεισήχθη, πολύτροπον ἀληθῶς τυγχάνον καὶ πολύμορφον, τοτὲ μὲν θεοὺς ὑποκρινόμενον, τοτὲ δὲ ψυχὰς τεθνηκότων, καὶ μηδὲν μὲν ἡμῖν εἰς ἀρετὴν ψυχῆς συμβαλλόμενον, ἐπιτωθάζον δὲ ἀεὶ καὶ κατὰ κρημνῶν φέρον διὰ τῆς ἀπατηλοῦ πλάνης πάντα τὸν δεισιδαίμονα· ὃ καὶ αὐτὸ διόλου φαῦλον ὂν εἰς δύο διελόντες, εἴς τε τὸ βλαπτικὸν καὶ εἰς τὸ ὠφελοῦν, ἀγαθῶν καὶ φαύλων αὐτοῖς τεθείκασι προσηγορίας. ὧν οὕτως ἐχόν-των ἀναγκαῖον εἶναί μοι δοκεῖ τὰ μηδ’ ἀντιρρήσεως δεόμενα παρεκθεμένους τὸν περὶ τῆς δαιμονικῆς ἐνεργείας ἀκόλουθον συνιδεῖν λόγον· ὃν ἐκ μέρους προθεωρήσαντες ἐν τῷ πρὸ τούτου συγγράμματι τὰ λείποντα νῦν ἀποπλη-ρώσομεν. φέρ’ οὖν ἤδη λοιπὸν ἐπ’ αὐτὰς χωρήσωμεν τὰς ἀποδείξεις. θήσω δὲ πρώτας τὰς ἀπὸ τῆς Πλουτάρχου γραφῆς, ἣν πεποίηται Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων, ἔνθα περὶ τοῦ πονηρῶν δαιμόνων εἶναι τὰ παρὰ τοῖς ἔθνεσιν μαντεῖά τε καὶ χρηστήρια τόνδε γράφει τὸν τρόπον· δ. ΠΕΡΙ ΤΟΥ ΠΟΝΗΡΩΝ ΔΑΙΜΟΝΩΝ ΕΙΝΑΙ ΤΑ ΠΑΡΑ ΤΟΙΣ ΕΘΝΕΣΙ ΜΑΝΤΕΙΑ ΤΕ ΚΑΙ ΧΡΗΣΤΗΡΙΑ Εὖ μὲν οὖν λέγουσι καὶ οἱ λέγοντες ὅτι Πλάτων τὸ ταῖς γεννωμέναις ποιότησιν ὑποκείμενον στοιχεῖον ἐξευρών, ἣν ὕλην καλοῦσιν, πολλῶν ἀπήλ-λαξεν καὶ μεγάλων ἀποριῶν τοὺς φιλοσόφους. ἐμοὶ δὲ δοκοῦσιν πλείονας λῦσαι καὶ μείζονας ἀπορίας οἱ τὸ τῶν δαιμόνων γένος ἐν μέσῳ θεῶν καὶ ἀνθρώπων θέντες καὶ τρόπον τινὰ τὴν κοινωνίαν ἡμῶν συνάγον εἰς ταὐτὸ καὶ συνάπτον
ραφαίνεσθαι, μηδὲ συνήθως ταῖς πόλεσιν ἐπιδημεῖν, ὅτι μὴ θεοί, δαίμονες δ᾽ ἦσαν πονηροί· μόνου δὲ αὐ τοῦ, καὶ τοῦ καταπέμψαντος αὐτὸν Θεοῦ τῶν ὅλων αύξειν όσημέραι τὰς τιμὰς, καὶ εἰς μεῖζον ἀρεταῖς καθ' ὅλης τῆς ἀνθρωπότητος ἐπιδιδόναι· δέον ἔμπα- λιν τοὺς μὲν θεοὺς, εἰ δή τινες ὄντως ἦσαν τῶν ἐπὶ τῆς κηδεμόνες, τοῦ μὲν ἄρδην μεταστήσασθαι τὴν πλάνην, εἰ ἄρα τις ἦν· αὐτοὺς δὲ τὰς ἐξ αὐτῶν θερα πείας τε καὶ ὠφελείας ἀφθόνως τοῖς πᾶσιν ἐμπαρέ χειν. Νυνὶ δὲ τοῖς δὲ καὶ τοῦτ' ἐπικεχείρηται μὲν πολλάκις διὰ τῶν κατὰ χρόνους ἀρχόντων, τὴν τοῦ Σωτῆρος ἡμῶν κραταιότατα πολεμησάντων διδασκα- λίαν· ἄπρακτον δ' ὅμως εὕραντο τῆς ἐγχειρήσεως τὸ τέλος, υπερνικώσης τοὺς πάντας ἀεὶ τῆς τοῦ Σω τῆρος ἡμῶν ἐνθέου δυνάμεως, καὶ πάσας τὰς κατὰ τῆς διδασκαλίας αὐτοῦ τῶν πονηρῶν δαιμόνων ἐπα- Β ναπάσεις καθαιρούσης, αὐτούς τε ἐλαυνούσης· δαί- μονας μὲν ἀληθῶς φαύλους ὄντας, ψευδῶς δὲ νενομι σμένους εἶναι θεούς, ἢ καὶ ἀγαθοὺς δαίμονας. ΚΕΦΑΛΑΙΟΝ Β'. Τις ὁ τρόπος τῆς δαιμονικῆς ἐνεργείας. Ούτε γοῦν περίγειοι τινες όντες καὶ καταχθόνιοι, τόν τε ἐπὶ γῆς βαρὺν καὶ ζοφερὸν ἀέρα περιπολοῦν- τες, καὶ τὸ σκότιον, καὶ γεῶδες οἰκητήριον ἔχειν κατακεκριμένοι, δι᾽ ἂς ὕστερον ἀποδώσομεν αἰτίας· τάφοις νεκρῶν καὶ μνήμασι, καὶ πάσῃ τῇ μυσαρά καὶ ἀκαθάρτῳ ὕλῃ φιλοχωρούντες (67), αἷμασί τε καὶ λύθροις, καὶ παντοίων ζώων σώμασι, τῇ τε ἐκ τῶν ἀναθυμιωμένων, καὶ ἀπὸ τῆς γῆς ἐξατμιζομένων ἀναδόσει χαίροντες· οἵ τε τούτων ἄρχοντες ἀέριοι τινες υπάρχοντες, ἢ καὶ καταχθόνιοι δυνάμεις, ἐπεὶ κατέμαθον τὸ ἀνθρώπινον γένος κάτω που περὶ νεο χρῶν ἀνδρῶν θεοποιίαν λυσπώμενον, θυσίαις τε καὶ κνίσσαις, ταῖς δὴ μάλιστα αὐτοῖς κεχαρισμέναις διὰ πάσης σπουδῆς ἐκπονούμενον, ἐγγύθεν ἔφεδροι, καὶ συνεργοί τῆς πλάνης παρῆσαν, τοῖς τῶν ἀνθρώπων κακοῖς ἐπεντρίβοντες (68), καὶ τοὺς ηλιθίους, καὶ τὰς ψυχὰς εὐχερεῖς ἀπατῶντες κινήσεσί τισι τῶν ξοάνων, ἃ δὴ ἐπὶ τιμῇ τῶν κατοιχομένων ἀνδρῶν πρὸς τῶν παλαιῶν ἀφιέρωται, καὶ ταῖς διὰ χρησμῶν φαντασίαις, θεραπείαις τε σωμάτων, ἃ διὰ τῆς οἰ κείας αὐτῶν δαιμονικῆς ἐνεργείας ἀφανῶς αὐτοὶ λυμαινόμενοι, πάλιν οἱ αὐτοὶ διὰ τῆς ἐξ αὐτῶν ἀνέ σεως ελευθέρους τῶν παθῶν ἠφίεσαν. Δι' ὧν ἔτι μᾶλλον κατὰ κρημνῶν ἔφερον τους δεισιδαίμονας, ὡς αὐτοὺς εἶναι νομίζειν ποτὲ μὲν οὐρανίους δυνάμεις, PRÆPAR. EVANG. LIB. V. A tem ac numen evertis? Eninvero, si homo ille tan- tum est, ut ipsi garriunt, morti obnoxius (impo- storem forte ac circulatorem etiam addiderint), hi contra servatores ac dii, qui fieri potuit, uti fugam simul omnes cum Æsculapio capesserent, morta- lique homini, quique nullus, ut blaterant, omnino jam sit, non terga darent ipsi modo, sed etiam hu- manum genus quasi vinetum deinceps constrictum- que traderent universum? At vero Jesus ille noster, hoc ipso sane, quod etiam post obitum inter omnes populos nominis sui cultum quotidie propagare pergit, clarissimum vereque divinum iis, qui modo intueri possunt, vitæ post mortem suæ objicit ar- gumentum. Ille igitur, unus ipse cum sit, atque ut suspicari quis forte queat, plane solus, immensam illam tot deorum toto quondam orbe dominantium multitudinem exterminat, eaque potestate ipsorum honorem et cultum contemptui ludibrioque subjici!, ut nec ulli amplius dii sint, nec virium quidquam habeant, nec uspiam vel leviter appareant, nec in civitatum conventus, ut olim, sese amplius infe- raut, utpote qui non dii, sed mali damones essent: contra vero Christi unius duntaxat, ejusque, a quo missus est, Dei rerum omnium præpotentis veneratio magis in dies ac magis augeatur, novaque cum accessione dignitatis, radices in populorum omnium mentibus agat altiores. Oportebat utique deos illos potius, si qui rerum humanarum vere curam haberent, nascentem illius errorem, si quis existehat. funditus exstirpare, opis vero auxiliique sui liberalem ac prolixam omnibus copiam facere. Atqui id conati quidem sæpissime illi sunt, cum varios variis temporibus imperatores ad Servatoris nostri do- etrīnam viribus omnibus oppugnandam inflammarent. Sed inani plane irritoque conatu, quod divi- cum illud Assertoris nostri numen illustrem semper ex omnibus victoriam reportarit, cunctosque pessi- morum dæmonum adversus doctrinam suam impetus dissiparit, (imno dæmones etiam ipsos, qui vere improbi dæmones cum essent, falso tamen pro diis bonisque dæmonibus habebantur, expulerit. C CAPUT II. Quænam dæmonum imposturæ ratio fuerit. Enimvero cum circa graviorem hunc, qui a terra proxime abest, et caliginosum aerem, utpote om- nino terreni volutarentur, atque ad tenebricosum hoc et terrestre domicilium, ob eas, quæ paulo post a nobis afferentur, causas damnati essent; adeo- que ad tumulos, busta, ac reliquam id genus fu- nestam impuramque materiam adhærescerent, et sanguine ac sanie, omnisque generis animantium corporibus, nec non rerum odoratarum suffitu ac vapore delectarentur; simulque eorum principes, sive aerias quasdam, sive terrenas potestates vo- care malis, cum genus humanum indignissima ho- minum mortuorum consecratione occupatum, sa- crificiis ac nidore carnium, quibus isti rebus tanto- pere delectantur, omni studio vacare animadverte- rent illico præsto adesse, fovendo errori operan navare suam, hominum malis incumbendo, ac sto- lidos facilesque animos nescio quibus simulacro- rum, quæ veteres in defunctorum honorem conse- crarant, motibus in fraudem inducendo. Quibus et oraculorum speciem, et curationum inanem fucum addebant, cum illa ipsa corpora, quæ occulta vi male torquebant, iidem remotis maleficiis omni postmodum vexatione liberarent. Atque hæc sumit, quibus homines adeo præcipites agebant, ut ers D (67) Φιλοχωροῦντες. Mont., ἐμφιλοχωροῦντες. (68) Ἐπεντρίβοντες. Moni., ἐπεντρυφῶντες, insultantes.
PG 21:319ἐξευρόντες, εἴτε μάγων τῶν περὶ Ζωροάστρην ὁ λόγος οὗτός ἐστιν εἴτε Θρᾴ-κιος ἀπὸ Ὀρφέως ἢ Αἰγύπτιος ἢ Φρύγιος, ὡς τεκμαιρόμεθα ταῖς ἑκατέρωθι τελεταῖς ἀναμεμιγμένα πολλὰ θνητὰ καὶ πένθιμα τῶν ὀργιαζομένων καὶ δρω-μένων ἱερῶν ὁρῶντες. Ἑλλήνων δὲ Ὅμηρος μὲν ἐπιφαίνεται κοινῶς ἀμφοτέ-ροις χρώμενος τοῖς ὀνόμασιν καὶ τοὺς θεοὺς ἔστιν ὅτε δαίμονας προσαγο-ρεύων. Ἡσίοδος δὲ καθαρῶς καὶ διωρισμένως πρῶτον ἐξέθηκεν τῶν λογικῶν τέσσαρα γένη· θεούς, εἶτα δαίμονας, εἶτα ἥρωας, τὸ δ’ ἐπὶ πᾶσιν ἀνθρώπους. ἐξ ὧν ἔοικε ποιεῖν τὴν μεταβολήν, τοῦ μὲν χρυσοῦ γένους εἰς δαίμονας πολ-λοὺς κἀγαθούς, τῶν δ’ ἡμιθέων εἰς ἥρωας ἀποκριθέντων. Εἶθ’ ἑξῆς φησιν· Ἀλλὰ περὶ μὲν τούτων οὐκ ἀναγκαῖον ἡμᾶς Δημητρίῳ διαφέρεσθαι. καὶ γὰρ κἂν πλείων εἴη χρόνος κἂν ἐλάττων κἂν τεταγμένος κἂν ἄτακτος, ἐν ᾧ μεταλλάττει δαίμονος ψυχὴ καὶ ἥρωος βίος, οὐδὲν ἧττον, ἐφ’ ᾧ βούλεται, δεδείξεται μετὰ μαρτύρων σοφῶν καὶ παλαιῶν ὅτι φύσεις τινές εἰσιν ὥσπερ ἐν μεθορίῳ θεῶν καὶ ἀνθρώπων δεχόμεναι πάθη θνητὰ καὶ μεταβολὰς ἀναγ-καίας, οὓς δαίμονας ὀρθῶς ἔχει κατὰ νόμον πατέρων ἡγουμένους καὶ ὀνομάζον-τας σέβεσθαι. Τούτοις μεθ’ ἕτερα ἐπιλέγει· Τὸ μὲν οὖν ἐφεστάναι τοῖς χρηστηρίοις μὴ θεούς, οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι· τὸ δὲ τοῖς δαίμοσι τούτοις, μονονουχὶ δραχμὴν λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους, ἁμαρτίας καὶ ἄτας καὶ πλάνας θεηλάτους ἐπιφέ-ρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, θρασύ-τερον ἡγοῦμαι καὶ βαρβαρικώτερον. Καὶ πάλιν προστίθησι τοῖς εἰρημένοις ταῦτα· Εἰσὶ γὰρ ὡς ἐν ἀνθρώποις καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ τοῦ παθητι-κοῦ καὶ ἀλόγου τοῖς μὲν ἀσθενὲς καὶ ἀμαυρόν ἐστι λείψανον ὡς περίττωμα, τοῖς δὲ πολὺ καὶ δυσκατάσβεστον ἔνεστιν, ὧν ἴχνη καὶ σύμβολα πολλαχοῦ θυσίαι τε καὶ τελεταὶ καὶ μυθολογίαι σῴζουσι καὶ διαφυλάττουσι διεσπαρ-μέναι. καὶ περὶ μὲν τῶν μυστικῶν, ἐν οἷς τὰς μεγίστας ἐμφάσεις καὶ διαφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμόνων ἀληθείας, εὔστομά μοι κείσθω καθ’ Ἡρόδοτον. ἑορτὰς δὲ καὶ θυσίας, ὥσπερ ἡμέρας ἀποφράδας καὶ σκυθρωπάς, ἐν αἷς ὠμο-φαγίαι καὶ διασπασμοὶ νηστεῖαί τε καὶ κοπετοί, πολλαχοῦ δὲ πάλιν αἰσχρολο-γίαι πρὸς ἱεροῖς μανίαι τε ἄλλαι ὀρινόμεναι ῥιψαύχενι σὺν κλόνῳ, θεῶν μὲν οὐδενί, δαιμόνων δὲ φαύλων ἀποτροπῆς ἕνεκα φήσαιμ’ ἂν τελεῖσθαι παραμύθια· τὰς πάλαι ποιουμένας ἀνθρωποθυσίας οὔτε θεοὺς ἀπαιτεῖν ἢ προσδέχεσθαι πι-θανόν ἐστιν οὔτε μάτην ἂν ἐδέχοντο βασιλεῖς καὶ στρατηγοί, παῖδας αὑτῶν ἐπιδιδόντες καὶ καταρχόμενοι καὶ σφάττοντες, ἀλλὰ χαλεπῶν καὶ δυστρόπων ὀργὰς καὶ βαρυθυμίας ἀφοσιούμενοι καὶ ἀποπιμπλάντες ἀλαστόρων ἐν τοῖσδε μανικοὺς ἔρωτας, οὐ δυναμένων οὐδὲ βουλομένων σώμασιν καὶ διὰ σωμάτων ὁμιλεῖν. ἀλλ’ ὥσπερ Ἡρακλῆς Οἰχαλίαν ἐπολιόρκει διὰ παρθένον, οὕτω πολ-λάκις ἰσχυροὶ καὶ βίαιοι δαίμονες ἐξαιτούμενοι ψυχὴν ἀνθρωπίνην περιεχο-μένην σώματι λοιμούς τε πόλεσι καὶ γῆς ἀφορίας ἐπάγουσιν καὶ πολέμους καὶ στάσεις ταράττουσιν, ἄχρι οὗ λάβωσι καὶ τύχωσιν οὗ ἐρῶσιν. Σαφῶς διὰ τούτων ὁ προδηλωθεὶς φιλόσοφος ὅτι δαίμοσιν πονηροῖς τὰ προειρημένα κατὰ πάσας τὰς πόλεις ἐπετελεῖτο παρέστησεν. εἰ δὲ καί τινες, ὥς φασιν, ἐν τούτοις ἦσαν ἀγαθοὶ τὴν φύσιν ἢ καὶ θεοί, τί χρῆν θεραπεύειν τοὺς φαύλους, πρὸς τῶν ἀγαθῶν ἀπελαύνεσθαι αὐτοὺς δέον; εἰ γὰρ δή τινες ἦσαν αὐτοῖς ἀγαθοὶ προστάται, τούτοις ἐπιθαρσοῦντας τὸ μηθὲν τῶν χειρόνων χρῆν δήπου φροντίζειν, καὶ διὰ σωφρόνων λόγων τε καὶ εὐχῶν, ἀλλὰ μὴ δι’ αἰσχρορρημοσυνῶν τὰς ἐναντίας ἀποτρέπεσθαι δυνά-μεις. ὅτε δὲ τούτων μὲν οὐδὲν ἔπραττον, βίῳ δὲ αἰσχρῷ καὶ ἀκολάστῳ καὶ ῥήμασιν ἀσέμνοις ὠμοφαγίαις τε καὶ διασπασμοῖς καὶ ἀνθρωποθυσίαις τοῖς πονηροῖς δαίμοσιν ἐκαθικέτευον, πῶς καὶ δυνατὸν ἦν αὐτοὺς τὰ τοιαῦτα δρῶντας καὶ τὰ τοῖς φαύλοις κεχαρισμένα διαπραττομένους, τῷ ἐπὶ πάντων θεῷ ἢ ταῖς ὑπ’ αὐτὸν θείαις δυνάμεσιν ἢ ὅλως ἀγαθοῖς τισι προσοικειοῦ-σθαι; ἀλλὰ γὰρ τοῖς πᾶσιν πρόδηλον ὡς ὁ τὰ φίλα τοῖς φαύλοις ἐπι-τελῶν οὐκ ἄν ποτε τῶν ἀγαθῶν γένοιτο προσφιλής. οὐκ ἄρα θεοῖς οὐδ’ ἀγαθοῖς δαίμοσιν, μόνοις δὲ τοῖς φαύλοις ἐλάτρευον οἱ δεδηλωμένοι. ἔτι δὲ μᾶλλον τοῦτον πιστοῦται τὸν λόγον ὁ Πλούταρχος ἐν οἷς φησι τὰς μυ-θικὰς ὡς περὶ θεῶν διηγήσεις λόγους εἶναί τινας περὶ δαιμόνων τά τε παρ’ Ἕλλησιν ᾀδόμενα γιγαντικά τινα καὶ Τιτανικὰ δαιμονικὰ εἶναι διηγήματα, ὡς καινοτέραν ὑποβάλλειν διάνοιαν. μήποτε ἄρα τοιαῦτα ἦν τὰ περὶ τῶν πρὸ τοῦ κατακλυσμοῦ γιγάντων ἐν τῇ θείᾳ γραφῇ λεγόμενα τά τε περὶ τῶν τούτους γεγεννηκότων, περὶ ὧν εἴρηται· ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἐκ πασῶν ὧν ἐξελέξαντο· ἀφ’ ὧν ἐγεννήθησαν οἱ γίγαντες οἱ ὀνομαστοὶ ἐξ αἰῶνος. εἴποι γὰρ ἄν τις τούτους ἐκείνους εἶναι καὶ τὰ ἐκείνων πνεύ-ματα παρὰ τοῖς μετὰ ταῦτα ἀνθρώποις τεθεοποιημένα καὶ τὰς ἐκείνων μά-χας τάς τε πρὸς ἀλλήλους διαστάσεις καὶ τοὺς πολέμους ταῦτ’ εἶναι τὰ ὡς περὶ θεῶν μυθευόμενα. λέγει δ’ οὖν ὁ Πλούταρχος ἐν ᾧ συνέταξεν λόγῳ Περὶ τῶν κατὰ τὴν Ἶσιν καὶ τοὺς Αἰγυπτίων θεοὺς αὐτοῖς ῥήμασιν ταῦτα· ε. ΠΕΡΙ ΤΟΥ ΛΑΝΘΑΝΟΥΣΑΣ ΔΑΙΜΟΝΩΝ ΠΕΡΙΕΧΕΙΝ ΙΣΤΟΡΙΑΣ ΤΑΣ ΜΥΘΙΚΑΣ ΩΣ ΠΕΡΙ ΘΕΩΝ ΔΙΗΓΗΣΕΙΣ Βέλτιον οὖν οἱ τὰ περὶ Τυφῶνα καὶ Ὄσιριν καὶ Ἶσιν ἱστορούμενα μήτε θεῶν πάθη μήτε ἀνθρώπων, ἀλλὰ δαιμόνων μεγάλων εἶναι νομίζοντες, οὓς καὶ Πλάτων καὶ Πυθαγόρας καὶ Ξενοκράτης καὶ Χρύσιππος, ἑπόμενοι τοῖς πάλαι θεολόγοις, ἐρρωμενεστέρους ἀνθρώπων λέγουσι γεγονέναι καὶ πολὺ τῇ δυνάμει τὴν φύσιν ὑπερφέροντας ἡμῶν, τὸ δὲ θεῖον οὐκ ἀμιγὲς οὐδὲ ἄκρατον ἔχοντας, ἀλλὰ καὶ ψυχῆς φύσει καὶ σώματος αἰσθήσει συνειληχὸς ἡδονὴν δε-χομένῃ καὶ πόνον καὶ ὅσα ταύταις γινόμενα ταῖς μεταβολαῖς πάθη τοὺς μὲν μᾶλ-λον, τοὺς δ’ ἧττον ἐπιταράττει. γίνονται γὰρ ὡς ἐν ἀνθρώποις καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ κακίας. τὰ γὰρ γιγαντικὰ καὶ Τιτανικὰ παρ’ Ἕλλησιν ᾀδόμενα καὶ πολλαί τινες ἄθεσμοι πράξεις καὶ Πυθῶνος ἀντιτάξεις πρὸς Ἀπόλλωνα φυγαί τε Διονύσου καὶ πλάναι Δήμητρος οὐδὲν ἀπολείπουσι τῶν Ὀσιριακῶν καὶ Τυφωνικῶν, ὧν παρὰ πᾶσιν ἀνέδην ἔξεστι μυθολογουμένων ἀκούειν· ὅσα τε μυστικοῖς ἱεροῖς παρακαλυπτόμενα τελεταῖς ἄρρητα διασῴζεται καὶ ἀθέατα, πρὸς τοὺς θεοὺς ὅμοιον ἔχει λόγον. Καὶ ἐπιφέρει λέγων ἑξῆς· Ἐμπεδοκλῆς δὲ καὶ δίκας φησὶ διδόναι τοὺς δαίμονας ὧν ἂν ἐξαμάρ-τωσιν καὶ πλημμελήσωσιν· αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει, πόντος δ’ ἐ[ς] χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ’ ἐς αὐγὰς ἠελίου ἀκάμαντος, ὁ δ’ αἰθέρος ἔμβαλε δίναις· ἄλλος δ’ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες· ἄχρι οὗ κολασθέντες αὖθις τὴν κατὰ φύσιν χώραν καὶ τάξιν ἀπολάβωσιν· τούτων δὴ καὶ τῶν τοιούτων ἀδελφὰ λέγεσθαί φασι περὶ Τυφῶνος, ὡς δεινὰ μὲν ὑπὸ φθόνου καὶ δυσμενείας εἰργάσατο πάντα πράγματα ταράξας, ἐνέ-πλησεν δὲ κακῶν γῆν ὁμοῦ τε πᾶσαν καὶ θάλασσαν, εἶτα δίκην ἔδωκεν. Ταῦτα ὁ Πλούταρχος ἐν τῷ δηλωθέντι συγγράμματι παραθέμενος καὶ
Α ἐμοὶ δὲ δοκοῦσι πλείονας λῦσαι καὶ μείζονας ἀπορίας οἱ τὸ τῶν δαιμόνων γένος ἐν μέσῳ θεῶν καὶ ἀνθρώ πων θέντες, καὶ τρόπον τινὰ τὴν κοινωνίαν ἡμῶν συνάγον εἰς ταυτὸ καὶ συνάπτον ἐξευρόντες· εἴτε μάγων τῶν περὶ Ζωροάστρην ὁ λόγος οὗτός ἐστιν, εἴτε Θράκιος ἀπὸ Ορφέως, ἢ Αἰγύπτιος, ἢ Φρύγιος ὡς τεκμαιρόμεθα, ταῖς ἑκατέρωθι τελεταῖς ἀναμε μιγμένα (73) πολλὰ θνητὰ καὶ πένθιμα τῶν ὀργια ζομένων καὶ δρωμένων ἱερῶν ὁρῶντες. Ελλήνων δὲ Ομηρος μὲν ἐπιφαίνεται κοινῶς ἀμφοτέροις χρώμε νος τοῖς ὀνόμασι, καὶ τοὺς θεοὺς ἔστιν ὅτε δαίμονας προσαγορεύων· Ησίοδος δὲ (74) καθαρῶς καὶ διω ρισμένως πρῶτον ἐξέθηκε τῶν λογικῶν τέσσαρα γένη- θεούς, εἶτα δαίμονας, εἶτα ήρωας, τὸ δ' ἐπὶ πᾶσιν ἀνθρώπους· ἐξ ὧν ἔοικε ποιεῖν τὴν μεταβολὴν τοῦ μὲν χρυσοῦ γένους εἰς δαίμονας πολλοὺς καγαθούς, τῶν δ' ἡμιθέων εἰς ἥρωας ἀποκριθέντων. » ΕΘ' ἑξῆς φησιν· . ᾿Αλλὰ περὶ μὲν (75) τούτων οὐκ ἀναγκαῖον ἡμᾶς Δημητρίῳ διαφέρεσθαι. Καὶ γὰρ, κἂν πλείων εἴη χρόνος, κἂν ἐλάττων, κἂν τεταγμέ νος, κἂν ἄτακτος, ἐν ᾧ μεταλλάττει δαίμονος ψυχή καὶ ήρωος βίος (76), οὐδὲν ἧττον, ἐφ᾽ ᾧ (77) βούλε ται, δεδείξεται μετά μαρτύρων σοφῶν (78) καὶ πα- λαιῶν, ὅτι φύσεις τινές εἰσιν ὥσπερ ἐν μεθορίῳ θεῶν καὶ ἀνθρώπων, δεχόμεναι πάθη θνητὰ καὶ μεταβολὰς ἀναγκαίας, οὓς δαίμονας ὀρθῶς ἔχει κατὰ νόμον πατέρων ἡγουμένους καὶ ὀνομάζοντας σέβεσθαι. » Τούτοις • Τούτοις μεθ᾿ ἕτερα ἐπιλέγε:· < Το μὲν οὖν ἐφεστάναι (79) τοῖς χρηστηρίοις μὴ θεούς, οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ· μοι κακῶς ἀξιοῦ - σθαι· τὸ δὲ τοῖς δαίμοσι τούτοις, μονονουχι βγά δην (80) λαμβάνοντας ἐκ τῶν ἐπῶν τοῦ Ἐμπεδο- κλέους, ἁμαρτίας, καὶ ἄτας, καὶ πλάνας θεηλάτους ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀν θρώπων ὑποτίθεσθαι, θρασύτερον ἡγοῦμαι καὶ βαρ αναμεμιγμένα πρὸς τὰ θνητά καὶ πένθιμά τινα τῶν ὀργ. τῶν λογικῶν Δικαιότερον καὶ ἄρειν Ανδρῶν ἡρώων θείων γένος, οι καλέονται Ημίθεοι. καὶ ἥρωος βίον. πότερον ἂν μεταλλάττη δαίμονος ψυχὴν, καὶ ἥρωος βίον ἐν τακτῷ τινι χρόνῳ, ἢ καὶ ατάκτῳ, ἔτι ᾖ, βούλεται δεδεί- ξεται ἐφ᾽ ᾧ κριτῇ δι καστή, τὸ βούλεται ἂν βούλοιτο Δημήτριος ) δαδείξεται δειχθήσεται, οὐχὶ ῥάγδην, δραγμήν, δραγμήν, EUSEBI CÆSARIENSIS OPP. PARS II.' APOLOGETICA. B - rantur receptaculum invenisset, plurimis iisque ma- ximis difficultatibus liberatam esse dixerunt. Cæte- rum plures adhuc easdemque graviores ab iis mihi solutas esse persuadeo, qui dæmonum genus deos inter atque homines medium posuerunt, eorumque vi societatem communionemque nostram uno quasi vinculo contineri et colligari voluerunt; sive Zo- roastris Magi hæc primum sententia fuerit, sive ex Thracia Orpheo duce, sive ex Ægypto aut e Phry- gia ad nos usque permanarit. Quam ipsius originem verisimilem eflicit, ea quam regionis utriusque sa- cris admistain videmus, solemnium rituum ac cære- moniarum, funera luctusque simulantium multi- tudo. Jam apud Græcos Homerus utroque nomine promiscue abusus videtur, deosque nonnunquam ipsos dæmones appellavit. At Hesiodus, oinnium sane princeps, enucleate ac distincte quatuor eorum, quæ ratione prædita sunt, genera posuit, deos, tum dæmones, heroas deinde, ad extremum homines : ex quibus suam illam postea mutationem excogita- vit, ut aureum quidem genus plures in dæmones cos- que bonos, semidei vero in heroas distracti ac ve- luti secreti fuerint. a Quibus ita subjungit, Quan- quam nihil est, inquit, quamobrem hac in parte cum Demetrio contendamus. Nam sive aliquanto longius, sive brevius sit temporis intervallum, sive constitutum idem ac certum, sive etiam incertum habeatur, quo dæmonis animus heroisque vila mutationem istam subeant; nihilo secius, quod uum ipse vult, gravium atque antiquorum testium auctoritate conficiet, naturas quasdam esse deos inter hominesque medias, quæ mortales interdum affectiones, ac necessarias mutationes patiantur, quos profecto dæmones more institutoqué majorum existimari a nobis, eoque nomine coli æquum oin- nino fuerit. . Tum quibusdam interjectis : . Ego quam apud Plutarch. tilis apud Hesiodum in quatuor genera partitio. Tantum in Operibus, a vers. 111, diversa illa mundi atque hominum sæcula describit, sic ta- men ut primum illud deorum potius videatur esse quam hominum; secundum et tertium, ad subter- raneos dæmones referri possit; quartum, heroas et semideos complectatur, de quibus ait : Utrumque rectum est. Plutarcbus tamen eo loco Hesiodum innuere videtur, de quo nihil referre ait, id est, utrum certi cujusdam temporis fini- bus, an plane incerto, damonis animum, heruisque vitam circumscribat. Atque ita intellexit Amiotus. retur, vel 8, tantum, ita ut et ad Hesiodum ipsum referantur. Video tamen in illis vocibus subaudiri posse vel ut Gallice, devant qui il voudra; sic ut c D pro (supple usur- petur ; autem sit ostendi pos teril. Atque ita Xylander. Amiotus vero, sic, Tous- iours sera-il prouue par lequel des deux il voudra. Quod vereor ut satis defendi possit. E, 1, ubi de Heracleo loquitur. Hunc locum, quod magna esset eo in codice, quo tunc utebar, cum ista verterem, paginarum ac numerorum perturba- tio, reperire non licuerat. Nunc emendatiorem na- ctus, primum verba illa sic reddo, Ego vero id poni non sine ratione posse existimo. etc. Sumpta quasi er Empedoclis carminibus, abrupta quadam effrenique licentia; vel, occasione propemodum ex Empedoclis versibus impetu quodam arrepta. Uterque manusc.. legebat cum Theodoreto lib. x De Græc. afect., p. 136, ubi interpres, collecta ex Empedoclis versi bus sententia. Minus improbarer ut alter manusc. habet. Id enim de collecta quadam crimi- num sequentium, quasi quisquiliarum colluvie, posset intelligi. Versus autem Empedoclis, de qui- bus hic, forte an illi sint, qui lib. De Iside et Osir., p. C, a Plutarcho laudantur, et ab Eusebio p. D referuntur. Sed v. infra p. D, ubi lo cus hic sanior pleniorque producitur. (73) Αναμεμιγμένα πολλά, etc. Melius, opinor, (74) Ησίοδος δέ. Non exstat accurata illa et sub- (75) ᾿Αλλὰ περὶ μέν. Plutarch. ib. p. 416 C. 4. (76) Ψυχὴ, καὶ ήρωος βίος. Plutarch., ψυχήν, (77) Εφ' ᾧ. Γρ. ἐφ' δ. Verti perinde ac si labe- (78) Σοφών. Plut., σαφῶν. Elige. (79) Τὸ μὲν οὖν ἐφεστάναι. Plutarch., p. 418 (80) Μονονουχι γάδην. Lego ut Plut, μονον
PG 21:323διὰ πλειόνων ἐξεργασάμενος τὸν λόγον, τὰ παραπλήσια καὶ ἐν τῷ Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων τοῦτον ἱστορεῖ τὸν τρόπον· Ἐκεῖνος οὖν τὴν μαντικὴν ἀνῆγεν εἰς δαίμονας, πλεῖστον δὲ Δελφῶν λόγον εἶχεν καὶ τῶν λεγομένων περὶ τὸν Διόνυσον ἐνταῦθα ἢ δρωμένων ἱερῶν οὐδενὸς ἀνήκοος ἦν, ἀλλὰ κἀκεῖνα δαιμόνων ἔφασκεν εἶναι πάθη μεγάλα καὶ ταῦτα δὴ τὰ περὶ τὸν Πύθωνα. τῷ δὲ ἀποκτείναντι μήτε ἐννέα ἐτῶν μήτε εἰς τὰ Τέμπη γενέσθαι τὴν φυγήν, ἀλλ’ ἐκπεσόντα ἐλθεῖν εἰς ἕτερον κόσμον· ὕστερον δ’ ἐκεῖθεν ἐνιαυτῶν μεγάλων ἐννέα περιόδοις ἁγνὸν γενόμενον καὶ Φοῖβον ὡς ἀληθῶς κατελθόντα τὸ χρηστήριον παραλαβεῖν, τέως ὑπὸ Θέμιδος φυλασσόμενον. οὕτως δὲ ἔχειν καὶ τὰ Τυφωνικὰ καὶ τὰ Τιτανικά, δαιμόνων μάχας γεγονέναι πρὸς δαίμονας, εἶτα φυγὰς τῶν κρατηθέντων ἢ δίκας ὑπὸ θεοῦ τῶν ἐξαμαρτόντων, οἷα Τυφών τε λέγεται περὶ Ὄσιριν ἐξαμαρτεῖν καὶ Κρόνος περὶ Οὐρανόν· ὧν ἀμαυρότεραι γεγόνασιν αἱ τιμαὶ παρ’ ἡμῖν ἢ παντά-πασιν ἐκλελοίπασιν μεταστάντων εἰς ἕτερον κόσμον. ἐπεὶ καὶ Σολύμους πυν-θάνομαι, τοὺς Λυκίων προσοίκους, ἐν τοῖς μάλιστα τιμᾶν τὸν Κρόνον· ἐπεὶ δὲ ἀποκτείνας τοὺς ἀρχηγέτας αὐτῶν Ἄρσαλον καὶ Ἄρυον καὶ Τόσοβιν ἔφυγεν καὶ μετεχώρησεν ὁποιδήποτε (τοῦτο γὰρ οὐκ ἔχουσιν εἰπεῖν) ἐκεῖνον μὲν ἀμεληθῆναι, τοὺς δὲ περὶ τὸν Ἄρσαλον σκιροὺς θεοὺς προσαγορεύεσθαι καὶ τὰς κατάρας ἐπὶ τούτων ποιεῖσθαι δημοσίᾳ καὶ ἰδίᾳ Λυκίους. τούτοις μὲν οὖν ὅμοια πολλὰ λαβεῖν ἔστιν ἐκ τῶν μυθολογουμένων. εἰ δὲ τοῖς νενομι-σμένοις τῶν θεῶν ὀνόμασι δαίμονάς τινας καλοῦμεν οὐ θαυμαστέον, εἶπεν ὁ ξένος. ᾧ γὰρ ἕκαστος θεῷ συντέτακται καὶ οὗ τῆς δυνάμεως μετείληχεν, ἀπὸ τούτου φιλεῖ καλεῖσθαι· καὶ γὰρ ἡμῶν ὁ μέν τίς ἐστιν Δῖος, ὁ δὲ Ἀθήναιος, ὁ δὲ Ἀπολλώνιος ἢ Διονύσιος ἢ Ἑρμαῖος. ἀλλ’ ἔνιοι μὲν ὀρθῶς κατὰ τύχην ἐκλήθησαν, οἱ δὲ πολλοὶ μηδὲν προσηκούσας, ἀλλ’ ἐνηλλαγμένας ἐκτή-σαντο θεῶν παρωνυμίας. Τοσαῦτα ὁ Πλούταρχος ἐν οἷς ἐσπούδασεν Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων, πρὸς τοῖς ἄλλοις καὶ θνήσκειν παριστὰς τοὺς δαίμονας, ὃ καὶ αὐτὸ κατὰ τὸν δέοντα καιρὸν παραθήσομαι. τέως δὲ φέρε συλλεξώμεθα ὅσα ἄλλα περὶ τῆς τῶν ἀγαθῶν, ὥς φασιν, δαιμόνων δυνάμεώς τε καὶ ἐνερ-γείας αὖθις ὁ τὴν καθ’ ἡμῶν συσκευὴν πεποιημένος ἐν οἷς ἐπέγραψε Περὶ τῆς ἐκ λογίων φιλοσοφίας ἐκτέθειται· μάλιστα γὰρ αὐτῷ καὶ νῦν ὥσπερ οὖν καὶ πολλάκις μάρτυρι χρήσομαι καὶ ἐλέγχῳ τῆς περὶ οὓς ὑπολαμβάνουσιν θεοὺς πλάνης, ὡς ἂν ἐκ τῶν οἰκείων βελῶν καὶ τοξευμάτων βαλλόμενοι καταισχύνοιντο. οὕτως γὰρ καὶ γένοιτ’ ἂν ἡμῖν ἐξ αὐτῶν τῶν τοῖς θεοῖς προσφιλῶν καὶ δὴ καὶ εὐσεβῶν νενομισμένων ἀκριβῶς τε τὸν περὶ τῶν οἰκείων λόγον διηρευνηκότων ἀνελλιπὴς καὶ ἀπαραίτητος ἡ τῶν προκειμένων ἀπόδει-ξις. γράφει δὲ ταῦτα ὁ δεδηλωμένος ἐν οἷς ἐπέγραψεν Περὶ τῆς ἐκ λογίων φιλοσοφίας, ἔνθα μαρτύρεται μὴ τὰ ἀπόρρητα τῶν θεῶν ἐκφαίνειν, ἐπομνύμενός τε αὐτὸς καὶ παραγγέλλων κρύπτειν καὶ μὴ εἰς πολλοὺς ἐκφέ-ρειν τὰ λεχθησόμενα. τίνα δὲ ἦν τὰ τοιαῦτα; τὸν Πᾶνα Διονύσου φησὶ θεράποντα εἶναι, τοῦτον δὲ τῶν ἀγαθῶν ὄντα δαιμόνων ἐπιφανέντα ποτὲ τοῖς κατ’ ἀγρὸν γεωπονοῦσιν. τί χρῆν ἀγαθὸν ὄντα παρασχεῖν ἢ πάντως ἀγαθοῦ τινος παρουσίαν τοῖς τῆς θεοφανείας τοῦ ἀγαθοῦ κατηξιωμένοις; ἆρ’ οὖν ὑπῆρξεν ἀγαθόν τι τοῖς θεαταῖς τοῦ ἀγαθοῦ δαίμονος, ἢ κακὸν εἰλήχασιν δαίμονα ἔργῳ τῆς πείρας ᾐσθημένοι; φησὶν γοῦν ὁ θαυμάσιος μάρτυς τοὺς τῆς ἀγαθῆς ταύτης θέας ἠξιωμένους ἄθρουν θάνατον ὑπομεῖναι λέγων ὧδε· 2. ΩΣ ΘΑΝΑΤΟΥ ΠΟΙΗΤΙΚΟΙ ΕΙΣΙΝ ΟΙ ΛΕΓΟΜΕΝΟΙ ΑΥΤΩΝ ΑΓΑΘΟΙ ΔΑΙΜΟΝΕΣ Ἤδη δὲ καὶ ἐν ἄλλοις οἱ μὲν θεράποντές τινων ἀνεδείχθησαν, ὡς ὁ Πὰν τοῦ Διονύσου· δεδήλωκεν δὲ τοῦτο ὁ ἐν Βραγχίδαις Ἀπόλλων διὰ τούτων· ἐννέα γὰρ εὑρέθησαν ἀποθανόντες· πυνθανομένων οὖν τῶν τὸν ἀγρὸν οἰκούν-των τὴν αἰτίαν ἔχρησεν ὁ θεός· χρυσόκερως βλοσυροῖο Διωνύσου θεράπων Πὰν βαίνων ὑλήεντα κατ’ οὔρεα χειρὶ κραταιῇ ῥάβδον ἔχεν, ἑτέρῃ δὲ λιγὺ πνείουσαν ἔμαρπτε σύριγγα γλαφυρήν, Νύμφῃσι δὲ θυμὸν ἔθελγεν· ὀξὺ δὲ συρίξας μέλος ἀνέρας ἐπτοίησεν ὑλοτόμους πάντας, θάμβος δ’ ἔχεν εἰσορόωντας δαίμονος ὀρνυμένου κρυερὸν δέμας οἰστρήεντος. καὶ νύ κε πάντας ἔμαρψε τέλος κρυεροῦ θανάτοιο, εἰ μή οἱ κότον αἰνὸν ἐνὶ στήθεσσιν ἔχουσα Ἄρτεμις ἀγροτέρη παῦσεν μένεος κρατεροῖο, ἣν καὶ χρὴ λίσσεσθ’, ἵνα σοι γίγνητ’ ἐπαρωγός. Ἀκήκοας οἷα τοῦ δαίμονος, οὗ φησιν ἀγαθοῦ, τό τε σχῆμα καὶ τὰς πρά-ξεις ὁ ἐν Βραγχίδαις ἐδίδαξεν Ἀπόλλων· θέα δὴ καὶ τῶν λοιπῶν τὰ γενναῖα κατορθώματα, ὧν δὴ ἕνεκα τὴν οὐράνιον ἀπολελοιπότες διατριβὴν τὴν σὺν ἀνθρώποις ἀντικατηλλάξαντο. πάντως δήπου χρῆν αὐτοὺς σωφροσύνης κατάρχειν καὶ τὰ λυσιτελῆ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις ὑποτίθεσθαι. οἱ δὲ τούτων μὲν οὐδέν· ἄκουε δὲ οἷα ἐκφαίνει ὁ τὰ ἀρρητότερα τῶν ἀρρήτων διη-ρευνηκὼς καὶ τῶν ἀπορρήτων ἀξιωθεὶς τῆς γνώσεως. τοτὲ μὲν οὖν τινας τῶν ἀγαθῶν τούτων δαιμόνων φησὶν ἐρωτικαῖς ἡδυπαθείαις ὑπηρετεῖσθαι, τοτὲ δὲ ἑτέρους τυμπάνοις καὶ αὐλοῖς καὶ θηλειῶν πατάγοις χαίρειν, ἄλλους δ’ αὖ πάλιν μάχαις καὶ πολέμοις ἀγάλλεσθαι, καὶ κυνηγεσίοις τὴν Ἄρτεμιν καὶ τοῖς ἀπὸ γῆς καρποῖς τὴν Δηώ· θρηνεῖν δὲ τὸν Ὄσιριν εἰσέτι νῦν τὴν Ἶσιν καὶ τὸν Ἀπόλλω μαντεύεσθαι. τοιαῦται ὧν φασιν ἀγαθῶν δαιμόνων αἱ εἰς ἀνθρώπους ὠφέλειαι. δέχου δὲ καὶ τούτων τὰς ἀποδείξεις· ζ. ΟΤΙ ΕΡΩΤΙΚΑΙΣ ΗΔΥΠΑΘΕΙΑΙΣ ΕΞΥΠΗΡΕΤΟΥΝΤΑΙ ΚΑΙ ΠΟΙΑΙΣ ΕΚΑΣΤΟΣ ΑΥΤΩΝ ΧΑΙΡΕΙ Οὐδὲν ἐν ἀθανάτοισι θεοῖς ποτε δῖα μάταιον οὐδ’ ἀκράαντον ἔλεξε σοφοῖς Ἑκάτη θεοφήταις, ἀλλ’ ἀπὸ παγκρατέροιο νόου πατρόθεν κατιοῦσα αἰὲν ἀληθείῃ σελαγίζεται, ἀμφὶ δὲ μῆτις ἔμπεδος ἀρρήκτοισι μένει λογίοις βεβαυῖα. δεσμῷ δ’ οὖν κλήϊζε· θεὴν γὰρ ἄγεις με τοσήνδε, ὅσση ψυχῶσαι πανυπέρτατον ἤρκεσα κόσμον. καὶ μήποτε διὰ τοῦτο τρίμορφος τριμερής τε καὶ ἡ ψυχή· ταύτης δὲ τὸ μὲν θυμοειδές, τὸ δὲ ἐπιθυμητικόν, ὅθεν καὶ πρὸς τὰ ἐρωτικὰ καλεῖται. Ταῦτα οὐκ ἐμά, μήτοι νομίσῃς, τοῦ δὲ προειρημένου συγγραφέως ἀκήκοας, οὗ πάλιν ἐστὶ καὶ ταῦτα· Πάνυ δέ με θράττει πῶς ὡς κρείττους παρακαλούμενοι ἐπιτάττονται ὡς χείρους καὶ δίκαιον εἶναι ἀξιοῦντες τὸν θεράποντα τὰ ἄδικα αὐτοὶ κελευ-σθέντες δρᾶν ὑπομένουσιν καὶ καθαρῷ μὲν μὴ ὄντι ἐξ ἀφροδισίων οὐκ ἂν καλοῦντι ὑπακούσαιεν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσιν. Εὕροις δ’ ἂν καὶ ταῦτα ἐν τῇ Πρὸς Ἀνεβῶ τὸν Αἰγύπτιον τοῦ αὐτοῦ ἐπιστολῇ. ἐν δὲ τῇ προλεχθείσῃ πραγματείᾳ τῆς Ἐκ λογίων φιλοσοφίας προστίθησι τοῖς εἰρημένοις λέγων ὧδε· Καὶ μὴν ὅ τι ἑκάστῳ ἐπιτέτακται καὶ τί [καὶ] τίνι αὐτῶν, δεδηλώ-κασιν, ὥσπερ ὁ Διδυμαῖος διὰ τούτων (ἦν δ’ ἡ πεῦσις εἰ δεῖ ὀμόσαι τῷ ἐπάγοντι τὸν ὅρκον)· μητέρι μὲν μακάρων μέλεται Τιτηνίδι Ῥείῃ αὐλοὶ καὶ τυπάνων πάταγοι καὶ θῆλυς ὅμιλος· Παλλάδι δ’ εὐπήληκι μόθοι καὶ δῆρις Ἐνυοῦς· καὶ βαλίαις σκυλάκεσσι βαθυσκοπέλους ἀνὰ πρῶνας θῆρας ὀρειονόμους ἐλάαν Λητωί̈δι κούρῃ· Ἥρῃ δ’ εὐκελάδῳ μαλακὴ χύσις ἠέρος ὑγρῆς·
Β δεδηλωμένοι. Ἔτι δὲ μᾶλλον τοῦτο πιστοῦται ὁ Πλούταρ χος, ἐν οἷς φησι τὰς μυθικὰς ὡς περὶ θεῶν διηγήσεις λόγους εἶναί τινας περὶ δαιμόνων, τά τε παρ' Ελε λησιν αδόμενα γιγαντικά τινα καὶ τιτανικὰ δαιμονικά εἶναι διηγήματα, ὡς καινοτέραν ὑποβάλλειν διάνοιαν. Μήποτε ἄρα τοιαῦτα ἦν τὰ περὶ τῶν πρὸ τοῦ κατα- κλυσμοῦ γιγάντων ἐν τῇ θείᾳ Γραφῇ λεγόμενα ; τά τε περὶ τῶν τούτους γεγεννηκότων, περὶ ὧν εἴρηται - • Ιδόντες δὲ οἱ ἄγγελοι τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἐκ πασῶν ὧν ἐξελέξαντο· ἀφ᾽ ὧν ἐγεννήθησαν εἰ γίγαντες οἱ ὀνομαστοὶ ἐξ αἰῶνος. » Εἴποι γὰρ ἄν τις, τούτους ἐκείνους εἶναι, καὶ τὰ ἐκείνων πνεύματα παρὰ τοῖς μετὰ ταῦτα ἀνθρώποις τεθεοποιημένα και τὰς ἐκείνων μάχας, τάς τε πρὸς ἀλλήλους διαστά σεις, καὶ τοὺς πολέμους, ταῦτ᾽ εἶναι τὰ ὡς περιδ θεῶν μυθευόμενα. Λέγει δ᾽ οὖν ὁ Πλούταρχος ἐν ᾧ συνέταξε λόγῳ περὶ τῶν Κατὰ τὴν Ισιν καὶ τοὺς Αἰγυπτίων θεούς, αὐτοῖς ῥήμασι ταῦτα. Α θοῖς δαίμοσι, μόνοις δὲ τοῖς φαύλοις ἐλάτρευον οἱ ἴσ. γίγνεται. ΚΕΦΑΛΑΙΟΝ Ε'. Περὶ τοῦ λανθανούσας δαιμόνων περιέχειν Ιστο- ρίας τὰς μυθικὰς ὡς περὶ θεῶν διηγήσεις. • Βέλτιον οὖν (88) οἱ περὶ Τυφῶνα, καὶ "Οσιριν καὶ Ἴσιν ἱστορούμενα μήτε θεῶν πάθη μήτε ἀνθρώ πων, ἀλλὰ δαιμόνων μεγάλων εἶναι νομίζοντες, οὓς καὶ Πλάτων και Πυθαγόρας, καὶ Ξενοκράτης, καὶ Χρύσιππος, ἑπόμενοι τοῖς πάλαι θεολόγοις, ἐῤῥωμε νεστέρους ἀνθρώπων λέγουσι γεγονέναι, καὶ πολλῇ τῇ δυνάμει τὴν φύσιν ὑπερφέροντας ἡμῶν· τὸ δὲ θεῖον οὐκ ἀμιγὲς οὐδὲ ἄκρατον ἔχοντας, ἀλλὰ καὶ ψυχῆς φύσει, καὶ σώματος αἰσθήσει συνειληχός, ἡδονὴν δε χομένῃ καὶ ὅσα ταύταις γινόμενα - ταῖς μεταβολαῖς πάθη, τοὺς μὲν μᾶλλον, τοὺς δ᾽ ἧττον ἐπιταράττειν. Γίνονται γὰρ ὡς ἐν ἀνθρώποις καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ κακίας. Τὰ γὰρ γιγαντικὰ καὶ τιτανικά παρ' Έλλησιν αδόμενα, καὶ πολλαί τινες (89) άθε- σμοι πράξεις, καὶ Πυθῶνος ἀντιτάξεις πρὸς Απόλ λωνα, φυγαί τε Διονύσου, καὶ πλάναι Δήμητρος ού δὲν ἀπολείπουσι τῶν Ὀσιριακῶν καὶ Τυφωνιακῶν, ὧν παρὰ πᾶσιν (90) ἀναίδην έξεστι μυθολογουμένων ἀκούειν, ὅσα τε, μυστικοῖς ἱεροῖς παρακαλυπτό EUSEBII CAESARIENSIS OPP. PARS II. - APOLOGETICA. tas damonibus attributos addictosque fuisse com- probavit. Si qui vero inter istos dii censebantur, ut aiunt, natura boni scelestos colere quid attinebat, cum utique a bonis arceri eos expelli- que oporteret? Nam si quos præsides ipsi bonos ac tutelares habuissent, causæ profecto nihil erat, quamobrem eorum numine præsidioque freti dete- riores alios vel nauci facerent, aut vero castis pre- cibus atque votis infestas noxiasque virtutes, non jam obscœnis flagitiosisque carminibus averterent. Jam vero cum istorum nihil prorsus agerent, sed vitæ turpitudine ac petulantia, verborum obscœni- tale, crudarum carnium esu, discerpendis mactan- disque hominibus, sceleratos damones placarent, qui fieri poterat, ut qui ejusmodi rebus scelerato- rum gratiam aucupari conarentur, iidem cum ipso quoque rerum omnium præpotente Deo, aut quæ nusquam ab ejus nutu discedunt, virtutibus, aut omnino cum bonis ullis societatem inirent? Quippe, constat enim apud omnes, qui in eo rerum genere, quæ improbis placeant, operam studiumque ponat, eumdem bonis amicum esse nullo modo posse. Ma- neat igitur, non diis olim bonisve dæmonibus, sed improbis duntaxat populos istos cultum honorenį- que tribuisse. Atque id ipsum Plutarchus certius etiam graviusque confirmat, dum fictas illas non secus ac de diis narrationes, aliud nihil quam puros putos de ipsismet dæmonibus sermones esse testatur, adeoque hujus plane generis esse, quidquid de gigantibus, sive titanibus Græcorum ore scriptisque jactatur: quibus in omnibus secuti nihil isti fuerint, præter aliquam sensuum cogitatio- numque novitatem. Quid si autein ad ea pertinent, quæ de gigantibus eorumque parentibus ante dilu— vium sacræ litteræ hunc in modum commemorant? Videntes autem filii Dei filias hominum, quod essent vulchræ, acceperunt sibi uxores ex omnibus, quas elegerant : ex quibus nati sunt gigantes viri famosi a sæculo ". Facile enim quis dixerit, illos ipsos profanorum hominum gigantas esse quorum animos posteri deorum in numerum classemque retulerint; adeoque mutuas istorum pugnas, dimicationes et bella fabulis iis adumbrata esse, quas tanquam de diis circumferunt. At Plutarchum, in eo, quem De Iside, ac cæteris Ægyptiorum diis scripsit, libello, ipsissimis verbis loquentem audiamus. CAPUT V. Itentes dæmonum historias fabulosis non secus ac de diis narrationibus contineri. C ● Rectius, inquit, existimant, qui quæ vulgatis de Typhone, Osiride et Iside historiis celebrantur, ea non deum aut hominum, sed magnorum dæmo- num affectiones et casus fuisse volunt, quos ipsi quoque Plato, Pythagoras, Xenocrates et Chrysip- pus veteres secuti theologos, hominibus longe va- lentiores fuisse, multisque partibus naturæ nostræ vires superasse testantur. Cæterum genus quod- Jam iis divinitatis attribuunt, non sincerum illud et ab omni mistione secretum, sed ex animæ na- tura corporisque sensu voluptatem pariter laborem- que subeunte temperatum: ex quo fiat, ut quidquid alterna utriusque vicissitudine perturbationis exci- tatur, id alios quidem vehementius, levius autem D alos afficere consueverit. Siquidem ut in homini- bus, sic etiam in dæmonibus sua sunt virtutis im- probitatisque discrimina. Nihil enim admodum, quæ a Græcis de gigantibus ac titanibus jam olim decantata sunt, nec non pleræque res nefarie ge- ss Gen. vi, 2. • n. D, 4. (88) Βέλτιον οὖν. Plutarch. De Iside et Osir., (89) Καὶ πολλαί τινες. Plut., καὶ Κρόνου τινός (20) Παρὰ πᾶσιν. Plut., πᾶσιν tantum.
PG 21:327λήϊα δ’ εὐαλδῆ κομέειν σταχυητρόφα Δηοῖ· Ἴσιδι δ’ αὖ Φαρίῃ, γονίμοις παρὰ χεύμασι Νείλου, μαστεύειν οἴστροισιν ἑὸν πόσιν ἁβρὸν Ὄσιριν. Εἰ δὴ οὖν αὐλοὶ καὶ τυπάνων πάταγοι καὶ θῆλυς ὅμιλος μέλεται τῇ μητρὶ τῶν θεῶν, ἀσκητέον δὴ ταῦτα πάσης ἀρετῆς ἀφεμένους, ὅτι μηδὲν σω-φροσύνης μηδέ τινος ἄλλης θεοφιλοῦς πράξεως μέλεται τῇ προειρημένῃ· ὡς καὶ τῇ Ἀθηνᾷ μόθοι καὶ μάχαι καὶ πόλεμοι, ἀλλ’ οὐκ εἰρήνη καὶ τὰ ἐν εἰρήνῃ πράγματα. καὶ τῇ Λητωί̈δι δὲ κούρῃ, τῇ Ἀρτέμιδι, μελέσθων αἱ βα-λίαι σκύλακες διὰ τὸ κατ’ ἀγροὺς κυνηγὸν οὖσαν τοῖς θηρσὶν πολεμεῖν, ὡς καὶ ταῖς ἄλλαις τὰ κατειλεγμένα. τί οὖν δὴ ταῦτα πρὸς τὸν θεοφιλῆ καὶ μακάριον συντείνοι ἂν βίον; ἐπίσκεψαι δὲ πότερά σοι θείας εἶναι δοκεῖ φύσεως ἢ φαύλης καὶ μοχθηροτάτης τὰ ἑξῆς ἐπιλεγόμενα· η. ΟΤΙ ΜΑΓΓΑΝΕΙΑΙΣ ΚΑΘΕΛΚΕΣΘΑΙ ΤΟΥΣ ΘΕΟΥΣ ΚΑΙ ΠΑΡΑ ΓΝΩΜΗΝ ΑΝΑΓΚΑΖΕΣΘΑΙ ΤΑΙΣ ΑΝΘΡΩΠΙΝΑΙΣ ΒΟΥΛΑΙΣ ΥΠΗΡΕΤΕΙΣΘΑΙ ΟΜΟΛΟΓΟΥΣΙ Λέγει δ’ οὖν ὁ αὐτός· Ὀρθῶς καὶ τοῦτο ὁ Ῥόδιος Πυθαγόρας ἀπεφήνατο, ὅτι οὐχ ἥδονται οἱ κλῃζόμενοι ἐπὶ ταῖς παρουσίαις θεοί, ἀνάγκῃ δέ τινι ἀκολουθίας συρόμενοι παραγίνονται, καὶ οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον. τινὲς δὲ καὶ ἔθος ὥσπερ ποιη-σάμενοι τῆς ἑαυτῶν παρουσίας εὐμαρέστερον φοιτῶσι, καὶ μάλιστα ἐὰν καὶ φύσει ἀγαθοὶ τυγχάνωσιν· οἱ δὲ κἂν ἔθος ἔχωσιν τοῦ παραγίνεσθαι, βλάβην τινὰ προθυμοῦνται ποιεῖν, καὶ μάλιστα ἐὰν ἀμελέστερόν τις δοκῇ ἀναστρέφεσθαι ἐν τοῖς πράγμασιν. τοῦ γὰρ Πυθαγόρου ταῦτ’ εἰρηκότος παρετήρησα ἐκ τῶν λογίων ὡς ἀληθές ἐστιν τὸ εἰρημένον. πάντες γὰρ δι’ ἀνάγκην φασὶν ἀφῖχθαι, οὐχ ἁπλῶς δέ, ἀλλ’ οἷον, εἰ χρὴ οὕτω φάναι, πειθανάγκην. εἴρη-ται δ’ ἐν τοῖς ἔμπροσθεν ἐκεῖνα τὰ τῆς Ἑκάτης, δι’ ὧν φησιν ἐπιφαίνειν· ἠέριον μετὰ φέγγος ἀπείριτον ἀστεροπληθὲς ἄχραντον πολὺ δῶμα θεοῦ λίπον ἠδ’ ἐπιβαίνω γαίης ζῳοτρόφοιο τεῇς ὑποθημοσύνῃσι πειθοῖ τ’ ἀρρήτων ἐπέων, οἷς δὴ φρένα τέρπειν ἀθανάτων ἐδάη θνητὸς βροτός. καὶ πάλιν· ἤλυθον εἰσαί̈ουσα τεῆς πολυφράδμονος εὐχῆς, ἣν θνητῶν φύσις εὗρε θεῶν ὑποθημοσύνῃσιν. καὶ ἔτι σαφέστερον· τίπτε μ’ ἀεὶ θείοντος ἀπ’ αἰθέρος ὧδε χατίζων θειοδάμοις Ἑκάτην με θεὴν ἐκάλεσσας ἀνάγκαις; καὶ ἑξῆς· τοὺς μὲν ἀπορρήτοις ἐρύων ἴυγξιν ἀπ’ αἴθρης ῥηϊδίως ἀέκοντας ἐπὶ χθόνα δῖαν ἄγεσθαι, τοὺς δὲ μέσους μεσάτοισιν ἐπεμβεβαῶτας ἀήταις νόσφι πυρὸς θείοιο, πανομφέας ὥσπερ ὀνείρους, εἰσκρίνεις μερόπεσσιν, ἀεικέα δαίμονας ἔρδων. καὶ πάλιν· ἀλλ’ οἱ μὲν καθύπερθε μετήοροι οὐρανίωνες σπερχόμενοι κούφαισι μεθ’ Ἁρπυίαισι φέρονται· ῥίμφα δὲ θειοδάμοισιν ἐπημύσαντες ἀνάγκαις εἰς χθόν’ ἐπειγομένως Δηώϊον ἀί̈σσουσιν, θνητοῖς ἐσσομένων ὑποφήτορες. καὶ πάλιν ἄλλος ἀναγκαζόμενος ἔφη· κλῦθί μευ οὐκ ἐθέλοντος, ἐπεί μ’ ἐπέδησας ἀνάγκῃ. Ἐπὶ τούτοις πάλιν ὁ συγγραφεύς φησιν· Ἐπεὶ καὶ ἐπανάγκους ἑαυτῶν ἐκδιδόασιν, ὡς δηλώσει ὁ ἀπὸ τοῦ Ἀπόλ-λωνος ἐκδοθεὶς περὶ ἑαυτοῦ ἐπάναγκος. λέγεται δὲ οὕτως· οὔνομ’ ἀναγκαίης τόδε καρτερὸν ἠδ’ ἔτι βριθύ. καὶ ἐπήγαγεν· μόλε δ’ ἐσσυμένως τοισίδε μύθοις, οὓς ἀπ’ ἐμεῖο κραδίης ἀνάγω, ἱεροῖσι τύποις[ι] συνθλιβομένου πυρὸς ἁγνοῦ. τολμᾷ δὲ φύσις ταῦτα προφαίνειν τῆς σῆς γενέθλης, ἄμβροτε Παιάν. καὶ πάλιν ὁ Ἀπόλλων· ῥεῦμα τὸ Φοιβείης ἀπονεύμενον ὑψόθεν αἴγλης πνοιῇ ὑπὸ λιγυρῇ κεκαλυμμένον ἠέρος ἁγνοῦ, θελγόμενον μολπαῖσι καὶ ἀρρήτοις ἐπέεσσιν κάππεσεν ἀμφὶ κάρηνον ἀμωμήτοιο δοχῆος λεπταλέων ὑμένων· μαλακὸν δ’ ἐνέπλησε χιτῶνα, ἀμβολάδην διὰ γαστρὸς ἀνεσσύμενον παλίνορσον· αὐλοῦ δ’ ἐκ βροτέοιο φίλην ἐτεκνώσατο φωνήν. Τούτοις ὁ συγγραφεὺς ἐπιλέγει· Τούτων οὔτε σαφέστερα οὔτε θεϊκώτερα καὶ φυσικώτερα γένοιτ’ ἄν. πνεῦμα γὰρ τὸ κατιὸν καὶ ἀπόρροια ἐκ τῆς ἐπουρανίου δυνάμεως εἰς ὀργανικὸν σῶμα καὶ ἔμψυχον εἰσελθοῦσα, βάσει χρωμένη τῇ ψυχῇ, διὰ τοῦ σώματος ὡς ὀργάνου φωνὴν ἀποδίδωσιν. Ἀλλ’ ὅτι μὲν ἀναγκάζονται, ἱκανὰ καὶ ταῦτα παραστῆσαι. ὅτι δὲ καὶ ἀξιοῦσιν ἀπολυθῆναι, ὡς οὐκ ἐπ’ αὐτοῖς τῆς ἀναχωρήσεως κειμένης, μάθοις ἂν ἐκ τούτων· θ. ΟΤΙ ΟΥΔΕ ΑΦ’ ΕΑΥΤΩΝ ΑΝΑΧΩΡΕΙΝ ΔΥΝΑΝΤΑΙ Ὅτι δὲ σπεύδουσιν ἀναχωρεῖν οἱ κληθέντες θεοί, δηλώσει τὰ τοιαῦτα, λεγόντων· λύετε λοιπὸν ἄνακτα, βροτὸς θεὸν οὐκέτι χωρεῖ. καὶ πάλιν· τίπτ’ ἐπιδευόμενοι δηρὸν βροτὸν αἰκίζεσθε; καὶ πάλιν· ἕρπε καὶ ὀτραλέως ἐπιέρχεο, τόνδε σαώσας. καὶ πῶς ἀπολύειν αὐτοὺς χρή, αὐτὸς διδάξει λέγων· παύεο δή, περίφρων, ὀάρων, ἀνάπαυε δὲ φῶτα, θάμνων ἐκλύων πολιὸν τύπον ἠδ’ ἀπὸ γυίων Νειλαίην ὀθόνην χερσὶ στιβαρῶς ἀπαείρας. καὶ τὴν ἀπόλυσιν εἶπεν· ὑψίπρῳρον αἶρε ταρσόν, ἴσχε βάξιν ἐκ μυχῶν, καὶ τὰ τούτοις ἐπιλελεγμένα. οἷς ἐπιφέρει· καὶ βραδυνόντων ἀπολῦσαι φησίν· σινδόνος ἀμπέτασον νεφέλην λῦσόν τε δοχῆα. καὶ πάλιν ἄλλοτε ἀπόλυσιν ἔδωκεν τοιαύτην· Ναϊάδες Νύμφαι, Μούσαις μίγα λύετε Φοῖβον ᾄδουσαι θείαις ἑκατηβόλον Ἀπόλλωνα. καὶ πάλιν ἄλλοτέ φησιν· λύσατέ μοι στεφάνους καί μευ πόδας ὕδατι λευκῷ ῥάνατε καὶ γραμμὰς ἀπαλείψατε, καί κε μόλοιμι. χειρὸς δεξιτερῆς δάφνης κλάδον ἄρατε χερσὶν ψήχετέ τ’ ὀφθαλμοὺς διδύμους ῥῖνάς τε προσώπου· ἄρατε φῶτα γαίηθεν ἀναστήσαντες, ἑταῖροι. Οἷς ἐπιλέγει ὁ συγγραφεύς· Τὰς γραμμὰς τοίνυν παρακελεύεται ἀπαλείφειν, ἵνα ἀπέλθῃ· ταύτας γὰρ κρατεῖν καὶ μέντοι καὶ τὸ ἄλλο σχῆμα τῆς ἐνδύσεως, διὰ τὸ φέρειν εἰκονί-σματα τῶν κεκλημένων θεῶν. Δεδεῖχθαι σαφῶς ἡγοῦμαι διὰ τούτων ὅτι μηδὲν τὸ καθόλου θεοπρεπὲς μήτε μέγα μήτε ἀληθῶς θεῖον ἔνεστι τοῖς εἰς τοσοῦτον ταπεινότητος κατα-πεπτωκόσιν πνεύμασιν, ὡς τοῖς τυχοῦσιν ἀνθρώποις ὑποσύρεσθαι καθέλκε-σθαί τε οὐ δι’ ἀρετῆς καὶ σοφίας ἀνάληψιν, ἀλλ’ εἰ μόνον τὰ τῆς περιέργου γοη-τείας μετέλθοιέν τε καὶ διαπράξοιντο. οὔτ’ οὖν ὀρθῶς ὁ Ῥόδιος Πυθαγό-ρας οὔθ’ ὁ τούτῳ ταύτην παρασχὼν τὴν μαρτυρίαν οὔθ’ ὁστισοῦν ἀνθρώπων θεοὺς προσείποι ἂν εὐλόγως, ἀλλ’ οὐδ’ ἀγαθοὺς δαίμονας τοὺς ὑπὸ θνητῶν ἀνθρώπων, καὶ ταῦτα γοήτων, οὐ κατὰ γνώμην οἰκείαν, βίᾳ δὲ καὶ ἀνάγκῃ συρομένους καὶ μηδὲ τῆς τῶν δεσμῶν ἀπολύσεως τὴν ἐξουσίαν ἐφ’ ἑαυτοῖς ἔχοντας. εἰ γὰρ δὴ ἀβίαστον καὶ ἀκατανάγκαστον καὶ πάντων κρεῖτ-τον τὴν φύσιν ἀπαθὲς ὂν καὶ ἐλεύθερον τὸ θεῖον, πῶς ἂν εἶεν θεοὶ [οἱ] μαγγα-νείαις ταῖς διὰ τοιῶνδε σχημάτων καὶ γραμμῶν καὶ τύπων στεφάνοις τε καὶ τοῖς ἀπὸ γῆς ἄνθεσι καί τισιν ἄλλαις ἀσήμοις καὶ βαρβάροις ἠχαῖς τε καὶ φω-ναῖς κηλούμενοι καὶ τοῖς τυχοῦσιν ἀνθρώποις χειρούμενοι καὶ ὡσπερεὶ δεσμοῖς καταδουλούμενοι, ὥστε μηδὲ τὴν αὐτεξούσιον καὶ προαιρετικὴν σῴζειν ἐφ’ ἑαυτοῖς δύναμιν; πῶς δὲ κἂν ἀγαθοὶ δαίμονες λεχθεῖεν βίᾳ καὶ ἀνάγκῃ κατασπώμενοι; τί γὰρ τὸ αἴτιον τοῦ ἄκοντας, οὐχὶ δὲ αὐτεξουσίους σφᾶς αὐ-τοὺς τοῖς βοηθείας δεομένοις ἐπιδιδόναι; εἰ γὰρ ἐπ’ ἀγαθῷ ποιοῦνται τὴν πάροδον ἀγαθοὶ ὄντες καὶ εἴπερ τις ἦν ἐξ αὐτῶν ψυχῆς ὠφέλεια, χρῆν δήπου προαιρέσει τὸ ἀγαθὸν ἀσπάζεσθαι, φθάνοντας ταῖς εὐποιίαις τοὺς δεομένους, ἀλλὰ μὴ περιμένειν ἀνάγκην· εἰ δ’ οὐ καλὸν ἦν οὐδ’ ὠφελοῦν τὸ πρατ-
PG 21:331τόμενον, διὸ μηδὲ κατὰ γνώμην αὐτοῖς γίνεσθαι, καὶ πῶς ἂν ἀγαθοὶ εἶεν, τὸ μὴ καλὸν μηδὲ συμφέρον πράττοντες; πῶς δὲ θαυμάζεσθαι ἄξιοι καὶ θερα-πείαις θεῶν τιμᾶσθαι οἱ καὶ τοῖς τυχοῦσι γόησι τὸν τρόπον πανωλεστάτοις καταδουλούμενοι καὶ τὸ μὴ καλὸν μηδὲ συμφέρον παρὰ γνώμην πράττειν ἀναγκαζόμενοι ἀγόμενοί τε καὶ καθελκόμενοι, οὐ δι’ ἀποδοχὴν σωφροσύνης ἀνθρώπων οὐδὲ ἀρετῆς χάριν ἤ τινος μέρους φιλοσοφίας, μεθόδοις δὲ γοή-των ἀπειρημέναις, ἃς ὁ αὐτὸς αὖθις συγγραφεὺς ἐν τῇ πρὸς τὸν εἰρημένον Αἰγύπτιον ἐπιστολῇ, ὡς ἂν προφήτῃ τἀληθῆ καὶ ἀπόρρητα κοινούμενος, τέθειται, τοὺς λόγους, καθ’ οὓς ταῦτα συντελοῦσιν, ἀξιῶν παρ’ αὐτοῦ δι-δαχθῆναι; πυνθάνεται γοῦν ὧδέ πως ἀπορῶν καὶ λέγων· ι. ΟΠΟΙΑΙΣ ΜΕΘΟΔΟΙΣ ΟΙ ΘΑΥΜΑΣΙΟΙ ΑΥΤΩΝ ΘΕΟΙ ΤΟΙΣ ΓΟΗΣΙΝ ΥΠΟΤΑΤΤΟΝΤΑΙ Πάνυ δέ με θράττει πῶς ὡς κρείττους παρακαλούμενοι ἐπιτάττονται ὡς χείρους καὶ δίκαιον εἶναι ἀξιοῦντες τὸν θεράποντα τὰ ἄδικα αὐτοὶ κελευ-σθέντες δρᾶν ὑπομένουσιν καὶ καθαρῷ μὲν μὴ ὄντι ἐξ ἀφροδισίων οὐκ ἂν καλοῦντι ὑπακούσαιεν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσιν. καὶ ἀπὸ ἐμψύχων μὲν ἀποχῆς κελεύουσιν δεῖν εἶναι τοὺς ὑπο-φήτας, ἵνα μὴ τοῖς ἀπὸ τῶν σωμάτων ἀτμοῖς χραίνωνται (αὐτοὶ δὲ ἀτμοῖς τοῖς ἀπὸ θυσιῶν μάλιστα δελεάζονται), καὶ νεκροῦ μὲν ἀθιγῆ δεῖν εἶναι τὸν ἐπόπτην, διὰ νεκρῶν δὲ τὰ πολλὰ ζῴων αἱ θεαγωγίαι ἐκτελοῦνται. πολλῷ δὲ τούτων ἀλογώτερον τὸ μὴ δαίμονι, εἰ τύχοι, ἢ ψυχῇ τεθνηκότος, αὐτῷ δὲ τῷ βασιλεῖ Ἡλίῳ ἢ Σελήνῃ ἤ τινι τῶν κατ’ οὐρανὸν ἄνθρωπον τῷ τυχόντι ὑποχείριον ἀπειλὰς προσφέροντα ἐκφοβεῖν, ψευδόμενον ἵν’ ἐκεῖνοι ἀληθεύσωσι. τὸ γὰρ λέγειν ὅτι τὸν οὐρανὸν προσαράξει καὶ τὰ κρυπτὰ τῆς Ἴσιδος ἐκ-φανεῖ καὶ τὸ ἐν Ἀβύδῳ ἀπόρρητον δείξει καὶ τὴν βᾶριν στήσει καὶ τὰ μέλη τοῦ Ὀσίριδος διασκεδάσει τῷ Τυφῶνι, τίνα οὐχ ὑπερβολὴν ἐμπληξίας μὲν τῷ ἀπειλοῦντι ἃ μήτε οἶδεν μήτε δύναται, καταλείπει, ταπεινότητος δὲ τοῖς δεδοι-κόσιν οὕτως κενὸν φόβον καὶ πλάσματα, ὡς κομιδῆ παῖδες ἀνόητοι; καίτοι καὶ Χαιρήμων ὁ ἱερογραμματεὺς ἀναγράφει ταῦτα, ὡς καὶ παρ’ Αἰγυπτίοις θρυ-λούμενα, καὶ ταῦτά φασιν εἶναι καὶ τὰ τοιαῦτα βιαστικώτατα. αὐταὶ δὲ αἱ εὐχαὶ τίνα ἔχουσιν λόγον, τὸν ἐξ ἰλύος ἀναφανέντα λέγουσαι καὶ ἐπὶ τῷ λωτῷ καθήμενον καὶ ἐπὶ πλοίου ναυτιλλόμενον καὶ καθ’ ὥραν τὰς μορφὰς ἀμείβοντα καὶ κατὰ ζῴδιον μετασχηματιζόμενον; οὕτω γάρ φασιν αὐτοπτεῖσθαι, ἀγνοοῦν-τες ὅτι τὸ ἴδιον πάθος τῆς αὑτῶν φαντασίας ἐκείνῳ περιάπτουσιν. εἰ δὲ συμβολικῶς λέγεται ταῦτα, τῶν ἐκείνου δυνάμεων ὄντα σύμβολα, τὴν ἑρμη-νείαν τῶν συμβόλων εἰπάτωσαν. δῆλον γὰρ ὡς εἰ τοῦ ἡλίου ἦν τὸ πάθος, κα-θάπερ ἐν ταῖς ἐκλείψεσιν, πᾶσιν ἂν ὤφθη ταὐτὸν τοῖς εἰς αὐτὸν ἀτενίζουσιν. τί δὲ καὶ τὰ ἄσημα βούλεται ὀνόματα καὶ τῶν ἀσήμων τὰ βάρβαρα πρὸ τῶν ἑκάστῳ οἰκείων; εἰ γὰρ πρὸς τὸ σημαινόμενον ἀφορᾷ τὸ ἀκοῦον, αὐτάρκης ἡ αὐτὴ μένουσα ἔννοια δηλῶσαι, κἂν ὁποιονοῦν ὑπάρχῃ τοὔνομα. οὐ γάρ που καὶ ὁ καλούμενος Αἰγύπτιος ἦν τῷ γένει· εἰ δὲ καὶ Αἰγύπτιος, ἀλλ’ οὔ τί γε Αἰγυπτίᾳ χρώμενος φωνῇ οὐδ’ ἀνθρωπείᾳ ὅλως χρώμενος. ἢ γὰρ γοήτων ἦν ταῦτα πάντα τεχνάσματα καὶ προκαλύμματα διὰ τῶν ἐπιφημιζομένων τῷ θείῳ τῶν περὶ ἡμᾶς γινομένων παθῶν, ἢ λελήθαμεν ἐναντίας ἐννοίας ἔχοντες περὶ τοῦ θείου ἢ αὐτὸ τῷ ὄντι διάκειται. Ταῦτα εἰπὼν πάλιν ἀπορεῖ πρὸς τὸν Αἰγύπτιον λέγων· Εἰ δὲ οἱ μὲν ἀπαθεῖς, οἱ δὲ ἐμπαθεῖς, οἷς διὰ τούτων φαλλούς φασιν ἑστάναι καὶ ποιεῖσθαι αἰσχρορρημοσύνας, μάταιοι αἱ θεῶν κλήσεις ἔσονται, προσκλήσεις αὐτῶν ἐπαγγελλόμεναι καὶ μήνιδος ἐξιλάσεις καὶ ἐκθύσεις, καὶ ἔτι μᾶλλον αἱ λεγόμεναι ἀνάγκαι θεῶν. ἀκήλητον γὰρ καὶ ἀβίαστον καὶ ἀκατ-ανάγκαστον τὸ ἀπαθές. Καὶ πάλιν ἑξῆς ἐπιλέγει· Μάτην αὐτοῖς ἡ σοφία ἐξήσκηται, περὶ δραπέτου εὑρέσεως ἢ χωρίου ὠνῆς ἢ γάμου, εἰ τύχοι, ἢ ἐμπορίας τὸν θεῖον νοῦν ἐνοχλήσασιν. εἰ δ’ οὐ παρεῖται μέν, οἱ δὲ συνόντες περὶ μὲν τῶν ἄλλων τἀληθέστατα λέγουσιν, περὶ δὲ εὐδαι-μονίας οὐδὲν ἀσφαλὲς οὐδ’ ἐχέγγυον, οὐκ ἦσαν ἄρα οὔτε θεοὶ οὔτε ἀγαθοὶ δαίμονες, ἀλλ’ ἢ ἐκεῖνος ὁ λεγόμενος πλάνος. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον καὶ ἀπὸ ταύτης προκείσθω τῆς τοῦ Πορ-φυρίου γραφῆς. καὶ μὴν καὶ διδάσκαλοί γε τῆς κακοτέχνου γοητείας αὐτοὶ δὴ πρῶτοι οἱ γενναῖοι θεοὶ κατέστησαν. πόθεν γὰρ ἀνθρώποις ταῦτα παρῆν εἰδέναι ἢ τῶν δαιμόνων αὐτῶν τὰ περὶ ἑαυτῶν ἐξειπόντων καὶ τοὺς καταδέσμους τοὺς κατ’ ἀλλήλων ἐξηγορευκότων; μηδὲ τοῦτον δὲ ἡμέτερον εἶναι ἡγοῦ τὸν λόγον· οὐδὲν γὰρ τούτων ἡμεῖς ὁμολογοῦμεν οὔτ’ ἐπίστασθαι οὔτε θέλειν εἰδέναι. πλὴν εἰς ἔλεγχον τῆς περὶ ταῦτα ἀτοπίας καὶ εἰς ἡμετέ-ραν ὁμοῦ τῆς τούτων ἀναχωρήσεως ἀπολογίαν ὁ τούτων ἡμῖν παρεισήχθω μάρτυς, σοφὸς ὢν ἐν τοῖς γνωρίμοις καὶ πάντα ἀκριβῶς τὰ οἰκεῖα εἰδώς τε καὶ ὑποτιθέμενος. ὁ δὴ οὖν αὐτὸς ἐν τῇ δηλωθείσῃ τῶν λογίων συναγωγῇ ταῦτα λέγει πρὸς λέξιν· ια. ΟΤΙ ΟΙ ΔΑΙΜΟΝΕΣ ΟΥΣ ΔΗ ΘΕΟΥΣ ΥΠΕΙΛΗΦΑΣΙΝ ΑΝΘΡΩΠΟΥΣ ΕΔΙΔΑΞΑΝ ΤΑΣ ΟΙΚΕΙΑΣ ΠΕΡΙΕΡΓΙΑΣ Οὐ μόνον δὲ τὴν πολιτείαν αὐτῶν αὐτοὶ μεμηνύκασιν καὶ τὰ ἄλλα τὰ εἰρημένα, ἀλλὰ καὶ τίσι χαίρουσι καὶ κρατοῦνται ὑπηγόρευσαν, καὶ μὴν καὶ τίσιν ἀναγκάζονται τίνα τε δεῖ θύειν καὶ ἐκ ποίας ἡμέρας ἐκτρέπεσθαι τό τε σχῆμα τῶν ἀγαλμάτων ποταπὸν δεῖ ποιεῖν αὐτοί τε ποίοις σχήμασιν φαί-νονται ἔν τε ποίοις διατρίβουσιν τόποις· καὶ ὅλως ἓν οὐδέν ἐστιν ὃ μὴ παρ’ αὐτῶν μαθόντες ἄνθρωποι οὕτως αὐτοὺς ἐτίμησαν. πολλῶν δ’ ὄντων ἃ τού-των ἐστὶ παραστατικά, ὀλίγα ἐκ τῶν πολλῶν παραθησόμεθα, ἵνα μὴ ἀμάρτυ-ρον τὸν λόγον καταλείπωμεν. ιβ. ΟΤΙ ΚΑΙ ΤΑ ΑΓΑΛΜΑΤΑ ΜΑΓΙΚΩΣ ΑΥΤΟΙ ΚΑΤΑΣΚΕΥΑΖΕΙΝ ΕΔΙΔΑΞΑΝ Ὅτι δὲ καὶ τὰ ἀγάλματα αὐτοὶ ὑπέθεντο πῶς χρὴ ποιεῖν καὶ ἐκ ποίας ὕλης, δηλώσει τὰ τῆς Ἑκάτης ἔχοντα τοῦτον τὸν τρόπον· ἀλλὰ τέλει ξόανον, κεκαθαρμένον ὥς σε διδάξω· πηγάνου ἐξ ἀγρίοιο δέμας ποίει ἠδ’ ἐπικόσμει ζῴοισιν λεπτοῖσι, κατοικιδίοις σκαλαβώταις· σμύρνης καὶ στύρακος λιβάνοιό τε μίγματα τρίψας σὺν κείνοις ζῴοισι καὶ αἰθριάσας ὑπὸ μήνην αὔξουσαν, τέλει αὐτὸς ἐπευχόμενος τήνδ’ εὐχήν. Εἶτ’ ἐξέδωκεν εὐχὴν ἐδίδαξέν τε πόσους ληπτέον σκαλαβώτας· ὅσσαι μορφαί μοι τόσσοις ζῴοις σε κελεύω καὶ σφόδρα ταῦτα τελεῖν, δάφνης δέ μοι αὐτογενέθλου οἴκου ἐμοῦ χώρημα ποιεῖν· καὶ ἀγάλματι πολλὸν κείνῳ ἐπευχόμενος δι’ ὕπνων ἐμέ τοι ἀναθρήσεις. καὶ πάλιν ἄλλοτε ἄγαλμα αὐτῆς ἐξέδωκε τοιοῦτον. ιγ. ΟΤΙ ΚΑΙ ΤΑΣ ΜΟΡΦΑΣ ΤΩΝ ΞΟΑΝΩΝ ΑΥΤΟΙ ΚΑΤΕΔΕΙΞΑΝ Καὶ περὶ τῶν σχημάτων ὅπως φαντάζονται αὐτοὶ μεμηνύκασιν, ἀφ’ ὧν καὶ τὰ ἀγάλματα οὕτω καθιδρύνθη. λέγει γοῦν ὁ Σάραπις ἰδὼν τὸν Πᾶνα περὶ ἑαυτοῦ· φαιδρὴ μὲν κατὰ δῶμα θεοῦ καταλάμπεται αὐγή· ἦλθε γάρ, ἠντεβόλησε θεὸς μέγας· εἶδεν ἐμεῖο κάρτος ἀμαιμάκετον, λαμπηδόνα φλογμοτύραννον, βόστρυχον ἐκ κεφαλῆς νεάτης χαροποῖσι μετώποις ἀμφὶς ἰαινόμενον πλοχμοῖς θ’ ἱεροῖσι γενείου. Καὶ ὁ Πὰν ὕμνον περὶ ἑαυτοῦ ἐκδιδοὺς ἐδίδαξεν λέγων οὕτως· εὔχομαι βροτὸς γεγὼς
PG 21:339Πανὶ συμφύτῳ θεῷ, δισσοκέρατι, δισσόποδι, τραγοσκελεῖ, τρυφῶντι καὶ τὰ ἀκόλουθα. καὶ τῆς Ἑκάτης δὲ ταῦτα περὶ αὑτῆς λεγούσης τέθειται· ἤδη μοι σύ γε πάντα ποίει· ξόανον δὲ ἐν αὐτῷ μορφή μοι πέλεται Δημήτερος ἀγλαοκάρπου, εἵμασι παλλεύκοις, περὶ ποσσὶ δὲ χρυσοπέδιλος· ἀμφὶ δὲ τῇ ζώνῃ δολιχοὶ προθέουσι δράκοντες, ἴχνεσιν ἀχράντοισιν ἐφερπύζοντες, ἄνωθεν αὐτῆς ἐκ κεφαλῆς ἀρτώμενοι ἐς πόδας ἄκρους, σπειρηδὸν περὶ πᾶσαν ἑλισσόμενοι κατὰ κόσμον. ὕλη δέ, φησίν, ἢ Παρίοιο λίθου, ἢ εὐξέστου ἐλέφαντος. ιδ. ΟΤΙ ΚΑΙ ΜΑΓΕΥΕΙΝ ΠΡΟΤΡΕΠΟΥΣΙΝ Ἐμφαίνουσι δὲ πολλαχοῦ οἱ θεοὶ καὶ ἃ προλέγουσιν προσημαίνοντες τῷ ἑκάστου γινώσκειν τὴν τῆς γενέσεως σύστασιν, ὥστ’ εἶναι αὐτούς, εἰ χρὴ οὕτω φάναι, ἄκρους τε μάγους καὶ ἄκρους γενεθλιαλόγους. Καὶ πάλιν ἐν χρησμοῖς ἔφη τὸν Ἀπόλλωνα εἰπεῖν· κλῄζειν Ἑρμείην ἠδ’ Ἠέλιον κατὰ ταὐτὰ ἡμέρῃ Ἠελίου, Μήνην δ’ ὅτε τῆσδε παρείη, ἠδὲ Κρόνον καὶ Ῥέαν ἠδ’ ἑξείης Ἀφροδίτην κλήσεσιν ἀφθέγκτοις, ἃς εὗρε μάγων ὄχ’ ἄριστος, τῆς ἑπταφθόγγου βασιλεύς, ὃν πάντες ἴσασιν· Ὀστάνην λέγεις εἰπόντων ἐπήγαγε· καὶ σφόδρα· καὶ καθ’ ἕκαστον ἀεὶ θεὸν ἑπτάκι φωνεῖν. Ὁ δ’ αὐτὸς καὶ ταῦτα παρατίθησιν· Ἔστι δὲ σύμβολα μὲν τῆς Ἑκάτης κηρὸς τρίχρωμος, ἐκ λευκοῦ καὶ μέλανος καὶ ἐρυθροῦ συνεστώς, ἔχων τύπον Ἑκάτης φερούσης μάστιγα καὶ λαμπάδα καὶ ξίφος, περὶ ἣν εἱλείσθω δράκων· Οὐρανοῦ δὲ ἀστέρες οἱ θαλάττιοι πρὸ τῶν θυρῶν πεπατταλευμένοι. ταῦτα γὰρ οἱ θεοὶ αὐτοὶ μεμηνύκασι διὰ τούτων· λέγει δὲ ὁ Πάν· τούσδε δ’ αὖ ἐλαύνετε, κηρὸν ἐν πυρὸς μένει θέντες αἰόλου χροός· λευκὸς ἔστω καὶ μέλας καὶ τὸ πῦρ φαεσφόρον ἄνθρακος πεφλεγμένου, δεῖμα νερτέρων κυνῶν, γλύμμα δεινὸν Ἑκάτης· λαμπὰς ἔστω πρὸς χέρας καὶ ξίφος τὸ ποίνιμον καὶ δράκων περισταλὴς ἅμμασιν Κόρην κρατῶν, δεινὸν ἀμφὶ κρᾶτα θείς, αἰόλη τε κλεὶς ὁμοῦ καὶ τὸ δαιμόνων κράτος μάστιγος ψόφος πολύς. Διὰ τούτων καὶ τῶν τούτοις ὁμοίων ὁ γενναῖος Ἑλλήνων φιλόσοφος, ὁ θαυμαστὸς θεολόγος, ὁ τῶν ἀπορρήτων μύστης, τὴν ἐκ λογίων φιλοσοφίαν ὡς ἀπόρρητα θεῶν περιέχουσαν λόγια παραφαίνει, ἄντικρυς τῆς πονηρᾶς καὶ δαιμονικῆς ἀληθῶς δυνάμεως ἐξαγορεύων τὰς κατ’ ἀνθρώπων ἐνέδρας. τί γὰρ ἂν γένοιτο βιωφελὲς ἀνθρώποις ἐκ τῆς κακοτέχνου γοητείας; τί δ’ ἂν ἔχοι θεοφιλὲς ἡ τῶν ἀψύχων ξοάνων περιεργία; ποίας δ’ εἰκὼν γένοιτ’ ἂν ἐνθέου δυνάμεως ἡ τῶν τοιῶνδε σχημάτων μόρφωσις; τί δ’ οὐ μᾶλλον φιλοσοφεῖν περὶ ἡμᾶς ἢ μαγεύειν καὶ τὰ ἀπειρημένα διώκειν συμβουλεύειν ἐχρῆν, τοῦ κατ’ ἀρετὴν καὶ φιλοσοφίαν τρόπου πρὸς εὐδαίμονα καὶ μακάριον αὐτάρκους τυγχάνοντος βίον; ὁ δὲ ἐπιτείνων τὸν οἰκεῖον ἔλεγχον προστίθησι τοῖς εἰρημένοις καὶ ταῦτα· ιε. ΟΤΙ ΚΑΙ ΤΑΣ ΑΨΥΧΟΥΣ ΥΛΑΣ ΦΙΛΟΥΣΙΝ Ὅτι δὲ φιλοῦσι τὰ σύμβολα τῶν χαρακτήρων, ἡ Ἑκάτη παραβάλ-λουσα πρὸς ἃ φιλοῦσιν οἱ ἄνθρωποι μεμήνυκε διὰ τούτων· τίς βροτὸς οὐ πεπόθηκε χαρακτῆρας ὀπάσασθαι χαλκοῦ καὶ χρυσοῦ καὶ ἀργύρου αἰγλήεντος; τίς δὲ τάδ’ οὐ φιλέει τῶν δὴ καθύπερθεν ἐφεστώς, εἰς ἓν ἀγειρόμενος εἴρω[ν] πολυμοιρέα φωτῶν; οὐ μόνον δ’ ὅτι φίλοι οἱ χαρακτῆρες δεδήλωκεν, ἀλλ’ ὅτι καί, ὅπερ ἔφαμεν, αὐτοὶ περιγράφονται καί εἰσιν οἷον ἐν ἱερῷ χωρίῳ τῇ ὑποκειμένῃ εἰκόνι· οὐ γὰρ ἐπὶ γῆς ὀχεῖσθαι, ἀλλ’ ἐπὶ γῆς ἱερᾶς ἐδυνήθησαν· ἱερὰ δὲ ἡ εἰκόνα φέρουσα θεοῦ, ἧς ἀρθείσης λέλυται τὸ κρατοῦν ἐπὶ γῆς τὸ θεῖον. Διὰ δὴ τούτων ἁπάντων ἡγοῦμαι σαφῶς ἐληλέγχθαι ὡς ἄρα περίγειοί τινες καὶ φιλοπαθεῖς δαίμονες ἥλωσαν αὐτῶν ὄντες οἱ θεοί· διό μοι δοκῶ σώφρονι λογισμῷ τὴν ἀποστροφὴν αὐτῶν πεποιῆσθαι. ὁρᾷς γοῦν ὡς κρατεῖν αὐτοὺς ἔν τισι γῆς χωρίοις τοὺς κατὰ μαγείαν φασὶ τύπους καὶ τοὺς τοιούσδε χαρακτῆρας, δέον, εἴπερ ἄρα θεῖόν τι ἦν ἀληθῶς, μηδ’ ἀλλαχῆ πη ἐπιβαίνειν ἢ ἐν μόνῃ ψυχῆς διανοίᾳ, καὶ ταύτῃ παντὸς ῥύπου καὶ πάσης κηλῖδος κεκαθαρμένῃ σωφροσύνῃ τε καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς κεκοσμημένῃ. τούτων γὰρ ἐν ἀνθρώπου ψυχῇ ὡς ἂν ἀληθῶς ἱερῷ χωρίῳ προϋποκειμένων, εἰκότως ἂν ἐπέλθοι θείου πνεύματος παρουσία· οὐδ’ ἂν ἦν ἔτι χρεία τῆς κακοτέχνου γοητείας τῶν εἰς ὑποδοχὴν τοῦ θείου κατὰ τὴν ἐνάρετον καὶ φιλόθεον ψυχὴν προηυτρεπισμένων. ὥστε διαρ-ρήδην ἐξ ἁπάντων τούτων περιγείους τινὰς ἁλίσκεσθαι φιλοπαθεῖς τε καὶ φιλοσωμάτους ὑπάρχειν δαίμονας τοὺς περὶ ὧν ἡμῖν ὁ προκείμενος τυγχάνει λόγος· ἀλλὰ γὰρ ἑξῆς τούτοις ἄκουε οἷα ὁ αὐτὸς συγγραφεὺς περὶ τοῦ ἐκλε-λοιπέναι αὐτῶν τὰ βοώμενα χρηστήρια ἐν τοῖς αὐτοῖς τίθησι τοῦτον τὸν τρόπον· ι. ΠΕΡΙ ΤΩΝ ΕΚΛΕΛΟΙΠΟΤΩΝ ΧΡΗΣΤΗΡΙΩΝ ΑΥΤΟΣ Ο ΑΠΟΛΛΩΝ ΕΧΡΗΣΕ ΤΑΔΕ Ἀμφὶ δὲ Πυθὼ καὶ Κλαρίην, μαντεύματα Φοίβου, αὐδήσει φάτις ἡμετέρη θεμιτώδεσιν ὀμφαῖς. μυρία μὲν γαίης μαντήια θέσκελα νώτῳ ἐβλύσθη πηγαί τε καὶ ἄσθματα δινήεντα· καὶ τὰ μὲν ἂψ χθονίοισιν ὑπαὶ κόλποισιν ἔδεκτο αὐτὴ γαῖα χανοῦσα, τὰ δ’ ὤλεσε μυρίος αἰών. μούνῳ δ’ Ἠελίῳ φαεσιμβρότῳ εἰσέτ’ ἔασιν ἐν Διδύμων γυάλοις Μυκαλήϊον ἔνθεον ὕδωρ Πυθῶνός τ’ ἀνὰ πέζαν ὑπαὶ Παρνάσιον αἶπος καὶ κραναὴ Κλαρίη, τρηχὺ στόμα φοιβάδος ὀμφῆς. Νικαεῦσι δὲ χρῶν ἔφη· Πυθῷον δ’ οὐκ ἔστιν ἀναρρῶσαι λάλον ὀμφήν· ἤδη γὰρ δολιχοῖσιν ἀμαυρωθεῖσα χρόνοισι βέβληται κληῖδας ἀμαντεύτοιο σιωπῆς. ῥέξατε δ’ ὡς ἔθος ἐστὶ θεόπροπα θύματα Φοίβῳ. Τούτοις κατὰ καιρὸν ἐνταῦθα προσήκει καὶ τὰ Πλουτάρχου προσθεῖ-ναι ἀφ’ οὗ πεποίηται συγγράμματος Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων· Παυσαμένου δὲ τοῦ Ἀμμωνίου, Μᾶλλον, ἔφην ἐγώ, περὶ τοῦ μαντείου δίελθε ἡμῖν, ὦ Κλεόμβροτε· μεγάλη γὰρ ἡ παλαιὰ δόξα τῆς ἐκεῖ θεότητος, τὰ δὲ νῦν ἔοικεν ἀπομαραίνεσθαι. τοῦ δὲ Κλεομβρότου σιωπῶντος καὶ κάτω βλέποντος ὁ Δημήτριος οὐδὲν ἔφη δεῖν περὶ τῶν ἐκεῖ πυνθάνεσθαι καὶ διαπορεῖν, τὴν ἐνταῦθα τῶν χρηστηρίων ἀμαύρωσιν, μᾶλλον δὲ πλὴν ἑνὸς ἢ δυεῖν ἁπάντων ἔκλειψιν ὁρῶντας, ἀλλὰ κοινῇ σκοπεῖν δι’ ἣν αἰτίαν οὕτως ἐξησθέ-νηκε. τὰ γὰρ ἄλλα τί δεῖ λέγειν, ὅπου γε τὴν Βοιωτίαν ἕνεκα χρηστη-ρίων πολύφωνον οὖσαν ἐν τοῖς πρότερον χρόνοις νῦν ἐπιλέλοιπεν κομιδῆ, καθ-άπερ νάματα, καὶ πολὺς ἐπέσχεν μαντικῆς αὐχμὸς τὴν χώραν. οὐδαμοῦ γὰρ ἀλλαχόθι νῦν ἢ περὶ Λεβάδειαν ἡ Βοιωτία παρέχει τοῖς χρῄζουσιν ἀρύσασθαι μαντικῆς· τῶν δ’ ἄλλων τὰ μὲν σιγή, τὰ δὲ παντελὴς ἐρημία κατέσχηκεν. Ἔτι πρὸς τούτοις ὁ αὐτὸς περὶ τοῦ καὶ θνήσκειν αὐτῶν τοὺς δαίμονας ταῦτα γράφει· ιζ. ΠΕΡΙ ΤΟΥ ΚΑΙ ΘΝΗΣΚΕΙΝ ΤΟΥΣ ΔΑΙΜΟΝΑΣ ΟΥΣ ΔΗ ΩΣ ΘΕΟΥΣ ΤΙΜΩΣΙΝ Τὸ μὲν ἐφεστάναι τοῖς χρηστηρίοις, εἶπεν, μὴ θεούς, οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι. τὸ δὲ τοῖς δαίμοσι τούτοις, μονονουχὶ δραχμὴν λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους, ἁμαρτίας καὶ ἄτας καὶ πλάνας θεηλάτους ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, θρασύτερον ἡγοῦμαι καὶ βαρβαρικώτερον. ἠρώτησεν οὖν ὁ Κλεόμβροτος τὸν Φίλιππον ὅστις εἴη καὶ ὁπόθεν ὁ νεανίας. πυθόμενος δὲ τοὔνομα καὶ τὴν
PG 21:345πόλιν· Οὐδὲ αὐτοὺς ἡμᾶς, ἔφη, λανθάνομεν, ὦ Ἡρακλέων, ἐν λόγοις ἀτόποις γεγονότες, ἀλλ’ οὐκ ἔστι περὶ πραγμάτων μεγάλων μὴ μεγάλαις προσχρησάμε-νον ἀρχαῖς ἐπὶ τὸ εἰκὸς τῇ δόξῃ προελθεῖν. σὺ δὲ σεαυτὸν λέληθας ὃ δίδως ἀφαιρούμενος. ὁμολογεῖς γὰρ εἶναι δαίμονας· τίνι γὰρ τῶν θεῶν διαφέρουσιν, εἰ καὶ κατ’ οὐσίαν τὸ ἄφθαρτον καὶ κατ’ ἀρετὴν τὸ ἀπαθὲς καὶ ἀναμάρτητον ἔχουσιν; πρὸς ταῦτα τοῦ Ἡρακλέωνος σιωπῇ διανοουμένου τι πρὸς αὑτόν, ὁ Φίλιππος· Ἀλλὰ φαύλους μὲν δαίμονας οὐκ Ἐμπεδοκλῆς μόνον, ὦ Ἡρα-κλέων, ἀπέλιπεν, ἀλλὰ καὶ Πλάτων καὶ Ξενοκράτης καὶ Χρύσιππος· ἔτι δὲ Δημόκριτος εὐχόμενος εὐλόγχων εἰδώλων τυγχάνειν δῆλος ἦν ἕτερα δυς-τράπελα καὶ μοχθηρὰ γινώσκων, ἔχοντα προαιρέσεις τινὰς καὶ ὁρμάς. περὶ δὲ τοῦ θανάτου τῶν τοιούτων ἀκήκοα λόγον ἀνδρὸς οὐκ ἄφρονος οὐδὲ ἀλαζόνος. Αἰμιλιανοῦ γὰρ τοῦ ῥήτορος, οὗ καὶ ὑμῶν ἔνιοι διακηκόασιν, Ἐπι-θέρσης ἦν πατήρ, ἐμὸς πολίτης καὶ διδάσκαλος γραμματικῶν. οὗτος ἔφη ποτὲ πλέων εἰς Ἰταλίαν ἐπιβῆναι νεὼς ἐμπορικὰ χρήματα καὶ συχνοὺς ἐπι-βάτας ἀγούσης· ἑσπέρας δ’ ἤδη περὶ τὰς Ἐχινάδας νήσους ἀποσβῆναι τὸ πνεῦμα καὶ τὴν ναῦν διαφερομένην πλησίον γενέσθαι Παξῶν· ἐγρηγορέναι δὲ τοὺς πλείστους καὶ πίνειν, ἐπεὶ δεδειπνηκότες ἦσαν· ἐξαίφνης δὲ φωνὴν ἀπὸ τῆς νήσου τῶν Παξῶν ἀκουσθῆναι, Θαμνοῦν τινος βοῇ καλοῦντος, ὥστε θαυμάζειν· ὁ γὰρ Θαμνοῦς Αἰγύπτιος ἦν κυβερνήτης, οὐδὲ τῶν ἐμπλεόντων γνώριμος πολλοῖς ἀπ’ ὀνόματος. δὶς μὲν οὖν κληθέντα σιωπῆσαι, τὸ δὲ τρίτον ὑπακοῦσαι τῷ καλοῦντι, κἀκεῖνον ἐπιτείναντα τὴν φωνὴν εἰπεῖν· Ὁπόταν γένῃ κατὰ τὸ Παλῶδες, ἀπάγγειλον ὅτι Πὰν ὁ μέγας τέθνηκεν. τοῦτο ἀκούσαντας ὁ Ἐπιθέρσης ἔφη πάντας ἐκπλαγῆναι καὶ διδόντων ἑαυτοῖς λόγον, εἴτε ποιῆσαι βέλτιον εἴη τὸ προστεταγμένον εἴτε μὴ πολυπραγμονεῖν, ἀλλ’ ἐᾶν, οὕτω γνῶναι τὸν Θαμνοῦν, εἰ μὲν εἴη πνεῦμα, παραπλεῖν ἡσυχίαν ἔχοντα, νηνεμίας δὲ καὶ γαλήνης περὶ τὸν τόπον γενομένης ἀνειπεῖν ἃ ἤκουσεν. ὡς οὖν ἐγένετο κατὰ τὸ Παλῶδες, οὔτε πνεύματος ὄντος οὔτε κλύδωνος, ἐκ πρύμνης βλέποντα τὸν Θαμνοῦν πρὸς τὴν γῆν εἰπεῖν, ὥσπερ ἤκουσεν, ὅτι ὁ μέγας Πὰν τέ-θνηκεν, οὐ φθῆναι δὲ παυσάμενον αὐτὸν καὶ γενέσθαι μέγαν οὐχ ἑνός, ἀλλὰ πολ-λῶν στεναγμὸν ἅμα θαυμασμῷ μεμιγμένον. οἷα δὲ πολλῶν ἀνθρώπων παρόντων ταχὺ λόγον ἐν τῇ Ῥώμῃ σκεδασθῆναι καὶ Θαμνοῦν γενέσθαι μετάπεμπτον ὑπὸ Τιβερίου Καίσαρος· οὕτως δὲ πιστεῦσαι τῷ λόγῳ τὸν Τι-βέριον ὥστε διαπυνθάνεσθαι καὶ ζητεῖν περὶ τοῦ Πανός· εἰκάζειν δὲ τοὺς περὶ αὐτὸν φιλολόγους συχνοὺς ὄντας τὸν ἐξ Ἑρμοῦ καὶ Πηνελόπης γεγενημένον. ὁ μὲν οὖν Φίλιππος εἶχεν τῶν παρόντων ἐνίους μάρτυρας, Αἰμιλιανοῦ τοῦ γέροντος ἀκηκοότας. ὁ δὲ Δημήτριος ἔφη τῶν περὶ τὴν Βρεττανίαν νήσων εἶναι πολλὰς ἐρήμους σποράδας, ὧν ἐνίας δαιμόνων καὶ ἡρώων ὀνομάζεσθαι· πλεῦ-σαι δὲ αὐτὸς ἱστορίας καὶ θέας ἕνεκα πομπῇ τοῦ βασιλέως εἰς τὴν ἔγγιστα κειμέ-νην τῶν ἐρήμων, ἔχουσαν οὐ πολλοὺς ἐποικοῦντας, ἱεροὺς δὲ καὶ ἀσύλους πάν-τας ὑπὸ τῶν Βρεττανῶν ὄντας. ἀφιγμένου δὲ αὐτοῦ νεωστὶ σύγχυσιν μεγάλην περὶ τὸν ἀέρα καὶ διοσημείας πολλὰς γενέσθαι καὶ πνεύματα καταρρα-γῆναι καὶ πεσεῖν πρηστῆρας. ἐπεὶ δ’ ἐλώφησεν, λέγειν τοὺς νησιώτας ὅτι τῶν κρεισσόνων τινὸς ἔκλειψις γέγονεν· ὡς γὰρ λύχνος ἀναπτόμενος, φάναι, δεινὸν οὐδὲν ἔχει, σβεννύμενος δὲ πολλοῖς λυπηρός ἐστιν, οὕτως αἱ μεγάλαι ψυχαὶ τὰς μὲν ἀναλάμψεις εὐμενεῖς καὶ ἀλύπους ἔχουσιν, αἱ δὲ σβέσεις αὐτῶν καὶ φθοραὶ πολλάκις μέν, ὡς νῦν, πνεύματα καὶ χαλάζας τρέφουσιν, πολλάκις δὲ λοιμικοῖς πάθεσιν τὸν ἀέρα φαρμάττουσιν. ἐκεῖ μέντοι μίαν εἶναι νῆ-σον, ἐν ᾗ τὸν Κρόνον καθεῖρχθαι φρουρούμενον ὑπὸ τοῦ Βριάρεω καθεύ-δοντα· δεσμὸν γὰρ αὐτῷ τὸν ὕπνον μεμηχανῆσθαι· πολλοὺς δὲ περὶ αὐτὸν εἶναι δαίμονας ὀπαδοὺς καὶ θεράποντας. Τοσαῦτα ὁ Πλούταρχος. ἐπιτηρῆσαι δ’ ἄξιον τὸν καιρὸν ἐν ᾧ φησι τὸν θάνατον γεγονέναι τοῦ δαίμονος. οὗτος δὲ ἦν ὁ κατὰ Τιβέριον, καθ’ ὃν ὁ ἡμέτερος σωτὴρ τὰς σὺν ἀνθρώποις ποιούμενος διατριβὰς πᾶν γένος δαιμόνων ἐξελαύνειν τοῦ τῶν ἀνθρώπων ἀναγέγραπται βίου· ὥστε ἤδη τινὰς τῶν δαιμόνων γονυπετεῖν αὐτὸν καὶ ἱκετεύειν μὴ τῷ περιμένοντι αὐτοὺς Ταρ-τάρῳ παραδοῦναι. ἔχεις οὖν καὶ τῆς τῶν δαιμόνων καθαιρέσεως τὸν χρόνον οὐκ ἄλλοτε ἐξ αἰῶνος ἱστορηθείσης, ὥσπερ οὖν καὶ τῆς ἀνθρωποθυ-σίας τῶν ἐθνῶν τὴν κατάλυσιν οὐκ ἄλλοτε ἢ μετὰ τὸ προελθὸν εἰς πάντας ἀνθρώπους κήρυγμα τῆς εὐαγγελικῆς διδασκαλίας γεγενημένην. ταῦτα μὲν οὖν ἡμῖν ἀπὸ τῆς νεωτέρας ἱστορίας ἐληλέγχθω. [ιη. ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΤΟΙΣ ΠΑΛΑΙΟΙΣ ΕΛΛΗΣΙΝ ΜΝΗΜΟΝΕΥΟΜΕΝΩΝ ΧΡΗΣΤΗΡΙΩΝ] Ἀλλ’ ἐπεὶ μὴ τοῖς πᾶσι γνώριμα τυγχάνει τὰ εἰρημένα, εὖ μοι δοκεῖ ἐντεῦθεν ἐπὶ τὰ πᾶσι πρόδηλα τοῖς φιλολόγοις μεταβῆναι καὶ τοὺς παλαιτά-τους τῷ χρόνῳ χρησμοὺς ἐξετάσαι ἀνὰ στόμα πάντων Ἑλλήνων ᾀδομένους κἀν ταῖς κατὰ πόλιν διατριβαῖς τοῖς ἐπὶ παιδείᾳ φοιτῶσι παραδιδομένους. ἄνωθεν τοίνυν ἀναλαβὼν τὰς παλαιὰς ἱστορίας ἐπίσκεψαι οἷα ὁ Πύθιος Ἀθηναίοις χρᾷ λοιμῷ πιεσθεῖσιν διὰ τὴν Ἀνδρόγεω τελευτήν. ἐλοίμωσσον δὲ πάντες Ἀθηναῖοι δι’ ἑνὸς ἀνδρὸς θάνατον, τῆς δ’ ἐκ τῶν θεῶν ἐπικουρίας τυχεῖν ἠξίουν. τί ποτ’ οὖν αὐτοῖς ὁ σωτὴρ καὶ θεὸς παραινεῖ; τάχα πού τις οἰήσεται δικαιοσύνης τοῦ λοιποῦ καὶ φιλανθρωπίας ἐπιμελεῖσθαι καὶ τῆς ἄλλης ἀρετῆς, ἢ μετανοεῖν ἐπὶ τῷ πλημμελήματι καί τι τῶν ὁσίων καὶ εὐσεβῶν ἐκτελεῖν, ὡς ἂν τῶν θεῶν τούτοις ἱλασκομένων. ἀλλὰ τούτων μὲν ἦν οὐδέν. τί γὰρ δὴ καὶ μέλον ἦν τούτων τοῖς θαυμασίοις θεοῖς, μᾶλλον δὲ τοῖς παμπονήροις δαίμοσιν; πάλιν οὖν τὰ αὐτοῖς συγγενῆ καὶ οἰκεῖα, τὰ ἀνηλεῆ καὶ ὠμὰ καὶ ἀπάνθρωπα, λοιμὸν ἐπὶ λοιμῷ φασιν καὶ θανάτους ἐπὶ θανάτῳ. κελεύει γοῦν ὁ Ἀπόλλων ἔτους ἑκάστου πέμπειν αὐτοὺς τῶν ἰδίων παίδων ἄρρενας ἐνήβους ἑπτὰ καὶ θηλειῶν ἰσαρίθμους παρθένους, ἀνθ’ ἑνὸς δέκα καὶ τέσσαρας ἀναιτίους καὶ ἀπράγμονας, οὐκ εἰς ἅπαξ, ἀλλὰ καὶ κατὰ πᾶν ἔτος τυθησομένους ἐν Κρήτῃ παρὰ τῷ Μίνωϊ· ὥστε καὶ μέχρι τῶν Σωκράτους χρόνων πλέον ἢ πεντακοσίοις ὕστερον ἔτεσιν ὁ δεινὸς οὗτος καὶ ἀπανθρωπότατος δασμὸς μνήμην παρ’ Ἀθηναίοις διεφύλαττεν. τοῦτο δὲ ἦν ἄρα τὸ καὶ Σωκράτει τὴν ἀναβολὴν τοῦ θανάτου πεποιημένον. τίθησιν γοῦν ὁμοῦ καὶ ἀπελέγχει τὸν χρησμὸν εὖ μάλα τις τῶν νέων ἀνδρικῷ λογισμῷ Γοήτων φώραν ἐν οἰκείῳ συγγράμματι πεποιη-μένος· οὗ καὶ αὐτοῦ τῶν φωνῶν, ἀλλὰ μὴ τῶν ἐμῶν ἄκουε, πρὸς τὸν χρησμῳ-δὸν ὧδέ πως ἀποτεινομένου· ιθ. ΠΡΟΣ ΤΟΝ ΑΠΟΛΛΩ ΚΕΛΕΥΣΑΝΤΑ ΔΙΣ ΕΠΤΑ ΠΑΙΔΑΣ ΤΕ ΚΑΙ ΚΟΡΑΣ ΣΦΑΓΗΣΟΜΕΝΟΥΣ ΕΚΠΕΜΠΕΣΘΑΙ ΤΟΙΣ ΚΡΗΣΙΝ ΥΠΟ ΑΘΗΝΑΙΩΝ Τί δ’; οὐκ Ἀθηναῖοι τὸν Ἀνδρόγεων ἀποκτείναντες καὶ λοιμώξαντες ἐπὶ τούτῳ εἶπον ἂν μετανοεῖν; ἢ μὴ λεγόντων, οὔ σε προσῆκον ἦν εἰπεῖν με-τανοεῖτε μᾶλλον ἢ λιμοῦ καὶ λοιμοῦ τέλος ἔσσεται, ἤνπερ ἑαυτῶν σώματ’ ἀπὸ κλήρου ἄρσεν καὶ θῆλυ νέμητε Μίνωϊ, εἰς ἅλα δῖαν ἀποστέλλοντες, ἀμοιβὴν τῶν ἀδίκων ἔργων· οὕτω θεὸς ἵλαος ἔσται. ἐῶ γὰρ τὸ Ἀνδρόγεω μὲν Ἀθήνησιν ἀποθανόντος ὑμᾶς ἀγανακτεῖν, τῶν
PG 21:351δὲ τοσούτων καὶ πανταχόθι καὶ πάντοτε καθεύδειν. καίτοι εἰδὼς ὅτι ἐθαλασσο-κράτει τότε ὁ Μίνως καὶ μέγα ἠδύνατο καὶ πᾶσα ἡ Ἑλλὰς τοῦτον ἐθεράπευεν καὶ ἦν καὶ διὰ τοῦτο δικαιότατος καὶ νομοθέτης ἀγαθὸς καὶ Ὁμήρῳ ἐδόκει Διὸς μεγάλου εἶναι ὀαριστὴς καὶ ἀποθανὼν ἐν Ἅιδου δικαστής, καὶ σὺ διὰ τοῦθ’ ὑπὲρ αὐτοῦ τὰς δίκας ταύτας εἰσεπράττου; ἀλλὰ παραλείπω γε οὐδὲν ἧττον ταῦτα ὑμῶν καὶ ὅτι τοὺς φονεῖς ἐάσαντες τοὺς οὐδὲν αἰτίους πέμ-πειν ἐκελεύετε ἀποθανουμένους, καὶ ταῦτ’ ἐπ’ ἄνδρα, ὃν ἀναδεικνύναι ἐμέλλετε κοινὸν ἀνθρώπων δικαστήν, ὃς οὐδ’ αὐτὸ τοῦτο ἠπίστατο δικάσαι. καίτοι πόσους ὑμεῖς οἱ θεοὶ ἀντὶ τούτων τῶν κόρων δίκαιοι πέμπειν ἐστὲ Ἀθηναίοις, οὓς ἀδίκως ὑπὲρ Ἀνδρόγεω ἀπεκτείνατε; Ὁ δ’ αὐτὸς οὗτος συγγραφεὺς ὁπόσοις ὁ Ἀπόλλων διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας θανάτου αἴτιος γέγονεν, τὴν ἀμφὶ τοὺς Ἡρακλείδας ἀναλαβὼν ἱστορίαν, εὐθύνει λέγων οὕτως· κ. ΩΣ ΠΟΛΛΟΙΣ ΘΑΝΑΤΟΥ ΓΕΓΟΝΕΝ ΑΙΤΙΟΣ Ο ΑΠΟΛΛΩΝ ΔΙΑ ΤΗΣ ΤΩΝ ΧΡΗΣΜΩΝ ΑΜΦΙΒΟΛΙΑΣ Ἐπεὶ δέ πως ἐπεμνήσθην τοῦδε τοῦ λόγου, φέρε τὰ καθήκοντα διέλθω τοῦ κατὰ τοὺς Ἡρακλείδας διηγήματος. οὗτοι γάρ ποθ’ ὡρμημένοι κατὰ τὸν Ἰσθμὸν εἰσβαλεῖν εἰς Πελοπόννησον ἐσφάλησαν. Ἀριστόμαχος οὖν ὁ Ἀριδαίου, ἐπειδὴ ὁ Ἀριδαῖος ἀποτεθνήκει ἐν τῇ εἰσβολῇ, ἔρχεται ἀκουσό-μενος παρὰ σοῦ περὶ τῆς ὁδοῦ· ἐπεθύμει δὲ ὥσπερ καὶ ὁ πατήρ. σὺ δ’ αὐτῷ λέγεις· νίκην σοι φαίνουσι θεοὶ δι’ ὁδοῖο στενύγρων. καὶ ὃς κατὰ τὸν Ἰσθμὸν ὥρμησεν ἐπιχειρεῖν καὶ μάχῃ τελευτᾷ. τούτου υἱὸς ὁ Τή-μενος κακοδαίμων ἧκεν ἐκ κακοδαιμόνων τρίτος· σὺ δ’ αὐτῷ παρηγγύας ἃ καὶ Ἀριστομάχῳ τῷ πατρί· καὶ ὅς· Ἀλλὰ κἀκεῖνός σοι, ἔφη, πεισθεὶς ἀπέθανεν ἐν τῇ εἰσβολῇ. καὶ σὺ ἔφης· Οὐ κατὰ γῆν λέγω στενύγρην, ἀλλὰ κατὰ τὴν εὐρυγάστορα, ἐπειδὴ χαλεπὸν ἦν εἰπεῖν κατὰ τὴν θάλασσαν, κἀκεῖνος ᾔει κατὰ τὴν θάλασσαν, δόξαν ἐμποιήσας ὅτι κατὰ γῆν εἰσίοι, καὶ μέσον στρατοπε-δεύεται Ναυάτου καὶ Τυπαίου· καὶ διακοντίζει Κάρνον Ἱππότην Φυλάνδρου τὸν Αἰτωλόν, εὖ, ἐμοὶ δοκεῖ, ποιῶν· καὶ ἐπειδὴ συνεκύρησε νόσος πλησία καὶ ἀπέθανεν Ἀριστόδημος, πάλιν ἐπανεχώρουν, καὶ ὁ Τήμενος ἐλθὼν ἀπεμέμφετο τῇ ἀποτυχίᾳ καὶ ἤκουσεν, ὅτι ποινὴν ἀνεμάξατο τοῦ θείου ἀγγέλου, κατὰ τὸ ὑπὲρ τῆς εὐχῆς Ἀπόλλωνι Καρνείῳ ποίημα τὸ διὰ τοῦ χρησμοῦ λέγον· ἄγγελον ἡμέτερον κτείνας ἀνεμάξαο ποινήν. Τί οὖν, φησὶν ὁ Τήμενος, τί χρὴ ποιεῖν; καὶ πῶς ἂν ἱλασαίμην ὑμᾶς; Εὔχεο Καρνείῳ τελέειν σέβας Ἀπόλλωνι. ὦ μιαρώτατε καὶ ἀναισχυντότατε μάντι· εἶτ’ οὐκ ἠπίστασο ὅτι διαμαρτή-σεται τῆς στενύγρης ὁ τὴν στενύγρην ἀκούσας; ἀλλ’ οὐδὲν ἧττον ἐπιστάμενος ἔχρας, ἔπειτα περιεώρας διαμαρτάνοντα. ἀλλ’ ἀμφίβολος ἡ στενύγρη, ὅπως νικήσαντι μὲν αἴτιος εἶναι δοκῇς νίκης, ἡττηθέντι δὲ μηδὲν αἴτιος εἶναι ἥττης, ἔχῃς δὲ ἀποφυγεῖν ἐπὶ τὴν εὐρυγάστορα. ἀλλ’ ἧκεν ἅνθρωπος ἐπὶ τὴν εὐρυγά-στορα καὶ οὐκ ἔτυχεν. εὕρηται πάλιν εἰς ἀποφυγὴν Κάρνος ἄγγελος ἀποθα-νών. καίτοι πῶς, ὦ κράτιστε, ὁ κηδόμενος οὕτω τοῦ Κάρνου ἄλλοις μὲν αὐτὸν θεοφορεῖσθαι ἐκέλευες, ἑαυτῷ δὲ οὔ; καὶ δέον σῴζειν ἕνα ὄντα Κάρνον αὐτόν τε περιεῖδες καὶ ἐναποθανόντι αὐτῷ Ὁμηρικὴν νόσον ἐνέβαλες εἰς τὸ πλῆ-θος καὶ εὐχὰς ἐπὶ τῇ νόσῳ ἀφηγοῦ; εἰ δ’ εὐχόμενος οὐδὲν ἐξήνυσεν, ἄλλο τι ἂν ἐξηύρητο ἄκος τῷ σῷ σοφίσματι, καὶ οὐδέποτε ἂν ἐλήξατε, οἱ μὲν ἐρω-τῶντες, σὺ δὲ σοφιζόμενος, ἵνα καὶ νικῶσι καὶ ἡττωμένοις ᾖς ἀφώρατος κα-κουργῶν. ἱκανὸν γὰρ τὸ πάθος καὶ ἡ ἐπιθυμία παραβουκολῆσαι, ὡς μηδ’ εἰ χιλιάκις σφαγεῖεν, ἀπιστεῖν σοι ποιῆσαι. Τούτοις ἄξιον ἐπισυνάψαι τὰ περὶ Κροῖσον. Λυδίας οὗτος ἐβασίλευσεν, ἄνωθεν ἐκ παλαιῶν εἰς αὐτὸν ἥκουσαν παραλαβὼν τὴν ἀρχήν. εἶτά τι πλέον τῶν προγόνων κατορθώσειν ἐλπίσας τοὺς θεοὺς εὐσεβεῖν διενοήθη καὶ διὰ πείρας ἐλθὼν ἁπάντων τὸν ἐν Δελφοῖς Ἀπόλλω προκρίνει, κἄπειτα κρατῆρσιν καὶ πλίνθοις χρυσαῖς ἀναθημάτων τε μυρίων πλήθει κοσμήσας τὸ ἱερὸν τῶν πανταχοῦ γῆς ἐν ὀλίγῳ χρόνῳ πλουσιώτατον ἀπέφηνεν, οὐδ’ ὅσα πρὸς θυσίας ἐξήρκει παραλιπὼν τῇ μεγαλοψυχίᾳ. ἐπειδὴ οὖν τὰ τοσαῦτα προδεδάνειστο τῷ θεῷ, ταῖς τῆς εὐσεβείας εἰκότως ὁ Λυδὸς ἐπιθαρσῶν μεγαλουργίαις στρατεῦσαι ἐπὶ Πέρσας διανοεῖται, αὐξῆσαι τὴν ἀρχὴν εἰς μέγα τῇ τοῦ θεοῦ συμμαχίᾳ προμηθούμενος. τί οὖν ὁ θαυμάσιος χρησμῳδός; αὐτὸς ἐκεῖνος ὁ ἐν Δελφοῖς, ὁ Πύθιος, ὁ φίλιος τὸν ἱκέτην, τὸν εὐσεβῆ, τὸν πρόσφυγα οὐχ ὅπως τῆς ἀλλοτρίας τυχεῖν ἀρχῆς, ἀλλὰ καὶ τῆς οἰκείας ἐκ-πεσεῖν παρασκευάζει, οὔ τι ἑκών, ἔμοιγε δοκεῖ, ἀγνοίᾳ δὲ μᾶλλον τοῦ ἀποβη-σομένου· μὴ γὰρ τὸ μέλλον εἰδὼς ὁ θεός, ἐπεὶ μὴ θεὸς ἦν μηδέ τις ἀνθρώπου κρείττων δύναμις, ἐπὶ θάτερα σοφιστικῶς τὸν χρησμὸν ἡρμόσατο καὶ μονονουχὶ φήσας· Κροῖσος Ἅλυν [ποταμὸν] διαβὰς μεγάλην ἀρχὴν καταλύσει, τὴν ἐκ προγόνων διαδοχῆς εἰς τὸν εὐσεβῆ κατελθοῦσαν τῆς Λυδίας ἀρχήν, μεγάλην οὖσαν καὶ πολυχρόνιον, καταστρέφει, τῆς ἄγαν περὶ αὐτὸν σπουδῆς τοῦτον ἀποδοὺς τῷ θεοφιλεῖ τὸν καρπόν. Ἐπὶ τούτοις ὁ συγγραφεὺς οἷα οὐκ ἀλόγως διαγανακτεῖ ἄκουε· κα. ΩΣ ΚΑΙ ΤΩΙ ΚΡΟΙΣΩΙ ΤΗΣ ΟΙΚΕΙΑΣ ΑΡΧΗΣ ΕΚΠΕΣΕΙΝ ΔΙ’ ΑΜΦΙΒΟΛΙΑΣ ΧΡΗΣΜΟΥ ΚΑΤΕΣΤΗ ΑΙΤΙΟΣ Ἔοικας δὴ ὡς ἀληθῶς τὰ μὲν ὅσα ψάμμου ἄξιά ἐστιν εἰδέναι, καλὸν δὲ μηδὲν εἰδέναι. τὸ γοῦν ὀσμὴν ἐς φρένας σὰς ἐλθεῖν κραταιρίνοιο χελώ-νης ἑψομένης ψάμμου ἄξιον ἐπίστημά ἐστιν, οὐκ ἀληθὲς μὲν ὂν οὐδ’ αὐτό, ἀλλὰ προσεοικός γε ὅμως τῷ ἀλαζόνι καὶ ἀναιδεῖ καὶ ἐπὶ τοῖς κενοῖς εἰδήμασι τὴν ὀφρὺν ἐπαίροντι καὶ τὸ Λύδιον ἀνδράποδον τὸν Κροῖσον πείθοντι μὴ καταφρονεῖν αὐτοῦ. ὃς μετ’ ὀλίγον ἐπὶ τῇ πείρᾳ ἤμελλεν ἀνερωτᾶν σε εἰ στρατεύοι ἐπὶ Πέρσας, καὶ σύμβουλον ποιεῖσθαι ὑπὲρ τῆς αὑτοῦ μανίας καὶ πλεονεξίας. ᾧ οὐκ ὤκνησας εἰπεῖν ὅτι Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει. ἐκεῖνο μέντοι εὖ, ὅτι σοι οὐδὲν ἔμελεν εἴ τι ἄτοπον πείσεται ὑπ’ ἀμφιβόλου χρησμοῦ ἐπαρθεὶς ἐπ’ ἀλλοτρίαν ἀρχήν, οὐδ’ εἰ πικροί τινες ἄνθρωποι καὶ κακοήθεις, δέον ἐπαινεῖν σε ἐπὶ τῷ τραχηλίσαι μαινόμενον ἄνθρωπον, καὶ προσεγκαλοῖεν ὡς οὐδὲ ἰσόρροπον φωνὴν ἀφέντα, ἵν’ ὀκνήσειεν καὶ βουλεύ-σαιτο ὁ Λυδός· ἀλλὰ καταλῦσαι καθ’ ἕνα τρόπον ἔστιν νοεῖσθαι πρὸς τῶν Ἑλλή-νων, οὐ τὸ τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν, ἀλλ’ αὖ τὴν ἀλλοτρίαν περιποιήσασθαι. ὁ μὲν γὰρ Ἡμίμηδος ἢ Ἡμιπέρσης Κῦρος, ἢ ὁ μητρόθεν μὲν ἐκ τυραννικοῦ, πατρόθεν δὲ ἐξ ἰδιωτικοῦ γένους ἡμίονος ὢν ἐν τῷ αἰνίγματι, παρεμφαίνει μὲν τὴν ἔκτυφον μοῦσαν, ἀλλὰ καὶ τὴν ἄμαντιν μαντικήν, εἴπερ οὐκ ᾔδει μὴ οὐ συνήσοντα τοῦ αἰνίγματος ὁ μάντις. εἰ δ’ οὐχ ὑπ’ ἀγνοίας, ἀλλ’ ὑπὸ τρυφῆς καὶ πονηρίας ἔπαιζεν, βαβαὶ οἷα τὰ θεῖα παίγνιά ἐστιν. εἰ δὲ οὐδὲ τοῦτο, ἀλλ’ ὅτι ἐχρῆν οὕτως γενέσθαι, ἀνιερώτατος μὲν οὗτος λόγων σοφιστικῶν· τί δὲ ὅλως, εἰ οὕτως ἐχρῆν γενέσθαι, σὺ ὁ δύστηνος ἐν Δελφοῖς καθέζῃ τὰ κενὰ καὶ μάταια ᾄδων; τί δὲ σοῦ ὄφελος ἡμῖν; τί δὲ μαινόμεθα οἱ πανταχόθεν τῆς γῆς ἐπὶ σὲ διώκοντες; τί δὲ σὺ κνηφιᾷς; Τοιαῦτα τῆς Οἰνομάου παρρησίας τὰ τῆς τῶν Γοήτων φώρας, κυνικῆς
PG 21:357οὐκ ἀπηλλαγμένα πικρίας. οὐδὲ γὰρ δαίμονος, μὴ ὅτι θεοῦ, τοὺς παρὰ τοῖς Πανέλλησι θαυμαζομένους χρησμοὺς εἶναι βούλεται, γοήτων δὲ ἀνδρῶν πλά-νας καὶ σοφίσματα ἐπὶ ἀπάτῃ τῶν πολλῶν ἐσκευωρημένα· ὧν ἐπείπερ ἅπαξ ἐμνήσθημεν, οὐδὲν ἂν γένοιτο ἐμποδὼν τοῦ καὶ ἑτέρων ἐλέγχων ἐπακοῦσαι, καὶ πρώτου γε δι’ οὗ καί φησιν αὐτὸς ἑαυτῷ ὑπὸ τοῦ Κλαρίου Ἀπόλλωνος ἠπατῆσθαι, γράφων ὧδε· κβ. ΩΣ ΠΛΑΝΩΣΙ ΔΙΑ ΤΩΝ ΧΡΗΣΜΩΝ ΠΑΙΖΟΝΤΕΣ ΤΟΥΣ ΕΡΩΤΩΝΤΑΣ Ἀλλὰ δὴ ἔδει τι καὶ ἡμᾶς τῆς κωμῳδίας μετασχεῖν καὶ μὴ σεμνύνεσθαι, ὡς οὐκ ἐμπεσόντας εἰς τὴν κοινὴν παραπληξίαν, καὶ τὴν ἐμπορίαν εἰπεῖν, ἣν καὶ αὐτοὶ περὶ σοφίας ἐνεπορευσάμεθα ἐκ τῆς Ἀσίας, ὦ Κλάριε, παρὰ σοῦ· ἔστιν ἐν Τρηχῖνος αἴῃ κῆπος Ἡρακλήιος πάντ’ ἔχων θάλλοντα, πᾶσι δρεπόμενος πανημαδόν, οὐδ’ ὀλιζοῦται, βέβριθε δ’ ὑδάτεσιν διηνεκές. εἶτ’ ἐγὼ ἀκούσας ὁ βάκηλος καὶ αὐτὸς ὑπὸ τοῦ Ἡρακλέος ἐφυσήθην, καὶ τοῦ Ἡρακληίου κήπου θάλλοντος Ἡσιόδειόν τινα ὀνειροπολῶν ἱδρῶτα διὰ τὴν Τρηχῖνα καὶ ῥηιδίην αὖθις ζωὴν διὰ τὸν θάλλοντα κῆπον. εἶτά μοι ἐπερομένῳ εἴ μοι συναίρονται οἱ θεοί, εἷς τις ἐκ τῶν πολλῶν λέγει, ἐπομνύμενος αὐτοὺς τοὺς συναιρομένους θεούς, ἦ μὴν παρὰ σοῦ ἀκηκοέναι αὐτὸ τοῦτο Καλλιστράτῳ δεδομένον Ποντικῷ τινὶ ἐμπόρῳ. ἐγὼ οὖν ὡς ἤκουσα, πῶς οἴει ἠγανάκτησα, ὡς δὴ τῆς ἀρετῆς ὑπ’ αὐτοῦ ἀποστερούμενος; ἀλλὰ καίπερ ὅμως δυσφορῶν ἀνεσκοπούμην τὸν ἔμπορον, εἴ τι κἀκεῖνος ἐθάλφθη ὑπὸ τοῦ Ἡρακλέος· ἐφαίνετο δὴ οὖν κἀκεῖνος πόνον τινὰ πονεῖν καὶ κέρδους ἐφίεσθαι καὶ βίον τινὰ ἡδὺν ἐκ τοῦ κέρδους προσδοκᾶν. ὡς δ’ ἐφαίνετο ὁ ἔμπορος ἐξισούμενος, οὐκέτι τὸν χρησμὸν ἐδεχόμην οὐδὲ τὸν Ἡρακλέα, ἀλλ’ ἀπηξίουν τῶν αὐτῶν κοινωνεῖν, εἴς τε τοὺς παρόντας πόνους αὐτῶν ἀποβλέπων καὶ τὰς ἐν ἐλπίδι φάτνας. ἀλλ’ οὐδὲ ὁ λῃστὴς ἄμοιρος τοῦ χρησμοῦ ἐφαίνετο οὐδὲ ὁ στρατιώτης οὐδὲ ἐρῶν ἀνὴρ οὐδὲ ἐρῶσα γυνὴ οὐδὲ κόλαξ οὐδὲ ῥήτωρ οὐδὲ συκοφάντης· ἑκάστῳ γὰρ ὧν ἐπιθυμεῖ ἡγεῖσθαι μὲν τὸν πόνον, προσδοκᾶ-σθαι δὲ τὴν εὐφροσύνην. Ταῦτα ἐκθέμενος εὐθὺς ἐπισυνάπτει ὡς καὶ δεύτερον ἐρωτήσας καὶ τρίτον οὐδὲν εἰδότας ἔγνω τοὺς θαυμασίους, μόνῳ δὲ τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἐπικρύπτοντας. λέγει δ’ οὖν· κγ. ΟΤΙ ΤΩΙ ΤΗΣ ΑΣΑΦΕΙΑΣ ΣΚΟΤΩΙ ΤΗΝ ΣΦΩΝ ΑΓΝΟΙΑΝ ΕΠΙΚΡΥΠΤΟΥΣΙΝ Ἐπεὶ δέ μοι τὰ τῆς ἐμπορίας ἤδη πρὸ ὁδοῦ ἦν, ἀνδρὸς δὲ ἔδει τοῦ ξεναγω-γήσοντος ἐπὶ τὴν σοφίαν, ἄπορος δὲ ἐφαίνετο οὗτος, σὲ ἐδεόμην καὶ τούτου γενέσθαι ἐνδείκτην· Ἔν σε τοῖσιν εὐπελέσσιν ἠδ’ Ἀχαιοῖσιν χρέως θήσεται, τὸ δ’ ἐκτεκμαρθὲν οὐδὲ μήν ς’ ἀμφεύξεται.3 τί φῄς; εἰ δ’ ἀγαλματοποιός τις ἢ ζωγράφος ἐπεθύμουν γενέσθαι καὶ διδα-σκάλους ἐζήτουν, ἆρά μοι ἤρκει ἀκοῦσαι ἔν σε τοῖσιν εὐπελέσσιν, ἀλλ’ οὐκ ἂν μαίνεσθαι εἶπον τὸν λέγοντα; ἀλλὰ τοῦτο μὲν ἴσως οὐχ ἱκανὸς εἶ διανοῆσαι, ἀσάφειαν γὰρ ἔχει πολλὴν τὰ ἀνθρώπεια ἤθη· ὅπου δέ μοι ἐκ Κολοφῶνος ἄμεινον πορεύεσθαι, οὐκέθ’ οὕτως ἀφανὲς τῷ θεῷ· ἐκ τανυστρόφοιο λᾶας σφενδόνης ἱεὶς ἀνὴρ χῆνας ἐνάριζεν βολαῖσιν ἀσπέτους ποιηβόρους. τοὺς δὲ ἀσπέτους ποιηβόρους χῆνας τίς μοι μηνύσει ὅ τί ποτε λέγουσιν; τίς δὲ τὴν τανύστροφον σφενδόνην; ὁ Ἀμφίλοχος ἢ ὁ Δωδωναῖος ἢ σὺ ἐν Δελφοῖς εἰ γενοίμην, οὐκ ἀπάγξῃ που ἀπελθὼν τῇ τανυστρόφῳ σφενδόνῃ μετὰ τοῦ ἀδιανοήτου ποιήματος; Ἀλλὰ γὰρ τούτων ὧδε ἐληλεγμένων ὥρα συνιδεῖν αὖθις ἄνωθεν ὅπως τοὺς παλαιτάτους χρησμοὺς τοὺς ἐν Δελφοῖς ὁ αὐτὸς ἀπελέγχει, τοὺς δὴ μάλιστα ἐν ταῖς Ἑλληνικαῖς ἱστορίαις θαυμαζομένους. Πολὺς ἦν ὁ Περσῶν στρατὸς ὡπλισμένος κατὰ Ἀθηναίων, οὐδ’ ἦν τις αὐτοῖς ἄλλη σωτηρίας ἐλπὶς ἢ μόνος ὁ θεός· οἳ δὴ τοῦτον ὅστις ἦν εἰδότες τὸν πατρῷον ἀρωγὸν ἐπεκαλοῦντο· ὁ ἐν Δελφοῖς Ἀπόλλων οὗτος ἦν. τί οὖν ὁ θαυμαστὸς οὗτος; ἆρά γε τῶν οἰκείων ὑπερεμάχει; ἆρα λοιβῆς καὶ κνίσης ἐμέμνητο καὶ ὧν αὐτῷ συνήθως ἐτέλουν τὰς ἑκατόμβας ἐπιθύοντες; οὐ-μενοῦν. ἀλλὰ τί φησιν; φεύγειν, καὶ φεύγειν ξύλινον τεῖχος παρασκευασαμέ-νους, οὕτω τὸ ναυτικὸν δηλῶν, δι’ οὗ μόνου φησὶν αὐτοὺς σωθήσεσθαι τῆς πόλεως ἐμπρησθείσης. ὦ μεγάλης θεοῦ βοηθείας. εἶτα πολιορκίαν οὐ μόνον τῶν ἄλλων κατὰ τὴν πόλιν οἰκοδομημάτων, ἀλλὰ καὶ αὐτῶν τῶν τοῖς θεοῖς ἀφιερωμένων δῆθεν προλέγειν προσποιεῖται. τοῦτο δὲ καὶ δίχα χρησμοῦ τοῖς πᾶσιν ἐκ τῆς τῶν πολεμίων ἐφόδου προσδοκᾶν ἦν. Εἰκότα δῆτα ποιῶν ὁ συγγραφεὺς διαπαίζει πάλιν τὴν Ἑλληνικὴν ἀπάτην ἐξελέγχων ἐν τούτοις· κδ. ΟΤΙ ΜΗΔΕΝ ΔΥΝΑΜΕΝΟΙ ΒΟΗΘΕΙΝ ΕΝ ΤΑΙΣ ΤΩΝ ΠΟΛΕΜΩΝ ΣΥΜΦΟΡΑΙΣ ΔΙ’ ΑΜΦΙΒΟΛΩΝ ΧΡΗΣΜΩΝ ΕΣΟΦΙΖΟΝΤΟ ΚΑΙ ΗΠΑΤΩΝ ΤΟΥΣ ΠΡΟΣΦΥΓΑΣ Ἀλλὰ τὰ μὲν τοιαῦτα ἴσως ἐθελοκάκου τινός ἐστιν, ἐκεῖνα δὲ δεῖ μᾶλλον εἰς τὴν κρίσιν προάγειν τὰ πρὸς Ἀθηναίους. καὶ δὴ λεγέσθω τὰ πρὸς Ἀθηναίους· ὦ μέλεοι, τί κάθησθε; πόλιν φύγετ’ ἔσχατα γαίης· οὔτε γὰρ ἡ κεφαλὴ μένει ἔμπεδος οὔτε τὸ σῶμα, οὐ χέρες οὐδὲ πόδες νέατοι· κατὰ γάρ μιν ἐρείψει πῦρ τε καὶ ὀξὺς Ἄρης, συριηγενὲς ἅρμα διώκων· πολλὰ δὲ τῇδ’ ἀπολεῖ πυργώματα καὶ κατερείψει· πολλοὺς δ’ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει· οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασιν, δείματι παλλόμενοι. ἰδοὺ δή σοι τὸ πρὸς Ἀθηναίους λόγιον· ἦ πού τι μαντικὸν ἔνεστιν; σὺ γὰρ οὕτως ἐθάρρεις αὐτῷ νὴ Δία [Διί], φαίη τις ἄν, εἰ δὲ προσθείης ἃ δεο-μένων βοηθεῖν αὐτοῖς ἐπιλέγεται, γνωσθήσεται. ἰδοὺ δὴ προσκείσθω· οὐ δύναται Παλλὰς Δί’ Ὀλύμπιον ἐξιλάσασθαι, λισσομένη πολλοῖσι λόγοις. σοὶ δὲ τόδ’ αὖτις ἔπος ἐρέω, ἀδάμαντι πελάσσας· τῶν ἄλλων προαλισκομένων τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς μοῦνον ἀπόρθητον τελέθειν διὰ Παλλάδα κούρην· μηδὲ σύ γ’ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα, νῶτον ἐπιστρέψας· ἔτι τοί ποτε κἀντίος ἔσται. ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν ἤ που σκιδναμένης Δημήτερος ἢ συνιούσης. ἄξιός τέ σοι ὁ Ζεὺς τοῦ Διός, ὦ υἱὲ τοῦ Διός, ἀλλὰ καὶ ἡ Ἀθηνᾶ τῆς Ἀθηνᾶς, ὦ τῆς Ἀθηνᾶς ἀδελφέ· ἥ τε σπουδὴ αὕτη καὶ ἡ ἀντισπουδία ἐπιπρέπει τῷ πατρὶ καὶ τῇ θυγατρί, μᾶλλον δὲ τοῖς θεοῖς· ὅ τε Ὀλύμπιος οὗτος ὁ τὴν μίαν ταύτην ἐξελεῖν πόλιν ἀσθενῶν, εἰ μὴ ἀπὸ Σούσων ἐπαγάγοι αὐτῇ τὸν ἄπειρον ἐκεῖνον στρα-τόν, μέγας τις ἄρα ἦν καὶ τὴν τοῦ παντὸς κυρίαν ἔχων καὶ πιθανὸς ἅμα, ἐκ μὲν τῆς Ἀσίας εἰς τὴν Εὐρώπην κινῶν ἔθνη τοσαῦτα, ἐν δὲ τῇ Εὐρώπῃ μίαν πόλιν ἀνατρέψαι ἀδύνατος ὤν. καὶ σὺ δέ, ὁ τολμηρὸς ἅμα καὶ ἐπὶ τῷ μηδενὶ ῥιψο-κίνδυνος, οὐκ οἰμώξεις; (εἶπον ἂν ἄνθρωποι, ὑπὲρ ὧν ἡ Παλλὰς οὐ δύναται Δί’ Ὀλύμπιον ἐξιλάσασθαι)· ἢ οὐ τοῖς ἀνθρώποις ἐμήνιεν ὁ Ζεύς, ἀλλὰ τοῖς λίθοις καὶ τοῖς ξύλοις κἄπειτα σὺ μὲν τοὺς ἀνθρώπους ἔσῳζες, ὁ δὲ τὰ οἰκο-δομήματα ἐνεπίμπρα ἐπακτῷ πυρί; οὐ γὰρ ἦν αὐτῷ κεραυνὸς τηνικαῦτα. ἢ μή τι μᾶλλον ἡμεῖς τολμηροί τε ἐσμὲν καὶ ῥιψοκίνδυνοι, οὐκ ἐπιτρέποντες ὑμῖν οὕτω φληναφᾶν; πῶς δέ, ὦ μάντι, ὅτι μὲν ἡ θείη Σαλαμὶς ἀπολεῖ τέκνα
PG 21:361γυναικῶν ᾔδεις, πότερα δὲ σκιδναμένης Δημήτερος ἢ συνιούσης οὐκέτ’ ᾔδεις; πῶς δὲ οὐδὲ τοῦτο ᾔδεις, ὅτι τὰ τέκνα τῶν γυναικῶν εἴποι μὲν ἄν τις εἶναι καὶ τὰ οἰκεῖα, εἴποι δ’ ἂν καὶ τὰ πολέμια, αἰσθόμενος τοῦ κακοτεχνήματος; περιμένειν δὲ δεῖ τὸ ἀποβησόμενον· ἓν γὰρ δεῖ τι τούτων ἀποβήσεσθαι. ἡ γάρ τοι Σαλαμὶς ἡ θείη οὐδὲ ἡττωμένων ἀφήρμοσεν ἄν, ὡς εἰς οἶκτον οὕτως ἐπιφωνουμένη· ἥ τε μέλλουσα τῶν νηῶν μάχη, ἤτοι που σκιδναμένης Δημήτερος ἢ συνιούσης, καταπέπλασται τῇ ποιητικῇ σεμνολογίᾳ, ἵνα γένηται μάντευμα ἀφώ-ρατον τῷ σοφισμῷ καὶ μὴ εὐθὺς καταφανὲς ᾖ, ὅτι ἐν χειμῶνι μάχη ναυτικὴ οὐ συνίσταται. ἤδη δὲ οὐδὲ ἡ τραγῳδία ἀφανὴς οὐδὲ οἱ θεοὶ ἐπεισκυκλού-μενοι, ὁ μὲν ἱκετεύων, ὁ δὲ οὐ κατακαμπτόμενος· χρήσιμοι τῷ μέλλοντι καὶ τῇ τοῦ πολέμου παραδόξῳ ῥοπῇ, ὁ μὲν σῳζομένοις, ὁ δ’ ἀπολλυμένοις. εἴτε γὰρ σῴζοιντο, ἰδοὺ αἱ τῆς Παλλάδος λιταὶ προμεμήνυνται, ἱκαναὶ οὖσαι κάμψαι τὴν τοῦ Διὸς ὀργήν· εἴτε καὶ μή, οὐδὲ τοῦτο τῷ μάντει ἀκατάσκευον· οὐ γὰρ δύναται Παλλὰς τὸν Δία ἐξιλάσασθαι· πρός τε τὰς ἡμικάκους τύχας ὁ τεχνίτης ἐκέρασεν τὸ λόγιον, ὡς δὴ τοῦ Διὸς τῇ μὲν τὴν ἑαυτοῦ πρόθεσιν ἐκτελέσαντος, τῇ δὲ τὴν δέησιν τῆς θυγατρὸς οὐ περιφρονήσαντος. τά τε πυργώματα ὅτι πολλὰ ἀπολεῖται, εἰ μετὰ ναρθήκων, ἀλλὰ μὴ μετὰ σιδήρου καὶ πυρὸς ἐπῄεσαν, τάχα ἂν ψεῦδος ἦν, ὁπότε καὶ μετὰ ναρθήκων ἔπραξαν ἄν τι πάντως οἱ τοσοῦτοι; ἀλλ’ ἐγώ, φησίν, ἐξεῦρον τὸ ξύλινον τεῖχος, τὸ μόνον ἀπόρθητον. συμβούλευμα σύ γε, ἀλλ’ οὐ μάντευμα, οὐκ ἀπεοικὸς τῷ φεύγειν μηδὲ μένειν μηδ’ αἰδεῖσθαι κακὸν εἶναι. ὁ γοῦν ἐπιλυσάμενος ἐκεῖνο τὸ αἴνιγμα οὐ χείρων ἦν σου κατιδεῖν, ὅτι ἡ τῶν Ἀθηναίων πόλις πρόφασις ἦν τῷ Πέρσῃ τῆς ὁδοῦ καὶ ἡ πᾶσα ἔλασις ἐπὶ ταύτην πρώτην τε καὶ ἐξοχωτάτην ἐγίνετο, ἐπεὶ καὶ ὁ ἄμαντις αὐτὸς ἐγὼ τοῦτο αἰσθόμενος καὶ τὸν Ἀθηναῖον ἄν, οὐ μόνον τὸν Λυδόν, ἐκέλευον φεύ-γειν νῶτα ἐπιστρέψαντα· ἔτι γάρ ποτε κἀντίος ἔσται· πολλὴ γὰρ ἱπποσύνη καὶ πεζὸς ἐπέρχεται. ὅτι δὲ ναυσίν, ἀλλ’ οὐ κατ’ ἤπειρον· καὶ γὰρ ἦν γελοῖον ἔχοντας ναυτικὸν καὶ ἐπὶ θαλάσσης κατοικοῦντας μὴ οὐ πασσυδὶ σκευωρησαμένους καὶ τροφὰς ὅσας εἶχον συνεμβαλομένους σῴζεσθαι, παρα-δόντας τοῖς βουλομένοις τὴν γῆν. Ταῦτα μὲν οὖν τὰ πρὸς Ἀθηναίους. ἀσθενῆ δὲ σφόδρα καὶ καταγέλαστα τὰ πρὸς Λακεδαιμονίους· ἤτοι γὰρ πᾶσα, φησίν, ἡ πόλις πολιορκηθήσεται ἢ ἀπολωλότα τὸν βασιλέα πενθήσει. τοῦτο δ’ ἐξ ἅπαντος εἰκὸς ἦν παντί τῳ στο-χάζεσθαι, τὸ ἤτοι τόδε ἢ τόδε συμβήσεσθαι. ἀλλ’ οὐ δήπου θεοῦ ἦν μάν-τευμα ὧδέ πως ἀμφιβάλλειν ἀγνοίᾳ τοῦ μέλλοντος, βοηθεῖν δέον καὶ σω-τῆρα τῶν Ἑλλήνων ἐν καιρῷ παραφαίνεσθαι καὶ μᾶλλον τὴν κατὰ τῶν ἐχ-θρῶν καὶ βαρβάρων νίκην τοῖς Ἕλλησιν ὡς ἂν οἰκείοις φίλοις προξενεῖν· ἢ εἰ μὴ τοῦτο δυνατὸς ἦν, κἂν τὸ μὴ παθεῖν αὐτοὺς μηδὲ ἁλῶναι παρέχειν. ὁ δὲ οὐδὲ τοῦτο, ἀλλ’ οὐδ’ ὅπως αὐτοῖς τὰ τῆς ἥττης περιστήσεται γινώσκει. διὸ καὶ πρὸς ταῦτα οἷά φησιν ὁ ἔλεγχος ἄκουε· Ἀλλ’ οὐ δεῖ Λακεδαιμονίοις, φήσεις, ταὐτὸν παραινεῖν. ἀληθῆ λέ-γεις. οὐ γὰρ ἠπίστασο, ὦ σοφιστά, οἷ χωρήσει τὰ τῆς Σπάρτης, ὥσπερ τὰ τῆς Ἀττικῆς. ἐδεδοίκεις οὖν μὴ σὺ μὲν κελεύῃς αὐτοὺς φεύγειν κἄπειτα οἱ μὲν φεύγοιεν, οἱ δὲ μὴ ἐπέλθοιεν. ἐπεὶ οὖν ἔδει τι λέγειν, οὕτως εἶπας τοῖς Λακεδαιμονίοις· ὑμῖν, ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο, ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπ’ ἀνδράσι Περσεί̈δῃσι πέρσεται, ἢ τὸ μὲν οὐχί, ἀφ’ Ἡρακλέος δὲ γενέθλης πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρον. πάλιν ὁ ἀμαντευτότατος σύνδεσμος. ἀλλ’ ἐῶμεν αὐτόν, ὡς μὴ δὶς περὶ τοῦ αὐτοῦ σοι ἐπιπηδῶντες ἐπαχθεῖς ἅμα καὶ ἄποροι δοκῶμεν εἶναι, τὰ δὲ λοιπὰ ἐπισκοπῶμεν. εἰς σὲ μὲν ἀπέβλεπον ἅπαντες ἐν τηλικούτῳ κινδύνῳ, σὺ δ’ αὐτοῖς καὶ τῶν μελλόντων μηνυτὴς καὶ τῶν ποιητέων ἦσθα σύμβουλος. καὶ σὲ μὲν ἐκεῖνοι πιστόν, σὺ δ’ αὐτοὺς ἐπέπεισο ἠλιθίους εἶναι καὶ ὁ καθε-στὼς καιρὸς ὅτι ἱκανὸς ἦν ἄγειν καὶ τραχηλίζειν τοὺς ἀβελτέρους οὐ μόνον εἰς Δελφικὰ καὶ Δωδωναῖα σοφιστήρια, ἀλλ’ ἤδη καὶ ἐπὶ τὰ κριθομαντεῖα καὶ ἀλευρομαντεῖα καὶ τοὺς ἐγγαστριμύθους. πιστοὶ δὲ οὐ μόνον οἱ θεοὶ τηνικαῦτα, ἀλλ’ ἤδη καὶ αἱ γαλαῖ καὶ αἱ κορῶναι καὶ τὰ καθύπνια παραπαίσματα. οὔκουν ἄδηλον ὅτι οὔτ’ ἂν ἀμφότερα μᾶλλον ἐδέξαντο ἢ τὸ ἕτερον οὔτ’ ἂν τὸ μεῖζον ἀντὶ τοῦ μείονος, μεῖον δὲ εἶναι ἕνα ἀντὶ πάντων πταίειν τὸν βασιλέα. μετὰ μὲν δὴ τῆς πόλεως πιπτούσης οὐδεμία οὐδ’ αὐτῷ ἀποφυγή· εἰ δ’ αὐτὸς ἄλλῃ πη τάττοιτο, τάχα ἄν τι καὶ παράδοξον γένοιτο. λείπεται δὴ τοὺς ταῦτα λογι-ζομένους τὸν μὲν βασιλέα πέμψαι προσπολεμήσοντα, αὐτοὺς δὲ οἴκοι μένον-τας ἔξω κινδύνων καραδοκεῖν· τῷ μὲν οὖν μετ’ ὀλίγων ἐναντίῳ ἱστα-μένῳ πρὸς τὸν ἄπειρον ὄχλον ὄλεθρος προφανής, ἡ δὲ Σπάρτη ἀνοχὰς εἶχεν τοῦ φόβου καὶ παραδόξους ἐλπίδας· μηδὲν δὲ ἧττον ἀφώρατον εἶναι τὸ σό-φισμα καὶ διαφυγούσης καὶ ἁλούσης. τί δή ποτε; ὅτι οὐκ εἴρητο μὰ Δία εἰ ὁ βασιλεὺς ἀποθάνοι, ἡ πόλις σωθήσεται, ἀλλ’ ὅτι ἢ μόνος ἀπολεῖται ἢ ἡ σύμπασα πόλις· τοῦτο δὲ ἐν ἑκατέρῳ ἀνεύθυνον, καὶ μόνου αὐτοῦ ἀπολουμένου καὶ μὴ μόνου. οὗτος δὲ τύφου καὶ ἀφροσύνης καρπός. Ἀλλὰ ταῦτα μὲν ταύτη. οὐκ ἄξιον δὲ παρελθεῖν καὶ ἅπερ Κνιδίοις ἔχρησεν πάλιν εὐχομένοις καὶ τὴν παρὰ τοῦ θεοῦ συμμαχίαν αἰτοῦσιν· Ἔπαθον δὲ καὶ οἱ Κνίδιοι τούτῳ προσεοικὸς Ἁρπάγου ἐπ’ αὐτοὺς στρατεύοντος. τὸν γὰρ ἰσθμὸν τὸν αὐτόθι διακόπτειν ἐπιχειροῦντες καὶ τὴν πόλιν νησοποιεῖν, τὰ μὲν πρῶτα τοῦ ἔργου εἴχοντο, ἐπεὶ δὲ αὐτοῖς ἀπήντα ἡ ἐργασία, ἀπαγορεύοντες ἤδη ἐχρῶντο. σὺ δὲ αὐτοῖς εἶπας· Ἰσθμὸν [δὲ] μὴ πυργοῦτε μηδ’ ὀρύσσετε· Ζεὺς γάρ κ’ ἔθηκε νῆσον, αἴ κ’ ἐβούλετο, καὶ οἱ βλᾶκες ἐπείσθησαν καὶ ἀποτραπόμενοι παρέδωκαν ἑαυτοὺς τῷ Ἁρπάγῳ. τὸ δὲ ῥᾳδιούργημα· ἐπεὶ γὰρ οὐκ ἦν βέβαιος ἀποφυγὴ ὀρύξασι, τούτου μὲν ἔπαυσας, ὡς μὴ κελεύων ἔργου ἔχεσθαι ἐπαγγέλλῃ τὴν ἀποφυγήν· τούτῳ δὲ οὐ τὸ λῷον εἶναι μὴ ὀρύξασι προσετίθεις, ἀλλ’ ὅτι οὐ δοκεῖ τῷ Διὶ αὐτὴν νῆσον εἶναι. ἐν μὲν οὖν τῇ ἀποτροπῇ ἀμφότερα ἰσόρροπα, ἐν δὲ τῇ προτροπῇ τὸ διαφεύξεσθαι προεῖχεν· οὗ δὴ ἀσφαλὲς ἦν τῷ σοφιστῇ τὸ ἀνατρέπειν. οὕτως δὲ οὐδὲν εἰπὼν ὧν ἕνεκα ἦσαν ἀφιγμένοι ἀπέπεμψας οἰομένους ἀκηκοέναι τι. Ταῦτα δὲ ἡγοῦμαι τὸ ἀδρανὲς τῶν τε χρώντων καὶ τῶν χρωμένων ἀπελέγχειν αὐτάρκως, καὶ ὅτι μηδὲν ἀληθὲς ἢ ἔνθεον ἔστιν εὑρεῖν ἐν τοῖς δη-λουμένοις. τὸ δὲ κακότροπον τοῦ ἤθους εἴτε τῶν πονηρῶν δαιμόνων εἴτε τῶν τὰ μαντικὰ καθυποκρινομένων ἀνδρῶν ἴδοις ἄν, εἰ μάθοις ὡς καὶ εἰς τὸν κατ’ ἀλλήλων πόλεμον τοὺς χρωμένους αὐτοῖς ἠρέθιζον, εἰρήνης καὶ φιλίας αὐτοὺς δέον εἶναι βραβευτάς. τοτὲ μὲν οὖν Λακεδαιμονίους ὡς ἂν οἰκείους καὶ φίλους ὁ ἐν Δελφοῖς πάλιν κατὰ Μεσσηνίων παραμαίνει, τοτὲ δ’ αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων χρᾷ, εἰ πάλιν οὗτοι δι’ ἀνθρωποθυσίας ἱλάσοιντο τοὺς δαίμονας. ἄκουε δὲ καὶ τὰ περὶ τούτων·
PG 21:367κε. ΩΣ ΤΟΥΣ ΧΡΩΜΕΝΟΥΣ ΑΥΤΟΙΣ ΕΞΕΜΑΙΝΟΝ ΕΙΣ ΤΟΝ ΚΑΤ’ ΑΛΛΗΛΩΝ ΠΟΛΕΜΟΝ Ἐπικρινεῖ δὴ τὰ τοιαῦτα ἡ Σοφία παροῦσα τῇ Μαντικῇ καὶ οὐκ ἐπιτρέψει αὐτῇ ὡς ἔτυχε διαλέγεσθαι, ἅτε δὴ τῶν πάντων ἀναψαμένη τὰ πείσματα καὶ ἐπιθεμένη τὰ πρεσβεῖα, οὐδὲ ἐφήσει ματαίῳ ὄντι τῷ Πυθίῳ χρᾶν οὔτε τούτοις οὔτε Λακεδαιμονίοις περὶ Μεσσηνίων καὶ τῆς γῆς ἧς εἶχον Μεσσή-νιοι ἀπάτῃ νικήσαντες Λακεδαιμονίους· οὔ σε μάχης μόνον ἔργ’ ἐφέπειν χερὶ Φοῖβος ἄνωγεν, ἀλλ’ ἀπάτῃ μὲν ἔχει γαῖαν Μεσσηνίδα λαός· ταῖς δ’ αὐταῖς τέχναις τις ἁλώσεται αἷσπερ ὑπῆρξεν. εἰρήνης μᾶλλον μεμνῆσθαι κελεύει καὶ ὀλιγοδείας καὶ αὐταρκείας. οἱ δέ που τοῖς Λυκούργου νόμοις κατακοσμούμενοι ἧκον ὑπὸ ἀπληστίας καὶ δόξης κενῆς ἐρησόμενοι, ὡς μὴ δοκοῖεν Μεσσηνίων μάχῃ λείπεσθαι, ἐν νόμοις καρτερι-κοῖς τεθράφθαι δοκοῦντες. οἱ δέ γε εἰ ἐν καρτερικοῖς οὕτως ἦσαν νόμοις τε-θραμμένοι, ἐκαρτέρουν ἂν ἐπὶ τοῖς ὀλίγοις καὶ οὐδὲν ἂν μάχης αὐτοῖς ἔδει οὐδὲ ὅπλων καὶ τῆς λοιπῆς ἀποπληξίας. ταῦτα Λακεδαιμονίοις κατὰ Μεσσηνίων, πάλιν δ’ αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων ταῦτα· σὺ γὰρ καὶ Μεσσηνίοις κατὰ Λακεδαιμονίων, οὐ μόνον Λακεδαιμονίοις κατὰ Μεσσηνίων χρησμῳδεῖς· παρθένον Αἰπυτίδα κλῆρος καλεῖ, ἥντινα δοίης δαίμοσι νερτερίοις, καί κεν σώσεις πτολίεθρον. τὰ γὰρ παρευρήματα οὐ δέχομαι, ὅτι οὐκ ἦν καθαρὸν ἐκ γένους Αἰπύτου τὸ ἱερεῖον, ὅθεν ἀτέλεστα Μεσσηνίοις εἶναι. τοιοῦτος γὰρ εἶ οἷος ταράττειν. Τὰ μὲν δὴ τῆς παλαιᾶς ἱστορίας τοιαῦτα. μυρία δ’ ἔστι καὶ καθ’ ἡμᾶς τούτοις συνιδεῖν ὅμοια, ἐκ παλαιοῦ χρόνου καὶ εἰς ἡμᾶς αὐτοὺς τῶν κατὰ χρόνους ἀρχόντων τοτὲ μὲν εἰς ἀπράκτους πολέμους διὰ τῆς τῶν χρησμῶν συμβουλίας ὁρμώντων, τοτὲ δὲ σφαλλομένων ἐκ τῆς τῶν χρησθέντων ἀδηλίας, ἄλλοτε δ’ ἀποπλανωμένων ἐκ τῆς αὐτόθεν τῶν λογίων ἀπάτης. τί δεῖ λέγειν, ὥς ποτε ἐν ταῖς μεγίσταις συμφοραῖς, ἤτοι τῶν πρὸς τοὺς ἐχθροὺς παρατάξεων ἢ τῶν ἐν ταῖς σωματικαῖς ἀρρωστίαις κινδύνων, τῆς τῶν νενομισμένων θεῶν ἐπικουρίας ἢ θεραπείας οὐδὲν ὤναντο; τοιαῦτα δὲ ἀεὶ καὶ διὰ παντὸς αὐτοῖς τὰ ἀπὸ τῶν χρησμῶν ἐκπίπτει, οἷα καὶ τὰ τῆς παλαιᾶς ἱστορίας συνίστησιν. ἀλλ’ ἐπεὶ τῶν μάλιστα παρὰ τοῖς Ἕλλησι θρυλουμένων τοῦ Πυθίου χρησμῶν εἷς τις ἦν καὶ ὁ πρὸς Λυκοῦργον, ᾧ προσιόντι ἡ Πυθία ἐπεφώνησεν τὸ βοώμενον ἐκεῖνο· ἥκεις, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηὸν Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι· δίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον· ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόεργε. ἥκεις εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι δώσω καὶ τὰ τούτοις συνεπιλεγόμενα· φέρε καὶ πρὸς ταῦτα τίνα ποτὲ συνεῖδεν ὁ προδηλωθεὶς ἔλεγχος ἐποπτεύσωμεν. γράφει δὲ ὧδε· κ. ΤΑ ΠΕΡΙ ΛΥΚΟΥΡΓΟΥ ΤΟΥ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ ΝΟΜΟΘΕΤΟΥ ΟΤΙ ΜΗ ΘΕΟΥ ΑΞΙΑ Ἀλλὰ σὺ τὸν Τυρταίου προκαθηγεμόνα καὶ σκοπὸν ἐλθόντα ποτὲ ὡς σὲ ἥκειν ἔφης ἐκ κοίλης Λακεδαίμονος Ζηνὶ φίλον καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι, δίζησθαί τε ἢ θεὸν αὐτὸν μαντεύσῃ ἢ ἄνθρωπον, ἀλλ’ ἔτι καὶ μᾶλλον θεόν, ὅτι ἦλθεν εὐνομίην αἰτήσων. καὶ πῶς, εἰ θεός, οὐκ ἠπίστατό πω νόμον πολιτικὸν ὁ φίλος τοῦ Διὸς καὶ πάντων τῶν Ὀλυμπίων; ἀλλ’ ἐπεί τοι καὶ οὐ δίχα θεοῦ ἴσως τὰ τοιαῦτα εὑρίσκεται, ἃ δέδεικται τῷ θειοτάτῳ ἀνθρώ-πων τῇ ἀπὸ τοῦ θεοῦ φωνῇ, φέρε ἴδωμεν τὴν θείαν φωνὴν καὶ ἃ ἐδίδαξας τὸν Λυκοῦργον· ἥκεις εὐνομίην διζήμενος, αὐτὰρ ἐγώ τοι δώσω. δός, εἴποιμι ἂν ἐγώ· οὐδεμίαν γάρ πω δόσιν οὐδενὶ ἐπηγγείλω τοιαύτην. Ἕως ἂν μαντείῃσιν ὑποσχέσιάς τε καὶ ὅρκους καὶ δίκας ἀλλήλοισι καὶ ἀλλοδαποῖσι διδῶτε, ἁγνῶς καὶ καθαρῶς πρεσβηγενέας τιμῶντες, Τυνδαρίδας δ’ ἐποπιζόμενοι, Μενέλαν τε καὶ ἄλλους ἀθανάτους ἥρωας, οἳ ἐν Λακεδαίμονι δίῃ, οὕτω δή χ’ ὑμῶν περιφείδοιτ’ εὐρύοπα Ζεύς. Ἄπολλον, διδασκαλίας καὶ παρεγγυήσεως θείας καὶ οὐ μακρὸς ἕνεκα τού-των ὁ στόλος οὐδὲ ὅπως εἰς Δελφοὺς ἐκ Πελοποννήσου, ἀλλ’ οὐδ’ εἰς Ὑπερ-βορέους αὐτούς, ὅθεν ἀφῖχθαι λέγουσιν κατὰ χρησμὸν Ἀστερίας ἄλλης μάν-τεως οἰκητὰς Δήλοιο θυώδεος ἠδ’ ἱερῆας. δοκεῖ δέ μοι ὁ Λυκοῦργος οὗτος οὐκ ἐσχηκέναι τιτθὴν οὐδ’ ἐ[ν] συνθώκῳ πρεσβυτέρων οὐδέποτε κεκαθικέναι, παρ’ ὧν καὶ παρ’ ἧς εἶχεν καλλίω τούτων ἀκοῦσαι καὶ σοφώτερα. τάχα δέ πού τι προσθήσεις, ἐάν σε λιπαρῇ ὁ Λυκοῦργος εἰπεῖν τι σαφές. εἰ οἱ μὲν εὖ ἡγοῖντο, οἱ δ’ ἕποιντο, ἔτι φήσω τοῦ αὐτοῦ εἶναι συνθώκου τοῦτο καὶ ἀξιώσω τὸν Λυκοῦργον μὴ ἀποκαμεῖν εἴ τι δύναιτο πολιτικὸν παρὰ σοῦ δίδαγμα ἀναλαβὼν ἀπιέναι εἰς τὴν Σπάρτην· εἰσὶν ὁδοὶ δύο πλεῖστον ἀπ’ ἀλλήλων ἀπέχουσαι, ἡ μὲν ἐλευθερίας εἰς τίμιον οἶκον ἄγουσα, ἡ δ’ ἐπὶ δουλείας φυκτὸν δόμον ἡμερίοισι· καὶ τὴν μὲν διά τ’ ἀνδροσύνης ἱερῆς θ’ ὁμονοίας ἔστι περᾶν, ἣν δὴ λαοῖς ἡγεῖσθε κέλευθον, τὴν δὲ διὰ στυγερῆς ἔριδος καὶ ἀνάλκιδος ἄτης εἰσαφικάνουσιν, τὴν δὴ πεφύλαχθε μάλιστα. ἀνδρείους εἶναι κελεύεις· τοῦτο μὲν καὶ παρὰ τῶν δειλῶν πολλάκις ἠκούσα-μεν. ἀλλὰ καὶ ὁμόφρονας· τοῦτο οὐ παρὰ τῶν σοφῶν μόνων, ἀλλ’ ἤδη καὶ παρ’ αὐτῶν τῶν στασιαζόντων. ὥστε τούτου μὲν τοῦ παρεγγυήματος ἀφίεμέν σε. καίτοι μάντις ὢν οὐκ ἔγνως ἡμᾶς πολλάκις καὶ παρὰ πολλῶν εἰληφότας αὐτό, οὔτε τῆς δάφνης ἐμφαγόντων οὔτε τὸ Κασταλίας ὕδωρ πιόντων οὐδ’ ἐπὶ σοφίᾳ τὴν ὀφρύν ποτε ἀνασπασάντων; λέγ’ οὖν περὶ ἀνδρείας, λέγε περὶ ἐλευθερίας, λέγε περὶ ὁμοφροσύνης, τίνα τρόπον ἐγγίνεται ταῦτα πόλει, καὶ μὴ ἡμᾶς τοὺς οὐκ εἰδότας κέλευε ἡγεῖσθαι τοῖς λαοῖς τῆς κελεύθου ταύτης, ἀλλ’ αὐτὸς ἡγοῦ. καλὴ μὲν γάρ, ἀλλ’ ἄπορος ἡμῖν καὶ φοβερά. Τούτοις προστίθησι λέγων· κζ. ΟΤΙ ΟΥ ΠΕΡΙ ΣΠΟΥΔΑΙΩΝ ΠΡΑΓΜΑΤΩΝ ΤΟΥΣ ΧΡΗΣΜΟΥΣ ΕΠΟΙΟΥΝΤΟ Σὺ δὲ καὶ περὶ γάμου ἕτοιμος λέγειν· Ἄργεος ἱπποβότου πῶλον λάβε κυανοχαίτην· καὶ περὶ παίδων· Ἠετίων, οὔ τίς σε τίει πολύτιτον ἐόντα· λάβδα κύει, τέξει δ’ ὀλοοίτροχον· περὶ δὲ ἀποικίας· στέλλ’ ἐπὶ χρυσείους ἄνδρας πολυεθνέα λαόν, ὤμοις μὲν χαλκὸν προφέρων, χερσὶν δὲ σίδηρον· περὶ δὲ κενῆς δόξης· γαίης μὲν πάσης τὸ Πελασγικὸν οὖδας ἄμεινον· ἵπποι Θρηίκιαι, Λακεδαιμόνιαι δὲ γυναῖκες, ἄνδρες θ’ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης. καί μοι δοκεῖς οὐδὲν τῶν τερατοσκόπων καλουμένων κρείττων εἶναι, ἀλλ’ οὐδὲ τῶν ἄλλων ἀγυρτῶν καὶ σοφιστῶν. ἀλλὰ τῶν μὲν ἔγωγε οὐδὲν ἐθαύμασα, εἰ μισθοῦ τραχηλίζουσιν, σοῦ δὲ τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων, εἰ μισθοῦ τραχηλίζονται. εἶθ’ ὁ μὲν Σωκράτης ἐκεῖνος οὐδέτερον ἀπεκρίνατο πρὸς τὸν ἐρωτήσαντα, πότερα γαμήσῃ ἢ μή, ἀλλ’ ὅτι μετανοήσει ἀμφότερα. πρὸς δὲ τὸν ἐπιθυμοῦντα παίδων οὐκ εὖ ἔφη αὐτὸν ποιήσειν, ὃς ἐάσας ἐπιχειρεῖν ὅπως, εἴ οἱ παῖδες γένοιντο, ἄριστα αὐτοῖς χρῷτο, τούτου μὲν οὐδένα λόγον ἐποιήσατο, αὐτὸ δὲ μόνον ἐσκοπεῖτο, πῶς αὐτῷ γένοιντο. ἑτέρου δὲ ἀποδημεῖν ἐγνω-κότος διὰ τὸ κακῶς ἔχειν οἴκοι οὐκ ἔφη ὀρθῶς αὐτὸν βουλεύεσθαι· τὴν μὲν γὰρ πατρίδα αὐτόθι ἀπολιπὼν ἄπεισιν, τὴν δὲ ἀμαθίαν μεθ’ ἑαυτοῦ ἄγων, ἥτις αὐτὸν καὶ τοῖς ἐκεῖ δυσαρεστεῖν ποιήσει καθάπερ καὶ τοῖς ἐνθάδε. καὶ οὐχ
PG 21:373ὁπότε ἠρωτᾶτο μόνον, ἀλλὰ καὶ αὐτόκλητος ἐπὶ τὰς τοιάσδε συνουσίας ἰών. κη. ΟΤΙ ΚΟΙΝΟΙΣ ΚΑΙ ΑΝΘΡΩΠΙΝΟΙΣ ΛΟΓΙΣΜΟΙΣ ΤΑ ΠΡΑΚΤΕΑ ΣΥΝΕΒΟΥΛΕΥΟΝ Εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰατρῷ Ἀθηναίοις ὑπὸ καύματος ἐνοχλουμένοις· ἰατρικόν, ἀλλ’ οὐ μαντικόν. Ἐργῖνε Κλυμένοιο πάϊ Πρεσβωνιάδαο, ὄψ’ ἦλθες γενεὴν διζήμενος· ἀλλὰ καὶ ἔμπης ἱστοβοῆι γέροντι νέαν ποτίβαλλε κορώνην· γέροντι νέαν συνοικεῖν, εἰ παίδων ἐπιθυμεῖ, οὐ μάντεως οὐδὲ τοῦτο, ἀλλὰ φύσιν ἐπισταμένου. ἀλλ’ ἡ ἐπιθυμία τοὺς βλᾶκας ἐξίστησιν. κθ. ΟΤΙ ΚΑΙ ΑΦΙΛΟΣΟΦΩΣ ΤΑ ΠΟΛΛΑ ΠΑΡΗΙΝΟΥΝ Διόπερ σοι καὶ νάρθηκα παραινῶ ἐπ’ αὐτοὺς λαμβάνειν, εἰ μὴ πείθοις μανθάνειν ἀντὶ τῶν καταπτύστων ἐρωτημάτων ἄξιόν τι τοῦ θείου φοιτητηρίου, ἢ Ἀντιόχῳ τῷ Παρίῳ ἀποβαλόντι τὴν οὐσίαν ἐν πολιτικῇ φλυαρίᾳ καὶ ὑπὸ λύπης ἥκοντι πρὸς σὲ λέγειν· Ἀντίοχ’, εἰς Θάσον ἐλθὲ καὶ οἴκει εὐκλέα νῆσον· ὃς ἐκείνως ἂν μᾶλλον ὤνατο ἀκούσας· Ἀντίοχ’, εἰς νοῦν ἐλθὲ καὶ ἐν πενίᾳ μὴ ὀδύρου. ἢ τοῖς ἥκουσι Κρητῶν· Φαιστοῦ καὶ Τάρρας ναέται Δίου τε πολύρρου, Πυθῷον κέλομαι τελέειν Φοίβοιο καθαρμὸν εὐαγέοντας, ὅπως Κρήτην καταναιετάητε, ὄλβον μὴ πατρίοισι νόμοις καὶ Ζῆνα σέβοντες. οἷς ἀκοῦσαι ἐκεῖνο κρεῖττον ἦν· λήρου καὶ μανίας ναέται πολλοῦ θ’ ἅμα τύφου, οἰκεῖον τελέειν κέλομαι λήροιο καθαρμὸν εὐαγέοντας, ὅπως σοφίαν καταναιετάητε, ὄλβον μὴ πατρίοισι νόμοις, θείοις δὲ σέβοντες· ὡς μὴ μᾶλλον τῆς Κρήτης σὺ καθαρμοῦ προσδέῃ, Ὀρφικούς τινας ἢ Ἐπιμενιδεί-ους καθαρμοὺς φανταζόμενος. λ. ΟΤΙ ΚΑΙ ΣΥΝΕΜΕΡΙΖΟΝΤΟ ΤΟΙΣ ΑΔΙΚΟΥΣΙΝ Διὰ τί δέ, ὦ σοφώτατε, Χαρίλαος καὶ Ἀρχέλαος οἱ Λακεδαιμονίων βασι-λεῖς, εἴ κεν ἐπικτήτου μοίρης λάχος Ἀπόλλωνι ἥμισυ δάσσωνται, πολὺ λώϊον ἔσσεται αὐτοῖς; ποίῳ δὲ καὶ ἄλλῳ λέγεις Ἀπόλλωνι; οὐ γὰρ δὴ τοῦτο αὐτῷ σοι, ὦ ἀναίσχυντε μάντι, ὡς μή τίς σοι αὐτῷ ἐπιπλήξειεν, ἅτε κακῶς οὕτω συνδιαιρουμένῳ τοῖς λῃσταῖς. Ταῦτα μὲν οὖν ὧδε ἐχέτω. φέρε δὲ τούτοις προσθῶμεν καὶ δι’ ὧν αὖθις ὁ Ἀπόλλων θαυμάζει τὸν Ἀρχίλοχον, ἄνδρα παντοίαις κατὰ γυναικῶν αἰ-σχρορρημοσύναις καὶ ἀρρητολογίαις, ἃς οὐδ’ ἀκοῦσαί τις σώφρων ἀνὴρ ὑπομείνειεν, ἐν τοῖς οἰκείοις ποιήμασι κεχρημένον· καὶ τὸν Εὐριπίδην τῆς μὲν Σωκράτους διατριβῆς καὶ φιλοσοφίας ἐκπεσόντα, εἰσέτι δὲ καὶ νῦν ἐπὶ τῆς θυμέλης τραγῳδούμενον· καὶ Ὅμηρον ἐπὶ τούτοις, ὃν ὁ γενναῖος Πλάτων ἐξω-θεῖ τῆς ἑαυτοῦ πολιτείας ὡς κατ’ οὐδὲν ὠφέλιμον, ἀλλὰ καὶ τὰ ἔσχατα τοὺς νέους λυμαινομένων λόγων ποιητὴν γεγενημένον. ἐφ’ οἷς πάλιν ὁ προδηλωθεὶς τὸν χρησμῳδὸν θεὸν ὧδέ πως σκώπτει· λα. ΟΤΙ ΚΑΙ ΤΟΥΣ ΠΟΙΗΤΑΣ ΤΟΥΣ ΜΗΔΕΝ ΦΙΛΟΣΟΦΟΥ ΒΙΟΥ ΑΞΙΟΝ ΕΠΙΔΕΔΕΙΓΜΕΝΟΥΣ ΑΚΡΙΤΩΣ ΚΑΤΑ ΤΟΥΣ ΠΟΛΛΟΥΣ ΕΝΕΚΩΜΙΑΖΟΝ Ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις, ἔσσετ’ ἐν ἀνθρώποις· ὁ δὲ παῖς ἦν Ἀρχίλοχος. ἔσται σοι κοῦρος, Μνησαρχίδη, ὅντινα πάντες ἄνθρωποι τίσουσι, καὶ ἐς κλέος ἐσθλὸν ὀρούσει καὶ στεφέων ἱερῶν γλυκερὴν χάριν ἀμφιβαλεῖται· ὁ δὲ κοῦρος ἦν Εὐριπίδης. Ὁμήρῳ δέ· σοὶ ζωὴ δοιὰς μοίρας λάχεν, ἡ μὲν ἀμαυρῶν ἠελίων δισσῶν, ἡ δ’ ἀθανάτοις ἰσόμοιρος, ζῶν καὶ ἀποφθίμενος· καὶ διὰ ταῦτα ἤκουεν· ὄλβιε καὶ δύσδαιμον, ἔφυς γὰρ ἐπ’ ἀμφοτέροισιν· λέγει δὲ οὐκ ἄνθρωπος, ἀλλά τις διατεινάμενός ποτε, ὅτι αὐτὸν οὐ χρὴ ἀνθρώπων θεὸν ὄντα δυηπαθέων ἀλεγίζειν. ἄγε οὖν, ὦ θεέ, μὴ περιίδῃς μηδ’ ἡμᾶς. ἐπιθυμοῦμεν γάρ, εἰ μή τι ἀδικοῦ-μεν, οἱ μὲν κλέους ἐσθλοῦ, οἱ δὲ στεφάνων ἱερῶν, οἱ δὲ πρὸς θεοὺς ἰσομοιρίας, οἱ δὲ αὐτῆς ἀθανασίας. τί ποτ’ οὖν ἦν τοῦτο δι’ ὅ σοι Ἀρχίλοχος ἔδοξεν ἄξιος εἶναι τοῦ οὐρανοῦ; μὴ φθονήσῃς, ὦ φιλανθρωπότατε θεῶν, μηδ’ ἄλλοις ἀνθρώποις τῆς ἄνω ὁδοῦ. τί πράττειν κελεύεις ἡμᾶς; ἢ δηλαδὴ τὰ Ἀρχιλόχου, εἰ μέλλοιμεν ἄξιοι φανεῖσθαι τῆς ὑμετέρας ἑστίας, λοιδορῆσαι μὲν πικρῶς τὰς οὐκ ἐθελούσας ἡμῖν γαμεῖσθαι, ἅψασθαι δὲ καὶ τῶν κιναίδων, ἐπειδὴ τῶν ἄλλων πονηρῶν πολὺ πονηρότεροί εἰσιν· οὐχὶ δίχα μέτρου, αὕτη γὰρ διάλεκτος καὶ θεῶν, ὥσπερ οὖν καὶ θείων ἀνδρῶν, ὥσπερ Ἀρχιλόχου. καὶ οὐδὲν ἴσως θαυμαστόν. διὰ γὰρ τὴν ἐν τούτοις ὑπεροχὴν εὖ μὲν οἶκος οἰκεῖται, εὖ δὲ ἰδιώτης βίος, πόλεις δὲ ὁμοφρόνως καὶ ἔθνη εὐνόμως συνεστᾶσιν. οὐκ ἀπεικότως ἄρα σοι καὶ Μουσῶν θεράπων ἔδοξεν εἶναι, καὶ ὁ φονεὺς αὐτοῦ οὐκ ἄξιος εἶναι τῆς πρὸς ὑμᾶς τοὺς θεοὺς εἰσόδου οὐδὲ τῆς παρ’ ὑμῶν φωνῆς, ἄνδρα φωνάεντα ἀποκτείνας. οὔκουν ἄδικος ἡ πρὸς τὸν Ἀρχίαν ἀπειλὴ οὐδ’ ἄκαιρος ἡ Πυθία τιμωροῦσα Ἀρχιλόχῳ τῷ πάλαι νεκρῷ καὶ κελεύουσα ἐξιέναι τοῦ ναοῦ τὸν ἐναγῆ· Μουσάων γὰρ ἀπέκτεινεν θεράποντα. οὔκουν ἔμοιγ’ ἐφάνης ἐπαμύνων τῷ ποιητῇ ἀπρεπὴς εἶναι· ἐμεμνήμην γὰρ καὶ τοῦ ἑτέρου ποιητοῦ καὶ τῶν ἱερῶν τοῦ Εὐριπίδου στεφάνων, καίτοι ἀπορῶν καὶ ἀκοῦσαι ἐπιθυμῶν οὐχ ὅτι ἐστεφανοῦτο, ἀλλὰ πῶς ἦν τὰ στέφη ταῦτα ἱερά· οὐδ’ ὅτι αὐτοῦ κλέος ὄρουσεν, ἀλλὰ πῶς ἐσθλὸν ἦν τοῦτο. ἐκροταλίζετο μὲν γὰρ ἐν τοῖς ὄχλοις, οἶδα, καὶ τυράννοις ἤρεσκε, καὶ τοῦτο οἶδα· καὶ ἔργον ἐπετήδευεν, ἐφ’ ᾧ οὐχ ὅπως αὐτὸς ἐθαυμάζετο ὁ ἐρ[γ]αστής, ἀλλ’ ἤδη καὶ ἡ τῶν Ἀθηναίων πόλις, ὅτι μόνη τραγῳδοὺς ἤνεγκεν. εἰ μὲν οὖν ὁ κρότος ἱκανὸς κριτὴς καὶ ἡ ἐν ἀκροπόλει τράπεζα, οὐδὲν ἔτι λέγω, βλέπων ἐν ἀκροπόλει δειπνοῦντα τὸν Εὐριπίδην καὶ τὸν Ἀθηναίων ἅμα καὶ τὸν Μακεδόνων δῆμον ἐπιψοφοῦντα· εἰ δὲ καὶ δίχα τούτων ἐστίν τις καὶ θεῶν ψῆφος καὶ αὕτη πιστὴ καὶ οὐχ ἥττων τῆς τῶν τυράννων οὐδὲ τῆς τῶν ὄχλων, φέρε, φράσον ἡμῖν ἐπὶ τίνι τῶν καλῶν ἠνέγκατε ὑμεῖς οἱ θεοὶ τὴν ὑπὲρ τοῦ Εὐριπίδου ψῆφον, ἵνα σπεύσωμεν καὶ διώξωμεν τὸν οὐρανὸν κατὰ πόδας τῶν ὑμετέρων ἐπαί-νων. οὐ γὰρ δὴ οὐκ εἰσὶ καὶ νῦν ἕτοιμοι κωμῳδεῖσθαι καὶ Σαβαῖοι καὶ Λυ-κάμβαι, πρὸς δέ γε τὸ τραγῳδεῖσθαι οὐκ ἂν οὐδὲ νῦν ἐνσταίη οὔτε ὁ Θυέστης οὔτε ὁ Οἰδίπους οὔτε ὁ Φινεὺς ἐκεῖνος. οὐδ’ ἄν, οἶμαι, φθονήσαιεν οὐδενὶ ἐπιθυμοῦντι φιλίας τῆς τῶν θεῶν, ἀλλὰ καὶ αὐτοὶ ἄν μοι δοκοῦσιν ἐκεῖνοι, εἰ ᾔσθοντο ὅτι ἔσοιτό τις Εὐριπίδης, ἀνὴρ ἐπὶ τῷ διασκευάσαι αὐτοὺς γενό-μενος θεοφιλής, ἀμελῆσαι ἂν ἐκείνων τῶν κακῶν καὶ οὐκ ἐπὶ [τὸ] τὰ κρείττονα φρονεῖν, ἀλλ’ ἐπὶ τὸ μετροποιεῖν τραπέσθαι· καὶ τῶν ἔμπροσθεν ἀνθρώπων εἰ τὰ ὀνόματα ὄγκου πλήρη ἤκουον, χρῆσθαι τούτοις εἰς τὴν πρὸς τὸν οὐρανὸν ὁδοιπορίαν, ἵν’ ἐλθόντες καθίζοιντο ἐν τῷ Ὀλύμπῳ μετὰ τῶν πυκτῶν ἐν τῇ τοῦ Διὸς αὐλῇ· ταῦτα γὰρ λέγει ὁ ἐν Δελφοῖς ποιητής. φέρε καὶ τὴν Ὁμή-ρου τοῦ ὀλβίου ἴδωμεν ἐρώτησιν, ἣν τὸν θεὸν ἐρωτᾷ· ἦ που γάρ τις οὐρανία ἦν καὶ ἱκανὴ τὸν θεὸν ἐκκαλέσασθαι· οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ὁ θεὸς ὄλβιον μὲν ἐπεφώνησεν, ἐπὶ δὲ τῷ ὀλβίῳ ῥῆσιν ἀπένειμεν· πατρίδα δίζηαι· μητρὶς δέ τοι, οὐ πατρίς ἐστιν· Μίνωος δ’ ἀπὸ γῆς οὔτε σχεδὸν οὔτ’ ἀπὸ τηλοῦ, ἐν τῇ σοι μοῖρ’ ἐστὶ τελευτῆσαι βιότοιο, εὖτ’ ἂν ἀπὸ γλώσσης γνῷς παίδων
PG 21:379ἀξύνετον πολλοῖσι λόγοις εἰρημένον. δεινὸν γάρ, ὦ σοφώτατε ἀνδρῶν, μᾶλλον δὲ θεῶν, εἰ μήτε ὅπου τῆς γῆς ἐξέθορεν τῆς μητρὸς εἰδείη ὁ ὄλβιος μήτε ὅπου καταμύσας κείσεται. ἐγὼ δὲ καὶ ᾤμην ἴσον εἶναι Ὅμηρόν τε ὄντα περὶ τούτων προσιέναι τῷ θεῷ καὶ ἕνα τῶν κανθάρων, καὶ τὸν θεὸν μὴ μᾶλλον ἂν Ὁμήρῳ ἀφηγήσασθαι περὶ τοιούτων ἀγνοημάτων ἢ κανθάρῳ· οἷον εἰ καὶ κάνθαρός τις γεννηθεὶς οὐκ ἐνεβίωσεν οὐδ’ ἐνεγήρασεν ἐν ἐκείνῃ τῇ κοπρίᾳ, ἀλλ’ ἐχθρῷ ἀνέμῳ περιέτυχεν καὶ κανθαρίῳ δαίμονι σκληρῷ, ὃς αὐτὸν μετέωρον ἄρας βίᾳ ἀπήνεγκεν ἐπί τινα ἄλλην γῆν καὶ ἄλλην κοπρίαν, κἄπειτα ἐλθὼν εἰς Δελφοὺς ἀνηρώτα ἥτις ἄρα ποτὲ αὐτῷ ἦν ἡ πατρῴα κοπρία καὶ ἥτις αὐτὸν γῆ δέξεται ἀποθανόντα. Ταῦτα μὲν οὖν περὶ τῶν ποιητῶν. λβ. ΟΤΙ ΚΑΙ ΠΥΚΤΑΣ ΑΝΔΡΑΣ ΚΑΙ ΑΘΛΗΤΑΣ ΤΙΜΑΙΣ ΙΣΟ-ΘΕΟΙΣ ΓΕΡΑΙΡΕΙΝ ΠΑΡΕΚΕΛΕΥΟΝΤΟ Ἐπεὶ δὲ οὐ μόνους ποιητάς, ἤδη δὲ καὶ πύκτας καὶ ἀθλητὰς ὁ θαυμά-σιος θεὸς διὰ τῶν οἰκείων χρησμῶν ἐξεθέωσεν, εἰκότως μοι δοκεῖ καὶ ταῦτα ἀπελέγχειν ὁ δεδηλωμένος τούτοις τοῖς ῥήμασιν· Ὦ εἰδὼς ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης, καὶ κωφοῦ ξυνιεὶς καὶ μὴ λαλέοντος ἀκούων, εἴθε ὤφελες τὰ μὲν τοιαῦτα πάντα ἀγνοεῖν, ἐκεῖνο δὲ εἰδέναι, ὅτι ἡ πυκτικὴ τῆς λακτικῆς οὐδὲν διαφέρει, ἵν’ ἢ καὶ τοὺς ὄνους ἀπηθανάτους ἢ μηδὲ Κλεο-μήδην πύκτην Ἀστυπαλαιέα, λέγων οὕτως· ὕστατος ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς, ὃν θυσίαις τιμᾶσθ’ ὡς οὐκέτι θνητὸν ἐόντα. διὰ τί γάρ, ὦ πάτριε τῶν Ἑλλήνων ἐξηγητά, ὥς σε καλεῖ Πλάτων, ἐθέω-σας τὸν ἄνδρα τοῦτον; ἢ ὅτι Ὀλυμπίασι πληγῇ μιᾷ πατάξας τὸν ἀνταγωνιστὴν ἀνέῳξέ τε τὴν πλευρὰν αὐτοῦ καὶ ἐμβαλὼν τὴν χεῖρα ἐλάβετο τοῦ πνεύμονος (Ἄπολλον, ἀξιοθέου ἔργου ); ἢ οὐ μόνον, ἀλλὰ καὶ ὅτι προστιμηθεὶς τεσσάρων ταλάντων ζημίαν ἐπὶ τούτῳ οὐχ ὑπέστη, ἀλλ’ ὑπ’ ἀχθηδόνος καὶ βαρυθυμίας ἐνήρεισε τὸν θυμὸν τοῖς ἐν τῷ διδασκαλείῳ παισίν, τὸν κίονα ὑφελκύσας, ὃς ἀνεῖχε τὴν στέγην; ἆρ’, ὦ θεοποιέ, διὰ ταῦθ’ ἡμῖν ὁ Κλεομήδης τιμητέος ἐστίν; ἢ κἀκεῖνο προσθήσεις, τὸ ἕτερον δεῖγμα τῆς ἐκείνου ἀνδρεί-ας ἅμα καὶ θεοφιλίας, ὅτι δὴ ἐμβὰς εἰς ἱερὸν κιβώτιον καὶ τὸ πῶμα ἐπαγαγό-μενος ἄληπτος ἐγένετο τοῖς διώκουσι, πειρωμένοις αὐτὸν ἐξελκύσαι; ὦ Κλεό-μηδες, ἆρα ἥρως οὐκέτι θνητός, οἷα τὰ μηχανήματα ὑπὲρ ἀθανασίας ἐξεῦρες· ᾔσθοντο γοῦν εὐθέως οἱ θεοὶ τῆς ἀγαθουργίας καὶ ἀνηρείψαντό σε, ὥσπερ οἱ τοῦ Ὁμήρου τὸν Γανυμήδην· ἀλλὰ τὸν μὲν ἐπὶ τῷ κάλλει, σὲ δὲ ἐπὶ τῇ ἰσχύϊ καὶ τῆς ἰσχύος τῇ χρήσει τῇ ἀγαθῇ. εἴθ’ οὖν, ὡς ἔφην, ὦ μάντι, ἐάσας τὴν ψάμμον καὶ τὴν ἅλμην ἀντ’ αὐτῶν ἐξέμαθες ὁπόσου ἄξιόν ἐστιν ἡ πυκτική, ἵνα καὶ τοὺς πύκτας ὄνους θεοὺς ἐνόμιζες καὶ τοὺς ὀνάγρους τῶν θεῶν τοὺς ἀρί-στους· καὶ ἦν ἄν τι οἰκεῖον λόγιον ἐπ’ ἀποθανόντι ὀνάγρῳ μᾶλλον ἢ ἐπὶ τῷ σῷ πύκτῃ· ἔξοχος ἀθανάτων ὄνος ἄγριος, οὐ Κλεομήδης, ὃν θυσίαις τιμᾶσθ’ ὡς οὐκέτι θνητὸν ἐόντα. μὴ γὰρ δὴ θαυμάσῃς εἰ καὶ ὄναγρος ἐπιδικάσεται ἀθανασίας, ἱκανῶς τὰ θεῖα παρεσκευασμένος, καὶ ἀκούσας μὴ ἀνασχήσεται, ἀλλ’ ἀπειλήσει καὶ αὐτὸν τὸν Κλεομήδη πατάξας εἰς τὸ βάραθρον ἐμβαλεῖν καὶ οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι· εἶναι γὰρ αὐτοῦ ἀξιώτερος αὐτῶν τῶν θείων δώ-ρων, ἅτε μήτε αὐτῷ μόνῳ ἕτοιμος ὢν μάχεσθαι, κἂν εἰ σιδηροῖς χρῷτο τοῖς ἱμᾶ-σιν, ἀλλὰ καὶ τῷ Θασίῳ πύκτῃ ἅμα ἀμφοτέροις, ὑπὲρ οὗ τοῦ ἀνδριάντος ἐχαλέπηναν οἱ θεοὶ καὶ τὴν Θασίων γῆν ἄφορον εἰργάσαντο. πιστεύομεν δὲ καὶ περὶ τούτου οὐκ ἀνθρώπῳ, ἀλλὰ θεῷ τῷ αὐτῷ. ἐξ ὧν ἐγὼ καὶ πάνυ κατενόησα ὅτι θεῖόν τι ἄρα ἦν ἐπιτήδευμα ἡ πυκτική, τοὺς δὲ πολλοὺς καὶ οἰομένους εἶναι σοφοὺς ἐλελήθει, ἵν’ ἀφέμενοι τοῦ καλοὶ κἀγαθοὶ εἶναι ἤσκουν τὰ τοῦ Θασίου πύκτου· ᾧ ἀθανασίαν μέν, ὥσπερ Κλεομήδει, οὐκ ἔδωκαν, ἐφίλησαν δὲ μεγάλως οἱ θεοί. οὕτως καὶ ὁ χάλκεος αὐτοῦ ἀνδριὰς ἔδειξέν τι ὑπὲρ τὰς τῶν ἄλλων ἀνθρώπων εἰκόνας, ἐπικατενεχθεὶς τῷ μαστιγοῦντι ἐχθρῷ κατά τινα, ὡς ἔοικεν, δαιμονίαν μέριμναν. ἀλλ’ οἱ ἄφρονες Θάσιοι καὶ θείων ἄπειροι πραγμάτων ἠγανάκτησάν τε καὶ ἄγος ἐπεκάλεσαν τῷ ἀνδριάντι καὶ δίκην εἰσεπράξαντο καὶ καταδῦσαι ἐτόλμησαν εἰς τὴν θάλασσαν. οὐ μὴν διέφυγόν γε οἱ Θάσιοι, ἀλλ’ οἱ θεοὶ ἔδειξαν ἡλίκον κακὸν ὑπ’ αὐτῶν ἐτολμήθη, λιμὸν ἐπιπέμψαντες τὸν τῆς θείας δίκης διάκονον, ὃς ἐδίδαξεν μόλις αὐτοὺς τὰ τῶν θεῶν βουλεύματα, ὅ τε φιλανθρωπότατος θεῶν σὺ τῷ οἰκείῳ τρόπῳ τὴν βοήθειαν αὐτοῖς ἔπεμψας λέγων· εἰς πάτρην φυγάδας κατάγων Δήμητραν ἀμήσεις. ἀλλ’ οἱ ἀβέλτεροι πάλιν τοὺς φεύγοντας ἀνθρώπους ᾤοντο ὅτι δεῖ αὐτοὺς κατακαλεῖν· κακῶς εἰδότες. τί γὰρ δὴ καὶ μέλει τοῖς ἀφιλανθρωποτάτοις θεοῖς ἀνθρώπων κατακαλουμένων ὅσονπερ ἀνδριάντων; ἀμέλει οὐδὲν ἐπὶ τούτῳ ὠφελήθη ἡ γῆ ὥστε παύσασθαι νοσοῦσα, εἰ μὴ τῶν σοφῶν καὶ ἐπιστα-μένων τις τὸν θεῖον νοῦν συνῆκεν φυγάδα εἶναι τὸν καταπεποντωμένον ἀνδριάντα. καὶ ἦν οὕτως. ἅμα γὰρ ἀνεστάθη καὶ εὐθὺς ἡ μὲν γῆ ἀνέθαλλεν, οἱ δὲ ἐκόμων Δήμητρι λοιπόν. πῶς οὖν οὐ τεκμήρια ταῦτά ἐστιν ἐναργῆ τῆς θεοπρε-ποῦς ἀθλητικῆς, ὅτι ἐστὶ θεοτίμητος; καὶ γὰρ καὶ ἐπὶ πεντάθλου ἀνδριάντι ὑβρισμένῳ ἐμήνισαν οἱ θεοί, καὶ Λοκροὶ ἐπείνησαν διὰ τοῦτο, ὥσπερ Θάσιοι, ἕως αὐτοὺς ἰάσατο λόγιον σὸν οὕτως ἔχον· ἐν τιμῇ τὸν ἄτιμον ἔχων τότε γαῖαν ἀρώσεις· οὐδὲ γὰρ Λοκροὶ ᾔσθοντο θείας διανοίας πρότερον ἢ σὲ αὐτοῖς τούτου πρόξε-νον γενέσθαι. ἀλλ’ Εὐθυκλέα τὸν πένταθλον ἐνέβαλον εἰς εἱρκτήν, αἰτιασάμενοι αὐτὸν ἐπὶ τῇ πατρίδι εἰληφέναι δῶρα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἀποθανόν-τος καὶ οὗτοι εἰς τὰς εἰκόνας ἐξύβριζον, ἕως οἱ θεοὶ οὐκ ἀνασχόμενοι τῶν γιγνο-μένων ἐπαφῆκαν αὐτοῖς τὸν κράτιστον λιμόν· κἂν ὑπὸ τοῦ λιμοῦ διώλοντο ἄν, εἰ μὴ ἡ παρὰ σοῦ ἦλθε βοήθεια, λέγουσα ὅτι δεῖ αὐτοὺς τιμᾶν ἄνδρας πεφατνευ-μένους, οὓς οἱ θεοὶ φιλοῦσιν οὐχ ἧττον ἢ οὓς οἱ ἀλφιτοποιοὶ πιαίνουσι βοῦς, δι’ ὧν ὑμᾶς οἱ ἄνθρωποι ἐνίοτε θύοντες πείθουσιν· οὐχ ἧττον ἴσως, ἀλλὰ καὶ πολὺ μᾶλλον παχέων βοῶν οἱ παχεῖς ἄνθρωποι εὐφραίνουσιν ὑμᾶς οὕτως ὥστε ἐνίοτε ὅλῃ πόλει καὶ ὅλῳ ἔθνει ὀργίζεσθαι, ἑνὸς ἢ δυοῖν ἀδικούντων ταῦτα τὰ θρέμματα. ὡς δὴ ὤφελες, ὦ μάντι, ἀλείπτης ἡμῖν ἀντὶ μάντεως γενέσθαι, ἢ καὶ μάντις ἅμα καὶ ἀλείπτης, ἵν’ ᾖ ὥσπερ χρηστήριον Δελφικὸν οὕτω καὶ γυμναστήριον. καὶ γὰρ οὐδ’ ἀλλότριον ἦν ἀγῶνος Πυθικοῦ Πυθικὸν εἶναι καὶ τὸ γυμναστήριον. Τούτοις ἐπισυνάψω καὶ ἅ φησιν ἀπελέγχων ὡς καὶ τοὺς τυράννους κολακεύειν εἰώθασιν οἱ περὶ ὧν ὁ λόγος· λγ. ΟΤΙ ΚΑΙ ΤΟΥΣ ΤΥΡΑΝΝΟΥΣ ΕΚΟΛΑΚΕΥΟΝ Ὄλβιος οὗτος ἀνήρ, ὃς ἐμὸν δόμον ἐσκαταβαίνει, Κύψελος Αἰακίδης, βασιλεὺς κλεινοῖο Κορίνθου· οὐκοῦν καὶ οἱ τύραννοι, οὐ μόνον οἱ τῶν τυράννων ἐπίβουλοι, Κύψελος, ὃς δὴ πολλὰ Κορίνθῳ πήματα τεύξει, καὶ Μελάνιππος ὁ πολλὰ ἀγαθὰ τῇ Γελῴων πόλει τεύξας. πῶς δ’ εἰ Κύψελος ὄλβιος, ὦ κακόδαιμον, οὐ καὶ Φάλαρις ὄλβιος, ὁμότροπος ὢν Κυψέλῳ; ὥστ’ ἂν ἐκείνως ἄμεινον εἶναι ὑμῖν· εὐδαίμων Φάλαρις καὶ Μελάνιππος ἔφυ,
PG 21:385θείας ἁγητῆρες ἐν ἀνθρώποις διχονοίας. ἤκουσα δέ σου καὶ διαλελυμένον χρησμὸν περὶ τοῦ Φαλάριδος, ἐπαινοῦντα καὶ τιμῶντα, ὅτι λαβὼν ἐπιβουλεύοντας ᾐκίσατο μέν, καρτεροῦντας δὲ ἀγάμενος ἀφῆκεν· Λοξίας καὶ Ζεὺς πατὴρ ἀναβολὴν ἐψηφίσαντο θανάτου Φαλάριδι, ἀνθ’ ὧν ἡμέρως Χαρίτωνι καὶ Μελανίππῳ προσηνέχθη· ἀλλ’ εὖ γε καὶ μόλις ἡμῖν τὰ περὶ τοῦ θανάτου ἔδειξας καὶ τῆς ζωῆς, ὅτι κάλλιστόν τι ἐστὶν ἡ ζωή. Ἐπὶ τούτοις ἅπασι καὶ τόδε προσκείσθω· λδ. ΟΤΙ ΚΑΙ ΤΗΝ ΑΨΥΧΟΝ ΥΛΗΝ ΣΕΒΕΙΝ ΠΡΟΣΕΤΑΤΤΟΝ Ἀλλά κε Μηθύμνης ναέταις πολὺ λώϊον ἔσται φαλληνὸν τιμῶσι Διωνύσοιο κάρηνον. διὰ τί; θύουσι γὰρ αἱ πόλεις καὶ τελετὰς ἄγουσιν οὐ μόνον φαλληνοῖς Διω-νύσοιο καρήνοις, ἀλλὰ καὶ λιθίνοις καὶ χαλκέοις καὶ χρυσέοις, καὶ οὐ μόνον φαλληνοῖς, ἀλλὰ καὶ αὐτοῖς τοῖς Διονύσοις καὶ ἄλλοις παμπόλλοις Ἡσιοδείοις θεοῖς. τρὶς γὰρ ὡς ἀληθῶς μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ οὐκ ἀθάνατοι, ἀλλὰ λίθινοι καὶ ξύλινοι δεσπόται ἀνθρώπων· οἳ εἰ ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφεώρων, οὐκ ἂν τοσοῦτος ἤρθη ὁ λῆρος, ὥστε ἤδη καὶ μέχρις ὑμῶν κεχωρηκέναι τὸ κακόν, ἐπιδιαβὰν καὶ εἰς τὸν Ὄλυμπον, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεί. καίτοι εἰ ἀσφαλὲς ἦν, οὐκ ἂν ἦν ἐπιβατὸν λήρῳ οὐδ’ ἂν εἷς τις τῶν Ὀλυμπίων εἰς τοῦτο ἦλθεν παρανοίας ὡς ἐλάϊνον κορμὸν θεῶσαι· ὃν οἱ Μηθυμναῖοι σαγήνης ἐμπλακέντα τοῖς λίνοις ἀνείλκυ-σαν, καὶ δὶς εἰ βούλει καὶ τρὶς καὶ πλεονάκις ἐν τῷ αὐτῷ σαγηνεύοντες ἄνθρωποι καὶ ἐξ ἐκείνου εἰς τὸ Λιβυκὸν ἐξοκείλαντες οὐδ’ εἰς τὴν γῆν ἔξω ἐκβαλόντες αὐτόν· ἐπεὶ οὐκ ἄν, μὰ τὸν Διόνυσον, ἔτι αὐτοῖς ἐνεπλάκη τοῖς λίνοις. ἀλλ’ ἐξ ἄκρου κεφαλοειδὴς ὁ κορμός (Ἄπολλον, ξένου κατασκευάσματος )· τί ποτ’ οὖν ἔπραττεν ἐν τῷ πελάγει; ἀπορήσαι ἄν τις. τί γὰρ ἄλλο ἢ ἐκάθητο, νὴ τὸν Δία, ἀναμένων ἕως ἄνθρωποι μαινόμενοι (οὐ γὰρ φήσω ὅτι καὶ θεοί) ἐγκυρήσαντες αὐτῷ οὐ διοπετές, ἀλλὰ ποσειδωνοπετὲς ἡγήσωνται κἄπειτα εἰς ἄστυ ἀναγάγωσιν, ὥσπερ τινὰ ἀγαθὴν τύχην, κακὴν οὖσαν ὡς ἀληθῶς οὐ τύχην, ἀλλὰ τυφεδόνα; ἢ οὐκ ἤρκει ἄρα αὐτοῖς οἴκοθεν διολλύουσα, ἀλλ’ αὐτὴν ἐπέρρωσέν τε καὶ προσεπέτεινεν θεοπληξίας, ὡς ἄν τις εἴποι, ἐκ Δελφῶν μετάπεμπτος ἐπιθήκη. Τοσαῦτα καὶ ὁ Οἰνόμαος. ἀλλὰ γὰρ μετὰ τὰ εἰρημένα μεταβὰς αὖθις ἐπὶ τὴν Ἐκ λογίων φιλοσοφίαν τοῦ τὴν συσκευὴν καθ’ ἡμῶν πεποιημένου, ἀνάγνωθι ἐκ τῶν περὶ εἱμαρμένης τοῦ Πυθίου χρησμῶν, εἰ μὴ καὶ σοὶ θείας ἀλλότριος ὢν δυνάμεως ἔτι μᾶλλον ὁ περὶ τῶν θρυλουμένων χρηστηρίων ὑποπεσεῖται λόγος.
Book VILiber Sextus
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 21:3912 ΤΑΔΕ ΤΟ ΕΚΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ α. Ὅτι καὶ ἃ δοκοῦσιν οἱ δαίμονες ἐν τοῖς χρηστηρίοις μαντεύεσθαι, ἀπὸ τῆς τῶν ἄστρων φορᾶς ὁμοίως ἀνθρώποις καταστοχάζονται β. Ὅτι καὶ τὸ ἐφ’ ἡμῖν ἀναιροῦσιν, ἐξ εἱμαρμένης φάσκοντες καὶ τὰς προαιρέσεις κι-νεῖσθαι γ. Ὅτι οὐδὲ τοῖς αὐτῶν ἀφιερώμασι κεραυνουμένοις ἐπαρκεῖν ἐδυνήθησαν δ. Ὅτι διὰ μαγείας φασὶ τὰ τῆς εἱμαρμένης λύεσθαι ε. Ὅτι καὶ ψεύδονται μαντευόμενοι 2. Ἀνασκευὴ τοῦ περὶ εἱμαρμένης λόγου ζ. Ὅπως καὶ αὐτῶν οἱ φιλόσοφοι τὰς τῶν θεῶν αὐτῶν περὶ εἱμαρμένης δόξας ὀρθο-τέροις ἀπήλεγξαν λογισμοῖς. Ἀπὸ τῶν Οἰνομάου η. Ἔτι περὶ τοῦ αὐτοῦ, ἀπὸ τῶν Διογενειανοῦ θ. Ἔτι περὶ τοῦ αὐτοῦ, ἀπὸ τῶν Ἀλεξάνδρου ι. Ὡς καὶ ἀπὸ τῆς μαθηματικῆς θεωρίας ὁ περὶ εἱμαρμένης ἐλέγχεται λόγος. Ἐκ τῶν Βαρδησάνου ια. Ὡς καὶ ἀπὸ τῆς τῶν θείων γραφῶν ἐξηγήσεώς τε καὶ μαρτυρίας. Ἐκ τῶν Ὠρι-γένους 2 Τοῦ περὶ τῶν χρηστηρίων τρόπου διὰ τῶν προδιηνυσμένων αὐτάρκως ἡμῖν ἀπεληλεγμένου καὶ τῆς θείας ἀρετῆς καὶ δυνάμεως τοῦ σωτῆρος ἡμῶν διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας τὸ θεοπρεπὲς ἅμα καὶ βιωφελὲς ἐπιδεδειγ-μένης, ὅτι δὴ διὰ μόνης αὐτῆς καὶ οὐ δι’ ἄλλης τῶν ἐξ αἰῶνος τὸν πάντα βίον ἐπισκοτησάντων τε καὶ λυμηναμένων δαιμονικῶν φασμάτων ἐλευθερία πᾶσιν ὑπῆρξεν ἀνθρώποις, φέρε καὶ ἀπὸ τῶν περὶ εἱμαρμένης ψευδοδοξου-μένων αὐτοῖς τὸν περὶ τῶν αὐτῶν ἀπευθύνωμεν λόγον, ὡς ἂν μὴ διὰ μόνης τῆς τοῦ τρόπου μοχθηρίας, ἀλλὰ καὶ διὰ τῶν οὐκ ὀρθῶς οὐδὲ ἀληθῶς αὐτοῖς δοξαζομένων φαῦλοι καὶ ἀδρανεῖς ὄντες οἱ τὰ χρηστήρια κινεῖν νενομισμένοι δαίμονες ἀποδειχθεῖεν. σκέψαι δ’ οὖν εἰ μὴ καὶ σοὶ θείας ἀλλότριος ὢν δυνάμεως ὁ περὶ αὐτῶν ὑποπεσεῖται λόγος ἔκ τε ὧν παραθήσομαι ἀνα-τρεπτικῶν τοῦ περὶ εἱμαρμένης καὶ αὐτόθεν ἐκ τοῦ τρόπου, καθ’ ὃν τὰς μαν-τείας ποιεῖσθαι λέγονται. οὐ γὰρ δὴ δυνάμει κρείττονι τὴν τῶν μελλόντων γνῶσιν προειληφέναι φασὶν αὐτούς, ἐκ θεωρίας δὲ τῆς τῶν ἄστρων κινήσεως ὁμοίως ἀνθρώποις τὰ μέλλοντα καταστοχάζεσθαι. οὕτως οὐδὲν δύνασθαι οὔτ’ ὠφελεῖν οὔτε τι τὸ παράπαν ἐνεργεῖν αὐτούς, εἰ μὴ τὰ καθειμαρμένα, φασί. τούτων δὲ ἔλεγχος αὐτὸς ἐκεῖνος ὁ τῶν δαιμόνων προήγορος ἐν οἷς ἐπέγραψε Περὶ τῆς ἐκ λογίων φιλοσοφίας ὧδε λέγων πρὸς λέξιν· α. ΟΤΙ ΚΑΙ Α ΔΟΚΟΥΣΙ ΜΑΝΤΕΥΕΣΘΑΙ ΑΠΟ ΤΗΣ ΤΩΝ ΑΣΤΡΩΝ ΦΟΡΑΣ ΟΜΟΙΩΣ ΑΝΘΡΩΠΟΙΣ ΚΑΤΑΣΤΟΧΑΖΟΝΤΑΙ Ἃ γὰρ λέγουσιν οἱ θεοί, εἴπερ τὰ μεμοιραμένα γινώσκοντες λέγουσιν, ἀπὸ τῆς τῶν ἄστρων φορᾶς δηλοῦσιν, καὶ τοῦτο σχεδὸν πάντες ἐξέφηναν οἱ ἀψευδεῖς τῶν θεῶν. Εἶθ’ ἑξῆς ὑποβάς φησιν· Ἐρωτηθεὶς ὁ Ἀπόλλων τί τέξεται ἡ γυνή, ἐκ τῶν ἄστρων εἶπεν ὅτι θῆλυ, ἐκ τοῦ σπορίμου ἐπιγνοὺς χρόνου. λέγει δὲ οὕτως· ἐκφύεται γαίηθεν ὁδῶν, ὅθι λείμακες ὄμβρου διψοσύνῃ κατέμαρψαν ὅλον πόμα μητέρος αὐτῆς, ἔνδον ὀρινομένης χρόνον ἄρκιον, οὔ τι δὲ κοῦρον, ἀλλὰ κόρην· Φοίβη γὰρ ἐύ̈σκοπος ἤροσεν ἁγνὴν Κύπριν, ἐπειγομένην θῆλυν γόνον, ὦ φίλε, σεῖο. ἰδοὺ καὶ ἀπὸ τοῦ σπορίμου, ὅτι σελήνη ἐπὶ Ἀφροδίτην ἐφέρετο, εἶπεν ὅτι θῆλυ γεννηθήσεται. καὶ μὴν καὶ τὰς νόσους ἐκεῖθεν προλέγουσιν. ἐπάκου-σον γάρ· ἦ μάλα μιν κακὸς ἰὸς ἐνὶ στέρνοισι δαμάζει, πνεύμονος ἀλγινόεσσαν ὑπερβλύζων κακότητα καὶ τὰ ἑξῆς, οἷς ἐπιλέγει· Ταῦτα δὲ Μοιράων νόος ἤγαγεν, ἠδὲ κελαινὴν εἰς ἔριν ἐστήριξε κακηπελίῃσι δαμάζειν, ὑψιπόλοιο Κρόνοιο κακὴν ὑπ’ ἀταρπὸν ἰόντος. καὶ μεθ’ ἕτερα· Ἀλλά σε μόρσιμον ἦμαρ ἀναπλῆσαι βιότοιο ἀλγινόεις βροτολοιγὸς ἐπισπέρχων Κρόνῳ ἄντα σπεύσατο, σῆς δὲ θέμειλον ἀπὸ φρενὸς ἠίστωσε· τοὔνεκα καὶ πατέρος θεοειδέος ἱερὸν ἦτορ φευγέμεναι κακοεργὸν ἐπηπείλησεν Ἄρηα. ταῦτα μὲν ὅτι οὐδὲ ἐκ θείας αὐτῶν δυνάμεως μαντεύονται, ἀλλ’ ἐξ ἄστρων ἐπιτηρήσεως κατὰ τοὺς τῶν μαθηματικῶν λόγους, ὡς μηδὲν ἐν τούτῳ διαφέρειν ἀνθρώπων μηδέ τι κρεῖττον καὶ φύσεως θειοτέρας ἔργον ἐπιδεί-κνυσθαι. θέα δὲ ὡς καὶ τὸ ἐφ’ ἡμῖν ἀναιροῦσιν, οὐ μόνον τὰ ἐκτὸς καὶ τὰ οὐκ ἐφ’ ἡμῖν τῇ τῶν ἄστρων ἀνατιθέντες φορᾷ, ἀλλὰ καὶ τὰς ἡμετέρας προαιρέσεις· β. ΟΤΙ ΚΑΙ ΤΟ ΕΦ’ ΗΜΙΝ ΑΝΑΙΡΟΥΣΙΝ ΕΞ ΕΙΜΑΡΜΕΝΗΣ ΦΑΣΚΟΝΤΕΣ ΚΑΙ ΤΑΣ ΠΡΟΑΙΡΕΣΕΙΣ ΚΙΝΕΙΣΘΑΙ Οὕτως καὶ ὁ Ἀπόλλων περί τινος, ἅμα καὶ τὴν περὶ στρατιὰν προθυ-μίαν ἀφηγούμενος πόθεν αὐτῷ γίνεται, ἔφη· Ἄρεα κραιπνὸν ἔχει γενεθλήιον, ὅς μιν ὀρίνει
PG 21:397οὐδέ ἑ ταρχύσει· Ζηνὸς γὰρ ἐπέχραε βουλή, ἥ οἱ κῦδος ἄρειον ἀπ’ Ἄρεος εὐθὺς ὀρέξει. καὶ πάλιν ἐπ’ ἄλλου· εὐχαίτης ἐπίκειται Κρόνος, στυγεροῖσι δὲ κέντροις ἀλγύνει παιδὸς ταλαοῦ δυσπέμφελον αἰῶ. εἰς τοσοῦτον δὲ τὴν εἱμαρμένην οἱ γενναῖοι θεοὶ πεφρίκασιν ὡς ὁμολογεῖν μηδὲ κεραυνουμένοις αὐτῶν τοῖς ἱεροῖς δύνασθαι ἐπαμύνειν. πολλὴ ἄρα γένοιτ’ ἂν ἐλπὶς ἀνθρώποις εὐχομένοις τυχεῖν βοηθείας παρὰ τῶν μηδὲ σφίσιν αὐτοῖς ἐπαρήγειν δυνατῶν. τί δὲ χρὴ λοιπὸν εὐσεβεῖν καὶ τοὺς θεοὺς προσκυνεῖν καὶ θεραπεύειν, μηδὲν οἵους τε καθόλου μηδὲ ἑαυτοῖς ἐπαρκεῖν; ἄκουε δ’ οὖν ἅ φησιν ὁ χρησμός· γ. ΟΤΙ ΟΥΔΕ ΤΟΙΣ ΑΦΙΕΡΩΜΕΝΟΙΣ ΑΥΤΟΙΣ ΝΑΟΙΣ ΚΕΡΑΥΝΟΥΜΕΝΟΙΣ ΕΠΑΡΚΕΙΝ ΕΔΥΝΗΘΗΣΑΝ Οὕτω καὶ ναῶν μοῖραι καὶ ἱερῶν, καὶ αὐτοῦ γε τοῦ Ἀπόλλωνος τὸ ἱερὸν μεμοίρατο κεραυνωθῆναι, ὥς φησιν· ὦ ζαθέης γεγαῶτες Ἐριχθονίοιο γενέθλης, ἔτλητ’ ἐλθέμεναι καὶ ἐμὴν ἐρεεινέμεν ὀμφήν, ὁππόθι δῃωθῇ περικαλλέος ἕδρανα σηκοῦ. κλῦτε δαφνηρεφέων μυχάτων ἄπο θέσκελον ὀμφήν. εὖτ’ ἂν ἄνω πνείοντες ὑπηέριοι κελάδοντες τρίβωνται πατάγοισιν ἐναντία δηριόωντες (κρυμὸς δ’ αὖ περὶ κόσμον ἀπείρονα νήνεμος ἔσται) μηδὲ διεξερύγησιν ἔχῃ κεκακωμένος αἰθήρ, αἰθαλόεις περὶ γαῖαν, ὅπη τύχεν, ἔκπεσε πυρσός· τὸν μὲν δὴ θῆρές τε κατ’ οὔρεα δειμαίνοντες φεύγουσιν πυμάτοις ὑπὸ κεύθεσιν οὐδὲ μένουσιν εἰσιδέειν ὄσσοισι καταιβάσιον Διὸς ἔγχος. τοῦ μὲν καὶ νηοὶ μακάρων καὶ δένδρεα μακρὰ ἠλιβάτων τ’ ὀρέων κορυφαὶ νῆές τ’ ἐνὶ πόντῳ δάμνανται ζαπύροις πωτήμασιν ἐμπελάοντος· καὶ δ’ αὐτὴ πληγεῖσα Ποσειδάωνος ἑταίρη πολλάκις ἠχήεσς’ ἀναχάζεται Ἀμφιτρίτη. ὑμεῖς οὖν καὶ ἄτλητον ἐνὶ φρεσὶν ἄλγος ἔχοντες, τέτλατε Μοιράων ἀμετάτροπα δήνεα θυμῷ· ταῖσι γὰρ Οὐρανίδαο Διὸς κατένευσε κάρηνον, ὅττι κε δὴ νήσωσι μένειν ἀσάλευτον ἀτράκτοις. αἶσα γὰρ ἦν δολιχοῖσι χρόνοις περικαλλέα σηκὸν πυρσῶν αἰώρῃσι διιπετέεσσι δαμῆναι. εἰ δὴ οὖν Μοιρῶν ἀτράκτοις καὶ τῶν σεβασμίων θεῶν οἱ ναοὶ τά τε ἱερὰ αὐτῶν δώματα δάμναται ζαπύροις πωτήμασι, τίς ἂν ἔτι λείποιτο ἐλπὶς θνητοῖς ἀνθρώποις τῆς τῶν πεπρωμένων ἀποφυγῆς; εἰ δὲ καὶ μηδεμία ἐκ θεῶν ὑπάρχοι βοήθεια, δεῖ δὲ ἐξ ἅπαντος τετλάναι Μοιράων ἀμετάτροπα δήνεα θυμῷ, καὶ τίς ἡ περὶ τοὺς θεοὺς ματαία σπουδή; εἴποι ἄν τις. τί δὲ δεῖ λοιβῆς τε κνίσης τε καὶ τὸ ἐκ τούτων γέρας τοῖς μηδὲ τούτων ἀξίοις ἀπονέμειν, εἰ κατ’ οὐδὲν ἡμᾶς ὠφελεῖν δύνανται; ἐπεὶ μηδὲ τῶν ἀγαθῶν δοτῆρας οἴεσθαι χρῆν αὐτούς, ἀλλ’ ἣν καὶ τῶν ἐναντίων ὡμολόγουν αἰτίαν. εἰ γὰρ πέ-πρωται ἀνθρώποις εἴτε τι ἀγαθὸν εἴτε τι καὶ ἐναντίον, ἔσται ἐξ ἀνάγκης καὶ παρέσται τοῦτο καὶ βουλομένων καὶ μὴ τῶν θεῶν. μόνην ἄρα τὴν Ἀνάγ-κην θεραπευτέον, σμικρὰ μᾶλλον δὲ τὸ μηθὲν φροντίσαντας τῶν θεῶν μήτε λυπεῖν μήτε εὐεργετεῖν δυναμένων. εἰ δὲ δὴ τῶν Μοιρῶν μόνος ὁ ἐπὶ πάντων ἐπιστατεῖ θεὸς καὶ μόνος καὶ τούτων ὑπάρχει κύριος, ταῖσι γὰρ Οὐρανίδαο (φησὶ) Διὸς κατένευσε κάρηνον, ὅττι κε δὴ νήσωσι μένειν ἀσάλευτον ἀτράκτοις, τί δὴ οὐχὶ πάντα ὑπερθέμενος τὸν παμβασιλέα καὶ τῆς εἱμαρμένης δεσπότην μόνον θεὸν εἶναι ὁμολογεῖς καὶ μόνον ἀγαθῶν δοτῆρα καὶ σωτῆρα; ὅτι δὴ μόνῳ αὐτῷ καὶ ἃ φῂς Μοιράων ἀμετάτροπα δήνεα τρέπειν καὶ μεταλλάτ-τειν ῥᾴδιον· ὡς μήτ’ Ἀνάγκῃ μήτε Εἱμαρμένῃ τὸν τῷ παμβασιλεῖ θεῷ καθωσιωμένον καὶ μόνον αὐτὸν εὐσεβοῦντα δουλεύειν, οἷα δὲ ἐλεύθερον καὶ παντὸς ἀφειμένον δεσμοῦ ταῖς ἐνθέοις καὶ σωτηριώδεσιν οἰκονομίαις ἀκωλύτως ἐφέπεσθαι. ἀλλ’ ὁ μὲν ἀληθὴς τοιαῦτα προφαίνει λόγος· ὁ δ’ ἔμπαλιν ὅρα διὰ τίνων φησὶ τὰ τῆς εἱμαρμένης λύεσθαι· δ. ΟΤΙ ΔΙΑ ΜΑΓΕΙΑΣ ΦΑΣΙ ΤΑ ΤΗΣ ΕΙΜΑΡΜΕΝΗΣ ΛΥΕΣΘΑΙ Δεηθέντος γάρ τινος καταδέξασθαι θεόν, εἰπὼν ὁ θεὸς ὅτι ἀνεπιτήδειός ἐστι διὰ τὸ ὑπὸ φύσεως καταδεδέσθαι, καὶ διὰ τοῦτο ἀποτροπιασμοὺς ὑπαγορεύ-σας ἐπάγει· ῥιπῇ δαιμονίη γὰρ ἀλεῖς’ ἐπιδέδρομεν ἀλκὴ σαῖσι γοναῖς, ἃς χρή σε φυγεῖν τοίαισι μαγείαις. δι’ ὧν καὶ σαφῶς δεδήλωται ὅτι ἡ μαγεία ἐν τῷ λύειν τὰ τῆς εἱμαρμένης παρὰ θεῶν ἐδόθη εἰς τὸ ὁπωσοῦν ταύτην παρατρέπειν. Ταῦτά σοι ὁ Πορφύριος, οὐκ ἐγώ. ὁ τοίνυν μαγείαις παραινῶν λύειν τὰ τῆς εἱμαρμένης πῶς αὐτὸς θεὸς ὢν τὰ πεπρωμένα κατὰ τοῦ ἰδίου ναοῦ κε-ραυνῷ πιμπραμένου μὴ ἔλυσεν; ὁ δὲ δὴ μαγεύειν, ἀλλὰ μὴ φιλοσοφεῖν παρ-ορμῶν, πῶς οὐκ ἂν εἴη δῆλος ὁποῖος ὢν τυγχάνει τὸν τρόπον; ἐπὶ πᾶσι τούτοις καὶ ψεύδεσθαι τοὺς θεοὺς ὁ αὐτὸς ὁμολογεῖ· ε. ΟΤΙ ΚΑΙ ΨΕΥΔΟΝΤΑΙ ΜΑΝΤΕΥΟΜΕΝΟΙ Ἀλλ’ ἤδη καὶ τὴν γνῶσιν τῆς φορᾶς τὴν ἀκριβῆ καὶ τὰς ἐκ τούτων συμβά-σεις ἀκατάληπτον εἶναι ἀνθρώποις, καὶ οὐ μόνον τούτοις, ἀλλὰ καί τισι τῶν δαι-μονίων· ὅθεν καὶ ψεύδονται περὶ πολλῶν ἐρωτηθέντες. Τούτοις αὖθις ἐπιλέγει· Καὶ τὸ περιέχον ἀναγκάζον ψευδῆ γίνεσθαι τὰ μαντεῖα, οὐ τοὺς παρόν-τας ἑκόντας προστιθέναι τὸ ψεῦδος. πολλάκις γοῦν προλέγουσιν ὅτι ψεύ-σονται· οἱ δὲ μένουσι καὶ λέγειν ἀναγκάζουσι διὰ τὴν ἀμαθίαν. εἶπε γοῦν ὁ Ἀπόλλων ποτέ, τοιαύτης οὔσης τῆς καταστάσεως, ὡς ἐδείξαμεν, πονηρᾶς τοῦ περιέχοντος· κλεῖε βίην κάρτος τε λόγων· ψευδηγόρα λέξω. καὶ ὅτι ταῦτα ἀληθῆ ἐστιν ἅπερ ἔφαμεν, δηλώσει τὰ λόγια. ἔφη γοῦν τις κληθεὶς τῶν θεῶν· σήμερον οὐκ ἐπέοικε λέγειν ἄστρων ὁδὸν ἱρήν· ἕδρανα μαντοσύνης γὰρ ἐν ἄστρασι νῦν πεπέδηται. καὶ ἐπιλέγει· Πέφηνεν ἄρα πόθεν πολλάκις τὸ ψεῦδος συνίσταται. 2. ΑΝΑΣΚΕΥΑΣΤΙΚΑ ΤΟΥ ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ΛΟΓΟΥ Ἆρά σοι πέπαυται λοιπὸν τὰ τῆς ἀμφιβόλου γνώμης, ὅτι μηδέν τι ἦν θεῖον ἐν τοῖς τῶν θεῶν χρησμοῖς; πῶς γάρ ποτε τὸ θεῖον ψεύσαιτ’ ἄν, τὴν φύσιν ὂν ἀψευδέστατον, εἴ γε ἀψευδὲς τὸ θεῖον; πῶς δὲ ἀγαθὸς δαίμων ταῖς ψευδο-λογίαις ἀπατήσειέ ποτε τοὺς χρωμένους; πῶς δ’ ἂν εἴη κρεῖττον ἀνθρώπου τὸ τῇ τῶν ἄστρων φορᾷ πεπεδημένον; θνητὸς μὲν οὖν ἀνὴρ βραχεῖαν ἀρετῆς σπουδὴν εἰσενηνεγμένος οὔποτ’ ἂν ψεύσαιτο, τἀληθὲς τιμᾶν προθέ-μενος, οὐδ’ εἱμαρμένης ἀνάγκην οὐδ’ ἄστρων φορὰν αἰτιάσαιτο ψευσάμενος· ἀλλ’ εἰ καὶ τῷ σώματι πῦρ τις ἢ σίδηρον προσφέροι, διαφθείρειν ἐξαναγκάζων τὸν ἀληθῆ λόγον, ἀλλὰ καὶ πρὸς τοῦτον ἐλευθεροστομῶν ἀντιφθέγξεται· ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα· τέμνε, κάταιθε σάρκας, ἐμπλήσθητί μου πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεις’ ἐς οὐρανόν, πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον. τὸ δέ γε λαοπλάνον καὶ ἀπατηλὸν δαιμόνιον σκήπτεται τοὺς ἄφρονας σοφιζόμενον, ἵν’ ἐν οἷς ἂν τῆς τοῦ μέλλοντος προρρήσεως ἀποπίπτοι, κατα-φυγὴν αὐτῷ τῆς ἀλογίας τὴν εἱμαρμένην πορίζοιτο. πάντα δ’ εἱμαρμένης διὰ τῶν χρησμῶν ἀναρτήσας ὁ δαίμων καὶ τὸ ἐφ’ ἡμῖν ἐκ τῆς αὐτοπροαιρέτου κινήσεως ἀνελών, ἀνάγκῃ δὲ καὶ τοῦτο καταδουλώσας, θέα εἰς οἷον κακῶν δογμάτων ὄλεθρον τοὺς αὐτῷ πειθομένους καταβέβληκεν. εἰ γὰρ ἄστροις καὶ εἱμαρμένῃ οὐ μόνα τὰ ἐκτός, ἀλλὰ καὶ τὰς κατὰ λογισμὸν προθυμίας ἀναθε-τέον καί τις ἀπαραίτητος ἀνάγκη τὰς ἀνθρωπίνας ἐκβιάζεται γνώμας, οἰχήσε-ταί σοι φιλοσοφία, οἰχήσεται καὶ εὐσέβεια· οὐδέ τις ἦν τοῖς σπουδαίοις ἔπαινος
PG 21:403ἀρετῆς οὐδέ τις θεοφίλεια οὐδὲ τῶν ἐν ἀσκήσει πόνων καρπὸς ἐπάξιος, ἀνάγκης καὶ εἱμαρμένης τὴν αἰτίαν τῶν πάντων ἀναδεδεγμένης. οὐ δὴ οὖν προςήκει καταμέμφεσθαι τοῖς περὶ τὸν βίον πλημμελοῦσιν οὐδέ γε τοῖς ἀσεβέσι καὶ ἐπιρρητοτάτοις, ἀλλ’ οὐδὲ τοὺς σπουδαίους θαυμάζειν· ταύτη δέ, ὡς ἔφην, οἰχήσεται καὶ τὸ μέγα τῆς φιλοσοφίας κλέος, οὐκ αὐτοπροαιρέτου μελέτης καὶ ἀσκήσεως, ἀλλ’ ἐκ τῆς τῶν ἄστρων ἀνάγκης ἀπῃωρημένον. ὅρα οὖν εἰς οἷον κακῶν δογμάτων βυθὸν οἱ θαυμάσιοι θεοὶ καταβεβλή-κασι, καὶ σκέψαι ὡς εἰς ἀσωτίαν καὶ ἀδικίαν καὶ ἄλλα κακὰ μυρία παρορμᾷ καὶ προτρέπει τουτὶ τὸ δόγμα, ἀνατροπὴν τοῦ παντὸς βίου ἀθρόως κατεργαζό-μενον. εἰ γοῦν τις αὐτόθεν πιστεύσειε τοῖς θαυμαστοῖς τῶν θεῶν χρη-σμοῖς, ὅτι γε τὸ ἀληθεύειν καὶ τὸ ψεύδεσθαι οὐχ ἡμέτερον ἔργον ἦν, ἀλλὰ τῆς ἀπαραιτήτου εἱμαρμένης, καὶ τὸ θέλειν ἐπὶ στρατείαν ἢ ἐπ’ ἄλλο τι τῶν πρακτέων ὁρμᾶν καὶ τὸ μὴ θέλειν τὰ τοιάδε, πῶς οὐκ ἂν ἐθελήσειεν ἀμελεῖν καὶ καταρρᾳθυμεῖν ἐν ἅπασι τοῖς μὴ ἄνευ καμάτων καὶ πόνων καὶ τῆς ἡμῶν αὐτῶν προθυμίας κατορθοῦσθαι δυναμένοις; εἰ γὰρ ἐξ εἱμαρμένης τόδε τι γενήσεσθαι νομίζοι, εἴτε πονοίημεν ἡμεῖς περὶ αὐτὸ καὶ σπουδάζοι-μεν εἴτε καὶ μή, πῶς οὐκ ἄν τις ἐθελήσειε τὸ ῥᾷον αἱρεῖσθαι, παρεὶς ἑαυτὸν καὶ ἀμελῶν, ὡς ἐξ εἱμαρμένης καὶ ἀνάγκης γενησομένου τοῦ πραχθησομένου; ὅθεν καὶ λεγόντων ἔστιν ἀκοῦσαι τῶν πολλῶν ὅτι ἄρα πραχθήσεται τοῦ-το, εἴ γε εἵμαρταί μοι, καὶ τί με χρὴ παρέχειν ἐμαυτῷ πράγματα; εἰ γὰρ ὁ ἐπὶ στρατείαν ὁρμῶν οὐκ ἐκ προαιρέσεως οἰκείας τοῦτ’ ἔπραττεν, ἐλαυνόμενος δὲ ὑπὸ τῆς ἔξωθεν ἀνάγκης, δῆλον ὅτι καὶ ὁ ἐπὶ λῃστείαν καὶ ἐπὶ τυμβωρυχίαν καὶ ἐπὶ τὰς ἄλλας ἤτοι ἀνοσιουργίας καὶ ἀκολασίας ἢ κοσμίους καὶ σώφρο-νας ἐπιτηδεύσεις· τοῦτο γὰρ ἂν εἴη ἀκόλουθον τῷ περὶ εἱμαρμένης λόγῳ. πῶς οὖν ὁ ταῦτα μὴ ἐξ αὑτοῦ ἡγούμενος ἐγχειρεῖν, ἀλλ’ ὑπὸ τῆς ἔξωθεν ἀνάγκης προσέξοι ἄν ποτε τῷ νουθετοῦντι καὶ διδάσκοντι μὴ ἑαυτὸν ἐπιδι-δόναι ἔκδοτον τοῖς προειρημένοις; εἴποι γὰρ ἂν πρὸς τὸν νουθετοῦντα, ὡς καὶ τῶν πρὸ ἡμῶν τισὶν εἴρηται, τί με, ὦ ἄνθρωπε, νουθετεῖς; ταῦτα γὰρ οὐ δήπου ἐστὶν ἐπ’ ἐμοί, τὸ μεταβάλλειν τὴν προαίρεσιν· ἡ γὰρ εἱμαρμένη προκατείληφε. τί οὖν δεῖ συντετάσθαι πρὸς ἃ οὐδὲ προθυμεῖσθαι δυνή-σομαι, εἰ μὴ καὶ τοῦτο καθείμαρταί μοι; προθυμήσομαι δέ, εἰ καθείμαρται, καὶ ἄνευ τῆς σῆς διδασκαλίας ὑπὸ τῆς εἱμαρμένης ἀγόμενος. τί οὖν μάτην σεαυτὸν ἐνοχλεῖς; ἀλλ’ εἰ καὶ τὸ σὲ παραινεῖν καὶ διδάσκειν φήσεις κατὰ ἀνάγκην ἐπιτελεῖσθαι εἰς τὸ παραινεῖν καὶ πείθειν ἐμὲ τοιαῦτα, ἀλλὰ κἀν τούτῳ τί χρὴ σπουδάζειν; ἀργὴ γὰρ καὶ ἀνωφελὴς ἡ παραίνεσις. εἰ γὰρ εἵ-μαρταί μοι, φιλοπονήσω· εἰ δὲ μὴ εἵμαρται, ματαίαν ποιεῖσθαι τὴν σπουδὴν ἀμφοτέρους συμβήσεται. πῶς δὲ οὐ μᾶλλον ἀπορρᾳθυμῶν εἴποι ἂν πρὸς ἑαυτὸν ὁ ταύτην ἔχων τὴν δόξαν· Ἄγε μηδαμῶς φιλοπονήσω μηδὲ μάτην ἐνοχλήσω ἐμαυτῷ· γενήσεται γὰρ τὸ εἱμαρτὸν ἐξ ἀνάγκης· ὁ δὲ περί τι σπουδάζων ἢ διδάσκων ἢ προτρέπων ἢ ἑαυτὸν ἢ ἄλλον καὶ τὸ πείθεσθαι καὶ τὸ μὴ πείθεσθαι καὶ τὸ ἁμαρτάνειν καὶ μὴ τό τε ἐπιτιμᾶν τοῖς ἁμαρτάνουσι καὶ τὸ ἐπαινεῖν τοὺς κατορθοῦντας, πῶς οὐκ ἐναργῶς ἐλέγχεται τὸ μὲν ἔργον καταλιπὼν τοῦ παρ’ ἡμῖν καὶ τοῦ αὐτεξουσίου, τὸ δὲ τῆς εἱμαρμένης ὄνομα αὐτῷ συνάπτων μόνον; ὥσπερ εἴ τις τὴν τοῦ ἀγαθοῦ φύσιν, ἧς κατὰ τὴν παρουσίαν ἄριστα διοικεῖται τὸ ζῷον, τῷ τοῦ κακοῦ προσαγορεύοι ὀνόματι. οὕτως γὰρ ἐπεὶ ἐναργῶς ἑαυτῶν αἰσθανόμεθα μὴ βιαζομένων ὑπ’ ἄλλης τινὸς αἰτίας ἐν τῷ παιδεύειν τοὺς υἱεῖς καὶ μαστίζειν τοὺς οἰκέτας ἁμαρτήσαν-τας καὶ ἐν τῷ τόδε τι βούλεσθαι καὶ μὴ βούλεσθαι, ἀλλ’ αὐτοτελῶς ἐκ τῆς ἰδίας ἐξουσίας εἰς τὰς τοιαύτας κινήσεις ἀφικνουμένων, ἁμαρτάνοι ἂν ὁ ταῦτα λέγων γίνεσθαι καθ’ εἱμαρμένην, πρὸς τὸ παραλύειν τάς τε ἡμῶν αὐτῶν προθυμίας καὶ τὰς εἰς ἄλλους γινομένας παρακλήσεις καὶ νουθετήσεις, ἐξ ὧν ὁρῶμεν μάλιστα κατορθούμενα τὰ τῶν ἀνθρώπων πράγματα. καὶ μὴν καὶ νόμους ἀνατρέποι ἂν οὗτος ὁ λόγος τοὺς τοῦ συμφέροντος ἕνεκεν ἀνθρώποις κειμένους. τί γὰρ χρὴ προστάττειν ἢ ἀπαγορεύειν τοῖς ὑφ’ ἑτέρας ἀνάγκης κατισχημένοις; ἀλλ’ οὐδὲ τοὺς ἁμαρτάνοντας δεήσει κολάζειν μὴ παρὰ τὴν αὐτὴν αἰτίαν ἡμαρτηκότας οὐδὲ τοῖς τὰ κάλλιστα πράττουσι τιμὰς ἀπονέμειν, ὧν ἑκάτερον πολλὴν αἰτίαν παρέσχηκεν εἰς ἀναστολὴν ἀδικίας καὶ εἰς εὐποιίας ἑτοιμότητα. ἀλλὰ καὶ τὴν πρὸς τὸ θεῖον εὐσέβειαν ἀνατρέποι ἂν ἥδε ἡ δόξα, εἴ γε μηδὲν ἡμῖν ὁ θεὸς μηδὲ μὴν αὐτοὶ οἱ τῶνδε χρησμῳδοὶ μήτ’ εὐχομένοις μήτ’ εὐσεβοῦσι συμβάλλονται εἱμαρμένης ἀνάγ-καις πεπεδημένοις. τὸ δὲ δίκην ἀψύχων λέγειν κινεῖσθαι ἡμᾶς, τῇδε καὶ τῇδε ὑπό τινος ἔξωθεν δυνάμεως νευροσπαστουμένους, εἰς τὸ ἐπάναγ-κες ἐθελῆσαι τάδε πρᾶξαι καὶ ἑλέσθαι παρὰ προαίρεσιν ἕτερα, πῶς οὐκ ἂν εἴη ἀναιδὲς καὶ ἀναισχυντότατον, ἐπείπερ ἐναργῶς αἰσθόμεθα ἑαυτῶν ὑμετέρᾳ ὁρμῇ καὶ κινήσει τάδε τινὰ προθυμουμένων καὶ ἀμελούντων πάλιν ἑαυτῶν ἀντιλαμβανόμεθα καὶ παρὰ ταύτην τὴν αἰτίαν κατορθούντων ἢ μὴ κατορθούν-των καὶ ἐξ οὐδενὸς ἑτέρου βιαζομένων, ἀλλὰ τὰ μὲν ἑκουσίῳ γνώμῃ αἱρου-μένων, τὰ δὲ φευγόντων καὶ παραιτουμένων ἐκ τῆς ἡμῶν αὐτῶν προαιρέσεως; οὕτω δὲ ἄρα ἐναργὴς ἦν ὁ τοῦ αὐθεκουσίου λόγος ὥστε ὁμοίως τὸ ἀλγεῖν καὶ τὸ ἥδεσθαι καὶ τὸ τόδε τι ὁρᾶν καὶ τόδ’ ἀκούειν οὐ συλλογισμῷ, ἀλλ’ ἐνεργείᾳ καταλαμβανομένων συναισθέσθαι ἑαυτῶν ἐξ ἡμῶν αὐτῶν καὶ τῆς ἡμετέρας βουλῆς ὁρμώντων καὶ τάδε τινὰ αἱρουμένων, τινὰ δὲ ἀποστρεφο-μένων, ὥστε ἐξ ἅπαντος τὸ ἐλεύθερον καὶ τὸ αὐτεξούσιον τῆς ἐν ἡμῖν λο-γικῆς καὶ νοερᾶς φύσεως ἐνδίκως ὁμολογεῖσθαι. εἰ δὲ καὶ παρὰ προ-αίρεσιν μυρία συμβαίνοντα ἡμῖν τοὺς πολλοὺς τῶν ἀνθρώπων ταράττει, διαιρετέον ἐνταῦθα τὴν τῶν ἐν οἷς ἐσμὲν φύσιν, καὶ τὸν λόγον, καθ’ ὃν τὰ οὐκ ἐφ’ ἡμῖν γίνεται, ἐπιθεωρητέον. οὕτω γὰρ καὶ τούτων τὸ αἴτιον οὔ τις ἄλογος ἀναδέξεται εἱμαρμένη, λόγος δὲ πάλιν ἄλλος τῆς τῶν ὅλων προνοίας ἀπηρτημένος. φέρ’ οὖν ἐπιμελῶς τὸ πρόβλημα ἐπισκεψώμεθα· Πάντα μὲν ἀθρόως ἐκ θεοῦ προνοίας εἶναί τε καὶ διοικεῖσθαι οἱ τῆς ἀληθοῦς εὐσεβείας θεσμοὶ διαγορεύουσιν. ἤδη δὲ κατ’ εἶδος ἰδίως ἕκαστα τῶν γιγνομένων τὰ μὲν ἕξει, τὰ δὲ φύσει, τὰ δὲ ὁρμῇ καὶ φαντασίᾳ, τὰ δὲ λογισμῷ καὶ κρίσει οἰκείᾳ τε καὶ προαιρέσει κινούμενα, καὶ ἄλλα μὲν κατὰ προηγούμενον λόγον γιγνόμενα, ἕτερα δὲ κατ’ ἐπισυμβεβηκότα τοῖς προηγου-μένως γεγονόσι ποικίλην καὶ πολύτροπον τὴν τοῦ παντὸς συνεστήσατο διακό-σμησιν, ἑκάστῳ γένει τῶν ὄντων ἰδίαν καὶ ἀφωρισμένην τινὰ φύσεως κατα-σκευὴν τοῦ τῶν ὅλων αἰτίου διανείμαντος. σχολῇ μὲν οὖν τις τὸν περὶ τῶν ἄλλων διεξέλθοι λόγον, τὸν δὲ περὶ τοῦ αὐτεξουσίου ῥᾷον καταμάθοι ἂν ὧδε· ἐπεὶ μὴ μονογενὲς χρῆμα μηδ’ ἐκ μιᾶς συνεστὼς φύσεως τυγχά-νει ὢν ὁ ἄνθρωπος, ἐκ δυοῖν δὲ ἐναντίων εἴληχε τὴν σύνοδον, σώματος καὶ ψυχῆς, τοῦ μὲν κατὰ συμβεβηκὸς ὀργάνου τῇ ψυχῇ δεδομένου, τῆς δὲ νοερᾶς οὐσίας κατὰ τὸν προηγούμενον ὑποστάσης λόγον, καὶ τοῦ μὲν ἀλόγου, τῆς δὲ λογικῆς τυγχανούσης, καὶ πάλιν τοῦ μὲν φθαρτοῦ, τῆς δὲ ἀφθάρτου, καὶ θατέρου θνητοῦ, θατέρας δὲ ἀθανάτου, ὥσθ’ ἡμᾶς θηρσὶ μὲν
PG 21:407ἀλόγοις ἀδελφὸν φέρειν τὸ σῶμα, ψυχὴν δὲ τῇ λογικῇ καὶ ἀθανάτῳ φύσει συγγενῆ· ταύτη τοι εἰκὸς τὸ διφυὲς τουτὶ βλάστημα, διττῆς ἅτε φύσεως κεκοι-νωνηκός, διττῷ καὶ διαφόρῳ τὸ ζῆν ἀπευθύνειν τρόπῳ, τοτὲ μὲν φύσει σώ-ματος δουλεῦον, τοτὲ δὲ τῇ θειοτέρᾳ μοίρᾳ τὴν οἰκείαν ἀσπαζόμενον ἐλευθε-ρίαν· ὡς καὶ δοῦλον εἶναι τὸν αὐτὸν καὶ ἐλεύθερον, τοιαύτην τινὰ παρὰ τοῦ θεοῦ, δι’ οὓς οἶδε λόγους αὐτός, κεκληρωμένον ψυχῆς καὶ σώματος ἐπιμιξίαν. εἰ δὴ οὖν τις τὰ κατὰ φύσιν ἤτοι τοῦ σώματος ἢ καὶ τῆς ψυχῆς, εἱμαρμένης ὀνόματι χρώμενος, ὑπ’ αἰτίαν ἀνάγκης καταβάλλοι, διαμάρτοι ἂν τῆς οἰκείας προσηγορίας. εἰ γὰρ εἱμαρμένης ἀνάγκη τις ἦν ἀκώλυτος, πολλὰ δὲ τῶν τῷ σώματι καὶ τῇ ψυχῇ κατὰ φύσιν προσόντων παραποδίζεται μυρία τε ἔξωθεν ἄλλα συναντᾷ παρὰ φύσιν κατά τι συμβεβηκὸς καὶ ψυχῇ καὶ σώματι παρ-επόμενα, πῶς ἂν εἴη ταὐτὸν εἱμαρμένη καὶ φύσις; εἰ γὰρ ἀπαράλλα-κτόν φασιν εἶναι τὴν εἱμαρμένην καὶ μὴ δύνασθαι τι παρὰ ταύτην γίνεσθαι (ἀνάγκην γὰρ εἶναι ἀπαραίτητον), πολλὰ δέ, ὡς ἔφην, παρὰ τὰ κατὰ φύσιν καὶ ψυχῇ καὶ σώματι συμβαίνει, οὐκ ἂν ὀρθῶς τις ὀνομάζοι ταὐτὸν εἶναι λέγων εἱμαρμένην καὶ φύσιν. γένοιτ’ ἂν οὖν τῶν ὄντων ἐν ἡμῖν τὰ μὲν κατὰ λογισμὸν καὶ προαίρεσιν τὴν ἐφ’ ἡμῖν γιγνόμενα, οἷα τὰ κατὰ φύσιν ψυχῆς, τὰ δὲ κατὰ φύσιν τοῦ σώματος, τὰ δὲ τούτοις μὲν συμβεβηκότα, ψυχῇ λέγω καὶ σώματι, ἑτέροις δὲ συντελούμενα κατὰ φύσιν· ἀλλ’ οὔτε τῆς ψυχῆς τὸ ἐφ’ ἡμῖν οὔτε τοῦ σώματος τὸ κατὰ φύσιν οὐδὲ μὴν τῶν ἔξω-θεν τὸ κατὰ συμβεβηκὸς ἐνδίκως ἄν τις ἀποστεροίη τὸν αἴτιον. θεὸς γὰρ αὐτὸς ὁ τῶν ὅλων καὶ τῶν ἐφ’ ἡμῖν καὶ τῶν κατὰ φύσιν καὶ τῶν κατὰ συμβεβηκὸς δημιουργὸς ὢν ἀποπέφανται. καθόλου γὰρ περὶ πάντων ἀκουστέον τῆς ἐνθέου γραφῆς, τὸ αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν ἀποφηναμένης. εἰ δὴ οὖν βουλομένοις ποτέ τινα ἕτερα παρὰ τὴν ἡμετέραν γνώμην συμβαίνει, ὑπομνηστέον ἑαυτοὺς ὡς ἄρα τοῦτ’ ἦν ἐκεῖνο τὸ διττὸν καὶ ἑτερογενὲς τῆς ἐν ἡμῖν συμπλοκῆς, λέγω δὴ ψυχῆς καὶ σώματος, παρ’ ὃ καὶ ψυχῆς οὐσία, τὴν φύσιν οὖσα νοερὰ καὶ λογική, ἐν νηπιάζοντι κατὰ φύσιν σώματι παρὰ φύσιν αὐτὴ χώραν ἀλόγου μετείληφε· καὶ νοῦς ὁ φρονήσεως οἰκεῖος ἀφραίνει πολλάκις κατά τι συμβεβηκός, παρα-τραπεὶς ἐν ὑπερβαλλούσαις φέρε σώματος ἀρρωστίαις. πολλάκις δὲ καὶ γῆρας ἐπελθὸν σώματι κατὰ φύσιν τῶν κατὰ τὴν ἀκμὴν κατορθωμάτων τὴν διάνοιαν ἐστέρησε, τῆς νοερᾶς ψυχῆς τὸ λογιστικὸν παρὰ φύσιν ἀμβλῦ-ναν. αἰκίαι δ’ αὖ πάλιν καὶ ἀλγηδόνες σώματι πηρώσεις τε ἐπισυμβᾶσαι παρὰ φύσιν τὸ αὐθεκούσιον τῆς ψυχῆς παρὰ τὸ συμβεβηκὸς ἐξενίκησαν, ἐνδούσης ταῖς ἀλγηδόσι διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκήν· ὡς ἁλίσκεσθαι δεσμὸν ἄφυκτον ἐμποδὼν προβεβλῆσθαι τῷ κατὰ ψυχὴν ἐλευθέρῳ τοτὲ μὲν τὴν τοῦ σώματος φύσιν, τοτὲ δὲ τὰ ἐκτὸς ἐπισυμβαίνοντα. ἦν δὲ ἄρα καὶ τὸ τῆς ἐφ’ ἡμῖν προαιρέσεως εἰς τοσοῦτον ἧκον ἀρετῆς καὶ ἰσχύος ὡς ἀντιβαίνειν ἐπὶ πολλῶν τολμᾶν καὶ ἀντιλέγειν τῇ τε τοῦ σώματος φύσει καὶ τοῖς ἔξωθεν ἐπισυμβαίνουσιν. ἡ μέν γε τοῦ σώματος φύσις ἐπὶ τὴν τῶν ἀφροδισίων ὁρμὴν τὸν ἄνδρα καλεῖ, ἡ δὲ ψυχὴ λόγῳ σώφρονι χαλινὸν ἐμβαλοῦσα τῷ πάθει κρείττων καθίσταται τῆς τοῦ σώματος φύσεως· καὶ πάλιν ἡ μὲν πεινῆν καὶ διψῆν καὶ ῥιγοῦν καὶ τὰ τοιαῦτα προσαναγκάζουσα ἐπὶ τὰς κατὰ φύσιν θεραπείας τε καὶ πληρώσεις παρακαλεῖ, ἡ δὲ προαίρεσις λόγοις σώφροσιν ἀναπεισθεῖσα καί τινας ἀσκητικὰς προτροπὰς αὐθεκουσίως ἀγαπή-σασα, πολυημέροις ἀσιτίαις καὶ καρτερίαις παρακρούεται τὴν τοῦ σώματος φύσιν, ἀρετῇ λογισμοῦ κρίνασα τοῦτο καὶ ἑλομένη. καὶ αὖ πάλιν ἡ μὲν κατὰ φύσιν πάσαις ἡδοναῖς χαίρει καὶ τῇ λείᾳ τῶν σωμάτων κινήσει, ἡ δὲ προαί-ρεσις ἀρετῆς ἐπιθυμίᾳ τὸν ἐπίπονον καὶ τραχὺν ἠσπάσατο βίον. εἰσὶ δὲ οἳ καὶ ἐπὶ τὸ χεῖρον τραπέντες μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι. οὕτως ἄρα καὶ τῇ φύσει οὐ κατὰ πάντα ἐνδίδωσιν ὁ λογισμός, κρατεῖ δὲ ἐν πλεί-στοις, ὡς καὶ κρατεῖται, καὶ τοτὲ μὲν αὐτὸς ἄγει, τοτὲ δὲ αὐτὸς ἄγεται, ὡς καὶ πρὸ ὥρας ἔσθ’ ὅπη χερσὶν ἐπισπᾶσθαι τὴν ἀπαλλαγὴν τοῦ σώματος, ὅτε τὸ ζῆν αὐτῷ μὴ λυσιτελὲς κριθείη. εἰ μὲν οὖν πρὸς μόνην τὴν οἰκείαν τοῦ σώματος φύσιν ὁ πᾶς ἀγὼν ἦν αὐτῷ, μέτριος ἂν ἦν οὗτος· ἐπεὶ δὲ τὴν πολιτείαν καὶ τὸν ἐν ἀνθρώποις βίον ὁ θεὸς αὐτῷ μεταξὺ πολλῶν καταβέβληται, ὡς μετὰ θηρίων καὶ ἑρπετῶν ἰοβόλων ἐν μέσῳ τε πυρὸς καὶ ὕδατος ἀέρος τε τοῦ περιέχοντος καὶ τῶν ἐν τούτοις ἅπασι παρηλλαγμένων καὶ διαφόρων φύσεων τὰς διατριβὰς ποιεῖσθαι, εἰκότως αὐτῷ ἡ διαμάχη καὶ ἡ ἔνστασις οὐ πρὸς τὴν οἰκείαν ἐστὶ καὶ συνημμένην αὐτῷ μόνον φύσιν τοῦ σώματος, ἀλλὰ καὶ πρὸς μυρία τὰ ἐκτὸς συμβεβηκότα, ὧν ἐν μέσῳ ζῇ ὁ τὸν θνητὸν βίον διεξάγων, ὥστε καὶ πρὸς ταῦτα καρτερῶς ἀντέχειν. πολλαὶ γοῦν ἤδη καὶ τοιῶνδε τροφῶν φύσεις καὶ τοιαίδε συγκράσεις τοῦ περιέχοντος, κρυμῶν τε ἐπιφοραὶ καὶ φλογμῶν ἐκκαύσεις, πλεῖστά τε ἄλλα κατά τινας οἰκείους λόγους φυσικῶς μὲν κινούμενα, συμβατικῶς δὲ ἡμῖν προσπίπτοντα τάραχον οὐ τὸν τυχόντα τῷ καθ’ ἡμᾶς αὐτεξουσίῳ διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκὴν παρέσχηκεν, τῆς τῶν ἡμετέρων σωμάτων φύσεως τὰς τῶν ἔξωθεν ἐπιφορὰς οὐχ ὑπομενούσης, κρατουμένης δὲ καὶ νικωμένης ὑπὸ τῶν ἐκτὸς κατὰ φύσιν οἰκείαν ἐπιτελουμένων. πάλιν τε αὖ, ἐπειδὴ μετὰ πλείστων ἀνδρῶν ποιούμεθα τὰς διατριβάς, οἱ δὲ καὶ αὐτοὶ τῆς ἴσης ἡμῖν λαχόντες οὐσίας τὸ ἐφ’ ἡμῖν αὐτοῖς ἐπὶ τῆς ἰδίας ἐξουσίας ἀποφέρονται, ἐλευθέρᾳ τῇ σφῶν χρώμενοι προαιρέσει, ταύτη πάλιν εἰκότως καὶ ταῖς ἑτέρων γνώμαις ὑποκεισό-μεθα, τοῦ αὐτῶν ἐκείνων αὐτεξουσίου ὧδέ πως ἡμῖν κατὰ τοῦ σώματος ἢ περὶ τὴν ψυχὴν χρωμένου. ὥσπερ γὰρ ἡ τοῦ σώματος ἡμῶν φύσις νικᾶται πολλάκις πρὸς τῶν ἔξωθεν ὑποπιπτόντων, οὕτως ἔστιν ὅτε καὶ προαίρεσις ὑπὸ μυρίων ἔξωθεν ἐνοχλουμένη προαιρέσεων, αὐτεξουσίῳ γνώμῃ πεισθεῖσα, ἑαυτὴν τοῖς ἔξωθεν ἐπιδίδωσι καὶ τοτὲ μὲν βελτίων, τοτὲ δὲ χείρων ἀποτελεῖται. οἶδε γὰρ συνουσία φαύλη κακύνειν, ὥσπερ αὖ τοὐναντίον ποιεῖν ἀμείνους τῶν καλῶν ὁμιλία. φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί, ὥσπερ οὖν καὶ σῴζουσι βελτιοῦσαι τῶν ἀγαθῶν αἱ συνουσίαι. καὶ λό-γοις μὲν ἡ λογικὴ τῆς ψυχῆς δύναμις τῶν ἔξωθεν ἐπισυμβαινόντων ὧδέ πως καὶ τῇδε φέρεται· ἰσχύει δὲ πάλιν οἰκεία καὶ λογικῆς οὐσίας ἀρετὴ καὶ θείαν ὡς ἀληθῶς καὶ θεοειδῆ τὴν δύναμιν ἐπιδείκνυται, ὅτε πρὸς πάντα τὰ ἐκτὸς ἀντέχουσα καὶ τὰ πάντα ἐλευθέρῳ φρονήματι ὑπερνικῶσα, πρὸς οὐδὲν τῆς οἰκείας ἀρετῆς ὑφιεμένη φιλοσοφεῖν παρεσκεύασται. ὅτε γε μὴν ὀλιγωρεῖ, ὑπὸ τῶν χειρόνων τὰ χείριστα διατίθεται, ὥσπερ οὖν καὶ βελτιοῦται τῆς ἔξωθεν τυγχάνουσα ἐπιμελείας. τί χρὴ λέγειν ἐπὶ τούτοις, ὡς καὶ φοραὶ καὶ ἀφορίαι τοιῶνδε ψυχῶν καὶ σωμάτων, κατά τινα περίπτωσιν οἰκείως τῇ τοῦ παντὸς διοικήσει συντελούμεναι εὖ τε καὶ ὀρθῶς ἔχουσαι τῷ παντί, πλεί-στην ὅσην τοῖς κατὰ μέρος καὶ δὴ καὶ τοῖς ἐφ’ ἡμῖν παντοίας κινήσεως πε-ριουσίαν ἀπειργάσαντο; πᾶσι δὲ καθόλου τοῖς οὖσι, τοῖς τε παρ’ ἡμᾶς γινομένοις καὶ παρὰ τὴν ἡμετέραν αἰτίαν καὶ τοῖς ἔξωθεν κατὰ συμβεβηκὸς
PG 21:413ἐπιοῦσι τοῖς τε φυσικῶς ἐνεργουμένοις, μία παναλκὴς καὶ παντοδύναμος ἐπιστατεῖ ἡ διὰ πάντων ἐπιπορευομένη τοῦ θεοῦ πρόνοια, ἣ καὶ τὰ πλεῖστα θειοτέροις ἡμῖν τε ἀρρήτοις οἰκονομεῖ λόγοις, εὐηνίως τὸ πᾶν διακυβερ-νῶσα πολλά τε καὶ τῶν κατὰ φύσιν ἐπὶ τὸ προσῆκον τοῖς καιροῖς μετασκευά-ζουσα συνεργοῦσά τε καὶ συμπράττουσα τοῖς ἐφ’ ἡμῖν καὶ τοῖς ἐκτὸς πάλιν συμβαίνουσι τὴν δέουσαν τάξιν ἀπονέμουσα. Τούτων εἰς τρία τοῦτον διῃρημένων τὸν τρόπον, εἴς τε τὰ ἐφ’ ἡμῖν καὶ τὰ κατὰ φύσιν γινόμενα τά τε κατὰ συμβεβηκός, πάντων δὲ ἐφ’ ἕνα λόγον τὸν ἐκ θεοῦ βουλῆς ἀνακεφαλαιουμένων, οὐδαμοῦ μὲν ὁ περὶ εἱμαρμένης χώραν ἕξει λόγος. γένοιτο δ’ ἂν ἡμῖν εὑρημένη καὶ ἡ παρὰ τοῖς πολλοῖς ἀπορουμένη τῆς κακίας πηγή, ἐν οὐδενὶ μὲν χώραν ἔχουσα τῶν κατὰ φύσιν, οὔτ’ ἐν σώμασιν οὔτ’ ἐν οὐσίαις, πολλοῦ δεῖ ἐν τοῖς κατὰ συμβεβηκὸς ἔξωθεν ἐπι-γινομένοις· εὑρεθείη δ’ ἂν ἐν μόνῃ τῇ τῆς ψυχῆς αὐτοπροαιρέτῳ κινήσει, καὶ ἐν ταύτῃ οὐχ ὅτε κατὰ φύσιν βαδίζουσα τὴν εὐθεῖαν ὁδεύει, ἀλλ’ ὅτε τῆς βασι-λικῆς ἐκστᾶσα οἰκείᾳ γνώμῃ τὴν παρὰ φύσιν τρέπεται, αὐτὴ ἑαυτῆς καθεστῶσα κυρία. ἐπειδὴ τοῦτο γέρας ἐξαίρετον παρὰ θεοῦ λαβοῦσα ἐλευθέρα καὶ αὐτοκράτωρ τυγχάνει, τῆς οἰκείας ὁρμῆς τὸ κριτήριον εἰς ἑαυτὴν ἀναδεδεγμέ-νη· νόμος δὲ θεῖος αὐτῇ συνεζευγμένος κατὰ φύσιν, λαμπτῆρος καὶ φω-στῆρος δίκην, ἐπιφωνεῖ ἔνδοθεν ὑπηχῶν αὐτῇ καὶ λέγων· Ὁδῷ βασιλικῇ πορεύσῃ, οὐκ ἐκκλινεῖς δεξιὰ οὐδὲ ἀριστερά, βασιλικὴν τὴν κατὰ τὸν ὀρθὸν λόγον πορείαν εἶναι διδάσκων. τοῦτον γὰρ ἁπάσῃ ψυχῇ φυσικὸν νόμον βοηθὸν αὐτῇ καὶ σύμμαχον ἐπὶ τῶν πρακτέων ὁ τῶν ὅλων δημιουργὸς ὑπεστήσατο, διὰ μὲν τοῦ νόμου τὴν εὐθεῖαν αὐτῇ παραδείξας ὁδόν, διὰ δὲ τῆς αὐτῇ δεδωρημένης αὐτεξουσίου ἐλευθερίας τὴν τῶν κρειττόνων αἵρεσιν ἐπαίνου καὶ ἀποδοχῆς ἀξίαν ἀποφήνας γερῶν τε καὶ μειζόνων ἐπάθλων τῶν ἐπὶ τοῖς κατορθουμένοις, ὅτι μὴ βεβιασμένως, γνώμῃ δὲ αὐτεξουσίῳ κατώρθου, παρὸν καὶ τὴν ἐναντίαν ἑλέσθαι· ὡς ἔμπαλιν τὴν τὰ χείριστα ἑλομένην ψόγου καὶ τιμωρίας εἶναι ἀξίαν, ἅτε οἰκείᾳ κινήσει τοῦ μὲν κατὰ φύσιν νόμου παραμελήσασαν, κακίας δὲ ἀρχὴν καὶ πηγὴν ἀπογεννήσασαν φαύλως τε ἑαυτῇ κεχρημένην οὐκ ἔκ τινος ἔξωθεν ἀνάγκης, ἀλλ’ ἐξ ἐλευθέρας γνώμης τε καὶ κρίσεως. αἰτία δὴ τοῦ ἑλομένου, θεὸς ἀναίτιος. οὔτε γὰρ φύσιν φαύλην ὁ θεὸς εἰργάσατο οὐδέ γε ψυχῆς οὐσίαν· ἀγαθῷ γὰρ οὐδὲν πλὴν ἀγαθὰ δημιουργεῖν θέμις· ἀγαθὸν δὲ πᾶν ὅ τι κατὰ φύσιν· ψυχῇ δὲ πάσῃ λογικῇ κατὰ φύσιν πάρεστι τὸ αὐτεξούσιον ἀγαθόν, καὶ τοῦτο ἐπ’ ἀγαθῶν αἱρέσει γεγενημένον. φαύλως δὲ ὅτε πράττει, οὐ τὴν φύσιν αἰτια-τέον· οὐ γὰρ κατὰ φύσιν, παρὰ φύσιν δὲ αὐτῇ γίνεται τὸ φαῦλον, προαιρέ-σεως ὂν ἀλλ’ οὐ φύσεως ἔργον· ᾧ γὰρ παρῆν δύναμις τῆς τἀγαθοῦ αἱρέσεως, ὅτε μὴ τοῦτο εἵλετο, ἑκὼν δὲ τὸ κρεῖττον ἀπεστράφη τοῦ χείρονος μετα-ποιηθείς, τίς ἂν τούτῳ τόπος ἀποφυγῆς λείποιτο τῆς οἰκείας αἰτίῳ κατα-στάντι νόσου τοῦ τε συμφύτου νόμου σωτῆρος οἷα καὶ ἰατροῦ παραμελή-σαντι; ὁ δὴ τούτων ἁπάντων μηδένα λόγον ποιούμενος ἀνάγκης τε καὶ ἄστρων φορᾶς ἀναρτῶν τὰ πάντα τῆς τε τῶν πλημμελουμένων ἀνθρώποις ἀτο-πίας μὴ ἐξ ἡμῶν εἶναι φάσκων τὰ αἴτια, ἀλλ’ ἐκ τῆς τὰ πάντα κινούσης δυνά-μεως, πῶς οὐκ ἀνόσιον καὶ δυσσεβῆ λογισμὸν εἰσφέροι ἄν; εἴτε γὰρ αὐτόματον καὶ ἀπρονόητον θείη τὴν τοῦ παντὸς φοράν, ἐλέγχοιτ’ ἂν ὢν αὐτόθεν ἄθεος, πρὸς τῷ καὶ ἀβλεπτεῖν περὶ τὴν πάνσοφον ἁρμονίαν καὶ τὴν τῶν ὅλων διάταξιν εὖ καὶ ἐν κόσμῳ τὴν δι’ αἰῶνος κίνησιν ἀνακυκλουμένην· εἴτε θεοῦ πρόνοιαν ἄγειν καὶ φέρειν ἐπιστατεῖν τε τοῖς πᾶσι καὶ πανσόφῳ λόγῳ διοικεῖν ὁμολογήσει, οὐδ’ οὕτω τοῦ δυσσεβοῦς ἐκπέφευγε τὴν ἀτοπίαν, ἐπειδὴ τῶν ἐν ἀνθρώποις ἁμαρτανομένων τοὺς μὲν πλημμελοῦντας ἀπολύει, ὡς μηδὲν τῶν ἀτόπων ἐξ οἰκείας γνώμης διαπεπραγμένους, ἀνάγει δὲ τὴν αἰτίαν τῶν κακῶν ἐπὶ τὴν καθόλου πρόνοιαν, Ἀνάγκην αὐτὴν καὶ Εἱμαρμένην ἀπο-καλῶν καὶ πάσης τῆς ἐν ἀνθρώποις αἰσχρουργίας καὶ ἀρρητοποιίας ὠμότη-τός τε καὶ μιαιφονίας αἰτίαν εἶναι λέγων. καὶ τίς ἂν εἴη τούτου δυσσεβὴς ἄλλος, τὸν τῶν ὅλων θεόν, αὐτὸν δὴ τὸν ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντός, εἰσάγων ἐπάναγκες ἐκβιαζόμενον τόνδε μὲν οὐκ ἐθέλοντα ἀσεβεῖν τοῦτο πράττειν καὶ ἄθεον εἶναι κατ’ ἀνάγκην καὶ εἰς ἑαυτὸν βλάσφημον, τόνδε δέ, ὃν αὐτὸς τὴν φύσιν ἄρρενα συνεστήσατο, πάσχειν παρὰ φύσιν τὰ θηλειῶν οὐ κατὰ προαίρεσιν, κατηναγκασμένον δὲ πρὸς αὐτοῦ, καὶ ἄλλον ἀνδροφόνον γίνεσθαι μὴ παρὰ τὴν οἰκείαν γνώμην, ὑπ’ ἀνάγκης δὲ ἐλαυνό-μενον τοῦ θεοῦ, ὡς μηδ’ εὐλόγως ἐπιμέμφεσθαι τοῖς πλημμελοῦσιν, ἀλλ’ ἤτοι μηδὲ ἁμαρτήματα ταῦτ’ εἶναι ἡγεῖσθαι, ἢ τῶν κακῶν ἁπάντων ποιητὴν εἶναι τὸν θεὸν ἀποφαίνεσθαι; εἴτε γὰρ αὐτὸς τοῖς πᾶσιν ἐπιπαρὼν καὶ τὰ πάντα ὁρῶν καὶ πάντων ἀκούων ταῦτα πράττειν ἀναγκάζοι εἴτε τὴν τοῦ παντὸς φορὰν καὶ τὴν τοιάνδε τῶν ἄστρων κίνησιν αὐτὸς τούτων ποιητικὴν καὶ ἀναγκαστικὴν ὑπεστήσατο, ὁ τὸ τοιόνδε συστήσας ὄργανον καὶ τὴν τῶν θηρωμένων παγίδα μηχανησάμενος εἴη ἂν αὐτὸς ὁ καὶ τῶν ἁλισκομένων αἴτιος. εἴτ’ οὖν αὐτὸς καθ’ ἑαυτὸν εἴτ’ οὖν πάλιν αὐτὸς διά τινος ἄλλης πρὸς αὐτοῦ μεμηχανημένης ἀνάγκης τοὺς οὐκ ἐθέλοντας τοῖσδε τοῖς κακοῖς περιβάλλοι, αὐτὸς ἂν εἴη, καὶ οὐκ ἄλλος, ὁ πάντων κακῶν ποιητικός, καὶ οὐκέτ’ ἂν ἐν δίκῃ ἁμαρτητικὸς λέγοιτ’ ἂν ὁ ἄνθρωπος, ἀλλ’ ὁ τούτου ποιητὴς θεός. καὶ τίς ἂν τούτου γένοιτ’ ἂν ἕτερος λόγων ἀσεβέστατος; ὁ δὴ οὖν εἱμαρμένην εἰσάγων ἄντικρυς θεὸν καὶ θεοῦ πρόνοιαν ἐξωθεῖ, ὥσπερ ὁ τὸν θεὸν ἐφιστὰς τοῖς πᾶσιν ἀνέλοι ἂν τὸν περὶ εἱμαρμένης λόγον. ἢ γὰρ ταὐτὸν ἂν εἴη θεὸς καὶ εἱμαρμένη ἢ θάτερον διεστὼς ἑτέρου· ταὐτὸν μὲν οὖν οὐκ ἂν γένοιτο. εἰ γὰρ τὴν εἱμαρμένην εἱρμόν τινα αἰτιῶν εἶναί φασιν ἀπ’ αἰῶνος ἀπαραβάτως καὶ ἀμετακινήτως ἐκ τῆς τῶν οὐρανίων ἄστρων φορᾶς καθήκοντα, πῶς οὐ πράτερα ἂν εἴη τῆς εἱμαρμένης τὰ σωματικὰ στοιχεῖα, ἐξ ὧν καὶ τὰ οὐράνια συνέστηκεν, ὧν τὴν εἱμαρμένην συμβεβηκός τι σύμπτωμα λέγοι ἄν τις εἰκότως; καὶ πῶς ἂν ταὐτὸν εἴη τὸ συμβεβηκὸς τοῖς στοιχείοις τῷ ἐπὶ πάντων θεῷ, εἰ δὴ τὰ στοιχεῖα ἄψυχα καὶ ἄλογα κατὰ τὴν οἰκείαν ἐπιθεωρεῖται φύσιν, ὁ δὲ θεὸς ἔξω σωμάτων αὐτοζωὴ καὶ σοφία τυγχάνει ὤν, τῆς ἐξ αὐτοῦ δημιουργίας τοῖς τε κατὰ μέρος στοιχείοις καὶ τῇ τῶν ὅλων διακοσμήσει τὴν ἀπόλαυσιν δωρούμενος; οὐ ταὐτὸν ἄρα θεὸς καὶ εἱμαρμένη. εἰ δὲ δὴ ἕτερον, πότερον κρεῖττον; ἀλλ’ οὐδὲν τοῦ θεοῦ κάλλιον οὐδέ τι δυναμικώτερον. οὐκοῦν κρατήσει καὶ περιέσται τοῦ χείρονος ἢ συγχωρῶν κακοποιῷ τυγχανούσῃ τῇ εἱμαρμένῃ αὐτὸς ἂν ἐφέλκοιτο τὴν αἰ-τίαν, ὃς δυνατὸς ἐπισχεῖν τὴν κακοποιὸν ἀνάγκην οὐκ ἐποίησε τοῦτο, ἀνῆκε δὲ ἄφετον ἐπὶ λύμῃ καὶ διαφθορᾷ τῶν ἁπάντων, μᾶλλον δὲ αὐτὸς τοῦτο εἰργά-σατο, εἰ δὴ πάντων καὶ αὐτῆς εἱμαρμένης ποιητὴς καὶ δημιουργὸς εἰσά-γοιτο. εἰ δ’ οὐδεὶς αὐτῷ λόγος τῆς τοῦ παντὸς διατάξεως, ἀθέων αὖθις ἀνακύψειε φωνή, πρὸς ἣν τὰς ἀκοὰς ἀποκλειστέον, τῆς ἐνθέου προνοίας καὶ δυνάμεως ἐναργῶς ἀναφαινούσης ἑαυτὴν ἔκ τε τῶν καθόλου πανσόφων καὶ τεχνικῶν ἀποτελεσμάτων ἔκ τε τῶν καθ’ ἡμᾶς ἀναμφιλόγως τὴν ἐλεύθερον
PG 21:421καὶ αὐτεξούσιον τῆς λογικῆς ψυχῆς δύναμιν παραδεικνυμένων. καθ’ ἣν καίτοι μυρίων ἔξωθεν ἐμποδὼν τῇ τε τοῦ σώματος φύσει ταῖς τε κατὰ προαίρεσιν ἐφ’ ἡμῖν ὁρμαῖς κατά τι συμβεβηκὸς προσπιπτόντων, ὅμως πρὸς ἅπαντα τῆς κατὰ ψυχὴν ἀρετῆς τὸ ἐλεύθερον ἀντέχει, ἄμαχον καὶ ἀήττητον ἐφ’ ἡμῖν τῶν καλῶν τὴν αἵρεσιν ἐπιδεικνύμενον. τοῦτο δὲ μάλιστα καὶ ὁ παρὼν καιρὸς τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας ἔργοις αὐτοῖς παρε-στήσατο. ὅτι γὰρ ταῦτα μὴ ψόφοι καὶ κενὰ ῥήματα, πάρεστί σοι τὸν τῶν θεοσεβῶν ἀγῶνα ἐπιβλέψαι καὶ συνιδεῖν τοὺς προαιρέσει αὐθεκουσίῳ τοὺς πόνους τῶν ὑπὲρ εὐσεβείας ἄθλων ἀναδεδεγμένους, οὓς καθ’ ὅλης τῆς ἀνθρώ-πων οἰκουμένης μυρία πλήθη Ἑλλήνων τε καὶ βαρβάρων ἐνεδείξατο, πάσας μὲν προθύμως τὰς κατὰ τοῦ σώματος ὑπομείναντα αἰκίας, πᾶν δὲ βασάνων εἶδος φαιδρῷ τῷ προσώπῳ διελθόντα καὶ τέλος πολυτρόποις σχήμασι τὴν ἀπὸ τοῦ σώματος λύσιν τῆς ψυχῆς ἀσπαστῶς καταδεξάμενα. καὶ μὴν οὐδεὶς ἐνταῦθα λόγος ἐπιτρέψειε τὴν εἱμαρμένην αἰτιᾶσθαι. ποῦ γάρ σοι ἐξ αἰῶνος τοιούσδε ἀθλητὰς εὐσεβείας ἤνεγκεν ἡ τῶν ἄστρων φορά; ἢ πότε ὁ τῶν ἀνθρώπων βίος πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν εἰς πάντας ἀνθρώπους κατα-βληθείσης διδασκαλίας τοιόνδε προβέβληται καθ’ ὅλης τῆς ἀνθρώπων οἰκου-μένης ἀγῶνα; ποῦ δὲ τοιωνδὶ λόγων διδασκάλιον, δεισιδαίμονος μὲν πλάνης ἀναιρετικόν, ἑνὸς δὲ τοῦ ἐπὶ πάντων θεοῦ γνώσεως διδακτικόν, ἅπα-σιν ἀνθρώποις, Ἕλλησί τε καὶ βαρβάροις, ὁ πᾶς αἰὼν ἤνεγκε; τίς δὲ ἐξ αἰῶνος τῶν πάλαι ἀοιδίμων σοφῶν, εἴτ’ οὖν βάρβαρος εἴτε Ἕλλην, τοιᾶσδέ ποτε ἠξιώθη εἱμαρμένης ὡς εἰς τὸν σύμπαντα κόσμον διαφανῆ καταστῆσαι τὸν ὑπ’ αὐτοῦ προβληθέντα λόγον γνωσθέντα τε μέχρι καὶ τῶν ἐσχατιῶν καὶ θεοῦ δόξαν παρὰ τοῖς αὐτῷ καθωσιωμένοις κτήσασθαι; εἰ δὲ ταῦτα ἐξ αἰῶνος οὔτ’ ἦν οὔτε γέγονεν οὔτε ἀκοαῖς ἤκουσται, οὐκ ἦν ἄρα εἱρμὸς αἰτιῶν καὶ ἀνάγκη τὸ τούτων αἴτιον. πάλαι γὰρ ἂν διὰ τῆς αὐτῆς ἀνακυκλήσεως καὶ περιφορᾶς τῶν ἄστρων οὐδεὶς ἦν φθόνος καὶ ἄλλους τῆς αὐτῆς τυχεῖν γενέσε-ώς τε καὶ εἱμαρμένης. ἐκ ποίας δὲ ἄρα εἱμαρμένης ὁ μὲν ἡμέτερος σωτὴρ θεὸς ἐπιφανεὶς καθ’ ὅλης τῆς οἰκουμένης ἀνηγόρευται, οἱ δὲ πάλαι νενομισμέ-νοι παρά τε Ἕλλησι καὶ βαρβάροις θεοὶ καθῄρηνται, καὶ οὐδ’ ἄλλως καθῄρην-ται ἢ διὰ τῆς τοῦ νέου θεοῦ διδασκαλίας; ποία δ’ αὐτὸν εἱμαρμένη θεὸν δημιουργὸν ἁπάντων πᾶσιν ἀνθρώποις κατήγγειλεν, εἱμαρμένην δὲ μὴ εἶναι φάναι ἐξηνάγκασε; καὶ πῶς ἡ εἱμαρμένη μὴ εἶναι ἑαυτὴν λέγειν τε καὶ φρονεῖν ἐβιάσατο; τί δὲ οἱ τῆς τοῦ σωτῆρος ἡμῶν εὐσεβοῦς ἕνεκα διδασκαλίας παντοί-ους ἄθλους πάλαι τε πρότερον ἠγωνισμένοι καὶ εἰσέτι δεῦρο διαθλοῦντες; μιᾶς ἄρα καὶ τῆς αὐτῆς ἔτυχον μοίρας, ὡς ὑφ’ ἑνὶ λόγῳ καὶ διδασκαλίᾳ δουλωθῆναι μίαν τε γνώμην καὶ προαίρεσιν ἐνδείξασθαι καὶ ψυχῆς ἀρετὴν μίαν ἕνα τε καὶ τὸν αὐτὸν ἀναδέξασθαι βίον καὶ λόγον ἀγαπῆσαι τὸν αὐτὸν τάς τε αὐτὰς ἀγαπητικῶς ὑπομεῖναι πάθας δι’ ἔνστασιν εὐσεβείας. καὶ τίς ἂν ὀρθὸς τοῦτο συγχωρήσειε λόγος, νέους κατὰ ταὐτὸ καὶ πρεσβύτας καὶ πᾶν μέτρον ἡλικίας ἀρρένων τε καὶ θηλειῶν γένη φύσεις τε βαρβάρων ἀνδρῶν, οἰκετικῶν ὁμοῦ καὶ ἐλευθερίων, λογίων τε καὶ παιδείας ἀμετόχων, οὐκ ἐν γω-νίᾳ γῆς οὐδ’ ὑπὸ τοῖσδε γενομένων τοῖς ἄστροις, καθ’ ὅλης δὲ τῆς ἀνθρώπων οἰκουμένης, εἱμαρμένης ἀνάγκῃ φάναι βεβιασμένους τόνδε τινὰ τῶν πατρῴων ἁπάντων προτιμῆσαι λόγον καὶ τὸν ὑπὲρ εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ θάνατον ἀγαπητικῶς ἑλέσθαι τά τε περὶ ψυχῆς ἀθανασίας εὖ μάλα δόγματα παιδεύεσθαι καὶ φιλοσοφίαν οὐ τὴν ἐν λόγοις, τὴν δὲ δι’ ἔργων προτιμῆσαι; ταῦτα γὰρ ἂν εἴη τὰ καὶ τυφλῷ δῆλα, ὡς οὐδεμιᾶς ἀνάγκης, μαθήσεως δὲ καὶ διδασκαλίας οἰκεῖα τυγχάνει, αὐθεκουσίου γνώμης καὶ προαιρέσεως ἐλευ-θέρας ἐναργῆ τυγχάνοντα παραδείγματα. γένοιτο δ’ ἂν καὶ ἄλλα τοῦ προβλήματος παραστατικὰ μυρία, ὧν τὰ πολλὰ παρεὶς αὐτὸς μὲν τοῖς εἰρη-μένοις ἀρκεσθήσομαι, σοὶ δὲ τὸ σὸν ἀνάγνωσμα τῶν σεπτῶν σου φιλοσό-φων καταλείψω σκοπεῖν, ὡς ἂν μάθοις ὅσον ἄρα τῶν χρησμῳδῶν σου θεῶν σοφώτερος ἦν καὶ βελτίων ὁ ἄνθρωπος ὁ τοὺς θαυμασίους χρησμοὺς ψευδεῖς ἀπελέγχων καὶ τὸν Πύθιον αὐτὸν ἐφ’ οἷς ἔχρησε περὶ εἱμαρμένης ἐπιρραπίζων. ἄκουε δ’ οὖν αὖθις τοῦ τὴν τῶν Γοήτων φώραν τὸ οἰκεῖον ἐπονομάσαντος σύγγραμμα, ὡς εὖ μάλα νεανικῷ φρονήματι τὸν πλάνον τῶν πολλῶν καὶ αὐτοῦ γε τοῦ Ἀπόλλωνος ἐπανορθοῦται δι’ ὧν γράφει τάδε κατὰ λέξιν· ζ. ΟΠΩΣ ΚΑΙ ΑΥΤΩΝ ΕΛΛΗΝΩΝ ΟΙ ΦΙΛΟΣΟΦΟΙ ΤΑΣ ΤΩΝ ΘΕΩΝ ΑΥΤΩΝ ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ΔΟΞΑΣ ΟΡΘΟΤΕΡΟΙΣ ΑΠΗΛΕΓΞΑΝ ΛΟΓΙΣΜΟΙΣ· ΑΠΟ ΤΩΝ ΟΙΝΟΜΑΟΥ Σὲ οὖν ἐν Δελφοῖς καθῆσθαι, μὴ δυνάμενον μηδ’ εἰ βούλοιο σιωπᾶν ὁ δ’ Ἀπόλλων ἄρα ὁ τοῦ Διὸς υἱὸς νυνὶ βούλεται, οὐχ ὅτι βούλεται, ἀλλ’ ὅτι ὑπ’ ἀνάγκης εἰς τὸ βουληθῆναι τέτακται. δοκῶ δέ μοι τὰ λοιπὰ πάντα πα-ρείς, ἐπειδὴ εἰς τοῦτον τὸν λόγον οὐκ οἶδ’ ὅπως ὑπήχθην, οἰκεῖόν τι καὶ ἀξιοζήτητον ζητήσειν πρᾶγμα. ἀπόλωλε γάρ, τό γε ἐπὶ τοῖς σοφοῖς, ἐκ τοῦ ἀνθρωπίνου βίου, ἀπόλωλεν, εἴτε οἴακά τις αὐτὸ εἴτε ἕρμα εἴτε κρηπῖδα ὀνομάζων χαίρει, τῆς ἡμετέρας ζωῆς ἡ ἐξουσία, ἣν ἡμεῖς μὲν αὐτοκράτορα τῶν ἀναγκαιοτάτων τιθέμεθα, Δημόκριτος δέ γε, εἰ μή τι ἠπάτημαι, καὶ Χρύσιππος, ὁ μὲν δοῦ-λον, ὁ δὲ ἡμίδουλον ἐπινοεῖ τὸ κάλλιστον τῶν ἀνθρωπίνων ἀποδεῖξαι. ἀλλὰ τούτων μὲν λόγος τοσοῦτος, ὅσον ἄν τις ἀξιώσειεν ἄνθρωπος ὢν ἀνθρώποις· εἰ δ’ ἤδη καὶ τὸ θεῖον ἡμῶν καταστρατεύεται, παπαῖ, οἷα πεισόμεθα. ἀλλ’ οὐκ εἰκὸς οὐδὲ δίκαιον, ἀπὸ γοῦν τούτων τεκμαιρομένοις ἡμῖν· ἐχθρὲ περικτιόνεσσι, φίλ’ ἀθανάτοισι θεοῖσιν, εἴσω τὸν προβόλαιον ἔχων πεφυλαγμένος ἧσο. τί γάρ, φησὶν ὁ Ἀργεῖος, εἰ βουλοίμην, ἔξεστί μοι καὶ δύναμαι, εἴ μοι δόξαι, ἧσθαι καὶ πεφυλάχθαι; ἔξεστιν, εἴποις ἄν, καὶ δύνασαι· ἢ πῶς ἄν σοι τοῦτ’ ἐγὼ προσέταττον; Χείρωνος φίλε τέκνον ἀγακλειτοῖο Κάρυστε, Πήλιον ἐκπρολιπὼν Εὐβοίας ἄκρον ἱκέσθαι, ἔνθ’ ἱερὰν χώραν κτίζειν σοι θέσφατόν ἐστιν. ἀλλ’ ἴθι, μηκέτι μέλλε. ἦ γὰρ ὡς ἀληθῶς ἐπ’ ἀνθρώπῳ τί ἐστιν, ὦ Ἄπολλον, καὶ βουληθῆναι Πήλιον ἐκπρολιπεῖν κύριός εἰμι ἐγώ; καὶ μὴν ἤκουον παρὰ πολλῶν καὶ σοφῶν ὅτι εἴ μοι πέπρωται Εὐβοίας ἄκρον ἱκέσθαι καὶ ἱερὰν χώραν κτίζειν, καὶ ἵξομαι καὶ κτιῶ, εἴτε λέγοις εἴτε μή, καὶ εἴτε βουλοίμην εἴτε μή. εἰ δέ με δεῖ καὶ βουληθῆναι ὅ τι μοι ἀνάγκη ἐστὶ καὶ εἰ μὴ βουλοίμην βουληθῆναι, ἀλλὰ σύ, ὦ Ἄπολλον, πιστεύεσθαι δικαιότερος. ἔοικα δή σοι μᾶλλον προσέξειν· ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ. Ἀγγελῶ νὴ Δία (φήσει τάχα που τις τετυφωμένος ἢ σὲ ἐλέγχων), κἂν μὴ κελεύσῃς· πέπρωται γάρ. καὶ ἔστι Θάσος μὲν ἡ Ἠερία νῆσος· ἥξουσι δ’ ἐπ’ αὐτὴν Πάριοι, Ἀρχιλόχου τοῦ ἐμοῦ υἱοῦ φράσαντος ὅτι ἡ νῆσος αὕτη πρὶν Ἠερία ἐκαλεῖτο. σὺ οὖν, δεινὸς γὰρ ἐπεξελθεῖν, οὐκ ἀνέξῃ, οἶμαι, αὐτοῦ οὕτως ὄντος ἀχαρίστου καὶ θρασέος, ὅς, εἰ μὴ σὺ μηνῦσαι αὐτῷ ἐβουλήθης, οὐκ ἄν ποτε ἤγγειλεν οὐδ’ ἂν Ἀρχίλοχος ὁ υἱὸς αὐτοῦ Παρίους ἐξενάγησεν οὐδ’ ἂν οἱ Πάριοι Θάσον ᾤκησαν. οὐκ οἶδ’ οὖν εἰ σὺ λέγεις μὲν ταῦτα, οὐκ οἶσθα
αλίσκεσθα: (61) δεσμὸν ἄφυκτον ἐμποδὼν προβεβλη- Α σθαι τῷ κατὰ ψυχὴν ἐλευθέρῳ, τοτὲ μὲν τὴν τοῦ σώ ματος φύσιν, τοτὲ δὲ τὰ ἐκτὸς ἐπισυμβαίνοντα. "Ην δὲ ἄρα καὶ τὸ τῆς ἐφ' ἡμῖν προαιρέσεως εἰς τοσοῦτον ἔχον ἀρετῆς, καὶ ἰσχύος, ὡς ἀντιβαίνειν ἐπὶ πολλῶν τολμῶν, καὶ ἀντιλέγειν τῇ τε τοῦ σώματος φύσει καὶ τοῖς ἔξωθεν ἐπισυμβαίνουσιν. Η μέν γε τοῦ σώμα- τας φύσις ἐπὶ τῶν ἀφροδισίων ὁρμὴν τὸν ἄνδρα και λεῖ· ἡ δὲ ψυχὴ, λόγῳ σώφρονι χαλινὸν ἐμβαλοῦσα τῷ πάθει, κρείττων καθίσταται τῆς τοῦ σώματος φύσ στως. Καὶ πάλιν ἡ μὲν, πεινῇν, καὶ διψήν, καὶ ῥι- τοῦν, καὶ τὰ τοιαῦτα προσαναγκάζουσα (62), ἐπὶ τὰς κατὰ φύσιν θεραπείας τε καὶ πληρώσεις παρακαλεῖ· ἡ δὲ προαίρεσις, λόγοις σώφροσιν ἀναπεισθεῖσα, και τινας ἀσκητικὰς προτροπὰς αὐθεκουσίως ἀγαπήσασα, πολυημέροις ἀσιτίαις καὶ καρτερίαις παρακρούεται τὴν τοῦ σώματος φύσιν, ἀρετῇ λογισμού κρίνασα τοῦτο καὶ ἑλομένη. Καὶ αὖ πάλιν ἡ μὲν κατὰ φύσιν πάσαις ἡδοναῖς χαίρει καὶ τῇ λείᾳ τῶν σωμάτων, ἡ δὲ προ- τέρεσις ἀρετῆς ἐπιθυμίᾳ τὸν ἐπίπονον καὶ τραχὺν † σπάσατο βίον. Εἰσὶ δὲ οἱ καὶ ἐπὶ τὸ χεῖρον τραπέν- της, μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ τύσιν, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργα ζόμενοι. Οὕτως ἄρα καὶ τῇ φύσει οὐ κατὰ πάντα ἐν έδωσιν ὁ λογισμός, κρατεῖ δὲ ἐν πλείστοις, ὡς καὶ κρατεῖται, καὶ τοτὲ μὲν αὐτὸς ἄγει, τοτὲ δὲ αὐτὸς έγεται ὡς καὶ πρὸ ὥρας ἔσθ' ὅποι χερσὶν ἐπισπᾶσθαι τὴν ἀπαλλαγὴν τοῦ σώματος, ὅτε τὸ ζῆν αὐτῷ μὴ λυσιτελὲς κριθείη. Εἰ μὲν οὖν πρὸς μόνην τὴν οἰκείαν τοῦ σώματος φύσιν ὁ πᾶς ἀγὼν ἦν αὐτῷ, μέτριος ἂν ἦν οὗτος· ἐπεὶ δὲ τὴν πολιτείαν, καὶ τὸν ἐν ἀνθρώ της βίον ὁ Θεὸς αὐτῷ μεταξὺ πολλῶν καταβέβληται, ὡς μετὰ θηρίων καὶ ἑρπετῶν ἰοβόλων, ἐν μέσῳ τε πρὸς καὶ ὕδατος, ἀέρος τε τοῦ περιέχοντος, καὶ τῶν ἐν τούτοις ἅπασι παρηλλαγμένων καὶ διαφόρων φύ- σεων τὰς διατριβὰς πεποιῆσθαι· εἰκότως αὐτῷ ἡ δια μάχη καὶ ἡ ἔνστασις οὐ πρὸς τὴν οἰκείαν μόνον ἐστὶ καὶ συνημμένην αὐτόνομον φύσιν τοῦ σώματος, ἀλλὰ καὶ πρὸς μυρία τὰ ἐκτὸς συμβεβηκότα, ὧν ἐν μέσῳ ζῇ ὁ τὸν θνητὸν βίον διεξάγων, ὥστε καὶ πρὸς ταῦτα καρτερῶς ἀντέχειν. Πολλαὶ γοῦν & καὶ τοιῶνδε τροφών φύσεις, καὶ τοιαίδε συγκράσεις τοῦ περιέχοντος, κρυμῶν τε ἐπιφοραὶ, καὶ φλογμῶν ἐκκαύσεις, πλεῖ- στά τε άλλα κατά τινας οἰκείους λόγους φυσικῶς μὲν κινούμενα, συμβατικῶς δὲ ἡμῖν προσπίπτοντα, τά- ραχον οὐ τὸν τυχόντα τῷ καθ᾿ ἡμᾶς αὐτεξουσίῳ διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκὴν παρέσχηκε, τῆς τῶν ἡμετέρων σωμάτων φύσεως τὰς τῶν ἔξωθεν ἐπιφο- ρὰς οὐχ ὑπομενούσης, κρατουμένης δὲ καὶ νικωμένης ὑπὸ τῶν ἐκτὸς κατὰ φύσιν οἰκείαν ἐπιτελουμένων. Πάλιν τε αὖ, ἐπειδὴ μετὰ πλείστων ἀνδρῶν ποιού μεθα τὰς διατριβάς, οἱ δὲ καὶ αὐτοὶ τῆς ἴσης ἡμῖν λαχόντες οὐσίας, τὸ ἐφ' ἡμῖν αὐτοῖς ἐπὶ τῆς ἰδίας . Γρ. ήδη. ἀποδεικνύεσθαι, τῷ λόγῳ αἱρεῖσθαι, τῇ ἀνάγκῃ ἐλέγχεσθαι. ὁ λόγος αἱρεῖ, εἰι; ἀνάγκη ἐλέγχει, Τὸν δὲ δὴ ποταμὸν τοῦτον τὸν παραρέοντα, καὶ ἐτέαρχον συνεβάλλετο εἶναι τὸν Νεῖλον· καὶ δὴ καὶ ὁ λόγος οὕτως αιρέει, τι τοιοῦτον οὐδὲν, ὡς ἡ ἀνάγκη ελέγχει ἀποδεικτική κασθεῖσα, τὸ σῶμα, τὸν ἄνθρωπον. PRAPAR. ΕVANG. LIB. VI. B censeatur: et mens, cujus propria prudentia est, aliquo persæpe casu deliret, dum eam graviores præcipue corporis morbi sua de sede movent. Se- nectus ipsa quoque, postquam naturæ ordine cor- pus invasit, mentem iis solertiæ facultatisque viri- lius, quibus per integram adhuc ætatem florentem- que præstabat, spoliare solet, et rationis, quæ tota spiritalis animi est, præter naturam, aciem retun- dere. Quin etiam plage doloresque corporis, mem- brorumque debilitationes, quæ præter naturam contingunt, casu ipso plerumque animi libertatem expugnant, dum is corporis societate victus, mo- lestiis quoque doloribusque cedit: prorsus ut cer- tum id exploratumque habeatur, liberam illam animi facultatem, partim natura corporis, partim iis, quæ extrinsecus accidunt, quodam quasi vin- culo, quod evitari nequeat, impeditam, et constri ctam teneri. Quanquam ejusmodi profecto sæpe est arbitrii nostri virtus atque robur, ut in plerisque rebus, et naturæ corporis, et occurrentibus aliunde casibus opponere sese ac reluctari audeat. Quippe hominem enim ad rerum venerearum appetentiam corporis natura trahit: animus vero temperantiæ ductum et consilium secutus, injecto cupiditati freno, corporis naturam impetumque frangit. Ea- dem fame, siti, frigore aut cæleris id genus incom modis dum urget ac premit, ad ea quæ naturæ conveniant, exquirenda remedia, satisque ventri faciendum, hominem excitat. Voluntas contra se- verioribus adducta rationibus, et religiosis quibus- dam cohortationibus sponte susceptis, nativam il- lam corporis cupiditatem plurium etiam dierum inedia tolerantiaque vincit, ad eam subeundam vi ratiocinationis, ac suopte instinctu consilioque per- mota. Similiter natura sua corpus omni volupta- tum genere, ac levi mollique corporum commotione delectatur. At voluntas studio virtutis im- pulsa difficile atque asperum vitæ genus arripit. Jam vero existunt etiam aliquando nonnulli, qui, in pejus deteriusque prolapsi, naturalem usum cum eo, quem horreat natura, commutent, mares cum maribus libidini fœdissimæ indulgentes. Ita ratio non semper naturæ cedit, sed in plerisque vincit, naturam ipse suam, in ratione carentium numero D interdumque vincitur, ac modo trahit, modo vicis- add. vel Nam id est, ratio convin necessario falendum est. He- rodot. lib. ii, p. D. 4, C sim trahitur adeo ut si quando perniciosam fore vitam duxerit, homines ipsa nonnunquam manibus corporis sese vinculis ante tempus expedire cone- tur. Quanquam, si cum propria duntaxat corporis natura luctandum ipsi foret, modica certe quidem esset ista contentio. Nunc autem, cum Deus hu- manæ vitæ rationes, cum aliis plerisque, uti cum feris venenatisque serpentibus, conjunctas ei ac id est, tum ra tio etiam ipsa convincit. Idem ibid. p. D, "Hvāv Ejusmodi esset nihil, ut necessaria et ratio probal. nisi subaudias vel (61) Αλίσκεσθαι. Ιd est, ἐλέγχεσθαι, φαίνεσθαι, (62) Προσαναγκάζουσα. Forte legend. προσαναγ
PG 21:425δὲ ἃ λέγεις. ἀλλ’ ἐπεὶ σχολὴν ἄγειν ἐοίκαμεν καὶ μακρὰ διαλέγεσθαι, ὁ δὲ λόγος οὐ πάρεργος, ἐκεῖνό μοι λέγε (ἴσως γὰρ καὶ ὀλίγα ἐκ πολλῶν ἀρκεῖ)· ἆρά γέ τί ἐσμεν ἐγώ τε καὶ σύ; φαίης ἄν. τοῦτο δὲ ὁπόθεν ἴσμεν; τῷ ποτ’ ἄρα τοῦτο εἰδέναι ἐκρίναμεν; ἢ οὐκ ἄλλο ἱκανὸν οὕτως ὡς ἡ συναίσθησίς τε καὶ ἀντίληψις ἡμῶν αὐτῶν; τί δ’, ὅτι ζῷά ἐσμεν πῶς ποτ’ ἄρα ἐξεύρομεν; πῶς δ’ ὅτι καὶ ζῴων, ὡς μὲν ἂν ἐγὼ εἴποιμι, ἄνθρωποι καὶ ἀνθρώπων ὁ μὲν γόης, ὁ δὲ γόητος ἀπελέγκτης· ὡς δ’ ἂν σύ, ὁ μὲν ἄνθρωπος, ὁ δὲ θεός, καὶ ὁ μὲν μάν-τις, ὁ δὲ συκοφάντης; καὶ ἔστω γέ σοι οὕτως ἔχον, ἐάνπερ ἔγωγε ἁλῶ. πῶς δ’ ὅτι διαλεγόμεθα ἐν τῷ παρόντι ἐγνώκαμεν; Τί φῄς; ἆρ’ οὐκ ὀρθῶς ἐκρίναμεν τὴν ἡμῶν αὐτῶν ἀντίληψιν τῷ πάντων ἐγγυτάτῳ πράγματι αὐτῷ; Δηλονότι. οὐ γὰρ ἦν ἄλλο αὐτοῦ οὔτε ἀνώτερον οὔτε πρεσβύτερον οὔτε πιστότερον. ἐπεὶ εἰ μὴ οὕτως ἕξει, μήτε ἄρα ὥς σέ τις εἰς Δελφοὺς παρα-γενέσθω λοιπὸν ὄνομα Ἀλκμαίων, ἀπεκτονὼς τὴν μητέρα καὶ οἴκοθεν ἐλαυνό-μενος καὶ οἴκαδε ἐπιθυμῶν. οὐ γὰρ οἶδεν οὔτ’ εἰ ἔστι τι αὐτὸς τὸ παράπαν οὔτ’ εἰ οἴκοθεν ἐλαύνεται οὔτ’ εἰ οἴκαδε ἐπιθυμεῖ· ἀλλ’ εἰ καὶ μαίνεται ὁ Ἀλκ-μαίων καὶ ὑπονοεῖ τὰ μὴ ὄντα, ὅ γε Πύθιος οὐ μαίνεται. μηδὲ λέγε οὕτως· νόστον δίζηαι πατρίην ἐς γαῖαν ἱκέσθαι, Ἀμφιαρηιάδη. οὐδὲ γὰρ σὺ οἶσθά πω εἴ σέ τις ἐρωτᾷ Ἀμφιαρηιάδης οὐδ’ εἰ σὺ τὶ εἶ ὁ ἐρωτώ-μενος καὶ λέγειν ἔχων περὶ ὧν τις ἐρωτᾷ. μηδὲ Χρύσιππος ἄρα ὁ τὴν ἡμιδου-λείαν εἰσάγων, ὅ τί ποτέ ἐστιν αὐτὸ τοῦτο, ἀπαντάτω εἰς τὴν Στοὰν μηδ’ οἰέσθω ἀπαντήσεσθαι τοὺς βλέννους ἐκείνους ὡς αὐτὸν ἀκουσομένους τὸν οὖτιν· μηδὲ διατεινέσθω περὶ μηδενὸς καταστὰς πρὸς μὲν Ἀρκεσίλαον παρόντα, πρὸς δὲ Ἐπίκουρον οὐ παρόντα. τί γάρ ἐστιν ὁ Ἀρκεσίλαος, τί δὲ ὁ Ἐπί-κουρος ἢ τί ἡ Στοὰ ἢ τί οἱ νέοι ἢ τίς ὁ οὖτις, οὔτ’ οἶδεν οὔτε οἷος εἰδέναι· πολὺ γὰρ πρότερον οὐδ’ εἰ αὐτός τί ἐστιν οἶδεν. ἀλλ’ οὐκ ἀνέξεσθε οὔτε ὑμεῖς οὔτε ὁ Δημόκριτος, εἰ λέγοι τις ταῦτα· οὐ γὰρ εἶναι πιστότερον μέτρον οὗ λέγω· οὐδ’ εἰ δοκεῖ καὶ ἄλλα τινὰ εἶναι, τούτῳ γ’ ἂν παρισωθείη· ἢ παρισω-θείη μὲν ἄν, ὑπερβάλλοι δὲ οὐκ ἄν. Οὐκοῦν, φήσειεν ἄν τις, ὦ Δημό-κριτε, καὶ σύ, ὦ Χρύσιππε, καὶ σύ, ὦ μάντι, ἐπειδὴ ἀγανακτεῖτε εἴ τις ἐθελήσαι παρελέσθαι τὴν ὑμῶν αὐτῶν ἀντίληψιν (οὐ γὰρ ἔτι τὰς πολ-λὰς ἐκείνας βίβλους εἶναι), φέρε καὶ ἡμεῖς ἀνταγανακτήσωμεν· τί δή ποτε, ἔνθα μὲν ἂν ὑμῖν δοκῇ, ἔσται τοῦτο καὶ πιστότατον καὶ πρεσβύτατον, ἔνθα δ’ ἂν μὴ δοκῇ, ἐκεῖ καταδυναστεύσει τι λεληθὸς αὐτοῦ, Εἱμαρμένη [ἢ] Πεπρωμένη, διαφορὰν ἑκάστῳ ὑμῶν ἔχουσα, τῷ μὲν ἐκ θεοῦ, τῷ δὲ ἐκ τῶν μικρῶν ἐκείνων σωμάτων τῶν φερομένων κάτω καὶ ἀναπαλλομένων ἄνω καὶ περιπλεκομένων καὶ διαλυομένων καὶ διισταμένων καὶ παρατιθεμένων ἐξ ἀνάγ-κης; ἰδοὺ γὰρ ᾧ τρόπῳ ἡμῶν αὐτῶν ἀντειλήμμεθα, τούτῳ καὶ τῶν ἐν ἡμῖν αὐθαιρέτων καὶ βιαίων. οὐ λέληθε δὲ ἡμᾶς ὅσον τὸ μεταξὺ τοῦ βαδίζειν καὶ τοῦ ἄγεσθαι, οὐδὲ ὅσον τοῦ αἱρεῖσθαι καὶ τοῦ ἀναγκάζεσθαι. ὧν δὲ ἕνεκα ταῦτα προσεισήνεγκα τῷ λόγῳ; ὅτι σε ἐκπέφευγεν, ὦ μάντι, ὧν κύ-ριοί ἐσμεν ἡμεῖς, καὶ ὁ τὰ πάντα εἰδὼς ταῦτά γε οὐκ ἂν εἰδείης, ὧν τὰ πείσματα ἀνῆπται ἐκ τῆς ἡμετέρας βουλήσεως. αὕτη δέ γε ἐφαίνετο οὐκ ὀλίγων οὖσα πραγμάτων ἀρχή· ὃν δὲ ἡ ἀρχή, ἥτις ἦν τῶν μετὰ ταῦτα αἰτία, ἐκπέφευγεν, ἦ πού γε τὰ μετὰ τὴν ἀρχὴν εἰδείη ἂν οὗτος; ἀναίσχυντος δηλαδὴ ὁ Λαί̈ῳ προμαντευόμενος ὅτι αὐτὸν ἀποκτενεῖ ὁ φύς. ἤμελλε γάρ που ὁ φὺς κύριος ἔσεσθαι τῆς ἑαυτοῦ βουλήσεως, καὶ οὔτε τις Ἀπόλλων οὔτε τις αὐτοῦ ὑπέρτερος ἐξικνεῖσθαι ἱκανὸς οὐδεμιᾷ δυνάμει ὧν οὐκ ἔστιν οὔτε ὕπαρξις οὔτε γενέσεως ἀνάγκη. ἐκεῖνο γὰρ δὴ τὸ καταγελαστότατον ἁπάντων, τὸ μίγμα καὶ ἡ σύνοδος τοῦ καὶ ἐπὶ τοῖς ἀνθρώποις τι εἶναι καὶ εἱρμὸν οὐδὲν ἧττον εἶναι. προσεοικέναι γὰρ αὐτόν, ὡς λέγουσιν οἱ σοφώτεροι, τῷ Εὐριπι-δείῳ λόγῳ· τεκνῶσαι μὲν γὰρ ἐθελῆσαι τὸν Λάϊον, κύριον εἶναι τὸν Λάϊον καὶ τοῦτο ἐκπεφευγέναι τὴν Ἀπολλωνίαν ὄψιν· τεκνώσαντι δ’ αὐτῷ ἐπεῖναι ἀνάγκην ἄφυκτον ὑπὸ τοῦ φύντος ἀποθανεῖν· οὕτως οὖν τὴν ἐπὶ τῷ μέλλοντι ἀνάγκην παρέχειν τῷ μάντει τὴν τοῦ γενησομένου προαίσθησιν. ἦν δέ που καὶ ὁ φὺς τῆς ἰδίας βουλήσεως κύριος, ὥσπερ ὁ φύσας, καὶ ὡς ἐκεῖνος τοῦ τεκνῶσαι καὶ μή, οὕτως οὗτος τοῦ ἀποκτεῖναι καὶ μή. τοιαῦτα δὲ ὑμῶν τὰ μαντεύματα πάντα· καὶ ὁ Εὐριπίδειος Ἀπόλλων τοῦτ’ ἐκεῖνο ἦν ὃ ἔλεγε, τὸ καὶ πᾶς σὸς οἶκος βήσεται δι’ αἵματος. ὅτι πήρωσις μὲν ἔσται αὐτοχειρίᾳ τοῦ φύντος ἐπὶ γάμῳ μητρὸς καὶ τυραν-νίδι, ἣν παρέλαβεν ἐπ’ αἰνίγματος λύσει, παίδων δὲ ἀλληλοκτόνοι σφαγαὶ ἐπὶ φυγῇ μὲν ἐκ τῆς ἀρχῆς τοῦ ἑτέρου, τοῦ δὲ ἑτέρου πλεονεξίᾳ, καὶ γάμῳ τοῦ φυγά-δος ἐν Ἄργει καὶ στόλῳ στρατηγῶν ἑπτὰ καταγελάστων καὶ συμβολῇ· ὧν ἐπὶ πολλὰς ἀρχὰς καὶ ἐξουσίας διαιρουμένων πῶς ἂν εἴη σοι ἐξεπίστασθαι ἢ ὁ εἱρμὸς συνδεῖν δύναιτο; εἰ γὰρ αὑ[τοῦ] κύριος ὢν μὴ ἐβουλήθη τυραννεῖν ὁ Οἰδί-πους, ἢ τοῦτο βουληθεὶς καὶ πράξας γαμεῖν τὴν Ἰοκάστην οὐ προείλετο, ἢ γήμας μὴ ἐτετύφωτο μηδ’ ἦν δύσθυμος καὶ δυσάρεστος, πῶς ἂν τὰ καθ’ ἕκαστα ἐπράχθη; πῶς δ’ ἂν τῶν ὀφθαλμῶν ἥψατο; πῶς δ’ ἂν τοῖς παισὶν ἐπηράσατο τὴν Εὐριπίδου καὶ τὴν σὴν ἀράν; τά τε ἑξῆς τούτων τίνα ἂν τρόπον ἐγεγόνει, μὴ προτέρων αἰτιῶν γιγνομένων, ἢ σὺ τί τῶν μελλόντων λέγειν ἠδύ-νασο; πάλιν δ’ αὖ εἰ συμβάντες οἱ παῖδες ἅμα ἐβασίλευον, ἢ εἰ συνθέμενοι παρὰ μέρος ἔμενον ἐπὶ τοῖς συγκειμένοις, ἢ εἰ ὁ ἀπελαθεὶς ἔγνω μὴ εἰς Ἄργος, ἀλλ’ εἰς Λιβύην ἢ εἰς Περραιβοὺς ἀπελθεῖν, ἢ εἰ ἐλθὼν ἐπὶ τὸ Ἄργος ἔγνω ταριχοπωλεῖν καὶ μὴ πλουσίαν λαβεῖν γυναῖκα, ἀλλὰ χερνῆτίν τινα ἢ κάπηλιν, ἢ εἰ ὁ Ἄδραστος μὴ ἔδωκε τὴν θυγατέρα αὐτῷ, ἢ εἰ ὁ μὲν ἔδωκεν, ὁ δ’ οὐκ ἐπεθύμησε τῆς οἴκαδε ὁδοῦ, ἢ εἰ ἐπιθυμήσας ἐκράτησεν ἑαυτοῦ, ἢ εἰ μὴ προσέσχεν αὐτῷ δεομένῳ συμμαχίας ὁ Ἄδραστος, ἢ εἰ τῷ Ἀδράστῳ μήτε ὁ Ἀμφιάραος μήτε ὁ Τυδεὺς μηδὲ τῶν ἄλλων ταξιαρχῶν ἕκαστος ἠκολούθουν, ἢ εἰ οἱ μὲν συνηκολούθουν, ὁ δὲ ἐλθὼν οὐκ ἐμάχετο τῷ ἀδελφῷ, ἀλλ’ ἢ συμβὰς ἐβασίλευσεν ἅμα αὐτῷ ἢ μὴ βουλομένῳ ἀνεχώρησε, πεισθεὶς Εὐριπίδῃ λέγοντι· ἀσύνετα δ’ ἦλθες καὶ σὺ πορθήσων πάτραν, ἢ εἰ οὗτος μὲν μή, ὁ δ’ ἕτερος, τῶν Εὐριπιδείων ἀκούσας σοφιστευμάτων ἐκείνων τῶν ἄλλων· εἶθ’ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς, σὺ δ’ οὐκ ἀνέξῃ δωμάτων ἔχειν ἴσον, πῶς ἂν συστάντες ἐμάχοντο καὶ Λαί̈ου πᾶν δῶμα ἔβη δι’ αἵματος; ἀλλὰ μήν, φήσεις, γέγονε ταῦτα. γέγονεν· ἀλλὰ σὺ ποίᾳ ὁδῷ εἰσῆλθες εἰς τὴν τούτων εἴδησιν; ἢ οὐχ ὁρᾷς ὡς πυκνὰ διακέκοφε τὸ ὅλον δρᾶμα ἡ ἐν ἡμῖν τοῖς τὸ δρᾶμα συμπληροῦσι δύναμις; οὕτω δὲ καὶ ἣν βούλει ὑπόθεσιν λαβὼν διατεμῶ τὸν εἱρμὸν ὑμῶν ἀποφανῶ τε ἀδύνατον ὄντα. ἀλλὰ σὺ τὰ τῆς ὑποθέσεως ἔσχατα εἰδέναι λέγεις, ἡ δὲ ὑπόθεσις ἐκ διακοπτικῆς εἱρμοῦ δυνάμεως ὅλη συντέτακται. ἢ ὃ λέγω οὐ συνιεῖς; ἀλλὰ καθ’ ἑκάστην ὑπόθεσιν, ὦ μάντι, τὰ ζῷα ἢ ὀλίγας πολλάκις ἀρχὰς ποιούμενα ἢ πολλὰς ἐν αὐτῇ. αἱ δὲ ἀρχαὶ αἰεὶ
PG 21:431τὰ μέχρι αὐτῶν διακόψασαι αὐταὶ ἄλλα προάγουσι πράγματα· τὰ δ’ ἐπὶ τος-οῦτον προχωρεῖν δύναται, ἐφ’ ὅσον ἐὰν μὴ ἄλλη ποθὲν ἐπιστᾶσα ἀρχὴ τὰ μετ’ αὐτὴν μὴ τοῖς ἔμπροσθεν ἀκολουθεῖν, ἀλλ’ ἑαυτῇ κελεύσῃ. εἴη δ’ ἂν ἀρχὴ καὶ ὄνος καὶ κύων καὶ ψύλλα, οὐ γὰρ παραιρήσει οὐδὲ τῆς ψύλλης, μὰ τὸν Ἀπόλλω, τὴν ἐξουσίαν, ἀλλ’ ὁρμήσει τινὰ ἰδίαν ὁρμὴν ἡ ψύλλα, ἣ καὶ τοῖς ἀνθρωπίνοις πράγμασιν ἐνίοτε συμπλακεῖσα ἀρχὴν ἑαυτὴν παρέξεταί τινος ὁδοῦ. σὺ δὲ χρώμενος οὐκ αἴσθῃ τῷ γένει τούτῳ. Τρηχῖν’ ἐξεῖλες πόλιν Ἡρακλέος θείοιο, ὦ Λοκρέ· σοὶ δὲ Ζεὺς ἄτας δῶκ’ ἠδ’ ἔτι δώσει. τί φῄς; οὐ γὰρ ἐπέπρωτο ὑφ’ ὑμῶν ἐξαιρεθῆναι αὐτήν; καὶ τί αἴτιοι ἡμεῖς, ἀλλ’ οὐχ ἡ ὑμετέρα ἀνάγκη; οὐ δίκαια ποιεῖς, ὦ Ἄπολλον, οὐδ’ ὀρθῶς ἐπιτιμᾷς τοῖς οὐδὲν ἀδικοῦσιν ἡμῖν. ὁ δὲ Ζεὺς οὗτος, ἡ τῆς ὑμετέρας ἀνάγκης ἀνάγκη, τί ἡμᾶς τίνυται, ἀλλ’ οὐκ, εἴπερ ἄρα, ἑαυτόν, ὅτι τοιαύτην κατέδειξεν εἶναι τὴν ἀνάγκην; τί δὲ καὶ ἀπειλεῖ ἡμῖν; ἢ τί ἡμεῖς, ὡς ὄντες τούτου κύριοι, λι-μώττομεν; ἀλλὰ καὶ ἤτοι ἀνοικισθήσεται πρὸς ἡμῶν ἢ οὔ· ὁπότερον δ’ ἂν ᾖ, τοῦτο πέπρωται. λῆξον δή, ὦ Ζεῦ λιμοποιέ, τοῦ θυμοῦ· ἔσται γὰρ ὃ πέ-πρωται, καὶ τοῦτο προστέτακται ποιεῖν ὁ σὸς εἱρμός· ἡμεῖς δὲ πρὸς τοῦτον οὐδέν ἐσμεν. παῦσαι δὲ καὶ σύ, ὦ Ἄπολλον, μάταια χρησμῳδῶν· ἔσται γὰρ ὃ δὴ ἔσται, κἂν σὺ σιωπᾷς. ἡμεῖς δέ, ὦ Ζεῦ καὶ Ἄπολλον, τί πάθωμεν, οὐδὲν ὄντες αἴτιοι τῆς ὑμετέρας νομοθετήσεως, τουτέστιν ἀναγκοθετήσεως; τί δ’ ἡμῖν καὶ ταῖς ὑμετέραις ἄταις, ἃς αὐτοὶ ἔχειν δίκαιοί ἐστε ὑπὲρ ὧν ἡμεῖς ἠναγκάσθημεν; Οἰταῖοι, μὴ σπεύδετ’ ἀτασθαλίῃσι νόοιο. ἀλλ’ οὐ σπεύδομεν, ὦ Ἄπολλον, ἀλλ’ ἐλαυνόμεθα, οὐδὲ ἀτασθαλίαις, ἀλλὰ τῇ ὑμετέρᾳ ἀνάγκῃ. τὸν δὲ Λυκοῦργον ἐκεῖνον πῶς, ὦ Ἄπολλον, ἐπαινεῖς, ὃς οὐκ ἦν ἀγαθὸς οὔτε ἑκὼν οὔθ’ ἑλόμενος, ἀλλ’ ἄκων; εἴπερ που καὶ γίνεταί τις ἀγαθὸς ἄκων. ἔοικε δὲ ὃ νῦν ποιεῖτε, ὡς εἴ τις τοὺς μὲν καλοὺς τὰ σώματα ἐπαινοίη καὶ γεραίροι, τοὺς δὲ αἰσχροὺς ψέγοι καὶ κολάζοι. δίκαια γὰρ εἴποιεν ἂν πρὸς ὑμᾶς οἱ πονηροί, ὅτι οὐκ ἐπετρέψατε ἡμῖν, ὦ θεοί, ἀγαθοῖς γίνεσθαι, οὐ μόνον δέ, ἀλλὰ καὶ ἐβιάσασθε εἶναι πονηρούς· οἵ τε ἀγαθοὶ εἰ ἐξηγκωνισμένοι περιπατοῖεν, οὐκ ἐπιτρέψει τις αὐτοῖς, ἀλλὰ φήσει· Ὦ Χρύ-σιππέ τε καὶ Κλέανθες καὶ ὅσοι τούτου τοῦ χοροῦ (ὑμεῖς γὰρ πεποίησθε εἶναι ἀγαθοί), ἐγὼ μὲν ἀρετὴν ἐπαινῶ, ὑμᾶς δὲ τοὺς ἐναρέτους οὐκ ἐπαινῶ. ἀλλὰ καὶ τὸν Ἐπίκουρον, ὃν σὺ πολλά, ὦ Χρύσιππε, ἐβλασφήμησας, ἐγὼ τό γε ἐπὶ σοὶ ἀφίημι τῶν ἐγκλημάτων. τί γὰρ πάθῃ ὃς οὐχ ἑκὼν ἦν μαλακὸς οὐδὲ ἄδικος, ὥσπερ πολλάκις αὐτὸν ἐλοιδόρησας; Εὐτάκτων θνητῶν βιοτῇ θεοὶ ἵλαοί εἰσιν, εὐσεβέων θ’ ἁγίας θυσίας τιμάς τε δέχονται. δοκεῖτε δέ μοι οὐκ ἂν ταῦτα λέγειν, μὴ πεπεισμένοι ὅτι οὐκ ἄκοντες, ἀλλὰ βουλόμενοι χωροῦσιν ἐφ’ ἃ χωροῦσιν. ἃ δ’ ἂν βουληθῶσιν, οὔτε θεὸς οὔτε ἄνθρωπος σοφιστής, οὕτω προεληλεγμένων, τολμήσει λέγειν ὅτι ὑποτέτακται· ἢ λόγους μὲν οὐκέτι πρὸς αὐτὸν ποιησόμεθα, σκύτος δέ τι τῶν εὐτόνων λαβόν-τες, ὡς ἐπ’ ἀνάγωγον παῖδα, τὰς πλευρὰς εὖ μάλα καταξανοῦμεν αὐτοῦ. Τοσαῦτα πρὸς τὸν χρησμῳδὸν ὁ Οἰνόμαος ἀπετείνατο. σὺ δ’ ἀλλ’ εἰ μὴ τῷ τοιῷδε χαίρεις, λαβὼν ἀνάγνωθι τὰ ἐκ τῶν ἄλλων φιλοσόφων περὶ εἱμαρμένης οὐ μόνον τῶν προπαρατεθέντων χρησμῶν ἀνατρεπτικά, ἀλλὰ καὶ τῶν ἄλλως καθόλου περὶ τοῦ δόγματος ὑπονοουμένων. ἐπειδὴ γὰρ μὴ μόνον ἀμαθεῖς καὶ ἰδιῶται, ἤδη δὲ καὶ ἐπὶ παιδείᾳ καὶ φιλοσοφίᾳ μέγα φρονήσαντες πλείους κατεσύρησαν ὁμόσε τῷ δόγματι, ἡγοῦμαι δεῖν ἀναγ-καίως τὰς αὐτῶν τῶν φιλοσόφων πρὸς σφᾶς αὐτοὺς ἀντιλογίας τε καὶ ἀντιρ-ρήσεις ἐκθέσθαι εἰς ἀκριβῆ τοῦ προβλήματος διάσκεψιν. πρῶτα δὴ οὖν σοι παραναγνώσομαι ἀπὸ τῶν Διογενειανοῦ τὰ περὶ εἱμαρμένης, ὧδέ πως τῷ Χρυσίππῳ ἀντειρημένα· η. ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ· ΑΠΟ ΤΩΝ ΔΙΟΓΕΝΕΙΑΝΟΥ ΤΟΥ ΠΕΡΙΠΑΤΗΤΙΚΟΥ Ἄξιον δὲ ἐπὶ τούτοις ἅπασι παραθέσθαι καὶ τὰ δοκοῦντα Χρυσίππῳ τῷ Στωικῷ περὶ τοῦ λόγου τοῦδε. οὗτος γὰρ ἐν τῷ πρώτῳ Περὶ εἱμαρμένης βιβλίῳ βουλόμενος δεικνύναι τὸ δὴ πάνθ’ ὑπὸ τῆς ἀνάγκης καὶ τῆς εἱμαρμέ-νης κατειλῆφθαι, μαρτυρίοις ἄλλοις τέ τισι χρῆται καὶ τοῖς οὑτωσὶ παρ’ Ὁμήρῳ τῷ ποιητῇ λεγομένοις· ἀλλ’ ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερή, ἥπερ λάχε γεινόμενόν περ· καί· ὕστερον αὖτε τὰ πείσεται ἅσσα οἱ αἶσα γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ· καί· Μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ θεωρῶν ὅτι τὰ ἀλλαχοῦ πάλιν παρὰ τῷ ποιητῇ λεγόμενα τούτοις ἄντικρυς ἠναντίωται, οἷς καὶ αὐτὸς ἐν τῷ δευτέρῳ βιβλίῳ χρῆται βουλόμενος συνιστᾶν τὸ καὶ παρ’ ἡμᾶς πολλὰ γίνεσθαι, οἷον τὸ αὐτοὶ γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο καὶ τὸ ὦ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται. ἐξ ἡμέων γάρ φασι κάκ’ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσι. ταῦτα γὰρ καὶ τὰ τοιαῦτα τῷ πάντα γίνεσθαι καθ’ εἱμαρμένην ἠναντίωται. οὐ μὴν οὐδ’ ἐκεῖνο συνιδεῖν ἠδυνήθη, τὸ μηδαμῶς τὸν Ὅμηρον μηδ’ ἐν ἐκείνοις τοῖς ἔπεσι συμμαρτυρεῖν αὐτοῦ τῷ δόγματι. οὐ γὰρ τὸ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ἀλλὰ μᾶλλον τό τινα κατ’ ἐκείνην συμβαίνειν δι’ αὐτῶν ὑπο-βάλλων εὑρεθήσεται. τῷ γὰρ ἀλλ’ ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερή, ἥτις λάχε γεινόμενόν περ, οὐχ ὅτι πάντα κατὰ τὴν κῆρα συμβαίνει λέγοιτο ἄν, ἀλλ’ αὐτὸ τὸ τεθνήξεσθαι· καὶ γὰρ ὡς ἀληθῶς παντὶ γεννητῷ ζῴῳ θανεῖν καθείμαρται. ἀλλὰ μὴν καὶ τὸ ὕστερον αὖτε τὰ πείσεται ἅσσα οἱ αἶσα γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ τὸ αὐτὸ βούλεται. οὐ γὰρ ὅτι πάντα αὐτῷ καθ’ εἱμαρμένην τὰ μετὰ ταῦτα συμβήσεται λέγει, ἀλλ’ ὅτι κατ’ ἀνάγκην αὐτῷ τινὰ συμβήσεται. ἡ γὰρ τοῦ ἅσσα διαστολὴ τί ποτε ἕτερον ἢ τοῦτο σημαίνει; πολλὰ δὲ κατ’ ἀνάγκην ἡμῖν, εἰ καὶ μὴ πάντα, ἐπίκειται. καὶ τὸ Μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν ἄριστα εἴρηται. τίς γὰρ ἂν δύναιτο τὰ κατ’ ἀνάγκην παντὶ ζῴῳ συγκυροῦν-τα διαφυγεῖν; ὥστ’ οὐχ ὅπως σύμψηφον ἂν ἔχοι τὸν Ὅμηρον Χρύσιππος ἐν τῷ πάντα καθ’ εἱμαρμένην γίνεσθαι νομίζειν, ἀλλὰ καὶ ἐναντιούμενον, εἴ γε ἐκεῖνος μὲν ὅτι πολλὰ γίνεται παρ’ ἡμᾶς σαφῶς καὶ πολλάκις εἴρηκε, τὸ δ’ ὅτι κατὰ ἀνάγκην πάντα συμβαίνει, οὐδαμοῦ ῥητῶς λέγων ἂν εὑρεθείη. καὶ τῷ ποιητῇ μέν, ἅτε οὐ τὴν ἀλήθειαν ἡμῖν τῆς τῶν ὄντων φύσεως ὑπισχνουμένῳ, ἀλλὰ μιμουμένῳ πάθη τε καὶ ἤθη καὶ δόξας παντοίας ἀνθρώπων, ἁρμόττον ἂν εἴη καὶ τὰ ἐναντία λέγειν πολλάκις· φιλοσόφῳ δὲ οὔτε τὰ ἐναντία λέγειν οὔτε ποιητῇ δι’ αὐτὸ τοῦτο χρῆσθαι μάρτυρι. Καὶ μεθ’ ἕτερά φησι· Τεκμήριον δὲ καὶ ἄλλο ἰσχυρὸν φέρειν Χρύσιππος οἴεται τοῦ ἐν ἅπασιν εἱμαρμένην τὴν θέσιν τῶν τοιούτων ὀνομάτων. τήν τε γὰρ πεπρωμένην πε-περασμένην τινά φησιν εἶναι καὶ συντετελεσμένην διοίκησιν, τήν τε εἱμαρ-μένην εἰρομένην τινὰ εἴτε ἐκ θεοῦ βουλήσεως εἴτε ἐξ ἧς δή ποτε αἰτίας. ἀλλὰ καὶ τὰς Μοίρας ὠνομάσθαι ἀπὸ τοῦ μεμερίσθαι καὶ κατανενεμῆσθαί τινα ἡμῶν ἑκάστῳ. οὕτως δὲ καὶ τὸ χρεὼν εἰρῆσθαι τὸ ἐπιβάλλον καὶ καθῆκον