PG 21Eusebius of Caesarea
Preparation for the Gospel
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (Eusebius Praeparatio Evangelica, complete) — upgraded from truncated text — PG column chips mark the printed columns.
PG 21:1313οῦντος μὲν τῇ ἀρετῇ καὶ τῷ καλῷ, τῶν δὲ ἄλλων ἁπάντων ἀναπείθοντος ὑπερ-φρονεῖν, φράσον ἡμῖν, ὦ Περιπατητικέ, πῶς ἐκδιδάξεις ταῦτα; πῶς ὁδηγήσεις ἐπ’ αὐτὰ τοὺς φιλοπλάτωνας; ποῦ σοι τῆς αἱρέσεως τοσοῦτον ὕψος λόγων ὥστε τὸ τῶν Ἀλωαδῶν φρόνημα κτήσασθαι καὶ τὴν εἰς οὐρανὸν ὁδὸν ζητεῖν, ἣν ἐκεῖνοι μὲν ᾤοντο ὀρῶν ἀναθέσει δύνασθαι γίνεσθαι, τὸ δ’ ἄρ’ ἦν ἀφαιρέσει τῶν ἀνθρωπίνων σπουδασμάτων γινόμενον, ὥς φησι Πλάτων; τίς οὖν ἡ παρὰ σοῦ πρὸς ταῦτα τοῖς νέοις βοήθεια; καὶ πόθεν τίς ὁ τῆς ἀρετῆς συναγωνιστὴς λόγος; ἐκ ποίων πραγματ[ει]ῶν Ἀριστοτέλους; τίνος τῶν ἀπ’ αὐτοῦ; ἐκ ποίων ἀγράφων; δίδωμι γάρ σοι κἂν ψεύδεσθαι θέλῃς, μόνον τι νεανικόν. ἀλλὰ γὰρ οὔτ’ ἔχεις εἰπεῖν οὔτ’ ἂν ἐπιτρέψαι σοι τῶν ἡγεμόνων τῆς αἱρέσεως οὐδείς. αἱ γοῦν Ἀριστοτέλους περὶ ταῦτα πραγματεῖαι, Εὐδήμειοί τε καὶ Νικομάχειοι καὶ Μεγάλων Ἠθικῶν ἐπιγραφόμεναι, μικρόν τι καὶ ταπει-νὸν καὶ δημῶδες περὶ τῆς ἀρετῆς φρονοῦσι καὶ τοσοῦτον ὅσον ἄν τις καὶ ἰδιώτης καὶ ἀπαίδευτος καὶ μειράκιον καὶ γυνή. τὸ μὲν γὰρ διάδημα, ὡς εἰπεῖν, καὶ τὸ σκῆπτρον τὸ βασιλικόν, ὃ παρὰ τοῦ Διὸς ἔχει λαβοῦσα ἀναφαίρετον ἡ ἀρετή (ἐπεὶ οὐ παλινάγρετον, ὅττι κεν οὗτος τῇ κεφαλῇ ἐπινεύσει], τοῦτο αὐτὴν ἀφαιρεῖσθαι τολμῶσιν. οὐ γὰρ ἐπιτρέπουσιν αὐτὴν ποιεῖν εὐδαίμονας, ὁμοίαν δὲ αὐτὴν καθιστᾶσι πλούτῳ καὶ δόξῃ καὶ γένει καὶ ὑγείᾳ καὶ κάλλει καὶ ὅσα ἄλλα κοινὰ τῆς κακίας. ὡς γὰρ τούτων ὁτιοῦν παρὸν χωρὶς ἀρετῆς οὐκ αὔταρκες εὐδαίμονα τὸν κεκτημένον ἀποφῆναι, καὶ ἡ ἀρετὴ κατὰ ταὐτὰ χωρὶς τούτων οὐχ ἱκανὴ ποιῆσαι τὸν ἔχοντ’ αὐτὴν εὐδαίμονα. πῶς οὖν οὐ καθῄρηται καὶ καταβέβληται τὸ τῆς ἀρετῆς ἀξίωμα; Ναί· ἀλλὰ πολὺ τῶν ἄλλων ἀγαθῶν ὑπερέχειν τὴν ἀρετὴν λέγουσι. τί δὴ τοῦτο; καὶ γὰρ τὴν ὑγείαν τοῦ πλούτου· ἀλλὰ τό γε χωρὶς ἀλλήλων μὴ ἀρκεῖν πρὸς εὐδαιμονίαν πᾶσι κοινόν. ὁπόταν οὖν τις ἐκ τούτων τῶν δογμάτων καὶ ταύτης τῆς αἱρέσεως διδάξειε τὸν ἐν αὐτῇ τῇ ψυχῇ τὸ πᾶν ἀνθρώπινον ἀγαθὸν ζητοῦντα, εὐδαιμονία, φησίν, ἐπὶ τροχὸν οὐκ ἀναβαίνει οὐδὲ ὁ ταῖς Πριαμικαῖς τύχαις συνεχόμενος δύναιτ’ ἂν εὐδαίμων καὶ μακάριος εἶναι. τὸν δὲ τὴν ἀρετὴν ἔχοντα τοιούτοις τισὶ περιπεσεῖν οὐκ ἀπεικός. τούτοις δὲ ἕπεται τὸ μήτε ἀκολουθεῖν ἐκ παντὸς τὴν εὐδαιμονίαν τοῖς τὴν ἀρετὴν ἔχουσι μήτ’, εἰ γένοιτο, παραμένειν ἀεί. Φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλη τηλεθόωσα φύει· ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει, ἡ δ’ ἀπολήγει. ἔτι σοι τὸ παράδειγμα μικρὸν καὶ ἄτολμον, ὦ ποιητά· ἔαρος δ’ ἐπιγίνεται ὥρη· πολὺς ὁ μεταξὺ χρόνος καὶ ᾧ μὴ γίνεται. εἰ θέλεις ἀκριβῶς τὸ ἐπίκηρον καὶ σαθρὸν τῆς ἀνθρωπίνης γενεᾶς ἀπεικάσαι, παράβαλλε τὴν Ἀριστοτέλους εὐδαι-μονίαν. ῥᾷον τῶν φύλλων αὕτη καὶ φύεται καὶ ἀπολείπει, οὐκ ἀναμένουσα περιτελλόμενον τὸν ἐνιαυτὸν οὐδ’ αὐτοετεὶ οὐδ’ αὐτομηνί, ἀλλ’ αὐτῆς ἡμέρας, αὐτῆς ὥρας καὶ γίνεται καὶ ἀπόλλυται. πολλὰ δὲ τὰ ἀπολλύντα, καὶ πάντα ἐκ τῆς τύχης. καὶ γὰρ αἱ τοῦ σώματος κῆρες, μυρίαι δὲ αὗται, καὶ πε-νία καὶ ἀτιμία καὶ ὅσα τοιαῦτα· καὶ πρὸς οὐδὲν αὐταρκεῖ τὰ τῆς φίλης ἀρετῆς, πρὸς βοήθειαν οὐχ ἱκανά· τὴν μὲν γὰρ κακοδαιμονίαν εἴργειν, τὴν δὲ εὐδαιμονίαν διασῴζειν ἀσθενής. τούτοις οὖν τις ἐντραφεὶς καὶ τούτοις ἀρεσκό-μενος τοῖς λόγοις τίνα τρόπον ἢ αὐτὸς συνᾴσεται τοῖς Πλάτωνος ἢ ἄλλους πρὸς αὐτὰ ἐπιρρώσει ποτέ; οὐ γὰρ ἔστιν ὅπως ἄν τις ἐκ τούτων ὁρμώμενος παρα-δέξαιτο τὰ Ἡράκλεια καὶ θεῖα ἐκεῖνα δόγματα, ὡς ἰσχυρόν τι καὶ πάγκαλον χρῆμα ἀρετὴ καὶ οὔ [τε] ποτὲ ἐνδέουσα πρὸς εὐδαιμονίαν οὔτε ποτὲ αὐτῆς ἀφαιρουμένη, ἀλλὰ κἂν πενία, κἂν νόσος, κἂν ἀδοξία, κἂν βάσανοι καὶ πίττα καὶ σταυρός, κἂν τὰ ἐκ τῆς τραγῳδίας ἅμα πάντα ἐπιρρυῇ, ἔτι ὁ δίκαιος εὐδαί-μων καὶ μακάριος. ὑπὸ κήρυκι γοῦν αὐτῷ τῷ μεγαλοφωνοτάτῳ κηρύττει, καθάπερ ἀθλητήν τινα νικηφόρον, τὸν δικαιότατον, ὅτι οὗτός ἐστιν εὐδαιμονέ-στατος [ὁ] ἐξ αὐτῆς τῆς δικαιοσύνης τὸν καρπὸν τῆς εὐδαιμονίας δρεπόμενος. διαίρει τοίνυν, εἰ βούλει, καὶ ποίκιλλε τριχῇ καὶ τετραχῇ καὶ πολλαχῇ τὰ ἀγαθὰ διαστελλόμενος· οὐδὲν γὰρ ταῦτα πρὸς τὸ προκείμενον. οὐ δή ποθ’ ἡμᾶς δι’ αὐτῶν προσάξεις τῷ Πλάτωνι. τί γὰρ εἰ τῶν ἀγαθῶν, ὡς φῄς, τὰ μὲν τίμια, καθάπερ οἱ θεοί, τὰ δὲ ἐπαινετά, ὡς αἱ ἀρεταί, τὰ δὲ δυνάμεις, ὡς πλοῦτος καὶ ἰσχύς, τὰ δὲ ὠφέλιμα, ὡς αἱ θεραπεῖαι; τί δ’, εἰ ταῦτα ἐλάττονι διαι-ρέσει διαστελλόμενος λέγοις τῶν ἀγαθῶν τὰ μὲν εἶναι τέλη, τὰ δὲ οὐ τέλη; τέλη μὲν ὀνομάζων ὧν χάριν τὰ ἄλλα, οὐ τέλη δὲ τὰ τῶν ἄλλων ἕνεκεν λαμβα-νόμενα. τί δ’, εἰ μάθοι τις ὅτι τὰ μὲν ἁπλῶς ἀγαθά, τὰ δὲ οὐ πᾶσιν; ἢ ὅτι τὰ μὲν ψυχῆς ἀγαθά, τὰ δὲ σώματος, τὰ δ’ ἐκτός; ἢ πάλιν ὅτι τῶν ἀγα-θῶν τὰ μὲν δυνάμεις, τὰ δὲ διαθέσεις καὶ ἕξεις, ἄλλα δὲ ἐνέργειαι, τὰ δὲ τέλη, τὰ δὲ ὗλαι, τὰ δὲ ὄργανα; κἂν [κατὰ] τὰς δέκα δὲ κατηγορίας παρὰ σοῦ μάθῃ τις δεκαχῇ διανέμειν τἀγαθόν, τί ταῦτα πρὸς τὴν Πλάτωνος γνώμην τὰ διδάγ-ματα; ἕως οὗ γὰρ σὺ μὲν εἴτε ὁμωνύμως εἴτε ὅπως βούλει καλῶν ἀγαθὰ τὰ τῆς ἀρετῆς, ἄλλα πρὸς τὴν εὐδαιμονίαν ὡς ἀναγκαῖα παραλαμβάνεις, τὸ ἱκανὸν τῆς ἀρετῆς ἀφαιρούμενος, Πλάτων δ’ ἐκ περιουσίας περὶ τῶν ἄλλων ζητεῖ τὸ δὴ ἔκπλεων εἰς εὐδαιμονίαν ἀπ’ αὐτῆς τῆς ἀρετῆς ἔχων, οὐδὲν ἂν ἡμῖν εἴη κατὰ τοῦτο κοινόν· ἄλλων σοὶ δεῖ λόγων, ἄλλων τοῖς Πλάτωνος. ὡς γὰρ οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστὰ οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν, οὕτως οὐκ ἔστι Πλάτωνι καὶ Ἀριστοτέλει φιλία περὶ τοῦ κορυφαιοτάτου καὶ κυριωτάτου τῆς εὐδαιμονίας δόγματος. διαμπερὲς γάρ, εἰ μὴ καὶ κακὰ φρονέουσιν ἀλλήλοις, τά γε ὑπεναντία περὶ τῶν εἰς τοῦτο διαφερόντων φαίνονται λέγον-τες. ε. ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΔΙΕΝΕΧΘΕΝΤΑ ΜΩΣΕΙ ΚΑΙ ΠΛΑΤΩΝΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΛΟΓΩΙ Πάλιν Μωσέως καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν, οὐ μὴν ἀλλὰ καὶ Πλάτωνος ἐν τούτοις συμφώνως τὸν περὶ τῆς τῶν ὅλων προνοίας λόγον εὐκρινῶς διατεθειμένων, ὁ Ἀριστοτέλης μέχρι σελήνης στήσας τὸ θεῖον τὰ λοιπὰ τοῦ κόσμου μέρη περιγράφει τῆς τοῦ θεοῦ διοικήσεως· ἐφ’ οἷς καὶ ἀπελέγχεται πρὸς τοῦ δηλωθέντος, ὧδέ πη διεξιόντος· Ὄντος δ’ ἔτι μεγίστου καὶ κυριωτάτου τῶν εἰς εὐδαιμονίαν συντελούν-των τοῦ περὶ τῆς προνοίας πείσματος, ὃ δὴ καὶ μάλιστα τὸν ἀνθρώπινον βίον ὀρθοῖ, εἴ γε μὴ μέλλομεν ἀγνοεῖν, πότερον δίκᾳ τεῖχος ὕψιον ἢ σκολιαῖς ἀπάταις ἀναβαίνει ἐπιχθονίων γένος ἀνδρῶν, ὁ μὲν Πλάτων εἰς θεὸν καὶ ἐκ θεοῦ πάντα ἀνάπτει. φησὶ γὰρ αὐτὸν ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν τῶν ὄντων ἁπάντων ἔχοντα εὐθείᾳ περαίνειν περιπορευ-όμενον. καὶ αὖ πάλιν φησὶν αὐτὸν ἀγαθὸν εἶναι, ἀγαθῷ δὲ μηδένα φθόνον ἐγγίγνεσθαι περὶ μηδενός. τούτου δ’ ἐκτὸς ὄντα πάντα ὅτι μάλιστα ἀγαθὰ ποιεῖν, εἰς τάξιν ἄγοντα ἐκ τῆς ἀταξίας. πάντων δὲ ἐπιμελούμενον καὶ πάντα κατὰ δύναμιν κοσμοῦντα πεφροντικέναι καὶ τῶν ἀνθρώπων. Καὶ μετὰ βραχέα· Καὶ ὁ μὲν Πλάτων οὕτως. ὁ δὲ τὴν δαιμονίαν ταύτην φύσιν ἐκποδὼν ποιούμενος καὶ τήν γε εἰσαῦθις ἐλπίδα τῆς ψυχῆς ἀποτέμνων τήν τε ἐν τῷ
PG 21:1317παρόντι πρὸς τῶν κρειττόνων εὐλάβειαν ἀφαιρούμενος τίνα πρὸς Πλάτωνα ἔχει κοινωνίαν; ἢ πῶς ἂν ἐφ’ ἃ βούλεται Πλάτων παρακαλέσαι καὶ πιστώ-σαιτο τὰ εἰρημένα; πᾶν γὰρ τοὐναντίον συνεργὸς ἂν οὗτός γε καὶ συν-αγωνιστὴς τῶν ἐθελόντων ἀδικεῖν φανείη. πᾶς γάρ τις ἄνθρωπος ὢν καὶ ταῖς ἀνθρωπίναις ὀρέξεσι κατισχημένος, ἂν καταφρονήσῃ τῶν θεῶν καὶ μηδὲν νομίσῃ πρὸς αὑτόν, ἅτε πόρρω μὲν αὐτῶν ἀπῳκισμένος ἐν τῷ ζῆν, ἀποθανὼν δὲ οὐδὲ ἔτι ὤν, ἕτοιμος ἂν ἔλθοι πρὸς τὸ χαρίζεσθαι ταῖς ἐπιθυμίαις. πίστιν γὰρ λαβεῖν περὶ τοῦ λαθεῖν ἀδικοῦντα οὐκ ἀδύνατον, ἄν γε ἀνθρώπους δέῃ λανθάνειν· οὐ μὴν ἀναγκαῖον ἐκ παντὸς λαθεῖν ζητεῖν, ὅπου γέ τις τῶν πεφωρακότων κρατεῖν δυνατός ἐστιν. ὥστε ἕτοιμόν τι χρῆμα πρὸς ἀδικίαν ἡ τῆς προνοίας ἀπόγνωσις. ἐκεῖνος μὲν γὰρ καὶ πάνυ χρηστός ἐστιν, ὅστις τὴν ἡδονὴν ἡμῖν προτείνας ὡς ἀγαθὸν καὶ τὴν ἐκ θεῶν ἄδειαν παρασχόμενος ἔτι μηχανὴν πρὸς τὸ μὴ ἀδικεῖν πορίζειν οἴεται, ὅμοιόν τι ποιῶν ἰατρῷ τὴν μὲν ἔτι ζῶντος τοῦ κάμνοντος βοήθειαν παρέντι, μετὰ θάνατον δὲ πλέκειν τινὰς μηχανὰς πειρωμένῳ πρὸς σωτηρίαν τοῦ τεθνεῶτος. παραπλησίως δὲ τούτῳ καὶ ὁ Περιπατητικός. οὐ γὰρ οὕτως ἡ περὶ τὴν ἡδονὴν σπουδὴ ὡς ἡ πρὸς τὸ θεῖον ὅτι κήδοιτο ἀπιστία τὴν ἀδικίαν ἐπιρρώννυσι. τί οὖν, φήσαι τις ἄν, ἐν ταὐτῷ τάττεις Ἀριστοτέλην καὶ Ἐπίκουρον; πάνυ μὲν οὖν, ὥς γε πρὸς τὸ προκείμενον. τί γὰρ διαφέρει πρὸς ἡμᾶς ἢ τοῦ κόσμου τὸ θεῖον ἐξοι-κίσασθαι καὶ μηδεμίαν ἡμῖν πρὸς αὐτὸ κοινωνίαν ἀπολιπεῖν, ἢ ἐν κόσμῳ τοὺς θεοὺς καθείρξαντα τῶν ἐπὶ γῆς πραγμάτων ἀποστῆσαι; κατ’ ἴσον γὰρ παρ’ ἀμφοτέροις τὸ ἐκ θεῶν ἀμελὲς εἰς τοὺς ἀνθρώπους καὶ ἴση τοῖς ἀδικοῦσιν ἡ ἀπὸ τῶν θεῶν ἄδεια. τὸ δ’ ἐκείνων μενόντων κατ’ οὐρανὸν καὶ ἡμᾶς τι χρη-στὸν ἀπολαύειν μάλιστα μὲν κοινὸν καὶ ἀλόγων καὶ ἀψύχων, ἤδη δὲ ταύτη γε καὶ κατ’ Ἐπίκουρον ὄνησις τοῖς ἀνθρώποις ἀπὸ θεῶν γίνεται. τὰς γοῦν βελτίονας ἀπορροίας αὐτῶν φασι τοῖς μετασχοῦσι μεγάλων ἀγαθῶν παραιτίας γίνεσθαι. ἀλλ’ οὔτε τοῦτον οὔτε ἐκεῖνον δίκαιον ἐν προνοίας ἀρι-θμεῖσθαι λόγῳ. εἴπερ γὰρ καὶ κατ’ Ἐπίκουρον τὸ τῆς προνοίας οἴχεται, καίτοι τῶν θεῶν κατ’ αὐτὸν πᾶσαν κηδεμονίαν ὑπὲρ τῆς σωτηρίας τῶν οἰκείων ἀγαθῶν εἰσφερομένων, οὕτως ἂν οἴχοιτο καὶ κατ’ Ἀριστοτέλην τὸ τῆς προ-νοίας, εἰ καὶ τὰ κατ’ οὐρανὸν ἐν τάξει τινὶ καὶ κόσμῳ διοικεῖται. πρόνοιαν γὰρ ζητοῦμεν ἡμῖν διαφέρουσαν, ἧς οὐ μέτεστι τῷ μήτε δαίμονας μήτε ἥρωας μήτε ὅλως ἐπιδιαμένειν δύνασθαι τὰς ψυχὰς συγκεχωρηκότι. ἐκεῖνο δ’ ἐμοὶ κριτῇ καὶ αἰσχυντηλότερον ὁ Ἐπίκουρος δοκεῖ πεποιη-κέναι· ὥσπερ γὰρ ἀπογνοὺς δύνασθαι τοὺς θεοὺς ἀποσχέσθαι τῆς ἀνθρώ-πων κηδεμονίας εἰς ταὐτὸν ἐλθόντας αὐτοῖς καθάπερ εἰς ἀλλοδαπὴν ἀπῴκισε καὶ ἔξω που τοῦ κόσμου καθίδρυσε, τὸ ἀπάνθρωπον αὐτῶν τῇ ἀποστάσει καὶ τῇ πρὸς ἅπαντ’ ἀκοινωνησίᾳ παραιτούμενος. ὁ δὲ περιττὸς ἡμῖν οὗτος τῆς φύσεως εὑρετὴς καὶ τῶν θείων πραγμάτων ἐπιγνώμων ἀκριβὴς ὑπ’ αὐτὴν τὴν ὄψιν τῶν θεῶν τὰ ἀνθρώπινα πράγματα ὑποθεὶς εἴασεν ἀτη-μέλητα καὶ ἀφρόντιστα, φύσει τινὶ καὶ οὐ θεοῦ λογισμῷ διοικούμενα. ὅθεν εἰκότως ἂν καὶ αὐτὸς οὐδ’ ἐκεῖνο τὸ ἔγκλημα ἐκφύγοι, ὃ κατ’ Ἐπικούρου τινὲς μαντεύονται, ὡς ἄρα μὴ κατὰ γνώμην, ἀλλὰ διὰ τὸ πρὸς ἀνθρώπων δέος τοῖς θεοῖς κατένειμεν ἐν τῷ παντὶ χώραν ὥσπερ ἐν θεάτρῳ θέαν. τεκμήριον δὲ ποιοῦνται τῆς γνώμης τἀνδρός, ὅτι αὐτῶν ἀφεῖλε τὴν πρὸς ἡμᾶς ἐνέρ-γειαν, ἐξ ἧς μόνης τὸ εἶναι τοὺς θεοὺς ἔμελλε τὴν δικαίαν πίστιν ἕξειν. τὸ γὰρ αὐτὸ τοῦτο καὶ Ἀριστοτέλης ποιεῖ· ἀποστήσας καὶ παραδοὺς ὄψει μόνῃ τὴν πίστιν, πραγματείᾳ κρίνειν ἀσθενεῖ τὰ ἐκ τοσοῦδε διαστήματος, τάχ’ ἂν αἰδοῖ δοκοίη λέγειν ἐνταῦθα εἶναι θεούς. οὐ γὰρ ἀπολιπὼν ἔξω τι τοῦ κόσμου, ἀλλ’ οὐδὲ τοῖς ἐπὶ γῆς προσαγαγὼν τοὺς θεοὺς ἀνάγκην ἔσχεν ἢ παντάπασιν ἄθεος ὁμολογεῖν [εἶναι] ἢ τὴν τοῦ δοκεῖν ἀπολείπειν θεοὺς δόξαν ἀνασῴζειν, ἐνταῦθά που τοὺς θεοὺς ἀποικίσας. ὁ δὲ τὴν τῶν κρειττό-νων ἀκρίβειαν παραιτησάμενος τῇ ἀμιξίᾳ ἔοικεν εὐσχημόνως ἀπιστεῖν τοῖς θεοῖς. Ταῦτα ὁ Ἀττικὸς πρὸς Ἀριστοτέλην χρεωκοποῦντα τὸν περὶ προνοίας λόγον. ὁ δ’ αὐτὸς ἔτι καὶ ταῦτα τοῖς εἰρημένοις προστίθησι, πρὸς τὸν αὐτὸν ἀποτεινόμενος μὴ βουλόμενον γενητὸν εἶναι τὸν κόσμον· 2. ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΔΙΕΝΕΧΘΕΝΤΑ ΜΩΣΕΙ ΚΑΙ ΠΛΑΤΩΝΙ ΚΑΙ ΕΝ ΤΩΙ ΜΗ ΣΥΓΧΩΡΕΙΝ ΓΕΝΗΤΟΝ ΕΙΝΑΙ ΤΟΝ ΚΟΣΜΟΝ Μωσέως γενητὸν εἶναι τὸν κόσμον ὁρισαμένου ποιητήν τε καὶ δημιουργὸν τοῖς ὅλοις τὸν θεὸν ἐπιστήσαντος τοῦ τε Πλάτωνος τὰ ἴσα Μωσεῖ φιλοσο-φοῦντος, τὴν ἐναντίαν κἀν τούτῳ ὁ Ἀριστοτέλης ὁδεύσας ἀπελέγχεται πρὸς τοῦ δηλωθέντος συγγραφέως, ὧδε πρὸς ῥῆμα γράφοντος· Πρῶτον δὴ περὶ γενέσεως κόσμου σκοπῶν καὶ τὸ τῆς προνοίας τὸ μέγα τοῦτο καὶ πολυωφελὲς δόγμα πάντα ζητεῖν ἀναγκαῖον ἡγούμενος καὶ λογι-σάμενος, ὅτι τῷ μὴ γενομένῳ οὔτε τινὸς ποιητοῦ οὔτε τινὸς κηδεμόνος πρὸς τὸ γενέσθαι καλῶς χρεία, ἵνα μὴ ἀποστερήσῃ τὸν κόσμον τῆς προνοίας ἀφεῖλε τὸ ἀγένητον αὐτοῦ. παραιτούμεθα δὲ νῦν μὴ ἐμποδὼν ἡμῖν τοὺς ἀπὸ τῆς αὐτῆς ἑστίας εἶναι, οἷς ἀρέσκει καὶ κατὰ Πλάτωνα τὸν κόσμον ἀγένητον εἶναι. δίκαιοι γάρ εἰσιν ἡμῖν συγγνώμην νέμειν, εἰ περὶ τῶν δοκούντων Πλάτωνι πιστεύομεν οἷς αὐτὸς Ἕλλην ὢν πρὸς Ἕλληνας ἡμᾶς σαφεῖ καὶ τρανῷ τῷ στόματι διεί-λεκται. Παραλαβὼν γάρ,3 φησίν, ὁ θεὸς πᾶν ὅσον ἦν ὁρατὸν οὐχ ἡσυχίαν ἄγον, πλημμελῶς δὲ καὶ ἀτάκτως κινούμενον, εἰς τάξιν ἤγαγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος τοῦτο ἐκείνου πάντως ἄμεινον.3 ἔτι δὲ καὶ μᾶλλον, ὅτι μὴ δι’ αἰνιγμάτων μηδ’ ἐπὶ τοῦ σαφοῦς χρείᾳ τὴν γένεσιν παρεδέξατο, δηλοῖ δι’ ὧν ὁ πατὴρ αὐτῷ τῶν πάντων διείλεκται περὶ τούτου μετὰ τὴν τῶν ὅλων δημιουργίαν. Ἐπεὶ γάρ,3 φησί, γεγένησθε (λέγει δὲ πρὸς τοὺς θεούς) ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ’ ἄλυτοι τὸ πάμπαν, οὔτι μὲν δὴ λυθήσεσθε τῆς ἐμῆς βουλήσεως τυχόντες.3 ἀλλ’, ὅπερ ἔφην, πρὸς μὲν τοὺς ἔνδον ἡμῖν ὑποφθεγγομένους, ἅτε φίλους ὄντας, φιλίως τε καὶ μεθ’ ἡσυχίας πραέσιν ἐλέγχοις διακριθεῖμεν ἄν. ἔοικε γὰρ καὶ τούτους Ἀριστοτέλης μεταθεῖναι, τῇ μὲν κατηγορίᾳ τοῦ δόγματος ἀντισχεῖν ἀδυνατήσαντας, τὸ δὲ ἁλῶναι δόξαν ὡς ψεῦδος οὐ βουληθέντας ἀναθεῖναι Πλάτωνι. κατὰ δὲ τὴν ἡμετέραν ἀκοὴν ἀξιοῦντος Πλάτωνος τὸν κόσμον γεγονέναι κάλλιστον ἔργον ὑπὸ τοῦ καλλίστου τῶν δημιουργῶν καὶ περιθέντος τῷ τοῦ παντὸς ποιητῇ δύναμιν, δι’ ἧς καὶ οὐκ ὄντα πρότερον ἐποίησε τὸν κόσμον καὶ ποιήσας εἰσαεὶ βουλό-μενός γε σῶον διαφυλάξει, καὶ ταύτη δὴ γενητοῦ καὶ ἀφθάρτου κατ’ αὐτὸν ὑποκειμένου τοῦ κόσμου, τίς ἡμῖν τῶν Περιπατητικῶν ταῦτα βεβαιοῖ; Δεῖ δὲ παραμυθήσασθαι τὸν συναγωνιστὴν τούτων, ὅτι οὐ πάντως, εἴ τι γέγονε, τοῦτο ἀνάγκη φθαρῆναι, πάλιν δ’ οὐδ’ εἴ τι μὴ φθαρήσεται, τοῦτο ἀναγκαῖον ἀγένητον εἶναι. οὔτε γὰρ μίαν αἰτίαν τῷ ἀφθάρτῳ τὴν ἐκ τοῦ ἀγενήτου συγχωρητέον οὔτε τῷ γενομένῳ τὴν εἰς ὄλεθρον μεταβολὴν ἀβοή-θητον καταλειπτέον. πόθεν οὖν ἐκ τῶν Ἀριστοτέλους λάβωμεν βοή-θειαν εἰς ταῦτα, ἀνδρὸς οὐ τηνάλλως οὐδὲ καθ’ αὑτὸν περαίνοντος τὸν περὶ
PG 21:1325τούτων λόγον, ἀλλ’ ἐξ ὀρθοῦ πρὸς Πλάτωνα ἐναντιουμένου καὶ τό τε γενό-μενον εἰς ἀνάγκην τοῦ ἀπολέσθαι περιιστάντος τό τε μὴ ἀπολούμενον ἐκ μόνου τοῦ μὴ γενέσθαι λέγοντος κρατύνεσθαι τὸ ἄφθαρτον, οὐ μὴν οὐδὲ δύναμιν ἀπολείποντος αὐτοῦ περὶ τὸν θεόν, ᾗ χρώμενος ἀγαθὸν ἄν τι ποιήσαι; ὃ γὰρ οὔπω πρότερον γέγονε, τοῦτο, φησίν, οὐδ’ ἂν γένοιτο. τοσοῦτον δὲ ἀπο-δεῖ τοῦ διὰ τούτων βοηθεῖν τῷ Πλάτωνος λόγῳ, ὥστε ἤδη τινὰς καὶ τῶν περὶ [τὰ] Πλάτωνος ἐσπουδακότων φοβήσας οἷς εἶπεν ἀπέστησε τοῦ δόγματος, οὐ δυνηθέντας συνιδεῖν ὅτι κατὰ μὲν τὴν αὐτῶν φύσιν τῶν πραγμάτων ἦν (ἄν τις ἄνευ θεοῦ βουλήσεως καὶ δυνάμεως ἐπινοήσαι) οὔτε τὸ γενόμενον ἄφθαρτον οὔτε τὸ μὴ φθαρησόμενον γενητόν). ὅταν δὲ τὴν ἀρίστην τις αἰτίαν ἐπι-στήσῃ τὴν ἐκ θεοῦ, δεῖ ταύτην ἡγεμόνα τῶν πάντων λαβόντα μηδὲν αὐτὴν τῶν ἄλλων αἰτίαν ἀποφαίνειν χείρονα. γελοῖον γὰρ διότι μὲν γέγονέ τι, διὰ τοῦτο φθαρῆναι, εἰ δὲ ὁ θεὸς βούλεται, μὴ φθαρῆναι, καὶ διότι μέν τι ἀγένητόν ἐστιν, ἔχειν ἰσχὺν τοῦ μὴ φθαρῆναι, τὴν δὲ παρὰ τοῦ θεοῦ βούλησιν ἐν-δεῖν πρὸς τὸ ἄφθαρτον τηρῆσαί τι τῶν γενομένων. καὶ ὁ μὲν οἰκοδόμος ἱκανὸς οὐκ οὖσαν οἰκίαν κατασκευάσασθαι, ἱκανὸς δέ τις καὶ ἀνδριάντα, μὴ ὄντα πρότερον, ὄντα ποιῆσαι καὶ ναῦν ἄλλος ἐξ ὕλης ἀργοῦ τεκτηνάμενος παρέσχε τοῖς δεομένοις καὶ τῶν ἄλλων τεχνιτῶν ἕκαστος, ὅσοι γε τὰς ποιητικὰς μετίασι τέχνας, δύναμιν ταύτην ἔχουσιν, ὥς τι τῶν οὐκ ὄντων ἄγειν εἰς οὐσίαν, ὁ δὲ παμβασιλεὺς καὶ ἀριστοτέχνης οὐδ’ ὅσον ἀνθρωπίνου τεχνίτου δυνάμεως μεθέξει, ἄμοιρος δ’ ἡμῖν πάσης ἔσται γενέσεως; οὔκ, ἐάν γε καὶ κατὰ βραχὺ θείας αἰτίας ἐπιλογισμὸν οἷοί τε ὦμεν λαβεῖν. ἀλλὰ ποιῆσαι μὲν ἱκανὸς καὶ βουληθῆναι τὰ καλά [ἀγαθὸς γάρ, ἀγαθῷ δὲ οὐδεὶς φθόνος περὶ οὐδενός], τηρῆσαι δὲ καὶ διαφυλάξαι τὰ γενόμενα οὐ δυνατός; καὶ μὴν καὶ οἱ λοιποὶ τεχνῖται πρὸς ἄμφω ἱκανοί. ὁ γοῦν οἰκοδόμος καὶ ὁ ναυπηγὸς οὐ μόνον και-νὰς κατασκευάζονται ναῦς καὶ οἰκίας, ἀλλὰ καὶ ταῖς ὑπὸ χρόνου διαφθειρομέναις ἱκανοὶ βοηθεῖν, ἕτερα τῶν πεπονημένων ἀντικαθιστάντες αὐταῖς· ὥστε καὶ τῷ θεῷ πάντως τό γε τοσοῦτον συγχωρητέον. ὃ γάρ τις ὅλον ποιῆσαι δυνατός, τοῦτο πῶς ἂν ἐκ μέρους ἀδύνατος εἴη ποιεῖν; καὶ γενέσθαι τοίνυν τι δεῖ καινόν, εἴ γε μέλλοι τις ὅλως ποιητής, καὶ τὸ καλὸν ἔργον πρὸς ἅπαν διασῴζεσθαι· τὸ γὰρ εὖ γενόμενον ἐθέλειν λύειν, κακοῦ. μείζων δὲ ἄλλος εἰς σωτηρίαν τῶν γενομένων δεσμὸς οὐκ ἔστι τῆς τοῦ θεοῦ βουλήσεως. ἢ ἀνθρωπίνης μὲν σπουδῆς καὶ βουλήσεως μεταλαβόντα πολλά, καὶ ἔθνη καὶ πόλεις καὶ ἔργα, μένει χρόνον ἀμήχανον ὅσον γενόμενα μηκέτ’ ὄντος τοῦ θελήσαντος, τὰ δὲ τῆς τοῦ θεοῦ μετασχόντα γνώμης καὶ δι’ αὐτὸν καὶ ὑπ’ αὐτοῦ γενόμενα, ταῦτα δὲ ἄρα παρόντος τοῦ ποιήσαντος οἰχήσεται καὶ οὐ παραμενεῖ; τίνος αἰτίας βιασαμένης τὴν τοῦ θεοῦ γνώμην; πότερον τῆς ἐξ αὐτῶν τῶν γενομένων ἀνάγκης; ἀλλ’ αὐτή γε τῷ προσέσθαι τὸ κοσμηθῆναι τὴν ἐκ τοῦ θεοῦ προσωμολόγησεν ἧτταν. ἀλλ’ ἔξωθέν τινος αἰτίας ἀνταγωνιζο-μένης τῷ θεῷ; ἀλλ’ οὔτε ἔστιν οὔτε ἐν οἷς ἔφθη κρατήσας καὶ κοσμήσας ὁ θεὸς ἔτι ἄξιον ἐν τούτοις αὐτὸν ἐλαττοῦν τινος, εἴ γε μὴ παντάπασι λανθάνο-μεν ἡμᾶς αὐτοὺς περὶ τῆς μεγίστης καὶ θειοτάτης δυνάμεως διαλεγόμενοι. ἀλλὰ γὰρ εἰς τὸν περὶ τῆς ἀληθείας λόγον ἐοίκαμεν ὑπὸ προθυμίας ἐκφέρεσθαι. δῆλον μὲν καὶ ὃ προὐθέμεθα, ὡς οὐκ ἂν εἶεν διδάσκαλοι περὶ κόσμου γενέσεως οἱ μηδὲ τὴν ἀρχὴν γένεσιν ἀπολιπόντες αὐτῷ. Καὶ μὴν καὶ περὶ τῆς τῶν σωμάτων πέμπτης οὐσίας, ἣν εἰσηγήσατο Ἀριστοτέλης, ταῦτα παραθετέον· ζ. ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΠΕΜΠΤΗΝ ΣΩΜΑΤΩΝ ΥΠΟΤΙΘΕΜΕΝΟΝ ΟΥΣΙΑΝ ΗΝ ΟΥΤΕ ΜΩΣΗΣ ΟΥΤΕ ΠΛΑΤΩΝ ΓΙΝΩΣΚΕΙ Περὶ γοῦν τῶν καλουμένων στοιχείων, τῶν πρώτων σωμάτων, [ἐξ ὧν τὰ λοιπὰ πάντα σώματα] συνέστηκε, Πλάτων μὲν ἑπόμενος τῇ περὶ αὐτὰ ἐναργείᾳ, καθάπερ καὶ οἱ πρὸ αὐτοῦ, τέσσαρά τε ἔφησεν εἶναι ταῦτα ὁμολο-γούμενα, πῦρ καὶ γῆν καὶ ἀέρα καὶ ὕδωρ, καὶ ἐκ τούτων συγκρινομένων καὶ τρεπομένων τὰ λοιπὰ πάντα γεννᾶσθαι· Ἀριστοτέλης δέ, ὡς ἔοικεν, ἐλπίσας περιττότερος φανεῖσθαι τῷ φρονεῖν, εἴ τι σῶμα ἐκ περιττοῦ προσθείη, προσκατ-ηρίθμησε τοῖς φαινομένοις τέσσαρσι σώμασι τὴν πέμπτην οὐσίαν, πάνυ μὲν λαμπρῶς καὶ φιλοδώρως τῇ φύσει χρησάμενος, μὴ συνιδὼν δὲ ὅτι οὐ νο-μοθετεῖν δεῖ φυσιολογοῦντα, τὰ δὲ τῆς φύσεως αὐτῆς ἐξιστορεῖν. εἰς τοίνυν τὴν ἀπόδειξιν τοῦ τέσσαρας εἶναι τὰς πρώτας τῶν σωμάτων φύσεις, ἧς δὴ χρεία τοῖς Πλατωνικοῖς, οὐ μόνον οὐκ ἂν συντελοῖ τι ὁ Περιπατητικός, ἀλλὰ σχεδὸν καὶ μόνος ἐναντιοῖτ’ ἄν. λεγόντων γοῦν ἡμῶν ὅτι πᾶν σῶμα ἢ θερμὸν ἢ ψυχρόν, ἢ ξηρὸν ἢ ὑγρόν, ἢ μαλακὸν ἢ σκληρόν, ἢ κοῦφον ἢ βαρύ, ἢ ἀραιὸν ἢ πυκνὸν καὶ εὑρισκόντων ὅτι οὐκ ἂν ἕτερον εἴη τι τὸ μεθέξον τού-των τινὸς παρὰ τὰ τέσσαρα (εἰ μὲν γὰρ θερμόν, ἢ πῦρ ἢ ἀήρ· εἰ δὲ ψυχρόν, ὕδωρ ἢ γῆ· καὶ εἰ μὲν ξηρόν, πῦρ ἢ γῆ· εἰ δὲ ὑγρόν, ὕδωρ ἢ ἀήρ· καὶ εἰ μὲν μαλακόν, ἀὴρ ἢ πῦρ· εἰ δὲ σκληρόν, ὕδωρ ἢ γῆ· καὶ κοῦφον μὲν καὶ ἀραιόν, οἷον πῦρ καὶ ἀήρ· βαρὺ δὲ καὶ πυκνόν, ὕδωρ καὶ γῆ) καὶ ἐκ τῶν ἄλλων δὲ ἁπασῶν τῶν ἁπλῶν δυνάμεων κατανοούντων ὡς οὐκ ἂν εἴη τι παρὰ ταῦτα σῶμα ἕτερον· οὗτος ἀνθίσταται μόνος, φάσκων δύνασθαι σῶμα εἶναι τούτων ἄμοιρον, σῶμα μήτε βαρὺ μήτε κοῦφον, μήτε μαλακὸν μήτε σκληρόν, μήτε ὑγρόν, ἀλλὰ μήτε ξηρόν, μονονουχὶ λέγων σῶμα οὐ σῶμα. τὸ μὲν γὰρ ὄνομα καταλέλοιπεν αὐτῷ, τὰς δὲ δυνάμεις, δι’ ὧν σῶμα πέφυκε γίνεσθαι, πάσας ἀφῄρηκεν. ἢ τοίνυν ἡμᾶς ἅπερ αὐτὸς λέγει πείθων ἀφαιρήσεται τῆς Πλάτωνος γνώμης, ἢ τὰ Πλάτωνος βεβαιούμενος τῶν αὐτῷ δοκούντων ἀπο-στήσεται· ὥστε οὐδαμῇ χρήσιμος πρὸς τὰ τοῦ Πλάτωνος. ἔτι ὁ μὲν Πλά-των πάντα τὰ σώματα, ἅτε ἐπὶ μιᾶς ὁμοίας ὕλης θεωρούμενα, βούλεται τρέ-πεσθαι μεταβάλλειν τ’ εἰς ἄλληλα· ὁ δὲ ἐπὶ μὲν τῶν ἄλλων οὐσίαν ἀπαθῆ τε καὶ ἄφθαρτον καὶ ἄτρεπτον πάντως ἀξιοῖ, ἵνα δὴ μὴ εὐκαταφρονήτου τινὸς πράγματος γεννητὴς εἶναι δοκῇ, περιττὸν μὲν καὶ ἴδιον παντάπασι λέγων οὐδέν, τὰ δὲ ὑπὸ Πλάτωνος ἐπ’ ἄλλων ἑωραμένα καλῶς μεταφέρων ἐπὶ τὰ μὴ προσήκοντα, καθάπερ τινὲς τῶν ὕστερον γενομένων ἀνδριαντοποιῶν. ἐκεῖνοί τε γὰρ ἀπομιμησάμενοι τοῦδε τοῦ ἀνδριάντος κεφαλήν, ἄλλου δὲ τὸ στέρνον, ἑτέρου δὲ τὴν ζώνην, εἰς ταὐτὸν συνθέντες ἐνίοτε μὴ προσήκοντα πράγματα ἀλλήλοις ἔπεισαν αὑτοὺς ὥς τι πεποιηκότες ἴδιον· καὶ ὄντως τὸ μὲν ὅλον, ὃ δή τις ἂν ἀσυμμέτρως ἔχειν αἰτιάσαιτο, ἐστὶν αὐτῶν, τὰ δ’ ἐν αὐτῷ συνηρανισμένα καί τι καλὸν ἔχοντα οὐκ αὐτῶν. ὡσαύτως δὲ καὶ Ἀριστο-τέλης ἀκούων Πλάτωνος ὅτι ἔστι τις οὐσία νοητὴ καθ’ αὑτὴν ἀσώματός τε καὶ ἀχρώματος καὶ ἀναφής, οὔτε γινομένη οὔτε φθειρομένη οὔτε τρεπομένη οὔτε μεταβαλλομένη, ἀεὶ δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα, πάλιν δ’ αὖ περὶ τῶν κατ’ οὐρανὸν ἀκούων, ὡς ὄντα θεῖα καὶ ἄφθαρτα [ἀπαθῆ] ἐστι σώ-ματα, συνέθηκε καὶ συνεκόλλησεν ἐξ ἀμφοῖν πράγματα μὴ συνᾴδοντα· παρ’ ὧν μὲν γὰρ τὸ εἶναι σῶμα, παρ’ ὧν δὲ τὸ ἀπαθὲς εἶναι λαβὼν σῶμα ἀπαθὲς ἐτεκτήνατο. ἐπὶ μὲν οὖν τῶν ἀνδριάντων, εἰ καὶ μὴ καλὸν τὸ ἐκ τῶν δια-
PG 21:1331φερόντων, οὔ τι γε ἀδύνατον γενέσθαι. διδάσκει γοῦν τὰ τοιαῦτα καὶ Ὅμηρος· ὄμματα, γάρ φησι, καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ, Ἄρει δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι. τὸ δὲ σῶμα ἀπαθὲς οὐκ ἄν ποτε γένοιτο. παθητῇ γὰρ καὶ τρεπτῇ συνδεδε-μένον φύσει ἀνάγκην ἔχει συμπαθεῖν ᾧ συνέζευκται. εἰ δέ τι ἀπαθὲς εἴη, τοῦτο ἀφειμένον καὶ ἐλεύθερον ἀπὸ τοῦ πάσχοντος εἶναι δεῖ· ὥστε χωρὶς ἂν εἴη τῆς ὕλης, ἧς κεχωρισμένον ἀσώματον ἀναγκαίως ὁμολογοῖτ’ ἄν. Ἔτι καὶ τούτοις πρόσσχωμεν τὸν νοῦν ἐν ὅσοις ἄλλοις διαφέρεσθαι τῷ Πλάτωνι τὸν Ἀριστοτέλην παρίστησιν· η. ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΚΑΙ ΕΝ ΤΟΙΣ ΚΑΤ’ ΟΥΡΑΝΟΝ ΘΕΩΡΗΜΑΣΙ ΔΙΕΝΕΧΘΕΝΤΑ ΤΩΙ ΠΛΑΤΩΝΙ Ἔπειτα τούτοις ἑπόμενα πολλὰ ἐν οἷς διαφέρονται. ὁ μὲν γάρ φησι τὰ κατ’ οὐρανὸν τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἔχειν, ὁ δὲ μηδαμῇ μετεῖναι τοῖς οὐρανίοις πυρός. καὶ ὁ μέν φησιν ἀνάψαι τὸν θεὸν φῶς ἐν τῇ δευτέρᾳ πρὸς γῆν περιόδῳ, ἵν’ ὅτι μάλιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανόν, περὶ ἡλίου τὸ τοιοῦτον ἀποφαινό-μενος· ὁ δέ, ἅτε οὐκ ἐθέλων πῦρ εἶναι τὸν ἥλιον, τὸ δὲ φῶς εἰδὼς πῦρ καθαρὸν ἤ τι πυρὸς ὄν, οὐκ ἐπιτρέπει φῶς περὶ αὐτὸν ἀνῆφθαι. ἔτι ὁ μέν, κατ’ εἶδος ἀφθαρσίαν ἀπονέμων τοῖς κατ’ οὐρανὸν ἅπασιν, ἀποχωρήσεις τινὰς αὐτῶν καὶ προσχωρήσεις συμμέτρους φησὶ γίνεσθαι· ἀναγκάζουσι δὲ αὐτὸν λέγειν ταῦτα, τὰς μὲν ἀποκρίσεις αἵ τε ἀκτῖνες τοῦ ἡλίου καὶ θερμότητες κατὰ ἀπόρ-ρυσιν αὐτοῦ γινόμεναι· τὰς δὲ προσκρίσεις ἡ ἴση τοῦ μεγέθους αὐτοῦ φαῦσις· οὐ γὰρ ἂν ἤθελεν ἴσα φαίνεσθαι μηδὲν ἀνθ’ ὧν ἀφίησι λαμβάνοντα. ὁ δὲ Ἀριστοτέλης πάντη μένειν ἐπὶ τῆς αὐτῆς οὐσίας αὐτὰ βούλεται, μήτε τινὸς αὐτοῖς ἀποχωροῦντος μήτε προσιόντος. ἔτι ὁ μὲν πρὸς τῇ κοινῇ κινήσει τῶν ἄστρων, καθ’ ἣν ἐν ταῖς σφαίραις ἐνδεδεμένοι κινοῦνται πάντες οἱ ἀστέρες, οἵ τε ἀπλανεῖς καὶ οἱ πλανώμενοι, καὶ ἑτέραν αὐτοῖς κίνησιν ἀποδίδωσιν, ἣν δὴ καὶ ἄλλως καλλίστην εἶναι συμβέβηκε καὶ προσήκουσαν αὐτῶν τῇ φύσει τοῦ σώματος· σφαιρικοὶ γὰρ ὄντες εἰκότως σφαιρικὴν ἄν τινα κίνησιν ἕκαστος κινοῖτο περιδινούμενος. ὁ δὲ καὶ ταύτης ἀφαιρεῖται τῆς κινήσεως αὐτούς, ἣν ὡς ἔμψυχοι κινοῦνται, μόνην δὲ ἀπολείπει τὴν ὑπ’ ἀλλήλων τῶν περιεχόντων ὥσπερ ἀψύχοις συμβαίνουσαν. καὶ δὴ καί φησι τὴν γινομένην φαντασίαν ἡμῖν ἀπὸ τῶν ἀστέρων ὡς κινουμένων πάθος εἶναι τῆς ἡμετέρας ὄψεως ἀδυνα-τούσης καὶ ὡσπερεὶ σειομένης, ἀλήθειαν δὲ οὐκ εἶναι· ὥσπερ Πλάτωνος ἀπὸ ταύτης τῆς φαντασίας τὴν ὑπὲρ τῆς κινήσεως πίστιν λαμβάνοντος, ἀλλ’ οὐκ ἀπὸ τοῦ λόγου τοῦ διδάσκοντος ὅτι ἀνάγκη τούτων ἕκαστον ζῷον ὄντα καὶ ψυχὴν ἔχοντα καὶ σῶμα κινεῖσθαι τὴν ἰδίαν κίνησιν [πᾶν γὰρ σῶμα ᾧ μὲν ἔξωθεν τὸ κινεῖσθαι, ἄψυχον, ᾧ δὲ ἔνδοθεν αὐτῷ ἐξ αὑτοῦ, ἔμψυχον], κινούμενον δὲ ἅτε θεῖον ὄντα τὴν καλλίστην κινεῖσθαι κίνησιν· καλλίστης δ’ οὔσης τῆς ἐν κύκλῳ κινήσεως, ταύτη αὐτὸν κινεῖσθαι. ἡ δὲ αἴσθησις τὰ μὲν ἐκ τοῦ λόγου μαρτυροῖτο ἂν ὡς ἀληθεύουσα, οὐ μὴν αὐτὴ παρέσχε τὴν πίστιν τῆς κινήσεως. περὶ δὲ τῆς τοῦ παντὸς κινήσεως ὡς μὲν οὐκ ἐν κύκλῳ τινὶ γίνεται, νικώμενος ὑπὸ τῆς ἐναργείας οὐκ ἔσχεν ἀντειπεῖν Πλάτωνι, παρεῖχε δὲ κἀνταῦθα διαφορὰν αὐτῷ τὸ καλὸν τοῦτο εὕρημα τοῦ σώματος. ὁ μὲν γὰρ Πλάτων, ἅτε ὄντων τεσσάρων σωμάτων καὶ πάντων φύσει κινουμένων ἁπλῆν καὶ εὐ-θεῖαν κίνησιν, πυρὸς μὲν ἐπὶ τὰ ἐκτός, γῆς δ’ ἐπὶ τὸ μέσον, τῶν δὲ ἄλλων ἐπὶ τὰ μεταξύ, τὴν ἐν κύκλῳ κίνησιν ἀπέδωκε τῇ ψυχῇ· ὁ δ’, ᾗπερ ἄλλῳ σώματι ἄλλην, οὕτω δὲ καὶ τὴν ἐν κύκλῳ, καθάπερ σωματικήν τινα, τῷ πέμπτῳ προς-ένειμε σώματι, παντευκόλως αὑτὸν ἐξαπατήσας. τοῖς μὲν γὰρ ἐπ’ εὐ-θείας κινουμένοις αἱ βαρύτητες καὶ κουφότητες τὴν ἀρχὴν τῆς κινήσεως παρεί-χοντο, τὸ δὲ πέμπτον σῶμα, μήτε βάρους μετέχον μήτε κουφότητος, ἀκινη-σίας μᾶλλον, ἀλλ’ οὐ τῆς ἐν κύκλῳ κινήσεως [αἰτίαν ἔχει. εἰ γὰρ] τοῖς ἐπ’ εὐθείας κινουμένοις [οὐ] τὸ σχῆμα τὴν αἰτίαν ἔχει τῆς κινήσεως, ἀλλ’ ἡ ῥοπή, σῶμα οὐ μόνον ἐν μέσῳ τεθὲν ὁμοίου τινὸς οὐχ ἕξει πῇ κλιθῇ, ἀλλ’ ἐν κύκλῳ περιτεθὲν ὁποίῳ τινὶ οὐχ ἕξει τῆς ἐπί τι κλίσεως αἰτίαν, εἴτ’ ἐπὶ δεξί’ ἴωσι πρὸς ἠῶ τ’ ἠέλιόν τε εἴτ’ ἐπ’ ἀριστερὰ εἴτε πρόσω εἴτ’ ὀπίσω. ἔτι τοῖς μὲν ἄλλοις σώμασιν ἐξωσθεῖσι τῶν οἰ-κείων τόπων παρέχει τὸ κινεῖσθαι πάλιν ἀφ’ αὑτῶν ἡ πρὸς τούτους ἀναφορά· τῷ πέμπτῳ δὲ ἐκείνῳ, μηδέποτε ἐκβαίνοντι τῶν αὑτοῦ τόπων, μένειν ἂν προς-ήκοι. καὶ περὶ τῶν ἄλλων δὲ σωμάτων, ὑπεξαιρουμένου τοῦ πέμπτου, φαίνεται φιλονεικῶν Ἀριστοτέλης μὴ τὰ αὐτὰ λέγειν Πλάτωνι. ζητήσαντος γὰρ τοῦ Πλάτωνος, εἰ ἔστι φύσει βαρὺ σῶμα ἢ φύσει κοῦφον, καὶ ἐπειδὴ ταῦτα κατὰ τὴν πρὸς τὸ ἄνω καὶ κάτω σχέσιν ἐφαίνετο λέγεσθαι, σκεψαμέ-νου, εἴτε ἔστι τι κάτω φύσει καὶ ἄνω εἴτε μή, καὶ ἀποδείξαντος ἀκριβῶς, ὅτι κατὰ μὲν τὰς τῶν σωμάτων πρὸς τοὺς τόπους οἰκειότητας τὸ κάτω λέ-γοιτο ἑκάστοις ἐφ’ ὃ φέροιντο, ἄνω δὲ ἑκάστοις τὸ ἀλλότριον ἀφ’ οὗ ἀναχω-ροῖεν, καὶ κατὰ τὴν αὐτὴν σχέσιν καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον διανείμαντος καὶ πρόσω τούτων ἀποδείξαντος ὅτι μήτε τὸ μέσον μήτε τὸ πέριξ εὔλογον ἄνω τι αὐτῶν ἢ κάτω λέγεσθαι· ὅδε ἀντιτίθησι πανταχόθεν κατα-βάλλειν δεῖν ἡγούμενος τὰ ἐκείνου, καὶ τὸ μὲν ἐπὶ τὸ μέσον φερόμενον βαρὺ λέγειν βιάζεται, τὸ δὲ ἐπὶ τὸ πέριξ κοῦφον, καὶ τὸν μὲν τόπον τὸν ἐν μέσῳ κάτω φησί, τὸν δὲ πέριξ ἄνω. Ἀλλὰ περὶ μὲν κόσμου καὶ ἐξ ὧν οὗτος καὶ τῶν κατ’ οὐρανόν, τοσοῦτον ἀλλήλων ἀφεστήκατον. ταῦτα μὲν οἵδε. Μωσῆς δὲ καὶ τὰ Ἑβραίων λόγια τούτων οὐδὲν πολυπραγμονεῖ· καὶ εἰκότως, ὅτι μηδὲ πρὸς βίου κατόρθωσιν τοῖς περὶ ταῦτα ἀσχολουμένοις λυσιτελεῖν ἐνομίσθη. θ. ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΚΑΙ ΕΝ ΤΟΙΣ ΠΕΡΙ ΑΘΑΝΑΣΙΑΣ ΨΥΧΗΣ ΔΙΕΝΕΧΘΕΝΤΑ ΤΩΙ ΠΛΑΤΩΝΙ ΚΑΙ ΤΟΙΣ ΕΒΡΑΙΩΝ ΛΟΓΟΙΣ Ὑπὲρ δὲ τῆς ψυχῆς τί καὶ λέγοιμεν ἄν; δῆλα γὰρ ταῦτα οὐ μόνον τοῖς φιλοσοφοῦσιν, ἀλλ’ ἤδη σχεδὸν καὶ τοῖς ἰδιώταις ἅπασιν, ὅτι Πλάτων μὲν ἀθάνατον τὴν ψυχὴν ἀπολείπει καὶ πολλοὺς ὑπὲρ τούτου λόγους πεποίη-ται, ποικίλως καὶ παντοίως ἀποδεικνὺς ὅτι ἐστὶν ἀθάνατος ἡ ψυχή. πολλὴ δὲ καὶ τοῖς ἐσπουδακόσι περὶ τὰ Πλάτωνος ἡ φιλοτιμία γέγονε, συναγωνι-ζομένοις τῷ τε δόγματι καὶ τῷ Πλάτωνι. σχεδὸν γὰρ τὸ συνέχον τὴν πᾶσαν αἵρεσιν τἀνδρὸς τοῦτ’ ἔστιν. ἥ τε γὰρ τῶν ἠθικῶν δογμάτων ὑπόθεσις ἐπηκολούθησε τῇ τῆς ψυχῆς ἀθανασίᾳ, τὸ μέγα καὶ λαμπρὸν καὶ νεανικὸν τῆς ἀρετῆς διὰ τὸ τῆς ψυχῆς θεῖον σῶσαι δυνηθείσης, τά τε τῆς φύσεως πράγματα πάντα κατὰ τὴν τῆς ψυχῆς διοίκησιν ἔσχε τὸ καλῶς διοικεῖσθαι δύνασθαι. Ψυχὴ γὰρ πᾶσα,3 φησί, παντὸς ἐπιμελεῖται τοῦ ἀψύχου, πάντα δὲ οὐρανὸν περιπολεῖ ἄλλοτ’ ἐν ἄλλοις εἴδεσι γινομένη.3 ἀλλὰ μὴν καὶ τὰ τῆς ἐπι-στήμης καὶ τῆς σοφίας εἰς τὴν ἀθανασίαν τῆς ψυχῆς ἀνῆπται τῷ Πλάτωνι. πᾶσαι γὰρ αἱ μαθήσεις ἀναμνήσεις, καὶ οὐκ ἄλλως οἴεται δύνασθαι σῴζεσθαι καὶ ζήτησιν καὶ μάθησιν, ἐξ ὧν ἐπιστήμη γίνεται. εἰ δὲ μή ἐστιν ἡ ψυχὴ ἀθάνατος, οὐδὲ ἀνάμνησις. εἰ δὲ μὴ τοῦτο, οὐδὲ μάθησις. πάντων οὖν τῶν
PG 21:1337Πλάτωνος δογμάτων ἀτεχνῶς ἐξηρτημένων καὶ ἐκκρεμαμένων τῆς κατὰ τὴν ψυχὴν θειότητός τε καὶ ἀθανασίας, ὁ μὴ συγχωρῶν τοῦτο τὴν πᾶσαν ἀνα-τρέπει φιλοσοφίαν Πλάτωνος. τίς οὖν ἐστιν ὁ πρῶτος ἐγχειρήσας ἀντιτάξασθαι ἀποδείξεσι καὶ τὴν ψυχὴν ἀφελέσθαι τῆς ἀθανασίας καὶ τῆς ἄλλης πάσης δυνάμεως; τίς δ’ ἕτερος πρὸ Ἀριστοτέλους; τῶν μὲν γὰρ ἄλλων οἱ μὲν ἐπιδιαμένειν συνεχώρησαν, οἱ δ’, εἰ μὴ καὶ τοῦτο, δύναμίν γε ἐν τῷ σώματι καὶ κίνησίν τινα καὶ ἔργα καὶ πράξεις ἀπένειμαν τῇ ψυχῇ· ὁ δέ, ὅσῳπερ Πλάτων ἀπεσέμνυνε τὸ τῆς ψυχῆς πρᾶγμα, ἀρχὴν γενέσεως καὶ θεοῦ παίδευμα καὶ τῶν ἁπάντων προστάτιν ἀποφηνάμενος, τοσῷδε ἐφιλονείκησε καθελεῖν καὶ ἀτιμάσαι καὶ μικροῦ δεῖν μηδὲν ἀποφῆναι τὴν ψυχήν· οὔτε γὰρ πνεῦμα οὔτε πῦρ οὔτε ὅλως σῶμα, ἀλλ’ οὐδὲ ἀσώματον οἷον εἶναί τε ἐφ’ αὑτοῦ καὶ κινεῖσθαι, ἀλλ’ οὐδ’ ὅσον ἐπὶ τοῦ σώματος ἀκίνητον εἶναι καὶ ὡς εἰπεῖν ἄψυχον. οἷον γὰρ τόδε ἐτόλμησεν ἢ καὶ ἀπηναγκάσθη, ὡς καὶ τὰς πρωτουργοὺς κινή-σεις ἀφελέσθαι τῆς ψυχῆς, τὸ βουλεύσασθαι, τὸ διανοηθῆναι, τὸ προσδο-κῆσαι, τὸ μνημονεῦσαι, τὸ λογίσασθαι. οὐ γὰρ ψυχῆς ταῦτά φησι τὰ κινήματα ὁ τῆς φύσεως, ὥς φασι, γραμματεύς. πάνυ γοῦν οὗτός ἐστι πιστὸς συνεικέναι τι περὶ τῶν ἐκτὸς ὁ τῆς αὑτοῦ ψυχῆς τοσοῦτον διημαρτηκὼς ὡς μηδ’ ὅτι διανοεῖται παρακολουθεῖν. οὐ γὰρ ἡ ψυχή, φησίν, ἀλλ’ ὁ ἄνθρωπός ἐστιν ὁ τούτων ἕκαστον ἐνεργῶν, ἡ ψυχὴ δὲ ἀκίνητος οὕτως. [τούτῳ] τοιγαροῦν ἑπόμενος Δικαίαρχος καὶ τἀκόλουθον ἱκανὸς ὢν θεωρεῖν ἀνῄρηκε τὴν ὅλην ὑπόστασιν τῆς ψυχῆς. ὅτι μὲν γὰρ ἀόρατόν τι καὶ ἀφανές ἐστιν ἡ ψυχὴ δῆλον, ὥστε οὐκ ἂν διά γε τὴν ἀπὸ τῶν αἰσθήσεων ἐνάργειαν δῴημεν εἶναι ψυχήν· αἱ δὲ κινήσεις αὐτῆς ἀφανοῦς οὔσης ἀναγκάζειν ἡμᾶς δοκοῦσιν εἶναί τι τὴν ψυχὴν ὁμολογεῖν. ταῦτα γὰρ ἅπας τις συνιέναι δοκεῖ τῆς ψυχῆς ὄντα, τὸ βουλεύεσθαι καὶ σκοπεῖσθαι καὶ καθ’ ὃν δήποτε τρόπον δια-νοεῖσθαι. ὅταν γὰρ ἴδωμεν τὸ σῶμα καὶ τὰς τούτου δυνάμεις καὶ ἐνθυμηθῶμεν δὲ τὰς τοιαύτας ἐνεργείας ὡς οὐ σώματος, δίδομεν εἶναί τι ἐν ἡμῖν ἕτερον τὸ βουλευόμενον, τοῦτο δὲ εἶναι τὴν ψυχήν. ἐπεὶ πόθεν ἀλλαχόθεν ἐπιστεύσα-μεν ὑπὲρ ψυχῆς; ἂν οὖν τις ἐξ ὧν μάλιστα ψυχὴ φαίνεται ταῦτα ἀφελό-μενος ἑτέρῳ τινὶ προσάψῃ πράγματι, οὔτε ὅθεν οὖσα ἐμφαίνεται καταλέλοι-πεν οὔτε ὅ τι χρήσιμος ἂν εἶναι δοκοίη. τίς οὖν ἡ βοήθεια τῷ τὴν ψυχὴν ἀθά-νατον εἶναι θέλοντι παρὰ τοῦ τὴν ψυχὴν ἀποκτιννύντος; τίς δὲ ἡ διδασκαλία τοῦ τρόπου τῆς κινήσεως, καθ’ ὃν αὐτοκίνητον αὐτήν φαμεν, παρὰ τῶν μηδὲ τὸ παράπαν αὐτῇ κίνησιν νεμόντων; Ναί· ἀλλὰ κατά γε τὴν ἀθανασίαν τοῦ νοῦ φήσαι τις ἂν αὐτὸν κοινωνεῖν Πλάτωνι· καὶ γὰρ εἰ μὴ πᾶσαν βούλεται τὴν ψυχὴν ἀθάνατον εἶναι, τόν γε νοῦν ὁμολογεῖ θεῖόν τε καὶ ἄφθαρτον εἶναι. Τίς μὲν οὖν τὴν οὐσίαν καὶ τὴν φύσιν ὁ νοῦς, ὅθεν ὢν καὶ πόθεν ἐπεισκρινόμενος τοῖς ἀνθρώποις καὶ ποῦ πάλιν ἀπαλλαττόμενος, αὐτὸς ἂν εἰδείη, εἴ γέ τι συνίησιν ὧν λέγει περὶ τοῦ νοῦ καὶ μὴ τὸ ἄπορον τοῦ πράγματος τῷ ἀσαφεῖ τοῦ λόγου περιστέλλων ἐξίσταται τὸν ἔλεγχον, ὥσπερ αἱ σηπίαι τὸ δυσθήρευτον ἐκ τοῦ σκοτεινοῦ ποριζόμενος. πάντως δὲ καὶ ἐν τούτοις διαφέρεται Πλάτωνι. ὁ μὲν γάρ φησι νοῦν ἄνευ ψυχῆς ἀδύνατον εἶναι συνίστασθαι, ὁ δὲ χωρίζει τῆς ψυχῆς τὸν νοῦν. καὶ τὸ τῆς ἀθανασίας ὁ μὲν μετὰ τῆς ψυχῆς αὐτῷ δίδωσιν, ὡς ἄλλως οὐκ ἐνδεχόμενον, ὁ δέ φησιν αὐτῷ μόνῳ χωριζομένῳ τῆς ψυχῆς τοῦτο περιγίνεσθαι. καὶ τὴν μὲν ψυχὴν τοῦ σώματος οὐκ ἠξίωσεν ἐκβαίνειν, ὅτι Πλάτωνι τοῦτο ἤρεσε, τὸν δὲ νοῦν ἀπορρήγνυσθαι τῆς ψυχῆς ἠνάγκασεν, ὅτι ἀδύνατον ἔγνω Πλάτων τὸ τοιοῦτο. Ταῦτα μὲν ὁ Ἀττικός. συνάψω δὲ αὐτοῖς καὶ τὰ Πλωτίνου τόνδ’ ἔχοντα τὸν τρόπον· ι. ΠΛΩΤΙΝΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΑΘΑΝΑΣΙΑΣ ΨΥΧΗΣ ΔΕΥΤΕΡΟΥ ΠΡΟΣ ΑΡΙΣΤΟΤΕΛΗΝ ΕΝΤΕΛΕΧΕΙΑΝ ΤΗΝ ΨΥΧΗΝ ΕΙΝΑΙ ΦΗΣΑΝΤΑ Τὸ δὲ τῆς ἐντελεχείας ὧδ’ ἄν τις ἐπισκέψαιτο πῶς περὶ ψυχῆς λέγεται. τὴν ψυχήν φασιν ἐν τῷ συνθέτῳ εἴδους τάξιν ὡς πρὸς ὕλην τὸ σῶμα ἔμψυχον ἔχειν, σώματος δὲ οὐ παντὸς εἶδος οὐδὲ ᾗ σῶμα, ἀλλὰ ψυχικοῦ ὀργανικοῦ, δυ-νάμει ζωὴν ἔχοντος. εἰ μὲν οὖν ᾗ παραβέβληται ὡμοίωται, ὡς μορφὴ ἀνδριάντος πρὸς χαλκόν· καὶ διαιρουμένου τοῦ σώματος συμμερίζεσθαι τὴν ψυχὴν καὶ ἀποκοπτομένου τινὸς μέρους μετὰ τοῦ ἀποκοπέντος ψυχῆς μόριον εἶναι τήν τε ἐν τοῖς ὕπνοις ἀναχώρησιν μὴ γίνεσθαι, εἴπερ δεῖ προσφυᾶ τὴν ἐντελέχειαν οὗ ἐστιν εἶναι, τὸ δ’ ἀληθὲς μηδὲ ὕπνον γίνεσθαι. καὶ μὴν ἐντελεχείας οὔσης, οὐδὲ ἐναντίωσιν λόγου πρὸς ἐπιθυμίας· ἓν δὲ καὶ ταὐτὸν δι’ ὅλου πεπονθέναι τὸ πᾶν, οὐ διαφωνοῦν ἑαυτῷ. αἰσθήσεις δὲ μόνον δυνατὸν ἴσως γίνεσθαι, τὰς δὲ νοήσεις ἀδύνατον. διὸ καὶ αὐτοὶ ἄλλην ψυχὴν ἢ νοῦν εἰς-άγουσιν, ὃν ἀθάνατον τίθενται. τὴν οὖν λογιζομένην ψυχὴν ἄλλως ἐντελέ-χειαν ἢ τοῦτον τὸν τρόπον ἀνάγκη εἶναι, εἰ δεῖ τῷ ὀνόματι τούτῳ χρῆσθαι. οὐδ’ ἡ αἰσθητική, εἴπερ καὶ αὕτη τῶν αἰσθητῶν ἀπόντων τοὺς τύπους ἔχει, αὐτοὺς οὐ μετὰ τοῦ σώματος ἄρα ἕξει· εἰ δὲ μή, οὕτως ἐνέσονται ὡς μορφαὶ καὶ εἰκόνες· ἀλλ’ ἀδύνατον ἄλλους δέχεσθαι, εἰ οὕτως ἐνεῖεν. οὐκ ἄρα ὡς ἀχώ-ριστος ἐντελέχεια. καὶ μὴν οὐδὲ τὸ ἐπιθυμοῦν μὴ σιτίων μηδὲ ποτῶν, ἀλλ’ ἄλλων παρὰ τὰ τοῦ σώματος, οὐδ’ αὐτὸ ἀχώριστος ἐντελέχεια. λοιπὸν δὲ τὸ φυτικὸν ἂν εἴη, ὃ ἀμφισβήτησιν ἂν δόξειεν ἔχειν, μή τι τοῦτον τὸν τρόπον ἐντελέχεια ἀχώριστος ᾖ. ἀλλ’ οὐδὲ τοῦτο φαίνεται οὕτως ἔχον. εἰ γὰρ ἡ ἀρχὴ παντὸς φυτοῦ περὶ τὴν ῥίζαν καὶ αὐαινομένου τοῦ ἄλλου σώματος περὶ τὴν ῥίζαν καὶ τὰ κάτω ἐν πολλοῖς τῶν φυτῶν ἡ ψυχή, δῆλον ὅτι ἀπολι-ποῦσα τὰ ἄλλα μέρη εἰς ἕν τι συνεστάλη· οὐκ ἄρα ἦν ἐν τῷ ὅλῳ ὡς ἀχώριστος ἐντελέχεια. καὶ γὰρ αὖ ἔστι, πρὶν αὐξηθῆναι τὸ φυτόν, ἐν τῷ ὀλίγῳ ὄγκῳ. εἰ οὖν καὶ εἰς ὀλίγον ἔρχεται ἐκ μείζονος φυτοῦ καὶ ἐξ ὀλίγου ἐπὶ πᾶν, τί κωλύει καὶ ὅλως χωρίζεσθαι; πῶς δ’ ἂν καὶ ἀμερὴς οὖσα μεριστοῦ τοῦ σώ-ματος ἐντελέχεια γένοιτο; ἥ τε αὐτὴ ψυχὴ ἐξ ἄλλου ζῴου ἄλλο γίνεται· πῶς οὖν ἡ τοῦ προτέρου τοῦ ἐφεξῆς ἂν γένοιτο, εἰ ἦν ἐντελέχεια ἑνός; φαίνεται δὲ τοῦτο ἐκ τῶν μεταβαλλόντων ζῴων εἰς ἄλλα ζῷα. οὐκ ἄρα τῷ εἶδος εἶναί τινος τὸ εἶναι ἔχει, ἀλλ’ ἔστιν οὐσία, οὐ παρὰ τὸ ἐν σώματι ἱδρῦσθαι τὸ εἶναι λαμ-βάνουσα, ἀλλ’ οὖσα, πρὶν καὶ τοῦδε γενέσθαι, οἷον ζῴου (οὐ τὸ σῶμα τὴν ψυχὴν γεννήσει). τίς οὖν οὐσία αὐτῆς; εἰ δὲ μήτε σῶμα μήτε πά-θος σώματος, πρᾶξις δὲ καὶ ποίησις, καὶ πολλὰ καὶ ἐν αὐτῇ καὶ ἐξ αὐτῆς, οὐσία παρὰ τὰ σώματα οὖσα, ποία τίς ἐστιν; ἢ δῆλον ὅτι ἥν φαμεν ὄντως οὐσίαν εἶναι; τὸ μὲν γὰρ γένεσις, ἀλλ’ οὐκ οὐσία πᾶν τὸ σωματικὸν εἶναι λέ-γοιτ’ ἄν, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν, μεταλήψει δὲ τοῦ ὄντος σῳζόμενον, καθ’ ὅσον ἂν αὐτοῦ μεταλαμβάνῃ. Ἐπειδὴ δὲ καὶ τὰ Πλωτίνου διήλθομεν, συνιδεῖν οὐκ ἄτοπον καὶ τὰ Πορφυρίῳ ἐν τοῖς Πρὸς Βόηθον περὶ ψυχῆς εἰρημένα·
PG 21:1343ια. ΠΟΡΦΥΡΙΟΥ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ Πρὸς δὲ τὸν ἐντελέχειαν τὴν ψυχὴν εἰπόντα καὶ ἀκίνητον παντελῶς οὖσαν κινεῖν ὑπειληφότα ῥητέον, πόθεν οἱ ἐνθουσιασμοὶ τοῦ ζῴου μηδὲν μὲν ξυνιέντος ὧν ὁρᾷ τε καὶ λέγει, τῆς δὲ ψυχῆς καὶ τὸ μέλλον καὶ μὴ ἐνεστὼς βλεπούσης καὶ κατὰ ταὐτὸ κινουμένης, πόθεν δὲ καὶ ἐπὶ τῆς τοῦ ζῴου συστάσεως αἱ τῆς ὡς ζῴου ψυχῆς βουλαί τε καὶ σκέψεις καὶ θελήσεις, ῥοπαὶ οὖσαι τῆς ψυχῆς καὶ οὐ τοῦ σώματος; Εἶθ’ ἑξῆς ἐπιλέγει· Τὸ δὲ βαρύτητι ἀπεικάζειν τὴν ψυχὴν ἢ ποιότησι μονοειδέσι καὶ ἀκινή-τοις σωματικαῖς, καθ’ ἃς ἢ κινεῖται ἢ ποιόν ἐστι τὸ ὑποκείμενον, ἐκπεπτω-κότος ἦν τέλεον ἢ ἑκόντος ἢ ἄκοντος τῆς ψυχικῆς ἀξίας καὶ οὐδαμῶς καθεωρα-κότος ὡς παρουσίᾳ μὲν τῆς ψυχῆς ζωτικὸν γέγονε τὸ τοῦ ζῴου σῶμα, ὡς πυρὸς παρουσίᾳ θερμὸν τὸ παρακείμενον ὕδωρ, ψυχρὸν ὂν καθ’ ἑαυτό, καὶ ἡλίου ἀνατολῇ πεφώτισταί γε ὁ ἀήρ, σκοτεινὸς ὢν ἄνευ τῆς τούτου ἐκλάμψεως. ἀλλ’ οὔτε ἡ θέρμη τοῦ ὕδατος ἡ θερμότης ἦν τοῦ πυρὸς οὔτε τὸ πῦρ, οὔτε τὸ ἐναέριον φῶς τὸ σύμφυτον τῷ ἡλίῳ φῶς· ὡσαύτως δὲ οὐδὲ ἡ τοῦ σώματος ἐμψυχία, ἥτις ἔοικε τῇ βαρύτητι καὶ τῇ περὶ σῶμα ποιότητι, ἡ ψυχὴ ἡ ἐν τῷ σώματι καταταχθεῖσα, δι’ ἣν καὶ πνοῆς τινος ζωτικῆς μετέσχε τὸ σῶμα. Εἶθ’ ἑξῆς μεθ’ ἕτερα ἐπιλέγει· Τὰ μὲν οὖν ἄλλα ὅσα περὶ αὐτῆς εἰρήκασιν ἄλλοι, αἰσχύνην ἡμῖν φέρει. πῶς γὰρ οὐκ αἰσχρὸς ὁ ἐντελέχειαν τιθεὶς τὴν ψυχὴν λόγος σώματος φυσι-κοῦ ὀργανικοῦ; πῶς δὲ οὐκ αἰσχύνης γέμων ὁ πνεῦμά πως ἔχον αὐτὴν ἀποδι-δοὺς ἢ πῦρ νοερόν, τῇ περιψύξει καὶ οἷον βαφῇ τοῦ ἀέρος ἀναφθὲν ἢ στομωθέν, ὅ τε ἀτόμων ἄθροισμα θεὶς ἢ ὅλως ἀπὸ σώματος αὐτὴν γεννᾶσθαι ἀποφαινό-μενος; ὃν δὴ λόγον ἐν Νόμοις ἀσεβῶν ἀσεβῆ εἶναι ἀπεφήνατο. αἰσχύνης οὖν πάντες οὗτοι πλήρεις λόγοι. ἐπὶ δὲ τῷ λέγοντι αὐτοκίνητον οὐσίαν οὐκ ἄν τις, φησίν, αἰσχυνθείη. ιβ. ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΔΙΕΝΕΧΘΕΝΤΑ ΤΩΙ ΠΛΑΤΩΝΙ ΚΑΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΤΗΣ ΚΑΘΟΛΟΥ ΨΥΧΗΣ ΛΟΓΩΙ Ἔτι τοῦ Πλάτωνος λέγοντος τὴν ψυχὴν διακοσμεῖν τὰ πάντα διήκου-σαν διὰ πάντων, καὶ ταύτην ὑφ’ ἧς καὶ οἱ λοιποὶ διοικεῖσθαι συγχωροῖεν ἂν ἕκαστα, καὶ μηδὲν ἄλλο εἶναι τὴν φύσιν ἢ ψυχὴν καὶ δηλονότι ψυχὴν οὐκ ἄλογον καὶ ἐκ τούτων συνάγοντος, ὅτι πάντα κατὰ πρόνοιαν γίνεται, εἴ γε καὶ κατὰ φύσιν· πρὸς οὐδὲν τούτων ἡμῖν Ἀριστοτέλης ὁμολογεῖ. οὐ γὰρ εἶναι τὴν φύσιν ψυχήν, καὶ τὰ περὶ γῆν ὑπὸ μὲν φύσεως διοικεῖσθαι, ὑπὸ δὲ ψυχῆς μὴ διοικεῖσθαι. εἶναι γὰρ ἐφ’ ἑκάστῳ τῶν πραγμάτων ἄλλας καὶ τὰς αἰτίας. τῶν μὲν γὰρ οὐρανίων ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων αἰτίαν τὴν εἱμαρμένην ὑποτίθησι, τῶν δὲ ὑπὸ σελήνην τὴν φύσιν, τῶν δὲ ἀνθρωπίνων φρόνησιν καὶ πρόνοιαν καὶ ψυχήν, τὸ μὲν γλαφυρὸν ἐν ταῖς τοιαύταις διαιρέ-σεσι παρεχόμενος, τὸ δὲ ἀναγκαῖον οὐ συνορῶν. εἰ γὰρ μὴ μία τις εἴη δύναμις ἔμψυχος διήκουσα διὰ τοῦ παντὸς καὶ πάντα συνδοῦσα καὶ συνέχουσα, οὔτ’ ἂν εὐλόγως τὸ πᾶν οὔτε καλῶς διοικούμενον εἶναι δύναιτο. τῆς δ’ αὐτῆς ἦν ἄρ’ ἀβλεψίας καὶ πόλιν ἐλπίσαι ποτὲ καλῶς χωρὶς ἑνώσεως διαγενέσθαι καὶ τὸ πᾶν τόδε ἡγήσασθαι πάγκαλον τῷ λόγῳ διαφυλάξειν, οἷόν περ φαίνεται, μὴ συνδήσαντα καὶ συναρμόσαντα ἑνός τινος ὁμοίου κοινωνίᾳ. καὶ τοιοῦτον μέν τι πρᾶγμα τὸ διοικοῦν ἕκαστα εἶναί φησιν, οἷον ἀρχὴν εἶναι κινήσεως, τοῦτο δὲ εἶναι ψυχὴν οὐ βούλεται, καίτοι τοῦ Πλάτωνος αὖ δει-κνύντος ὅτι τοῖς κινουμένοις ἅπασιν ἀρχὴ καὶ πηγὴ τῆς κινήσεως ἡ ψυχή. καὶ ὃ μὲν ἂν ἔργον εἴη ψυχῆς λογικῆς καὶ φρονίμου τὸ μηδὲν μάτην ποιεῖν, τοῦτο ἀνατίθησι τῇ φύσει, τοῦ δὲ ὀνόματος αὐτῇ τῆς ψυχῆς οὐ μεταδίδω-σιν, ὥσπερ ἐκ τῶν ὀνομάτων, ἀλλ’ οὐκ ἐκ τῶν δυνάμεων τῶν πραγμάτων λαμβανομένων. ιγ. ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΔΙΑΠΑΙΞΑΝΤΑ ΚΑΙ ΤΑΣ ΠΑΡΑ ΠΛΑΤΩΝΙ ΙΔΕΑΣ ΑΣ ΟΥΚ ΑΓΝΟΕΙΝ ΚΑΙ ΟΙ ΕΒΡΑΙΩΝ ΗΔΗ ΠΡΟΤΕΡΟΝ ΣΥΝΕΣΤΗΣΑΝ ΛΟΓΟΙ Τὸ δὲ κεφάλαιον καὶ τὸ κῦρος τῆς Πλάτωνος αἱρέσεως, ἡ περὶ τῶν νοητῶν διάταξις, ἠτίμασται καὶ προπεπηλάκισται καὶ παντοίως, τό γε ἐξὸν ἐπ’ Ἀριστοτέλει, περιύβρισται. οὐ γὰρ δυνάμενος ἐννοῆσαι διότι τὰ μεγάλα καὶ θεῖα καὶ περιττὰ τῶν πραγμάτων παραπλησίου τινὸς δυνάμεως εἰς ἐπίγνω-σιν δεῖται, τῇ δ’ αὑτοῦ λεπτῇ καὶ ταπεινῇ δριμύτητι πιστεύων, ἥτις διαδῦναι μὲν τῶν ἐπὶ γῆς πραγμάτων καὶ τὴν ἐν τούτοις ἀλήθειαν ἰδεῖν ἐδύνατο, τῆς δ’ ὄντως ἀληθείας ἐποπτεῦσαι τὸ πεδίον οὐχ οἵα τε ἦν, αὑτῷ κανόνι καὶ κριτῇ τῶν ὑπὲρ αὐτὸν χρησάμενος ἀπέγνω τινὰς εἶναι ἰδίας φύσεις, οἵας Πλάτων ἔγνω, λήρους δὲ καὶ τερετίσματα καὶ φλυαρίας ἐτόλμησεν εἰπεῖν τὰ τῶν ὄντων ἀνώτατα. τὸ μὲν οὖν ἄκρον τε καὶ ἔσχατον τῶν Πλάτωνος φιλοσοφημά-των ἐστὶ τὸ περὶ τὴν νοητὴν ταύτην καὶ ἀί̈διον οὐσίαν τὴν τῶν ἰδεῶν, ἔνθα δὴ πόνος τε καὶ ἀγὼν ἔσχατος ψυχῇ πρόκειται.3 ὁ μὲν γὰρ μετασχὼν καὶ ἐφικόμενος αὐτῆς πάντως εὐδαίμων, ὁ δὲ ἀπολειφθεὶς καὶ ἀδυνατήσας θεωρὸς γενέσθαι πάντως ἄμοιρος εὐδαιμονίας καταλείπεται. καὶ διὰ τοῦτο Πλάτων τε πανταχῆ διαγωνίζεται, δεικνὺς τὴν ἰσχὺν τούτων τῶν φύσεων· οὔτε γὰρ αἰτίαν ὡντινωνοῦν ἀποδοῦναί φησιν οἷόν τε εἶναι καλῶς, ἂν μὴ τού-των μεθέξει, οὔτε γνῶσίν τινος ἀληθοῦς, ἂν μὴ τῇ πρὸς ταῦτα ἀναφορᾷ, ἀλλ’ οὐδὲ λόγου μετέσεσθαί τισιν, εἰ μὴ τὴν τούτων οὐσίαν ὁμολογήσειαν· οἵ τ’ αὖ τὰ τοῦ Πλάτωνος συνιστάναι ἐγνωκότες τὸν πλεῖστον ἀγῶνα τῶν λόγων ἐν τούτῳ τίθενται πάνυ ἀναγκαίως. οὐδὲν γὰρ ἔτι τὸ Πλατωνικὸν ἀπολείπεται, εἰ μὴ τὰς πρώτας καὶ ἀρχικωτάτας φύσεις ταύτας συγχωρήσεταί τις αὐτοῖς ὑπὲρ Πλάτωνος. ταῦτα γάρ ἐστιν οἷς μάλιστα τῶν ἄλλων ὑπερέχει. νοή-σας γὰρ θεὸν πρὸς αὐτὰ τῶν ἁπάντων πατέρα καὶ δημιουργὸν καὶ δεσπότην καὶ κηδεμόνα καὶ γνωρίζων ἐκ τῶν ἔργων τὸν τεχνίτην πρότερον νοῆσαι τοῦτο ὃ μέλλει δημιουργήσειν, εἶθ’ οὕτω τῷ νοηθέντι κατόπιν ἐπὶ τῶν πραγμάτων προσάγειν τὴν ὁμοιότητα, ταὐτὸν δή, τὰ τοῦ θεοῦ νοήματα πρεσβύτερα τῶν πραγμάτων, τὰ τῶν γενομένων παραδείγματα ἀσώματα καὶ νοητά, κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα ἀεί, μάλιστα μὲν καὶ πρώτως αὐτὰ ὄντα, παραίτια δὲ καὶ τοῖς ἄλλοις τοῦ εἶναι τοιαῦτα ἕκαστα, οἷά περ ἐστί, κατὰ τὴν πρὸς αὐτὰ ὁμοιότητα συνιδὼν ὁ Πλάτων ὄντα οὐ ῥᾷστα ὀφθῆναι, οὐ μὴν οὐδὲ λόγῳ σαφῶς δηλωθῆναι δυνάμενα, αὐτὸς ὡς οἷόν τε ἦν ὑπὲρ αὐτῶν εἰπεῖν καὶ φρονῆσαι καὶ παρασκευάσαι τοὺς μέλλοντας ἐπακολουθήσειν πραγματευσά-μενος ταῦτα καὶ τὴν σύμπασαν αὑτοῦ φιλοσοφίαν εἰς τοῦτο συνταξάμενος, περὶ ταῦτά φησι καὶ τὴν τούτων νόησιν καὶ τὴν σοφίαν εἶναι καὶ τὴν ἐπιστή-μην, δι’ ἧς τὸ ἀνθρώπινον τέλος καὶ ἡ μακαριστὴ βιοτὴ παραγίνεται. Τοσαῦτα ὁ Ἀττικός. παρῆν δὲ καὶ τούτων ἔτι πλείω ἐκ τῆς δηλωθείσης παραθέσθαι τοῦ ἀνδρὸς γραφῆς· πλὴν ἀλλὰ τοῖς ἐκτεθεῖσιν ἀρκεσθέντες μεταβησόμεθα καὶ ἐπὶ τὴν τῶν Στωϊκῶν αἵρεσιν. Σωκράτους τοίνυν ἀκουστὴς ἐγένετο Ἀντισθένης, Ἡρακλεωτικός τις ἀνὴρ τὸ φρόνημα, ὃς ἔφη τοῦ ἥδεσθαι τὸ μαίνεσθαι κρεῖττον εἶναι· διὸ καὶ παρῄνει τοῖς γνωρίμοις μηδέποτε χάριν ἡδονῆς δάκτυλον ἐκτείνειν. τούτου δὲ ἀκουστὴς γέ-γονε Διογένης ὁ Κύων, ὃς καὶ αὐτὸς θηριωδέστατα φρονεῖν δόξας πολλοὺς
PG 21:1347ἐπηγάγετο. τοῦτον Κράτης διεδέξατο· Κράτητος δὲ ἐγένετο Ζήνων ὁ Κι-τιεύς, ὁ τῆς τῶν Στωϊκῶν φιλοσόφων αἱρέσεως καταστὰς ἀρχηγός. Ζήνωνα δὲ Κλεάνθης διεδέξατο, Κλεάνθην δὲ Χρύσιππος, τοῦτον δὲ Ζήνων ἕτερος καὶ οἱ καθεξῆς. λέγονται δ’ οὗτοι πάντες διαφερόντως καὶ βίου στερροῦ καὶ διαλεκτικῆς ἐπιμεληθῆναι. τά γέ τοι τῆς κατ’ αὐτοὺς φιλοσοφίας δόγ-ματα ὧδέ πως ἔχει· ιδ. ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΣΤΩΙΚΩΝ ΦΙΛΟΣΟΦΙΑΣ ΟΠΩΣ ΤΕ Ο ΖΗΝΩΝ ΤΟΝ ΠΕΡΙ ΑΡΧΩΝ ΑΠΕΔΙΔΟΥ ΛΟΓΟΝ· ΑΠΟ ΤΟΥ ΕΒΔΟΜΟΥ ΠΕΡΙ ΦΙΛΟΣΟΦΙΑΣ ΑΡΙΣΤΟΚΛΕΟΥΣ Στοιχεῖον εἶναί φασι τῶν ὄντων τὸ πῦρ, καθάπερ Ἡράκλειτος, τούτου δ’ ἀρχὰς ὕλην καὶ θεόν, ὡς Πλάτων. ἀλλ’ οὗτος ἄμφω σώματά φησιν εἶναι, καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον, ἐκείνου τὸ πρῶτον ποιοῦν αἴτιον ἀσώματον εἶναι λέγοντος. ἔπειτα δὲ καὶ κατά τινας εἱμαρμένους χρόνους ἐκπυροῦσθαι τὸν σύμπαντα κόσμον, εἶτ’ αὖθις πάλιν διακοσμεῖσθαι. τὸ μέντοι πρῶτον πῦρ εἶναι καθαπερεί τι σπέρμα, τῶν ἁπάντων ἔχον τοὺς λόγους καὶ τὰς αἰτίας τῶν γεγονότων καὶ τῶν γιγνομένων καὶ τῶν ἐσομένων· τὴν δὲ τούτων ἐπιπλοκὴν καὶ ἀκολουθίαν εἱμαρμένην καὶ ἐπιστήμην καὶ ἀλήθειαν καὶ νόμον εἶναι τῶν ὄντων ἀδιάδραστόν τινα καὶ ἄφυκτον. ταύτη δὲ πάντα διοικεῖσθαι τὰ κατὰ τὸν κόσμον ὑπέρευ, καθάπερ ἐν εὐνομωτάτῃ τινὶ πολιτείᾳ. ιε. ΟΠΟΙΑΝ ΔΟΞΑΝ ΕΠΑΓΟΝΤΑΙ ΟΙ ΣΤΩΙΚΟΙ ΠΕΡΙ ΘΕΟΥ ΚΑΙ ΠΕΡΙ ΣΥΣΤΑΣΕΩΣ ΤΟΥ ΠΑΝΤΟΣ· ΑΠΟ ΤΗΣ ΕΠΙΤΟΜΗΣ ΑΡΕΙΟΥ ΔΙΔΥΜΟΥ Ὅλον δὲ τὸν κόσμον σὺν τοῖς ἑαυτοῦ μέρεσι προσαγορεύουσι θεόν· τοῦτον δὲ ἕνα μόνον εἶναί φασι καὶ πεπερασμένον καὶ ζῷον καὶ ἀί̈διον καὶ θεόν. ἐν γὰρ τούτῳ πάντα περιέχεσθαι τὰ σώματα, κενὸν δὲ μηδὲν ὑπάρχειν ἐν αὐτῷ. τὸ γὰρ ἐκ πάσης τῆς οὐσίας ποιὸν προσαγορεύεσθαι [κόσμον καὶ] τὸ κατὰ τὴν διακόσμησιν τὴν τοιαύτην καὶ διάταξιν ἔχον. διὸ κατὰ μὲν τὴν προτέραν ἀπόδοσιν ἀί̈διον τὸν κόσμον εἶναί φασι, κατὰ δὲ τὴν διακόσμησιν γενητὸν καὶ μεταβλητὸν κατὰ περιόδους ἀπείρους γεγονυίας τε καὶ ἐσομένας. καὶ τὸ μὲν ἐκ τῆς πάσης οὐσίας ποιὸν κόσμον ἀί̈διον εἶναι καὶ θεόν· λέγεσθαι δὲ κόσμον σύστημα ἐξ οὐρανοῦ καὶ ἀέρος καὶ γῆς καὶ θαλάττης καὶ τῶν ἐν αὐτοῖς φύσεων· λέγεσθαι δὲ κόσμον καὶ τὸ οἰκητήριον θεῶν καὶ ἀνθρώπων [καὶ] [τὸν ἐκ θεῶν καὶ ἀνθρώπων] καὶ τῶν ἕνεκα τούτων γενομένων συνεστῶτα. ὃν γὰρ τρόπον πόλις λέγεται διχῶς, τό τε οἰκητήριον καὶ τὸ ἐκ τῶν ἐνοικούντων σὺν τοῖς πολίταις σύστημα, οὕτως καὶ ὁ κόσμος οἱονεὶ πόλις ἐστὶν ἐκ θεῶν καὶ ἀνθρώπων συνεστῶσα, τῶν μὲν θεῶν τὴν ἡγεμονίαν ἐχόντων, τῶν δὲ ἀνθρώπων ὑποτεταγμένων. κοινωνίαν δ’ ὑπάρχειν πρὸς ἀλλήλους διὰ τὸ λόγου μετέχειν, ὅς ἐστι φύσει νόμος· τὰ δ’ ἄλλα πάντα γεγονέναι τούτων ἕνεκα. οἷς ἀκολούθως νομιστέον προνοεῖν τῶν ἀνθρώπων τὸν τὰ ὅλα διοικοῦντα θεόν, εὐεργετικὸν ὄντα καὶ χρηστὸν καὶ φιλάνθρωπον δίκαιόν τε καὶ πάσας ἔχοντα τὰς ἀρετάς. διὸ δὴ καὶ Ζεὺς λέγεται ὁ κόσμος, ἐπειδὴ τοῦ ζῆν αἴτιος ἡμῖν ἐστι. καθ’ ὅσον δὲ εἰρομένῳ λόγῳ πάντα διοικεῖ ἀπαρα-βάτως ἐξ ἀϊδίου προσονομάζεσθαι Εἱμαρμένην· Ἀδράστειαν δὲ, ὅτι οὐδὲν ἔστιν αὐτὸν ἀποδιδράσκειν· Πρόνοιαν δ’ ὅτι πρὸς τὸ χρήσιμον οἰκονομεῖ ἕκαστα. ἡγεμονικὸν δὲ τοῦ κόσμου Κλεάνθει μὲν ἤρεσε τὸν ἥλιον εἶναι διὰ τὸ μέγιστον τῶν ἄστρων ὑπάρχειν καὶ πλεῖστα συμβάλλεσθαι πρὸς τὴν τῶν ὅλων διοίκησιν, ἡμέραν καὶ ἐνιαυτὸν ποιοῦντα καὶ τὰς ἄλλας ὥρας. τισὶ δὲ τῶν ἀπὸ τῆς αἱρέσεως ἔδοξε γῆν τὸ ἡγεμονικὸν εἶναι τοῦ κόσμου, Χρυσίππῳ δὲ τὸν αἰθέρα τὸν καθαρώτατον καὶ εἰλικρινέστατον, ἅτε πάντων εὐκινητότατον ὄντα καὶ τὴν ὅλην περιάγοντα τοῦ κόσμου φοράν. Ταῦτα μὲν ἡμῖν ἀπὸ τῆς Ἐπιτομῆς Ἀρείου Διδύμου προκείσθω· πρὸς δὲ τὴν περὶ θεοῦ τῶν Στωϊκῶν δόξαν ἀπαρκεῖ παραθέσθαι τὰς Πορφυρίου λέξεις ἐν τοῖς πρὸς Βόηθον ἀντιγραφεῖσιν αὐτῷ Περὶ ψυχῆς τοῦτον ἐχούσας τὸν τρόπον· ι. ΠΟΡΦΥΡΙΟΥ ΠΡΟΣ ΤΗΝ ΤΩΝ ΣΤΩΙΚΩΝ ΠΕΡΙ ΘΕΟΥ ΔΟΞΑΝ Τὸν δὲ θεὸν οὐκ ὀκνοῦσι πῦρ νοερὸν εἰπόντες ἀί̈διον καταλείπειν καὶ φθείρειν μὲν πάντα λέγειν καὶ ἐπινέμεσθαι, ὡς τοιοῦτον ὂν πῦρ οἷον τὸ ἡμῖν συνεγνωσμένον, ἀντιλέγειν τε τῷ Ἀριστοτέλει παραιτουμένῳ τὸν αἰθέρα ἐκ πυρὸς λέγειν τοιούτου. ἀπαιτούμενοι δὲ πῶς τὸ τοιοῦτον ἐπιδιαμένει πῦρ, ἀλλοῖον μὲν πῦρ οὐ λέγουσιν εἶναι, τὸ τοιοῦτον δ’ εἰπόντες καὶ πιστεύειν αὐτοῖς ἀξιώσαντες εἰποῦσι τῇ ἀλόγῳ πίστει ταύτῃ ἐπισυνάπτουσιν, ὅτι καὶ ἀί̈διόν ἐστι, καίπερ ἐκ μέρους καὶ τὸ αἰθέριον σβέννυσθαι καὶ ἀνάπτεσθαι τιθέντες. ἀλλὰ τὴν τούτων πρὸς μὲν τὰ αὑτῶν ἀβλεψίαν, πρὸς δὲ τὰ τῶν πα-λαιῶν ῥᾳθυμίαν τε καὶ καταφρόνησιν τί ἄν τις ἐπιὼν ἐπὶ πλέον μηκύνοι; ιζ. ΟΤΙ ΟΥΚ ΑΝ ΕΙΗ ΣΩΜΑ ΤΟ ΟΝ ΚΑΤΑ ΤΟΥΣ ΣΤΩΙΚΟΥΣ· ΑΠΟ ΤΟΥ ΠΡΩΤΟΥ ΠΕΡΙ ΤΑΓΑΘΟΥ ΝΟΥΜΗΝΙΟΥ Ἀλλὰ τί δή ἐστι τὸ ὄν; ἆρα ταυτὶ τὰ στοιχεῖα τὰ τέτταρα, ἡ γῆ καὶ τὸ πῦρ καὶ αἱ ἄλλαι δύο μεταξὺ φύσεις; ἆρα οὖν δὴ τὰ ὄντα ταῦτά ἐστιν, ἤτοι ξυλλήβδην ἢ καθ’ ἕν γέ τι αὐτῶν; Καὶ πῶς, ἅ γέ ἐστι καὶ γενητὰ καὶ παλιν-άγρετα, εἴ γε ἔστιν ὁρᾶν αὐτὰ ἐξ ἀλλήλων γινόμενα καὶ ἐπαλλασσόμενα καὶ μήτε στοιχεῖα ὑπάρχοντα μήτε συλλαβάς; Σῶμα μὲν ταυτὶ οὕτως οὐκ ἂν εἴη τὸ ὄν. ἀλλ’ ἄρα ταυτὶ μὲν οὔ, ἡ δ’ ὕλη δύναται εἶναι ὄν; Ἀλλὰ καὶ αὐτὴ[ν] παντὸς μᾶλλον ἀδύνατον, ἀρρωστίᾳ τοῦ μένειν· ποταμὸς γὰρ ἡ ὕλη ῥοώδης καὶ ὀξύρροπος, βάθος καὶ πλάτος καὶ μῆκος ἀόριστος καὶ ἀνήνυτος. Καὶ μετὰ βραχέα ἐπιλέγει· Ὥστε καλῶς ὁ λόγος εἴρηκε φάς, εἰ ἔστιν ἄπειρος ἡ ὕλη, ἀόριστον εἶναι αὐτήν· εἰ δὲ ἀόριστος, ἄλογος· εἰ δὲ ἄλογος, ἄγνωστος. ἄγνωστον δέ γε οὖσαν αὐτὴν ἀναγκαῖον εἶναι ἄτακτον, ὡς τεταγμένα γνωσθῆναι πάνυ δήπου-θεν ἂν εἴη ῥᾴδια· τὸ δὲ ἄτακτον οὐχ ἕστηκεν, ὅ τι δὲ μὴ ἕστηκεν, οὐκ ἂν εἴη ὄν. τοῦτο δὲ ἦν ὅπερ ἡμῖν αὐτοῖς ὡμολογησάμεθα ἐν τοῖς ἔμπροσθεν, ταυτὶ πάντα συνενεχθῆναι τῷ ὄντι ἀθέμιστον εἶναι. Δοξάτω μάλιστα μὲν πᾶσιν, εἰ δὲ μή, ἀλλ’ ἐμοί. Οὐκοῦν φημι τὴν ὕλην οὔτε αὐτὴν οὔτε τὰ σώματα εἶναι ὄν. Τί οὖν δή; ἦ ἔχομεν παρὰ ταῦτα ἄλλο τι ἐν τῇ φύσει τῇ τῶν ὅλων; Ναί. τοῦτο οὐδὲν εἰπεῖν ποικίλον, εἰ τόδε πρῶτον μὲν ἐν ἡμῖν αὐτοῖς ἅμα πειρα-θείημεν διαλεγόμενοι· ἐπειδὴ τὰ σώματά ἐστι φύσει τεθνηκότα καὶ νεκρὰ καὶ πεφορημένα καὶ οὐδ’ ἐν ταὐτῷ μένοντα, ἆρ’ οὐχὶ τοῦ καθέξοντος αὐτοῖς ἔδει; Παντὸς μᾶλλον. Εἰ μὴ τύχοι δὲ τούτου, ἆρα μείνειεν ἄν; Παντὸς ἧττον. Τί οὖν ἐστι τὸ κατασχῆσον; εἰ μὲν δὴ καὶ τοῦτο εἴη σῶμα, Διὸς Σω-τῆρος δοκεῖ ἂν ἐμοὶ δεηθῆναι αὐτὸ παραλυόμενον καὶ σκιδνάμενον. εἰ μέν-τοι χρὴ αὐτὸ ἀπηλλάχθαι τῆς τῶν σωμάτων πάθης, ἵνα κἀκείνοις κεκυκημένοις τὴν φθορὰν ἀμύνειν δύνηται καὶ κατέχῃ, ἐμοὶ μὲν οὐ δοκεῖ ἄλλο τι εἶναι ἢ μόνον γε τὸ ἀσώματον· αὕτη γὰρ δὴ φύσεων πασῶν μόνη ἕστηκε καὶ ἔστιν ἀραρυῖα καὶ οὐδὲν σωματική. οὔτε γοῦν γίνεται οὔτε αὔξεται οὔτε κίνησιν κινεῖται ἄλλην οὐδεμίαν, καὶ διὰ ταῦτα καλῶς δίκαιον ἐφάνη πρεσβεῦσαι τὸ ἀσώματον.
ιη. ΟΠΩΣ ΟΙ ΣΤΩΙΚΟΙ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΠΑΝΤΟΣ ΕΚΠΥΡΩΣΕΩΣ ΔΟΞΑΖΟΥΣΙΝ Ἀρέσκει δὲ τοῖς πρεσβυτάτοις τῶν ἀπὸ τῆς αἱρέσεως ταύτης ἐξαιθεροῦ-σθαι πάντα, κατὰ περιόδους τινὰς τὰς μεγίστας εἰς πῦρ αἰθερῶδες ἀναλυο-μένων πάντων. Καὶ ἑξῆς ἐπάγει· Ἐκ τούτων δὲ δῆλον ὅτι Χρύσιππος ἐπὶ τῆς οὐσίας οὐ ταύτην παρεί-ληφε τὴν σύγχυσιν· ἀδύνατον γάρ· ἀλλὰ τὴν ἀντὶ τῆς μεταβολῆς λεγομένην. οὐ γὰρ ἐπὶ τῆς τοῦ κόσμου κατὰ περιόδους τὰς μεγίστας γινομένης φθορᾶς κυρίως παραλαμβάνουσι τὴν φθορὰν οἱ τὴν εἰς πῦρ ἀνάλυσιν τῶν ὅλων δογματί-ζοντες, ἣν δὴ καλοῦσιν ἐκπύρωσιν, ἀλλ’ ἀντὶ τῆς κατὰ φύσιν μεταβολῆς χρῶνται τῇ προσηγορίᾳ τῆς φθορᾶς. ἀρέσκει γὰρ τοῖς Στωϊκοῖς φιλοσόφοις τὴν ὅλην οὐσίαν εἰς πῦρ μεταβάλλειν, οἷον εἰς σπέρμα, καὶ πάλιν ἐκ τούτου αὐτὴν ἀποτελεῖσθαι τὴν διακόσμησιν, οἵα τὸ πρότερον ἦν. καὶ τοῦτο τὸ δόγμα τῶν ἀπὸ τῆς αἱρέσεως οἱ πρῶτοι καὶ πρεσβύτατοι προσήκαντο, Ζήνων τε καὶ Κλε-άνθης καὶ Χρύσιππος. τὸν μὲν γὰρ τούτου μαθητὴν καὶ διάδοχον τῆς σχολῆς Ζήνωνά φασιν ἐπισχεῖν περὶ τῆς ἐκπυρώσεως τῶν ὅλων. ιθ. ΟΠΩΣ ΔΟΞΑΖΟΥΣΙΝ ΟΙ ΣΤΩΙΚΟΙ ΠΕΡΙ ΤΗΣ ΠΑΛΙΓΓΕΝΕΣΙΑΣ ΤΩΝ ΟΛΩΝ Ἐπὶ τοσοῦτον δὲ προελθὼν ὁ κοινὸς λόγος καὶ κοινὴ φύσις μείζων καὶ πλείων γενομένη τέλος ἀναξηράνασα πάντα καὶ εἰς ἑαυτὴν ἀναλαβοῦσα ἐν τῇ πάσῃ οὐσίᾳ γίνεται, ἐπανελθοῦσα εἰς τὸν πρῶτον ῥηθέντα λόγον καὶ εἰς τὴν ἀνάστασιν ἐκείνην τὴν ποιοῦσαν ἐνιαυτὸν τὸν μέγιστον, καθ’ ὃν ἀπ’ αὐτῆς μόνης εἰς αὐτὴν πάλιν γίνεται ἡ ἀποκατάστασις. ἐπανελθοῦσα δὲ διὰ τάξιν, ἀφ’ οἵας διακοσμεῖν ὡσαύτως ἤρξατο, κατὰ λόγον πάλιν τὴν αὐτὴν διεξαγωγὴν ποιεῖται, τῶν τοιούτων περιόδων ἐξ ἀϊδίου γινομένων ἀκατα-παύστως. οὔτε γὰρ τῆς αἰτίας ἀρχὴν κἀπόπαυσιν οἷόν τε γίνεσθαι οὔτε τοῦ διοικοῦντος αὐτά. οὐσίαν τε γὰρ τοῖς γινομένοις ὑφεστάναι δεῖ, πεφυκυῖαν ἀναδέχεσθαι τὰς μεταβολὰς πάσας, καὶ τὸ δημιουργῆσον ἐξ αὐτῆς, οἵα γὰρ ἐφ’ ἡμῶν τίς ἐστι φύσις δημιουργοῦσα, τοιούτου τινὸς κατ’ ἀνάγκην ὄντος καὶ ἐν τῷ κόσμῳ ἀγενήτου. γενέσεως γὰρ ἀρχὴν οὐχ οἷόν τε εἶναι ἐπὶ τῆς φύσεως ταύτης· ὃν τρόπον δ’ ἀγένητός ἐστι καὶ ἀναιρεθῆναι ἀδύνατον αὐτήν ἐστιν, οὔτε αὐτῆς ἐξ αὑτῆς οὔτε ἔξωθέν τινος ἀναιρήσοντος αὐτήν. κ. ΟΠΩΣ ΔΟΞΑΖΟΥΣΙΝ ΟΙ ΣΤΩΙΚΟΙ ΠΕΡΙ ΨΥΧΗΣ Τὸ δὲ σπέρμα φησὶν ὁ Ζήνων εἶναι ὃ μεθίησιν ἄνθρωπος πνεῦμα μεθ’ ὑγροῦ, ψυχῆς μέρος [καὶ] ἀπόσπασμα καὶ τοῦ σπέρματος τοῦ τῶν προγόνων κέρασμα καὶ μίγμα τῶν τῆς ψυχῆς μερῶν συνεληλυθός· ἔχον γὰρ τοὺς λόγους τῷ ὅλῳ τοὺς αὐτοὺς τοῦτο, ὅταν ἀφεθῇ εἰς τὴν μήτραν, συλληφθὲν ὑπ’ ἄλ-λου πνεύματος μέρος ψυχῆς τῆς τοῦ θήλεος καὶ συμφυὲς γενόμενον κρυφθέν τε φύει κινούμενον καὶ ἀναρριπιζόμενον ὑπ’ ἐκείνου, προσλαμβάνον ἀεὶ εἰς τὸ ὑγρὸν καὶ αὐξόμενον ἐξ ἑαυτοῦ. Καὶ μετὰ βραχέα ἐπιλέγει· Περὶ δὲ ψυχῆς Κλεάνθης μὲν τὰ Ζήνωνος δόγματα παρατιθέμενος πρὸς σύγκρισιν τὴν πρὸς τοὺς ἄλλους φυσικούς φησιν ὅτι Ζήνων τὴν ψυχὴν λέγει αἰσθητικὴν ἀναθυμίασιν, καθάπερ Ἡράκλειτος. βουλόμενος γὰρ ἐμφανί-σαι ὅτι αἱ ψυχαὶ ἀναθυμιώμεναι νοεραὶ ἀεὶ γίνονται, εἴκασεν αὐτὰς τοῖς ποτα-μοῖς, λέγων οὕτως· Ποταμοῖσι τοῖσιν αὐτοῖσιν ἐμβαίνουσιν ἕτερα καὶ ἕτερα ὕδατα ἐπιρρεῖ· καὶ ψυχαὶ δὲ ἀπὸ τῶν ὑγρῶν ἀναθυμιῶνται.3 ἀναθυμίασιν μὲν οὖν ὁμοίως τῷ Ἡρακλείτῳ τὴν ψυχὴν ἀποφαίνει Ζήνων, αἰσθητικὴν δὲ αὐτὴν εἶναι διὰ τοῦτο λέγει ὅτι τυποῦσθαί τε δύναται τὸ μέρος τὸ ἡγούμενον αὐτῆς ἀπὸ τῶν ὄντων καὶ ὑπαρχόντων διὰ τῶν αἰσθητηρίων καὶ παραδέχεσθαι τὰς τυπώσεις. ταῦτα γὰρ ἴδια ψυχῆς ἐστι. Καὶ μεθ’ ἕτερα· Εἶναι δὲ ψυχὴν ἐν τῷ ὅλῳ φασίν, ὃ καλοῦσιν αἰθέρα, καὶ ἀέρα κύκλῳ περὶ τὴν γῆν καὶ θάλασσαν, καὶ ἐκ τούτων ἀναθυμιάσεις· τὰς δὲ λοιπὰς ψυ-χὰς προσπεφυκέναι ταύτῃ, ὅσαι τε ἐν ζῴοις εἰσὶ καὶ ὅσαι ἐν τῷ περιέχοντι· διαμένειν γὰρ ἔτι τὰς τῶν ἀποθανόντων ψυχάς. ἔνιοι δὲ τὴν μὲν τοῦ ὅλου ἀί̈διον, τὰς δὲ λοιπὰς συμμίγνυσθαι ἐπὶ τελευτῇ εἰς ἐκείνην. ἔχειν δὲ πᾶσαν ψυχὴν ἡγεμονικόν τι ἐν αὑτῇ, ὃ δὴ ζωὴ καὶ αἴσθησίς ἐστι καὶ ὁρμή. Καὶ ἔτι μετ’ ὀλίγα· Τὴν δὲ ψυχὴν γενητήν τε καὶ φθαρτὴν λέγουσιν· οὐκ εὐθὺς δὲ τοῦ σώ-ματος ἀπαλλαγεῖσαν φθείρεσθαι, ἀλλ’ ἐπιμένειν τινὰς χρόνους καθ’ ἑαυτήν, τὴν μὲν τῶν σπουδαίων μέχρι τῆς εἰς πῦρ ἀναλύσεως τῶν πάντων, τὴν δὲ τῶν ἀφρόνων πρὸς ποσούς τινας χρόνους. τὸ δὲ διαμένειν τὰς ψυχὰς οὕτως λέγουσιν, ὅτι διαμένομεν ἡμεῖς ψυχαὶ γενόμενοι τοῦ σώματος χωρι-σθέντες καὶ εἰς ἐλάττω μεταβαλόντες οὐσίαν τὴν τῆς ψυχῆς. τὰς δὲ τῶν ἀφρόνων καὶ ἀλόγων ζῴων ψυχὰς συναπόλλυσθαι τοῖς σώμασι. Τοιαῦτα καὶ τὰ τῆς Στωϊκῆς φιλοσοφίας δόγματα ἀπὸ τῶν Ἐπιτομῶν Ἀρείου Διδύμου συνειλεγμένα. πρὸς δὲ τὴν περὶ ψυχῆς ἄτοπον τῶν ἀνδρῶν δόξαν ἀπαρκεῖ τὰ παρὰ Λογγίνῳ τῷ καθ’ ἡμᾶς συντόμως ἀντειρημένα διὰ τούτων· κα. ΛΟΓΓΙΝΟΥ ΠΡΟΣ ΤΗΝ ΤΩΝ ΣΤΩΙΚΩΝ ΠΕΡΙ ΨΥΧΗΣ ΔΟΞΑΝ ΑΝΤΙΡΡΗΣΙΣ Συνελόντι δ’ εἰπεῖν, πόρρω μοι δοκοῦσιν ἀφεστηκέναι τοῦ τὰ δέοντα λογίζεσθαι πάντες ἐφεξῆς ὁπόσοι τὴν ψυχὴν σῶμα ἀπεφήναντο. ποῦ γὰρ ὅλως ἐγχωρεῖ παραπλήσιον εἶναί τινι τῶν στοιχείων τὸ κατ’ αὐτὴν θεῖναι, ποῦ δὲ ἐπὶ τὰς κράσεις καὶ μίξεις ἀνενεγκεῖν; αἳ κατὰ πολλοὺς γιγνόμεναι τρόπους ἄλλων μὲν ἀμυθήτων ἰδέας σωμάτων ἀπογεννᾶν πεφύκασιν, ἐν οἷς εἰ καὶ μὴ συνεχῶς, ἀλλ’ οὖν πόρρωθεν ἰδεῖν ἔνι τὴν τῶν στοιχείων αἰτίαν καὶ τὴν πρὸς τὰ δεύτερα καὶ τρίτα τῶν πρώτων ἀφορμήν. τῶν δὲ περὶ ψυχὴν ἴχνος οὐδὲν οὐδὲ τεκμήριον ἐν τοῖς σώμασιν εὑρίσκεται, κἂν εἰ φιλοτιμοῖτό τις ὡς Ἐπίκουρος καὶ Χρύσιππος ἅπαντα λίθον κινεῖν καὶ πᾶσαν ἐρευνᾶν δύνα-μιν σώματος εἰς γένεσιν τῶν περὶ ψυχῆς πράξεων. τί γὰρ ἡ τοῦ πνεύ-ματος ἡμῖν λεπτότης πρὸ ἔργου γένοιτ’ ἂν εἰς φαντασίας καὶ λογισμούς; τί δέ; τῶν ἀτόμων σχῆμα τοσαύτην παρὰ τἄλλα ἔχειν δύναμιν καὶ τροπήν, ὥστε φρόνησιν γεννᾶν, ὅταν εἰς ἑτέρου πλάσιν ἐγκαταμιχθῇ σώματος; οἶμαι μὲν ὡς οὐδ’ εἰ τῶν Ἡφαίστου τις ὢν τύχοι τριπόδων καὶ θεραπαινῶν (ὧν φη-σιν Ὅμηρος τοὺς μὲν αὐτομάτους εἰς τὸν ἀγῶνα δι’ αὑτῶν χωρεῖν, τὰς δὲ συνεργάζεσθαι τῷ δεσπότῃ καὶ μηδενὸς οἵων οἱ ζῶντες ἔχουσι πλεονεκτη-μάτων ἀπολείπεσθαι), μή τί γε δὴ τῶν ἐκ ταὐτομάτου ψηγμάτων. καὶ αὖ τοῖς ἐπὶ τῶν αἰγιαλῶν προσέοικε λίθοις εἰς τὸ δύνασθαί τι περιττότερον ποιεῖν πρὸς αἴσθησιν. Ζήνωνι μὲν γὰρ καὶ Κλεάνθει νεμεσήσειέ τις ἂν δικαίως οὕτως σφόδρα ὑβριστικῶς περὶ αὐτῆς διαλεχθεῖσι καὶ ταὐτὸν ἄμφω τοῦ στε-ρεοῦ σώματος εἶναι τὴν ψυχὴν ἀναθυμίασιν φήσασι. τί γάρ, ὦ πρὸς θεῶν, κοινὸν ὅλως ἀναθυμιάσει καὶ ψυχῇ; ποῦ δὲ ἐγχωρεῖ νομίσαντας τούτῳ προσεοικέναι τήν θ’ ἡμετέραν καὶ τὴν τῶν ἄλλων ζῴων οὐσίαν τοῦτο μὲν φαντασίας καὶ μνήμας οἵους τε εἶναι σῴζειν διαρκεῖς, τοῦτο δὲ ὁρμὰς καὶ βουλήσεις τῶν λυσιτελούντων εἰς σύνεσιν πραγμάτων; ἦ τἄρα καὶ τοὺς θεοὺς καὶ τὸν διὰ πάντων παρήκοντα ὁμοίως ἐπιγείων τε καὶ οὐρανίων εἰς ἀναθυμίασιν καὶ καπνὸν καὶ τοιαύτην φλυαρίαν καταθήσομεν καὶ οὐδὲ τοὺς ποιητὰς αἰσχυ-νούμεθα, οἳ καίπερ ἀκριβῆ σύνεσιν τῶν θεῶν οὐκ ἔχοντες ὅμως τὰ μὲν ἐκ τῆς
PG 21:1353κοινῆς ἐπινοίας τῶν ἀνθρώπων, τὰ δ’ ἐξ ἐπι[π]νοίας τῶν Μουσῶν, ἣ κινεῖν αὐτοὺς ἐπὶ ταῦτα πέφυκε, σεμνότερα εἰρήκασι περὶ αὐτῶν καὶ οὐκ ἀναθυμιά-σεις οὐδ’ ἀέρας οὐδὲ πνεύματα καὶ λήρους; Ταῦτά σοι καὶ ὁ Λογγῖνος, ἐπάκουσον δὲ καὶ Πλωτίνου τὰ τοιάδε πρὸς τοὺς αὐτοὺς ἀποτεινομένου· κβ. ΠΡΟΣ ΤΟΥΣ ΣΤΩΙΚΟΥΣ ΟΤΙ ΟΥ ΔΥΝΑΤΑΙ ΣΩΜΑΤΙΚΗ ΕΙΝΑΙ Η ΨΥΧΗ· ΑΠΟ ΤΟΥ Α περι ψυχης πλωτινου Εἰ δέ ἐστιν ἀθάνατος ἕκαστος ἡμῶν ἢ φθείρεται πᾶς ἢ τὰ μὲν αὐτοῦ ἄπεισιν εἰς σκέδασιν καὶ φθοράν, τὰ δὲ μένει εἰσαεὶ ἅπερ ἐστὶν αὐτός, ὧδ’ ἄν τις μάθοι κατὰ φύσιν ἐπισκοπούμενος. ἁπλοῦν μὲν δή τι οὐκ ἂν εἴη ἄνθρωπος, ἀλλ’ ἔστιν ἐν αὐτῷ ψυχή, ἔχει δὲ καὶ σῶμα, εἴτ’ οὖν ὄργανον [ὂν] ἡμῖν, εἴτε ἕτερον τρόπον προσηρτημένον. ἀλλ’ οὖν διῃρήσθω τε ταύτη καὶ ἑκατέρου τὴν φύσιν τε καὶ οὐσίαν καταθεατέον. τὸ μὲν δὴ σῶμα, καὶ αὐτὸ συγκείμενον, οὔτε παρὰ τοῦ λόγου δύναται μένειν ἥ τε αἴσθησις ὁρᾷ λυόμενόν τε καὶ τηκόμενον καὶ παντοίους ὀλέθρους δεχόμενον, ἑκάστου τε τῶν ἐνόντων πρὸς τὸ αὑτοῦ φερομένου φθείροντός τε ἄλλου ἕτερον καὶ μεταβάλλοντος εἰς ἄλλο καὶ ἀπολλύντος, καὶ μάλιστα ὅταν ψυχὴ ἡ φίλα ποιοῦσα μὴ παρῇ τοῖς ὄγκοις. κἂν μονωθῇ δὲ ἕκαστον γενόμενον, ἓν οὐκ ἔστι, λύσιν δεχόμενον εἴς τε μορφὴν καὶ ὕλην, ἐξ ὧν ἀνάγκη καὶ τὰ ἁπλᾶ τῶν σωμάτων τὰς συστάσεις ἔχειν. καὶ μὴν καὶ μέγεθος ἔχοντα, ἅτε σώματα ὄντα, τεμνόμενά τε καὶ εἰς μικρὰ θραυόμενα, καὶ ταύτη φθορὰν ἂν ὑπομένοι. ὥστε εἰ μὲν μέρος ἡμῶν τοῦτο, οὐ τὸ πᾶν ἀθάνατοι, εἰ δ’ ὄργανον, ἔδει γε αὐτὸ εἰς χρόνον τινὰ δοθὲν τοιοῦτον τὴν φύσιν εἶναι. τὸ δὲ κυριώτατον καὶ αὐτὸς ὁ ἄνθρωπος, εἴπερ κατὰ τὸ εἶδος, ὡς πρὸς ὕλην τὸ σῶμα ἢ κατὰ τὸ χρώμενον ὡς πρὸς ὄργανον, ἑκατέρως δὲ ἡ ψυχὴ αὐτός. Τοῦτο οὖν τίνα φύσιν ἔχει; ἢ σῶμα μὲν ὂν πάντως ἀναλυτέον· σύνθετον γὰρ πᾶν γε σῶμα. εἰ δὲ μὴ σῶμα εἴη, ἀλλὰ φύσεως ἄλλης, κἀκείνην ἢ κατὰ τὸν αὐτὸν τρόπον ἢ κατὰ ἄλλον σκεπτέον. [πρῶτον δὲ σκεπτέον] εἰς ὅ τι δεῖ τοῦτο τὸ σῶμα, ὃ λέγουσι ψυχήν, ἀναλύειν. ἐπεὶ γὰρ ζωὴ ψυχῇ πάρ-εστιν ἐξ ἀνάγκης, ἀνάγκη τοῦτο τὸ σῶμα, τὴν ψυχήν, εἰ μὲν ἐκ δύο σωμάτων ἢ πλειόνων εἴη, ἤτοι ἑκάτερον αὐτῶν ἢ ἕκαστον ζωὴν σύμφυτον ἔχειν· ἢ τὸ μὲν ἔχειν, τὸ δὲ μή, ἢ μηδὲ ἕτερον [ἢ] μηδὲν ἔχειν. εἰ μὲν δὴ ἑνὶ αὐτῶν προσείη τὸ ζῆν, αὐτὸ τοῦτο ἂν εἴη ψυχή. τί ἂν οὖν εἴη σῶμα, ζωὴν παρ’ αὑτοῦ ἔχον; πῦρ γὰρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ ἄψυχα παρ’ αὑτῶν, καὶ ὅτῳ πάρ-εστι τούτων ψυχή, τοῦτο ἐπακτῷ κέχρηται τῇ ζωῇ. ἄλλα δὲ παρὰ ταῦτα σώματα οὐκ ἔστι· καὶ οἷς δὲ δοκεῖ εἶναι στοιχεῖα τούτων ἕτερα, σώματα οὐ ψυχαὶ ἐλέχθησαν εἶναι οὐδὲ ζωὴν ἔχοντα. εἰ δὲ μηδενὸς αὐτῶν ζωὴν ἔχοντος ἡ σύνοδος πεποίηκε ζωήν, ἄτοπον. εἰ δὲ ἕκαστον ζωὴν ἔχει, καὶ ἓν ἀρκεῖ· μᾶλλον δὲ ἀδύνατον συμφόρησιν σωμάτων ζωὴν ἐργάζεσθαι καὶ νοῦν γεννᾶν τὰ ἀνόητα. καὶ δὴ καὶ οὐχ ὁπωσοῦν κραθέντα ταῦτα φήσουσι γενέσθαι. δεῖ ἄρα εἶναι τὸ τάξον καὶ τὸ τῆς κράσεως αἴτιον· ὥστε τοῦτο τάξιν ἂν ἔχοι ψυ-χῆς. οὐ γὰρ ὅτι σύνθετον, ἀλλ’ οὐδὲ ἁπλοῦν ἂν εἴη σῶμα ἐν τοῖς οὖσιν ἄνευ ψυχῆς οὔσης ἐν τῷ παντί, εἴπερ λόγος προσελθὼν [ἐν] τῇ ὕλῃ σῶμα ποιεῖ, οὐδαμόθεν δ’ ἂν προσέλθοι λόγος ἢ παρὰ ψυχῆς. Εἰ δέ τις μὴ οὕτως, ἀλλὰ ἀτόμους ἢ ἀμερῆ συνελθόντα ψυχὴν ποιεῖν λέγοι, τῇ ἑνώσει καὶ ὁμοιοπαθείᾳ ἐλέγχοιτ’ ἂν καὶ τῇ παραθέσει, μὴ δι’ ὅλου οὐ γινομένου ἑνὸς οὐδὲ συμπαθοῦς ἐξ ἀπαθῶν καὶ μὴ ἑνοῦσθαι δυναμένων σωμάτων· ψυχὴ δ’ ἑαυτῇ συμπαθής· ἐκ δὲ ἀμερῶν σῶμα οὐδὲ μέγεθος ἂν γένοιτο. καὶ μὴν εἰ ἁπλοῦ ὄντος τοῦ σώματος τὸ μὲν ὅσον ὑλικὸν παρ’ αὑτοῦ ζωὴν ἔχειν οὐ φήσουσιν (ὕλη γὰρ ἄποιον), τὸ δὲ κατὰ τὸ εἶδος τεταγμέ-νον ἐπιφέρειν τὴν ζωήν· εἰ μὲν οὐσίαν φήσουσι τὸ εἶδος τοῦτο εἶναι, οὐ τὸ συναμφότερον, θάτερον δὲ τούτων ἔσται ἡ ψυχή· ὃ οὐκ ἔσται σῶμα, οὐ γὰρ ἐξ ὕλης καὶ αὐτό, ἢ πάλιν τὸν αὐτὸν τρόπον ἀναλύσομεν. εἰ δὲ πάθημα τῆς ὕλης, ἀλλ’ οὐκ οὐσίαν φήσουσιν εἶναι, ἀφ’ οὗ τὸ πάθημα καὶ ἡ ζωὴ εἰς τὴν ὕλην ἐλήλυθε λεκτέον αὐτοῖς. οὐ γὰρ δὴ ἡ ὕλη ἑαυτὴν μορφοῖ οὐδ’ ἑαυτῇ ψυχὴν ἐντίθησι. δεῖ ἄρα τι εἶναι τὸ χορηγὸν ζωῆς, εἴτε τῇ ὕλῃ ἡ χορηγία εἴθ’ ὁτῳοῦν τῶν σωμάτων, ἔξω ὂν καὶ ἐπέκεινα σωματικῆς φύσεως, ἐπεὶ οὐδ’ ἂν εἴη σῶμα οὐδὲν ψυχικῆς δυνάμεως οὐκ οὔσης. ῥεῖ γὰρ καὶ ἐν φορᾷ αὐτοῦ ἡ φύσις καὶ ἀπόλοιτο ἂν ὡς τάχιστα, εἰ πάντα σώματα εἴη, κἂν εἰ ὄνομα ἑνὶ αὐτῶν ψυχήν τις θεῖτο. τὰ αὐτὰ γὰρ ἂν πάθοι τοῖς ἄλλοις σώ-μασιν, ὕλης μιᾶς οὔσης αὐτοῖς. μᾶλλον δὲ οὐδ’ ἂν γένοιτο, ἀλλὰ στήσεται ἐν ὕλῃ τὰ πάντα, μὴ ὄντος τοῦ μορφοῦντος αὐτήν. τάχα δ’ ἂν οὐδ’ ἂν ἡ ὕλη τὸ παράπαν εἴη· λυθήσεται δὲ καὶ τόδε τὸ ξύμπαν, εἴ τις αὐτὸ πιστεύ-σειε σώματος συνέρξει, διδοὺς αὐτῷ ψυχῆς τάξιν μέχρι τῶν ὀνομάτων, ἀέρι καὶ πνεύματι σκεδαστοτάτῳ καὶ τὸ ἑνὶ εἶναι ἔχοντι οὐ παρ’ αὑτοῦ. πῶς γὰρ τεμνο-μένων τῶν πάντων σωμάτων ᾡτινιοῦν τις ἀνατιθεὶς τόδε τὸ πᾶν οὐκ ἀνόητόν τε καὶ φερόμενον εἰκῇ ποιήσει; τίς γὰρ τάξις ἐν πνεύματι δεομένῳ παρὰ ψυχῆς τάξεως ἢ λόγος ἢ νοῦς; ἀλλὰ ψυχῆς μὲν οὔσης, ὑπουργὰ ταῦτα πάντα αὐτῇ εἰς σύστασιν κόσμου καὶ ζῴου ἑκάστου, ἄλλης παρ’ ἄλλου δυνάμεως εἰς τὸ ὅλον συντελούσης, ταύτης δὲ μὴ παρούσης ἐν τοῖς ὅλοις οὐδὲν ἂν εἴη ταῦτα, οὐχ ὅτι ἐν τάξει. Μαρτυροῦσι δὲ καὶ αὐτοὶ ὑπὸ τῆς ἀληθείας ἀγόμενοι ὡς δεῖ τι πρὸ τῶν σωμάτων εἶναι κρεῖττον αὐτῶν ψυχῆς εἶδος, ἔννουν πνεῦμα καὶ πῦρ νοε-ρὸν τιθέμενοι, ὥσπερ ἄνευ πυρὸς ἢ πνεύματος οὐ δυναμένης τῆς κρείττονος μοίρας ἐν τοῖς οὖσιν εἶναι, τόπον δὲ ζητούσης εἰς τὸ ἱδρυθῆναι, δέον ζητεῖν ὅπου τὰ σώματα ἱδρύσουσιν, ὡς ἄρα δεῖ ταῦτα ἐν ψυχῆς δυνάμεσιν ἱδρῦσθαι. εἰ δὲ μηδὲν παρὰ τὸ πνεῦμα τὴν ζωὴν καὶ τὴν ψυχὴν τίθενται, τὸ δὴ πολυθρύλητον αὐτοῖς [πως ἔχον] πῶς ἔχει, εἰς ὃ καταφεύγουσιν, ἀναγκα-ζόμενοι τίθεσθαι ἄλλην παρὰ τὰ σώματα φύσιν δραστήριον; εἰ οὖν οὐ πᾶν μὲν πνεῦμα ψυχή, ὅτι μυρία πνεύματα ἄψυχα, τὸ δὲ πως ἔχον πνεῦμα φή-σουσι, τὸ πως ἔχον τοῦτο καὶ ταύτην τὴν σχέσιν τῶν ὄντων τι φήσουσιν ἢ μηδέν. ἀλλ’ εἰ μὲν μηδέν, πνεῦμα ἂν εἴη μόνον, τὸ δὲ πως ἔχον ὄνομα· καὶ οὕτω συμβήσεται αὐτοῖς οὐδὲ ἄλλο οὐδὲν εἶναι λέγειν ἢ τὴν ὕλην, καὶ ψυχὴν καὶ θεόν, καὶ ὄνομα τὰ πάντα, ἐκεῖνο δὲ μόνον. εἰ δὲ τῶν ὄντων ἡ σχέ-σις καὶ ἄλλο παρὰ τὸ ὑποκείμενον καὶ τὴν ὕλην, ἐν ὕλῃ μέν, ἄϋλον δὲ αὐτὸ τῷ μὴ πάλιν αὖ συγκεῖσθαι ἐξ ὕλης, λόγος ἂν εἴη τις (καὶ οὐ σῶμα) καὶ φύσις ἑτέρα. ἔτι δὲ καὶ ἐκ τῶνδε οὐχ ἧττον φαίνεται ἀδύνατον ὂν τὴν ψυχὴν εἶναι σῶμα ὁτιοῦν. ἢ γὰρ θερμόν ἐστιν ἢ ψυχρόν, ἢ σκληρὸν ἢ μαλακόν, ὑγρόν τε ἢ πε-πηγός, μέλαν τε ἢ λευκόν, καὶ πάντα ὅσα ποιότητες σωμάτων ἄλλαι ἐν ἄλλοις. καὶ εἰ μὲν θερμόν, μόνον θερμανεῖ, ψυχρὸν δὲ μόνον ψύξει, καὶ κοῦφα ποιήσει τὸ κοῦφον προσγενόμενον καὶ παρόν, καὶ βαρυνεῖ τὸ βαρύ, καὶ μελανεῖ τὸ μέλαν, καὶ τὸ λευκὸν λευκὸν ποιήσει. οὐ γὰρ πυρὸς τὸ ψύχειν οὐδὲ τοῦ ψυχροῦ θερμὰ ποιεῖν. ἀλλ’ ἥ γε ψυχὴ καὶ ἐν ἄλλοις μὲν ζῴοις ἄλλα, τὰ δὲ
PG 21:1359ἄλλα ποιεῖ, καὶ ἐν τῷ δὲ αὐτῷ τὰ ἐναντία, τὰ μὲν πηγνῦσα, τὰ δὲ χέουσα, καὶ τὰ μὲν πυκνὰ τὰ δὲ ἀραιά, μέλανα λευκά, κοῦφα βαρέα· καίτοι ἓν ἔδει ποιεῖν κατὰ τὴν τοῦ σώματος ποιότητά τε τὴν ἄλλην καὶ χρόαν, νῦν δὲ πολλά. Τὰς δὲ δὴ κινήσεις πῶς διαφόρους, ἀλλ’ οὐ μίαν, μιᾶς οὔσης παντὸς σώ-ματος κινήσεως; εἰ δὲ τῶν μὲν προαιρέσεις, τῶν δὲ λόγους αἰτιάσονται, ὀρ-θῶς μὲν τοῦτο, ἀλλ’ οὐ σώματος ἡ προαίρεσις οὐδὲ οἱ λόγοι διάφοροί γε ὄντες, ἑνὸς ὄντος καὶ ἁπλοῦ τοῦ σώματος καὶ οὐ μετὸν αὐτῷ τοιούτου γε λόγου, ἢ ὅσος δέδοται αὐτῷ παρὰ τοῦ ποιήσαντος θερμὸν αὐτὸ ἢ ψυχρὸν εἶναι. τὸ δὲ καὶ ἐν χρόνοις αὔξειν καὶ μέχρι τοσούτου μέτρου, πόθεν ἂν τῷ σώματι αὐτῷ γένοιτο; ᾧ προσήκει μὲν αὔξεσθαι, αὐτῷ δὲ ἀμοίρῳ τοῦ αὔξειν εἶναι, ἢ ὅσον παραληφθείη ἂν ἐν ὕλης ὄγκῳ ὑπηρετοῦν τῷ δι’ αὐτοῦ τὴν αὔξην ἐργαζο-μένῳ. καὶ γὰρ εἰ ἡ ψυχὴ σῶμα οὖσα αὔξοι, ἀνάγκη καὶ αὐτὴν αὔξεσθαι, προσθήκῃ δηλονότι ὁμοίου σώματος, εἰ μέλλει εἰς ἴσον ἰέναι τῷ αὐξομένῳ ὑπ’ αὐτῆς. καὶ ἢ ψυχὴ ἔσται τὸ προστιθέμενον ἢ ἄψυχον σῶμα. καὶ εἰ μὲν ψυχή, πόθεν καὶ πῶς εἰσιούσης καὶ πῶς προστιθεμένης; εἰ δὲ ἄψυχον τὸ προστιθέμενον, πῶς τοῦτ’ ἐψυχώσεται καὶ τῷ πρόσθεν ὁμογνωμονήσει καὶ ἓν ἔσται καὶ τῶν αὐτῶν δοξῶν τῇ πρώτῃ μεταλήψεται; ἀλλ’ οὐχ ὥσπερ ξένη ψυχὴ αὕτη ἐν ἀγνοίᾳ ἔσται, ὧν ἡ ἑτέρα· εἰ δὲ καί, ὥσπερ [ὁ] ἄλλος ὄγκος ἡμῶν τὸ μέν τι ἀπορρεύσεται αὐτοῦ, τὸ δέ τι προσελεύσεται, οὐδὲν δὲ ἔσται τὸ αὐτό. πῶς οὖν ἡμῖν αἱ μνῆμαι; πῶς δὲ ἡ γνῶσις οἰκείων, οὐδέποτε τῇ αὐτῇ ψυχῇ χρωμένων; καὶ μὴν εἰ σῶμά ἐστι, φύσις δὲ σώματος μεριζό-μενον εἰς πλείω ἕκαστον μὴ τὸ αὐτὸ εἶναι τῶν μερῶν τῷ ὅλῳ, εἰ τοσόνδε μέγεθος ψυχή, ὃ ἂν ἔλαττον ᾖ ψυχὴ οὐκ ἔσται, ὥσπερ πᾶν ποσὸν ἀφαιρέσει τοῦ εἶναι τὸ πρόσθεν ἠλλάξατο. εἰ δέ τι τῶν μέγεθος ἐχόντων τὸν ὄγκον ἐλαττωθὲν τῇ ποιότητι ταὐτὸν μένοι, ᾗ μὲν σῶμα, ἕτερόν ἐστι καὶ ᾗ ποσόν, τῇ δὲ ποιότητι ἑτέρᾳ τῆς ποσότητος οὔσῃ τὸ ταὐτὸν ἀποσῴζειν δύναται. τί τοίνυν φήσουσιν οἱ τὴν ψυχὴν σῶμα εἶναι λέγοντες; πρῶτον μὲν περὶ ἑκάστου μέρους τῆς ψυχῆς τῆς ἐν τῷ αὐτῷ σώματι, πότερον ἕκαστον ψυχή. οἵα ἐστὶ καὶ ἡ ὅλη; καὶ πάλιν τοῦ μέρους τὸ μέρος; οὐδὲν ἄρα τὸ μέγε-θος συνεβάλετο τῇ οὐσίᾳ αὐτῆς· καίτοι ἔδει γε, ποσοῦ τινος ὄντος· καὶ ὅλον πολλαχῇ, ὅπερ σώματι παρεῖναι ἀδύνατον, ἐν πλείοσι τὸ αὐτὸ ὅλον εἶναι καὶ τὸ μέρος ὅπερ τὸ ὅλον ὑπάρχειν. εἰ δὲ ἕκαστον τῶν μερῶν οὐ ψυχὴν φή-σουσιν, ἐξ ἀψύχων ψυχὴ αὐτοῖς ὑπάρξει. καὶ προσέτι, εἰ ψυχῆς ἑκάστης τὸ μέγεθος ὡρισμένον ἔσται ἐφ’ ἑκάτερα, ἢ ἐπὶ τὸ ἔλαττόν γε [ἢ ἐπὶ τὸ μεῖζον], ψυχὴ οὐκ ἔσται. ὅταν τοίνυν ἐκ συνόδου μιᾶς καὶ ἑνὸς σπέρματος δίδυμα γένηται γεννήματα ἢ καί, ὥσπερ ἐν τοῖς ἄλλοις ζῴοις, πλεῖστα, τοῦ σπέρ-ματος εἰς πολλοὺς τόπους μεριζομένου, οὗ δὴ ὅλον ἕκαστόν ἐστι, πῶς οὐ διδάσκει τοῦτο τοὺς βουλομένους μανθάνειν, ὡς ὅπου τὸ μέρος ταὐτόν ἐστι τῷ ὅλῳ, τοῦτο ἐν τῇ αὑτοῦ οὐσίᾳ τὸ ποσὸν εἶναι ὑπερβέβηκεν, ἄποσον δὲ αὐτὸ εἶναι δεῖ ἐξ ἀνάγκης; οὕτω γὰρ ἂν μένοι τὸ αὐτό, τοῦ ποσοῦ κλεπτομένου, ἅτε μὴ μέλον αὐτῷ ποσότητος καὶ ὄγκου, ὡς ἂν τῆς οὐσίας αὐτοῦ ἕτερόν τι οὔ-σης. ἄποσον ἄρα ἡ ψυχὴ καὶ οἱ λόγοι. Ὅτι δὲ εἰ σῶμα εἴη ἡ ψυχή, οὔτε τὸ αἰσθάνεσθαι οὔτε τὸ νοεῖν οὔτε τὸ ἐπίστασθαι οὔτε ἀρεταὶ οὔτε τι τῶν καλῶν ἔσται, ἐκ τῶνδε δῆλον· εἴ τι μέλλει αἰσθάνεσθαί τινος, ἓν αὐτὸ δεῖ εἶναι καὶ τῷ αὐτῷ παντὸς ἀντιλαμβάνεσθαι, καὶ εἰ διὰ πολλῶν αἰσθητηρίων πλείω τὰ εἰσιόντα εἴη ἢ πολλαὶ περὶ ἓν ποιότητες, κἂν δι’ ἑνὸς ποικίλον, οἷον πρόσωπον. οὐ γὰρ ἄλλο μὲν ῥινός, ἄλλο δὲ ὀφθαλ-μοῦ, ἀλλὰ ταὐτὸν ὁμοῦ πάντων. καὶ εἰ τὸ μὲν δι’ ὀμμάτων, τὸ δὲ δι’ ἀκοῆς, ἕν τι δεῖ εἶναι εἰς ὃ ἄμφω· ἢ πῶς ἂν εἴποι ὅτι ἕτερα ταῦτα, μὴ εἰς τὸ αὐτὸ ὁμοῦ τῶν αἰσθημάτων ἐλθόντων; δεῖ τοίνυν τοῦτο ὥσπερ κέντρον εἶναι, γραμμὰς δὲ συμβαλλούσας ἐκ περιφερείας κύκλου τὰς πανταχόθεν αἰσθήσεις πρὸς τοῦτο περαίνειν, καὶ τοιοῦτον τὸ ἀντιλαμβανόμενον εἶναι ἓν ὄντως. εἰ δὲ διεστὼς τοῦτο γένοιτο καὶ οἷον γραμμῆς ἐπ’ ἄμφω τὰ πέρατα αἱ αἰσθήσεις προσβά-λοιεν, ἢ συνδραμεῖται εἰς ἓν καὶ τὸ αὐτὸ πάλιν, οἷον τὸ μέσον, ἢ ἄλλο· τὸ δὲ ἄλλο ἑκάτερον ἑκατέρου αἴσθησιν ἕξει, ὥσπερ ἂν εἰ ἐγὼ μὲν ἄλλου, σὺ δὲ ἄλλου αἴσθοιο. καὶ εἰ ἓν εἴη τὸ αἴσθημα, οἷον πρόσωπον, εἰς ἓν συναιρε-θήσεται, ὅπερ καὶ φαίνεται· συναιρεῖται γὰρ καὶ ἐν αὐταῖς ταῖς κόραις (ἢ πῶς ἂν τὰ μέγιστα δὴ ταύταις ὁρῷτο;), ὥστε ἔτι μᾶλλον εἰς τὸ ἡγεμονοῦν ἰόντα οἷον ἀμερῆ νοήματα γίνεσθαι. καὶ ἔσται ἀμερὲς τοῦτο, ἢ μεγέθει ὄντι τούτῳ συμμερίζοιτο ἄν, ὥστε ἄλλο ἄλλου μέρους μέρος καὶ μηδέν’ ἂ[ν] ἡμῶν ὅλου τοῦ αἰσθητοῦ τὴν ἀντίληψιν ἴσχειν. ἀλλὰ γὰρ ἕν ἐστι τὸ πᾶν· πῶς γὰρ ἂν καὶ διαιροῖτο; οὐ γὰρ δὴ τὸ ἴσον τῷ ἴσῳ ἐφαρμόσει, ὅτι οὐκ ἴσον τὸ ἡγε-μονοῦν παντὶ αἰσθητῷ. κατὰ πηλίκα οὖν ἡ διαίρεσις; ἢ εἰς τοσαῦτα διαιρε-θήσεται, καθ’ ὅσον ἂν ἀριθμοῦ ἔχῃ εἰς ποικιλίαν τὸ εἰσιὸν αἴσθημα; καὶ ἕκαστον δὴ ἐκείνων τῶν μερῶν τῆς ψυχῆς ἄρα καὶ τοῖς μορίοις αὐτοῦ αἰσθή-σεται, ἢ ἀναίσθητα τὰ μέρη τῶν μορίων ἔσται; ἀλλὰ ἀδύνατον. εἰ δὲ ὁτιοῦν παντὸς αἰσθήσεται, εἰς ἄπειρα διαιρεῖσθαι τοῦ μεγέθους πεφυκότος, ἀπεί-ρους καὶ αἰσθήσεις καθ’ ἕκαστον αἰσθητὸν συμβήσεται γίγνεσθαι ἑκάστῳ, οἷον τοῦ αὐτοῦ ἀπείρους ἐν τῷ ἡγεμονοῦντι ἡμῶν εἰκόνας. καὶ μὴν σώματος ὄντος τοῦ αἰσθανομένου, οὐκ ἂν ἄλλῳ τρόπῳ γένοιτο τὸ αἰσθάνεσθαι ἢ οἷον ἐν κηρῷ ἐνσημανθεῖσαι ἀπὸ δακτυλίων σφραγῖδες, εἴτ’ οὖν εἰς αἷμα εἴτ’ οὖν εἰς ἀέρα τῶν αἰσθημάτων ἐνσημαινομένων. εἰ μὲν ὡς ἐν σώμασιν ὑγροῖς, ὅπερ καὶ εὔλογον, ὥσπερ εἰς ὕδωρ, συγχυθήσεται, [καὶ] οὐκ ἔσται μνήμη· εἰ δ’ ἐμμενοῦσιν οἱ τύποι, ἢ οὐκ ἔστιν ἄλλους ἐνσημαίνεσθαι ἐκείνων κατεχόντων, ὥστε ἄλλαι αἰσθήσεις οὐκ ἔσονται, ἢ γιγνομένων ἄλλων ἐκεῖνοι οἱ πρότεροι ἀπολοῦνται, ὥστε οὐδὲν ἔσται τὸ μνημονεύειν. [εἰ δὲ ἔστι τὸ μνημονεύειν] καὶ ἄλλων αἰσθάνεσθαι ἐπ’ ἄλλοις, οὐκ ἐμποδιζόντων τῶν πρόσθεν, ἀδύνα-τον τὴν ψυχὴν σῶμα εἶναι. Ἴδοι δ’ ἄν τις καὶ ἐκ τῆς τοῦ ἀλγεῖν αἰσθήσεως τὸ αὐτὸ τοῦτο. ὅταν δάκτυλον λέγηται ἀλγεῖν ἄνθρωπος, ἡ μὲν ὀδύνη περὶ τὸν δάκτυλον δήπου-θεν, ἡ δ’ αἴσθησις τοῦ ἀλγεῖν δῆλον ὅτι ὁμολογήσουσι περὶ τὸ ἡγεμονοῦν γίγνεσθαι. ἄλλου δὴ ὄντος τοῦ πονοῦντος μέρους, τοῦ πνεύματος τὸ ἡγε-μονοῦν αἰσθάνεται, καὶ ὅλη ἡ ψυχὴ τὸ αὐτὸ πάσχει. πῶς οὖν τοῦτο συμ-βαίνει; διαδόσει, φήσουσι, παθόντος μὲν πρώτως τοῦ περὶ τὸν δάκτυλον ψυχι-κοῦ πνεύματος, μεταδόντος δὲ τῷ ἐφεξῆς καὶ τούτου ἄλλῳ, ἕως πρὸς τὸ ἡγε-μονοῦν ἀφίκοιτο. ἀνάγκη τοίνυν εἰ τὸ πρῶτον πόνου ᾔσθετο, ἄλλην τὴν αἴσθησιν τοῦ δευτέρου εἶναι καὶ εἰ κατὰ διάδοσιν ἡ αἴσθησις, καὶ τοῦ τρίτου γε ἄλλην καὶ πολλὰς αἰσθήσεις καὶ ἀπείρους τὴν περὶ ἑνὸς ἀλγήματος γίγνε-σθαι, καὶ τούτων ἁπασῶν ὕστερον τὸ ἡγεμονοῦν αἰσθέσθαι καὶ τῆς ἑαυτοῦ παρὰ ταύτας. τὸ δὲ ἀληθές, ἑκάστην ἐκείνων μὴ τοῦ ἐν τῷ δακτύλῳ ἀλγή-
PG 21:1365ματος, [ἀλλὰ τὴν μὲν ἐφεξῆς τῷ δακτύλῳ, ὅτι ὁ ταρσὸς ἀλγεῖ, τὴν δὲ τρίτην, ὅτι ἄλλο τὸ πρὸς τὸ ἄνωθεν, καὶ πολλὰς εἶναι ἀλγηδόνας· τό τε ἡγεμονοῦν μὴ τοῦ πρὸς τῷ δακτύλῳ ἀλγήματος] αἰσθάνεσθαι, ἀλλὰ τοῦ πρὸς αὑτῷ καὶ τοῦτο γινώσκειν μόνον, τὰ δ’ ἄλλα χαίρειν ἐᾶν, μὴ ἐπιστάμενον ὅτι ἀλγεῖ ὁ δάκτυλος. εἰ τοίνυν κατὰ διάδοσιν τὴν αἴσθησιν οὐχ οἷόν τε τοῦ τοιού-του γίνεσθαι μηδὲ σώματος, ὄγκου ὄντος, ἄλλου παθόντος ἄλλου γνῶσιν εἶναι (παντὸς γὰρ μεγέθους τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο ἐστί), δεῖ τοιοῦτον τίθεσθαι τὸ αἰσθανόμενον, οἷον πανταχοῦ αὐτὸ ἑαυτῷ τὸ αὐτὸ εἶναι. τοῦτο δὲ ἄλλῳ τινὶ τῶν ὄντων ἢ σώματι ποιεῖν προσήκει. Ὅτι δὲ οὐδὲ νοεῖν οἷόν τε, εἰ σῶμα ἡ ψυχὴ ὁτιοῦν εἴη, δεικτέον ἐκ τῶνδε· εἰ γὰρ τὸ αἰσθάνεσθαί ἐστι τὸ σώματι προσχρωμένην τὴν ψυχὴν ἀντιλαμβά-νεσθαι τῶν αἰσθητῶν, οὐκ ἂν εἴη καὶ τὸ νοεῖν τὸ διὰ σώματος καταλαμβά-νειν, ἢ ταὐτὸν ἔσται τῷ αἰσθάνεσθαι. εἰ οὖν τὸ νοεῖν ἐστι τὸ ἄνευ σώμα-τος ἀντιλαμβάνεσθαι, πολὺ πρότερον δεῖ μὴ σῶμα αὖ τὸ νοῆσον εἶναι, ἐπεὶ αἰσθητῶν μὲν ἡ αἴσθησις, νοητῶν δὲ ἡ νόησις. εἰ δὲ μὴ βούλονται, ἀλλ’ οὖν ἔσονταί γε καὶ νοητῶν τινων νοήσεις καὶ ἀμεγέθων ἀντιλήψεις. πῶς οὖν μέγεθος ὂν τὸ μὴ μέγεθος νοήσει καὶ τῷ μεριστῷ τὸ μὴ μεριστὸν νοήσει; ἢ μέρει τινὶ ἀμερεῖ αὐτοῦ; εἰ δὲ τοῦτο, οὐ σῶμα ἔσται τὸ νοῆσον. οὐ γὰρ δὴ τοῦ ὅλου χρεία πρὸς τὸ θιγεῖν· ἀρκεῖ γὰρ καὶ ἕν τι. εἰ μὲν οὖν συγχωρήσον-ται τὰς πρώτας νοήσεις, ὅπερ ἀληθές ἐστιν, εἶναι τῶν πάντη σώματος καθαρω-τάτων, αὐτοεκάστου, ἀνάγκη καὶ τὸ νοοῦν σώματος καθαρὸν ὂν ἢ γιγνόμενον γινώσκειν. εἰ δὲ τῶν ἐν ὕλῃ εἰδῶν τὰς νοήσεις φήσουσιν εἶναι, ἀλλὰ χωριζο-μένων γε τῶν σωμάτων γίγνονται, τοῦ νοῦ χωρίζοντος. οὐ γὰρ δὴ μετὰ σαρκῶν ἢ ὅλως ὕλης ὁ χωρισμὸς κύκλου καὶ τριγώνου καὶ γραμμῆς καὶ σημείου. δεῖ ἄρα καὶ τὴν ψυχὴν σώματος αὐτὴν ἐν τῷ τοιούτῳ χωρίσαι. δεῖ ἄρα μηδὲ αὐτὴν σῶμα εἶναι. ἀμέγεθες δὲ οἶμαι καὶ τὸ καλὸν καὶ τὸ δίκαιον καὶ ἡ τούτων ἄρα νόησις, ὥστε καὶ προσιόντα τὰ μέρη αὐτῆς ὑποδέξεται καὶ ἐν αὐτῇ ἀμερῆ κείσεται. Πῶς δ’ ἂν καὶ σώματος ὄντος τῆς ψυχῆς ἀρεταὶ αὐτῆς σωφροσύνη καὶ δικαιοσύνη ἀνδρεία τε καὶ ἄλλαι; πνεῦμά τι γὰρ ἢ αἷμά τι ἂν τὸ σωφρονεῖν εἴη ἢ δικαιότης ἢ ἀνδρεία, εἰ μὴ ἄρα ἡ ἀνδρεία τὸ δυσπαθὲς τοῦ πνεύματος εἴη, καὶ ἡ σωφροσύνη ἡ εὐκρασία, τὸ δὲ κάλλος εὐμορφία τις ἐν τύποις, καθ’ ἣν λέγομεν ἰδόντες ὡραίους καὶ καλοὺς τὰ σώματα. ἰσχυρῷ μὲν οὖν καὶ καλῷ ἐν τύποις πνεύματι εἶναι προσήκοι ἄν, σωφρονεῖν δὲ τί δεῖ πνεύματι; ἀλλ’ οὐ τοὐναντίον ἐν περιπτύξεσι καὶ ἁφαῖς εὖ παθεῖν, ὅπου ἢ θερμανθή-σεται ἢ συμμέτρως ψύχεος ἱμερεῖ ἢ μαλακοῖς τισι καὶ ἁπαλοῖς καὶ λείοις πελάσει; τὸ δὲ κατ’ ἀξίαν νεῖμαι τί ἂν αὐτῷ μέλοι; πότερον δὲ ἀϊδίων ὄντων τῶν τῆς ἀρετῆς θεωρημάτων καὶ τῶν ἄλλων τῶν νοητῶν ἡ ψυχὴ ἐφάπτε-ται, ἢ γίνεταί τῳ ἡ ἀρετὴ [καὶ] ὠφελεῖ καὶ πάλιν φθείρεται; ἀλλὰ τίς ὁ ποιῶν καὶ πόθεν; οὕτω γὰρ ἂν ἐκεῖνο πάλιν μένοι. δεῖ ἄρα ἀϊδίων εἶναι καὶ μενόν-των, οἷα καὶ τὰ ἐν γεωμετρίᾳ. εἰ δὲ ἀϊδίων καὶ μενόντων, οὐ σωμάτων. δεῖ ἄρα καὶ ἐν ᾧ ἔσται, τοιοῦτον εἶναι· δεῖ ἄρα μὴ σῶμα εἶναι. οὐ γὰρ μένει, ἀλλὰ ῥεῖ ἡ σώματος φύσις πᾶσα. Εἰ δὲ τὰς τῶν σωμάτων ποιήσεις ὁρῶντες θερμαινούσας καὶ ψυχούσας καὶ ὠθούσας καὶ βαρυνούσας ἐνταῦθα τάττουσι τὴν ψυχήν, οἷον ἐν δραστηρίῳ τόπῳ ἱδρύοντες αὐτήν, πρῶτον μὲν ἀγνοοῦσιν ὡς καὶ ἐνταῦθα τὰ σώματα δυνάμεσι ταῖς ἐν αὐτοῖς ἀσωμάτοις ταῦτα ἐργάζεται· ἔπειτα ὅτι οὐ ταύτας τὰς δυνάμεις περὶ ψυχὴν εἶναι ἀξιοῦμεν, ἀλλὰ τὸ νοεῖν, τὸ αἰσθάνεσθαι, λογίζεσθαι, ἐπιθυμεῖν, ἐπιμελεῖσθαι ἐμφρόνως [καὶ] καλῶς, ἃ πάντα ἄλλην οὐσίαν ζητεῖ. τὰς οὖν δυνάμεις τῶν ἀσωμάτων μεταβιβάσαντες εἰς τὰ σώματα οὐδεμίαν ἐκείνοις καταλείπουσιν. ὅτι δὲ καὶ τὰ σώματα ἀσωμάτοις δυνάμεσι δύναται ἃ δύναται, ἐκ τῶνδε δῆλον· ὁμολογήσουσι γὰρ ἕτερον ποιό-τητα καὶ ποσότητα εἶναι καὶ πᾶν σῶμα ποσὸν εἶναι καὶ ἔτι οὐ πᾶν σῶμα ποιὸν εἶναι, ὥσπερ τὴν ὕλην. ταῦτα δὲ ὁμολογοῦντες, τὴν ποιότητα ὁμο-λογήσουσιν ἕτερον οὖσαν ποσοῦ ἕτερον σώματος εἶναι. πῶς γὰρ μὴ ποσὸν οὖσα σῶμα ἔσται, εἴπερ πᾶν σῶμα ποσόν; καὶ μήν, ὅπερ καὶ ἄνω που ἐλέγετο, εἰ πᾶν σῶμα μεριζόμενον καὶ ὄγκος πᾶς ἀφαιρεῖται ὅπερ ἦν, κερματι-ζομένου δὲ τοῦ σώματος ἐφ’ ἑκάστῳ μέρει ἡ αὐτὴ ὅλη ποιότης μένει, οἷον [ἡ] γλυκύτης ἡ τοῦ μέλιτος οὐδὲν ἔλαττον γλυκύτης ἐστὶν ἐφ’ ἑκάστῳ, οὐκ ἂν εἴη σῶμα ἡ γλυκύτης, ὁμοίως καὶ αἱ ἄλλαι. ἔπειτα εἰ σώματα ἦσαν αἱ δυνάμεις, ἀναγκαῖον ἦν τὰς μὲν ἰσχυρὰς τῶν δυνάμεων μεγάλους ὄγκους, τὰς δὲ ὀλίγον δρᾶν δυναμένας ὄγκους μικροὺς εἶναι. εἰ δὲ μεγάλων μὲν τῶν ὄγκων μικραί, ὀλίγοι δὲ καὶ μικρότατοι τῶν ὄγκων μεγίστας ἔχουσι τὰς δυνάμεις, ἄλλῳ τινὶ ἢ μεγέθει τὸ ποιεῖν ἀναθετέον· ἀμεγέθει ἄρα. τὸ δὲ ὕλην μὲν τὴν αὐτὴν εἶναι, σῶμα ὥς φασιν οὖσαν, διάφορα δὲ ποιεῖν ποιότητας προσβαλοῦσαν, πῶς οὐ δῆλον ποιεῖ τὰ προσγενόμενα λόγους αὐτοὺς καὶ ἀσωμάτους εἶναι; μὴ διότι πνεύματος ἢ αἵματος ἀποστάντων ἀποθνήσκει τὰ ζῷα, λεγόντων. οὐ γὰρ ἔστιν ἄνευ τούτων εἶναι οὐδ’ ἄνευ πολλῶν ἄλλων, ὧν οὐδὲν ἂν ἡ ψυχὴ εἴη. καὶ μὴν οὔτε πνεῦμα διὰ πάντων οὔτε αἷμα, ψυχὴ δέ. Ἔτι εἰ σῶμα οὖσα ἡ ψυχὴ διῆλθε διὰ παντός, κἂν κραθεῖσα εἴη ὃν τρόπον τοῖς ἄλλοις σώμασιν ἡ κρᾶσις. εἰ δὲ ἡ τῶν σωμάτων κρᾶσις οὐδὲν ἐνεργείᾳ ἐᾷ εἶναι τῶν κραθέντων, οὐδ’ ἂν ἡ ψυχὴ ἔτι ἐνεργείᾳ ἐνείη τοῖς σώ-μασιν, ἀλλὰ δυνάμει μόνον, ἀπολέσασα τὸ εἶναι ψυχή, ὥσπερ, εἰ γλυκὺ καὶ πικρὸν κραθείη, τὸ γλυκὺ οὐκ ἔστιν· οὐκ ἄρα ἔχομεν ψυχήν. τὸ δὲ δὴ σῶμα ὂν σώματι κεκρᾶσθαι ὅλον δι’ ὅλων, ὡς ὅπου ἂν ᾖ θάτερον, καὶ θάτερον εἶναι, ἴσον ὄγκον ἀμφοτέρων καὶ τὸ πᾶν κατεχόντων, καὶ μηδεμίαν αὔξην γεγονέναι ἐπεμβληθέντος τοῦ ἑτέρου οὐδὲν ἀπολείψει ὃ μὴ τέμῃ. οὐ γὰρ κατὰ μεγάλα μέρη παραλλὰξ ἡ κρᾶσις (οὕτω γάρ φασι παράθεσιν ἔσεσθαι), διεληλυθὸς δὲ διὰ παντός, τὸ ἐπεμβληθὲν ἐπὶ σμικρότερον (ὅπερ ἀδύνατον, τὸ ἔλαττον ἴσον γενέσθαι τῷ μείζονι), ἀλλ’ οὖν διεληλυθὸς πᾶν τέμοι κατὰ πᾶν. ἀνάγκη τοίνυν, εἰ καθ’ ὁτιοῦν σημεῖον καὶ μὴ μεταξὺ σῶμα ἔσται ὃ μὴ τέτμηται, εἰς σημεῖα τὴν διαίρεσιν τοῦ σώματος γεγονέναι, ὅπερ ἀδύνα-τον. εἰ δὲ ἀπείρου τῆς τομῆς οὔσης (ὃ γὰρ ἂν λάβῃς σῶμα διαίρετόν ἐστιν), οὐ δυνάμει μόνον, ἐνεργείᾳ δὲ τὰ ἄπειρα ἔσται. οὐ τοίνυν ὅλον δι’ ὅλου χωρεῖν δυνα-τὸν τὸ σῶμα, ἡ δὲ ψυχὴ δι’ ὅλων· ἀσώματος ἄρα. Τὸ δὲ καὶ φύσιν μὲν προτέραν τὸ αὐτὸ πνεῦμα λέγειν, ἐν δὲ ψυχρῷ γενο-μένην καὶ στομωθεῖσαν ψυχὴν γίγνεσθαι, λεπτοτέραν ἐν ψυχρῷ γιγνομένην (ὃ δὴ καὶ αὐτὸ ἄτοπον· πολλὰ γὰρ ζῷα ἐν θερμῷ γίγνεται καὶ ψυχὴν ἔχει οὐ ψυχθεῖσαν)· ἀλλ’ οὖν φασί γε προτέραν φύσιν ψυχῆς εἶναι κατὰ συντυχίας τὰς ἔξω γιγνομένην. συμβαίνει οὖν αὐτοῖς τὸ χεῖρον πρῶτον ποιεῖν καὶ πρὸ τούτου ἄλλο ἔλαττον, ἣν λέγουσιν ἕξιν. ὁ δὲ νοῦς ὕστατος, ἀπὸ τῆς ψυχῆς δηλονότι γενόμενος, ἢ εἰ πρὸ πάντων νοῦς, ἐφεξῆς ἔδει ψυχὴν ποιεῖν, εἶτα φύσιν· καὶ αἰεὶ τὸ ὕστερον χεῖρον, εἴπερ πέφυκεν. εἰ οὖν καὶ ὁ θεὸς αὐτοῖς
PG 21:1373κατὰ τὸν νοῦν ὕστερος καὶ γενητὸς καὶ ἐπακτὸν τὸ νοεῖν ἔχων, ἐνδέχοιτο ἂν μηδὲ ψυχὴν μηδὲ νοῦν μηδὲ θεὸν εἶναι· εἰ τὸ δυνάμει, μὴ ὄντος πρότερον τοῦ ἐνερ-γείᾳ καὶ νοῦ, γένοιτο, οὐδὲ ἥξει εἰς ἐνέργειαν. τί γὰρ ἔσται τὸ ἄγον, μὴ ὄντος ἑτέρου παρ’ αὐτὸ προτέρου; εἰ δ’ αὑτὸ ἄξει εἰς ἐνέργειαν, ὅπερ ἄτοπον, ἀλλὰ βλέπον γε πρός τι ἄξει, ὃ οὐ δυνάμει, ἐνεργείᾳ δὲ ἔσται. καίτοι τὸ ἀεὶ μένειν τὸ αὐτὸ εἴπερ τὸ δυνάμει ἕξει, καθ’ ἑαυτὸ εἰς ἐνέργειαν ἥξει, καὶ τοῦτο κρεῖττον ἔσται τοῦ δυναμένου, οἷον ὀρεκτὸν ὂν ἐκείνου. πρότερον ἄρα τὸ κρεῖττον καὶ ἑτέραν φύσιν ἔχον σώματος καὶ ἐνεργείᾳ ὂν ἀεί· πρότερον ἄρα καὶ νοῦς καὶ ψυχὴ φύσεως. οὐκ ἄρα οὕτως ψυχὴ ὡς πνεῦμα οὐδ’ ὡς σῶμα. ἀλλ’ ὅτι μὲν μὴ σῶμα, λέγοιτ’ ἄν, καὶ εἴρηται καὶ ἄλλοις ἕτερα, ἱκανὰ δὲ καὶ ταῦτα. Ἐπεὶ δὲ ἄλλης φύσεως, δεῖ ζητεῖν τίς αὕτη. ἆρ’ οὖν ἕτερον μὲν σώματος, σώματος δέ τι, οἷον ἁρμονία; τοῦτο γὰρ ἁρμονίαν τῶν ἀμφὶ Πυθαγόραν λεγόν-των ἕτερον τρόπον, ᾠήθησαν αὐτὸ τοιοῦτόν τι εἶναι οἷον καὶ ἡ περὶ χορδὰς ἁρμονία. ὡς γὰρ ἐνταῦθα ἐντεταμένων τῶν χορδῶν ἐπιγίνεταί τι οἷον πάθημα ἐπ’ αὐταῖς, ὃ λέγεται ἁρμονία, τὸν αὐτὸν τρόπον καὶ τοῦ ἡμετέρου σώματος, ἐν κράσει ἀνομοίων γινομένου, τὴν ποιὰν κρᾶσιν ζωήν τε ἐργά-ζεσθαι καὶ ψυχήν, οὖσαν τὸ ἐπὶ τῇ κράσει πάθημα. ὅτι δὲ ἀδύνατον, πολλὰ ἤδη πρὸς ταύτην τὴν δόξαν εἴρηται. καὶ γὰρ ὅτι τὸ μὲν πρότερον, ἡ ψυχή, ἡ δ’ ἁρμονία ὕστερον, καὶ ὡς τὸ μὲν ἄρχει καὶ ἐπιστατεῖ τῷ σώματι καὶ μά-χεται πολλαχῇ, ἁρμονία δὲ οὐκ ἂν οὖσα ταῦτα ποιοῖ· καὶ ὡς τὸ μὲν οὐσία, ἡ δὲ ἁρμονία οὐκ οὐσία· καὶ ὅτι ἡ κρᾶσις τῶν σωμάτων, ἐξ ὧν συνέσταμεν, ἐν λόγῳ οὖσα, ὑγεία ἂν εἴη· καὶ ὅτι καθ’ ἕκαστον μέρος ἄλλως κραθὲν εἴη ἂν ψυχὴ ἑτέρα, ὥστε πολλὰς εἶναι· καὶ τὸ δὴ μέγιστον, ὡς ἀνάγκη πρὸ τῆς ψυχῆς ταύτης ἄλλην ψυχὴν εἶναι τὴν ποιοῦσαν τὴν ἁρμονίαν ταύτην, οἷον ἐπὶ τῶν ὀργάνων τὸν μουσικὸν τὸν ἐντιθέντα ταῖς χορδαῖς τὴν ἁρμονίαν, λόγον ἔχοντα παρ’ αὑτῷ, καθ’ ὃν ἁρμόσει. οὔτε γὰρ ἐκεῖ αἱ χορδαὶ παρ’ αὑτῶν οὔτ’ ἐνταῦθα τὰ σώματα ἑαυτὰ εἰς ἁρμονίαν ἄγειν δυνήσεται. ὅλως δὲ καὶ οὗτοι ἐξ ἀψύχου ἔμψυχα ποιοῦσι καὶ τὰ ἐξ ἀτάκτων κατὰ συντυχίαν τεταγ-μένα καὶ τὴν τάξιν οὐκ ἐκ τῆς ψυχῆς, ἀλλ’ αὐτὴν ἐκ τῆς αὐτομάτου τάξεως τὴν ὑπόστασιν εἰληφέναι. τοῦτο δὲ οὔτε ἐν τοῖς κατὰ μέρος οὔτε ἐν τοῖς ἄλλοις δυνατὸν γενέσθαι. οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία. Ταῦτα μὲν ἀπὸ τῶν Πλωτίνου πρὸς τὴν τῶν Στωϊκῶν περὶ ψυχῆς δό-ξαν, σωματικὴν φασκόντων αὐτὴν εἶναι. ἀλλ’ ἐπεὶ αὐτάρκως τά τε πρὸς Ἀριστοτέλην καὶ τὸν Περίπατον τά τε πρὸς τὴν τῶν Στωϊκῶν αἵρεσιν, ὡς ἐν ἐπιτομῇ, παρατέθειμαι, ὥρα πάλιν ἐπανελθόντα τῶν γενναίων φιλοσό-φων ὁμοῦ πάντων τὰς θαυμαστὰς ἐπισκέψασθαι φυσιολογίας, ὅτε μάλιστα κοινῶς πάντες Ἕλληνες θεοὺς ὁρατοὺς ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας τά τε ἄλλα μέρη τοῦ κόσμου ἡγήσαντό τε καὶ ἐσέφθησαν, καὶ τάς γε μυθικὰς καὶ ληρώδεις αὐτῶν περὶ τῆς πολυθέου πλάνης διηγήσεις σεμνοτέ-ραις δὴ καὶ φυσικαῖς ἀποδόσεσιν ἐπὶ τὰ στοιχεῖα καὶ τὰ τοῦ παντὸς κόσμου μόρια μετενηνόχασι. διό μοι ἀναγκαῖον εἶναι δοκεῖ καὶ τὰς περὶ τῶνδε δόξας ὁμοῦ συναγαγεῖν τάς τε διαστάσεις αὐτῶν καὶ τοῦ τύφου τὸ μάταιον ἐπιθεωρῆσαι. θήσω δὲ καὶ ταῦτα ἀπὸ τῆς Πλουτάρχου γραφῆς, ἐν ᾗ τὰς περὶ τούτων ἁπάντων ὁμοῦ τῶν τε πρεσβυτέρων καὶ νέων δόξας συναγαγὼν τοῦτον γράφει τὸν τρόπον· κγ. ΠΕΡΙ ΗΛΙΟΥ Ἀναξίμανδρος κύκλον εἶναι ὀκτωκαιεικοσαπλασίονα τῆς γῆς, ἁρμα-τείῳ τροχῷ τὴν ἁψῖδα παραπλήσιον ἔχοντα, κοῖλον, πλήρη πυρός, κατά τι μέρος ἐκφαίνοντα διὰ στομίου τὸ πῦρ, ὥσπερ διὰ πρηστῆρος αὐλοῦ· καὶ τοῦτο εἶναι τὸν ἥλιον. Ξενοφάνης ἐκ πυριδίων τῶν φαινομένων συναθροιζομένων μὲν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως, συναθροιζόντων δὲ τὸν ἥλιον ἐκ νεφῶν πεπυρωμένων. Οἱ Στωϊκοὶ ἄναμμα νοερὸν ἐκ θαλάσσης. Πλάτων πλείστου πυρός. Ἀναξαγόρας, Δημόκριτος, Μητρόδωρος μύδρον ἢ πέτρον διάπυρον. Ἀριστοτέλης σφαῖραν ἐκ τοῦ πέμπτου σώματος. Φιλόλαος ὁ Πυθαγόρειος δίσκον ὑαλοειδῆ, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τὸ φῶς· ὥστε προσεοι-κέναι ἡλίου τὸ ἐν οὐρανῷ πυρῶδες τῇ ἀπὸ τοῦ ἐνόπτρου κατὰ ἀνάκλασιν διασπειρομένῃ πρὸς ἡμᾶς αὐγῇ· καὶ γὰρ ταύτην προσονομάζομεν ἥλιον, οἱονεὶ εἴδωλον εἰδώλου. Ἐμπεδοκλῆς δύο ἡλίους, τὸν μὲν ἀρχέτυπον πῦρ ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τοῦ κόσμου πεπληρωκὸς τὸ ἡμισφαίριον ἀεὶ καταντικρὺ τῆς ἀνταυγείας ἑαυτοῦ, τὸν δὲ φαινόμενον ἀνταύγειαν εἶναι ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ [τῷ] τοῦ ἀέρος τοῦ θερμοειδοῦς πεπληρωμένῳ, ἀπὸ κυκλοτεροῦς τῆς γῆς κατ’ ἔμφασιν γιγνόμενον ἥλιον. ὡς δὲ διὰ βραχέος εἰρῆσθαι συντεμόντα, πῦρ εἶναι τὸν ἥλιον. Ἐπίκουρος γήινον πύκνωμα κισσηροειδὲς καὶ σπογγοειδὲς ταῖς κατα-τρήσεσιν, ὑπὸ τοῦ πυρὸς ἀνημμένον. κδ. ΠΕΡΙ ΜΕΓΕΘΟΥΣ ΗΛΙΟΥ Ἀναξίμανδρος τὸν μὲν ἥλιον ἴσον εἶναι τῇ γῇ, τὸν δὲ κύκλον ἀφ’ οὗ τὴν [ἐκ]πνοὴν ἔχει καὶ ὑφ’ οὗ φέρεται, ἑπτακαιεικοσαπλασίω τῆς γῆς. Ἀναξαγόρας πολλαπλάσιον Πελοποννήσου. Ἡράκλειτος εὖρος ποδὸς ἀνθρωπείου. Ἐπίκουρος τηλικοῦτον ἡλίκος καὶ ὁποῖος φαίνεται, ἢ μικρῷ τι μείζω ἢ ἐλάττω. κε. ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΗΛΙΟΥ Ἀναξιμένης πλατὺν ὡς πέταλον. Ἡράκλειτος σκαφοειδῆ, ὑπόκυρτον. Οἱ Στωϊκοὶ σφαιροειδῆ ὡς τὸν κόσμον καὶ τὰ ἄστρα. Ἐπίκουρος ἐνδέχεσθαι τὰ προειρημένα πάντα. Τοιοῦτος μὲν αὐτοῖς ὁ μέγας τῶν κατ’ οὐρανὸν φαινομένων θεὸς ἥλιος. Μωσῆς δὲ καὶ τὰ Ἑβραίων λόγια οὐδὲν τούτων περιεργάζονται. κ. ΠΕΡΙ ΣΕΛΗΝΗΣ Ἀναξίμανδρος κύκλον εἶναι ἐννεακαιδεκαπλασίονα τῆς γῆς, ὡς ἐπὶ τοῦ ἡλίου πλήρη πυρός, ἐκλείπειν δὲ κατὰ τὰς ἐπιστροφὰς τοῦ τροχοῦ· ὅμοιον δὲ εἶναι ἁρματείῳ τροχῷ κοίλην ἔχοντι τὴν ἁψῖδα καὶ πυρὸς πλήρη, ἔχοντα μίαν ἐκπνοήν. Ξενοφάνης νέφος εἶναι πεπιλημένον. Οἱ Στωϊκοὶ μικτὸν ἐκ πυρὸς καὶ ἀέρος. Πλάτων ἐκ πλείονος τοῦ γεώδους. Ἀναξαγόρας, Δημόκριτος στερέωμα διάπυρον, ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας. Ἡράκλειτος γῆν ὁμίχλῃ περιεχομένην. Πυθαγόρας κατὰ τὸ πυροειδὲς σχῆμα. κζ. ΠΕΡΙ ΜΕΓΕΘΟΥΣ ΣΕΛΗΝΗΣ Οἱ Στωϊκοὶ μείζονα [τῆς γῆς] ἀποφαίνονται, ὡς καὶ τὸν ἥλιον. Παρμενίδης ἴσον τῷ ἡλίῳ· καὶ γὰρ ἀπ’ αὐτοῦ φωτίζεσθαι. κη. ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΣΕΛΗΝΗΣ Οἱ Στωϊκοὶ σφαιροειδῆ εἶναι ὡς τὸν ἥλιον. Ἡράκλειτος σκαφοειδῆ. Ἐμπεδοκλῆς δισκοειδῆ. ἄλλοι κυλινδροειδῆ. κθ. ΠΕΡΙ ΦΩΤΙΣΜΩΝ ΣΕΛΗΝΗΣ Ἀναξίμανδρος ἴδιον αὐτὴν ἔχειν φῶς, ἀραιότερον δέ πως. Ἀντιφῶν ἰδίῳ φέγγει λάμπειν τὴν σελήνην· τὸ δ’ ὑποκρυπτόμενον περὶ αὐτὴν ἀπὸ τῆς προσβολῆς τοῦ ἡλίου ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου πυρὸς τὸ ἀσθενέστερον ἀμαυροῦν· ὃ δὴ συμβαίνει καὶ περὶ τὰ ἄλλα ἄστρα. Θαλῆς καὶ οἱ ἀπ’ αὐτοῦ ἀπὸ τοῦ ἡλίου φωτίζεσθαι τὴν σελήνην. Ἡράκλειτος τὸ αὐτὸ πεπονθέναι τὸν ἥλιον καὶ τὴν σελήνην· σκαφοειδεῖς γὰρ ὄντας τοῖς σχήμασι τοὺς ἀστέρας, δεχομένους τὰ ἀπὸ τῆς ὑγρᾶς ἀνα-
PG 21:1379θυμιάσεως φωτίζεσθαι πρὸς τὴν φαντασίαν· λαμπρότερον μὲν τὸν ἥλιον, ἐν καθαρωτέρῳ γὰρ ἀέρι φέρεσθαι, τὴν δὲ σελήνην ἐν θολερῷ, διὰ τοῦτο καὶ ἀμαυροτέραν φαίνεσθαι. λ. ΤΙΣ Η ΟΥΣΙΑ ΤΩΝ ΑΣΤΡΩΝ ΠΛΑΝΗΤΩΝ ΚΑΙ ΑΠΛΑΝΩΝ Θαλῆς γεώδη μέν, ἔμπυρα δὲ τὰ ἄστρα. Ἐμπεδοκλῆς πύρινα, ἐκ τοῦ πυρώδους, ὅπερ ὁ ἀὴρ ἐν ἑαυτῷ περιέχων ἐξ-ανέθλιψε κατὰ τὴν πρώτην διάκρισιν. Ἀναξαγόρας τὸν περικείμενον ἀέρα πύρινον μὲν εἶναι κατὰ τὴν οὐσίαν, τῇ δ’ εὐτονίᾳ τῆς περιδινήσεως ἀναρπάσαντα πέτρους ἀπὸ τῆς γῆς καὶ κατα-φλέξαντα, τούτους ἠστερικέναι. Διογένης κισσηρώδη τὰ ἄστρα, διαπνοίας δ’ αὐτὰ νομίζει τοῦ κόσμου. πάλιν ὁ αὐτὸς ἀφανεῖς μὲν λίθους, πίπτοντας δὲ πολλάκις ἐπὶ τὴν γῆν σβέν-νυσθαι, καθάπερ τὸν ἐν Αἰγὸς Ποταμοῖς πυροειδῶς κατενεχθέντα ἀστέρα πέτρινον. Ἐμπεδοκλῆς τοὺς μὲν ἀπλανεῖς ἀστέρας συνδεδέσθαι τῷ κρυστάλλῳ, τοὺς δὲ πλάνους ὄντας ἀνεῖσθαι. Πλάτων ἐκ μὲν τοῦ πλείστου μέρους πυρίνους, μετέχοντας δὲ καὶ τῶν ἄλλων, κόλλης δίκην. Ξενοφάνης ἐκ νεφῶν μὲν πεπυρωμένων, σβεννυμένους δὲ καθ’ ἑκάστην ἡμέ-ραν ἀναζωπυρεῖν νύκτωρ, καθάπερ τοὺς ἄνθρακας· τὰς γὰρ ἀνατολὰς καὶ τὰς δύσεις ἐξάψεις εἶναι καὶ σβέσεις. Ἡρακλείδης καὶ οἱ Πυθαγόρειοι ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρ-χειν, περιέχοντα αἰθέρα ἐν τῷ ἀπείρῳ. ταῦτα τὰ δόγματα ἐν τοῖς Ὀρφικοῖς ἐμφέρεται κοσμοποιοῦσιν ἕκαστον τῶν ἀστέρων. Ἐπίκουρος οὐδὲν ἀπογινώσκει τούτων, ἐχόμενος τοῦ ἐνδεχομένου. λα. ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΑΣΤΕΡΩΝ Οἱ Στωϊκοὶ σφαιρικοὺς τοὺς ἀστέρας, καθάπερ τὸν κόσμον καὶ ἥλιον. Ἀναξιμένης ἥλων δίκην καταπεπηγμένους τῷ κρυσταλλοειδεῖ. ἔνιοι δὲ πέταλα πύρινα εἶναι, ὥσπερ ζωγραφήματα. Τοιαῦτα τοῖς θαυμαστοῖς φιλοσόφοις τὰ περὶ ὧν φασι φαινομένων θεῶν ἐξευρέματα. οἷα δὲ καὶ περὶ τοῦ παντὸς διειλήφασιν, ἐκ τῆς αὐτῆς μάνθανε τοῦ Πλουτάρχου φωνῆς· λβ. ΠΩΣ ΣΥΝΕΣΤΗΚΕΝ Ο ΚΟΣΜΟΣ Ὁ τοίνυν κόσμος περικεκλασμένῳ σχήματι ἐσχημάτισται τὸν τρόπον τοῦτον· τῶν ἀτόμων σωμάτων ἀπρονόητον καὶ τυχαίαν ἐχόντων τὴν κίνησιν συνεχῶς τε καὶ τάχιστα κινουμένων, εἰς ταὐτὸ πολλὰ σώματα συνηθροίσθη, [καὶ] διὰ τοῦτο ποικιλίαν ἔχοντα [καὶ] σχημάτων καὶ μεγεθῶν. ἀθροιζο-μένων δὲ ἐν ταὐτῷ τούτων τὰ μὲν ὅσα μείζονα ἦν καὶ βαρύτατα πάντων ὑπε-κάθιζεν, ὅσα δὲ μικρὰ καὶ περιφερῆ καὶ λεῖα καὶ εὐολίσθητα, ταῦτα ἐξεθλί-βετο κατὰ τὴν σύνοδον τῶν σωμάτων, εἰς δὲ τὸ μετέωρον ἀνεφέρετο. ὡς οὖν ἐξέλιπεν ἡ πληκτικὴ δύναμις μετεωρίζουσα, οὐκέτι δὲ ἦγεν ἡ πληγὴ πρὸς τὸ μετέωρον, ἐκωλύετο δὲ ταῦτα κάτω φέρεσθαι, ἐβιάζετο [δὲ] πρὸς τοὺς τόπους τοὺς δυναμένους δέξασθαι. οὗτοι δὲ ἦσαν οἱ πέριξ. καὶ πρὸς τού-τοις τὸ πλῆθος τῶν σωμάτων περιεκλᾶτο· περιπλεκόμενα δὲ ἀλλήλοις κατὰ τὴν περίκλασιν τὸν οὐρανὸν ἐγέννησε. τῆς δ’ αὐτῆς ἐχόμεναι φύσεως αἱ ἄτομοι, ποικίλαι οὖσαι, καθὼς εἴρηται, πρὸς τὸ μετέωρον ἐξωθούμεναι τὴν τῶν ἄστρων φύσιν ἀπετέλουν. τὸ δὲ πλῆθος τῶν ἀναθυμιωμένων σωμάτων ἔπληττε τὸν ἀέρα καὶ τοῦτον ἐξέθλιβε. πνευματούμενος δὲ οὗτος κατὰ τὴν κίνησιν καὶ περιλαμβάνων τὰ ἄστρα συμπεριῆγεν αὐτὰ καὶ τὴν συμπεριφορὰν αὐτῶν μετέω-ρον ἐφύλαττε. κἄπειτα ἐκ μὲν τῶν ὑποκαθιζόντων ἐγεννήθη ἡ γῆ, ἐκ δὲ τῶν μετεωριζομένων οὐρανός, πῦρ, ἀήρ. πολλῆς δὲ ὕλης ἔτι περιειλημμένης ἐν τῇ γῇ, πυκνουμένης δὲ ταύτης κατὰ τὰς ἀπὸ τῶν σωμάτων πληγὰς καὶ τὰς ἀπὸ τῶν ἀστέρων αὐγάς, προσεθλίβετο πᾶς ὁ μικρομερὴς σχηματισμὸς ταύτης καὶ τὴν ὑγρὰν φύσιν ἐγέννα. ῥευστικῶς δ’ αὕτη διακειμένη κατε-φέρετο πρὸς τοὺς κοίλους τόπους καὶ δυναμένους χωρῆσαί τε καὶ στέξαι· ἢ καθ’ ἑαυτὸ τὸ ὕδωρ ὑποστὰν ἐκοίλανε τοὺς ὑποκειμένους τόπους. Τοιαύτη καὶ ἡ θαυμάσιος αὐτῶν κοσμογονία. συνῆπται [δὲ] τούτοις ἄλλη τις πλείστη λογομαχία, παντοίων πέρι προτάσεων ἀπορησάντων· εἰ χρὴ τὸ πᾶν ἓν ἢ πολλὰ ἡγεῖσθαι καὶ εἰ ἕνα τὸν κόσμον ἢ πλείους· καὶ εἴτε ἔμψυχος οὗτος καὶ προνοίᾳ τυγχάνει θεοῦ διοικούμενος εἴτε καὶ τἀναντία· καὶ εἰ ἄφθαρτος ἢ φθαρτός· καὶ πόθεν τρέφεται· καὶ ἀπὸ ποίου ἤρξατο ὁ θεὸς κοσμοποιεῖν· περί τε τῆς τάξεως τοῦ κόσμου· καὶ τίς ἡ αἰτία τοῦ αὐτὸν ἐγκλι-θῆναι· περί τε τοῦ ἐκτὸς τῆς τοῦ κόσμου περιφερείας· καὶ τίνα τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ τοῦ κόσμου· περί τε οὐρανοῦ· καὶ πρὸς ἅπασι τούτοις περὶ δαι-μόνων καὶ ἡρώων· περί τε ὕλης καὶ περὶ ἰδεῶν· καὶ περὶ τῆς τοῦ παντὸς τάξεως· ἔτι μὴν περὶ τῆς τῶν ἄστρων φορᾶς τε καὶ κινήσεως· καὶ πρὸς τούτοις ὁπόθεν φωτίζονται οἱ ἀστέρες· καὶ περὶ τῶν καλουμένων Διοσκούρων· περί τε ἐκλείψεως ἡλίου καὶ σελήνης· καὶ περὶ ἐμφάσεως αὐτῆς καὶ διὰ τί γεώδης φαίνεται· καὶ περὶ τῶν ἀποστημάτων αὐτῆς· καὶ ἔτι περὶ ἐνιαυτῶν. ταῦτα δὲ πάντα διὰ μυρίων τοῖς περὶ ὧν ὁ λόγος κατεσκευασμένα ἐπειδὴ τεμὼν ὁ Πλούταρχος ἐν ὀλίγοις συνεῖλεν, ἐπὶ ταὐτὸν ὁμοῦ συναγαγὼν τὰς ἁπάντων ἀποφάσεις καὶ τὰς διαφωνίας αὐτῶν, ἡγοῦμαι καὶ ἡμῖν οὐκ ἄχρηστα γενήσεσθαι παρατεθέντα εἰς τὴν εὔλογον αὐτῶν παραίτησιν. ὅτε γὰρ αὐτοὶ πρὸς σφᾶς αὐτοὺς ἐναντίοι κατὰ διάμετρον ἔστησαν μάχας τε καὶ πολέμους, πλέον δὲ οὐδὲν καθ’ ἑαυτῶν ἐξῆψαν, τὰ τοῦ πέλας ἕκαστοι φιλοτιμίᾳ λόγων ἀπελέγξαντες, πῶς οὐκ ἂν εἰκότως ἡμῖν ἀσφαλῆ τὴν περὶ τούτων ἐποχὴν γεγονέναι πᾶς ὁστισοῦν ὁμολογήσειε; θήσω δὲ ἑξῆς τοῖς εἰρημένοις ὅσα καὶ περὶ τῶν προσγειοτέρων ἐπηπόρησαν, περὶ γῆς σχήματος καὶ περὶ θέ-σεως καὶ ἐγκλίσεως αὐτῆς καὶ ἔτι περὶ θαλάσσης, ὡς ἂν εἰδείης ὅτι μὴ [περὶ] μόνων τῶν μετεώρων καὶ μεταρσίων οἱ γενναῖοι διέστησαν, ἀλλ’ ὅτι καὶ ἐν τοῖς περιγείοις διαπεφωνήκασιν. ἵνα δὲ τῶν σοφῶν ἔτι τὴν σο-φίαν ἀποθαυμάσῃς, προσθήσω καὶ ὅσα περὶ ψυχῆς καὶ τοῦ ἐν αὑτοῖς ἡγε-μονικοῦ διεμαχέσαντο, οὐδὲ σφᾶς αὐτοὺς ἐπιγνῶναι οἵας εἶεν φύσεως δε-δυνημένοι. ἀλλὰ γὰρ ἀνίωμεν ἐπὶ τὰ πρῶτα τῶν εἰρημένων. λγ. ΕΙ ΕΝ ΤΟ ΠΑΝ Οἱ μὲν οὖν ἀπὸ τῆς Στοᾶς ἕνα κόσμον ἀπεφήναντο, ὃν δὴ καὶ τὸ πᾶν ἔφασαν εἶναι καὶ τὰ σωματικά. Ἐμπεδοκλῆς δὲ κόσμον μὲν ἕνα, οὐ μέντοι τὸ πᾶν εἶναι τὸν κόσμον, ἀλλ’ ὀλίγον τι τοῦ παντὸς μέρος, τὸ δὲ λοιπὸν ἀργὴν ὕλην. Πλάτων δὲ τεκμαίρεται τὸ δοκοῦν, ὅτι εἷς ὁ κόσμος καὶ ἓν τὸ πᾶν, ἐκ τριῶν· ἐκ τοῦ μὴ ἔσεσθαι τέλειον, ἐὰν μὴ πάντα ἐμπεριέχῃ· ἐκ τοῦ μὴ ἔσεσθαι ὅμοιον τῷ παραδείγματι, ἐὰν μὴ μονογενὴς ᾖ· ἐκ τοῦ μὴ ἔσεσθαι ἄφθαρτον, ἐάν τι ἐξωτέρω αὐτοῦ ᾖ. πρὸς δὲ τὸν Πλάτωνα λεκτέον ὅτι οὐ τέλειος ὁ κόσμος, οὐδὲ γὰρ τὰ πάντα περιέχει, καὶ πολλὰ παραδείγματά ἐστιν ὥσπερ ἐπ’ ἀνδριάντων καὶ οἰκιῶν καὶ ζωγραφιῶν· πῶς δὲ εἶπεν· Ἔξωθέν τι αὐτοῦ οὐκ ἔστι, περιδινεῖσθαι γὰρ οὐκ ἐδύνατο; ἄφθαρτος δὲ οὐκ ἔστιν οὐδὲ δύνα-ται εἶναι, γενητὸς ὤν. Μητρόδωρος δέ φησιν ἄτοπον εἶναι ἐν μεγάλῳ πεδίῳ ἕνα στάχυν γεννηθῆ-ναι καὶ ἕνα κόσμον ἐν τῷ ἀπείρῳ. ὅτι δὲ ἄπειρος κατὰ τὸ πλῆθος, δῆλον ἐκ τοῦ ἄπειρα τὰ αἴτια εἶναι. εἰ γὰρ ὁ μὲν κόσμος πεπερασμένος, τὰ δὲ αἴτια πάντα ἄπειρα, ἐξ ὧν ὁ κόσμος γέγονεν, ἀνάγκη ἀπείρους εἶναι. ὅπου γὰρ τὰ πάντα αἴτια, ἐκεῖ καὶ ἀποτελέσματα. αἴτια δὲ ἤτοι αἱ ἄτομοι ἢ τὰ στοιχεῖα.
PG 21:1385λδ. ΕΙ ΕΜΨΥΧΟΣ Ο ΚΟΣΜΟΣ ΚΑΙ ΠΡΟΝΟΙΑΙ ΔΙΟΙΚΟΥΜΕΝΟΣ Δημόκριτος καὶ Ἐπίκουρος καὶ ὅσοι τὰ ἄτομα εἰσηγοῦνται καὶ τὸ κε-νόν, οὔτ’ ἔμψυχον οὔτε προνοίᾳ διοικεῖσθαι, φύσει δέ τινι ἀλόγῳ. Ἀριστοτέλης οὔτ’ ἔμψυχον ὅλον δι’ ὅλων οὔτε λογικὸν οὔτε νοερὸν οὔτε προνοίᾳ διοικούμενον. τὰ μὲν γὰρ οὐράνια τούτων πάντων κοινωνεῖνσφαί-ρας γὰρ περιέχειν ἐμψύχους καὶ ζωτικάςτὰ δὲ περίγεια μηδενὸς αὐτῶν· τῆς δὲ εὐταξίας κατὰ συμβεβηκός, οὐ προηγουμένως μετέχειν. λε. ΕΙ ΑΦΘΑΡΤΟΣ Ο ΚΟΣΜΟΣ Πυθαγόρας καὶ Πλάτων καὶ οἱ Στωϊκοὶ καὶ γενητὸν ὑπὸ θεοῦ τὸν κόσμον καὶ φθαρτὸν μέν, ὅσον ἐπὶ τῇ φύσειαἰσθητὸν γὰρ εἶναι, διότι σωματι-κόνοὐ μὴν φθαρησόμενόν γε, προνοίᾳ καὶ συνοχῇ θεοῦ. Ἐπίκουρος φθαρτόν, ὅτι γενητόν, ὡς ζῷον, ὡς φυτόν. Ξενοφάνης ἀγένητον καὶ ἀί̈διον καὶ ἄφθαρτον [τὸν] κόσμον. Ἀριστοτέλης τὸ ὑπὸ τὴν σελήνην τοῦ κόσμου μέρος παθητόν, ἐν ᾧ καὶ τὰ περίγεια κηραίνεται. λ. ΠΟΘΕΝ ΤΡΕΦΕΤΑΙ Ο ΚΟΣΜΟΣ Ἀριστοτέλης, εἰ τρέφεται ὁ κόσμος, καὶ φθαρήσεται· ἀλλὰ μὴν οὐδεμιᾶς ἐπιδέεται τροφῆς· διὰ τοῦτο καὶ ἀί̈διος. Πλάτων αὐτὸν αὑτῷ τὸν κόσμον ἐκ τοῦ φθίνοντος κατὰ μεταβολὴν τὸ τρέφον παρέχεσθαι. Φιλόλαος διττὴν εἶναι τὴν φθοράν, τοτὲ μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος, τοτὲ δὲ ἐξ ὕδατος σεληνιακοῦ περιστροφῇ τοῦ ἀέρος ἀποχυθέντος· καὶ τούτων εἶναι τὰς ἀναθυμιάσεις τροφὰς τοῦ κόσμου. λζ. ΑΠΟ ΠΟΙΟΥ ΠΡΩΤΟΥ ΗΡΞΑΤΟ Ο ΘΕΟΣ ΚΟΣΜΟΠΟΙΕΙΝ Οἱ φυσικοὶ ἀπὸ γῆς ἄρξασθαι τὴν γένεσιν τοῦ κόσμου, καθάπερ ἀπὸ κέντρου· ἀρχὴ δὲ σφαίρας τὸ κέντρον. Πυθαγόρας ἀπὸ πυρὸς καὶ τοῦ πέμπτου στοιχείου. Ἐμπεδοκλῆς τὸν μὲν αἰθέρα πρῶτον διακριθῆναι, δεύτερον [δὲ] τὸ πῦρ, ἐφ’ ᾧ τὴν γῆν, ἐξ ἧς ἄγαν περισφιγγομένης τῇ ῥύμῃ τῆς σφαίρας ἀναβλύσαι τὸ ὕδωρ, ἐξ οὗ θυμιαθῆναι τὸν ἀέρα· καὶ γενέσθαι τὸν μὲν οὐρανὸν ἐκ τοῦ αἰθέρος, τὸν δὲ ἥλιον ἐκ τοῦ πυρός· εἱληθῆναι δὲ ἐκ τῶν ἄλλων τὰ περίγεια. Πλάτων ὁρατὸν τὸν κόσμον γεγονέναι πρὸς παράδειγμα τοῦ νοητοῦ κό-σμου· τοῦ δὲ ὁρατοῦ προτέραν μὲν τὴν ψυχήν, μετὰ δὲ ταῦτα τὸ σωματοειδές, ἐκ πυρὸς μὲν καὶ γῆς πρώτων, ὕδατος δὲ καὶ ἀέρος δευτέρων. Πυθαγόρας πέντε σχημάτων ὄντων στερεῶν, ἅπερ καλεῖται καὶ μαθη-ματικά, ἐκ μὲν τοῦ κύβου φησὶ γεγονέναι τὴν γῆν, ἐκ δὲ τῆς πυραμίδος τὸ πῦρ, ἐκ δὲ τοῦ ὀκταέδρου τὸν ἀέρα, ἐκ δὲ τοῦ εἰκοσαέδρου [τὸ ὕδωρ, ἐκ δὲ τοῦ δωδεκαέδρου] τὴν τοῦ παντὸς σφαῖραν. Πλάτων δὲ καὶ ἐν τούτοις πυθαγορίζει. λη. ΠΕΡΙ ΤΑΞΕΩΣ ΤΟΥ ΚΟΣΜΟΥ Παρμενίδης στεφάνας εἶναι περιπεπλεγμένας ἐπαλλήλους, τὴν μὲν ἐκ τοῦ ἀραιοῦ, τὴν δὲ ἐκ τοῦ πυκνοῦ, μικτὰς δὲ ἄλλας ἐκ φωτὸς καὶ σκότους μεταξὺ τούτων, καὶ τὸ περιέχον δὲ πάσας τοίχου δίκην στερεὸν ὑπάρχον. Λεύκιππος καὶ Δημόκριτος χιτῶνα κυκλῷ καὶ ὑμένα περιτείνουσι τῷ κόσμῳ. [Ἐπίκουρος ἐνίων μὲν κόσμων] ἀραιὸν τὸ πέρας, ἔνια δὲ πυκνά· καὶ τούτων τὰ μέν τινα κινούμενα, τὰ δὲ ἀκίνητα. Πλάτων πῦρ πρῶτον, εἶτα αἰθέρα, μεθ’ ὃν ἀέρα, ἐφ’ ᾧ ὕδωρ, τελευταίαν δὲ γῆν· ἐνίοτε δὲ τὸν αἰθέρα συνάπτει τῷ πυρί. Ἀριστοτέλης πρῶτον μὲν αἰθέρα ἀπαθῆ, πέμπτον δὴ σῶμα· μεθ’ ὃν παθητὰ πῦρ, ἀέρα, ὕδωρ, τελευταίαν δὲ γῆν. τούτων δὲ τοῖς μὲν οὐρανίοις ἀποδεδόσθαι τὴν κυκλικὴν κίνησιν, τῶν δ’ ὑπ’ ἐκεῖνα τεταγμένων τοῖς μὲν κούφοις τὴν ἄνω, τοῖς δὲ βαρέσι τὴν κάτω. Ἐμπεδοκλῆς μὴ διὰ παντὸς ἑστῶτας εἶναι μηδὲ ὡρισμένους τοὺς τόπους τῶν στοιχείων, ἀλλὰ πάντα[ς του]τοὺς ἀλλήλων μεταλαμβάνειν. λθ. ΤΙΣ Η ΑΙΤΙΑ ΤΟΥ ΤΟΝ ΚΟΣΜΟΝ ΕΓΚΛΙΘΗΝΑΙ Διογένης, Ἀναξαγόρας μετὰ τὸ συστῆναι τὸν κόσμον καὶ τὰ ζῷα ἐκ τῆς γῆς ἐξαγαγεῖν ἐγκλιθῆναί πως τὸν κόσμον ἐκ τοῦ αὐτομάτου εἰς τὸ μεσημ-βρινὸν αὐτοῦ μέρος, ἴσως ὑπὸ προνοίας, ἵνα τὰ μὲν ἀοίκητα γένηται, τὰ δὲ οἰκητὰ μέρη τοῦ κόσμου, κατὰ ἐκπύρωσιν καὶ εὐκρασίαν καὶ ψῦξιν. Ἐμπεδοκλῆς τοῦ ἀέρος εἴξαντος τῇ τοῦ ἡλίου ὁρμῇ ἐπικλιθῆναι τὰς ἄρκτους καὶ τὰ βόρεια ὑψωθῆναι, τὰ δὲ νότια ταπεινωθῆναι, καθὸ καὶ τὸν ὅλον κόσμον. μ. ΠΕΡΙ ΤΟΥ ΕΚΤΟΣ Οἱ μὲν ἀπὸ Πυθαγόρου ἐκτὸς εἶναι τοῦ κόσμου κενόν, εἰς ὃ ἀναπνεῖ ὁ κόσμος καὶ ἐξ οὗ. Οἱ δὲ Στωϊκοί, εἰς ὃ καὶ τῇ ἐκπυρώσει ἀναλύεται, ἄπειρον. Ποσειδώνιος οὐκ ἄπειρον, ἀλλ’ ὅσον αὔταρκες εἰς τὴν διάβασιν. Πλάτων, Ἀριστοτέλης μήτ’ ἐκτὸς τοῦ κόσμου διάκενον εἶναι μήτ’ ἐντός. μα. ΤΙΝΑ ΔΕΞΙΑ ΤΟΥ ΚΟΣΜΟΥ ΚΑΙ ΤΙΝΑ ΑΡΙΣΤΕΡΑ Πυθαγόρας, Πλάτων, Ἀριστοτέλης δεξιὰ τοῦ κόσμου τὰ ἀνατολικὰ μέρη, ἀφ’ ὧν ἡ ἀρχὴ τῆς κινήσεως, ἀριστερὰ δὲ τὰ δυτικά. Ἐμπεδοκλῆς δεξιὰ μὲν τὰ κατὰ τὸν θερινὸν τροπικόν, ἀριστερὰ δὲ τὰ κατὰ τὸν χειμερινόν. μβ. ΠΕΡΙ ΟΥΡΑΝΟΥ Ἀναξιμένης τὴν περιφορὰν τῆς ἔξω ζώνης εἶναι. Ἐμπεδοκλῆς στερέμνιον εἶναι τὸν οὐρανόν, ἐξ ἀέρος συμπαγέντος ὑπὸ τοῦ πυρὸς κρυσταλλοειδῶς, τὸ πυρῶδες καὶ ἀερῶδες ἐν ἑκατέρῳ τῶν ἡμισφαι-ρίων περιέχοντα. μγ. ΠΕΡΙ ΔΑΙΜΟΝΩΝ ΚΑΙ ΗΡΩΩΝ Παρακειμένως δὲ τῷ περὶ θεῶν λόγῳ τὸν περὶ [δαιμόνων καὶ] ἡρώων ἱστορητέον. Θαλῆς, Πυθαγόρας, Πλάτων, οἱ Στωϊκοὶ δαίμονας ὑπάρχειν οὐσίας ψυχικάς· εἶναι δὲ καὶ ἥρωας τὰς κεχωρισμένας ψυχὰς τῶν σωμάτων, καὶ ἀγαθοὺς μὲν τὰς ἀγαθάς, κακοὺς δὲ τὰς φαύλας. Ἐπίκουρος δὲ οὐδὲν τούτων ἐγκρίνει. μδ. ΠΕΡΙ ΥΛΗΣ Ὕλη ἐστὶ τὸ ὑποκείμενον γενέσει καὶ φθορᾷ καὶ ταῖς ἄλλαις μεταβολαῖς. Οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρα καὶ οἱ Στωϊκοὶ τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ ῥευστὴν ὅλην δι’ ὅλων τὴν ὕλην. Οἱ ἀπὸ Δημοκρίτου ἀπαθῆ τὰ πρῶτα, τὴν ἄτομον καὶ τὸ κενὸν τὸ ἀσώματον. Ἀριστοτέλης καὶ Πλάτων τὴν ὕλην σωματοειδῆ, ἄμορφον, ἀνείδεον, ἀσχημάτιστον, ἄποιον ὅσον ἐπὶ τῇ ἰδίᾳ φύσει, δεξαμενὴν δὲ τῶν εἰδῶν οἷον τιθή-νην καὶ ἐκμαγεῖον καὶ μητέρα γενέσθαι. οἱ δὲ ὕδωρ λέγοντες ἢ πῦρ ἢ ἀέρα ἢ γῆν τὴν ὕλην, οὐκέτι ἄμορφον αὐτὴν λέγουσιν, ἀλλὰ σῶμα· οἱ δὲ τὰ ἀμερῆ καὶ τὰς ἀτόμους, ἄμορφον. με. ΠΕΡΙ ΙΔΕΑΣ Ἰδέα δέ ἐστιν οὐσία ἀσώματος, αὐτὴ μὲν ὑφεστῶσα καὶ καθ’ αὑτήν, εἰκονίζουσα δὲ τὰς ἀμόρφους ὕλας καὶ αἰτία γιγνομένη τῆς τούτων δείξεως. Σωκράτης καὶ Πλάτων χωριστὰς τῆς ὕλης δείξεις τὰς [δὲ] ἰδέας ἐν τοῖς νοήμασι καὶ ταῖς φαντασίαις τοῦ θεοῦ, τουτέστι τοῦ νοῦ. Ἀριστοτέλης εἴδη μὲν ἀπέλιπε καὶ ἰδέας, οὐ μὴν κεχωρισμένας τῆς ὕλης, ἔξω γεγονὼς τοῦ ὑπὸ τοῦ θεοῦ. Οἱ ἀπὸ Ζήνωνος Στωϊκοὶ ἐννοήματα ἡμέτερα τὰς ἰδέας. μ. ΠΕΡΙ ΤΑΞΕΩΣ ΑΣΤΕΡΩΝ Ξενοκράτης κατὰ μίαν ἐπιφάνειαν οἴεται κινεῖσθαι τοὺς ἀστέρας. Οἱ ἄλλοι Στωϊκοὶ πρὸ τῶν ἑτέρων τοὺς ἑτέρους, ἐν ὕψει καὶ βάθει. Δημόκριτος τὰ μὲν ἀπλανῆ πρῶτον, μετὰ δὲ ταῦτα τοὺς πλανήτας, ἐφ’ οἷς ἥλιον, Φωσφόρον, σελήνην. Πλάτων μετὰ τὴν τῶν ἀπλανῶν θέσιν Φαίνωνα λεγόμενον, τὸν τοῦ Κρό-νου· δεύτερον Φαέθοντα, τὸν τοῦ Διός· τρίτον Πυρόεντα, τὸν τοῦ Ἄρεως· τέταρτον Ἑωσφόρον, τὸν τῆς Ἀφροδίτης· πέμπτον Στίλβοντα, τὸν τοῦ Ἑρμοῦ· ἕκτον ἥλιον· ἕβδομον σελήνην. Τῶν μαθηματικῶν τινὲς μὲν ὡς Πλάτων, τινὲς δὲ μέσον πάντων τὸν ἥλιον.
PG 21:1393Ἀναξίμανδρος καὶ Μητρόδωρος ὁ Χῖος καὶ Κράτης ἀνωτάτω μὲν πάν-των τὸν ἥλιον τετάχθαι· μετ’ αὐτὸν τὴν σελήνην, ὑπὸ δὲ αὐτοῖς τὰ ἀπλανῆ τῶν ἄστρων καὶ τοὺς πλανήτας. μζ. ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΣΤΡΩΝ ΦΟΡΑΣ ΚΑΙ ΚΙΝΗΣΕΩΣ Ἀναξαγόρας, Δημόκριτος, Κλεάνθης ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς φέρεσθαι πάντας τοὺς ἀστέρας. Ἀλκμαίων καὶ οἱ μαθηματικοὶ τοὺς πλανήτας τοῖς ἀπλανέσιν ἀπὸ δυσμῶν ἐπ’ ἀνατολὰς ἀντιφέρεσθαι. Ἀναξίμανδρος ὑπὸ τῶν κύκλων καὶ τῶν σφαιρῶν, ἐφ’ ὧν ἕκαστος βέβηκε, φέρεσθαι. Ἀναξιμένης οὐχ ὑπὸ τὴν γῆν, περὶ αὐτὴν δὲ στρέφεσθαι τοὺς ἀστέρας. Πλάτων καὶ οἱ μαθηματικοὶ ἰσοδρόμους εἶναι τὸν ἥλιον, τὸν Φωσφόρον, τὸν Στίλβοντα. μη. ΠΟΘΕΝ ΦΩΤΙΖΟΝΤΑΙ ΟΙ ΑΣΤΕΡΕΣ Μητρόδωρος ἅπαντας τοὺς ἀπλανεῖς ἀστέρας ὑπὸ τοῦ ἡλίου καταλάμ-πεσθαι. Ἡράκλειτος, οἱ Στωϊκοὶ τρέφεσθαι τοὺς ἀστέρας ἐκ τῆς ἐπιγείου ἀναθυ-μιάσεως. Ἀριστοτέλης μὴ δεῖσθαι τὰ οὐράνια τροφῆς· οὐ γὰρ φθαρτά, ἀλλὰ ἀί̈δια. Πλάτων κοινῶς τὸν κόσμον ὅλον καὶ τὰ ἄστρα ἐξ αὐτοῦ τρέφεσθαι. μθ. ΠΕΡΙ ΤΩΝ ΚΑΛΟΥΜΕΝΩΝ ΔΙΟΣΚΟΥΡΩΝ Ξενοφάνης τοὺς ἐπὶ τῶν πλοίων φαινομένους οἷον ἀστέρας νεφέλια εἶναι κατὰ τὴν ποιὰν κίνησιν παραλάμποντα. Μητρόδωρος τῶν ὁρώντων ὀφθαλμῶν μετὰ δέους καὶ καταπλήξεως εἶναι στιλβηδόνας. ν. ΠΕΡΙ ΕΚΛΕΙΨΕΩΣ ΗΛΙΟΥ Θαλῆς πρῶτος ἔφη ἐκλείπειν τὸν ἥλιον τῆς σελήνης αὐτὸν ὑπερχομένης κατὰ κάθετον, οὔσης φύσει γεώδους· βλέπεσθαι δὲ τοῦτο κατοπτρικῶς, ὑποτι-θεμένην τῷ δίσκῳ. Ἀναξίμανδρος τοῦ στομίου τῆς τοῦ πυρὸς διεκπνοῆς ἀποκλειομένου. Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφήν, ὥστε τὸ μὲν κοῖλον ἄνω γίνεσθαι, τὸ δὲ κυρτὸν κάτω πρὸς τὴν ἡμετέραν ὄψιν. Ξενοφάνης κατὰ σβέσιν· ἕτερον δὲ πάλιν πρὸς ταῖς ἀνατολαῖς γίνεσθαι. παριστόρηκε δὲ καὶ ἔκλειψιν ἡλίου ἐφ’ ὅλον τὸν μῆνα καὶ πάλιν ἔκλειψιν ἐν-τελῆ, ὥστε τὴν ἡμέραν νύκτα φανῆναι. Ἔνιοι πύκνωμα τῶν ἀοράτων ἐπερχομένων τῷ δίσκῳ νεφῶν. Ἀρίσταρχος τὸν ἥλιον ἵστησι μετὰ τῶν ἀπλανῶν, τὴν δὲ σελήνην κινεῖ περὶ τὸν ἡλιακὸν κύκλον καὶ κατὰ ταύτας τὰς ἐγκλίσεις σκιάζεσθαι τὸν δίσκον. Ξενοφάνης πολλοὺς ἡλίους εἶναι καὶ σελήνας, κατὰ κλίματα τῆς γῆς καὶ ἀποτομὰς καὶ ζώνας· κατά τινα δὲ καιρὸν ἐμπίπτειν τὸν δίσκον εἴς τινα ἀποτομὴν τῆς γῆς οὐκ οἰκουμένην ὑφ’ ἡμῶν καὶ οὕτως ὥσπερ κενεμβατοῦντος ἔκλειψιν ὑποφαίνειν. ὁ δ’ αὐτὸς τὸν ἥλιον μὲν εἰς ἄπειρον προϊέναι, δοκεῖν δὲ κυκλεῖσθαι διὰ τὴν ἀπόστασιν. να. ΠΕΡΙ ΕΚΛΕΙΨΕΩΣ ΣΕΛΗΝΗΣ Ἀναξίμανδρος τοῦ στομίου τοῦ περὶ τὸν τροχὸν ἐπιφραττομένου κατὰ τὴν πρὸς ἡμᾶς ἐπιστροφὴν τοῦ πυρώδους μέρους. Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφήν. Τῶν Πυθαγορείων τινὲς ἀνταύγειαν καὶ ἐπίφραξιν τῆς γῆς ἢ τῆς ἀντί-χθονος· οἱ δὲ νεώτεροι κατ’ ἐπινέμησιν φωτὸς κατὰ μικρὸν ἐξαπτομένης τεταγ-μένως, ἕως ἂν τὴν τελείαν πανσέληνον ἀποδῷ, καὶ πάλιν ἀναλόγως μειουμέ-νης μέχρι τῆς συνόδου, καθ’ ἣν τελέως σβέννυται. Πλάτων, Ἀριστοτέλης, οἱ Στωϊκοὶ καὶ οἱ μαθηματικοὶ συμφωνοῦσι τὰς μὲν μηνιαίους ἀποκρύψεις συνοδεύουσαν αὐτὴν ἡλίῳ καὶ συμπεριλαμπομένην ποιεῖσθαι· τὰς δὲ ἐκλείψεις, εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν μεταξὺ ἀμφοτέρων τῶν ἀστέρων γινομένης, μᾶλλον δὲ τῆς σελήνης ἀντιφραττομένης. νβ. ΠΕΡΙ ΕΜΦΑΣΕΩΣ ΑΥΤΗΣ ΚΑΙ ΔΙΑ ΤΙ ΓΕΩΔΗΣ ΦΑΙΝΕΤΑΙ Οἱ Πυθαγόρειοι γεώδη φαίνεσθαι τὴν σελήνην διὰ τὸ περιοικεῖσθαι αὐτὴν καθάπερ τὴν παρ’ ἡμῖν γῆν μείζοσι ζῴοις καὶ φυτοῖς καλλίοσιν. εἶναι γὰρ πεντεκαιδεκαπλάσια τὰ ἐπ’ αὐτῆς ζῷα, μηδὲν σωματικὸν ἀποκρί-νοντα· καὶ τὴν ἡμέραν τοσαύτην τῷ μήκει. Ἀναξαγόρας ἀνωμαλότητα [διὰ] τοῦ συγκρίματος διὰ τὸ ψυχροειδὲς ἅμα καὶ γεῶδες· παραμεμῖχθαι γὰρ τῷ πυροειδεῖ τὸ ζοφῶδες, ὅθεν ψευδοφαῆ λέγεσθαι τὸν ἀστέρα. Οἱ Στωϊκοὶ διὰ τὸ ἀερομιγὲς τῆς οὐσίας μὴ εἶναι αὐτῆς ἀκήρατον τὸ σύγκριμα. νγ. ΠΕΡΙ ΤΩΝ ΑΠΟΣΤΗΜΑΤΩΝ ΑΥΤΗΣ Ἐμπεδοκλῆς διπλάσιον ἀπέχειν τὴν σελήνην ἀπὸ τοῦ ἡλίου ἤπερ ἀπὸ τῆς γῆς. Οἱ ἀπὸ τῶν μαθηματικῶν ὀκτωκαιδεκαπλάσιον. Ἐρατοσθένης τὸν ἥλιον ἀπέχειν ἀπὸ τῆς γῆς σταδίων μυριάδας τετρακο-σίας καὶ ὀκτακισμυρίας, τὴν δὲ σελήνην ἀπέχειν τῆς γῆς μυριάδας οη σταδίων. νδ. ΠΕΡΙ ΕΝΙΑΥΤΩΝ Ἐνιαυτός ἐστι Κρόνου μὲν ἐνιαυτῶν περίοδος λ, Διὸς [δὲ] δώδεκα, Ἄρεως δυοῖν, ἡλίου δώδεκα μῆνες. οἱ δ’ αὐτοὶ Ἑρμοῦ καὶ Ἀφροδίτης· ἰσό-δρομοι γάρ. σελήνης δὲ ἡμέραι τριάκοντα· οὗτος γὰρ ὁ τέλειος μὴν ἀπὸ φά-σεως εἰς σύνοδον. Τὸν δὲ μέγαν ἐνιαυτὸν οἱ μὲν ἐν τῇ ὀκταετηρίδι τίθενται, οἱ δὲ ἐν τῇ ἐννεακαιδεκαετηρίδι, οἱ δὲ ἐν τοῖς ἑξήκοντα ἑνὸς δέουσιν. Ἡράκλειτος ἐκ μυρίων ὀκτακισχιλίων ἡλιακῶν, Διογένης ἐκ πέντε καὶ ἑξήκοντα καὶ τρι-ακοσίων ἐνιαυτῶν τοσούτων, ὅσων κατὰ Ἡράκλειτον ὁ ἐνιαυτός. Καὶ περὶ μὲν τῶν οὐρανίων καὶ μεταρσίων τοσαῦτα τοῖς δεδηλωμένοις πρὸς ἀλλήλους διεστασίασται. θέα δὲ καὶ τὰ περὶ γῆς· νε. ΠΕΡΙ ΓΗΣ Θαλῆς καὶ οἱ ἀπ’ αὐτοῦ μίαν εἶναι τὴν γῆν. Ἱκέτης ὁ Πυθαγόρειος δύο, αὐτὴν καὶ τὴν ἀντίχθονα. Οἱ Στωϊκοὶ τὴν γῆν μίαν καὶ πεπερασμένην. Ξενοφάνης ἐκ τοῦ κατωτέρου μέρους εἰς ἄπειρον [μέρος] ἐρριζῶσθαι, ἐξ ἀέρος δὲ καὶ πυρὸς παγῆναι. Μητρόδωρος τὴν μὲν γῆν ὑπόστασιν εἶναι καὶ τρύγα τοῦ ὕδατος, τὸν δὲ ἥλιον τοῦ ἀέρος. ν. ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΓΗΣ Θαλῆς καὶ οἱ Στωϊκοὶ σφαιροειδῆ τὴν γῆν. Ἀναξίμανδρος λίθῳ κίονι προσφερῆ τῶν ἐπὶ πέδων. Ἀναξιμένης τραπεζοειδῆ. Λεύκιππος τυμπανοειδῆ. Δημόκριτος δισκοειδῆ τῷ πλάτει, κοίλην δὲ τῷ μέσῳ. νζ. ΠΕΡΙ ΘΕΣΕΩΣ ΤΗΣ ΓΗΣ Οἱ ἀπὸ Θάλεω τὴν γῆν μέσην. Ξενοφάνης πρώτην, εἰς ἄπειρον γὰρ ἐρριζῶσθαι. Φιλόλαος ὁ Πυθαγόρειος τὸ μὲν πῦρ μέσον, τοῦτο γὰρ εἶναι τοῦ παντὸς ἑστίαν· δευτέραν δὲ τὴν ἀντίχθονα· τρίτην δὲ τὴν οἰκουμένην γῆν, ἐξ ἐναν-τίας δὲ κειμένην τε καὶ περιφερομένην τῇ ἀντίχθονι, παρ’ ὃ καὶ μὴ ὁρᾶσθαι ὑπὸ τῶν ἐν τῇδε τοὺς ἐν ἐκείνῃ. Παρμενίδης πρῶτος ἀφώρισε τῆς γῆς τοὺς οἰκουμένους τόπους ὑπὸ ταῖς δυσὶ ζώναις ταῖς τροπικαῖς. νη. ΠΕΡΙ ΕΓΚΛΙΣΕΩΣ ΓΗΣ Οἱ μὲν ἄλλοι μένειν τὴν γῆν. Φιλόλαος δὲ ὁ Πυθαγόρειος κύκλῳ περιφέρεσθαι περὶ τὸ πῦρ κατὰ κύκλου λοξοῦ, ὁμοιοτρόπως ἡλίῳ καὶ σελήνῃ. Ἡρακλείδης ὁ Ποντικὸς καὶ Ἔκφαντος ὁ Πυθαγόρειος κινοῦσι μὲν τὴν γῆν, οὐ μὴν μεταβατικῶς, ἀλλὰ τρεπτικῶς, τροχοῦ δίκην ἐν ἄξονι στρεφο-μένην ἀπὸ δυσμῶν ἐπ’ ἀνατολὰς περὶ τὸ ἴδιον αὐτῆς κέντρον. Δημόκριτος κατ’ ἀρχὰς μὲν πλάζεσθαι τὴν γῆν διά τε σμικρότητα καὶ κουφότητα, πυκνωθεῖσαν δὲ τῷ χρόνῳ καὶ βαρυνθεῖσαν καταστῆναι. Τούτων καὶ περὶ γῆς διαπεφωνημένων τοῖς γενναίοις ἄκουε καὶ τῶν περὶ θαλάσσης· νθ. ΠΕΡΙ ΘΑΛΑΣΣΗΣ ΠΩΣ ΣΥΝΕΣΤΗ ΚΑΙ ΠΩΣ ΕΣΤΙ ΠΙΚΡΑ Ἀναξίμανδρος τὴν θάλασσάν φησιν εἶναι τῆς πρώτης ὑγρασίας λείψανον· ἧς τὸ μὲν πλεῖον μέρος ἀνεξήρανε τὸ πῦρ, τὸ δὲ ὑπολειφθὲν διὰ τὴν ἔκκαυσιν μετέβαλεν. Ἀναξαγόρας τοῦ κατ’ ἀρχὰς λιμνάζοντος ὑγροῦ περικαέντος ὑπὸ τῆς ἡλιακῆς περιφορᾶς καὶ τοῦ λιπαροῦ ἐξατμισθέντος, εἰς ἁλυκίδα καὶ πικρίαν τὸ λοιπὸν ὑποστῆναι.
PG 21:1401Ἐμπεδοκλῆς ἱδρῶτα τῆς γῆς ἐκκαιομένης ὑπὸ τοῦ ἡλίου διὰ τὴν ἐπὶ τὸ πλεῖον πίλησιν. Ἀντιφῶν ἱδρῶτα τοῦ θερμοῦ, ἐξ οὗ τὸ περιληφθὲν ὑγρὸν ἀπεκρίθη, τῷ καθεψηθῆναι παραλυκίσασα, ὅπερ ἐπὶ παντὸς ἱδρῶτος συμβαίνει. Μητρόδωρος διὰ τὸ διηθεῖσθαι διὰ τῆς γῆς μετειληφέναι τοῦ περὶ αὐτὴν πάχους, καθάπερ τὰ διὰ τῆς τέφρας ὑλιζόμενα. Οἱ ἀπὸ Πλάτωνος τοῦ στοιχειώδους ὕδατος τὸ μὲν ἐξ ἀέρος κατὰ περί-ψυξιν συνιστάμενον γλυκὺ γίνεσθαι, τὸ δὲ ἀπὸ γῆς κατὰ περίκαυσιν καὶ ἐκπύ-ρωσιν ἀναθυμιώμενον ἁλμυρόν. Ταῦτα μὲν οὖν καὶ περὶ θαλάσσης. ὅπως δὲ οἱ περὶ τοῦ παντὸς κόσμου οὐρανίων τε πέρι καὶ αἰθερίων καὶ τῆς τῶν ὅλων καταλήψεως φυσιολογεῖν ἐπαγγειλάμενοι οὐδὲ τὰ καθ’ ἑαυτοὺς ᾔδεσαν, μάθοις ἂν ἐξ ὧν καὶ περὶ τούτων ὧδέ πως διαπεφωνήκασιν· ξ. ΠΕΡΙ ΜΕΡΩΝ ΤΗΣ ΨΥΧΗΣ Πυθαγόρας, Πλάτων κατὰ μὲν τὸν ἀνωτάτω λόγον διμερῆ τὴν ψυχήν· τὸ μὲν γὰρ ἔχειν λογικόν, τὸ δὲ ἄλογον. κατὰ δὲ τὸ προσεχὲς καὶ ἀκριβὲς τρι-μερῆ· τὸ γὰρ ἄλογον διαιροῦσιν εἴς τε τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν. Οἱ Στωϊκοὶ ἐξ ὀκτὼ μερῶν συνεστάναι, πέντε μὲν τῶν αἰσθητικῶν, ὁρατι-κοῦ, ὀσφραντικοῦ, ἀκουστικοῦ, γευστικοῦ, ἁπτικοῦ, ἕκτου δὲ φωνητικοῦ, ἑβδό-μου δὲ σπερματικοῦ, ὀγδόου δὲ αὐτοῦ τοῦ ἡγεμονικοῦ, ἀφ’ οὗ ταῦτα πάντα τέταται διὰ τῶν οἰκείων ὀργάνων, προσφερῶς ταῖς πολύποδος πλεκτάναις. Δημόκριτος, Ἐπίκουρος διμερῆ τὴν ψυχήν, τὸ μὲν λογικὸν ἔχουσαν ἐν τῷ θώρακι καθιδρυμένον, τὸ δὲ ἄλογον καθ’ ὅλην τὴν σύγκρισιν τοῦ σώ-ματος διεσπαρμένον. Ὁ δὲ Δημόκριτος πάντα μετέχειν φύσει ψυχῆς ποιᾶς, καὶ τὰ νεκρὰ τῶν σωμάτων, διότι ἀφανῶς τινος θερμοῦ καὶ αἰσθητικοῦ μετέχει, τοῦ πλείονος διαπνεομένου. ξα. ΠΕΡΙ ΗΓΕΜΟΝΙΚΟΥ Πλάτων, Δημόκριτος ἐν ὅλῃ τῇ κεφαλῇ. Στράτων ἐν μεσοφρύῳ. Ἐρασίστρατος περὶ τὴν μήνιγγα τοῦ ἐγκεφάλου, ἣν ἐπικρανίδα λέγει. Ἡρόφιλος ἐν τῇ τοῦ ἐγκεφάλου κοιλίᾳ, ἥτις ἐστὶ βάσις. Παρμενίδης ἐν ὅλῳ τῷ θώρακι. Ἐπίκουρος, οἱ Στωϊκοὶ πάντες ἐν ὅλῃ τῇ καρδίᾳ. Διογένης ἐν τῇ ἀρτηριακῇ κοιλίᾳ τῆς καρδίας, ἥτις ἐστὶ πνευματική. Ἐμπεδοκλῆς δὲ ἐν τῇ τοῦ αἵματος [συστάσει]. Οἱ δ’ ἐν τῷ περικαρδίῳ ὑμένι· οἱ δ’ ἐν τῷ διαφράγματι τῶν φρενῶν. τῶν νεωτέρων τινὲς διήκειν ἀπὸ κεφαλῆς μέχρι τοῦ διαφράγματος. Πυθαγόρας τὸ μὲν ζωτικὸν περὶ τὴν καρδίαν, τὸ δὲ λογικὸν καὶ νοερὸν περὶ τὴν κεφαλήν. Τοσαῦτα μὲν δὴ καὶ τὰ περὶ τῶνδε. ἆρ’ οὖν οὐκ ἐν δίκῃ σοι δοκοῦμεν κρίσει καὶ λογισμῷ τῆς τούτων ἁπάντων ἀνωφελοῦς καὶ πολυπλανοῦς ματαιο-πονίας ἀνακεχωρηκέναι καὶ τῶν μὲν εἰρημένων μηδὲν πολυπραγμονεῖν (μηδὲ γὰρ ὁρᾶν ἐξ αὐτῶν τὸ λυσιτελὲς καὶ αὐτόθεν συντεῖνον πρὸς ὠφέλειαν καὶ ἀγαθοῦ κτῆσιν ἀνθρώποις), μόνης δὲ τῆς ἀμφὶ τὸν πάντων δημιουργὸν θεὸν εὐσεβείας ἔχεσθαι καὶ διὰ σώφρονος βίου τῆς τε ἄλλης κατ’ ἀρετὴν θεοφι-λοῦς πολιτείας ἀρεσκόντως ζῆν σπουδάζειν τῷ ἐπὶ πάντων θεῷ; ἀλλ’ εἰ καὶ σὺ βασκανίᾳ καὶ φθόνῳ τὴν ἀληθῆ μαρτυρίαν ἡμῖν προσέσθαι δι’ ὄκνου φέρεις, φθάσει γέ σε πάλιν ὁ πάντων Ἑλλήνων σοφώτατος Σωκράτης τὰς ὑπὲρ ἡμῶν ψήφους φιλαλήθως ἐξενηνεγμένος. τοὺς γοῦν μετεωρολέσχας ἐκείνους μωραίνοντας ἀπεδείκνυε καὶ μηθὲν μαινομένων διαφέρειν ἔλεγεν, ἀπελέγχων αὐτοὺς διαρρήδην οὐ μόνον ὡς ἀνεφίκτων ὀρεγομένους, ἀλλὰ καὶ περὶ ἄχρηστα καὶ ἀνωφελῆ τῷ βίῳ κατατριβομένους. ταῦτα δέ σοι καὶ ὁ πρόσθεν μαρτυρήσει Ξενοφῶν, Σωκράτους ἑταίρων γνωριμώτατος, ὧδέ πη γράφων ἐν Ἀπομνημονεύμασιν· ξβ. ΟΤΙ ΚΑΙ ΤΩΝ ΕΛΛΗΝΩΝ Ο ΣΟΦΩΤΑΤΟΣ ΣΩΚΡΑΤΗΣ ΤΟΥΣ ΕΠΙ ΤΗΙ ΤΩΝ ΠΡΟΕΙΡΗΜΕΝΩΝ ΦΥΣΙΟΛΟΓΙΑΙ ΜΕΓΑΛΑ ΦΥΣΩΝΤΑΣ ΜΩΡΑΙΝΟΝΤΑΣ ΑΠΕΔΕΙΚΝΥΕΝ ΩΣ ΠΕΡΙ ΑΧΡΗΣΤΑ ΤΩΙ ΒΙΩΙ ΚΑΙ ΑΚΑΤΑΛΗΠΤΑ ΚΑΤΑΤΡΙΒΟΜΕΝΟΥΣ Οὐδεὶς δὲ πώποτε Σωκράτους οὐδὲν ἀσεβὲς οὔτε ἀνόσιον οὔτε πράτ-τοντος εἶδεν οὔτε λέγοντος ἤκουσεν. οὐδὲ γὰρ περὶ τῆς τῶν ἁπάντων φύσεως ἢ περὶ τῶν ἄλλων, ὡς οἱ πλεῖστοι, διελέγετο, σκοπῶν ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει καὶ τίσιν ἀνάγκαις ἕκαστα γίνεται τῶν οὐρανίων, ἀλλὰ καὶ τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἀπεδείκνυε. καὶ πρῶτον μὲν αὐτῶν ἐσκόπει πότερά ποτε νομίσαντες ἱκανῶς ἤδη τὰ ἀνθρώπινα εἰδέναι ἔρχονται ἐπὶ τὸ περὶ τῶν τοιούτων φροντίζειν ἢ τὰ μὲν ἀνθρώπινα παρέντες, τὰ δαιμόνια δὲ σκοποῦντες ἡγοῦνται τὰ προσήκοντα πράττειν. ἐθαύμαζε δέ, εἰ μὴ φανερὸν αὐτοῖς ἐστιν ὅτι ταῦτα οὐ δυνατόν ἐστιν ἀνθρώποις εὑρεῖν, ἐπεὶ καὶ τοὺς μέγιστα φρονοῦντας ἐπὶ τῷ περὶ τούτων λέγειν οὐ ταὐτὰ δοξάζειν ἀλλήλοις, ἀλλὰ καὶ τοῖς μαινομένοις ὁμοίως διακεῖσθαι πρὸς ἀλλήλους. τῶν τε γὰρ μαινομένων τοὺς μὲν οὐδὲ τὰ δεινὰ δεδιέναι, τοὺς δὲ τὰ μὴ φοβερὰ φοβεῖσθαι· καὶ τοῖς μὲν οὐδ’ ἐν ὄχλῳ δοκεῖν αἰσχρὸν εἶναι λέγειν ἢ ποιεῖν ὁτιοῦν, τοῖς δὲ οὐδ’ ἐξιτητέον εἰς ἀνθρώπους εἶναι δοκεῖν· καὶ τοὺς μὲν οὔθ’ ἱερὸν οὔτε βωμὸν οὔτ’ ἄλλο τῶν θείων οὐδὲν τιμᾶν, τοὺς δὲ καὶ λίθους καὶ ξύλα τὰ τυχόντα καὶ θηρία σέβεσθαι. τῶν τε περὶ τῆς τῶν πάν-των φύσεως μεριμνώντων τοῖς μὲν δοκεῖν ἓν μόνον τὸ ὂν εἶναι, τοῖς δὲ ἄπειρα τὸ πλῆθος· καὶ τοῖς μὲν ἀεὶ πάντα κινεῖσθαι, τοῖς δὲ οὐδὲν ἄν ποτε κινηθῆναι· καὶ τοῖς μὲν ἅπαντα γίγνεσθαί τε καὶ ἀπόλλυσθαι, τοῖς δὲ οὔτ’ ἂν γενέσθαι ποτὲ οὐδὲν οὔτε ἀπολέσθαι. ἐσκόπει δὲ περὶ αὐτῶν καὶ τάδε· ἆρ’ ὥσπερ οἱ τἀνθρώπινα μανθάνοντες ἡγοῦνται τοῦθ’ ὅ τι ἂν μάθωσιν ἑαυτοῖς τε καὶ τῶν ἄλλων ὅτῳ ἂν βούλωνται ποιήσειν, οὕτω καὶ οἱ τὰ θεῖα ζητοῦντες νομί-ζουσιν, ἐπειδὰν γνῶσιν αἷς ἀνάγκαις ἕκαστα γίγνεται, ποιήσειν ὅταν βούλωνται καὶ ἀνέμους καὶ ὕδατα καὶ ὥρας καὶ ὅτου ἂν ἄλλου δέωνται τῶν τοιούτων; ἢ τοιοῦτο μὲν οὐδὲν οὐδ’ ἐλπίζουσιν, ἀρκεῖ δ’ αὐτοῖς γνῶναι μόνον ᾗ τῶν τοιούτων ἕκαστα γίγνεται; περὶ μὲν οὖν τῶν ταῦτα πραγματευομένων τοιαῦτα ἔλεγεν· αὐτὸς δὲ περὶ τῶν ἀνθρωπείων ἀεὶ διελέγετο, σκοπῶν τί εὐσεβές, τί ἀσεβές· τί καλόν, τί αἰσχρόν· τί δίκαιον, τί ἄδικον· τί σωφροσύνη, τί μανία. Ταῦτα μὲν οὖν ὁ Σωκράτης. μετὰ δὲ αὐτὸν οἱ περὶ Ἀρίστιππον τὸν Κυρη-ναῖον, ἔπειθ’ ὕστερον οἱ περὶ Ἀρίστωνα τὸν Χῖον ἐπεχείρησαν λέγειν ὡς δέοι μόνα τὰ ἠθικὰ φιλοσοφεῖν· εἶναι γὰρ δὴ ταῦτα μὲν δυνατὰ καὶ ὠφέ-λιμα, τοὺς μέντοι περὶ τῆς φύσεως λόγους πᾶν τοὐναντίον μήτε κατα-ληπτοὺς εἶναι μήτε καὶ εἰ ὀφθεῖεν, ὄφελος ἔχειν τι. μηδὲν γὰρ ἡμῖν ἔσεσθαι πλέον, ἀλλ’ οὐδ’ εἰ μετεωρότεροι τοῦ Περσέως ἀρθέντες ὑπέρ τε πόντου χεῦμ’ ὑπέρ τε Πλειάδα αὐτοῖς τοῖς ὄμμασι κατίδοιμεν τὸν πάντα κόσμον καὶ τὴν τῶν ὄντων φύσιν, ἥτις δή ποτέ ἐστιν· οὐ γὰρ δὴ διά γε τοῦτο φρονιμωτέρους ἢ δικαιοτέρους ἢ ἀνδρειοτέρους ἢ σωφρονεστέρους ἡμᾶς ἔσεσθαι καὶ μὴν οὐδὲ ἰσχυροὺς ἢ κα-λοὺς ἢ πλουσίους, ὧν χωρὶς οὐχ οἷόν τε εὐδαιμονεῖν. ὅθεν ὀρθῶς εἶπε Σωκράτης καὶ λίαν καλῶς, ὅτι τῶν ὄντων τὰ μὲν ὑπὲρ ἡμᾶς εἴη, τὰ δὲ οὐδὲν πρὸς ἡμᾶς· εἶναι γὰρ τὰ φυσικὰ μὲν ὑπὲρ ἡμᾶς, τὰ δὲ μετὰ τὸν θάνατον οὐδὲν πρὸς ἡμᾶς, μόνα δὲ πρὸς ἡμᾶς τὰ ἀνθρώπινα. ταύτη δὲ καὶ χαίρειν αὐτὸν εἰπόντα τῇ Ἀναξαγόρου καὶ Ἀρχελάου φυσιολογίᾳ ζητεῖν ὅττι οἱ ἐν μεγάροισι κακόν [τ’] ἀγαθόν τε τέτυκται.
καὶ ἄλλως δὲ εἶναι τοὺς φυσικοὺς λόγους οὐ χαλεποὺς οὐδὲ ἀδυνάτους μό-νον, ἀλλὰ καὶ ἀσεβεῖς καὶ τοῖς νόμοις ὑπεναντίους καὶ μηδὲν πρὸς ἀνθρώπινον ἦθος καὶ κόσμον βίου τοῦ καθ’ ἡμᾶς συντείνοντας· τοὺς μὲν γὰρ ἀξιοῦν μηδ’ εἶναι θεοὺς τὸ παράπαν, τοὺς δὲ τὸ ἄπειρον ἢ τὸ ὂν ἢ τὸ ἕν, καὶ πάντα μᾶλλον ἢ τοὺς νομιζομένους· τήν τ’ αὖ διαφωνίαν παμπόλλην ὅσην· τοὺς μὲν γὰρ ἄπειρον ἀποφαίνειν τὸ πᾶν, τοὺς δὲ πεπερασμένον, καὶ τοὺς μὲν ἀξιοῦν ἅπαντα κινεῖσθαι, τοὺς δὲ καθάπαξ μηδέν. καὶ μὴν εἴ τι καὶ ἄλλο, πάντων ἄριστά μοι δοκεῖ περὶ τούτων αὐτῶν ἐν τοῖς Σίλλοις καὶ ὁ Φλιάσιος Τίμων εἰρηκέναι τάδε· τίς γὰρ τούσδ’ ὀλοῇ ἔριδι ξυνέηκε μάχεσθαι; Ἠχοῦς σύνδρομος ὄχλος· ὁ γὰρ σιγῶσι χολωθεὶς νοῦσον ἐπ’ ἀνέρας ὦρσε λάλην, ὀλέκοντο δὲ πολλοί. ὁρᾷς ὡς ἤδη καὶ ἀλλήλους σκώπτουσιν οἱ γενναῖοι; τὴν γοῦν πρὸς ἀλλήλους φιλονεικίαν αὐτῶν τάς τε μάχας καὶ τὰς διαστάσεις ἔτι πρὸς τοῖς εἰρημένοις ὁ δηλωθεὶς ἀνὴρ τοῦτον ὑπογράφει τὸν τρόπον· φοιτᾷ δὲ βροτολοιγὸς ἔρις κενεὸν λελακυῖα, νείκης ἀνδροφόνοιο κασιγνήτη καὶ ἔριθος, ἥ τ’ ἀλαὴ περὶ πάντα κυλίνδεται, αὐτὰρ ἔπειτα ἔς [τε] βροτοὺς στήριξε κάρη καὶ ἐς ἐλπίδα βάλλει. Ἀλλὰ γὰρ καὶ τῆς τῶνδε πρὸς σφᾶς αὐτοὺς ἀποδεδειγμένης στάσεώς τε καὶ μάχης τῆς τε μηδὲν ἡμῖν προσηκούσης, περιττῆς δὲ ἄλλως καὶ οὐ γνωστῆς ἀνθρώποις φ[υσιολ]ογίας [τε καὶ φιλοσοφίας τῆς τε ἀθέου καὶ ψευδοῦς] παιδείας τε καὶ μαθήσεως τῶν τε λοιπῶν ἁπάντων, ἐν οἷς εἰσέτι νῦν ἀπο-σεμνύνονται φιλοσόφων παῖδες, ἀπεληλεγμένων οὐχ ἡμετέραις, ταῖς δ’ οἰκείαις αὐτῶν ἀποδείξεσιν, οὐ μὴν ἀλλὰ καὶ τῆς αἰτίας εἰς φανερὸν τεθείσης, δι’ ἣν τὰ τῶνδε ἀποστραφέντες τὰ Ἑβραίων λόγια προτετιμήκαμεν, τὰ μὲν τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἐν τούτοις ἡμῖν περιγεγράφθω· τὰ δὲ τῆς ἐντελεστέρας πραγματείας, τῆς κατὰ τὴν Εὐαγγελικὴν Ἀπόδειξιν, ἤδη λοιπὸν ἐπισκεπτέον ἀφ’ ἑτέρας λόγων ἀρχῆς, τῆς δὴ λειπούσης τῷ προβλήματι, τὴν διδασκαλίαν ποιησομένοις. λείπει δὲ ἄρα πρὸς τοὺς ἐκ περιτομῆς ἐπιμεμψαμένους ἀποκρίνασθαι, τί δή ποτε ἀλλόφυλοι ὄντες καὶ ἀλλογενεῖς ταῖς αὐτῶν βίβλοις ἀποχρώμεθα, μηδὲν ἡμῖν, ὡς ἂν αὐτοὶ φαῖεν, προσηκούσαις· ἢ τί δὴ τὰ παρ’ αὐτοῖς ἀσπαζόμενοι λόγια οὐχὶ καὶ τὸν βίον ἀκόλουθον τῷ παρ’ αὐτοῖς παρέχομεν νόμῳ.
PG 21:25
PG 21:31
PG 21:43
PG 21:49
PG 21:55
PG 21:61
PG 21:65
PG 21:77
PG 21:83
PG 21:99
PG 21:105
PG 21:111
PG 21:117
PG 21:123
PG 21:129
PG 21:135
PG 21:147
PG 21:151
PG 21:157
PG 21:163
PG 21:169
PG 21:175
PG 21:181
PG 21:201
PG 21:209
PG 21:221
PG 21:261
PG 21:267
PG 21:273
PG 21:277
PG 21:283
PG 21:289
PG 21:295
PG 21:301
PG 21:329
PG 21:335
PG 21:341
PG 21:347
PG 21:353
PG 21:359
PG 21:363
PG 21:369
PG 21:375
PG 21:381
PG 21:387
PG 21:393
PG 21:399
PG 21:405
PG 21:409
PG 21:415
PG 21:427
PG 21:433
PG 21:439
PG 21:445
PG 21:449
PG 21:455
PG 21:467
PG 21:473
PG 21:485
PG 21:491
PG 21:495
PG 21:501
PG 21:507
PG 21:519
PG 21:525
PG 21:531
PG 21:535
PG 21:553
PG 21:559
PG 21:565
PG 21:571
PG 21:577
PG 21:581
PG 21:611
PG 21:621
PG 21:633
PG 21:639
PG 21:651
PG 21:657
PG 21:663
PG 21:667
PG 21:673
PG 21:679
PG 21:685
PG 21:707
PG 21:713
PG 21:719
PG 21:725
PG 21:731
PG 21:743
PG 21:749
PG 21:795
PG 21:840
PG 21:891
PG 21:897
PG 21:903
PG 21:921
PG 21:943
PG 21:955
PG 21:1035
PG 21:1069
PG 21:1293
PG 21:1357
PG 21:1391
PG 21:1397
Second witness · khazarzar edition

Praeparatio evangelica Α ΤΑΔΕ ΤΟ ΠΡΩΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ 1.pin. αʹ. Τίς ἡ τῆς εὐαγγελικῆς ὑποθέσεως ἐπαγγελία βʹ. Τίνα πρὸς ἡμᾶς σύνηθες λέγειν τοῖς τὰ καθ' ἡμᾶς διαβάλλειν ἐπιχειροῦσιν γʹ. Ὅτι μὴ ἀνεξετάστως τὰ τοῦ σωτηρίου λόγου φρονεῖν εἱλόμεθα δʹ. Ὅτι μὲ ἀκρίτως ἡμῖν ἡ περὶ τῶν ὠφελιμωτάτων πίστις κατὰ καιρὸν παραλαμβάνεται εʹ. Ὅτι μὴ ἄνευ σώφρονος λογισμοῦ τῆς πατρίου δεισιδαίμονος πλάνης ἀνεχωρήσαμεν ʹ. Ὅσα παρ' Ἕλλησι καὶ οἷα περὶ τῆς πρώτης κοσμογονίας ἀναγράφεται, καὶ ὡς εὐλόγως αὐτῶν ἀνεχωρήσαμεν ζʹ. Ὅσα τοῖς φυσικοῖς φιλοσόφοις περὶ ἀρχῶν διαπεφώνηται καὶ ὡς καὶ τούτων μετὰ κρίσεως ἀπέστημεν ηʹ. Ὅτι πλέον οὐδὲν οἱ παλαιοὶ τῶν κατ' οὐρανὸν φαινομένων ἄστρων ἐθεολόγουν θʹ. Ὅτι μηδεμία τις ἦν αὐτοῖς περὶ θεῶν μυθολογία οὐδέ γε ξοάνων ἵδρυσις ιʹ. Ὅτι νεώτερα τῷ βίῳ παρεισῆκται τὰ περὶ τῶν θεῶν παρὰ τοῖς πολλοῖς τεθρυλημένα ιαʹ. Ἐπιτομὴ τῆς Φοινίκων ἀρχαιολογουμένης θεολογίας καὶ περὶ τῶν ταύτην συγγραψαμένων καὶ ὅτι δικαίως αὐτῆς κατεπτύσαμεν

αʹ. ΤΙΣ Η ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΥΠΟΘΕΣΕΩΣ ΕΠΑΓΓΕΛΙΑ Τὸν χριστιανισμόν, ὅ τι ποτέ ἐστιν, ἡγούμενος τοῖς οὐκ εἰδόσι παραστήσασθαι διὰ τῆς προκειμένης πραγματείας τὴν εὐαγγελικὴν ἀπόδειξιν περιέξειν ἐπαγγελλομένης, τήνδε σοι, θεῖον ἐπισκόπων χρῆμα, Θεόδοτε, φίλη θεοῦ καὶ ἱερὰ κεφαλή, σὺν εὐχαῖς ἐπεφώνησα, εἴ πως ἄρα τῆς παρὰ σοῦ τύχοιμι βοηθείας, ταῖς φιλοθέοις ὑπὲρ ἡμῶν ἱερουργίαις τὰ μεγάλα μοι συμπράττοντος εἰς τὴν προβεβλημένην τῆς εὐαγγελικῆς 1.1. διδασκαλίας ὑπόθεσιν. ἀλλὰ γὰρ τί βούλεται τοῦτο δηλοῦν ὅ φαμεν εὐαγγέλιον, πρῶτον ἁπάντων διαρθρῶσαι καλόν. τοῦτο δὴ πᾶσιν ἀνθρώποις τὴν παρουσίαν τῶν ἀνωτάτω καὶ μεγίστων ἀγαθῶν, πάλαι μὲν προηγορευμένων, νεωστὶ δὲ τοῖς πᾶσιν ἐπιλαμψάντων, εὐαγγελίζεται, οὐ τὸν οὐ βλέποντα πλοῦτον οὐδὲ τὴν σμικρὰν καὶ πολυπαθῆ ταύτην ζωὴν προξενοῦν οὐδ' ὅσα σώματος καὶ φθορᾶς οἰκεῖα, τὰ δὲ ψυχαῖς νοερὰν οὐσίαν κεκτημέναις φίλα τε καὶ προσήγορα, ὧν καὶ τὰ σωμάτων 1.1.3 ἐξῆπται, σκιᾶς ἐφεπόμενα δίκην. εἴη δ' ἂν τούτων τὸ κεφάλαιον εὐσέβεια, οὐχ ἡ ψευδώνυμος καὶ πολυπλανής, ἀλλ' ἡ σὺν ἀληθείᾳ τὴν προσηγορίαν ἐπιγραφομένη. ἔστιν δὲ αὕτη ἡ πρὸς τὸν ἕνα καὶ μόνον ὡς ἀληθῶς ὁμολογούμενόν τε καὶ ὄντα θεὸν ἀνάνευσις καὶ ἡ κατὰ τοῦτον ζωῆς ἔξαψις, ᾗ καὶ ἡ πρὸς αὐτὸν ἐγγίνεται φιλία, ᾗ παρέπεται τὸ θεοφιλὲς ὄντως καὶ τρισμακάριον τέλος, ἄνωθεν ἐκ τῶν κρειττόνων ἀπῃωρημένον καὶ πρὸς αὐτὰ διακυβερνώμενον καὶ αὖ πάλιν εἰς αὐτὰ καταλῆ.1.4 γον. τί οὖν ἂν γένοιτο τῆς ἀγαθῆς ταύτης καὶ πανολβίου θεοφιλίας μακαριστότερον; οὐχὶ καὶ ζωῆς αὐτὸς καὶ φωτὸς καὶ ἀληθείας καὶ πάντων ἀγαθῶν ταμίας τε καὶ χορηγὸς τοῖς πᾶσι καθέστηκεν; οὐχὶ καὶ τοῦ εἶναι τὰ πάντα καὶ τοῦ ζῆν αὐτὸς τὴν αἰτίαν περιείληφεν; τῷ δὴ οὖν τὴν πρὸς αὐτὸν στειλαμένῳ φιλίαν τί ἂν ἔτι λείποιτο; τίνος δ' ἂν ὑστεροῖτο ὁ τῶν ὄντως ἀγαθῶν τὸν δημιουργὸν ἐξῳκειωμένος; ἢ τίνος ἂν ἐλαττοῖτο ὁ καὶ πατρὸς ἐν χώρᾳ καὶ κηδεμόνος τὸν μέγαν προστάτην καὶ 1.1.5 παμβασιλέα τῶν ὅλων ἐπιγραφόμενος; ἀλλ' οὐκ ἔστιν εἰπεῖν ὅ τι μὴ οὐχὶ ὁ τῇ διαθέσει τῷ παμβασιλεῖ

θεῷ πλησιάζων καὶ τῆς παμμακαρίου φιλίας διὰ τῆς ἐπιστημονικῆς εὐσεβείας ἠξιωμένος ὁμοῦ καὶ ψυχῆς 1.1. καὶ σώματος καὶ τῶν ἐκτὸς ἁπάντων εὖ ἂν ἔχοι. ταύτην δὴ τοίνυν τὴν ἀγαθὴν καὶ σωτήριον πρὸς θεὸν ἀνθρώπων φιλίαν ἄνωθεν ἐκ τοῦ παναγάθου καταπεμφθεὶς θεοῦ λόγος, ὥσπερ τις ἀπειρομεγέθους φωτὸς αὐγή, πᾶσιν ἀνθρώποις εὐαγγελίζεται, οὐκ ἐνθένδε ποθὲν οὐδ' ἑτέρωθεν, ἀλλὰ πανταχόθεν ἐξ ἁπάντων ἐθνῶν πρὸς τὸν τῶν ὅλων θεὸν παρορμῶν ἥκειν σπεύδειν τε καὶ πάσῃ προθυμίᾳ ψυχῆς τὸ δῶρον ὑποδέχεσθαι, Ἕλληνας ὁμοῦ καὶ βαρβάρους, ἄνδρας ἅμα γυναιξὶ καὶ νηπίοις, πένητάς τε καὶ πλουσίους, σοφοὺς καὶ ἰδιώτας, οὐδὲ τὸ οἰκετικὸν γένος ὑπερφρονῶν 1.1. τῆς κλήσεως, ὅτι δὴ μίαν τὴν πάντων οὐσίαν τε καὶ φύσιν ὁ πατὴρ αὐτῶν συστησάμενος μιᾶς εἰκότως καὶ τῆς ἴσης πάλιν τοὺς πάντας μεγαλοδωρεᾶς ἠξίωσε, τὴν πρὸς αὐτὸν γνῶσίν τε καὶ φιλίαν ἅπασι τοῖς ὑπακούειν ἐθέλουσι καὶ τὴν χάριν εὐμαρῶς ἀσπαζομένοις δωρούμενος. 1.1. ταύτην ὁ Χριστοῦ λόγος ἧκε τὴν πρὸς τὸν αὐτοῦ πατέρα φιλίαν τὸν σύμπαντα κόσμον εὐαγγελιούμενος· «θεὸς γὰρ ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα,» ᾗ τὰ θεῖα διδάσκει λόγια, «ἐλθών τε, φησίν, εὐηγγελίσατο εἰρήνην τοῖς μακράν, εἰρήνην τοῖς ἐγγύς.» 1.1. ταῦτα πρόπαλαι παῖδες Ἑβραίων θεοφορούμενοι τῷ σύμπαντι κόσμῳ προεθέσπιζον, ὁ μέν τις βοῶν «μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν·» καὶ πάλιν· «εἴπατε ἐν τοῖς ἔθνεσιν ὅτι κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται·» ὁ δὲ φάσκων «ἐπιφανήσεται κύριος ἐν αὐτοῖς καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ.» 1.1.10 ταῦτα πρόπαλαι θείοις χρησμοῖς ἀνακείμενα νῦν εἰς ἡμᾶς αὐτοὺς διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίας πέφηνεν, ὡς τὴν πάλαι κηρυττομένην τε καὶ τοῖς μὴ τούτων ἀπείροις προσδοκωμένην τῶν ἐθνῶν ἁπάντων θεογνωσίαν εἰκότως ἡμῖν τὸν ἔναγχος ἐξ οὐρανοῦ παρόντα λόγον εὐαγγελίζεσθαι, ταῖς τῶν παλαιῶν φωναῖς τὰ διὰ τῶν ἔργων ἀποτελέσματα συντρέχειν ἐπιδεικνύμενον. 1.1.11 Ἀλλὰ γὰρ τί χρὴ σπεύδειν φθάνοντα τῇ προθυμίᾳ τὴν τῶν διὰ μέσου λόγων ἀκολουθίαν, ἀναλαβεῖν ἐξ ὑπαρχῆς δέον καὶ τὰ ἐμποδὼν ἅπαντα διαλύσασθαι; ἐπειδὴ γὰρ τὸν χριστιανισμόν τινες οὐδένα λόγον ἀποσῴζειν, ἀλόγῳ δὲ πίστει καὶ ἀνεξετάστῳ συγκαταθέσει τοὺς τῆς προσηγορίας ἐφιεμένους τὸ δόξαν κυροῦν ὑπειλήφασι, μηδένα φάσκοντες δύνασθαι δι' ἀποδείξεως ἐναργοῦς παρέχειν τεκμήριον τῆς ἐν τοῖς ἐπαγγελλομένοις ἀληθείας, πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς προσ ιόντας, παρ' ὃ καὶ πιστοὺς χρηματίζειν, τῆς ἀκρίτου χάριν καὶ ἀβασανίστου πίστεως, εἰκότως ἐπὶ τήνδε καθεὶς τὴν πραγματείαν τῆς εὐαγγελικῆς ἀποδείξεως, εἰς προκατασκευὴν τῆς ὅλης ὑποθέσεως ἡγοῦμαι δεῖν βραχέα προδιαλαβεῖν περὶ τῶν ζητηθέντων ἂν πρὸς ἡμᾶς εὐλόγως ὑπό τε Ἑλλήνων καὶ τῶν ἐκ περιτομῆς παντός τε τοῦ μετὰ ἀκριβοῦς ἐξετά.1.12 σεως τὰ καθ' ἡμᾶς διερευνωμένου. ταύτῃ γάρ μοι δοκῶ τὸν λόγον ἐν τάξει χωρήσειν εἰς τὴν ἐντελεστέραν τῆς εὐαγγελικῆς ἀποδείξεως διδασκαλίαν εἴς τε τὴν τῶν βαθυτέρων δογμάτων κατανόησιν, εἰ τὰ τῆς προπαρασκευῆς ἡμῖν πρὸ ὁδοῦ γένοιτο, στοιχειώσεως καὶ εἰσαγωγῆς ἐπέχοντα τόπον καὶ τοῖς ἐξ ἐθνῶν ἄρτι προσιοῦσιν ἐφαρμόττοντα· τὰ δὲ μετὰ ταῦτα τοῖς ἐνθένδε διαβεβηκόσι καὶ τὴν ἕξιν ἤδη παρεσκευασμένοις εἰς τὴν τῶν κρειττόνων παραδοχὴν τὴν ἀκριβῆ γνῶσιν παραδώσει τῶν συνεκτικωτάτων τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χρι.1.13 στὸν τοῦ θεοῦ μυστικῆς οἰκονομίας. ἀρξώμεθα δὴ τῆς προπαρασκευῆς, τὰ πρὸς ἡμᾶς εὐλόγως ὑπό τε Ἑλλήνων καὶ τῶν ἐκ περιτομῆς παντός τε τοῦ μετὰ ἀκριβοῦς ἐξετάσεως τὰ καθ' ἡμᾶς διερευνωμένου λεχθησόμενα προσάγοντες. 1.2.

βʹ. ΤΙΝΑ ΠΡΟΣ ΗΜΑΣ ΣΥΝΗΘΕΣ ΛΕΓΕΙΝ ΤΟΙΣ ΤΑ ΚΑΘ' ΗΜΩΝ ΔΙΑΒΑΛΛΕΙΝ ΕΠΙΧΕΙΡΟΥΣΙΝ Πρῶτον μὲν γὰρ εἰκότως ἄν τις διαπορήσειεν, τίνες ὄντες ἐπὶ τὴν γραφὴν παρεληλύθαμεν, πότερον Ἕλληνες ἢ βάρβαροι, ἢ τί ἂν γένοιτο τούτων μέσον, καὶ τίνας ἑαυτοὺς εἶναί φαμεν, οὐ τὴν προσηγορίαν, ὅτι καὶ τοῖς πᾶσιν ἔκδηλος αὕτη, ἀλλὰ τὸν τρόπον καὶ τὴν προαίρεσιν τοῦ βίου· οὔτε γὰρ τὰ Ἑλλήνων φρονοῦντας ὁρᾶν οὔτε τὰ βαρβάρων ἐπι 1.2. τηδεύοντας. τί οὖν ἂν γένοιτο τὸ καθ' ἡμᾶς ξένον καὶ τίς ὁ νεωτερισμὸς τοῦ βίου; πῶς δ' οὐ πανταχόθεν δυσσεβεῖς ἂν εἶεν καὶ ἄθεοι οἱ τῶν πατρῴων θεῶν ἀποστάντες, δι' ὧν πᾶν ἔθνος καὶ πᾶσα πόλις συνέστηκεν; ἢ τί καλὸν ἐλπίσαι εἰκὸς τοὺς τῶν σωτηρίων ἐχθροὺς καὶ πολεμίους καταστάντας καὶ τοὺς εὐεργέτας παρωσαμένους καὶ τί γὰρ ἄλλο 1.2.3 ἢ θεομαχοῦντας; ποίας δὲ καταξιωθήσεσθαι συγγνώμης τοὺς τοὺς ἐξ αἰῶνος μὲν παρὰ πᾶσιν Ἕλλησι καὶ βαρβάροις κατά τε πόλεις καὶ ἀγροὺς παντοίοις ἱεροῖς καὶ τελεταῖς καὶ μυστηρίοις πρὸς ἁπάντων ὁμοῦ βασιλέων τε καὶ νομοθετῶν καὶ φιλοσόφων θεολογουμένους ἀποστραφέντας, ἑλομένους δὲ τὰ ἀσεβῆ καὶ ἄθεα τῶν ἐν ἀνθρώποις; ποίαις δ' οὐκ ἂν ἐνδίκως ὑποβληθεῖεν τιμωρίαις οἱ τῶν μὲν πατρίων φυγάδες, τῶν δ' ὀθνείων καὶ παρὰ πᾶσι διαβεβλημένων Ἰουδαϊκῶν μυθολογημάτων 1.2.4 γενόμενοι ζηλωταί; πῶς δ' οὐ μοχθηρίας εἶναι καὶ εὐχερείας ἐσχάτης τὸ μεταθέσθαι μὲν εὐκόλως τῶν οἰκείων, ἀλόγῳ δὲ καὶ ἀνεξετάστῳ πίστει τὰ τῶν δυσσεβῶν καὶ πᾶσιν ἔθνεσι πολεμίων ἑλέσθαι, καὶ μηδ' αὐτῷ τῷ παρὰ Ἰουδαίοις τιμωμένῳ θεῷ κατὰ τὰ παρ' αὐτοῖς προσανέχειν νόμιμα, καινὴν δέ τινα καὶ ἐρήμην ἀνοδίαν ἑαυτοῖς συντεμεῖν, μήτε τὰ Ἑλλήνων μήτε τὰ Ἰουδαίων φυλάττουσαν; 1.2.5 Ταῦτα μὲν οὖν εἰκότως ἄν τις Ἑλλήνων, μηδὲν ἀληθὲς μήτε τῶν οἰκείων μήτε τῶν καθ' ἡμᾶς ἐπαΐων, πρὸς ἡμᾶς ἀπορήσειεν. ἐπιμέμψαιντο δ' ἂν ἡμῖν καὶ Ἑβραίων παῖδες, εἰ δὴ ἀλλόφυλοι ὄντες καὶ ἀλλογενεῖς ταῖς αὐτῶν βίβλοις ἀποχρώμεθα μηδὲν ἡμῖν προσηκούσαις, ὅτι τε ἀναιδῶς, ὡς ἂν αὐτοὶ φαῖεν, καὶ ἀναισχύντως ἑαυτοὺς μὲν εἰσωθοῦμεν, τοὺς δὲ οἰκείους καὶ ἐγγενεῖς τῶν αὐτοῖς πατρίων ἐξωθεῖν παραβιαζό.2. μεθα. εἴτε γάρ τις εἴη Χριστὸς θεσπιζόμενος, ἀλλὰ Ἰουδαίων ἦσαν προφῆται οἱ τούτου τὴν ἄφιξιν προκηρύξαντες, οἳ καὶ λυτρωτὴν καὶ βασιλέα Ἰουδαίων ἥξειν αὐτόν, οὐχὶ δὲ τῶν ἀλλοφύλων ἐθνῶν κατήγγειλαν· εἴτε τινὰ ἄλλα φαιδρότερα περιέχουσιν αἱ γραφαί, καὶ ταῦτα Ἰου 1.2. δαίοις ἀναφωνεῖσθαι, ὧν οὐκ εὖ πράττοντας παρακούειν ἡμᾶς. ἀλλὰ καὶ σφόδρα ἀτόπως τοὺς μὲν κατὰ τοῦ ἔθνους ἐφ' οἷς ἡμάρτανον ἐλέγχους εὖ μάλα ἁρπαλέως ἀποδέχεσθαι, τὰς δὲ τῶν ἀγαθῶν πάλιν αὐτοῖς θεσπιζομένας ἐπαγγελίας ἀποσιωπᾶν, μᾶλλον δ' ἐκβιάζεσθαι καὶ εἰς ἑαυτοὺς μεταφέρειν, ἄντικρυς πλεονεκτοῦντας καὶ οὐδὲν πλέον ἢ ἑαυτοὺς 1.2. ἐξαπατῶντας. τὸ δ' οὖν ἁπάντων παραλογώτατον, ὅτι μηδὲ τὰ νόμιμα παραπλησίως αὐτοῖς περιέποντες, ἀλλὰ προφανῶς παρανομοῦντες, τὰς ἐπηγγελμένας τοῖς τῶν νόμων φύλαξι χρηστοτέρας ἀμοιβὰς εἰς ἑαυτοὺς ἐπισπώμεθα. 1.3. Τούτων εὐλόγως ἂν ἡμῖν ἐν πρώτοις ἀπορηθέντων, φέρε τὸν τῶν ὅλων θεὸν διὰ τοῦ σωτῆρος ἡμῶν, τοῦ αὐτοῦ λόγου, ὡς δι' ἀρχιερέως ἐπικαλεσάμενοι τὸ πρῶτον τῶν προταθέντων ἀποκαθάρωμεν, συκοφάντας προαποδείξαντες τοὺς μηδὲν ἔχειν ἡμᾶς δι' ἀποδείξεως παριστάναι, ἀλόγῳ 1.3. δὲ πίστει προσέχειν ἀποφηναμένους. αὐτόθεν δὴ οὖν τοῦτο καὶ οὐκ ἐκ μακροῦ διελέγξομεν, ἔκ τε ὧν χρώμεθα πρὸς τοὺς ἐπὶ διδασκαλίᾳ τῶν καθ' ἡμᾶς λόγων προσιόντας ἀποδείξεων καὶ τῶν πρὸς τοὺς ἀντιδιατιθεμένους ἡμῖν ἐν ταῖς λογικωτέραις ζητήσεσιν ἀντιρρήσεων δι' ὧν τε φιλοτιμούμεθα ποιεῖσθαι ἀγράφων τε καὶ ἐγγράφων ἰδίᾳ τε καὶ πρὸς ἕκαστον τῶν ἐρωτώντων καὶ κοινῇ πρὸς τὰ πλήθη

1.3.3 διαλέξεων· ναὶ μὴν καὶ διὰ τῶν ἐν χερσὶ συγγραμμάτων τὴν καθόλου πραγματείαν περιεχόντων τῆς εὐαγγελικῆς ἀποδείξεως, ἐν ᾗ πᾶσαν τὴν ἐκ θεοῦ χάριν καὶ τὴν οὐράνιον εὐεργεσίαν ὁ παρὼν λόγος πάντας ἀνθρώπους εὐαγγελίζεται, τὴν κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ οἰκονομίαν λογικώτερον διὰ πλεί.3.4 στων καὶ ἐναργῶν ἀποδείξεων πιστούμενος. ἐσπούδασται μὲν οὖν πλείστοις τῶν πρὸ ἡμῶν πολλή τις ἄλλη πραγματεία, τοτὲ μὲν ἐλέγχους καὶ ἀντιρρήσεις τῶν ἐναντίων ἡμῖν λόγων συνταξαμένοις, τοτὲ δὲ τὰς ἐνθέους καὶ ἱερὰς γραφὰς ἐξηγητικοῖς ὑπομνήμασι καὶ ταῖς κατὰ μέρος ὁμιλίαις διερμηνεύσασι, τοτὲ δὲ τοῖς καθ' ἡμᾶς δόγμασιν ἀγωνι.3.5 στικώτερον πρεσβεύσασιν· ἡμῖν γε μὴν ἰδίως ἡ μετὰ χεῖρας ἐκπονεῖται πρόθεσις.

γʹ. ΟΤΙ ΜΗ ΑΝΕΞΕΤΑΣΤΩΣ ΤΑ ΤΟΥ ΣΩΤΗΡΙΟΥ ΛΟΓΟΥ ΦΡΟΝΕΙΝ ΕΙΛΟΜΕΘΑ Πρῶτός γέ τοι πάντων ὁ ἱερὸς ἀπόστολος Παῦλος τὰς μὲν ἀπατηλὰς καὶ σοφιστικὰς πιθανολογίας παραιτούμενος, ἀναμφιλόγοις δὲ χρώμενος ταῖς ἀποδείξεσιν, φησίν που· «καὶ ὁ λόγος ἡμῶν καὶ τὸ κήρυγμα οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως.» οἷς ἐπιλέγει· «σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην.» καὶ αὖθις· «ἡ ἱκανότης ἡμῶν,» φησίν, «ἐκ τοῦ θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς δια 1.3. θήκης.» εἰκότως δῆτα καὶ ἡμῖν ἅπασιν παρήγγελται «ἑτοίμους εἶναι πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ἡμᾶς λόγον περὶ τῆς ἐν ἡμῖν ἐλπίδος.» ὅθεν καὶ τῶν νέων συγγραφέων μυρίας ὅσας, ὡς εἴρηται, πανσόφους καὶ ἐναργεῖς μετὰ συλλογισμῶν ἀποδείξεις ὑπέρ τε τοῦ καθ' ἡμᾶς γραφείσας λόγου διαγνῶναι πάρεστιν ὑπομνήματά τε οὐκ ὀλίγα εἰς τὰς ἱερὰς καὶ ἐνθέους γραφὰς πεπονημένα, τὸ ἀψευδὲς καὶ ἀδιάπτωτον τῶν ἀρχῆθεν καταγγειλάντων ἡμῖν τὸν τῆς θεοσεβείας λόγον γραμμικαῖς 1.3. ἀποδείξεσι παριστῶντα. πλὴν ἀλλὰ περιττοὶ λόγοι πάντες, ὧν ἐναργῆ καὶ σαφέστερα τὰ ἔργα, ἅπερ ἡ θεία καὶ οὐράνιος τοῦ σωτῆρος ἡμῶν δύναμις, πάντας ἀνθρώπους τὴν ἔνθεον καὶ οὐράνιον ζωὴν εὐαγγελι.3. ζομένη, διαρρήδην εἰσέτι καὶ νῦν ἐπιδείκνυται. αὐτίκα γοῦν τὴν διδασκαλίαν αὐτοῦ κηρυχθήσεσθαι καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν θεσπίσαντος τήν τε ὕστερόν ποτε τῇ αὐτοῦ δυνάμει συστᾶσαν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐκκλησίαν, οὔπω τότε καθ' οὓς ἐνηνθρώπει χρόνους ὁρωμένην οὐδὲ συνεστῶσάν πω, ἐνθέῳ προγνώσει ἀήττητον καὶ ἀκαταμάχητον ἔσεσθαι καὶ μηδεπώποτε ὑπὸ θανάτου νικηθήσεσθαι, ἑστάναι δὲ καὶ μένειν ἄσειστον, ὡς ἂν ἐπ' ἀσείστῳ καὶ ἀρραγεῖ πέτρᾳ τῇ αὐτοῦ δυνάμει βεβηκυῖάν τε καὶ ἐρριζωμένην, ἀποφηναμένου, ὑπὲρ πάντα λόγον τὸ τῆς προρρήσεως ἀποτέλεσμα εἰκότως πᾶν ἄθυρον ἀποφράξειεν ἂν στόμα τῶν ἀναισχυντεῖν 1.3. ἀναιδῶς παρεσκευασμένων. τίς γὰρ οὐκ ἀλήθειαν ὁμολογήσειεν τῇ προρρήσει, τῶν πραγμάτων ἐναργῶς οὕτως μονονουχὶ φωνὴν ἀφιέντων ὅτι δὴ θεοῦ δύναμις, ἀλλ' οὐκ ἀνθρωπεία φύσις ἦν ἡ ταῦτα τοῦτον ἐσόμενα τὸν τρόπον πρὸ τοῦ γενέσθαι θεασαμένη προφήσασά τε καὶ 1.3.10 ἔργοις ἐπιτελέσασα; πεπλήρωκε γοῦν τὴν σύμπασαν, ὅσην ἥλιος ἐφορᾷ, ἡ τοῦ κατ' αὐτὸν εὐαγγελίου φήμη, καὶ πάντα τὰ ἔθνη διέδραμεν εἰσέτι τε νῦν αὔξει καὶ ἐπιδίδωσι τὰ περὶ αὐτοῦ κηρύγματα ταῖς αὐτοῦ 1.3.11 φωναῖς ἀκολούθως. ἥ τε ὀνομαστὶ προθεσπισθεῖσα ἐκκλησία αὐτοῦ 1.3.11 ἕστηκεν κατὰ βάθους ἐρριζωμένη καὶ μέχρις οὐρανίων ἁψίδων εὐχαῖς ὁσίων καὶ θεοφιλῶν ψυχῶν μετεωριζομένη δοξαζομένη τε ὁσημέραι καὶ εἰς ἅπαντας τὸ

νοερὸν καὶ ἔνθεον φῶς τῆς ὑπ' αὐτοῦ καταγγελθείσης εὐσεβείας ἀπαστράπτουσα οὐδαμῶς τε τοῖς ἐχθροῖς ἡττωμένη καὶ ὑπείκουσα, ἀλλ' οὐδὲ ταῖς τοῦ θανάτου πύλαις ὑποχωροῦσα, διὰ μίαν ἐκείνην ἣν αὐτὸς ἀπεφήνατο λέξιν, εἰπών· «ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» 1.3.12 καὶ ἄλλα δὲ μυρία πρὸς τοῦ σωτῆρος ἡμῶν λεχθέντα τε καὶ προρρηθέντα ἐν οἰκείᾳ συναγαγόντες ὑποθέσει, ταῖς ἐνθέοις αὐτοῦ προγνώσεσι τὰς τῶν πραγμάτων ἀποβάσεις συμφώνους παραστήσαντες, ἀναμφίλεκτον τῶν 1.3.13 περὶ αὐτοῦ δοξαζομένων ἡμῖν τὴν ἀλήθειαν ἐπιδείκνυμεν. πρὸς τούτοις δὲ πᾶσιν οὐ μικρὰ τυγχάνει τῆς καθ' ἡμᾶς ἀληθείας ἀπόδειξις καὶ ἡ ἀπὸ τῶν Ἑβραϊκῶν γραφῶν μαρτυρία, ἐν αἷς πρὸ μυρίων ὅσων ἐτῶν οἱ παρ' Ἑβραίοις προφῆται τὴν τῶν ἀγαθῶν ἐπαγγελίαν παντὶ τῷ θνητῷ βίῳ κηρύξαντες ὀνομαστὶ τῆς τε τοῦ Χριστοῦ προσηγορίας ἐμνήσθησαν καὶ τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν προὐθέσπισαν τόν τε νέον τῆς εἰς πάντα τὰ ἔθνη διαδραμούσης διδασκαλίας αὐτοῦ τρόπον κατήγγειλαν, προειπόντες τὴν ἐσομένην εἰς αὐτὸν ἀπιστίαν καὶ ἀντιλογίαν τοῦ Ἰουδαίων ἔθνους τά τε κατ' αὐτοῦ δρασθέντα αὐτοῖς καὶ τὰ ἐπὶ τούτοις αὐτίκα καὶ οὐκ εἰς μακρὰν μετελθόντα αὐτοὺς σκυθρωπά· λέγω δὲ τῆς βασιλικῆς μητροπόλεως αὐτῶν τὴν ἐσχάτην πολιορκίαν, καὶ τῆς βασιλείας τὴν παντελῆ καθαίρεσιν αὐτῶν τε τὴν εἰς πάντα τὰ ἔθνη διασπορὰν καὶ τὴν ὑπὸ τοῖς ἐχθροῖς καὶ πολεμίοις δουλείαν, ἃ καὶ ταῖς προρρήσεσιν ἀκολούθως μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν 1.3.14 φαίνονται πεπονθότες. ἐπὶ τούτοις τίς οὐκ ἂν ἐκπλαγείη τῶν αὐτῶν ἀκούων προφητῶν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν καὶ τὴν Ἰουδαίων ἀπόπτωσιν τὴν τῶν ἐθνῶν κλῆσιν λαμπραῖς καὶ διαυγέσι φωναῖς εὐαγγελιζομένων; ἣ καὶ αὐτὴ ἄντικρυς εἰς ἔργον ἐχώρησεν ταῖς προφητείαις 1.3.15 ἀκολούθως διὰ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας. δι' οὗ ἐκ παντὸς γένους ἀνθρώπων μυρίοι ὅσοι τὴν τῶν εἰδώλων ἀποστραφέντες πλάνην τοῦ ἐπὶ πάντων θεοῦ τὴν ἀληθῆ γνῶσίν τε καὶ εὐσέβειαν κατεδέξαντο, μονονουχὶ πιστούμενοι τοὺς τῶν παλαιῶν χρησμοὺς τούς τε ἄλλους καὶ δὴ καὶ τὸν διὰ τοῦ Ἱερεμίου τοῦ προφήτου φήσαντα· «κύριε ὁ θεός μου, πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς καὶ ἐροῦσιν ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα καὶ οὐκ ἦν ἐν αὐτοῖς ὠφέλεια. εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς, καὶ οὗτοι οὐκ εἰσὶν θεοί;» 1.4. Πάντα δὴ οὖν ταῦτα τὸν περὶ τῶν καθ' ἡμᾶς πραγμάτων πιστοῦται λόγον ὡς οὐκ ἐξ ἀνθρωπίνης ὁρμῆς ἐπιτηδευθέντα, θεόθεν δὲ προγνωσθέντα καὶ θεόθεν διὰ τῶν ἐγγράφων χρησμῶν προαναφωνηθέντα καὶ πολὺ πλέον ἔτι θεόθεν διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσιν ἀνθρώποις προβεβλημένον αὖθίς τε ἐκ θεοῦ δυναμούμενον καὶ συνεστῶτα, ὡς ἐν τοσούτοις ἐτῶν χρόνοις ἐλαυνόμενον πρός τε τῶν ἀοράτων δαιμόνων καὶ πρὸς τῶν κατὰ χρόνους ὁρατῶν ἀρχόντων πολὺ πλέον διαλάμπειν ὁσημέραι τε διαπρέπειν καὶ αὔξειν καὶ πολὺ μᾶλλον πληθύειν, ἄντικρυς τῆς ἄνωθεν ἐκ τοῦ τῶν ὅλων θεοῦ συνεργίας τὸ ἄμαχον καὶ ἀήττητον τό τε κατὰ τῶν ἐχθρῶν νικητικὸν τῇ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ 1.4. τε καὶ προσηγορίᾳ παρεχούσης. καὶ τὸ αὐτόθεν δὲ πρὸς εὐζωΐαν πᾶσιν ἀνθρώποις οὐ μόνον ἐκ τῶν προφανῶν αὐτοῦ λόγων, ἀλλὰ καὶ ἐξ ἀπορρήτου δυνάμεως προβεβλημένον πῶς οὐκ ἂν γένοιτο τῆς ἐνθέου δυνάμεως αὐτοῦ παραστατικόν; θείας μὲν γὰρ καὶ ἀπορρήτου δυνάμεως ἦν τὸ ἅμα τῷ αὐτοῦ λόγῳ καὶ σὺν τῇ περὶ μοναρχίας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ προβεβλημένῃ διδασκαλίᾳ αὐτοῦ ὁμοῦ καὶ τῆς πολυπλανοῦς καὶ δαιμονικῆς ἐνεργείας, ὁμοῦ καὶ τῆς τῶν ἐθνῶν πολυαρχίας ἐλεύθερον καταστῆναι τὸ τῶν ἀνθρώπων γένος. 1.4.

δʹ. ΟΤΙ ΜΗ ΑΚΡΙΤΩΣ ΗΜΙΝ Η ΠΕΡΙ ΤΩΝ ΩΦΕΛΙΜΩΤΑΤΩΝ ΠΙΣΤΙΣ ΚΑΤΑ ΚΑΙΡΟΝ ΠΑΡΑΛΑΜΒΑΝΕΤΑΙ

Μυρίων γοῦν τὸ παλαιὸν καθ' ἕκαστον ἔθνος βασιλέων καὶ τοπαρχῶν ἐπικρατούντων καὶ κατὰ πόλεις καὶ χώρας, καὶ τῶν μὲν δημοκρατουμένων, τῶν δὲ τυραννουμένων, τῶν δὲ πολυαρχουμένων πολέμων τε κατὰ τὸ εἰκὸς ἐκ τούτου παντοίων συνεστώτων, ἐθνῶν ἔθνεσι προσρηγνυμένων καὶ συνεχῶς τοῖς πλησιοχώροις ἐπανισταμένων δῃούντων τε καὶ δῃουμένων καὶ ταῖς κατ' ἀλλήλων πολιορκίαις ἐπιστρατευομένων, ὥστε διὰ ταῦτα πανδημεὶ πάντας τούς τε τὰς πόλεις οἰκοῦντας καὶ τοὺς ἐν ἀγροῖς γεωπονοῦντας ἐξέτι παίδων τὰ πολεμικὰ διδάσκεσθαι ξιφηφορεῖν τε διὰ παντὸς κατά τε τὰς λεωφόρους καὶ κατὰ 1.4.4 κώμας καὶ ἀγρούς· ἐπειδὴ παρῆν ὁ Χριστὸς τοῦ θεοῦ, περὶ οὗ πάλαι διὰ τῶν προφητῶν ἀνείρητο· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης» καί· «συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν,» ἀκόλουθα ταῖς προρρήσεσιν ἐπηκολούθει τὰ ἔργα. πᾶσα μὲν αὐτίκα περιῃρεῖτο πολυαρχία Ῥωμαίων, Αὐγούστου κατὰ τὸ αὐτὸ τῇ τοῦ σωτῆρος ἡμῶν ἐπιφανείᾳ μοναρχήσαντος. ἐξ ἐκείνου δὲ καὶ εἰς δεῦρο οὐκ ἂν ἴδοις, ὡς τὸ πρίν, πόλεις πόλεσι πολεμούσας οὐδ' ἔθνος ἔθνει διαμαχόμενον οὐδέ γε τὸν 1.4.5 βίον ἐν τῇ παλαιᾷ συγχύσει κατατριβόμενον. καίτοι πῶς οὐκ ἄξιον θαυμάζειν ἐπιστήσαντα, τί δή ποτε τὸ μὲν παλαιόν, ὅτε τῶν ἐθνῶν ἁπάντων κατετυράννουν οἱ δαίμονες καὶ πολλή τις ἦν τῶν ἀνθρώπων ἡ περὶ αὐτοὺς θεραπεία, πρὸς αὐτῶν τῶν θεῶν, αὐτῶν ἐξοιστρούμενοι ἐπὶ τοὺς κατ' ἀλλήλων ἐξεμαίνοντο πολέμους ὡς τοτὲ μὲν Ἕλληνας αὐτοῖς Ἕλλησι, τοτὲ δ' Αἰγυπτίους Αἰγυπτίοις, καὶ Σύρους Σύροις, Ῥωμαίους τε Ῥωμαίοις πολεμεῖν, ἀνδραποδίζεσθαί τε ἀλλήλους καὶ κατατρύχειν ταῖς πολιορκίαις ὥσπερ οὖν αἱ περὶ τούτων δηλοῦσι τῶν παλαιῶν ἱστορίαι, ἅμα δὲ τῇ τοῦ σωτῆρος ἡμῶν εὐσεβεστάτῃ καὶ εἰρηνικωτάτῃ διδασκαλίᾳ τῆς μὲν πολυθέου πλάνης καθαίρεσις ἀπετελεῖτο, τὰ δὲ τῆς τῶν ἐθνῶν διαστάσεως παῦλαν αὐτίκα παλαιῶν κακῶν ἀπελάμβανεν; ὃ καὶ μάλιστα μέγιστον ἡγοῦμαι τεκμήριον τυγχάνειν τῆς ἐνθέου καὶ ἀπορρήτου δυνάμεως τοῦ σωτῆρος ἡμῶν. 1.4. Τῆς δ' ἐκ τῶν αὐτοῦ λόγων προφαινομένης ὠφελείας δεῖγμα ἐναργὲς ἴδοις ἂν ἐπιστήσας, ὡς οὐδ' ἄλλοτέ πω ἐξ αἰῶνος οὐδ' ὑπό τινος τῶν πάλαι διαφανῶν, ἐκ μόνων δὲ τῶν αὐτοῦ φωνῶν καὶ τῆς ἀνὰ πᾶσαν τὴν οἰκουμένην διαδοθείσης διδασκαλίας αὐτοῦ εὖ τὰ πάντων τῶν ἐθνῶν νόμιμα κεῖται, αὐτὰ ἐκεῖνα τὰ πρὶν θηριώδη καὶ βάρβαρα, ὡς μηκέτι Πέρσας μητρογαμεῖν τοὺς αὐτῷ μαθητευθέντας μηδ' ἀνθρωποβορεῖν Σκύθας διὰ τὸν καὶ μέχρις αὐτῶν ἐλθόντα τοῦ Χριστοῦ λόγον μηδ' ἄλλα γένη βαρβάρων ἐκθέσμως θυγατράσι καὶ ἀδελφαῖς μίγνυσθαι μηδ' ἄρρενας ἄρρεσιν ἐπιμαίνεσθαι καὶ τὰς παρὰ φύσιν ἡδονὰς μετιέναι μηδὲ κυσὶν καὶ οἰωνοῖς τοὺς οἰκείους νεκροὺς προτιθέναι τοὺς πάλαι τοῦτο πράττοντας μηδ' ἀγχόνῃ τοὺς γεγηρακότας, ὥσπερ οὖν πρότερον, περιβάλλειν μηδὲ σάρκας νεκρῶν τῶν φιλτάτων κατὰ τὸ παλαιὸν ἔθος θοινᾶσθαι μηδ' ἀνθρωποθυτεῖν ὡς θεοῖς τοῖς δαίμοσιν κατὰ τοὺς 1.4. παλαιοὺς μηδὲ τὰ φίλτατα κατασφάττειν ἐπ' εὐσεβείας ὑπολήψει. ταῦτα γὰρ ἦν καὶ συγγενῆ τούτοις μυρία τὰ πάλαι τὸν τῶν ἀνθρώπων βίον λυμαινόμενα. «ἱστοροῦνται γοῦν Μασσαγέται καὶ Δέρβικες ἀθλιωτάτους ἡγεῖσθαι τῶν οἰκείων τοὺς αὐτομάτως τελευτήσαντας, διὸ καὶ φθάσαντες κατέθυον καὶ εἱστιῶντο τῶν φιλτάτων τοὺς γεγηρακότας· Τιβαρηνοὶ δὲ ζῶντας κατεκρήμνιζον τοὺς ἐγγυτάτω γέροντας· Ὑρκανοὶ δὲ καὶ Κάσπιοι οἱ μὲν οἰωνοῖς καὶ κυσὶ παρέβαλλον ζῶντας, οἱ δὲ τεθνεῶτας· Σκύθαι δὲ συγκατώρυττον ζῶντας καὶ ἐπέσφαζον ταῖς πυραῖς οὓς ἠγάπων οἱ τεθνεῶτες μάλιστα· 1.4. καὶ Βάκτριοι μὲν τοῖς κυσὶ παρέβαλλον ζῶντας τοὺς γεγηρακότας». ἀλλὰ ταῦτα μὲν πάλαι ἦν πρότερον, νυνὶ δὲ οὐκέθ' ὁμοίως ἐστίν, ἑνὸς τοῦ σωτηρίου νόμου τῆς εὐαγγελικῆς δυνάμεως τὴν θηριώδη καὶ

ἀπάν.4. θρωπον τούτων ὅλων καταλύσαντος νόσον. τὸ δὲ μηκέτι θεοὺς ἡγεῖσθαι ἤτοι τὰ νεκρὰ καὶ κωφὰ ξόανα ἢ τοὺς ἐν τούτοις ἐνεργοῦντας πονηροὺς δαίμονας ἢ τὰ μέρη τοῦ φαινομένου κόσμου ἢ τὰς τῶν πάλαι κατοιχομένων θνητῶν ψυχὰς ἢ τῶν ἀλόγων ζῴων τὰ βλαπτικώτατα, ἀντὶ δὲ τούτων ἁπάντων διὰ μιᾶς τῆς εὐαγγελικῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας Ἕλληνας ὁμοῦ καὶ βαρβάρους τοὺς γνησίως, ἀλλ' οὐκ ἐπιπλάστως αὐτοῦ τῷ λόγῳ προσανέχοντας εἰς τοσοῦτον ἄκρας φιλοσοφίας ἐλθεῖν ὡς μόνον τὸν ἀνωτάτω θεόν, αὐτὸν ἐκεῖνον τὸν ἐπέκεινα τῶν ὅλων, τὸν παμβασιλέα καὶ κύριον οὐρανοῦ καὶ γῆς, ἡλίου τε καὶ ἄστρων καὶ τοῦ σύμπαντος κόσμου δημιουργόν, σέβειν καὶ ὑμνεῖν καὶ θεολογεῖν βιοῦν τε ἀκριβῶς οὕτως μανθάνειν, ὡς μέχρι καὶ τοῦ ἐμβλέπειν τοῖς ὀφθαλμοῖς παιδαγωγεῖσθαι καὶ μηδὲν ἀκόλαστον ἐκ τοῦ μετ' ἐπιθυμίας ὁρᾶν ἐννοεῖν, πρόρριζον δ' ἐξ αὐτῆς διανοίας πᾶν αἰσχρὸν ὑποτέμνεσθαι πάθος, ταῦτα πάντα πῶς οὐκ ἂν τοῖς πᾶσι συμβάλλοιτο πρὸς εὐ.4.10 ζωΐαν; καὶ τὸ μηδ' εὐορκίας δεῖσθαι, πολλοῦ δεῖ ἐπιορκεῖν, διὰ τὸ πρὸς αὐτοῦ μανθάνειν μηδὲ ὀμνύναι <παντά>πασιν ὅλως, ἐν πᾶσιν δὲ ἀψευδεῖν καὶ ἀληθεύειν, ὡς ἀρκεῖσθαι τῷ ναὶ καὶ τῷ οὔ, παντὸς ὅρ κου βεβαιοτέραν τὴν προαίρεσιν κατασκευάζοντας, τὸ δὲ μηδ' ἐν ψιλοῖς ῥηματίοις καὶ ταῖς κοιναῖς ὁμιλίαις ἀδιαφορεῖν, ἀκριβολογεῖσθαι δὲ καὶ μέχρι τούτων, ὡς μήτε ψεῦδος μήτε λοιδορίαν μήτε τι αἰσχρὸν καὶ ἄσχημον ῥῆμα προΐεσθαι τῇ φωνῇ διὰ τὴν αὐτοῦ πάλιν παρακέλευσιν, δι' ἧς ἔφησεν· «περὶ παντὸς ἀργοῦ ῥήματος δώσετε λόγον ἐν ἡμέρᾳ κρίσεως», 1.4.11 ὁποίας ὑπερβολῆς φιλοσόφου ζωῆς ἔχεται; τὸ δὲ καὶ συλλήβδην ἀθρόως μυριάδας ὅλας ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων, οἰκετῶν τε καὶ ἐλευθέρων, ἀδόξων τε καὶ ἐπιδόξων, καὶ προσέτι βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων, κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν, ἐν πᾶσι τοῖς ὑφ' ἥλιον ἔθνεσιν ἐπὶ διδασκαλίᾳ τῶν τοιούτων μαθημάτων, οἵων ἀρτίως μεμαθήκαμεν, φοιτᾶν καὶ τὰς ἀκοὰς λόγοις παρέχειν ἀναπείθουσιν οὐ μόνον ἀκολάστων ἐγχειρημάτων, ἀλλὰ καὶ τῶν κατὰ διάνοιαν αἰσχρῶν ἐνθυμημάτων γαστρός τε καὶ τῶν ὑπὸ γαστέρα κρατεῖν· τό τε πᾶν γένος ἀνθρώπων παιδείαν παιδεύεσθαι ἔνθεον καὶ εὐσεβῆ φέρειν τε μανθάνειν γενναίως καὶ βαθεῖ φρονήματι τὰς τῶν ἐπανισταμένων ὕβρεις καὶ μὴ τοῖς ἴσοις τοὺς φαύλους ἀμύνεσθαι, θυμοῦ δὲ καὶ ὀργῆς καὶ πάσης ἐμμανοῦς ὀρέξεως κρείττους γίνεσθαι, ναὶ μὴν καὶ τῶν ὑπαρχόντων ἀπόροις καὶ ἐνδεέσι κοινωνεῖν πάντα τε ἄνθρωπον ὁμογενῆ δεξιοῦσθαι καὶ τὸν νενομισμένον ξένον ὡς ἂν νόμῳ φύσεως οἰκειότατον καὶ ἀδελφὸν γνωρίζειν. 1.4.12 Πάντα δὴ ἀθρόως ταῦτά τις συναγαγὼν πῶς οὐκ ἂν ὁμολογήσειεν τὰ μέγιστα καὶ ἀληθῶς ἀγαθὰ πάντας ἀνθρώπους εὐαγγελίσασθαι τὸν ἡμέτερον λόγον τό τε αὐτόθεν ὑπερέχον πρὸς εὐζωΐαν τῷ τῶν ἀνθρώ.4.13 πων παρεσχηκέναι βίῳ; ὁποῖον δέ σοι εἶναι δοκεῖ τὸ πᾶν γένος ἀνθρώπων, οὐ μόνον Ἑλλήνων, ἀλλὰ καὶ τῶν ἀνημερωτάτων βαρβάρων καὶ τῶν ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς οἰκούντων τῆς μὲν ἀλόγου θηριωδίας 1.4.14 ἀνασχεῖν, δόξας δὲ φιλοσόφους ἀναλαβεῖν παρασκευάσαι; οἷον, φέρε, τὰς περὶ ἀθανασίας ψυχῆς καὶ ζωῆς τῆς παρὰ τῷ θεῷ μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν τοῖς θεοφιλέσιν ἀποκειμένης, δι' ἣν τοῦ προσκαίρου τούτου ζῆν καταφρονεῖν ἐμελέτησαν· ὥστε ἀποδεῖξαι παῖδας τοὺς πώποτε ἐπὶ φιλοσοφίᾳ βοηθέντας καὶ παίγνιον τὸν θρυλούμενον ἐκεῖνον θάνατον ἀνὰ στόμα φιλοσόφων πάντων ᾀδόμενον, θηλειῶν παρ' ἡμῖν καὶ κομιδῇ παίδων βαρβάρων τε ἀνδρῶν καὶ εὐτελῶν, ὥς γέ τῳ δοκεῖν, τῇ τοῦ σωτῆρος ἡμῶν δυνάμει τε καὶ συνεργίᾳ τὸν περὶ ψυχῆς ἀθανασίας λόγον 1.4.15 ἔργοις πρότερον ἢ ῥήμασιν ἐπαληθεύοντα δειξάντων. οἷον δὲ καὶ τὸ καθόλου πάντας ἀνθρώπους, τοὺς ἐν πᾶσιν τοῖς ἔθνεσιν, ἐκ τῶν τοῦ σωτῆρος ἡμῶν μαθημάτων περὶ θεοῦ προνοίας ὡς ἐφορώσης τὰ σύμπαντα ὑγιῶς καὶ ἐρρωμένως φρονεῖν παιδεύεσθαι, καὶ τὸ πᾶσαν ψυχὴν μανθάνειν τὸν περὶ δικαιωτηρίου καὶ κρίσεως θεοῦ λόγον, καὶ τὸ πεφροντισμένως ζῆν καὶ φυλακτικῶς

ἔχειν τῶν τῆς κακίας ἐπιτηδευμάτων. 1.5. Κεφάλαιον δὲ τῆς πρώτης καὶ μεγίστης εὐεργεσίας τοῦ σωτηρίου λόγου γνοίης ἄν, εἰ ἐν νῷ λάβοις τὴν δεισιδαίμονα πλάνην τῆς παλαιᾶς εἰδωλολατρίας, ᾗ τὸ σύμπαν ἀνθρώπων γένος δαιμόνων ἀνάγκαις πάλαι πρότερον κατατετρύχωτο· ἧς ὥσπερ ἀπὸ σκοτίας ζοφωδεστάτης Ἕλληνας ὁμοῦ καὶ βαρβάρους δυνάμει θείᾳ μεταστησάμενος ἐπὶ νοερὰν καὶ φωτεινοτάτην ἡμέραν τῆς ἀληθοῦς εὐσεβείας τοῦ παμβασιλέως θεοῦ τοὺς 1.5. πάντας μετηγάγετο. καὶ τί χρὴ μηκύνειν ἀποδεικνύναι πειρωμένους ὅτι μηδὲ ἀλόγῳ πίστει ἑαυτοὺς ἀνεθήκαμεν, σώφροσι δὲ καὶ ὠφελίμοις λόγοις τὸν τῆς ἀληθοῦς εὐσεβείας τρόπον περιέχουσι, τῆς παρούσης ὑποθέσεως αὐτὸ δὴ τοῦτο καθόλου πραγματευομένης; τοὺς μὲν ἐπι τηδείως ἔχοντας ἕπεσθαι λόγων ἀποδείξεσι προτρέπομεν καὶ παρακαλοῦμεν φρονήσεως ἐπιμέλεσθαι καὶ λογικώτερον τῶν δογμάτων τὰς ἀποδείξεις παραλαμβάνειν «ἑτοίμους τε εἶναι πρὸς ἀπολογίαν παντὶ τῷ 1.5.3 ἐπερωτῶντι ἡμᾶς τὸν λόγον τῆς καθ' ἡμᾶς ἐλπίδος»· ἐπεὶ δὲ μὴ πάντες τοιοῦτοι, φιλανθρώπου τυγχάνοντος τοῦ λόγου καὶ μηδένα μηδαμῶς ἀποτρεπομένου, πάντα δὲ ἄνθρωπον τοῖς καταλλήλοις ἰωμένου φαρμάκοις καὶ τὸν ἀμαθῆ καὶ ἰδιώτην ἐπὶ τὴν τῶν τρόπων θεραπείαν παρακαλοῦντος, εἰκότως ἐν εἰσαγωγῇ τοὺς ἀρχομένους τῶν ἰδιωτικωτέρων, γύναια καὶ παῖδας καὶ τὸ τῶν ἀγελαίων πλῆθος, ἐπὶ τὸν εὐσεβῆ βίον χειραγωγοῦντες ὡς ἐν φαρμάκου μοίρᾳ τὴν ὑγιῆ πίστιν παραλαμβάνομεν, ὀρθὰς δόξας περὶ θεοῦ προνοίας καὶ περὶ ψυχῆς ἀθανασίας 1.5.4 καὶ περὶ τοῦ κατ' ἀρετὴν βίου ἐντιθέντες αὐτοῖς. ἢ οὐχ οὕτως καὶ τοὺς τὰ σωμάτων κάμνοντα ἐπιστημόνως ἰωμένους ὁρῶμεν αὐτοὺς μὲν διὰ πλείστης ἀσκήσεως καὶ παιδείας τοὺς κατὰ ἰατρικὴν λόγους ἀνειληφότας καὶ πάντα λογικῶς χειρουργοῦντας, τούς γε μὴν ἐπὶ θεραπείᾳ προσιόντας αὐτοῖς πίστει ἑαυτοὺς καὶ τῇ τῶν χρηστοτέρων ἐλπίδι παρέχοντας καὶ τῶν μὲν κατὰ τὴν ἐπιστήμην θεωρημάτων μηδὲν ἀκριβῶς ἐπαΐοντας, μόνης δὲ τῆς ἀγαθῆς ἐλπίδος τε καὶ πίστεως ἐξηρ.5.5 τημένους; καὶ ὁ μὲν τῶν ἰατρῶν ἄριστος εἰς μέσον παρελθὼν ἅ τε χρὴ προφυλάττεσθαι καὶ ἃ προσήκει δρᾶν ὥσπερ τις ἄρχων καὶ κύριος μετ' ἐπιστήμης προστάττει, ὁ δ' ὡς βασιλεῖ καὶ νομοθέτῃ πείθεται 1.5. πιστεύων συνοίσειν αὐτῷ τὸ προστεταγμένον. οὕτω καὶ μαθηταὶ παρὰ διδασκάλων λόγους παιδείας ἀποδέχονται πιστεύσαντες ἀγαθὸν αὐτοῖς ἔσεσθαι τὸ μάθημα, ναὶ μὴν καὶ φιλοσοφίας οὐ πρότερόν τις ἐφάψαιτο ἢ πιστεύσας συνοίσειν αὐτῷ τὸ ἐπάγγελμα, καὶ ὁ μέν τις αὐτόθεν εἵλετο τὰ Ἐπικούρου, ὁ δὲ τὸν Κυνικὸν ζηλοῖ βίον, ἄλλος κατὰ Πλάτωνα φιλοσοφεῖ καὶ κατ' Ἀριστοτέλην ἕτερος καὶ πάλιν ἄλλος πάντων τὰ Στωϊκὰ προετίμησεν, ἑκάστου χρηστοτέρᾳ ἐλπίδι τε καὶ πίστει 1.5. τὸ δόξαν ὡς συνοῖσον ἀγαπήσαντος. οὕτως καὶ τέχνας ἄνθρωποι τὰς μέσας μετῆλθον καὶ ἄλλοι τὸν στρατιωτικόν, ἄλλοι δὲ τὸν ἐμπορικὸν βίον, πίστει πάλιν προειληφότες βιοποριστικὸν αὐτοῖς ἔσεσθαι τὸ ἐπιτήδευμα. καὶ γάμων δὲ αἱ πρῶται σύνοδοι καὶ κοινωνίαι τῆς κατὰ παι.5. δοποιίαν ἐλπίδος ἐξ ἀγαθῆς ἐνήρξαντο πίστεως. καὶ πλεῖ τις αὖθις εἰς ἄδηλον, οὐδ' ἄλλην προβεβλημένος τῆς σωτηρίας ἄγκυραν ἢ μόνην τὴν πίστιν καὶ τὴν ἀγαθὴν ἐλπίδα· καὶ γεωργεῖ πάλιν ἄλλος καὶ τὸν σπόρον εἰς γῆν ἀπορρίψας κάθηται τῆς ὥρας τὴν τροπὴν ἐκδεχόμενος. πιστεύων τὸ φθαρὲν ἐπὶ τῆς γῆς καὶ πλημμυρίσιν ὑετῶν καλυφθὲν αὖθις ὥσπερ ἐκ νεκρῶν ἀναβιώσεσθαι· πορείαν δέ τις μακρὰν ἐπ' ἀλλοδαπῆς ἐκ τῆς οἰκείας στελλόμενος πάλιν τὴν ἐλπίδα καὶ τὴν πίστιν ἀγαθὰς ὁδη.5. γοὺς ἑαυτῷ συνεπάγεται. καὶ τί γὰρ ἄλλ' ἢ τὸν πάντα τῶν ἀνθρώπων βίον δυοῖν τούτων ἀνηρτημένον, ἐλπίδος τε καὶ πίστεως, καταλαμβάνων τί δὴ θαυμάζεις εἰ καὶ τὰ κρείττονα κατὰ ψυχὴν τοῖς μὲν διὰ πίστεως παραδίδοται, οἷς οὐ σχολὴ λογικώτερον τὰ κατὰ μέρος παιδεύεσθαι, τοῖς δὲ καὶ τοὺς λόγους αὐτοὺς πάρεστι μετιέναι καὶ τὰς ἀποδείξεις τῶν πρεσβευομένων μανθάνειν; 1.5.10 Ἀλλὰ γὰρ ἐν

ὀλίγῳ τούτων ἡμῖν οὐκ εἰς ἄχρηστον προγεγυμνασμένων ἀνίωμεν ἐπὶ τὴν πρώτην κατηγορίαν, καὶ τίνες ὄντες καὶ πόθεν ὁρμώμενοι τοῖς διερωτῶσιν ἀποκρινώμεθα.

εʹ. ΟΤΙ ΜΗ ΑΝΕΥ ΣΩΦΡΟΝΟΣ ΛΟΓΙΣΜΟΥ ΤΗΣ ΠΑΤΡΙΟΥ ΔΕΙΣΙΔΑΙΜΟΝΟΣ ΠΛΑΝΗΣ ΑΝΕΧΩΡΗΣΑΜΕΝ Ὅτι μὲν οὖν τὸ γένος Ἕλληνες ὄντες καὶ τὰ Ἑλλήνων φρονοῦντες ἐκ παντοίων τε ἐθνῶν ὡς ἂν νεολέκτου στρατιᾶς λογάδες συνειλεγμένοι τῆς πατρίου δεισιδαιμονίας ἀποστάται καθεστήκαμεν, οὐδ' ἂν αὐτοί ποτε ἀρνηθείημεν· ἀλλὰ καὶ ὅτι ταῖς Ἰουδαϊκαῖς βίβλοις προσανέχοντες κἀκ τῶν παρ' αὐτοῖς προφητειῶν τὰ πλεῖστα τοῦ καθ' ἡμᾶς λόγου συνάγοντες οὐκέθ' ὁμοίως ζῆν τοῖς ἐκ περιτομῆς προσφιλὲς ἡγούμεθα, καὶ 1.5.11 τοῦτ' ἂν αὐτόθεν ὁμολογήσαιμεν. ὥρα τοιγαροῦν τούτων τὸν αἰτιολογισμὸν ὑποσχεῖν. πῶς οὖν ἄλλως δόξαιμεν εὖ πεποιηκέναι τὰ πάτρια καταλείψαντες εἰ μὴ πρῶτον εἰς μέσον αὐτὰ παραθέμενοι καὶ ἀγαγόντες ὑπ' ὄψιν τῶν ἐντευξομένων; οὕτω γὰρ ἂν γένοιτο φανερὰ καὶ τῆς εὐαγγελικῆς ἀποδείξεως ἡ θεία δύναμις, εἰ τοῖς πᾶσι πρὸ ὀφθαλμῶν τεθείη, 1.5.12 τίνων καὶ ὁποίων κακῶν τὴν ἴασιν εὐαγγελίζεται. πῶς δ' ἂν τὸ εὔλογον τῆς τῶν Ἰουδαϊκῶν γραμμάτων μεταδιώξεως φανείη μὴ οὐχὶ καὶ τῆς τούτων ἀρετῆς ἀποδειχθείσης; τίνι τε λόγῳ τὰς παρ' αὐτοῖς γραφὰς ἀσπαζόμενοι τὸν ὅμοιον τοῦ βίου τρόπον ἀποκλίνομεν, καλῶς ἂν ἔχοι διελθεῖν καὶ ἐπὶ πᾶσι, τίς ὁ καθ' ἡμᾶς τῆς εὐαγγελικῆς ὑποθέσεως λόγος καὶ τίς ἂν κυρίως λεχθείη ὁ Χριστιανισμός, οὔτε Ἑλληνισμὸς ὢν οὔτε Ἰουδαϊσμός, ἀλλά τις καινὴ καὶ ἀληθὴς θεοσοφία, ἐξ αὐτῆς 1.5.13 τῆς προσηγορίας τὴν καινοτομίαν ἐπαγομένη. φέρ' οὖν πρῶτον ἁπάντων τὰς παλαιοτάτας καὶ δὴ καὶ τὰς πατρίους ἡμῶν αὐτῶν θεολογίας κατὰ πᾶσαν πόλιν εἰσέτι καὶ νῦν τεθρυλημένας ἐπιθεωρήσωμεν τάς τε σεμνὰς τῶν γενναίων φιλοσόφων περί τε κόσμου συστάσεως καὶ περὶ θεῶν διαλήψεις, ἵνα γνῶμεν εἴτε καὶ ὀρθῶς ἀπέστημεν αὐτῶν, εἴτε 1.5.14 καὶ μή. θήσω δὲ οὐκ ἐμὰς φωνὰς ἐν τῇ τῶν δηλουμένων ἐκφάνσει, ἀλλ' αὐτῶν δὴ τῶν μάλιστα τὴν περὶ οὕς φασι θεοὺς εὐσέβειαν περισπούδαστον πεποιημένων, ὡς ἂν ὁ λόγος ἁπάσης ἐκτὸς τῆς περὶ τὸ πλάττεσθαι ἡμᾶς ὑπονοίας κατασταίη. 1.6. Φοίνικας τοιγαροῦν καὶ Αἰγυπτίους πρώτους ἁπάντων ἀνθρώπων κατέχει λόγος ἥλιον καὶ σελήνην καὶ ἀστέρας θεοὺς ἀποφῆναι μόνους τε εἶναι τῆς τῶν ὅλων γενέσεώς τε καὶ φθορᾶς αἰτίους, εἶτα δὲ τὰς παρὰ τοῖς πᾶσιν βοωμένας θεοποιίας τε καὶ θεογονίας εἰσηγήσασθαι τῷ 1.6. βίῳ· πρὸ δέ γε τούτων μηδένα μηδὲν πλέον τῶν κατ' οὐρανὸν φαινομένων εἰδέναι, ὀλίγων ἐκτὸς ἀνδρῶν τῶν παρ' Ἑβραίοις μνημονευομένων, οἳ διανοίας καθαρωτάτοις ὄμμασι πᾶν τὸ ὁρώμενον ὑπερκύψαντες τὸν κοσμοποιὸν καὶ τῶν ὅλων δημιουργὸν ἐσεβάσθησαν, ὑπερθαυμάσαντες τῆς τοσαύτης αὐτὸν σοφίας τε καὶ δυνάμεως, ἣν ἐκ τῶν ἔργων ἐφαντάσθησαν, καὶ μόνον εἶναι θεὸν πεισθέντες μόνον εἰκότως ἐθεολόγησαν, τὴν ἀληθῆ καὶ πρώτην καὶ μόνην ταύτην εὐσέβειαν παῖς παρὰ πα.6.3 τρὸς διαδεξάμενοι καὶ φυλάξαντες. οἵ γε μὴν λοιποὶ τῶν ἀνθρώπων τῆσδε τῆς μόνης καὶ ἀληθοῦς ἀποπεσόντες εὐσεβείας τὰ φωσφόρα τῶν οὐρανίων σαρκὸς ὀφθαλμοῖς οἷα νήπιοι τὰς ψυχὰς καταπλαγέντες θεούς τε ἀνεῖπον καὶ θυσίαις τε καὶ προσκυνήσεσιν ἐγέραιρον, οὐ νεὼς δειμάμενοι οὐδ' ἀφιδρύμασι καὶ ξοάνοις θνητῶν εἰκόνας πλασάμενοι, πρὸς αἰθέρα δὲ καὶ αὐτὸν οὐρανὸν ἀποβλέποντες καὶ μέχρι τῶν τῇδε ὁρω.6.4 μένων ταῖς ψυχαῖς ἐφικνούμενοι. ἀλλ' οὐ τῇδε ἄρα καὶ τοῖς μετέπειτα ἀνθρώποις τὰ τῆς πολυθέου πλάνης περιίστατο, ἐλαύνοντα δὲ εἰς βυθὸν κακῶν μείζονα τῆς ἀθεότητος τὴν δυσσέβειαν ἀπειργάζετο, Φοινίκων, εἶτα Αἰγυπτίων ἀπαρξαμένων τῆς πλάνης· παρ' ὧν φασι πρῶτον Ὀρφέα τὸν Οἰάγρου

μεταστησάμενον τὰ παρ' Αἰγυπτίοις Ἕλλησιν μεταδοῦναι μυστήρια, ὥσπερ οὖν καὶ Κάδμον τὰ Φοινικικὰ τοῖς αὐτοῖς ἀγαγεῖν μετὰ καὶ τῆς τῶν γραμμάτων μαθήσεως· οὔπω γὰρ εἰσέτι τοὺς 1.6.5 Ἕλληνας τότε τὴν τῶν γραμμάτων χρῆσιν εἰδέναι. πρῶτα τοίνυν σκεψώμεθα τὰ τῆς κοσμογονίας τῆς πρώτης, ὅπως οἱ δηλούμενοι διειλήφασιν· ἔπειτα τὰ περὶ τῆς πρώτης καὶ παλαιοτάτης τοῦ τῶν ἀνθρώπων βίου δεισιδαιμονίας· καὶ τρίτον τὰ Φοινίκων, τέταρτον τὰ Αἰγυπτίων, μεθ' ἃ πέμπτον τὰ Ἑλλήνων διελόντες πρότερον μὲν τὴν καὶ τούτων παλαιὰν καὶ μυθικωτέραν πλάνην ἐποπτεύσωμεν, εἶτα δὲ τὴν σεμνοτέραν καὶ φυσικωτέραν δὴ περὶ θεῶν φιλοσοφίαν, καὶ μετὰ ταῦτα τὸν περὶ τῶν θαυμαστῶν χρηστηρίων ἐφοδεύσωμεν λόγον· ἐφ' οἷς καὶ τὰ σεμνὰ τῆς 1.6. γενναίας Ἑλλήνων φιλοσοφίας ἐπισκεψώμεθα. τούτων δ' ἡμῖν διευκρινηθέντων ἐπὶ τὰ Ἑβραίων μεταβησόμεθα, τῶν δὴ πρώτων καὶ ἀληθῶς Ἑβραίων καὶ τῶν μετὰ ταῦτα τὴν Ἰουδαίων λαχόντων προσηγορίαν. ἐπὶ πᾶσι δὲ τούτοις ὥσπερ ἐπισφράγισμα τῶν ὅλων ἐποίσομεν 1.6. τὰ ἡμέτερα. ἀναγκαίως δὲ τῆς τούτων ἁπάντων μνημονεύσομεν ἱστορίας, ὡς ἂν διὰ τῆς τῶν ἑκασταχοῦ τεθαυμασμένων παραθέσεως ὁ τῆς ἀληθείας ἔλεγχος ἀποδειχθείη ὁποίων τε ἡμεῖς ἀποστάντες τὴν 1.6. ὁποίαν εἱλόμεθα φανερὸν τοῖς ἐντυγχάνουσι γένοιτο. ἀλλὰ γὰρ ἀπίωμεν ἐπὶ τὸ πρῶτον. πόθεν δῆτα πιστωσόμεθα τὰς ἀποδείξεις; οὐ μὲν δὴ ἐκ τῶν παρ' ἡμῖν γραμμάτων, ὡς ἂν μὴ δοκοίημεν κεχαρισμένα πράττειν τῷ λόγῳ· μάρτυρες δὲ παρέστωσαν ἡμῖν Ἑλλήνων αὐτῶν οἵ τε τὴν φιλοσοφίαν αὐχοῦντες καὶ τὴν ἄλλην τῶν ἐθνῶν ἱστορίαν διηρευνη.6. κότες. γράφει τοίνυν ἄνωθεν τὴν παλαιὰν Αἰγυπτίων ὑφηγούμενος θεολογίαν ὁ Σικελιώτης Διόδωρος, γνωριμώτατος ἀνὴρ τοῖς Ἑλλήνων λογιωτάτοις, ὡς ἂν ὑπὸ μίαν συναγηοχὼς πραγματείαν ἅπασαν τὴν ἱστορικὴν βιβλιοθήκην. ἐξ οὗ πρῶτα παραθήσομαι ἃ περὶ τῆς τοῦ παντὸς κοσμογονίας ἀρχόμενος τοῦ λόγου διείληφεν, τὰς τῶν παλαιῶν ἱστορῶν δόξας τοῦτον τὸν τρόπον· 1.7. ʹ.

ΟΠΟΙΑ ΤΙΣ ΕΙΝΑΙ ΛΕΓΕΤΑΙ Η ΚΑΘ' ΕΛΛΗΝΑΣ ΚΟΣΜΟΓΟΝΙΑ «Περὶ μὲν οὖν θεῶν τίνας ἐννοίας ἔσχον οἱ πρῶτοι καταδείξαντες τιμᾶν τὸ θεῖον καὶ περὶ τῶν μυθολογουμένων ἑκάστου τῶν ἀθανάτων τὰ μὲν πολλὰ συντάξασθαι πειρασόμεθα κατ' ἰδίαν, διὰ τὸ τὴν ὑπόθεσιν ταύτην πολλοῦ λόγου προσδεῖσθαι, ὅσα δ' ἂν ταῖς προκειμέναις ἱστορίαις ἐοικότα δόξωμεν ὑπάρχειν, παραθήσομεν ἐν κεφαλαίοις, ἵνα μηδὲν τῶν ἀκοῆς ἀξίων ἐπιζητῆ.7. ται. περὶ δὲ τοῦ γένους τῶν ἁπάντων ἀνθρώπων καὶ τῶν πραχθέντων ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης, ὡς ἂν ἐνδέχηται περὶ τῶν οὕτω παλαιῶν, ἀκριβῶς ἀναγράψομεν ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων ἀρξάμενοι. 1.7.3 Περὶ τῆς πρώτης τοίνυν γενέσεως τῶν ἀνθρώπων διτταὶ γεγόνασιν ἀποφάσεις παρὰ τοῖς νομιμωτάτοις τῶν τε φυσιολόγων καὶ τῶν ἱστορικῶν. οἱ μὲν γὰρ αὐτῶν ἀγένητον καὶ ἄφθαρτον ὑποστησάμενοι τὸν κόσμον ἀπεφήναντο καὶ τὸ γένος τῶν ἀνθρώπων ἐξ αἰῶνος ὑπάρχειν, μηδέποτε τῆς αὐτῶν τεκνώσεως ἀρχὴν ἐσχηκυίας, οἱ δὲ γενητὸν καὶ φθαρτὸν εἶναι νομίσαντες ἔφησαν ὁμοίως ἐκείνοις τοὺς ἀνθρώπους τυχεῖν τῆς πρώτης γενέσεως ὡρισμέ.7.4 νοις χρόνοις. κατὰ γὰρ τὴν ἐξ ἀρχῆς τῶν ὅλων σύστασιν μίαν ἔχειν ἰδέαν οὐρανόν τε καὶ γῆν, μεμιγμένης αὐτῶν τῆς φύσεως· μετὰ δὲ ταῦτα διαστάντων τῶν σωμάτων ἀπ' ἀλλήλων τὸν μὲν κόσμον περιλαβεῖν ἅπασαν τὴν ὁρωμένην ἐν αὐτῷ σύνταξιν, τὸν δ' ἀέρα κινήσεως τυχεῖν συνεχοῦς καὶ τὸ μὲν πυρῶδες αὐτοῦ πρὸς τοὺς μετεωροτάτους τόπους συνδραμεῖν, ἀνωφεροῦς οὔσης τῆς τοιαύτης φύσεως διὰ τὴν κουφότητα· ἀφ' ἧς αἰτίας τὸν μὲν ἥλιον καὶ τὸ λοιπὸν πλῆθος τῶν ἄστρων ἐναποληφθῆναι τῇ πάσῃ δίνῃ, τὸ δὲ ἰλυῶδες καὶ θολερὸν μετὰ τῆς τῶν ὑγρῶν συγκρίσεως ἐπὶ ταὐτὸν καταστῆναι διὰ τὸ βάρος· εἱλού μενον δ' ἐν ἑαυτῷ καὶ

10

συστρεφόμενον συνεχῶς ἐκ μὲν τῶν ὑγρῶν τὴν θάλατταν, ἐκ δὲ τῶν στερεμνιωτέρων ποιῆσαι τὴν γῆν πηλώδη καὶ παντελῶς ἁπα.7.5 λήν. ταύτην δὲ τὸ μὲν πρῶτον τοῦ περὶ τὸν ἥλιον πυρὸς καταλάμψαντος πῆξιν λαβεῖν, ἔπειτα διὰ τὴν θερμασίαν ἀναζυμουμένης τῆς ἐπιφανείας συνοιδῆσαί τινα τῶν ὑγρῶν κατὰ πολλοὺς τόπους καὶ γενέσθαι περὶ αὐτὰ σηπεδόνας ὑμέσι λεπτοῖς περιεχομένας, ὅπερ ἐν τοῖς ἕλεσιν καὶ τοῖς λιμνάζουσι τῶν τόπων ἔτι καὶ νῦν ὁρᾶσθαι γινόμενον, ἐπειδὰν τῆς χώρας κατεψυγμένης ἄφνω 1.7. διάπυρος ἀὴρ γένηται, μὴ λαβὼν τὴν μεταβολὴν ἐκ τοῦ κατ' ὀλίγον. ζῳογονουμένων δὲ τῶν ὑγρῶν διὰ τῆς θερμασίας τὸν εἰρημένον τρόπον τὰς μὲν νύκτας λαμβάνειν αὐτίκα τὴν τροφὴν ἐκ τῆς πιπτούσης ἀπὸ τοῦ περιέχοντος ὁμίχλης, τὰς δ' ἡμέρας ὑπὸ τοῦ καύματος στερεοῦσθαι· τὸ δὲ ἔσχατον τῶν κυοφορουμένων τὴν τελείαν αὔξησιν λαβόντων καὶ τῶν ὑμένων διακαυθέντων τε 1.7. καὶ περιρραγέντων ἀναφυῆναι παντοδαποὺς τύπους ζῴων. τούτων δὲ τὰ μὲν πλείστης θερμασίας κεκοινωνηκότα πρὸς τοὺς μετεώρους τόπους ἀπελθεῖν γενόμενα πτηνά, τὰ δὲ γεώδους ἀντεχόμενα συγκρίσεως ἐν τῇ τῶν ἑρπετῶν καὶ τῶν ἄλλων τῶν ἐπιγείων τάξει καταριθμηθῆναι, τὰ δὲ φύσεως ὑγρᾶς μάλιστα μετειληφότα πρὸς τὸν ὁμογενῆ τόπον συνδραμεῖν, ὀνομασθέντα 1.7. πλωτά. τὴν δὲ γῆν ἀεὶ μᾶλλον στερεουμένην ὑπό τε τοῦ περὶ τὸν ἥλιον πυρὸς καὶ τῶν πνευμάτων τὸ τελευταῖον μηκέτι δύνασθαι μηδὲν τῶν μειζόνων ζῳογονεῖν, ἀλλ' ἐκ τῆς πρὸς ἄλληλα μίξεως ἕκαστα γεννᾶσθαι τῶν ἐμψύχων. 1.7. ἔοικε δὲ περὶ τῆς τῶν ὅλων φύσεως οὐδὲ Εὐριπίδης διαφωνεῖν τοῖς προειρημένοις, μαθητὴς ὢν Ἀναξαγόρου τοῦ φυσικοῦ. ἐν γὰρ τῇ Μελανίππῃ τίθησιν οὕτως· ὡς οὐρανός τε γαῖά τ' ἦν μορφὴ μία· ἐπεὶ δ' ἐχωρίσθησαν ἀλλήλων δίχα, τίκτουσι πάντα κἀνέδωκαν εἰς φάος δένδρη, πετεινά, θῆρας οὕς θ' ἅλμη τρέφει, γένος τε θνητῶν. 1.7.10 Καὶ περὶ μὲν τῆς πρώτης τῶν ὅλων γενέσεως τοιαῦτα παρειλήφαμεν· τοὺς δ' ἐξ ἀρχῆς γεννηθέντας τῶν ἀνθρώπων φασὶν ἐν ἀτάκτῳ καὶ θηριώδει βίῳ καθεστῶτας σποράδην ἐπὶ τὰς νομὰς ἐξιέναι καὶ προσφέρεσθαι τῆς τε βοτάνης τὴν προσηνεστάτην καὶ τοὺς αὐτομάτους ἀπὸ τῶν δένδρων καρποὺς καὶ πολεμουμένους μὲν ὑπὸ τῶν θηρίων ἀλλήλοις βοηθεῖν ὑπὸ τοῦ συμφέροντος διδασκομένους, ἀθροιζομένους δὲ διὰ τὸν φόβον ἐπιγινώσκειν ἐκ τοῦ κατὰ 1.7.11 μικρὸν τοὺς ἀλλήλων τύπους· τῆς φωνῆς δ' ἀσήμου καὶ συγκεχυμένης ὑπαρχούσης, ἐκ τοῦ κατ' ὀλίγον διαρθροῦν τὰς λέξεις καὶ πρὸς ἀλλήλους τιθέντας σύμβολα περὶ ἑκάστου τῶν ὑποκειμένων γνώριμον σφίσιν αὐτοῖς ποιῆσαι τὴν 1.7.12 περὶ ἁπάντων ἑρμηνείαν. τοιούτων δὲ συστημάτων γινομένων καθ' ἅπασαν τὴν οἰκουμένην οὐχ ὁμόφωνον πάντας ἔχειν τὴν διάλεκτον, ἑκάστων ὡς ἔτυχεν συνταξάντων τὰς λέξεις· διὸ καὶ παντοίους τε ὑπάρξαι χαρακτῆρας διαλέκτων καὶ τὰ πρῶτα γενόμενα συστήματα τῶν ἁπάντων ἐθνῶν ἀρχέγονα 1.7.13 γενέσθαι. τοὺς οὖν πρώτους τῶν ἀνθρώπων μηδενὸς τῶν πρὸς βίον χρησίμων εὑρημένου ἐπιπόνως διάγειν, γυμνοὺς μὲν ἐσθῆτος ὄντας, οἰκήσεως δὲ καὶ πυρὸς ἀήθεις, τροφῆς δ' ἡμέρου παντελῶς ἀνεννοήτους. καὶ γὰρ τὴν συγκομιδὴν τῆς ἀγρίας τροφῆς ἀγνοοῦντας μηδεμίαν τῶν καρπῶν εἰς τὰς ἐνδείας ποιεῖσθαι παράθεσιν· διὸ καὶ πολλοὺς αὐτῶν ἀπόλλυσθαι κατὰ τοὺς χειμῶνας 1.7.14 διά τε τὸ ψῦχος καὶ τὴν σπάνιν τῆς τροφῆς. ἐκ δὲ τούτου κατ' ὀλίγον ὑπὸ τῆς πείρας διδασκομένους εἴς τε τὰ σπήλαια καταφεύγειν ἐν τῷ χειμῶνι καὶ τῶν καρπῶν τοὺς φυλάττεσθαι δυναμένους ἀποτίθεσθαι. γνωσθέντος δὲ τοῦ πυρὸς καὶ τῶν ἄλλων τοῦ χρησίμου κατὰ μικρὸν καὶ τὰς τέχνας ἐξευρε.7.15 θῆναι καὶ τἆλλα τὰ δυνάμενα τὸν κοινὸν βίον ὠφελῆσαι. καθόλου γὰρ πάντων τὴν χρείαν αὐτὴν διδάσκαλον γενέσθαι τοῖς ἀνθρώποις ὑφηγουμένην οἰκείως τὴν ἑκάστου μάθησιν εὐφυεῖ ζῴῳ καὶ συνεργοὺς ἔχοντι πρὸς ἅπαντα χεῖρας καὶ λόγον καὶ ψυχῆς ἀγχίνοιαν. καὶ περὶ μὲν τῆς πρώτης γενέσεως τῶν ἀνθρώπων καὶ τοῦ παλαιοτάτου βίου τοῖς ῥηθεῖσιν ἀρκεσθησόμεθα, στοχαζόμενοι τῆς συμμετρίας.»

11

1.7.16 Τοσαῦτα μὲν ὁ δηλωθεὶς συγγραφεύς, οὐδὲ μέχρις ὀνόματος τοῦ θεοῦ μνημονεύσας ἐν τῇ κοσμογονίᾳ, συντυχικὴν δέ τινα καὶ αὐτόματον εἰσηγησάμενος τὴν τοῦ παντὸς διακόσμησιν. τούτῳ δ' ἂν εὕροις συμφώνους καὶ τοὺς πλείστους τῶν παρ' Ἕλλησι φιλοσόφων, ὧν ἐγώ σοι τὰς περὶ ἀρχῶν δόξας καὶ τὰς πρὸς ἀλλήλους διαστάσεις καὶ διαφωνίας, ἐκ στοχασμῶν, ἀλλ' οὐκ ἀπὸ καταλήψεως ὁρμηθείσας, ἀπὸ τῶν Πλουτάρχου Στρωματέων ἐπὶ τοῦ παρόντος ἐκθήσομαι. σὺ δὲ μὴ παρέργως, σχολῇ δὲ καὶ μετὰ λογισμοῦ θέα τῶν δηλουμένων τὴν πρὸς ἀλλήλους διάστασιν. 1.8.

ζʹ. ΟΣΑ ΤΟΙΣ ΦΥΣΙΚΟΙΣ ΦΙΛΟΣΟΦΟΙΣ ΠΕΡΙ ΑΡΧΩΝ ΔΙΑΠΕΦΩΝΗΤΑΙ· [ΔΟΞΑΙ ΦΙΛΟΣΟΦΩΝ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΠΑΝΤΟΣ ΣΥΣΤΑΣΕΩΣ·] ΚΑΙ ΩΣ ΤΟΥΤΩΝ ΜΕΤΑ ΚΡΙΣΕΩΣ ΑΠΕΣΤΗΜΕΝ «Θάλητα πρῶτον πάντων φασὶν ἀρχὴν τῶν ὅλων ὑποστήσασθαι τὸ ὕδωρ· ἐξ αὐτοῦ γὰρ εἶναι τὰ πάντα καὶ εἰς αὐτὸ χωρεῖν. 1.8. Μεθ' ὃν Ἀναξίμανδρον, Θάλητος ἑταῖρον γενόμενον, τὸ ἄπειρον φάναι τὴν πᾶσαν αἰτίαν ἔχειν τῆς τοῦ παντὸς γενέσεώς τε καὶ φθορᾶς, ἐξ οὗ δή φησι τούς τε οὐρανοὺς ἀποκεκρίσθαι καὶ καθόλου τοὺς ἅπαντας ἀπείρους ὄντας κόσμους. ἀπεφήνατο δὲ τὴν φθορὰν γίνεσθαι, καὶ πολὺ πρότερον τὴν γένεσιν, ἐξ ἀπείρου αἰῶνος ἀνακυκλουμένων πάντων αὐτῶν. ὑπάρχειν δέ φησι τῷ μὲν σχήματι τὴν γῆν κυλινδροειδῆ, ἔχειν δὲ τοσοῦτον βάθος ὅσον ἂν εἴη τρίτον πρὸς τὸ πλάτος. φησὶ δὲ τὸ ἐκ τοῦ ἀϊδίου γόνιμον θερμοῦ τε καὶ ψυχροῦ κατὰ τὴν γένεσιν τοῦδε τοῦ κόσμου ἀποκριθῆναι καί τινα ἐκ τούτου φλογὸς σφαῖραν περιφυῆναι τῷ περὶ τὴν γῆν ἀέρι ὡς τῷ δένδρῳ φλοιόν· ἧστινος ἀπορραγείσης καὶ εἴς τινας ἀποκλεισθείσης κύκλους ὑποστῆναι τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας. ἔτι φησὶν ὅτι κατ' ἀρχὰς ἐξ ἀλλοειδῶν ζῴων ὁ ἄνθρωπος ἐγεννήθη ἐκ τοῦ τὰ μὲν ἄλλα δι' ἑαυτῶν ταχὺ νέμεσθαι, μόνον δὲ τὸν ἄνθρωπον πολυχρονίου δεῖσθαι τιθηνήσεως· διὸ καὶ κατ' ἀρχὰς οὐκ ἄν ποτε τοιοῦτον ὄντα διασωθῆναι. ταῦτα μὲν οὖν ὁ Ἀναξίμανδρος. 1.8.3 Ἀναξιμένην δέ φασι τὴν τῶν ὅλων ἀρχὴν τὸν ἀέρα εἰπεῖν καὶ τοῦτον εἶναι τῷ μὲν γένει ἄπειρον, ταῖς δὲ περὶ αὐτὸν ποιότησιν ὡρισμένον· γεννᾶσθαί τε πάντα κατά τινα πύκνωσιν τούτου καὶ πάλιν ἀραίωσιν. τήν γε μὴν κίνησιν ἐξ αἰῶνος ὑπάρχειν· πιλουμένου δὲ τοῦ ἀέρος πρώτην γεγενῆσθαι λέγει τὴν γῆν, πλατεῖαν μάλα· διὸ καὶ κατὰ λόγον αὐτὴν ἐποχεῖσθαι τῷ ἀέρι· καὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τὰ λοιπὰ ἄστρα τὴν ἀρχὴν τῆς γενέσεως ἔχειν ἐκ γῆς. ἀποφαίνεται γοῦν τὸν ἥλιον γῆν, διὰ δὲ τὴν ὀξεῖαν κίνησιν καὶ μάλ' ἱκανῶς θερμότητα [κίνησιν] λαβεῖν. 1.8.4 Ξενοφάνης δὲ ὁ Κολοφώνιος, ἰδίαν τινὰ ὁδὸν πεπορευμένος καὶ παρηλλαχυῖαν πάντας τοὺς προειρημένους, οὔτε γένεσιν οὔτε φθορὰν ἀπολείπει, ἀλλ' εἶναι λέγει τὸ πᾶν ἀεὶ ὅμοιον. εἰ γὰρ γίγνοιτο τοῦτο, φησίν, ἀναγκαῖον πρὸ τούτου μὴ εἶναι· τὸ μὴ ὂν δὲ οὐκ ἂν γένοιτο οὐδ' ἂν τὸ μὴ ὂν ποιήσαι τι οὔτε ὑπὸ τοῦ μὴ ὄντος γένοιτ' ἄν τι. ἀποφαίνεται δὲ καὶ τὰς αἰσθήσεις ψευδεῖς καὶ καθόλου σὺν αὐταῖς καὶ αὐτὸν τὸν λόγον διαβάλλει. ἀποφαίνεται δὲ καὶ τῷ χρόνῳ καταφερομένην συνεχῶς καὶ κατ' ὀλίγον τὴν γῆν εἰς τὴν θάλασσαν χωρεῖν. φησὶ δὲ καὶ τὸν ἥλιον ἐκ μικρῶν καὶ πλειόνων πυρίων ἀθροίζεσθαι. ἀποφαίνεται δὲ καὶ περὶ θεῶν ὡς οὐδεμιᾶς ἡγεμονίας ἐν αὐτοῖς οὔσης· οὐ γὰρ ὅσιον δεσπόζεσθαί τινα τῶν θεῶν· ἐπιδεῖσθαί τε μηδενὸς αὐτῶν μηδένα μηδ' ὅλως· ἀκούειν δὲ καὶ ὁρᾶν καθόλου καὶ μὴ κατὰ μέρος. ἀποφαίνεται δὲ καὶ τὴν γῆν ἄπειρον εἶναι καὶ κατὰ πᾶν μέρος μὴ περιέχεσθαι ὑπὸ ἀέρος· γίνεσθαι δὲ ἅπαντα ἐκ γῆς, τὸν δὲ ἥλιόν φησι καὶ τὰ ἄλλα ἄστρα ἐκ τῶν νεφῶν γίνεσθαι. 1.8.5 Παρμενίδης δὲ ὁ Ἐλεάτης, ἑταῖρος Ξενοφάνους, ἅμα μὲν καὶ

12

τῶν τούτου δοξῶν ἀντεποιήσατο, ἅμα δὲ καὶ τὴν ἐναντίαν ἐνεχείρησεν στάσιν. ἀΐδιον μὲν γὰρ τὸ πᾶν καὶ ἀκίνητον ἀποφαίνεται καὶ κατὰ τὴν τῶν πραγμάτων ἀλήθειαν· εἶναι γὰρ αὐτὸ μοῦνον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ' ἀγένητον· γένεσιν δὲ τῶν καθ' ὑπόληψιν ψευδῆ δοκούντων εἶναι καὶ τὰς αἰσθήσεις ἐκβάλλει ἐκ τῆς ἀληθείας. φησὶ δὲ ὅτι εἴ τι παρὰ τὸ ὂν ὑπάρχει, τοῦτο οὐκ ἔστιν ὄν· τὸ δὲ μὴ ὂν ἐν τοῖς ὅλοις οὐκ ἔστιν. οὕτως οὖν τὸ ὂν ἀγένητον ἀπολείπει. λέγει δὲ τὴν γῆν τοῦ πυκνοῦ καταρρυέντος ἀέρος γεγονέναι. 1.8. Ζήνων δὲ ὁ Ἐλεάτης ἴδιον μὲν οὐδὲν ἐξέθετο, διηπόρησεν δὲ περὶ τούτων ἐπὶ πλεῖον. 1.8. Δημόκριτος ὁ Ἀβδηρίτης ὑπεστήσατο τὸ πᾶν ἄπειρον διὰ τὸ μηδαμῶς ὑπό τινος αὐτὸ δεδημιουργῆσθαι· ἔτι δὲ καὶ ἀμετάβλητον αὐτὸ λέγει· καὶ καθόλου, οἷον πᾶν ἐστιν, ῥητῶς ἐκτίθεται μηδεμίαν ἀρχὴν ἔχειν τὰς αἰτίας τῶν νῦν γιγνομένων, ἄνωθεν δ' ὅλως ἐξ ἀπείρου χρόνου προκατέχεσθαι τῇ ἀνάγκῃ πάνθ' ἁπλῶς τὰ γεγονότα καὶ ἐόντα καὶ ἐσόμενα. ἡλίου δὲ καὶ σελήνης γένεσίν φησιν· κατ' ἰδίαν φέρεσθαι ταῦτα μηδέπω τὸ παράπαν ἔχοντα θερμὴν φύσιν μηδὲ μὴν καθόλου λαμπροτάτην, τοὐναντίον δὲ ἐξωμοιωμένην τῇ περὶ τὴν γῆν φύσει· γεγονέναι γὰρ ἑκάτερον τούτων πρότερον ἔτι κατ' ἰδίαν ὑποβολήν τινα κόσμου, ὕστερον δὲ μεγεθοποιουμένου τοῦ περὶ τὸν ἥλιον κύκλου ἐναποληφθῆναι ἐν αὐτῷ τὸ πῦρ. 1.8. Ἐπίκουρος Νεοκλέους Ἀθηναῖος τὸν περὶ θεῶν τῦφον πειρᾶται καταστέλλειν· ἀλλὰ καὶ οὐθέν, φησίν, γίγνεται ἐκ τοῦ μὴ ὄντος, ὅτι τὸ πᾶν ἀεὶ τοιοῦτον ἦν καὶ ἔσται τοιοῦτον· ὅτι οὐδὲν ξένον ἐν τῷ παντὶ ἀποτελεῖται παρὰ τὸν ἤδη γεγενημένον χρόνον ἄπειρον· ὅτι πᾶν ἐστι σῶμα, καὶ οὐ μόνον ἀμετάβλητον, ἀλλὰ καὶ ἄπειρον· ὅτι τέλος τῶν ἀγαθῶν ἡδονή. 1.8. Ἀρίστιππος ὁ Κυρηναῖος τέλος ἀγαθῶν τὴν ἡδονήν, κακῶν δὲ τὴν ἀλγηδόνα· τὴν δὲ ἄλλην φυσιολογίαν περιγράφει, μόνον ὠφέλιμον εἶναι λέγων τὸ ζητεῖν ὅττι τοι ἐν μεγάροισι κακόν τ' ἀγαθόν τε τέτυκται. 1.8.10 Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος στοιχεῖα τέσσαρα, πῦρ, ὕδωρ, αἰθέρα, γαῖαν· αἰτίαν δὲ τούτων φιλίαν καὶ νεῖκος. ἐκ πρώτης φησὶ τῆς τῶν στοιχείων κράσεως ἀποκριθέντα τὸν ἀέρα περιχυθῆναι κύκλῳ, μετὰ δὲ τὸν ἀέρα τὸ πῦρ ἐκδραμὸν καὶ οὐκ ἔχον ἑτέραν χώραν ἄνω ἐκτρέχειν ὑπὸ τοῦ περὶ τὸν ἀέρα πάγου. εἶναι δὲ κύκλῳ περὶ τὴν γῆν φερόμενα δύο ἡμισφαίρια, τὸ μὲν καθόλου πυρός, τὸ δὲ μικτὸν ἐξ ἀέρος καὶ ὀλίγου πυρός, ὅπερ οἴεται τὴν νύκτα εἶναι. τὴν δὲ ἀρχὴν τῆς κινήσεως συμβῆναι ἀπὸ τοῦ τετυχηκέναι κατὰ τὸν ἀθροισμὸν ἐπιβρίσαντος τοῦ πυρός. ὁ δὲ ἥλιος τὴν φύσιν οὐκ ἔστι πῦρ, ἀλλὰ τοῦ πυρὸς ἀντανάκλασις, ὁμοία τῇ ἀφ' ὕδατος γινομένῃ. σελήνην δέ φησιν συστῆναι καθ' ἑαυτὴν ἐκ τοῦ ἀποληφθέντος ἀέρος ὑπὸ τοῦ πυρός· τοῦτον γὰρ παγῆναι, καθάπερ καὶ τὴν χάλαζαν· τὸ δὲ φῶς αὐτὴν ἔχειν ἀπὸ τοῦ ἡλίου. τὸ δὲ ἡγεμονικὸν οὔτε ἐν κεφαλῇ οὔτε ἐν θώρακι, ἀλλ' ἐν αἵματι· ὅθεν καθ' ὅ τι ἂν μέρος τοῦ σώματος πλεῖον ᾖ παρεσπαρμένον τὸ ἡγεμονικόν, οἴεται κατ' ἐκεῖνο προτερεῖν τοὺς ἀνθρώπους. 1.8.11 Μητρόδωρος ὁ Χῖος ἀΐδιον εἶναί φησι τὸ πᾶν, ὅτι εἰ ἦν γενητόν, ἐκ τοῦ μὴ ὄντος ἂν ἦν· ἄπειρον δέ, ὅτι ἀΐδιον, οὐ γὰρ ἔχειν ἀρχὴν ὅθεν ἤρξατο οὐδὲ πέρας οὐδὲ τελευτήν· ἀλλ' οὐδὲ κινήσεως μετέχειν τὸ πᾶν. κινεῖσθαι γὰρ ἀδύνατον μὴ μεθιστάμενον· μεθίστασθαι δὲ ἀναγκαῖον ἤτοι εἰς πλῆρες ἢ εἰς κενόν. πυκνούμενον δὲ τὸν αἰθέρα ποιεῖν νεφέλας, εἶτα ὕδωρ, ὃ καὶ κατιὸν ἐπὶ τὸν ἥλιον σβεννύναι αὐτόν· καὶ πάλιν ἀραιούμενον ἐξάπτεσθαι. χρόνῳ δὲ πήγνυσθαι τῷ ξηρῷ τὸν ἥλιον καὶ ποιεῖν ἐκ τοῦ λαμπροῦ ὕδατος ἀστέρας, νύκτα τε καὶ ἡμέραν ἐκ τῆς σβέσεως καὶ ἐξάψεως καὶ καθόλου τὰς ἐκλείψεις ἀποτελεῖν. 1.8.12 Διογένης ὁ Ἀπολλωνιάτης ἀέρα ὑφίσταται στοιχεῖον· κινεῖσθαι δὲ τὰ πάντα ἀπείρους τε εἶναι τοὺς κόσμους. κοσμοποιεῖ δὲ οὕτως· ὅτι τοῦ παντὸς κινουμένου καὶ ᾗ μὲν ἀραιοῦ, ᾗ δὲ πυκνοῦ γινομένου, ὅπου συνεκύρησεν τὸ πυκνὸν συστροφὴν ποιῆσαι, καὶ οὕτως τὰ λοιπὰ κατὰ τὸν αὐτὸν λόγον, τὰ κουφότατα, τὴν ἄνω τάξιν λαβόντα τὸν ἥλιον ἀποτελέσαι.» 1.8.13 Τοιαύτη καὶ τῶν πανσόφων Ἑλλήνων τῶν δὴ φυσικῶν

13

φιλοσόφων ἐπικληθέντων ἡ περὶ τῆς συστάσεως τοῦ παντὸς καὶ τῆς πρώτης κοσμογονίας διάληψις, οὐ δημιουργόν, οὐ ποιητήν τινα τῶν ὅλων ὑποστησαμένων, ἀλλ' οὐδ' ὅλως θεοῦ μνήμην ποιησαμένων, μόνῃ δὲ τῇ ἀλόγῳ φορᾷ καὶ τῇ αὐτομάτῳ κινήσει τὴν αἰτίαν τοῦ παντὸς ἀνατεθειμένων. 1.8.14 τοσαύτη δὲ αὐτῶν καὶ ἡ πρὸς ἀλλήλους ἐναντιότης, ἐν μὲν οὐδενὶ ἀλλήλοις συμπεφωνηκότων, μάχης δὲ καὶ διαφωνίας τὰ πάντα ἀναπεπληρωκότων. ἔνθεν καὶ ὁ θαυμάσιος Σωκράτης τουτουσὶ πάντας μωραίνοντας ἀπήλεγχεν καὶ μαινομένων κατ' οὐδὲν ἔλεγεν διαφέρειν, εἰ δή σοι μάρτυς ἀξιόχρεως Ξενοφῶν ἐν Ἀπομνημονεύμασι λέγων οὕτως· 1.8.15 «Οὐδεὶς δὲ πώποτε Σωκράτους οὐδὲν ἀσεβὲς οὐδὲ ἀνόσιον οὔτε πράττοντος εἶδεν οὔτε λέγοντος ἤκουσεν. οὐδὲ γὰρ περὶ τῆς ἁπάντων φύσεως ἢ περὶ τῶν ἄλλων, ὡς οἱ πλεῖστοι, διελέγετο, σκοπῶν ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει καὶ τίσιν ἀνάγκαις ἕκαστα γίγνεται τῶν οὐρανίων, ἀλλὰ καὶ τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἀπεδείκνυεν.» Καὶ ἐπιλέγει ἑξῆς· 1.8.16 «Ἐθαύμαζεν δὲ εἰ μὴ φανερὸν αὐτοῖς ἐστιν ὅτι ταῦτα οὐ δυνατόν ἐστιν ἀνθρώποις εὑρεῖν, ἐπεὶ καὶ τοὺς μέγιστα φρονοῦντας ἐπὶ τῷ περὶ τούτων λέγειν οὐ τὰ αὐτὰ δοξάζειν ἀλλήλοις, ἀλλὰ τοῖς μαινομένοις ὁμοίως διακεῖσθαι πρὸς ἀλλήλους. τῶν τε γὰρ μαινομένων τοὺς μὲν οὐδὲ τὰ δεινὰ δεδιέναι, τοὺς δὲ τὰ μὴ φοβερὰ φοβεῖσθαι, τῶν τε περὶ τῆς πάντων φύσεως μεριμνώντων τοῖς μὲν δοκεῖν ἓν μόνον τὸ ὂν εἶναι, τοῖς δὲ ἄπειρα τὸ πλῆθος, καὶ τοῖς μὲν ἀεὶ πάντα κινεῖσθαι, τοῖς δὲ οὐδὲν ἄν ποτε κινηθῆναι· καὶ τοῖς μὲν ἅπαντα γίνεσθαί τε καὶ ἀπόλλυσθαι, τοῖς δὲ οὔτ' ἂν γενέσθαι ποτὲ οὐδὲν οὔτε ἀπόλλυσθαι.» 1.8.17 Ταῦθ' ὁ Σωκράτης, ὡς ὁ Ξενοφῶν μαρτυρεῖ. συνᾴδει δὲ καὶ ὁ Πλάτων τούτοις ἐν τῷ Περὶ ψυχῆς τοιάδε λέγοντα αὐτὸν ἀναγράφων· «Ἐγὼ γάρ, ἔφη, ὦ Κέβης, νέος ὢν θαυμαστῶς ὡς ἐπεθύμησα ταύτης τῆς σοφίας, ἣν δὴ καλοῦσι περὶ φύσεως ἱστορίαν· ὑπερήφανον γάρ μοι ἐδόκει εἶναι εἰδέναι τὰς αἰτίας ἑκάστου, διὰ τί γίνεται ἕκαστον καὶ διὰ τί ἀπόλλυται καὶ διὰ τί ἔστι· καὶ πολλάκις ἐμαυτὸν ἄνω κάτω μετέβαλλον, σκοπῶν πρῶτον τὰ τοιάδε· ἆρα ἐπειδὰν τὸ θερμὸν καὶ τὸ ψυχρὸν σηπεδόνα τινὰ λάβῃ, ὥς τινες ἔλεγον, τότε ἤδη τὰ ζῷα ξυντρέφεται· καὶ πότερον τὸ αἷμά ἐστιν ᾧ φρονοῦμεν ἢ ὁ ἀὴρ ἢ τὸ πῦρ· ἢ τούτων μὲν οὐδέν, ὁ δ' ἐγκέφαλός ἐστιν ὁ τὰς αἰσθήσεις παρέχων τοῦ ἀκούειν καὶ ὁρᾶν καὶ ὀσφραίνεσθαι, ἐκ τούτων δὲ γίγνοιτο μνήμη καὶ δόξα, ἐκ δὲ μνήμης καὶ δόξης λαβούσης τὸ ἠρεμεῖν κατὰ ταῦτα γίνεσθαι 1.8.18 ἐπιστήμην. καὶ αὖ τούτων τὰς φθορὰς σκοπῶν καὶ τὰ περὶ τὸν οὐρανόν τε καὶ τὴν γῆν πάθη, τελευτῶν οὕτως ἐμαυτῷ ἔδοξα πρὸς ταύτην τὴν σκέψιν ἀφυὴς εἶναι ὡς οὐδὲν χρῆμα. τεκμήριον δέ σοι ἐρῶ ἱκανόν· ἐγὼ γὰρ ἃ καὶ πρότερον σαφῶς ἠπιστάμην, ὥς γε ἐμαυτῷ καὶ τοῖς ἄλλοις ἐδόκουν, τότε ὑπ' αὐτῆς τῆς σκέψεως οὕτω σφόδρα ἐτυφλώθην ὥστε ἀπέμαθον καὶ ταῦτα ἃ πρὸ τοῦ ᾤμην εἰδέναι.» 1.8.19 Ταῦτα Σωκράτης αὐτὸς ἐκεῖνος ὁ πᾶσιν ἀοίδιμος Ἕλλησιν. ὅτε τοίνυν καὶ τῷ τηλικούτῳ φιλοσόφῳ τοιάδε ἐδόκει εἶναι τὰ τῆς τῶν δηλωθέντων φυσιολογίας, εἰκότως μοι δοκῶ καὶ ἡμᾶς τὴν τούτων ἁπάντων ἀθεότητα παρῃτῆσθαι, ἐπεὶ καὶ τὰ τῆς πολυθέου πλάνης αὐτῶν οὐκ ἔοικεν εἶναι ἀλλότρια τῶν εἰρημένων. τοῦτο μὲν οὖν ἐπὶ καιροῦ τοῦ προσήκοντος ἐλεγχθήσεται, καθ' ὃν ἀποδείξομεν ὅτι πρῶτος Ἑλλήνων Ἀναξαγόρας νοῦν ἐπιστῆσαι τῇ τοῦ παντὸς αἰτίᾳ μνημονεύεται. νῦν δέ μοι ἐπὶ τὸν Διόδωρον μετάβα καὶ σκόπει οἷα περὶ τῆς πρώτης τῶν ἀνθρώπων θεολογίας ἱστορεῖ· 1.9.

ηʹ. ΟΤΙ ΟΙ ΠΑΛΑΙΟΙ ΤΩΝ ΑΝΘΡΩΠΩΝ ΤΟΥΣ ΚΑΤ' ΟΥΡΑΝΟΝ ΦΩΣΤΗΡΑΣ ΜΟΝΟΥΣ ΕΣΕΒΟΝ ΜΗΔΕΝ ΠΕΡΙ ΤΟΥ ΤΩΝ ΟΛΩΝ ΘΕΟΥ, ΑΛΛ' ΟΥΔΕ ΠΕΡΙ ΞΟΑΝΩΝ ΙΔΡΥΣΕΩΣ ΟΥΔΕ ΠΕΡΙ ΔΑΙΜΟΝΩΝ ΕΠΙΣΤΑΜΕΝΟΙ

14

«Τοὺς δ' οὖν κατ' Αἴγυπτον ἀνθρώπους τὸ παλαιὸν γενομένους ἀναβλέψαντας εἰς τὸν κόσμον καὶ τὴν τῶν ὅλων φύσιν καταπλαγέντας τε καὶ θαυμάσαντας ὑπολαβεῖν εἶναι δύο θεοὺς ἀϊδίους τε καὶ πρώτους, τόν τε ἥλιον καὶ τὴν σελήνην, ὧν τὸν μὲν Ὄσιριν, τὴν δὲ Ἶσιν ὀνομάσαι, ἀπό τινος ἐτύμου τεθείσης 1.9. ἑκατέρας τῆς προσηγορίας. μεθερμηνευομένων γὰρ τούτων εἰς τὸν Ἑλληνικὸν τῆς διαλέκτου τρόπον εἶναι τὸν μὲν Ὄσιριν πολυόφθαλμον, εἰκότως· πάντη γὰρ ἐπιβάλλοντα τὰς ἀκτῖνας ὥσπερ ὀφθαλμοῖς πολλοῖς βλέπειν ἅπασαν γῆν καὶ θάλατταν· καὶ τὸν ποιητὴν δὲ λέγειν σύμφωνα τούτοις· Ἠέλιός θ' ὃς πάντ' ἐφορᾷ καὶ πάντ' ἐπακούει. 1.9.3 τῶν δὲ παρ' Ἕλλησι παλαιῶν μυθολόγων τινὲς τὸν Ὄσιριν Διόνυσον προσονομάζουσιν καὶ Σείριον παρωνύμως. ὧν Εὔμολπος μὲν ἐν τοῖς Βακχικοῖς ἔπεσί φησιν· ἀστροφαῆ Διόνυσον ἐν ἀκτίνεσσι πυρωπόν, Ὀρφεὺς δὲ τοὐνεκά μιν καλέουσι Φάνητά τε καὶ Διόνυσον. φασὶ δέ τινες καὶ τὸ ἔναμμα αὐτῷ τὸ τῆς νεβρίδος ἀπὸ τῆς τῶν ἄστρων ποικι.9.4 λίας περιῆφθαι. τὴν δ' Ἶσιν μεθερμηνευομένην εἶναι παλαιάν, τεθειμένης τῆς προσηγορίας τῇ σελήνῃ ἀπὸ τῆς ἀϊδίου καὶ παλαιᾶς γενέσεως· κέρατα δ' αὐτῇ περιτιθέασιν ἀπό τε τῆς ὄψεως, ἣν ἔχουσα φαίνεται καθ' ὃν ἂν χρόνον ὑπάρχῃ μηνοειδής, καὶ ἀπὸ τῆς καθιερωμένης αὐτῇ βοὸς παρ' Αἰγυπτίοις. τούτους δὲ τοὺς θεοὺς ὑφίστανται τὸν σύμπαντα κόσμον διοικεῖν.» 1.9.5 Τοιαῦτα μὲν οὖν καὶ ταῦτα. ἔχεις δὲ καὶ ἐν τῇ Φοινικικῇ θεολογίᾳ, ὡς ἄρα Φοινίκων οἱ πρῶτοι «φυσικοὺς ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς πλανήτας ἀστέρας καὶ τὰ στοιχεῖα καὶ τὰ τούτοις συναφῆ θεοὺς μόνους ἐγίνωσκον» καὶ ὅτι τούτοις οἱ παλαίτατοι «τὰ τῆς γῆς ἀφιέρωσαν βλαστήματα, καὶ θεοὺς ἐνόμισαν καὶ προσεκύνουν ταῦτα, ἀφ' ὧν αὐτοί τε διεγί νοντο καὶ οἱ ἑπόμενοι καὶ οἱ πρὸ αὐτῶν πάντες, καὶ χοὰς καὶ ἐπιθύσεις ἐτέλουν· ἔλεον δὲ καὶ οἶκτον καὶ κλαυθμὸν βλαστήματι γῆς ἀπιόντι καθιέρουν καὶ γενέσει ζῴων ἐκ γῆς πρώτῃ καὶ τῇ ἐξ ἀλλήλων καὶ τελευτῇ, καθ' ἣν τοῦ 1.9. ζῆν ἀπήρχοντο. αὗται δ' ἦσαν αἱ ἐπίνοιαι τῆς προσκυνήσεως ὅμοιαι τῇ αὐτῶν ἀσθενείᾳ καὶ ψυχῆς ἔτι ἀτολμίᾳ.» ταῦτα καὶ ἡ Φοινίκων γραφή, ὡς ἑξῆς ἀποδειχθήσεται. ἀλλὰ καὶ τῶν καθ' ἡμᾶς γεγονὼς αὐτὸς ἐκεῖνος ὁ ταῖς καθ' ἡμῶν λαμπρυνόμενος δυσφημίαις, ἐν οἷς ἐπέγραψεν Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς τῆς τῶν παλαιῶν ἀρχαιότητος τὴν μνήμην ὧδέ πως αὐτολεξεί, Θεοφράστῳ μάρτυρι χρώμενος, παρατίθεται· 1.9. «Ἀνάριθμος μέν τις ἔοικεν εἶναι χρόνος, ἀφ' οὗ τό γε πάντων λογιώτατον γένος, ὥς φησι Θεόφραστος, καὶ τὴν ἱερωτάτην ὑπὸ τοῦ Νείλου κτισθεῖσαν χώραν κατοικοῦν ἤρξαντο οἱ πρῶτοι ἀφ' ἑστίας τοῖς οὐρανίοις θεοῖς θύειν, οὐ σμύρνης οὐδὲ κασίας καὶ λιβανωτοῦ κρόκῳ μιχθέντων ἀπαρχάς· πολλαῖς γὰρ γενεαῖς ὕστερον παρελήφθη ταῦτα, καὶ πλάνης καὶ μαστὴρ ὁ ἄνθρωπος γινόμενος τῆς ἀναγκαίας ζωῆς μετὰ πολλῶν πόνων καὶ δακρύων σταγόνας 1.9. τούτων ἀπήρξατο τοῖς θεοῖς· οὐ τούτων οὖν ἔθυον πρότερον, ἀλλὰ χλόης οἱονεί τινα τῆς γονίμου φύσεως χνοῦν ταῖς χερσὶν ἀράμενοι. δένδρα μὲν γὰρ δὴ πρὸ ζῴων ἀνέδωκεν ἡ γῆ, τῶν δένδρων δὲ πολὺ πρόσθεν τὴν ἐπέτειον γεννωμένην πόαν· ἧς δρεπόμενοι φύλλα καὶ ῥίζας καὶ τοὺς ὅλους τῆς φύσεως αὐτῶν βλαστοὺς κατέκαιον, ταύτῃ τοὺς φαινομένους οὐρανίους θεοὺς τῇ θυσίᾳ δεξιούμενοι καὶ τοῦ πυρὸς ἀπαθανατίζοντες αὐτοῖς τὰς τιμάς. 1.9. τούτοις γὰρ καὶ τὸ πῦρ ἀθάνατον ἐφύλαττον ἐν τοῖς ἱεροῖς, ὡς ὂν μάλιστα αὐτοῖς ὁμοιότατον. ἐκ δὲ τῆς θυμιάσεως τῶν ἀπὸ γῆς θυμιατήριά τε ἐκάλουν καὶ τὸ θύειν καὶ θυσίας, ἃ δὴ ἡμεῖς ὡς τὴν ὑστέραν πλημμέλειαν σημαίνοντα οὐκ ὀρθῶς ἐξακούομεν, τὴν διὰ τῶν ζῴων δοκοῦσαν θεραπείαν 1.9.10 καλοῦντες θυσίαν. τοσοῦτον δὲ τοῖς παλαιοῖς τοῦ μὴ παραβαίνειν τὸ ἔθος ἔμελεν ὡς κατὰ τῶν ἐκλειπόντων τὸ ἀρχαῖον, ἐπεισαγόντων δὲ ἕτερον, ἀρασαμένους ἀρώματα τὰ θυμιώμενα προσαγορεῦσαι.» 1.9.11 Ταῦτα εἰπὼν ἐπιλέγει μεθ' ἕτερα· «Πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρχῶν τοῖς ἀνθρώποις προϊουσῶν παρανομίας ἡ τῶν δεινοτάτων

15

θυμάτων παράληψις ἐπεισήχθη ὠμότητος πλήρης, ὡς δοκεῖν τὰς πρόσθεν λεχθείσας καθ' ἡμῶν ἀρὰς νῦν τέλος εἰληφέναι, σφαξάντων τῶν ἀνθρώπων καὶ τοὺς βωμοὺς αἱμαξάντων.» 1.9.12 Τοσαῦτα καὶ ὁ Πορφύριος, οὐ μᾶλλον ἢ ὁ Θεόφραστος. ἐπισφράγισμα δὲ τοῦ λόγου γένοιτ' ἂν ἡμῖν ὁ Πλάτων ἐν Κρατύλῳ, πρόσθεν τῶν εἰρημένων αὐτῷ περὶ τῶν Ἑλλήνων ὧδέ πη φάσκων πρὸς ῥῆμα· «Φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων περὶ τὴν Ἑλλάδα τούτους μόνους τοὺς θεοὺς ἡγεῖσθαι, οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες πάντα ἀεὶ ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως τῆς τοῦ θέειν θεοὺς αὐτοὺς ἐπονομάσαι». 1.9.

θʹ. ΟΤΙ ΜΗΔΕΜΙΑ ΤΙΣ ΗΝ ΑΥΤΟΙΣ ΠΕΡΙ ΘΕΩΝ ΜΥΘΟΛΟΓΙΑ ΟΥΔΕ ΓΕ ΞΟΑΝΩΝ ΙΔΡΥΣΙΣ Ἀλλ' ὅτι μὲν οἱ πρῶτοι καὶ παλαίτατοι τῶν ἀνθρώπων οὔτε ναῶν οἰκοδομίαις προσεῖχον οὔτε ξοάνων ἀφιδρύμασιν, οὔπω τότε γραφικῆς οὐδὲ πλαστικῆς ἢ γλυπτικῆς ἢ ἀνδριαντοποιητικῆς τέχνης ἐφευρημένης, οὐδὲ μὴν οἰκοδομικῆς οὐδὲ ἀρχιτεκτονικῆς πω[ς] συνεστώσης, παντί 1.9.14 τῳ οἶμαι συλλογιζομένῳ δῆλον εἶναι. ὅτι δὲ οὐδὲ τῶν μετὰ ταῦτα κατωνομασμένων θεῶν τε καὶ ἡρώων μνήμη τις τοῖς τότε παρῆν οὔτ' οὖν τις ἦν αὐτοῖς Ζεύς, οὐ Κρόνος, οὐ Ποσειδῶν, οὐκ Ἀπόλλων, οὐχ Ἥρα, οὐκ Ἀθηνᾶ, οὐ Διόνυσος, οὐδέ τις ἕτερος θήλειά τε καὶ ἄρρην θεός, οἷοι μετὰ ταῦτα μυρίοι παρά τε βαρβάροις καὶ Ἕλλησιν, ἀλλ' οὐδὲ δαίμων τις ἀγαθὸς ἢ φαῦλος ἐν ἀνθρώποις ἐθαυμάζετο, μόνα δὲ τὰ φαινόμενα τῶν οὐρανίων ἄστρων, παρὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, θεῶν δὴ προσηγορίας, ὡς αὐτοί φασιν, ἐτύγχανον, καὶ οὐδὲ ταῦτα ταῖς διὰ ζῴων θυσίαις καὶ ταῖς μετὰ ταῦτα περινοηθείσαις τιμαῖς ἐθρησκεύετο, οὐχ ἡμέτερος ὁ λόγος, οἴκοθεν δὲ καὶ ἐξ αὐτῶν Ἑλλήνων ἡ μαρτυρία, διὰ τῶν προτεθειμένων φωνῶν καὶ τῶν αὖθις ἑξῆς παρατεθησομένων τὴν ἀπό.9.15 δειξιν παρασχομένη. τοῦτο δὲ καὶ οἱ ἱεροὶ καθ' ἡμᾶς διδάσκουσι λόγοι, πᾶσι μὲν τοῖς ἔθνεσι τὸ κατ' ἀρχὰς τὴν τῶν ὁρωμένων φωστήρων τιμὴν ἀπονενεμῆσθαι περιέχοντες, μόνῳ δὲ τῷ Ἑβραίων γένει τὴν ἐποπτείαν ἀνατεθεῖσθαι τοῦ τῶν ὅλων ποιητοῦ τε καὶ δημιουργοῦ θεοῦ 1.9.16 καὶ τῆς εἰς αὐτὸν ἀληθοῦς εὐσεβείας. οὐκ ἄρα τις ἦν θεογονίας Ἑλληνικῆς ἢ βαρβαρικῆς τοῖς παλαιοτάτοις τῶν ἀνθρώπων λόγος, οὐδὲ ξοάνων ἀψύχων ἵδρυσις οὐδὲ ἡ νῦν πολλὴ φλυαρία τῆς τῶν θεῶν ἀρ.9.17 ρένων τε καὶ θηλειῶν ὀνομασίας. αἱ γοῦν προσηγορίαι καὶ τὰ ὀνόματα ἐξ ἀνθρώπων ὕστερον ἐφευρημένα οὔπω τότε ἐν ἀνθρώποις ἐγνωρίζετο, ἀλλ' οὐδὲ δαιμόνων καὶ πνευμάτων ἀφανῶν ἀνακλήσεις, οὐκ ἔκτοποι περὶ θεῶν καὶ ἡρώων μυθολογίαι, οὐκ ἀπορρήτων τελετῶν μυστήρια, οὐδ' ὅλως τι τῆς πολλῆς καὶ ἀδολέσχου τῶν μετέπειτα ἀνδρῶν δεισιδαι.9.18 μονίας. ἀνθρώπων ἄρα ταῦτα ἦν εὑρήματα καὶ θνητῆς φύσεως ἀναπλάσματα, μᾶλλον δὲ τρόπων αἰσχρῶν καὶ ἀκολάστων ἐπιτεχνήματα, κατὰ τὸ παρ' ἡμῖν θεῖον λόγιον τὸ φάσκον· «ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων». 1.9.19 ἡ γοῦν τῶν ἐθνῶν ἁπάντων πολύθεος πλάνη μακροῖς ὕστερον αἰῶσι πέφανται, ἀρξαμένη μὲν ἀπὸ Φοινίκων καὶ Αἰγυπτίων, διαβᾶσα δὲ ἐκ τούτων ἐπί τε τὰ λοιπὰ ἔθνη καὶ μέχρις αὐτῶν Ἑλλήνων, ὡς καὶ τοῦτο πάλιν ἡ τῶν παλαιτάτων ἱστορία κατέχει, ἣν καὶ αὐτὴν ἐπισκέψασθαι καιρὸς ἀπὸ τῶν Φοινικικῶν ἀρξαμένους. 1.9.

ιʹ. ΟΤΙ ΝΕΩΤΕΡΑ ΤΩΙ ΒΙΩΙ ΠΑΡΕΙΣΗΚΤΑΙ ΤΑ ΠΕΡΙ ΤΩΝ ΘΕΩΝ ΠΑΡΑ ΤΟΙΣ ΠΟΛΛΟΙΣ ΤΕΘΡΥΛΗΜΕΝΑ

16

Ἱστορεῖ δὲ ταῦτα Σαγχουνιάθων, ἀνὴρ παλαιότατος καὶ τῶν Τρωϊκῶν χρόνων, ὥς φασι, πρεσβύτερος, ὃν καὶ ἐπ' ἀκριβείᾳ καὶ ἀληθείᾳ τῆς Φοινικικῆς ἱστορίας ἀποδεχθῆναι μαρτυροῦσιν· Φίλων δὲ τούτου πᾶσαν τὴν γραφὴν ὁ Βύβλιος, οὐχ ὁ Ἑβραῖος, μεταβαλὼν ἀπὸ τῆς Φοινίκων γλώττης ἐπὶ τὴν Ἑλλάδα φωνὴν ἐξέδωκε. μέμνηται τούτων ὁ καθ' ἡμᾶς τὴν καθ' ἡμῶν πεποιημένος συσκευὴν ἐν τετάρτῳ τῆς πρὸς ἡμᾶς ὑποθέσεως, ὧδε τῷ ἀνδρὶ μαρτυρῶν πρὸς λέξιν· 1.9.21 «Ἱστορεῖ δὲ τὰ περὶ Ἰουδαίων ἀληθέστατα, ὅτι καὶ τοῖς τόποις καὶ τοῖς ὀνόμασιν αὐτῶν τὰ συμφωνότατα, Σαγχουνιάθων ὁ Βηρύτιος, εἰληφὼς τὰ ὑπομνήματα παρὰ Ἱερομβάλου τοῦ ἱερέως θεοῦ Ἰευώ· ὃς Ἀβιβάλῳ τῷ βασι λεῖ Βηρυτίων τὴν ἱστορίαν ἀναθεὶς ὑπ' ἐκείνου καὶ τῶν κατ' αὐτὸν ἐξεταστῶν τῆς ἀληθείας παρεδέχθη. οἱ δὲ τούτων χρόνοι καὶ πρὸ τῶν Τρωϊκῶν πίπτουσι χρόνων καὶ σχεδὸν τοῖς Μωσέως πλησιάζουσιν, ὡς αἱ τῶν Φοινίκης βασιλέων μηνύουσι διαδοχαί. Σαγχουνιάθων δὲ ὁ κατὰ τὴν Φοινίκων διάλεκτον φιλαλήθως πᾶσαν τὴν παλαιὰν ἱστορίαν ἐκ τῶν κατὰ πόλιν ὑπομνημάτων καὶ τῶν ἐν τοῖς ἱεροῖς ἀναγραφῶν συναγαγὼν δὴ καὶ συγγράψας ἐπὶ Σεμιράμεως γέγονεν τῆς Ἀσσυρίων βασιλίδος, ἣ πρὸ τῶν Ἰλιακῶν ἢ κατ' αὐτούς γε τοὺς χρόνους γενέσθαι ἀναγέγραπται. τὰ δὲ τοῦ Σαγχουνιάθωνος εἰς Ἑλλάδα γλῶσσαν ἡρμήνευσεν Φίλων ὁ Βύβλιος.» 1.9.22 Ταῦτα μὲν ὁ δηλωθείς, ἀλήθειαν ὁμοῦ καὶ παλαιότητα τῷ δὴ θεολόγῳ μαρτυρήσας. ὁ δὲ προϊὼν οὐ τὸν ἐπὶ πάντων θεὸν οὐδὲ μὴν θεοὺς τοὺς κατ' οὐρανόν, θνητοὺς δὲ ἄνδρας καὶ γυναῖκας, οὐδὲ τὸν τρόπον ἀστείους, οἵους δι' ἀρετὴν ἄξιον εἶναι ἀποδέξασθαι ἢ ζηλῶσαι τῆς φιλοσοφίας, φαυλότητος δὲ καὶ μοχθηρίας ἁπάσης κακίαν περιβεβλημένους θεολογεῖ. καὶ μαρτυρεῖ γε τούτους αὐτοὺς ἐκείνους εἶναι τοὺς εἰσέτι καὶ νῦν θεοὺς παρὰ τοῖς πᾶσιν νενομισμένους κατά τε τὰς πόλεις καὶ τὰς 1.9.23 χώρας. δέχου δὲ καὶ τούτων ἐκ τῶν ἐγγράφων τὰς ἀποδείξεις. ὁ δὴ Φίλων εἰς ἐννέα βίβλους τὴν πᾶσαν τοῦ Σαγχουνιάθωνος πραγματείαν διελὼν κατὰ τὸ προοίμιον τοῦ πρώτου συγγράμματος αὐτοῖς ῥήμασι προλέγει περὶ τοῦ Σαγχουνιάθωνος ταῦτα· 1.9.24 «Τούτων οὕτως ἐχόντων ὁ Σαγχουνιάθων, ἀνὴρ δὴ πολυμαθὴς καὶ πολυπράγμων γενόμενος καὶ τὰ ἐξ ἀρχῆς, ἀφ' οὗ τὰ πάντα συνέστη, παρὰ πάντων εἰδέναι ποθῶν, πολυφροντιστικῶς ἐξεμάστευσεν τὰ Τααύτου, εἰδὼς ὅτι τῶν ὑφ' ἥλιον γεγονότων πρῶτός ἐστι Τάαυτος, ὁ τῶν γραμμάτων τὴν εὕρεσιν ἐπινοήσας καὶ τῆς τῶν ὑπομνημάτων γραφῆς κατάρξας καὶ ἀπὸ τοῦδε ὥσπερ κρηπῖδα βαλόμενος τοῦ λόγου, ὃν Αἰγύπτιοι μὲν ἐκάλεσαν Θωύθ, Ἀλεξανδρεῖς δὲ Θώθ, Ἑρμῆν δὲ Ἕλληνες μετέφρασαν.» 1.9.25 Ταῦτα εἰπὼν ἐπιμέμφεται τοῖς μετὰ ταῦτα νεωτέροις, ὡς ἂν βεβιασμένως καὶ οὐκ ἀληθῶς τοὺς περὶ θεῶν μύθους ἐπ' ἀλληγορίας καὶ φυσικὰς διηγήσεις τε καὶ θεωρίας ἀνάγουσιν· λέγει δ' οὖν προϊών· 1.9.26 «Ἀλλ' οἱ μὲν νεώτατοι τῶν ἱερολόγων τὰ μὲν γεγονότα πράγματα ἐξ ἀρχῆς ἀπεπέμψαντο, ἀλληγορίας δὲ καὶ μύθους ἐπινοήσαντες καὶ τοῖς κοσμικοῖς παθήμασιν συγγένειαν πλασάμενοι μυστήρια κατέστησαν καὶ πολὺν αὐτοῖς ἐπῆγον τὸν τῦφον, ὡς μὴ ῥᾳδίως τινὰ συνορᾶν τὰ κατ' ἀλήθειαν γενόμενα· ὁ δὲ συμβαλὼν τοῖς ἀπὸ τῶν ἀδύτων εὑρεθεῖσιν ἀποκρύφοις Ἀμμουνέων γράμμασι συγκειμένοις, ἃ δὴ οὐκ ἦν πᾶσιν γνώριμα, τὴν μάθησιν ἁπάντων αὐτὸς ἤσκησεν· καὶ τέλος ἐπιθεὶς τῇ πραγματείᾳ, τὸν κατ' ἀρχὰς μῦθον καὶ τὰς ἀλληγορίας ἐκποδὼν ποιησάμενος, ἐξηνύσατο τὴν πρόθεσιν, ἕως πάλιν οἱ ἐπιγενόμενοι ἱερεῖς χρόνοις ὕστερον ἠθέλησαν αὐτὴν ἀποκρύψαι καὶ εἰς τὸ μυθῶδες ἀποκαταστῆσαι· ἐξ οὗ τὸ μυστικὸν ἀνέκυπτεν οὐδέπω φθάσαν εἰς Ἕλληνας.» 1.9.27 Τούτοις ἑξῆς φησι· «Ταῦθ' ἡμῖν εὕρηται ἐπιμελῶς εἰδέναι τὰ Φοινίκων ποθοῦσι καὶ πολλὴν ἐξερευνησαμένοις ὕλην, οὐχὶ τὴν παρ' Ἕλλησι· διάφωνος γὰρ αὕτη καὶ φιλονεικότερον ὑπ' ἐνίων μᾶλλον ἢ πρὸς ἀλήθειαν συντεθεῖσα». 1.9.28 Καὶ μεθ' ἕτερα· «Οὕτως τε ἔχειν πεπεῖσθαι ἡμῖν παρέστη ὡς ἐκεῖνος γέγραφεν, τὴν διαφωνίαν ὁρῶσι τὴν παρ' Ἕλλησι. περὶ ἧς μοι

17

τρία πεφιλοτίμηται βιβλία τὴν ἐπιγραφὴν ἔχοντα Παραδόξου ἱστορίας.» 1.9.29 Καὶ αὖθις μεθ' ἕτερα ἐπιλέγει· «Προδιαρθρῶσαι δὲ ἀναγκαῖον πρὸς τὴν αὖθις σαφήνειαν καὶ τὴν τῶν κατὰ μέρος διάγνωσιν, ὅτι οἱ παλαίτατοι τῶν βαρβάρων, ἐξαιρέτως δὲ Φοίνικές τε καὶ Αἰγύπτιοι, παρ' ὧν καὶ οἱ λοιποὶ παρέλαβον ἄνθρωποι, θεοὺς ἐνόμιζον μεγίστους τοὺς τὰ πρὸς τὴν βιωτικὴν χρείαν εὑρόντας ἢ καὶ κατά τι εὖ ποιήσαντας τὰ ἔθνη εὐεργέτας τε τούτους καὶ πολλῶν αἰτίους ἀγαθῶν ἡγούμενοι ὡς θεοὺς προσεκύνουν καὶ εἰς τὸ χρεὼν μεταστάντας, ναοὺς κατασκευασάμενοι, στήλας τε καὶ ῥάβδους ἀφιέρουν ἐξ ὀνόματος αὐτῶν καὶ ταῦτα μεγάλως σεβόμενοι καὶ ἑορτὰς ἔνεμον αὐτοῖς τὰς μεγίστας Φοίνικες· ἐξαιρέτως δὲ καὶ ἀπὸ τῶν σφετέρων βασιλέων τοῖς κοσμικοῖς στοιχείοις καί τισι τῶν νομιζομένων θεῶν τὰς ὀνομασίας προσέθηκαν· φυσικοὺς δὲ ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς πλανήτας ἀστέρας καὶ τὰ στοιχεῖα καὶ τὰ τούτοις συναφῆ θεοὺς μόνους ἐγίνωσκον, ὥστε αὐτοῖς τοὺς μὲν θνητούς, τοὺς δὲ ἀθανάτους θεοὺς εἶναι.» 1.9.30 Ταῦτα κατὰ τὸ προοίμιον ὁ Φίλων διαστειλάμενος ἑξῆς ἀπάρχεται τῆς τοῦ Σαγχουνιάθωνος ἑρμηνείας, ὧδέ πως τὴν Φοινικικὴν ἐκτιθέμενος θεολογίαν· 1.10.

ιαʹ. ΕΠΙΤΟΜΗ ΤΗΣ ΦΟΙΝΙΚΩΝ ΑΡΧΑΙΟΛΟΓΟΥΜΕΝΗΣ ΘΕΟΛΟΓΙΑΣ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΤΑΥΤΗΝ ΣΥΓΓΡΑΨΑΜΕΝΩΝ ΚΑΙ ΩΣ ΔΙΚΑΙΩΣ ΑΥΤΗΣ ΚΑΤΕΠΤΥΣΑΜΕΝ «Τὴν τῶν ὅλων ἀρχὴν ὑποτίθεται ἀέρα ζοφώδη καὶ πνευματώδη ἢ πνοὴν ἀέρος ζοφώδους, καὶ χάος θολερόν, ἐρεβῶδες. ταῦτα δὲ εἶναι ἄπειρα καὶ διὰ πολὺν αἰῶνα μὴ ἔχειν πέρας. ὅτε δέ, φησίν, ἠράσθη τὸ πνεῦμα τῶν ἰδίων ἀρχῶν καὶ ἐγένετο σύγκρασις, ἡ πλοκὴ ἐκείνη ἐκλήθη πόθος. αὕτη δ' ἀρχὴ κτίσεως ἁπάντων. αὐτὸ δὲ οὐκ ἐγίνωσκε τὴν αὑτοῦ κτίσιν, καὶ ἐκ τῆς αὐτοῦ 1.10. συμπλοκῆς τοῦ πνεύματος ἐγένετο Μώτ. τοῦτό τινές φασιν ἰλύν, οἱ δὲ ὑδατώδους μίξεως σῆψιν. καὶ ἐκ ταύτης ἐγένετο πᾶσα σπορὰ κτίσεως καὶ γένεσις τῶν ὅλων. ἦν δέ τινα ζῷα οὐκ ἔχοντα αἴσθησιν, ἐξ ὧν ἐγένετο ζῷα νοερά, καὶ ἐκλήθη Ζοφασημίν, τοῦτ' ἔστιν οὐρανοῦ κατόπται. καὶ ἀνεπλάσθη ὁμοίως ᾠοῦ σχήματι, καὶ ἐξέλαμψε Μὼτ ἥλιός τε καὶ σελήνη ἀστέρες τε καὶ ἄστρα μεγάλα.» 1.10.3 Τοιαύτη μὲν αὐτῶν ἡ κοσμογονία, ἄντικρυς ἀθεότητα εἰσάγουσα· ἴδωμεν δὲ ἑξῆς ὡς καὶ τὴν ζῳογονίαν ὑποστῆναι λέγει. φησὶν οὖν· 1.10.4 «Καὶ τοῦ ἀέρος διαυγάσαντος, διὰ πύρωσιν καὶ τῆς θαλάσσης καὶ τῆς γῆς ἐγένετο πνεύματα καὶ νέφη καὶ οὐρανίων ὑδάτων μέγισται καταφοραὶ καὶ χύσεις. καὶ ἐπειδὴ διεκρίθη καὶ τοῦ ἰδίου τόπου ἐχωρίσθη διὰ τὴν τοῦ ἡλίου πύρωσιν καὶ πάλιν συνήντησεν πάντα ἐν ἀκαρεῖ τάδε τοῖσδε καὶ συνέρραξαν, βρονταί τε ἀπετελέσθησαν καὶ ἀστραπαί, καὶ πρὸς τὸν πάταγον τῶν βροντῶν τὰ προγεγραμμένα νοερὰ ζῷα ἐγρηγόρησεν, καὶ πρὸς τὸν ἦχον ἐπτύρη καὶ ἐκινήθη ἔν τε γῇ καὶ θαλάσσῃ ἄρρεν καὶ θῆλυ.» 1.10.5 Τοιαύτη αὐτοῖς καὶ ἡ ζῳογονία. τούτοις ἑξῆς ὁ αὐτὸς συγγραφεὺς ἐπιφέρει λέγων· «Ταῦθ' ηὑρέθη ἐν τῇ κοσμογονίᾳ γεγραμμένα Τααύτου καὶ τοῖς ἐκείνου ὑπομνήμασιν, ἔκ τε στοχασμῶν καὶ τεκμηρίων ὧν ἑώρακεν αὐτοῦ ἡ διάνοια καὶ εὗρεν καὶ ἡμῖν ἐφώτισεν.» 1.10. Ἑξῆς τούτοις ὀνόματα τῶν ἀνέμων εἰπὼν Νότου καὶ Βορέα καὶ τῶν λοιπῶν ἐπιλέγει· «Ἀλλ' οὗτοί γε πρῶτοι ἀφιέρωσαν τὰ τῆς γῆς βλαστήματα, καὶ θεοὺς ἐνόμισαν καὶ προσεκύνουν ταῦτα, ἀφ' ὧν αὐτοί τε διεγίνοντο καὶ οἱ ἑπόμενοι καὶ οἱ πρὸ αὐτῶν πάντες, καὶ χοὰς καὶ ἐπιθύσεις ἐποίουν.» 1.10. Καὶ ἐπιλέγει· «Αὗται δὲ ἦσαν αἱ ἐπίνοιαι τῆς προσκυνήσεως ὅμοιαι τῇ αὐτῶν ἀσθενείᾳ καὶ ψυχῆς ἀτολμίᾳ. εἶτά φησιν γεγενῆσθαι ἐκ τοῦ Κολπία ἀνέμου καὶ γυναικὸς Βάαυ τοῦτο δὲ νύκτα ἑρμηνεύει Αἰῶνα καὶ Πρωτόγονον, θνητοὺς ἄνδρας, οὕτω καλουμένους· εὑρεῖν δὲ

18

τὸν Αἰῶνα τὴν ἀπὸ δένδρων τροφήν. ἐκ τούτων τοὺς γενομένους κληθῆναι Γένος καὶ Γενεάν, καὶ οἰκῆσαι τὴν Φοινίκην· αὐχμῶν δὲ γενομένων τὰς χεῖρας εἰς οὐρανὸν ὀρέγειν πρὸς τὸν ἥλιον. τοῦτον γὰρ φησί θεὸν ἐνόμιζον μόνον οὐρανοῦ κύριον, Βεελσάμην καλοῦντες, ὅ ἐστι παρὰ Φοίνιξι κύριος οὐρανοῦ, Ζεὺς δὲ παρ' Ἕλλησιν.» 1.10. Μετὰ δὲ ταῦτα πλάνην Ἕλλησιν αἰτιᾶται λέγων· «Οὐ γὰρ ματαίως αὐτὰ πολλαχῶς διεστειλάμεθα, ἀλλὰ πρὸς τὰς αὖθις παρεκδοχὰς τῶν ἐν τοῖς πράγμασιν ὀνομάτων, ἅπερ οἱ Ἕλληνες ἀγνοήσαντες ἄλλως ἐξεδέξαντο, πλανηθέντες τῇ ἀμφιβολίᾳ τῆς μεταφράσεως.» 1.10. Ἑξῆς φησιν· «Ἀπὸ γένους Αἰῶνος καὶ Πρωτογόνου γεννηθῆναι αὖθις παῖδας θνητούς, οἷς εἶναι ὀνόματα Φῶς καὶ Πῦρ καὶ Φλόξ. οὗτοι φησίν εὗρον ἐκ παρατριβῆς ξύλων πῦρ καὶ τὴν χρῆσιν ἐδίδαξαν. υἱοὺς δὲ ἐγέννησαν οὗτοι μεγέθει τε καὶ ὑπεροχῇ κρείσσονας, ὧν τὰ ὀνόματα τοῖς ὄρεσιν ἐπετέθη ὧν ἐκράτησαν, ὡς ἐξ αὐτῶν κληθῆναι τὸ Κάσσιον καὶ τὸν Λίβανον καὶ τὸν Ἀντιλίβανον καὶ τὸ Βραθύ. ἐκ τούτων φησίν ἐγεννήθησαν Σαμημροῦμος, ὁ καὶ Ὑψουράνιος <καὶ Οὔσωος>· ἀπὸ μητέρων δὲ φησίν ἐχρημάτιζον, τῶν τότε γυναικῶν ἀνέδην μισγομένων οἷς ἐντύχοιεν.» 1.10.10 Εἶτά φησι· «Τὸν Ὑψουράνιον οἰκῆσαι Τύρον καλύβας τε ἐπινοῆσαι ἀπὸ καλάμων καὶ θρύων καὶ παπύρου, στασιάσαι δὲ πρὸς τὸν ἀδελφὸν Οὔσωον, ὃς σκέπην τῷ σώματι πρῶτος ἐκ δερμάτων ὧν ἴσχυσεν συλλαβεῖν θηρίων εὗρεν. ῥαγδαίων δὲ γενομένων ὄμβρων καὶ πνευμάτων παρατριβέντα τὰ ἐν τῇ Τύρῳ δένδρα πῦρ ἀνάψαι καὶ τὴν αὐτόθι ὕλην καταφλέξαι. δένδρου δὲ λαβόμενον τὸν Οὔσωον καὶ ἀποκλαδεύσαντα πρῶτον τολμῆσαι εἰς θάλατταν ἐμβῆναι· ἀνιερῶσαι δὲ δύο στήλας πυρὶ καὶ πνεύματι καὶ προσκυνῆσαι αἷμά τε σπέν.10.11 δειν αὐταῖς ἐξ ὧν ἤγρευε θηρίων. τούτων δὲ τελευτησάντων τοὺς ἀπολειφθέντας φησὶ ῥάβδους αὐτοῖς ἀφιερῶσαι καὶ τὰς στήλας προσκυνεῖν καὶ τούτοις ἑορτὰς ἄγειν κατ' ἔτος. χρόνοις δὲ ὕστερον πολλοῖς ἀπὸ τῆς Ὑψουρανίου γενεᾶς γενέσθαι Ἀγρέα καὶ Ἁλιέα, τοὺς ἁλιείας καὶ ἄγρας εὑρετάς, ἐξ ὧν κληθῆναι ἀγρευτὰς καὶ ἁλιεῖς· ἐξ ὧν γενέσθαι δύο ἀδελφοὺς σιδήρου εὑρετὰς καὶ τῆς τούτου ἐργασίας, ὧν θάτερον τὸν Χουσὼρ λόγους ἀσκῆσαι καὶ ἐπῳδὰς καὶ μαντείας· εἶναι δὲ τοῦτον τὸν Ἥφαιστον, εὑρεῖν δὲ ἄγκιστρον καὶ δέλεαρ καὶ ὁρμιὰν καὶ σχεδίαν πρῶτόν τε πάντων ἀνθρώπων πλεῦσαι· διὸ 1.10.12 καὶ ὡς θεὸν αὐτὸν μετὰ θάνατον ἐσεβάσθησαν. καλεῖσθαι δὲ αὐτὸν καὶ Δία Μειλίχιον· οἱ δὲ τοὺς ἀδελφοὺς αὐτοῦ τοίχους φασὶν ἐπινοῆσαι ἐκ πλίνθων. μετὰ ταῦτα ἐκ τοῦ γένους τούτων γενέσθαι νεανίας δύο, καλεῖσθαι δὲ αὐτῶν τὸν μὲν Τεχνίτην, τὸν δὲ Γήϊνον Αὐτόχθονα. οὗτοι ἐπενόησαν τῷ πηλῷ τῆς πλίνθου συμμιγνύειν φορυτὸν καὶ τῷ ἡλίῳ αὐτὰς τερσαίνειν, ἀλλὰ καὶ στέγας ἐξεῦρον. ἀπὸ τούτων ἐγένοντο ἕτεροι, ὧν ὁ μὲν Ἀγρὸς ἐκαλεῖτο, ὁ δὲ Ἀγροῦ Ἥρως ἢ Ἀγρότης, οὗ καὶ ξόανον εἶναι μάλα σεβάσμιον καὶναὸν ζυγοφορούμενον ἐν Φοινίκῃ· παρὰ δὲ Βυβλίοις ἐξαιρέτως θεῶν 1.10.13 ὁ μέγιστος ὀνομάζεται. ἐπενόησαν δὲ οὗτοι αὐλὰς προστιθέναι τοῖς οἴκοις καὶ περιβόλους καὶ σπήλαια. ἐκ τούτων ἀγρόται καὶ κυνηγοί. οὗτοι δὲ καὶ Ἀλῆται καὶ Τιτᾶνες καλοῦνται. ἀπὸ τούτων γενέσθαι Ἄμυνον καὶ Μάγον, οἳ κατέδειξαν κώμας καὶ ποίμνας. ἀπὸ τούτων γενέσθαι Μισὼρ καὶ Συδύκ, τουτέστιν εὔλυτον καὶ δίκαιον. οὗτοι τὴν τοῦ ἁλὸς χρῆσιν εὗρον. 1.10.14 ἀπὸ Μισὼρ ὁ Τάαυτος, ὃς εὗρεν τὴν τῶν πρώτων στοιχείων γραφήν· ὃν Αἰγύπτιοι μὲν Θωύθ, Ἀλεξανδρεῖς δὲ Θώθ, Ἕλληνες δὲ Ἑρμῆν ἐκάλεσανἐκ δὲ Συδὺκ Διόσκουροι ἢ Κάβειροι ἢ Κορύβαντες ἢ Σαμοθρᾷκες. οὗτοι φησί πρῶτοι πλοῖον εὗρον. ἐκ τούτων γεγόνασιν ἕτεροι, οἳ καὶ βοτάνας εὗρον καὶ τὴν τῶν δακετῶν ἴασιν καὶ ἐπῳδάς. κατὰ τούτους γίνεταί τις Ἐλιοῦμ, καλούμενος Ὕψιστος, καὶ θήλεια, λεγομένη Βηρούθ· οἳ καὶ κατῴκουν περὶ 1.10.15 Βύβλον. ἐξ ὧν γεννᾶται Ἐπίγειος Αὐτόχθων, ὃν ὕστερον ἐκάλεσαν Οὐρανόν· ὡς ἀπ' αὐτοῦ καὶ τὸ ὑπὲρ ἡμᾶς στοιχεῖον δι' ὑπερβολὴν τοῦ κάλλους ὀνομάζειν οὐρανόν. γεννᾶται δὲ τούτῳ ἀδελφὴ ἐκ τῶν προειρημένων, ἣ καὶ ἐκλήθη Γῆ. καὶ διὰ τὸ

19

κάλλος ἀπ' αὐτῆς φησίν ἐκάλεσαν τὴν ὁμώνυμον γῆν. ὁ δὲ τούτων πατὴρ ὁ Ὕψιστος ἐν συμβολῇ θηρίων τελευτήσας ἀφιερώθη, 1.10.16 ᾧ χοὰς καὶ θυσίας οἱ παῖδες ἐτέλεσαν. παραλαβὼν δὲ ὁ Οὐρανὸς τὴν τοῦ πατρὸς ἀρχὴν ἄγεται πρὸς γάμον τὴν ἀδελφὴν Γῆν καὶ ποιεῖται ἐξ αὐτῆς παῖδας τέσσαρας, Ἦλον, τὸν καὶ Κρόνον, καὶ Βαίτυλον καὶ Δαγών, ὅς ἐστι Σίτων, καὶ Ἄτλαντα. καὶ ἐξ ἄλλων δὲ γαμετῶν ὁ Οὐρανὸς πολλὴν ἔσχεν γενεάν. διὸ χαλεπαίνουσα ἡ Γῆ τὸν Οὐρανὸν ζηλοτυποῦσα κακίζει, ὡς καὶ δια.10.17 στῆναι ἀλλήλων. ὁ δὲ Οὐρανὸς ἀποχωρήσας αὐτῆς, μετὰ βίας, ὅτε καὶ ἐβούλετο, ἐπιὼν καὶ πλησιάζων αὐτῇ πάλιν ἀπηλλάσσετο. ἐπιχειρεῖν δὲ καὶ τοὺς ἐξ αὐτῆς παῖδας διαφθείρειν, τὴν δὲ Γῆν ἀμύνασθαι πολλάκις, συμμαχίαν αὑτῇ συλλεξαμένην. εἰς ἄνδρας δὲ προελθὼν ὁ Κρόνος Ἑρμῇ τῷ τρισμεγίστῳ συμβούλῳ καὶ βοηθῷ χρώμενος–οὗτος γὰρ ἦν αὐτῷ γραμματεύς– 1.10.18 τὸν πατέρα Οὐρανὸν ἀμύνεται, τιμωρῶν τῇ μητρί. Κρόνῳ δὲ γίνονται παῖδες Περσεφόνη καὶ Ἀθηνᾶ. ἡ μὲν οὖν πρώτη παρθένος τελευτᾷ, τῆς δὲ Ἀθηνᾶςγνώμῃ καὶ Ἑρμοῦ κατεσκεύασεν Κρόνος ἐκ σιδήρου ἅρπην καὶ δόρυ. εἶτα ὁ Ἑρμῆς τοῖς τοῦ Κρόνου συμμάχοις λόγους μαγείας διαλεχθεὶς πόθον ἐνεποίησεν τῆς κατὰ τοῦ Οὐρανοῦ μάχης ὑπὲρ τῆς Γῆς. καὶ οὕτως Κρόνος τὸν Οὐρανὸν πολέμῳ συμβαλὼν τῆς ἀρχῆς ἤλασεν καὶ τὴν βασιλείαν διεδέξατο. ἑάλω δὲ καὶ ἐν τῇ μάχῃ ἡ ἐπέραστος τοῦ Οὐρανοῦ σύγκοιτος ἐγκύμων οὖσα, 1.10.19 ἣν ἐκδίδωσιν ὁ Κρόνος Δαγῶνι πρὸς γάμον. τίκτει δὲ παρὰ τούτῳ ὃ κατὰ γαστρὸς ἐξ Οὐρανοῦ ἔφερεν, ὃ καὶ ἐκάλεσε Δημαροῦν. ἐπὶ τούτοις ὁ Κρόνος τεῖχος περιβάλλει τῇ ἑαυτοῦ οἰκήσει καὶ πόλιν πρώτην κτίζει τὴν ἐπὶ Φοι.10.20 νίκης Βύβλον. μετὰ ταῦτα τὸν ἀδελφὸν τὸν ἴδιον Ἄτλαντα ὑπονοήσας ὁ Κρόνος μετὰ γνώμης τοῦ Ἑρμοῦ εἰς βάθος γῆς ἐμβαλὼν κατέχωσεν. κατὰ τοῦτον τὸν χρόνον οἱ ἀπὸ τῶν Διοσκούρων σχεδίας καὶ πλοῖα συνθέντες ἔπλευσαν, καὶ ἐκριφέντες περὶ τὸ Κάσσιον ὄρος ναὸν αὐτόθι ἀφιέρωσαν. οἱ δὲ σύμμαχοι Ἤλου τοῦ Κρόνου Ἐλωεὶμ ἐπεκλήθησαν, ὡς ἂν Κρόνιοι οὗτοι 1.10.21 <εἴ>ησαν οἱ λεγόμενοι ἐπὶ Κρόνου. Κρόνος δὲ υἱὸν ἔχων Σάδιδον ἰδίῳ αὐτὸν σιδήρῳ διεχρήσατο, δι' ὑπονοίας αὐτὸν ἐσχηκώς, καὶ τῆς ψυχῆς, αὐτόχειρ τοῦ παιδὸς γενόμενος, ἐστέρησεν· ὡσαύτως καὶ θυγατρὸς ἰδίας τὴν κεφαλὴν 1.10.22 ἀπέτεμεν, ὡς πάντας ἐκπεπλῆχθαι θεοὺς τὴν Κρόνου γνώμην. χρόνου δὲ προϊόντος Οὐρανὸς ἐν φυγῇ τυγχάνων θυγατέρα αὐτοῦ παρθένον Ἀστάρτην μεθ' ἑτέρων ἀδελφῶν αὐτῆς δύο, Ῥέας καὶ Διώνης, δόλῳ τὸν Κρόνον ἀνελεῖν ὑποπέμπει· ἃς καὶ ἑλὼν ὁ Κρόνος κουριδίας γαμετὰς ἀδελφὰς οὔσας ἐποιή.10.23 σατο. γνοὺς δὲ Οὐρανὸς ἐπιστρατεύει κατὰ τοῦ Κρόνου Εἱμαρμένην καὶ Ὥραν μεθ' ἑτέρων συμμάχων· καὶ ταύτας ἐξοικειωσάμενος Κρόνος παρ' αὑτῷ κατέσχεν. ἔτι δὲ φησίν ἐπενόησεν θεὸς Οὐρανὸς βαιτύλια, λίθους ἐμψύχους μηχανησάμενος. Κρόνῳ δὲ ἐγένοντο ἀπὸ Ἀστάρτης θυγατέρες ἑπτὰ Τιτανί.10.24 δες ἢ Ἀρτέμιδες. καὶ πάλιν τῷ αὐτῷ γίνονται ἀπὸ Ῥέας παῖδες ἑπτά, ὧν ὁ νεώτατος ἅμα τῇ γενέσει ἀφιερώθη· καὶ ἀπὸ Διώνης θήλειαι, καὶ ἀπὸ 1.10.25 Ἀστάρτης πάλιν ἄρρενες δύο, Πόθος καὶ Ἔρως. ὁ δὲ Δαγών, ἐπειδὴ εὗρεν σῖτον καὶ ἄροτρον, ἐκλήθη Ζεὺς Ἀρότριος. Συδύκῳ δέ, τῷ λεγομένῳ δικαίῳ, 1.10.26 μία τῶν Τιτανίδων συνελθοῦσα γεννᾷ τὸν Ἀσκληπιόν. ἐγεννήθησαν δὲ καὶ ἐν Περαίᾳ Κρόνῳ τρεῖς παῖδες, Κρόνος, ὁμώνυμος τῷ πατρί, καὶ Ζεὺς Βῆλος καὶ Ἀπόλλων. κατὰ τούτους γίνονται Πόντος καὶ Τυφῶν καὶ Νηρεύς, 1.10.27 πατὴρ Πόντου, Βήλου δὲ παῖς. ἀπὸ δὲ τοῦ Πόντου γίνεται Σιδών, ἣ καθ' ὑπερβολὴν εὐφωνίας πρώτη ὕμνον ᾠδῆς εὗρεν, καὶ Ποσειδῶν. τῷ δὲ Δημα.10.28 ροῦντι γίνεται Μέλκαθρος, ὁ καὶ Ἡρακλῆς. εἶτα πάλιν Οὐρανὸς πολεμεῖ Πόντῳ καὶ ἀποστὰς Δημαροῦντι προστίθεται· ἔπεισί τε Πόντῳ ὁ Δημαροῦς 1.10.29 τροποῦταί τε αὐτὸν ὁ Πόντος, ὁ δὲ Δημαροῦς φυγῆς θυσίαν ηὔξατο. ἔτει δὲ τριακοστῷ δευτέρῳ τῆς ἑαυτοῦ κρατήσεως καὶ βασιλείας ὁ Ἦλος, τοῦτ' ἔστιν ὁ Κρόνος, Οὐρανὸν τὸν πατέρα λοχήσας ἐν τόπῳ τινὶ μεσογείῳ καὶ λαβὼν ὑποχείριον ἐκτέμνει αὐτοῦ τὰ αἰδοῖα

20

σύνεγγυς πηγῶν τε καὶ ποταμῶν. ἔνθα ἀφιερώθη Οὐρανὸς καὶ ἀπηρτίσθη αὐτοῦ τὸ πνεῦμα καὶ ἀπέσταξεν αὐτοῦ τὸ αἷμα τῶν αἰδοίων εἰς τὰς πηγὰς καὶ τῶν ποταμῶν τὰ ὕδατα, καὶ μέχρι τούτου δείκνυται τὸ χωρίον.» 1.10.30 Τοσαῦτα μὲν δὴ τὰ τοῦ Κρόνου, καὶ τοιαῦτά γε τὰ σεμνὰ τοῦ παρ' Ἕλλησι βοωμένου βίου τῶν ἐπὶ Κρόνου, οὓς καί φασι γεγονέναι «πρῶτον χρύσεόν τε γένος μερόπων ἀνθρώπων», τῆς μακαριζομένης ἐκείνης τῶν παλαιῶν εὐδαιμονίας. πάλιν δὲ ὁ συγγραφεὺς τούτοις μεθ' ἕτερα ἐπιφέρει λέγων· 1.10.31 «Ἀστάρτη δὲ ἡ μεγίστη καὶ Ζεὺς Δημαροῦς καὶ Ἄδωδος, βασιλεὺς θεῶν, ἐβασίλευον τῆς χώρας Κρόνου γνώμῃ. ἡ δὲ Ἀστάρτη ἐπέθηκεν τῇ ἰδίᾳ κεφαλῇ βασιλείας παράσημον κεφαλὴν ταύρου· περινοστοῦσα δὲ τὴν οἰκουμένην εὗρεν ἀεροπετῆ ἀστέρα, ὃν καὶ ἀνελομένη ἐν Τύρῳ τῇ ἁγίᾳ νήσῳ 1.10.32 ἀφιέρωσεν. τὴν δὲ Ἀστάρτην Φοίνικες τὴν Ἀφροδίτην εἶναι λέγουσιν. καὶ ὁ Κρόνος δὲ περιιὼν τὴν οἰκουμένην Ἀθηνᾷ τῇ ἑαυτοῦ θυγατρὶ δίδωσι 1.10.33 τῆς Ἀττικῆς τὴν βασιλείαν. λοιμοῦ δὲ γενομένου καὶ φθορᾶς τὸν ἑαυτοῦ μονογενῆ υἱὸν ὁ Κρόνος Οὐρανῷ τῷ πατρὶ ὁλοκαρποῖ καὶ τὰ αἰδοῖα περιτέμνε.10.34 ται, ταὐτὸν ποιῆσαι καὶ τοὺς ἅμ' αὐτῷ συμμάχους ἐξαναγκάσας. καὶ μετ' οὐ πολὺ ἕτερον αὐτοῦ παῖδα ἀπὸ Ῥέας ὀνομαζόμενον Μοὺθ ἀποθανόντα 1.10.35 ἱεροῖ· Θάνατον δὲ τοῦτον καὶ Πλούτωνα Φοίνικες ὀνομάζουσιν. καὶ ἐπὶ τούτοις ὁ Κρόνος Βύβλον μὲν τὴν πόλιν θεᾷ Βααλτίδι, τῇ καὶ Διώνῃ, δίδωσι, Βηρυτὸν δὲ Ποσειδῶνι καὶ Καβείροις Ἀγρόταις τε καὶ Ἁλιεῦσιν, οἳ καὶ τὰ.10.36 τοῦ Πόντου λείψανα εἰς τὴν Βηρυτὸν ἀφιέρωσαν. πρὸ δὲ τούτων θεὸς Τάαυτος μιμησάμενος τῶν συνόντων θεῶν ὄψεις, Κρόνου τε καὶ Δαγῶνος καὶ τῶν λοιπῶν, διετύπωσεν τοὺς ἱεροὺς τῶν στοιχείων χαρακτῆρας. ἐπενόησεν δὲ καὶ τῷ Κρόνῳ παράσημα βασιλείας ὄμματα τέσσαρα ἐκ τῶν ἐμπροσθίων καὶ ὀπισθίων μερῶν, <δύο μὲν ἀτενὲς βλέποντα>, δύο δὲ ἡσυχῆ μύοντα, καὶ ἐπὶ τῶν ὤμων πτερὰ τέσσαρα, δύο μὲν ὡς ἱπτάμενα, δύο δὲ ὡς ὑφειμένα. 1.10.37 τὸ δὲ σύμβολον ἦν, ἐπειδὴ Κρόνος κοιμώμενος ἔβλεπεν καὶ ἐγρηγορὼς ἐκοιμᾶτο· καὶ ἐπὶ τῶν πτερῶν ὁμοίως, ὅτι ἀναπαυόμενος ἵπτατο καὶ ἱπτάμενος ἀνεπαύετο. τοῖς δὲ λοιποῖς θεοῖς δύο ἑκάστῳ πτερώματα ἐπὶ τῶν ὤμων, ὡς ὅτι δὴ συνίπταντο τῷ Κρόνῳ. καὶ αὐτῷ δὲ πάλιν ἐπὶ τῆς κεφαλῆς πτερὰ δύο, 1.10.38 ἓν ἐπὶ τοῦ ἡγεμονικωτάτου νοῦ καὶ ἓν ἐπὶ τῆς αἰσθήσεως. ἐλθὼν δὲ ὁ Κρόνος εἰς Νότου χώραν ἅπασαν τὴν Αἴγυπτον παρέδωκεν θεῷ Τααύτῳ, ὅπως βασίλειον αὐτῷ γένηται. ταῦτα δὲ φησί πρῶτοι πάντων ὑπεμνηματίσαντο οἱ ἑπτὰ Συδύκου παῖδες Κάβειροι καὶ ὁ ὄγδοος αὐτῶν ἀδελφὸς Ἀσκληπιός, 1.10.39 ὡς αὐτοῖς ἐνετείλατο θεὸς Τάαυτος. ταῦτα πάντα ὁ Θαβίωνος, πάμπρω.10.39 τος τῶν ἀπ' αἰῶνος γεγονότων Φοινίκων ἱεροφάντης ἀλληγορήσας τοῖς τε φυσικοῖς καὶ κοσμικοῖς πάθεσιν ἀναμίξας, παρέδωκεν τοῖς ὀργεῶσι καὶ τελετῶν κατάρχουσι προφήταις· οἱ δὲ τὸν τῦφον αὔξειν ἐκ παντὸς ἐπινοοῦντες ταῖς αὐτῶν διαδοχαῖς παρέδοσαν καὶ τοῖς ἐπεισάκτοις· ὧν ἦν καὶ Εἰσίριος, τῶν τριῶν γραμμάτων εὑρετής, ἀδελφὸς Χνᾶ τοῦ μετονομασθέντος Φοίνικος.» 1.10.40 Εἶθ' ἑξῆς αὖθις ἐπιλέγει· «Οἱ δὲ Ἕλληνες εὐφυΐᾳ πάντας ὑπερβαλλόμενοι τὰ μὲν πρῶτα πλεῖστα ἐξιδιώσαντο, εἶτα τοῖς προ<σ>κοσμήμασι ποικίλως ἐξετραγῴδησαν ταῖς τε τῶν μύθων ἡδοναῖς θέλγειν ἐπινοοῦντες παντοίως ἐποίκιλλον· ἔνθεν Ἡσίοδος οἵ τε κυκλικοὶ περιηχημένοι Θεογονίας καὶ Γιγαντομαχίας καὶ Τιτανομαχίας ἔπλασαν ἰδίας καὶ ἐκτομάς· οἷς συμπεριφερόμενοι ἐξενίκησαν τὴν ἀλήθειαν. 1.10.41 σύντροφοι δὲ τοῖς ἐκείνων πλάσμασιν αἱ ἀκοαὶ ἡμῶν γενόμεναι καὶ προληφθεῖσαι πολλοῖς αἰῶσιν ὡς παρακαταθήκην φυλάσσουσιν ἥνπερ ἐδέξαντο μυθοποιίαν, καθάπερ καὶ ἀρχόμενος εἶπον, ἥτις συνεργηθεῖσα χρόνῳ δυσεξίτητον αὐτῆς τὴν κατοχὴν ἀπείργασται, ὥστε τὴν μὲν ἀλήθειαν δοκεῖν λῆρον, τὸ δὲ τῆς ἀφηγήσεως νόθον ἀλήθειαν.» 1.10.42 Ταῦτα ἀπὸ τῆς Σαγχουνιάθωνος προκείσθω γραφῆς, ἑρμηνευθείσης μὲν ὑπὸ Φίλωνος τοῦ Βυβλίου, δοκιμασθείσης δὲ ὡς ἀληθοῦς ὑπὸ τῆς Πορφυρίου τοῦ

21

φιλοσόφου μαρτυρίας. ὁ δ' αὐτὸς ἐν τῷ Περὶ Ἰουδαίων συγγράμματι ἔτι καὶ ταῦτα περὶ τοῦ Κρόνου γράφει· 1.10.43 «Τάαυτος, ὃν Αἰγύπτιοι προσαγορεύουσιν Θωύθ, σοφίᾳ διενεγκὼν παρὰ τοῖς Φοίνιξιν, πρῶτος τὰ κατὰ τὴν θεοσέβειαν ἐκ τῆς τῶν χυδαίων ἀπειρίας εἰς ἐπιστημονικὴν ἐμπειρίαν διέταξεν. ᾧ μετὰ γενεὰς πλείους θεὸς Σουρμουβηλὸς Θουρώ τε ἡ μετονομασθεῖσα Χούσαρθις ἀκολουθήσαντες κεκρυμμένην τοῦ Τααύτου καὶ ἀλληγορίαις ἐπεσκιασμένην τὴν θεολογίαν ἐφώτισαν.» 1.10.44 Καὶ μετὰ βραχέα φησίν· «Ἔθος ἦν τοῖς παλαιοῖς ἐν ταῖς μεγάλαις συμφοραῖς τῶν κινδύνων ἀντὶ τῆς πάντων φθορᾶς τὸ ἠγαπημένον τῶν τέκνων τοὺς κρατοῦντας ἢ πόλεως ἢ ἔθνους εἰς σφαγὴν ἐπιδιδόναι, λύτρον τοῖς τιμωροῖς δαίμοσιν· κατεσφάττοντο δὲ οἱ διδόμενοι μυστικῶς. Κρόνος τοίνυν, ὃν οἱ Φοίνικες Ἢλ προσαγο ρεύουσιν, βασιλεύων τῆς χώρας καὶ ὕστερον μετὰ τὴν τοῦ βίου τελευτὴν ἐπὶ τὸν τοῦ Κρόνου ἀστέρα καθιερωθείς, ἐξ ἐπιχωρίας νύμφης Ἀνωβρὲτ λεγομένης υἱὸν ἔχων μονογενῆ ὃν διὰ τοῦτο Ἰεοὺδ ἐκάλουν, τοῦ μονογενοῦς οὕτως ἔτι καὶ νῦν καλουμένου παρὰ τοῖς Φοίνιξι κινδύνων ἐκ πολέμου μεγίστων κατειληφότων τὴν χώραν βασιλικῷ κοσμήσας σχήματι τὸν υἱὸν βωμόν τε κατασκευασάμενος κατέθυσεν.» 1.10.45 Ὁ δ' αὐτὸς πάλιν περὶ τῶν Φοινίκων στοιχείων ἐκ τῶν Σαγχουνιάθωνος μεταβάλλων θέα ὁποῖά φησι περὶ τῶν ἑρπυστικῶν καὶ ἰοβόλων θηρίων, ἃ δὴ χρῆσιν μὲν ἀγαθὴν ἀνθρώποις οὐδεμίαν συντελεῖ, φθορὰν δὲ καὶ λύμην οἷς ἂν τὸν δυσαλθῆ καὶ χαλεπὸν ἰὸν ἐγχρίμψειεν ἀπεργάζεται. γράφει δὲ καὶ ταῦτα πρὸς λέξιν ὧδέ πως λέγων· 1.10.46 «Τὴν μὲν οὖν τοῦ δράκοντος φύσιν καὶ τῶν ὄφεων αὐτὸς ἐξεθείασεν ὁ Τάαυτος καὶ μετ' αὐτὸν αὖθις Φοίνικές τε καὶ Αἰγύπτιοι· πνευματικώτατον γὰρ τὸ ζῷον πάντων τῶν ἑρπετῶν καὶ πυρῶδες ὑπ' αὐτοῦ παρεδόθη· παρ' ὃ καὶ τάχος ἀνυπέρβλητον διὰ τοῦ πνεύματος παρίστησιν, χωρὶς ποδῶν τε καὶ χειρῶν ἢ ἄλλου τινὸς τῶν ἔκτοθεν, δι' ὧν τὰ λοιπὰ ζῷα τὰς κινήσεις ποιεῖται· καὶ ποικίλων σχημάτων τύπους ἀποτελεῖ καὶ κατὰ τὴν πορείαν ἑλικοειδεῖς ἔχει 1.10.47 τὰς ὁρμὰς ἐφ' ὃ βούλεται τάχος. καὶ πολυχρονιώτατον δέ ἐστιν οὐ μόνον τε ἐκδυόμενον τὸ γῆρας νεάζειν, ἀλλὰ καὶ αὔξησιν ἐπιδέχεσθαι μείζονα πέφυκεν· καὶ ἐπειδὰν τὸ ὡρισμένον μέτρον πληρώσῃ, εἰς ἑαυτὸν ἀναλίσκεται, ὡς ἐν ταῖς ἱεραῖς ὁμοίως αὐτὸς ὁ Τάαυτος κατέταξεν γραφαῖς. διὸ καὶ ἐν ἱεροῖς 1.10.48 τοῦτο τὸ ζῷον καὶ μυστηρίοις συμπαρείληπται. εἴρηται δὲ ἡμῖν περὶ αὐτοῦ ἐν τοῖς ἐπιγεγραμμένοις Ἐθῶ<ν Ὀ>θ<νε>ίων ὑπομνήμασιν ἐπὶ πλεῖον, ἐν οἷς κατασκευάζεται ὅτι ἀθάνατον εἴη καὶ ὡς εἰς ἑαυτὸν ἀναλύεται, ὥσπερ πρόκειται· οὐ γὰρ θνήσκει ἰδίῳ θανάτῳ εἰ μὴ βίᾳ τινὶ πληγὲν τοῦτο τὸ ζῷον. Φοίνικες δὲ αὐτὸ Ἀγαθὸν Δαίμονα καλοῦσιν. ὁμοίως καὶ Αἰγύπτιοι Κνὴφ ἐπονομάζουσιν· προστιθέασιν δὲ αὐτῷ ἱέρακος κεφαλήν, διὰ τὸ πρακτικὸν 1.10.49 τοῦ ἱέρακος. καί φησιν Ἐπήεις ἀλληγορῶν ὁ ὀνομασθεὶς παρ' αὐτοῖς μέγιστος ἱεροφάντης καὶ ἱερογραμματεύς, ὃν μετέφρασεν Ἄρειος Ἡρακλεοπολίτης κατὰ λέξιν οὕτως· «τὸ πρῶτον ὂν θειότατον ὄφις ἐστὶν ἱέρακος ἔχων μορφήν, ἄγαν ἐπίχαρις· ὃς εἰ ἀναβλέψειεν, φωτὸς τὸ πᾶν ἐπλήρου ἐν τῇ πρω.10.50 τογόνῳ χώρᾳ αὐτοῦ· εἰ δὲ καμμύσειεν, σκότος ἐγίνετο»· ἔμφασιν διδοὺς ὁ Ἐπήεις ὅτι καὶ διάπυρόν ἐστι διὰ τοῦ φάναι «διηύγασεν»· φωτὸς γὰρ ἴδιόν ἐστι τὸ διαυγάσαι. παρὰ Φοινίκων δὲ καὶ Φερεκύδης λαβὼν τὰς ἀφορμὰς ἐθεολόγησεν περὶ τοῦ παρ' αὐτῷ λεγομένου Ὀφίονος θεοῦ καὶ τῶν Ὀφιονιδῶν, περὶ 1.10.51 ὧν αὖθις λέξομεν. ἔτι μὴν οἱ Αἰγύπτιοι ἀπὸ τῆς αὐτῆς ἐννοίας τὸν κόσμον γράφοντες περιφερῆ κύκλον ἀεροειδῆ καὶ πυρωπὸν χαράσσουσιν καὶ μέσα τεταμένον ὄφιν ἱερακόμορφον καὶ ἔστι τὸ πᾶν σχῆμα ὡς τὸ παρ' ἡμῖν Θῆτα, τὸν μὲν κύκλον κόσμον μηνύοντες, τὸν δὲ μέσον ὄφιν συνεκτικὸν τούτου 1.10.52 Ἀγαθὸν Δαίμονα σημαίνοντες. καὶ Ζωροάστρης δὲ ὁ μάγος ἐν τῇ Ἱερᾷ Συναγωγῇ τῶν Περσικῶν φησι κατὰ λέξιν· «Ὁ δὲ θεός ἐστι κεφαλὴν ἔχων ἱέρακος. οὗτός ἐστιν ὁ πρῶτος, ἄφθαρτος, ἀΐδιος, ἀγένητος, ἀμερής,

22

ἀνομοιότατος, ἡνίοχος παντὸς καλοῦ, ἀδωροδόκητος, ἀγαθῶν ἀγαθώτατος, φρονίμων φρονιμώτατος· ἔστι δὲ καὶ πατὴρ εὐνομίας καὶ δικαιοσύνης, αὐτοδίδακτος, φυσικὸς καὶ τέλειος καὶ σοφὸς καὶ ἱεροῦ φυσικοῦ μόνος εὑρετής». τὰ δ' αὐτὰ καὶ Ὀστά.10.53 νης φησὶ περὶ αὐτοῦ ἐν τῇ ἐπιγραφομένῃ Ὀκτατεύχῳ. πάντες δὲ τὰς ἀφορμὰς παρὰ τοῦ Τααύτου λαβόντες ἐφυσιολόγησαν, ὥσπερ πρόκειται. καὶ τὰ μὲν πρῶτα στοιχεῖα τὰ διὰ τῶν ὄφεων, ναοὺς κατασκευασάμενοι, ἐν ἀδύτοις ἀφιέρωσαν, καὶ τούτοις ἑορτὰς καὶ θυσίας ἐπετέλουν καὶ ὄργια, θεοὺς τοὺς μεγίστους νομίζοντες καὶ ἀρχηγοὺς τῶν ὅλων. τοσαῦτα καὶ περὶ τῶν ὄφεων.» 1.10.54 Ἀλλὰ γὰρ τὰ μὲν τῆς Φοινίκων θεολογίας τοῦτον περιέχει τὸν τρόπον· ἧς ἀμεταστρεπτεὶ φεύγειν καὶ τῆς τῶν παλαιῶν φρενοβλαβείας 1.10.55 τὴν ἴασιν μεταδιώκειν ὁ σωτήριος εὐαγγελίζεται λόγος. ὅτι δὲ μὴ μῦθοι ταῦτα καὶ ποιητῶν ἀναπλάσματα λανθάνουσάν τινα ἐν ὑπονοίαις ἔχοντα θεωρίαν τυγχάνει, σοφῶν δὲ καὶ παλαιῶν, ὡς ἂν αὐτοὶ φαῖεν, θεολόγων ἀληθεῖς μαρτυρίαι, τὰ καὶ ποιητῶν ἁπάντων καὶ λογογράφων πρεσβύτερα περιέχουσαι τό τε πιστὸν τῶν λόγων ἐπαγόμεναι ἀπὸ τῆς εἰσέτι δεῦρο ἐν ταῖς κατὰ Φοινίκην πόλεσί τε καὶ κώμαις κρατούσης τῶν θεῶν προσηγορίας τε καὶ ἱστορίας τῶν τε παρ' ἑκάστοις ἐπιτελουμένων μυστηρίων, δῆλον ἂν εἴη, ὡς μηκέτι χρῆναι τούτων βιαίους ἀνιχνεύειν φυσιολογίας, σαφῆ τὸν ἐξ αὑτῶν ἔλεγχον ἐπιφερομένων τῶν πραγμάτων. τοιαύτη μὲν οὖν ἡ Φοινίκων θεολογία· ὥρα δὲ μεταβάντας καὶ τὰ Αἰγυπτίων ἐπιθεωρῆσαι.

2.pin.t Β ΤΑΔΕ ΤΟ ΔΕΥΤΕΡΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ 2.pin. αʹ. Ἐπιτομὴ τῆς Αἰγυπτίων θεολογίας καὶ ὡς εἰς Ἕλληνας μετεκομίσθη ὅτι τε εὐλόγως τὴν τούτων ἁπάντων ἀποστροφὴν πεποιήμεθα βʹ. Περὶ τοῦ νεωτέραν εἰσῆχθαι τοῖς Ἕλλησιν τὴν παρ' αὐτοῖς θεολογίαν γʹ. Ἐπιτομὴ τῶν παρ' Ἕλλησι περί τε θεῶν καὶ τῶν παρ' αὐτοῖς ἡρώων μυθευομένων δʹ. Περὶ τῶν ἀπορρήτων τελετῶν καὶ τῶν κρυφίων μυστηρίων τῆς πολυθέου πλάνης εʹ. Τίσι λογισμοῖς τοῦ τὰ ὅμοια τοῖς Ἕλλησι περὶ θεῶν φρονεῖν ἀνεχρήσαμεν ʹ. Ἀνακεφαλαίωσις τῶν πρόσθεν εἰρημένων ζʹ. Περὶ τοῦ νεκρῶν εἶναι τάφους τὰ καλούμενα αὐτῶν ἱερὰ τῶν θεῶν ηʹ. Ὁποία τις ἦν ἡ τῶν παλαιῶν περὶ θεῶν δόξα θʹ. Περὶ τῆς Ἑλλήνων σεμνοτέρας δὴ καὶ φυσικωτέρας θεολογίας ιʹ. Ὅπως ὁ Πλάτων περὶ τῆς τῶν παλαιῶν θεολογίας ἐδόξαζεν ιαʹ. Περὶ τῆς κατὰ Ῥωμαίους θεολογίας Β Τὰ μὲν δὴ τῆς Φοινίκων θεολογίας τὸν προειρημένον περιέχει τρόπον· ἧς ἀμεταστρεπτεὶ φεύγειν καὶ τῆς τῶν παλαιῶν φρενοβλαβείας τὴν ἴασιν 2.pref. μεταδιώκειν ὁ σωτήριος εὐαγγελίζεται λόγος. ὅτι δὲ μὴ μῦθοι ταῦτα καὶ ποιητῶν ἀναπλάσματα λανθάνουσάν τινα ἐν ὑπονοίαις ἔχοντα θεωρίαν τυγχάνει, σοφῶν δὲ καὶ παλαιῶν, ὡς ἂν αὐτοὶ φαῖεν, θεολόγων ἀληθεῖς μαρτυρίαι, τὰ καὶ ποιητῶν ἁπάντων καὶ λογογράφων πρεσβύτερα περιέχουσαι τό τε πιστὸν τῶν λόγων ἐπαγόμεναι ἀπὸ τῆς εἰσέτι δεῦρο ἐν ταῖς κατὰ Φοινίκην πόλεσί τε καὶ κώμαις κρατούσης τῶν θεῶν προσηγορίας τε καὶ ἱστορίας τῶν τε παρ' ἑκάστοις ἐπιτελουμένων μυστηρίων, δῆλον ἂν εἴη ἀπό τε τῆς τῶν λοιπῶν συγγραφέων καὶ δὴ καὶ τῶν νομιζομένων θεολόγων ὁμολογίας, δι' ἧς ἐμαρτύρησαν τοὺς παλαιοὺς καὶ πρώτους τὰ περὶ θεῶν συστησαμένους μηδὲν εἰς φυσικὰς ἀναφέρειν τροπολογίας μηδ' ἀλληγορεῖν τοὺς περὶ θεῶν μύθους, ἐπὶ μόνης δὲ τῆς λέξεως φυλάττειν τὰς ἱστορίας. 2.pref.3 ταῦτα γὰρ αἱ προπαρατεθεῖσαι τῶν εἰρημένων ἐδήλουν φωναί, ὡς μηκέτι χρῆναι τούτων βιαίους ἀνιχνεύειν φυσιολογίας, σαφῆ τὸν ἐξ αὑτῶν ἔλεγχον ἐπιφερομένων τῶν πραγμάτων. 2.pref.

23

Τοιαύτη μὲν οὖν ἡ Φοινίκων θεολογία. ὥρα δὲ μεταβάντας καὶ τὰ Αἰγυπτίων ἐπιθεωρῆσαι, εἰς τὸ κατανοῆσαι ἀκριβῶς καὶ συνιδεῖν ἐξητασμέ νως, εἰ μὴ κεκριμένη καὶ εὔλογος συνέστηκεν ἡμῖν ἡ ἐξ αὐτῶν ἀναχώρησις οὐδ' ἄλλως ἢ διὰ μόνης τῆς εὐαγγελικῆς ἀποδείξεως, πρώτιστα πάντων αὐτοῖς Αἰγυπτίοις, εἶτα δὲ καὶ τοῖς τὰ ἴσα φρονοῦσιν αὐτοῖς κατωρθωμένη. 2.pref.5 πᾶσαν μὲν οὖν τὴν Αἰγυπτιακὴν ἱστορίαν εἰς πλάτος τῇ Ἑλλήνων μετείληφεν φωνῇ ἰδίως τε τὰ περὶ τῆς κατ' αὐτοὺς θεολογίας Μανεθῶς ὁ Αἰγύπτιος 2.pref. ἔν τε ᾗ ἔγραψεν ἱερᾷ βίβλῳ καὶ ἐν ἑτέροις αὐτοῦ συγγράμμασιν. πλὴν ἀλλὰ καὶ Διόδωρος ὁ πρόσθεν ἡμῖν μνημονευθεὶς ἐκ πλειόνων τὰς ἱστορίας ἀναλεξάμενος καὶ ὡς ἔνι μάλιστα τὰ παρ' ἑκάστοις ἔθνεσιν ἀπηκριβωκώς, ἐπιφανὴς ἀνὴρ καὶ δόξαν οὐ μικρὰν παιδείας παρὰ πᾶσιν τοῖς φιλολόγοις κτησάμενος, ὁ δὴ καὶ πᾶσαν τὴν παλαιὰν συναγαγὼν ἱστορίαν συνάψας τε τὰ πρῶτα τοῖς ἑξῆς πράγμασιν, τὴν καταρχὴν τῆς ὅλης ἐποιήσατο πραγματείας ἀπὸ τῆς κατ' Αἰγυπτίους θεολογίας· ἀφ' ἧς ἡγοῦμαι κρεῖττον εἶναι ποιήσασθαι τὴν τῶν προκειμένων παράθεσιν, ὡς ἂν μᾶλλον οὔσης γνωριμωτέρας τοῖς Ἕλλησιν τῆς τούτου γραφῆς. ἱστορεῖ δ' οὖν ταῦτα πρὸς λέξιν· 2.1.

αʹ. ΕΠΙΤΟΜΗ ΤΗΣ ΑΙΓΥΠΤΙΩΝ ΘΕΟΛΟΓΙΑΣ «Φασὶ τοίνυν Αἰγύπτιοι κατὰ τὴν ἐξ ἀρχῆς τῶν ὅλων γένεσιν πρώτους ἀνθρώπους γενέσθαι κατὰ τὴν Αἴγυπτον διά τε τὴν εὐκρασίαν τῆς χώρας καὶ διὰ τὴν φύσιν τοῦ Νείλου. τοῦτον γὰρ πολύγονον ὄντα καὶ τὰς τροφὰς 2.1. αὐτοφυεῖς παρεχόμενον ῥᾳδίως ἐκτρέφειν τὰ ζῳογονηθέντα. τοὺς δὲ θεοὺς ἀνθρώπους μὲν ὑπάρξαι θνητούς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τυχεῖν τῆς ἀθανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γενέσθαι. μεθερμηνευομένων δὲ αὐτῶν τινὰς μὲν ὁμωνύμους ὑπάρχειν τοῖς οὐρανίοις, τινὰς δὲ ἰδίαν ἐσχηκέναι προσηγορίαν, Ἥλιόν τε καὶ Κρόνον καὶ Ῥέαν, ἔτι δὲ καὶ Δία τὸν ὑπό τινων Ἄμμωνα προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ 2.1.3 Ἥφαιστον, ἔτι δὲ Ἑστίαν καὶ τελευταῖον Ἑρμῆν. καὶ πρῶτον μὲν Ἥλιοβασιλεῦσαι τῶν κατ' Αἴγυπτον, ὁμώνυμον ὄντα τῷ κατ' οὐρανὸν ἄστρῳ. ἔνιοι δὲ τῶν ἱερέων φασὶ πρῶτον Ἥφαιστον βασιλεῦσαι, πυρὸς εὑρετὴν 2.1.4 γενόμενον. μετὰ δὲ ταῦτα τὸν Κρόνον ἄρξαι, καὶ γήμαντα τὴν ἀδελφὴν Ῥέαν γεννῆσαι κατὰ μέν τινας τὸν Ὄσιριν καὶ τὴν Ἶσιν, κατὰ δὲ τοὺς πλείστους 2.1.5 Δία τε καὶ Ἥραν, οὓς δι' ἀρετὴν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου. ἐκ δὲ τούτων γενέσθαι πέντε θεούς, Ὄσιριν καὶ Ἶσιν καὶ Τυφῶνα Ἀπόλλωνά τε καὶἈφροδίτην. καὶ τὸν μὲν Ὄσιριν εἶναι τὸν Διόνυσον, τὴν δὲ Ἶσιν τὴν Δήμητραν.tαύτην δὲ γήμαντα τὸν Ὄσιριν καὶ τὴν βασιλείαν διαδεξάμενον πολλὰ πρᾶ.1. ξαι πρὸς εὐεργεσίαν τοῦ κοινοῦ· κτίσαι τε πόλιν ἐν τῇ Θηβαΐδι ἑκατόνπυλον, ἣν τινὰς μὲν Διὸς πόλιν, ἐνίους δὲ Θήβας προσειπεῖν. ἱδρύσασθαι δὲ καὶ ἱερὸν τῶν γονέων, Διός τε καὶ Ἥρας, καὶ τῶν ἄλλων δὲ θεῶν ναοὺς χρυσοῦς, ὧν ἑκάστῳ τιμὰς ἀπονεῖμαι, καὶ καταστῆσαι τοὺς ἐπιμελομένους ἱε.1. ρεῖς· εὑρετὴν δὲ γενέσθαι τὸν Ὄσιριν τῆς ἀμπέλου πρῶτόν τε ψιλῷ 2.1. χρήσασθαι καὶ διδάξαι τοὺς ἄλλους ἀνθρώπους τὴν γεωργίαν. τιμᾶσθαι δὲ ὑπ' αὐτοῦ μάλιστα πάντων τὸν Ἑρμῆν διαφόρῳ φύσει κεχορηγημένον πρὸς ἐπίνοιαν τῶν δυναμένων ὠφελῆσαι τὸν κοινὸν βίον. εὑρετήν τε γὰρ αὐτὸν γενέσθαι τῶν γραμμάτων καὶ θυσίας θεῶν διατάξασθαι λύραν τε εὑρεῖν καὶ τοὺς Ἕλληνας διδάξαι τὰ περὶ τὴν τούτων ἑρμηνείαν· ἀφ' οὗπερ 2.1. αὐτὸν Ἑρμῆν ὀνομασθῆναι. τοῦτον δὲ καὶ τῆς ἐλαίας τὸ φυτὸν εὑρεῖν. τὸν δὲ Ὄσιριν ἐπελθόντα πᾶσαν τὴν οἰκουμένην ἐπὶ μὲν Φοινίκης καταστῆσαι Βούσιριν, κατὰ δὲ τὴν Αἰθιοπίαν καὶ Λιβύην Ἀνταῖον. αὐτὸν δὲ ἐπιστρατεῦσαι μετὰ τοῦ ἀδελφοῦ τοῦ Ἀπόλλωνος, ὅν φασιν εὑρετὴν γενέσθαι τοῦ φυτοῦ 2.1.10 τῆς δάφνης. συστρατεῦσαι δὲ τῷ Ὀσίριδι τοὺς δύο υἱούς, Ἄνουβίν τε καὶ Μακεδόνα, παραλαβεῖν δὲ καὶ τὸν Πᾶνα

24

διαφερόντως ὑπ' Αἰγυπτίων τιμώμενον, οὗ καὶ ἐπώνυμον εἶναι τὴν Πανὸς πόλιν. ὄντι δὲ αὐτῷ περὶ τὴν Τα.1.11 φόσιριν ἀχθῆναι τὸ τῶν Σατύρων γένος. φιλόμουσον δὲ ὄντα περιάγειν πλῆθος μουσουργῶν, ἐν οἷς παρθένους ἐννέα δυναμένας ᾄδειν καὶ τἆλλα πεπαιδευμένας, τὰς παρὰ τοῖς Ἕλλησιν ὀνομαζομένας Μούσας, ὧν ἡγεῖσθαι τὸν 2.1.12 Ἀπόλλωνα. παντὸς δὲ ἔθνους ὡς θεὸν ἀποδεχομένου τὸν Ὄσιριν διὰ τὰς 2.1.13 εὐεργεσίας πανταχοῦ μνημεῖα ἑαυτοῦ καταλιπεῖν. κτίσαι δὲ καὶ πόλεις οὐκ 2.1.14 ὀλίγας ἐν Ἰνδοῖς. ἐπελθεῖν δὲ καὶ τὰ ἄλλα τὰ κατὰ τὴν Φρυγίαν ἔθνη καὶ περαιωθῆναι κατὰ τὸν Ἑλλήσποντον εἰς τὴν Εὐρώπην. καὶ Μακεδόνα μὲν τὸν υἱὸν ἀπολιπεῖν βασιλέα τῆς Μακεδονίας, Τριπτολέμῳ δὲ ἐπιτρέψαι 2.1.15 τὰς κατὰ τὴν Ἀττικὴν γεωργίας. καὶ μετὰ ταῦτα ἐξ ἀνθρώπων εἰς θεοὺς μεταστάντα τυχεῖν ὑπὸ Ἴσιδος καὶ Ἑρμοῦ ἱερῶν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἐν θεοῖς τιμῶν. τούτους δὲ καὶ τελετὰς καταδεῖξαι καὶ πολλὰ 2.1.16 περὶ αὐτοῦ μυστικῶς εἰσηγήσασθαι. ἀναιρεθῆναι δὲ αὐτὸν ὑπὸ Τυφῶνος τοῦ ἀδελφοῦ, πονηροῦ καὶ ἀσεβοῦς ὄντος· ὃν διελόντα τὸ σῶμα τοῦ φονευθέντος εἰς ἓξ καὶ εἴκοσι μέρη δοῦναι τῶν συνεπιτιθεμένων ἑκάστῳ μερίδα, 2.1.17 βουλόμενον ἅπαντας μετασχεῖν τοῦ μύσους. τὴν δὲ Ἶσιν ἀδελφὴν οὖσαν Ὀσίριδος καὶ γυναῖκα μετελθεῖν τὸν φόνον, συναγωνιζομένου τοῦ παιδὸς αὐτῆς Ὥρου. ἀνελοῦσαν δὲ τὸν Τυφῶνα καὶ τοὺς συμπράξαντας παρὰ τὴν 2.1.18 νῦν Ἀνταίου κώμην καλουμένην βασιλεῦσαι τῆς Αἰγύπτου. εὑροῦσαν δὲ πάντα τὰ μέρη τοῦ σώματος πλὴν τῶν αἰδοίων τοῦ Ὀσίριδος ἑκάστῳ μέρει περιπλάσαι λέγουσιν αὐτὴν τύπον ἀνθρωποειδῆ, παραπλήσιον Ὀσίριδι τὸ μέγεθος, ἐξ ἀρωμάτων καὶ κηροῦ καὶ παραδοῦναι τοῖς ἱερεῦσι καθ' ὅλης τῆς Αἰγύπτου τιμᾶν. καθιερῶσαι δὲ καὶ τῶν γινομένων παρ' αὐτοῖς ζῴων ἓν 2.1.19 ὁποῖον ἂν βουληθῶσιν. τοὺς δὲ ταύρους τοὺς ἱερούς, τόν τε ὀνομαζόμενον Ἆπιν καὶ τὸν Μνεῦιν, Ὀσίριδι καθιερωθῆναι, καὶ τούτους σέβεσθαι καθάπερ θεοὺς κοινῇ καταδειχθῆναι πᾶσιν Αἰγυπτίοις· ταῦτα γὰρ τοῖς εὑροῦσι τὸν τοῦ σίτου καρπὸν συνεργῆσαι πρὸς τὸν σπόρον καὶ τὰς κοινὰς γεωργίας. ὀμόσαι 2.1.20 δὲ τὴν Ἶσιν μηδενὸς ἀνδρὸς ἔτι συνουσίαν προσδέξασθαι· μεταστᾶσαν δὲ καὶ αὐτὴν ἐξ ἀνθρώπων τυχεῖν ἀθανάτων τιμῶν καὶ ταφῆναι κατὰ τὴν Μέμφιν. 2.1.21 τὰ μὲν οὖν ἀνευρεθέντα τοῦ Ὀσίριδος μέρη ταφῆς ἀξιωθῆναί φασι τὸν εἰρημένον τρόπον· τὸ δὲ αἰδοῖον ὑπὸ μὲν Τυφῶνος εἰς τὸν ποταμὸν ῥιφῆναι λέγουσιν, ὑπὸ δὲ τῆς Ἴσιδος οὐδὲν ἧττον τῶν ἄλλων ἀξιωθῆναι τιμῶν ἰσοθέων. 2.1.22 ἔν τε γὰρ τοῖς ἱεροῖς εἴδωλον αὐτοῦ κατασκευάσασαν τιμὰς καταδεῖξαι καὶ τελετὰς καὶ τὰς θυσίας τὰς τῷ θεῷ τούτῳ γινομένας ἐντιμοτάτας ποιῆσαι. διὸ καὶ τοὺς Ἕλληνας ἐξ Αἰγύπτου παρειληφότας τὰ περὶ τοὺς ὀργιασμοὺς καὶ τὰς Διονυσιακὰς ἑορτὰς τιμᾶν τοῦτο τὸ μόριον ἐν τοῖς μυστηρίοις καὶ ταῖς 2.1.23 τοῦ θεοῦ τούτου τελεταῖς τε καὶ θυσίαις, ὀνομάζοντας αὐτὸ φαλλόν. τοὺς δὲ λέγοντας ἐν Θήβαις ταῖς Βοιωτικαῖς γεγονέναι τὸν θεὸν ἐκ Σεμέλης καὶ Διὸς σχεδιάζειν. Ὀρφέα γὰρ εἰς Αἴγυπτον παραβαλόντα καὶ μετασχόντα τῆς τελετῆς καὶ τῶν Διονυσιακῶν μυστηρίων μεταλαβεῖν τοῖς τε Καδμείοις φίλον ὄντα καὶ τετιμημένον ὑπ' αὐτῶν μεταθεῖναι τοῦ θεοῦ τὴν γένεσιν ἐκείνοις χαριζόμενον, τοὺς δὲ ὄχλους τὰ μὲν διὰ τὴν ἄγνοιαν, τὰ δὲ διὰ τὸ βούλεσθαι τὸν θεὸν Ἕλληνα ὀνομάζεσθαι προσδέξασθαι προσηνῶς τὰς τελετὰς καὶ τὰ 2.1.24 μυστήρια. ἀφορμὰς δὲ ἔχειν τὸν Ὀρφέα πρὸς τὴν μετάθεσιν τῆς τοῦ θεοῦ γενέσεως καὶ τελετῆς τοιαύτας· Κάδμον ἐκ Θηβῶν ὄντα τῶν Αἰγυπτίων γεννῆσαι σὺν ἄλλοις τέκνοις καὶ Σεμέλην· ταύτην δὲ ὑφ' ὅτου δήποτε φθαρεῖσαν ἔγκυον γενέσθαι καὶ τεκεῖν ἑπτὰ μηνῶν διελθόντων βρέφος οἷόν περ οἱ κατ' 2.1.25 Αἴγυπτον τὸν Ὄσιριν γεγονέναι νομίζουσιν· τὸν δὲ Κάδμον τελευτῆσαν τὸ βρέφος χρυσῶσαι καὶ τὰς καθηκούσας αὐτῷ ποιήσασθαι θυσίας, ἀνάψαι δὲ καὶ τὴν γένεσιν εἰς Δία, σεμνύνοντα τὸν Ὄσιριν καὶ τῆς φθαρείσης τὴν διαβολὴν ἀφαιρούμενον. διὸ καὶ παρὰ τοῖς Ἕλλησιν ἐκδοθῆναι λόγον ὡς ἡ Κάδ.1.26 μου θυγάτηρ Σεμέλη τέτοκεν ἐκ

25

Διὸς Ὄσιριν. ἔπειτα παρελθόντων τῶν μυθογράφων ἐμπλῆσαι τὸ θέατρον καὶ τοῖς ἐπιγινομένοις ἰσχυρὰν πίστιν καὶ ἀμετάθετον γενέσθαι. καθόλου δέ φασι τοὺς Ἕλληνας ἐξιδιάζεσθαι τοὺς ἐπι.1.27 φανεστάτους Αἰγυπτίων ἥρωάς τε καὶ θεούς. καὶ γὰρ Ἡρακλέα τὸ γένος Αἰγύπτιον ὄντα δι' ἀνδρείαν ἐπελθεῖν πολλὴν τῆς οἰκουμένης. ἐξοικειοῦσθαι δὲ αὐτὸν τοὺς Ἕλληνας, καὶ μὴν ἕτερον ὄντα τοῦ ἐξ Ἀλκμήνης παρ' Ἕλλησιν.1.28 ὕστερόν ποτε γενομένου. φασὶ δὲ καὶ τὸν Περσέα γενέσθαι κατὰ τὴν Αἴγυπτον καὶ τῆς Ἴσιδος τὴν γένεσιν ὑπὸ τῶν Ἑλλήνων εἰς Ἄργος μεταφερεσθαι, μυθολογούντων αὐτὴν εἶναι Ἰὼ τὴν εἰς βοὸς τύπον μεταμορφωθεῖσαν. τὴν αὐτὴν δὲ τοὺς μὲν Ἶσιν, τοὺς δὲ Δήμητραν, τοὺς δὲ Θεσμο.1.29 φόρον, ἄλλους δὲ Σελήνην καὶ ἄλλους Ἥραν νομίζειν. τὸν δὲ Ὄσιριν τοὺς μὲν Σάραπιν, τοὺς δὲ Διόνυσον, τοὺς δὲ Πλούτωνα, τοὺς δὲ Ἄμμωνα, 2.1.30 τοὺς δὲ Δία, ἑτέρους δὲ Πᾶνα νομίζειν. εὑρέτιν δὲ γενέσθαι φασὶ τὴν Ἶσιν φαρμάκων πολλῶν καὶ ἰατρικῆς ἐπιστήμης· εὑρεῖν δὲ καὶ τὸ τῆς ἀθανασίας φάρμακον, δι' οὗ τὸν υἱὸν Ὧρον ὑπὸ τῶν Τιτάνων ἐπιβουλευθέντα καὶ νεκρὸν εὑρεθέντα καθ' ὕδατος μὴ μόνον ἀναστῆσαι δοῦσαν τὴν ψυχήν, ἀλλὰ 2.1.31 καὶ τῆς ἀθανασίας ποιῆσαι μεταλαβεῖν. τὸν δὲ Ὧρον ὕστατον ὄντα τῶν θεῶν βασιλεῦσαι τῆς Αἰγύπτου. μεθερμηνευόμενον δέ φασιν αὐτὸν εἶναι τὸν Ἀπόλλωνα τήν τε ἰατρικὴν καὶ μαντικὴν ὑπὸ τῆς μητρὸς Ἴσιδος διδαχ.1.32 θέντα διὰ τῶν χρησμῶν καὶ θεραπειῶν εὐεργετεῖν. συμφωνεῖται δὲ παρὰ τοῖς πλείστοις ὅτι τοῖς περὶ τὸν Δία καὶ τὸν Ὄσιριν θεοῖς κατὰ τὴν Ἴσιδος ἡλικίαν μεγαλόσωμοί τινες γίγαντες ἐπὶ τὸ τερατῶδες κοσμούμενοι πόλεμον ἤγειραν. νομοθετῆσαι δὲ τοὺς Αἰγυπτίους γαμεῖν ἀδελφὰς διὰ τὸ τὴν Ἶσιν τῷ Ὀσίριδι ἀδελφῷ ὄντι αὐτῆς γαμηθῆναι.» 2.1.33 Καὶ ταῦτα μὲν περὶ τούτων ἱστοροῦσιν. περὶ δὲ τῶν ἀφιερωμένων ζῴων κατ' Αἴγυπτον τοιοῦτός τις παρ' αὐτοῖς κατέχει λόγος· «Τινὲς μέν φασι τοὺς ἐξ ἀρχῆς γενομένους θεούς, ὀλίγους ὄντας καὶ κατισχυομένους ὑπὸ τοῦ πλήθους καὶ τῆς ἀσεβείας τῶν γηγενῶν ἀνθρώπων, ὁμοιωθῆναί τισιν ἀλόγοις ζῴοις καὶ οὕτως διαφυγεῖν· ἔπειτα χάριν ἀποδιδόντας τῆς σωτηρίας ἀφιερῶσαι τὰς φύσεις αὐτῶν τῶν ζῴων, οἷς ἀφωμοιώ.1.34 θησαν. οἱ δέ φασιν ἐν ταῖς πρὸς τοὺς πολεμίους συμβολαῖς κατασκευάσαντας εἰκόνας τῶν ζῴων ἃ νῦν τιμῶσι φορεῖν ταύτας τοὺς ἡγεμόνας ἐπὶ τῆς κεφαλῆς καὶ τοῦτο γνώρισμα τῆς ἀρχῆς ἔχειν· ἐν δὲ ταῖς κατὰ τῶν ἐχθρῶν νίκαις, ὡς ἂν αἴτια γενόμενα τὰ ζῷα, ὧν τὰς εἰκόνας ἔφερον, ἀποθεῶσαι. 2.1.35 ἕτεροι δὲ τρίτην αἰτίαν φέρουσι, τῆς χρείας ἕνεκα τῶν ζῴων φάσκοντες αὐτὰ τετιμῆσθαι. τὴν μὲν γὰρ θήλειαν βοῦν τίκτειν καὶ ἀροῦν, τὰ δὲ πρόβατα τίκτειν καὶ σκέπην παρέχειν καὶ τὴν διὰ τοῦ γάλακτος καὶ τοῦ τυροῦ τροφήν, τὸν δὲ κύνα συνθηρεύειν ἀνθρώποις καὶ φυλακτικὸν εἶναι· διόπερ τὸν θεὸν τὸν παρ' αὐτοῖς καλούμενον Ἄνουβιν κυνὸς ἔχειν κεφαλήν, ἐμφαίνοντες ὅτι σω.1.36 ματοφύλαξ ἦν τῶν περὶ τὸν Ὄσιριν καὶ τὴν Ἶσιν. ἔνιοι δέ φασι τῆς Ἴσιδοςπροηγουμένους τοὺς κύνας καθ' ὃν καιρὸν ἐζήτει τὸν Ὄσιριν τά τε θηρία 2.1.37 καὶ τοὺς ἀπαντῶντας ἀπείργειν. καὶ τὸν μὲν αἴλουρον πρὸς τὰς ἀσπίδας εὔθετον ὑπάρχειν καὶ τὰ ἄλλα δάκετα τῶν ἑρπετῶν, τὸν δὲ ἰχνεύμονα τὰ τῶν κροκοδείλων ᾠὰ συντρίβειν ἀναιρεῖν τε τοὺς κροκοδείλους πηλῷ κυλιόμενον καὶ ἐπιπηδῶντα κεχηνόσι τοῖς στόμασι, διαφαγόντα δὲ αὐτῶν τὰ ἐντὸς τῆς 2.1.38 κοιλίας νεκροὺς ἀπεργάζεσθαι. τῶν δὲ ὀρνέων τὴν μὲν ἶβιν χρησίμην ὑπάρχειν πρός τε τοὺς ὄφεις καὶ τὰς ἀκρίδας καὶ τὰς κάμπας, τὸν δὲ ἱέρακα πρὸς τοὺς σκορπίους καὶ κεράστας καὶ τὰ μικρὰ τῶν δακέτων θηρίων καὶ διὰ 2.1.39 τὸ συμβάλλεσθαι ταῖς μαντείαις· τὸν δ' ἀετὸν διὰ τὸ βασιλικὸν εἶναι. τὸν δὲ τράγον φασὶν ἀποτεθεῶσθαι, καθάπερ καὶ τοῖς Ἕλλησιν τὸν Πρίηπον, διὰ τὸ γεννητικὸν μόριον· τὸ μὲν γὰρ ζῷον εἶναι τοῦτο κατωφερέστατον πρὸς τὰς συνουσίας, τὸ δὲ μόριον τοῦ σώματος τὸ τῆς γενέσεως αἴτιον τιμᾶσθαι προσηκόντως, ὡς ἂν ἀρχέγονον τῆς τῶν ζῴων φύσεως. καθόλου δὲ τὸ αἰδοῖον οὐκ Αἰγυπτίους

26

μόνον, ἀλλὰ καὶ τῶν ἄλλων οὐκ ὀλίγους καθιερω.1.40 κέναι κατὰ τὰς τελετάς, ὡς αἴτιον τῆς τῶν ζῴων γενέσεως· τούς τε ἱερεῖς τοὺς παραλαβόντας τὰς πατρικὰς ἱερωσύνας κατ' Αἴγυπτον τούτῳ τῷ θεῷ μυεῖσθαι. καὶ τοὺς Πᾶνας δὲ καὶ τοὺς Σατύρους φασὶν ἕνεκα τῆς αὐτῆς αἰτίας τιμᾶσθαι παρὰ ἀνθρώποις· διὸ καὶ τὰς εἰκόνας αὐτῶν ἀνατιθέναι τοὺς πλείστους ἐν τοῖς ἱεροῖς ἐντεταμένας καὶ τῇ τοῦ τράγου φύσει παραπλησίας· τὸ γάρ τοι ζῷον τοῦτο παραδίδοσθαι πρὸς τὰς συνουσίας ὑπάρχειν ἐνερ.1.41 γότατον. τοὺς δὲ ταύρους τοὺς ἱεροὺς τὸν Ἆπιν καὶ τὸν Μνεῦιν τιμᾶσθαι παραπλησίως τοῖς θεοῖς, ἅμα μὲν διὰ τὴν γεωργίαν, ἅμα δὲ καὶ διὰ τὸ τὴν 2.1.42 εὕρεσιν τῶν καρπῶν αὐτοῖς ἀνατιθέναι. τοὺς δὲ λύκους τιμᾶσθαι διὰ τὴν πρὸς τοὺς κύνας τῆς φύσεως ὁμοιότητα καὶ ἐπεὶ τὸ παλαιόν, φασίν, τῆς Ἴσιδος μετὰ τοῦ παιδὸς Ὥρου μελλούσης διαγωνίζεσθαι πρὸς Τυφῶνα παραγενέσθαι βοηθὸν ἐξ Ἅιδου τὸν Ὄσιριν τῷ τέκνῳ καὶ τῇ γυναικί, λύκῳ τὴν ὄψιν 2.1.43 ὁμοιωθέντα. ἕτεροι δὲ λέγουσιν Αἰθίοπας στρατεύσαντας ἐπὶ τὴν Αἴγυπτον ὑπὸ πλήθους λύκων διωχθῆναι· διὸ καὶ Λυκοπολῖτιν κληθῆναι τὴν χώραν. τὸν δὲ κροκόδειλον σέβεσθαί φασι διὰ τὸ μὴ τολμᾶν διανήχεσθαι τὸν Νεῖλον τοὺς ἀπὸ τῆς Ἀραβίας καὶ Λιβύης λῃστὰς τῶν κροκοδείλων χάριν. 2.1.44 φασὶ δέ τινα τῶν παρ' αὐτοῖς βασιλέων διωκόμενον ὑπὸ τῶν ἰδίων κυνῶν καταφυγεῖν εἰς τὴν λίμνην, ἔπειτα ὑπὸ κροκοδείλου παραδόξως ἀναληφθέντα εἰς 2.1.45 τὸ πέραν ἀπενεχθῆναι. αἰτίας δὲ καὶ ἄλλας φασίν τινες τῆς τῶν ἀλόγων ζῴων τιμῆς. τοῦ γὰρ πλήθους τὸ παλαιὸν ἀφισταμένου τῶν βασιλέων καὶ συμφρονοῦντος εἰς τὸ μηκέτι βασιλεύεσθαι, ἐπινοῆσαί τινα διάφορα σεβάσματα αὐτοῖς τῶν ζῴων παρασχεῖν, ὅπως ἑκάστων τὸ μὲν παρ' αὐτοῖς τιμώμενον σεβομένων, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἀφιερωμένων καταφρονούντων μηδέποτε 2.1.46 ὁμονοῆσαι δύνωνται πάντες οἱ κατ' Αἴγυπτον. ὅταν δὲ ἀποθάνῃ τι τῶν εἰρημένων ζῴων, σινδόνι καλύψαντες καὶ μετ' οἰμωγῆς τὰ στήθη καταπληξάμενοι ἐν ἱεραῖς θήκαις θάπτουσιν. ὃς δ' ἄν τι τούτων τῶν ζῴων ἑκὼν διαφθείρῃ, θανάτῳ περιπίπτει, πλὴν ἐὰν αἴλουρον ἢ τὴν ἶβιν ἀποκτείνῃ· ταῦτα 2.1.47 δὲ ἐάν τε ἑκὼν ἐάν τε ἄκων ἀποκτείνῃ τις, πάντως θανάτῳ περιπίπτει. ἀλλὰ μὴν καὶ καθ' ἣν ἂν οἰκίαν εὑρεθῇ κύων τετελευτηκώς, ξυρῶνται πάντες ὅλον τὸ σῶμα καὶ ποιοῦνται πένθος· κἂν οἶνος ἢ σῖτος ἤ τι τῶν πρὸς τὸν βίον ἀναγκαίων τύχῃ κείμενον ἐν τῷ οἴκῳ, οὐκ ἂν ἔτι χρήσασθαι αὐτοῖς ὑπομείνειαν. 2.1.48 τρέφουσι δὲ τὸν Ἆπιν ἐν Μέμφει καὶ τὸν Μνεῦιν ἐν Ἡλίου πόλει καὶ τὸν τράγον ἐν Μένδητι καὶ τὸν κροκόδειλον ἐν τῇ Μοίριδος λίμνῃ καὶ τὰ λοιπὰ θηρία ἐν ἱεροῖς περιβόλοις, σεμίδαλιν προσφέροντες ἢ χόνδρον ἕψοντες ἐν γάλακτι καὶ πέμματα παντοδαπὰ μέλιτι φύροντες καὶ κρέα χήνεια τὰ μὲν ἕψοντες, 2.1.49 τὰ δὲ ὀπτῶντες. τοῖς δὲ ὠμοφάγοις πολλὰ τῶν ὀρνέων παραβάλλουσιν, καὶ θηλείας ἑκάστῳ τῶν ζῴων τὰς εὐειδεστάτας συντρέφουσιν, ἃς παλλα.1.50 κίδας προσαγορεύουσιν. ὅταν δὲ ὁ Ἆπις τελευτήσας ταφῇ μεγαλοπρεπῶς, ζητοῦσιν ἕτερον ὅμοιον· ὅταν δὲ εὑρεθῇ, τὰ μὲν πλήθη τοῦ πένθους ἀπολύεται, ἄγεται δὲ ὁ μόσχος πρῶτον εἰς Νείλου πόλιν. καὶ τότε μόνον αὐτὸν αἱ γυναῖκες ὁρῶσι κατὰ πρόσωπον ἱστάμεναι καὶ δεικνύουσιν ἀνασυράμεναι τὰ ἑαυτῶν γεννητικὰ μόρια, τὸν δὲ ἕτερον χρόνον ἅπαντα κεκωλυμένον ἐστὶν εἰς ὄψιν αὐτὰς ἔρχεσθαι τούτῳ τῷ θεῷ. φασὶ δὲ τὴν τοῦ Ὀσίριδος ψυχὴν εἰς τοῦτον μετὰ τὴν τελευτὴν μεταστῆναι.» 2.1.51 Τοιαύτη καὶ ἡ Αἰγυπτίων ἀσχήμων ἀθεότης μᾶλλον ἢ θεολογία, πρὸς ἣν καὶ τὸ ἐνίστασθαι αἰσχρόν. ἧς καὶ εἰκότως καταπτύσαντες ἀνεχωρήσαμεν, λύτρωσιν καὶ ἐλευθερίαν τῶν τοσούτων κακῶν οὐδ' ἑτέρως εὑράμενοι ἢ διὰ μόνης τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας, τοῖς τὰς διανοίας 2.1.52 τυφλοῖς τὴν ἀνάβλεψιν εὐαγγελισαμένης. τούτων δὲ αὐτῶν τὰς σεμνοτέρας δὴ θεωρίας τε καὶ φυσιολογίας μικρὸν ὕστερον ἐπισκεψόμεθα, ἐπὰν καὶ τὰ Ἑλληνικὰ διαλάβωμεν. οὕτω δῆτα ἀναμὶξ Αἰγυπτιακῆς ὁμοῦ καὶ Φοινικικῆς συνδραμούσης θεολογίας κεκράτηκεν

27

εἰκότως παρὰ τοῖς πλεί.1.53 στοις τῶν ἐθνῶν ἡ τῆς παλαιᾶς πλάνης δεισιδαιμονία. ἀλλὰ γὰρ λεκτέον καὶ τὰ Ἑλλήνων. τὰ μὲν δὴ σεμνὰ τῆς Αἰγυπτίων θεολογίας τὸν προεκτεθέντα περιείληφε τρόπον, τὰ δὲ Ἑλληνικὰ ὅτι τούτων αὐτῶν ἀποσπάσματα καὶ παρακούσματα τυγχάνει προείρηται μὲν πολλάκις καὶ διὰ τῆς τῶν προτεθέντων 2.1.54 συγγραφέων διαγνώσεως· οὐ μὴν ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς Ἑλληνικῆς θεολογίας γένοιτ' ἂν ἔκδηλον ἐπαγομένων ἐν ταῖς οἰκείαις περὶ θεῶν ἀναγραφαῖς οἴκοθεν μὲν οὐδέν, ταῖς δὲ τῶν ἔξωθεν περιπιπτόντων μυθολογίαις· 2.1.55 ξοάνοις τε γὰρ τοῖς παραπλησίοις καὶ μυστηρίοις τοῖς αὐτοῖς ἀποδείκνυνται συγχρώμενοι, ὡς ἔστι μαθεῖν ἐκ τῆς καὶ περὶ τούτων ἱστορίας, ἣν ὁ τὰς βιβλιοθήκας ἐπὶ ταὐτὸν ὁμοῦ συναγαγὼν οὗ καὶ πρόσθεν ἐμνημόνευσα, κατὰ τὸ τρίτον καὶ τέταρτον τῆς δηλωθείσης αὐτοῦ πραγματείας ἱστορεῖ, 2.1.56 τὴν τῆς θεολογίας ἀρχὴν ἀπὸ τῶν Κάδμου χρόνων πεποιημένος. τὸν δὲ Κάδμον μετὰ Μωσέα γενέσθαι αἱ ἀκριβεῖς τῶν χρονογραφιῶν παριστῶσι διαδοχαί, ὡς κατὰ καιρὸν ἐπιδείξομεν· ὥστε καὶ τῶν Ἑλληνικῶν θεῶν ἀποδείκνυσθαι τὸν Μωσέα προτερεῖν, εἰ δὴ πρὸ Κάδμου μὲν οὗτος, οἱ δὲ θεοὶ νεώτεροι τῆς Κάδμου γεγονότες ἡλικίας ἀναφαίνονται. ἄκουε δ' οὖν τῶν τοῦ συγγραφέως φωνῶν· 2.2. γʹ. ΕΛΛΗΝΩΝ ΘΕΟΛΟΓΙΑ «Κάδμον τὸν Ἀγήνορός φασιν ἐκ Φοινίκης ὑπὸ τοῦ βασιλέως ἀποσταλῆναι πρὸς ἀναζήτησιν τῆς Εὐρώπης, ἣν ὑπὸ Διὸς ἁρπαγῆναι· μὴ εὑρόντα δὲ εἰς Βοιωτίαν ἐλθεῖν κτίσαι τε τὰς αὐτόθι Θήβας, γήμαντα δὲ Ἁρμονίαν τὴν 2.2. Ἀφροδίτης γεννῆσαι ἐξ αὐτῆς Σεμέλην καὶ τὰς ταύτης ἀδελφάς. τῇ δὲ Σεμέλῃ τὸν Δία μιγέντα παρακληθῆναι τὰς ἐπιπλοκὰς ὁμοίας αὐτῇ ποιήσασθαι ταῖς πρὸς τὴν Ἥραν. ἐπελθόντος δὲ αὐτοῦ θεοπρεπῶς μετὰ βροντῶν καὶ ἀστραπῶν, οὐκ ἐνεγκοῦσαν τὴν Σεμέλην ἐγκύμονα οὖσαν ἐκ.2.3 τρῶσαι τὸ βρέφος, ὑπὸ δὲ τοῦ πυρὸς αὐτὴν τελευτῆσαι. τὸν δὲ Δία λαβόντα τὸ παιδίον παραδοῦναι τῷ Ἑρμῇ ἐκπέμψαι τε εἰς τὸ ἐν τῇ Νύσῃ ἄντρον, κείμενον μεταξὺ Φοινίκης τε καὶ Νείλου. οὕτω δὲ τραφέντα τὸν Διόνυσον ὑπὸ τῶν νυμφῶν εὑρετὴν τοῦ οἴνου γενέσθαι καὶ τὴν φυτείαν διδάξαι τῆς 2.2.4 ἀμπέλου τοὺς ἀνθρώπους. εὑρεῖν δὲ καὶ τὸ ἐκ τῆς κριθῆς κατασκευαζό μενον πόμα, τὸ καλούμενον ζῦθον· περιφέρειν δὲ στρατόπεδον οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν, τοὺς δ' ἀδίκους καὶ ἀσεβεῖς τῶν ἀνθρώπων κο.2.5 λάζειν. στρατεῦσαι δὲ εἰς τὴν Ἰνδικὴν τριετεῖ χρόνῳ. ἐντεῦθεν τοὺς Ἕλληνας καταδεῖξαι τριετηρικὰς θυσίας Διονύσῳ καὶ τὸν θεὸν νομίζειν κατὰ τὸν χρόνον τοῦτον ποιεῖσθαι τὰς παρὰ τοῖς ἀνθρώποις ἐπιφανείας σέβειν τε αὐτὸν πάντας ἀνθρώπους διὰ τὴν τοῦ οἴνου δόσιν, ὥσπερ καὶ τὴν Δήμητραν 2.2. διὰ τὴν τοῦ σίτου τῆς τροφῆς εὕρεσιν. Εἶναι δέ φασι καὶ ἄλλον Διόνυσον πολὺ τοῖς χρόνοις προτεροῦντα τούτου, τὸν ὑπό τινων Σαβάζιον ὀνομαζόμενον, ἐκ Διὸς καὶ Περσεφόνης γενόμενον· οὗ τὴν γένεσιν καὶ τὰς θυσίας καὶ τὰς τιμὰς νυκτερινὰς καὶ κρυφίους εἰσάγουσι διὰ τὴν αἰσχύνην τὴν ἐκ τῆς 2.2. συνουσίας ἐπακολουθοῦσαν. ὃν καὶ πρῶτον ἐπιχειρῆσαι βοῦς ζευγνύειν, ἀφ' οὗ δὴ καὶ κερατίαν αὐτὸν εἰσάγουσιν. τὸν δὲ ἐκ Σεμέλης νεώτερον, τρυφερὸν τῷ σώματι, καὶ εὐπρεπείᾳ διενεγκεῖν καὶ πρὸς τὰς ἀφροδισιακὰς ἡδονὰς εὐκατάφορον γεγονέναι φασίν, κατὰ δὲ τὰς στρατείας γυναικῶν πλῆθος περιάγειν 2.2. καθωπλισμένας λόγχαις τεθυρσωμέναις. φασὶ δὲ καὶ τὰς Μούσας αὐτῷ συναποδημεῖν παρθένους οὔσας καὶ πεπαιδευμένας διαφερόντως, ἃς καὶ διὰ μελῳδίας καὶ ὀρχήσεως ψυχαγωγεῖν τὸν θεόν. παιδαγωγόν τε αὐτοῦ Σειληνὸν μεγάλα συμβάλλεσθαι αὐτῷ πρὸς ἀρετήν. πρὸς δὲ τὰς ἐκ τοῦ πλεονάζοντος 2.2. οἴνου κεφαλαλγίας ἀναδεδέσθαι τὴν κεφαλὴν μίτρᾳ. διμήτορα δὲ αὐτὸν προσαγορεύουσιν διὰ τὸ πατρὸς μὲν ἑνὸς ὑπάρξαι τοὺς δύο Διονύσους, μητέρων δὲ δυοῖν. νάρθηκα δὲ προσάπτουσιν αὐτῷ διὰ τὸ πίνοντας ἄκρατον τοὺς παλαιοὺς τὸν οἶνον μανιώδεις γίνεσθαι καὶ ταῖς βακτηρίαις ἀλλήλους τύπτειν, ὡς καὶ ἀναιρεῖσθαί τινας, ὅθεν καὶ ἀντὶ ξύλων νάρθηξι χρῆσθαι καταδεῖξαι. καὶ καλεῖσθαι καὶ αὐτὸν

28

Βάκχιον ἀπὸ τῶν Βακχῶν, Ληναῖον δὲ ἀπὸ τοῦ 2.2.10 πατεῖσθαι τὰς σταφυλὰς ἐν ληνοῖς, Βρόμιον δὲ ἀπὸ τοῦ κατὰ τὴν γένεσιν αὐτοῦ 2.2.11 γενομένου βρόμου. καὶ Σατύρους δέ φασιν αὐτὸν περιάγεσθαι ἐν ταῖς ὀρχήσεσι καὶ ταῖς τραγῳδίαις τέρψιν αὐτῷ καὶ ἡδονὴν παρέχοντας, καταδεῖξαι δὲ θέατρον καὶ μουσικῶν ἀκροαμάτων σύστημα. τοιαῦτα μὲν τὰ περὶ 2.2.12 Διονύσου. Τὸν δὲ Πρίηπον υἱὸν εἶναί φασι Διονύσου καὶ Ἀφροδίτης, διὰ τὸ τοὺς οἰνωθέντας φυσικῶς ἐντετάσθαι πρὸς τὰς ἀφροδισιακὰς ἡδονάς. τινὲς δέ φασι τὸ αἰδοῖον τῶν ἀνθρώπων τοὺς παλαιοὺς μυθικῶς Πρίηπον ὀνομά.2.13 ζειν. ἔνιοι δὲ λέγουσι τὸ γεννητικὸν μόριον αἴτιον ὑπάρχειν τῆς γενέσεως τῶν ἀνθρώπων καὶ διὰ τοῦτο εἰς ἅπαντα τὸν αἰῶνα τυχεῖν τῆς ἀθανάτου τιμῆς· ὥσπερ οὖν καὶ οἱ Αἰγύπτιοι τὴν Ἶσιν ἔφησαν τὰ μέλη τοῦ Ὀσίριδος ἀναζητοῦσαν, τὸ αἰδοῖον αὐτοῦ μὴ δυναμένην εὑρεῖν, καταδεῖξαι τιμᾶν ὡς θεὸν καὶ ἀνα.2.14 θεῖναι κατὰ τὸ ἱερὸν ἐντεταμένον. ἀλλὰ καὶ παρ' Ἕλλησιν οὐ μόνον ἐν ταῖς Διονυσιακαῖς τελεταῖς, ἀλλὰ καὶ ταῖς ἄλλαις ἁπάσαις οὗτος ὁ θεὸς τυγχάνει τινὸς τιμῆς, μετὰ γέλωτος καὶ παιδιᾶς παρεισαγόμενος ἐν ταῖς θυσίαις· ὡς καὶ τὸν Ἑρμαφρόδιτον, ὃν ἐξ Ἑρμοῦ καὶ Ἀφροδίτης γεννηθέντα τυχεῖν.2.15 τῆς προσηγορίας. τοῦτον δέ φασι τὸν θεὸν κατά τινας χρόνους φαίνεσθαι παρ' ἀνθρώποις καὶ γεννᾶσθαι τὴν τοῦ σώματος φύσιν ἔχοντα μεμιγμένην ἐξ ἀνδρὸς καὶ γυναικός· ἔνιοι δὲ τὰ τοιαῦτα τέρατα ὑπάρχειν φασὶ σπανίως 2.2.16 τε γεννώμενα σημαντικὰ ποτὲ μὲν κακῶν, ποτὲ δ' ἀγαθῶν γίνεσθαι. Τὰς δὲ Μούσας θυγατέρας εἶναι Διὸς καὶ Μνημοσύνης, τινὲς δὲ Οὐρανοῦ καὶ Γῆς. παρθένους τε αὐτὰς οἱ πλεῖστοι μυθολογοῦσιν τυχεῖν τε τῆς προσηγορίας 2.2.17 ἀπὸ τοῦ μυεῖν τοὺς ἀνθρώπους, τοῦτο δέ ἐστι διδάσκειν τὰ καλά. Περὶ δὲ τοῦ Ἡρακλέους Ἕλληνες τοιαῦτά φασι· Δανάης τῆς Ἀκρισίου καὶ Διὸςγενέσθαι Περσέα, Περσέως δὲ καὶ Ἀνδρομέδας Ἠλεκτρύωνα, ἐκ δὲ τούτου γενέσθαι τὴν Ἀλκμήνην, ᾗ μιγέντα τὸν Δία γεννῆσαι τὸν Ἡρακλέα. μισγόμενον δὲ αὐτῇ τὸν Δία τριπλασίονα τὴν νύκτα ποιῆσαι· μόνην δὲ ταύτην τοῦ Διὸς τὴν ὁμιλίαν οὐκ ἐρωτικῆς ἐπιθυμίας ἕνεκα γενέσθαι, καθάπερ ἐπὶ τῶν 2.2.18 ἄλλων γυναικῶν, ἀλλὰ τὸ πλεῖστον τῆς παιδοποιίας χάριν. τὴν δὲ Ἥραν ζηλοτυποῦσαν παρακατασχεῖν μὲν τῆς Ἀλκμήνης τὰς ὠδῖνας, τὸν δὲ Εὐρυσθέα πρὸ τοῦ καθήκοντος χρόνου πρὸς τὸ φῶς ἀγαγεῖν, τοῦ Διὸς προαγορεύσαντος τὸν τεχθησόμενον κατ' ἐκείνην τὴν ἡμέραν βασιλεῦσαι τοῦ Περσει.2.19 δῶν γένους. τεκοῦσα δὲ Ἀλκμήνη ἐξέθηκεν, ὥς φασι, τὸ βρέφος, φόβῳ τῆς Ἥρας. τὴν δὲ Ἀθηνᾶν ἀγασθεῖσαν τὸ βρέφος πεῖσαι τὴν Ἥραν ὑποσχεῖναὐτῷ τὴν θηλήν. τοῦ δὲ παιδὸς ὑπὲρ τὴν ἡλικίαν βιαιότερον ἐπισπασαμένου τὴν θηλὴν ἡ μὲν Ἥρα διαλγήσασα τὸ βρέφος ἔρριψεν, Ἀθηνᾶ δὲ κομίσασα 2.2.20 αὐτὸ τὴν μητέρα τρέφειν παρεκελεύσατο. Μετὰ δὲ ταῦτα ἡ μὲν Ἥρα δύο δράκοντας ἀπέστειλε τοὺς ἀναλώσοντας τὸ βρέφος, ὁ δὲ παῖς οὐ καταπλαγεὶς ἑκατέρᾳ τῶν χειρῶν τὸν αὐχένα θλίψας ἀπέπνιξεν τοὺς δράκοντας. ἀνδρὶ δὲ γενομένῳ τῷ Ἡρακλεῖ Εὐρυσθεὺς ὁ τὴν βασιλείαν ἔχων τῆς Ἀργείας 2.2.21 προστάττει ἄθλους ἐκτελέσαι δώδεκα. εἰς πολλὴν δὲ ἀμηχανίαν ἐμπεσόντος αὐτοῦ Ἥρα μὲν ἔπεμψεν αὐτῷ λύσσαν, ὁ δὲ τῇ ψυχῇ δυσφορῶν εἰς μανίαν ἐνέπεσεν· τοῦ πάθους δὲ αὐξομένου τῶν φρενῶν ἐκτὸς γενόμενος τὸν ἑταῖρον καὶ ἀδελφιδοῦν Ἰόλαον ἐπεβάλετο κτείνειν, τοῦ δὲ φυγόντος, τοὺς ἰδίους παῖδας ἐκ Μεγάρας τῆς Κρέοντος τοῦ βασιλέως θυγατρὸς γενομένους 2.2.22 αὐτῷ κατετόξευσεν ὡς πολεμίους. καὶ μετὰ ταῦτα ἠρέμα καταστὰς ὑπουργεῖ τῷ Εὐρυσθεῖ τοὺς δώδεκα ἄθλους. ἀναιρεῖ δὲ καὶ τοὺς Κενταύρους, 2.2.23 μεθ' ὧν καὶ Χείρωνα τὸν ἐπὶ τῇ ἰατρικῇ βοώμενον. Φασὶ δὲ ἴδιόν τι συμβῆναι κατὰ τὴν γένεσιν τοῦδε τοῦ θεοῦ. Ζεὺς γὰρ πρώτῃ μὲν ἐμίγη γυναικὶ θνητῇ Νιόβῃ τῇ Φορωνέως, ἐσχάτῃ δὲ Ἀλκμήνῃ τῇ τοῦ Ἡρακλέους μητρί. ταύτην δὲ ἀπὸ Νιόβης ἑκκαιδεκάτην γενεαλογοῦσιν. ἐν ταύτῃ δὲ τὴν πρὸς τὰς 2.2.24 θνητὰς ὁμιλίαν κατέλυσεν. Ἀλλὰ γὰρ τελέσας τοὺς ἄθλους ὁ Ἡρακλῆς τὴν μὲν ἑαυτοῦ

29

γυναῖκα Μεγάραν συνῴκισεν Ἰολάῳ τῷ ἀδελφιδῷ διὰ τὴν περὶ τὰ τέκνα συμφοράν· αὐτὸς δὲ Ἰόλην τὴν Εὐρύτου πρὸς γάμον αἰτήσας, μὴ δόντος δὲ τοῦ πατρὸς νοσήσας, χρησμὸν λαμβάνει ἀπολυθήσεσθαι τῆς νό.2.25 σου, εἰ πρότερον πραθεὶς δουλεύσειεν. πλεύσας οὖν εἰς τὴν Φρυγίαν ὑπό τινος τῶν φίλων πιπράσκεται καὶ δοῦλος γίνεται Ὀμφάλης βασιλευούσης τῶν τότε Μαιόνων, νῦν δὲ Λυδῶν ὀνομαζομένων. γίνεται δὲ αὐτῷ κατὰ τὸν τῆς δουλείας καιρὸν ἐκ δούλης υἱὸς Κλεόλαος. γήμας δὲ τὴν Ὀμφάλην ποιεῖται 2.2.26 καὶ ἐξ αὐτῆς παῖδα. Ἐπανιὼν δὲ εἰς τὴν Ἀρκαδίαν καὶ καταλύσας παρ' Ἄλεῳ τῷ βασιλεῖ, τῇ θυγατρὶ τούτου λάθρᾳ μιγεὶς καὶ ποιήσας αὐτὴν ἔγκυον 2.2.27 ἐπανῆλθεν. Καὶ μετὰ ταῦτα πάλιν ἔγημεν Δηιάνειραν τὴν Οἰνέως, τετε λευτηκότος ἤδη Μελεάγρου. Λαβὼν δὲ αἰχμάλωτον τὴν Φυλέως θυγατέρα ἐπεμίγη ταύτῃ καὶ ἐτέκνωσεν Τληπόλεμον. δειπνῶν δὲ παρ' Οἰνεῖ τὸν δια.2.28 κονοῦντα περί τι διαμαρτήσαντα κονδύλῳ πατάξας ἀπέκτεινεν. ἐπεὶ δὲ πορευόμενος ἦλθε πρὸς τὸν Εὔηνον ποταμόν, καταλαμβάνει Νέσσον τὸν Κένταυρον μισθοῦ διαβιβάζοντα τὸν ποταμόν. οὗτος δὲ πρῶτον διαβιβάσας τὴν Δηιάνειραν καὶ διὰ τὸ κάλλος ἐρασθεὶς ἐπεχείρησεν αὐτὴν βιάσασθαι· ἐπιβοωμένης δὲ αὐτῆς τὸν ἄνδρα ὁ μὲν Ἡρακλῆς ἐτόξευσεν τὸν Κένταυρον, ὁ δὲ Νέσσος μεταξὺ μισγόμενος καὶ διὰ τὴν ὀξύτητα τῆς πληγῆς εὐθὺς ἀποθνήσκων ἔφησεν τῇ Δηιανείρᾳ δώσειν φίλτρον, ὅπως μηδεμιᾷ τῶν ἄλλων γυναικῶν Ἡρακλῆς 2.2.29 θελήσῃ πλησιάσαι. παρεκελεύσατο οὖν λαβοῦσαν τὸν ἐξ αὐτοῦ πεσόντα γόνον καὶ τούτῳ προσμίξασαν ἔλαιον καὶ τὸ ἀπὸ τῆς ἀκίδος ἀποσταζόμενον αἷμα χρῖσαι τὸν χιτῶνα τοῦ Ἡρακλέους. τοῦτο δὲ ποιήσασα Δηιάνειρα κατ.2.30 εῖχε παρ' ἑαυτῇ τὸ φάρμακον. Πάλιν δὲ ὁ Ἡρακλῆς τὴν Φύλαντος θυγατέρα λαβὼν αἰχμάλωτον καὶ μιγεὶς αὐτῇ υἱὸν Ἀντίοχον ἐγέννησεν. καὶ πάλιν Ἀστυάνειραν τὴν Ἀρμενίου τοῦ βασιλέως θυγατέρα λαβὼν αἰχμάλωτον καὶ 2.2.31 μιγεὶς αὐτῇ Κτήσιππον υἱὸν ἐγέννησεν. Θέσπιος δὲ ὁ Ἀθηναῖος, Ἐρεχθέως παῖς, ἐκ διαφόρων γυναικῶν θυγατέρας ἀριθμῷ πεντήκοντα πεποιηκὼς φιλοτιμησάμενός τε αὐτὰς ἐξ Ἡρακλέους παῖδας κτήσασθαι, καλέσας ἐπί τινα θυσίαν τὸν Ἡρακλέα καὶ λαμπρῶς αὐτὸν ἑστιάσας κατὰ μίαν αὐτῷ τῶν θυγατέρων ἀπέστειλεν. ὁ δὲ ἐν μιᾷ νυκτὶ διέφθειρεν τὰς πάσας, καὶ γίνεται πατὴρ 2.2.32 τῶν καλουμένων Θεσπιαδῶν. Λαβὼν δὲ καὶ τὴν Ἰόλην αἰχμάλωτον καὶ θυσίαν ἐπιτελῶν, ἀποστείλας ἐπὶ τὴν γυναῖκα Δηιάνειραν ᾔτει χιτῶνα καὶ ἱμάτιον οἷς εἰώθει χρῆσθαι πρὸς τὰς θυσίας· ἡ δὲ τὸν χιτῶνα χρίσασα τῷ παρὰ τοῦ Κενταύ.2.33 ρου δεδομένῳ φίλτρῳ ἀποστέλλει. ὁ δὲ Ἡρακλῆς τὸν χιτῶνα περιθέμενος περιέπεσεν συμφορᾷ τῇ μεγίστῃ. τῆς γὰρ ἀκίδος τὸν ἐκ τῆς ἐχίδνης ἰὸν ἀπειληφυίας καὶ διὰ τοῦτο τοῦ χιτῶνος διὰ τὴν θερμασίαν τὴν σάρκα τοῦ σώματος λυμαινομένου περιαλγὴς γενόμενος τὸν διακονήσαντα ἀπέκτεινεν, αὐτὸς δὲ κατὰ χρησμὸν πυρὶ ἑαυτὸν παραδοὺς οὕτως κατέλυσε τὸν βίον. καὶ τὰ μὲν καθ' 2.2.34 Ἡρακλέα τοιαῦτα. Περὶ δὲ τοῦ Ἀσκληπιοῦ φασιν Ἀπόλλωνος υἱὸν εἶναικαὶ Κορωνίδος, ζηλῶσαι δὲ τὴν ἰατρικὴν ἐπιστήμην, ἐπὶ τοσοῦτον δὲ προβῆναι τῇ δόξῃ ὡς πολλοὺς τῶν ἀπεγνωσμένων ἀρρώστων παραδόξως θεραπεύειν· ὥστε τὸν Δία παροξυνθέντα κεραυνῷ βαλόντα αὐτὸν διαφθεῖραι, τὸν δὲ Ἀπόλλωνα διὰ τὴν ἀναίρεσιν τοῦ παιδὸς παροξυνθέντα φονεῦσαι τοὺς τὸν κεραυνὸν τῷ Διὶ κατασκευάσαντας Κύκλωπας· ἐπὶ δὲ τῇ τούτων τελευτῇ παροξυνθέντα τὸν Δία προστάξαι τῷ Ἀπόλλωνι θητεῦσαι παρ' Ἀδμήτῳ καὶ ταύτην τιμωρίαν λαβεῖν παρ' αὐτοῦ τῶν ἐγκλημάτων.» 2.2.35 Ταῦτα μὲν οὖν ἐν τῷ τετάρτῳ τῶν βιβλιοθηκῶν ὁ Διόδωρος παρατέθειται. καὶ τὴν λοιπὴν δὲ θεολογίαν πάλιν ὁ αὐτὸς ἐκ τῶν ἄλλων ἐθνῶν μετειληφέναι φησὶ τοὺς Ἕλληνας, γράφων ἐν τῷ τρίτῳ τῆς αὑτοῦ ἱστορίας τάδε· 2.2.36 «Φασὶ τοίνυν Ἀτλάντειοι πρῶτον παρ' αὐτοῖς Οὐρανὸν βασιλεῦσαι, τούτου δὲ γενέσθαι παῖδας ἐκ πλειόνων γυναικῶν πέντε πρὸς τοῖς τεσσαράκοντα, ὧν ὀκτωκαίδεκα λέγουσιν ὑπάρχειν ἐκ Τεπαίας γυναικός, ἣν σώφρονα γενομένην

30

καὶ πολλῶν ἀγαθῶν αἰτίαν ἀποθεωθῆναι μετὰ τὴν τελευτήν, Γῆν μετ.2.37 ονομασθεῖσαν. γενέσθαι δὲ Οὐρανῷ θυγατέρας Βασίλειαν καὶ Ῥέαν, τὴν καὶ Πανδώραν. τὴν δὲ Βασίλειαν ἐκθρέψασαν τοὺς ἀδελφοὺς μητρὸς εὔνοιαν 2.2.38 παρεχομένην Μητέρα προσαγορευθῆναι. ὕστερον δὲ μετὰ τὴν τοῦ Οὐ ρανοῦ τελευτὴν συνοικήσασαν Ὑπερίονι τῷ ἀδελφῷ γεννῆσαι δύο παῖδας, 2.2.39 οὓς καὶ ὀνομάσαι Ἥλιον καὶ Σελήνην. τοὺς δὲ ἀδελφοὺς τῆς Ῥέας φοβηθέντας τὸν μὲν Ὑπερίονα κατασφάξαι, τὸν δὲ Ἥλιον εἰς τὸν Ἠριδανὸν ποταμὸν ἀποπνῖξαι· τὴν δὲ Σελήνην ταῦτα μαθοῦσαν ἀπὸ τέγους ἑαυτὴν ῥῖψαι, τὴν δὲ Μητέρα ἐμμανῆ γενομένην πλανᾶσθαι κατὰ τὴν χώραν, λελυμένην μὲν τὰς τρίχας, διὰ τυμπάνων δὲ καὶ κυμβάλων ἐνθεάζουσαν, καὶ οὕτως ἀφα.2.40 νῆ καὶ αὐτὴν γενέσθαι. τοὺς δὲ ὄχλους θαυμάσαντας τὴν περιπέτειαν τὸν μὲν Ἥλιον καὶ τὴν Σελήνην μεταγαγεῖν ἐπὶ τὰ κατ' οὐρανὸν ἄστρα, τὴν δὲ μητέρα τούτων θεόν τε νομίσαι καὶ βωμοὺς ἱδρύσασθαι καὶ ταῖς διὰ τυμπά.2.41 νων καὶ κυμβάλων ἐνεργείαις τιμῆσαι. Φρύγες δὲ Μῄονά φασι βασιλεύσαντα τῆς Φρυγίας παῖδα Κυβέλην κτήσασθαι, ἣν καὶ σύριγγα πρώτην εὑρεῖν κληθῆναί τε ὀρείαν μητέρα. Μαρσύαν δὲ τὸν Φρύγα πρὸς ταύτην φιλίαν ἔχοντα πρῶτον αὐλοὺς συστήσασθαι, διατελέσαι δὲ μέχρι τελευτῆς ἀπείρατον ἀφροδι.2.42 σίων. τὴν δὲ Κυβέλην συνελθοῦσαν εἰς ὁμιλίαν Ἄττιδι γενέσθαι ἐγκύμονα. οὗ γνωσθέντος ὁ ταύτης πατὴρ τὸν Ἄττιν ἀναιρεῖ καὶ τὰς τροφούς· τὴν δὲ Κυβέλην ἐμμανῆ γενομένην εἰς τὴν χώραν ἐκπηδῆσαι ἐκεῖσέ τε ὀλολύζουσαν 2.2.43 καὶ τυμπανίζουσαν διατελεῖν. συνεῖναι δὲ αὐτῇ Μαρσύαν, ὃν εἰς ἅμιλλαν περὶ μουσικῆς ἐλθόντα τῷ Ἀπόλλωνι καὶ ἡττηθέντα ζῶντα ὑπὸ τοῦ Ἀπόλ.2.44 λωνος ἐκδαρῆναι. τὸν δὲ Ἀπόλλωνα ἐρασθέντα τῆς Κυβέλης συμπλανηθῆναι αὐτῇ μέχρι τῶν Ὑπερβορέων κελεῦσαί τε θάψαι τὸ Ἄττιδος σῶμα καὶ τιμᾶν ὡς θεὸν τὴν Κυβέλην. διόπερ εἰσέτι καὶ σήμερον τοὺς Φρύγας τοῦτο ποιεῖν, θρηνοῦντας τοῦ μειρακίου τὸν θάνατον, βωμούς 2.2.45 τε ἱδρυσαμένους θυσίαις Ἄττιν τε καὶ Κυβέλην τιμᾶν. ὕστερον δὲ ἐν Πισινοῦντι τῆς Φρυγίας κατασκευάσαι νεὼν πολυτελῆ καὶ τιμὰς καὶ θυσίας 2.2.46 καταδεῖξαι μεγαλοπρεπεστάτας. Μετὰ δὲ τὴν Ὑπερίονος τελευτὴν τοὺς Οὐρανοῦ παῖδας διελέσθαι τὴν βασιλείαν, ὧν ὑπάρχειν ἐπιφανεστάτους Ἄτλαντα καὶ Κρόνον. τούτων δὲ τὸν Ἄτλαντα λαβεῖν τοὺς παρὰ τὸν Ὠκεανὸν τόπους, γενόμενον ἀστρολόγον ἄριστον· ὑπάρξαι δὲ αὐτῷ καὶ θυγατέρας ἑπτά, τὰς καλουμένας Ἀτλαντίδας. ταύτας δὲ μιγείσας τοῖς εὐφυεστάτοις θεοῖς ἀρχηγοὺς καταστῆναι τοῦ πλείστου γένους, τεκούσας δι' ἀρετὴν θεοὺς καὶ ἥρωας, ὧν 2.2.47 τὴν πρεσβυτάτην Μαῖαν Διὶ μιγεῖσαν τεκνοποιῆσαι τὸν Ἑρμῆν. Τὸν δὲ Κρόνον διαφέροντα πλεονεξίᾳ καὶ ἀσεβείᾳ γῆμαι τὴν ἀδελφὴν Ῥέαν, ἐξ ἧς γεννῆσαι τὸν Δία. γεγονέναι δὲ καὶ ἕτερον Δία, τὸν ἀδελφὸν μὲν Οὐρανοῦ, τῆς δὲ Κρήτης βασιλεύσαντα, τῇ δόξῃ πολὺ λειπόμενον τοῦ μεταγενεστέρου. 2.2.48 τοῦτον μὲν οὖν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου, τὸν δὲ τῆς Κρήτης καὶ δέκα παῖδας γεννῆσαι τοὺς ὀνομασθέντας Κουρῆτας. δείκνυσθαι δὲ αὐτοῦ 2.2.49 φασιν εἰσέτι νῦν τάφον ἐν Κρήτῃ. δυναστεῦσαι δὲ τὸν Κρόνον κατὰ Σικελίαν καὶ Λιβύην καὶ Ἰταλίαν. τούτου δὲ γενόμενον τὸν Δία τὸν ἐναντίον τῷ πατρὶ βίον ζηλῶσαι. διαδέξασθαι δὲ αὐτὸν τὴν βασιλείαν οἱ μέν φασιν ἑκόντος τοῦ πατρὸς παραχωρήσαντος, οἱ δὲ ὑπὸ τῶν ὄχλων αἱρεθέντα διὰ τὸ μῖσος 2.2.50 τὸ πρὸς τὸν πατέρα. ἐπιστρατεύσαντος δὲ ἐπ' αὐτὸν τοῦ Κρόνου μετὰ τῶν Τιτάνων κρατῆσαι μάχῃ τὸν Δία καὶ ἐπελθεῖν πᾶσαν τὴν οἰκουμένην. διενεγκεῖν δὲ αὐτὸν σώματος ῥώμῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς σπουδήν τε ποιεῖσθαι τὴν πᾶσαν εἰς κόλασιν μὲν τῶν ἀσεβῶν, εὐεργεσίας δὲ τῶν ἀγαθῶν, ἀνθ' ὧν μετὰ τὴν ἐξ ἀνθρώπων μετάστασιν ὀνομασθῆναι Ζῆνα, διὰ τὸ δοκεῖν τοῦ κα.2.51 λῶς ζῆν αἴτιον γενέσθαι τοῖς ἀνθρώποις. τῶν μὲν οὖν παρὰ τοῖς Ἀτλαντείοις θεολογουμένων τὰ κεφάλαια ταῦτά ἐστιν. τούτοις δέ φασι καὶ τοὺς Ἕλληνας συγχρῆσθαι.» 2.2.52 Ταῦτα

31

ὁ Διόδωρος ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν. ὁ δ' αὐτὸς καὶ ἐν τῇ ἕκτῃ ἀπὸ τῆς Εὐημέρου τοῦ Μεσσηνίου γραφῆς ἐπικυροῖ τὴν αὐτὴν θεολογίαν, ὧδε κατὰ λέξιν φάσκων· 2.2.53 «Περὶ θεῶν τοίνυν διττὰς οἱ παλαιοὶ τῶν ἀνθρώπων τοῖς μεταγενεστέροις παραδεδώκασιν ἐννοίας. τοὺς μὲν γὰρ ἀϊδίους καὶ ἀφθάρτους εἶναί φασιν, οἷον ἥλιόν τε καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα τὰ κατ' οὐρανόν, πρὸς δὲ τούτοις ἀνέμους καὶ τοὺς ἄλλους τοὺς τῆς ὁμοίας φύσεως τούτοις τετευχότας· τούτων γὰρ ἕκαστον ἀΐδιον ἔχειν τὴν γένεσιν καὶ τὴν διαμονήν· ἑτέρους δὲ λέγουσιν ἐπιγείους γενέσθαι θεούς, διὰ δὲ τὰς εἰς ἀνθρώπους εὐεργεσίας ἀθανάτου τετευχότας τιμῆς τε καὶ δόξης, οἷον Ἡρακλέα, Διόνυσον, Ἀρισταῖον, 2.2.54 τοὺς ἄλλους τοὺς τούτοις ὁμοίους. περὶ δὲ τῶν ἐπιγείων θεῶν πολλοὶ καὶ ποικίλοι παραδέδονται λόγοι παρὰ τοῖς ἱστορικοῖς τε καὶ μυθογράφοις. καὶ τῶν μὲν ἱστορικῶν Εὐήμερος, ὁ τὴν Ἱερὰν Ἀναγραφὴν ποιησάμενος, ἰδίως ἀναγέγραφεν, τῶν δὲ μυθολόγων Ὅμηρος καὶ Ἡσίοδος καὶ Ὀρφεὺςκαὶ ἕτεροι τοιοῦτοι τερατωδεστέρους μύθους περὶ θεῶν πεπλάκασιν· ἡμεῖς δὲ τὰ παρ' ἀμφοτέροις ἀναγεγραμμένα πειρασόμεθα συντόμως ἐπιδρα.2.55 μεῖν, στοχαζόμενοι τῆς συμμετρίας. Εὐήμερος μὲν οὖν φίλος γεγονὼς Κασσάνδρου τοῦ βασιλέως καὶ διὰ τοῦτον ἠναγκασμένος τελεῖν βασιλικάς τινας χρείας καὶ μεγάλας ἀποδημίας, φησὶν ἐκτοπισθῆναι κατὰ τὴν μεσημβρίαν εἰς τὸν ὠκεανόν· ἐκπλεύσαντα γὰρ αὐτὸν ἐκ τῆς εὐδαίμονος Ἀραβίας ποιή σασθαι τὸν πλοῦν δι' ὠκεανοῦ πλείους ἡμέρας καὶ προσενεχθῆναι νήσοις πελαγίαις· ὧν μίαν ὑπάρχειν τὴν ὀνομαζομένην Παγχαίαν, ἐν ᾗ τεθεᾶσθαι τοὺς ἐνοικοῦντας Παγχαίους εὐσεβείᾳ διαφέροντας καὶ τοὺς θεοὺς τιμῶντας μεγαλοπρεπεστάταις θυσίαις καὶ ἀναθήμασιν ἀξιολόγοις, ἀργυροῖς τε καὶ χρυσοῖς. 2.2.56 εἶναι δὲ καὶ τὴν νῆσον ἱερὰν θεῶν καὶ ἕτερα πλείω θαυμαζόμενα κατά τε τὴν ἀρχαιότητα καὶ τὴν τῆς κατασκευῆς πολυτεχνίαν, περὶ ὧν τὰ κατὰ μέρος ἐν 2.2.57 ταῖς πρὸ ταύτης βίβλοις ἀναγεγράφαμεν. εἶναι δ' ἐν αὐτῇ κατά τινα λόφον ὑψηλὸν καθ' ὑπερβολὴν ἱερὸν Διὸς Τριφυλίου, καθιδρυμένον ὑπ' αὐτοῦ καθ' ὃν καιρὸν ἐβασίλευσε τῆς οἰκουμένης ἁπάσης ἔτι κατὰ ἀνθρώπους ὤν. ἐν τούτῳ τῷ ἱερῷ στήλην εἶναι χρυσῆν, ἐν ᾗ τοῖς Παγχαίοις γράμμασιν ὑπάρχειν γεγραμμένας τάς τε Οὐρανοῦ καὶ Κρόνου καὶ Διὸς πράξεις κεφαλαιω.2.58 δῶς. μετὰ ταῦτά φησι πρῶτον Οὐρανὸν γεγονέναι βασιλέα, ἐπιεικῆ τινα ἄνδρα καὶ εὐεργετικὸν καὶ τῆς τῶν ἄστρων κινήσεως ἐπιστήμονα· ὃν καὶ πρῶτον θυσίαις τιμῆσαι τοὺς οὐρανίους θεούς, διὸ καὶ Οὐρανὸν προσαγορευθῆ.2.59 ναι. υἱοὺς δὲ αὐτῷ γενέσθαι ἀπὸ γυναικὸς Ἑστίας Πᾶνα καὶ Κρόνον, θυγατέρας δὲ Ῥέαν καὶ Δήμητραν. Κρόνον δὲ βασιλεῦσαι μετὰ Οὐρανὸν καὶ γή.2.60 μαντα Ῥέαν γεννῆσαι Δία καὶ Ἥραν καὶ Ποσειδῶνα. τὸν δὲ Δία διαδεξάμενον τὴν βασιλείαν γῆμαι Ἥραν καὶ Δήμητραν καὶ Θέμιν· ἐξ ὧν παῖδας ποιήσασθαι Κουρῆτας μὲν ἀπὸ τῆς πρώτης, Περσεφόνην δὲ ἐκ τῆς δευτέρας, 2.2.61 Ἀθηνᾶν δὲ ἀπὸ τῆς τρίτης. ἐλθόντα δὲ εἰς Βαβυλῶνα ἐπιξενωθῆναι Βήλῳ καὶ μετὰ ταῦτα εἰς τὴν Παγχαίαν νῆσον πρὸς τῷ ὠκεανῷ κειμένην παραγενόμενον Οὐρανοῦ τοῦ ἰδίου προπάτορος βωμὸν ἱδρύσασθαι κἀκεῖθεν διὰ Συρίας ἐλθεῖν πρὸς τὸν τότε δυνάστην Κάσσιον, ἐξ οὗ τὸ Κάσσιον ὄρος· ἐλθόντα δὲ εἰς Κιλικίαν πολέμῳ νικῆσαι Κίλικα τοπάρχην. καὶ ἄλλα δὲ πλεῖστα ἔθνη ἐπελθόντα παρὰ πᾶσιν τιμηθῆναι καὶ θεὸν ἀναγορευθῆναι.» 2.2.62 Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ὡς περὶ θνητῶν ἀνδρῶν περὶ τῶν θεῶν διελθὼν ἐπιφέρει λέγων· «Καὶ περὶ μὲν Εὐημέρου τοῦ συνταξαμένου τὴν Ἱερὰν Ἀναγραφὴν ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν, τὰ δὲ παρὰ τοῖς Ἕλλησι μυθολογούμενα περὶ θεῶν ἀκολούθως Ἡσιόδῳ καὶ Ὁμήρῳ καὶ Ὀρφεῖ πειρασόμεθα συντόμωςἐπιδραμεῖν.» Εἶθ' ἑξῆς ἐπισυνάπτει τὰς τῶν ποιητῶν μυθολογίας. 2.2.63 Ἀλλὰ γὰρ τοσαῦτα καὶ ἀπὸ τῆς Ἑλλήνων θεολογίας ἀποχρώντως ἡμῖν ἐπιτετμήσθω, οἷς εὔλογον ἐπισυνάψαι τῶν αὐτῶν θεῶν τὰς ἐν τοῖς ἀδύτοις τελετὰς καὶ τὰ ἀπόρρητα μυστήρια σκέψασθαί τε πότερον θείας ὡς ἀληθῶς

32

θεολογίας ἐχούσης τι θεοπρεπὲς δεῖγμα φέρουσιν ἢ κάτωθέν ποθεν ἀπὸ μακρᾶς καὶ δαιμονικῆς πλάνης ὁρμῶνται, γέλωτος ἢ καὶ μᾶλλον αἰσχύνης, 2.2.64 μᾶλλον δὲ τοῖς ἔτι τυφλώττουσιν οἴκτου ὄντα ἄξια. ταῦτα δὲ Κλήμης ὁ θαυμάσιος ἐν τῷ πρὸς Ἕλληνας Προτρεπτικῷ διαρρήδην ἐκκαλύπτει, πάντων μὲν διὰ πείρας ἐλθὼν ἀνήρ, θᾶττόν γε μὴν τῆς πλάνης ἀνανεύσας, ὡς ἂν πρὸς τοῦ σωτηρίου λόγου καὶ διὰ τῆς εὐαγγελικῆς διδασκαλίας τῶν κακῶν λελυτρωμένος. βραχέα δ' οὖν καὶ τούτων ἐπάκουσον· 2.3.

δʹ. ΠΕΡΙ ΤΩΝ ΑΠΟΡΡΗΤΩΝ ΤΕΛΕΤΩΝ ΚΑΙ ΤΩΝ ΚΡΥΦΙΩΝ ΜΥΣΤΗΡΙΩΝ ΤΗΣ ΠΟΛΥΘΕΟΥ ΠΛΑΝΗΣ «Ἄδυτα τοίνυν ἄθεα μὴ πολυπραγμονεῖτε, μηδὲ βαράθρων στόματα τερατείας ἔμπλεα ἢ λέβητα Θεσπρώτειον ἢ τρίποδα Κιρραῖον ἢ Δωδωναῖον χαλκεῖον, γεράνδρυον δὲ ψάμμοις ἐρήμαις τετιμημένον καὶ τὸ αὐτόθι μαντεῖον 2.3. αὐτῇ δρυῒ μεμαρασμένον μύθοις γεγηρακόσι καταλείψατε. σεσίγηται γοῦν ἡ Κασταλίας πηγὴ καὶ Κολοφῶνος ἄλλη πηγή, καὶ τὰ ἄλλα ὁμοίως τέθνηκε νάματα μαντικὰ καὶ δὴ τοῦ τύφου κενὰ ὀψὲ μέν, ὅμως δ' οὖν διελήλεγκται 2.3.3 τοῖς ἰδίοις συνεκρεύσαντα μύθοις. διήγησαι ἡμῖν καὶ τῆς ἄλλης μαντικῆς, μᾶλλον δὲ μανικῆς τὰ ἄχρηστα χρηστήρια, τὸν Κλάριον, τὸν Πύθιον, τὸν Διδυ.3.4 μέα, τὸν Ἀμφιάρεω, τὸν Ἀπόλλω, τὸν Ἀμφίλοχον· εἰ δὲ βούλει, καὶ τερατοσκόπους καὶ οἰωνοσκόπους καὶ τοὺς ὀνείρων κριτὰς ἀνιέρου σὺν αὐτοῖς· στῆσον δὲ ὁμοῦ παρὰ τὸν Πύθιον ἄγων τοὺς ἀλευρομάντεις καὶ κριθομάντεις καὶ τοὺς εἰσέτι παρὰ τοῖς πολλοῖς τετιμημένους ἐγγαστριμύθους· ναὶ μὴν ἄδυτα Αἰγυπτίων καὶ Τυρρηνῶν νεκυομαντεῖαι σκότῳ παραδιδόσθων· μανικὰ ταῦτα ὡς ἀληθῶς ἀνθρώπων ἀπίστων σοφιστήρια καὶ πλάνης ἀκράτου κυβευτήρια. 2.3.5 συνέμποροι τῆσδε τῆς γοητείας αἶγες αἱ ἐπὶ μαντικὴν ἠσκημέναι καὶ κόρακες ἀνθρώποις χρᾶν ὑπ' ἀνθρώπων διδασκόμενοι. 2.3. Τί δ' εἴ σοι καταλέγοιμι τὰ μυστήρια; οὐκ ἐξορχήσομαι μὲν ὥσπερ Ἀλκιβιάδην λέγουσιν, ἀπογυμνώσω δὲ εὖ μάλα ἀνὰ τὸν τῆς ἀληθείας λόγον τὴν γοητείαν τὴν ἐγκεκρυμμένην αὐτοῖς, καὶ αὐτούς γε τοὺς καλουμένους ὑμῶν θεούς, ὧν αἱ τελεταὶ μυστικαί, οἷον ἐπὶ σκηνῆς τοῦ βίου τοῖς ἀληθείας ἐκκυ.3. κλήσω θεαταῖς. Διόνυσον Μαινόλην ὀργιάζουσι Βάκχοι ὠμοφαγίᾳ τὴν ἱερομηνίαν ἄγοντες καὶ τελίσκουσι τὰς κρεανομίας τῶν φόνων, ἀνεστεμμένοι τοῖς ὄφεσιν, ἐπολολύζοντες Εὖαν Εὖαν ἐκείνην, δι' ἣν ἡ πλάνη παρηκολού.3. θησε. καὶ σημεῖον ὀργίων Βακχικῶν ὄφις ἐστὶ τετελεσμένος. αὐτίκα γοῦν κατὰ τὴν ἀκριβῆ τῶν Ἑβραίων φωνὴν τὸ ὄνομα τὸ Εὖα δασυνόμενον ἑρμηνεύεται ὄφις ἡ θήλεια. Δηὼ δὲ καὶ Κόρη δρᾶμα ἤδη ἐγενέσθην μυστικὸν καὶ τὴν πλάνην καὶ τὴν ἁρπαγὴν καὶ τὸ πένθος αὐταῖν Ἐλευσὶς δᾳδουχεῖ. 2.3. Καί μοι δοκεῖ τὰ ὄργια καὶ τὰ μυστήρια δεῖν ἐτυμολογεῖν, τὰ μὲν ἀπὸ τῆς ὀργῆς τῆς Δηοῦς τῆς πρὸς Δία γεγενημένης, τὰ δὲ ἀπὸ τοῦ μύσους τοῦ συμβεβηκότος περὶ τὸν Διόνυσον· εἰ δὲ καὶ ἀπὸ Μυοῦντός τινος Ἀττικοῦ, ὃν ἐν κυνηγίᾳ διαφθαρῆναι Ἀπολλόδωρος λέγει, οὐ φθόνος ὑμῶν δεδοξάσθαι 2.3.10 τὰ μυστήρια ἐπιτυμβίῳ τιμῇ. πάρεστιν δὲ καὶ ἄλλως μυθήριά σοι νοεῖν, ἀντιστοιχούντων τῶν γραμμάτων, τὰ μυστήρια. θηρεύουσι γάρ, εἰ καὶ ἄλλοι τινές, ἀτὰρ δὴ καὶ οἱ μῦθοι οἱ τοιοίδε Θρᾳκῶν τοὺς βαρβαρικωτάτους, Φρυγῶν 2.3.11 τοὺς ἀνοητοτάτους, Ἑλλήνων τοὺς δεισιδαίμονας. ὄλοιτο οὖν ὁ τῆσδε ἄρξας τῆς ἀπάτης ἀνθρώποις, εἴτε ὁ Δάρδανος ὁ μύθους θεῶν καταδείξας τὰ μυστήρια, εἴτε Ἠετίων ὁ τὰ Σαμοθρᾴκων ὄργια καὶ τελετὰς ὑποστησάμενος, εἴτε ὁ Φρὺξ ἐκεῖνος ὁ Μίδας, ὁ παρὰ τοῦ Ὀδρύσου μαθών, ἔπειτα διαδοὺς 2.3.12 τοῖς ὑποτεταγμένοις ἔντεχνον ἀπάτην. οὐ γάρ με ὁ Κύπριος ὁ νησιώτης Κινύρας παραπείσαι ποτ' ἄν, τὰ

33

περὶ τὴν Ἀφροδίτην μαχλῶντα ὄργια ἐκ νυκτὸς ἡμέρᾳ παραδοῦναι τολμήσας, φιλοτιμούμενος θειάσαι πόρνην πο.3.13 λίτιδα. Μελάμποδα δὲ τὸν Ἀμυθάονος ἄλλοι φασὶν ἐξ Αἰγύπτου μετακομίσαι τῇ Ἑλλάδι τὰς Δηοῦς ἑορτάς, πένθος ὑμνούμενον. τούτους ἔγωγ' ἂν ἀρχεκάκους φήσαιμι μύθων ἀθέων καὶ δεισιδαιμονίας ὀλεθρίου πατέρας, σπέρμα κακίας καὶ φθορᾶς ἐγκαταφυτεύσαντας τῷ βίῳ τὰ μυστήρια. 2.3.14 Ἤδη δέ καὶ γὰρ καιρός αὐτὰ ὑμῶν τὰ ὄργια ἐξελέγξω ἀπάτης καὶ τερατείας ἔμπλεα. καὶ εἰ μεμύησθε, μᾶλλον ἐπιγελάσεσθε τοῖς μύθοις ὑμῶν τούτοις τοῖς τιμωμένοις. ἀγορεύσω δὲ ἀναφανδὸν τὰ κεκρυμμένα, οὐκ αἰδούμενος 2.3.15 λέγειν ἃ προσκυνεῖν οὐκ αἰσχύνεσθε. ἡ μὲν οὖν «ἀφρογενής» τε καὶ «κυπρογενής», ἡ Κινύρᾳ φίλη τὴν Ἀφροδίτην λέγω, τὴν «φιλομηδέα, ὅτι μηδέων ἐξεφαάνθη», μηδέων ἐκείνων τῶν ἀποκεκομμένων Οὐρανοῦ, τῶν λάγνων, τῶν μετὰ τὴν τομὴν τὸ κῦμα βεβιασμένων, ὡς ἀσελγῶν ὑμῖν μορίων ἄξιος Ἀφροδίτη γίνεται καρπός, ἐν ταῖς τελεταῖς ταύτης τῆς πελαγίας ἡδονῆς τεκμήριον τῆς γονῆς ἁλῶν χόνδρος καὶ φαλλὸς τοῖς μυουμένοις τὴν τέχνην τὴν μοιχικὴν ἐπιδίδοται, νόμισμα δὲ εἰσφέρουσιν αὐτῇ οἱ μυούμενοι ὡς ἑταίρᾳ ἐρασταί. 2.3.16 Δηοῦς δὲ μυστήρια καὶ Διὸς πρὸς μητέρα Δήμητραν Ἀφροδίσιοι συμπλοκαὶ καὶ μῆνις οὐκ οἶδ' ὅ τι φῶ λοιπόν, μητρὸς ἢ γυναικός τῆς Δηοῦς, ἧς δὴ χάριν Βριμὼ προσαγορευθῆναι λέγεται· ἱκετηρίαι Διὸς καὶ πόμα χολῆς καὶ 2.3.17 καρδιουλκίαι καὶ ἀρρητουργίαι· ταῦτα οἱ Φρύγες τελίσκουσιν Ἄττιδι καὶ Κυβέλῃ καὶ Κορύβασιν. τεθρυλήκασι δὲ ὡς ἄρα ἀποσπάσας ὁ Ζεὺς τοῦ κριοῦ τοὺς διδύμους φέρων ἐν μέσοις ἔρριψε τοῖς κόλποις τῆς Δηοῦς, τιμω.3.18 ρίαν ψευδῆ τῆς βιαίας συμπλοκῆς ἐκτιννύων, ὡς ἑαυτὸν δῆθεν ἐκτεμών. τὰ σύμβολα τῆς μυήσεως ταύτης ἐκ περιουσίας παρατεθέντα οἶδ' ὅτι κινήσει γέλωτα καὶ μὴ γελασείουσιν ὑμῖν διὰ τοὺς ἐλέγχους· «ἐκ τυμπάνου ἔφαγον, ἐκ κυμβάλου ἔπιον, ἐκερνοφόρησα, ὑπὸ τὸν παστὸν ὑπέδυν». ταῦτα οὐχ ὕβρις τὰ σύμβολα; οὐ χλεύη τὰ μυστήρια; 2.3.19 Τί δ' εἰ καὶ τὰ ἐπίλοιπα προσθείην; κυεῖ μὲν ἡ Δημήτηρ, ἀνατρέφεται 2.3.19 δὲ ἡ κόρη, μίγνυται δ' αὖθις ὁ γεννήσας οὑτοσὶ Ζεὺς τῇ Φερεφάττῃ τῇ ἰδίᾳ θυγατρὶ μετὰ τὴν μητέρα τὴν Δηώ, ἐκλαθόμενος τοῦ προτέρου μύσους, καὶ 2.3.20 μίγνυται δράκων γενόμενος, ὃς ἦν ἐλεγχθείς. Σαβαζίων γοῦν μυστηρίων σύμβολον τοῖς μυουμένοις ὁ διὰ κόλπου θεὸς θέων· δράκων δέ ἐστιν οὗτος διελκόμενος τοῦ κόλπου τῶν τελουμένων, ἔλεγχος ἀκρασίας Διός. κυεῖ καὶ 2.3.21 ἡ Φερέφαττα παῖδα ταυρόμορφον. ἀμέλει φησί τις ποιητὴς εἰδωλικός· ταῦρος δράκοντος καὶ πατὴρ ταύρου δράκων, ἐν ὄρει τὸ κρύφιον βουκόλος τὸ κέντρον· βουκολικόν, οἶμαι, κέντρον τὸν νάρθηκα ἐπικαλῶν, ὃν δὴ ἀναστέφουσιν οἱ Βάκχοι. 2.3.22 Βούλει καὶ τὰ Φερεφάττης ἀνθολόγια διηγήσωμαί σοι καὶ τὸν κάλαθον καὶ τὴν ἁρπαγὴν τὴν ὑπὸ Ἀϊδωνέως καὶ τὸ χάσμα τῆς γῆς καὶ τὰς ὗς τὰς Εὐβουλέως τὰς συγκαταποθείσας ταῖν θεαῖν, δι' ἣν αἰτίαν ἐν τοῖς Θεσμοφο.3.23 ρίοις μεγαρίζοντες χοίρους ἐμβάλλουσι; ταύτην τὴν μυθολογίαν ποικίλως κατὰ πόλιν αἱ γυναῖκες ἑορτάζουσιν, Θεσμοφόρια, Σκιροφόρια, Ἀρρητοφόρια, πολυτρόπως τὴν Φερεφάττης ἐκτραγῳδοῦσαι ἁρπαγήν. τὰ γὰρ Διονύσου μυστήρια τέλεον ἀπάνθρωπα, ὃν εἰσέτι παῖδα ὄντα ἐνόπλῳ κινήσει περιχορευόντων Κουρήτων, δόλῳ δὲ ὑποδύντων Τιτάνων, ἀπατήσαντες παιδαριώδεσιν ἀθύρμασιν οὗτοι δὴ οἱ Τιτᾶνες διέσπασαν ἔτι νηπίαχον ὄντα, ὡς ὁ τῆς τελετῆς ποιητὴς Ὀρφεύς φησιν ὁ Θρᾴκιος· κῶνος καὶ ῥόμβος καὶ παίγνια καμπεσίγυια μῆλά τε χρύσεα καλὰ παρ' Ἑσπερίδων λιγυφώνων. 2.3.24 Καὶ τῆσδε ὑμῖν τῆς τελετῆς τὰ ἀχρεῖα σύμβολα οὐκ ἀχρεῖον εἰς κατάγνωσιν παραθέσθαι· ἀστράγαλος, σφαῖρα, στρόβιλος, μῆλα, ῥόμβος, ἔσοπτρον, 2.3.25 πόκος. Ἀθηνᾶ μὲν οὖν τὴν καρδίαν τοῦ Διονύσου ὑφελομένη Παλλὰς ἐκ τοῦ πάλλειν τὴν καρδίαν προσηγορεύθη· οἱ δὲ Τιτᾶνες, οἱ καὶ διασπάσαντες αὐτόν, λέβητά τινα τρίποδι ἐπιθέντες καὶ τοῦ Διονύσου ἐμβαλόντες τὰ μέλη καθήψουν πρότερον, ἔπειτα ὀβελίσκοις ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο. 2.3.26 Ζεὺς δὲ ὕστερον ἐπιφανείς–εἰ

34

θεὸς ἦν, τάχα που τῆς κνίσης τῶν ὀπτωμένων κρεῶν μεταλαβών, ἧς δὴ τὸ «γέρας λαχεῖν» ὁμολογοῦσιν ὑμῶν οἱ θεοί– κεραυνῷ τοὺς Τιτᾶνας αἰκίζεται καὶ τὰ μέλη τοῦ Διονύσου Ἀπόλλωνι τῷ παιδὶ παρακατατίθεται καταθάψαι. ὁ δέ, οὐ γὰρ ἠπείθησε Διί, εἰς τὸν Παρνασὸν φέρων κατατίθεται διεσπασμένον τὸν νεκρόν. 2.3.27 Εἰ θέλεις δ' ἐποπτεῦσαι καὶ Κορυβάντων ὄργια, τὸν τρίτον ἀδελφὸν ἀποκτείναντες οὗτοι τὴν κεφαλὴν τοῦ νεκροῦ φοινικίδι ἐπεκαλυψάτην καὶ καταστέψαντ' ἐθαψάτην, φέροντες ἐπὶ χαλκῆς ἀσπίδος ὑπὸ τὰς ὑπωρείας 2.3.28 τοῦ Ὀλύμπου. καὶ ταῦτ' ἐστὶ τὰ μυστήρια, συνελόντι φάναι, φόνοι καὶ τάφοι· οἱ δὲ ἱερεῖς οἱ τῶνδε, οὓς Ἀνακτοτελέστας οἷς μέλον καλεῖν καλοῦσι, προσεπιτερατεύονται τῇ συμφορᾷ, ὁλόριζον ἀπαγορεύοντες σέλινον ἐπὶ τραπέζης τιθέναι· οἴονται γὰρ δὴ ἐκ τοῦ αἵματος τοῦ ἀπορρυέντος τοῦ κορυβαντικοῦ τὸ σέλινον ἐκπεφυκέναι· ὥσπερ ἀμέλει καὶ αἱ θεσμοφοριάζουσαι τῆς ῥοιᾶς τοὺς κόκκους παραφυλάττουσιν ἐσθίειν· τοὺς γὰρ ἀποπεπτωκότας χαμαὶ ἐκ τῶν τοῦ Διονύσου αἵματος σταγόνων βεβλαστηκέναι νομίζουσι τὰς ῥοιάς. 2.3.29 Καβείρους δὲ τοὺς Κορύβαντας καλοῦντες καὶ τελετὴν Καβειρικὴν καταγγέλλουσιν. αὐτὼ γὰρ δὴ τούτω τὼ ἀδελφοκτόνω τὴν κίστην ἀνελομένω, ἐν ᾗ τὸ τοῦ Διονύσου αἰδοῖον ἀπέκειτο, εἰς Τυρρηνίαν κατήγαγον, εὐκλεοῦς ἔμποροι φορτίου· κἀνταῦθα διετριβέτην φυγάδε ὄντε, τὴν πολυτίμητον εὐσεβείας διδασκαλίαν, αἰδοῖα καὶ κίστην, θρησκεύειν παραθεμένω Τυρρηνοῖς· δι' ἣν αἰτίαν οὐκ ἀπεικότως τὸν Διόνυσον προσαγορεύεσθαί τινες Ἄττιν θέλουσιν, αἰδοίων ἐστερημένον. 2.3.30 Καὶ τί θαυμαστὸν εἰ Τυρρηνοὶ οἱ βάρβαροι αἰσχροῖς οὕτω τελίσκονται παθήμασιν, ὅπου γε Ἀθηναίοις καὶ τῇ ἄλλῃ Ἑλλάδι αἰδοῦμαι καὶ λέγειν 2.3.31 αἰσχύνης ἔμπλεως ἡ περὶ τὴν Δηὼ μυθολογία; ἀλωμένη γὰρ ἡ Δηὼ κατὰ ζήτησιν τῆς θυγατρὸς τῆς Κόρης περὶ τὴν Ἐλευσῖνα–τῆς Ἀττικῆς ἐστι τοῦτο τὸ χωρίον–ἀποκάμνει καὶ φρέατι ἐπικαθίζει λυπουμένη. τοῦτο τοῖς μυουμένοις ἀπαγορεύεται εἰσέτι νῦν, ἵνα μὴ δοκοῖεν οἱ τετελεσμένοι μι.3.32 μεῖσθαι τὴν ὀδυρομένην. ᾤκουν δὲ τηνικάδε τὴν Ἐλευσῖνα οἱ γηγενεῖς· ὀνόματα αὐτοῖς Βαυβὼ καὶ Δυσαύλης καὶ Τριπτόλεμος, ἔτι δὲ Εὔμολπός τε καὶ Εὐβουλεύς· βουκόλος ὁ Τριπτόλεμος ἦν, ποιμὴν δὲ ὁ Εὔμολπος, συβώτης δὲ ὁ Εὐβουλεύς· ἀφ' ὧν τὸ Εὐμολπιδῶν καὶ τὸ Κηρύκων τὸ ἱεροφαντικὸν δὴ 2.3.33 τοῦτο Ἀθήνησι γένος ἤνθησε. καὶ δὴ οὐ γὰρ ἀνήσω μὴ οὐχὶ εἰπεῖν ξενίσασα ἡ Βαυβὼ τὴν Δηὼ ὀρέγει κυκεῶνα αὐτῇ. τῆς δὲ ἀναινομένης λαβεῖν καὶ πιεῖν οὐκ ἐθελούσης–πενθήρης γὰρ ἧν–περιαλγὴς ἡ Βαυβὼ γενομένη, ὡς ὑπεροραθεῖσα δῆθεν, ἀναστέλλεται τὰ αἰδοῖα καὶ ἐπιδεικνύει τῇ θεῷ, ἡ δὲ τέρπεται τῇ ὄψει ἡ Δηὼ καὶ μόλις ποτὲ δέχεται τὸ ποτόν, ἡσθεῖσα τῷ θεάματι. 2.3.34 Ταῦτ' ἐστὶ τὰ κρύφια τῶν Ἀθηναίων μυστήρια, ταῦτά τοι καὶ Ὀρφεὺς ἀναγράφει. παραθήσομαι δέ σοι αὐτὰ τοῦ Ὀρφέως τὰ ἔπη, ἵν' ἔχῃς μάρτυρα τῆς ἀναισχυντίας τὸν μυσταγωγόν· ὣς εἰποῦσα πέπλους ἀνεσύρατο, δεῖξε δὲ πάντα σώματος οὐδὲ πρέποντα τύπον· παῖς δ' ἦεν Ἴακχος χειρί τέ μιν ῥίπτασκε γελῶν Βαυβοῦς ὑπὸ κόλποις. ἡ δ' ἐπεὶ οὖν μείδησε θεά, μείδησ' ἐνὶ θυμῷ, δέξατο δ' αἰόλον ἄγγος, ἐν ᾧ κυκεὼν ἐνέκειτο. 2.3.35 κἄστι τὸ σύνθημα Ἐλευσινίων μυστηρίων· «ἐνήστευσα, ἔπιον τὸν κυκεῶνα, ἔλαβον ἐκ κίστης, ἐργασάμενος ἀπεθέμην εἰς κάλαθον καὶ ἐκ καλάθου εἰς κίστην». καλά γε τὰ θεάματα καὶ θεᾷ πρέποντα. 2.3.36 Ἄξια μὲν οὖν νυκτὸς τὰ τελέσματα καὶ πυρὸς καὶ τοῦ «μεγαλήτορος», μᾶλλον δὲ ματαιόφρονος Ἐρεχθειδῶν δήμου, πρὸς δὲ καὶ τῶν ἄλλων Ἑλλή.3.37 νων, οὕστινας «μένει τελευτήσαντας ἅσσα οὐδὲ ἔλπονται». τίσι δὴ μαντεύεται Ἡράκλειτος ὁ Ἐφέσιος; «νυκτιπόλοις, μάγοις, βάκχοις, λήναις, μύσταις», τούτοις ἀπειλεῖ τὰ μετὰ θάνατον, τούτοις μαντεύεται τὸ πῦρ· «τὰ γὰρ νομιζό.3.38 μενα κατὰ ἀνθρώπους μυστήρια ἀνιερωστὶ μυεῦνται». νόμος οὖν καὶ ὑπόληψις κενὴ καὶ τοῦ δράκοντος τὰ μυστήρια ἀπάτη τίς ἐστι θρησκευομένη τὰς ἀμυήτους ὄντως μυήσεις καὶ τὰς ἀνοργιάστους τελετὰς εὐσεβείᾳ νόθῳ προ.3.

35

τρεπομένων. οἷαι δὲ καὶ αἱ κίσται αἱ μυστικαί; δεῖ γὰρ ἀπογυμνῶσαι τὰ ἅγια αὐτῶν καὶ τὰ ἄρρητα ἐξειπεῖν· οὐ σησαμαῖ ταῦτα καὶ πυραμίδες καὶ τολύπαι καὶ πόπανα πολυόμφαλα χόνδροι τε ἁλῶν καὶ δράκων, ὄργιον Διονύσου Βασσάρου; οὐχὶ δὲ ῥοιαὶ πρὸς τοῖσδε καὶ κράδαι νάρθηκές τε καὶ κιττοί, 2.3.40 πρὸς δὲ καὶ φθοῖς καὶ μήκωνες; ταῦτ' ἐστὶν αὐτῶν τὰ ἅγια. καὶ προσέτι τῆς Θέμιδος τὰ ἄρρητα σύμβολα, ὀρίγανον, λύχνος, ξίφος, κτεὶς γυναικεῖος, ὅς ἐστιν εὐφήμως καὶ μυστικῶς μόριον γυναικεῖον. ὢ τῆς ἐμφανοῦς ἀναισχυντίας· πάλαι μὲν ἀνθρώποις σωφρονοῦσιν ἐπικάλυμμα ἡδονῆς νὺξ ἦν σιωπωμένη, νυνὶ δὲ τοῖς μυουμένοις ἡ ἱερὰ τῆς ἀκρασίας νύξ ἐστι λαλουμένη, καὶ τὸ πῦρ 2.3.41 ἐλέγχει τὰ πάθη δᾳδουχούμενον. ἀπόσβεσον, ὦ ἱεροφάντα, τὸ πῦρ· αἰδέσθητι, δᾳδοῦχε, τὰς λαμπάδας· ἐλέγχει σου τὸν Ἴακχον τὸ φῶς· ἐπίτρεψον ἀποκρύψαι τῇ νυκτὶ τὰ μυστήρια· σκότει τετιμήσθω τὰ ὄργια. τὸ πῦρ οὐχ ὑποκρίνεται· ἐλέγχειν καὶ κολάζειν κελεύεται. 2.3.42 Ταῦτα τῶν ἀθέων τὰ μυστήρια. ἀθέους δὲ εἰκότως ἀποκαλῶ τούτους, οἳ τὸν μὲν ὄντως ὄντα θεὸν ἠγνοήκασι, παιδίον δὲ Τιτάνων ὕπο διασπώμενον καὶ γύναιον πενθοῦν καὶ μόρια ἄρρητα ὡς ἀληθῶς ὑπ' αἰσχύνης ἀναισχύντως σέβουσιν, διττῇ ἐνισχημένοι τῇ ἀθεότητι· προτέρᾳ μέν, καθ' ἣν ἀγνοοῦσι τὸν θεόν, τὸν ὄντα ὄντως μὴ γνωρίζοντες θεόν, ἑτέρᾳ δὲ καὶ δευτέρᾳ δὴ ταύτῃ τῇ πλάνῃ τοὺς οὐκ ὄντας ὡς ὄντας νομίζοντες καὶ θεοὺς τούτους ὀνομάζοντες τοὺς οὐκ ὄντας ὄντως, μᾶλλον δὲ οὐδὲ ὄντας, μόνου δὲ τοῦ ὀνόματος τετυχηκότας.» Τοσαῦτα καὶ οὗτος. 2.4.

εʹ. ΤΙΣΙ ΛΟΓΙΣΜΟΙΣ ΤΟΥ [ΜΗ] ΤΑ ΟΜΟΙΑ ΤΟΙΣ ΕΛΛΗΣΙ ΠΕΡΙ ΘΕΩΝ ΦΡΟΝΕΙΝ ΑΝΕΧΩΡΗΣΑΜΕΝ Εἰκότως δῆτα ἡμεῖς τούτων ἁπάντων ἐλευθέρους ἡμᾶς γενέσθαι ὁμολογοῦμεν, τῆς μὲν μακρᾶς καὶ πεπαλαιωμένης πλάνης ὥσπερ τινὸς δεινῆς καὶ χαλεπωτάτης νόσου λελυτρωμένοι, πρῶτα μὲν τῇ τοῦ παντοκρά τορος θεοῦ χάριτι καὶ εὐεργεσίᾳ, δεύτερον δὲ ἀπορρήτῳ δυνάμει τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας, καὶ τρίτον σώφρονι λογισμῷ κρίναντες ἀνόσιον εἶναι καὶ δυσσεβὲς τῇ τοῦ θεοῦ σεβασμίῳ προσηγορίᾳ τιμᾶν τοὺς πάλαι ἐν νεκροῖς κειμένους θνητοὺς ἄνδρας καὶ οὐδὲ σωφρόνων ἀνδρῶν μνήμην ἀπολελοιπότας, ἐσχάτης δὲ ἀκρασίας καὶ ἀκολασίας ὠμότητός τε καὶ φρενοβλαβείας δείγματα τοῖς μετ' αὐτοὺς φυλάττειν παραδεδωκότας. 2.4. πῶς γὰρ οὐ πάντων ἠλιθιώτατον τοὺς σωφροσύνης ἐραστὰς τοῖς αἰσχροῖς καὶ ἀκολάστοις τῶν πρωτείων παραχωρεῖν, καὶ τοὺς συνετοὺς καὶ ἔμφρονας τοῖς τὰς φρένας ἀπολωλεκόσι τὴν σεβάσμιον παρέχειν τιμὴν τούς τε δικαιοσύνης καὶ φιλανθρωπίας ἀσκητὰς τοῖς δι' ὑπερβολὴν ὠμότητος καὶ ἀπανθρω.4.3 πίας τεκνοκτονίας καὶ πατροκτονίας μιάσμασιν ἐνισχημένοις; ποίαν δ' οὐχ ὑπερηκόντισεν ὑπερβολὴν ἀσεβείας τὸ καταβάλλειν εἰς ἄρρητα ἀνδρῶν καὶ γυναικῶν μόρια καὶ εἰς τὴν ἄλογον καὶ θηριώδη φύσιν τὴν σεμνὴν καὶ παναγίαν τοῦ θεοῦ πρόσρησιν τοιαῦτά τε αἰσχρὰ καὶ ἀπάνθρωπα θεολογεῖν, οἷα καὶ ἐπὶ τῶν ἐν ἀνθρώποις κακούργων, εἰ κατελεγχθείη, ταῖς ἀπὸ τῶν νόμων 2.4.4 ἀπαραιτήτοις ὑποπέσοιεν ἂν τιμωρίαις; καὶ τί χρὴ μηκύνειν εὐαγγελιζομένους πάντα βάρβαρον ὁμοῦ καὶ Ἕλληνα τὴν ἀπὸ τῶν εἰρημένων κακῶν ἐλευθερίαν τῆς τε τῶν ψευδωνύμων θεῶν ἀποστασίας τὸ εὔλογον εἰς φῶς ἀγαγόντας, ὁπότε καὶ αὐτῶν ἤδη τῶν σφόδρα δεισιδαιμόνων οἱ πλείους, ὥσπερ ἐκ βαθέος κάρου ἀνανήψαντες καὶ τῆς παλαιᾶς ἀχλύος τὸ τῆς ψυχῆς ὄμμα διανοίξαντες τὸν βαθὺν λῆρον συνεῖδον τῆς πατρικῆς πλάνης καὶ στάντες ἐπὶ λογισμοῦ τὴν ἑτέραν ὁδὸν εἵλοντο, τῆς παλαιᾶς ἀναχωρήσαντες; ὧν οἱ 2.4.5 μὲν ὁμόσε χωρήσαντες τῆς ὅλης κατέπτυσαν θεολογίας τῶν σφετέρων προγόνων πλατὺ καταγελάσαντες, οἱ δ' ἀθεότητος δόξαν

36

ἐκκλίναντες οὔτ' ἐπὶ τοῖς πρότερον ἔστησαν οὔτ' ἐξ ἅπαντος αὐτῶν ἀνεχώρησαν, κολακεῦσαι δὲ καὶ θεραπεῦσαι τὴν οἰκείαν προθέμενοι δόξαν τὰς περὶ τῶν τεθρυλημένων παρ' αὐτοῖς θεῶν ἱστορίας ἀληθεῖς μύθους εἶναι πεπλασμένους ὑπὸ ποιητῶν 2.4. ἐπεφήμισαν, φυσικὰς ἐν αὐτοῖς ἀποκρύπτοντες θεωρίας. ὧν εἰ καὶ ὅτι μάλιστα μηδὲν φέρουσιν ἀληθείας δεῖγμα, ὅμως δ' οὖν ἀναγκαία γένοιτ' ἂν ἡμῖν ἡ ἔκθεσις εἰς θεωρίαν τῶν καὶ παρὰ τούτοις σεμνῶν, ὡς ἂν καὶ τῆς τούτων ἀναχωρήσεως οὐκ ἄλλως ἡμῖν προξενηθείσης ἢ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας τὸ εὔλογον παρασταίη. φέρ' οὖν καὶ τούτων τὸν λόγον ἄνωθεν ἀναλαβόντες ἐπισκεψώμεθα. 2.5. ʹ

ΑΝΑΚΕΦΑΛΑΙΩΣΙΣ ΤΩΝ ΠΡΟΣΘΕΝ ΕΙΡΗΜΕΝΩΝ Τῆς μὲν οὖν Ἑλληνικῆς θεολογίας, λέγω δὲ τῆς πανδήμου καὶ μυθικωτέρας καὶ πολὺ πρότερον τῆς παρὰ Φοίνιξι καὶ Αἰγυπτίοις τοῖς τε ἄλλοις, ὧν τὴν μνήμην οἱ πρὸ τούτου περιέσχον λόγοι, τοιόσδε τις ὁ τρόπος ἀποδέδεικται, οἷος διὰ τῶν προεκτεθεισῶν φωνῶν αὐτῶν δὴ τῶν Ἑλληνικῶν συγγραφέων προδεδήλωται· ὃν καὶ εἰκότως ἐν ἀρχαῖς τῆς προκειμένης Εὐαγγελικῆς Προπαρασκευῆς εἰς διάκρισίν τε καὶ ἐπίγνωσιν τοῖς ἐντευξομένοις προτεθείκαμεν, ὡς ἂν μάθοιμεν ἡμεῖς τε αὐτοὶ καὶ οἱ τῶνδε εἰσέτι νῦν ἄπειροι, τίνες ὄντες πάλαι πρότερον καὶ οἵων ἐκ πατέρων φύντες ὁπηλίκοις τε τὸ πρὶν κακοῖς πεπεδημένοι δυσσεβείας τε ὁπόσῃ καὶ ἀγνωσίας θεοῦ μέθῃ τὰς ψυχὰς κατορωρυγμένοι τῆς τούτων ἁπάντων ἀθρόως ἀνανεύσεως καὶ ἐλευθερίας ἠξιώθημεν διὰ μιᾶς μόνης τῆς εὐαγγελικῆς διδασκαλίας, οὐκ ἄλλως ἡμῖν πρυτανευθείσης ἢ δι' ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ 2.5. Χριστοῦ τοῦ θεοῦ· ὃς οὐ μέρει γῆς οὐδ' ἐν γωνίᾳ χώρας ἔθνους ἑνός, καθ' ὅλης δὲ τῆς ἀνθρώπων οἰκουμένης, ἐν ᾗ τὰ τῆς μάλιστα δεισιδαίμονος πλάνης ὑπερίσχυσεν, οἷά τις νοερῶν καὶ λογικῶν ψυχῶν ἥλιος τὰς τοῦ οἰκείου φωτὸς ἐφαπλώσας ἀκτῖνας ὁμοῦ πᾶν γένος ἀνθρώπων, βαρβάρων τε καὶ Ἑλλήνων, ὥσπερ ἐξ ἀχλύος δεινῆς καὶ ζοφερωτάτης τε καὶ ἀειδοῦς νυκτὸς τῆς δεισιδαίμονος πλάνης ἐπὶ λαμπρὰν καὶ διαυγεστάτην ἡμέραν τῆς ἀληθοῦς εὐσεβείας τοῦ παμβασιλέως θεοῦ πάντας ἡμᾶς μετεστήσατο. 2.5.3 διαρρήδην γοῦν αἱ προπαρατεθεῖσαι φωναὶ νεκρῶν εἴδωλα καὶ ἀνδρῶν πάλαι κατοιχομένων εἰκόνας πάντας πανδημεὶ τοὺς ἀμφὶ τὴν πολύθεον πλάνην κατά τε πόλεις καὶ κώμας ἐπτοημένους θεραπεύειν τε καὶ περιέπειν ἐδίδαξαν, πάντων πάλαι ἀνδρῶν δι' ὑπερβάλλουσαν τοῦ τότε βίου θηριωδίαν θεοῦ μὲν τοῦ πάντων δημιουργοῦ μηδένα λόγον ποιουμένων μηδὲ τῆς θείας καὶ ἐπὶ τοῖς πλημμελουμένοις τιμωροῦ δίκης ἐμπαζομένων, εἰς πάσας δὲ ἀνοσιουργίας 2.5.4 καταβαλλόντων. οὔπω γὰρ εἰσέτι τότε νόμων καθ' οὓς χρὴ βιοῦν συνεστώτων οὐδέ γε τῆς ἡμέρου πολιτείας ἐν ἀνθρώποις κατατεταγμένης, ἀνειμένου δὲ καὶ νομαδικοῦ τοῦ βίου θηριώδους τε καθεστῶτος, τοῖς μὲν θρεμμάτων ἀλόγων δίκην τῶν τῆς γαστρὸς ἀποπληρώσεων πλέον οὐδὲν ἔμελεν, οἷς καὶ πρῶτος οὗτος ἀθεότητος ὑποικουρεῖ τρόπος· οἱ δ' εἰς βραχύ τι φυσικαῖς ἐννοίαις ἀνακινούμενοι θεὸν καὶ θεοῦ δύναμιν σωτήριόν τι καὶ ἀγαθὸν εἶναι χρῆμα διενοήθησαν, εὑρεῖν δὲ τοῦτον θελήσαντες ἄνω μὲν τὰς ψυχὰς εἰς οὐρανὸν ἔτειναν, αὐτόθι δὲ τῇ διανοίᾳ στάντες καὶ τῶν κατ' οὐρανὸν φαινόντων τε καὶ φαινομένων φωστήρων καταπλαγέντες τὰ κάλλη, ταῦτ' 2.5.5 εἶναι θεοὺς ἀπεφήναντο. τρίτοι δὲ ἄλλοι σφᾶς αὐτοὺς ἐπὶ γῆς ῥίψαντες τοὺς ἐπὶ συνέσει τῶν κατ' αὐτοὺς προφέρειν νενομισμένους ἢ καὶ ῥώμῃ σώματος καὶ δυναστείας ἰσχύϊ τῶν πλειόνων ἐπικρατήσαντας, γίγαντάς τινας ἢ τυράννους ἢ καὶ γόητας καὶ φαρμακέας ἄνδρας ἔκ τινος τῶν θείων ἀποπτώσεως τὰς κακοτέχνους γοητείας συνεσκευασμένους ἢ καὶ τοὺς ἄλλους κοινῆς τινος καὶ βιωφελοῦς εὐεργεσίας προάρξαντας ζῶντάς τε καὶ μετὰ 2.5. τὴν τελευτὴν θεοὺς

37

ἐπεφήμισαν. ἔνθεν αὐτοῖς καὶ οἱ τῶν θεῶν οἶκοι νεκρῶν εἶναι τάφοι μνημονεύονται, ὡς ὁ Κλήμης ἐν τῷ πρὸς Ἕλληνας Προτρεπτικῷ ἱστορεῖ, τοῦ λόγου μάρτυρας αὐτοὺς Ἕλληνας ἐπαγόμενος. εἰ δή σοι φίλον, αὖθις καὶ τούτου τόνδε γράφοντος ἄκουε τὸν τρόπον· 2.6.

ζʹ. ΠΕΡΙ ΤΟΥ ΝΕΚΡΩΝ ΕΙΝΑΙ ΤΑΦΟΥΣ ΤΑ ΚΑΛΟΥΜΕΝΑ ΑΥΤΩΝ ΙΕΡΑ ΤΩΝ ΘΕΩΝ «Εἰκότως ἄρα ἀρχήν ποθεν ἡ δεισιδαιμονία λαβοῦσα κακίας ἀνοήτου γέγονε πηγή· ἔπειτα μὴ ἀνακοπεῖσα, ἀλλ' εἰς ἐπίδοσιν ἐλθοῦσα πολλὴ δὴ ῥυεῖσα δημιουργὸς πολλῶν καθίσταται δαιμόνων, ἑκατόμβας ποιοῦσα καὶ πανηγύρεις ἐπιτελοῦσα καὶ ἀγάλματα ἀνιστᾶσα καὶ νεὼς ἀνοικοδομοῦσα, οὓς δὴ οὐδὲ γὰρ οὐδὲ τοῦτο σιωπήσομαι, πρὸς δὲ καὶ αὐτοὺς ἐλέγξω νεὼς μὲν εὐφήμως ὀνομαζομένους, τάφους δὲ γενομένους, τουτέστι τοὺς τάφους νεὼς ἐπικεκλημένους. ὑμεῖς δὲ ἀλλὰ κἂν νῦν δεισιδαιμονίας ἐκλάθεσθε, τοὺς τάφους τιμᾶν αἰσχυνόμενοι. 2.6. Ἐν τῷ ναῷ τῆς Ἀθηνᾶς ἐν Λαρίσσῃ ἐν τῇ ἀκροπόλει τάφος ἐστὶν Ἀκρισίου,Ἀθήνησι δὲ ἐν τῇ ἀκροπόλει Κέκροπος, ὥς φησιν Ἀντίοχος ἐν τῷ ἐνάτῳ τῶν 2.6.3 ἱστοριῶν. τί δὲ Ἐριχθόνιος; οὐχὶ ἐν τῷ νεῲ τῆς Πολιάδος κεκήδευται, Ἴμμαρος δὲ ὁ Εὐμόλπου καὶ Δαείρας οὐχὶ ἐν τῷ περιβόλῳ τοῦ Ἐλευσινίου 2.6.4 τοῦ ὑπὸ τῇ ἀκροπόλει, αἱ δὲ Κελεοῦ θυγατέρες ἐν Ἐλευσῖνι τετάφαται; τί σοι καταλέγω τὰς ἐξ Ὑπερβορέων γυναῖκας; Ὑπερόχη καὶ Λαοδίκη κέκλησθον, ἐν τῷ Ἀρτεμισίῳ ἐν Δήλῳ κεκήδευσθον, τὸ δὲ ἐν τῷ Ἀπόλλωνος τοῦ Δηλίου 2.6.5 ἐστὶν ἱερῷ. Λέανδρος δὲ Κλέοχον ἐν Μιλήτῳ τεθάφθαι ἐν τῷ Διδυμαίῳ φησίν. ἐνταῦθα τῆς Λευκοφρύνης τὸ μνημεῖον οὐκ ἄξιον παρελθεῖν ἑπομένους Ζήνωνι τῷ Μυνδίῳ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος ἐν Μαγνησίᾳ κεκήδευται· οὐδὲ μὴν τὸν ἐν Τελμησσῷ βωμὸν τοῦ Ἀπόλλωνος· μνῆμα εἶναι καὶ τοῦτον 2.6. Τελμησσέως τοῦ μάντεως ἱστοροῦσι. Πτολεμαῖος δὲ ὁ τοῦ Ἀγησάρχου ἐν τῷ πρώτῳ τῶν περὶ τὸν Φιλοπάτορα ἐν Πάφῳ λέγει ἐν τῷ τῆς Ἀφρο.6. δίτης ἱερῷ Κινύραν τε καὶ τοὺς Κινύρου ἀπογόνους κεκηδεῦσθαι. ἀλλὰ γὰρ ἐπιόντι μοι τοὺς προσκυνουμένους ὑμῖν τάφους ἐμοὶ μὲν οὐδ[ὲ] ὁ πᾶς ἂν ἀρκέσαι χρόνος· ὑμᾶς δὲ εἰ μὴ ὑπεισέρχεταί τις αἰσχύνη τῶν τολμωμένων, νεκροὶ ἄρα τέλεον ὄντες νεκροῖς πεπιστευκότες περιέρχεσθε· ἆ δειλοί, τί κακὸν τόδε πάσχετε;» 2.6. Καὶ μετ' ὀλίγα φησί· «Καινὸν δὲ ἄλλον ἐν Αἰγύπτῳ, ὀλίγου δεῖν καὶ παρ' Ἕλλησι, σεβασμίως τεθείακε θεὸν ὁ βασιλεὺς ὁ Ῥωμαίων· τὸν ἐρώμενον ὡραιότατον σφόδρα γενό.6. μενον Ἀντίνοον ἀνιέρωσεν οὗτος, ὡς Γανυμήδην ὁ Ζεύς. οὐ γὰρ κωλύεται ῥᾳδίως ἐπιθυμία φόβον οὐκ ἔχουσα· καὶ νύκτας ἱερὰς τὰς Ἀντινόου προσκυνοῦσιν ἄνθρωποι νῦν, ἃς αἰσχρὰς ἠπίστατο ὁ συναγρυπνήσας ἐραστής.» Καὶ ἐπάγει· «Ἤδη δὲ ὁ τάφος τοῦ ἐρωμένου νεώς ἐστιν Ἀντινόου καὶ πόλις· καθάπερ δέ, οἶμαι, οἱ ναοὶ οὕτω καὶ οἱ τάφοι θαυμάζονται, πυραμίδες δὴ καὶ μαυσώλ<ε>ια καὶ λαβύρινθοι, ἄλλοι ναοὶ τῶν νεκρῶν, ὡς ἐκεῖνοι τάφοι τῶν θεῶν.» 2.6.10 Καὶ πάλιν μετ' ὀλίγα· «Ἴθι δὴ καὶ τοὺς ἀγῶνας ἐν βραχεῖ περιοδεύσωμεν καὶ τὰς ἐπιτυμβίους ταυτασὶ πανηγύρεις καταλύσωμεν, Ἴσθμιά τε καὶ Νέμεα καὶ Πύθια καὶ τὰ ἐπὶ τούτοις Ὀλύμπια. Πυθοῖ μὲν οὖν ὁ δράκων ὁ Πύθιος θρησκεύεται καὶ τοῦ ὄφεως ἡ πανήγυρις καταγγέλλεται Πύθια, Ἰσθμοῖ δὲ σκύβαλον προσέπτυσεν ἐλεεινὸν ἡ θάλασσα καὶ Μελικέρτην ὀδύρεται τὰ Ἴσθμια, Νεμέασι δὲ ἄλλο παιδίον Ἀρχέμορος κεκήδευται καὶ τοῦ παιδίου ὁ ἐπιτάφιος προσαγορεύεται Νέμεα. Πῖσα δ' ἐστὶν ἐν ὑμῖν τάφος, ὦ Πανέλληνες, ἡνιόχου Φρυγός, καὶ τοῦ Πέλοπος τὰς χοὰς τὰ Ὀλύμπια ὁ Φειδίου σφετερίζεται Ζεύς.» 2.6.11 ηʹ. ΠΟΙΑ ΤΙΣ ΗΝ Η ΤΩΝ ΠΑΛΑΙΩΝ ΠΕΡΙ ΘΕΩΝ ΔΟΞΑ Ταῦτα μὲν οὗτος. σὺ δὲ τὸν λόγον ἐξ ἀρχῆς

38

ἀναλαβὼν τῆς δεισιδαίμονος πλάνης ἐπίσκεψαι τὴν διάπτωσιν. φύσει μὲν οὖν καὶ αὐτοδιδάκτοις ἐννοίαις, μᾶλ λον δὲ θεοδιδάκτοις καλόν τι καὶ ὠφέλιμον τυγχάνειν τὸ σημαῖνον τὴν τοῦ θεοῦ προσηγορίαν τε καὶ οὐσίαν πάντες ἄνθρωποι κοινοῖς λογισμοῖς προειλήφεσαν, τοῦ τῶν ὅλων δημιουργοῦ τοῦτο πάσῃ λογικῇ καὶ νοερᾷ ψυχῇ φυσι.6.12 καῖς ἐννοίαις ὑποσπείραντος. οὐ μὴν καὶ τῇ προαιρέσει τῇ κατὰ λόγον ἐκέχρηντο· εἷς μὲν γάρ που τάχα τις καὶ δεύτερος ἢ καί τινες ἄλλοι κομιδῆ βραχεῖς, ὧν τὴν μνήμην τὰ Ἑβραίων περιέχει λόγια, εἰς οὐδὲν τῶν ὁρωμένων ἐφαρμόσαντες τὴν περὶ θεοῦ ἔννοιαν, ἀδιαστρόφοις δὲ τοῖς λογισμοῖς ἐπὶ τὸν τοῦ σύμπαντος κόσμου δημιουργὸν καὶ τὸν μέγαν τῶν ὅλων ποιητὴν ἐκ τῶν ὁρωμένων ἀναγαγόντες, διανοίας ὄμμασι κεκαθαρμένοις μόνον αὐτὸν εἶναι τὸν θεὸν τῶν πάντων σωτῆρα καὶ μόνον ἀγαθῶν δοτῆρα συνενόησαν· οἱ δὲ λοιποὶ παντοίᾳ ψυχῆς ἀμαυρώσει περιτραπέντες κατὰ βυθὸν ἀσεβείας ἠνέχθησαν, ὥστε θηρίων ἀγρίων τρόπον τὸ καλὸν καὶ συμφέρον καὶ ἀγαθὸν 2.6.13 μέχρι σωμάτων καὶ σαρκὸς ἡδονῆς στῆσαι ταύτη τε κατὰ τὰ προειρημένα τοὺς τῶν νενομισμένων τοῦ σώματος καλῶν καὶ χρησίμων εὐεργέτας ἢ καὶ δυνάστας τινὰς καὶ τυράννους ἢ καὶ γόητας καὶ φαρμακέας ἄνδρας, τῇ φύσει θνητοὺς καὶ ἀνθρωπίναις κεχρημένους συμφοραῖς, ὡς ἀγαθῶν χορηγοὺς σωτῆρας καὶ θεοὺς ἀναγορεύειν, τὴν σεβάσμιον ἔννοιαν φυσικῶς 2.6.14 αὐτοῖς ἐνυπάρχουσαν ἐφ' οὓς ἐνόμιζον εὐεργέτας μετατεθεικότες. τοσαύτη δ' ἄρα συνεῖχεν αὐτοὺς φρενῶν ἀποπληξία, ὡς μηδὲν τῶν πλημμελουμένων τοῖς θεολογουμένοις ὑπολογίζεσθαι μηδ' ἐρυθριᾶν ἐπὶ τοῖς αἰσχρῶς περὶ αὐτῶν φημιζομένοις, τὰ πάντα δὲ τοὺς ἄνδρας διὰ τὰς ἐξ αὐτῶν παρεχομένας ὠφελείας ἢ καὶ διὰ τὰς τότε πρῶτον συνισταμένας δυναστείας τε καὶ 2.6.15 τυραννίδας ἀποθαυμάζειν. νόμων γοῦν, ὥσπερ ἔφην ἤδη πρότερον, μηδέπω τότε ἐν ἀνθρώποις πολιτευομένων μηδ' ἐπὶ τοῖς ἁμαρτανομένοις τιμωρίας ἐπῃωρημένης, μοιχείας καὶ ἀρρένων φθοράς, ἐκθέσμους τε καὶ παρανόμους γάμους, μιαιφονίας τε καὶ πατροκτονίας, τέκνων τε καὶ ἀδελφῶν σφαγάς, ναὶ μὴν καὶ πολέμους καὶ στάσεις πεπραγμένας ὄντως τοῖς οἰκείοις προστάταις. οὓς θεοὺς ἡγοῦντό τε καὶ ἀπεκάλουν, ὥσπερ ἐν μέρει κατορθωμάτων καὶ ἀνδραγαθίας ἀπεμνημόνευον, τὴν τούτων μνήμην ὡς σεμνῶν καὶ ἀνδρείων τοῖς ὀψιγόνοις ἀπολιπόντες. 2.6.

θʹ. ΠΕΡΙ ΤΗΣ ΕΛΛΗΝΩΝ ΣΕΜΝΟΤΕΡΑΣ ΚΑΙ ΦΥΣΙΚΩΤΕΡΑΣ ΘΕΟΛΟΓΙΑΣ Τοιαῦτα ἦν τὰ τῆς παλαιᾶς θεολογίας, ἣν μεταβαλόντες νέοι τινές, ἐχθὲς καὶ πρώην ἐπιφυέντες λογικώτερόν τε φιλοσοφεῖν αὐχοῦντες, τὴν δὴ φυσικωτέραν τῆς περὶ θεῶν ἱστορίας δόξαν εἰσηγήσαντο, σεμνοτέρας εὑρησιλογίας τοῖς μύθοις προσεπινοήσαντες καὶ μήτε πάντη τῶν προπατόρων τὸ πλημμελὲς τῆς δυσσεβείας ἐκφυγόντες μήτ' αὖ πάλιν τὴν αὐτόθεν προ.6.17 φαινομένην τῶν θεολογουμένων μοχθηρίαν ὑπομείναντες. θεραπεῦσαι δ' οὖν ὅμως οἵδε τὸ πατρικὸν ἁμάρτημα προθυμηθέντες ἐπὶ φυσικὰς διηγήσεις καὶ θεωρίας τοὺς μύθους μετεσκευάσαντο, τὰ θρεπτικὰ καὶ αὐξητικὰ τῆς τῶν σωμάτων φύσεως ταῦτ' εἶναι τὰ διὰ τῶν μύθων δηλούμενα ὡς δὴ μυ.6.18 στικώτερον κομπάσαντες. ἔνθεν ἀνιόντες καὶ οἵδε τὰ στοιχεῖα τοῦ κόσμου θεοὺς ἐπεφήμισαν, οὐκ αὐτὸ μόνον ἥλιον καὶ σελήνην καὶ ἄστρα, προσέτι δὲ γῆν καὶ ὕδωρ, ἀέρα τε καὶ πῦρ τά τε ἐκ τούτων συγκρίματά τε καὶ ἀποτελέσματα, ναὶ μὴν καὶ τοὺς ὡραίους ἀπὸ γῆς καρποὺς καὶ τὰ λοιπὰ τῆς ξηρᾶς καὶ ὑγρᾶς τροφῆς βλαστήματα, ἃ καὶ αὐτὰ ὡς ἂν τῆς τῶν σωμάτων ζωῆς αἴτια Δήμητραν καὶ Κόρην καὶ Διόνυσον καὶ ὅσα ἄλλα τούτοις ἐμφερῆ προσειπόντες τεθειάκασι, βεβιασμένον καὶ οὐκ ἀληθῆ τῶν μύθων 2.6.19 τὸν καλλωπισμὸν εἰσηγησάμενοι. ἀλλ' οὗτοι μὲν ὀψέ ποτε, ὡς ἂν ἐπαισχυ νόμενοι τὰς τῶν προγόνων θεολογίας, οἴκοθεν ἃς ἕκαστος ἐφεῦρε σεμνολογίας τοῖς περὶ θεῶν μύθοις

39

προσεπενόησαν, κινεῖν τὰ πάτρια τολμῶντος οὐδενός, περὶ πολλοῦ δὲ τὴν ἀρχαιότητα καὶ τὴν συνήθη καὶ σύντροφον ἐκ παίδων 2.6.20 ἀγωγὴν τιμώμενοι. οἵ γε μὴν τούτων πρεσβύτεροι ἐν ἴσῳ τῇ τῶν ἀνδρῶν θεοποιίᾳ καὶ τὰς τῶν ἀλόγων ζῴων ἐκθεώσεις διετάξαντο διὰ τὸ καὶ ἐξ αὐτῶν χρήσιμον κατὰ τὰς πρόσθεν ἀποδοθείσας αἰτίας καὶ τοῖς ἀλόγοις θηρίοις τὰς ἴσας ἀφιέρωσαν θρησκείας, σπονδαῖς καὶ θυσίαις καὶ μυστικαῖς τελεταῖς ὕμνοις τε καὶ ᾠδαῖς ὁμοίως τοῖς τεθεοποιημένοις ἀνδράσι καὶ τὰς τούτων τιμὰς ἐπάραντες· εἰς τοσοῦτον δὲ ἄρα κακῶν ἤλαυνον ὡς δι' ὑπερβολὴν ἀκρατοῦς ἡδυπαθείας τὰ ὁλκὰ πρὸς αἰσχρουργίαν μέρη τοῦ σώματος τά τε ἀκόλαστα ἐν ἀνθρώποις πάθη ταῖς ἰσοθέοις ἐκθειάσαι τιμαῖς, μηδὲν τὸ παράπαν ἐν τούτοις χρῆναι σεμνολογεῖν τῶν δὴ θεολόγων αὐτῶν ἀποφηναμένων. 2.6.21 Τηρητέον γοῦν, ὡς ὅτι μάλιστα οἱ παλαίτατοι οὐδέν τι πλέον τῆς ἱστορίας εἰδότες, μόνοις δὲ τοῖς μύθοις προσανέχοντες ἐμαρτυρήθησαν. πλὴν ἀλλ' ἐπείπερ ἅπαξ ὡρμήθημεν καὶ τὰ σεμνὰ καὶ ἀπόρρητα τῶν γενναίων φιλοσόφων κατασκοπῆσαι, φέρε καὶ ταῦτα ἐπιθεωρήσωμεν, ὡς ἂν μὴ δοκοίημεν 2.6.22 ἀγνοεῖν καὶ τὰς θαυμαστὰς αὐτῶν φυσιολογίας. πρὶν δὲ τὴν τούτων ποιήσασθαι ἔκθεσιν ἐμοὶ δοκεῖ προεπισημήνασθαι τὴν αὐτῶν τῶν θαυμαστῶν φιλοσόφων κἀν τούτοις πρὸς ἑαυτοὺς ἐναντιολογίαν. οἱ μὲν γὰρ τηνάλλως διηγοῦνται καὶ κατὰ τὸ παραστὰν ἑκάστοις ἰδίως ἀποφαίνονται οὐδὲ γὰρ ἀλλήλοις σύμφωνα φυσιολογοῦσιν· οἱ δ' εὐγνωμονέστερον τὸ σύμπαν ἀναιροῦσιν καὶ τῆς οἰκείας πολιτείας οὐ μόνον τὰς ἀπρεπεῖς περὶ θεῶν διηγήσεις, ἀλλὰ καὶ τὰς τούτων ἑρμηνείας ἀπελαύνουσιν, ἔστι δ' ὅτε φόβῳ τῆς ἀπὸ 2.6.23 τῶν νόμων τιμωρίας τοὺς μύθους ὑποκορίζονται. ἄκουε δ' οὖν αὐτῶν τῶν Ἑλλήνων δι' ἑνὸς τοῦ πάντων ἀρίστου τοτὲ μὲν ἐξωθοῦντος, τοτὲ δ' αὖ πάλιν εἰσποιουμένου τοὺς μύθους. ὁ δ' οὖν θαυμάσιος αὐτῶν Πλάτων, ὅτε μὲν τὴν οἰκείαν ἀπογυμνοῖ προαίρεσιν, τολμηρότερον ἀπαγορεύει καθόλου περὶ θεῶν τοιαῦτα φρονεῖν τε καὶ λέγειν οἷα τοῖς παλαιοῖς εἴρητο, εἴτε περιέχοιέν τι λεληθὸς ἐν ὑπονοίαις δηλούμενον εἴτ' ἐκτὸς πάσης ὑπονοίας λέγοιτο· ὅτε δὲ τοὺς νόμους ὑποκορίζεται, καὶ δεῖν φησιν τοῖς περὶ θεῶν μύθοις 2.6.24 πιστεύειν ὡς μηδὲν ἔχουσιν ἐν ὑπονοίαις ἐξ αὐτῶν δηλούμενον. ἤδη δέ ποτε τῶν παλαιῶν μύθων τὴν οἰκείαν θεολογίαν ἀφορίσας, περί τε οὐρανοῦ καὶ ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ ἔτι περὶ τοῦ σύμπαντος κόσμου καὶ τῶν τούτου μερῶν κεχωρισμένως φυσιολογήσας, ἰδίως πάλιν καὶ ἀφωρισμένως περὶ τῶν πάλαι γενεαλογηθέντων θεῶν ὧδέ πως αὐτοῖς ῥήμασιν ἐν τῷ Τιμαίῳ διέξεισιν· 2.7.

ιʹ. ΟΠΩΣ Ο ΠΛΑΤΩΝ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΠΑΛΑΙΩΝ ΘΕΟΛΟΓΙΑΣ ΕΔΟΞΑΖΕΝ «Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ' ἡμᾶς· πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ που τοὺς ἑαυτῶν προγόνους εἰδότων. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγου σιν, ἀλλ' ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. 2.7. οὕτως οὖν κατ' ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανὸς καὶ Τηθὺς ἐγενέσθην· τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων· ἐκ δὲ Κρόνου τε καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες, ὅσους ἴσμεν [πάντας] ἀδελφοὺς λεγομένους αὐτῶν ἔτι τε τούτων ἐκγόνους ἄλλους.» 2.7.3 Ταῦτά φησιν ὁ Πλάτων ἑπομένους τῷ νόμῳ πιστευτέα εἶναι, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων εἰρῆσθαι αὐτὰ ὁμολογήσας· προσεκτέον δέ, ὡς οὐδὲν ἔχειν ἀπόρρητον τὰς τῶν θεῶν δὴ προσηγορίας τε 2.7.4 καὶ γενεαλογίας ἐν φυσιολογίαις δηλούμενον ἐμφαίνει. αὖθις δὲ ἐν ἑτέροις ὁ αὐτὸς τὴν οἰκείαν

40

ἀπογυμνῶν προαίρεσιν πάλιν τούτοις κέχρηται τοῖς ῥήμασιν· «Πρῶτον μέν, ἦν δ' ἐγώ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐ καλῶς ἐψεύσατο, ὡς Οὐρανός τε εἰργάσατο, ἅ φησιν δρᾶσαι αὐτὸν Ἡσίοδος, ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν. τί δὲ δὴ τὰ τοῦ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος; οὐδ' ἂν εἰ ἦν ἀληθῆ, ᾤμην δεῖν ῥᾳδίως οὕτω λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δ' ἀνάγκη τις ἦν λέγειν, δι' ἀπορρήτων ἀκούειν ὡς ὀλιγίστους, θυσαμένους οὐ χοῖρον, ἀλλά 2.7.5 τι μέγα καὶ ἄπορον θῦμα, ὅπως ὡς ἐλαχίστοις συνέβη ἀκοῦσαι. καὶ γάρ, ἦ δ' ὃς, οὗτοι δὴ οἱ λόγοι χαλεποί. καὶ οὐ λεκτέοι γε, ὦ Ἀδείμαντε, ἐν τῇ ἡμετέρᾳ πόλει· οὐδὲ λεκτέον νέῳ ἀκούοντι, ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ οὐδ' αὖ ἀδικοῦντα πατέρα κολάζων παντὶ τρόπῳ, ἀλλὰ δρῴη ἂν ὅπερ θεῶν οἱ πρῶτοί τε καὶ μέγιστοι. οὐδὲ αὐτῷ μοι δοκεῖ ἐπιτήδεια 2.7. εἶναι λέγειν. οὐδέ γε, ἦν δ' ἐγώ, τὸ παράπαν, ὡς θεοὶ θεοῖς πολεμοῦσι καὶ ἐπιβουλεύουσιν καὶ μάχονται οὐδὲ γὰρ ἀληθῆ, εἴ γε δεῖ ἡμῖν τοὺς μέλλοντας τὴν πόλιν φυλάξειν αἴσχιστον νομίζειν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι. πολλοῦ γε δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ποικιλτέον καὶ ἄλλας ἔχθρας παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν· ἀλλ' εἴ πως μέλλοιμεν πείσειν ὡς οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ ἀπήχθετο οὐδ' ἔστι τοῦτο ὅσιον, τοιαῦτα μᾶλλον λεκτέα πρὸς τὰ παιδία εὐθὺς καὶ γέρουσι καὶ γραυσὶ καὶ πρεσβυτέροις γενομένοις, καὶ 2.7. τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν. Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρός, μέλλοντος τῇ μητρὶ τυπτομένῃ ἀμύνειν, καὶ θεομαχίας ὅσας Ὅμηρος πεποίηκεν οὐ παραδεκτέον εἰς τὴν πόλιν, οὔτ' ἐν ὑπονοίαις πεποιημένας οὔτε ἄνευ ὑπονοιῶν.» 2.7. Σαφῶς δὴ διὰ τούτων ὁ φιλόσοφος καὶ τοὺς τῶν παλαιῶν μύθους τοὺς περὶ θεῶν καὶ τὰς τῶν μύθων ἐν ὑπονοίαις εἰρῆσθαι νομιζομένας φυσιολογίας παραιτητέας εἶναι διδάσκει· ὡς μηκέτ' ἀλόγως ἡμῖν καὶ τὴν ἐκ τούτων ἀναχώρησιν τὴν τοῦ σωτῆρος ἡμῶν διδασκαλίαν εὐαγγελίζεσθαι, ὁπότε 2.7. καὶ πρὸς τῶν οἰκείων ἀποβέβληται. ὅθεν ἔπεισί μοι καὶ τοὺς παλαιοὺς τῶν Ῥωμαίων θαυμάζειν, τίνα τρόπον ἁπάσας τὰς Ἑλληνικὰς περὶ θεῶν φυσιολογίας ἀτόπους οὔσας καὶ ἀνωφελεῖς, μᾶλλον δὲ βεβιασμένας καὶ ἀσυστάτους κατανοήσαντες, αὐτοῖς μύθοις τῆς οἰκείας περιέγραψαν θεολογίας. καὶ τοῦτο δέ σοι γνῶναι πάρεστιν ἀπὸ τῆς Διονυσίου τοῦ Ἁλικαρνασέως Ῥωμαϊκῆς ἀρχαιολογίας· οὗτος γὰρ ἐν τῷ δευτέρῳ τὰ κατὰ Ῥωμύλον τὸν πρῶτον κτίστην τῆς Ῥωμαίων πόλεως ἱστορῶν τά τε ἄλλα αὐτοῦ διέξεισι κατορθώματα, ἀτὰρ καὶ τὰ περὶ τῶνδε, τοῦτον γράφων τὸν τρόπον· 2.8.

ιαʹ. ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΡΩΜΑΙΟΥΣ ΘΕΟΛΟΓΙΑΣ «Ἀλλ' ἔγνω ὅτι νόμοι σπουδαῖοι καὶ καλῶν ζῆλος ἐπιτηδευμάτων εὐσεβῆ καὶ σώφρονα καὶ τὰ δίκαια ἀσκοῦσαν καὶ τὰ πολέμια ἀγαθὴν ἐξεργάζονται πόλιν· ὧν πολλὴν ἔσχε πρόνοιαν, τὴν ἀρχὴν ποιησάμενος ἀπὸ τῶν περὶ τὰ 2.8. θεῖα καὶ δαιμόνια σεβασμῶν. ἱερὰ μὲν οὖν καὶ τεμένη καὶ βωμοὺς καὶ ξοάνων ἱδρύσεις μορφάς τε αὐτῶν καὶ σύμβολα καὶ δυνάμεις καὶ δωρεάς, αἷς τὸ γένος ἡμῶν εὐηργέτησαν, ἑορτάς τε, ὁποίας τινὰς ἑκάστῳ θεῶν ἢ δαιμόνων ἄγεσθαι προσήκει, καὶ θυσίας, αἷς χαίρουσι γεραιρόμενοι πρὸς ἀνθρώπων, ἐκεχειρίας τε αὖ καὶ πανηγύρεις καὶ πόνων ἀναπαύλας καὶ πάντα τὰ τοιαῦτα ὁμοίως κατεστήσατο τῶν κρατίστων παρὰ τοῖς Ἕλλησι νομίμων. τοὺς 2.8.3 δὲ παραδεδομένους περὶ αὐτῶν μύθους, ἐν οἷς βλασφημίαι τινές εἰσι περὶ αὐτῶν ἢ κατηγορίαι, πονηροὺς καὶ ἀνωφελεῖς καὶ ἀσχήμονας ὑπολαβὼν εἶναι καὶ οὐχ ὅτι τῶν θεῶν, ἀλλ' οὐδὲ ἀνθρώπων ἀγαθῶν ἀξίους, ἅπαντας ἐξέβαλεν καὶ παρεσκεύασεν τοὺς ἀνθρώπους τὰ κάλλιστα περὶ θεῶν λέγειν τε καὶ φρονεῖν, μηδὲν αὐτοῖς προσανάψας ἀνάξιον

41

ἐπιτήδευμα τῆς μακαρίας 2.8.4 φύσεως. οὔτε γὰρ Οὐρανὸς ἐκτεμνόμενος ὑπὸ τῶν ἑαυτοῦ παίδων παρὰ Ῥωμαίοις λέγεται οὔτε Κρόνος ἀφανίζων τὰς ἑαυτοῦ γονὰς φόβῳ τῆς ἐξ αὐτῶν ἐπιθέσεως οὔτε Ζεὺς καταλύων τὴν Κρόνου δυναστείαν καὶ κατακλείων ἐν τῷ δεσμωτηρίῳ τοῦ Ταρτάρου τὸν ἑαυτοῦ πατέρα, οὐδέ γε πόλεμοι καὶ τραύ 2.8.5 ματα καὶ δεσμὰ καὶ θητεῖαι θεῶν παρ' ἀνθρώποις. ἑορτή τε οὐδεμία παρ' αὐτοῖς μελανείμων ἢ πένθιμος ἄγεται, τυπετοὺς ἔχουσα καὶ θρήνους γυναικῶν ἐπὶ θεοῖς ἀφανιζομένοις, ἃ παρ' Ἕλλησιν ἐπιτελοῦνται περί τε 2.8. Περσεφόνης ἁρπαγὴν καὶ Διονύσου πάθη καὶ ὅσα ἄλλα τοιαῦτα. οὐδ' ἂν ἴδοι τις παρ' αὐτοῖς, καίτοι διεφθαρμένων τῶν ἐθῶν ἤδη, οὐ θεοφορήσεις, οὐ κορυβαντιασμούς, οὐ βακχείας καὶ τελετὰς ἀπορρήτους, οὐ διαπαννυχισμοὺς ἐν ἱεροῖς θεῶν ἀνδρῶν σὺν γυναιξίν, οὐκ ἄλλο τῶν παραπλησίων τούτοις τερατευμάτων οὐδέν, ἀλλ' εὐλαβῶς ἅπαντα πραττόμενα καὶ λεγόμενα τὰ περὶ 2.8. τοὺς θεούς, ὡς οὔτε παρ' Ἕλλησιν οὔτε παρὰ βαρβάροις. καὶ ὃ πάντων μάλιστα ἔγωγε τεθαύμακα, καίπερ μυρίων ὅσων εἰς τὴν πόλιν ἐπεληλυθότων ἐθνῶν, οἷς πολλὴ ἀνάγκη σέβειν τοὺς πατρίους θεοὺς τοῖς οἴκοθεν νομίμοις, οὐδενὸς εἰς ζῆλον ἐλήλυθεν τῶν ξενικῶν ἐπιτηδευμάτων ἡ πόλις δημοσίᾳ, ὃ πολλοῖς ἤδη συνέβη παθεῖν, ἀλλὰ καὶ εἴ τινα κατὰ χρησμοὺς ἐπεισῆκται ἱερά, τοῖς αὐτόθι αὐτὰ νομίμοις μεθήρμοσεν, ἅπασαν ἐκβαλοῦσα τερθρείαν μυθικήν, 2.8. ὥσπερ τὰ τῆς ἱερᾶς θεᾶς ἱερά. θυσίας μὲν γὰρ αὐτῇ καὶ ἀγῶνας ἄγουσιν ἀνὰ πᾶν ἔτος οἱ στρατηγοὶ κατὰ τοὺς Ῥωμαίων νόμους, ἱερᾶται δ' αὐτῆς ἀνὴρ Φρὺξ καὶ γυνὴ Φρυγία καὶ περιάγουσιν ἀνὰ τὴν πόλιν οὗτοι μηναγυρτοῦντες, ὥσπερ αὐτοῖς ἔθος, τύπους τε περικείμενοι τοῖς στήθεσι καὶ καταυλούμενοι πρὸς τῶν ἑπομένων τὰ μητρῷα μέλη καὶ τύμπανα κροτοῦντες. 2.8. Ῥωμαίων δὲ τῶν αὐθιγενῶν οὔτε μηναγυρτῶν τις οὔτε καταυλούμενος πορεύεται διὰ τῆς πόλεως, ποικίλην ἐνδεδυμένος στολήν, οὔτε ὀργιάζει τὴν θεὸν τοῖς Φρυγίοις ὀργιασμοῖς κατὰ νόμον ἢ ψήφισμα βουλῆς. οὕτως εὐλαβῶς ἡ πόλις ἔχει πρὸς τὰ οὐκ ἐπιχώρια ἔθη περὶ θεῶν καὶ πάντα ὀττεύεται τῦφον, 2.8.10 οὗ μηδέν ἐστι τὸ εὐπρεπές. καὶ μηδεὶς ὑπολάβῃ με ἀγνοεῖν ὅτι τῶν Ἑλληνικῶν μύθων εἰσί τινες ἀνθρώποις χρήσιμοι, οἱ μὲν ἐπιδεικνύμενοι τὰ τῆς φύσεως ἔργα [διὰ λύπην], οἱ δὲ παραμυθίας ἕνεκα συγκείμενοι τῶν ἀνθρωπίνων συμφορῶν, οἱ δὲ ταραχὰς ἐξαιρούμενοι ψυχῆς καὶ δείματα καὶ δόξας καθαιροῦντες οὐχ ὑγιεῖς, οἱ δὲ ἄλλης τινὸς ἕνεκα συμπλασθέντες ὠφελείας. 2.8.11 ἀλλὰ καίπερ ἐπιστάμενος ταῦτα οὐδενὸς χεῖρον ὅμως εὐλαβῶς διάκειμαι πρὸς αὐτούς, καὶ τὴν Ῥωμαίων μᾶλλον ἀποδέχομαι θεολογίαν, ἐνθυμούμενος ὅτι τὰ μὲν ἐκ τῶν Ἑλληνικῶν μύθων ἀγαθὰ μικρά τέ ἐστι καὶ οὐ πολλοὺς δυνάμενα 2.8.12 ὠφελεῖν, ἀλλὰ μόνον τοὺς ἐξητακότας ὧν ἕνεκα γίνεται. σπάνιοι δ' εἰσὶν οἱ μετειληφότες ταύτης τῆς φιλοσοφίας· ὁ δὲ πολὺς καὶ ἀφιλοσόφητος ὄχλος ἐπὶ τὰ χείρω λαμβάνειν φιλεῖ τοὺς περὶ αὐτῶν λόγους καὶ πάσχει θάτερον, ἢ καταφρονεῖ τῶν θεῶν ὡς ἐν πολλῇ κακοδαιμονίᾳ κυλινδουμένων ἢ τῶν αἰσχίστων τε καὶ παρανομωτάτων οὐδενὸς ἀπέχεται, θεοῖς ὁρῶν αὐτὰ προσκείμενα. 2.8.13 ἀλλ' ὑπὲρ μὲν τούτων τοῖς αὐτὸ μόνον τὸ θεωρητικὸν τῆς φιλοσοφίας 2.8.4 τῷ δεσμωτηρίῳ τοῦ Ταρτάρου τὸν ἑαυτοῦ πατέρα, οὐδέ γε πόλεμοι καὶ τραύ 2.8.5 ματα καὶ δεσμὰ καὶ θητεῖαι θεῶν παρ' ἀνθρώποις. ἑορτή τε οὐδεμία παρ' αὐτοῖς μελανείμων ἢ πένθιμος ἄγεται, τυπετοὺς ἔχουσα καὶ θρήνους γυναικῶν ἐπὶ θεοῖς ἀφανιζομένοις, ἃ παρ' Ἕλλησιν ἐπιτελοῦνται περί τε 2.8. Περσεφόνης ἁρπαγὴν καὶ Διονύσου πάθη καὶ ὅσα ἄλλα τοιαῦτα. οὐδ' ἂν ἴδοι τις παρ' αὐτοῖς, καίτοι διεφθαρμένων τῶν ἐθῶν ἤδη, οὐ θεοφορήσεις, οὐ κορυβαντιασμούς, οὐ βακχείας καὶ τελετὰς ἀπορρήτους, οὐ διαπαννυχισμοὺς ἐν ἱεροῖς θεῶν ἀνδρῶν σὺν γυναιξίν, οὐκ ἄλλο τῶν παραπλησίων τούτοις τερατευμάτων οὐδέν, ἀλλ' εὐλαβῶς ἅπαντα πραττόμενα καὶ λεγόμενα τὰ περὶ 2.8. τοὺς θεούς, ὡς οὔτε παρ' Ἕλλησιν οὔτε παρὰ

42

βαρβάροις. καὶ ὃ πάντων μάλιστα ἔγωγε τεθαύμακα, καίπερ μυρίων ὅσων εἰς τὴν πόλιν ἐπεληλυθότων ἐθνῶν, οἷς πολλὴ ἀνάγκη σέβειν τοὺς πατρίους θεοὺς τοῖς οἴκοθεν νομίμοις, οὐδενὸς εἰς ζῆλον ἐλήλυθεν τῶν ξενικῶν ἐπιτηδευμάτων ἡ πόλις δημοσίᾳ, ὃ πολλοῖς ἤδη συνέβη παθεῖν, ἀλλὰ καὶ εἴ τινα κατὰ χρησμοὺς ἐπεισῆκται ἱερά, τοῖς αὐτόθι αὐτὰ νομίμοις μεθήρμοσεν, ἅπασαν ἐκβαλοῦσα τερθρείαν μυθικήν, 2.8. ὥσπερ τὰ τῆς ἱερᾶς θεᾶς ἱερά. θυσίας μὲν γὰρ αὐτῇ καὶ ἀγῶνας ἄγουσιν ἀνὰ πᾶν ἔτος οἱ στρατηγοὶ κατὰ τοὺς Ῥωμαίων νόμους, ἱερᾶται δ' αὐτῆς ἀνὴρ Φρὺξ καὶ γυνὴ Φρυγία καὶ περιάγουσιν ἀνὰ τὴν πόλιν οὗτοι μηναγυρτοῦντες, ὥσπερ αὐτοῖς ἔθος, τύπους τε περικείμενοι τοῖς στήθεσι καὶ καταυλούμενοι πρὸς τῶν ἑπομένων τὰ μητρῷα μέλη καὶ τύμπανα κροτοῦντες. 2.8. Ῥωμαίων δὲ τῶν αὐθιγενῶν οὔτε μηναγυρτῶν τις οὔτε καταυλούμενος πορεύεται διὰ τῆς πόλεως, ποικίλην ἐνδεδυμένος στολήν, οὔτε ὀργιάζει τὴν θεὸν τοῖς Φρυγίοις ὀργιασμοῖς κατὰ νόμον ἢ ψήφισμα βουλῆς. οὕτως εὐλαβῶς ἡ πόλις ἔχει πρὸς τὰ οὐκ ἐπιχώρια ἔθη περὶ θεῶν καὶ πάντα ὀττεύεται τῦφον, 2.8.10 οὗ μηδέν ἐστι τὸ εὐπρεπές. καὶ μηδεὶς ὑπολάβῃ με ἀγνοεῖν ὅτι τῶν Ἑλληνικῶν μύθων εἰσί τινες ἀνθρώποις χρήσιμοι, οἱ μὲν ἐπιδεικνύμενοι τὰ τῆς φύσεως ἔργα [διὰ λύπην], οἱ δὲ παραμυθίας ἕνεκα συγκείμενοι τῶν ἀνθρωπίνων συμφορῶν, οἱ δὲ ταραχὰς ἐξαιρούμενοι ψυχῆς καὶ δείματα καὶ δόξας καθαιροῦντες οὐχ ὑγιεῖς, οἱ δὲ ἄλλης τινὸς ἕνεκα συμπλασθέντες ὠφελείας. 2.8.11 ἀλλὰ καίπερ ἐπιστάμενος ταῦτα οὐδενὸς χεῖρον ὅμως εὐλαβῶς διάκειμαι πρὸς αὐτούς, καὶ τὴν Ῥωμαίων μᾶλλον ἀποδέχομαι θεολογίαν, ἐνθυμούμενος ὅτι τὰ μὲν ἐκ τῶν Ἑλληνικῶν μύθων ἀγαθὰ μικρά τέ ἐστι καὶ οὐ πολλοὺς δυνάμενα 2.8.12 ὠφελεῖν, ἀλλὰ μόνον τοὺς ἐξητακότας ὧν ἕνεκα γίνεται. σπάνιοι δ' εἰσὶν οἱ μετειληφότες ταύτης τῆς φιλοσοφίας· ὁ δὲ πολὺς καὶ ἀφιλοσόφητος ὄχλος ἐπὶ τὰ χείρω λαμβάνειν φιλεῖ τοὺς περὶ αὐτῶν λόγους καὶ πάσχει θάτερον, ἢ καταφρονεῖ τῶν θεῶν ὡς ἐν πολλῇ κακοδαιμονίᾳ κυλινδουμένων ἢ τῶν αἰσχίστων τε καὶ παρανομωτάτων οὐδενὸς ἀπέχεται, θεοῖς ὁρῶν αὐτὰ προσκείμενα. 2.8.13 ἀλλ' ὑπὲρ μὲν τούτων τοῖς αὐτὸ μόνον τὸ θεωρητικὸν τῆς φιλοσοφίας μέρος ἀσκοῦσιν ἀφείσθω σκοπεῖν, τῆς δὲ ὑπὸ Ῥωμύλου κατασταθείσης πολιτείας καὶ τάδε ἡγησάμην ἱστορίας ἄξια.» Τὰ μὲν δὴ παραστάντα τοῖς κρατίστοις τῶν φιλοσόφων καὶ τοῖς παλαιοῖς καὶ πρώτοις τῆς Ῥωμαίων ἡγεμονίας περὶ τῆς Ἑλληνικῆς θεολογίας τοιαῦτα ἦν, οὐδαμῶς φυσιολογίας ἐν τοῖς περὶ θεῶν μύθοις παραδεχόμενα οὐδέ γε τὰς σεμνοφανεῖς καὶ σοφιστικὰς τερθρείας. ἡμεῖς γε μὴν ἐπείπερ ἅπαξ ὡρμήθημεν καὶ ἐπὶ τὸν τούτων ἔλεγχον, φέρε τὰς ἑρμηνείας αὐτῶν καὶ θεωρίας, τί ποτε ἄρα σεμνὸν καὶ θεοπρεπὲς ἐπικομίζονται, συνίδωμεν, μηδὲν μὲν ἐξ ἡμῶν, πάντα δὲ ταῖς αὐτῶν φωναῖς συγχρώμενοι, ὡς ἂν παρ' αὐτῶν αὖθις τὰ αὐτῶν οἰκεῖα καταμάθοιμεν.

3.pin.t Γ ΤΑΔΕ ΤΟ ΤΡΙΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ 3.pin. αʹ. Περὶ τῆς Ἑλλήνων φυσικῆς θεολογίας βʹ. Περὶ τῆς Αἰγυπτίων ἀλληγορουμένης θεολογίας γʹ. Ὅτι περὶ τῶν αὐτῶν δʹ. Ὅτι τὴν πᾶσαν ἀναφορὰν τῆς τροπικῆς αὐτῶν θεωρίας ἐπὶ μόνα τὰ φαινόμενα κατ' οὐρανὸν ἄστρα ἐπί τε ὕδωρ καὶ πῦρ καὶ τὰ λοιπὰ μέρη τοῦ κόσμου μετῆγον εʹ. Ὅτι καὶ ταῦτα πάσης ὑπῆρχε μεστὰ καταγνώσεως ʹ. Ὅτι καὶ τῆς φυσικωτέρας αὐτῶν περὶ θεωρίας εὐλόγως ἀναχωρήσαντες τὴν μόνην καὶ ἀληθῆ θεολογίαν προετιμήσαμεν ζʹ. Ὁποίας οἱ νεώτεροι τῶν φιλοσόφων τοῖς περὶ θεῶν μύθοις συνέπλεξαν αἰτιολογίας ηʹ. Περὶ τῆς παλαιᾶς τῶν ξοάνων κατασκευῆς θʹ. Ἔτι περὶ τῆς ἀλληγορουμένης Ἑλλήνων

43

καὶ Αἰγυπτίων θεολογίας ιʹ. Ἔλεγχος δαὶ ἀνατροπὴ τῆς καὶ τούτων βεβιασμένης ἀποδόσεως ιαʹ. Ὅτι τὰς μυθικὰς περὶ θεῶν διηγήσεις αὐτοὶ διὰ τῶν οἰκείων χρησμῶν οἱ αὐτῶν θεοὶ κυροῦντες ἀπελέγχονται ἐναντία πράττοντες τοῖς φιλοσόφοις ιβʹ. Ὅτι καὶ τὰς τῶν φιλοσόφων θεωρίας βεβαιοῦσι διὰ τῶν χρησμῶν ἐναντίως τοῖς περὶ αὐτῶν μύθοις ἀλληγοροῦντες ιγʹ. Ὅτι τῶν ἀδυνάτων πέφυκεν τὰ μέρη τοῦ κόσμου ἢ τὰς θείας δυνάμεις γοητικαῖς ἀνάγκαις καθέλκεσθαι καὶ διὰ χρησμῶν τοῖς ἐρωτῶσι θεσπίζειν ιδʹ. Ὅτι δαιμονικῆς ἐνεργείας πάντα τὰ τοιάδε τυγχάνει Γ Τὰ μὲν παραστάντα τοῖς κρατίστοις τῶν φιλοσόφων καὶ τοῖς παλαιοῖς καὶ πρώτοις τῆς Ῥωμαίων ἡγεμονίας περὶ τῆς Ἑλληνικῆς θεολογίας τοιαῦτα ἦν, οὐδαμῶς φυσιολογίας ἐν τοῖς περὶ θεῶν μύθοις παραδεχόμενα οὐδέ γε τὰς 3.pref. σεμνοφανεῖς καὶ σοφιστικὰς τερθρείας. ἡμεῖς γε μὴν ἐπείπερ ἅπαξ ὡρμήθημεν καὶ ἐπὶ τὸν τούτων ἔλεγχον, φέρε τὰς ἑρμηνείας αὐτῶν καὶ θεωρίας, τί ποτε ἄρα σεμνὸν καὶ θεοπρεπὲς ἐπικομίζονται, συνίδωμεν, μηδὲν μὲν ἐξ ἡμῶν, πάντα δὲ ταῖς αὐτῶν φωναῖς συγχρώμενοι, ὡς ἂν παρ' αὐτῶν αὖθις τὰ αὐτῶν σεμνὰ καὶ ἀπόρρητα καταμάθοιμεν. 3.pref.3 Μυρίοις μὲν οὖν καὶ ἄλλοις τῶν φιλοσοφεῖν ἐπαγγελλομένων πολὺς περὶ τούτων εἰσῆκται πόνος, διαφόρους τῶν αὐτῶν εὑρησιλογίας πεποιημένοις καὶ τὸ παραστὰν καὶ δόξαν ἑκάστῳ τοῦτ' εἶναι τὸ ἀληθὲς ἀπισχυριζομένοις· ἐμοὶ δὲ ἐξαρκεῖ τὰς ἀποδείξεις ἀπὸ τῶν μάλιστα διαφανῶν καὶ πᾶσι τοῖς φιλοσόφοις γνωρίμων κλέος τε οὐ μικρὸν φιλοσοφίας παρ' Ἕλλησιν ἀπενηνεγ.pref.4 μένων παρασχεῖν. ὧν πρώτου λαβὼν ἀνάγνωθι τοῦ Χαιρωνέως Πλουτάρχου τὰς περὶ τῶν προκειμένων φωνάς, ἐν αἷς σεμνολογῶν παρατρέπει τοὺς μύθους ἐφ' ἅς φησιν εἶναι μυστηριώδεις θεολογίας· ἃς δὴ ἐκκαλύπτων τὸν μὲν Διόνυσον τὴν μέθην εἶναί φησιν, οὐκέτι τὸν ὑπὸ τῆς ἱστορίας ἐν τῷ πρὸ τούτου συγγράμματι δεδηλωμένον θνητὸν ἄνδρα, τὴν δὲ Ἥραν τὴν γαμή λιον ἀνδρὸς καὶ γυναικὸς συμβίωσιν· εἶθ', ὥσπερ ἐπιλελησμένος τῆς ἀποδόσεως, ἑτέραν ἑξῆς ἐπισυνάψας ἱστορίαν τὴν Ἥραν οὐκέτι ὡς τὸ πρότερον, ἀλλὰ τὴν γῆν ὀνομάζει, λήθην δὲ καὶ νύκτα τὴν Λητώ· καὶ πάλιν τὴν αὐτὴν τῇ Λητοῖ φησιν εἶναι τὴν Ἥραν· εἶτ' ἐπὶ τούτοις εἰσάγεται αὐτῷ ὁ Ζεὺς 3.pref.5 εἰς τὴν αἰθέριον δύναμιν ἀλληγορούμενος. καὶ τί με δεῖ ταῦτα προλαμβάνειν, αὐτοῦ παρὸν ἀκοῦσαι τοῦ ἀνδρὸς ὧδέ πως ἐν οἷς ἐπέγραψεν Περὶ τῶν ἐν Πλαταιαῖς Δαιδάλων τὰ λανθάνοντα τοὺς πολλοὺς τῆς ἀπορρήτου περὶ θεῶν φυσιολογίας ἐκφαίνοντος· 3.1.

αʹ. ΠΕΡΙ ΤΗΣ ΕΛΛΗΝΩΝ ΦΥΣΙΚΗΣ ΘΕΟΛΟΓΙΑΣ «Ὅτι μὲν οὖν ἡ παλαιὰ φυσιολογία καὶ παρ' Ἕλλησι καὶ βαρβάροις λόγος ἦν φυσικὸς ἐγκεκαλυμμένος μύθοις, τὰ πολλὰ δι' αἰνιγμάτων καὶ ὑπονοιῶν ἐπίκρυφος, καὶ μυστηριώδης θεολογία τά τε λαλούμενα τῶν σιγωμένων <ἀ>σαφέστερα τοῖς πολλοῖς ἔχοντα καὶ τὰ σιγώμενα τῶν λαλουμένων ὑποπτότερα, κατάδηλόν ἐστι τοῖς Ὀρφικοῖς ἔπεσι καὶ τοῖς Αἰγυπτιακοῖς καὶ Φρυγίοις λόγοις· μάλιστα δὲ οἱ περὶ τὰς τελετὰς ὀργιασμοὶ καὶ τὰ δρώμενα 3.1. συμβολικῶς ἐν ταῖς ἱερουργίαις τὴν τῶν παλαιῶν ἐμφαίνει διάνοιαν. οἷον, ἵνα μὴ μακρὰν τῶν ἐνεστηκότων λόγων βαδίζωμεν, οὐ νομίζουσιν οὐδὲ ἀξιοῦσι κοινωνίαν εἶναι πρὸς Διόνυσον Ἥρᾳ· φυλάσσονται δὲ συμμιγνύναι τὰ ἱερὰ καὶ τὰς Ἀθήνησιν ἱερείας ἀπαντώσας φασὶν ἀλλήλαις μὴ προσαγορεύειν μηδὲ ὅλως κιττὸν εἰς τὸ τῆς Ἥρας εἰσκομίζεσθαι τέμενος, οὐ διὰ τὰς μυθικὰς καὶ φλυαρώδεις ζηλοτυπίας, ἀλλ' ὅτι γαμήλιος μὲν ἡ θεὸς καὶ νυμφαγωγός, ἀπρεπὲς δὲ τὸ μεθύειν νυμφίοις καὶ γάμοις ἀναρμοστότατον, ὥς φησιν ὁ Πλάτων· ἀκρατοποσία γὰρ ταραχὴν ἐμποιεῖ καὶ ψυχαῖς καὶ σώμασιν, ὑφ' ἧς ἄπλαστα καὶ πεπλανημένα ῥιζοῦται κακῶς τὰ σπειρόμενα καὶ κυϊσκόμενα. πάλιν

44

οἱ θύοντες Ἥρᾳ τὴν χολὴν οὐ καθαγίζουσιν, ἀλλὰ κατορύττουσι παρὰ τὸν βωμόν, ὡς δέον ἄθυμον καὶ ἄχολον καὶ καθαρεύουσαν ὀργῆς καὶ πικρίας ἁπάσης τὴν γυναικὸς καὶ ἀνδρὸς εἶναι συμβίωσιν. 3.1.3 Τοῦτο δὴ τὸ συμβολικὸν εἶδος ἐν τοῖς λόγοις καὶ τοῖς μύθοις ἐστὶν μᾶλλον. οἷον ἱστοροῦσι τὴν Ἥραν ἐν τῇ Εὐβοίᾳ τρεφομένην ἔτι παρθένον ὑπὸ τοῦ Διὸς κλαπῆναι καὶ διακομισθεῖσαν ἐνταῦθα κρύπτεσθαι, Κιθαιρῶνος αὐτοῖς μυχὸν ἐπίσκιόν τινα καὶ θάλαμον αὐτοφυῆ παρασχόντος. ἐλθούσης δὲ τῆς Μακρίδος κατὰ ζήτησιν–ἦν δὲ Ἥρας τιθήνη–καὶ βουλομένης ἐρευνᾶν οὐκ ἐᾶν τὸν Κιθαιρῶνα πολυπραγμονεῖν οὐδὲ τῷ χωρίῳ προσάγειν, ὡς τοῦ Διὸς ἐκεῖ τῇ Λητοῖ συναναπαυομένου καὶ συνδιατρίβοντος. ἀπελθούσης δὲ τῆς Μακρίδος, οὕτω τότε μὲν διαλαθεῖν τὴν Ἥραν, ὕστερον δὲ τῇ Λητοῖ χάριν ἀπομνημονεύουσαν ὁμοβώμιον θέσθαι καὶ σύνναον, ὥστε καὶ Λητοῖ Μυχίᾳ προθύεσθαι· τινὲς δὲ Νυχίαν λέγουσιν· σημαίνεται δὲ ἐν ἑκατέρῳ τῶν ὀνομάτων τὸ κρύφιον καὶ διαλεληθός. ἔνιοι δὲ τὴν Ἥραν αὐτὴν ἐκεῖ τῷ Διὶ λάθρᾳ συνοῦσαν καὶ λανθάνουσαν οὕτω φασὶ Λητὼ Νυχίαν προσηγορεῦσθαι· φανερῶν δὲ τῶν γάμων γενομένων καὶ περὶ τὸν Κιθαιρῶνα πρῶτον ἐνταῦθα καὶ τὰς Πλαταιὰς τῆς ὁμιλίας ἀνακαλυφθείσης Ἥραν Τελείαν καὶ Γαμήλιον αὐτὴν προσαγορευθῆναι. 3.1.4 Οἱ δὲ φυσικῶς μᾶλλον καὶ πρεπόντως ὑπολαμβάνοντες τὸν μῦθον οὕτως εἰς τὸ αὐτὸ τῇ Λητοῖ συνάγουσιν τὴν Ἥραν· γῆ μέν ἐστιν ἡ Ἥρα, καθάπερ εἴρηται, νὺξ δὲ ἡ Λητώ, ληθώ τις οὖσα τῶν εἰς ὕπνον τρεπομένων, νὺξ δὲ οὐδέν ἐστιν ἄλλο πλὴν σκιὰ γῆς· ὅταν γὰρ πλησιάσασα ταῖς δυσμαῖς ἀποκρύψῃ τὸν ἥλιον, ἀναπλατυνομένη μελαίνει τὸν ἀέρα, καὶ τοῦτο ἔστι τὸ ἐκλειπτικὸν ὀλίσθημα τῶν πανσελήνων, ὅταν τῆς σελήνης περιφερομένης ἡ σκιὰ τῆς γῆς ἐπιψαύσῃ καὶ διαθολώσῃ τὸ φέγγος. 3.1.5 Ὅτι δὲ οὐκ ἄλλη τίς ἐστιν τῆς Ἥρας ἡ Λητώ, μάθοιτ' ἂν ἐνθένδε· τὴν Ἄρτεμιν ἤδη που θυγατέρα Λητοῦς καλοῦμεν, ἀλλὰ καὶ Εἰλείθυιαν τὴν αὐτὴν ὀνομάζομεν· οὐκοῦν ἥ τε Ἥρα καὶ ἡ Λητὼ δύο εἰσὶ μιᾶς θεοῦ προσηγορίαι. πάλιν, ἐκ μὲν Λητοῦς ὁ Ἀπόλλων, ἐκ δὲ Ἥρας ὁ Ἄρης γέγονεν, μία δέ ἐστινἀμφοτέρων δύναμις, καὶ κέκληται Ἄρης μὲν ὡς ἀρήγων τοῖς κατὰ βίαν καὶ μάχην συμπτώμασιν, Ἀπόλλων δὲ ὡς ἀπαλλάττων καὶ ἀπολύων τῶν περὶ σῶμα νοσηματικῶν παθῶν τὸν ἄνθρωπον. διὸ καὶ τῶν ἐμπυρωτάτων ἄστρων καὶ πυριφλεγεστάτων ὁ μὲν ἥλιος Ἀπόλλων κέκληται, ὁ δὲ πυρροειδὴς Ἄρης ἐπωνόμασται. καὶ οὐκ ἀπὸ τρόπου ἐστὶν τὴν αὐτὴν θεὸν Γαμήλιον λέγεσθαι καὶ μητέρα Εἰλειθυίας καὶ ἡλίου νομίζεσθαι. γάμου μὲν γὰρ τέλος γένεσίς ἐστιν, γένεσις δὲ ἡ εἰς ἥλιον καὶ φῶς ἐκ σκότους πορεία. καὶ καλῶς ὁ ποιητής· Αὐτὰρ ἐπειδὴ τόν γε μογοστόκος Εἰλείθυια ἐξάγαγε πρὸ φόωσδε καὶ ἠελίου ἴδεν αὐγάς. εὖ ὁ ποιητὴς τῇ μὲν προθέσει τὴν σύνθεσιν ἔθλιψεν, ἐμφαίνων τὸ βεβιασμένον τῆς ὠδῖνος, τέλος δὲ τῆς γενέσεως ἐποίησεν ἥλιον ἰδεῖν. οὐκοῦν ἡ αὐτὴ θεὸς ἐποίησεν καὶ γάμον συνελθεῖν, ἵνα γένεσιν παρασκευάσῃ. 3.1. Δεῖ δὲ ἴσως καὶ τὸν εὐηθέστερον μῦθον εἰπεῖν. λέγεται γὰρ ὁ Ζεύς, τῆς Ἥρας αὐτῷ διαφερομένης καὶ μηκέτι φοιτᾶν εἰς τὸ αὐτὸ βουλομένης, ἀλλὰ κρυπτούσης ἑαυτήν, ἀμηχανῶν καὶ πλανώμενος Ἀλαλκομένει τῷ αὐτόχθονι συντυχεῖν καὶ διδαχθῆναι ὑπὸ τούτου ὡς ἐξαπατητέον τὴν Ἥραν σκηψάμενον γαμεῖν ἑτέραν. συνεργοῦντος δὲ τοῦ Ἀλαλκομένους κρύφα τεμόντας αὐτοὺς εὐκτέανον καὶ παγκάλην δρῦν μορφῶσαί τε αὐτὴν καὶ καταστεῖλαι νυμφικῶς, Δαιδάλην προσαγορεύσαντας· εἶτα οὕτως ἀναμέλπεσθαι μὲν τὸν ὑμέναιον, λουτρὰ δὲ κομίζειν τὰς Τριτωνίδας νύμφας, αὐλοὺς δὲ καὶ κώμους τὴν Βοιωτίαν παρασχεῖν· περαινομένων δὲ τούτων οὐκέτι τὴν Ἥραν καρτερεῖν, ἀλλὰ καταβᾶσαν ἐκ τοῦ Κιθαιρῶνος Πλαταια<τί>δων αὐτῇ γυναικῶν ἑπομένων, ὑπ' ὀργῆς καὶ ζηλοτυπίας θέουσαν ἐλθεῖν πρὸς τὸν Δία καὶ τοῦ πλάσματος φανεροῦ γενομένου διαλλαγεῖσαν μετὰ χαρᾶς καὶ γέλωτος αὐτὴν νυμφαγωγεῖν· τιμὴν δὲ τῷ ξοάνῳ προσθεῖναι καὶ Δαίδαλα τὴν ἑορτὴν προσαγορεῦσαι, κατακαῦσαι δὲ ὅμως αὐτὸ καίπερ ἄψυχον ὂν ὑπὸ ζηλοτυπίας. 3.1.

45

Ὁ μὲν οὖν μῦθος τοιοῦτος, ὁ δὲ λόγος αὐτοῦ τοιόσδε· Ἥρας καὶ Διὸς διαφορὰ καὶ στάσις οὐδὲν ἄλλο πλὴν στοιχείων δυσκρασία καὶ τάραχός ἐστιν, ὅταν ἀλλήλοις μηκέτι συμμετρῆται κατὰ κόσμον, ἀλλὰ καὶ ἀνωμαλίας καὶ τραχύτητος ἐγγενομένης δυσμαχήσαντα λύσῃ τὴν κοινωνίαν καὶ φθορὰν τῶν ὅλων ἀπεργάσηται. ἂν μὲν οὖν ὁ Ζεύς, τουτέστιν ἡ θερμὴ καὶ πυρώδης δύναμις, αἰτίαν παράσχῃ τῆς διαφθορᾶς, αὐχμὸς τὴν γῆν καταλαμβάνει, ἐὰν δὲ περὶ τὴν Ἥραν, τουτέστι τὴν ὑγρὰν καὶ πνευματικὴν φύσιν, ὕβρις τις ἢ πλεονασμὸς γένηται, ῥεῦμα ἦλθε πολὺ καὶ συνώμβρησεν καὶ κατέκλυσε τὰ πάντα. τοιούτου δέ τινος γενομένου καὶ περὶ τοὺς τότε χρόνους καὶ μάλιστα τῆς Βοιωτίας βυθισθείσης, ὡς πρῶτον ἀνέδυ τὸ πεδίον καὶ ἡ πλήμμυρα ἐλώφησεν, ὁ μὲν ἐξ εὐδίας κόσμος τοῦ περιέχοντος ὁμόνοια καὶ διαλλαγὴ τῶν θεῶν ἐλέχθη, πρῶτον δὲ ἀνέσχεν ἐκ τῆς γῆς τῶν φυτῶν ἡ δρῦς καὶ ταύτην ἠγάπησαν οἱ ἄνθρωποι, τροφῆς βίου καὶ σωτηρίου διαμονὴν παρασχοῦσαν. οὐ γὰρ μόνον τοῖς εὐσεβέσιν, ὡς Ἡσίοδός φησιν, ἀλλὰ καὶ τοῖς ὑπολειφθεῖσιν τῆς φθορᾶς Ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας.» 3.2. Ταῦτα μὲν ὁ Πλούταρχος. ἡμεῖς δὲ ἔγνωμεν ἐκ τῶν παρατεθεισῶν αὐτῷ φωνῶν ὡς ἄρα καὶ ἡ θαυμαστὴ καὶ ἀπόρρητος φυσιολογία τῆς Ἑλληνικῆς θεολογίας θεῖον μὲν οὐδὲν οὐδέ τι μέγα καὶ θεοπρεπὲς καὶ τῆς 3.2. ἀνατάσεως ἄξιον ἐπήγετο. ἀκήκοας γὰρ τὴν Ἥραν τοτὲ μὲν γαμήλιον ἀναγορευομένην καὶ τὴν ἀνδρὸς καὶ γυναικὸς συμβίωσιν δηλοῦσαν, τοτὲ δὲ τὴν γῆν πάλιν Ἥραν ὀνομαζομένην, τοτὲ δὲ τὴν ὑγρὰν οὐσίαν, τὸν δὲ Διόνυσον εἰς τὴν μέθην μετενηνεγμένον, εἰς νύκτα δὲ τὴν Λητὼ καὶ τὸν ἥλιον εἰς Ἀπόλλωνα καὶ αὐτὸν δὲ τὸν Δία εἰς τὴν θερμὴν καὶ πυρώδη δύναμιν. 3.2.3 οὐκοῦν πρὸς τῇ τῶν μύθων ἀπρεπείᾳ καὶ ἡ δοκοῦσα σεμνοτέρα διήγησις καὶ φυσιολογία οὐκ ἐπί τινας οὐρανίους νοερὰς καὶ θείας δυνάμεις οὐδ' ἐπὶ λογικὰς καὶ ἀσωμάτους ἀνῆγεν οὐσίας, κάτω δὲ πάλιν καὶ αὐτὴ εἰς μέθας καὶ γάμους καὶ ἀνθρώπεια πάθη εἴς τε πῦρ καὶ γῆν καὶ ἥλιον καὶ τὰ λοιπὰ τῆς ὕλης στοιχεῖα κατέστρεφεν τὰ μέρη τοῦ κόσμου, καὶ πλέον θεοποιοῦσα 3.2.4 οὐδέν. τοῦτο δὲ καὶ ὁ Πλάτων οἶδεν. ὁμολογεῖ γοῦν διαρρήδην ἐν Κρα.2.4 τύλῳ μηδὲν πλέον τῶν ὁρωμένων τοῦ κόσμου μερῶν τοὺς πρώτους τῶν περὶ τὴν Ἑλλάδα ἀνθρώπων ἐγνωκέναι, μόνους δὲ θεοὺς εἶναι τοὺς ἐν οὐρανῷ 3.2.5 φωστῆρας καὶ τὰ λοιπὰ τῶν φαινομένων νομίσαι. λέγει δ' οὖν ὧδε πρὸς λέξιν· «Φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων περὶ τὴν Ἑλλάδα τούτους μόνους τοὺς θεοὺς ἡγεῖσθαι οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν.» 3.2. Ἀλλὰ τὰ μὲν Ἑλληνικὰ τοιαῦτα. ἴδωμεν δὲ καὶ τὰ τούτων παλαίτατα· ἦν δὲ τὰ Αἰγύπτια. τὴν Ἶσίν φασι καὶ τὸν Ὄσιριν τὸν ἥλιον καὶ τὴν σελήνην εἶναι καὶ Δία μὲν τὸ διὰ πάντων χωροῦν πνεῦμα, Ἥφαιστον δὲ τὸ πῦρ, τὴν δὲ γῆν Δήμητραν ἐπονομάσαι Ὠκεανόν τε τὸ ὑγρὸν νομίζεσθαι παρ' Αἰγυπτίοις καὶ τὸν παρ' αὐτοῖς ποταμὸν Νεῖλον, ᾧ καὶ τὰς τῶν θεῶν ἀναθεῖναι γενέσεις· 3.2. τὸν δὲ ἀέρα φασὶν αὐτοὺς προσαγορεύειν Ἀθηνᾶν. τούτους δὲ τοὺς πέντε θεούς, τὸν Ἀέρα λέγω καὶ τὸ Ὕδωρ τό τε Πῦρ καὶ τὴν Γῆν καὶ τὸ Πνεῦμα, τὴν πᾶσαν οἰκουμένην ἐπιπορεύεσθαι, ἄλλοτε ἄλλως εἰς μορφὰς καὶ ἰδέας ἀνθρώπων τε καὶ παντοίων ζῴων σχηματιζομένους, καὶ τούτων ὁμωνύμους παρ' αὐτοῖς Αἰγυπτίοις γεγονέναι θνητοὺς ἀνθρώπους, Ἥλιον καὶ Κρόνον καὶ Ῥέαν, ἔτι δὲ Δία καὶ Ἥραν καὶ Ἥφαιστον καὶ Ἑστίαν ἐπονομασθένταςγράφει δὲ καὶ τὰ περὶ τούτων πλατύτερον μὲν ὁ Μανεθῶς, ἐπιτετμημένως δὲ ὁ Διόδωρος ἐν τῇ προλεχθείσῃ αὐτοῦ γραφῇ ὧδέ πως ἱστορῶν κατὰ λέξιν· 3.3.

βʹ. ΠΕΡΙ ΤΗΣ ΑΙΓΥΠΤΙΩΝ ΘΕΟΛΟΓΙΑΣ

46

«Τούτους δὲ τοὺς θεοὺς τὸν Ἥλιόν φησι καὶ τὴν Σελήνην, Ὄσιριν ὄντας κατ' Αἰγυπτίους καὶ Ἶσιν τὸν σύμπαντα κόσμον διοικεῖν τρέφοντάς τε καὶ αὔξοντας πάντα τριμερέσιν ὥραις, ἀοράτῳ κινήσει τὴν περίοδον ἀπαρτιζούσαις, τῇ τε ἐαρινῇ καὶ θερινῇ καὶ χειμερινῇ· ταύτας δὲ ἐναντιωτάτην 3.3. ἀλλήλαις τὴν φύσιν ἐχούσας ἀπαρτίζειν τὸν ἐνιαυτὸν ἀρίστῃ συμφωνίᾳ. φύσιν δὲ συμβάλλεσθαι πλείστην εἰς τὴν τῶν ἁπάντων ζῳογονίαν τῶν θεῶν τούτων τὸν μὲν πυρώδους καὶ πνεύματος, τὴν δὲ ὑγροῦ καὶ ξηροῦ, κοινῇ δ' ἀμφοτέρους ἀέρος· καὶ διὰ τούτων πάντα γεννᾶσθαι καὶ τρέφεσθαι. διὸ καὶ τὸ μὲν ἅπαν σῶμα τῆς τῶν ὅλων φύσεως ἐξ ἡλίου καὶ σελήνης ἀπαρτίζεσθαι, τὰ δὲ τούτων μέρη πέντε τὰ προειρημένα, τό τε πνεῦμα καὶ τὸ πῦρ <καὶ> τὸ ξηρόν, ἔτι δὲ τὸ ὑγρὸν καὶ τὸ τελευταῖον τὸ ἀερῶδες, ὥσπερ ἐπ' ἀνθρώπου κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ τὰ ἄλλα μέρη καταριθμοῦμεν, τὸν αὐτὸν τρόπον 3.3.3 τὸ σῶμα τοῦ κόσμου συγκεῖσθαι πᾶν ἐκ τῶν προειρημένων. τούτων δ' ἕκαστον θεὸν νομίσαι καὶ προσηγορίαν ἰδίαν ἑκάστῳ θεῖναι κατὰ τὸ οἰκεῖον τοὺς πρώτους διαλέκτῳ χρησαμένους διηρθρωμένῃ τῶν κατ' Αἴγυπτον ἀνθρώπων. τὸ μὲν οὖν πνεῦμα Δία προσαγορεῦσαι μεθερμηνευομένης τῆς λέξεως· ὃν αἴτιον ὄντα τοῦ ψυχικοῦ τοῖς ζῴοις ἐνόμισαν ὑπάρχειν πάντων οἱονεί τινα 3.3.4 πατέρα. συμφωνεῖν δὲ τούτοις φασὶ καὶ τὸν ἐπιφανέστατον τῶν παρ' Ἕλλησι ποιητῶν ἐπὶ τοῦ θεοῦ τούτου λέγοντα· «πατὴρ ἀνδρῶν τε θεῶν τε». τὸ δὲ πῦρ μεθερμηνευόμενον Ἥφαιστον ὀνομάσαι, νομίσαντας μέγαν εἶναι θεὸν καὶ πολλὰ συμβάλλεσθαι πᾶσιν εἰς γένεσίν τε καὶ τελείαν αὔξησιν. τὴν δὲ γῆν ὥσπερ ἀγγεῖόν τι τῶν φυομένων ὑπολαμβάνοντας μητέρα προσαγορεῦσαι· καὶ τοὺς Ἕλληνας δὲ ταύτην παραπλησίως Δήμητραν καλεῖν, βραχὺ μετατε.3.5 θείσης διὰ τὸν χρόνον τῆς λέξεως. τὸ γὰρ παλαιὸν ὀνομάζεσθαι γῆν μητέρα, καθάπερ καὶ τὸν Ὀρφέα προσμαρτυρεῖν λέγοντα· Γῆ μήτηρ πάντων, Δημήτηρ πλουτοδότειρα. τὸ δ' ὑγρὸν ὀνομάσαι λέγουσι τοὺς παλαιοὺς Ὠκεανόν, ὃ μεθερμηνευόμενον μὲν εἶναι τροφῆς μητέρα, παρ' ἐνίοις δὲ τῶν Ἑλλήνων Ὠκεανὸν ὑπάρχειν ὑπειλῆφθαι, περὶ οὗ καὶ τὸν ποιητὴν λέγειν· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. 3.3. οἱ γὰρ Αἰγύπτιοι νομίζουσιν Ὠκεανὸν εἶναι τὸν παρ' αὐτοῖς ποταμὸν Νεῖλον, πρὸς ᾧ καὶ τὰς τῶν θεῶν γενέσεις ὑπάρξαι. τῆς γὰρ πάσης οἰκουμένης κατὰ μόνην τὴν Αἴγυπτον εἶναι πόλεις πολλὰς ὑπὸ τῶν ἀρχαίων θεῶν ἐκτισμένας· οἷον Διός, Ἡλίου, Ἑρμοῦ, Ἀπόλλωνος, Πανός, Εἰλειθυίας, ἄλλων πλειόνων.3.3. τὸν δὲ ἀέρα προσαγορεῦσαί φασιν Ἀθηνᾶν, μεθερμηνευομένης τῆς λέξεως, καὶ Διὸς θυγατέρα τε νομίσαι ταύτην καὶ παρθένον ὑποστήσασθαι διά τε τὸ ἄφθορον εἶναι φύσει τὸν ἀέρα καὶ τὸν ἀκρότατον ἐπέχειν τόπον τοῦ σύμπαντος κόσμου· διόπερ ἐκ τῆς κορυφῆς τοῦ Διὸς μυθολογηθῆναι γενέσθαι ταύτην. ὠνομάσθαι δὲ αὐτὴν καὶ Τριτογένειαν ἀπὸ τοῦ τρὶς μεταβάλλειν αὐτῆς τὴν 3.3. φύσιν κατ' ἐνιαυτόν, ἔαρος καὶ θέρους καὶ χειμῶνος. λέγεσθαι δὲ αὐτὴν καὶ γλαυκῶπιν, οὐχ ὥσπερ ἔνιοι τῶν Ἑλλήνων ὑπέλαβον ἀπὸ τοῦ τοὺς ὀφθαλμοὺς γλαυκοὺς ἔχειν· τοῦτο μὲν γὰρ εὔηθες ὑπάρχειν· ἀλλ' ἀπὸ τοῦ τὸν ἀέρα τὴν πρόσοψιν ἔχειν ἔγγλαυκον. φασὶ δὲ τοὺς πέντε θεοὺς τοὺς προειρημένους τὴν πᾶσαν οἰκουμένην ἐπιπορεύεσθαι φανταζομένους τοῖς ἀνθρώποις ἐν ἱερῶν ζῴων μορφαῖς, ἔστι δ' ὅτε εἰς ἀνθρώπων ἰδέας ἤ τινων ἄλλων μεταβάλλοντας. 3.3. καὶ τοῦτο μὴ μυθῶδες ὑπάρχειν, ἀλλὰ δυνατόν, εἴπερ οὗτοι πρὸς ἀλήθειάν εἰσιν οἱ πάντα γεννῶντες. καὶ τὸν ποιητὴν δ' εἰς Αἴγυπτον παραβαλόντα καὶ μετασχόντα παρὰ τῶν ἱερέων τῶν τοιούτων λόγων θεῖναί που κατὰ τὴν ποίησιν τὸ προειρημένον ὡς γινόμενον· Καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι παντοῖοι τελέθοντες ἐπιστρωφῶσι πόληας, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐσορῶντες. περὶ μὲν οὖν τῶν ἐν οὐρανῷ θεῶν καὶ γένεσιν ἀΐδιον ἐσχηκότων τοσαῦτα λέγουσιν Αἰγύπτιοι. 3.3.10 Ἄλλους δὲ ἐκ τούτων ἐπιγείους γενέσθαι φασίν, ὑπάρξαντας μὲν θνητούς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τετευχότας τῆς

47

ἀθανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γεγονέναι κατὰ τὴν Αἴγυπτον. μεθερμηνευομένων δ' αὐτῶν τινὰς μὲν ὁμωνύμους ὑπάρχειν τοῖς οὐρανίοις, τινὰς δ' ἰδίαν ἐσχηκέναι προσηγορίαν, Ἥλιον τε καὶ Κρόνον καὶ Ῥέαν, ἔτι δὲ Δία τὸν ὑπό τινων Ἄμμωνα προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ Ἥφαιστον, ἔτι δὲ Ἑστίανκαὶ τελευταῖον Ἑρμῆν. καὶ πρῶτον μὲν Ἥλιον βασιλεῦσαι τῶν κατ' Αἴγυπτον, ὁμώνυμον ὄντα τῷ κατ' οὐρανὸν ἄστρῳ.» 3.3.11 Ταῦτα μὲν οὖν ὁ δηλωθεὶς συγγραφεύς. καὶ ὁ Πλούταρχος δὲ ἐν τῷ Περὶ τῶν κατὰ τὴν Ἶσιν αὐτοῦ συγγράμματι τάδε γράφει κατὰ λέξιν·

γʹ. ΕΤΙ ΠΕΡΙ ΤΩΝ ΑΥΤΩΝ «Ἀπ' ἄλλης δὲ ἀρχῆς τῶν φιλοσοφώτερόν τι λέγειν δοκούντων τοὺς ἁπλουστάτους σκεψώμεθα πρῶτον. οὗτοι δ' εἰσὶν οἱ λέγοντες, ὥσπερ Ἕλληνες Κρόνον ἀλληγοροῦσι τὸν χρόνον, Ἥραν δὲ τὸν ἀέρα, γένεσιν δὲ Ἡφαίστουτὴν εἰς πῦρ ἀέρος μεταβολήν, οὕτω παρ' Αἰγυπτίοις Νεῖλον εἶναι τὸν Ὄσιριν Ἴσιδι συνόντα τῇ γῇ, Τυφῶνα δὲ τὴν θάλασσαν, εἰς ἣν ὁ Νεῖλος ἐμπίπτων ἀφανίζεται.» 3.3.12 Ταῦτα καὶ τὰ τοιαῦτα εἰπὼν πάλιν εἰς δαίμονας ἀναφέρει τοὺς περὶ τῶν δηλουμένων θεῶν μύθους καὶ πάλιν ἄλλως ἀποδίδωσι καὶ αὖθις ἑτέρως 3.3.13 ἀλληγορῶν. ἦν δ' ἂν κατὰ λόγον πυθέσθαι ὁποτέρων θεῶν τὰ ξόανα τὰς ἐντετυπωμένας μορφὰς σῴζειν φήσουσι. πότερα δαιμόνων, ἀλλὰ πυρὸς καὶ ἀέρος καὶ γῆς καὶ ὕδατος; ἢ ἀνδρῶν καὶ γυναικῶν εἰκόνας καὶ ζῴων ἀλόγων 3.3.14 καὶ θηρίων σχήματα; ἐπεὶ γὰρ καὶ πρὸς αὐτῶν συγκεχώρηται ὁμωνύμως ἡλίῳ καὶ τοῖς καθόλου στοιχείοις θνητούς τινας ἄνδρας γεγονέναι καὶ τούτους θεοὺς ἀνηγορεῦσθαι, τίνων εἰκὸς ἂν εἴη λέγειν μορφὰς εἶναι καὶ εἰκόνας τὰς ἐν τοῖς ἀψύχοις ξοάνοις γλυφάς; πότερον τῶν καθόλου στοιχείων ἤ, ὅπερ καὶ τὸ ἐναργὲς τῆς ὄψεως ἐπιδείκνυσιν, τῶν ἐν νεκροῖς κειμένων θνητῶν; 3.3.15 ἀλλ' εἰ καὶ αὐτοὶ μὴ λέγοιεν, ὅ γέ τοι ἀληθὴς λόγος βοᾷ καὶ κέκραγεν, μονονουχὶ φωνὴν ἀφιείς, θνητοὺς ἄνδρας μαρτυρῶν γεγονέναι τοὺς δηλουμένους. ὁ δὲ Πλούταρχος καὶ τῶν σωμάτων αὐτῶν ἐκ περιουσίας τὸν ποιὸν ὑπογράφει τοῦ σχήματος χαρακτῆρα, ἐν τοῖς Περὶ τῆς Ἴσιδος καὶ τῶν Αἰγυπτίων θεῶν ὧδέ πως λέγων· 3.3.16 «Ἱστοροῦσι γὰρ Αἰγύπτιοι τὸν μὲν Ἑρμῆν τῷ σώματι γενέσθαι γαλιάγκωνα, τὸν δὲ Τυφῶνα τῇ χροιᾷ πυρρόν, λευκὸν δὲ τὸν Ἄρην καὶ μελάγχρουν τὸν Ὄσιριν, ὡς τῇ φύσει γεγονότας ἀνθρώπους.» 3.3.17 Ταῦτα καὶ ὁ Πλούταρχος. νεκρῶν ἄρα ἡ πᾶσα αὐτῶν θεοποιία καθέστηκεν· πέπλασται δὲ αὐτοῖς τὰ τῆς φυσιολογίας. τί γὰρ χρῆν ἀνδρῶν καὶ γυναικῶν σχήματα ζῳοπλαστεῖν, παρὸν καὶ δίχα τούτων ἥλιον σέβειν καὶ σελήνην 3.3.18 καὶ τὰ λοιπὰ τοῦ κόσμου στοιχεῖα; ποτέροις δὲ τούτων καὶ ἐκ τίνων ἀρξάμενοι τὰς τοιάσδε προσηγορίας ἐπεφήμισαν; οἷον λέγω τὸν Ἥφαιστον καὶ τὴν Ἀθηνᾶν Δία τε καὶ Ποσειδῶνα καὶ Ἥραν. ἆρα γὰρ ταῦτα τῶν καθόλου στοιχείων πρότερον ὄντα ὀνόματα δεύτερον αὐτὰ τοῖς θνητοῖς ὁμωνύμως τοῖς οὐρανίοις ἐπιτεθείκασιν, ἢ τοὔμπαλιν ἐκ τῆς παρ' ἀνθρώποις ἐπικλήσεως τὴν 3.3.19 μεταφορὰν ἐπὶ τὰς οὐσίας πεποίηνται; καὶ τί χρὴ θνηταῖς προσηγορίαις τὰς καθόλου φύσεις ἐπιφημίζειν; τὰ δὲ καθ' ἕκαστον θεὸν μυστήρια οἵ τε ὕμνοι καὶ αἱ ᾠδαὶ καὶ τῶν τελετῶν τὰ ἀπόρρητα πότερον τῶν καθόλου στοιχείων ἢ τῶν πάλαι θνητῶν ἀνδρῶν τῶν τοῖς θεοῖς ὁμωνύμων ἐπάγονται 3.3.20 τὰ σύμβολα; ἀλλὰ γὰρ πλάνας καὶ μέθας καὶ ἔρωτας φθοράς τε γυναικῶν καὶ ἀνδρῶν ἐπιβουλὰς καὶ μυρία ἄττα, θνητὰ ὡς ἀληθῶς καὶ αἰσχρὰ καὶ ἄσεμνα, πῶς ἄν τις ἀναθείη τοῖς καθόλου στοιχείοις, αὐτόθεν τὸ θνητὸν καὶ ἀνθρω.3.21 ποπαθὲς ἐπενηνεγμένα; ὥστε ἐκ τούτων ἁπάντων ἁλίσκεσθαι τὴν θαυμαστὴν ταύτην καὶ γενναίαν φυσιολογίαν κατ' οὐδὲν ἀληθείας ἡμμένην οὐδέ τι θεῖον ἀληθῶς ἐπαγομένην, βεβιασμένην δὲ καὶ διεψευσμένην ἔχουσαν τὴν ἔξωθεν σεμνολογίαν.

48

ἄκουε δ' οὖν οἷα καὶ ὁ Πορφύριος ἐν τῇ πρὸς Ἀνεβοὼ τὸν Αἰγύπτιον ἐπιστολῇ περὶ τῶν αὐτῶν ἱστορεῖ· 3.4.

δʹ. ΕΤΙ ΠΕΡΙ ΤΗΣ ΑΙΓΥΠΤΙΩΝ ΦΥΣΙΟΛΟΓΙΑΣ ΚΑΙ ΟΤΙ ΤΗΝ ΠΑΣΑΝ ΑΝΑΦΟΡΑΝ ΤΗΣ ΤΡΟΠΙΚΗΣ ΑΥΤΩΝ ΘΕΩΡΙΑΣ ΕΠΙ ΜΟΝΑ ΤΑ ΦΑΙΝΟΜΕΝΑ ΚΑΤ' ΟΥΡΑΝΟΝ ΑΣΤΡΑ ΕΠΙ ΤΕ ΥΔΩΡ ΚΑΙ ΠΥΡ ΚΑΙ ΤΑ ΛΟΙΠΑ ΜΕΡΗ ΤΟΥ ΚΟΣΜΟΥ ΜΕΤΗΓΟΝ «Χαιρήμων μὲν γὰρ καὶ οἱ ἄλλοι οὐδ' ἄλλο τι πρὸ τῶν ὁρωμένων κόσμων ἡγοῦνται, ἐν ἀρχῆς λόγῳ τιθέμενοι τοὺς Αἰγυπτίων, οὐδ' ἄλλους θεοὺς πλὴν τῶν πλανητῶν λεγομένων καὶ τῶν συμπληρούντων τὸν ζῳδιακὸν καὶ ὅσοι τούτοις παρανατέλλουσιν, τάς τε εἰς τοὺς δεκανοὺς τομὰς καὶ τοὺς ὡροσκόπους καὶ τοὺς λεγομένους κραταιοὺς ἡγεμόνας, ὧν καὶ τὰ ὀνόματα ἐν τοῖς Ἀλμενιχιακοῖς φέρεται καὶ θεραπεῖαι παθῶν καὶ ἀνατολαὶ καὶ δύσεις καὶ μελλόντων 3.4. σημειώσεις. ἑώρα γὰρ τοὺς τὸν ἥλιον δημιουργὸν φαμένους καὶ τὰ περὶ τὸν Ὄσιριν καὶ τὴν Ἶσιν καὶ πάντας τοὺς ἱερατικοὺς μύθους ἢ εἰς τοὺς ἀστέρας καὶ τὰς τούτων φάνσεις καὶ κρύψεις καὶ ἐπιτολὰς ἑλιττομένους ἢ εἰς τὰς τῆς σελήνης αὐξήσεις καὶ μειώσεις ἢ εἰς τὴν τοῦ ἡλίου πορείαν ἢ τό γε νυκτερι νὸν ἡμισφαίριον ἢ τὸ ἡμερινὸν ἢ τόν γε ποταμόν, καὶ ὅλως πάντα εἰς τὰ φυσικὰ καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρμηνεύοντας. ὧν οἱ πλείους καὶ τὸ ἐφ' ἡμῖν ἐκ τῆς τῶν ἀστέρων ἀνῆψαν κινήσεως, οὐκ οἶδ' ὅπως δεσμοῖς ἀλύτοις Ἀνάγκης, ἣν Εἱμαρμένην λέγουσιν, πάντα καταδήσαντες καὶ πάντα τούτοις ἀνάψαντες τοῖς θεοῖς, οὓς ὡς λυτῆρας τῆς Εἱμαρμένης μόνους ἔν τε ἱεροῖς καὶ ξοάνοις καὶ τοῖς ἄλλοις θεραπεύουσιν.» 3.4.3 Ταῦτα μὲν οὖν ἀπὸ τῆς δηλωθείσης ἐπιστολῆς κείσθω, σαφῶς διαγορεύοντα ὅτι καὶ ἡ τῶν Αἰγυπτίων ἀπόρρητος θεολογία οὐδὲ ἄλλους πλὴν τῶν κατ' οὐρανὸν ἀστέρων, τῶν τε ἀπλανῶν ὀνομαζομένων καὶ τῶν πλανητῶν καλουμένων, ἐθεολόγει δημιουργόν τε τῶν ὅλων εἰσῆγεν οὔ τινα νοῦν ἀσώματον οὐδὲ λόγον δημιουργικὸν οὐδὲ μὴν θεὸν οὐδὲ θεοὺς οὐδέ τινας νοερὰς καὶ ἀφανεῖς δυνάμεις, μόνον δὲ τὸν ὁρώμενον ἥλιον· διὸ καὶ μόνοις τοῖς ἄστροις τὴν τῶν ὅλων ἀνετίθεσαν αἰτίαν, τὰ πάντα Εἱμαρμένης ἐξάπτοντες καὶ τῆς τῶν ἄστρων κινήσεώς τε καὶ φορᾶς, ὥσπερ ἀμέλει εἰσέτι καὶ 3.4.4 νῦν ἥδε παρ' αὐτοῖς κεκράτηκεν ἡ δόξα. εἰ τοίνυν εἰς μόνα τὰ ὁρώμενα τοῦ κόσμου στοιχεῖα καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἡρμήνευται τοῖς Αἰγυπτίοις, τὰ δὲ στοιχεῖα καὶ πάντα τὰ ὁρατὰ σώματα τῷ ἰδίῳ λόγῳ ἄψυχα καὶ ἄλογα ῥευστά τε τὴν φύσιν καὶ φθαρτὰ συνέστηκεν, θέα εἰς οἷα πάλιν αὐτῶν καταπέπτωκεν ἡ θεολογία, τὴν ἄψυχον οὐσίαν καὶ τὰ νεκρὰ καὶ ἄλογα σώματα θειάζουσα, μάλιστα ὅτε εἰς ἀσωμάτους καὶ νοερὰς οὐσίας οὐδὲν 3.4.5 αὐτοῖς ἀνεφέρετο οὐδ' ἐπὶ νοῦν καὶ λόγον δημιουργικὸν τῶν ὅλων. ἐπεὶ δὲ προωμολογήθη διὰ τῶν πρόσθεν εἰς Ἕλληνας παρ' Αἰγυπτίων τὰ τῆς θεολογίας μετακεκομίσθαι, ὥρα τούτοις στοιχεῖν καὶ Ἕλληνας καὶ τὰ αὐτὰ Αἰγυπτίοις φυσιολογεῖν ἀπελέγχεσθαί τε αὐτοὺς οὐδὲν πλέον τῆς ἀψύχου ὕλης θεοποιοῦντας. ταῦτα γὰρ ἦν τὰ σεμνὰ Αἰγυπτίων κατὰ τὴν τοῦ δεδηλωμένου συγγραφέως γραφήν, ὅστις πάλιν ἐν οἷς ἐπέγραψεν Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς τοιαῦτα περὶ τῶν αὐτῶν διέξεισιν· 3.4. «Ἀπὸ δὲ ταύτης ὡρμημένοι τῆς ἀσκήσεως καὶ τῆς πρὸς τὸ θεῖον οἰκειώσεως ἔγνωσαν ὡς οὐ δι' ἀνθρώπου μόνου τὸ θεῖον διῆλθεν οὐδὲ ψυχὴ ἐν μόνῳ ἀνθρώπῳ ἐπὶ γῆς κατεσκήνωσεν, ἀλλὰ σχεδὸν ἡ αὐτὴ διὰ πάντων διῆλθεν τῶν ζῴων. διὸ εἰς τὴν θεοποιίαν παρέλαβον πᾶν ζῷον καὶ ὁμοίως που ἀνέ.4. μιξαν θηρία καὶ ἀνθρώπους καὶ πάλιν ὀρνέων σώματα καὶ ἀνθρώπων. εἴκασται γάρ τις παρ' αὐτοῖς μέχρι τραχήλου ἀνθρωποειδής, τὸ δὲ πρόσωπον ὀρνέου ἢ λέοντος ἢ ἄλλου τινὸς

49

ζῴου κεκτημένος· καὶ πάλιν αὖ κεφαλὴ ἀνθρώπειος καὶ ἄλλων τινῶν ζῴων μέρη, πῆ μὲν ὑποκείμενα, πῆ δὲ ἐπικείμενα· δι' ὧν δηλοῦσιν ὅτι κατὰ γνώμην θεῶν καὶ ταῦτα ἀλλήλοις κοινωνεῖ καὶ σύντροφα ἡμῖν καὶ τιθασά ἐστιν τῶν θηρίων τὰ ἄγρια οὐκ ἄνευ τινὸς θείας βουλήσεως. 3.4. ὅθεν καὶ ὁ λέων ὡς θεὸς θρησκεύεται καὶ μέρος τι τῆς Αἰγύπτου, ὃ καλοῦσιν νομόν, ἐπώνυμον ἔχει Λεοντοπολίτην, ἄλλο δὲ Βουσιρίτην, ἄλλο δὲ Κυνοπολίτην. τὴν γὰρ ἐπὶ πάντα δύναμιν <τοῦ θείου> διὰ τῶν συννόμων ζῴων ὧν ἕκαστος 3.4. τῶν θεῶν παρέσχεν ἐθρήσκευσαν. ὕδωρ δὲ καὶ πῦρ σέβονται, τὰ κάλλιστα τῶν στοιχείων, ὡς ταῦτα αἰτιώτατα τῆς σωτηρίας ἡμῶν, καὶ ταῦτα δεικνύντες ἐν τοῖς ἱεροῖς, ὥς που ἔτι καὶ νῦν ἐν τῇ ἀνοίξει τοῦ ἁγίου Σαράπιδος ἡ θεραπεία διὰ πυρὸς καὶ ὕδατος γίνεται, λείβοντος τοῦ ὑμνῳδοῦ τὸ ὕδωρ καὶ τὸ πῦρ φαίνοντος, ὁπηνίκα ἑστὼς ἐπὶ τοῦ οὐδοῦ τῇ πατρίῳ τῶν Αἰγυπτίων 3.4.10 φωνῇ ἐγείρει τὸν θεόν. ταῦτ' οὖν σέβονται [τὰ μέτοχα] καὶ πλεῖον τούτων ἐσέφθησαν τὰ ὡς ἐπὶ πλέον τῶν ἱερῶν μέτοχα. τοιαῦτα δὲ πάντα τὰ ζῷα, ἐπεὶ καὶ ἄνθρωπον σέβουσιν κατὰ Ἄναβιν κώμην, ἐν ᾗ καὶ τούτῳ θύεται καὶ 3.4.11 ἐπὶ τῶν βωμῶν τὰ ἱερὰ ἐκκάεται· ὁ δὲ μετ' ὀλίγον φάγοι ἂν τὰ ἰδίᾳ αὐτῷ ὡς ἀνθρώπῳ παρεσκευασμένα. ὡς οὖν ἀνθρώπου ἀφεκτέον, οὕτω καὶ τῶν 3.4.12 ἄλλων. ἔτι δὲ ἐκ περιττῆς σοφίας καὶ τῆς περὶ τὸ θεῖον συντροφίας κατέλαβόν τισι τῶν θεῶν προσφιλῆ τῶν ζῴων τινὰ μᾶλλον ἀνθρώπων, ὡς ἡλίῳ ἱέρακα σύμπασαν μὲν τὴν φύσιν ἐξ αἵματος ἔχοντα καὶ πνεύματος, οἰκτείροντα δὲ καὶ ἄνθρωπον καὶ κωκύοντα ἐπὶ νεκρῷ κειμένῳ γῆν τε ἐπαμώμενον.» Καὶ μετὰ βραχέα φησί· 3.4.13 «Κάνθαρον δὲ ἀμαθὴς μὲν βδελυχθείη ἂν ἀγνώμων ὑπάρχων τῶν θείων, Αἰγύπτιοι δὲ ἐσέφθησαν ὡς εἰκόνα ἡλίου ἔμψυχον. κάνθαρος γὰρ πᾶς ἄρρην καὶ ἀφιεὶς τὸν θορὸν ἐν τέλματι καὶ ποιήσας σφαιροειδῆ τοῖς ὀπισθίοις ἀνταναφέρει 3.4.14 ποσίν, ὡς ἥλιος οὐρανόν, καὶ περίοδον ἡμερῶν ἐκδέχεται σεληνιακήν. οὕτω δὲ καὶ περὶ κριοῦ τι φιλοσοφοῦσιν καὶ ἄλλο τι περὶ κροκοδείλου περί τε γυπὸς καὶ ἴβεως καὶ ὅλως καθ' ἕκαστον τῶν ζῴων, ὡς ἐκ φρονήσεως καὶ τῆς ἄγαν θεοσοφίας ἐπὶ τὸ σέβας ἐλθεῖν καὶ τῶν ζῴων.» 3.5.

εʹ. ΟΤΙ ΚΑΙ ΤΑΥΤΑ ΠΑΣΗΣ ΥΠΗΡΧΕΝ ΜΕΣΤΑ ΚΑΤΑΓΝΩΣΕΩΣ Τοιαῦτα καὶ τὰ περὶ τῆς γενναίας τῶν σοφῶν Αἰγυπτίων φυσιολογίας τέθειται ὁ δεδηλωμένος, Αἰγυπτίων διασαφήσας ἡμῖν τὰ ἀπόρρητα, ὅτι τε ὕδωρ καὶ πῦρ σέβουσιν καὶ μία λογικῶν καὶ ἀλόγων οὐ μόνον σωμάτων, ἀλλὰ καὶ ψυχῆς οὐσία κέκριται εἶναι παρ' αὐτοῖς, ὡς εὐλόγως αὐτῷ δοκεῖν θεοὺς 3.5. ἀνηγορεῦσθαι τὰ θηρία. καίτοι πῶς οὐ παραλογώτατον εἰς θεοποιίαν παραλαμβάνειν τὴν ἄλογον καὶ θηριώδη φύσιν διὰ τὸ τῆς ἴσης, ὥς φασιν, ἀνθρώποις μετέχειν ψυχῆς; ἐχρῆν γάρ, εἴπερ ἄρα, ἀνθρώπους καὶ αὐτὰ 3.5.3 ἡγεῖσθαι καὶ τῆς ἀνθρωπείας αὐτοῖς δόξης τε καὶ τιμῆς μεταδιδόναι. οἱ δὲ τοῦτο μὴ πράξαντες, τὰ πρὸς αὐτῆς τῆς φύσεως ἄλογα θηρία γενόμενα καὶ ταύτην εἰληχότα τὴν ἐπωνυμίαν καὶ οὐδὲ τῆς ἀνθρώπων προσρήσεως ἠξιωμένα οὐδ' ὁμοίως ἀνθρώποις ἠξίωσαν ἀποδέξασθαι· τὴν ἀνωτάτω δὲ τοῦ παμβασιλέως προσηγορίαν καὶ τοῦ τῶν ἁπάντων δημιουργοῦ θεοῦ φέροντες εἰς τὴν θηρίων φύσιν καταβεβλήκασιν καὶ θεοὺς ἐπεφήμισαν ἃ 3.5.4 μηδὲ τῆς ἀνθρώπων πρὸς αὐτοῦ τοῦ θεοῦ κατηξίωται προσηγορίας. ἐπὶ τούτοις ἀκήκοας καὶ τῆς θεοσοφίας τῆς μυστικῆς, δι' ἣν οἱ θαυμάσιοι τῶν Αἰγυπτίων λύκους καὶ κύνας καὶ λέοντας ἐσεβάσθησαν· ἔγνως καὶ τοῦ κανθάρου τὸ θαῦμα καὶ ἱέρακος τὴν ἀρετήν· μὴ δὴ γέλα τοῦ λοιποῦ τοὺς θεούς, ἐλέει δὲ τῆς πολλῆς εὐηθείας καὶ ἀβλεψίας τὸ τρισάθλιον ἀνθρώπων γένος. 3.5.5 καὶ δὴ σκόπει τὰ πάντα περιαθρῶν οἵων ἡμῖν ἀγαθῶν παρέστη δοτὴρ ὁ Χριστὸς τοῦ θεοῦ, τοιαύτης νόσου μακρᾶς τε καὶ

50

πολυχρονίου πηρώσεως καὶ τὰς Αἰγυπτίων ψυχὰς διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας λελυτρωμένος, ὡς τοὺς πλείους ἤδη τῶν κατ' Αἴγυπτον καὶ ταύτης ἀπηλλάχθαι τῆς νόσου. 3.6. ʹ.

ΟΤΙ ΚΑΙ ΤΗΣ ΦΥΣΙΚΩΤΕΡΑΣ ΑΥΤΩΝ ΠΕΡΙ ΘΕΩΝ ΘΕΩΡΙΑΣ ΕΥΛΟΓΩΣ ΑΝΑΧΩΡΗΣΑΝΤΕΣ ΤΗΝ ΜΟΝΗΝ ΚΑΙ ΑΛΗΘΗ ΘΕΟΛΟΓΙΑΝ ΠΡΟΕΤΙΜΗΣΑΜΕΝ Ἀλλὰ γὰρ τοιαῦτα καὶ τὰ παρ' Αἰγυπτίοις, ἃ καὶ παλαιότερα τῶν Ἑλληνικῶν ἁπάντων μνημονεύεται. ἔχεις τοιγαροῦν πρὸς τῇ μυθικῇ καὶ τὴν φυσικωτέραν θεολογίαν Ἑλλήνων ὁμοῦ καὶ Αἰγυπτίων τῶν τὴν πολύθεον πάλαι δεισιδαιμονίαν συστησαμένων, παρ' οἷς ὅτι μηδέν τι τῶν ἀληθῶς θείων 3.6. ἀσωμάτων τε καὶ νοερῶν οὐσιῶν ἐγνωρίζετο μεμάθηκας. πλὴν ἀλλὰ δεδόσθω καὶ συγκεχωρήσθω τουτοισὶ τοῖς μετεωρολέσχαις λέγειν ἀληθῆ καὶ ἐπιτυγχάνειν ἐν τῇ τῶν ἀλληγορουμένων φυσιολογίᾳ· γινέσθω τε αὐτοῖς ὁ ἥλιος ποτὲ μὲν Ἀπόλλων καὶ πάλιν Ὧρος καὶ Ὄσιρις πάλιν ὁ αὐτὸς καὶμυρία ἄλλα ὅσα καὶ θέλοιεν· ὥσπερ οὖν καὶ ἡ σελήνη ἢ Ἶσις ἢ Ἄρτεμις 3.6.3 καὶ ὅσα ἄν τις ἐξαριθμεῖν βούλοιτο· μὴ γὰρ ἔστω ταῦτα θνητῶν ἀνδρῶν, ἀλλ' αὐτῶν τῶν ἐπουρανίων φωστήρων σημαντικαὶ προσηγορίαι· τὸν ἥλιον ἄρα καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ τὰ λοιπὰ τοῦ κόσμου μέρη ὡς 3.6.4 θεοὺς προσκυνητέον. καὶ ταύτη τοιγαροῦν ἡ γενναία τῶν Ἑλλήνων φιλοσοφία ὥσπερ διὰ μηχανῆς πέφηνεν εἰς ὕψος μὲν ἀνάγουσα τὴν ἐπαγγελίαν τοῦ λόγου, κάτω δὲ περιστρέφουσα ἀμφὶ τὴν αἰσθητὴν καὶ φαινομένην τοῦ θεοῦ δημιουργίαν τὴν τῶν σοφῶν διάνοιαν καὶ πλέον οὐδὲν ἀλλ' ἢ πῦρ καὶ τὴν θερμὴν οὐσίαν τά τε μέρη τοῦ κόσμου διὰ τῶν οὐρανίων φωστήρων, ἔστω δὲ καὶ τὴν ὑγρὰν καὶ τὴν ξηρὰν καὶ τὴν σύγκρασιν τῶν σωμάτων 3.6.5 θειάζουσα. πῶς οὖν οὐ μέγα καὶ θαυμάσιον τὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ τοῦ θεοῦ εὐαγγέλιον, πᾶν γένος ἀνθρώπων παιδεῦον τὸν ἡλίου καὶ σελήνης δεσπότην θεὸν καὶ τὸν δημιουργὸν τοῦ σύμπαντος κόσμου, αὐτὸν τὸν ἀνωτάτω καὶ ἐπέκεινα τῶν ὅλων, ταῖς προσηκούσαις ἐννοί.6. αις εὐσεβεῖν καὶ οὐ τὰ τῶν σωμάτων στοιχεῖα, ἀλλὰ τὸν ζωῆς αὐτῆς καὶ τροφὸν καὶ τῶν ἀγαθῶν πάντων ταμίαν ὑμνεῖν μέρη τε τοῦ κόσμου τὰ ὁρώμενα καὶ πᾶν τὸ καταληπτὸν σαρκὸς αἰσθήσει, ὡς ἂν τῆς φθαρτῆς ὄντα φύσεως, οὐδαμῶς καταπλήττεσθαι, τὸν δ' ἐν τούτοις ἅπασιν ἀόρατον καὶ τῶν καθόλου τε καὶ κατὰ μέρος δημιουργικὸν νοῦν μόνον ἀποθαυμάζειν καὶ θεολογεῖν μίαν μόνην ἐκείνην τὴν διήκουσαν καὶ διακοσμοῦσαν τὰ πάντα θείαν δύναμιν, ἀσώματον οὖσαν καὶ νοερὰν τὴν φύσιν, μᾶλλον δὲ ἄρρητον εἰπεῖν καὶ ἀκατάληπτον, διὰ πάντων, δι' ὧν καὶ ἐνεργεῖ, παραφαινομένην διήκουσάν τε ἀσωμάτως καὶ ἀσυμπλόκως τὰ πάντα ἐπιπορευομένην καὶ διὰ πάντων οὐκ οὐρανίων μόνον, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς, τῶν τε καθόλου στοιχείων καὶ τῶν ἐπὶ μέρους, τὴν τῆς θεότητος διαρκῆ μεγαλουργίαν ἐπιδεικνυμένην πᾶσί τε ἀφανῶς καὶ ἡμῖν ἀνεπαισθήτως ἐπιστατοῦσαν καὶ λόγοις ἀνεκφράστου σοφίας τὸν σύμπαντα κόσμον διακυβερνῶσαν; 3.6. Τοσούτων ἡμῖν ἀποδεδειγμένων εἰς ἔλεγχον τῆς ἀσυστάτου θεολογίας τῆς τε λεγομένης μυθικωτέρας καὶ τῆς ὑψηλοτέρας δὴ καὶ φυσικωτέρας, ἣν οἱ παλαιοὶ Ἕλληνές τε καὶ Αἰγύπτιοι σεμνύνοντες ἀπεδείχθησαν, ὥρα καὶ τῶν νέων τῶν δὴ καθ' ἡμᾶς αὐτοὺς φιλοσοφεῖν ἐπαγγελλομένων ἐπαθρῆσαι τὰ καλλωπίσματα. οἵδε γὰρ τὰ περὶ νοῦ δημιουργοῦ τῶν ὅλων καὶ τὰ περὶ ἀσωμάτων ἰδεῶν νοερῶν τε καὶ λογικῶν δυνάμεων τοῖς ἀμφὶ τὸν Πλάτωνα μακροῖς ποθ' ὕστερον χρόνοις ἐφευρημένα καὶ λογισμοῖς ὀρθοῖς ἐπινενοημένα συμπλέξαι τῇ τῶν παλαιῶν θεολογίᾳ πεπειραμένοι μείζονι τύφῳ τὴν περὶ τῶν μύθων ἐπαγγελίαν

51

ἐξῆραν. ἄκουε δ' οὖν καὶ τῆς τούτων φυσιολογίας, μεθ' οἵας ἐξενήνεκται τῷ Πορφυρίῳ ἀλαζονείας· 3.7.

ζʹ. ΟΠΟΙΑΣ ΟΙ ΝΕΩΤΕΡΟΙ ΤΩΝ ΦΙΛΟΣΟΦΩΝ ΤΟΙΣ ΠΕΡΙ ΘΕΩΝ ΜΥΘΟΙΣ ΣΥΝΕΠΛΕΞΑΝ ΑΙΤΙΟΛΟΓΙΑΣ «Φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ' ἐπίθεσθε βέβηλοι, σοφίας θεολόγου νοήματα δεικνύς, οἷς τὸν θεὸν καὶ τοῦ θεοῦ τὰς δυνάμεις διὰ εἰκόνων συμφύλων αἰσθήσει ἐμήνυσαν ἄνδρες, τὰ ἀφανῆ φανεροῖς ἀποτυπώσαντες πλάσμασιν, τοῖς καθάπερ ἐκ βίβλων τῶν ἀγαλμάτων ἀναλέγειν τὰ περὶ θεῶν μεμαθηκόσι γράμματα. θαυμαστὸν δὲ οὐδὲν ξύλα καὶ λίθους ἡγεῖσθαι τὰ ξόανα τοὺς ἀμαθεστάτους, καθὰ δὴ καὶ τῶν γραμμάτων οἱ ἀνόητοι λίθους μὲν ὁρῶσι τὰς στήλας, ξύλα δὲ τὰς δέλτους, ἐξυφασμένην δὲ πάπυρον τὰς βίβλους.» 3.7. Τοιαῦτα δὲ ὡς ἐν προοιμίῳ κατακομπήσας ἄκουε οἷα ἑξῆς προϊὼν γράφει πρὸς λέξιν· «Φωτοειδοῦς δὲ ὄντος τοῦ θείου καὶ ἐν πυρὸς αἰθερίου περιχύσει διάγοντος ἀφανοῦς τε τυγχάνοντος αἰσθήσει περὶ θνητὸν βίον ἀσχόλῳ, διὰ μὲν τῆς διαυγοῦς ὕλης, οἷον κρυστάλλου ἢ Παρίου λίθου ἢ καὶ ἐλέφαντος, εἰς τὴν τοῦ φωτὸς αὐτοῦ ἔννοιαν ἐνῆγον, διὰ δὲ τῆς τοῦ χρυσοῦ εἰς τὴν τοῦ πυρὸς δια.7.3 νόησιν καὶ τὸ ἀμίαντον αὐτοῦ, ὅτι χρυσὸς οὐ μιαίνεται. πολλοὶ δὲ αὖ καὶ μέλανι λίθῳ τὸ ἀφανὲς αὐτοῦ τῆς οὐσίας ἐδήλωσαν. καὶ ἀνθρωποειδεῖς μὲν ἀπετύπουν τοὺς θεοὺς ὅτι λογικὸν τὸ θεῖον, καλοὺς δέ, ὅτι κάλλος ἐν ἐκείνοις ἀκήρατον. διαφόροις δὲ σχήμασιν καὶ ἡλικίαις καθέδραις τε καὶ στάσεσιν καὶ ἀμφιάσεσιν καὶ τοὺς μὲν ἄρρενας, τὰς δὲ θηλείας καὶ παρθένους καὶ ἐφήβους 3.7.4 ἢ γάμου πεῖραν εἰληφότας, εἰς παράστασιν αὐτῶν τῆς διαφορᾶς. ὅθεν πᾶν τὸ λευκὸν τοῖς οὐρανίοις θεοῖς ἀπένειμαν· σφαῖράν τε καὶ τὰ σφαιρικὰ πάντα. ἰδίως τε κόσμῳ καὶ ἡλίῳ καὶ σελήνῃ, ἔσθ' ὅπου δὲ καὶ τύχῃ καὶ ἐλπίδι· κύκλον δὲ καὶ τὰ κυκλικὰ αἰῶνι καὶ τῇ κατὰ τὸν οὐρανὸν κινήσει ταῖς τε ἐν αὐτῷ ζώναις καὶ τοῖς κύκλοις· κύκλων δὲ τμήματα τοῖς σχηματισμοῖς τῆς σελήνης· πυραμίδας δὲ καὶ ὀβελίσκους τῇ πυρὸς οὐσίᾳ καὶ διὰ τοῦτο τοῖς Ὀλυμπίοις θεοῖς· ὥσπερ αὖ κῶνον μὲν ἡλίῳ, γῇ δὲ κύλινδρον, σπορᾷ δὲ καὶ γενέσει φάλητα, καὶ τὸ τρίγωνον σχῆμα διὰ τὸ μόριον τῆς θηλείας.» 3.7.5 Ταῦτα ὁ θαυμαστὸς φιλόσοφος· ὧν τί ἂν γένοιτο ἀσχημονέστερον τὰ αἰσχρὰ σεμνολογοῦσιν; τί δὲ βιαιότερον, τὰς ἀψύχους ὕλας, χρυσὸν καὶ λίθον καὶ τὰ τοιαῦτα, εἰκόνας φέρειν τοῦ φωτὸς τῶν θεῶν καὶ τῆς οὐρανίου καὶ αἰθερίου φύσεως δηλώματα φάσκειν; ὅτι δὲ τῶν νέων ἐστὶ ταῦτα σοφίσματα μηδ' ὄναρ τῶν παλαιῶν εἰς ἐνθύμησιν ἐλθόντα, γνοίης ἂν μαθὼν ὅτι καὶ ἀπόβλητα ἦν παρὰ τοῖς προτέροις τὰ διὰ χρυσοῦ καὶ τῆς νομιζομένης πολυτελεστέρας ὕλης ξόανα. λέγει δ' οὖν Πλούταρχος ὧδέ πη κατὰ λέξιν· 3.8.

ηʹ. ΠΕΡΙ ΤΗΣ ΠΑΛΑΙΑΣ ΤΩΝ ΞΟΑΝΩΝ ΚΑΤΑΣΚΕΥΗΣ «Ἡ δὲ τῶν ξοάνων ποίησις ἀρχαῖον ἔοικεν εἶναί τι καὶ παλαιόν, εἴ γε ξύλινον μὲν ἦν τὸ πρῶτον εἰς Δῆλον ὑπὸ Ἐρυσίχθονος Ἀπόλλωνι ἐπὶ τῶν θεωριῶν ἄγαλμα, ξύλινον δὲ τὸ τῆς Πολιάδος ὑπὸ τῶν αὐτοχθόνων ἱδρυθέν, ὃ μέχρι νῦν Ἀθηναῖοι διαφυλάττουσιν. Ἥρας δὲ καὶ Σάμιοι ξύλινον εἶχον ἕδος, ὥς φησιν Καλλίμαχος· Οὔπω Σκέλμιον ἔργον ἐΰξοον, ἀλλ' ἐπὶ τεθμὸν δηναιὸν γλυφάνων ἄξοος ἦσθα σανίς. ὧδε καθιδρύοντο θεοὺς τότε· καὶ γὰρ Ἀθήνης ἐν Λίνδῳ Δαναὸς λιτὸν ἔθηκεν ἕδος. λέγεται δὲ Πείρας ὁ πρῶτος Ἀργολίδος Ἥρας ἱερὸν εἱσάμενος, τὴν ἑαυτοῦ θυγατέρα Καλλίθυιαν ἱέρειαν καταστήσας, ἐκ τῶν περὶ Τίρυνθα δένδρων ὄγχνην τεμὼν εὐκτέανον Ἥρας ἄγαλμα μορφῶσαι. πέτραν μὲν γὰρ εἰς θεοῦ κοπῆναι εἰκόνα

52

σκληρὰν καὶ δύσεργον καὶ ἄψυχον οὐκ ἐβούλοντο, χρυσὸν δὲ καὶ ἄργυρον ἡγοῦντο γῆς ἀκάρπου καὶ διεφθαρμένης χρώματα νοσώδη καὶ κηλῖδας ἐξανθεῖν ὥσπερ μώλωπας ὑπὸ πυρὸς ῥαπισθείσης· ἐλέφαντι δὲ παίζοντες μὲν ἔσθ' ὅπου προσεχρῶντο ποικίλματι τρυφῆς.» 3.8. Ταῦτα ὁ Πλούταρχος. καὶ τούτου δὲ πολὺ πρότερον ὁ Πλάτων οὐδὲν εἶναι σεμνὸν οὐδὲ προσεοικὸς θείᾳ φύσει ἐν χρυσῷ καὶ ἐλέφαντι τοῖς τε ἐξ ὕλης ἀψύχου κατασκευάσμασιν εὖ μάλα εἰδὼς ἐπάκουσον ἐν τοῖς Νόμοις ὁποῖα διατάττεται· «Γῆ μὲν οὖν ἑστία τε οἰκήσεως ἱερὰ πᾶσιν πάντων θεῶν· μηδεὶς οὖν δευτέρως ἱερὰ καθιερούτω θεοῖς. χρυσὸς δὲ καὶ ἄργυρος ἐν ἄλλαις πόλεσιν ἰδίᾳ τε καὶ ἐν ἱεροῖς ἐστιν ἐπίφθονον κτῆμα, ἐλέφας δὲ ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς ἀνάθημα· σίδηρος δὲ καὶ χαλκὸς πολέμων ὄργανα.» Ταῦτα δὲ σαφῆ περιέχειν ἡγοῦμαι τῆς προτεθείσης ἀνατροπὴν φυσιολογίας, ἧς φέρε καὶ τὰ λοιπὰ ἐπιθεωρήσωμεν. ἐπάκουσον οὖν οἷά φησιν· 3.9.

θʹ. ΕΤΙ ΠΕΡΙ ΤΗΣ ΑΛΛΗΓΟΡΟΥΜΕΝΗΣ ΕΛΛΗΝΩΝ ΚΑΙ ΑΙΓΥΠΤΙΩΝ ΘΕΟΛΟΓΙΑΣ «Ὅρα δὲ τὴν τῶν Ἑλλήνων σοφίαν οὑτωσὶ διασκοπούμενος· τὸν γὰρ Δία τὸν νοῦν τοῦ κόσμου ὑπολαμβάνοντες, ὃς τὰ ἐν αὐτῷ ἐδημιούργησεν ἔχων τὸν κόσμον, ἐν μὲν ταῖς θεολογίαις ταύτη περὶ αὐτοῦ παραδεδώκασιν οἱ τὰ Ὀρφέως εἰπόντες· 3.9. Ζεὺς πρῶτος γένετο, Ζεὺς ὕστατος ἀργικέραυνος, Ζεὺς κεφαλή, Ζεὺς μέσσα, Διὸς δ' ἐκ πάντα τέτυκται. Ζεὺς ἄρσην γένετο, Ζεὺς ἄφθιτος ἔπλετο νύμφη. Ζεὺς πυθμὴν γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος. Ζεὺς βασιλεύς, Ζεὺς αὐτὸς ἁπάντων ἀρχιγένεθλος. ἓν κράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάντων, ἓν δὲ δέμας βασίλειον, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθὴρ νύξ τε καὶ ἦμαρ καὶ Μῆτις, πρῶτος γενέτωρ καὶ Ἔρως πολυτερπής· πάντα γὰρ ἐν μεγάλῳ Ζηνὸς τάδε σώματι κεῖται. τοῦ δή τοι κεφαλὴ[ν] μὲν ἰδεῖν καὶ καλὰ πρόσωπα οὐρανὸς αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται, ταύρεα δ' ἀμφοτέρωθε δύο χρύσεια κέρατα, ἀντολίη τε δύσις τε, θεῶν ὁδοὶ οὐρανιώνων, ὄμματα δ' ἠέλιός τε καὶ ἀντιόωσα σελήνη. νοῦς δέ οἱ ἀψευδὴς βασιλήϊος ἄφθιτος αἰθήρ, ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται οὐδέ τίς <ἐστιν> αὐδὴ οὔτ' ἐνοπὴ οὔτε κτύπος οὐδὲ μὲν ὄσσα, ἣ λήθει Διὸς οὖας ὑπερμενέος Κρονίωνος· ὧδε μὲν ἀθανάτην κεφαλὴν ἔχει ἠδὲ νόημα. σῶμα δέ οἱ περιφεγγές, ἀπείριτον, ἀστυφέλικτον, ὄβριμον, ὀβριμόγυιον, ὑπερμενὲς ὧδε τέτυκται· ὦμοι μὲν καὶ στέρνα καὶ εὐρέα νῶτα θεοῖο ἀὴρ εὐρυβίης, πτέρυγες δέ οἱ ἐξεφύοντο, τῇς ἐπὶ πάντα ποτᾶθ', ἱερὴ δέ οἱ ἔπλετο νηδὺς γαῖά τε παμμήτειρ' ὀρέων τ' αἰπεινὰ κάρηνα· μέσση δὲ ζώνη βαρυηχέος οἶδμα θαλάσσης καὶ πόντου· πυμάτη δὲ βάσις χθονὸς ἔνδοθι ῥίζαι Τάρταρά τ' εὐρώεντα καὶ ἔσχατα πείρατα γαίης. πάντα δ' ἀποκρύψας αὖθις φάος ἐς πολυγηθὲς μέλλεν ἀπὸ κραδίης προφέρειν πάλι, θέσκελα ῥέζων. 3.9.3 Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῷον ἐκ ζῴων καὶ θεὸς ἐκ θεῶν· Ζεὺς δὲ καθὸ νοῦς, 3.9.4 ἀφ' οὗ προφέρει πάντα καὶ δημιουργεῖ τοῖς νοήμασιν. τῶν δὴ θεολόγων τὰ περὶ θεοῦ τοῦτον τὸν τρόπον ἐξηγησαμένων, εἰκόνα μὲν τοιαύτην δημιουργεῖν, οἵαν ὁ λόγος ἐμήνυσεν, οὔθ' οἷόν τε ἦν οὔτ', εἴ τις ἐπενόησεν, τὸ ζωτικὸν καὶ νοε.9.5 ρὸν καὶ προνοητικὸν διὰ τῆς σφαίρας ἐδείκνυεν. ἀνθρωπόμορφον δὲ τοῦ Διὸς τὸ δείκηλον πεποιήκασιν, ὅτι νοῦς ἦν καθ' ὃν ἐδημιούργει καὶ λόγοις σπερματικοῖς ἀπετέλει τὰ πάντα· κάθηται δέ, τὸ ἑδραῖον τῆς δυνάμεως αἰνιττόμενος· γυμνὰ δὲ ἔχει τὰ ἄνω, ὅτι φαν<ερ>ὸς ἐν τοῖς νοεροῖς καὶ τοῖς οὐρανίοις τοῦ κόσμου μέρεσίν ἐστιν· σκέπεται δὲ αὐτῷ τὰ πρόσθια, ὅτι ἀφανὴς τοῖς κάτω κεκρυμμένοις· ἔχει δὲ τῇ μὲν λαιᾷ τὸ σκῆπτρον, καθ' ὃ μάλιστα τῶν τοῦ σώματος μερῶν τὸ ἡγεμονικώτατόν τε καὶ νοερώτατον ὑποικουρεῖ σπλάγχνον, ἡ

53

καρδία· βασιλεὺς γὰρ τοῦ κόσμου ὁ δημιουργικὸς νοῦς· προτείνει δὲ τῇ δεξιᾷ ἢ ἀετόν, ὅτι κρατεῖ τῶν ἀεροπόρων θεῶν ὡς τῶν μεταρσίων ὀρνέων ὁ ἀετός, ἢ νίκην, ὅτι νενίκηκεν αὐτὸς πάντα.» 3.9.

ιʹ. ΕΛΕΓΧΟΣ ΚΑΙ ΑΝΑΤΡΟΠΗ ΤΗΣ ΚΑΙ ΤΟΥΤΩΝ ΒΕΒΙΑΣΜΕΝΗΣ ΑΠΟΔΟΣΕΩΣ Ταῦτά σοι ὁ Πορφύριος, ὧν τὸν εἰρημένον τρόπον ἀποδεδομένων ἠρέμα καὶ ἐπὶ σχολῆς ἐπιθεωρῆσαι καλόν, τίνα ποτὲ ἄρα τὸν Δία φασὶν εἶναι τὰ ἔπη. ἐγὼ μὲν γὰρ οὐδ' ἄλλον ἡγοῦμαι ἢ τὸν ὁρώμενον κόσμον ἐκ παντοίων συνεστῶτα μερῶν, τῶν τε κατ' οὐρανὸν καὶ αἰθέρα καὶ τῶν ἐν τούτοις φαινομένων ἄστρων, ὥσπερ ἐν μεγάλου σώματος κεφαλῇ προτεταγμένων, 3.9. τῶν τε ἐν ἀέρι καὶ γῇ καὶ θαλάσσῃ καὶ τοῖς παραπλησίοις. μέρη γοῦν κόσμου καὶ γῆ καὶ ὄρη καὶ βουνοὶ εἱλεῖταί τε αὐτῶν ἐν μέσῳ ζώνης τρόπον ἡ θάλασσα, καὶ πῦρ δὲ καὶ ὕδωρ νύξ τε καὶ ἡμέρα τῆς αὐτῆς εἶεν ἂν τοῦ κόσμου φύσεως μέρη. ταῦτα δ' ἄντικρυς τὸν ὁρώμενον ὑποφαίνειν ἡγοῦμαι κόσμον, εἰ μή τι καὶ σφάλλομαι, καὶ τὸ ὅλον συνεστὼς ἐκ 3.9. μερῶν διδάσκει. λέγει δ' οὖν· Πάντα γὰρ ἐν μεγάλῳ Ζηνὸς τάδε σώματι κεῖται. καὶ τίνα τὰ πάντα διασαφεῖ· πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθὴρ νύξ τε καὶ ἦμαρ. τοῦ δή τοι κεφαλὴ[ν] μὲν ἰδεῖν καὶ καλὰ πρόσωπα οὐρανὸς αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται, 3.9. καὶ τὰ τούτοις ἀκόλουθα· ἐν οἷς ἐπιφέρει τὸν νοῦν τοῦ Διὸς λέγων εἶναι τὸν αἰθέρα καὶ οὐδὲν ἄλλο, κατὰ τοὺς Στωϊκοὺς τὴν πυρώδη καὶ θερμὴν οὐσίαν τὸ ἡγεμονικὸν φάσκοντας εἶναι τοῦ κόσμου καὶ τὸν θεὸν εἶναι σῶμα καὶ τὸν δημιουργὸν αὐτὸν οὐδ' ἕτερον τῆς τοῦ πυρὸς δυνάμεως. κατὰ τὰ αὐτὰ γὰρ οἶμαι καὶ ἐν τοῖς ἔπεσιν εἰρῆσθαι· Νοῦς δέ οἱ ἀψευδὴς βασιλήϊος ἄφθιτος αἰθήρ, ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται. 3.9.10 δι' ὧν ἀνεπικαλύπτως ζῷον μέγα τὸν κόσμον ὑποθέμενος, καὶ τοῦτον Δία προσειπὼν νοῦν μὲν αὐτοῦ τὸν αἰθέρα, σῶμα δὲ τὰ λοιπὰ μέρη τοῦ κόσμου 3.9.11 εἶναι ἀπεφήνατο. τοιοῦτος μέν τις ὁ διὰ τῶν ἐπῶν ὑπογραφόμενος τυγχάνει Ζεύς. ὁ δὲ τῶν ἐπῶν ἐξηγητὴς ἀρξάμενος μὲν τοῖς ἔπεσιν ἀκολούθως λέγει· «Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῷον ἐκ ζῴων καὶ θεὸς ἐκ θεῶν», σαφῶς τὸν θεολογούμενον Δία οὐδὲ ἄλλον ἢ τὸν ὁρώμενον καὶ αἰσθητὸν κόσμον δηλοῦσθαι διὰ τῶν ἐπῶν ἑρμηνεύσας. 3.9.12 Αἰγυπτίων δὲ ὁ λόγος, παρ' ὧν καὶ Ὀρφεὺς τὴν θεολογίαν ἐκλαβὼν τὸν κόσμον εἶναι τὸν θεὸν ᾤετο, ἐκ πλειόνων θεῶν τῶν αὐτοῦ μερῶν ὅτι καὶ τὰ μέρη τοῦ κόσμου θεολογοῦντες ἐν τοῖς πρόσθεν ἀπεδείχθησαν συνεστῶτα, καὶ τούτου πλέον οὐδὲν τὰ παρατεθέντα τῶν ἐπῶν ῥήματα 3.9.13 διεσάφησεν. ὁ δὲ μετὰ τὴν πρώτην ἑρμηνείαν δευτέραν ἐξ αὑτοῦ προστίθησι, τὸν τῶν ὅλων ποιητὴν θεὸν τὸν δημιουργικὸν νοῦν τοῦτον εἶναι 3.9.14 φάσκων τὸν τεθεολογημένον. πῶς δ' ἂν αὐτὸν τοῦτον ἐθεολόγει, ὃν μηδὲ τὴν ἀρχὴν ἔγνω ὁ τῶν ἐπῶν ποιητής, εἴτε ὁ Θρᾷξ εἴη Ὀρφεὺς εἴτε τις ἄλλος, εἰ δὴ παρ' Αἰγυπτίων ἢ καὶ παρὰ τῶν πρώτων Ἑλλήνων ἥκοντα ἦν εἰς αὐτὸν τὰ τῆς θεολογίας, οἱ δέ γε ἀπεδείχθησαν οὐδὲν νοητὸν ἐπιστάμενοι οὐδ' ἐν ἀφανεῖ καὶ ἀσωμάτῳ οὐσίᾳ περιεχόμενον, εἴ τῳ ἱκανὸς πιστώσασθαι ὁ Πλάτων, ὁμολογῶν ἐν Κρατύλῳ τοὺς πρώτους τῶν ἀνθρώπων περὶ τὴν Ἑλλάδα τούτους μόνους θεοὺς ἡγεῖσθαι, οὕσπερ νῦν πολλοὶ τῶν 3.9.15 βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν. καὶ ὁ Χαιρήμων δὲ μικρῷ ἔμπροσθεν ἐμαρτύρει οὐδ' ἄλλο τι πρὸ τοῦ ὁρωμένου κόσμου τοὺς Αἰγυπτίους ἡγεῖσθαι οὐδ' ἄλλους θεοὺς πλὴν τῶν πλανητῶν καὶ τῶν λοιπῶν ἀστέρων, πάντα τε εἰς τὰ ὁρώμενα τοῦ κόσμου μέρη καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρμηνεύοντας. 3.10. Ὁ δὴ οὖν ἐκ τούτων ὁρμώμενος ποιητὴς πόθεν ἢ πῶς ἢ παρὰ τίνος λαβὼν ἐν τοῖς ἔπεσιν τὸν ἐπέκεινα τοῦ κόσμου

54

θεὸν καὶ τὸν ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ αὐτοῦ τε οὐρανοῦ καὶ τοῦ σύμπαντος κόσμου δημιουργὸν 3.10. κατεβάλλετο; ἀσωμάτου δὲ ἡ γνῶσις αὐτῷ πόθεν; ἀλλ' οὐ τούτων γε οὐδὲν εἰδὼς τυγχάνει· ὁ γάρ τοι τῶν ὅλων δημιουργικὸς νοῦς οὔτ' ἐκ πλειόνων μερῶν συνέστηκεν οὔτ' ἂν γένοιτο αὐτοῦ κεφαλὴ οὐρανός, οὐ σῶμα πῦρ καὶ ὕδωρ καὶ γαῖα, ἀλλ' οὐδὲ ὄμματα αὐτοῦ ἥλιος καὶ σελήνη. πῶς δ' ἂν εἶεν ὦμοι καὶ στέρνα καὶ νῶτα καὶ νηδὺς τοῦ τῶν ὅλων δημιουργοῦ θεοῦ «ἀὴρ εὐρυβίης» καὶ γῆ «ὀρέων τ' αἰπεινὰ κάρηνα»; ἢ πῶς ὁ αἰθὴρ νοῦς ποτ' ἂν ἐπινοηθείη τοῦ τῶν ὅλων ποιητοῦ, ἢ τοῦ νοῦ τοῦ δημιουργικοῦ; 3.10.3 ὅτι μὲν οὖν ταῦτα σεσόφισται τῷ τῶν ἐπῶν ἑρμηνεῖ, οὐδὲν ἐπιλέγειν χρή. ἔγωγε μὴν τὰ ἔσχατα ἀσεβεῖν φημι τὸν φάσκοντα μέρη εἶναι τοῦ θεοῦ τὰ μέρη τοῦ κόσμου καὶ ἔτι μᾶλλον τὸν ἀποφηνάμενον τὸν αὐτὸν εἶναι τῷ κόσμῳ τὸν θεὸν καὶ ἐπὶ τούτοις τὸν ἡγούμενον τοῦ κόσμου νοῦν εἶναι τὸν τῶν ὅλων 3.10.4 δημιουργόν. ποιητὴν μὲν γὰρ αὐτὸν καὶ πατέρα τοῦ κόσμου ἕτερον ὄντα τοῦ πεποιημένου εὐσεβὲς ἀποφαίνειν, νοῦν δὲ τοῦ κόσμου, ὥσπερ τινὸς ζῴου ψυχήν, ἡνωμένον διόλου καὶ τὸ πᾶν ἠμφιεσμένον, οὐκέθ' ὅσιον ἂν εἴη λέ.10.5 γειν. καίτοι παρεῖναι αὐτὸν τῷ παντὶ καὶ προνοεῖν τοῦ κόσμου παιδεύει τὰ καθ' ἡμᾶς ἱερὰ λόγια, θεολογοῦντα ἐπαξίως καὶ θεοπρεπῶς δι' ὧν φησιν· «οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος.» καὶ πάλιν· «ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω.» καὶ πάλιν· «ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν,» ἀλλ' οὐχ ὡς ἐν μέρει τοῦ κόσμου οὐδ' 3.10. ὡς ἐν ψυχῇ αὐτοῦ καὶ νοΐ. ἀλλ' εἰ δεῖ παραδείγματι χρήσασθαι, θεοπρεπέστερον καὶ ἀληθείας οἰκείως ὁ ἱερός που λόγος ἐξεφώνησεν· «ὁ οὐρανός μοι 3.10. θρόνος» εἰπών, «ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.» εἰ γὰρ χρῆν ὅλως προσωποποιεῖν ἀνθρωπινωτέρῳ λόγῳ, θέα τὸ διάφορον τῆς θεολογίας. ὁ μὲν γὰρ τὸν οὐρανὸν εἰπὼν θρόνον ἐπέκεινα τοῦ θρόνου καὶ ἀνωτάτω τῶν ὅλων τὸν παμβασιλέα θεὸν ἀφωρίσατο οὐδὲ τὴν γῆν τῆς προνοίας αὐτοῦ χωρίσας· συγκατιέναι γὰρ καὶ ἐπὶ τὰ τῇδε τῆς θεότητος αὐτοῦ τὰς προνοητικὰς δυνάμεις διδάσκει, διό φησιν· «ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν 3.10. μου.» ἀλλ' οὔτε τὸ ὑποπόδιον οὔτε μὴν ὁ θρόνος σῶμα τοῦ καθιδρυμένου οὐδέ γε μέρη ποτ' ἂν αὐτοῦ λεχθείη. ὁ δὲ κεφαλὴν τοῦ θεοῦ τὸν οὐρανὸν καὶ τὰ ἐν τούτῳ φήσας καὶ νοῦν αὐτοῦ τὸν αἰθέρα μέλη τε αὐτοῦ καὶ σῶμα τὰ λοιπὰ τοῦ κόσμου μέρη, οὔτε δημιουργὸν οὔτε θεὸν ἁλίσκεται εἰδώς. 3.10. οὐ γὰρ ἂν αὐτὸς ἑαυτὸν δημιουργοίη οὐδ' ἂν ἔτι νοῦς λέγεσθαι δύναιτο οὗ νοῦς ἦν ὁ αἰθήρ. ποῖος δὲ καὶ εἴη θεὸς οὗ μέρη γῆ καὶ τὰ ἐπὶ γῆς ὄρη, ὄγκοι σωμάτων ἄλογοι; πῶς δὲ καὶ εὔλογον θεὸν ἀναγορεύειν τὸν ἀδελφὸν καὶ συγγενῆ πυρὸς καὶ ὕδατος καὶ ἀέρος, ἀλόγου καὶ φθαρτῆς ὕλης ἐκγόνων; 3.10.10 εἰ δὲ καὶ ὁ νοῦς τοῦ Διὸς οὐδὲν ἄλλο πλὴν τοῦ δηλωθέντος αἰθέρος ἦν, αἰθὴρ δὲ ἀήρ ἐστιν ὁ ὑψηλότατος καὶ πυρώδης ἀπὸ τοῦ αἴθεσθαι, ὅπερ ἐστὶ καίεσθαι, ταύτην, ὥς φασιν, εἰληχὼς τὴν ἐπωνυμίαν, σώματα δὲ ἄμφω ὅ τε 3.10.11 ἀὴρ ὅ τε αἰθήρ, ὅρα ποῦ σοι τοῦ Διὸς ὁ νοῦς ἀποπέπτωκεν. καὶ τίς ἂν ἔτι προσείποι θεὸν τῶν εὖ φρονούντων τοῦτον ᾧ νοῦς ὑπῆρχεν ἄνους καὶ ἄλογος, εἰ δὴ τοιαύτη παντὸς σώματος φύσις; διόπερ ἡμῖν ἐν ταῖς θεολογίαις πάντα τοῖς εἰρημένοις τἀναντία παραληπτέον, ὅτι γε μὴ οὐρανὸς ὢν τυγχάνει μήτε αἰθὴρ μήτε ἥλιος μήτε σελήνη μήτε ὁ σύμπας τῶν ἄστρων χορὸς μήτ' αὐτὸς ἀθρόως ὁ πᾶς κόσμος, ἔργα δὲ χειρῶν αὐτοῦ ταῦτα σμικρὰ ἔτι καὶ βραχέα, ταῖς ἀσωμάτοις καὶ νοεραῖς οὐσίαις παραβαλλόμενα· ὅτι δὴ πᾶν σῶμα φθαρτὸν καὶ ἄλογον, τοιαύτη δὲ τῶν ὁρωμένων ἡ φύσις, τὰ δ' ἐπέκεινα ἐν ἀοράτοις λογικὰ καὶ ἀθάνατα, συνδιαιωνίζοντα τῇ τοῦ παμβασιλέως θεοῦ μακαρίᾳ ζωῇ, μακρῷ γένοιτ' ἂν τῶν ὁρωμένων ἁπάντων βελτίω. 3.10.12 εἰκότως οὖν τὰ θεῖα λόγια περὶ τῶν ὁρωμένων τοῦ κόσμου μερῶν ὧδέ πως παιδεύει· «ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας.» καὶ πάλιν· «καὶ σὺ κατ' ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί.» καὶ

55

αὖθις· «ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τίς κατέδειξεν ταῦτα πάντα.» 3.10.13 Ταῦτα μὲν οὖν εἰς τὴν πρώτην τῶν ἐπῶν ἑρμηνείαν εἰρήσθω· φέρε δὲ 3.10.13 καὶ τὰ ἑξῆς διασκοπήσωμεν. ἐπεὶ μὴ οἷόν τε ἦν, φησίν, εἰκόνα τοιαύτην δημιουργεῖν οἵαν ὁ λόγος ἐμήνυσεν, διὰ τοῦτο ἀνθρωπόμορφον τοῦ Διὸς τὸ δείκηλον πεποιήκασιν, ὅτι νοῦς ἦν, καθ' ὃν ἐδημιούργει, καὶ λόγοις σπερ.10.14 ματικοῖς ἀπετέλει τὰ πάντα. καὶ πῶς εἰ μὴ οἷόν τε ἦν εἰκόνα τοιαύτην ποιεῖν οἵαν ὁ λόγος ἐμήνυσεν ἐμήνυσεν δὲ ἄρα τοῦ φαινομένου καὶ ὁρωμένου κόσμου τὰ μέρη, οὐρανὸν καὶ τὰ ἐν οὐρανῷ ἀέρα τε καὶ γῆν καὶ τὰ ἐν τούτοις· εἰ δὴ οὖν τῶν ὁρωμένων τοῦ κόσμου μερῶν οὐχ οἷόν τε ἦν εἰκόνα συστήσασθαι, καθὸ νοῦς ἦν ὁ θεός, πῶς ἄν τις τὴν εἰκόνα αὐτοῦ δημιουργή.10.15 σειεν; τί δ' ἂν ἔχοι σῶμα ἀνθρώπειον ἐμφερὲς πρὸς τὸν τοῦ θεοῦ νοῦν; ἐγὼ μὲν γὰρ οὐδὲ πρὸς τὸν ἀνθρώπινον ἡγοῦμαι· ἐπεὶ ὁ μὲν ἀσώματος καὶ ἀσύνθετος καὶ ἀμερής, τὸ δὲ βαναύσων ἀνδρῶν ἔργον θνητοῦ σώματος φύσιν ἀπομεμίμηται καὶ ζώσης σαρκὸς ἀψύχῳ καὶ νεκρᾷ ὕλῃ κωφὴν καὶ ἄναυδον 3.10.16 εἰκόνα καταγέγραπται. ψυχὴ μὲν οὖν λογικὴ καὶ ἀθάνατος καὶ νοῦς ἀπαθὴς ἐν ἀνθρώπου φύσει εὖ μοι δοκεῖ λέγεσθαι εἰκόνα καὶ ὁμοίωσιν ἀποσῴζειν θεοῦ, καθ' ὅσον ἄυλος καὶ ἀσώματος νοερά τε καὶ λογικὴ τὴν οὐσίαν συνέστη.10.17 κεν, ἀρετῆς οὖσα καὶ σοφίας δεκτική. εἰ δή τις εἴη δυνατὸς ψυχῆς ἄγαλμα καὶ μορφὴν ἐν εἰκόνι τεκτήνασθαι, δύναιτ' ἂν οὗτος καί τι τῶν κρειττόνων· εἰ δὲ ἄμορφος καὶ ἀειδὴς καὶ ἀσχημάτιστος, οὔτε ὁράσει θεωρητὸς οὔτε λόγῳ καὶ ἀκοῇ τὴν οὐσίαν καταληπτὸς ὁ ἀνθρώπινος νοῦς, τίς ἂν μανείη τοσοῦτον ὡς τὸ ἀνδρείκελον ξόανον θεοῦ τοῦ ἀνωτάτω μορφὴν καὶ εἰκόνα 3.10.18 φέρειν ἀποφήνασθαι; θεοῦ μὲν οὖν φύσις ἔξω πάσης θνητῆς ὕλης φαντάζεται, νῷ διαυγεῖ καὶ σιγῇ ψυχαῖς κεκαθαρμέναις ἐπινοουμένη· τὸ δέ γε τοῦ ὁρωμένου Διὸς ἐν τῷ δεικήλῳ σχῆμα εἴη ἂν θνητοῦ τὴν φύσιν ἀνδρὸς εἰκὼν οὐδὲ τὸν ὅλον ἄνθρωπον, μέρος δέ τι τὸ χεῖρον αὐτοῦ μεμιμημένον, 3.10.19 ὅτι μηδὲν ἴχνος ζωῆς καὶ ψυχῆς ἐπάγεται. πῶς οὖν ὁ ἐπὶ πάντων θεὸς καὶ νοῦς ὁ τῶν ὅλων δημιουργικὸς εἴη ἂν αὐτὸς ὁ ἐν τῷ χαλκῷ ἢ τῷ νεκρῷ ἐλέφαντι Ζεύς; ὁ δὲ δὴ τῶν ὅλων δημιουργικὸς νοῦς πῶς ποτε αὐτὸς ἦν ἄρα ἐκεῖνος ὁ Ζεὺς ὁ τοῦ ἐξ Ἀλκμήνης Ἡρακλέος πατὴρ καὶ τῶν λοιπῶν ἐκ Διὸς μυθευομένων ἀνδρῶν, οἳ τὸν θνητὸν βίον κοινῶς ἅπασιν ἀνθρώποις κατα στρέψαντες τῆς οἰκείας φύσεως ἀνεξάλειπτα τοῖς μετ' αὐτοὺς μνημεῖα κατα.10.20 λελοίπασι; Φοινίκων μὲν οὖν οἱ πρῶτοι θεολόγοι, ὡς ἐν τῷ πρώτῳ συγγράμματι παρεστήσαμεν, τὸν Δία παῖδα Κρόνου θνητὸν ἀπὸ θνητοῦ γενόμενον, ἄνδρα Φοίνικα τὸ γένος, ἀπεμνημόνευον, Αἰγύπτιοι δὲ ἐξοικειούμενοι τὸν ἄνδρα θνητὸν πάλιν αὐτὸν ὡμολόγουν, κατὰ τοῦτό γε Φοίνιξιν ὁμοφω.10.21 νοῦντες. ἀλλὰ καὶ Κρῆτες τάφον τοῦ Διὸς παρ' ἑαυτοῖς δεικνύντες τρίτοι ἂν εἶεν τοῦ αὐτοῦ μάρτυρες· καὶ Ἀτλάντειοι δὲ καὶ πάντες οἱ πρὸ τούτου δεδηλωμένοι, κατ' οἰκείαν ἱστορίαν ἐξοικειούμενοι τὸν Δία πάντες ὁμοῦ θνητὸν ἀπεφήναντο, πράξεις αὐτοῦ θνητὰς καὶ ἀνθρωπείους, ἀλλ' οὐ σεμνάς τινας οὐδὲ φιλοσόφους, αἰσχρουργίας δὲ ἁπάσης καὶ ἀκολασίας ἔμπλεως ἀναγρά.10.22 ψαντες. τοῖς δ' ἐπὶ τὸ σεμνότερον τοὺς μύθους τρέπειν ἐπηγγελμένοις τοτὲ μὲν ὁ Ζεὺς θερμή τις ἦν καὶ πυρώδης δύναμις, τοτὲ δὲ τὸ πνεῦμα· νῦν δ' 3.10.23 οὐκ οἶδ' ὅπως αὐτοῖς ὁ τῶν ὅλων δημιουργικὸς νοῦς ἀναπέφανται. πευστέον τοιγαροῦν τίνα ἂν εἴποιεν τὸν τούτου πατέρα καὶ τοῦ πατρὸς τὸν προπάτορα· ἐπεὶ κατὰ πάντας τοὺς θεολόγους Ζεὺς Κρόνου παῖς ὁμολογεῖται καὶ τά γε προκείμενα τοῦ Ὀρφέως ἔπη «ὑπερμενέος Κρονίωνος» ἐμνημόνευσεν, 3.10.24 Κρόνος δὲ Οὐρανοῦ. δεδόσθω τοίνυν αὐτοῖς εἶναι ὁ Ζεὺς ὁ ἐπὶ πάντων θεὸς καὶ νοῦς ὁ τὰ πάντα δημιουργήσας. τίς οὖν ὁ τούτου πατήρ; Κρόνος. τίς δὲ ὁ προπάτωρ; Οὐρανός. εἰ δὲ πρῶτος ὁ Ζεὺς ὡς ἂν δημιουργὸς ἁπάντων, χρῆν δή που δευτέρους καταλέγεσθαι καὶ μετ' αὐτὸν τοὺς ὑπ' αὐτοῦ 3.10.25 πεποιημένους. εἴτε γὰρ χρόνος τις εἴη ὁ Κρόνος Οὐρανοῦ πεφυκὼς γέννημα

56

εἴτε δὴ ἅμα οὐρανῷ συνυπέστη χρόνος εἴη τε αὐτὸς ὁ Κρόνου πατὴρ Οὐρανὸς καὶ χρόνος μετὰ τοῦτον, ἀλλὰ πρό γε τούτων ὁ τῶν ὅλων αἴτιος καὶ οὐρανοῦ καὶ χρόνου δημιουργὸς θεός. εἰ δὲ τοῦτο, οὐκ ἂν γένοιτο ὁ Ζεὺς 3.10.26 τρίτος ἐξ Οὐρανοῦ. πῶς οὖν παρὰ πᾶσιν Αἰγυπτίοις καὶ Φοίνιξιν Ἕλλησί τε καὶ φιλοσόφοις τρίτος ἐξ Οὐρανοῦ γενεαλογεῖται ὁ τῶν ὅλων δημιουργικὸς νοῦς; πεφώραται δὴ τοῦ φιλοσόφου τὸ πλάσμα καὶ ἔτι μᾶλλον φωραθήσεται ἐξ ὧν ἐπιφέρει λέγων ὧδε· 3.11. «Τὴν δὲ Ἥραν σύνοικον τῷ Διὶ πεποιήκασιν, τὴν αἰθέριον καὶ ἀέριον δύναμιν Ἥραν προσειπόντες. ἔστι γὰρ ὁ αἰθὴρ ἀὴρ ὁ λεπτομερέστατος.» 3.11. Ἀνωτέρω μὲν ἐδήλου τὰ ἔπη τὸν νοῦν τοῦ Διὸς εἶναι τὸν αἰθέρα, νυνὶ δὲ ὁ λόγος τί ποτ' ἐστὶν ὁ αἰθὴρ διορίζεται, ἀέρα λέγων εἶναι αὐτὸν λεπτο.11.3 μερέστατον· σῶμα δὲ ὁ ἀὴρ καὶ πολὺ πρότερον ὁ αἰθήρ. ὁ δὴ νοῦς ἄρα τοῦ Διὸς ἐλήλεγκται σῶμα τυγχάνων, εἰ καὶ τὸ πάντων λεπτομερέστατον. καὶ πῶς ἂν ταὐτὸν ἐπινοηθείη σῶμα καὶ νοῦς κατὰ διάμετρον ταῖς φύσεσι 3.11.4 διεστῶτα; εἶτ' οὐκ οἶδ' ὅπως τῶν ἐπῶν ἐπιλελησμένος διαρρήδην φησάντων· Νοῦς δέ οἱ ἀψευδής, βασιλήϊος ἄφθιτος αἰθήρ, ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται οὐδέ τίς <ἐστιν> αὐδὴ οὔτ' ἐνοπὴ οὔτε κτύπος οὐδὲ μὲν ὄσσα, ἣ λήθει Διὸς οὖας ὑπερμενέος Κρονίωνος. 3.11.5 δι' ὧν σαφῶς ὁ αἰθὴρ νοῦς ἀνείρηται ὢν τοῦ Διός. ὁ δὲ τὴν Ἥραν πάλιν τὴν αἰθέριον καὶ ἀέριον δύναμιν εἶναί φησιν. ἔπειτα διαιρῶν ἐπιλέγει· «Καὶ τοῦ μὲν παντὸς ἀέρος ἡ δύναμις Ἥρα τοὔνομα ἀπὸ τοῦ ἀέρος κεκλημένη· τοῦ δὲ ὑπὸ σελήνην φωτιζομένου καὶ σκοτιζομένου ἀέρος ἡ Λητὼ σύμβολον· ληθὼ γὰρ αὐτὴν εἶναι διὰ τὴν κατὰ τὸν ὕπνον ἀναισθησίαν καὶ ὅτι ψυχαῖς ὑπὸ σελήνην γενομέναις λήθη ξυνομαρτεῖ τοῦ θείου· διὰ τοῦτο δὲ καὶ μήτηρ Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος, τῶν αἰτίων φωτισμοῦ τῇ νυκτί.» 3.11. Καὶ ἐν τούτοις ἡλίου καὶ σελήνης μητέρα φησὶν εἶναι τὸν ὑπὸ σελήνην ἀέρα· τοῦτον γὰρ εἶναι τὴν Λητώ. καὶ πῶς ἂν ὁ ἀὴρ γένοιτο μήτηρ τῶν αἰτίων φωτισμοῦ, μᾶλλον αὐτὸς γινόμενος ἢ ποιῶν; ἥλιος γὰρ καὶ σελήνη ἄλλοτε ἄλλως τὸν ἀέρα μεταβάλλουσιν. πάλιν δὲ προϊὼν ἑξῆς λέγει· 3.11. «Καὶ τὸ μὲν ἡγεμονικὸν τῆς χθονίας δυνάμεως Ἑστία κέκληται, ἧς ἄγαλμα παρθενικὸν ἐφ' ἑστίας πυρὸς ἱδρυμένον· καθὸ δὲ γόνιμος ἡ δύναμις, σημαίνουσιν αὐτὴν γυναικὸς εἴδει προμάστου. τὴν δὲ Ῥέαν προσεῖπον τὴν τῆς πετρώδους καὶ ὀρείου γῆς δύναμιν, τὴν δὲ Δήμητραν τὴν τῆς πεδινῆς καὶ γονίμου. ἡ Δημήτηρ δὲ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ ἔχει τῇ Ῥέᾳ, διενήνοχε δὲ ὅτι αὕτη κυεῖ τὴν Κόρην ἐκ Διός, τουτέστι τὸν κόρον ἐκ τῶν φρυγανωδῶν σπερμάτων. διὸ καὶ κατέστεπται τὸ βρέτας αὐτῆς τοῖς στάχυσιν, μήκωνές τε περὶ αὐτὴν τῆς πολυγονίας σύμβολον.» 3.11. Κἀνταῦθα πάλιν σκόπει τίνα τρόπον τὴν Ῥέαν μητέρα θεῶν λεγομένην καὶ αὐτοῦ τοῦ Διὸς κάτω που περὶ πέτρας καὶ γῆν καταβέβληκεν καὶ πάντα φύρων τὴν αὐτὴν εἶναί φησι τῇ Δήμητρι, πλὴν ὅτι διενήνοχεν, καθό, φησίν, ἡ Δημήτηρ ἐκ Διὸς κυεῖ τὴν Κόρην, ὥσπερ οὖν ἡ πεδιὰς γῆ τὸν κόρον ἐκ τῶν φρυγανωδῶν σπερμάτων. ἰδού σοι πάλιν ὁ Ζεὺς εἰς τὰ φρυγανώδη 3.11. σπέρματα μεταβέβληται. τούτοις ἑξῆς ἐπισυνάπτει λέγων· «Ἐπεὶ δὲ καὶ τῶν εἰς γῆν βαλλομένων σπερμάτων ἦν τις δύναμις, ἣν ἥλιος περὶ τὸ κάτω ἡμισφαίριον ἰὼν ἕλκει, κατὰ τὰς χειμερίους τροπάς, Κόρη μὲν ἡ δύναμις ἡ σπερματοῦχος, Πλούτων δὲ ὁ ὑπὸ γῆν ἰὼν ἥλιος καὶ τὸν ἀφανῆ περινοστῶν κόσμον κατὰ τὰς χειμερίους τροπάς ὃς ἁρπάζειν λέγεται τὴν 3.11.10 Κόρην, ἣν ποθεῖ ἡ Δημήτηρ κρυπτομένην ὑπὸ γῆν, τῶν δὲ ἀκροδρύων καὶ ὅλως τῶν φυτευτικῶν ἡ δύναμις Διόνυσος ὀνομάζεται. ὅρα δὲ καὶ τούτων τὰς εἰκόνας. σύμβολα γὰρ ἡ Κόρη φέρει τῆς προβολῆς τῶν κατὰ τοὺς καρποὺς ὑπὲρ τὴν γῆν ἐκφύσεων, ὁ δὲ Διόνυσος κοινὰ μὲν πρὸς τὴν Κόρην ἔχει τὰ κέρατα, ἔστι δὲ θηλύμορφος, μηνύων τὴν περὶ τὴν γένεσιν τῶν ἀκροδρύων ἀρρενόθηλυν 3.11.11 δύναμιν. Πλούτων δὲ ὁ Κόρης ἅρπαξ κυνῆν μὲν ἔχει τοῦ ἀφανοῦς πόλου σύμβολον, τὸ δὲ σκῆπτρον τὸ κολοβὸν σημεῖον τῆς τῶν κάτω βασιλείας· ὁ δὲ κύων αὐτοῦ δηλοῖ τὴν κύησιν τῶν καρπῶν εἰς τρία διῃρημένην, εἰς

57

τὴν καταβολὴν καὶ τὴν ὑποδοχὴν καὶ τὴν ἀνάδοσιν. οὐ γὰρ παρὰ τὸ τὰς κῆρας ἔχειν βοράν, ὃ δηλοῖ τὰς ψυχάς, κέκληται κύων, ἀλλὰ παρὰ τὸ κυεῖν, ᾗ χορηγὸς 3.11.12 ὁ Πλούτων, ὅταν ἁρπάσῃ τὴν Κόρην. Ἄττις δὲ καὶ Ἄδωνις τῇ τῶν καρπῶν εἰσιν ἀναλογίᾳ προσήκοντες. ἀλλ' ὁ μὲν Ἄττις τῶν κατὰ τὸ ἔαρ προφαινομένων ἀνθέων καὶ πρὶν τελεσιογονῆσαι διαρρεόντων ἔνθεν καὶ τὴν τῶν αἰδοίων ἀποκοπὴν αὐτῷ προσανέθεσαν, μὴ φθασάντων ἐλθεῖν τῶν καρπῶν εἰς τὴν σπερματικὴν τελείωσιν, ὁ δὲ Ἄδωνις τῆς τῶν τελείων καρπῶν ἐκτομῆς σύμβολον. 3.11.13 ὁ δὲ Σειληνὸς σύμβολον τῆς πνευματικῆς κινήσεως, οὐκ ὀλίγα συμβαλλομένης τῷ παντί. σύμβολα δέ ἐστι τὸ μὲν φάλανθον καὶ στιλπνὸν κατὰ τὴν κεφαλὴν τῆς οὐρανίου περιφορᾶς, ἡ δὲ περικειμένη κόμη τοῖς κάτω μέρεσιν 3.11.14 αὐτοῦ ὑπόδειγμα τῆς προσγείου περὶ τὸν ἀέρα παχύτητος. ἐπεὶ δὲ καὶ τῆς μαντικῆς δυνάμεώς τις μέτοχος ἦν δύναμις, Θέμις μὲν κέκληται ἡ δύναμις, τῷ τὰ τεθειμένα καὶ ἑκάστῳ κείμενα λέγειν. 3.11.15 Διὰ δὴ πάντων τούτων ἡ περίγειος δύναμις ἐξηγήσεως τυχοῦσα θρησκεύεται, ὡς μὲν παρθένος καὶ Ἑστία ἡ κεντροφόρος, ὡς δὲ τοκὰς ἡ τροφός, ὡς δὲ Ῥέα ἡ πετροποιὸς καὶ ὄρειος, ὡς δὲ Δημήτηρ ἡ χλοηφόρος, ὡς δὲ Θέμις ἡ χρησμῳδός, τοῦ εἰς αὐτὴν κατιόντος σπερματικοῦ λόγου εἰς τὸν Πρίηπον ἐκτετυπωμένου· οὗ τὸ μὲν περὶ τοὺς ξηροὺς καρποὺς Κόρη, τὸ δὲ κατὰ τοὺς ὑγροὺς καὶ τὰ ἀκρόδρυα Διόνυσος καλεῖται, τῆς μὲν Κόρης ὑπὸ Πλούτωνος τοῦ ὑπὸ γῆν ἰόντος ἡλίου ἁρπαζομένης κατὰ τὸν σπόρον, τοῦ δὲ Διονύσου τὰ πάθη τῆς δυνάμεως ὑπὸ γῆν μὲν νεωτέρας καὶ καλλιγόνου βλαστάνειν ἀρχομένης, ἐπιμάχου δὲ τῆς κατὰ τὴν ἄνθην δυνάμεως σύμβολον τὸν Ἄττιν ἐχούσης, τῆς δὲ 3.11.16 κατὰ τὴν τελεσιουργίαν ἐκτομῆς τὸν Ἄδωνιν, καὶ τῆς μὲν πνευματικῆς διὰ πάντων δυνάμεως εἰς Σειληνὸν ἀναπλαττομένης, τῆς δὲ εἰς ἔκστασιν ἀπ' αὐτῶν παραγωγῆς εἰς Βάκχην, ὥσπερ αὖ τῆς εἰς τὰ ἀφροδίσια ἐρεθιζούσης ὁρμῆς διὰ τῶν Σατύρων. διὰ δὴ τούτων τῶν συμβόλων ἡ περίγειος ἐκκαλύπτεται δύναμις.» 3.11.17 Τοσαῦτα μὲν οὖν καὶ τάδε, ἃ καὶ ἀναγκαίως ἐπιτεμόμενος παρατέθειμαι εἰς τὸ μὴ ἀγνοεῖν ἡμᾶς τὰ σεμνὰ τῶν φιλοσόφων. οὕτω τοιγαροῦν κατὰ τὰ ἀποδεδομένα Κόρη μὲν ἡ τῶν σπορίμων, Διόνυσος δὲ ἡ τῶν ἀκροδρύων δύναμις, καὶ τῶν μὲν ἐαρινῶν ἀνθῶν ὁ Ἄττις, τῶν δὲ τελείων καρπῶν ὁ 3.11.18 Ἄδωνις σύμβολον. τί δὴ οὖν ταῦτα χρὴ θεοποιεῖν εἰς τροφὰς σωμάτων τῶν ἐπὶ γῆς ζῴων πρὸς τοῦ τῶν ὅλων θεοῦ πεποιημένα; τί δὲ θρησκεύειν τὴν περίγειον δύναμιν προσῆκον ἡμῖν ἐστιν, οἷς φύσις ἐστὶ ψυχῆς οὐρανία λογική τε καὶ ἀθάνατος, τοῦ παμβασιλέως τῶν ὅλων θεοῦ διανοίας ὄμμασι 3.11.19 κεκαθαρμένοις θεωρητική; τὸν δὲ Σειληνὸν ἀκούων τὴν πνευματικὴν εἶναι κίνησιν καὶ τὴν διήκουσαν διὰ πάντων δύναμιν, τοτὲ μὲν τὴν οὐράνιον περιφορὰν διὰ τῆς κεφαλῆς ἐπιδεικνύμενον, τοτὲ δὲ τὴν περὶ τὸν ἀέρα παχύτητα διὰ τῆς λασίας κόμης τοῦ γενείου, πῶς ἄν τις ἀνάσχοιτο τοῦτον μὲν ὁρῶν οὐδεμιᾶς ἠξιωμένον σεβασμίου τιμῆς, ὃν ἐχρῆν πρὸ τῶν πάντων θεοποιεῖν, Ἄδωνιν δὲ καὶ Διόνυσον, τοὺς καρποὺς δηλαδὴ καὶ τὰ ἀκρόδρυα, 3.11.20 θεοποιουμένους; τίς δ' ἂν ὑπομείνειεν σεμνολογουμένους ἀκούων Σατύρους καὶ Βάκχας, τὰ ἐν ἀνθρώποις αἰσχρὰ καὶ ἀκόλαστα πάθη, εἰ δὴ οἱ μὲν ἐδήλουν τὰς εἰς τὰ ἀφροδίσια ἐρεθιζούσας ὁρμὰς οἱ Σάτυροι, αἱ δὲ Βάκχαι τὰς 3.11.21 εἰς ἔκστασιν τῶν περὶ ταῦτα συμβαινούσας παραγωγάς; καὶ τί δεῖ κατὰ μέρος ἕκαστον ἀπελέγχειν, ἐπιδραμεῖν δέον, ὡς ἂν μηδὲν ἡμᾶς τῶν ἀπορρήτων λανθάνοι, καὶ τὴν τῶν ἑξῆς αὖθις ἐπιτεμέσθαι φυσιολογίαν, ἣν ἐκτέθειται ὁ δηλωθεὶς συγγραφεύς, τόνδε ἐπεξιὼν τὸν τρόπον· 3.11.22 «Τὴν δὲ ὑδροποιὸν ὅλην δύναμιν Ὠκεανὸν προσεῖπον, τὸ σύμβολον αὐτῆς Τηθὺν ὀνομάσαντες. τῆς δὲ ὅλης ἡ μὲν τῶν ποτίμων πεποιημένη Ἀχελῷος αὐτοῖς κέκληται, ἡ δὲ τῶν θαλασσίων Ποσειδῶν, πάλιν τῆς θαλασσοποιοῦ, καθὸ γεννητική, Ἀμφιτρίτης οὔσης. καὶ αἱ μὲν τῶν γλυκέων ὑδάτων μερικαὶ δυνά.11.23 μεις Νύμφαι, αἱ δὲ τῶν θαλασσίων Νηρηίδες κέκληνται. τοῦ δ' αὖ πυρὸς τὴν δύναμιν

58

προσειπόντες Ἥφαιστον ἀνθρωποειδὲς μὲν αὐτοῦ τὸ ἄγαλμα πεποιήκασιν, πῖλον δὲ περιέθεσαν κυάνεον τῆς οὐρανίου σύμβολον περιφορᾶς, ἔνθα τοῦ πυρὸς τὸ ἀρχοειδές τε καὶ ἀκραιφνέστατον. τὸ δ' εἰς γῆν κατενεχθὲν ἐξ οὐρανοῦ πῦρ ἀτονώτερον δεόμενόν τε στηρίγματος καὶ βάσεως τῆς ἐφ' ὕλης· 3.11.24 διὸ χωλεύει, ὕλης δεόμενον εἰς ὑπέρεισμα. καὶ ἡλίου δὲ τὴν τοιάνδε δύναμιν ὑπολαβόντες Ἀπόλλωνα προσεῖπον, ἀπὸ τῆς τῶν ἀκτίνων αὐτοῦ πάλσεως. ἐννέα δὲ ἐπᾴδουσαι αὐτῷ Μοῦσαι· ἥ τε ὑποσελήνιος σφαῖρα καὶ ἑπτὰ πλανητῶν καὶ μία ἡ τῆς ἀπλανοῦς. περιέθεσαν δὲ αὐτῷ τὴν δάφνην, τοῦτο μὲν ὅτι πυρὸς πλῆρες τὸ φυτὸν καὶ διὰ τοῦτο ἀπεχθὲς δαίμοσιν, τοῦτο δὲ ὅτι λάλον καιό.11.25 μενον, εἰς παράστασιν τοῦ προφητεύειν τὸν θεόν. καθὸ δὲ ἀπαλεξίκακός ἐστι τῶν ἐπιγείων ὁ ἥλιος, Ἡρακλέα αὐτὸν προσεῖπον, ἐκ τοῦ κλᾶσθαι πρὸς τὸν ἀέρα ἀπ' ἀνατολῆς εἰς δύσιν ἰόντα. δώδεκα δ' ἄθλους ἐκμοχθεῖν ἐμυθολό γησαν, τῆς κατὰ τὸν οὐρανὸν διαιρέσεως τῶν ζῳδίων τὸ σύμβολον ἐπιφημίσαντες· ῥόπαλον δὲ αὐτῷ καὶ λεοντῆν περιέθεσαν, τὸ μὲν τῆς ἀνωμαλίας μή.11.26 νυμα, τὸ δὲ τῆς κατὰ τὸ ζῴδιον ἐμφανιστικὸν ἰσχύος. τῆς δὲ σωστικῆς αὐτοῦ δυνάμεως Ἀσκληπιὸς τὸ σύμβολον· ᾧ τὸ μὲν βάκτρον δεδώκασι τῆς τῶν καμνόντων ὑπερείσεως καὶ ἀναστάσεως, ὁ δὲ ὄφις περισπειρᾶται τῆς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν σωτηρίας φέρων σημεῖον· πνευματικώτατον γὰρ τὸ ζῷόν ἐστι καὶ τὴν ἀσθένειαν τοῦ σώματος ἀποδύεται. δοκεῖ δὲ καὶ ἰατρικώτατον εἶναι· τῆς γὰρ ὀξυδορκίας εὗρε τὸ φάρμακον καὶ μυθεύεται τῆς ἀναβιώσεως 3.11.27 εἰδέναι τινὰ βοτάνην. τῆς δ' αὖ χορευτικῆς τε καὶ ἐγκυκλίου κινήσεως, καθ' ἣν τοὺς καρποὺς πεπαίνει, ἡ πυρὸς δύναμις Διόνυσος κέκληται ἑτέρως <ἢ> ἡ τῶν ὑγροποιῶν καρπῶν δύναμις, ἢ παρὰ τὸ δινεῖν ἢ διανύειν τὸν ἥλιον τὴν κατὰ τὸν οὐρανὸν περιφοράν. ᾗ δὲ περὶ τὰς ὥρας τοῦ κόσμου περιπολεῖ καὶ χρόνων 3.11.28 ἐστὶ ποιητικὸς καὶ καιρῶν ὁ ἥλιος, Ὧρος κατὰ τοῦτο κέκληται. τῆς δ' αὖ γεωργικῆς αὐτοῦ δυνάμεως, καθ' ἣν αἱ δόσεις τοῦ πλούτου, σύμβολον ὁ Πλούτων. ὁμοίως μέντοι καὶ φθαρτικὴν ἔχει δύναμιν, διὸ τῷ Πλούτωνι συνοικίζουσι τὸν Σάραπιν, τοῦ μὲν δεδυκότος ὑπὸ γῆν φωτὸς τὸν πορφυροῦν χιτῶνα ποιούμενοι σύμβολον, τὸ δὲ ἠκρωτηριασμένον σκῆπτρον τῆς κάτω δυνάμεως τό 3.11.29 τε σχῆμα τῆς χειρὸς τοῦ μεταχωρεῖν εἰς τὸ ἀφανές. ὁ δὲ Κέρβερος τρικέφαλος 3.11.30 μέν, ὅτι τρεῖς αἱ ἄνω χῶραι ἡλίου, ἀνατολή, μεσημβρία, δύσις. τὴν δὲ σελήνην παρὰ τὸ σέλας ὑπολαβόντες Ἄρτεμιν προσηγόρευσαν, οἷον ἀερότεμιν· Λοχεία τε ἡ Ἄρτεμις, καίπερ οὖσα παρθένος, ὅτι ἡ τῆς νουμηνίας δύναμις προσθετικὴ 3.11.31 εἰς τὸ τίκτειν. ὅπερ δὲ Ἀπόλλων ἐν ἡλίῳ, τοῦτο Ἀθηνᾶ ἐν σελήνῃ· ἔστι 3.11.32 γὰρ τῆς φρονήσεως σύμβολον, Ἀθρηνᾶ τις οὖσα. Ἑκάτη δὲ ἡ σελήνη πάλιν, τῆς περὶ αὐτὴν μετασχηματίσεως καὶ κατὰ τοὺς σχηματισμοὺς δυνάμεως· διὸ τρίμορφος ἡ δύναμις, τῆς μὲν νουμηνίας φέρουσα τὴν λευχείμονα καὶ χρυσοσάνδαλον καὶ τὰς λαμπάδας ἡμμένας· ὁ δὲ κάλαθος, ὃν ἐπὶ τοῖς μετεώροις φέρει, τῆς τῶν καρπῶν κατεργασίας, οὓς ἀνατρέφει κατὰ τὴν τοῦ φωτὸς παραύξησιν· 3.11.33 τῆς δ' αὖ πανσελήνου ἡ χαλκοσάνδαλος σύμβολον. ἢ καὶ ἐκ μὲν τοῦ κλάδου τῆς δάφνης λάβοι ἄν τις αὐτῆς τὸ ἔμπυρον, ἐκ δὲ τοῦ μήκωνος τὸ γόνιμον καὶ τὸ πλῆθος τῶν εἰσοικιζομένων εἰς αὐτὴν ψυχῶν ὥσπερ εἰς πόλιν, ὅτι πόλεως ὁ μήκων σύμβολον. καὶ Εἰλείθυια δὲ ἡ αὐτή, τῆς γεννητικῆς δυνάμεως σύμβο.11.34 λον· τόξα δὲ φέρει καθάπερ ἡ Ἄρτεμις διὰ τὴν τῶν ὠδίνων ὀξύτητα. πάλιν δ' αὖ αἱ Μοῖραι ἐπὶ τὰς δυνάμεις αὐτῆς ἀναφέρονται· ἡ μὲν Κλωθὼ ἐπὶ τὴν γεννητικήν, Λάχεσις δὲ ἐπὶ τὴν θρεπτικήν, Ἄτροπος δὲ ἡ κατὰ τὸ ἀπαραίτητον 3.11.35 τοῦ θεοῦ. συνοικίζουσι δὲ αὐτῇ καὶ τὴν τῶν καρπῶν γεννητικὴν δύναμιν, ἥπερ ἐστὶ Δημήτηρ, δύναμιν ἐμποιοῦσαν αὐτῇ. καὶ ἔστι συνεκτικὴ τῆς Κόρης ἡ σελήνη. προσοικίζουσι δὲ καὶ τὸν Διόνυσον διά τε τὴν τῶν κεράτων ἔκφυσιν 3.11.36 καὶ διὰ τὸν τῶν νεφῶν τόπον τὸν ὑποκείμενον τοῖς κάτω μέρεσιν. τὴν δὲ τοῦ Κρόνου δύναμιν νωχελῆ καὶ βραδεῖαν καὶ ψυχρὰν

59

κατεῖδον, διὸ τὴν τοῦ χρόνου δύναμιν αὐτῷ προσανέθεσαν· ἀποτυποῦσί τε αὐτὸν ἑστῶτα πολιόν, 3.11.37 πρὸς ἔμφασιν τοῦ γηράσκειν τὸν χρόνον. τῶν δὲ καιρῶν σύμβολα οἱ Κου.11.38 ρῆτες, τὸν χρόνον βουκολοῦντες, ὅτι διὰ τῶν καιρῶν ὁ χρόνος παροδεύει. τῶν δὲ Ὡρῶν αἱ μὲν Ὀλυμπιάδες εἰσὶ τοῦ Ἡλίου, αἳ καὶ ἀνοίγουσι τὰς κατὰ τὸνἀέρα πύλας, αἱ δὲ ἐπιχθόνιοι τῆς Δήμητρος· καὶ τὸν κάλαθον ἔχουσιν τὸν μὲν 3.11.39 τῶν ἀνθῶν σύμβολον τοῦ ἔαρος, τὸν δὲ τῶν σταχύων τοῦ θέρους. τοῦ δὲ Ἄρεως τὴν δύναμιν καταλαβόντες διάπυρον, πολέμων ποιητικὴν καὶ αἱμα.11.40 τουργὸν βλάπτειν τε καὶ ὠφελεῖν δυναμένην ἐποίησαν. τὸν δὲ τῆς Ἀφροδίτης ἀστέρα, τηρήσαντες γενεσιουργὸν ἐπιθυμίας τε καὶ γονῆς αἴτιον, γυναῖκα μὲν ἀνέπλασαν διὰ τὴν γένεσιν, ὡραίαν δέ, ὅτι καὶ Ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ. 3.11.41 καὶ Ἔρωτα μὲν παρέστησαν διὰ τὴν ἐπιθυμίαν. σκέπει δὲ μαστοὺς καὶ τὸ μόριον, ὅτι γονῆς αἰτία ἡ δύναμις καὶ ἐκθρέψεως. ἔστι δὲ ἀπὸ θαλάττης, στοιχείου διύγρου καὶ θερμοῦ, πολλὰ κινουμένου καὶ διὰ τὴν συγκίνησιν ἀφριῶν.11.42 τος, τὸ σπερματικὸν αἰνιττόμενοι. τοῦ δὲ λόγου τοῦ πάντων ποιητικοῦ τε καὶ ἑρμηνευτικοῦ ὁ Ἑρμῆς παραστατικός. ὁ δὲ ἐντεταμένος Ἑρμῆς δηλοῖ τὴν εὐτονίαν, δείκνυσιν δὲ καὶ τὸν σπερματικὸν λόγον τὸν διήκοντα διὰ πάν.11.43 των. λοιπὸν δὲ σύνθετος λόγος, ὁ μὲν ἐν ἡλίῳ Ἑρμῆς, Ἑκάτη δὲ ὁ ἐν σελήνῃ, Ἑρμόπαν δὲ ὁ ἐν τῷ παντί· κατὰ πάντων γὰρ ὁ σπερματικὸς καὶ ποιητικός. σύνθετος δὲ καὶ οἷον μιξέλλην καὶ παρ' Αἰγυπτίοις ὁ Ἑρμάνουβις. ἐπεὶ δὲ καὶ τῆς ἐρώσης ἦν δυνάμεως ὁ λόγος, ταύτης ὁ Ἔρως παραστατικός. διὸ παῖς μὲν τοῦ Ἑρμοῦ ὁ Ἔρως, νήπιος δὲ διὰ τὰς αἰφνιδίους περὶ τὰς ἐπιθυμίας ἐμπτώσεις 3.11.44 αὐτοῦ. τοῦ δὲ παντὸς τὸν Πᾶνα σύμβολον ἔθεντο, τὰ μὲν κέρατα δόντες σύμβολα ἡλίου καὶ σελήνης, τὴν δὲ νεβρίδα τῶν κατ' οὐρανὸν ἀστέρων ἢ τῆς τοῦ παντὸς ποικιλίας.» 3.11.45 Καὶ τὰ μὲν Ἑλληνικὰ τοιαῦτα· τὰ δὲ τῶν Αἰγυπτίων πάλιν τοιαῦτά φησιν ἔχειν σύμβολα· «Τὸν δημιουργόν, ὃν Κνὴφ οἱ Αἰγύπτιοι προσαγορεύουσιν, ἀνθρωποειδῆ, τὴν δὲ χροιὰν ἐκ κυανοῦ μέλανος ἔχοντα, κρατοῦντα ζώνην καὶ σκῆπτρον, ἐπὶ δὲ τῆς κεφαλῆς πτερὸν βασίλειον περικείμενον, ὅτι λόγος δυσεύρετος καὶ ἐγκεκρυμμένος καὶ οὐ φανὸς καὶ ὅτι ζῳοποιὸς καὶ ὅτι βασιλεὺς καὶ ὅτι νοερῶς 3.11.46 κινεῖται· διὸ ἡ τοῦ πτεροῦ φύσις ἐν τῇ κεφαλῇ κεῖται. τὸν δὲ θεὸν τοῦτον ἐκ τοῦ στόματος προΐεσθαι ᾠόν φασιν, ἐξ οὗ γεννᾶσθαι θεόν, ὃν αὐτοὶ προσαγορεύουσι Φθᾶ, οἱ δὲ Ἕλληνες Ἥφαιστον· ἑρμηνεύειν δὲ τὸ ᾠὸν τὸν κόσμον. ἀφιέρωται δὲ τῷ θεῷ τούτῳ πρόβατον διὰ τὸ τοὺς παλαιοὺς γαλακτο.11.47 ποτεῖν. αὐτοῦ δὲ τοῦ κόσμου τὸ δείκηλον τοιόνδε ἀνέπλασαν· ἀνθρωποειδές ἐστιν ἄγαλμα, τοὺς μὲν πόδας συμβεβηκότας ἔχον, ἄνωθεν δὲ μέχρι ποδῶν ποικίλον ἱμάτιον περιβεβλημένον· ἐπὶ δὲ τῆς κεφαλῆς σφαῖραν ἔχει χρυσῆν διὰ τὸ μὴ μεταβαίνειν καὶ διὰ τὴν τῶν ἄστρων ποικίλην φύσιν καὶ ὅτι σφαι.11.48 ροειδὴς ὁ κόσμος. Ἥλιον δὲ σημαίνουσιν ποτὲ μὲν δι' ἀνθρώπου ἐπιβεβηκότος πλοῖον, τοῦ πλοίου ἐπὶ κροκοδείλου κειμένου. δηλοῖ δὲ τὸ μὲν πλοῖον τὴν ἐν ὑγρῷ κίνησιν, ὁ δὲ κροκόδειλος πότιμον ὕδωρ, ἐν ᾧ φέρεται ὁ ἥλιος. ἐσημαίνετο τοίνυν ὁ ἥλιος δι' ἀέρος ὑγροῦ καὶ γλυκέος τὴν περιπόλησιν ποιεῖ.11.49 σθαι. τῆς δὲ οὐρανίας γῆς καὶ τῆς χθονίας τὴν δύναμιν Ἶσιν προσεῖπον διὰ τὴν ἰσότητα, ἀφ' ἧς τὸ δίκαιον· οὐρανίαν δὲ τὴν σελήνην, χθονίαν δὲ καὶ 3.11.50 τὴν καρποφόρον, ἐν ᾗ κατοικοῦμεν, λέγουσιν. τὸ δὲ αὐτὸ δύναται Δημήτηρ παρ' Ἕλλησιν καὶ Ἶσις παρ' Αἰγυπτίοις, καὶ πάλιν Κόρη παρ' Ἕλλησι καὶ Διόνυσος καὶ Ἶσις καὶ Ὄσιρις παρ' Αἰγυπτίοις. αὕτη δὲ τρέφουσα καὶ αἴρουσα τὰ ἐπὶ γῆς· ὁ δὲ Ὄσιρις παρ' Αἰγυπτίοις τὴν κάρπιμον παρίστησι δύναμιν, ἣν θρήνοις ἀπομειλίσσονται εἰς γῆν ἀφανιζομένην ἐν τῷ σπόρῳ καὶ 3.11.51 ὑφ' ἡμῶν καταναλισκομένην εἰς τροφάς. λαμβάνεται δὲ καὶ ἀντὶ τῆς ποταμίας τοῦ Νείλου δυνάμεως· ἀλλ' ὅταν μὲν τὴν χθονίαν γῆν σημαίνωσιν, Ὄσιρις ἡ κάρπιμος λαμβάνεται δύναμις, ὅταν δὲ τὴν

60

οὐρανίαν, Ὄσιρίς ἐστιν ὁ Νεῖλος, ὃν ἐξ οὐρανοῦ καταφέρεσθαι οἴονται· πενθοῦσι δὲ καὶ τοῦτον, ἀπομειλισσόμενοι τὴν δύναμιν λήγουσαν καὶ ἀναλισκομένην. ἡ δὲ ἐν τοῖς μύθοις μισγομένη τῷ Ὀσίριδι Ἶσις ἡ Αἰγυπτία ἐστὶν γῆ, διόπερ ἰσοῦται καὶ κυεῖ καὶ ποιεῖ τοὺς καρπούς· διὸ ἀνὴρ τῆς Ἴσιδος Ὄσιρις καὶ ἀδελφὸς καὶ υἱὸς παραδέδοται. 3.12. Κατὰ δὲ τὴν Ἐλεφαντίνην πόλιν τετίμηται ἄγαλμα, πεπλασμένον μέν, ἀλλὰ ἀνδρείκελον καὶ καθήμενον κυανοῦν τε τὴν χρόαν, κεφαλὴν δὲ κριοῦ κεκτημένον καὶ βασίλειον κέρατα τράγεια ἔχον, οἷς ἔπεστι κύκλος δισκοειδής. κάθηται δὲ παρακειμένου κεραμέου ἀγγείου, ἐφ' οὗ ἄνθρωπον ἀναπλάσσει. δηλοῖ δὲ ἀπὸ μὲν τοῦ κριοῦ πρόσωπον ἔχειν καὶ αἰγὸς κέρατα τὴν ἐν κριῷ σύνοδον ἡλίου καὶ σελήνης· τὸ δὲ ἐκ κυανοῦ χρῶμα, ὅτι ὑδραγωγὸς ἐν συνόδῳ ἡ σε.12. λήνη. τὸ δὲ δεύτερον φῶς τῆς σελήνης ἐν Ἀπόλλωνος μὲν πόλει καθιέρωται· ἔστι δὲ τούτου σύμβολον ἱερακοπρόσωπος ἄνθρωπος ζιβύνῃ χειρούμενος Τυφῶνα ἱπποποτάμῳ εἰκασμένον. λευκὸν δὲ τῇ χρόᾳ τὸ ἄγαλμα, τῆς μὲν λευκότητος τὸ φωτίζεσθαι τὴν σελήνην παραστησάσης, τοῦ δὲ ἱερακείου προσώπου τὸ ἀφ' ἡλίου φωτίζεσθαι καὶ πνεῦμα λαμβάνειν. τὸν γὰρ ἱέρακα ἡλίῳ ἀφιεροῦσιν· φωτὸς δὲ καὶ πνεύματος ἱέραξ αὐτοῖς σύμβολον διά τε τὴν ὀξυκινησίαν καὶ τὸ πρὸς ὕψος ἀνατρέχειν, ἔνθα τὸ φῶς· ὁ δ' ἱπποπόταμος τὸν δυτικὸν δηλοῖ πόλον, 3.12.3 παρὰ τὸ καταπίνειν εἰς ἑαυτὸν τοὺς περιπολοῦντας. θεὸς δὲ τιμᾶται ἐν τῇ πόλει ταύτῃ ὁ Ὧρος. ἡ δὲ τῆς Εἰλειθυίας πόλις τὸ τρίτον φῶς θεραπεύει· τὸ δὲ ξόανον τετύπωται εἰς γῦπα πετομένην, ἧς τὸ πτέρωμα ἐκ σπουδαίων συνέστηκε λίθων. σημαίνει δὲ τὸ μὲν γυποειδὲς αὐτῆς τὴν γεννητικὴν πνευμάτων σελήνην· ἐκ γὰρ τοῦ πνεύματος οἴονται συλλαμβάνειν τὸν γῦπα, θη.12.4 λείας πάσας ἀποφαινόμενοι. ἐν δὲ τοῖς κατ' Ἐλευσῖνα μυστηρίοις ὁ μὲν ἱεροφάντης εἰς εἰκόνα τοῦ δημιουργοῦ ἐνσκευάζεται, δᾳδοῦχος δὲ εἰς τὴν ἡλίου· 3.12.5 καὶ ὁ μὲν ἐπὶ βωμῷ εἰς τὴν σελήνης, ὁ δὲ ἱεροκῆρυξ Ἑρμοῦ. καὶ ἄνθρωπος δὲ παρ' Αἰγυπτίοις ἐν τοῖς ἱεροῖς παρείληπται. Ἄναβις γάρ ἐστι κώμη Αἰγύπτου, ἐν ᾗ θεραπεύεται ἄνθρωπος καὶ θύεται τούτῳ καὶ ἐπὶ τῶν βωμῶν τὰ ἱερεῖα καίεται· ὁ δὲ μετ' ὀλίγον φάγοι ἂν τὰ ὡς ἀνθρώπῳ αὐτῷ παρεσκευα.12. σμένα. ὅτι δὲ οὐδὲ τὰ ζῷα θεοὺς ἡγοῦνται, εἰκόνας δὲ ἐποιοῦντο καὶ σύμβολα ταῦτα θεῶν, δηλοῖ τὸ πολλαχοῦ βοῦς ἀναχθέντας θεοῖς ἐν ταῖς ἱερομηνίαις καὶ ταῖς πρὸς τοὺς θεοὺς θρησκείαις βουθυτεῖν. ἡλίῳ μὲν γὰρ καὶ σελήνῃ βοῦς ἀνιέρωσαν. 3.13. Ἀλλ' ὅ γε ἡλίῳ ἀνακείμενος ἐν Ἡλίου πόλει καλούμενος Μνεῦις βοῶν ἐστι μέγιστος, σφόδρα μέλας, μάλιστα ὅτι καὶ ὁ ἥλιος ὁ πολὺς μελαίνει τὰ ἀνθρώπεια σώματα. ἔχει δὲ τὴν οὐρὰν παρὰ τοὺς ἄλλους βοῦς καὶ τὸ πᾶν σῶμα ἀνάτριχον, καθάπερ ὁ ἥλιος τὸν ἐναντίον τῷ πόλῳ ποιεῖται δρόμον· τούς τε ὄρχεις μεγίστους, ἐπειδήπερ ὁ περὶ τὰ ἀφροδίσια ἵμερος γίνεται ὑπὸ θερμότη.13. τος ὅ τε ἥλιος σπερμαίνειν λέγεται τὴν φύσιν. σελήνῃ δὲ ταῦρον ἀνέθεσαν, ὃν Ἆπιν ἐπονομάζουσιν, μέλανα μὲν καὶ αὐτὸν ὑπὲρ τοὺς ἄλλους, φέροντα δὲ σημεῖα ἡλίου καὶ σελήνης, ὅτι καὶ τῆς σελήνης τὸ φῶς ἐξ ἡλίου· ἡλίου δὲ σημεῖον τὸ μέλαν τοῦ σώματος καὶ ὁ ὑπὸ τὴν γλῶτταν κάνθαρος· σελήνης δὲ σύμβολον τό τε διχότομον καὶ ἀμφίκυρτον.» 3.13.3 Ταῦτά μοι ἐκ τῆς τοῦ προειρημένου ἀνδρὸς γραφῆς ἐπιτετμήσθω, ὡς ἂν μηδὲν ἡμᾶς λάθοι τῶν ἀπορρήτων τῆς Ἑλληνικῆς ὁμοῦ καὶ Αἰγυπτιακῆς θεολογίας, ἧς ἀποστάτας ἑαυτοὺς καὶ φυγάδας ὁμολογοῦμεν, κρίσει καὶ 3.13.4 λογισμῷ σώφρονι καὶ τάδε παραιτησάμενοι. οὐ γάρ με ἡ ἀλαζὼν ἐκπλήξει φωνή, φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ' ἐπίθεσθε βέβηλοι φήσασα. βέβηλοι γοῦν οὐχ ἡμεῖς, ἀλλ' οἵ γε τοιάσδε αἰσχρὰς καὶ ἀπρεπεῖς μυθολογίας κανθάρων πέρι καὶ θηρίων ἀλόγων σοφίας θεολόγου νοήματα εἶναι ἀποφηνάμενοι, οἳ κατὰ τὸν θαυμάσιον ἀπόστολον «φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν· ὅτι δὴ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος 3.13.5 φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων

61

καὶ ἑρπετῶν». ἀλλ' ἐπεὶ πάντα τὸν περὶ τούτων ἀπόρρητον δὴ καὶ μυστικώτερον λόγον εἰς ἀσωμάτους δυνάμεις μεταφορικῶς ἀνῆγον, ὥστε δοκεῖν μηκέτ' ἐπὶ τὰ ὁρώμενα μέρη τοῦ κόσμου τὴν θεοποιίαν αὐτῶν συντείνειν, ἀλλ' ἐπί τινας ἀοράτους καὶ ἀσωμάτους δυνάμεις, σκεψώμεθα εἰ μὴ καὶ οὕτως μίαν χρὴ τὴν θείαν 3.13. δύναμιν ἀποθαυμάζειν, ἀλλ' οὐ πολλὰς ἡγεῖσθαι. οὐδὲ γὰρ ἐπεὶ πολλὰ σχήματα καὶ μέρη καὶ μέλη ὑφ' ἑνὶ σώματι δεδημιούργηται, τοσαύτας χρῆν ἡμᾶς τὰς ψυχὰς ἔχειν ἡγεῖσθαι οὐδὲ τοσούτους ποιητὰς καὶ δημιουργοὺς τοῦ σώματος νομίζειν, ἀλλὰ καὶ ψυχὴν μίαν τὸ πᾶν σῶμα κινεῖν καὶ μίαν 3.13. δημιουργὸν δύναμιν τὸ πᾶν ζῷον τεκτήνασθαι. οὕτω δῆτα καὶ ἐπὶ τοῦ σύμπαντος κόσμου, ἑνὸς μὲν ὄντος καὶ ἐκ μιᾶς τῆς σωματικῆς ὕλης συνεστῶτος, εἰς μέρη δὲ πλεῖστα διῃρημένου καὶ μίαν τῶν ὅλων φυσικὴν συμπάθειαν ὑποφαίνοντος κρᾶσίν τε καὶ μῖξιν τῶν ἐν αὐτῷ στοιχείων ἀλλοιώσεις τε καὶ μεταβολὰς αὐτῶν εἰς ἑαυτά, ὅλον δὲ καὶ τὸ πᾶν ἕνα κόσμον καὶ μίαν ἁρμονίαν ἐπιδεικνυμένου, οὐ πολλὰς χρῆν ὑποτίθεσθαι δημιουργοὺς δυνάμεις, μόνην 3.13. δὲ θεολογεῖν τὴν ὡς ἀληθῶς «θεοῦ δυνάμιν καὶ θεοῦ σοφίαν». ὁ δὲ καὶ τὰς Αἰγυπτιακὰς μυθολογίας πάλιν ἐπὶ ἀσωμάτους μεταφέρει δυνάμεις, λαθὼν ὁ σοφώτατος αὐτὸς ἑαυτόν. ἀκήκοας γὰρ ἐν τοῖς πρόσθεν ὅπως τὸν Χαιρήμονα καὶ πλείους ἄλλους ὡμολόγει μηδ' ἄλλο τι πρὸ τῶν ὁρωμένων κόσμων ἡγεῖσθαι ἐν ἀρχῆς τε λόγῳ τίθεσθαι τοὺς Αἰγυπτίους· τούτους γὰρ πάντα εἰς τὰ φυσικὰ καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρμη.13. νεύειν. εἰ δὴ οὖν κατὰ τὴν αὐτῶν ὁμολογίαν Αἰγυπτίων ἦν τὸ μηδὲν ἀνάγειν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας, πάντα δὲ τὰ περὶ θεῶν αὐτοῖς μυθολογούμενα ἐπὶ τὰ φυσικὰ τοῦ κόσμου μέρη μεταφέρειν, τί δὴ ἐξ ὑπαρχῆς εὑρησιλογοῦντες Αἰγυπτίοις τὰ μηδαμῶς αὐτῶν οἰκεῖα προσγράφουσιν, ἐπὶ δυνάμεις ἀσωμάτους φάσκοντες αὐτοὺς τὴν ἀναφορὰν τῆς θεολογίας αὐτῶν ποιεῖσθαι; καθόλου μὲν οὖν ταῦτα αἰτιατέον. 3.13.10 Καὶ ἐπὶ τῶν κατὰ μέρος δὲ ἡγοῦμαι τὸν ἔλεγχον τῆς κατηναγκασμένης ἀποδόσεως αὐτῶν οὐ μακρᾶς ἀνασκευῆς δεῖσθαι. ἵνα γὰρ τὸν Αἰγυπτιακὸν παρελθών τις λῆρον καὶ τὴν πολλὴν αὐτῶν καὶ ἀδόλεσχον φλυαρίαν ἐπὶ τὰς τῶν σοφῶν Ἑλλήνων μετέλθοι φυσιολογίας, τίς οὐκ ἂν τῶν εὖ φρονούντων αὐτόθεν καταμέμψαιτο τοῖς τὰ τοιαῦτα παρεξηγεῖσθαι πειρωμένοις; 3.13.11 ἔστω γὰρ ὁ Ζεὺς μηκέθ' ἡ πυρώδης καὶ αἰθέριος οὐσία, ὥσπερ οὖν τοῖς παλαιοῖς ἐνομίζετο κατὰ τὸν Πλούταρχον, ἀλλ' αὐτὸς ὁ ἀνωτάτω νοῦς, ὁ τῶν ὅλων δημιουργικός, ὁ τὰ πάντα ζῳογονῶν· πῶς οὖν ἔσται τούτου πατὴρ μὲν ὁ Κρόνος, ὅν φασιν εἶναι τὸν χρόνον, Ῥέα δὲ μήτηρ, ἣν ὁ ἑρμηνεὺς ἔφησεν εἶναι τὴν πετρώδη καὶ ὄρειον δύναμιν; τὴν γὰρ Ἥραν οὐκ οἶδ' ὅπως τὸν ἀέρα τὸν καὶ αἰθέρα προσειπὼν ἀδελφὴν ὁμοῦ καὶ γυναῖκά φησιν εἶναι 3.13.12 τοῦ κοσμοποιοῦ καὶ ζῳοποιοῦ πάντων νοῦ. ἀλλὰ καὶ ἡ Λητὼ πάλιν ληθώ τις καλείσθω, διὰ τὴν κατὰ τὸν ὕπνον, ὥς φασιν, ἀναισθησίαν καὶ ὅτι λήθη ξυνομαρτεῖ ταῖς ὑπὸ σελήνην γενομέναις ψυχαῖς. πῶς ἂν οὖν ἡ λήθη γένοιτ' ἂν ἡλίου καὶ σελήνης μήτηρ, Ἀπόλλωνος καὶ Ἀρτέμιδος τῶν Λητοῦς παί.13.13 δων εἰς ἥλιον καὶ σελήνην μετενηνεγμένων; τί δὲ χρὴ σέβειν ὡς θεὸν τὴν Ῥέαν ἢ τὴν Δήμητραν, εἰ ἡ μὲν τῆς πετρώδους καὶ ὀρείου γῆς, ἡ δὲ τῆς πεδιάδος τὰ σύμβολα φέρειν ἐλέγετο; τὴν δὲ Κόρην τὸν κόρον ἀλληγοροῦντες 3.13.14 τίνι λόγῳ καὶ ταύτην οἴονται δεῖν τῇ σεβασμίῳ προσηγορίᾳ τιμᾶν; τί δὲ μᾶλλον τὴν σπερματοῦχον δύναμιν καὶ τὴν τῶν ἀκροδρύων γένεσιν ἢ τῶν κατὰ τὸ ἔαρ προφαινομένων ἀνθῶν καὶ πρὶν τελεσιογονῆσαι διαρρεόντων ἢ τῆς τῶν τελείων καρπῶν ἐκτομῆς τὰ σύμβολα, Διόνυσον καὶ Ἄττιν καὶ Ἄδωνιν ἐπονομάζοντας, ὡς θεοὺς χρῆναι σέβειν, οὐχὶ δὲ τούτων ἁπάντων τὸ ἀνθρώπειον γένος προτιμᾶν, ᾧ ταῦτα πρὸς χρῆσιν καὶ τροφὴν ὁ τῶν ὅλων δημιουργὸς θεὸς ὑπεστήσατο; 3.13.15 Μεταβὰς δὲ ἐκ τούτων καὶ τὰ λοιπὰ κατὰ τὸν ὅμοιον τρόπον τῆς γενναίας ἀπελέγξεις φυσιολογίας, εὐλόγως τῆς ἀναισχυντίας ἐπιμεμψάμενος τοῖς, φέρε, τὸν ἥλιον αὐτὸν εἶναι τὸν Ἀπόλλω καὶ

62

πάλιν τὸν Ἡρακλέα καὶ αὖθις 3.13.16 τὸν Διόνυσον καὶ τὸν Ἀσκληπιὸν ὁμοίως ἀποφαινομένοις. πῶς γὰρ ὁ αὐτὸς πατὴρ ἂν γένοιτο καὶ υἱός, Ἀσκληπιὸς ὁμοῦ καὶ Ἀπόλλων; πῶς δὲ πάλιν εἰς Ἡρακλέα μετενεχθείη, εἰ δὴ ἐκ θνητῆς γυναικὸς τῆς Ἀλκμήνης ὁ Ἡρακλῆς αὐτοῖς ὁμολογεῖται; πῶς δ' ἂν ἐμμανὴς γένοιτο καὶ σφάξειεν τοὺς ἑαυτοῦ παῖδας ὁ ἥλιος, ὅτι δὴ καὶ ταῦτα προσαναγέγραπται τῷ Ἡρα.13.17 κλεῖ; ἀλλὰ τοὺς ἄθλους ἐπιτελοῦντα τοὺς δώδεκα τὸν Ἡρακλέα τῆς κατ' οὐρανὸν διαιρέσεως τοῦ ζωδιακοῦ κύκλου, ὅν φασι τὸν ἥλιον περιπολεῖν, τὸ σύμβολον φέρειν. τίς οὖν ἔτι γένοιτ' ἂν Εὐρυσθεὺς ὁ τῷ ἡλίῳ, ὥσπερ οὖν τῷ Ἡρακλεῖ, τοὺς ἄθλους ἐκτελεῖν ἐπιτάττων; πῶς δὲ ἐπὶ τὸν ἥλιον ἀναχθεῖεν αἱ πεντήκοντα Θεσπίου θυγατέρες καὶ τὸ τῶν λοιπῶν αἰχμαλωτίδων πλῆθος, αἷς τὸν Ἡρακλέα λόγος ἔχει μιγῆναι, ἐξ ὧν καὶ θνητοὶ παῖδες αὐτῷ γενόμενοι ἐπὶ μήκιστον τὴν τῶν γενῶν παρέτειναν διαδοχήν; τίς δ' ἂν εἴη ὁ κένταυρος, οὗ τῷ αἵματι τὸν χιτῶνα μολύνασα ἡ Δηιάνειρα τὸν ἥλιον, 3.13.18 ὥσπερ οὖν τὸν Ἡρακλέα, τῇ δεδηλωμένῃ περιβάλοι ἂν συμφορᾷ; ἀλλὰ γὰρ μηκέτ' ἔστω ὁ ἥλιος αὐτοῖς Ἡρακλῆς, ἔστω δὲ Διόνυσος· καὶ τί ταῦτα πρὸς τὸν Διόνυσον; φαίη τις ἂν εἰκότως. τίς γὰρ ἡ τοῦτον γεννήσασα, εἴτε Σεμέλη τις λέγοιτο εἴτε Περσεφόνη; πῶς δ' ἂν εἴη ὁ Διόνυσος ὁμοῦ καὶ ἥλιος καὶ ἡ κατὰ τοὺς ὑγροὺς καρποὺς καὶ τὰ ἀκρόδρυα βλαστῶσα δύναμις; τί δ' ἂν γένοιτο τῶν συστρατευσαμένων αὐτῷ γυναικῶν τὸ πλῆθος; τίς δὲ καὶ ἡ τοῦ ἡλίου, ὥσπερ οὖν ἡ τοῦ Διονύσου, Ἀριάδνη; τί δὲ μᾶλλον οἴνου, οὐχὶ δὲ σίτου καὶ ὀσπρίων καὶ τῶν ἀπὸ γῆς ἁπάντων καρπῶν γένοιτ' ἂν ὁ Διό.13.19 νυσος χορηγὸς ἐπὶ τὸν ἥλιον μεταγόμενος; εἰ δὲ καὶ Ἀσκληπιὸς πάλιν αὐτοῖς εἴη ὁ ἥλιος, πῶς οὗτος κεραυνοῦται ὑπὸ τοῦ Διὸς ῥυπαρᾶς ἕνεκεν αἰσχροκερδείας, κατὰ τὸν Βοιώτιον μελοποιὸν Πίνδαρον ὧδέ πως λέγοντα· Ἔτραπεν κἀκεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανείς ... χερσὶ δ' ἄρα Κρονίων ῥίψας δι' ἀμφοῖν ἀμπνοὰς στέρνων καθεῖλεν ὠκέως, αἴθων δὲ κεραυνὸς ἔσκηψε μόρον. 3.13.20 τίνες δὲ καὶ οἱ ἐξ ἡλίου Ἀσκληπιάδαι, εἰς μακρὸν τοῦ βίου διαφυλαχθέντες καὶ θνητῶν ἀνδρῶν γένεσιν πᾶσιν ἀνθρώποις παραπλησίαν ὑποστησάμενοι; πλὴν ἀλλὰ πάλιν αὐτοῖς, ὥσπερ διὰ μηχανῆς, τὰς αἰσχρὰς καὶ μυθικὰς περὶ θεῶν διηγήσεις ἀποφεύγουσι πρὸς ἥλιον καὶ σελήνην καὶ τὰ λοιπὰ τοῦ κό.13.21 σμου μέρη ἀνατρέχοι ἂν ὁ λόγος. εἴ γε πῦρ μὲν ἦν αὐτοῖς ὁ Ἥφαιστος καὶ ἡ θερμὴ δύναμις, Ποσειδῶν δὲ ἡ ὑγρὰ οὐσία, Ἥρα δὲ ὁ ἀήρ, καὶ γῆ πάλιν ἡ μὲν ὄρειος καὶ πετρώδης Ῥέα, ἡ δὲ γόνιμος καὶ πεδινὴ Δημήτηρ καὶ Κόρη δὲ ἡ σπερματοῦχος καὶ Διόνυσος ἡ φυτευτικὴ τῶν ἀκροδρύων δύναμις καὶ ἥλιος Ἀπόλλων σὺν τοῖς κατειλεγμένοις, σελήνη δὲ ποτὲ μὲν Ἄρτεμις, ποτὲ δὲ Ἀθηνᾶ καὶ πάλιν Ἑκάτη καὶ Εἰλείθυια, οὐκοῦν πάλιν τὴνκτίσιν παρὰ τὸν κτίστην καὶ τὴν δημιουργίαν τοῦ παντός, ἀλλ' οὐ τὸν δημιουργὸν θεολογοῦντες ἀπελέγχονται, λίαν ἐπισφαλῶς καὶ ἐπικινδύνως 3.13.22 καὶ ἐπὶ κακῷ τῆς ἰδίας αὐτῶν κεφαλῆς. εἰ δὲ μὴ τὰ ὁρώμενα σώματα ἡλίου καὶ σελήνης καὶ ἄστρων μηδέ γε τὰ αἰσθητὰ μέρη τοῦ κόσμου φήσουσι θεοποιεῖν, ἀλλὰ τὰς ἐν τούτοις ἀοράτους δυνάμεις αὐτοῦ δὴ τοῦ ἐπὶ πᾶσιν ἕνα γὰρ ὄντα θεὸν παντοίαις δυνάμεσι τὰ πάντα πληροῦν καὶ διὰ πάντων διήκειν καὶ τοῖς πᾶσιν ἐπιστατεῖν ἀσωμάτως καὶ ἀφανῶς ἐν πᾶσιν ὄντα καὶ διὰ πάντων διήκοντα, καὶ τοῦτον εἰκότως διὰ τῶν δεδηλωμένων σέβειν φασί, τί δῆτα τοιγαροῦν οὐχὶ τὰς αἰσχρὰς καὶ ἀπρεπεῖς περὶ θεῶν μυθολογίας ὡς ἂν ἀθέσμους καὶ ἀσεβεῖς παραιτησάμενοι καὶ αὐτάς γε τὰς περὶ τούτων βίβλους ὡς δυσσεβῆ καὶ ἀκόλαστα περιεχούσας ἀφανεῖς ποιήσαντες, τὸν ἕνα καὶ μόνον καὶ ἀόρατον θεὸν γυμνῶς καὶ καθαρῶς καὶ ἄνευ τινὸς αἰσχρᾶς 3.13.23 περιπλοκῆς ἀνυμνοῦσι; τοῦτο γὰρ δέον ἦν ποιεῖν τοῖς τἀληθὲς ἐπεγνωκόσι, μηδὲ κατάγειν καὶ καταβάλλειν εἰς αἰσχρὰς καὶ ἐμπαθεῖς ἀρρητολογίας τὴν σεβάσμιον τοῦ θεοῦ πρόσρησιν· ἀλλὰ μηδ' ἐν οἰκίσκοις καὶ σκότου μυχοῖς ἀνδρῶν τε οἰκοδομαῖς σφᾶς αὐτοὺς ἐναποκλείειν, ὡς ἔνδον εὑρήσοντας τὸν θεόν, μηδ' ἐν ξοάνοις ἐξ ἀψύχου πεποιημένοις ὕλης τὰς θείας

63

τιμᾶν οἴεσθαι δυνάμεις μηδὲ μὴν γεώδεσιν ἀτμοῖς αἱμάτων καὶ λύθρου καὶ νεκρῶν ζῴων αἵ.13.24 μασι κεχαρισμένα τῷ θεῷ πράττειν νομίζειν. τούτων δὲ ἁπάντων, ὡς ἂν πλάνης δεσμῶν ἀπολυθέντας, χρῆν δήπου τοὺς σοφοὺς καὶ μετεωρολέσχας πᾶσιν ἀνθρώποις τῆς φυσικῆς θεωρίας ἀφθόνως κοινωνεῖν, μονονουχὶ γυμνῶς προκηρύττοντας ἅπασι μὴ τὰ φαινόμενα, τὸν δ' ἀφανῆ δημιουργὸν τῶν φαινο μένων μόνον ἀποθαυμάζειν καὶ τὰς ἀοράτους αὐτοῦ καὶ ἀσωμάτους δυνάμεις ἀοράτως καὶ ἀσωμάτως θρησκεύειν, οὐ πῦρ ἅψαντας οὐδέ γε κριὸν καὶ ταῦρον θυσαμένους, ἀλλ' οὐδὲ στεφάνοις καὶ ξοάνοις καὶ ναῶν ἀνοικοδομαῖς τὸ θεῖον τιμᾶν οἰομένους, λογισμοῖς δὲ κεκαθαρμένοις καὶ δόγμασιν ὀρθοῖς καὶ ἀληθέσι τοῦτο πράττοντας, ἐν ἀπαθείᾳ ψυχῆς καὶ τῇ πρὸς αὐτὸν κατὰ τὸ 3.13.25 δυνατὸν τῆς ἀρετῆς ὁμοιώσει. ἀλλ' οὐδείς γε πώποτε, οὐ βάρβαρος, οὐχ Ἕλλην, πᾶσιν ἀνθρώποις ταύτης κατῆρξεν τῆς ἀληθείας ἢ μόνος ὁ ἡμέτερος σωτήρ· ὃς δὴ τῆς παλαιᾶς πλάνης πᾶσι τοῖς ἔθνεσιν ἀποφυγὴν προκηρύξας τοῖς πᾶσιν ἀφθόνως εὕρετο τὴν πρὸς τὸν ἀληθῆ καὶ μόνον τῶν ὅλων θεὸν ἐπιστροφήν τε καὶ εὐσέβειαν· οἱ δὲ τηνάλλως σοφοὶ τοῦ βίου τὴν ἀνωτάτω φιλοσοφίαν αὐχήσαντες, ᾗ φησιν ὁ θεῖος ἀπόστολος· «γνόντες θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φήσαντες γοῦν εἶναι σοφοὶ ἐμωράνθησαν» «καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας.» 3.14.

ιαʹ. ΟΤΙ ΤΑΣ ΜΥΘΙΚΑΣ ΠΕΡΙ ΘΕΩΝ ΔΙΗΓΗΣΕΙΣ ΑΥΤΟΙ ΔΙΑ ΤΩΝ ΟΙΚΕΙΩΝ ΧΡΗΣΜΩΝ ΟΙ ΑΥΤΩΝ ΘΕΟΙ ΚΥΡΟΥΝΤΕΣ ΑΠΕΛΕΓΧΟΝΤΑΙ ΕΝΑΝΤΙΑ ΠΡΑΤΤΟΝΤΕΣ ΤΟΙΣ ΦΙΛΟΣΟΦΟΙΣ Μετὰ γοῦν τὴν μακρὰν καὶ πολλὴν φιλοσοφίαν καὶ μετὰ τὰς σεμνὰς μετεωρολογίας καὶ φυσιολογίας, ἄνωθέν ποθεν ὡς ἀφ' ὑψηλοτάτης ἀκρωρείας καταπίπτοντες σὺν τοῖς πλήθεσι κατεσύροντο καὶ τῇ τῶν παλαιῶν πολυθέῳ πλάνῃ συνεφύροντο, τὰ τοῖς πολλοῖς ὅμοια διὰ τοῦ θύειν καὶ τοῖς ξοάνοις προσπίπτειν δοξάζειν ὑποκρινόμενοι αὔξοντές τε καὶ ἐπὶ μᾶλλον κρατύνον.14. τες τὴν δημώδη τῶν μυθικῶν διηγημάτων περὶ θεῶν ὑπόληψιν. πῶς οὖν οὐκ ἂν εἶεν τοῖς πᾶσι πρόδηλοι σεμνολογούμενοι μὲν ταῖς φυσιολογίαις καὶ μέχρι λόγων τὰ αἰσχρὰ καλλωπίζοντες τῇ παρατροπῇ τῆς ἀληθείας, ἔργοις δ' αὐτοῖς τὴν μυθικὴν συνιστῶντες πλάνην καὶ τὴν πάνδημον δεισιδαιμονίαν; καὶ οὐδέπω τοῦτο θαυμαστόν, ὅτε καὶ αὐτοὺς ἀναγράφουσι τοὺς 3.14.3 ἑαυτῶν θεοὺς ταῖς περὶ αὐτῶν συμφερομένους θεολογίαις. ἄκουε γοῦν ὅπως ὁ Ἀπόλλων αὐτὸς περὶ ἑαυτοῦ διδάσκει ὕμνον, ὃν εἰς ἑαυτὸν ἐξέδωκεν, ὁμολογῶν ἐν Δήλῳ τῇ νήσῳ ὑπὸ Λητοῦς γεγενῆσθαι, καὶ πάλιν ὁ Ἀσκληπιὸς 3.14.4 ἐν Τρίκκῃ, ὡς καὶ Ἑρμῆς τετέχθαι ὁμολογῶν ἀπὸ τῆς Μαίας. γράφει δὲ ὁ Πορφύριος καὶ ταῦτα ἐν οἷς ἐπέγραψε Περὶ τῆς ἐκ λογίων φιλοσοφίας, ἔνθα καὶ τῶν χρησμῶν ἐμνημόνευσεν ὧδέ πως ἐχόντων· «ὦ μέγα πᾶσιν χάρμα βροτοῖσιν ἀπὸ σᾶς ἱερῶν ματέρος ἁγνᾶς προθορὼν τοκετῶν.» 3.14.5 οἷς ἐπιλέγει· «ἀλλ' ὅτε Λατὼ ὠδὶς ἱερὰ λάζυτο πᾶσαν, ὀροθυνομένων διδύμων τοκετῶν ἔνδοθι σηκῶν, ἵστατο μὲν γαῖ', ἵστατο δ' ἀήρ, πάγνυτο νᾶσος, πάγνυτο κῦμα· ἀνὰ δ' ἐξέθορες, μάντι Λυκωρεῦ, τοξότα Φοῖβε, κατὰ χρησμολάλων βασιλεῦ τριπόδων.» 3.14. καὶ ὁ Ἀσκληπιὸς πάλιν περὶ ἑαυτοῦ· «Τρίκκης ἐξ ἱερῆς ἥκω θεός, ὅν ποτε μήτηρ Φοίβῳ ὑπευνηθεῖσα κυεῖ σοφίης βασιλῆα, ἴδριν ἰητορίης Ἀσκληπιόν· ἀλλὰ τί πεύθῃ;» 3.14. ὁ δ' Ἑρμῆς φησιν· «ὃς δ' ἐγώ, ὃν καλέεις· Ζηνὸς καὶ Μαιάδος υἱὸς Ἑρμείης· προβέβηκα λιπὼν ἀστραῖον ἄνακτα.» 3.14. καὶ τὸ εἶδος δὲ ἑαυτῶν ὑπογράφουσιν τοῦ σχήματος, ὥσπερ ὁ Πὰν καὶ αὐτὸς ἐν χρησμοῖς περὶ ἑαυτοῦ τάδε

64

λέγει διδάσκων· «Εὔχομαι βροτὸς γεγὼς Πανὶ συμφύτῳ θεῷ, δισσοκέρατι, δισσόποδι, τραγοσκελεῖ, τρυφῶντι.» 3.14. ταῦτα ἐν ἀπορρήτοις τῆς ἐκ λογίων φιλοσοφίας ὁ δηλωθεὶς ἀνὴρ τέθειται. οὐκέτ' ἄρα ὁ Πὰν σύμβολον ἦν τοῦ παντός, δαίμων δ' ἂν εἴη τις τοιοῦτος οἷος καὶ ὑπογέγραπται ὁ καὶ τὸν χρησμὸν ἐκδούς· οὐ γὰρ δὴ τὸ πᾶν καὶ ὁ σύμπας κόσμος ἔχρησεν τὰ προκείμενα. τούτου τοιγαροῦν τοῦ δαίμονος, ἀλλ' οὐ τοῦ παντὸς τὴν εἰκόνα ἐκτυπώσαντες ἄνδρες τὸ προγεγραμμένον ἐμιμή 3.14.10 σαντο σχῆμα. καὶ ὁ Ἑρμῆς δὲ πῶς ἂν νοοῖτο πάντων ποιητικός τε καὶ ἑρμηνευτικὸς λόγος, μητέρα Μαῖαν τὴν Ἄτλαντος ὁμολογῶν ἐσχηκέναι τήν γε 3.14.11 περὶ αὐτοῦ λεγομένην μυθολογίαν, ἀλλ' οὐ φυσιολογίαν ἐγκρίνας; οὕτω καὶ ὁ Ἀσκληπιὸς πῶς ἂν μετάγοιτο εἰς ἥλιον, πατρίδα τὴν Τρίκκην ἐπιγραφόμενος καὶ ἀπὸ θνητῆς ὁμολογῶν γεγονέναι μητρός; πῶς δὲ ἥλιος ὢν αὐτὸς τοῦ ἡλίου πάλιν υἱὸς ἀποφανθείη; ἐπεὶ καὶ τὸν αὐτοῦ πατέρα τὸν Φοῖβον οὐκ 3.14.12 ἄλλον εἶναι τοῦ ἡλίου ἐφυσιολόγησαν. ἐξ ἡλίου δὲ καὶ θνητῆς γυναικὸς φάναι αὐτὸν πῶς οὐ πάντων καταγελαστότατον; ἐπεὶ καὶ αὐτὸν τὸν πατέρα ἥλιον, ὃν δὴ Ἀπόλλωνά φασιν εἶναι, πῶς εἰκὸς ἐν Δήλῳ γεγενῆσθαι τῇ νήσῳ 3.14.13 ὑπὸ θνητῆς πάλιν μητρὸς τῆς Λητοῦς; ἐνταῦθά μοι τήρει ὁπόσους Ἕλληνες θεοὺς γεννητοὺς γυναικῶν ἐθεολόγησαν, εἰς παράθεσιν, εἴ ποτε πειρῷντο σκώπτειν τὴν τοῦ ἡμετέρου σωτῆρος γένεσιν, καὶ ὅτι οὐ ποιητῶν εἰσι φωναί, ἀλλ' αὐτῶν τῶν θεῶν αἱ προκείμεναι σημειώσεις. 3.15.

ιβʹ. ΟΤΙ ΚΑΙ ΤΑΣ ΤΩΝ ΦΙΛΟΣΟΦΩΝ ΘΕΩΡΙΑΣ ΒΕΒΑΙΟΥΣΙ ΔΙΑ ΤΩΝ ΧΡΗΣΜΩΝ ΕΝΑΝΤΙΩΣ ΤΟΙΣ ΠΕΡΙ ΑΥΤΩΝ ΜΥΘΟΙΣ ΑΛΛΗΓΟΡΟΥΝΤΕΣ Ποιητῶν μὲν οὖν, ὥς φασι, μύθους περὶ θεῶν πλαττομένων, φιλοσόφων δὲ φυσιολογούντων χρῆν δήπου εἰκότως τῶν μὲν καταφρονεῖν, τοὺς δὲ θαυμάζειν ὡς φιλοσόφους καὶ μᾶλλον τῶν ποιητικῶν λήρων τὰς τῶν κρειττόνων ἐκδέχεσθαι πιθανολογίας. θεῶν δ' αὖ πάλιν καὶ φιλοσόφων εἰς ἅμιλ λαν κατιόντων καὶ τῶν μὲν ἐν χρησμοῖς τὰ καθ' ἑαυτούς, ὡς ἂν μᾶλλον εἰδότων, ἀκριβῶς διδασκόντων, τῶν δὲ εἰς ἀσυμφώνους καὶ ἀναποδείκτους εὑρησιλογίας τὰς περὶ ὧν μὴ ἴσασιν ὑπονοίας περιτρεπόντων, τίσιν αἱρεῖ λόγος πείθεσθαι; 3.15. ἢ τοῦτο οὐδ' ἐρωτᾶν ἄξιον; εἰ δὴ οὖν ἀληθεύουσιν οἱ θεοὶ κυροῦντες τὰς περὶ ἑαυτῶν ἀνθρωποπαθείας, ψευδεῖς ἂν εἶεν οἱ ἀθετοῦντες αὐτάς· εἰ δὲ τῶν φιλοσόφων ἀληθεῖς αἱ φυσιολογίαι, ψευδεῖς γένοιντ' ἂν αἱ τῶν θεῶν 3.15.3 μαρτυρίαι. ἀλλὰ καὶ αὐτός, εἴποι τις ἄν, ὁ Ἀπόλλων ἔφη που ἐν χρησμοῖς ἐρωτηθεὶς περὶ ἑαυτοῦ ὅστις εἴη· «Ἥλιος, Ὧρος, Ὄσιρις, ἄναξ Διὸς υἱὸς Ἀπόλλων ὡρῶν καὶ καιρῶν ταμίης ἀνέμων τε καὶ ὄμβρων, ἠοῦς καὶ νυκτὸς πολυάστερος ἡνία νωμῶν, ζαφλεγέων ἄστρων βασιλεὺς ἡδ' ἀθάνατον πῦρ.» 3.15.4 οὐκοῦν οἱ αὐτοὶ καὶ τοῖς τῶν ποιητῶν μύθοις καὶ ταῖς τῶν φιλοσόφων ὑπονοίαις συμφέρονται, μαχομένοις συνιστάμενοι. εἰ γὰρ μητέρας ἐπιγράφονται θνητὰς καὶ πατρίδας τὰς ἐπὶ γῆς ὁμολογοῦσιν, πῶς ἂν εἶεν οἵους φυσιολο.15.5 γοῦσιν; ἔστω γὰρ ὁ Ἀπόλλων ἥλιος–πάλιν γὰρ ἄνω καὶ κάτω εἰς τὰ αὐτὰ περιτρέχων αὐτοῖς ἁλώσεται ὁ λόγος–πῶς οὖν ἡ Δῆλος, ἡ κατὰ θάλατταν εἰσέτι νῦν προφαινομένη νῆσος, γένοιτ' ἂν τοῦ ἡλίου πατρὶς καὶ μήτηρ ἡ Λητώ; ταυτὶ γὰρ ἀρτίως ἐκύρουν ὡς ἀληθῆ γε ὄντα οἱ αὐτοῦ χρησμοί. πῶς δὲ καὶ τοῦ Ἀσκληπιοῦ θνητοῦ ἀνδρὸς τὴν φύσιν γένοιτ' ἂν ὁ ἥλιος πατήρ, ἐκ θνητῆς αὐτὸν γυναικὸς πεποιημένος; ἀλλὰ παρείσθω ταῦτα. 3.16.

65

ιγʹ. ΟΤΙ ΤΩΝ ΑΔΥΝΑΤΩΝ ΠΕΦΥΚΕΝ ΤΑ ΜΕΡΗ ΤΟΥ ΚΟΣΜΟΥ Η ΤΑΣ ΘΕΙΑΣ ΔΥΝΑΜΕΙΣ ΓΟΗΤΙΚΑΙΣ ΑΝΑΓΚΑΙΣ ΚΑΘΕΛΚΕΣΘΑΙ ΚΑΙ ΔΙΑ ΧΡΗΣΜΩΝ ΤΟΙΣ ΕΡΩΤΩΣΙ ΘΕΣΠΙΖΕΙΝ Τοῦ δὲ χρησμοῦ τὸ ψεῦδος καὶ ἄλλως ἔστιν ἀπελέγχειν. οὐ γὰρ δὴ ὁ ἥλιος οὐρανόθεν αὐτοῖς καταβάς, ἔπειτα τὸν δοχέα πληρώσας τὸν χρησμὸν ἀπεφοίβαζεν, ἐπεὶ οὔτε δυνατὸν οὔτε θέμις ἀνάγκαις ἀνθρώπων τὸν τηλικοῦτον ὑποτάττεσθαι φωστῆρα· ἀλλ' οὐδ' εἰ φαῖεν τὴν ἐν αὐτῷ θείαν καὶ νοερὰν 3.16. δύναμιν, ὅτι μηδὲ ταύτης γένοιτ' ἄν ποτε δεκτικὴ ἀνθρωπεία ψυχή. ὁ δ' αὐτὸς ἂν εἴη λόγος καὶ ἐπὶ σελήνης. εἰ γὰρ τὴν Ἑκάτην αὐτὴν εἶναι φήσουσιν καί πως ἀνάγκαις ἀνθρώπων καθέλκεθαι καὶ διὰ τοῦ δοχέως χρᾶν εἴς τε ἐρωτικὰς καὶ αἰσχρὰς διακονίας παραλαμβάνεσθαι αὐτὴν ἀρχηγὸν οὖσαν τῶν πονηρῶν δαιμόνων, εἰκὸς ἂν εἴη τὴν Ἑκάτην ταῦτα πράττειν· ὃ 3.16.3 καὶ ὁ αὐτὸς ὁμολογεῖ συγγραφεύς, ὡς κατὰ καιρὸν ἀπελέγξομεν. πῶς δὲ ὁ Πλούτων καὶ ὁ Σάραπις εἰς τὸν ἥλιον δυνατοὶ ἂν εἶεν φυσιολογεῖσθαι, ὅτε τὸν ἄρχοντα τῶν πονηρῶν δαιμόνων ὁ αὐτὸς πάλιν ἀποφαίνεται τὸν Σάραπιν εἶναι τὸν αὐτὸν τῷ Πλούτωνι; καὶ χρησμοὺς δὲ τοῦ Σαράπιδος 3.16.4 ἐγγράφων πῶς ἂν δύναιτο τοῦ ἡλίου λέγειν αὐτοὺς εἶναι; ἀλλὰ γὰρ ἐξ ἁπάντων τούτων λείπεται μηδὲν μὲν ἀληθὲς φέρειν ὁμολογεῖν τὰς δηλωθείσας φυσιολογίας, σοφίσματα δ' εἶναι σοφιστῶν ἀνδρῶν καὶ εὑρησιλογίας· 3.17.

ιδʹ. ΟΤΙ ΔΑΙΜΟΝΙΚΗΣ ΕΝΕΡΓΕΙΑΣ ΠΑΝΤΑ ΤΑ ΤΟΙΑΔΕ ΤΥΓΧΑΝΕΙ τούς γέ τοι τῶν χρησμῶν ὑπηρέτας ἀληθεῖ λόγῳ φάσκειν δαίμονας εἶναι φαύλους, ἐπ' ἀνθρώπων ἀπάτῃ τὰ ἀμφότερα παίζοντας καὶ τοτὲ μὲν συντιθεμένους ταῖς μυθικωτέραις περὶ αὐτῶν ὑπολήψεσιν ἐπὶ τῇ πανδήμῳ πλάνῃ, τοτὲ δὲ τὰ τῆς φιλοσόφου γοητείας ἐπικυροῦντας ἐπὶ τῇ καὶ τούτων ἐπιτριβῇ καὶ φυσιώσει· ὥστε πανταχόθεν ἁλίσκεσθαι μηδὲν αὐτοὺς ἀληθεύειν. 3.17. Τοσούτων ἡμῖν εἰρημένων καιρὸς ἤδη μεταβάντας τὸ τρίτον εἶδος ἐπελθεῖν τῆς Ἑλλήνων θεολογίας, ὃ δή φασιν εἶναι πολιτικόν τε καὶ νόμιμον. μάλιστα γὰρ ἱκανὸν τοῦτο πρὸς ἔκπληξιν τῶν πολλῶν εἶναι νενόμισται διά τε τὰ θρυλούμενα μαντεῖα καὶ τὰς διὰ χρησμῶν ἀκέσεις τε καὶ θεραπείας τῶν 3.17.3 πεπονθότων σωμάτων τάς τε κατά τινων ἐπισκήψεις. ὧν δὴ καὶ διὰ πείρας ἐλθεῖν φάσκοντες εὖ μάλα πεπείκασιν ἑαυτοὺς μὲν εὐσεβοῦντας εἰς τοὺς θεοὺς δίκαια πράττειν, ἡμᾶς δὲ τὰ μέγιστα ἀσεβεῖν τὰς οὕτως ἐμφανεῖς καὶ εὐεργετικὰς δυνάμεις μὴ ταῖς προσηκούσαις θεραπείαις τιμῶντας. καὶ πρὸς ταῦτ' οὖν ἑτέραν λόγου ἀρχὴν ἀναλαβόντες ὑπαντήσωμεν.

4.pin.t Δ ΤΑΔΕ ΤΟ ΤΕΤΑΡΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ 4.pin. αʹ. Προοίμιον περὶ τῶν κατὰ πόλεις χρηστηρίων καὶ ὧν μάλιστα διατεθρύληται τὰ μαντεῖα ἐν παραδόξοις δαιμόνων ἐπιφανείαις, τίνι τε λόγῳ καὶ τούτων κατεφρονήσαμεν βʹ. Ὅτι τοῖς θέλουσιν εὐχερὲς ἀποφῆναι πλάνην εἶναι τὴν περὶ τῶν χρηστηρίων ἐπαγγελίαν καὶ γοήτων ἀνδρῶν ῥᾳδιουργίαν γʹ. Ὅτι ἀσύστατος αὐτῶν ἡ μαντικὴ καὶ τὰ πολλὰ ψευδομένη, καὶ ὅτι ἄχρηστος αὐτῶν καὶ ἐπιβλαβὴς ἡ πρόρρησις δʹ. Ὅτι μεγίστων ἡμᾶς κακῶν τούτων αὐτῶν ἠλευθέρωσεν ἡ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικὴ διδασκαλία εʹ. Τίς ἡ διαίρεσις τῆς καθ' Ἕλληνας θεολογίας ʹ. Ὅτι μὴ ἀφ' ἑαυτῶν, ἀλλ' ἐκ Ἑλληνικῶν παραθέσεων μαρτυρίας πιστούμεθα ζʹ. Περὶ τῶν κατὰ τοὺς χρησμοὺς ἀπορρήτων ἐκ τῆς Ἑλληνικῆς

66

παραθέσεως ηʹ. Ὅρκος περὶ τῶν λεχθησομένων θʹ. Ὅτι οὐ χρὴ τὰ λεχθησόμενα εἰς πάντας ἐκφέρειν ιʹ. Ὅπως θεραπεύειν διὰ θυσιῶν ὁ Ἀπόλλων προστάττει τοὺς θεούς ιαʹ. Ὅτι οὐκ ἂν εἶεν θεοὶ οἱ ταῖς διὰ ζῴων θυσίαις χαίροντες ιβʹ. Ὅτι οὐδὲν τῶν αὐτὸ γῆς χρὴ τῷ ἐπὶ πάντων θεῷ οὔτε θυμιᾶν οὔτε θύειν ιγʹ. Ὅτι οὐδὲ ταῖς θείαις δυνάμεσι τῶν ἀπὸ γῆς τι θύειν ἢ θυμιᾶν προσήκει ιδʹ. Ἔτι περὶ τοῦ μὴ χρῆναι τῷ ἐπὶ πάντων θεῷ τῶν ἀπὸ γῆς τι προσφέρειν ιεʹ. Ὅτι παράνομόν ἐστι καὶ βλαβερὸν καὶ ἄδικον καὶ ἀνόσιον τὸ θύειν ζῷα θεοῖς καὶ ὅτι κατάραις ὑποβεβλημένον ι ʹ. Ὅτι τὰ θυόμενα παρ' αὐτοῖς δαίμοσιν, ἀλλ' οὐ θεοῖς θύεται ιζʹ. Περὶ τῆς παλαιᾶς ἀνθρωποθυσίας καὶ ὅτι μετὰ τὴν εὐαγγελικὴν διδασκαλίαν κατελύθη ιηʹ. Ὅτι πονηροῖς δαίμοσιν ἀνέκειτο πᾶσα ἡ τῶν ἐθνῶν θεολογία ιθʹ. Ὅτι μὴ δεῖ τοῖς πονηροῖς δαίμοσι θύειν κʹ. Ὅπως ἀνακεῖσθαι δεῖ τῷ ἐπὶ πάντων θεῷ καʹ. Ὡς ὁ Ἀπόλλων τῷ πονηρῷ δαίμονι προστάττει θύειν κβʹ. Ὡς οὐδεὶς ἄλλος τῶν ἐξ αἰῶνος ἢ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν τὸ τῶν ἀνθρώπων γένος τῆς δαιμονικῆς ἠλευθέρωσεν πλάνης κγʹ. Τίς ὁ τρόπος τῆς δαιμονικῆς ἐνεργείας κδʹ. Περὶ τῶν πονηρῶν διαμόνων, καὶ τίνες ποτ' εἰσὶν αὐτῶν οἱ ἄρχοντες Δ 4.1.

αʹ. ΠΡΟΟΙΜΙΟΝ ΠΕΡΙ ΤΩΝ ΚΑΤΑ ΠΟΛΕΙΣ ΧΡΗΣΤΗΡΙΩΝ ΚΑΙ ΩΝ ΜΑΛΙΣΤΑ ΔΙΑΤΕΘΡΥΛΗΤΑΙ ΤΑ ΜΑΝΤΕΙΑ ΕΝ ΠΑΡΑΔΟΞΟΙΣ ΔΑΙΜΟΝΩΝ ΕΠΙΦΑΝΕΙΑΙΣ· ΤΙΝΙ ΤΕ ΛΟΓΩ ΚΑΙ ΤΟΥΤΩΝ ΚΑΤΕΦΡΟΝΗΣΑΜΕΝ Τὸ τρίτον εἶδος τῆς πολυθέου πλάνης, ἀφ' ἧς δυνάμει καὶ εὐεργεσίᾳ τοῦ λυτρωτοῦ καὶ σωτῆρος ἡμῶν ἠλευθερώθημεν, ἐν τετάρτῳ τούτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Προπαρασκευῆς καιρὸς ἀπελέγξαι καλεῖ. 4.1. ἐπειδὴ γὰρ τὸ πᾶν τῆς θεολογίας αὐτῶν εἶδος εἰς τρία γενικώτερον διαιροῦσιν, εἴς τε τὸ μυθικὸν ὑπὸ τῶν ποιητῶν τετραγῳδημένον καὶ εἰς τὸ φυσικὸν τὸ δὴ πρὸς τῶν φιλοσόφων ἐφευρημένον εἴς τε τὸ πρὸς τῶν νόμων διεκδικούμενον ἐν ἑκάστῃ πόλει καὶ χώρᾳ πεφυλαγμένον, τούτων δὲ μέρη δύο ἤδη πρότερον διὰ τῶν πρὸ τούτου συγγραμμάτων ἡμῖν ἐξήπλωται, τό τε ἱστορικόν, ὃ δὴ μυθικὸν ἀποκαλοῦσιν, καὶ τὸ ἐπαναβεβηκὸς τοὺς μύθους, ὃ δὴ φυσικὸν ἢ θεωρητικὸν ἢ ὅπη ἄλλῃ χαίρουσι προσαγορεύοντες, καιρὸς ἂν εἴη τὸ τρίτον ἐπὶ τοῦ παρόντος διελθεῖν. τοῦτο δέ ἐστι τὸ κατὰ πόλεις καὶ χώρας συνεστώς, πολιτικὸν αὐτοῖς προσηγορευμένον· ὃ καὶ μάλιστα πρὸς τῶν νόμων διεκδικεῖται, ὡς ἂν παλαιὸν ὁμοῦ καὶ πάτριον καὶ 4.1.3 τῆς τῶν θεολογουμένων δυνάμεως αὐτόθεν τὴν ἀρετὴν ὑποφαῖνον. διατεθρύληται γοῦν αὐτοῖς μαντεῖα καὶ χρησμοὶ θεραπεῖαί τε καὶ ἀκέσεις παντοίων παθῶν ἐπισκήψεις τε κατ' ἀσεβῶν· ὧν δὴ καὶ διὰ πείρας ἐλθεῖν φάσκοντες εὖ μάλα πεπείκασιν ἑαυτοὺς τὰ θεῖα τιμῶντας δίκαια πράττειν, ἡμᾶς δὲ τὰ μέγιστα ἀσεβεῖν, τὰς οὕτως ἐμφανεῖς καὶ εὐεργετικὰς δυνάμεις ἐν οὐδενὶ λόγῳ τιθεμένους, ἄντικρυς δὲ παρανομοῦντας, δέον σέβειν ἕκαστον τὰ πάτρια μηδὲ κινεῖν τὰ ἀκίνητα, στοιχεῖν δὲ καὶ ἐφέπεσθαι τῇ τῶν προπατόρων εὐσεβείᾳ μηδὲ πολυπραγμονεῖν ἔρωτι καινοτομίας. ταύτη γοῦν φασιν ἐπαξίως καὶ θάνατον ὑπὸ τῶν νόμων ὡρίσθαι τοῖς πλημμελοῦσι τὴν ζημίαν. 4.1.4 τὸ μὲν οὖν πρῶτον ἱστορικόν τε ὂν καὶ μυθικὸν τῆς θεολογίας εἶδος ὅπη τις βούλεται ποιητῶν τιθέσθω, ὥσπερ οὖν καὶ φιλοσόφων τὸ δεύτερον, διὰ τῆς τῶν μύθων φυσικωτέρας ἀλληγορίας ἀπηγγελμένον· τὸ δὲ τρίτον, ὃ καὶ πρὸς τῶν ἀρχόντων ὡς ἂν παλαιὸν ὁμοῦ καὶ πολιτικὸν τιμητέον τε καὶ φυλακτέον εἶναι νενομοθέτηται, μήτε τις ποιητῶν, φασίν, μήτε φιλοσόφων κινείτω, τοῖς δ' ἐκ παλαιοῦ κρατήσασι θεσμοῖς ἔν τε ἀγροῖς καὶ πόλεσι με.1.5 νέτω πᾶς στοιχῶν, νόμοις πατρίοις πειθόμενος. πρὸς δὴ οὖν ταῦτα καιρὸς ἀποδοῦναι τὸν παρ' ἡμῖν λόγον ἀπολογισμόν

67

τε ὑποσχεῖν τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς πραγματείας ἀντικηρυττούσης τοῖς εἰρημένοις καὶ τοῖς τῶν ἐθνῶν ἁπάντων νόμοις ἀντινομοθετούσης. 4.1.

βʹ. ΟΤΙ ΤΟΙΣ ΘΕΛΟΥΣΙΝ ΕΥΧΕΡΕΣ ΑΠΟΦΗΝΑΙ ΠΛΑΝΗΝ ΕΙΝΑΙ ΤΗΝ ΠΕΡΙ ΤΩΝ ΧΡΗΣΤΗΡΙΩΝ ΕΠΑΓΓΕΛΙΑΝ ΚΑΙ ΓΟΗΤΩΝ ΑΝΔΡΩΝ ΡΑΙΔΙΟΥΡΓΙΑΝ Ὅτι μὲν οὖν οὐ θεοὶ τὰ ἄψυχα ξόανα προφανὲς καὶ αὐτοῖς, ὅτι δ' οὐδὲ τὰ τῆς μυθικῆς αὐτῶν θεολογίας φέρει τινὰ σεμνὸν καὶ θεοπρεπῆ λόγον, ἐν τῷ πρώτῳ δέδεικται συγγράμματι, ὥσπερ οὖν καὶ ἐν τῷ δευτέρῳ καὶ ἐν τῷ τρίτῳ ὅτι μηδὲ τὰ τῆς φυσικωτέρας καὶ φιλοσόφου τῶν μύθων ἑρμηνείας 4.1. ἀβίαστον αὐτοῖς περιέχει τὴν ἐξήγησιν. τὸ δὴ τρίτον φέρε σκεψώμεθα, τί ποτε χρὴ νομίζειν τὰς ἐν τοῖς ξοάνοις φωλευούσας δυνάμεις, πότερα τὸν τρόπον ἀστείας καὶ ἀγαθὰς καὶ ὡς ἀληθῶς θείας ἢ τούτων ἁπάντων τὰ ἐναντία. 4.1. ἄλλος μὲν οὖν τάχα ἂν ἴσως τὸν περὶ τούτων ἐφοδεύων λόγον πλάνην εἶναι τὸ πᾶν καὶ γοήτων ἀνδρῶν τεχνάσματά τε καὶ ῥᾳδιουργίας ὑπεστήσατο, καθόλου περιγράφων τὴν δόξαν, ὡς μὴ ὅτι θεοῦ, ἀλλὰ μηδὲ πονηροῦ δαίμονος εἶναι νομίζειν τὰ περὶ αὐτῶν θρυλούμενα. τὰ μὲν γὰρ ποιήματα καὶ τὰς τῶν χρησμῶν συνθέσεις οὐκ ἀφυῶν ἀνδρῶν, εὖ μάλα δὲ πρὸς ἀπάτην ἐσκευωρημένων πλάσματα τυγχάνειν, μέσῳ καὶ ἀμφιβόλῳ συγκείμενα τρόπῳ πρὸς ἑκάτερά τε τῶν ἀπὸ τῆς ἐκβάσεως προσδοκωμένων οὐκ ἀφυῶς ἐφαρμόζειν· τὰ δὲ τὸν πολὺν ἀπατῶντα διά τινων τερατειῶν θαύματα φυσικαῖς αἰτίαις ἀνῆφ.1. θαι. πολλὰ γὰρ εἶναι εἴδη ῥιζῶν καὶ βοτανῶν καὶ φυτῶν καὶ καρπῶν καὶ λίθων ξηρῶν τε ἄλλων καὶ ὑγρῶν παντοίας ὕλης δυνάμεων ἐν τῇ τῶν ὅλων φύσει, τὰ μὲν ἀποκρουστικὰ καί τινων ἀπελαστικά, τὰ δὲ συνάγειν πεφυκότα καὶ ἐφέλκεσθαι, τὰ δὲ διακρίνειν καὶ σκεδαννύναι πυκνοῦν τε καὶ στέλλειν δυνάμενα, ἕτερα δὲ χαλᾶν καὶ ὑγραίνειν καὶ ἀραιοῦν σῴζειν τε αὖ πάλιν ἄλλα καὶ ἕτερα κτείνειν τρέπειν τε διόλου καὶ τὸ παρὸν ἐναλλάττειν καὶ τοτὲ μὲν τῇδε μεταποιεῖν, τοτὲ δὲ τῇδε καὶ τὰ μὲν πρὸς πλείω χρόνον, τὰ δὲ πρὸς βραχὺν τοῦτο ποιεῖν καὶ πάλιν τὰ μὲν εἰς πλῆθος, τὰ δὲ μέχρις ὀλίγων μόνον ἰσχύειν καὶ τῶν μὲν τάδε ἡγεῖσθαι, τισὶ δὲ ἕτερα ἐπακολουθεῖν συντρέχειν τε ἄλλα ἄλλοις καὶ συναύξειν καὶ συμφθείρεσθαι· ναὶ μὴν καὶ ὑγείας εἶναι τινὰ ποιητικά, ἰατρικῆς οὐκ ἄπωθεν ἐπιστήμης, τὰ δὲ νοσοποιὰ τυγχάνειν καὶ δηλητήρια· ἤδη δὲ φυσικαῖς ἀνάγκαις συμβαίνειν τινὰ καὶ τῇ σελήνῃ συναύξειν καὶ συμφθίνειν ζῴων τε εἶναι καὶ ῥιζῶν καὶ φυτῶν ἀντιπαθείας μυρίας καὶ πολλὰ θυμιαμάτων καρωτικῶν τε καὶ ὑπνωτικῶν, ἑτέρων δὲ φαντασίας ποιητικῶν· συναίρεσθαι δὲ οὐχ ἥκιστα καὶ τὰ χωρία καὶ τοὺς τόπους ἐν οἷς τελίσκεται τὰ γινόμενα· ὄργανά τε εἶναι καὶ σκεύη πόρρωθεν αὐτοῖς ἐπιτηδείως τῇ τέχνῃ προηυτρεπισμένα· πολλοὺς δὲ καὶ συνεργοὺς τῆς μαγγανείας παραλαμβάνεσθαι ἔξωθεν, πολυπραγμονοῦντας τοὺς ἀφικνουμένους καὶ τὰς ἑκάστου χρείας καὶ ὧν ἧκέν τις δεησόμενος· πολλὰ δὲ καὶ τὰ ἄδυτα καὶ τοὺς τοῖς πολλοῖς ἀβάτους μυχοὺς τῶν ἱερῶν ἐντὸς ἀποκρύπτειν· καὶ τὸ σκότος δὲ οὐ μικρὰ συνεργεῖν τῇ κατ' αὐτοὺς ὑποθέσει· καὶ αὐτὴν δὲ οὐχ ἥκιστα τὴν προλαβοῦσαν ὑπόληψιν καὶ τὴν τῶν ὡς θεοῖς προσιόντων αὐτοῖς δεισιδαιμονίαν τήν τε ἐκ προγόνων προκατασχοῦσαν ἐν 4.1.10 αὐτοῖς δόξαν. προσκείσθω καὶ τὸ τῶν πολλῶν ἠλίθιον τῆς διανοίας τό τε ἀδρανὲς τοῦ λογισμοῦ καὶ ἀβασάνιστον τοῦ πλήθους καὶ ἔμπαλιν τὸ δεινὸν καὶ κακεντρεχὲς τῶν περὶ τὴν κακότεχνον ταύτην διατριβὴν τευταζόντων τό τε τῶν γοήτων ἀπατηλὸν καὶ πανοῦργον τοῦ τρόπου, τοτὲ μὲν τὰ πρὸς ἡδονὴν ἑκάστῳ προϋπισχνουμένων καὶ τὸ παρὸν ἐπὶ χρησταῖς ἐλπίσιν θεραπευόντων, τοτὲ δὲ τοῦ μέλλοντος καταστοχαζομένων καὶ εἰς ἄδηλον καταμαντευομένων τήν τε διάνοιαν τῶν χρησμῶν ἀμφιβολίαις ῥημάτων καὶ

68

ἀσαφείαις ἐπισκο τούντων εἰς τὸ μή τινα συνεῖναι τὸ χρησθέν, τῇ δὲ τοῦ λεχθέντος ἀδηλίᾳ 4.1.11 τὸν ἔλεγχον ἐκφεύγειν. πολλὰ δὲ συμβαίνειν καὶ ἄλλαις τισὶν ἀπάταις καὶ τερατείαις, συμπαραλαμβανομένων τοῖς γιγνομένοις ἐπῳδῶν δή τινων μετά τινος ἀσήμου καὶ βαρβαρικῆς ἐπιρρήσεως, ἵνα δὴ ὑπὸ τούτων σπουδάζεσθαι δοκῇ τὰ μηδ' ὁτιοῦν πρὸς αὐτῶν γιγνόμενα· μάλιστα δὲ τοὺς πολλοὺς καὶ τῶν ἀπὸ παιδείας ὁρμᾶσθαι νομιζομένων ἐκπλήττειν αὐτῶν δὴ τῶν χρησμῶν τὰ ποιήματα, εὖ μὲν τῇ συνθέσει τῶν ῥημάτων κεκαλλωπισμένα, εὖ δὲ τῷ τῆς μεγαλοφωνίας ὄγκῳ τετυφωμένα, πολλῷ δὲ καὶ τῷ τῆς ἀνατάσεως κόμπῳ τῷ τε πεπλασμένῳ τύφῳ τῆς θεοφορίας ἐσχηματισμένα καὶ διὰ τῆς ἀμφιβόλου φωνῆς τὸν πάντα σχεδὸν ἀπατῶντα λεών. 4.2. Ὅσα γοῦν αὐτοῖς τὴν ἀμφιβολίαν ἐκπέφευγεν τῶν χρησμῶν, οὐ κατὰ πρόγνωσιν τοῦ μέλλοντος, κατὰ δέ τινα στοχασμὸν ἐξενηνεγμένα, τούτων μυρία, μᾶλλον δὲ τὰ πάντα σχεδόν, ἥλω πολλάκις τῆς προρρήσεως ἀποπεπτωκότα, ἐναντίως ἢ κατὰ τὸ χρησθὲν τοῦ τῶν πραγμάτων τέλους τὴν ἔκβασιν ἀπειληφότος, εἰ μή ποτ' ἄρα σπανίως ἕν ποτε ἐκ μυρίων συμβὰν κατά τινα φορὰν συντυχικὴν ἢ κατὰ τὴν στοχασθεῖσαν τοῦ μέλλοντος προσδοκίαν 4.2. τὸν χρησμὸν ἐπαληθεύειν ἐνομίσθη ποιεῖν. ὃ δὴ καὶ μάλιστα θρυλοῦντας ἂν ἴδοις καὶ στήλαις ἐγχαράττοντας καὶ πανταχόσε γῆς βοῶντας, ὅτι μὲν εἰ τύχοι τοσοίδε τὸν ἀριθμὸν ἀπεσφάλησαν μηδαμῆ μηδενὸς ἐθέλοντος μνημονεύειν, ὅτι δὲ τῷδε ἀπὸ μυρίων συνέτυχέν τι τῶν χρησθέντων ἄνω καὶ κάτω περιφέροντας· ὡς εἴ τις καὶ ἐπὶ δύο λαγχάνουσιν ἀπὸ μυρίων, εἰ ἄρα ποτὲ εἰς ἅπαξ αὐτοὺς κατὰ τῶν αὐτῶν συμπεσεῖν ἔτυχεν, θαυμάζοι ὡς κατὰ μαντείαν καὶ πρόγνωσιν ἕνα καὶ τὸν αὐτὸν ἀμφοτέροις συνέβη περιελθεῖν 4.2.3 ἀριθμόν. οὕτω γὰρ ἔχειν τὸ ἀπὸ μυρίων ἐπὶ μυρίοις χρησθέντων ἅπαξ ποτὲ συμβὰν κατὰ τύχην· ὃ καὶ συνιδόντα τὸν μηδὲν στερρὸν ἐν βάθει ψυχῆς κεκτημένον ὑπερεκπλήττεσθαι τὸ χρηστήριον, ᾧ πολὺ κρεῖττον ἦν τὸ μὴ ἀφραίνειν συλλογισαμένῳ ὅσοις ἄλλοις θανάτου γεγόνασιν αἴτιοι στάσεώς τε καὶ πολέμων οἱ δεδηλωμένοι σκέψασθαί τε τῶν παλαιῶν τὰς ἱστορίας καὶ συνιδεῖν ὡς οὐδὲ τὸ τηνικάδε ἀρετῆς τι θείας ἔργον ἐπεδείξαντο, ὁπηνίκα ἤνθει μὲν τὰ Ἑλλήνων, συνεστήκει δὲ τὰ πρὶν βοώμενα, νῦν δὲ μηκέτ' ὄντα χρηστήρια, πάσης προνοίας καὶ σπουδῆς ἠξιωμένα πρὸς τῶν ἐπιχωρίων τῶν δὴ πατρῴοις νόμοις τε καὶ μυστηρίοις σεβόντων τε αὐτὰ καὶ θεραπευόν.2.4 των. καὶ τότε γοῦν μάλιστα τὸ μηδὲν δύνασθαι ἀπηλέγχθησαν ἐν ταῖς τῶν πολέμων συμφοραῖς, ἐν αἷς βοηθεῖν ἀδυνατοῦντες οἱ γενναῖοι θεσπιῳδοὶ δι' ἀμφιβολίας τῶν χρησμῶν ἥλωσαν σοφισάμενοι τοὺς πρόσφυγας, ὥσπερ οὖν κατὰ τὸν δέοντα καιρὸν ἐπιδείξομεν, παριστῶντες ὅπως καὶ εἰς τὸν κατ' ἀλλήλων πόλεμον τοὺς χρωμένους παρώξυνον καὶ ὡς οὐδὲ περὶ σπουδαίων πραγμάτων τὰς ἀποκρίσεις ἐποιοῦντο καὶ ὡς ἐπλάνων διὰ τῶν χρησμῶν παίζοντες τοὺς ἐρωτῶντας καὶ ὡς τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν 4.2.5 ἐπεκρύπτοντο. σκέψαι δὲ καὶ αὐτὸς πυθόμενος, ὡς καὶ ἀρρώστοις πολλάκις ῥῶσιν καὶ ζωὴν καὶ σωτηρίαν ὑποσχόμενοι κἄπειτα πιστευθέντες ὡς δὴ θεοὶ καὶ τῆς ἐνθέου ταύτης ἐμπορίας μεγάλους τοὺς μισθοὺς εἰσπραξάμενοι, οὐ μετὰ πλεῖστον οἵτινες ἦσαν ἐφωράθησαν, γόητες ἄνδρες, ἀλλ' οὐ θεοὶ διελεγχθέντες, οὐκ αἰσίας καταστροφῆς τοὺς ἠπατημένους διαλαβού.2. σης. ἢ τί δεῖ λέγειν, ὡς οὐδὲ τοῖς ἑαυτῶν συνοίκοις, τοῖς δὴ κατὰ τὴν αὐτὴν πόλιν διατρίβουσιν, οἱ θαυμάσιοι μάντεις τὰς ἐξ αὐτῶν παρέσχον ἐπικουρίας, ἀλλὰ καὶ νοσοῦντας ἂν ἴδοις αὐτόσε καὶ ἀναπήρους καὶ πᾶν τὸ σῶμα λελωβημένους μυρίους; τί δή ποτ' οὖν τοῖς μὲν ἔξω καὶ πόρρωθεν ἐξ ἀλλοδαπῆς ἀφικνουμένοις τὰς χρηστὰς ὑπέγραφον ἐλπίδας, οὐκέτι δὲ καὶ τοῖς κατὰ τὸ αὐτὸ συνοίκοις, οἷς δὴ καὶ πρὸ πάντων ἐχρῆν, ὡς ἂν οἰκείοις φίλοις καὶ συμπολίταις, τὸ ἐκ τῆς τῶν θεῶν παρουσίας ἀγαθὸν παρέχειν; ἀλλ' ὅτι τοὺς μὲν ξένους ἀγνῶτας ὄντας τῆς ῥᾳδιουργίας ῥᾷον ἂν καὶ ἀπατήσαιεν, οὐκέτι δὲ τοὺς συνήθεις, ὡς ἂν τῆς τέχνης οὐκ ἀπείρους, συνίστορας

69

δὲ ὄντας 4.2. τῆς ἐπὶ τοῖς τελουμένοις παιδιᾶς; οὕτω δὲ τὸ πᾶν οὐ θεῖον οὐδὲ ἀνθρωπίνης ἐπινοίας κρεῖττον ἦν, ὥστε κἀν ταῖς μεγίσταις συμφοραῖς, ταῖς δὴ ἄνωθεν ἐκ τοῦ παμβασιλέως θεοῦ κατὰ τῶν ἀσεβῶν ἐπαιωρουμέναις, αὐτοῖς ἀφιερώμασι καὶ ξοάνοις φθορὰν ἐσχάτην καὶ πτώσεις ἀθρόας τοὺς νεὼς αὐτῶν 4.2. ὑπομεῖναι. ποῦ γάρ σοι τὸ ἐν Δελφοῖς ἱερὸν παρὰ πᾶσιν Ἕλλησιν ἐξ αἰῶνος βεβοημένον; ποῦ ὁ Πύθιος, ὁ Κλάριος; ποῦ καὶ ὁ Δωδωναῖος; τὸ μέν γε Δελφικὸν χρηστήριον τρίτον ὑπὸ Θρᾳκῶν ἐμπρησθῆναι κατέχει λόγος, οὐδὲν τοῦ μαντείου εἰς τὴν τοῦ μέλλοντος γνῶσιν, ἀλλ' οὐδὲ τοῦ Πυθίου τὰ οἰκεῖα προφυλάξασθαι δεδυνημένου. ταὐτὸν δὲ παθεῖν καὶ τὸ ἐν Ῥώμῃ Καπιτώλιον ἱστορεῖται κατὰ τοὺς τῶν Πτολεμαίων χρόνους, καθ' οὓς λέγεται καὶ τὸ τῆς Ἑστίας ἱερὸν ἐπὶ Ῥώμης ἐμπρησμὸν ὑπομεῖναι· ἀμφὶ δὲ Ἰούλιον Καίσαρα τὸ μέγα τῶν Ἑλλήνων καὶ Ὀλυμπικὸν ἄγαλμα,τὸ ἐν αὐταῖς Ὀλυμπίασι, κεραυνῷ πρὸς τοῦ θεοῦ βληθὲν ἀναγράφουσιν· καὶ ἄλλοτέ φασι τὸν νεὼν τοῦ Καπιτωλίου Διὸς ἐμπρησθῆναι· καὶ τό γε Πάνθεον ὑπὸ κεραυνοῦ διαφθαρῆναι τό τε ἐν Ἀλεξανδρείᾳ Σαραπεῖον ὁμοίως 4.2. καταφλεχθῆναι. καὶ τούτων παρ' αὐτοῖς Ἕλλησιν ἀνάγραπτοι φέρονται μαρτυρίαι. μακρὸς δ' ἂν εἴη λόγος, εἰ μέλλοι τις τὰ καθ' ἕκαστον ἐξαριθμεῖσθαι, παριστάναι πειρώμενος ὅτι μηδὲ τοῖς οἰκείοις ἱεροῖς ἐπαμῦναι οἱ θαυμαστοὶ χρησμοδόται δυνατοὶ πεφώρανται· οἱ δὲ μηδὲ σφίσιν αὐτοῖς ἐν συμφοραῖς γενόμενοι χρήσιμοι σχολῇ γ' ἄν ποτε κἂν ἄλλοις ἐπαρκέ.2.10 σειαν. ἓν δέ τι προσθεὶς τοῖς εἰρημένοις μέγιστον ἂν εἴη καθεωρακὼς κεφάλαιον, ὡς ἤδη καὶ τῶν ἄγαν θεοφόρων, αὐτῶν δὴ τῶν μάλιστα ἱεροφαντῶν θεολόγων τε αὐτοῖς καὶ προφητῶν, πλείους οὐ μόνον πάλαι, ἀλλὰ καὶ ἔναγχος καθ' ἡμᾶς αὐτούς, ἐπὶ τῇ θεοσοφίᾳ ταύτῃ βοηθέντες, διὰ βασάνων αἰκίας ἐπὶ τῶν Ῥωμαϊκῶν δικαστηρίων τὴν πᾶσαν ἐξέφηναν πλάνην ἀνδρῶν ἀπάταις γίγνεσθαι, γοητείαν τετεχνασμένην τὸ πᾶν εἶναι ὁμολογήσαντες· οἵ γε καὶ τὸν πάντα τρόπον τῆς κατασκευῆς καὶ τὰς μεθόδους τῆς κακοτεχνίας 4.2.11 ταῖς πρὸς αὐτῶν ἐν ὑπομνήμασιν ἀφεθείσαις φωναῖς ἐνεγράψαντο. διὸ δὴ καὶ τὴν ἀξίαν τῆς ὀλεθρίου πλάνης δίκην ἐκτίσαντες πάντα λόγον <ἀν>εκάλυψαν, αὐτοῖς ἔργοις τὴν τῶν δηλουμένων ἀπόδειξιν πιστωσάμενοι. ὁποῖοι δὲ ἦσαν οὗτοι; μὴ δὴ νόμιζε τῶν ἀπερριμμένων καὶ ἀφανῶν τινάς· οἱ μέν γε αὐτοῖς ἀπὸ τῆς θαυμαστῆς ταύτης καὶ γενναίας φιλοσοφίας ὡρμῶντο, τῶν ἀμφὶ τὸν τρίβωνα καὶ τὴν ἄλλην ὀφρὺν ἀνεσπακότων, οἱ δὲ ἀπὸ τῶν ἐν τέλει τῆς Ἀντιοχέων ἡλίσκοντο πόλεως, οἱ δὴ μάλιστα καὶ ἐπὶ ταῖς καθ' ἡμῶν ὕβρεσιν ἐν τῷ καθ' ἡμᾶς διωγμῷ λαμπρυνάμενοι. ἴσμεν δὲ καὶ τὸν φιλό σοφον ὁμοῦ καὶ προφήτην τὰ ὅμοια τοῖς εἰρημένοις κατὰ τὴν Μίλητον ὑπομείναντα. 4.2.12 Ταῦτα δή τις καὶ τούτων ἔτι πλείω συνάγων εἴποι ἂν μὴ θεοὺς εἶναι μηδὲ μὴν δαίμονας τοὺς τῶν κατὰ πόλεις χρηστηρίων αἰτίους, πλάνην δὲ καὶ 4.2.13 ἀπάτην ἀνδρῶν γοήτων. καὶ ἦσάν γε παρ' αὐτοῖς Ἕλλησιν αἵδε φιλοσοφίας διαπρεπεῖς αἱρέσεις ταύτης προϊστάμεναι τῆς δόξης, ὡς οἱ ἀπὸ Ἀριστοτέλους καὶ πάντες οἱ καθεξῆς τοῦ Περιπάτου Κυνικοί τε καὶ Ἐπικούρειοι, οὓς καὶ μάλιστα ἔγωγε ἐθαύμασα, ὅπως ἐν τοῖς Ἑλλήνων ἤθεσι τραφέντες ἐξέτι τε σπαργάνων παῖς παρὰ πατρὸς θεοὺς εἶναι τοὺς δηλουμένους παρειληφότες, οὐ θατέρᾳ ληπτοὶ γεγόνασιν, ἀλλὰ κατὰ κράτος καὶ τὰ βοώμενα χρηστήρια καὶ τὰ παρὰ πᾶσιν μεταδιωκόμενα μαντεῖα οὐδὲν φέρειν ἀληθὲς ἀπήλεγξαν 4.2.14 ἀνωφελῆ τε εἶναι ἀπεφήναντο καὶ μᾶλλον ἐπιβλαβῆ τυγχάνειν. μυρίων δὲ ὄντων καὶ διὰ πλειόνων τὴν τῶν μαντείων ἀνατροπὴν πεποιημένων, ἐξαρκεῖν ἔμοιγε μαρτυρίας χάριν τῶν εἰρημένων ἐπὶ τοῦ παρόντος ἡγοῦμαι καὶ μίαν ἑνὸς τούτων παράθεσιν ἀπαντῶσαν πρὸς τὰ Χρυσίππῳ περὶ εἱμαρμένης ἀπὸ τῆς τῶν μαντείων προρρήσεως κατασκευασθέντα. γράφει δ' οὖν ὁ συγγραφεὺς πρὸς αὐτόν, ἀπελέγχων ὅτι κακῶς ἐκ τῶν μαντείων σημειοῦται τὴν εἱμαρμένην καὶ ὅτι ἐν τοῖς πλείστοις τὰ τῶν Ἑλλήνων μαντεῖα διαψεύδονται καὶ ὅτι σπανίως αὐτοῖς ἐκ

70

συντυχίας ποτέ τινα συμβαίνει ὅτι τε ἄχρηστος αὐτῶν καὶ ἐπιβλαβὴς ἡ πρόρρησις. ἄκουε δ' οὖν ἅ φησιν κατὰ λέξιν· 4.3.

γʹ. ΕΚ ΤΩΝ ΔΙΟΓΕΝΕΙΑΝΟΥ· ΟΤΙ ΑΣΥΣΤΑΤΟΣ ΑΥΤΩΝ Η ΜΑΝΤΙΚΗ ΚΑΙ ΤΑ ΠΟΛΛΑ ΨΕΥΔΟΜΕΝΗ ΚΑΙ ΟΤΙ ΑΧΡΗΣΤΟΣ ΚΑΙ ΕΠΙΒΛΑΒΗΣ Η ΚΑΤ' ΑΥΤΟΥΣ ΠΡΟΡΡΗΣΙΣ «Φέρει δὲ καὶ ἄλλην ἀπόδειξιν ἐν τῷ προειρημένῳ βιβλίῳ τοιαύτην τινά. μὴ γὰρ ἂν τὰς τῶν μάντεων προρρήσεις ἀληθεῖς εἶναί φησιν, εἰ μὴ πάντα ὑπὸ τῆς εἱμαρμένης περιείχοντο. ὃ καὶ αὐτὸ πολλῆς εὐηθείας μεστόν ἐστιν· ὡς γὰρ ἐναργοῦς ὄντος τοῦ πάσας ἀποβαίνειν τὰς τῶν καλουμένων μάντεων προρρήσεις ἢ ὡς μᾶλλον ἂν ὑπό τινος τούτου συγχωρηθέντος, τοῦ πάντα γίνεσθαι καθ' εἱμαρμένην, καὶ οὐχὶ ὁμοίως ἂν ψευδοῦς ῥηθέντος καὶ αὐτοῦ, ἐπειδὴ καὶ τὸ ἐναντίον, λέγω δὲ τὸ μὴ πάντα ἀποβαίνειν τὰ προαγορευθέντα, 4.3. μᾶλλον δὲ τὰ πλεῖστα αὐτῶν, ἡ ἐνάργεια δείκνυσιν. οὕτω τὴν ἀπόδειξιν ἡμῖν Χρύσιππος κεκόμικεν, δι' ἀλλήλων κατασκευάζων ἑκάτερα. τὸ μὲν γὰρ πάντα γίγνεσθαι καθ' εἱμαρμένην ἐκ τοῦ μαντικὴν εἶναι δεικνύναι βούλεται, τὸ δὲ εἶναι μαντικὴν οὐκ ἂν ἄλλως ἀποδεῖξαι δύναιτο, εἰ μὴ προλάβοι τὸ πάντα 4.3.3 συμβαίνειν καθ' εἱμαρμένην. ποῖος δ' ἂν μοχθηρότερος τρόπος ἀποδείξεως τούτου γένοιτο; τὸ γὰρ ἀποβαίνειν τινὰ κατὰ τὴν ἐνάργειαν ὧν προλέγουσιν οἱ μάντεις, οὐ τοῦ μαντικὴν ἐπιστήμην εἶναι σημεῖον ἂν εἴη, ἀλλὰ τοῦ τυχικῶς συμπίπτειν ταῖς προαγορεύσεσι συμφώνους τὰς ἐκβάσεις· ὅπερ οὐδεμίαν 4.3.4 ἡμῖν ἐπιστήμην ὑποδείκνυσιν. οὐδὲ γὰρ τοξότην ἂν εἴποιμεν ἐπιστήμονα τὸν ἅπαξ ποτὲ τυχόντα τοῦ σκοποῦ, πολλάκις δὲ ἀποτυγχάνοντα, οὐδὲ ἰατρὸν τὸν ἀναιροῦντα τοὺς πλείους τῶν θεραπευομένων ὑπ' αὐτοῦ, ἕνα δέ ποτε διασῶσαι δυνηθέντα· οὐδὲ ὅλως ἐπιστήμην λέγομεν τὴν μὴ πάντα ἢ τά γε πλεῖ.3.5 στα τῶν οἰκείων ἔργων κατορθοῦσαν. ὅτι δὲ ἀποτυγχάνεται τὰ πολλὰ τοῖς καλουμένοις μάντεσιν, ὁ πᾶς τῶν ἀνθρώπων βίος μάρτυς ἂν εἴη καὶ οὗτοί γε αὐτοὶ οἱ τὴν μαντικὴν ἐπαγγελλόμενοι τέχνην, οὐχὶ διὰ ταύτης ἑαυτοῖς βοηθοῦντες ἐν ταῖς κατὰ τὸν βίον χρείαις, ἀλλὰ γνώμῃ τε ἰδίᾳ ποτὲ χρώμενοι καὶ συμβουλῇ καὶ συνεργίᾳ τῶν ἐν ἑκάστοις τῶν πραγμάτων ἐμπειρίαν κεκτῆ.3. σθαι νενομισμένων. ἀλλὰ περὶ μὲν τοῦ μὴ συνεστάναι τοῦτο, ὃ προειλήφαμεν καλεῖν μαντικήν, ἐν ἄλλοις ἀποδώσομεν πληρέστερον, παρατιθέμενοι τὰ Ἐπικούρῳ καὶ περὶ τούτου δοκοῦντα. νυνὶ δὲ τοσοῦτο τοῖς εἰρημένοις προσθήσομεν, ὅτι μάλιστα μὲν τὸ ἀληθεύειν ποτὲ τοὺς καλουμένους μάντεις ἐν ταῖς προαγορεύσεσιν οὐκ ἐπιστήμης, ἀλλὰ τυχικῆς αἰτίας ἔργον ἂν εἴη οὐ γὰρ τὸ μηδεπώποτε τοῦ προκειμένου τυγχάνειν, ἀλλὰ τὸ μὴ πάντοτε μηδ' ὡς ἐπὶ τὸ πλεῖστον μηδ' ὡς ἐξ ἐπιστήμης, ὅταν τις καί ποτε τυγχάνῃ, τύχης ἔργον καλεῖν προειλήφαμεν οἱ διειληφότες τὰς ὑφ' ἕκαστον ὄνομα τεταγμένας ἐναργεῖς ἐννοίας ἑαυτῶν· ἔπειτα εἰ καὶ καθ' ὑπόθεσιν ἦν ἀληθὲς τὸ δὴ τὴν μαντικὴν τῶν μελλόντων ἁπάντων εἶναι θεωρητικήν τε καὶ προαγορευτικήν, τὸ μὲν πάντα καθ' εἱμαρμένην εἶναι συνήγετο ἂν οὕτως, τὸ μέντοι χρειῶδες αὐτῆς καὶ βιωφελὲς οὐκ ἄν ποτε ἐδείκνυτο, διὸ καὶ μάλιστα δοκεῖ Χρύσιππος 4.3. ὑμνεῖν τὴν μαντικήν. τί γὰρ ὄφελος ἡμῖν ἦν προμανθάνειν τὰ πάντως ἐσόμενα δυσχερῆ, ἃ οὐδὲ προφυλάξασθαι δυνατὸν ἂν εἴη; τὰ γὰρ καθ' εἱμαρμένην γινόμενα πῶς ἄν τις φυλάξασθαι δύναιτο; ὥστ' οὐδὲν ὄφελος ἡμῖν τῆς μαντικῆς, μᾶλλον δὲ καὶ πρὸς κακοῦ τινος ἐγίνετο ἂν αὕτη, τὸ προλυπεῖσθαι μάτην παρέχουσα τοῖς ἀνθρώποις ἐπὶ ταῖς προδηλουμέναις δυσχερείαις κατ' 4.3. ἀνάγκην ἐσομέναις. οὐ γὰρ τὴν ἴσην πάλιν εὐφροσύνην παρέχειν τις φήσει τὴν τῶν ἐσομένων ἀγαθῶν προαγόρευσιν, ἐπειδήπερ οὐχ οὕτως πέφυκεν ἄνθρωπος χαίρειν ἐπὶ τοῖς προσδοκωμένοις ἀγαθοῖς

71

ὡς ἐπὶ τοῖς κακοῖς ἀνιᾶσθαι. ἄλλως τε καὶ ταῦτα μὲν οὐ πάνυ τι περὶ ἑαυτοὺς ἔσεσθαι πρὶν ἀκοῦσαι κατελπίζομεν· τὰ δ' ἀγαθὰ μᾶλλον ἅπαντες, ὡς εἰπεῖν, προσδοκῶμεν, διὰ τὴν φυσικὴν οἰκείωσιν πρὸς αὐτά· οἱ μὲν γὰρ πολλοὶ καὶ μείζω τῶν δυνα.3. τῶν γενέσθαι κατηλπίκασιν. ἐξ οὗ συμβαίνει τὸ τὴν μὲν τῶν ἀγαθῶν προαγόρευσιν μὴ ἐπιτείνειν πάνυ τι τὴν χαράν, διὰ τὸ καὶ χωρὶς τῆς προαγορεύσεως ἕκαστον ἐξ ἑαυτοῦ τὰ κρείττω προσδοκᾶν, ἢ ἐπ' ὀλίγον ἐπιτείνειν τῇ δοκούσῃ βεβαιότητι, πολλάκις δὲ καὶ μειοῦν τὴν χαράν, ὅταν ἐλάττω τῶν ἐλπισθέντων ἀκουσθῇ· τὴν δὲ τῶν κακῶν προαγόρευσιν καὶ διὰ τὸ ἀπόστρεπτον αὐτῶν φύσει καὶ διὰ τὸ παρ' ἐλπίδας ἐνίοτε προλέγεσθαι μεγάλως συνταράτ 4.3.10 τειν. ἀλλ' ὅμως εἰ καὶ μὴ τοῦτο συνέβαινεν, τό γε ἀχρεῖον ἔσεσθαι τὴν προαγόρευσιν παντί που δῆλον ἂν εἴη. εἰ γὰρ φήσει τις σωθήσεσθαι τὸ χρήσιμον τῆς μαντικῆς διὰ τὸ προλέγεσθαι τὸ πάντως ἐσόμενον δυσχερὲς εἰ μὴ προφυλαξαίμεθα, οὐκέτι πάντα δείξει συμβησόμενα καθ' εἱμαρμένην, ἐφ' ἡμῖν ὄντος 4.3.11 τοῦ φυλάξασθαί τε καὶ μὴ φυλάξασθαι. εἰ γὰρ καὶ τοῦτο κατηναγκάσθαι φήσει τις, ὡς εἰς πάντα τὰ ὄντα διατείνειν τὴν εἱμαρμένην, πάλιν τὸ τῆς μαντικῆς χρήσιμον ἀναιρεῖται· φυλαξόμεθα γὰρ εἰ καθείμαρται, καὶ οὐ φυλαξόμεθα δῆλον ὡς εἰ μὴ καθείμαρται φυλάξασθαι, κἂν πάντες οἱ μάντεις τὸ ἐσόμενον προ.3.12 αγορεύσωσιν ἡμῖν. τὸν γοῦν Οἰδίποδα καὶ τὸν Ἀλέξανδρον τὸν τοῦ Πριάμου καὶ αὐτὸς ὁ Χρύσιππός φησιν πολλὰ μηχανησαμένων τῶν γονέων ὥστε ἀποκτεῖναι, ἵνα τὸ ἀπ' αὐτῶν προρρηθὲν αὐτοῖς κακὸν φυλάξωνται, μὴ 4.3.13 δυνηθῆναι. οὕτως οὐδὲν ὄφελος οὐδὲ αὐτοῖς τῆς τῶν κακῶν προαγορεύσεώς φησιν εἶναι διὰ τὴν ἐκ τῆς εἱμαρμένης αἰτίαν. τοῦτο μὲν οὖν ἐκ περιουσίας εἰρήσθω πρὸς τὸ μὴ μόνον ἀνυπόστατον, ἀλλὰ καὶ ἀχρεῖον τῆς μαντικῆς.» 4.3.14 Ταῦτα μὲν ὁ φιλόσοφος. σύ γε μὴν παρὰ σαυτῷ σκέψαι, πῶς Ἕλληνες ὄντες καὶ τὴν Ἑλλήνων σύντροφον παιδείαν ἐκ νέας ἡλικίας κτησάμενοι τά τε πάτρια περὶ θεῶν πάντων μᾶλλον διεγνωκότες Ἀριστοτελικοὶ πάντες Κυνικοί τε καὶ Ἐπικούρειοι καὶ ὅσοι τούτοις ἐφρόνησαν τὰ παραπλήσια, 4.3.15 τῶν παρ' αὐτοῖς Ἕλλησι βοωμένων μαντείων κατεγέλασαν. καὶ μὴν εἴπερ ἦν ἀληθῆ τὰ θρυλούμενα περὶ τῆς τῶν χρηστηρίων παραδοξοποιίας, εἰκὸς ἦν καὶ τούσδε καταπλαγῆναι Ἕλληνας ὄντας καὶ τὰ πάτρια ἀκριβῶς ἐξεπισταμένους μηδέν τε τῶν γνωσθῆναι ἀξίων ἐν δευτέρῳ τεθειμένους. 4.3.16 ταῦτα μὲν οὖν καὶ ὅσα τοιαῦτα συνάγειν εἰς ἀνασκευὴν τῆς περὶ τῶν χρηστηρίων ὑποθέσεως πλείστη τις ἦν περιουσία. ἀλλ' οὐ ταύτη μοι δοκεῖ τὸν παρόντα μεθοδεῦσαι λόγον, ἀλλ' ᾗπερ ὡρμήθημεν ἀρξάμενοι, ἀληθῆ λέγειν δόντες τοὺς ὑπὲρ αὐτῶν προϊσταμένους, ὡς ἂν ἐκ τῶν παρ' αὐτοῖς ὁμολογουμένων, μαντεῖά τε εἶναι ἀληθῆ καὶ Πυθόχρηστα θεοπρόπια τὰ δηλούμενα φασκόντων, τὴν ἀκριβῆ τῶν δηλουμένων ἔκφανσιν καταμάθοιμεν. 4.4.

δʹ. ΟΤΙ ΜΕΓΙΣΤΩΝ ΗΜΑΣ ΚΑΚΩΝ ΤΟΥΤΩΝ ΑΥΤΩΝ ΗΛΕΥΘΕΡΩΣΕΝ Η ΤΟΥ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΕΥΑΓΓΕΛΙΚΗ ΔΙΔΑΣΚΑΛΙΑ Οἶμαι δὲ παντί τῳ εἶναι σαφές, ὡς ὁ τῶν προκειμένων ἔλεγχος οὐ μικρόν, ἀλλὰ καὶ μέγιστον ὁμοῦ καὶ ἀναγκαιότατον περιέξει μέρος τῆς εὐαγγελικῆς ὑποθέσεως. εἰ γὰρ οἱ πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παρουσίας πανταχοῦ πάντες, Ἕλληνες καὶ βάρβαροι, δειχθεῖεν μὴ τὸν ἀληθῆ θεὸν ἐπεγνωκότες, ἀλλ' ἤτοι τὰ μὴ ὄντα ὡς ὄντα δοξάζοντες ἢ ὑπό τινων μοχθηρῶν καὶ θεομάχων πνευμάτων δαιμόνων τε πονηρῶν καὶ ἀκαθάρτων τυφλῶν δίκην ὧδε κἀκεῖσε περιηγμένοι καὶ βυθῷ κακίας πρὸς αὐτῶν καθειλκυσμένοι καὶ τί γὰρ ἄλλ' ἢ δαιμονῶντες;, πῶς οὐ μειζόνως ἂν ὀφθείη τὸ μέγα τῆς εὐαγγελικῆς οἰκονομίας μυστήριον πάντας

72

πανταχόθεν ἐκ τῆς πατροπαραδότου πλάνης τῆς τῶν δαιμόνων καταδυναστείας διὰ τῆς τοῦ σωτῆρος ἡμῶν φωνῆς ἀνακεκλημένον καὶ τοὺς μέχρις ἐσχατιῶν γῆς οἰκοῦντας ἀνθρώπους τῆς ἐξ αἰῶνος κατασχούσης τὸν πάντα βίον ἀπάτης λελυτρωμένον, ὥστε ἐξ ἐκείνου καὶ εἰς δεῦρο λελύσθαι μὲν καὶ καθῃρῆσθαι αὐτοῖς ναοῖς καὶ ξοάνοις τὰ πεπαλαιωμένα τῆς τῶν ἐθνῶν ἁπάντων πλάνης ἱδρύματα, ἱερὰ δὲ ὄντως σεμνὰ καὶ εὐσεβείας διδασκαλεῖα τῷ παμβασιλεῖ καὶ δημιουργῷ τῶν ὅλων ἐν μέσαις πόλεσί τε καὶ κώμαις δυνάμει καὶ ἀρετῇ τοῦ σωτῆρος ἡμῶν ἀνὰ τὸν σύμπαντα κόσμον ἀνεγηγέρθαι θυσίας τε τὰς θεοπρεπεῖς εὐχαῖς ὁσίων διαθέσει κεκαθαρμένῃ κακίας ἁπάσης ἔν τε ἀπαθείᾳ ψυχῆς καὶ πάσης ἀρετῆς ἀναλήψει κατὰ τὰ θεῖα καὶ σωτηριώδη παιδεύματα ἐξ ἁπάντων ὁσημέραι διηνεκῶς τῶν ἐθνῶν ἐπιτελεῖσθαι, τὰς 4.4. δὴ καὶ μόνας ἀρεστὰς οὔσας καὶ προσηνεῖς θυσίας τῷ ἐπὶ πάντων θεῷ. τούτων δὲ οὕτως ἐχόντων πῶς οὐκ ἂν εἴημεν δεδειχότες ἐν ταὐτῷ καὶ ὅτι μετὰ σώφρονος λογισμοῦ, οὐχὶ δὲ ἀλογίᾳ ἑαυτοὺς ἐπιδόντες ἀποστάται τῆς πατροπαραδότου γεγόναμεν δεισιδαιμονίας, κρίσει δικαίᾳ καὶ ἀληθεῖ τὸ κρεῖττον ἀγαπήσαντες καὶ τῆς ἐνθέου καὶ ἀληθοῦς εὐσεβείας ἐρασταὶ γεγενημένοι. ἀλλὰ τούτων μὲν ἅλις, ἁπτέον δὲ λοιπὸν τῶν προκειμένων. 4.5.

εʹ. ΤΙΣ Η ΔΙΑΙΡΕΣΙΣ ΤΗΣ ΚΑΘ' ΕΛΛΗΝΑΣ ΘΕΟΛΟΓΙΑΣ Οἱ μὲν δὴ τὴν Ἑλληνικὴν θεολογίαν ἐξηκριβωκότες, καθ' ἕτερον παρὰ τοὺς προειρημένους ἡμῖν τρόπον εἰς γένη τέτταρα πάντα τὸν λόγον διαιροῦντες, πρώτιστα πάντων τὸν πρῶτον ἀφορίσαντες θεὸν εἰδέναι φασὶ τοῦτον εἶναι τὸν ἐπὶ πᾶσι πρῶτόν τε ὄντα καὶ πάντων θεῶν πατέρα τε καὶ βασιλέα, μεθ' ὃν γένος τὸ θεῶν ὑπάρχειν δεύτερον, ἑπόμενον δὲ τὸ δαιμόνων, τὸ δὲ ἡρώων τέταρτον· ἃ πάντα τῆς τοῦ κρείττονος ἰδέας μετασχόντα πῆ μὲν ἄγειν, πῆ δὲ ἄγεσθαι, καὶ φῶς ἅπαν προσαγορεύεσθαι τὸ τοιόνδε φωτὸς μετοχῇ. ἀλλὰ καὶ τῆς τοῦ χείρονος οὐσίας τὸ κακὸν ἡγεῖσθαί φασι· τοῦτο δὲ εἶναι μοχθηρῶν δαιμόνων γένος, φίλῳ μὲν οὐδαμῶς χρώμενον τἀγαθῷ, δύναμίν γε μὴν ἐν τῇ τῶν ἐναντίων φύσει κεκτημένον πρώτην, καθάπερ ἐν τοῖς κρείττοσιν ὁ θεός· 4.5. πᾶν δὲ τὸ τοιόνδε σκότος προσαγορεύεσθαι. ταῦτα τοῦτον διαστειλάμενοι τὸν τρόπον θεοῖς μὲν οὐρανὸν καὶ τὸν ἄχρι σελήνης αἰθέρα φασὶν ἀποτετάχθαι, δαίμοσιν δὲ τὰ περὶ σελήνην καὶ ἀέρα, ψυχαῖς δὲ τὰ περὶ γῆν καὶ ὑπόγεια. τοιούτῳ δ' ἀφορισμῷ κεχρημένοι πρῶτον ἁπάντων φασὶ τοὺς οὐρανίους δεῖν καὶ αἰθερίους θεοὺς θεραπεύειν, δεύτερον τοὺς ἀγαθοὺς δαίμονας, τρίτον τὰς τῶν ἡρώων ψυχάς, τέταρτον τοὺς φαύλους καὶ πονηροὺς 4.5.3 ἀπομειλίσσεσθαι δαίμονας. ταῦτα δὲ λόγῳ διαιροῦντες ἔργῳ συγχέουσι τὰ πάντα, μόνας ἀντὶ τῶν εἰρημένων πάντων τὰς πονηρὰς δυνάμεις θεραπεύοντες καὶ ὅλοι ταύταις καταδουλούμενοι, ὡς ὁ λόγος προϊὼν ἀπελέγξει. πάρεστι γοῦν σοι τὰς διὰ τῶν ξοάνων ἐνεργούσας δυνάμεις ὁποίας χρῆν ἀποφαίνεσθαι σκοπεῖν, πότερα θεοὺς ἢ δαίμονας καὶ εἴτε φαύλους εἴτε 4.5.4 ἀγαθούς, ἐκ τῶν παρατεθησομένων. τὰ μὲν γὰρ παρ' ἡμῖν θεῖα λόγια οὐδ' ὅλως ἀγαθὸν οὐδέν' ὀνομάζειν δαίμονα, πάντας δὲ πονηροὺς εἶναι τοὺς τῆς λήξεως ταύτης καὶ δὴ καὶ τῆς προσηγορίας μετειληφότας, ὡς οὐδ' ἕτερον θεὸν ἀληθῶς καὶ κυρίως πλὴν ἕνα τὸν πάντων αἴτιον· τὰς δὲ ἀστείας καὶ ἀγαθὰς δυνάμεις, ἅτε τὴν φύσιν γενητὰς οὔσας καὶ πολλῷ τὸν ἀγένητον καὶ σφῶν αὐτῶν ποιητὴν θεὸν ἀφυστερούσας, οὐ μὴν ἀλλὰ καὶ τοῦ τῶν δαιμόνων μοχθηροῦ γένους ἀφωρισμένας, οὔτε θεοὺς οὔτε δαίμονας ἀποκαλεῖν ἀξιοῖ, μέσας δὲ οὔσας θεοῦ καὶ δαιμόνων εὐθυβόλῳ καὶ μέσῃ προσηγορίᾳ ἀγγέλους θεοῦ καὶ πνεύματα λειτουργικὰ δυνάμεις τε θείας καὶ ἀρχαγγέλους καί τισιν ἄλλαις

73

ἐπωνυμίαις φερωνύμως τοῖς ἐπιτηδεύμασιν αὐτῶν ὀνομάζειν εἴωθε, τοὺς μέντοι δαίμονας, εἰ δὴ καὶ τούτων ἡμᾶς προσήκει τὴν ἐτυμολογίαν ἐξειπεῖν, οὐχ ᾗπερ Ἕλλησι δοκεῖ παρὰ τὸ δαήμονας εἶναι καὶ ἐπιστήμονας, ἀλλ' ἢ παρὰ τὸ δειμαίνειν, ὅπερ ἐστὶ φοβεῖσθαι καὶ ἐκφοβεῖν, 4.5.5 δαίμονάς τινας προσφυῶς ὀνομάζεσθαι. τάς γέ τοι θείας καὶ ἀγαθὰς δυνάμεις, ὥσπερ οὖν τοῦ τρόπου, οὑτωσὶ δὲ καὶ τῆς προσηγορίας τῆς δαιμονι κῆς ἀλλοτρίας τυγχάνειν· ἐπεὶ καὶ πάντων ἂν εἴη παραλογώτατον τὰς μήτε μὴν τὴν προαίρεσιν μήτε τὴν ἐκ τοῦ τρόπου φύσιν ὁμοίας μιᾶς καὶ τῆς αὐτῆς ἐπωνυμίας ἀξιοῦν. 4.6. ʹ.

ΟΤΙ ΜΗ ΑΦ' ΕΑΥΤΩΝ ΑΛΛ' ΕΚ ΤΩΝ ΕΛΛΗΝΙΚΩΝ ΠΑΡΑΘΕΣΕΩΝ ΤΑΣ ΤΩΝ ΕΛΕΓΧΩΝ ΜΑΡΤΥΡΙΑΣ ΠΙΣΤΟΥΜΕΘΑ Φέρε οὖν ἐπισκεψώμεθα, τίς ὁ κατ' αὐτοὺς τῶν χρηστηρίων τρόπος, ὡς ἂν μάθοιμεν ποίας χρὴ δυνάμεως αὐτοὺς ἀποφήνασθαι καὶ εἴτε ὀρθῶς αὐτῶν ἀνεχωρήσαμεν εἴτε καὶ μή. εἰ δὲ μέλλοιμι παρ' ἐμαυτοῦ τοὺς ἐλέγχους τῶν δηλουμένων προφέρειν, εὖ οἶδ' ὅτι μηδ' ἀνεπίληπτον παρέξω τοῖς φιλεγκλήμοσι τὸν λόγον. διόπερ αὐτὸς οὐδὲν οἴκοθεν εἰπὼν αὖθις ταῖς τῶν 4.6. ἔξωθεν ἀποχρήσομαι μαρτυρίαις. μυρίων δὲ ὄντων παρ' Ἕλλησι λογογράφων τε καὶ φιλοσόφων, πρὸ πάντων ἐπιτήδειον εἰς τὰ προκείμενα ἐγκρίνω τὸν δαιμόνων φίλον αὐτὸν ἐκεῖνον, ὃς δὴ καθ' ἡμᾶς γεγονὼς ταῖς καθ' ἡμῶν ἐλλαμπρύνεται ψευδηγορίαις. μάλιστα γὰρ φιλοσόφων οὗτος τῶν καθ' ἡμᾶς δοκεῖ καὶ δαίμοσιν καὶ οἷς φησι θεοῖς ὡμιληκέναι ὑπέρ τε τούτων πρεσβεῦσαι καὶ πολλῷ μᾶλλον τὰ περὶ αὐτῶν ἀκριβέστερον διηρευνηκέναι. 4.6.3 οὗτος τοιγαροῦν ἐν οἷς ἐπέγραψεν «Περὶ τῆς ἐκ λογίων φιλοσοφίας» συναγωγὴν ἐποιήσατο χρησμῶν τοῦ τε Ἀπόλλωνος καὶ τῶν λοιπῶν θεῶν τε καὶ ἀγαθῶν δαιμόνων, οὓς καὶ μάλιστα ἐκλεξάμενος ἑαυτῷ ἡγήσατο ἱκανοὺς εἶναι εἴς τε ἀπόδειξιν τῆς τῶν θεολογουμένων ἀρετῆς εἴς τε προτροπὴν ἧς 4.6.4 αὐτῷ φίλον ὀνομάζειν θεοσοφίας. ἐκ δὴ τούτων τοιγαροῦν τῶν ἐγκριθέντων καὶ μνήμης ἀξιωθέντων λογίων διακρῖναι καλὸν τοὺς χρησμολόγους καὶ σκέψασθαι ποίας ποτὲ ὄντες τυγχάνουσι δυνάμεως. πρῶτον δὲ θεασώμεθα ὅπως τῆς γραφῆς ὁ δηλωθεὶς ἀνὴρ ἀρχόμενος ἦ μὴν ἀληθεύειν ἐπόμνυται λέγων οὕτως· 4.7.

ζʹ. ΠΕΡΙ ΤΩΝ ΚΑΤΑ ΤΟΥΣ ΧΡΗΣΜΟΥΣ ΑΠΟΡΡΗΤΩΝ ΕΚ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΠΑΡΑΘΕΣΕΩΣ ηʹ. ΕΚ ΤΩΝ ΠΟΡΦΥΡΙΟΥ ΟΡΚΟΣ ΠΕΡΙ ΤΩΝ ΧΡΗΣΜΩΝ «Βέβαιος δὲ καὶ μόνιμος ὁ ἐντεῦθεν ὡς ἂν ἐκ μόνου βεβαίου τὰς ἐλπίδας τοῦ σωθῆναι ἀρυτόμενος· οἷς δὴ καὶ μεταδώσεις μηδὲν ὑφαιρούμενος. ἐπεὶ κἀγῶ τοὺς θεοὺς μαρτύρομαι ὡς οὐδὲν οὔτε προστέθεικα οὔτε ἀφεῖλον τῶν χρησθέντων νοημάτων, εἰ μή που λέξιν ἡμαρτημένην διώρθωσα ἢ πρὸς τὸ σαφέστερον μεταβέβληκα ἢ τὸ μέτρον ἐλλεῖπον ἀνεπλήρωσα ἤ τι τῶν μὴ πρὸς τὴν πρόθεσιν συντεινόντων διέγραψα, ὡς τόν γε νοῦν ἀκραιφνῆ τῶν ῥηθέντων διετήρησα, εὐλαβούμενος τὴν ἐκ τούτων ἀσέβειαν μᾶλλον ἢ τὴν ἐκ τῆς ἱεροσυ.7. λίας τιμωρὸν ἑπομένην δίκην. ἕξει δὲ ἡ παροῦσα συναγωγὴ πολλῶν μὲν τῶν κατὰ φιλοσοφίαν δογμάτων ἀναγραφήν, ὡς οἱ θεοὶ τἀληθὲς ἔχειν ἐθέσπισαν· ἐπ' ὀλίγον δὲ καὶ τῆς χρηστικῆς ἁψόμεθα πραγματείας, ἥτις πρός τε τὴν θεωρίαν ὀνήσει καὶ τὴν ἄλλην κάθαρσιν τοῦ βίου. ἣν δ' ἔχει ὠφέλειαν ἡ συναγωγή, μάλιστα εἴσονται ὅσοιπερ τὴν ἀλήθειαν ὠδίναντες ηὔξαντό ποτε τῆς ἐκ θεῶν ἐπιφανείας τυχόντες ἀνάπαυσιν λαβεῖν τῆς ἀπορίας διὰ τὴν τῶν λεγόντων ἀξιόπιστον διδασκαλίαν.»

74

Τοιούτοις χρησάμενος προοιμίοις μαρτύρεται καὶ προπαραγγέλλει μὴ εἰς πολλοὺς ἐκφῆναι τὰ λεχθησόμενα, λέγων οὕτως· 4.8.

θʹ. ΟΤΙ ΟΥ ΧΡΗ ΤΑ ΛΕΧΘΗΣΟΜΕΝΑ ΕΙΣ ΠΑΝΤΑΣ ΕΚΦΑΙΝΕΙΝ «Σὺ δ' εἴπερ τι καὶ ταῦτα πειρῶ μὴ δημοσιεύειν μηδ' ἄχρι καὶ τῶν βεβήλων ῥίπτειν αὐτὰ δόξης ἕνεκα ἢ κέρδους ἤ τινος ἄλλης οὐκ εὐαγοῦς κολακείας. κίνδυνος γὰρ οὐ σοὶ μόνον τὰς ἐντολὰς παραβαίνοντι ταύτας, ἀλλὰ κἀμοὶ ῥᾳδίως πιστεύσαντι τῷ στέγειν παρ' ἑαυτῷ μὴ δυναμένῳ τὰς εὐποιίας. δοτέον δὴ τοῖς τὸν βίον ἐνστησαμένοις πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν.» 4.8. Καὶ μεθ' ἕτερα ἐπιλέγει· «Ταῦτά μοι ὡς ἀρρήτων ἀρρητότερα κρύπτειν· οὐδὲ γὰρ οἱ θεοὶ φανερῶς περὶ αὐτῶν ἐθέσπισαν, ἀλλὰ δι' αἰνιγμάτων.» 4.8.3 Ἐπειδὴ τοίνυν τοιαῦτα ὁ λόγος ἀνετείνατο, φέρε λοιπὸν διὰ τῶν ἐνθέων καὶ Πυθοχρήστων λογίων σκεψώμεθα, ποταπὰς εἶναι τὰς θεολογουμένας ἀφανεῖς δυνάμεις προσήκει λογίζεσθαι· γένοιτο γὰρ καὶ ἀνδρὸς ἔλεγχος 4.8.4 ἐκ τῶν οἰκείων λόγων τε καὶ ἐπιτηδευμάτων. ὁ δὴ οὖν προδηλωθεὶς ἀνὴρ ἐν αὐτοῖς οἷς ἐπέγραψεν «Περὶ τῆς ἐκ λογίων φιλοσοφίας» χρησμοὺς τίθησι τοῦ Ἀπόλλωνος, τὰς διὰ ζῴων θυσίας ἐργάζεσθαι παρακελευομένου καὶ μὴ μόνοις δαίμοσιν μηδὲ μόναις ταῖς περιγείοις δυνάμεσιν, ἀλλὰ καὶ 4.8.5 ταῖς αἰθερίοις καὶ οὐρανίοις ζῳοθυτεῖν. ἐν ἑτέροις δ' ὁ αὐτὸς δαίμονας, ἀλλ' οὐ θεοὺς εἶναι ὁμολογῶν ἅπαντας, οἷς Ἕλληνες τὰς δι' αἱμάτων καὶ ζῴων ἀλόγων σφαγῆς ἐπετέλουν θυσίας, μὴ χρῆναι μηδὲ ὅσιον εἶναι θεοῖς ζῳοθυτεῖν φησίν. ἄκουε τοιγαροῦν τῶν πρώτων αὐτοῦ φωνῶν, δι' ὧν τὰ περὶ τῆς ἐκ λογίων φιλοσοφίας συνάγων, πῶς ὁ Ἀπόλλων χρῆναι θεραπεύειν τοὺς θεοὺς διδάσκει. ὃ καὶ παρατίθεται γράφων ὧδε· 4.9. ιʹ. ΟΠΩΣ ΘΕΡΑΠΕΥΕΙΝ ΔΙΑ ΘΥΣΙΩΝ Ο ΑΠΟΛΛΩΝ ΠΡΟΣΤΑΤΤΕΙ ΤΟΥΣ ΘΕΟΥΣ «Ἀκολούθως μετὰ τὰ ῥηθέντα περὶ εὐσεβείας ἃ περὶ τῆς θεραπείας αὐτῶν ἔχρησαν, ἀναγράφοιμεν ἂν ὧν ἐκ μέρους κἀν τοῖς περὶ εὐσεβείας φθάσαντες παρατεθείκαμεν. ἔστιν δὲ ὁ χρησμὸς τοῦ Ἀπόλλωνος ἅμα καὶ διαίρεσιν τῆς τῶν θεῶν περιέχων τάξεως· 4.9. ἐργάζευ, φίλε, τήνδε θεόσδοτον ἐς τρίβον ἐλθών, μηδ' ἐπιλήθεο τῶν μακάρων, θυσίας ἐναρίζων πῆ μὲν ἐπιχθονίοις, πῆ δ' οὐρανίοις, ποτὲ δ' αἴθρης αὐτοῖσιν βασιλεῦσι καὶ ἠέρος ὑγροπόροιο ἠδὲ θαλασσαίοις καὶ ὑποχθονίοισιν ἅπασιν· πάντα γὰρ ἐνδέδεται φύσεως μεστώμασι τῶνδε. ζῴων δ' ὡς θέμις ἐστὶ τελευτῆσαι καθαγισμοὺς ἀείσω δέλτοις δὲ χαράσσετε χρησμὸν ἐμεῖο, τοῖς μὲν ἐπιχθονίοις, τοῖς δ' οὐρανίοισι θεοῖσι· φαιδρὰ μὲν οὐρανίοις, χθονίοις δ' ἐναλίγκια χροιῇ. τῶν χθονίων διάειρε τριχῇ θυσίας ἐναρίζων· νερτερίων κατάθαπτε καὶ ἐς βόθρον αἷμα ἴαλλε· χεῦε μέλι νύμφαισι Διωνύσοιό τε δῶρα· ὅσσοι δ' ἀμφὶ γέην πωτώμενοι αἰὲν ἔασιν, τοῖσδε φόνου πλήσας πάντη πυριπληθέα βωμὸν ἐν πυρὶ βάλλε δέμας θύσας ζῴοιο ποτανοῦ καὶ μέλι φυρήσας Δηωΐῳ ἀλφίτῳ ἔνθευ ἀτμούς τε λιβάνοιο καὶ οὐλοχύτας ἐπίβαλλε· εὖτε δὲ πὰρ ψαμάθοισιν ἴῃς, γλαυκὴν ἅλα χεύας κὰκ κεφαλῆς θυσίαζε καὶ εἰς βαθὺ κῦμα θαλάσσης ζῷον ὅλον προΐαλλε. τελευτήσας τάδε πάντα ἐς πλατὺν ἠερίων χορὸν ἔρχεο οὐρανιώνων. ἀστραίοις δἤπειτα καὶ αἰθερίοις ἐπὶ πᾶσιν αἷμα μὲν ἐκ λαιμῶν κρουνώμασιν ἀμφὶ θυηλὰς λιμνάζειν, τὰ δὲ γυῖα θεοῖς ἐν δαιτὶ πονεῖσθαι, ἄκρα μὲν Ἡφαίστῳ δόμεναι, τὰ δὲ λοιπὰ πάσασθαι, ἀτμοῖσιν λαροῖσιν ἐνιπλήσαντες ἅπαντα ἠέρα ῥευσταλέον· ἐπὶ δ' εὐχὰς πέμπετε τοῖσδε.» 4.9.3 Καὶ μετ' ὀλίγα ἐπεξηγεῖται τὸν χρησμὸν ἑρμηνεύων ὧδε· «Αἱ δὲ θυσίαι ἔχουσι τὸν τρόπον τοῦτον κατὰ τὴν προρρηθεῖσαν διαίρεσιν τῶν θεῶν ἐκδεδομέναι. ὄντων γὰρ ὑποχθονίων καὶ ἐπιχθονίων θεῶν καὶ τῶν μὲν ὑποχθονίων καὶ νερτερίων καλουμένων, τῶν δ' ἐπιχθονίων καὶ χθονίων κληθέντων θεῶν, κοινῶς μὲν τούτοις ἱερεῖα τετράποδα μέλανα ἄγειν παρακελεύεται, περὶ δὲ τὸν τρόπον τῆς θυσίας ἐξαλλάττει· τοῖς μὲν γὰρ ἐπιχθονίοις σφάττειν ἐπὶ βωμῶν, τοῖς δ'

75

ὑποχθονίοις ἐπὶ βόθρων παρακελεύεται καὶ 4.9.4 μέντοι καταθάπτειν τούτοις θύσαντας τὰ σώματα. ὅτι γὰρ κοινὰ τούτων καὶ τὰ τετράποδα, αὐτὸς ἐρωτηθεὶς ἐπήγαγεν· ξυνὰ πέλει χθονίων καὶ ὑποχθονίων τάδε μούνων τετράποδα· χθονίοις ἀρνῶν νεοπηγέα γυῖα. τοῖς δὲ ἀερίοις πτηνὰ θύειν παρακελεύεται ὁλοκαυτοῦντας καὶ τὸ αἷμα ἐπὶ τῶν βωμῶν περιάγοντας· τοῖς δὲ θαλασσίοις πτηνὰ μέν, ζῶντα δὲ ἀφιέναι εἰς τὰ κύματα, μέλανα τὴν χρόαν ὄντα. φησὶ γάρ· τοῖς δὲ θεοῖς τὰ πετεινά, θαλασσαίοις δὲ κελαινά, 4.9.5 πᾶσιν μὲν λέγων τοῖς θεοῖς πλὴν τῶν χθονίων τὰ πετεινά, μόνοις δὲ τοῖς θαλασσίοις τὰ κελαινά, οὐκοῦν τοῖς ἄλλοις λευκά. τοῖς δ' οὐρανίοις τε καὶ αἰθερίοις τὰ ἄκρα τῶν ἱερείων λευκῶν ὄντων ἀφιεροῦν, τὰ δὲ λοιπὰ μέρη ἐσθίειν· ἐκ μόνων γὰρ τούτων βρωτέον σοι, ἐκ δὲ τῶν ἄλλων μή. οὓς δὲ εἴρηκεν ἐν 4.9. τῇ διαιρέσει οὐρανίους, τούτους ἐνταῦθα ἀστραίους. ἆρ' οὖν δεήσει ἐξηγήσασθαι τῶν θυσιῶν τὰ σύμβολα τῷ εὐσυνέτῳ δῆλα; τετράποδα μὲν γὰρ τοῖς χθονίοις καὶ χερσαῖα· τῷ γὰρ ὁμοίῳ χαίρει τὸ ὅμοιον. χθόνιον δὲ τὸ πρόβατον καὶ διὰ τοῦτο Δήμητρι φίλον, καὶ ἐν οὐρανῷ τὴν ἔκφανσιν ἐκ τῆς γῆς τῶν καρπῶν μεθ' ἡλίου λοχεύει. μέλανα δέ· τοιαύτη γὰρ ἡ γῆ φύσει σκο.9. τεινή. τρία δέ· τοῦ γὰρ σωματικοῦ καὶ γεώδους τὰ τρία σύμβολον. τοῖς μὲν οὖν ἐπιχθονίοις ἄνω ἐπὶ βωμῶν δεῖ θῦσαι, ἐπὶ γὰρ τῆς γῆς ἀναστρέφονται οὗτοι· τοῖς δ' ὑποχθονίοις ἐν βόθρῳ καὶ ἐν ταφῇ, ἔνθα διατρίβουσιν· τὰ πτηνὰ δὲ τοῖς ἄλλοις, ὅτι πάντα θεῖ. καὶ γὰρ τὸ ὕδωρ ἀεικίνητον τῆς θαλάσσης, μέλαν δέ· διὸ καὶ τὰ τοιαῦτα ἱερεῖα πρόσφορα. τοῖς δὲ ἀερίοις λευκά· πεφώτισται γὰρ καὶ ὁ ἀὴρ φύσεως ὢν διαφανοῦς. οὐρανίοις δὲ καὶ αἰθερίοις τὰ ἐπὶ τῶν ζῴων κουφότερα, ἅπερ ἐστὶν ἄκρα. οἷς κοινωνεῖν τῆς θυσίας δεῖ· δοτῆρες γὰρ οὗτοι ἀγαθῶν, οἱ δὲ ἄλλοι τῶν κακῶν κωλυτῆρες.» Τοιαῦτα μὲν τὰ ἀπὸ τῆς ἐκ λογίων φιλοσοφίας τοῦ θαυμαστοῦ θεοσόφου. 4.10.

ιαʹ. ΟΤΙ ΟΥΚ ΑΝ ΕΙΕΝ ΘΕΟΙ ΟΙ ΤΑΙΣ ΔΙΑ ΖΩΙΩΝ ΘΥΣΙΑΙΣ ΧΑΙΡΟΝΤΕΣ Φέρε δὲ τοῦ αὐτοῦ τὰς ἐναντίας τούτοις φωνὰς συγκρίνωμεν, ἃς τέθειται ἐν οἷς ἐπέγραψεν «Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς». ἔνθα δὴ ὀρθῷ λογισμῷ κινούμενος πρῶτον ἁπάντων ὁμολογεῖ μὴ δεῖν τὸ καθόλου μηδὲν μήτε θυμιᾶν μήτε θύειν τῷ ἐπὶ πᾶσιν θεῷ, ἀλλὰ μηδὲ ταῖς μετ' αὐτὸν θείαις καὶ 4.10. οὐρανίαις δυνάμεσιν. εἶτα δὲ ἐπεξιὼν τὰς τῶν πολλῶν ὑπολήψεις ἀνασκευάζει, μὴ χρῆναι φάσκων θεοὺς ὑπολαμβάνειν τοὺς ταῖς διὰ ζῴων θυσίαις χαίροντας. εἶναι γάρ φησι πάντων ἀδικώτατον τὸ ζῳοθυτεῖν καὶ ἀνόσιον καὶ μυσαρὸν καὶ βλαβερὸν καὶ διὰ τοῦτο μηδὲ θεοῖς προσφιλές. ταῦτα δὲ λέγων δῆλος ἂν εἴη τὸν ἑαυτοῦ θεὸν ἀπελέγχων· προστάττειν γὰρ ἀρτίως ἔφησεν τὸν χρησμὸν μὴ μόνον τοῖς ὑποχθονίοις καὶ ἐπιχθονίοις θεοῖς, ἀλλὰ 4.10.3 καὶ τοῖς ἀερίοις οὐρανίοις τε καὶ αἰθερίοις ζῳοθυτεῖν. καὶ ὁ μὲν Ἀπόλλων τοιαῦτα. ὁ δὲ τὸν Θεόφραστον μαρτυρόμενος θεοῖς μὲν οὔ φησιν ἁρμόζειν τὴν διὰ ζῴων θυσίαν, δαίμοσιν δὲ μόνοις, ὥστε κατὰ τὸν αὐτοῦ καὶ Θεοφράστου λόγον δαίμονα εἶναι, ἀλλ' οὐ θεὸν τὸν Ἀπόλλωνα, οὐ μὴν ἀλλὰ καὶ πάντας τοὺς παρὰ πᾶσι τοῖς ἔθνεσιν νενομισμένους θεούς, οἷς τὰς διὰ ζῴων θυσίας πανδημεὶ πάντες ἄρχοντές τε καὶ ἀρχόμενοι κατά τε πόλεις καὶ χώρας ἐκτελοῦσιν· τούτους γὰρ οὐκ ἄλλο τι τυγχάνειν ἡγεῖσθαι χρὴ κατὰ τοὺς 4.10.4 εἰρημένους ἢ δαίμονας. εἰ δὲ ἀγαθοὺς εἶναί φασιν αὐτούς, καὶ πῶς, εἴπερ ἀνόσιος ἦν καὶ μυσαρὰ καὶ ἐπιβλαβὴς ἡ δι' αἱμάτων θυσία, ἀγαθοὶ ἂν εἶεν οἱ τοῖς τοιοῖσδε χαίροντες; εἰ δὲ καὶ μὴ μόναις ταῖς τοιαύταις δὴ θυσίαις, καθ' ὑπερβολὴν δὲ ὠμότητος καὶ ἀπανθρωπίας φανεῖεν ἀνδροκτασίαις καὶ ἀνθρωποθυσίαις ἡδόμενοι, πῶς οὐκ ἄντικρυς εἶεν ἂν μιαιφόνοι καὶ πάσης ὠμότητος καὶ ἀπανθρωπίας οἰκεῖοι καὶ οὐδὲν ἄλλο ἢ πονηροὶ δαίμονες; 4.10.5 τούτων δὲ ἡμῖν τὴν ἀπόδειξιν εἰληφότων οἶμαι τῆς

76

ἡμετέρας ἐκ τῶν δηλουμένων ἀναχωρήσεως τὸ εὔλογον ἀποδεδόσθαι· μὴ γὰρ εἶναι ὅσιον μηδ' εὐσεβές, μὴ ὅτι τὴν τοῦ θεοῦ σεβάσμιον προσηγορίαν καὶ τὴν ἀνωτάτω τιμὴν ἐπὶ τὰ πονηρὰ πνεύματα καταβάλλειν, ἀλλὰ μηδὲ τοῦ παρ' ἀνθρώποις τὴν βασίλειον ἐπιειμένου ἀξίαν λῃσταῖς καὶ τοιχωρύχοις περιτιθέναι. 4.10. ὅθεν ἡμεῖς μόνον τὸν ἐπὶ πάντων σέβειν δεδιδαγμένοι θεὸν τιμᾶν τε κατὰ τὸ προσῆκον καὶ τὰς ἀμφ' αὐτὸν θεοφιλεῖς τε καὶ μακαρίας δυνάμεις, οὐδὲν μὲν γεῶδες καὶ νεκρὸν οὐδὲ λύθρους καὶ αἵματα οὐδέ τι τῆς φθαρτῆς καὶ ὑλικῆς οὐσίας ἐπαγόμεθα· νῷ δὲ πάσης κεκαθαρμένῳ κακίας καὶ σώματι τὸν ἐξ ἁγνείας καὶ σωφροσύνης κόσμον πάσης λαμπρότερον ὄντα στολῆς περιβεβλημένῳ δόγμασί τε ὀρθοῖς καὶ θεοπρεπέσι καὶ ἐπὶ πᾶσι τούτοις διαθέσει γνησίᾳ τὴν ὑπὸ τοῦ σωτῆρος ἡμῶν παραδοθεῖσαν εὐσέβειαν μέχρι καὶ θανά.10. του φυλάττειν εὐχόμεθα. ἀλλὰ γὰρ τούτων ἡμῖν προδιηρθρωμένων ὥρα καὶ ἐπὶ τὰς ἀποδείξεις τῶν εἰρημένων χωρεῖν. πρῶτα δὲ πάντων διελθεῖν εὔλογον δι' ὧν ὁ προειρημένος συγγραφεὺς ἐν οἷς ἐπέγραψεν «Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς» μὴ χρῆναί φησι μήτε τῷ ἐπὶ πάντων θεῷ μήτε ταῖς μετ' αὐτὸν θείαις δυνάμεσιν γεῶδες μηδὲν μήτε θυμιᾶν μήτε θύειν· ἀλλότρια γὰρ τὰ τοιαῦτα ἢ κατὰ τὴν ἐμπρέπουσαν εὐσέβειαν. 4.11.

ιβʹ. ΟΤΙ ΟΥΔΕΝ ΤΩΝ ΑΠΟ ΓΗΣ ΧΡΗ ΤΩΙ ΕΠΙ ΠΑΝΤΩΝ ΘΕΩΙ ΟΥΤΕ ΘΥΜΙΑΝ ΟΥΤΕ ΘΥΕΙΝ «Θεῷ μὲν τῷ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν τῶν αἰσθητῶν μήτε θυμιῶντες μήτ' ἐπονομάζοντες· οὐδὲν γὰρ ἔνυλον ὃ μὴ τῷ ἀΰλῳ εὐθύς ἐστιν ἀκάθαρτον. διὸ οὐδὲ λόγος τούτῳ ὁ κατὰ φωνὴν οἰκεῖος οὐδ' ὁ ἔνδον, ὅταν πάθει ψυχῆς ᾖ μεμολυσμένος, διὰ δὲ σιγῆς καθαρᾶς καὶ τῶν περὶ αὐτοῦ καθαρῶν ἐννοιῶν θρησκεύσωμεν αὐτόν. δεῖ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ τὴν αὑτῶν ἀναγωγὴν θυσίαν ἱερὰν προσάγειν τῷ θεῷ, τὴν αὐτὴν δὲ καὶ ὕμνον οὖσαν καὶ ἡμῶν σωτηρίαν. ἐν ἀπαθείᾳ ἄρα τῆς ψυχῆς, τοῦ δὲ θεοῦ θεωρίᾳ ἡ θυσία αὕτη τελεῖται.»

ιγʹ. ΟΤΙ ΟΥΔΕ ΤΑΙΣ ΘΕΙΑΙΣ ΔΥΝΑΜΕΣΙ ΤΩΝ ΑΠΟ ΓΗΣ ΤΙ ΘΥΕΙΝ Η ΘΥΜΙΑΝ ΠΡΟΣΗΚΕΙ «Τοῖς δὲ αὐτοῦ ἐκγόνοις, νοητοῖς δὲ θεοῖς ἤδη καὶ τὴν ἐκ τοῦ λόγου ὑμνῳδίαν προσθετέον. ἀπαρχὴ γὰρ ἑκάστῳ, ὧν δέδωκεν, ἡ θυσία καὶ δι' ὧν ἡμῶν τρέφει καὶ εἰς τὸ εἶναι συνέχει τὴν οὐσίαν. ὡς οὖν γεωργὸς δραγμάτων ἀπάρχεται καὶ τῶν ἀκροδρύων, οὕτως ἡμεῖς ἀπαρξώμεθα αὐτοῖς ἐννοιῶν τῶν περὶ αὐτῶν καλῶν, εὐχαριστοῦντες ὧν ἡμῖν δεδώκασι τὴν θεωρίαν καὶ ὅτι ἡμᾶς διὰ τῆς αὐτῶν θέας ἀληθινῶς τρέφουσιν, συνόντες καὶ φαινόμενοι καὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ ἐπιλάμποντες.» Ταῦτα μὲν οὖν οὗτος. ἀδελφὰ δὲ αὐτῷ καὶ συγγενῆ περὶ τοῦ πρώτου καὶ μεγάλου θεοῦ ἐν τῷ Περὶ θυσιῶν ὁ παρὰ τοῖς πολλοῖς ᾀδόμενος αὐτὸς ἐκεῖνος ὁ Τυανεὺς Ἀπολλώνιος τάδε γράφειν λέγεται·

ιδʹ. ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΜΗ ΧΡΗΝΑΙ ΤΩΙ ΕΠΙ ΠΑΝΤΩΝ ΘΕΩΙ ΤΩΝ ΑΠΟ ΓΗΣ ΤΙ ΠΡΟΣΦΕΡΕΙΝ «Οὕτως τοίνυν μάλιστα ἄν τις, οἶμαι, τὴν προσήκουσαν ἐπιμέλειαν ποιοῖτο τοῦ θείου τυγχάνοι τε αὐτόθεν ἵλεώ τε καὶ εὐμενοῦς αὐτοῦ παρ' ὅντινα οὖν μόνος ἀνθρώπων, εἰ θεῷ μέν, ὃν δὴ πρῶτον ἔφαμεν, ἑνί τε ὄντι καὶ κεχωρισμένῳ πάντων,

77

μεθ' ὃν γνωρίζεσθαι τοὺς λοιποὺς ἀναγκαῖον, μὴ θύοι τι τὴν ἀρχὴν μήτε ἀνάπτοι πῦρ μήτε καθόλου τι τῶν αἰσθητῶν ἐπονομάζοι δεῖται γὰρ οὐδενὸς οὐδὲ παρὰ τῶν κρειττόνων ἤπερ ἡμεῖς· οὐδ' ἔστιν ὃ τὴν ἀρχὴν ἀνίησι γῆ φυτὸν ἢ τρέφει ζῷον ἢ ἀήρ, ᾧ μὴ πρόσεστί γέ τι μίασμα, μόνῳ δὲ χρῷτο πρὸς αὐτὸν αἰεὶ τῷ κρείττονι λόγῳ, λέγω δὲ τῷ μὴ διὰ στόματος ἰόντι, καὶ παρὰ τοῦ καλλίστου τῶν ὄντων διὰ τοῦ καλλίστου τῶν ἐν ἡμῖν αἰτοίη τὰ ἀγαθά· νοῦς δέ ἐστιν οὗτος, ὀργάνου μὴ δεόμενος. οὐκοῦν κατὰ ταῦτα οὐδαμῶς τῷ μεγάλῳ καὶ ἐπὶ πάντων θεῷ θυτέον.» Τούτων δὲ ὧδε ἐχόντων θέα δὴ λοιπόν, ὁποῖα περὶ τοῦ ζῳοθυτεῖν ὁ πρότερος ἱστορεῖ συγγραφεύς, μάρτυρα τοῦ λόγου τὸν Θεόφραστον ἀνακαλούμενος·

ιεʹ. ΟΤΙ ΠΑΡΑΝΟΜΟΝ ΕΣΤΙ ΚΑΙ ΒΛΑΒΕΡΟΝ ΚΑΙ ΑΝΟΣΙΟΝ ΤΟ ΘΥΕΙΝ ΖΩΙΑ ΘΕΟΙΣ ΚΑΙ ΟΤΙ ΚΑΤΑΡΑΙΣ ΥΠΟΒΕΒΛΗΜΕΝΟΝ «Πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρχῶν τοῖς ἀνθρώποις προϊουσῶν παρανομίας ἡ τῶν δεινοτάτων θυμάτων παράληψις ἐπεισήχθη ὠμότητος πλήρης, ὡς δοκεῖν τὰς πρόσθεν λεχθείσας καθ' ἡμῶν ἀρὰς νῦν τέλος εἰληφέναι, σφαξάντων τῶν ἀνθρώπων καὶ τοὺς βωμοὺς αἱμαξάντων, ἀφ' οὗ λιμῶν τε καὶ πολέμων πειραθέντες αἱμάτων ἥψαντο. τοιγαροῦν τὸ δαιμόνιον, ὥς φησιν ὁ Θεόφραστος, τούτων ἑκατέρων νεμεσῆσαν ἐπιθεῖναι τὴν πρέπουσαν ἔοικεν τιμωρίαν· καθὸ οἱ μὲν ἄθεοι γεγόνασι τῶν ἀνθρώπων, οἱ δὲ κακόφρονες μᾶλλον ἢ κακόθεοι λεχθέντες ἂν ἐν δίκῃ, διὰ τὸ φαύλους καὶ μηδὲν ἡμῶν βελτίους ἡγεῖσθαι τὴν φύσιν εἶναι τοὺς θεούς. οὕτως οἱ μὲν ἄθυτοι φαίνονται γενέσθαι τινές, οἱ δὲ κακόθυτοι καὶ παρανόμων ἁψάμενοι θυμάτων.» 4.14. Πάλιν δὲ ὁ αὐτὸς προστίθησιν καὶ ταῦτα· «Ὧν δὴ τοῦτον ἐχόντων τὸν τρόπον εἰκότως ὁ Θεόφραστος ἀπαγορεύει μὴ θύειν τὰ ἔμψυχα τοὺς τῷ ὄντι εὐσεβεῖν ἐθέλοντας, χρώμενος καὶ τοιαύταις ἄλλαις αἰτίαις.» 4.14.3 Καὶ ἐπιλέγει· «Καὶ μὴν θύειν δεῖ ἐκεῖνα ἃ θύοντες οὐδένα πημανοῦμεν· οὐδὲν γὰρ ὡς τὸ θῦμα ἀβλαβὲς εἶναι χρὴ πᾶσιν. εἰ δὲ λέγοι τις ὅτι οὐχ ἧττον τῶν καρπῶν καὶ τὰ ζῷα ἡμῖν εἰς χρῆσιν ὁ θεὸς δέδωκεν, ἀλλ' οὖν γε ἐπιθυομένων τῶν ζῴων φέρει τινὰ βλάβην αὐτοῖς, ἅτε τῆς ψυχῆς νοσφιζομένων. οὐ θυτέον οὖν ταῦτα· ἡ γὰρ θυσία ὁσία τίς ἐστιν κατὰ τοὔνομα· ὅσιος δ' οὐδεὶς ὃς ἐκ τῶν ἀλλοτρίων ἀποδίδωσι χάριτας, κἂν καρποὺς λάβῃ κἂν φυτὰ μὴ ἐθέλοντος. πῶς γὰρ ὅσιον ἀδικουμένων τῶν ἀφαιρεθέντων; εἰ δὲ οὐδὲ καρπῶν ὁ ἁψάμενος ἀλλοτρίων ὁσίως θύει, τά γε τούτων τιμιώτερα παντελῶς οὐχ ὅσιον ἀφαιρουμένους τινῶν θύειν· τὸ γὰρ δεινὸν οὕτω γίνεται μεῖζον, ἡ ψυχὴ δὲ πολλῷ τιμιώτερον τῶν ἐκ γῆς φυομένων, ἣν ἀφαιρεῖσθαι θύοντα ζῷα οὐ προσῆκεν.» 4.14.4 Καὶ ἐπιλέγει· «Ἀφεκτέον ἄρα τῶν ζῴων ἐν ταῖς θυσίαις.» Καὶ πάλιν φησίν· «Τὸ τοίνυν μήθ' ὅσιον μήτ' εὐδάπανον οὐ θυτέον.» Καὶ ἑξῆς· 4.14.5 «Ὥστε καὶ τῶν ζῴων, εἰ ἀπαρκτέον αὐτὰ θεοῖς, τούτων τινὸς ἕνεκα θυτέον· καὶ γὰρ ἃ θύομεν, τούτων τινὸς ἕνεκα θύομεν. ἆρ' οὖν τιμῆς ἡγήσαιτ' ἄν τις τυγχάνειν ἡμῶν ἢ θεός, ὅταν ἀδικοῦντες εὐθὺς διὰ τῆς ἀπαρχῆς φαινώ μεθα, ἢ μᾶλλον ἀτιμίαν οἰήσαιτ' ἂν τὸ τοιοῦτο δρᾶν; ἐν τῷ δέ γε θύειν ἀναιροῦντες τὰ μηδὲν ἀδικοῦντα τῶν ζῴων ἀδικήσειν ὁμολογοῦμεν· ὥστε τιμῆς μὲν ἕνεκα οὐ θυτέον τῶν λοιπῶν ζῴων οὐδέν. οὐ μὴν οὐδὲ τῶν εὐεργεσιῶν χάριν αὐτοῖς ἀποδιδόντας· ὁ γὰρ τὴν δικαίαν ἀμοιβὴν τῆς εὐεργεσίας καὶ τῆς εὐποιίας τὸ ἀντάξιον ἀποδιδοὺς οὐκ ἐκ τοῦ κακῶς τινας δρᾶν ὀφείλει ταῦτα παρέχειν. οὐδὲν γὰρ μᾶλλον ἀμείβεσθαι δόξει ἢ κἂν εἰ τὰ τοῦ πέλας ἁρπάσας 4.14. τις στεφανοίη τινάς, ὡς χάριν ἀποδιδοὺς καὶ τιμήν. ἀλλ' οὐδὲ χάριν τινὸς ἕνεκα τῶν ἀγαθῶν. ὁ γὰρ ἀδίκῳ πράξει τὸ παθεῖν εὖ θηρεύων ὕποπτός ἐστι μηδὲ εὖ παθὼν χάριν ἕξειν. ὥστ' οὐδὲ ἐλπιζομένης εὐεργεσίας θυτέον ἐστὶ τοῖς θεοῖς ζῷα. καὶ γὰρ δὴ τῶν μὲν ἀνθρώπων λάθοι τις ἂν

78

ἴσως τινὰ τοῦτο πράττων, τὸν δὲ θεὸν ἀμήχανον καὶ λαθεῖν. εἰ τοίνυν θυτέον μὲν τούτων τινὸς ἕνεκα, οὐδενὸς δὲ τούτων χάριν αὐτὸ πρακτέον, δῆλον ὡς οὐ θυτέον ἐστὶ τὰ ζῷα τὸ παράπαν τοῖς θεοῖς.» 4.14. Καὶ πάλιν ἐπιλέγει· «Τοῖς μὲν γὰρ ἥ τε φύσις καὶ πᾶσα τῶν ἀνθρώπων ἡ τῆς ψυχῆς αἴσθησις δρωμένοις συνηρέσκετο, ταύρων δ' ἀκράτοισι φόνοις οὐ δεύετο βωμός, ἀλλὰ μύσος τοῦτ' ἔσκεν ἐν ἀνθρώποισι μέγιστον, θυμὸν ἀπορραίσαντας ἐέδμεναι ἤϊα γυῖα.» 4.14. Καὶ μεθ' ἕτερα· «Ὅταν δὲ νέος θεοὺς χαίρειν πολυτελείαις γνῷ καί, ὥς φασι, ταῖς τῶν βοῶν καὶ τῶν ἄλλων ζῴων θοίναις, πότ' ἂν ἑκὼν σωφρονήσειε; πῶς δὲ κεχαρισμένα θύειν ἡγούμενος τοῖς θεοῖς ταῦτα οὐκ ἐξεῖναι ἀδικεῖν οἰήσεται αὐτῷ μέλλοντι διὰ τῶν θυσιῶν ἐξωνεῖσθαι τὴν ἁμαρτίαν; πεισθεὶς δὲ ὅτι τούτων χρείαν οὐκ ἔχουσιν οἱ θεοί, εἰς δὲ τὸ ἦθος ἀποβλέπουσι τῶν προσιόντων, μεγίστην θυσίαν λαμβάνοντες τὴν ὀρθὴν περὶ αὐτῶν τε καὶ τῶν πραγμάτων 4.14. διάληψιν, πῶς οὐ σώφρων καὶ ὅσιος καὶ δίκαιος ἔσται; θεοῖς δὲ ἀρίστη μὲν ἀπαρχὴ νοῦς καθαρὸς καὶ ψυχὴ ἀπαθής· οἰκεῖον δὲ καὶ τὸ μετρίων μὲν ἀπάρχεσθαι τῶν ἄλλων, μὴ παρέργως δέ, ἀλλὰ σὺν πάσῃ προθυμίᾳ. ἐοικέναι γὰρ δεῖ τὰς τιμὰς ταῖς ἐπὶ τῶν ἀγαθῶν προεδρίαις ὑπαναστάσεσί τε καὶ κατακλίσεσιν, οὐ συντάξεων δόσεσι.» 4.14.10 Σαφῶς δὴ διὰ τούτων κατὰ τοὺς Ἕλληνας καὶ τοὺς τούτων φιλοσόφους ὡμολογήθη, ὅτι οὐδὲν ἔμψυχον τυθείη ἂν εὐλόγως τοῖς θεοῖς· ἀνόσιον γὰρ καὶ ἄδικον καὶ ἐπιβλαβὲς εἶναι τὸ πρᾶγμα οὐκ ἀλλότριόν τε μύσους. οὐκ ἦν ἄρα θεὸς οὐδέ τις ἀψευδὴς καὶ ἀγαθὸς δαίμων ὁ τὰς δι' αἱμάτων λοιβάς τε καὶ κνίσας μικρῷ πρόσθεν εἰσπραττόμενος χρησμῳδὸς οὐδ' ἐκεῖνοι πάντες οἷς ὁ χρησμὸς ζῷα θύειν παρεκελεύσατο. πλάνον ἄρα καὶ ἀπατεῶνα καὶ πονηρὸν ἄντικρυς δαίμονα χρὴ φάναι τὸν καταψευσάμενον καὶ θεοὺς τοὺς μὴ ὄντας ἀνειπόντα καὶ προστάξαντα μὴ μόνον τοῖς χθονίοις καὶ τοῖς καταχθονίοις, ἀλλὰ καὶ τοῖς οὐρανίοις καὶ αἰθερίοις καὶ ἀστραίοις ζῳοθυτεῖν. τίνας οὖν εἰ μὴ θεοὺς τοὺς εἰρημένους ἅπαντας προσήκοι ἂν ὑπολαμβάνειν, αὐτός σοι πάλιν ὁ συγγραφεὺς διηγήσεται διὰ τούτων· 4.15. ι ʹ. ΟΤΙ ΤΑ ΘΥΟΜΕΝΑ ΠΑΡ' ΑΥΤΟΙΣ ΔΑΙΜΟΣΙΝ, ΑΛΛ' ΟΥ ΘΕΟΙΣ ΘΥΕΤΑΙ «Οἶδεν δὲ ὁ τῆς εὐσεβείας φροντίζων, ὡς θεοῖς μὲν οὐ θύεται ἔμψυχον οὐδέν, δαίμοσιν δέ, ἀλλ' ἤτοι ἀγαθοῖς ἢ καὶ φαύλοις· καὶ τίνων ἐστὶ τὸ θύειν τούτοις καὶ τούτων ἄχρι τίνος αὐτῶν δεομένων». Καὶ αὖθις ἑξῆς φησιν· 4.15. «Ὅτι δὲ οὐ θεοῖς, ἀλλὰ δαίμοσι τὰς θυσίας τὰς διὰ τῶν αἱμάτων προσῆγον οἱ τὰς ἐν τῷ παντὶ δυνάμεις καταμαθόντες, καὶ τοῦτο πεπίστωται παρ' αὐτῶν τῶν θεολόγων· καὶ μὴν ὅτι τούτων οἱ μὲν κακοποιοί, οἱ δὲ ἀγαθοὶ <οἳ> οὐκ ἐνοχλήσουσιν ἡμῖν.» 4.15.3 Ταῦτα μὲν ὁ δεδηλωμένος. ἐπεὶ δὲ τῶν δαιμόνων ἔφησεν τοὺς μὲν ἀγαθούς, τοὺς δὲ φαύλους εἶναι, φέρε πῶς ἴδωμεν ὅτι οὐδὲ ἀγαθοὶ δαίμονες, φαῦλοι δὲ οἱ νενομισμένοι αὐτῶν θεοὶ πάντες ἁλίσκονται; λάβοις δ' ἂν καὶ 4.15.4 τούτου τὴν ἀπόδειξιν ὧδε· τὸ ἀγαθὸν ὠφελεῖ, βλάπτει δὲ τὸ ἐναντίον. εἰ δὲ φανεῖεν οἱ κατὰ πάντα τόπον ἀνηγορευμένοι εἴτε θεοὶ εἴτε δαίμονες, αὐτοὶ δὴ οἱ παρὰ πᾶσιν αὐτοῖς βεβοημένοι καὶ πρὸς τῶν ἐθνῶν ἁπάντων προσκυνούμενοι, ὅ τε Κρόνος καὶ Ζεὺς Ἥρα τε καὶ Ἀθηνᾶ καὶ οἱ παραπλήσιοι αἵ τε ἀφανεῖς δυνάμεις καὶ οἱ δαίμονες οἱ διὰ τῶν ξοάνων ἐνεργοῦντες, οὐ μόνον ζῴων ἀλόγων σφαγαῖς καὶ θυσίαις, ἀλλὰ καὶ ἀνδροκτασίαις καὶ ἀνθρωποθυσίαις χαίροντες καὶ ταύτη τὰς ψυχὰς τῶν ἀθλίων ἀνθρώπων λυμαινό.15.5 μενοι, τίνα χείρονα ταύτης βλάβην ἐπινοήσειας; εἰ γὰρ ἡ διὰ ζῴων ἀλόγων θυσία ἐπάρατος καὶ κακόθυτος πρὸς τῶν φιλοσόφων ἐλέχθη μυσαρά τε καὶ ἄδικος καὶ ἀνόσιος καὶ οὐκ ἀβλαβὴς τοῖς θύουσιν καὶ διά γε ταῦτα πάντα θεῶν ἀναξία, τί χρὴ νομίζειν τὴν δι' ἀνθρώπων σφαγῆς; ἢ παντὸς αὕτη γένοιτ' ἂν ἀσεβεστάτη καὶ ἀνοσιωτάτη; πῶς οὖν ἀγαθοῖς δαίμοσιν, οὐχὶ δὲ τοῖς παμμιάροις καὶ πανωλέθροις πνεύμασιν εἰκότως 4.15. ἂν λεχθείη προσφιλής; φέρ' οὖν ἐλέγξωμεν καὶ ἀποδείξωμεν ὁπόσον ἡ τῆς πολυθέου πλάνης λύμη τοῦ βίου τῶν ἀνθρώπων πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας

79

ἐκράτει. λελύσθαι γὰρ αὐτὴν καὶ καθῃρῆσθαι οὐκ ἄλλοτε ἢ κατὰ τοὺς Ἁδριανοῦ χρόνους, φωτὸς δίκην ἤδη δια.15. λαμπούσης ἐπὶ πάντα τόπον τῆς τοῦ Χριστοῦ διδασκαλίας. οἷς οὐχ ἡμεῖς, ἀλλ' αὐτῶν πάλιν τῶν μὴ τὰ ἡμέτερα φρονούντων μαρτυρήσουσιν αἱ φωναὶ διαρρήδην, τῶν πρὸ τούτου χρόνων τοσαύτην κατηγοροῦσαι μοχθηρίαν, ὥστε ἤδη τοὺς δεισιδαίμονας πέρα καὶ τῶν τῆς φύσεως ὅρων χωρεῖν ὑπὸ τῶν ὀλεθρίων πνευμάτων ἐξοιστρουμένους καὶ δαιμονῶντας ἄντικρυς, ὡς καὶ τοῖς τῶν φιλτάτων αἵμασι καὶ ἄλλαις μυρίαις ἀνθρωποθυσίαις ἱλεοῦ.15. σθαι νομίζειν τὰς μιαιφόνους δυνάμεις. καί τις πατὴρ τὸν μονογενῆ παῖδα καὶ τὴν ἀγαπητὴν θυγατέρα μήτηρ προσέθυεν τῷ δαίμονι καὶ κατέσφαττον οἱ φίλτατοι ὥς τι τῶν ἀλόγων καὶ ἀλλοτρίων θρεμμάτων τοὺς προσήκοντας ἔθυόν τε τοῖς δὴ θεοῖς κατὰ πόλεις καὶ χώρας τοὺς συνοίκους καὶ πολίτας, τὴν φιλάνθρωπον καὶ συμπαθῆ φύσιν ἐπὶ τὸ ἀνηλεὲς καὶ ἀπάνθρωπον ἀκονήσαντες καὶ τὸν μανιώδη καὶ δαιμονιακὸν ὡς ἀληθῶς ἐπιδεικνύ.15. μενοι τρόπον. εὕροις δ' οὖν πᾶσαν ἐξετάζων Ἑλληνικήν τε καὶ βάρβαρον ἱστορίαν, ὅπως οἱ μὲν υἱεῖς, οἱ δὲ θυγατέρας, οἱ δὲ καὶ σφᾶς αὐτοὺς ταῖς τῶν δαιμόνων καθιέρουν θυσίαις. ἐγὼ δέ σοι καὶ τούτων τὸν καὶ πρότερον παρίστημι μάρτυρα ἐν τοῖς αὐτοῖς, ἐν οἷς τὴν τῶν ἀλόγων θρεμμάτων θυσίαν ὡς ἀνοσίαν καὶ ἀδικωτάτην ἀπηγόρευσεν, ταῦτα φάσκοντα πρὸς ῥῆμα· 4.16.

ιζʹ. ΠΟΡΦΥΡΙΟΥ ΠΕΡΙ ΤΗΣ ΠΑΛΑΙΑΣ ΑΝΘΡΩΠΟΘΥΣΙΑΣ «Καὶ ὅτι ταῦτα οὐχ ἁπλῶς, ἀλλὰ πλήρους οὔσης τῆς ἱστορίας λέγομεν, αὐτάρκη καὶ ταῦτα παραστῆσαι. ἐθύετο γὰρ καὶ ἐν Ῥόδῳ μηνὶ Μεταγειτνιῶνι ἕκτῃ ἱσταμένου ἄνθρωπος τῷ Κρόνῳ. ὃ δὴ ἐπὶ πολὺ κρατῆσαν ἔθος μετε βλήθη· ἕνα γὰρ τῶν ἐπὶ θανάτῳ δημοσίᾳ κατακριθέντων μέχρι τῶν Κρονίων συνεῖχον, ἐνστάσης δὲ τῆς ἑορτῆς προαγαγόντες τὸν ἄνθρωπον ἔξω πυλῶν 4.16. ἀντικρὺ τοῦ Ἀριστοβούλης ἕδους οἴνου ποτίσαντες ἔσφαττον. ἐν δὲ τῇ νῦν Σαλαμῖνι, πρότερον δὲ Κορωνείᾳ ὀνομαζομένῃ μηνὶ κατὰ Κυπρίους Ἀφροδισίῳ ἐθύετο ἄνθρωπος τῇ Ἀγραύλῳ τῇ Κέκροπος καὶ νύμφης Ἀγραυλίδος. καὶ διέμενε τὸ ἔθος ἄχρι τῶν Διομήδους χρόνων· εἶτα μετέβαλεν, ὥστε τῷ Διομήδει τὸν ἄνθρωπον θύεσθαι· ὑφ' ἕνα δὲ περίβολον ὅ τε τῆς Ἀθηνᾶς νεὼς καὶ ὁ τῆς Ἀγραύλου καὶ Διομήδους. ὁ δὲ σφαγιαζόμενος ὑπὸ τῶν ἐφήβων ἀγόμενος τρὶς περιέθει τὸν βωμόν· ἔπειτα ὁ ἱερεὺς αὐτὸν λόγχῃ ἔπαιεν κατὰ 4.16.3 τοῦ στομάχου, καὶ οὕτως αὐτὸν ἐπὶ τὴν νησθεῖσαν πυρὰν ὡλοκαύτιζον. τοῦτον δὲ τὸν θεσμὸν Δίφιλος ὁ τῆς Κύπρου βασιλεὺς κατέλυσεν κατὰ τοὺς Σελεύκου χρόνους τοῦ θεολόγου γενόμενος, τὸ ἔθος εἰς βουθυσίαν μεταστήσας. προσήκατο δὲ ὁ δαίμων ἀντ' ἀνθρώπου τὸν βοῦν· οὕτως ἰσάξιόν ἐστι τὸ δρώ.16.4 μενον. κατέλυσε δὲ καὶ ἐν Ἡλίου πόλει τῆς Αἰγύπτου τὸν τῆς ἀνθρωποκτονίας νόμον Ἄμωσις, ὡς μαρτυρεῖ Μανεθῶς ἐν τῷ Περὶ ἀρχαϊσμοῦ καὶ εὐσεβείας. ἐθύοντο δὲ τῇ Ἥρᾳ καὶ ἐδοκιμάζοντο καθάπερ οἱ ζητούμενοι καθαροὶ μόσχοι καὶ συσφραγιζόμενοι. ἐθύοντο δὲ τῆς ἡμέρας τρεῖς· ἀνθ' ὧν κηρίνους 4.16.5 ἐκέλευσεν ὁ Ἄμωσις τοὺς ἴσους ἐπιτίθεσθαι. ἔθυον δὲ καὶ ἐν Χίῳ τῷ Ὠμαδίῳ Διονύσῳ ἄνθρωπον διασπῶντες καὶ ἐν Τενέδῳ, ὥς φησιν Εὔελπις ὁ Καρύστιος· ἐπεὶ καὶ Λακεδαιμονίους φησὶν ὁ Ἀπολλόδωρος τῷ Ἄρει θύειν 4.16. ἄνθρωπον. Φοίνικες δὲ ἐν ταῖς μεγάλαις συμφοραῖς ἢ πολέμων ἢ λοιμῶν ἢ αὐχμῶν ἔθυον τῶν φιλτάτων τινὰ ἐπιψηφίζοντες Κρόνῳ· καὶ πλήρης γε ἡ Φοινικικὴ ἱστορία τῶν θυσάντων, ἣν Σαγχουνιάθων μὲν τῇ Φοινίκων γλώττῃ συνέγραψε, Φίλων δὲ ὁ Βύβλιος εἰς τὴν Ἑλλάδα γλῶσσαν δι' ὀκτὼ βιβλίων 4.16. ἡρμήνευσεν. Ἴστρος δὲ ἐν τῇ Συναγωγῇ τῶν Κρητικῶν θυσιῶν φησι τοὺς Κουρῆτας τὸ παλαιὸν τῷ Κρόνῳ θύειν παῖδας. καταλυθῆναι δὲ τὰς ἀνθρωποθυσίας σχεδὸν τὰς παρὰ πᾶσί φησι Πάλλας, ὁ ἄριστα <τὰ> περὶ τῶν τοῦ

80

Μίθρα συναγαγὼν μυστηρίων, ἐπὶ Ἁδριανοῦ τοῦ αὐτοκράτορος. ἐθύετο γὰρ καὶ ἐν Λαοδικείᾳ τῇ κατὰ Συρίαν τῇ Ἀθηνᾷ κατ' ἔτος παρθένος, 4.16. νῦν δὲ ἔλαφος. καὶ μὴν καὶ οἱ ἐν Λιβύῃ Καρχηδόνιοι ἐποίουν τὴν θυσίαν ἣν Ἰφικράτης ἔπαυσεν. καὶ Δουματηνοὶ δὲ τῆς Ἀραβίας κατ' ἔτος ἕκαστον 4.16. ἔθυον παῖδα, ὃν ὑπὸ βωμὸν ἔθαπτον, ᾧ χρῶνται ὡς ξοάνῳ. Φύλαρχος δὲ κοινῶς πάντας τοὺς Ἕλληνας, πρὶν ἐπὶ πολεμίους ἐξιέναι, ἀνθρωποκτονεῖν ἱστορεῖ. καὶ παρίημι Θρᾷκας καὶ Σκύθας καὶ ὡς Ἀθηναῖοι τὴν Ἐρεχθέως καὶ Πραξιθέας θυγατέρα ἀνεῖλον. ἀλλ' ἔτι γε νῦν τίς ἀγνοεῖ κατὰ τὴν Μεγάλην Πόλιν τῇ τοῦ Λατιαρίου Διὸς ἑορτῇ σφαζόμενον ἄνθρωπον;» 4.16.10 Καὶ πάλιν φησίν· «Ἀφ' οὗ μέχρι τοῦ νῦν οὐκ ἐν Ἀρκαδίᾳ μόνον τοῖς Λυκαίοις οὐδ' ἐν Καρχηδόνι τῷ Κρόνῳ κοινῇ πάντες ἀνθρωποθυτοῦσιν, ἀλλὰ κατὰ περίοδον, τῆς τοῦ νομίμου χάριν μνήμης, ἐμφύλιον ἀεὶ αἷμα ῥαίνουσι πρὸς τοὺς βωμούς.» 4.16.11 Ταῦτα μὲν οὖν ἐκ τῆς προδηλωθείσης κείσθω γραφῆς. ἐκ δὲ τοῦ πρώτου συγγράμματος τῆς Φίλωνος Φοινικικῆς ἱστορίας παραθήσομαι ταῦτα· «Ἔθος ἦν τοῖς παλαιοῖς ἐν ταῖς μεγάλαις συμφοραῖς τῶν κινδύνων ἀντὶ τῆς πάντων φθορᾶς τὸ ἠγαπημένον τῶν τέκνων τοὺς κρατοῦντας ἢ πόλεως ἢ ἔθνους εἰς σφαγὴν ἐπιδιδόναι λύτρον τοῖς τιμωροῖς δαίμοσι· κατεσφάττοντο δὲ οἱ διδόμενοι μυστικῶς. Κρόνος τοίνυν, ὃν οἱ Φοίνικες Ἢλ προσαγορεύουσι, βασιλεύων τῆς χώρας καὶ ὕστερον μετὰ τὴν τοῦ βίου τελευτὴν εἰς τὸν τοῦ Κρόνου ἀστέρα καθιερωθείς, ἐξ ἐπιχωρίας νύμφης Ἀνωβρὲτ λεγομένης υἱὸν ἔχων μονογενῆ, ὃν διὰ τοῦτο Ἰεοὺδ ἐκάλουν τοῦ μονογενοῦς οὕτως ἔτι καὶ νῦν καλουμένου παρὰ τοῖς Φοίνιξιν, κινδύνων ἐκ πολέμου μεγίστων κατειληφότων τὴν χώραν βασιλικῷ κοσμήσας σχήματι τὸν υἱὸν βωμόν τε κατασκευασάμενος κατέθυσεν.» 4.16.12 Ταῦτα μὲν οὖν τοῦτον εἶχε τὸν τρόπον. εἰκότως ἄρα ὁ θαυμάσιος Κλήμης ἐν τῷ πρὸς Ἕλληνας Προτρεπτικῷ, ταὐτὰ δὴ ταῦτα ἐπιμεμφόμενος, τοιάδε καὶ αὐτὸς τὴν πλάνην τῶν ἀνθρώπων ἀπολοφύρεται λέγων· «Φέρ' οὖν δὴ καὶ τοῦτο προσθῶμεν, ὡς ἀπάνθρωποι καὶ μισάνθρωποι δαίμονες εἶεν ὑμῶν οἱ θεοὶ καὶ οὐχὶ μόνον ἐπιχαίροντες τῇ φρενοβλαβείᾳ τῶν ἀνθρώπων, πρὸς δὲ καὶ ἀνθρωποκτονίας ἀπολαύοντες, νυνὶ μὲν τὰς ἐν σταδίοις ἐνόπλους φιλονεικίας, νυνὶ δὲ τὰς ἐν πολέμοις ἀναρίθμους φιλοτιμίας ἀφορμὰς σφίσιν ἡδονῆς ποριζόμενοι, ὅπως ὅτι μάλιστα ἔχοιεν ἀνθρωπείων ἀνέδην ἐμφορεῖσθαι φόνων. ἤδη δὲ κατὰ πόλεις καὶ ἔθνη, οἱονεὶ λοιμοὶ ἐπισκήψαντες, σπονδὰς ἀπῄτησαν ἀνημέρους. Ἀριστομένης γοῦν ὁ Μεσσήνιος τῷ Ἰθωμήτῃ Διὶ τριακοσίους ἀπέσφαξεν, τοσαύτας ὁμοῦ καὶ τοιαύτας καλλιερεῖν οἰόμενος ἑκατόμβας· ἐν οἷς καὶ Θεόπομπος ἦν ὁ Λακεδαιμονίων βασιλεύς, ἱερεῖον εὐγενές. Ταῦροι δὲ τὸ ἔθνος, οἱ περὶ τὴν Ταυρικὴν Χερρόνησον κατοικοῦντες, οὓς ἂν τῶν ξένων παρ' αὐτοῖς ἕλωσι, τούτων δὴ τῶν κατὰ θάλατταν ἐπταικότων, αὐτίκα μάλα τῇ Ταυρικῇ καταθύουσιν Ἀρτέμιδι· ταύτας σου τὰς θυσίας Εὐριπίδης ἐπὶ σκηνῆς τραγῳδεῖ. Μόνιμος δὲ ἱστορεῖ ἐν τῇ τῶν θαυμασίων Συναγωγῇ ἐν Πέλλῃ τῆς Θετταλίας Ἀχαιὸν ἄνθρωπον Πηλεῖ καὶ Χείρωνι καταθύεσθαι. Λυκτίους γάρ Κρητῶν δὲ ἔθνος εἰσὶν οὗτοι Ἀντικλείδης ἐν Νόστοις ἀποφαίνεται ἀνθρώπους ἀποσφάττειν τῷ Διί, καὶ Λεσβίους Διονύσῳ τὴν ὁμοίαν προσάγειν θυσίαν Δωσίδας λέγει. Φωκαεῖς δέ οὐδὲ γὰρ αὐτοὺς παραπέμψομαι τούτους Πυθοκλῆς ἐν τρίτῳ Περὶ ὁμονοίας τῇ Ταυροπόλῳ Ἀρτέμιδι ἄνθρωπον ὁλοκαυτεῖν ἱστορεῖ. Ἐρεχθεὺς δὲ ὁ Ἀττικὸς καὶ Μάριοςὁ Ῥωμαῖος τὰς αὑτῶν ἐθυσάτην θυγατέρας· ὧν ὁ μὲν τῇ Φερεφάττῃ, ὡς Δημάρατος ἐν πρώτῃ Τραγῳδουμένων, ὁ δὲ τοῖς ἀποτροπαίοις ὁ Μάριος, ὡς Δωρόθεος ἐν τῇ τετάρτῃ Ἰταλικῶν ἱστορεῖ. φιλάνθρωποί γε ἐκ τούτων καταφαίνονται οἱ δαίμονες· πῶς δὲ οὐκ ἀνόσιοι ἀναλόγως οἱ δεισιδαίμονες; οἱ μὲν σωτῆρες εὐφημούμενοι, οἱ δὲ σωτηρίαν αἰτούμενοι παρὰ τῶν ἐπιβούλων σωτηρίας. καλλιερεῖν γοῦν τοπάζοντες αὐτοῖς σφᾶς αὐτοὺς λελήθασιν ἀποσφάττοντες ἀνθρώπους. οὐ γὰρ οὖν παρὰ τὸν τόπον ἱερεῖον γίνεται ὁ φόνος· οὐδ' εἰ Ἀρτέμιδί τις

81

καὶ Διὶ ἐν ἱερῷ δῆθεν χωρίῳ μᾶλλον ἢ ὀργῇ καὶ φιλαργυρίᾳ, ἄλλοις ὁμοίοις δαίμοσιν ἐπὶ βωμοῖς ἢ ἐν ὁδοῖς ἀποσφάττοι τὸν ἄνθρωπον, ἱερὸν ἱερεῖον ἐπιφημίσας· ἀλλὰ φόνος ἐστὶ καὶ ἀνδροκτασία ἡ τοιαύτη θυσία. 4.16.13 τί δὴ οὖν, ὦ σοφώτατοι τῶν ἄλλων ζῴων ἄνθρωποι, τὰ μὲν θηρία περιφεύγομεν τὰ ἀνήμερα, κἄν που περιτύχωμεν ἄρκτῳ ἢ λέοντι, ἐκτρεπόμεθα, ὡς δ' ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη οὔρεος ἐν βήσσῃς ὑπό τε τρόμος ἔλλαβε γυῖα ἄψ τ' ἀνεχώρησεν, δαίμονας δὲ ὀλεθρίους καὶ ἀλιτηρίους ἐπιβούλους τε καὶ μισανθρώπους καὶ λυμεῶνας ὄντας προαισθόμενοι καὶ συνιέντες οὐκ ἐκτρέπεσθε οὐδὲ ἀποστρέφεσθε;» 4.16.14 Τοσαῦτα καὶ ὁ Κλήμης. ἔχω δέ σοι καὶ ἄλλον παραστῆσαι μάρτυρα τῆς τῶν ἀθέων καὶ ἀπανθρώπων δαιμόνων μιαιφονίας, Διονύσιον τὸν Ἁλικαρνασσέα, ἄνδρα τῆς Ῥωμαϊκῆς ἱστορίας ἀκριβῆ τὴν γραφὴν ἅπασαν ἐκθέμενον. γράφει δ' οὖν καὶ οὗτος τὸν Δία καὶ τὸν Ἀπόλλωνα αἰτῆσαί ποτε ἀνθρωποθυσίας, τοὺς δ' αἰτηθέντας καρπῶν μὲν ἁπάντων καὶ βοσκημάτων τὸ λάχος ἀποθῦσαι τοῖς θεοῖς, ὅτι δὲ μὴ καὶ ἀνθρώπους ἔθυσαν παντοίαις περιστῆναι συμφοραῖς. οὐδὲν δὲ οἷον τὸ καὶ τοῦ συγγραφέως ἀκοῦσαι ὧδέ πη διεξιόντος· 4.16.15 «Ὀλίγον δὲ κατέμεινεν ἐν Ἰταλίᾳ, τῶν Ἀβοριγίνων προνοίᾳ. πρῶτονμὲν οὖν τῆς οἰκοφθορίας ταῖς πόλεσιν ἐδόκει αὐχμῷ ἡ γῆ κακωθεῖσα ἄρξαι, ἡνίκα οὔτε ἐπὶ τοῖς δένδρεσι καρπὸς οὐδεὶς ὡραῖος διέμεινεν, ἀλλ' ὠμοὶ κατέρρεον, οὔτε ὁπόσα σπερμάτων ἀνέντα βλαστοὺς ἀνθήσειεν, ἕως στάχυος ἀκμῆς τοὺς κατὰ νόμον ἐξεπλήρου χρόνους, οὔτε πόα κτήνεσιν ἐφύετο διαρκὴς τῶν τε ναμάτων τὰ μὲν οὐκέτι πίνεσθαι σπουδαῖα ἦν, τὰ δ' ὑπελίμπανε θέρους, τὰ δ' εἰς τέλος ἀπεσβέννυτο. ἀδελφὰ δὲ τούτοις ἐγίνετο περὶ προβάτων καὶ γυναικῶν γονάς· ἢ γὰρ ἐξημβλοῦτο τὰ ἔμβρυα ἢ κατὰ τοὺς τόκους διεφθείρετο, ἔστιν ἃ καὶ τὰς φερούσας συνδιαλυμηνάμενα. εἰ δέ τι διαφύγοι τὸν ἐκ τῶν ὠδίνων κίνδυνον, ἔμπηρον ἢ ἀτελὲς ἢ διὰ ἄλλην τινὰ τύχην βλαφθέν, τρέφεσθαι χρηστὸν οὐκ ἦν· ἔπειτα καὶ τὸ ἄλλο πλῆθος τὸ ἐν ἀκμῇ μάλιστα ἐκακοῦτο νόσοις καὶ θανάτοις παρὰ τὰ εἰκότα συχνοῖς. μαντευομένοις δ' αὐτοῖς τίνα θεῶν ἢ δαιμόνων παραβάντες τάδε πάσχουσιν καὶ τί ποιήσασιν αὐτοῖς λωφῆσαι τὰ δεινὰ ἐλπίς, ὁ θεὸς ἀνεῖλεν ὅτι τυχόντες ὧν ἐβούλοντο οὐκ ἀπέδοσαν ἃ ηὔξαντο, ἀλλὰ προσοφείλουσι τὰ πλείστου ἄξια. οἱ γὰρ Πελασγοί, ἀφορίας αὐτοῖς γενομένης ἐν τῇ γῇ πάντων χρημάτων, ηὔξαντο τῷ Διὶ καὶ τῷ Ἀπόλλωνι καὶ τοῖς Καβείροις καταθύσειν δεκάτας τῶν προσγενησομένων ἁπάντων, τελεσθείσης δὲ τῆς εὐχῆς ἐξελόμενοι καρπῶν τε καὶ βοσκημάτων ἁπάντων τὸ λάχος ἀπέθυσαν τοῖς θεοῖς, ὡς δὴ κατὰ τούτων μόνων εὐξάμενοι. ταῦτα δὲ Μυρσίλος ὁ Λέσβιος ἱστόρηκεν ὀλίγου δεῖν τοῖς αὐτοῖς ὀνόμασι γράφων οἷς ἐγὼ νῦν, πλὴν ὅσον οὐ Πελασγοὺς καλεῖ τοὺς ἀνθρώπους, ἀλλὰ Τυρρηνούς· τὴν δ' αἰτίαν ὀλίγον ὕστερον ἐρῶ. 4.16.16 Ὡς δὲ ἀπενεχθέντα τὸν χρησμὸν ἔμαθον, οὐκ εἶχον τὰ λεγόμενα συμβαλεῖν. ἀμηχανοῦσι δὲ αὐτοῖς τῶν γεραιτέρων τις λέγει συμβαλὼν τὸ λόγιον, ὅτι τοῦ παντὸς ἡμαρτήκασιν, εἰ οἴονται τοὺς θεοὺς ἀδίκως αὐτοῖς ἐγκαλεῖν. χρημάτων μὲν γὰρ ἀποδεδόσθαι τὰς ἀπαρχὰς αὐτοῖς ἁπάσας ὀρθῶς τε καὶ σὺν δίκῃ, ἀνθρώπων δὲ γονῆς τὸ λάχος, χρῆμα παντὸς μάλιστα θεοῖς τιμιώτατον, ὀφείλεσθαι· εἰ δὲ δὴ καὶ τούτων λάβοιεν τὴν δικαίαν μοῖραν, τέλος ἕξειν σφίσι τὸ λόγιον. τοῖς μὲν δὴ ὀρθῶς ἐδόκει λέγεσθαι ταῦτα, τοῖς δ' ἐξ ἐπιβουλῆς συγκεῖσθαι ὁ λόγος· εἰσηγησαμένου δέ τινος τὴν γνώμην τὸν θεὸν ἐπερέσθαι, εἰ αὐτῷ φίλον ἀνθρώπων δεκάτας ἀπολαμβάνειν, πέμπουσι τὸ 4.16.17 δεύτερον θεοπρόπους, καὶ ὁ θεὸς ἀνεῖλεν οὕτως ποιεῖν. ἐκ δὲ τούτου στάσις αὐτοὺς καταλαμβάνει περὶ τοῦ τρόπου τῆς δεκατεύσεως καὶ ἐν ἀλλήλοις οἱ προεστηκότες τῶν πόλεων τότε πρῶτον ἐταράχθησαν, ἔπειτα καὶ τὸ λοιπὸν πλῆθος δι' ὑποψίας τοὺς ἐν τέλει ἐλάμβανεν. ἐγίνοντο δὲ οὐδενὶ κόσμῳ αἱ ἀπαναστάσεις, ἀλλ', ὥσπερ εἰκός, οἴστρῳ καὶ θεοβλαβείᾳ ἀπελαυνομένων, καὶ πολλὰ ἐφέστια ὅλα ἐξηλείφθη μέρους αὐτῶν μεθισταμένου· οὐ γὰρ ἐδικαίουν οἱ προσήκοντες τοῖς

82

ἐξιοῦσιν ἀπολείπεσθαι τῶν φιλτάτων καὶ ἐν τοῖς ἐχθίστοις ὑπομένειν. πρῶτον μὲν δὴ οὗτοι μεταναστάντες ἐξ Ἰταλίας εἴς τε τὴν Ἑλλάδα καὶ τῆς βαρβάρου πολλὴν ἐπλανήθησαν. μετὰ δὲ τοὺς πρώ τους ἕτεροι τὸ αὐτὸ ἔπαθον, καὶ τοῦτο διετέλει γινόμενον ἐπὶ ἔτη. οὐ γὰρ ἀνίεσαν οἱ δυναστεύοντες ἐν ταῖς πόλεσι τῆς ἀνδρουμένης αἰεὶ νεότητος ἐξαιρούμενοι τὰς ἀπαρχάς, τοῖς τε θεοῖς τὰ δίκαια ὑπουργεῖν ἀξιοῦντες καὶ στασιασμοὺς ἐκ τῶν διαλαθόντων δεδιότες. ἦν δὲ πολὺ καὶ τὸ πρὸς ἔχθραν σὺν προφάσει εὐπρεπεῖ ἀπελαυνόμενον ὑπὸ τῶν διαφόρων· ὥστε πολλαὶ αἱ ἀπαναστάσεις ἐγίνοντο καὶ ἐπὶ πλεῖστον γῆς τὸ Πελασγικὸν γένος διεφορήθη.» 4.16.18 Καὶ μετὰ βραχέα φησίν· «Λέγουσι δὲ καὶ τὰς θυσίας ἐπιτελεῖν τῷ Κρόνῳ τοὺς παλαιούς, ὥσπερ ἐν Καρχηδόνι, τέως ἡ πόλις διέμεινεν, καὶ παρὰ Κελτοῖς εἰς τόδε χρόνου γίνεται, καὶ ἐν ἄλλοις τισὶν τῶν προσεσπερίων ἐθνῶν ἀνδροφονοῦσιν, Ἡρακλέα δὲ παῦσαι τὸν νόμον τῆς θυσίας βουληθέντα τόν τε βωμὸν ἱδρύσασθαι τὸν ἐπὶ τῷ Σατορνίῳ καὶ κατάρξασθαι θυμάτων ἁγνῶν ἐπὶ καθαρῷ πυρὶ ἁγιζομένων, ἵνα δὲ μηδὲν ᾖ τοῖς ἀνθρώποις δέους ἐνθύμιον ὡς πατρίων ἠλογηκόσι θυσιῶν, διδάξαι τοὺς ἐπιχωρίους ἀπομειλισσομένους τὴν τοῦ θεοῦ μῆνιν ἀντὶ τῶν ἀνθρώπων, οὓς συμποδίζοντες καὶ τῶν χειρῶν ἀκρατεῖς ποιοῦντες ἐρρίπτουν εἰς τὸ τοῦ Τιβέριος ῥεῖθρον, εἴδωλα ποιοῦντας ἀνδρείκελα, κεκοσμημένα τὸν αὐτὸν ἐκείνοις τρόπον, ἐμβάλλειν εἰς τὸν ποταμόν, ἵνα δὴ τὸ τῆς ὀττείας ὅ τι δή ποτε ἦν ἐν ταῖς ἁπάντων ψυχαῖς παραμένον ἐξαιρεθῇ, τῶν εἰκόνων τοῦ παλαιοῦ πάθους ἔτι σῳζομένων. τοῦτο δὲ καὶ μέχρις ἐμοῦ ἔτι διετέλουν Ῥωμαῖοι δρῶντες [ἔτι] μικρὸν ὕστερον ἐαρινῆς ἰσημερίας ἐν μηνὶ Μαΐῳ ταῖς καλουμέναις Εἰδοῖς, διχομήνιδα βουλόμενοι ταύτην εἶναι τὴν ἡμέραν, ἐν ᾗ προθύσαντες ἱερεῖα τὰ κατὰ τοὺς νόμους οἱ καλούμενοι ποντίφικες, ἱερέων οἱ διαφανέστατοι, καὶ σὺν αὐτοῖς αἱ τὸ ἀθάνατον πῦρ διαφυλάττουσαι παρθένοι στρατηγοί τε καὶ τῶν ἄλλων πολιτῶν οὓς παρεῖναι ταῖς ἱερουργίαις θέμις, εἴδωλα εἰς μορφὰς ἀνθρώπων εἰκασμένα τριάκοντα τὸν ἀριθμὸν ἀπὸ τῆς ἱερᾶς γεφύρας βάλλουσιν εἰς τὸ ῥεῦμα τοῦ Τιβέριος, Ἀργείους αὐτὰ καλοῦντες.» 4.16.19 Τοσαῦτα μὲν δὴ ταῦτα. καὶ ὁ Διόδωρος δὲ τὰ ὅμοια τούτοις ἐν εἰκοστῇ βίβλῳ τῆς ἱστορικῆς Βιβλιοθήκης ἱστορεῖ, μετὰ τὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτὴν ἐπὶ τοῦ πρώτου Πτολεμαίου, περὶ Καρχηδονίων ὑπὸ Ἀγαθοκλέους τοῦ Σικελίας τυράννου πολιορκουμένων, ταῦτα πρὸς λέξιν γράφων· «Ἠιτιῶντο δὲ καὶ τὸν Κρόνον αὐτοῖς ἐναντιοῦσθαι, καθ' ὅσον ἐν τοῖς ἔμπροσθεν χρόνοις θύοντες τούτῳ τῷ θεῷ τῶν υἱῶν τοὺς κρατίστους, ὕστερον ὠνούμενοι λάθρα παῖδας καὶ θρέψαντες ἔπεμπον ἐπὶ τὴν θυσίαν, καὶ ζητήσεως γενομένης εὑρέθησάν τινες τῶν καθιερουργημένων ὑποβολιμαῖοι γεγονότες. τούτων δὲ λαβόντες ἔννοιαν καὶ τοὺς πολεμίους πρὸς τοῖς τείχεσιν ὁρῶντες στρατοπεδεύοντας ἐδεισιδαιμόνουν ὡς καταλελυκότες τὰς πατρίους τῶν θεῶν τιμάς. διορθώσασθαι δὲ τὰς ἀγνοίας σπεύδοντες διακοσίους μὲν τῶν ἐπιφανεστάτων παίδων προκρίναντες ἔθυσαν δημοσίᾳ, ἄλλοι δ' ἐν διαβολαῖς ὄντες ἑκουσίως ἑαυτοὺς ἔδοσαν, οὐκ ἐλάττους ὄντες τριακοσίων. ἦν δὲ παρ' αὐτοῖς ἀνδριὰς Κρόνου χαλκοῦς, ἐκτετακὼς τὰς χεῖρας ὑπτίας ἐκτεταμένας ἐπὶ τὴν γῆν, ὥστε τὸν συντεθέντα τῶν παίδων ἀποκωλύεσθαι καὶ πίπτειν εἴς τι χάσμα πλῆρες πυρός.» 4.16.20 Τοιαῦτα δὴ καὶ οὗτος διὰ τῆς οἰκείας ἱστορίας παρέδωκεν. εἰκότως ἄρα καὶ ἡ παρ' Ἑβραίοις γραφὴ καταμέμφεται τοῖς τὰ τοιαῦτα ζηλώσασι τῶν ἐκ περιτομῆς, φάσκουσα· «καὶ ἔθυον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις· καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν». ἀλλὰ γὰρ ἡγοῦμαι διὰ τούτων ἀπεληλέγχθαι σαφῶς δαιμονικήν τινα γεγονέναι τὴν παλαιτάτην καὶ πρώτην τῶν ξοάνων ἵδρυσιν, καὶ πᾶσαν τὴν εἰδωλικὴν τῶν ἐθνῶν θεοποιίαν καὶ δαιμόνων οὐκ ἀγαθῶν, ἀλλὰ πάντα μοχθηροτάτων καὶ φαύλων· ὡς ἐπαληθεύειν τὸ φάσκον ἐν προφητείαις λόγιον· «πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια» τό τε ἀποστολικόν, δι' οὗ

83

φησιν 4.16.21 ὅτι «ἃ θύουσιν, δαιμονίοις καὶ οὐ θεῷ θύουσιν». ἢ εἴ τί γε ἦν ἀγαθὸν ἐν αὐτοῖς, ὡς διὰ τοῦτο καὶ τῆς τῶν ἀγαθῶν μεταλαχεῖν προσηγορίας, εὐεργετικὸν ἂν ἦν καὶ πάντων σωτήριον φίλον τε δικαιοσύνης καὶ ἀνθρώπων κηδεμονικόν. τοιοῦτον δὲ ὂν πῶς ἀνθρώπων ἔχαιρεν σφαγαῖς; πῶς δὲ οὐκ ἀπεῖργεν διὰ χρησμῶν τὸ ἀνθρώπειον γένος τοιαῦτα πράττειν; ἤ που χεῖρον ἦν καὶ φαυλότερον ἀνθρώπων, οἵ γε νόμων τιμωρίαις ἐξάντεις τοὺς μαιφόνους κατέστησαν; οὐ γὰρ θεός τις ἦν, ἀλλ' ἄνθρωπος ὁ τῆς ἀνθρωποθυσίας τὴν χρόνιον καὶ μακρὰν παραλύσας νόσον. 4.16.22 Ὅτι δὲ φαύλων ἦν καὶ πονηρῶν ταῦτα δαιμόνων, εἴη ἄν σοι ἔτι μᾶλλον συμφανές, εἰ λογίσαιο τὰ τῆς ἐπιρρήτου καὶ ἀκολάστου πορνείας αὐτῶν τῆς ἐν Ἡλίου πόλει τῆς Φοινίκης εἰσέτι νῦν ἐπιτελούμενα καὶ παρὰ πλείστοις ἄλλοις ἀνθρώπων. μοιχείας γοῦν καὶ φθορὰς καὶ παρανόμους ἑτέρας μίξεις ἐπὶ τιμῇ θεῶν, ὥσπερ τι χρέος ὀφειλόμενον, χρῆναί φασιν ἐκτελεῖν καὶ τῆς μοιχιδίου καὶ πορνικῆς πράξεως τοῖς θεοῖς ἀπάρχεσθαι, τῆς ἀκλεοῦς ταύτης καὶ ἀσέμνου ἐμπορίας ὥσπερ τι χαριστήριον ἀγαθὸν τοὺς καρποὺς αὐτοῖς 4.16.23 ἀνατιθέντας. ὅμοια γὰρ ταῦτα ταῖς ἀνθρωποθυσίαις. εἰ δὴ οὖν οὐδὲ σώ φρονος ἀνδρὸς οἰκεῖον τὸ χαίρειν φόνοις αἰσχρορρημοσύναις τε καὶ παρανόμοις γυναικῶν μίξεσιν ἐπὶ μισθῷ τὴν ὥραν ἀπεμπολουσῶν, πολλοῦ δεῖ φάναι θεῶν ἢ δαιμόνων εἶναι ἀγαθῶν τὸ ἀποδέχεσθαι τὰ τοιαῦτα. εἰ δὲ δὴ λέγοι τις φαύλων μὲν ὁμολογουμένως εἶναι ταῦτα δαιμόνων, πλὴν ἀλλ' ἑτέρους εἶναι τοὺς ἀγαθούς, οὓς δὴ μάλιστα σέβειν αὐτοὺς οἷα σωτῆρας, πευστέον ποῦ ἄρα ἦσαν αὐτοῖς οἱ ἀγαθοὶ σωτῆρες, εἰ δὴ καὶ τούτους ἔσεβον, ὥστε μὴ τοὺς πονηροὺς τοιαῦτα δρῶντας κατὰ τῶν προσφύγων ἀπερύκειν, ποῦ δὲ οἱ ἀγαθοὶ δαίμονες, τοὺς βλαπτικοὺς μὴ ἀπελαύνειν καὶ τοῖς θεραπεύουσι συμμαχεῖν; τί δὲ καὶ περιεφρόνουν παρορῶντες τὸ λογικὸν καὶ θεοφιλὲς ἀνθρώπων γένος τῇ τῶν φαύλων δαιμόνων ὠμότητι κατατρυχόμενον, οὐχὶ δὲ ἄντικρυς τοῖς πᾶσιν προεκήρυττον ἀμεταστρεπτεὶ φεύγειν καὶ ἀποτρέπεσθαι πάντα θεὸν ὀνομαζόμενον ὡς οὐ θεόν, ἀλλὰ φαῦλον δαίμονα, ᾧ τὰ ὠμὰ καὶ 4.16.24 ἀπάνθρωπα τά τε παράνομα καὶ αἰσχρὰ φίλα τυγχάνει; καὶ εἴτε τις ἦν πάλαι πρότερον ἐν Ῥόδῳ νενομισμένος θεὸς χαίρων ἀνθρωποθυσίαις, τοῦτον ὁ ἀληθὴς θεός, εἴ τις ἦν ἄρα, τὴν πρᾶξιν ἐπισχὼν ἂν οὐ θεόν, ἀλλὰ φαῦλον ἡγεῖσθαι δαίμονα τοῖς πᾶσι προεκήρυξεν, εἴτε ἐν Σαλαμῖνι, τῇ πρότερον Κορωνείᾳ ὀνομαζομένῃ, καὶ αὐτῇ ἐν μηνὶ κατὰ Κυπρίους Ἀφροδισίῳ ἐθύετο ἄνθρωπος, καὶ τοῦτον ἂν ὁ ἀληθὴς θεὸς ἀπέφηνεν ἀλιτήριον 4.16.25 εἶναι δαίμονα, παύσας ὡς ἀσεβὲς καὶ ἀνόσιον τὸ γινόμενον. εἰ δὲ καὶ ἐν Ἡλίου πόλει τῆς Αἰγύπτου τὸν τῆς ἀνθρωποκτονίας νόμον Ἄμωσις ἔλυσε, πολὺ κρείττονα τοῦ θεοῦ τὸν ἄνθρωπον ὁ ἀληθὴς θεὸς ἐδίδαξεν ἂν γεγονέναι· οὐ γὰρ θεός, δαίμων δὲ πάλιν κἀκεῖνος ἦν ὁ κατάρχων τῆς ἀνθρωποκτονίας. οὐκ ἂν δὲ ὁ ἀληθὴς θεὸς καὶ τὸν τῆς Ἥρας δαίμονα οὐχὶ μιαρὸν ἡγεῖσθαι δεῖν ἐνομοθέτησεν, ᾧ τῆς ἡμέρας ἑκάστης τρεῖς ἀνθρώπους θύεσθαι παρέστησεν 4.16.26 ἡ ἱστορία. τί δ' ἂν γένοιτο δαιμονικώτερον ἀληθῶς τοῦ καλουμένου Ὠμαδίου Διονύσου, ᾧ φασιν ἐν Χίῳ ἄνθρωπον μελεϊστὶ διασπῶντας θύειν, ἢ τοῦ ἐν Τενέδῳ ὡσαύτως, ὃν καὶ αὐτὸν διὰ τῆς ἀνθρωποθυσίας ἱλάσκοντο; ἀπηγόρευσεν δ' ἂν ὁ ἀληθὴς θεὸς καὶ τῷ Ἄρει τῷ βροτολοιγῷ καὶ φιλοπολέμῳ δαίμονι θύειν ἄνθρωπον, ἐνομοθέτησεν δὲ ἂν μήτε τῶν 4.16.27 οἰκείων μήτε τῶν ἀλλοτρίων τὰ φίλτατα κατασφάττειν αὐτῷ. εἰ δὲ καὶ τῇ Ἀθηνᾷ κατ' ἔτος παρθένος, ὥς φασιν, ἐθύετο ἐν Λαοδικείᾳ τῇ κατὰ Συρίαν καὶ ταύτην εἰπεῖν πονηρὸν δαίμονα οὐκ ἂν ἐφυλάξατο ὁ ἀληθὴς θεός· ὡς καὶ τὸν ἐν Λιβύῃ τοῖς ὁμοίοις χαίροντα καὶ τὸν ἐπὶ τῆς Ἀραβίας, ᾧ καὶ αὐτῷ κατ' ἔτος ἕκαστον ἔθυον παῖδα, ὃν καὶ ὑπὸ βωμὸν ἔθαπτον. 4.17.

84

ιζʹ. ΟΤΙ ΜΕΤΑ ΤΗΝ ΕΥΑΓΓΕΛΙΚΗΝ ΔΙΔΑΣΚΑΛΙΑΝ Η ΠΑΛΑΙΑ ΑΝΘΡΩΠΟΘΥΣΙΑ ΚΑΤΕΛΥΘΗ ιηʹ. ΟΤΙ ΠΟΝΗΡΟΙΣ ΔΑΙΜΟΣΙΝ ΑΝΕΚΕΙΤΟ ΠΑΣΑ Η ΤΩΝ ΕΘΝΩΝ ΘΕΟΛΟΓΙΑ Τούτους ἅπαντας καὶ τούς γε αἰσχρορρημοσύναις καὶ γυναικῶν παρανόμοις διαφθοραῖς τῇ τε ἄλλῃ τῇ προκατειλεγμένῃ μανίᾳ χαίροντας προεφώνησεν ἂν ὁ ἀληθὴς καὶ ἀγαθὸς εἴτε θεὸς εἴτε καὶ δαίμων μηδαμῶς ἡγεῖσθαι θεούς. τοῦτο δὲ οὐδεὶς τῶν πώποτε ἢ μόνος ὁ παρ' Ἑβραίοις τιμώμενος, ὡς ἂν 4.17. μόνος καὶ ἀληθὴς θεός, πεποιηκὼς μνημονεύεται. μόνος γὰρ οὗτος διὰ τοῦ προφήτου καὶ θεολόγου Μωυσέως προεκήρυξεν τοῖς πᾶσιν μὴ σέβειν ὡς ἀγαθοὺς δαίμονας τοὺς φαύλους, ἔμπαλιν δὲ ἀποτρέπεσθαι καὶ ἀπελαύ νειν ὡς ἂν πονηρὰ τυγχάνοντας πνεύματα· ναὶ μὴν καὶ καθαιρεῖν αὐτῶν τούς τε νεὼς καὶ τὰς ἀνιέρους καὶ ἀτελέστους θρησκείας καὶ πάμπαν ἐξ ἀνθρώπων ἀφανίζειν τὴν ὡς περὶ θεῶν αὐτῶν μνήμην καὶ τὴν ἀπονεμομένην αὐτοῖς τιμὴν ἐνομοθέτησεν. οὐδὲ γὰρ τοὺς φαύλους ἀπομειλίσσεσθαι ὅσιον 4.17.3 ἦν τοὺς τοῖς ἀγαθοῖς μεμελημένους. εἴτε δὲ Φύλαρχος εἴτε καὶ ὁστισοῦν ἱστορεῖ πάντας τοὺς Ἕλληνας πρὶν ἐπὶ τοὺς πολέμους ἐξιέναι ἀνθρωποκτονεῖν, καὶ τοῦτον μάρτυρα τῆς Ἑλλήνων δαιμονικῆς ἐπιληψίας μὴ ὄκνει παραλαμβάνειν. μὴ παρίδῃς μηδὲ τοὺς κατὰ τὴν Ἀφρικὴν τούς τε Θρᾷκας καὶ τοὺς Σκύθας τὰ ὅμοια πράττοντας ταῖς αὐταῖς τῶν δαιμόνων ὑπῆχθαι μανίαις ἀποφαίνεσθαι· ὡς καὶ Ἀθηναίους καὶ τοὺς κατὰ τὴν Μεγάλην Πόλιν, εἴ γε καὶ οὗτοι κατὰ τὰς τοῦ Μεγάλου Διὸς ἑορτὰς ἀνθρώπους ἔσφαζον. 4.17.4 ἀλλὰ γὰρ συναγαγὼν ὁμοῦ τὸν πάντων τῶν προειρημένων κατάλογον εὕροις ἂν σχεδὸν εἰπεῖν πᾶσαν τὴν τῶν ἐθνῶν θεοποιίαν τούτοις αὐτοῖς τοῖς ἀνθρωποκτόνοις πνεύμασι καὶ τοῖς πονηροῖς δαίμοσιν ἀνακειμένην. εἰ γὰρ ἐν Ῥόδῳ καὶ ἐν Σαλαμῖνι καὶ ἐν Ἡλίου πόλει τῇ κατ' Αἴγυπτον ἔν τε Χίῳ καὶ Τενέδῳ καὶ Λακεδαίμονι καὶ Ἀρκαδίᾳ Φοινίκῃ τε καὶ Λιβύῃ καὶ πρὸς τούτοις ἅπασιν ἐν Συρίᾳ καὶ Ἀραβίᾳ καὶ παρά γε τοῖς Πανέλλησιν καὶ ἔτι τούτων τοῖς κορυφαιοτάτοις Ἀθηναίοις κατά τε Καρχηδόνα καὶ τὴν Ἀφρικὴν καὶ παρὰ Θρᾳξὶ καὶ Σκύθαις ἀποδέδεικται τὰ τῆς δαιμονικῆς ἀνθρωποκτονίας κατὰ τοὺς παλαιοὺς χρόνους ἐπιτελούμενα καὶ μέχρι τοῦ σωτῆρος ἡμῶν παρατείναντα· πῶς οὐκ εὐλόγως τοὺς πάντας εἴποις ἂν τότε τοῖς πονηροῖς δαίμοσιν δεδουλῶσθαι οὐ πρότερόν τε παῦλαν τῶν τοσούτων τῷ βίῳ γενέσθαι κακῶν ἢ τὴν τοῦ σωτῆρος ἡμῶν καταλάμψαι διδασκαλίαν; ὅτι δὴ μέχρι τῶν Ἁδριανοῦ χρόνων διαμεῖναι ταῦτα, λελύσθαι δ' ἐξ ἐκείνου παρέ στησεν ὁ τῆς ἱστορίας λόγος. οὗτος δὲ ἦν μάλιστα ὁ χρόνος, καθ' ὃν ἡ σωτή.17.5 ριος εἰς πάντας ἀνθρώπους ἤκμαζεν διδασκαλία. καὶ μὴν οὐδὲ δυνατὸν αὐτοῖς εἰπεῖν ὡς τοῖς πονηροῖς δαίμοσιν ἔθυον· αὐτοῖς γὰρ μάλιστα τοῖς μεγίστοις θεοῖς ἡ ἱστορία τὰς ἀνθρωποθυσίας ἐδήλωσεν ἐπιτελεῖσθαι. θύεσθαι γὰρ ἔφησεν τῇ Ἥρᾳ καὶ τῇ Ἀθηνᾷ Κρόνῳ τε καὶ Ἄρει καὶ Διονύσῳ καὶ αὐτῷγε τῷ ἐπὶ πάντων Διὶ καὶ τῷ Φοίβῳ, τῷ δὴ σεμνοτάτῳ πάντων καὶ σοφωτάτῳ Ἀπόλλωνι· τούτους δὲ καὶ οὐκ ἄλλους τοὺς μεγίστους καὶ ἀγαθοὺς 4.17. σωτῆράς τε καὶ θεοὺς ἀναγορεύουσιν. αὐτοὶ δὲ ἄρα εἶεν ἂν οἱ πονηροὶ δαίμονες. εἰ γὰρ οἵδε τοιαύταις ἀνθρωποθυσίαις καὶ ἀνθρωποκτονίαις ἔχαιρον, πῶς οὐκ ἂν αὐτοὺς εἰκότως τῇ τῶν μοχθηρῶν πνευμάτων μιαιφονίᾳ καταριθμήσειας, εἴτε αὐτοὶ χαίρειν λέγοιντο τοῖς τοιούτοις εἴτε συγχωρεῖν 4.17. καὶ περιορᾶν ἑτέροις γιγνόμενα; τί γὰρ χρῆν ὅλως ἐπιτρέπειν ἀνθρώποις ἱλάσκεσθαι τὰ πονηρὰ πνεύματα; τί δὲ τοσοῦτον πλανᾶσθαι ὡς θεραπεύειν καὶ κολακεύειν τοὺς φαύλους; τί δὲ τοῖς πονηροῖς καταδουλοῦσθαι, δέον ἀγαθοὺς ὄντας καὶ θεοὺς πορρωτάτω τῆς ἀνθρώπων διατριβῆς πᾶν ὅ τι 4.17. φαῦλον καὶ πονηρὸν δυνάμει κρείττονι καὶ θειοτέρᾳ ἀπελαύνειν; ἦ πατὴρ μὲν ἀγαθὸς οὐκ ἂν ὑπὸ φαύλοις ἀνδράσι φθειρόμενον περιίδοι

85

ἂν τὸν αὑτοῦ παῖδα οὐδὲ τὸν οἰκέτην σώφρων δεσπότης ὑπὸ τοῖς ἐχθροῖς ἀγόμενον περιόψεται οὐδέ γε πολέμου στρατηγὸς τοὺς οἰκείους, παρὸν διασώσασθαι, τοῖς πολεμίοις αἰχμαλώτους ἀνήσει οὐδὲ ποιμὴν τὰ θρέμματα τοῖς λύκοις· θεοὶ δὲ ἄρα καὶ ἀγαθοὶ δαίμονες ὑπὸ τοῖς μοχθηροῖς καὶ φαύλοις ἀνήσουσι τὸ 4.17. ἀνθρώπων γένος; καὶ οἱ «τρισμύριοι φύλακες μερόπων ἀνθρώπων», οἱ δὴ ποιμένες καὶ σωτῆρες βασιλεῖς τε καὶ πατέρες καὶ κύριοι, τοῖς ἐχθροῖς καὶ πολεμίοις καὶ ἀγρίοις θηρσὶν ἀνηλεῶς οὕτως καὶ ὠμῶς ἄγειν καὶ φέ ρειν τὰ φίλτατα παραδώσουσιν, οὐχὶ δὲ προπολεμήσουσιν ὑπερασπίζοντες τῶν προσφύγων καὶ τοὺς μὲν ἐχθροὺς καὶ πονηροὺς δαίμονας τῆς ἀνθρώπων ἀγέλης μακρὰν ὥσπερ τινὰς ἀγρίους καὶ ὠμοβόρους θῆρας ἀποδιώξουσιν, διδάξουσι δὲ πάντα ἄνθρωπον μυρίων θεῶν καὶ δαιμόνων ἀγαθῶν πλήθει προσῳκειωμένον ἐπιθαρσοῦντα καὶ τοῖς οὐ μόνον κρείττοσιν, ἀλλὰ καὶ πλείοσιν καὶ μεγίστοις θεοῖς καθωσιωμένον σμικρά, μᾶλλον δὲ τὸ μηθὲν 4.17.10 ἐπιστρέφεσθαι τῆς τῶν πονηρῶν δαιμόνων ἀσθενείας; ὅτε δὲ τοῦτο μὴ ἔπραττον, συνήργουν δ' ἔμπαλιν τοῖς πονηροῖς αὐτοί, διὰ τῶν χρησμῶν τὰς προδηλωθείσας ἀνιέντες ἀνθρωποθυσίας χαίροντές τε αἰσχρορρημοσύναις ἁπάσαις καὶ ταῖς τούτων ἀκολούθοις πράξεσιν, ἔργῳ, φασί, δῆλον ὡς οὐδέν τι καὶ αὐτοὶ φαύλων δαιμόνων τὴν φύσιν διήλλαττον, μᾶλλον δὲ μιᾶς καὶ τῆς αὐτῆς ὑπῆρχον προαιρέσεως καὶ γνώμης· καὶ ἔτι μᾶλλον εἰπεῖν, ὡς οὐδὲ ὅλως θεός τις ἦν οὐδέ τις ἀγαθὸς δαίμων ὁ πάλαι πρὸς τῶν ἐθνῶν 4.17.11 ἁπάντων κατὰ πόλεις τε καὶ χώρας προσκυνούμενος. πῶς γὰρ ἂν γένοιτό ποτε τῷ ἀγαθῷ τὸ φαῦλον φίλον, εἰ μὴ καὶ φωτὸς καὶ σκότους κρᾶσιν δύνασθαι μίαν φαίη τις ἂν γενέσθαι; πόσῳ δὲ κρείττων ὁ παρὰ ἀνθρώποις λογισμὸς τῶν νενομισμένων θεῶν, μηδὲ φαύλοις δαίμοσιν χρῆναι θύειν παρακελευόμενος; λέγει δ' οὖν ὁ πρόσθεν εἰρημένος συγγραφεύς, ἐν οἷς ἔφησεν μὴ δεῖν ζῳοθυτεῖν, ὅτι μηδὲ φαύλοις δαίμοσιν θυτέον, τοῦτον τὸν τρόπον· 4.18. ιθʹ. ΟΤΙ ΜΗ ΔΕΙ ΤΟΙΣ ΠΟΝΗΡΟΙΣ ΔΑΙΜΟΣΙ ΘΥΕΙΝ «Διὸ συνετὸς ἀνὴρ καὶ σώφρων εὐλαβηθήσεται τοιαύταις χρῆσθαι θυσίαις, δι' ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς τοιούτους, σπουδάσει δὲ καθαί ρειν τὴν ψυχὴν παντοίως· καθαρᾷ γὰρ ψυχῇ οὐκ ἐπιτίθενται, διὰ τὸ αὐτοῖς ἀνόμοιον. εἰ δὲ ταῖς πόλεσιν ἀναγκαῖον καὶ τούτους ἀπομειλίσσεσθαι, οὐδὲν πρὸς ἡμᾶς· ταύταις γὰρ καὶ πλοῦτος καὶ τὰ ἐκτὸς καὶ τὰ σωματικὰ ἀγαθὰ εἶναι νενόμισται, καὶ τὰ ἐναντία κακά, ὀλιγοστὸν δ' ἐν αὐταῖς τὸ τῆς ψυχῆς ἐπιμελούμενον.» Τούτοις ἑξῆς ἐπάγει λέγων· κʹ. ΟΠΩΣ ΑΝΑΚΕΙΣΘΑΙ ΔΕΙ ΤΩΙ ΕΠΙ ΠΑΝΤΩΝ ΘΕΩΙ «Ἡμεῖς δὲ κατὰ δύναμιν οὐ δεησόμεθα ὧν οὗτοι παρέχουσιν, ἀλλ' ἔκ τε ψυχῆς ἔκ τε τῶν ἐκτὸς πᾶσαν σπουδὴν ποιούμεθα θεῷ μὲν καὶ τοῖς ἀμφ' αὐτὸν ὁμοιοῦσθαι ὃ γίνεται δι' ἀπαθείας καὶ τῆς περὶ τῶν ὄντως ὄντων διηρθρωμένης διαλήψεως καὶ πρὸς αὐτὰ καὶ κατ' αὐτὰ ζωῆς, πονηροῖς δὲ ἀνθρώποις καὶ δαίμοσιν καὶ ὅλως παντὶ τῷ χαίροντι τῷ θνητῷ τε καὶ ὑλικῷ ἀνομοιοῦσθαι.» 4.19. «Ὃν δὲ ἡμεῖς ὑπογράφομεν φιλόσοφον ἀφιστάμενον τῶν ἐκτός, εἰκότως φαμὲν μὴ ἐνοχλήσειν δαίμοσιν μηδὲ μάντεων δεήσεσθαι μηδὲ σπλάγχνων ζῴων. ὧν γὰρ ἕνεκα αἱ μαντεῖαι, τούτων οὗτος μεμελέτηκεν ἀφίστασθαι. οὔτε γὰρ εἰς γάμον καθίησιν, ἵνα περὶ γάμου τὸν μάντιν ἐνοχλήσῃ, οὐκ εἰς ἐμπορίαν, οὐ περὶ οἰκέτου, οὐ περὶ κλοπῆς καὶ τῆς ἄλλης παρὰ ἀνθρώποις δοξοκοπίας. περὶ ὧν δὲ ζητεῖ, μάντις μὲν οὐδεὶς οὐδὲ σπλάγχνα ζῴων μηνύσει τὸ σαφές· αὐτὸς δὲ δι' ἑαυτοῦ, ὡς λέγομεν, προσιὼν τῷ θεῷ, ὃς ἐν τοῖς ἀληθινοῖς αὐτοῦ σπλάγχνοις ἵδρυται, περὶ τοῦ αἰωνίου βίου λήψεται τὰς ὑποθήκας, ὅλος ἐκεῖ συρρεύσας.» 4.19.3 Σαφέστατα δὴ διὰ τούτων ὁ λόγος ἐξέφηνεν τίνων ἡγεῖσθαι χρὴ τὰ μαντεῖα καὶ τὰς διὰ θυτικῆς ἐρωτήσεις τάς τε παρὰ τοῖς πολλοῖς θαυμαζομένας περὶ τῶν ἀδήλων προγνώσεις. πάντα γὰρ ταῦτα, δοξοκοπίας ὀνομάσας, ὡς 4.19.4 ἂν ὑπὸ δαιμόνων πονηρῶν ἐνεργούμενα ἀποβάλλει. τὸν γοῦν περὶ φαύλων δαιμόνων διεξιὼν λόγον καὶ φάσκων τὸν συνετὸν ἄνδρα καὶ σώφρονα μή ποτε τούτοις ἑαυτὸν ἐπιδοῦναι μηδ' ἐπισπάσασθαι εἰς ἑαυτὸν διὰ τῶν

86

θυσιῶν τοὺς τοιούτους, ἑξῆς ἐπισυνάπτει λέγων τὸν φιλόσοφον μηδὲ μαντείων δεήσεσθαι μηδὲ σπλάγχνων ζῴων καὶ τῶν παραπλησίων, ὡς ἂν τῆς δαι.19.5 μονικῆς ὄντων κακοτεχνίας. εἰ δὴ οὖν κατὰ ταῦτα εὐλαβητέον τῷ συνετῷ καὶ σώφρονι τοιαύταις χρῆσθαι θυσίαις, δι' ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς δαίμονας αὗται δ' ἦσαν αἱ δι' αἱμάτων ἐκχύσεως καὶ δι' ἀλόγων ζῴων σφαγῆς, οὐδεὶς ἂν ἐνδίκως ῥηθείη σώφρων καὶ συνετὸς τῶν πάλαι ζῳοθυτούντων τοῖς δαίμοσιν καὶ πολὺ μᾶλλον τῶν ἀνθρωποθυτούντων. 4.19. ἥλω δὲ τὰ πανταχοῦ πάντα σχεδὸν εἰπεῖν ἔθνη, πρόσθεν ἢ τὸν ἡμέτερον Σωτῆρα εἰς ἀνθρώπους ἀναδειχθῆναι, τοὺς φαύλους ἱλεούμενα δαίμονας ταῖς κατὰ πάντα τόπον ἐπιτελουμέναις ἀνθρωποθυσίαις. οὐδεὶς ἄρα τούτων συνετὸς 4.19. ἦν καὶ σώφρων. ὁ μὲν οὖν κοινὸς καὶ ἀνθρώπινος λογισμὸς ἑπόμενος ὀρθῷ λόγῳ παντὶ τῷ συνετῷ καὶ σώφρονι διαρρήδην προκηρύττει μὴ χρῆσθαι θυσίαις ἐπὶ θεραπείᾳ τῶν πονηρῶν δαιμόνων, σπουδάζειν δὲ καθαίρειν τὴν ψυχὴν παντοίως· καθαρᾷ γὰρ ψυχῇ μὴ ἐπιτίθεσθαι, διὰ τὸ αὐ.19. τοῖς ἀνόμοιον. ὁ δὲ θεὸς αὐτοῖς ὁ Ἀπόλλων πάλιν γὰρ ἀνθρώποις τοῦτον παραβλητέον καὶ δεικτέον ὅσον τοῦ ὀρθοῦ λείπεται λογισμοῦ προστάττει τῷ πονηρῷ δαίμονι θύειν, οὐκ ἄλλως ἢ δηλαδὴ φίλος ὢν αὐτῷ· κακῷ δὲ τὸ ὅμοιον φίλον. τούτου δὲ μάρτυς ὁ καὶ πρόσθεν ἐν οἷς ἐπέγραψεν «Περὶ τῆς ἐκ λογίων φιλοσοφίας» ὧδε ἱστορῶν πρὸς λέξιν· 4.20. καʹ.

ΩΣ Ο ΑΠΟΛΛΩΝ ΤΩΙ ΠΟΝΗΡΩΙ ΔΑΙΜΟΝΙ ΠΡΟΣΤΑΤΤΕΙ ΘΥΕΙΝ «Σπεύδοντος γοῦν τοῦ προφήτου αὐτοπτῆσαι τὸ θεῖον καὶ ἐπειγομένου ὁ Ἀπόλλων ἀδύνατον ἔφη τὸ τοιοῦτο πρὶν λύτρα τῷ πονηρῷ δαίμονι δοῦναι. λέγει δὲ οὕτως· λύτρα δίδου γαίης πατρίης οἰκήτορι σεμνῷ, πρῶτα χοάς, μετέπειτα πυρὴν ἠδ' αἷμα κελαινὸν οἴνου παμμέλανός <τ'> ὀΐων θ' ἅμα λευκὰ ῥέεθρα. καὶ σαφέστερον εἶπεν περὶ τῶν αὐτῶν· οἶνον καὶ γάλα βάλλε καὶ ὕδατος ἀγλαὸν εἶδος καὶ ξύλα καρπὸν ἔχοντα διογνήτων ἀκυλαίων· σπλάγχνα δὲ κατθέμενος λιπαροῖς ἅμα νάμασι σπένδε. μετὰ ποίας δὲ εὐχῆς, ἐρωτηθεὶς ἤρξατο μέν, οὐ μὴν ἐπλήρωσεν, οὕτως εἰπών· δαῖμον ἀλιτρονόων ψυχῶν διάδημα λελογχώς, ἠερίων ὑπένερθε μυχῶν χθονίων τ' ἐφύπερθεν.» 4.20. Ταῦτα μὲν ὁ θαυμάσιος θεός, μᾶλλον δὲ τὸ πολυπλανὲς δαιμόνιον. τὰ δὲ τοῦ κατὰ φύσιν λογισμοῦ τἀναντία, καθαίρειν τὴν ψυχήν, ἀλλὰ μὴ θυσίαις ἐπισπᾶσθαι τοὺς πονηροὺς δαίμονας παρακελευόμενα· καθαρᾷ γὰρ ψυχῇ μὴ ἐπιτίθεσθαι διὰ τὸ αὐτοῖς ἀνόμοιον. εἰ δὲ δὴ συνετὸς εἶναι καὶ σώφρων ἀνὴρ ὀρθῶς ἐκρίθη ὁ εὐλαβὴς καὶ μὴ θύων δαίμοσιν, ὁ τοῖς πονηροῖς θύειν διὰ τοῦ χρησμοῦ παραινῶν τίς ἂν εὐλόγως καὶ ποταπὸς νομισθείη 4.20.3 σοὶ καταλείπω σκοπεῖν. ἐντεῦθεν δὲ ἀναδραμόντι προφανὲς ἔσται ποῖοί τινες ὑπῆρχον τὴν τοῦ τρόπου φύσιν οἱ ταῖς ἀνθρωποθυσίαις χαίροντες, ἢ οἱ τούτοις πᾶν τὸ ἀνθρώπινον γένος πάλαι πρότερον καταδεδουλωμένοι. εἰ δὲ λέγοι τις μὴ φαῦλον εἶναι τὸν τῆς ἀνθρωποθυσίας τρόπον, ὀρθότατα δ' ὑπὸ τῶν παλαιῶν τελεῖσθαι, ὥρα τοῖς νῦν καταμέμφεσθαι πᾶσιν, ὅτι μηδεὶς ὁμοίως τοῖς πατράσιν εὐσεβεῖ. 4.21. κβʹ.

ΩΣ ΟΥΔΕΙΣ ΑΛΛΟΣ ΤΩΝ ΕΞ ΑΙΩΝΟΣ Η ΜΟΝΟΣ Ο ΣΩΤΗΡ ΚΑΙ ΚΥΡΙΟΣ ΗΜΩΝ ΤΟ ΠΑΝ ΑΝΘΡΩΠΩΝ ΓΕΝΟΣ ΤΗΣ ΔΑΙΜΟΝΙΚΗΣ ΗΛΕΥΘΕΡΩΣΕ ΠΛΑΝΗΣ Εἰ δ' ἐμφρόνως οἱ καθ' ἡμᾶς τῆς ἀπηνοῦς καὶ ἀγρίας ὠμότητος τὴν ἀποστροφὴν ἐποιήσαντο, τῶν παλαιῶν οὐδεὶς ἦν ἄρα σοφός, τοὺς πονηροὺς δαίμονας ταῖς ἀνθρωποκτονίαις μειλισσόμενος. ἀλλὰ γὰρ καὶ τυφλῷ, φασί, δῆλον ὡς οὔτε θεοὶ

87

εἶεν ἂν οὔτε ἀγαθοὶ δαίμονες οἱ πάλαι πρὸς τῶν ἐθνῶν 4.21. ἁπάντων θεολογούμενοι, πορρωτάτω δὲ τοῦ ἀγαθοῦ ἐξῳκισμένοι. διὸ καὶ ἐνδίκως θεομάχοι τινὲς καὶ ἀσεβεῖς λεχθεῖεν, τὸν πάντα λυμηνάμενοι βίον, ὧν ἐξ αἰῶνος οὐδεὶς ἢ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ὁ Χριστὸς τοῦ θεοῦ πᾶσιν ἀνθρώποις τὴν φυγὴν προεξένησεν, εὐαγγελιζόμενος ὁμοῦ πάντας Ἕλληνάς τε καὶ βαρβάρους θεραπείαν τῆς πατρικῆς νόσου καὶ τῆς πικρᾶς καὶ παλαιοτάτης δουλείας ἐλευθερίαν· ἐφ' ἣν σπεύδειν ὁ τῆς εὐαγγελικῆς ἀποδείξεως παρορμᾷ λόγος, μεγάλῃ τῇ φωνῇ τοῖς πᾶσιν εἰς ἐξάκουστον βοῶν· «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέν με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν.» καὶ πάλιν· «ἐξαγαγεῖν ἐκ δε.21.3 σμῶν πεπεδημένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» ταῦ τα γὰρ ἄνωθεν ἐκ παλαιοῦ τὰ θεῖα ὡς ἀληθῶς παρ' Ἑβραίοις ἐθέσπιζεν λόγια, τὴν ἡμῶν τῶν πάλαι τυφλῶν τὰς ψυχὰς καὶ δαιμόνων πονηρῶν πολυπλόκοις δεσμοῖς πεπεδημένων ἀπολύτρωσιν εὐαγγελιζόμενα. ὅθεν εἰκότως τοὺς τῆς διανοίας ὀφθαλμοὺς πρὸς τοῦ σωτηρίου καταυγασθέντες λόγου, σώφρονές τε καὶ συνετοὶ καὶ εὐλαβεῖς γενόμενοι καὶ πάντων ἐλεύθεροι κακῶν, οὔτε θύσομεν οὔτε δουλεύσομεν τοῖς τῶν ἐθνῶν νενομισμένοις θεοῖς, οἳ δὴ καὶ ἡμῶν τὸ πρὶν κατετυράννουν· ἀχθέντες δὲ καὶ προσαχθέντες ὑπὸ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας τῷ μόνῳ καὶ ἀληθεῖ θεῷ, τῷ δὴ καὶ δεσπότῃ καὶ τροφεῖ σωτῆρί τε καὶ εὐεργέτῃ καὶ ἔτι ποιητῇ καὶ δημιουργῷ καὶ παμβασιλεῖ τῶν ὅλων, μόνον τοῦτον ἀληθῆ θεὸν ἡγησόμεθα καὶ μόνῳ τὸ προσῆκον ἀπονεμοῦμεν σέβας, μόνον γεραίροντες καὶ μόνον αὐτὸν εὐσεβοῦντες, οὐχ ᾗ τοῖς δαίμοσιν φίλον, ἀλλ' ᾗ τῷ πρὸς αὐτοῦ καταπεμφθέντι πάντων ἀνθρώ.21.4 πων σωτῆρι διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας παραδέδοται. ταύτη δὲ θεοσεβοῦντες διώξομεν καὶ ἀπελάσομεν ἑαυτῶν, πολλοῦ δεῖ φοβηθησόμεθα, τοὺς πονηροὺς δαίμονας δι' ἁγνείας καὶ καθαροῦ τρόπου βίου τε σώφρονος καὶ παναρέτου, τοῦ δὴ πρὸς τοῦ σωτῆρος ἡμῶν διωρισμένου· καθαρᾷ γὰρ μὴ δύνασθαι ψυχῇ πλησιάζειν διὰ τὸ ἀνόμοιον ὡμολογεῖτο. ἀλλ' οὐδὲ μαντείας καὶ χρησμῶν δεησόμεθα οὐδὲ σπλάγχνα ζῴων διερευνήσομεν οὐδέ τι τῶν διὰ δαιμονικῆς κινήσεως ἐνεργουμένων πολυπραγμονήσο.21.5 μεν. ὧν γὰρ ἕνεκα ταῦτα τοῖς πολλοῖς σπουδάζεται, τούτων ἡμῖν ἀφίστασθαι μελετᾶν ὁ τοῦ Χριστοῦ λόγος διεστείλατο, μόνων δὲ ἐκείνων ἐφίεσθαι προὔτρεψεν, περὶ ὧν ἀληθῶς μάντις μὲν οὐδεὶς οὐδὲ σπλάγχνα ζῴων μηνύσει τὸ σαφές, αὐτὸς δὲ μόνος ὁ τοῦ θεοῦ λόγος, ὁ ἐν τοῖς ἀληθινοῖς ἐνοικῶν σπλάγχνοις τῶν οἵων τε αὐτὸν δι' ἄκραν ψυχῆς καθαρότητα ἔνδον ἐν ἑαυτοῖς χωρεῖν. περὶ ὧν φησί που ἐν τοῖς ἱεροῖς γράμμασιν· «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός.» 4.21. Ταῦτα μὲν οὖν τὰ ἀπὸ τοῦ περὶ θυσιῶν τόπου ἀπελεγκτικὰ τῆς τῶν δαιμόνων μοχθηρίας. ἄκουε δὲ οἷα περὶ τῶν αὐτῶν αὖθις ὁ Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς συγγραφεὺς ἱστορεῖ, διαρρήδην ὁμολογῶν τοὺς πονηροὺς δαίμονας ἐν σχήμασι πλείοσιν ἐντυπουμένους καὶ παντοίας μορφὰς χαρακτηρίζοντας λανθάνειν καὶ ἐξαπατᾶν τοὺς πολλοὺς τῶν ἀνθρώπων. ἀγαθῶν γάρ, φησίν, ὑποδυόμενοι πρόσωπα καὶ προσεταιριζόμενοι τὰ πλήθη διὰ τοῦ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐκκαίειν, τοὺς ἀνωτάτω θεοὺς ἑαυτοὺς ἐπιφημίζεσθαι βούλονται. τοσοῦτόν τε αὐτούς φησιν ἰσχῦσαι ὡς ἀπατῆσαι καὶ τοὺς σοφωτάτους τῶν Ἑλλήνων ποιητάς τε καὶ φιλοσόφους, οὓς καὶ ὁμολογεῖ τῆς τοῦ πλήθους γεγονέναι διαστροφῆς αἰτίους· ὅτι τε ἐξ αὐτῶν πᾶσα γοητεία συνέστη καὶ τὰ πρὸς ἡδονὴν ἀνθρώποις δι' αὐτῶν προξενεῖται· ὅπως τε θεοὶ εἶναι βούλονται, δαίμονες ὄντες φαῦλοι· καὶ ὡς ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖ θεὸς εἶναι ὁ μέγιστος. ταῦτα δὴ ὁ Πορφύριος πάντα τοῦτον ἱστορεῖ τὸν τρόπον· 4.22. κγʹ.

88

ΤΙΣ Ο ΤΡΟΠΟΣ ΤΗΣ ΔΑΙΜΟΝΙΚΗΣ ΕΝΕΡΓΕΙΑΣ «Ὅσαι δὲ ψυχαὶ τοῦ συνεχοῦς πνεύματος οὐ κρατοῦσιν, ἀλλ' ὡς τὸ πολὺ καὶ κρατοῦνται, διὰ τοῦτο ἄγονταί τε καὶ φέρονται λίαν, ὅταν αἱ τοῦ πνεύματος ὀργαί τε καὶ ἐπιθυμίαι τὴν ὁρμὴν λάβωσιν· αὗται δὲ αἱ ψυχαὶ δαίμονες 4.22. μὲν καὶ αὐταί, κακοεργοὶ δ' ἂν εἰκότως λέγοιντο. καί εἰσιν οἱ σύμπαντες, οὗτοί τε καὶ οἱ τῆς ἐναντίας δυνάμεως, ἀόρατοι καὶ τελέως ἀναίσθητοι αἰσθήσεσιν ἀνθρωπίναις. οὐ γὰρ στερεὸν σῶμα περιβέβληνται οὐδὲ μορφὴν πάντες μίαν, ἀλλ' ἢ ἐν σχήμασιν πλείοσιν ἐκτυπούμεναί τε καὶ χαρακτηρίζουσαι τὸ πνεῦμα αὐτῶν αἱ μορφαὶ τοτὲ μὲν ἐπιφαίνονται, τοτὲ δὲ ἀφανεῖς 4.22.3 εἰσιν, ἐνίοτε δὲ καὶ μεταβάλλουσιν τὰς μορφὰς οἵ γε χείρους. τὸ δὲ πνεῦμα, ᾗ μέν ἐστι σωματικόν, παθητικόν ἐστιν καὶ φθαρτόν· τῷ δὲ ὑπὸ τῶν ψυχῶν οὕτως δεδέσθαι, ὥστε τὸ εἶδος αὐτῶν διαμένειν πλείω χρόνον, οὐ μήν ἐστιν αἰώνιον· καὶ γὰρ ἀπορρεῖν αὐτοῦ τι συνεχῶς εἰκός ἐστι καὶ τρέπεσθαι. 4.22.4 ἐν συμμετρίᾳ μὲν οὖν τὰ τῶν ἀγαθῶν ὡς καὶ τὰ σώματα τῶν φαινομένων, τῶν δὲ κακοποιῶν ἀσύμμετρα, οἳ πλέον τῷ παθητικῷ νέμοντες τὸν περίγειον τόπον οὐδὲν ὅ τι τῶν κακῶν οὐκ ἐπιχειροῦσιν δρᾶν. βίαιον γὰρ ὅλως καὶ ὕπουλον ἔχοντες ἦθος ἐστερημένον τε τῆς φυλακῆς τῆς ἀπὸ τοῦ κρείττονος δαιμονίου, σφοδρὰς καὶ αἰφνιδίους, οἷον ἐνέδρας, ὡς τὸ πολὺ ποιοῦνται τὰς ἐμπτώσεις, πῆ μὲν λανθάνειν πειρώμενοι, πῆ δὲ βιαζόμενοι.» 4.22.5 Καὶ ἐπιλέγει ἑξῆς· «Ταῦτα δὲ καὶ τὰ ὅμοια ποιοῦσιν μεταστῆσαι ἡμᾶς ἐθέλοντες ἀπὸ τῆς ὀρθῆς ἐννοίας τῶν θεῶν καὶ ἐφ' ἑαυτοὺς ἐπιστρέψαι. πᾶσιν γὰρ τοῖς οὕτως ἀνομολόγως καὶ ἀκαταλλήλως γιγνομένοις αὐτοὶ χαίρουσιν καὶ ὥσπερ ὑποδύντες τὰ τῶν ἄλλων θεῶν πρόσωπα τῆς ἡμετέρας ἀβουλίας ἀπολαύουσιν, προσεταιριζόμενοι τὰ πλήθη διὰ τοῦ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐκκαίειν ἔρωσι καὶ πόθοις πλούτων καὶ δυναστειῶν καὶ ἡδονῶν κενοδοξίαις τε αὖ, 4.22. ἐξ ὧν στάσεις καὶ πόλεμοι φύονται καὶ τὰ συγγενῆ τούτων. τὸ δὲ πάντων δεινότατον, ἐπαναβαίνουσιν ἐκ τῶνδε καὶ τὰ ὅμοια ἀναπείθουσιν καὶ περὶ τῶν μεγίστων θεῶν, μέχρι τοῦ καὶ τὸν ἄριστον θεὸν τούτοις τοῖς ἐγκλήμασιν ὑπάγειν· ᾧ δὴ καὶ τεταράχθαι φασὶν πάντ' ἄνω κάτω. πεπόνθασιν δὲ τοῦτο 4.22. οὐκ ἰδιῶται μόνον, ἀλλὰ καὶ τῶν ἐν φιλοσοφίᾳ διατριβόντων οὐκ ὀλίγοι. ἡ δ' αἰτία δι' ἀλλήλων γέγονεν. καὶ γὰρ τῶν φιλοσοφούντων οἱ μὴ ἀποστάντες τῆς κοινῆς φορᾶς εἰς τὰ αὐτὰ τοῖς πλήθεσιν συνέβησαν· καὶ πάλιν αὖ τὰ πλήθη σύμφωνα ταῖς αὑτῶν δόξαις παρὰ τῶν δοκούντων σοφῶν ἀκούοντα ἐπερρώ.22. σθη φρονεῖν ἐπὶ μᾶλλον περὶ τῶν θεῶν τὰ τοιαῦτα. τὸ μὲν γὰρ ποιητικὸν καὶ προσεξέκαυσεν τὰς ὑπολήψεις τῶν ἀνθρώπων τῷ χρῆσθαι φράσει πρὸς ἔκπληξιν καὶ γοητείαν πεποιημένῃ κήλησίν τε ἐμποιῆσαι καὶ πίστιν περὶ τῶν ἀδυνατωτάτων δυναμένῃ, δέον ἐμπέδως πεπεῖσθαι ὅτι οὔτε τὸ ἀγαθὸν βλάπτει ποτὲ οὔτε τὸ κακὸν ὠφελεῖ. οὐ γὰρ θερμότητος, ὥς φησιν Πλάτων, τὸ ψύχειν, ἀλλὰ τοῦ ἐναντίου οὐδὲ ψυχρότητος τὸ θερμαίνειν, ἀλλὰ 4.22. τοῦ ἐναντίου· οὕτως οὐδὲ τοῦ δικαίου τὸ βλάπτειν. δικαιότατον δὲ δήπου φύσει πάντων τὸ θεῖον, ἐπεὶ οὐδ' ἂν ἦν θεῖον. οὐκοῦν ἀποτετμῆσθαι δεῖ ταύτην τὴν δύναμιν καὶ μοῖραν τῶν δαιμόνων τῶν ἀγαθοεργῶν. ἡ γὰρ βλάπτειν πεφυκυῖά τε καὶ βουλομένη ἐναντία τῇ ἀγαθοεργῷ· τὰ δ' ἐναντία περὶ τὸ αὐτὸ οὐκ ἄν ποτε γένοιτο.» 4.22.10 Καὶ αὖθις· «Διὰ μέντοι τῶν ἐναντίων καὶ ἡ πᾶσα γοητεία ἐπιτελεῖται· τούτους γὰρ μάλιστα καὶ τὸν προεστῶτα αὐτῶν ἐκτιμῶσιν οἱ τὰ κακὰ διὰ τῶν γοη.22.11 τειῶν διαπραττόμενοι. πλήρεις γὰρ πάσης φαντασίας καὶ ἀπατῆσαι ἱκανοὶ διὰ τῆς τερατουργίας. διὰ τούτων φίλτρα καὶ ἐρωτικὰ κατασκευάζουσιν οἱ κακοδαίμονες· πᾶσα γὰρ ἀκολασία καὶ πλούτων ἐλπὶς καὶ δόξης διὰ τούτων, 4.22.12 καὶ μάλιστα ἡ ἀπάτη. τὸ γὰρ ψεῦδος τούτοις οἰκεῖον· βούλονται γὰρ εἶναι θεοὶ καὶ ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖν θεὸς εἶναι ὁ μέγιστος. οὗτοι οἱ χαίροντες «λοιβῇ τε κνίσῃ τε», δι' ὧν αὐτῶν τὸ πνευματικὸν καὶ σωματικὸν

89

πιαίνεται. ζῇ γὰρ τοῦτο ἀτμοῖς καὶ ἀναθυμιάσεσιν, ποικίλως διὰ τῶν ποικίλων, καὶ δυναμοῦται ταῖς ἐκ τῶν αἱμάτων καὶ σαρκῶν θυσίαις.» 4.22.13 Διὰ δὴ τούτων ἀκηκόαμεν ὁμολογούντων ὅτι μὴ μόνον οἱ παρ' Ἕλλησι ποιηταὶ προσεξέκαυσαν τὰς ὑπολήψεις τῶν ἀνθρώπων τὰς περὶ τῶν φαύλων δαιμόνων ὡς περὶ θεῶν καὶ ἀγαθῶν, ἀλλὰ καὶ τῶν ἐν φιλοσοφίᾳ διατριβόντων οἱ περὶ θεοὺς δοκοῦντες σπουδαίως ἔχειν, οἳ καὶ αὐτοὶ οὐ θεούς, ἀλλὰ πονηροὺς δαίμονας περιέποντες τὰ πλήθη καὶ τοὺς δήμους εἰς τὴν ὁμοίαν 4.22.14 πλάνην ἐξετραχήλισαν. ὡμολόγησε γοῦν σαφῶς ὁ λόγος ὡς ἄρα παρὰ τῶν δοκούντων σοφῶν ἀκούοντα περὶ θεῶν τὰ πλήθη σύμφωνα ταῖς αὑτῶν δόξαις ἐπερρώσθη φρονεῖν ἐπὶ μᾶλλον ὡς περὶ θεῶν περὶ τῶν μοχθηρῶν δαιμόνων. καὶ ταῦτα οὐκ ἐξ ἡμῶν κατηγόρηται, ἀλλ' ὑπ' αὐτῶν τῶν ἀκρι.22.15 βέστατα τὰ οἰκεῖα μᾶλλον ἢ ἡμεῖς εἰδότων. ὁ γέ τοι αὐτὸς συγγραφεὺς οὐ παρέργως ὁμιλήσας τῇ τοὺς πολλοὺς λανθανούσῃ δεισιδαιμονίᾳ φησὶ τοὺς πονηροὺς δαίμονας βούλεσθαι εἶναι θεοὺς καὶ ἀγαθῶν δόξαν ἔχειν παρ' ἀνθρώποις· τίς τε ἡ προεστῶσα αὐτῶν δύναμις τυγχάνει, ὁ αὐτὸς πάλιν διασαφήσει, τοὺς ἄρχοντας τῶν πονηρῶν δαιμόνων λέγων εἶναι τὸν Σάραπιν καὶ τὴν Ἑκάτην ἡ δὲ θεία γραφὴ τὸν Βεελζεβούλ. ἄκουε δὲ ὅπως καὶ περὶ τούτου γράφει ἐν τοῖς «Περὶ τῆς ἐκ λογίων φιλοσοφίας.» 4.23. κδʹ.

ΠΕΡΙ ΤΩΝ ΠΟΝΗΡΩΝ ΔΑΙΜΟΝΩΝ ΚΑΙ ΤΙΝΕΣ ΕΙΣΙΝ ΑΥΤΩΝ ΟΙ ΑΡΧΟΝΤΕΣ «Τοὺς δὲ πονηροὺς δαίμονας οὐκ εἰκῆ ὑπὸ τὸν Σάραπιν ὑποπτεύομεν οὐδ' ἐκ τῶν συμβόλων μόνον ἀναπεισθέντες, ἀλλ' ὅτι τὰ μειλίγματα καὶ τὰ τού των ἀποτρόπαια πρὸς τὸν Πλούτωνα γίνεται, ὡς ἐν τῷ πρώτῳ ἐδείκνυμεν. ὁ αὐτὸς δὲ τῷ Πλούτωνι ὁ θεὸς καὶ διὰ τοῦτο μάλιστα δαιμόνων ἄρχων καὶ 4.23. σύμβολα διδοὺς πρὸς τὴν τούτων ἔλασιν. οὗτος γοῦν καὶ τοῖς ἱκέταις ἐδήλωσεν ὡς πᾶσι ζῴοις ὁμοιούμενοι προσίασιν τοῖς ἀνθρώποις· ὅθεν καὶ παρ' Αἰγυπτίοις καὶ παρὰ Φοίνιξι καὶ ὅλως παρὰ τοῖς τὰ θεῖα σοφοῖς ἱμάντες ἐν τοῖς ἱεροῖς ἐπιρρήσσονται καὶ ζῷα προσουδίζεται πρὸ τῆς θρησκείας τῶν θεῶν, ἐξελαυνόντων τῶν ἱερέων τούτους διὰ τοῦ δοῦναι πνεῦμα ἢ αἷμα ζῴων καὶ διὰ τῆς τοῦ ἀέρος πληγῆς, ἵνα τούτων ἀπελθόντων παρουσία τοῦ θεοῦ 4.23.3 γένηται. καὶ οἶκος δὲ πᾶς μεστὸς καὶ διὰ τοῦτο προκαθαίρουσιν καὶ ἐκβάλλουσι τούτους, ὅταν θεὸν κατακαλῶσιν· καὶ τὰ σώματα τοίνυν μεστὰ ἀπὸ τούτων· καὶ γὰρ μάλιστα ταῖς ποιαῖς τροφαῖς χαίρουσιν. σιτουμένων γὰρ ἡμῶν προσίασι καὶ προσιζάνουσι τῷ σώματι, καὶ διὰ τοῦτο αἱ ἁγνεῖαι, οὐ διὰ τοὺς θεοὺς προηγουμένως, ἀλλ' ἵν' οὗτοι ἀποστῶσιν. μάλιστα δὲ αἵματι χαίρουσι καὶ ταῖς ἀκαθαρσίαις καὶ ἀπολαύουσι τούτων εἰσδύνοντες τοῖς χρωμέ.23.4 νοις. ὅλως γὰρ ἡ ἐπίτασις τῆς πρός τι ἐπιθυμίας καὶ ἡ τοῦ πνεύματος τῆς ὀρέξεως ὁρμὴ ἀλλαχόθεν οὐ σφοδρύνεται ἢ ἐκ τῆς τούτων παρουσίας· οἳ καὶ εἰς ἀσήμους φθόγγους καὶ φύσας ἀναγκάζουσι τοὺς ἀνθρώπους ἐμπί.23.5 πτειν διὰ τῆς συναπολαύσεως τῆς μετ' αὐτῶν γιγνομένης. ὅπου γὰρ πνεύματος πλείονος ὁλκή, ἢ τῆς γαστρὸς ἐξ ἡδυπαθείας πεπρησμένης ἢ τῆς προθυμίας δι' ἡδονῆς ἐπίτασιν ἐκφυσώσης καὶ πολὺ τὸ ἔξωθεν σπώσης, ἐκεῖ παρουσία τῶν τοιούτων πνευμάτων σοι δηλούσθω. ἄχρι τούτων τολμᾷ φύσις ἀνθρώπου εὑρίσκειν τὰς περὶ αὑτῆς συνεστώσας παγίδας· καὶ γὰρ ὁ θεὸς ὅταν εἰσκριθῇ, πολυπλασιάζεται τὸ πνεῦμα.» 4.23. Ταῦτα μὲν οὖν περὶ τῶν πονηρῶν δαιμόνων, ὧν φησιν ἄρχοντα εἶναι τὸν Σάραπιν. καὶ τὴν Ἑκάτην δὲ τούτων ἄρχειν ὁ αὐτὸς διδάσκει λέγων οὕτως· «Μήποτε οὗτοί εἰσιν ὧν ἄρχει ὁ Σάραπις καὶ τούτων σύμβολον ὁ τρίκρανος κύων, τουτέστιν ὁ ἐν τοῖς τρισὶ στοιχείοις, ὕδατι, γῇ, ἀέρι, πονηρὸς δαίμων; οὓς καταπαύσει ὁ θεὸς ὁ ἔχων ὑπὸ

90

χεῖρα. ἄρχει δ' αὐτῶν καὶ ἡ Ἑκάτη ὡς συνέχουσα τὸ τρίστοιχον.» Καὶ πάλιν φησίν· 4.23. «Ἔτι παραθεὶς ἓν χρηστήριον, ὅπερ αὐτὴ ἡ Ἑκάτη πεποίηται, καταπαύσω τὸν περὶ ταύτης λόγον· ἥδ' ἐγώ εἰμι κόρη πολυφάσματος, οὐρανόφοιτος, ταυρῶπις, τρικάρηνος, ἀπηνής, χρυσοβέλεμνος, Φοίβη ἀπειρολεχής, φαεσίμβροτος Εἰλείθυια, τριστοίχου φύσεως συνθήματα τρισσὰ φέρουσα· αἰθέρι μὲν πυρόεσσιν ἐειδομένη εἰδώλοις, ἠέρα δ' ἀργεννοῖσι τροχάσμασιν ἀμφικάθημαι· γαῖα δ' ἐμῶν σκυλάκων δνοφερὸν γένος ἡνιοχεύει.» 4.23. Οἷς ἐπιλέγει ὁ συγγραφεὺς σαφῶς, τίνες οἱ σκύλακες· ὅτι οἱ πονηροὶ δαίμονες, περὶ ὧν ἄρτι πεπαύμεθα λέγοντες. τοσαῦτα μὲν δὴ καὶ ταῦτα. περὶ δὲ τοῦ δαίμονας εἶναι πονηροὺς ἀληθῶς, ἀλλ' οὐδὲν ἀγαθὸν ἐπαγομένους τοὺς παρὰ τοῖς πολλοῖς θεολογουμένους φέρε ἔτι μᾶλλον διὰ πλειόνων κρατύνωμεν.

5.pin.t Ε ΤΑΔΕ ΤΟ ΠΕΜΠΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ 5.pin. αʹ. Ἔτι περὶ πονηρῶν δαιμόνων εἶναι τὰ παρὰ τοῖς ἔθνεσι μαντεῖα καὶ χρηστήρια· καὶ ὡς καθῄρηται πάντα καὶ ἐκλέλοιπεν μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν εὐαγγελικὴν διδασκαλίαν βʹ. Τίς ὁ τρόπος τῆς δαιμονικῆς ἐνεργείας γʹ. Ὅτι πολυσχιδὴς καὶ πολυγνώμων ἡ περὶ θεῶν τοῖς Ἕλλησι συνέστη δεισιδαιμονία δʹ. Περὶ τοῦ πονηρῶν δαιμόνων εἶναι τὰ παρὰ τοῖς ἔθνεσι μαντεῖά τε καὶ χρηστήρια εʹ. Περὶ τοῦ λανθανούσας δαιμόνων περιέχειν ἱστορίας τὰς μυθικὰς ὡς περὶ θεῶν διηγήσεις ʹ. Ὡς θανάτου ποιητικοί εἰσιν οἱ λεγόμενοι αὐτῶν ἀγαθοὶ δαίμονες ζʹ. Ὅτι καὶ ἐρωτικαῖς ἡδυπαθείαις ἐξυπηρετοῦνται, καὶ ποίαις ἕκαστος αὐτῶν χαίρει ηʹ. Ὅτι μαγγανείαις καθέλκονται καὶ παρὰ γνώμην ἀναγκάζονται ταῖς ἀνθρωπίνας βουλαῖς δουλεύειν θʹ. Ὅτι οὐδὲ ἀφ' ἑαυτῶν ἀναχωρεῖν δύνανται ιʹ. Ὁποίαις μεθόδοις οἱ θαυμάσιοι αὐτῶν θεοὶ τοῖς γόησιν ὑποτάττονται ιαʹ. Ὅτι οἱ δαίμονες, οὓς δὴ θεοὺς ὑπειλήφασιν, ἀνθρώπους ἐδίδαξαν τὰς οἰκείας περιεργίας ιβʹ. Ὅτι καὶ τὰ ἀγάλματα μαγικῶς αὐτοὶ κατασκευάζειν ἐδίδαξαν ιγʹ. Ὅτι καὶ τὰς μορφὰς τῶν ξοάνων αὐτοὶ κατέδειξαν ιδʹ. Ὅτι καὶ μαγεύειν προτρέπουσιν ιεʹ. Ὅτι καὶ τὰς ἀψύχους ὕλας φιλοῦσιν ι ʹ. Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων ιζʹ. Περὶ τοῦ καὶ θνήσκειν τοὺς δαίμονας, οὓς δὴ ὡς θεοὺς τιμῶσιν ιηʹ. Περὶ τῶν παρὰ τοῖς παλαιοῖς Ἕλλησιν μνημονευομένων χρηστηρίων ιθʹ. Πρὸς τὸν Ἀπόλλω κελεύσαντα δὶς ἑπτὰ παῖδάς τε καὶ κόρας σφαγησομένους ἐκπέμπεσθαι Κρησὶν ὑπὸ Ἀθηναίων κʹ. Ὡς πολλοῖς θανάτου γέγονεν αἴτιος ὁ Ἀπόλλων διὰ τῆς χρησμῶν ἀμφιβολίας καʹ. Ὡς καὶ τῷ Κροίσῳ τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν πάλιν δι' ἀμφιβόλου χρησμοῦ κατέστη αἴτιος κβʹ. Ὡς ἐπλάνων διὰ τῶν χρησμῶν παίζοντες τοὺς ἐρωτῶντας κγʹ. Ὅτι τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἐπικρύπτονται κδʹ. Ὅτι μηδὲν δυνάμενοι βοηθεῖν ἐν ταῖς τῶν πολέμων συμφοραῖς δι' ἀμφιβόλων χρησμῶν ἐσοφίζοντο καὶ ἠπάτων τοὺς πρόσφυγας κεʹ. Ὡς τοὺς χρωμένους αὐτοῖς ἐξέκαιον εἰς τὸν κατ' ἀλλήλων πόλεμον κ ʹ. Τὰ περὶ Λυκούργου τοῦ Λακεδαιμονίων νομοθέτου ὅτι μὴ θεοῦ ἄξια κζʹ. Ὅτι οὐ περὶ σπουδαίων πραγμάτων τοὺς χρησμοὺς ἐποιοῦντο κηʹ. Ὅτι κοινοῖς καὶ ἀνθρωπίνοις λογισμοῖς τὰ πρακτέα συνεβούλευον κθʹ. Ὅτι καὶ ἀφιλοσόφως τὰ πολλὰ παρῄνουν λʹ. Ὅτι καὶ συνεμερίζοντο τοῖς ἀδικοῦσιν λαʹ. Ὅτι καὶ τοὺς ποιητὰς οὐδὲν φιλοσόφου βίου ἄξιον ἐπιδεδειγμένους κατὰ τὰς τῶν πολλῶν δόξας ἀκρίτως ἀνύμνουν λβʹ. Ὅτι καὶ πύκτας ἄνδρας καὶ ἀθλητὰς ἰσοθέοις τιμαῖς γεραίρειν παρεκελεύοντο λγʹ. Ὅτι καὶ τοὺς τυράννους ἐκολάκευον λδʹ. Ὅτι καὶ τὴν ἄψυχον ὕλην σέβειν προσέταττον Ε 5.1. αʹ.

91

ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΠΟΝΗΡΩΝ ΔΑΙΜΟΝΩΝ ΕΙΝΑΙ ΤΑ ΠΑΡΑ ΤΟΙΣ ΕΘΝΕΣΙ ΜΑΝΤΕΙΑ ΚΑΙ ΧΡΗΣΤΗΡΙΑ ΚΑΙ ΩΣ ΚΑΘΗΙΡΗΤΑΙ ΠΑΝΤΑ ΚΑΙ ΕΚΛΕΛΟΙΠΕΝ ΜΕΤΑ ΤΗΝ ΤΟΥ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΕΥΑΓΓΕΛΙΚΗΝ ΔΙΔΑΣΚΑΛΙΑΝ Ἱκανὰ μὲν καὶ τὰ προπαρατεθέντα συστῆσαι ἦν ὅτι μὴ θεοὶ μηδ' ἀγαθοὶ δαίμονες, πᾶν δὲ τοὐναντίον ὑπῆρχον οἱ παρὰ τοῖς ἔθνεσι κατά τε πόλεις καὶ χώρας ὡς θεοὶ τετιμημένοι· οὐ λυπεῖ δὲ ἐκ περιουσίας τὴν αὐτὴν ὑπόθεσιν ἐπὶ μᾶλλον βεβαιώσασθαι πλείοσιν καὶ δαψιλεστέροις ἐλέγχοις τῆς τούτων ἀποδείξεως τὴν διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας προξενηθεῖ.1. σαν ἅπασιν ἀνθρώποις ἐλευθερίαν τῶν πάλαι κακῶν ἐκφαινούσης. ἄκουε τοιγαροῦν αὐτῶν Ἑλλήνων ὁμολογούντων ἐκλελοιπέναι αὐτῶν τὰ χρηστήρια, οὐδ' ἄλλοτέ ποτε ἐξ αἰῶνος ἢ μετὰ τοὺς χρόνους τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας τὴν ἑνὸς τοῦ παμβασιλέως καὶ δημιουργοῦ τῶν 5.1.3 ὅλων θεοῦ γνῶσιν φωτὸς δίκην πᾶσιν ἀνθρώποις ἀνατειλάσης. αὐτίκα γοῦν μάλα ὅσον οὐδέπω παραστήσομεν ὡς ἄρα μετὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ θάνατοι τῶν δαιμόνων ἱστορήθησαν καὶ τὰ θαυμαστὰ καὶ πάλαι βοώ 5.1.4 μενα χρηστήρια διαλελοίπασιν. ἤδη δὲ καὶ πρότερον ἀποδέδεικται ὅτι δὴ παῦλαν κακῶν οὐδ' ἄλλοτέ πω πρότερον ἢ μετὰ τὴν εὐαγγελικὴν διδασκαλίαν εἰλήφασιν αἱ παρὰ πᾶσι τοῖς ἔθνεσιν ὠμῶς καὶ ἀνηλεῶς ἐπιτελούμεναι τὸ πρὶν ἀνθρωποθυσίαι· οἷς ἐπὶ τοῦ παρόντος προσθεῖναι καλὸν ὅτι μὴ μόνον ἐξ ἐκείνου τὰ τῆς δαιμονικῆς ἀπέσβη δεισιδαιμονίας, ἀλλὰ καὶ τὰ τῆς τῶν ἐθ.1.5 νῶν πολυαρχίας. σχεδὸν γὰρ κατὰ πᾶσαν πόλιν καὶ κώμην βασιλεῖς καὶ τυράννους τοπάρχας τε καὶ δυνάστας τὸ παλαιὸν ἦν ὁρᾶν ἐθναρχίας τε καὶ πολυαρχίας, δι' ἃς ἐπὶ τοὺς κατ' ἀλλήλων πολέμους συνεχῶς ὁρμῶντες δῃώσεις χωρῶν καὶ πόλεων πολιορκίας ἀνδραποδισμούς τε καὶ αἰχμαλωσίας τῶν πλησιοχώρων ἀεὶ καὶ διὰ παντὸς ἐνήργουν, πρὸς τῶν οἰκείων δαιμόνων ἐπὶ τὸν κατ' 5.1. ἀλλήλων πόλεμον ἐξοιστρούμενοι. ὧν οὕτως ἐχόντων ἐν ὁποίᾳ τότε συγχύσει κακῶν συμφορῶν τε ἐπαλλήλων ὁ πᾶς ἐνίσχητο βίος καὶ αὐτῷ σοι 5.1. καταλείπω σκοπεῖν. τούτων δὴ οὖν ἀθρόως ἁπάντων ὁμοῦ σὺν τῇ πολυθέῳ πλάνῃ ἐκποδὼν μεταστάντων οὐκ ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιδημίαν, πῶς οὐ χρὴ τὸ μέγα μυστήριον τῆς ἀληθῶς σωτηρίου καὶ εὐαγγελικῆς ἀποδείξεως ὑπερθαυμάζειν, δι' ἧς ἀθρόως κατὰ πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην προσευκτήρια καὶ ναοὶ τῷ παμβασιλεῖ καὶ δημιουργῷ τῶν ἁπάντων καὶ μόνῳ θεῷ ἔν τε πόλεσι καὶ κώμαις βαρβάρων τε ἐθνῶν ἐν ἐρημίαις ἀφιερωμένα συνέστη, βίβλοι τε καὶ ἀναγνώσματα μαθήματά τε παντοῖα καὶ διδασκαλίαι, περὶ τῆς εἰς ἄκρον ἀρετῆς καὶ τρόπου τοῦ κατὰ τὴν ἀληθῆ θεοσέβειαν παραγγέλματα περιέχουσαι, ἀνδράσιν ὁμοῦ καὶ γυναιξὶ καὶ παισὶν εἰς ἐπήκοον παραδέδονται, νεκρὰ δὲ τὰ ἀπὸ δαιμόνων πάντα χρη.1. στήριά τε καὶ μαντεύματα; οὐδέ τις εἰς τοσοῦτον ἀνθρώπων μέμηνεν νῦν, ἐξ οὗπερ εἰς πάντας φωτὸς δίκην ἐξέλαμψεν ἡ τοῦ σωτῆρος ἡμῶν ἔνθεος καὶ εὐαγγελικὴ δύναμις, ὡς τολμᾶν τῷ τοῦ φιλτάτου φόνῳ καὶ ταῖς δι' ἀνθρωποθυσιῶν σφαγαῖς τὰ φονικὰ καὶ φίλαιμα μισάνθρωπά τε καὶ ἀπάνθρωπα δαιμόνια ἐξιλεοῦσθαι, οἷα πράττειν τοῖς πάλαι σοφοῖς καὶ βασιλεῦσι 5.1. δαιμονῶσιν ὡς ἀληθῶς φίλον ἦν. περὶ δὲ τοῦ μηκέτι δύνασθαί τι κατισχύειν τοὺς φαύλους δαίμονας μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους πάροδον καὶ αὐτὸς ὁ καθ' ἡμᾶς τῶν δαιμόνων προήγορος ἐν τῇ καθ' ἡμῶν συσκευῇ τοῦτόν που λέγων μαρτυρεῖ τὸν τρόπον· 5.1.10 «Νυνὶ δὲ θαυμάζουσιν εἰ τοσοῦτον ἐτῶν κατείληφεν ἡ νόσος τὴν πόλιν, Ἀσκληπιοῦ μὲν ἐπιδημίας καὶ τῶν ἄλλων θεῶν μηκέτι οὔσης. Ἰησοῦ γὰρ τιμωμένου οὐδεμιᾶς δημοσίας τις θεῶν ὠφελείας ᾔσθετο.» 5.1.11 Ταῦτα ῥήμασιν αὐτοῖς ὁ Πορφύριος. εἰ

92

δὴ οὖν κατὰ τήνδε τὴν ὁμολογίαν Ἰησοῦ τιμωμένου οὐδεμιᾶς τις θεῶν δημοσίας ὠφελείας ᾔσθετο, μηκέτ' οὔσης μήτε Ἀσκληπιοῦ ἐπιδημίας μήτε τῶν ἄλλων θεῶν, πόθεν δὴ 5.1.12 λοιπὸν τὸ ὡς περὶ θεῶν καὶ ἡρώων δόγμα; τί γὰρ οὐχὶ μᾶλλον τὰ τῶν θεῶν καὶ τὰ Ἀσκληπιοῦ κρατεῖ τῆς Ἰησοῦ δυνάμεως; εἰ δὴ ὁ μὲν θνητός, ὡς ἂν φαῖεν, ἄνθρωπος τάχα δ' ἂν εἴποιεν ὅτι καὶ πλάνος, οἱ δὲ σωτῆρες καὶ θεοί, τί δῆτα τοίνυν πάντες ἀθρόως αὐτῷ Ἀσκληπιῷ πεφεύγασι, τὰ νῶτα τῷ θνητῷ καὶ πᾶσαν ἑξῆς ὑποχείριον τὴν ἀνθρωπότητα τῷ μηκέτ' ὄντι, 5.1.13 ὡς ἂν εἴποιεν αὐτοί, παραδεδωκότες; ὁ δὲ καὶ μετὰ θάνατον παρὰ πᾶσιν τοῖς ἔθνεσιν ὁσημέραι διαιωνίζει τιμώμενος, ἄντικρυς τῆς μετὰ τὸν θάνατον ζωῆς τὸ ἐναργὲς καὶ ἔνθεον τοῖς οἵοις τε συνορᾶν ἐπιδεικνύμενος. 5.1.14 ἀλλὰ καὶ εἷς ὢν καί, ὡς ἄν τις ὑπολάβοι, μόνος τὸ πλῆθος τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην θεῶν ἐλαύνει καὶ τάς γε τιμὰς αὐτῶν ἀθετῶν κρατεῖ, ὡς τοὺς μὲν θεοὺς μηκέτ' εἶναι μηδὲ ἐνεργεῖν μηδέ ποι παραφαίνεσθαι μηδὲ συνήθως ταῖς πόλεσιν ἐπιδημεῖν, ὅτι μὴ θεοί, δαίμονες δ' ἦσαν πονηροί, μόνου δὲ αὐτοῦ καὶ τοῦ καταπέμψαντος αὐτὸν θεοῦ τῶν ὅλων αὔξειν ὁσημέραι τὰς τιμὰς καὶ εἰς μεῖζον ἀρετῆς καθ' ὅλης τῆς ἀνθρωπότητος ἐπιδιδόναι· 5.1.15 δέον ἔμπαλιν τοὺς μὲν θεούς, εἰ δή τινες ὄντως ἦσαν τῶν ἐπὶ γῆς κηδε.1.15 μόνες, τοῦ μὲν ἄρδην μεταστήσασθαι τὴν πλάνην, εἰ ἄρα τις ἦν, αὐτοὺς δὲ τὰς 5.1.16 ἐξ αὐτῶν θεραπείας τε καὶ ὠφελείας ἀφθόνως τοῖς πᾶσιν ἐμπαρέχειν. νυνὶ δὲ τοῖσδε καὶ τοῦτ' ἐπικεχείρηται μὲν πολλάκις διὰ τῶν κατὰ χρόνους ἀρχόντων τὴν τοῦ σωτῆρος ἡμῶν κραταιότατα πολεμησάντων διδασκαλίαν, ἄπρακτον δ' ὅμως εὕροντο τῆς ἐγχειρήσεως τὸ τέλος, ὑπερνικώσης τοὺς πάντας ἀεὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως καὶ πάσας τὰς κατὰ τῆς διδασκαλίας αὐτοῦ τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεις καθαιρούσης αὐτούς τε ἐλαυνούσης, δαίμονας μὲν ἀληθῶς φαύλους ὄντας, ψευδῶς δὲ νενομισμένους εἶναι θεοὺς ἢ καὶ ἀγαθοὺς δαίμονας. 5.2. βʹ.

ΤΙΣ Ο ΤΡΟΠΟΣ ΤΗΣ ΔΑΙΜΟΝΙΚΗΣ ΕΝΕΡΓΕΙΑΣ Οἵδε γοῦν περίγειοί τινες ὄντες καὶ καταχθόνιοι τόν τε ἐπὶ γῆν βαρὺν καὶ ζοφερὸν ἀέρα περιπολοῦντες καὶ τὸ σκότιον καὶ γεῶδες οἰκητήριον ἔχειν κατακεκριμένοι δι' ἃς ὕστερον ἀποδώσομεν αἰτίας, τάφοις νεκρῶν καὶ μνήμασι καὶ πάσῃ τῇ μυσαρᾷ καὶ ἀκαθάρτῳ ὕλῃ ἐμφιλοχωροῦντες αἵμασί τε καὶ λύθροις καὶ παντοίων ζῴων σώμασιν τῇ τε ἐκ τῶν ἀναθυμιωμένων καὶ ἀπὸ γῆς ἐξατμιζομένων ἀναδόσει χαίροντες οἵ τε τούτων ἄρχοντες ἀέριοί τινες ὑπάρχοντες ἢ καὶ καταχθόνιοι δυνάμεις, ἐπεὶ κατέμαθον τὸ ἀνθρώπειον γένος κάτω που περὶ νεκρῶν ἀνδρῶν θεοποιίαν ἰλυσπώμενον θυσίαις τε καὶ κνίσαις ταῖς δὴ μάλιστα αὐτοῖς κεχαρισμέναις διὰ πάσης σπουδῆς ἐκπονούμενον, ἐγγύθεν ἔφεδροι καὶ συνεργοὶ τῆς πλάνης παρῆσαν, τοῖς τῶν ἀνθρώπων κακοῖς ἐπεντρυφῶντες καὶ τοὺς ἠλιθίους τὰς ψυχὰς εὐχερῶς ἀπατῶντες κινήσεσί τισι τῶν ξοάνων, ἃ δὴ ἐπὶ τιμῇ τῶν κατοιχομένων ἀνδρῶν πρὸς τῶν παλαιῶν ἀφιέρωτο, καὶ ταῖς διὰ χρησμῶν φαντασίαις θεραπείαις τε σωμάτων, ἃ διὰ τῆς οἰκείας αὐτῶν ἐνεργείας ἀφανῶς αὐτοὶ λυμαινόμενοι πάλιν οἱ αὐτοὶ 5.2. διὰ τῆς ἐξ αὐτῶν ἀνέσεως ἐλευθέρους παθῶν ἠφίεσαν. δι' ὧν ἐπὶ μᾶλλον κατὰ κρημνῶν ἔφερον τοὺς δεισιδαίμονας, ὡς αὐτοὺς εἶναι νομίζειν τοτὲ μὲν οὐρανίους δυνάμεις καί τινας ἀληθῶς θεούς, τοτὲ δὲ τὰς τῶν τεθεοποιη.2.3 μένων ἡρώων ψυχάς. ἐντεῦθεν γοῦν ἤδη μείζων τις εἶναι καὶ σεμνοτέρα τοῖς πολλοῖς ἐνομίζετο ἡ τῆς πολυθέου πλάνης ὑπόληψις, μεταβαινούσης τῆς διανοίας ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὸ ἀφανὲς τῶν ἐγκρυπτομένων τοῖς ξοάνοις 5.2.4 καὶ τὴν πλάνην κραταιότερον ἐπικυρούσης. οὕτω δῆτα λοιπὸν οἱ περίγειοι δαίμονες οἵ τε ἀμφὶ τὸν ἀέρα

93

«κοσμοκράτορες» καὶ «τὰ πνευματικὰ τῆς πονηρίας» ὅ τε ἐπὶ πᾶσιν αὐτοῖς τῆς κακίας ἐξάρχων θεῶν οἱ μέγιστοι παρὰ τοῖς πᾶσιν ἐνομίζοντο ἥ τε τῶν πάλαι νεκρῶν μνήμη τῆς μείζονος ἠξιοῦτο θε.2.5 ραπείας. ὧν τὰς μὲν τῶν σωμάτων ἰδέας οἱ τῶν κατὰ πόλεις ἀφιε ρωμένων εἰκόνων φέρειν ἐδόκουν τύποι, τὰς δὲ ψυχὰς καὶ τὰς ἐνθέους καὶ ἀσωμάτους δυνάμεις οἱ φαῦλοι δαίμονες καθυπεκρίνοντο διὰ πολλῆς τῆς τερατοποιίας, καὶ αὐτῶν ἤδη τῶν θεραπευόντων καὶ ἱερωμένων αὐτοῖς ἐπὶ τὸ μεῖζον αἰεὶ τὸν ἐκ τῆς φαντασίας τῦφον ἐπαγόντων καὶ δὴ καὶ γοητικαῖς κακοτεχνίαις τὰ πολλὰ συσκευαζόντων, τῆς καὶ τούτων διδασκαλίας αὐτῶν πάλιν τῶν φαύλων δαιμόνων τοῖς θεραπεύουσι προκαταρξάντων. οἵδε γοῦν καὶ τῆς ἀρχεκάκου γοητείας παντὶ τῷ τῶν ἀνθρώπων βίῳ κατέστησαν αἴτιοι, ὡσπεροῦν ὁ πρὸ τούτου διήλεγξεν λόγος. 5.3. γʹ.

ΟΤΙ ΠΟΛΥΣΧΙΔΗΣ ΚΑΙ ΠΟΛΥΓΝΩΜΩΝ Η ΠΕΡΙ ΘΕΩΝ ΤΟΙΣ ΕΛΛΗΣΙΝ ΣΥΝΕΣΤΗ ΔΕΙΣΙΔΑΙΜΟΝΙΑ Τούτων τοιγαροῦν τῶν μοχθηρῶν καὶ περιγείων δαιμόνων τῶν τε ἀερίων καὶ καταχθονίων πνευμάτων, οὓς «κοσμοκράτορας» καὶ «πνευματικὰ πονηρίας ἀρχάς» τε καὶ «ἐξουσίας» οἱ θεῖοι λόγοι προσαγορεύουσιν, τοτὲ μὲν [εἰς] ἀγαθοὺς δαίμονας ὑποκρινομένων, τοτὲ δὲ εἰς οὐρανίους θεοὺς σχηματιζομένων καὶ πάλιν ἄλλοτε εἰς ἥρωας μεταμορφουμένων, ἔστιν δ' ὅπη ἄντικρυς διὰ τῶν δρωμένων τῆς μοχθηρίας τὸ δεῖγμα παραφαινόντων, εἰκότως πολὺς ὁ πλάνος ἀνθρώποις ἔτι μᾶλλον ἐπῄει, τῶν μὲν θεοὺς εἶναι, τῶν δὲ ἥρωας καὶ δαίμονας, ἀλλ' οὐ θεοὺς ὑπάρχειν ὁμολογούντων καὶ τῶν δαιμόνων τοὺς μὲν ἀγαθοὺς ἐπιφημιζόντων, τοὺς δὲ φαύλους ἐπικαλούντων, πλὴν ἀλλὰ δεῖν φασκόντων καὶ τοὺς φαύλους ἐξιλεοῦσθαι διὰ τὰς ἐξ αὐτῶν βλάβας, ὥστε τὴν πᾶσαν αὐτοῖς θεοποιίαν εἰς εἴδη πλείονα καταπίπτειν· 5.3. πρῶτον μὲν τὸ ἐκ τῶν φαινομένων κατ' οὐρανὸν φωστήρων, οὓς καί φασι διὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, διά τε τὸ αἰτίους εἶναι τοῦ θεωρεῖν τὰ ὁρώμενα πρώτους θεοὺς ἀνηγορεῦσθαι· δεύτερον τὸ διὰ τὰς εἰς τὸν κοινὸν βίον, ὥς φασιν, εὐεργεσίας ἐκτετιμημένον, ὃ δὴ ἐξ ἀνθρώπων γεγενῆσθαι καὶ αὐτοὶ ὁμολογοῦσι, τοὺς καλουμένους ἥρωας, παραφέροντες Ἡρακλέα καὶ Διοσκού.3.3 ρους Διόνυσόν τε καὶ τοὺς παρὰ βαρβάροις ὁμοίους. ἐξ ὧν ἀφορίσαντες καὶ διαστειλάμενοι τὰ περὶ τῶν αὐτῶν αἰσχρότερα μνημονευόμενα τρίτον εἶδος θεοποιίας ὑπέθεντο, μυθικὸν αὐτὸ ἐπικαλέσαντες. ὃ δὴ ἐπαισχυνθέντες, καίπερ ἀληθὲς καὶ παλαίτατον τυγχάνον, ἐπὶ τὸ φυσικώτερον, ὥς φασι, μεταβεβλήκασι τροπικωτέραις ἀλληγορίαις, θεωρίας δή τινας εὑρησιλογή.3.4 σαντες. ἀλλ' οὐδ' εἰς τοῦτο πλάνης αὐτοῖς ἀπήρκει στῆναι, ἤδη δὲ καὶ μέχρι τῶν οἰκείων παθῶν τὸ σεβάσμιον καὶ προσκυνητὸν ὄνομα τοῦ θεοῦ καταβαλόντες τέταρτον θεοποιίας προσεπενόησαν τρόπον, οὐδὲ ἀντιρρή.3.5 σεως ἄξιον τῷ καὶ αὐτὸν προφανὲς ἐπάγεσθαι τὸ αἶσχος· εἰ δή τινα Ἔρωτα καὶ Ἀφροδίτην καὶ Πόθον, τὰς αἰσχρὰς καὶ ἀκολάστους αὐτῶν ἐπιθυμίας, θεοὺς ἀνειπόντες καὶ τὸν μὲν λόγον Ἑρμῆν, τὸν δὲ λογισμὸν Ἀθηνᾶν ἐπονομάσαντες καὶ ταῦτα τῇ οἰκείᾳ παρειλήφασιν θεολογίᾳ, ὡς καὶ τὸ πέμπτον ἐκ τῶν ἐν ἀνθρώποις γιγνομένων πραγμάτων ἀναπλασάμενοι. 5.3. τὰς γὰρ ἐνεργείας τάς τε πολεμικὰς καὶ τὰς τεχνικὰς ἀνειδωλοποιήσαντες θεοῖς ἀπένειμαν, Ἄρει μὲν καὶ Ἀθηνᾷ τὰς πολεμικάς, Ἡφαίστῳ δὲ καί τισιν.3. ἑτέροις τὰς τεχνικάς. ἐπὶ πᾶσι τούτοις ἕκτον καὶ ἕβδομον εἶδος αὐτοῖς τὸ δαιμονικὸν παρεισήχθη, πολύτροπον ἀληθῶς τυγχάνον καὶ πολύμορφον, τοτὲ μὲν θεοὺς ὑποκρινόμενον, τοτὲ δὲ ψυχὰς τεθνηκότων, καὶ μηδὲν μὲν ἡμῖν εἰς ἀρετὴν ψυχῆς συμβαλλόμενον, ἐπιτωθάζον δὲ ἀεὶ καὶ κατὰ κρημνῶν 5.3. φέρον διὰ τῆς ἀπατηλοῦ

94

πλάνης πάντα τὸν δεισιδαίμονα· ὃ καὶ αὐτὸ διόλου φαῦλον ὂν εἰς δύο διελόντες, εἴς τε τὸ βλαπτικὸν καὶ εἰς τὸ ὠφελοῦν, 5.3. ἀγαθῶν καὶ φαύλων αὐτοῖς τεθείκασι προσηγορίας. ὧν οὕτως ἐχόντων ἀναγκαῖον εἶναί μοι δοκεῖ τὰ μηδ' ἀντιρρήσεως δεόμενα παρεκθεμένους τὸν περὶ τῆς δαιμονικῆς ἐνεργείας ἀκόλουθον συνιδεῖν λόγον· ὃν ἐκ μέρους προθεωρήσαντες ἐν τῷ πρὸ τούτου συγγράμματι τὰ λείποντα νῦν ἀποπλη.3.10 ρώσομεν. φέρ' οὖν ἤδη λοιπὸν ἐπ' αὐτὰς χωρήσωμεν τὰς ἀποδείξεις. θήσω δὲ πρώτας τὰς ἀπὸ τῆς Πλουτάρχου γραφῆς, ἣν πεποίηται «Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων», ἔνθα περὶ τοῦ πονηρῶν δαιμόνων εἶναι τὰ παρὰ τοῖς ἔθνεσιν μαντεῖά τε καὶ χρηστήρια τόνδε γράφει τὸν τρόπον· 5.4. δʹ.

ΠΕΡΙ ΤΟΥ ΠΟΝΗΡΩΝ ΔΑΙΜΟΝΩΝ ΕΙΝΑΙ ΤΑ ΠΑΡΑ ΤΟΙΣ ΕΘΝΕΣΙ ΜΑΝΤΕΙΑ ΤΕ ΚΑΙ ΧΡΗΣΤΗΡΙΑ «Εὖ μὲν οὖν λέγουσι καὶ οἱ λέγοντες ὅτι Πλάτων τὸ ταῖς γεννωμέναις ποιότησιν ὑποκείμενον στοιχεῖον ἐξευρών, ἣν ὕλην καλοῦσιν, πολλῶν ἀπήλλαξεν καὶ μεγάλων ἀποριῶν τοὺς φιλοσόφους. ἐμοὶ δὲ δοκοῦσιν πλείονας λῦσαι καὶ μείζονας ἀπορίας οἱ τὸ τῶν δαιμόνων γένος ἐν μέσῳ θεῶν καὶ ἀνθρώπων θέντες καὶ τρόπον τινὰ τὴν κοινωνίαν ἡμῶν συνάγον εἰς ταὐτὸ καὶ συνάπτον ἐξευρόντες, εἴτε μάγων τῶν περὶ Ζωροάστρην ὁ λόγος οὗτός ἐστιν εἴτε Θρᾴκιος ἀπὸ Ὀρφέως ἢ Αἰγύπτιος ἢ Φρύγιος, ὡς τεκμαιρόμεθα ταῖς ἑκατέρωθι τελεταῖς ἀναμεμιγμένα πολλὰ θνητὰ καὶ πένθιμα τῶν ὀργιαζομένων καὶ δρωμένων ἱερῶν ὁρῶντες. Ἑλλήνων δὲ Ὅμηρος μὲν ἐπιφαίνεται κοινῶς ἀμφοτέροις χρώμενος τοῖς ὀνόμασιν καὶ τοὺς θεοὺς ἔστιν ὅτε δαίμονας προσαγορεύων. Ἡσίοδος δὲ καθαρῶς καὶ διωρισμένως πρῶτον ἐξέθηκεν τῶν λογικῶν τέσσαρα γένη· θεούς, εἶτα δαίμονας, εἶτα ἥρωας, τὸ δ' ἐπὶ πᾶσιν ἀνθρώπους. ἐξ ὧν ἔοικε ποιεῖν τὴν μεταβολήν, τοῦ μὲν χρυσοῦ γένους εἰς δαίμονας πολλοὺς κἀγαθούς, τῶν δ' ἡμιθέων εἰς ἥρωας ἀποκριθέντων.» 5.4. Εἶθ' ἑξῆς φησιν· «Ἀλλὰ περὶ μὲν τούτων οὐκ ἀναγκαῖον ἡμᾶς Δημητρίῳ διαφέρεσθαι. καὶ γὰρ κἂν πλείων εἴη χρόνος κἂν ἐλάττων κἂν τεταγμένος κἂν ἄτακτος, ἐν ᾧ μεταλλάττει δαίμονος ψυχὴ καὶ ἥρωος βίος, οὐδὲν ἧττον, ἐφ' ᾧ βούλεται, δεδείξεται μετὰ μαρτύρων σοφῶν καὶ παλαιῶν ὅτι φύσεις τινές εἰσιν ὥσπερ ἐν μεθορίῳ θεῶν καὶ ἀνθρώπων δεχόμεναι πάθη θνητὰ καὶ μεταβολὰς ἀναγκαίας, οὓς δαίμονας ὀρθῶς ἔχει κατὰ νόμον πατέρων ἡγουμένους καὶ ὀνομάζοντας σέβεσθαι.» Τούτοις μεθ' ἕτερα ἐπιλέγει· «Τὸ μὲν οὖν ἐφεστάναι τοῖς χρηστηρίοις μὴ θεούς, οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι· τὸ δὲ τοῖς δαίμοσι τούτοις, μονονουχὶ δραχμὴν λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους, ἁμαρτίας καὶ ἄτας καὶ πλάνας θεηλάτους ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, θρασύτερον ἡγοῦμαι καὶ βαρβαρικώτερον.» 5.4.3 Καὶ πάλιν προστίθησι τοῖς εἰρημένοις ταῦτα· «Εἰσὶ γὰρ ὡς ἐν ἀνθρώποις καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ τοῦ παθητικοῦ καὶ ἀλόγου τοῖς μὲν ἀσθενὲς καὶ ἀμαυρόν ἐστι λείψανον ὡς περίττωμα, τοῖς δὲ πολὺ καὶ δυσκατάσβεστον ἔνεστιν, ὧν ἴχνη καὶ σύμβολα πολλαχοῦ θυσίαι τε καὶ τελεταὶ καὶ μυθολογίαι σῴζουσι καὶ διαφυλάττουσι διεσπαρμέναι. καὶ περὶ μὲν τῶν μυστικῶν, ἐν οἷς τὰς μεγίστας ἐμφάσεις καὶ διαφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμόνων ἀληθείας, «εὔστομά μοι κείσθω» καθ' Ἡρόδοτον. ἑορτὰς δὲ καὶ θυσίας, ὥσπερ ἡμέρας ἀποφράδας καὶ σκυθρωπάς, ἐν αἷς ὠμοφαγίαι καὶ διασπασμοὶ νηστεῖαί τε καὶ κοπετοί, πολλαχοῦ δὲ πάλιν αἰσχρολογίαι πρὸς ἱεροῖς «μανίαι τε ἄλλαι ὀρινόμεναι ῥιψαύχενι σὺν κλόνῳ», θεῶν μὲν οὐδενί, δαιμόνων δὲ φαύλων ἀποτροπῆς ἕνεκα φήσαιμ' ἂν τελεῖσθαι παραμύθια· τὰς πάλαι ποιουμένας ἀνθρωποθυσίας οὔτε θεοὺς

95

ἀπαιτεῖν ἢ προσδέχεσθαι πιθανόν ἐστιν οὔτε μάτην ἂν ἐδέχοντο βασιλεῖς καὶ στρατηγοί, παῖδας αὑτῶν ἐπιδιδόντες καὶ καταρχόμενοι καὶ σφάττοντες, ἀλλὰ χαλεπῶν καὶ δυστρόπων ὀργὰς καὶ βαρυθυμίας ἀφοσιούμενοι καὶ ἀποπιμπλάντες ἀλαστόρων ἐν τοῖσδε μανικοὺς ἔρωτας, οὐ δυναμένων οὐδὲ βουλομένων σώμασιν καὶ διὰ σωμάτων ὁμιλεῖν. ἀλλ' ὥσπερ Ἡρακλῆς Οἰχαλίαν ἐπολιόρκει διὰ παρθένον, οὕτω πολλάκις ἰσχυροὶ καὶ βίαιοι δαίμονες ἐξαιτούμενοι ψυχὴν ἀνθρωπίνην περιεχομένην σώματι λοιμούς τε πόλεσι καὶ γῆς ἀφορίας ἐπάγουσιν καὶ πολέμους καὶ στάσεις ταράττουσιν, ἄχρι οὗ λάβωσι καὶ τύχωσιν οὗ ἐρῶσιν.» 5.4.4 Σαφῶς διὰ τούτων ὁ προδηλωθεὶς φιλόσοφος ὅτι δαίμοσιν πονηροῖς τὰ προειρημένα κατὰ πάσας τὰς πόλεις ἐπετελεῖτο παρέστησεν. εἰ δὲ καί τινες, ὥς φασιν, ἐν τούτοις ἦσαν ἀγαθοὶ τὴν φύσιν ἢ καὶ θεοί, τί χρῆν θεραπεύειν τοὺς φαύλους, πρὸς τῶν ἀγαθῶν ἀπελαύνεσθαι αὐτοὺς δέον; 5.4.5 εἰ γὰρ δή τινες ἦσαν αὐτοῖς ἀγαθοὶ προστάται, τούτοις ἐπιθαρσοῦντας τὸ μηθὲν τῶν χειρόνων χρῆν δήπου φροντίζειν, καὶ διὰ σωφρόνων λόγων τε καὶ εὐχῶν, ἀλλὰ μὴ δι' αἰσχρορρημοσυνῶν τὰς ἐναντίας ἀποτρέπεσθαι δυνά.4. μεις. ὅτε δὲ τούτων μὲν οὐδὲν ἔπραττον, βίῳ δὲ αἰσχρῷ καὶ ἀκολάστῳ καὶ ῥήμασιν ἀσέμνοις ὠμοφαγίαις τε καὶ διασπασμοῖς καὶ ἀνθρωποθυσίαις τοῖς πονηροῖς δαίμοσιν ἐκαθικέτευον, πῶς καὶ δυνατὸν ἦν αὐτοὺς τὰ τοιαῦτα δρῶντας καὶ τὰ τοῖς φαύλοις κεχαρισμένα διαπραττομένους, τῷ ἐπὶ πάντων θεῷ ἢ ταῖς ὑπ' αὐτὸν θείαις δυνάμεσιν ἢ ὅλως ἀγαθοῖς τισι προσοικειοῦ.4. σθαι; ἀλλὰ γὰρ τοῖς πᾶσιν πρόδηλον ὡς ὁ τὰ φίλα τοῖς φαύλοις ἐπιτελῶν οὐκ ἄν ποτε τῶν ἀγαθῶν γένοιτο προσφιλής. οὐκ ἄρα θεοῖς οὐδ' 5.4. ἀγαθοῖς δαίμοσιν, μόνοις δὲ τοῖς φαύλοις ἐλάτρευον οἱ δεδηλωμένοι. ἔτι δὲ μᾶλλον τοῦτον πιστοῦται τὸν λόγον ὁ Πλούταρχος ἐν οἷς φησι τὰς μυθικὰς ὡς περὶ θεῶν διηγήσεις λόγους εἶναί τινας περὶ δαιμόνων τά τε παρ' Ἕλλησιν ᾀδόμενα γιγαντικά τινα καὶ Τιτανικὰ δαιμονικὰ εἶναι διηγήματα, 5.4. ὡς καινοτέραν ὑποβάλλειν διάνοιαν. μήποτε ἄρα τοιαῦτα ἦν τὰ περὶ τῶν πρὸ τοῦ κατακλυσμοῦ γιγάντων ἐν τῇ θείᾳ γραφῇ λεγόμενα τά τε περὶ τῶν τούτους γεγεννηκότων, περὶ ὧν εἴρηται· «ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἐκ πασῶν ὧν ἐξελέξαντο»· ἀφ' ὧν ἐγεννήθησαν «οἱ γίγαντες οἱ ὀνομαστοὶ ἐξ 5.4.10 αἰῶνος». εἴποι γὰρ ἄν τις τούτους ἐκείνους εἶναι καὶ τὰ ἐκείνων πνεύματα παρὰ τοῖς μετὰ ταῦτα ἀνθρώποις τεθεοποιημένα καὶ τὰς ἐκείνων μάχας τάς τε πρὸς ἀλλήλους διαστάσεις καὶ τοὺς πολέμους ταῦτ' εἶναι τὰ ὡς περὶ θεῶν μυθευόμενα. λέγει δ' οὖν ὁ Πλούταρχος ἐν ᾧ συνέταξεν λόγῳ «Περὶ τῶν κατὰ τὴν Ἶσιν καὶ τοὺς Αἰγυπτίων θεοὺς» αὐτοῖς ῥήμασιν ταῦτα· 5.5. εʹ.

ΠΕΡΙ ΤΟΥ ΛΑΝΘΑΝΟΥΣΑΣ ΔΑΙΜΟΝΩΝ ΠΕΡΙΕΧΕΙΝ ΙΣΤΟΡΙΑΣ ΤΑΣ ΜΥΘΙΚΑΣ ΩΣ ΠΕΡΙ ΘΕΩΝ ΔΙΗΓΗΣΕΙΣ «Βέλτιον οὖν οἱ τὰ περὶ Τυφῶνα καὶ Ὄσιριν καὶ Ἶσιν ἱστορούμενα μήτε θεῶν πάθη μήτε ἀνθρώπων, ἀλλὰ δαιμόνων μεγάλων εἶναι νομίζοντες, οὓς καὶ Πλάτων καὶ Πυθαγόρας καὶ Ξενοκράτης καὶ Χρύσιππος, ἑπόμενοι τοῖς πάλαι θεολόγοις, ἐρρωμενεστέρους ἀνθρώπων λέγουσι γεγονέναι καὶ πολὺ τῇ δυνάμει τὴν φύσιν ὑπερφέροντας ἡμῶν, τὸ δὲ θεῖον οὐκ ἀμιγὲς οὐδὲ ἄκρατον ἔχοντας, ἀλλὰ καὶ ψυχῆς φύσει καὶ σώματος αἰσθήσει συνειληχὸς ἡδονὴν δεχομένῃ καὶ πόνον καὶ ὅσα ταύταις γινόμενα ταῖς μεταβολαῖς πάθη τοὺς μὲν μᾶλλον, τοὺς δ' ἧττον ἐπιταράττει. γίνονται γὰρ ὡς ἐν ἀνθρώποις καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ κακίας. τὰ γὰρ γιγαντικὰ καὶ Τιτανικὰ παρ' Ἕλλησιν ᾀδόμενα καὶ πολλαί τινες ἄθεσμοι πράξεις καὶ Πυθῶνος ἀντιτάξεις πρὸς Ἀπόλλωνα φυγαί τε Διονύσου καὶ πλάναι Δήμητρος οὐδὲν

96

ἀπολείπουσι τῶν Ὀσιριακῶν καὶ Τυφωνικῶν, ὧν παρὰ πᾶσιν ἀνέδην ἔξεστι μυθολογουμένων ἀκούειν· ὅσα τε μυστικοῖς ἱεροῖς παρακαλυπτόμενα τελεταῖς ἄρρητα διασῴζεται καὶ ἀθέατα, πρὸς τοὺς θεοὺς ὅμοιον ἔχει λόγον.» 5.5. Καὶ ἐπιφέρει λέγων ἑξῆς· «Ἐμπεδοκλῆς δὲ καὶ δίκας φησὶ διδόναι τοὺς δαίμονας ὧν ἂν ἐξαμάρτωσιν καὶ πλημμελήσωσιν· αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει, πόντος δ' ἐ<ς> χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ' ἐς αὐγὰς ἠελίου ἀκάμαντος, ὁ δ' αἰθέρος ἔμβαλε δίναις· ἄλλος δ' ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες· ἄχρι οὗ κολασθέντες αὖθις τὴν κατὰ φύσιν χώραν καὶ τάξιν ἀπολάβωσιν· τούτων δὴ καὶ τῶν τοιούτων ἀδελφὰ λέγεσθαί φασι περὶ Τυφῶνος, ὡς δεινὰ μὲν ὑπὸ φθόνου καὶ δυσμενείας εἰργάσατο πάντα πράγματα ταράξας, ἐνέπλησεν δὲ κακῶν γῆν ὁμοῦ τε πᾶσαν καὶ θάλασσαν, εἶτα δίκην ἔδωκεν.» 5.5.3 Ταῦτα ὁ Πλούταρχος ἐν τῷ δηλωθέντι συγγράμματι παραθέμενος καὶ 5.5.3 διὰ πλειόνων ἐξεργασάμενος τὸν λόγον, τὰ παραπλήσια καὶ ἐν τῷ «Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων» τοῦτον ἱστορεῖ τὸν τρόπον· «Ἐκεῖνος οὖν τὴν μαντικὴν ἀνῆγεν εἰς δαίμονας, πλεῖστον δὲ Δελφῶν λόγον εἶχεν καὶ τῶν λεγομένων περὶ τὸν Διόνυσον ἐνταῦθα ἢ δρωμένων ἱερῶν οὐδενὸς ἀνήκοος ἦν, ἀλλὰ κἀκεῖνα δαιμόνων ἔφασκεν εἶναι πάθη μεγάλα καὶ ταῦτα δὴ τὰ περὶ τὸν Πύθωνα. τῷ δὲ ἀποκτείναντι μήτε ἐννέα ἐτῶν μήτε εἰς τὰ Τέμπη γενέσθαι τὴν φυγήν, ἀλλ' ἐκπεσόντα ἐλθεῖν εἰς ἕτερον κόσμον· ὕστερον δ' ἐκεῖθεν ἐνιαυτῶν μεγάλων ἐννέα περιόδοις ἁγνὸν γενόμενον καὶ Φοῖβον ὡς ἀληθῶς κατελθόντα τὸ χρηστήριον παραλαβεῖν, τέως ὑπὸ Θέμιδος φυλασσόμενον. οὕτως δὲ ἔχειν καὶ τὰ Τυφωνικὰ καὶ τὰ Τιτανικά, δαιμόνων μάχας γεγονέναι πρὸς δαίμονας, εἶτα φυγὰς τῶν κρατηθέντων ἢ δίκας ὑπὸ θεοῦ τῶν ἐξαμαρτόντων, οἷα Τυφών τε λέγεται περὶ Ὄσιριν ἐξαμαρτεῖν καὶ Κρόνος περὶ Οὐρανόν· ὧν ἀμαυρότεραι γεγόνασιν αἱ τιμαὶ παρ' ἡμῖν ἢ παντάπασιν ἐκλελοίπασιν μεταστάντων εἰς ἕτερον κόσμον. ἐπεὶ καὶ Σολύμους πυνθάνομαι, τοὺς Λυκίων προσοίκους, ἐν τοῖς μάλιστα τιμᾶν τὸν Κρόνον· ἐπεὶ δὲ ἀποκτείνας τοὺς ἀρχηγέτας αὐτῶν Ἄρσαλον καὶ Ἄρυον καὶ Τόσοβιν ἔφυγεν καὶ μετεχώρησεν ὁποιδήποτε τοῦτο γὰρ οὐκ ἔχουσιν εἰπεῖν ἐκεῖνον μὲν ἀμεληθῆναι, τοὺς δὲ περὶ τὸν Ἄρσαλον σκιροὺς θεοὺς προσαγορεύεσθαι καὶ τὰς κατάρας ἐπὶ τούτων ποιεῖσθαι δημοσίᾳ καὶ ἰδίᾳ Λυκίους. τούτοις μὲν οὖν ὅμοια πολλὰ λαβεῖν ἔστιν ἐκ τῶν μυθολογουμένων. εἰ δὲ τοῖς νενομισμένοις τῶν θεῶν ὀνόμασι δαίμονάς τινας καλοῦμεν οὐ θαυμαστέον, εἶπεν ὁ ξένος. ᾧ γὰρ ἕκαστος θεῷ συντέτακται καὶ οὗ τῆς δυνάμεως μετείληχεν, ἀπὸ τούτου φιλεῖ καλεῖσθαι· καὶ γὰρ ἡμῶν ὁ μέν τίς ἐστιν Δῖος, ὁ δὲ Ἀθή ναιος, ὁ δὲ Ἀπολλώνιος ἢ Διονύσιος ἢ Ἑρμαῖος. ἀλλ' ἔνιοι μὲν ὀρθῶς κατὰ τύχην ἐκλήθησαν, οἱ δὲ πολλοὶ μηδὲν προσηκούσας, ἀλλ' ἐνηλλαγμένας ἐκτήσαντο θεῶν παρωνυμίας.» 5.5.4 Τοσαῦτα ὁ Πλούταρχος ἐν οἷς ἐσπούδασεν «Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων», πρὸς τοῖς ἄλλοις καὶ θνήσκειν παριστὰς τοὺς δαίμονας, ὃ καὶ 5.5.5 αὐτὸ κατὰ τὸν δέοντα καιρὸν παραθήσομαι. τέως δὲ φέρε συλλεξώμεθα ὅσα ἄλλα περὶ τῆς τῶν ἀγαθῶν, ὥς φασιν, δαιμόνων δυνάμεώς τε καὶ ἐνεργείας αὖθις ὁ τὴν καθ' ἡμῶν συσκευὴν πεποιημένος ἐν οἷς ἐπέγραψε «Περὶ τῆς ἐκ λογίων φιλοσοφίας» ἐκτέθειται· μάλιστα γὰρ αὐτῷ καὶ νῦν ὥσπερ οὖν καὶ πολλάκις μάρτυρι χρήσομαι καὶ ἐλέγχῳ τῆς περὶ οὓς ὑπολαμβάνουσιν θεοὺς πλάνης, ὡς ἂν ἐκ τῶν οἰκείων βελῶν καὶ τοξευμάτων βαλλόμενοι 5.5. καταισχύνοιντο. οὕτως γὰρ καὶ γένοιτ' ἂν ἡμῖν ἐξ αὐτῶν τῶν τοῖς θεοῖς προσφιλῶν καὶ δὴ καὶ εὐσεβῶν νενομισμένων ἀκριβῶς τε τὸν περὶ τῶν οἰκείων λόγον διηρευνηκότων ἀνελλιπὴς καὶ ἀπαραίτητος ἡ τῶν προκειμένων ἀπόδει.5. ξις. γράφει δὲ ταῦτα ὁ δεδηλωμένος ἐν οἷς ἐπέγραψεν «Περὶ τῆς ἐκ λογίων φιλοσοφίας», ἔνθα μαρτύρεται μὴ τὰ ἀπόρρητα τῶν θεῶν ἐκφαίνειν, ἐπομνύμενός τε αὐτὸς καὶ παραγγέλλων κρύπτειν καὶ μὴ εἰς πολλοὺς ἐκφέ.5. ρειν τὰ λεχθησόμενα. τίνα δὲ ἦν τὰ τοιαῦτα; τὸν Πᾶνα Διονύσου

97

φησὶ θεράποντα εἶναι, τοῦτον δὲ τῶν ἀγαθῶν ὄντα δαιμόνων ἐπιφανέντα ποτὲ τοῖς κατ' ἀγρὸν γεωπονοῦσιν. τί χρῆν ἀγαθὸν ὄντα παρασχεῖν ἢ πάντως ἀγαθοῦ τινος παρουσίαν τοῖς τῆς θεοφανείας τοῦ ἀγαθοῦ κατηξιωμένοις; 5.5. ἆρ' οὖν ὑπῆρξεν ἀγαθόν τι τοῖς θεαταῖς τοῦ ἀγαθοῦ δαίμονος, ἢ κακὸν εἰλήχασιν δαίμονα ἔργῳ τῆς πείρας ᾐσθημένοι; φησὶν γοῦν ὁ θαυμάσιος μάρτυς τοὺς τῆς ἀγαθῆς ταύτης θέας ἠξιωμένους ἄθρουν θάνατον ὑπομεῖναι λέγων ὧδε· 5.6. ʹ.

ΩΣ ΘΑΝΑΤΟΥ ΠΟΙΗΤΙΚΟΙ ΕΙΣΙΝ ΟΙ ΛΕΓΟΜΕΝΟΙ ΑΥΤΩΝ ΑΓΑΘΟΙ ΔΑΙΜΟΝΕΣ «Ἤδη δὲ καὶ ἐν ἄλλοις οἱ μὲν θεράποντές τινων ἀνεδείχθησαν, ὡς ὁ Πὰν τοῦ Διονύσου· δεδήλωκεν δὲ τοῦτο ὁ ἐν Βραγχίδαις Ἀπόλλων διὰ τούτων· ἐννέα γὰρ εὑρέθησαν ἀποθανόντες· πυνθανομένων οὖν τῶν τὸν ἀγρὸν οἰκούντων τὴν αἰτίαν ἔχρησεν ὁ θεός· χρυσόκερως βλοσυροῖο Διωνύσου θεράπων Πὰν βαίνων ὑλήεντα κατ' οὔρεα χειρὶ κραταιῇ ῥάβδον ἔχεν, ἑτέρῃ δὲ λιγὺ πνείουσαν ἔμαρπτε σύριγγα γλαφυρήν, Νύμφῃσι δὲ θυμὸν ἔθελγεν· ὀξὺ δὲ συρίξας μέλος ἀνέρας ἐπτοίησεν ὑλοτόμους πάντας, θάμβος δ' ἔχεν εἰσορόωντας δαίμονος ὀρνυμένου κρυερὸν δέμας οἰστρήεντος. καὶ νύ κε πάντας ἔμαρψε τέλος κρυεροῦ θανάτοιο, εἰ μή οἱ κότον αἰνὸν ἐνὶ στήθεσσιν ἔχουσα Ἄρτεμις ἀγροτέρη παῦσεν μένεος κρατεροῖο, ἣν καὶ χρὴ λίσσεσθ', ἵνα σοι γίγνητ' ἐπαρωγός.» 5.6. Ἀκήκοας οἷα τοῦ δαίμονος, οὗ φησιν ἀγαθοῦ, τό τε σχῆμα καὶ τὰς πράξεις ὁ ἐν Βραγχίδαις ἐδίδαξεν Ἀπόλλων· θέα δὴ καὶ τῶν λοιπῶν τὰ γενναῖα κατορθώματα, ὧν δὴ ἕνεκα τὴν οὐράνιον ἀπολελοιπότες διατριβὴν τὴν σὺν 5.6.3 ἀνθρώποις ἀντικατηλλάξαντο. πάντως δήπου χρῆν αὐτοὺς σωφροσύνης κατάρχειν καὶ τὰ λυσιτελῆ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις ὑποτίθεσθαι. οἱ δὲ τούτων μὲν οὐδέν· ἄκουε δὲ οἷα ἐκφαίνει ὁ τὰ ἀρρητότερα τῶν ἀρρήτων διη.6.4 ρευνηκὼς καὶ τῶν ἀπορρήτων ἀξιωθεὶς τῆς γνώσεως. τοτὲ μὲν οὖν τινας τῶν ἀγαθῶν τούτων δαιμόνων φησὶν ἐρωτικαῖς ἡδυπαθείαις ὑπηρετεῖσθαι, τοτὲ δὲ ἑτέρους τυμπάνοις καὶ αὐλοῖς καὶ θηλειῶν πατάγοις χαίρειν, ἄλλους δ' αὖ πάλιν μάχαις καὶ πολέμοις ἀγάλλεσθαι, καὶ κυνηγεσίοις τὴν Ἄρτεμιν καὶ τοῖς ἀπὸ γῆς καρποῖς τὴν Δηώ· θρηνεῖν δὲ τὸν Ὄσιριν εἰσέτι νῦν τὴν Ἶσιν καὶ τὸν Ἀπόλλω μαντεύεσθαι. τοιαῦται ὧν φασιν ἀγαθῶν δαιμόνων αἱ εἰς ἀνθρώπους ὠφέλειαι. δέχου δὲ καὶ τούτων τὰς ἀποδείξεις· 5.7. ζʹ.

ΟΤΙ ΕΡΩΤΙΚΑΙΣ ΗΔΥΠΑΘΕΙΑΙΣ ΕΞΥΠΗΡΕΤΟΥΝΤΑΙ ΚΑΙ ΠΟΙΑΙΣ ΕΚΑΣΤΟΣ ΑΥΤΩΝ ΧΑΙΡΕΙ «Οὐδὲν ἐν ἀθανάτοισι θεοῖς ποτε δῖα μάταιον οὐδ' ἀκράαντον ἔλεξε σοφοῖς Ἑκάτη θεοφήταις, ἀλλ' ἀπὸ παγκρατέροιο νόου πατρόθεν κατιοῦσα αἰὲν ἀληθείῃ σελαγίζεται, ἀμφὶ δὲ μῆτις ἔμπεδος ἀρρήκτοισι μένει λογίοις βεβαυῖα. δεσμῷ δ' οὖν κλήϊζε· θεὴν γὰρ ἄγεις με τοσήνδε, ὅσση ψυχῶσαι πανυπέρτατον ἤρκεσα κόσμον. 5.7. καὶ μήποτε διὰ τοῦτο τρίμορφος τριμερής τε καὶ ἡ ψυχή· ταύτης δὲ τὸ μὲν θυμοειδές, τὸ δὲ ἐπιθυμητικόν, ὅθεν καὶ πρὸς τὰ ἐρωτικὰ καλεῖται.» Ταῦτα οὐκ ἐμά, μήτοι νομίσῃς, τοῦ δὲ προειρημένου συγγραφέως ἀκήκοας, οὗ πάλιν ἐστὶ καὶ ταῦτα· 5.7.3 «Πάνυ δέ με θράττει πῶς ὡς κρείττους παρακαλούμενοι ἐπιτάττονται ὡς χείρους καὶ δίκαιον εἶναι ἀξιοῦντες τὸν θεράποντα τὰ ἄδικα αὐτοὶ κελευσθέντες δρᾶν ὑπομένουσιν καὶ καθαρῷ μὲν μὴ ὄντι ἐξ ἀφροδισίων οὐκ ἂν καλοῦντι ὑπακούσαιεν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσιν.» 5.7.4 Εὕροις δ' ἂν καὶ ταῦτα ἐν τῇ Πρὸς Ἀνεβῶ τὸν Αἰγύπτιον τοῦ αὐτοῦ ἐπιστολῇ. ἐν

98

δὲ τῇ προλεχθείσῃ πραγματείᾳ τῆς Ἐκ λογίων φιλοσοφίας προστίθησι τοῖς εἰρημένοις λέγων ὧδε· 5.7.5 «Καὶ μὴν ὅ τι ἑκάστῳ ἐπιτέτακται καὶ τί [καὶ] τίνι αὐτῶν, δεδηλώκασιν, ὥσπερ ὁ Διδυμαῖος διὰ τούτων ἦν δ' ἡ πεῦσις εἰ δεῖ ὀμόσαι τῷ ἐπάγοντι τὸν ὅρκον· μητέρι μὲν μακάρων μέλεται Τιτηνίδι Ῥείῃ αὐλοὶ καὶ τυπάνων πάταγοι καὶ θῆλυς ὅμιλος· Παλλάδι δ' εὐπήληκι μόθοι καὶ δῆρις Ἐνυοῦς· καὶ βαλίαις σκυλάκεσσι βαθυσκοπέλους ἀνὰ πρῶνας θῆρας ὀρειονόμους ἐλάαν Λητωΐδι κούρῃ· Ἥρῃ δ' εὐκελάδῳ μαλακὴ χύσις ἠέρος ὑγρῆς· λήϊα δ' εὐαλδῆ κομέειν σταχυητρόφα Δηοῖ· Ἴσιδι δ' αὖ Φαρίῃ, γονίμοις παρὰ χεύμασι Νείλου, μαστεύειν οἴστροισιν ἑὸν πόσιν ἁβρὸν Ὄσιριν.» 5.7. Εἰ δὴ οὖν «αὐλοὶ καὶ τυπάνων πάταγοι καὶ θῆλυς ὅμιλος» μέλεται τῇ μητρὶ τῶν θεῶν, ἀσκητέον δὴ ταῦτα πάσης ἀρετῆς ἀφεμένους, ὅτι μηδὲν σωφροσύνης μηδέ τινος ἄλλης θεοφιλοῦς πράξεως μέλεται τῇ προειρημένῃ· ὡς καὶ τῇ Ἀθηνᾷ μόθοι καὶ μάχαι καὶ πόλεμοι, ἀλλ' οὐκ εἰρήνη καὶ τὰ ἐν εἰρήνῃ πράγματα. καὶ τῇ Λητωΐδι δὲ κούρῃ, τῇ Ἀρτέμιδι, μελέσθων αἱ βαλίαι σκύλακες διὰ τὸ κατ' ἀγροὺς κυνηγὸν οὖσαν τοῖς θηρσὶν πολεμεῖν, ὡς καὶ ταῖς ἄλλαις τὰ κατειλεγμένα. τί οὖν δὴ ταῦτα πρὸς τὸν θεοφιλῆ καὶ μακάριον συντείνοι ἂν βίον; ἐπίσκεψαι δὲ πότερά σοι θείας εἶναι δοκεῖ φύσεως ἢ φαύλης καὶ μοχθηροτάτης τὰ ἑξῆς ἐπιλεγόμενα· 5.8. ηʹ.

ΟΤΙ ΜΑΓΓΑΝΕΙΑΙΣ ΚΑΘΕΛΚΕΣΘΑΙ ΤΟΥΣ ΘΕΟΥΣ ΚΑΙ ΠΑΡΑ ΓΝΩΜΗΝ ΑΝΑΓΚΑΖΕΣΘΑΙ ΤΑΙΣ ΑΝΘΡΩΠΙΝΑΙΣ ΒΟΥΛΑΙΣ ΥΠΗΡΕΤΕΙΣΘΑΙ ΟΜΟΛΟΓΟΥΣΙ Λέγει δ' οὖν ὁ αὐτός· «Ὀρθῶς καὶ τοῦτο ὁ Ῥόδιος Πυθαγόρας ἀπεφήνατο, ὅτι οὐχ ἥδονται οἱ κλῃζόμενοι ἐπὶ ταῖς παρουσίαις θεοί, ἀνάγκῃ δέ τινι ἀκολουθίας συρόμενοι 5.8. παραγίνονται, καὶ οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον. τινὲς δὲ καὶ ἔθος ὥσπερ ποιησάμενοι τῆς ἑαυτῶν παρουσίας εὐμαρέστερον φοιτῶσι, καὶ μάλιστα ἐὰν καὶ φύσει ἀγαθοὶ τυγχάνωσιν· οἱ δὲ κἂν ἔθος ἔχωσιν τοῦ παραγίνεσθαι, βλάβην τινὰ προθυμοῦνται ποιεῖν, καὶ μάλιστα ἐὰν ἀμελέστερόν τις δοκῇ ἀναστρέφεσθαι 5.8.3 ἐν τοῖς πράγμασιν. τοῦ γὰρ Πυθαγόρου ταῦτ' εἰρηκότος παρετήρησα ἐκ τῶν λογίων ὡς ἀληθές ἐστιν τὸ εἰρημένον. πάντες γὰρ δι' ἀνάγκην φασὶν 5.8.4 ἀφῖχθαι, οὐχ ἁπλῶς δέ, ἀλλ' οἷον, εἰ χρὴ οὕτω φάναι, πειθανάγκην. εἴρηται δ' ἐν τοῖς ἔμπροσθεν ἐκεῖνα τὰ τῆς Ἑκάτης, δι' ὧν φησιν ἐπιφαίνειν· ἠέριον μετὰ φέγγος ἀπείριτον ἀστεροπληθὲς ἄχραντον πολὺ δῶμα θεοῦ λίπον ἠδ' ἐπιβαίνω γαίης ζῳοτρόφοιο τεῇς ὑποθημοσύνῃσι πειθοῖ τ' ἀρρήτων ἐπέων, οἷς δὴ φρένα τέρπειν ἀθανάτων ἐδάη θνητὸς βροτός. 5.8.5 καὶ πάλιν· ἤλυθον εἰσαΐουσα τεῆς πολυφράδμονος εὐχῆς, ἣν θνητῶν φύσις εὗρε θεῶν ὑποθημοσύνῃσιν. 5.8. καὶ ἔτι σαφέστερον· τίπτε μ' ἀεὶ θείοντος ἀπ' αἰθέρος ὧδε χατίζων θειοδάμοις Ἑκάτην με θεὴν ἐκάλεσσας ἀνάγκαις; καὶ ἑξῆς· τοὺς μὲν ἀπορρήτοις ἐρύων ἴυγξιν ἀπ' αἴθρης ῥηϊδίως ἀέκοντας ἐπὶ χθόνα δῖαν ἄγεσθαι, τοὺς δὲ μέσους μεσάτοισιν ἐπεμβεβαῶτας ἀήταις νόσφι πυρὸς θείοιο, πανομφέας ὥσπερ ὀνείρους, εἰσκρίνεις μερόπεσσιν, ἀεικέα δαίμονας ἔρδων. 5.8. καὶ πάλιν· ἀλλ' οἱ μὲν καθύπερθε μετήοροι οὐρανίωνες σπερχόμενοι κούφαισι μεθ' Ἁρπυίαισι φέρονται· ῥίμφα δὲ θειοδάμοισιν ἐπημύσαντες ἀνάγκαις εἰς χθόν' ἐπειγομένως Δηώϊον ἀΐσσουσιν, θνητοῖς ἐσσομένων ὑποφήτορες. καὶ πάλιν ἄλλος ἀναγκαζόμενος ἔφη· κλῦθί μευ οὐκ ἐθέλοντος, ἐπεί μ' ἐπέδησας ἀνάγκῃ.» 5.8. Ἐπὶ τούτοις πάλιν ὁ συγγραφεύς φησιν· «Ἐπεὶ καὶ ἐπανάγκους ἑαυτῶν ἐκδιδόασιν, ὡς δηλώσει ὁ ἀπὸ τοῦ Ἀπόλλωνος ἐκδοθεὶς περὶ ἑαυτοῦ ἐπάναγκος. λέγεται δὲ οὕτως· 5.8. οὔνομ' ἀναγκαίης τόδε καρτερὸν ἠδ' ἔτι βριθύ. καὶ ἐπήγαγεν· 5.8.10 μόλε δ' ἐσσυμένως τοισίδε μύθοις, οὓς ἀπ' ἐμεῖο κραδίης ἀνάγω, ἱεροῖσι τύποισ[ι]

99

συνθλιβομένου πυρὸς ἁγνοῦ. τολμᾷ δὲ φύσις ταῦτα προφαίνειν τῆς σῆς γενέθλης, ἄμβροτε Παιάν. 5.8.11 καὶ πάλιν ὁ Ἀπόλλων· ῥεῦμα τὸ Φοιβείης ἀπονεύμενον ὑψόθεν αἴγλης πνοιῇ ὑπὸ λιγυρῇ κεκαλυμμένον ἠέρος ἁγνοῦ, θελγόμενον μολπαῖσι καὶ ἀρρήτοις ἐπέεσσιν κάππεσεν ἀμφὶ κάρηνον ἀμωμήτοιο δοχῆος λεπταλέων ὑμένων· μαλακὸν δ' ἐνέπλησε χιτῶνα, ἀμβολάδην διὰ γαστρὸς ἀνεσσύμενον παλίνορσον· αὐλοῦ δ' ἐκ βροτέοιο φίλην ἐτεκνώσατο φωνήν.» 5.8.12 Τούτοις ὁ συγγραφεὺς ἐπιλέγει· «Τούτων οὔτε σαφέστερα οὔτε θεϊκώτερα καὶ φυσικώτερα γένοιτ' ἄν. πνεῦμα γὰρ τὸ κατιὸν καὶ ἀπόρροια ἐκ τῆς ἐπουρανίου δυνάμεως εἰς ὀργανικὸν σῶμα καὶ ἔμψυχον εἰσελθοῦσα, βάσει χρωμένη τῇ ψυχῇ, διὰ τοῦ σώματος ὡς ὀργάνου φωνὴν ἀποδίδωσιν.» 5.8.13 Ἀλλ' ὅτι μὲν ἀναγκάζονται, ἱκανὰ καὶ ταῦτα παραστῆσαι. ὅτι δὲ καὶ ἀξιοῦσιν ἀπολυθῆναι, ὡς οὐκ ἐπ' αὐτοῖς τῆς ἀναχωρήσεως κειμένης, μάθοις ἂν ἐκ τούτων· 5.9. θʹ.

ΟΤΙ ΟΥΔΕ ΑΦ' ΕΑΥΤΩΝ ΑΝΑΧΩΡΕΙΝ ΔΥΝΑΝΤΑΙ «Ὅτι δὲ σπεύδουσιν ἀναχωρεῖν οἱ κληθέντες θεοί, δηλώσει τὰ τοιαῦτα, λεγόντων· λύετε λοιπὸν ἄνακτα, βροτὸς θεὸν οὐκέτι χωρεῖ. 5.9. καὶ πάλιν· τίπτ' ἐπιδευόμενοι δηρὸν βροτὸν αἰκίζεσθε; 5.9.3 καὶ πάλιν· ἕρπε καὶ ὀτραλέως ἐπιέρχεο, τόνδε σαώσας. 5.9.4 καὶ πῶς ἀπολύειν αὐτοὺς χρή, αὐτὸς διδάξει λέγων· παύεο δή, περίφρων, ὀάρων, ἀνάπαυε δὲ φῶτα, θάμνων ἐκλύων πολιὸν τύπον ἠδ' ἀπὸ γυίων Νειλαίην ὀθόνην χερσὶ στιβαρῶς ἀπαείρας. 5.9.5 καὶ τὴν ἀπόλυσιν εἶπεν· ὑψίπρῳρον αἶρε ταρσόν, ἴσχε βάξιν ἐκ μυχῶν,» 5.9. καὶ τὰ τούτοις ἐπιλελεγμένα. οἷς ἐπιφέρει· «καὶ βραδυνόντων ἀπολῦσαι φησίν· σινδόνος ἀμπέτασον νεφέλην λῦσόν τε δοχῆα. καὶ πάλιν ἄλλοτε ἀπόλυσιν ἔδωκεν τοιαύτην· 5.9. Ναϊάδες Νύμφαι, Μούσαις μίγα λύετε Φοῖβον ᾄδουσαι θείαις ἑκατηβόλον Ἀπόλλωνα. 5.9. καὶ πάλιν ἄλλοτέ φησιν· λύσατέ μοι στεφάνους καί μευ πόδας ὕδατι λευκῷ ῥάνατε καὶ γραμμὰς ἀπαλείψατε, καί κε μόλοιμι. χειρὸς δεξιτερῆς δάφνης κλάδον ἄρατε χερσὶν ψήχετέ τ' ὀφθαλμοὺς διδύμους ῥῖνάς τε προσώπου· ἄρατε φῶτα γαίηθεν ἀναστήσαντες, ἑταῖροι.» 5.9. Οἷς ἐπιλέγει ὁ συγγραφεύς· «Τὰς γραμμὰς τοίνυν παρακελεύεται ἀπαλείφειν, ἵνα ἀπέλθῃ· ταύτας γὰρ κρατεῖν καὶ μέντοι καὶ τὸ ἄλλο σχῆμα τῆς ἐνδύσεως, διὰ τὸ φέρειν εἰκονίσματα τῶν κεκλημένων θεῶν.» 5.9.10 Δεδεῖχθαι σαφῶς ἡγοῦμαι διὰ τούτων ὅτι μηδὲν τὸ καθόλου θεοπρεπὲς μήτε μέγα μήτε ἀληθῶς θεῖον ἔνεστι τοῖς εἰς τοσοῦτον ταπεινότητος καταπεπτωκόσιν πνεύμασιν, ὡς τοῖς τυχοῦσιν ἀνθρώποις ὑποσύρεσθαι καθέλκεσθαί τε οὐ δι' ἀρετῆς καὶ σοφίας ἀνάληψιν, ἀλλ' εἰ μόνον τὰ τῆς περιέργου γοη.9.11 τείας μετέλθοιέν τε καὶ διαπράξοιντο. οὔτ' οὖν ὀρθῶς ὁ Ῥόδιος Πυθαγόρας οὔθ' ὁ τούτῳ ταύτην παρασχὼν τὴν μαρτυρίαν οὔθ' ὁστισοῦν ἀνθρώπων θεοὺς προσείποι ἂν εὐλόγως, ἀλλ' οὐδ' ἀγαθοὺς δαίμονας τοὺς ὑπὸ θνητῶν ἀνθρώπων, καὶ ταῦτα γοήτων, οὐ κατὰ γνώμην οἰκείαν, βίᾳ δὲ καὶ ἀνάγκῃ συρομένους καὶ μηδὲ τῆς τῶν δεσμῶν ἀπολύσεως τὴν ἐξουσίαν ἐφ' ἑαυτοῖς 5.9.12 ἔχοντας. εἰ γὰρ δὴ ἀβίαστον καὶ ἀκατανάγκαστον καὶ πάντων κρεῖττον τὴν φύσιν ἀπαθὲς ὂν καὶ ἐλεύθερον τὸ θεῖον, πῶς ἂν εἶεν θεοὶ <οἱ> μαγγανείαις ταῖς διὰ τοιῶνδε σχημάτων καὶ γραμμῶν καὶ τύπων στεφάνοις τε καὶ τοῖς ἀπὸ γῆς ἄνθεσι καί τισιν ἄλλαις ἀσήμοις καὶ βαρβάροις ἠχαῖς τε καὶ φωναῖς κηλούμενοι καὶ τοῖς τυχοῦσιν ἀνθρώποις χειρούμενοι καὶ ὡσπερεὶ δεσμοῖς καταδουλούμενοι, ὥστε μηδὲ τὴν αὐτεξούσιον καὶ προαιρετικὴν σῴζειν ἐφ' 5.9.13 ἑαυτοῖς δύναμιν; πῶς δὲ κἂν ἀγαθοὶ δαίμονες λεχθεῖεν βίᾳ καὶ ἀνάγκῃ κατασπώμενοι; τί γὰρ τὸ αἴτιον τοῦ ἄκοντας, οὐχὶ δὲ αὐτεξουσίους σφᾶς αὐ.9.14 τοὺς τοῖς βοηθείας δεομένοις ἐπιδιδόναι; εἰ γὰρ ἐπ' ἀγαθῷ ποιοῦνται τὴν πάροδον ἀγαθοὶ ὄντες καὶ εἴπερ τις ἦν ἐξ αὐτῶν ψυχῆς ὠφέλεια, χρῆν δήπου προαιρέσει τὸ ἀγαθὸν ἀσπάζεσθαι, φθάνοντας 100

ταῖς εὐποιίαις τοὺς δεομένους, 5.9.15 ἀλλὰ μὴ περιμένειν ἀνάγκην· εἰ δ' οὐ καλὸν ἦν οὐδ' ὠφελοῦν τὸ πρατ.9.15 τόμενον, διὸ μηδὲ κατὰ γνώμην αὐτοῖς γίνεσθαι, καὶ πῶς ἂν ἀγαθοὶ εἶεν, 5.9.16 τὸ μὴ καλὸν μηδὲ συμφέρον πράττοντες; πῶς δὲ θαυμάζεσθαι ἄξιοι καὶ θεραπείαις θεῶν τιμᾶσθαι οἱ καὶ τοῖς τυχοῦσι γόησι τὸν τρόπον πανωλεστάτοις καταδουλούμενοι καὶ τὸ μὴ καλὸν μηδὲ συμφέρον παρὰ γνώμην πράττειν ἀναγκαζόμενοι ἀγόμενοί τε καὶ καθελκόμενοι, οὐ δι' ἀποδοχὴν σωφροσύνης ἀνθρώπων οὐδὲ ἀρετῆς χάριν ἤ τινος μέρους φιλοσοφίας, μεθόδοις δὲ γοήτων ἀπειρημέναις, ἃς ὁ αὐτὸς αὖθις συγγραφεὺς ἐν τῇ πρὸς τὸν εἰρημένον Αἰγύπτιον ἐπιστολῇ, ὡς ἂν προφήτῃ τἀληθῆ καὶ ἀπόρρητα κοινούμενος, τέθειται, τοὺς λόγους, καθ' οὓς ταῦτα συντελοῦσιν, ἀξιῶν παρ' αὐτοῦ διδαχθῆναι; πυνθάνεται γοῦν ὧδέ πως ἀπορῶν καὶ λέγων· 5.10. ιʹ.

ΟΠΟΙΑΙΣ ΜΕΘΟΔΟΙΣ ΟΙ ΘΑΥΜΑΣΙΟΙ ΑΥΤΩΝ ΘΕΟΙ ΤΟΙΣ ΓΟΗΣΙΝ ΥΠΟΤΑΤΤΟΝΤΑΙ «Πάνυ δέ με θράττει πῶς ὡς κρείττους παρακαλούμενοι ἐπιτάττονται ὡς χείρους καὶ δίκαιον εἶναι ἀξιοῦντες τὸν θεράποντα τὰ ἄδικα αὐτοὶ κελευσθέντες δρᾶν ὑπομένουσιν καὶ καθαρῷ μὲν μὴ ὄντι ἐξ ἀφροδισίων οὐκ ἂν καλοῦντι ὑπακούσαιεν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ 5.10. ὀκνοῦσιν. καὶ ἀπὸ ἐμψύχων μὲν ἀποχῆς κελεύουσιν δεῖν εἶναι τοὺς ὑποφήτας, ἵνα μὴ τοῖς ἀπὸ τῶν σωμάτων ἀτμοῖς χραίνωνται αὐτοὶ δὲ ἀτμοῖς τοῖς ἀπὸ θυσιῶν μάλιστα δελεάζονται, καὶ νεκροῦ μὲν ἀθιγῆ δεῖν εἶναι τὸν 5.10.3 ἐπόπτην, διὰ νεκρῶν δὲ τὰ πολλὰ ζῴων αἱ θεαγωγίαι ἐκτελοῦνται. πολλῷ δὲ τούτων ἀλογώτερον τὸ μὴ δαίμονι, εἰ τύχοι, ἢ ψυχῇ τεθνηκότος, αὐτῷ δὲ τῷ βασιλεῖ Ἡλίῳ ἢ Σελήνῃ ἤ τινι τῶν κατ' οὐρανὸν ἄνθρωπον τῷ τυχόντι ὑποχείριον ἀπειλὰς προσφέροντα ἐκφοβεῖν, ψευδόμενον ἵν' ἐκεῖνοι ἀληθεύσωσι. 5.10.4 τὸ γὰρ λέγειν ὅτι τὸν οὐρανὸν προσαράξει καὶ τὰ κρυπτὰ τῆς Ἴσιδος ἐκφανεῖ καὶ τὸ ἐν Ἀβύδῳ ἀπόρρητον δείξει καὶ τὴν βᾶριν στήσει καὶ τὰ μέλη τοῦ Ὀσίριδος διασκεδάσει τῷ Τυφῶνι, τίνα οὐχ ὑπερβολὴν ἐμπληξίας μὲν τῷ ἀπειλοῦντι ἃ μήτε οἶδεν μήτε δύναται, καταλείπει, ταπεινότητος δὲ τοῖς δεδοι.10.5 κόσιν οὕτως κενὸν φόβον καὶ πλάσματα, ὡς κομιδῆ παῖδες ἀνόητοι; καίτοι καὶ Χαιρήμων ὁ ἱερογραμματεὺς ἀναγράφει ταῦτα, ὡς καὶ παρ' Αἰγυπτίοις θρυ.10. λούμενα, καὶ ταῦτά φασιν εἶναι καὶ τὰ τοιαῦτα βιαστικώτατα. αὐταὶ δὲ αἱ εὐχαὶ τίνα ἔχουσιν λόγον, τὸν ἐξ ἰλύος ἀναφανέντα λέγουσαι καὶ ἐπὶ τῷ λωτῷ καθήμενον καὶ ἐπὶ πλοίου ναυτιλλόμενον καὶ καθ' ὥραν τὰς μορφὰς ἀμείβοντα καὶ κατὰ ζῴδιον μετασχηματιζόμενον; οὕτω γάρ φασιν αὐτοπτεῖσθαι, ἀγνοοῦν.10. τες ὅτι τὸ ἴδιον πάθος τῆς αὑτῶν φαντασίας ἐκείνῳ περιάπτουσιν. εἰ δὲ συμβολικῶς λέγεται ταῦτα, τῶν ἐκείνου δυνάμεων ὄντα σύμβολα, τὴν ἑρμηνείαν τῶν συμβόλων εἰπάτωσαν. δῆλον γὰρ ὡς εἰ τοῦ ἡλίου ἦν τὸ πάθος, καθάπερ ἐν ταῖς ἐκλείψεσιν, πᾶσιν ἂν ὤφθη ταὐτὸν τοῖς εἰς αὐτὸν ἀτενίζουσιν. 5.10. τί δὲ καὶ τὰ ἄσημα βούλεται ὀνόματα καὶ τῶν ἀσήμων τὰ βάρβαρα πρὸ τῶν ἑκάστῳ οἰκείων; εἰ γὰρ πρὸς τὸ σημαινόμενον ἀφορᾷ τὸ ἀκοῦον, αὐτάρκης ἡ 5.10. αὐτὴ μένουσα ἔννοια δηλῶσαι, κἂν ὁποιονοῦν ὑπάρχῃ τοὔνομα. οὐ γάρ που καὶ ὁ καλούμενος Αἰγύπτιος ἦν τῷ γένει· εἰ δὲ καὶ Αἰγύπτιος, ἀλλ' οὔ τί γε Αἰ γυπτίᾳ χρώμενος φωνῇ οὐδ' ἀνθρωπείᾳ ὅλως χρώμενος. ἢ γὰρ γοήτων ἦν ταῦτα πάντα τεχνάσματα καὶ προκαλύμματα διὰ τῶν ἐπιφημιζομένων τῷ θείῳ τῶν περὶ ἡμᾶς γινομένων παθῶν, ἢ λελήθαμεν ἐναντίας ἐννοίας ἔχοντες περὶ τοῦ θείου ἢ αὐτὸ τῷ ὄντι διάκειται.» 5.10.10 Ταῦτα εἰπὼν πάλιν ἀπορεῖ πρὸς τὸν Αἰγύπτιον λέγων· «Εἰ δὲ οἱ μὲν ἀπαθεῖς, οἱ δὲ ἐμπαθεῖς, οἷς διὰ τούτων φαλλούς φασιν ἑστάναι καὶ ποιεῖσθαι αἰσχρορρημοσύνας, μάταιοι αἱ θεῶν 101

κλήσεις ἔσονται, προσκλήσεις αὐτῶν ἐπαγγελλόμεναι καὶ μήνιδος ἐξιλάσεις καὶ ἐκθύσεις, καὶ ἔτι μᾶλλον αἱ λεγόμεναι ἀνάγκαι θεῶν. ἀκήλητον γὰρ καὶ ἀβίαστον καὶ ἀκατανάγκαστον τὸ ἀπαθές.» 5.10.11 Καὶ πάλιν ἑξῆς ἐπιλέγει· «Μάτην αὐτοῖς ἡ σοφία ἐξήσκηται, περὶ δραπέτου εὑρέσεως ἢ χωρίου ὠνῆς ἢ γάμου, εἰ τύχοι, ἢ ἐμπορίας τὸν θεῖον νοῦν ἐνοχλήσασιν. εἰ δ' οὐ παρεῖται μέν, οἱ δὲ συνόντες περὶ μὲν τῶν ἄλλων τἀληθέστατα λέγουσιν, περὶ δὲ εὐδαιμονίας οὐδὲν ἀσφαλὲς οὐδ' ἐχέγγυον, οὐκ ἦσαν ἄρα οὔτε θεοὶ οὔτε ἀγαθοὶ δαίμονες, ἀλλ' ἢ ἐκεῖνος ὁ λεγόμενος πλάνος.» 5.10.12 Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον καὶ ἀπὸ ταύτης προκείσθω τῆς τοῦ Πορφυρίου γραφῆς. καὶ μὴν καὶ διδάσκαλοί γε τῆς κακοτέχνου γοητείας αὐτοὶ δὴ πρῶτοι οἱ γενναῖοι θεοὶ κατέστησαν. πόθεν γὰρ ἀνθρώποις ταῦτα παρῆν εἰδέναι ἢ τῶν δαιμόνων αὐτῶν τὰ περὶ ἑαυτῶν ἐξειπόντων καὶ τοὺς κατα 5.10.13 δέσμους τοὺς κατ' ἀλλήλων ἐξηγορευκότων; μηδὲ τοῦτον δὲ ἡμέτερον εἶναι ἡγοῦ τὸν λόγον· οὐδὲν γὰρ τούτων ἡμεῖς ὁμολογοῦμεν οὔτ' ἐπίστασθαι οὔτε θέλειν εἰδέναι. πλὴν εἰς ἔλεγχον τῆς περὶ ταῦτα ἀτοπίας καὶ εἰς ἡμετέραν ὁμοῦ τῆς τούτων ἀναχωρήσεως ἀπολογίαν ὁ τούτων ἡμῖν παρεισήχθω μάρτυς, σοφὸς ὢν ἐν τοῖς γνωρίμοις καὶ πάντα ἀκριβῶς τὰ οἰκεῖα εἰδώς τε καὶ ὑποτιθέμενος. ὁ δὴ οὖν αὐτὸς ἐν τῇ δηλωθείσῃ τῶν λογίων συναγωγῇ ταῦτα λέγει πρὸς λέξιν· 5.11. ιαʹ.

ΟΤΙ ΟΙ ΔΑΙΜΟΝΕΣ ΟΥΣ ΔΗ ΘΕΟΥΣ ΥΠΕΙΛΗΦΑΣΙΝ ΑΝΘΡΩΠΟΥΣ ΕΔΙΔΑΞΑΝ ΤΑΣ ΟΙΚΕΙΑΣ ΠΕΡΙΕΡΓΙΑΣ «Οὐ μόνον δὲ τὴν πολιτείαν αὐτῶν αὐτοὶ μεμηνύκασιν καὶ τὰ ἄλλα τὰ εἰρημένα, ἀλλὰ καὶ τίσι χαίρουσι καὶ κρατοῦνται ὑπηγόρευσαν, καὶ μὴν καὶ τίσιν ἀναγκάζονται τίνα τε δεῖ θύειν καὶ ἐκ ποίας ἡμέρας ἐκτρέπεσθαι τό τε σχῆμα τῶν ἀγαλμάτων ποταπὸν δεῖ ποιεῖν αὐτοί τε ποίοις σχήμασιν φαίνονται ἔν τε ποίοις διατρίβουσιν τόποις· καὶ ὅλως ἓν οὐδέν ἐστιν ὃ μὴ παρ' αὐτῶν μαθόντες ἄνθρωποι οὕτως αὐτοὺς ἐτίμησαν. πολλῶν δ' ὄντων ἃ τούτων ἐστὶ παραστατικά, ὀλίγα ἐκ τῶν πολλῶν παραθησόμεθα, ἵνα μὴ ἀμάρτυρον τὸν λόγον καταλείπωμεν.» ιβʹ.

ΟΤΙ ΚΑΙ ΤΑ ΑΓΑΛΜΑΤΑ ΜΑΓΙΚΩΣ ΑΥΤΟΙ ΚΑΤΑΣΚΕΥΑΖΕΙΝ ΕΔΙΔΑΞΑΝ «Ὅτι δὲ καὶ τὰ ἀγάλματα αὐτοὶ ὑπέθεντο πῶς χρὴ ποιεῖν καὶ ἐκ ποίας ὕλης, δηλώσει τὰ τῆς Ἑκάτης ἔχοντα τοῦτον τὸν τρόπον· ἀλλὰ τέλει ξόανον, κεκαθαρμένον ὥς σε διδάξω· πηγάνου ἐξ ἀγρίοιο δέμας ποίει ἠδ' ἐπικόσμει ζῴοισιν λεπτοῖσι, κατοικιδίοις σκαλαβώταις· σμύρνης καὶ στύρακος λιβάνοιό τε μίγματα τρίψας σὺν κείνοις ζῴοισι καὶ αἰθριάσας ὑπὸ μήνην αὔξουσαν, τέλει αὐτὸς ἐπευχόμενος τήνδ' εὐχήν. 5.12. Εἶτ' ἐξέδωκεν εὐχὴν ἐδίδαξέν τε πόσους ληπτέον σκαλαβώτας· ὅσσαι μορφαί μοι τόσσοις ζῴοις σε κελεύω καὶ σφόδρα ταῦτα τελεῖν, δάφνης δέ μοι αὐτογενέθλου οἴκου ἐμοῦ χώρημα ποιεῖν· καὶ ἀγάλματι πολλὸν κείνῳ ἐπευχόμενος δι' ὕπνων ἐμέ τοι ἀναθρήσεις. καὶ πάλιν ἄλλοτε ἄγαλμα αὐτῆς ἐξέδωκε τοιοῦτον.» 5.13. ιγʹ.

ΟΤΙ ΚΑΙ ΤΑΣ ΜΟΡΦΑΣ ΤΩΝ ΞΟΑΝΩΝ ΑΥΤΟΙ ΚΑΤΕΔΕΙΞΑΝ «Καὶ περὶ τῶν σχημάτων ὅπως φαντάζονται αὐτοὶ μεμηνύκασιν, ἀφ' ὧν καὶ τὰ ἀγάλματα οὕτω καθιδρύνθη. λέγει γοῦν ὁ Σάραπις ἰδὼν τὸν Πᾶνα περὶ ἑαυτοῦ· φαιδρὴ μὲν κατὰ δῶμα θεοῦ καταλάμπεται αὐγή· ἦλθε γάρ, ἠντεβόλησε θεὸς μέγας· εἶδεν ἐμεῖο κάρτος ἀμαιμάκετον, λαμπηδόνα φλογμοτύραννον, βόστρυχον ἐκ κεφαλῆς νεάτης χαροποῖσι μετώποις ἀμφὶς ἰαινόμενον πλοχμοῖς θ' ἱεροῖσι γενείου.

5.13. Καὶ ὁ Πὰν ὕμνον περὶ ἑαυτοῦ ἐκδιδοὺς ἐδίδαξεν λέγων οὕτως· εὔχομαι βροτὸς γεγὼς Πανὶ συμφύτῳ θεῷ, δισσοκέρατι, δισσόποδι, τραγοσκελεῖ, τρυφῶντι» 5.13.3 καὶ τὰ ἀκόλουθα. καὶ τῆς Ἑκάτης δὲ ταῦτα περὶ αὑτῆς λεγούσης τέθειται· «ἤδη μοι σύ γε πάντα ποίει· ξόανον δὲ ἐν αὐτῷ μορφή μοι πέλεται Δημήτερος ἀγλαοκάρπου, εἵμασι παλλεύκοις, περὶ ποσσὶ δὲ χρυσοπέδιλος· ἀμφὶ δὲ τῇ ζώνῃ δολιχοὶ προθέουσι δράκοντες, ἴχνεσιν ἀχράντοισιν ἐφερπύζοντες, ἄνωθεν αὐτῆς ἐκ κεφαλῆς ἀρτώμενοι ἐς πόδας ἄκρους, σπειρηδὸν περὶ πᾶσαν ἑλισσόμενοι κατὰ κόσμον. 5.13.4 ὕλη δέ, φησίν, ἢ Παρίοιο λίθου, ἢ εὐξέστου ἐλέφαντος.» 5.14. ιδʹ.

ΟΤΙ ΚΑΙ ΜΑΓΕΥΕΙΝ ΠΡΟΤΡΕΠΟΥΣΙΝ «Ἐμφαίνουσι δὲ πολλαχοῦ οἱ θεοὶ καὶ ἃ προλέγουσιν προσημαίνοντες τῷ ἑκάστου γινώσκειν τὴν τῆς γενέσεως σύστασιν, ὥστ' εἶναι αὐτούς, εἰ χρὴ οὕτω φάναι, ἄκρους τε μάγους καὶ ἄκρους γενεθλιαλόγους.» Καὶ πάλιν ἐν χρησμοῖς ἔφη τὸν Ἀπόλλωνα εἰπεῖν· «κλῄζειν Ἑρμείην ἠδ' Ἠέλιον κατὰ ταὐτὰ ἡμέρῃ Ἠελίου, Μήνην δ' ὅτε τῆσδε παρείη, ἠδὲ Κρόνον καὶ Ῥέαν ἠδ' ἑξείης Ἀφροδίτην κλήσεσιν ἀφθέγκτοις, ἃς εὗρε μάγων ὄχ' ἄριστος, τῆς ἑπταφθόγγου βασιλεύς, ὃν πάντες ἴσασιν· «Ὀστάνην λέγεις» εἰπόντων ἐπήγαγε· καὶ σφόδρα· καὶ καθ' ἕκαστον ἀεὶ θεὸν ἑπτάκι φωνεῖν.» 5.14. Ὁ δ' αὐτὸς καὶ ταῦτα παρατίθησιν· «Ἔστι δὲ σύμβολα μὲν τῆς Ἑκάτης κηρὸς τρίχρωμος, ἐκ λευκοῦ καὶ μέλανος καὶ ἐρυθροῦ συνεστώς, ἔχων τύπον Ἑκάτης φερούσης μάστιγα καὶ λαμπάδα καὶ ξίφος, περὶ ἣν εἱλείσθω δράκων· Οὐρανοῦ δὲ ἀστέρες οἱ θαλάττιοι πρὸ τῶν θυρῶν πεπατταλευμένοι. ταῦτα γὰρ οἱ θεοὶ αὐτοὶ μεμηνύκασι διὰ τούτων· λέγει δὲ ὁ Πάν· τούσδε δ' αὖ ἐλαύνετε, κηρὸν ἐν πυρὸς μένει θέντες αἰόλου χροός· λευκὸς ἔστω καὶ μέλας καὶ τὸ πῦρ φαεσφόρον ἄνθρακος πεφλεγμένου, δεῖμα νερτέρων κυνῶν, γλύμμα δεινὸν Ἑκάτης· λαμπὰς ἔστω πρὸς χέρας καὶ ξίφος τὸ ποίνιμον καὶ δράκων περισταλὴς ἅμμασιν Κόρην κρατῶν, δεινὸν ἀμφὶ κρᾶτα θείς, αἰόλη τε κλεὶς ὁμοῦ καὶ τὸ δαιμόνων κράτος μάστιγος ψόφος πολύς.» 5.14.3 Διὰ τούτων καὶ τῶν τούτοις ὁμοίων ὁ γενναῖος Ἑλλήνων φιλόσοφος, ὁ θαυμαστὸς θεολόγος, ὁ τῶν ἀπορρήτων μύστης, τὴν ἐκ λογίων φιλοσοφίαν ὡς ἀπόρρητα θεῶν περιέχουσαν λόγια παραφαίνει, ἄντικρυς τῆς πονηρᾶς καὶ δαιμονικῆς ἀληθῶς δυνάμεως ἐξαγορεύων τὰς κατ' ἀνθρώπων ἐνέδρας. τί 5.14.4 γὰρ ἂν γένοιτο βιωφελὲς ἀνθρώποις ἐκ τῆς κακοτέχνου γοητείας; τί δ' ἂν ἔχοι θεοφιλὲς ἡ τῶν ἀψύχων ξοάνων περιεργία; ποίας δ' εἰκὼν γένοιτ' ἂν ἐνθέου δυνάμεως ἡ τῶν τοιῶνδε σχημάτων μόρφωσις; τί δ' οὐ μᾶλλον φιλοσοφεῖν περὶ ἡμᾶς ἢ μαγεύειν καὶ τὰ ἀπειρημένα διώκειν συμβουλεύειν ἐχρῆν, τοῦ κατ' ἀρετὴν καὶ φιλοσοφίαν τρόπου πρὸς εὐδαίμονα καὶ μακάριον αὐτάρκους τυγχάνοντος βίον; ὁ δὲ ἐπιτείνων τὸν οἰκεῖον ἔλεγχον προστίθησι τοῖς εἰρημένοις καὶ ταῦτα· 5.15. ιεʹ.

ΟΤΙ ΚΑΙ ΤΑΣ ΑΨΥΧΟΥΣ ΥΛΑΣ ΦΙΛΟΥΣΙΝ «Ὅτι δὲ φιλοῦσι τὰ σύμβολα τῶν χαρακτήρων, ἡ Ἑκάτη παραβάλλουσα πρὸς ἃ φιλοῦσιν οἱ ἄνθρωποι μεμήνυκε διὰ τούτων· τίς βροτὸς οὐ πεπόθηκε χαρακτῆρας ὀπάσασθαι χαλκοῦ καὶ χρυσοῦ καὶ ἀργύρου αἰγλήεντος; τίς δὲ τάδ' οὐ φιλέει τῶν δὴ καθύπερθεν ἐφεστώς, εἰς ἓν ἀγειρόμενος εἴρω<ν> πολυμοιρέα φωτῶν; 5.15. οὐ μόνον δ' ὅτι φίλοι οἱ χαρακτῆρες δεδήλωκεν, ἀλλ' ὅτι καί, ὅπερ ἔφαμεν, αὐτοὶ περιγράφονται καί εἰσιν οἷον ἐν ἱερῷ χωρίῳ τῇ ὑποκειμένῃ εἰκόνι· οὐ γὰρ ἐπὶ γῆς ὀχεῖσθαι, ἀλλ' ἐπὶ γῆς ἱερᾶς ἐδυνήθησαν· ἱερὰ δὲ ἡ εἰκόνα φέρουσα θεοῦ, ἧς ἀρθείσης λέλυται τὸ κρατοῦν ἐπὶ γῆς τὸ θεῖον.» 5.15.3 Διὰ δὴ τούτων ἁπάντων 103

ἡγοῦμαι σαφῶς ἐληλέγχθαι ὡς ἄρα περίγειοί τινες καὶ φιλοπαθεῖς δαίμονες ἥλωσαν αὐτῶν ὄντες οἱ θεοί· διό μοι δοκῶ 5.15.4 σώφρονι λογισμῷ τὴν ἀποστροφὴν αὐτῶν πεποιῆσθαι. ὁρᾷς γοῦν ὡς κρατεῖν αὐτοὺς ἔν τισι γῆς χωρίοις τοὺς κατὰ μαγείαν φασὶ τύπους καὶ τοὺς τοιούσδε χαρακτῆρας, δέον, εἴπερ ἄρα θεῖόν τι ἦν ἀληθῶς, μηδ' ἀλλαχῆ πη ἐπιβαίνειν ἢ ἐν μόνῃ ψυχῆς διανοίᾳ, καὶ ταύτῃ παντὸς ῥύπου καὶ πάσης κηλῖδος κεκαθαρμένῃ σωφροσύνῃ τε καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς 5.15.5 κεκοσμημένῃ. τούτων γὰρ ἐν ἀνθρώπου ψυχῇ ὡς ἂν ἀληθῶς ἱερῷ χωρίῳ προϋποκειμένων, εἰκότως ἂν ἐπέλθοι θείου πνεύματος παρουσία· οὐδ' ἂν ἦν ἔτι χρεία τῆς κακοτέχνου γοητείας τῶν εἰς ὑποδοχὴν τοῦ θείου 5.15. κατὰ τὴν ἐνάρετον καὶ φιλόθεον ψυχὴν προηυτρεπισμένων. ὥστε διαρρήδην ἐξ ἁπάντων τούτων περιγείους τινὰς ἁλίσκεσθαι φιλοπαθεῖς τε καὶ φιλοσωμάτους ὑπάρχειν δαίμονας τοὺς περὶ ὧν ἡμῖν ὁ προκείμενος τυγχάνει λόγος· ἀλλὰ γὰρ ἑξῆς τούτοις ἄκουε οἷα ὁ αὐτὸς συγγραφεὺς περὶ τοῦ ἐκλελοιπέναι αὐτῶν τὰ βοώμενα χρηστήρια ἐν τοῖς αὐτοῖς τίθησι τοῦτον τὸν τρόπον· 5.16. ι ʹ.

ΠΕΡΙ ΤΩΝ ΕΚΛΕΛΟΙΠΟΤΩΝ ΧΡΗΣΤΗΡΙΩΝ ΑΥΤΟΣ Ο ΑΠΟΛΛΩΝ ΕΧΡΗΣΕ ΤΑΔΕ «Ἀμφὶ δὲ Πυθὼ καὶ Κλαρίην, μαντεύματα Φοίβου, αὐδήσει φάτις ἡμετέρη θεμιτώδεσιν ὀμφαῖς. μυρία μὲν γαίης μαντήια θέσκελα νώτῳ ἐβλύσθη πηγαί τε καὶ ἄσθματα δινήεντα· καὶ τὰ μὲν ἂψ χθονίοισιν ὑπαὶ κόλποισιν ἔδεκτο αὐτὴ γαῖα χανοῦσα, τὰ δ' ὤλεσε μυρίος αἰών. μούνῳ δ' Ἠελίῳ φαεσιμβρότῳ εἰσέτ' ἔασιν ἐν Διδύμων γυάλοις Μυκαλήϊον ἔνθεον ὕδωρ Πυθῶνός τ' ἀνὰ πέζαν ὑπαὶ Παρνάσιον αἶπος καὶ κραναὴ Κλαρίη, τρηχὺ στόμα φοιβάδος ὀμφῆς. Νικαεῦσι δὲ χρῶν ἔφη· Πυθῷον δ' οὐκ ἔστιν ἀναρρῶσαι λάλον ὀμφήν· ἤδη γὰρ δολιχοῖσιν ἀμαυρωθεῖσα χρόνοισι βέβληται κληῖδας ἀμαντεύτοιο σιωπῆς. ῥέξατε δ' ὡς ἔθος ἐστὶ θεόπροπα θύματα Φοίβῳ.» 5.16. Τούτοις κατὰ καιρὸν ἐνταῦθα προσήκει καὶ τὰ Πλουτάρχου προσθεῖναι ἀφ' οὗ πεποίηται συγγράμματος «Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων»· «Παυσαμένου δὲ τοῦ Ἀμμωνίου, Μᾶλλον, ἔφην ἐγώ, περὶ τοῦ μαντείου δίελθε ἡμῖν, ὦ Κλεόμβροτε· μεγάλη γὰρ ἡ παλαιὰ δόξα τῆς ἐκεῖ θεότητος, 5.16.3 τὰ δὲ νῦν ἔοικεν ἀπομαραίνεσθαι. τοῦ δὲ Κλεομβρότου σιωπῶντος καὶ κάτω βλέποντος ὁ Δημήτριος οὐδὲν ἔφη δεῖν περὶ τῶν ἐκεῖ πυνθάνεσθαι καὶ διαπορεῖν, τὴν ἐνταῦθα τῶν χρηστηρίων ἀμαύρωσιν, μᾶλλον δὲ πλὴν ἑνὸς ἢ δυεῖν ἁπάντων ἔκλειψιν ὁρῶντας, ἀλλὰ κοινῇ σκοπεῖν δι' ἣν αἰτίαν οὕτως ἐξησθέ.16.4 νηκε. τὰ γὰρ ἄλλα τί δεῖ λέγειν, ὅπου γε τὴν Βοιωτίαν ἕνεκα χρηστηρίων πολύφωνον οὖσαν ἐν τοῖς πρότερον χρόνοις νῦν ἐπιλέλοιπεν κομιδῆ, καθάπερ νάματα, καὶ πολὺς ἐπέσχεν μαντικῆς αὐχμὸς τὴν χώραν. οὐδαμοῦ γὰρ ἀλλαχόθι νῦν ἢ περὶ Λεβάδειαν ἡ Βοιωτία παρέχει τοῖς χρῄζουσιν ἀρύσασθαι μαντικῆς· τῶν δ' ἄλλων τὰ μὲν σιγή, τὰ δὲ παντελὴς ἐρημία κατέσχηκεν.» Ἔτι πρὸς τούτοις ὁ αὐτὸς περὶ τοῦ καὶ θνήσκειν αὐτῶν τοὺς δαίμονας ταῦτα γράφει· 5.17. ιζʹ.

ΠΕΡΙ ΤΟΥ ΚΑΙ ΘΝΗΣΚΕΙΝ ΤΟΥΣ ΔΑΙΜΟΝΑΣ ΟΥΣ ΔΗ ΩΣ ΘΕΟΥΣ ΤΙΜΩΣΙΝ «Τὸ μὲν ἐφεστάναι τοῖς χρηστηρίοις, εἶπεν, μὴ θεούς, οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι. τὸ δὲ τοῖς δαίμοσι τούτοις, μονονουχὶ δραχμὴν λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους, ἁμαρτίας καὶ ἄτας καὶ πλάνας θεηλάτους ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, 5.17. θρασύτερον ἡγοῦμαι καὶ 104

βαρβαρικώτερον. ἠρώτησεν οὖν ὁ Κλεόμβροτος τὸν Φίλιππον ὅστις εἴη καὶ ὁπόθεν ὁ νεανίας. πυθόμενος δὲ τοὔνομα καὶ τὴν πόλιν· Οὐδὲ αὐτοὺς ἡμᾶς, ἔφη, λανθάνομεν, ὦ Ἡρακλέων, ἐν λόγοις ἀτόποις γεγονότες, ἀλλ' οὐκ ἔστι περὶ πραγμάτων μεγάλων μὴ μεγάλαις προσχρησάμε.17.3 νον ἀρχαῖς ἐπὶ τὸ εἰκὸς τῇ δόξῃ προελθεῖν. σὺ δὲ σεαυτὸν λέληθας ὃ δίδως ἀφαιρούμενος. ὁμολογεῖς γὰρ εἶναι δαίμονας· τίνι γὰρ τῶν θεῶν διαφέρουσιν, εἰ καὶ κατ' οὐσίαν τὸ ἄφθαρτον καὶ κατ' ἀρετὴν τὸ ἀπαθὲς καὶ ἀναμάρτητον 5.17.4 ἔχουσιν; πρὸς ταῦτα τοῦ Ἡρακλέωνος σιωπῇ διανοουμένου τι πρὸς αὑτόν, ὁ Φίλιππος· Ἀλλὰ φαύλους μὲν δαίμονας οὐκ Ἐμπεδοκλῆς μόνον, ὦ Ἡρακλέων, ἀπέλιπεν, ἀλλὰ καὶ Πλάτων καὶ Ξενοκράτης καὶ Χρύσιππος· ἔτι δὲ Δημόκριτος εὐχόμενος «εὐλόγχων εἰδώλων» τυγχάνειν δῆλος ἦν ἕτερα δυσ.17.5 τράπελα καὶ μοχθηρὰ γινώσκων, ἔχοντα προαιρέσεις τινὰς καὶ ὁρμάς. περὶ δὲ τοῦ θανάτου τῶν τοιούτων ἀκήκοα λόγον ἀνδρὸς οὐκ ἄφρονος οὐδὲ ἀλαζόνος. Αἰμιλιανοῦ γὰρ τοῦ ῥήτορος, οὗ καὶ ὑμῶν ἔνιοι διακηκόασιν, Ἐπι.17. θέρσης ἦν πατήρ, ἐμὸς πολίτης καὶ διδάσκαλος γραμματικῶν. οὗτος ἔφη ποτὲ πλέων εἰς Ἰταλίαν ἐπιβῆναι νεὼς ἐμπορικὰ χρήματα καὶ συχνοὺς ἐπιβάτας ἀγούσης· ἑσπέρας δ' ἤδη περὶ τὰς Ἐχινάδας νήσους ἀποσβῆναι τὸ πνεῦμα καὶ τὴν ναῦν διαφερομένην πλησίον γενέσθαι Παξῶν· ἐγρηγορέναι δὲ τοὺς πλείστους καὶ πίνειν, ἐπεὶ δεδειπνηκότες ἦσαν· ἐξαίφνης δὲ φωνὴν ἀπὸ τῆς νήσου τῶν Παξῶν ἀκουσθῆναι, Θαμνοῦν τινος βοῇ καλοῦντος, ὥστε θαυμάζειν· ὁ γὰρ Θαμνοῦς Αἰγύπτιος ἦν κυβερνήτης, οὐδὲ τῶν ἐμπλεόντων γνώριμος πολλοῖς ἀπ' ὀνόματος. δὶς μὲν οὖν κληθέντα σιωπῆσαι, τὸ δὲ τρίτον ὑπακοῦσαι τῷ καλοῦντι, κἀκεῖνον ἐπιτείναντα τὴν φωνὴν εἰπεῖν· Ὁπόταν 5.17. γένῃ κατὰ τὸ Παλῶδες, ἀπάγγειλον ὅτι Πὰν ὁ μέγας τέθνηκεν. τοῦτο ἀκούσαντας ὁ Ἐπιθέρσης ἔφη πάντας ἐκπλαγῆναι καὶ διδόντων ἑαυτοῖς λόγον, εἴτε ποιῆσαι βέλτιον εἴη τὸ προστεταγμένον εἴτε μὴ πολυπραγμονεῖν, ἀλλ' ἐᾶν, οὕτω γνῶναι τὸν Θαμνοῦν, εἰ μὲν εἴη πνεῦμα, παραπλεῖν ἡσυχίαν ἔχοντα, 5.17. νηνεμίας δὲ καὶ γαλήνης περὶ τὸν τόπον γενομένης ἀνειπεῖν ἃ ἤκουσεν. ὡς οὖν ἐγένετο κατὰ τὸ Παλῶδες, οὔτε πνεύματος ὄντος οὔτε κλύδωνος, ἐκ πρύμνης βλέποντα τὸν Θαμνοῦν πρὸς τὴν γῆν εἰπεῖν, ὥσπερ ἤκουσεν, ὅτι ὁ μέγας Πὰν τέθνηκεν, οὐ φθῆναι δὲ παυσάμενον αὐτὸν καὶ γενέσθαι μέγαν οὐχ ἑνός, ἀλλὰ πολ.17. λῶν στεναγμὸν ἅμα θαυμασμῷ μεμιγμένον. οἷα δὲ πολλῶν ἀνθρώπων παρόντων ταχὺ λόγον ἐν τῇ Ῥώμῃ σκεδασθῆναι καὶ Θαμνοῦν γενέσθαι μετάπεμπτον ὑπὸ Τιβερίου Καίσαρος· οὕτως δὲ πιστεῦσαι τῷ λόγῳ τὸν Τιβέριον ὥστε διαπυνθάνεσθαι καὶ ζητεῖν περὶ τοῦ Πανός· εἰκάζειν δὲ τοὺς περὶ αὐτὸν φιλολόγους συχνοὺς ὄντας τὸν ἐξ Ἑρμοῦ καὶ Πηνελόπης γεγενημένον. 5.17.10 ὁ μὲν οὖν Φίλιππος εἶχεν τῶν παρόντων ἐνίους μάρτυρας, Αἰμιλιανοῦ τοῦ γέροντος ἀκηκοότας. ὁ δὲ Δημήτριος ἔφη τῶν περὶ τὴν Βρεττανίαν νήσων εἶναι πολλὰς ἐρήμους σποράδας, ὧν ἐνίας δαιμόνων καὶ ἡρώων ὀνομάζεσθαι· πλεῦσαι δὲ αὐτὸς ἱστορίας καὶ θέας ἕνεκα πομπῇ τοῦ βασιλέως εἰς τὴν ἔγγιστα κειμένην τῶν ἐρήμων, ἔχουσαν οὐ πολλοὺς ἐποικοῦντας, ἱεροὺς δὲ καὶ ἀσύλους πάν.17.11 τας ὑπὸ τῶν Βρεττανῶν ὄντας. ἀφιγμένου δὲ αὐτοῦ νεωστὶ σύγχυσιν μεγάλην περὶ τὸν ἀέρα καὶ διοσημείας πολλὰς γενέσθαι καὶ πνεύματα καταρραγῆναι καὶ πεσεῖν πρηστῆρας. ἐπεὶ δ' ἐλώφησεν, λέγειν τοὺς νησιώτας ὅτι τῶν κρεισσόνων τινὸς ἔκλειψις γέγονεν· ὡς γὰρ λύχνος ἀναπτόμενος, φάναι, δεινὸν οὐδὲν ἔχει, σβεννύμενος δὲ πολλοῖς λυπηρός ἐστιν, οὕτως αἱ μεγάλαι ψυχαὶ τὰς μὲν ἀναλάμψεις εὐμενεῖς καὶ ἀλύπους ἔχουσιν, αἱ δὲ σβέσεις αὐτῶν καὶ φθοραὶ πολλάκις μέν, ὡς νῦν, πνεύματα καὶ χαλάζας τρέφουσιν, πολλάκις 5.17.12 δὲ λοιμικοῖς πάθεσιν τὸν ἀέρα φαρμάττουσιν. ἐκεῖ μέντοι μίαν εἶναι νῆσον, ἐν ᾗ τὸν Κρόνον καθεῖρχθαι φρουρούμενον ὑπὸ τοῦ Βριάρεω καθεύδοντα· δεσμὸν γὰρ αὐτῷ τὸν ὕπνον μεμηχανῆσθαι· πολλοὺς δὲ περὶ αὐτὸν εἶναι δαίμονας ὀπαδοὺς καὶ θεράποντας.» 5.17.13 Τοσαῦτα ὁ Πλούταρχος.

ἐπιτηρῆσαι δ' ἄξιον τὸν καιρὸν ἐν ᾧ φησι τὸν θάνατον γεγονέναι τοῦ δαίμονος. οὗτος δὲ ἦν ὁ κατὰ Τιβέριον, καθ' ὃν ὁ ἡμέτερος σωτὴρ τὰς σὺν ἀνθρώποις ποιούμενος διατριβὰς πᾶν γένος δαιμόνων ἐξελαύνειν τοῦ τῶν ἀνθρώπων ἀναγέγραπται βίου· ὥστε ἤδη τινὰς τῶν δαιμόνων γονυπετεῖν αὐτὸν καὶ ἱκετεύειν μὴ τῷ περιμένοντι αὐτοὺς Ταρ.17.14 τάρῳ παραδοῦναι. ἔχεις οὖν καὶ τῆς τῶν δαιμόνων καθαιρέσεως τὸν χρόνον οὐκ ἄλλοτε ἐξ αἰῶνος ἱστορηθείσης, ὥσπερ οὖν καὶ τῆς ἀνθρωποθυσίας τῶν ἐθνῶν τὴν κατάλυσιν οὐκ ἄλλοτε ἢ μετὰ τὸ προελθὸν εἰς πάντας ἀνθρώπους κήρυγμα τῆς εὐαγγελικῆς διδασκαλίας γεγενημένην. ταῦτα μὲν οὖν ἡμῖν ἀπὸ τῆς νεωτέρας ἱστορίας ἐληλέγχθω. 5.18. <ιηʹ.

ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΤΟΙΣ ΠΑΛΑΙΟΙΣ ΕΛΛΗΣΙΝ ΜΝΗΜΟΝΕΥΟΜΕΝΩΝ ΧΡΗΣΤΗΡΙΩΝ> Ἀλλ' ἐπεὶ μὴ τοῖς πᾶσι γνώριμα τυγχάνει τὰ εἰρημένα, εὖ μοι δοκεῖ ἐντεῦθεν ἐπὶ τὰ πᾶσι πρόδηλα τοῖς φιλολόγοις μεταβῆναι καὶ τοὺς παλαιτάτους τῷ χρόνῳ χρησμοὺς ἐξετάσαι ἀνὰ στόμα πάντων Ἑλλήνων ᾀδομένους κἀν ταῖς κατὰ πόλιν διατριβαῖς τοῖς ἐπὶ παιδείᾳ φοιτῶσι παραδιδομένους. 5.18. ἄνωθεν τοίνυν ἀναλαβὼν τὰς παλαιὰς ἱστορίας ἐπίσκεψαι οἷα ὁ Πύθιος Ἀθηναίοις χρᾷ λοιμῷ πιεσθεῖσιν διὰ τὴν Ἀνδρόγεω τελευτήν. ἐλοίμωσσον δὲ πάντες Ἀθηναῖοι δι' ἑνὸς ἀνδρὸς θάνατον, τῆς δ' ἐκ τῶν θεῶν ἐπικουρίας 5.18.3 τυχεῖν ἠξίουν. τί ποτ' οὖν αὐτοῖς ὁ σωτὴρ καὶ θεὸς παραινεῖ; τάχα πού τις οἰήσεται δικαιοσύνης τοῦ λοιποῦ καὶ φιλανθρωπίας ἐπιμελεῖσθαι καὶ τῆς ἄλλης ἀρετῆς, ἢ μετανοεῖν ἐπὶ τῷ πλημμελήματι καί τι τῶν ὁσίων καὶ εὐσεβῶν ἐκτελεῖν, ὡς ἂν τῶν θεῶν τούτοις ἱλασκομένων. ἀλλὰ τούτων 5.18.4 μὲν ἦν οὐδέν. τί γὰρ δὴ καὶ μέλον ἦν τούτων τοῖς θαυμασίοις θεοῖς, μᾶλλον δὲ τοῖς παμπονήροις δαίμοσιν; πάλιν οὖν τὰ αὐτοῖς συγγενῆ καὶ οἰκεῖα, τὰ ἀνηλεῆ καὶ ὠμὰ καὶ ἀπάνθρωπα, λοιμὸν ἐπὶ λοιμῷ φασιν καὶ 5.18.5 θανάτους ἐπὶ θανάτῳ. κελεύει γοῦν ὁ Ἀπόλλων ἔτους ἑκάστου πέμπειν αὐτοὺς τῶν ἰδίων παίδων ἄρρενας ἐνήβους ἑπτὰ καὶ θηλειῶν ἰσαρίθμους παρθένους, ἀνθ' ἑνὸς δέκα καὶ τέσσαρας ἀναιτίους καὶ ἀπράγμονας, οὐκ εἰς ἅπαξ, ἀλλὰ καὶ κατὰ πᾶν ἔτος τυθησομένους ἐν Κρήτῃ παρὰ τῷ Μίνωϊ· ὥστε καὶ μέχρι τῶν Σωκράτους χρόνων πλέον ἢ πεντακοσίοις ὕστερον ἔτεσιν ὁ δεινὸς οὗτος καὶ ἀπανθρωπότατος δασμὸς μνήμην παρ' Ἀθηναίοις διεφύλαττεν. τοῦτο δὲ ἦν ἄρα τὸ καὶ Σωκράτει τὴν ἀναβολὴν τοῦ θανάτου 5.18. πεποιημένον. τίθησιν γοῦν ὁμοῦ καὶ ἀπελέγχει τὸν χρησμὸν εὖ μάλα τις τῶν νέων ἀνδρικῷ λογισμῷ Γοήτων φώραν ἐν οἰκείῳ συγγράμματι πεποιημένος· οὗ καὶ αὐτοῦ τῶν φωνῶν, ἀλλὰ μὴ τῶν ἐμῶν ἄκουε, πρὸς τὸν χρησμῳδὸν ὧδέ πως ἀποτεινομένου· 5.19. ιθʹ.

ΠΡΟΣ ΤΟΝ ΑΠΟΛΛΩ ΚΕΛΕΥΣΑΝΤΑ ΔΙΣ ΕΠΤΑ ΠΑΙΔΑΣ ΤΕ ΚΑΙ ΚΟΡΑΣ ΣΦΑΓΗΣΟΜΕΝΟΥΣ ΕΚΠΕΜΠΕΣΘΑΙ ΤΟΙΣ ΚΡΗΣΙΝ ΥΠΟ ΑΘΗΝΑΙΩΝ «Τί δ'; οὐκ Ἀθηναῖοι τὸν Ἀνδρόγεων ἀποκτείναντες καὶ λοιμώξαντες ἐπὶ τούτῳ εἶπον ἂν μετανοεῖν; ἢ μὴ λεγόντων, οὔ σε προσῆκον ἦν εἰπεῖν «μετανοεῖτε» μᾶλλον ἢ λιμοῦ καὶ λοιμοῦ τέλος ἔσσεται, ἤνπερ ἑαυτῶν σώματ' ἀπὸ κλήρου ἄρσεν καὶ θῆλυ νέμητε Μίνωϊ, εἰς ἅλα δῖαν ἀποστέλλοντες, ἀμοιβὴν τῶν ἀδίκων ἔργων· οὕτω θεὸς ἵλαος ἔσται. 5.19. ἐῶ γὰρ τὸ Ἀνδρόγεω μὲν Ἀθήνησιν ἀποθανόντος ὑμᾶς ἀγανακτεῖν, τῶν 5.19. δὲ τοσούτων καὶ πανταχόθι καὶ πάντοτε καθεύδειν. καίτοι εἰδὼς ὅτι ἐθαλασσοκράτει τότε ὁ Μίνως καὶ μέγα ἠδύνατο καὶ πᾶσα ἡ Ἑλλὰς τοῦτον ἐθεράπευεν καὶ ἦν καὶ διὰ τοῦτο δικαιότατος καὶ νομοθέτης ἀγαθὸς καὶ Ὁμήρῳ 106

ἐδόκει Διὸς μεγάλου εἶναι ὀαριστὴς καὶ ἀποθανὼν ἐν Ἅιδου δικαστής, καὶ σὺ διὰ 5.19.3 τοῦθ' ὑπὲρ αὐτοῦ τὰς δίκας ταύτας εἰσεπράττου; ἀλλὰ παραλείπω γε οὐδὲν ἧττον ταῦτα ὑμῶν καὶ ὅτι τοὺς φονεῖς ἐάσαντες τοὺς οὐδὲν αἰτίους πέμπειν ἐκελεύετε ἀποθανουμένους, καὶ ταῦτ' ἐπ' ἄνδρα, ὃν ἀναδεικνύναι ἐμέλλετε κοινὸν ἀνθρώπων δικαστήν, ὃς οὐδ' αὐτὸ τοῦτο ἠπίστατο δικάσαι. καίτοι πόσους ὑμεῖς οἱ θεοὶ ἀντὶ τούτων τῶν κόρων δίκαιοι πέμπειν ἐστὲ Ἀθηναίοις, οὓς ἀδίκως ὑπὲρ Ἀνδρόγεω ἀπεκτείνατε;» 5.19.4 Ὁ δ' αὐτὸς οὗτος συγγραφεὺς ὁπόσοις ὁ Ἀπόλλων διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας θανάτου αἴτιος γέγονεν, τὴν ἀμφὶ τοὺς Ἡρακλείδας ἀναλαβὼν ἱστορίαν, εὐθύνει λέγων οὕτως· 5.20. κʹ.

ΩΣ ΠΟΛΛΟΙΣ ΘΑΝΑΤΟΥ ΓΕΓΟΝΕΝ ΑΙΤΙΟΣ Ο ΑΠΟΛΛΩΝ ΔΙΑ ΤΗΣ ΤΩΝ ΧΡΗΣΜΩΝ ΑΜΦΙΒΟΛΙΑΣ «Ἐπεὶ δέ πως ἐπεμνήσθην τοῦδε τοῦ λόγου, φέρε τὰ καθήκοντα διέλθω τοῦ κατὰ τοὺς Ἡρακλείδας διηγήματος. οὗτοι γάρ ποθ' ὡρμημένοι κατὰ τὸν Ἰσθμὸν εἰσβαλεῖν εἰς Πελοπόννησον ἐσφάλησαν. Ἀριστόμαχος οὖν ὁ Ἀριδαίου, ἐπειδὴ ὁ Ἀριδαῖος ἀποτεθνήκει ἐν τῇ εἰσβολῇ, ἔρχεται ἀκουσό.20. μενος παρὰ σοῦ περὶ τῆς ὁδοῦ· ἐπεθύμει δὲ ὥσπερ καὶ ὁ πατήρ. σὺ δ' αὐτῷ λέγεις· νίκην σοι φαίνουσι θεοὶ δι' ὁδοῖο στενύγρων. καὶ ὃς κατὰ τὸν Ἰσθμὸν ὥρμησεν ἐπιχειρεῖν καὶ μάχῃ τελευτᾷ. τούτου υἱὸς ὁ Τήμενος κακοδαίμων ἧκεν ἐκ κακοδαιμόνων τρίτος· σὺ δ' αὐτῷ παρηγγύας ἃ καὶ Ἀριστομάχῳ τῷ πατρί· καὶ ὅς· Ἀλλὰ κἀκεῖνός σοι, ἔφη, πεισθεὶς ἀπέθανεν 5.20.3 ἐν τῇ εἰσβολῇ. καὶ σὺ ἔφης· Οὐ κατὰ γῆν λέγω στενύγρην, ἀλλὰ κατὰ τὴν εὐρυγάστορα, ἐπειδὴ χαλεπὸν ἦν εἰπεῖν κατὰ τὴν θάλασσαν, κἀκεῖνος ᾔει κατὰ τὴν θάλασσαν, δόξαν ἐμποιήσας ὅτι κατὰ γῆν εἰσίοι, καὶ μέσον στρατοπεδεύεται Ναυάτου καὶ Τυπαίου· καὶ διακοντίζει Κάρνον Ἱππότην Φυλάνδρου τὸν Αἰτωλόν, εὖ, ἐμοὶ δοκεῖ, ποιῶν· καὶ ἐπειδὴ συνεκύρησε νόσος πλησία καὶ ἀπέθανεν Ἀριστόδημος, πάλιν ἐπανεχώρουν, καὶ ὁ Τήμενος ἐλθὼν ἀπεμέμφετο τῇ ἀποτυχίᾳ καὶ ἤκουσεν, ὅτι ποινὴν ἀνεμάξατο τοῦ θείου ἀγγέλου, κατὰ τὸ ὑπὲρ τῆς εὐχῆς Ἀπόλλωνι Καρνείῳ ποίημα τὸ διὰ τοῦ χρησμοῦ λέγον· ἄγγελον ἡμέτερον κτείνας ἀνεμάξαο ποινήν. 5.20.4 Τί οὖν, φησὶν ὁ Τήμενος, τί χρὴ ποιεῖν; καὶ πῶς ἂν ἱλασαίμην ὑμᾶς; Εὔχεο Καρνείῳ τελέειν σέβας Ἀπόλλωνι. ὦ μιαρώτατε καὶ ἀναισχυντότατε μάντι· εἶτ' οὐκ ἠπίστασο ὅτι διαμαρτήσεται τῆς στενύγρης ὁ τὴν στενύγρην ἀκούσας; ἀλλ' οὐδὲν ἧττον ἐπιστάμενος 5.20.5 ἔχρας, ἔπειτα περιεώρας διαμαρτάνοντα. ἀλλ' ἀμφίβολος ἡ στενύγρη, ὅπως νικήσαντι μὲν αἴτιος εἶναι δοκῇς νίκης, ἡττηθέντι δὲ μηδὲν αἴτιος εἶναι ἥττης, ἔχῃς δὲ ἀποφυγεῖν ἐπὶ τὴν εὐρυγάστορα. ἀλλ' ἧκεν ἅνθρωπος ἐπὶ τὴν εὐρυγάστορα καὶ οὐκ ἔτυχεν. εὕρηται πάλιν εἰς ἀποφυγὴν Κάρνος ἄγγελος ἀποθα.20. νών. καίτοι πῶς, ὦ κράτιστε, ὁ κηδόμενος οὕτω τοῦ Κάρνου ἄλλοις μὲν αὐτὸν θεοφορεῖσθαι ἐκέλευες, ἑαυτῷ δὲ οὔ; καὶ δέον σῴζειν ἕνα ὄντα Κάρνον αὐτόν τε περιεῖδες καὶ ἐναποθανόντι αὐτῷ Ὁμηρικὴν νόσον ἐνέβαλες εἰς τὸ πλῆ.20. θος καὶ εὐχὰς ἐπὶ τῇ νόσῳ ἀφηγοῦ; εἰ δ' εὐχόμενος οὐδὲν ἐξήνυσεν, ἄλλο τι ἂν ἐξηύρητο ἄκος τῷ σῷ σοφίσματι, καὶ οὐδέποτε ἂν ἐλήξατε, οἱ μὲν ἐρωτῶντες, σὺ δὲ σοφιζόμενος, ἵνα καὶ νικῶσι καὶ ἡττωμένοις ᾖς ἀφώρατος κακουργῶν. ἱκανὸν γὰρ τὸ πάθος καὶ ἡ ἐπιθυμία παραβουκολῆσαι, ὡς μηδ' εἰ χιλιάκις σφαγεῖεν, ἀπιστεῖν σοι ποιῆσαι. 5.20. Τούτοις ἄξιον ἐπισυνάψαι τὰ περὶ Κροῖσον. Λυδίας οὗτος ἐβασίλευσεν, ἄνωθεν ἐκ παλαιῶν εἰς αὐτὸν ἥκουσαν παραλαβὼν τὴν ἀρχήν. εἶτά τι πλέον τῶν προγόνων κατορθώσειν ἐλπίσας τοὺς θεοὺς εὐσεβεῖν διενοήθη καὶ διὰ πείρας ἐλθὼν ἁπάντων τὸν ἐν Δελφοῖς Ἀπόλλω προκρίνει, κἄπειτα κρατῆρσιν καὶ πλίνθοις χρυσαῖς ἀναθημάτων τε μυρίων πλήθει κοσμήσας τὸ ἱερὸν τῶν πανταχοῦ 107

γῆς ἐν ὀλίγῳ χρόνῳ πλουσιώτατον ἀπέφηνεν, οὐδ' ὅσα 5.20. πρὸς θυσίας ἐξήρκει παραλιπὼν τῇ μεγαλοψυχίᾳ. ἐπειδὴ οὖν τὰ τοσαῦτα προδεδάνειστο τῷ θεῷ, ταῖς τῆς εὐσεβείας εἰκότως ὁ Λυδὸς ἐπιθαρσῶν με γαλουργίαις στρατεῦσαι ἐπὶ Πέρσας διανοεῖται, αὐξῆσαι τὴν ἀρχὴν εἰς μέγα 5.20.10 τῇ τοῦ θεοῦ συμμαχίᾳ προμηθούμενος. τί οὖν ὁ θαυμάσιος χρησμῳδός; αὐτὸς ἐκεῖνος ὁ ἐν Δελφοῖς, ὁ Πύθιος, ὁ φίλιος τὸν ἱκέτην, τὸν εὐσεβῆ, τὸν πρόσφυγα οὐχ ὅπως τῆς ἀλλοτρίας τυχεῖν ἀρχῆς, ἀλλὰ καὶ τῆς οἰκείας ἐκπεσεῖν παρασκευάζει, οὔ τι ἑκών, ἔμοιγε δοκεῖ, ἀγνοίᾳ δὲ μᾶλλον τοῦ ἀποβησομένου· μὴ γὰρ τὸ μέλλον εἰδὼς ὁ θεός, ἐπεὶ μὴ θεὸς ἦν μηδέ τις ἀνθρώπου κρείττων δύναμις, ἐπὶ θάτερα σοφιστικῶς τὸν χρησμὸν ἡρμόσατο καὶ μονονουχὶ φήσας· Κροῖσος Ἅλυν [ποταμὸν] διαβὰς μεγάλην ἀρχὴν καταλύσει, τὴν ἐκ προγόνων διαδοχῆς εἰς τὸν εὐσεβῆ κατελθοῦσαν τῆς Λυδίας ἀρχήν, μεγάλην οὖσαν καὶ πολυχρόνιον, καταστρέφει, τῆς ἄγαν περὶ αὐτὸν σπουδῆς τοῦτον ἀποδοὺς τῷ θεοφιλεῖ τὸν καρπόν.» Ἐπὶ τούτοις ὁ συγγραφεὺς οἷα οὐκ ἀλόγως διαγανακτεῖ ἄκουε· 5.21. καʹ.

ΩΣ ΚΑΙ ΤΩΙ ΚΡΟΙΣΩΙ ΤΗΣ ΟΙΚΕΙΑΣ ΑΡΧΗΣ ΕΚΠΕΣΕΙΝ ΔΙ' ΑΜΦΙΒΟΛΙΑΣ ΧΡΗΣΜΟΥ ΚΑΤΕΣΤΗ ΑΙΤΙΟΣ «Ἔοικας δὴ ὡς ἀληθῶς τὰ μὲν ὅσα ψάμμου ἄξιά ἐστιν εἰδέναι, καλὸν δὲ μηδὲν εἰδέναι. τὸ γοῦν ὀσμὴν ἐς φρένας σὰς ἐλθεῖν «κραταιρίνοιο χελώνης ἑψομένης» ψάμμου ἄξιον ἐπίστημά ἐστιν, οὐκ ἀληθὲς μὲν ὂν οὐδ' αὐτό, ἀλλὰ προσεοικός γε ὅμως τῷ ἀλαζόνι καὶ ἀναιδεῖ καὶ ἐπὶ τοῖς κενοῖς εἰδήμασι τὴν ὀφρὺν ἐπαίροντι καὶ τὸ Λύδιον ἀνδράποδον τὸν Κροῖσον πείθοντι μὴ καταφρονεῖν 5.21. αὐτοῦ. ὃς μετ' ὀλίγον ἐπὶ τῇ πείρᾳ ἤμελλεν ἀνερωτᾶν σε εἰ στρατεύοι ἐπὶ Πέρσας, καὶ σύμβουλον ποιεῖσθαι ὑπὲρ τῆς αὑτοῦ μανίας καὶ πλεονεξίας. ᾧ οὐκ ὤκνησας εἰπεῖν ὅτι Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει. 5.21.3 ἐκεῖνο μέντοι εὖ, ὅτι σοι οὐδὲν ἔμελεν εἴ τι ἄτοπον πείσεται ὑπ' ἀμφιβόλου χρησμοῦ ἐπαρθεὶς ἐπ' ἀλλοτρίαν ἀρχήν, οὐδ' εἰ πικροί τινες ἄνθρωποι καὶ κακοήθεις, δέον ἐπαινεῖν σε ἐπὶ τῷ τραχηλίσαι μαινόμενον ἄνθρωπον, καὶ προσεγκαλοῖεν ὡς οὐδὲ ἰσόρροπον φωνὴν ἀφέντα, ἵν' ὀκνήσειεν καὶ βουλεύσαιτο ὁ Λυδός· ἀλλὰ «καταλῦσαι» καθ' ἕνα τρόπον ἔστιν νοεῖσθαι πρὸς τῶν Ἑλλήνων, οὐ τὸ τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν, ἀλλ' αὖ τὴν ἀλλοτρίαν περιποιήσασθαι. 5.21.4 ὁ μὲν γὰρ Ἡμίμηδος ἢ Ἡμιπέρσης Κῦρος, ἢ ὁ μητρόθεν μὲν ἐκ τυραννικοῦ, πατρόθεν δὲ ἐξ ἰδιωτικοῦ γένους ἡμίονος ὢν ἐν τῷ αἰνίγματι, παρεμφαίνει μὲν τὴν ἔκτυφον μοῦσαν, ἀλλὰ καὶ τὴν ἄμαντιν μαντικήν, εἴπερ οὐκ ᾔδει μὴ οὐ 5.21.5 συνήσοντα τοῦ αἰνίγματος ὁ μάντις. εἰ δ' οὐχ ὑπ' ἀγνοίας, ἀλλ' ὑπὸ τρυφῆς καὶ πονηρίας ἔπαιζεν, βαβαὶ οἷα τὰ θεῖα παίγνιά ἐστιν. εἰ δὲ οὐδὲ τοῦτο, ἀλλ' ὅτι ἐχρῆν οὕτως γενέσθαι, ἀνιερώτατος μὲν οὗτος λόγων σοφιστικῶν· τί δὲ ὅλως, εἰ οὕτως ἐχρῆν γενέσθαι, σὺ ὁ δύστηνος ἐν Δελφοῖς καθέζῃ τὰ κενὰ καὶ μάταια ᾄδων; τί δὲ σοῦ ὄφελος ἡμῖν; τί δὲ μαινόμεθα οἱ πανταχόθεν τῆς γῆς ἐπὶ σὲ διώκοντες; τί δὲ σὺ κνηφιᾷς;» 5.21. Τοιαῦτα τῆς Οἰνομάου παρρησίας τὰ τῆς τῶν Γοήτων φώρας, κυνικῆς 5.21. οὐκ ἀπηλλαγμένα πικρίας. οὐδὲ γὰρ δαίμονος, μὴ ὅτι θεοῦ, τοὺς παρὰ τοῖς Πανέλλησι θαυμαζομένους χρησμοὺς εἶναι βούλεται, γοήτων δὲ ἀνδρῶν πλάνας καὶ σοφίσματα ἐπὶ ἀπάτῃ τῶν πολλῶν ἐσκευωρημένα· ὧν ἐπείπερ ἅπαξ ἐμνήσθημεν, οὐδὲν ἂν γένοιτο ἐμποδὼν τοῦ καὶ ἑτέρων ἐλέγχων ἐπακοῦσαι, καὶ πρώτου γε δι' οὗ καί φησιν αὐτὸς ἑαυτῷ ὑπὸ τοῦ Κλαρίου Ἀπόλλωνος ἠπατῆσθαι, γράφων ὧδε· 5.22. κβʹ.

ΩΣ ΠΛΑΝΩΣΙ ΔΙΑ ΤΩΝ ΧΡΗΣΜΩΝ ΠΑΙΖΟΝΤΕΣ ΤΟΥΣ ΕΡΩΤΩΝΤΑΣ 108

«Ἀλλὰ δὴ ἔδει τι καὶ ἡμᾶς τῆς κωμῳδίας μετασχεῖν καὶ μὴ σεμνύνεσθαι, ὡς οὐκ ἐμπεσόντας εἰς τὴν κοινὴν παραπληξίαν, καὶ τὴν ἐμπορίαν εἰπεῖν, ἣν καὶ αὐτοὶ περὶ σοφίας ἐνεπορευσάμεθα ἐκ τῆς Ἀσίας, ὦ Κλάριε, παρὰ σοῦ· ἔστιν ἐν Τρηχῖνος αἴῃ κῆπος Ἡρακλήιος πάντ' ἔχων θάλλοντα, πᾶσι δρεπόμενος πανημαδόν, οὐδ' ὀλιζοῦται, βέβριθε δ' ὑδάτεσιν διηνεκές. 5.22. εἶτ' ἐγὼ ἀκούσας ὁ βάκηλος καὶ αὐτὸς ὑπὸ τοῦ Ἡρακλέος ἐφυσήθην, καὶ τοῦ Ἡρακληίου κήπου θάλλοντος Ἡσιόδειόν τινα ὀνειροπολῶν ἱδρῶτα διὰ τὴν 5.22.3 Τρηχῖνα καὶ ῥηιδίην αὖθις ζωὴν διὰ τὸν θάλλοντα κῆπον. εἶτά μοι ἐπερο μένῳ εἴ μοι συναίρονται οἱ θεοί, εἷς τις ἐκ τῶν πολλῶν λέγει, ἐπομνύμενος αὐτοὺς τοὺς συναιρομένους θεούς, ἦ μὴν παρὰ σοῦ ἀκηκοέναι αὐτὸ τοῦτο 5.22.4 Καλλιστράτῳ δεδομένον Ποντικῷ τινὶ ἐμπόρῳ. ἐγὼ οὖν ὡς ἤκουσα, πῶς οἴει ἠγανάκτησα, ὡς δὴ τῆς ἀρετῆς ὑπ' αὐτοῦ ἀποστερούμενος; ἀλλὰ καίπερ ὅμως δυσφορῶν ἀνεσκοπούμην τὸν ἔμπορον, εἴ τι κἀκεῖνος ἐθάλφθη ὑπὸ τοῦ Ἡρακλέος· ἐφαίνετο δὴ οὖν κἀκεῖνος πόνον τινὰ πονεῖν καὶ κέρδους ἐφίεσθαι 5.22.5 καὶ βίον τινὰ ἡδὺν ἐκ τοῦ κέρδους προσδοκᾶν. ὡς δ' ἐφαίνετο ὁ ἔμπορος ἐξισούμενος, οὐκέτι τὸν χρησμὸν ἐδεχόμην οὐδὲ τὸν Ἡρακλέα, ἀλλ' ἀπηξίουν τῶν αὐτῶν κοινωνεῖν, εἴς τε τοὺς παρόντας πόνους αὐτῶν ἀποβλέπων καὶ τὰς 5.22. ἐν ἐλπίδι φάτνας. ἀλλ' οὐδὲ ὁ λῃστὴς ἄμοιρος τοῦ χρησμοῦ ἐφαίνετο οὐδὲ ὁ στρατιώτης οὐδὲ ἐρῶν ἀνὴρ οὐδὲ ἐρῶσα γυνὴ οὐδὲ κόλαξ οὐδὲ ῥήτωρ οὐδὲ συκοφάντης· ἑκάστῳ γὰρ ὧν ἐπιθυμεῖ ἡγεῖσθαι μὲν τὸν πόνον, προσδοκᾶσθαι δὲ τὴν εὐφροσύνην.» 5.22. Ταῦτα ἐκθέμενος εὐθὺς ἐπισυνάπτει ὡς καὶ δεύτερον ἐρωτήσας καὶ τρίτον οὐδὲν εἰδότας ἔγνω τοὺς θαυμασίους, μόνῳ δὲ τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἐπικρύπτοντας. λέγει δ' οὖν· 5.23. κγʹ.

ΟΤΙ ΤΩΙ ΤΗΣ ΑΣΑΦΕΙΑΣ ΣΚΟΤΩΙ ΤΗΝ ΣΦΩΝ ΑΓΝΟΙΑΝ ΕΠΙΚΡΥΠΤΟΥΣΙΝ «Ἐπεὶ δέ μοι τὰ τῆς ἐμπορίας ἤδη πρὸ ὁδοῦ ἦν, ἀνδρὸς δὲ ἔδει τοῦ ξεναγωγήσοντος ἐπὶ τὴν σοφίαν, ἄπορος δὲ ἐφαίνετο οὗτος, σὲ ἐδεόμην καὶ τούτου γενέσθαι ἐνδείκτην· «Ἔν σε τοῖσιν εὐπελέσσιν ἠδ' Ἀχαιοῖσιν χρέως θήσεται, τὸ δ' ἐκτεκμαρθὲν οὐδὲ μήν σ' ἀμφεύξεται.» 5.23. τί φῄς; εἰ δ' ἀγαλματοποιός τις ἢ ζωγράφος ἐπεθύμουν γενέσθαι καὶ διδασκάλους ἐζήτουν, ἆρά μοι ἤρκει ἀκοῦσαι «ἔν σε τοῖσιν εὐπελέσσιν», ἀλλ' οὐκ ἂν 5.23.3 μαίνεσθαι εἶπον τὸν λέγοντα; ἀλλὰ τοῦτο μὲν ἴσως οὐχ ἱκανὸς εἶ διανοῆσαι, ἀσάφειαν γὰρ ἔχει πολλὴν τὰ ἀνθρώπεια ἤθη· ὅπου δέ μοι ἐκ Κολοφῶνος ἄμεινον πορεύεσθαι, οὐκέθ' οὕτως ἀφανὲς τῷ θεῷ· ἐκ τανυστρόφοιο λᾶας σφενδόνης ἱεὶς ἀνὴρ χῆνας ἐνάριζεν βολαῖσιν ἀσπέτους ποιηβόρους. τοὺς δὲ ἀσπέτους ποιηβόρους χῆνας τίς μοι μηνύσει ὅ τί ποτε λέγουσιν; τίς δὲ τὴν τανύστροφον σφενδόνην; ὁ Ἀμφίλοχος ἢ ὁ Δωδωναῖος ἢ σὺ ἐν Δελφοῖς εἰ γενοίμην, οὐκ ἀπάγξῃ που ἀπελθὼν τῇ τανυστρόφῳ σφενδόνῃ μετὰ τοῦ ἀδιανοήτου ποιήματος;» 5.23.4 Ἀλλὰ γὰρ τούτων ὧδε ἐληλεγμένων ὥρα συνιδεῖν αὖθις ἄνωθεν ὅπως τοὺς παλαιτάτους χρησμοὺς τοὺς ἐν Δελφοῖς ὁ αὐτὸς ἀπελέγχει, τοὺς δὴ μάλιστα ἐν ταῖς Ἑλληνικαῖς ἱστορίαις θαυμαζομένους. 5.23.5 «Πολὺς ἦν ὁ Περσῶν στρατὸς ὡπλισμένος κατὰ Ἀθηναίων, οὐδ' ἦν τις αὐτοῖς ἄλλη σωτηρίας ἐλπὶς ἢ μόνος ὁ θεός· οἳ δὴ τοῦτον ὅστις ἦν εἰδότες 5.23. τὸν πατρῷον ἀρωγὸν ἐπεκαλοῦντο· ὁ ἐν Δελφοῖς Ἀπόλλων οὗτος ἦν. τί οὖν ὁ θαυμαστὸς οὗτος; ἆρά γε τῶν οἰκείων ὑπερεμάχει; ἆρα λοιβῆς καὶ κνίσης ἐμέμνητο καὶ ὧν αὐτῷ συνήθως ἐτέλουν τὰς ἑκατόμβας ἐπιθύοντες; οὐμενοῦν. ἀλλὰ τί φησιν; φεύγειν, καὶ φεύγειν ξύλινον τεῖχος παρασκευασαμένους, οὕτω τὸ ναυτικὸν δηλῶν, δι' οὗ μόνου φησὶν αὐτοὺς σωθήσεσθαι τῆς 5.23. πόλεως ἐμπρησθείσης. ὦ μεγάλης θεοῦ βοηθείας. εἶτα πολιορκίαν οὐ μόνον τῶν ἄλλων κατὰ τὴν πόλιν οἰκοδομημάτων, ἀλλὰ καὶ αὐτῶν 109

τῶν τοῖς θεοῖς ἀφιερωμένων δῆθεν προλέγειν προσποιεῖται. τοῦτο δὲ καὶ δίχα χρησμοῦ τοῖς πᾶσιν ἐκ τῆς τῶν πολεμίων ἐφόδου προσδοκᾶν ἦν.» Εἰκότα δῆτα ποιῶν ὁ συγγραφεὺς διαπαίζει πάλιν τὴν Ἑλληνικὴν ἀπάτην ἐξελέγχων ἐν τούτοις· 5.24. κδʹ.

ΟΤΙ ΜΗΔΕΝ ΔΥΝΑΜΕΝΟΙ ΒΟΗΘΕΙΝ ΕΝ ΤΑΙΣ ΤΩΝ ΠΟΛΕΜΩΝ ΣΥΜΦΟΡΑΙΣ ΔΙ' ΑΜΦΙΒΟΛΩΝ ΧΡΗΣΜΩΝ ΕΣΟΦΙΖΟΝΤΟ ΚΑΙ ΗΠΑΤΩΝ ΤΟΥΣ ΠΡΟΣΦΥΓΑΣ «Ἀλλὰ τὰ μὲν τοιαῦτα ἴσως ἐθελοκάκου τινός ἐστιν, ἐκεῖνα δὲ δεῖ μᾶλλον εἰς τὴν κρίσιν προάγειν τὰ πρὸς Ἀθηναίους. καὶ δὴ λεγέσθω τὰ πρὸς Ἀθηναίους· ὦ μέλεοι, τί κάθησθε; πόλιν φύγετ' ἔσχατα γαίης· οὔτε γὰρ ἡ κεφαλὴ μένει ἔμπεδος οὔτε τὸ σῶμα, οὐ χέρες οὐδὲ πόδες νέατοι· κατὰ γάρ μιν ἐρείψει πῦρ τε καὶ ὀξὺς Ἄρης, συριηγενὲς ἅρμα διώκων· πολλὰ δὲ τῇδ' ἀπολεῖ πυργώματα καὶ κατερείψει· πολλοὺς δ' ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει· οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασιν, δείματι παλλόμενοι. 5.24. ἰδοὺ δή σοι τὸ πρὸς Ἀθηναίους λόγιον· ἦ πού τι μαντικὸν ἔνεστιν; σὺ γὰρ οὕτως ἐθάρρεις αὐτῷ νὴ Δία <Διί>, φαίη τις ἄν, εἰ δὲ προσθείης ἃ δεομένων βοηθεῖν αὐτοῖς ἐπιλέγεται, γνωσθήσεται. ἰδοὺ δὴ προσκείσθω· οὐ δύναται Παλλὰς Δί' Ὀλύμπιον ἐξιλάσασθαι, λισσομένη πολλοῖσι λόγοις. σοὶ δὲ τόδ' αὖτις ἔπος ἐρέω, ἀδάμαντι πελάσσας· τῶν ἄλλων προαλισκομένων τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς μοῦνον ἀπόρθητον τελέθειν διὰ Παλλάδα κούρην· μηδὲ σύ γ' ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα, νῶτον ἐπιστρέψας· ἔτι τοί ποτε κἀντίος ἔσται. ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν ἤ που σκιδναμένης Δημήτερος ἢ συνιούσης. 5.24.3 ἄξιός τέ σοι ὁ Ζεὺς τοῦ Διός, ὦ υἱὲ τοῦ Διός, ἀλλὰ καὶ ἡ Ἀθηνᾶ τῆς Ἀθηνᾶς, ὦ τῆς Ἀθηνᾶς ἀδελφέ· ἥ τε σπουδὴ αὕτη καὶ ἡ ἀντισπουδία ἐπιπρέπει τῷ πατρὶ καὶ τῇ θυγατρί, μᾶλλον δὲ τοῖς θεοῖς· ὅ τε Ὀλύμπιος οὗτος ὁ τὴν μίαν ταύτην ἐξελεῖν πόλιν ἀσθενῶν, εἰ μὴ ἀπὸ Σούσων ἐπαγάγοι αὐτῇ τὸν ἄπειρον ἐκεῖνον στρατόν, μέγας τις ἄρα ἦν καὶ τὴν τοῦ παντὸς κυρίαν ἔχων καὶ πιθανὸς ἅμα, ἐκ μὲν τῆς Ἀσίας εἰς τὴν Εὐρώπην κινῶν ἔθνη τοσαῦτα, ἐν δὲ τῇ Εὐρώπῃ μίαν πόλιν 5.24.4 ἀνατρέψαι ἀδύνατος ὤν. καὶ σὺ δέ, ὁ τολμηρὸς ἅμα καὶ ἐπὶ τῷ μηδενὶ ῥιψοκίνδυνος, οὐκ οἰμώξεις; εἶπον ἂν ἄνθρωποι, ὑπὲρ ὧν ἡ Παλλὰς οὐ δύναται Δί' Ὀλύμπιον ἐξιλάσασθαι· ἢ οὐ τοῖς ἀνθρώποις ἐμήνιεν ὁ Ζεύς, ἀλλὰ τοῖς λίθοις καὶ τοῖς ξύλοις κἄπειτα σὺ μὲν τοὺς ἀνθρώπους ἔσῳζες, ὁ δὲ τὰ οἰκοδομήματα ἐνεπίμπρα ἐπακτῷ πυρί; οὐ γὰρ ἦν αὐτῷ κεραυνὸς τηνικαῦτα. 5.24.5 ἢ μή τι μᾶλλον ἡμεῖς τολμηροί τε ἐσμὲν καὶ ῥιψοκίνδυνοι, οὐκ ἐπιτρέποντες ὑμῖν οὕτω φληναφᾶν; πῶς δέ, ὦ μάντι, ὅτι μὲν ἡ θείη Σαλαμὶς ἀπολεῖ τέκνα γυναικῶν ᾔδεις, πότερα δὲ σκιδναμένης Δημήτερος ἢ συνιούσης οὐκέτ' ᾔδεις; πῶς δὲ οὐδὲ τοῦτο ᾔδεις, ὅτι τὰ τέκνα τῶν γυναικῶν εἴποι μὲν ἄν τις εἶναι καὶ τὰ οἰκεῖα, εἴποι δ' ἂν καὶ τὰ πολέμια, αἰσθόμενος τοῦ κακοτεχνήματος; 5.24. περιμένειν δὲ δεῖ τὸ ἀποβησόμενον· ἓν γὰρ δεῖ τι τούτων ἀποβήσεσθαι. ἡ γάρ τοι Σαλαμὶς ἡ θείη οὐδὲ ἡττωμένων ἀφήρμοσεν ἄν, ὡς εἰς οἶκτον οὕτως ἐπι φωνουμένη· ἥ τε μέλλουσα τῶν νηῶν μάχη, ἤτοι που σκιδναμένης Δημήτερος ἢ συνιούσης, καταπέπλασται τῇ ποιητικῇ σεμνολογίᾳ, ἵνα γένηται μάντευμα ἀφώρατον τῷ σοφισμῷ καὶ μὴ εὐθὺς καταφανὲς ᾖ, ὅτι ἐν χειμῶνι μάχη ναυτικὴ 5.24. οὐ συνίσταται. ἤδη δὲ οὐδὲ ἡ τραγῳδία ἀφανὴς οὐδὲ οἱ θεοὶ ἐπεισκυκλούμενοι, ὁ μὲν ἱκετεύων, ὁ δὲ οὐ κατακαμπτόμενος· χρήσιμοι τῷ μέλλοντι καὶ τῇ τοῦ πολέμου παραδόξῳ ῥοπῇ, ὁ μὲν σῳζομένοις, ὁ δ' ἀπολλυμένοις. εἴτε γὰρ σῴζοιντο, ἰδοὺ αἱ τῆς Παλλάδος λιταὶ προμεμήνυνται, ἱκαναὶ οὖσαι κάμψαι τὴν τοῦ Διὸς ὀργήν· εἴτε καὶ μή, οὐδὲ τοῦτο τῷ μάντει ἀκατάσκευον· οὐ γὰρ δύναται Παλλὰς 110

τὸν Δία ἐξιλάσασθαι· πρός τε τὰς ἡμικάκους τύχας ὁ τεχνίτης ἐκέρασεν τὸ λόγιον, ὡς δὴ τοῦ Διὸς τῇ μὲν τὴν ἑαυτοῦ πρόθεσιν ἐκτελέσαντος, 5.24. τῇ δὲ τὴν δέησιν τῆς θυγατρὸς οὐ περιφρονήσαντος. τά τε πυργώματα ὅτι πολλὰ ἀπολεῖται, εἰ μετὰ ναρθήκων, ἀλλὰ μὴ μετὰ σιδήρου καὶ πυρὸς ἐπῄεσαν, τάχα ἂν ψεῦδος ἦν, ὁπότε καὶ μετὰ ναρθήκων ἔπραξαν ἄν τι πάντως οἱ τοσοῦτοι; ἀλλ' ἐγώ, φησίν, ἐξεῦρον τὸ ξύλινον τεῖχος, τὸ μόνον ἀπόρθητον. συμβούλευμα σύ γε, ἀλλ' οὐ μάντευμα, οὐκ ἀπεοικὸς τῷ φεύγειν μηδὲ μένειν μηδ' αἰδεῖσθαι κακὸν εἶναι. 5.24. ὁ γοῦν ἐπιλυσάμενος ἐκεῖνο τὸ αἴνιγμα οὐ χείρων ἦν σου κατιδεῖν, ὅτι ἡ τῶν Ἀθηναίων πόλις πρόφασις ἦν τῷ Πέρσῃ τῆς ὁδοῦ καὶ ἡ πᾶσα ἔλασις ἐπὶ ταύτην πρώτην τε καὶ ἐξοχωτάτην ἐγίνετο, ἐπεὶ καὶ ὁ ἄμαντις αὐτὸς ἐγὼ τοῦτο αἰσθόμενος καὶ τὸν Ἀθηναῖον ἄν, οὐ μόνον τὸν Λυδόν, ἐκέλευον φεύγειν νῶτα ἐπιστρέψαντα· ἔτι γάρ ποτε κἀντίος ἔσται· πολλὴ γὰρ ἱπποσύνη 5.24.10 καὶ πεζὸς ἐπέρχεται. ὅτι δὲ ναυσίν, ἀλλ' οὐ κατ' ἤπειρον· καὶ γὰρ ἦν γελοῖον ἔχοντας ναυτικὸν καὶ ἐπὶ θαλάσσης κατοικοῦντας μὴ οὐ πασσυδὶ σκευωρησαμένους καὶ τροφὰς ὅσας εἶχον συνεμβαλομένους σῴζεσθαι, παραδόντας τοῖς βουλομένοις τὴν γῆν.» 5.24.11 Ταῦτα μὲν οὖν τὰ πρὸς Ἀθηναίους. ἀσθενῆ δὲ σφόδρα καὶ καταγέλαστα τὰ πρὸς Λακεδαιμονίους· ἤτοι γὰρ πᾶσα, φησίν, ἡ πόλις πολιορκηθήσεται ἢ ἀπολωλότα τὸν βασιλέα πενθήσει. τοῦτο δ' ἐξ ἅπαντος εἰκὸς ἦν παντί τῳ στο.24.12 χάζεσθαι, τὸ ἤτοι τόδε ἢ τόδε συμβήσεσθαι. ἀλλ' οὐ δήπου θεοῦ ἦν μάντευμα ὧδέ πως ἀμφιβάλλειν ἀγνοίᾳ τοῦ μέλλοντος, βοηθεῖν δέον καὶ σωτῆρα τῶν Ἑλλήνων ἐν καιρῷ παραφαίνεσθαι καὶ μᾶλλον τὴν κατὰ τῶν ἐχθρῶν καὶ βαρβάρων νίκην τοῖς Ἕλλησιν ὡς ἂν οἰκείοις φίλοις προξενεῖν· ἢ εἰ μὴ τοῦτο δυνατὸς ἦν, κἂν τὸ μὴ παθεῖν αὐτοὺς μηδὲ ἁλῶναι παρέχειν. ὁ δὲ οὐδὲ τοῦτο, ἀλλ' οὐδ' ὅπως αὐτοῖς τὰ τῆς ἥττης περιστήσεται γινώσκει. διὸ καὶ πρὸς ταῦτα οἷά φησιν ὁ ἔλεγχος ἄκουε· 5.25. «Ἀλλ' οὐ δεῖ Λακεδαιμονίοις, φήσεις, ταὐτὸν παραινεῖν. ἀληθῆ λέγεις. οὐ γὰρ ἠπίστασο, ὦ σοφιστά, οἷ χωρήσει τὰ τῆς Σπάρτης, ὥσπερ τὰ τῆς Ἀττικῆς. ἐδεδοίκεις οὖν μὴ σὺ μὲν κελεύῃς αὐτοὺς φεύγειν κἄπειτα οἱ μὲν 5.25. φεύγοιεν, οἱ δὲ μὴ ἐπέλθοιεν. ἐπεὶ οὖν ἔδει τι λέγειν, οὕτως εἶπας τοῖς Λακεδαιμονίοις· ὑμῖν, ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο, ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπ' ἀνδράσι Περσεΐδῃσι πέρσεται, ἢ τὸ μὲν οὐχί, ἀφ' Ἡρακλέος δὲ γενέθλης πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρον. 5.25.3 πάλιν ὁ ἀμαντευτότατος σύνδεσμος. ἀλλ' ἐῶμεν αὐτόν, ὡς μὴ δὶς περὶ τοῦ αὐτοῦ σοι ἐπιπηδῶντες ἐπαχθεῖς ἅμα καὶ ἄποροι δοκῶμεν εἶναι, τὰ δὲ λοιπὰ 5.25.4 ἐπισκοπῶμεν. εἰς σὲ μὲν ἀπέβλεπον ἅπαντες ἐν τηλικούτῳ κινδύνῳ, σὺ δ' αὐτοῖς καὶ τῶν μελλόντων μηνυτὴς καὶ τῶν ποιητέων ἦσθα σύμβουλος. καὶ σὲ μὲν ἐκεῖνοι πιστόν, σὺ δ' αὐτοὺς ἐπέπεισο ἠλιθίους εἶναι καὶ ὁ καθεστὼς καιρὸς ὅτι ἱκανὸς ἦν ἄγειν καὶ τραχηλίζειν τοὺς ἀβελτέρους οὐ μόνον εἰς Δελφικὰ καὶ Δωδωναῖα σοφιστήρια, ἀλλ' ἤδη καὶ ἐπὶ τὰ κριθομαντεῖα καὶ 5.25.5 ἀλευρομαντεῖα καὶ τοὺς ἐγγαστριμύθους. πιστοὶ δὲ οὐ μόνον οἱ θεοὶ τηνικαῦτα, ἀλλ' ἤδη καὶ αἱ γαλαῖ καὶ αἱ κορῶναι καὶ τὰ καθύπνια παραπαίσματα. οὔκουν ἄδηλον ὅτι οὔτ' ἂν ἀμφότερα μᾶλλον ἐδέξαντο ἢ τὸ ἕτερον οὔτ' ἂν τὸ μεῖζον ἀντὶ 5.25. τοῦ μείονος, μεῖον δὲ εἶναι ἕνα ἀντὶ πάντων πταίειν τὸν βασιλέα. μετὰ μὲν δὴ τῆς πόλεως πιπτούσης οὐδεμία οὐδ' αὐτῷ ἀποφυγή· εἰ δ' αὐτὸς ἄλλῃ πη τάττοιτο, τάχα ἄν τι καὶ παράδοξον γένοιτο. λείπεται δὴ τοὺς ταῦτα λογιζομένους τὸν μὲν βασιλέα πέμψαι προσπολεμήσοντα, αὐτοὺς δὲ οἴκοι μένον.25. τας ἔξω κινδύνων καραδοκεῖν· τῷ μὲν οὖν μετ' ὀλίγων ἐναντίῳ ἱσταμένῳ πρὸς τὸν ἄπειρον ὄχλον ὄλεθρος προφανής, ἡ δὲ Σπάρτη ἀνοχὰς εἶχεν τοῦ φόβου καὶ παραδόξους ἐλπίδας· μηδὲν δὲ ἧττον ἀφώρατον εἶναι τὸ σό.25. φισμα καὶ διαφυγούσης καὶ ἁλούσης. τί δή ποτε; ὅτι οὐκ εἴρητο μὰ Δία εἰ ὁ βασιλεὺς ἀποθάνοι, ἡ πόλις σωθήσεται, ἀλλ' ὅτι ἢ μόνος ἀπολεῖται ἢ ἡ σύμπασα πόλις· τοῦτο δὲ ἐν ἑκατέρῳ ἀνεύθυνον, καὶ μόνου αὐτοῦ 111

ἀπολουμένου καὶ μὴ μόνου. οὗτος δὲ τύφου καὶ ἀφροσύνης καρπός.» Ἀλλὰ ταῦτα μὲν ταύτη. οὐκ ἄξιον δὲ παρελθεῖν καὶ ἅπερ Κνιδίοις ἔχρησεν πάλιν εὐχομένοις καὶ τὴν παρὰ τοῦ θεοῦ συμμαχίαν αἰτοῦσιν· 5.26. «Ἔπαθον δὲ καὶ οἱ Κνίδιοι τούτῳ προσεοικὸς Ἁρπάγου ἐπ' αὐτοὺς στρατεύοντος. τὸν γὰρ ἰσθμὸν τὸν αὐτόθι διακόπτειν ἐπιχειροῦντες καὶ τὴν πόλιν νησοποιεῖν, τὰ μὲν πρῶτα τοῦ ἔργου εἴχοντο, ἐπεὶ δὲ αὐτοῖς ἀπήντα 5.26. ἡ ἐργασία, ἀπαγορεύοντες ἤδη ἐχρῶντο. σὺ δὲ αὐτοῖς εἶπας· Ἰσθμὸν <δὲ> μὴ πυργοῦτε μηδ' ὀρύσσετε· Ζεὺς γάρ κ' ἔθηκε νῆσον, αἴ κ' ἐβούλετο, καὶ οἱ βλᾶκες ἐπείσθησαν καὶ ἀποτραπόμενοι παρέδωκαν ἑαυτοὺς τῷ Ἁρπάγῳ. τὸ δὲ ῥᾳδιούργημα· ἐπεὶ γὰρ οὐκ ἦν βέβαιος ἀποφυγὴ ὀρύξασι, τούτου μὲν 5.26.3 ἔπαυσας, ὡς μὴ κελεύων ἔργου ἔχεσθαι ἐπαγγέλλῃ τὴν ἀποφυγήν· τούτῳ δὲ οὐ τὸ λῷον εἶναι μὴ ὀρύξασι προσετίθεις, ἀλλ' ὅτι οὐ δοκεῖ τῷ Διὶ αὐτὴν νῆσον εἶναι. ἐν μὲν οὖν τῇ ἀποτροπῇ ἀμφότερα ἰσόρροπα, ἐν δὲ τῇ προτροπῇ τὸ διαφεύξεσθαι προεῖχεν· οὗ δὴ ἀσφαλὲς ἦν τῷ σοφιστῇ τὸ ἀνατρέπειν. οὕτως δὲ οὐδὲν εἰπὼν ὧν ἕνεκα ἦσαν ἀφιγμένοι ἀπέπεμψας οἰομένους ἀκηκοέναι τι.» 5.26.4 Ταῦτα δὲ ἡγοῦμαι τὸ ἀδρανὲς τῶν τε χρώντων καὶ τῶν χρωμένων ἀπελέγχειν αὐτάρκως, καὶ ὅτι μηδὲν ἀληθὲς ἢ ἔνθεον ἔστιν εὑρεῖν ἐν τοῖς δη.26.5 λουμένοις. τὸ δὲ κακότροπον τοῦ ἤθους εἴτε τῶν πονηρῶν δαιμόνων εἴτε τῶν τὰ μαντικὰ καθυποκρινομένων ἀνδρῶν ἴδοις ἄν, εἰ μάθοις ὡς καὶ εἰς τὸν κατ' ἀλλήλων πόλεμον τοὺς χρωμένους αὐτοῖς ἠρέθιζον, εἰρήνης καὶ 5.26. φιλίας αὐτοὺς δέον εἶναι βραβευτάς. τοτὲ μὲν οὖν Λακεδαιμονίους ὡς ἂν οἰκείους καὶ φίλους ὁ ἐν Δελφοῖς πάλιν κατὰ Μεσσηνίων παραμαίνει, τοτὲ δ' αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων χρᾷ, εἰ πάλιν οὗτοι δι' ἀνθρωποθυσίας ἱλάσοιντο τοὺς δαίμονας. ἄκουε δὲ καὶ τὰ περὶ τούτων· 5.27. κεʹ.

ΩΣ ΤΟΥΣ ΧΡΩΜΕΝΟΥΣ ΑΥΤΟΙΣ ΕΞΕΜΑΙΝΟΝ ΕΙΣ ΤΟΝ ΚΑΤ' ΑΛΛΗΛΩΝ ΠΟΛΕΜΟΝ «Ἐπικρινεῖ δὴ τὰ τοιαῦτα ἡ Σοφία παροῦσα τῇ Μαντικῇ καὶ οὐκ ἐπιτρέψει αὐτῇ ὡς ἔτυχε διαλέγεσθαι, ἅτε δὴ τῶν πάντων ἀναψαμένη τὰ πείσματα καὶ ἐπιθεμένη τὰ πρεσβεῖα, οὐδὲ ἐφήσει ματαίῳ ὄντι τῷ Πυθίῳ χρᾶν οὔτε τούτοις οὔτε Λακεδαιμονίοις περὶ Μεσσηνίων καὶ τῆς γῆς ἧς εἶχον Μεσσήνιοι ἀπάτῃ νικήσαντες Λακεδαιμονίους· οὔ σε μάχης μόνον ἔργ' ἐφέπειν χερὶ Φοῖβος ἄνωγεν, ἀλλ' ἀπάτῃ μὲν ἔχει γαῖαν Μεσσηνίδα λαός· ταῖς δ' αὐταῖς τέχναις τις ἁλώσεται αἷσπερ ὑπῆρξεν. 5.27. εἰρήνης μᾶλλον μεμνῆσθαι κελεύει καὶ ὀλιγοδείας καὶ αὐταρκείας. οἱ δέ που τοῖς Λυκούργου νόμοις κατακοσμούμενοι ἧκον ὑπὸ ἀπληστίας καὶ δόξης κενῆς ἐρησόμενοι, ὡς μὴ δοκοῖεν Μεσσηνίων μάχῃ λείπεσθαι, ἐν νόμοις καρτερι.27.3 κοῖς τεθράφθαι δοκοῦντες. οἱ δέ γε εἰ ἐν καρτερικοῖς οὕτως ἦσαν νόμοις τεθραμμένοι, ἐκαρτέρουν ἂν ἐπὶ τοῖς ὀλίγοις καὶ οὐδὲν ἂν μάχης αὐτοῖς ἔδει 5.27.4 οὐδὲ ὅπλων καὶ τῆς λοιπῆς ἀποπληξίας. ταῦτα Λακεδαιμονίοις κατὰ Μεσσηνίων, πάλιν δ' αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων ταῦτα· σὺ γὰρ καὶ Μεσσηνίοις κατὰ Λακεδαιμονίων, οὐ μόνον Λακεδαιμονίοις κατὰ Μεσσηνίων χρησμῳδεῖς· παρθένον Αἰπυτίδα κλῆρος καλεῖ, ἥντινα δοίης δαίμοσι νερτερίοις, καί κεν σώσεις πτολίεθρον. 5.27.5 τὰ γὰρ παρευρήματα οὐ δέχομαι, ὅτι οὐκ ἦν καθαρὸν ἐκ γένους Αἰπύτου τὸ ἱερεῖον, ὅθεν ἀτέλεστα Μεσσηνίοις εἶναι. τοιοῦτος γὰρ εἶ οἷος ταράττειν.» Τὰ μὲν δὴ τῆς παλαιᾶς ἱστορίας τοιαῦτα. μυρία δ' ἔστι καὶ καθ' ἡμᾶς τούτοις συνιδεῖν ὅμοια, ἐκ παλαιοῦ χρόνου καὶ εἰς ἡμᾶς αὐτοὺς τῶν κατὰ χρόνους ἀρχόντων τοτὲ μὲν εἰς ἀπράκτους πολέμους διὰ τῆς τῶν χρησμῶν συμβουλίας ὁρμώντων, τοτὲ δὲ σφαλλομένων ἐκ τῆς τῶν χρησθέντων ἀδηλίας, ἄλλοτε δ' ἀποπλανωμένων ἐκ τῆς 112

αὐτόθεν τῶν 5.27. λογίων ἀπάτης. τί δεῖ λέγειν, ὥς ποτε ἐν ταῖς μεγίσταις συμφοραῖς, ἤτοι τῶν πρὸς τοὺς ἐχθροὺς παρατάξεων ἢ τῶν ἐν ταῖς σωματικαῖς ἀρρωστίαις κινδύνων, τῆς τῶν νενομισμένων θεῶν ἐπικουρίας ἢ θεραπείας 5.27. οὐδὲν ὤναντο; τοιαῦτα δὲ ἀεὶ καὶ διὰ παντὸς αὐτοῖς τὰ ἀπὸ τῶν χρη 5.27. σμῶν ἐκπίπτει, οἷα καὶ τὰ τῆς παλαιᾶς ἱστορίας συνίστησιν. ἀλλ' ἐπεὶ τῶν μάλιστα παρὰ τοῖς Ἕλλησι θρυλουμένων τοῦ Πυθίου χρησμῶν εἷς τις ἦν καὶ ὁ πρὸς Λυκοῦργον, ᾧ προσιόντι ἡ Πυθία ἐπεφώνησεν τὸ βοώμενον ἐκεῖνο· ἥκεις, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηὸν Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ' ἔχουσι· δίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον· ἀλλ' ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόεργε. ἥκεις εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι δώσω καὶ τὰ τούτοις συνεπιλεγόμενα· φέρε καὶ πρὸς ταῦτα τίνα ποτὲ συνεῖδεν ὁ προδηλωθεὶς ἔλεγχος ἐποπτεύσωμεν. γράφει δὲ ὧδε· 5.28. κ ʹ. ΤΑ ΠΕΡΙ ΛΥΚΟΥΡΓΟΥ ΤΟΥ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ ΝΟΜΟΘΕΤΟΥ ΟΤΙ ΜΗ ΘΕΟΥ ΑΞΙΑ «Ἀλλὰ σὺ τὸν Τυρταίου προκαθηγεμόνα καὶ σκοπὸν ἐλθόντα ποτὲ ὡς σὲ ἥκειν ἔφης ἐκ κοίλης Λακεδαίμονος «Ζηνὶ φίλον καὶ πᾶσιν Ὀλύμπια δώματ' ἔχουσι», δίζησθαί τε ἢ θεὸν αὐτὸν μαντεύσῃ ἢ ἄνθρωπον, ἀλλ' ἔτι καὶ μᾶλλον 5.28. θεόν, ὅτι ἦλθεν εὐνομίην αἰτήσων. καὶ πῶς, εἰ θεός, οὐκ ἠπίστατό πω νόμον πολιτικὸν ὁ φίλος τοῦ Διὸς καὶ πάντων τῶν Ὀλυμπίων; ἀλλ' ἐπεί τοι καὶ οὐ δίχα θεοῦ ἴσως τὰ τοιαῦτα εὑρίσκεται, ἃ δέδεικται τῷ θειοτάτῳ ἀνθρώπων τῇ ἀπὸ τοῦ θεοῦ φωνῇ, φέρε ἴδωμεν τὴν θείαν φωνὴν καὶ ἃ ἐδίδαξας τὸν Λυκοῦργον· ἥκεις εὐνομίην διζήμενος, αὐτὰρ ἐγώ τοι δώσω. 5.28.3 δός, εἴποιμι ἂν ἐγώ· οὐδεμίαν γάρ πω δόσιν οὐδενὶ ἐπηγγείλω τοιαύτην. Ἕως ἂν μαντείῃσιν ὑποσχέσιάς τε καὶ ὅρκους καὶ δίκας ἀλλήλοισι καὶ ἀλλοδαποῖσι διδῶτε, ἁγνῶς καὶ καθαρῶς πρεσβηγενέας τιμῶντες, Τυνδαρίδας δ' ἐποπιζόμενοι, Μενέλαν τε καὶ ἄλλους ἀθανάτους ἥρωας, οἳ ἐν Λακεδαίμονι δίῃ, οὕτω δή χ' ὑμῶν περιφείδοιτ' εὐρύοπα Ζεύς. 5.28.4 Ἄπολλον, διδασκαλίας καὶ παρεγγυήσεως θείας! καὶ οὐ μακρὸς ἕνεκα τούτων ὁ στόλος οὐδὲ ὅπως εἰς Δελφοὺς ἐκ Πελοποννήσου, ἀλλ' οὐδ' εἰς Ὑπερβορέους αὐτούς, ὅθεν ἀφῖχθαι λέγουσιν κατὰ χρησμὸν Ἀστερίας ἄλλης μάντεως οἰκητὰς Δήλοιο θυώδεος ἠδ' ἱερῆας. 5.28.5 δοκεῖ δέ μοι ὁ Λυκοῦργος οὗτος οὐκ ἐσχηκέναι τιτθὴν οὐδ' ἐ<ν> συνθώκῳ πρεσβυτέρων οὐδέποτε κεκαθικέναι, παρ' ὧν καὶ παρ' ἧς εἶχεν καλλίω τού 5.28. των ἀκοῦσαι καὶ σοφώτερα. τάχα δέ πού τι προσθήσεις, ἐάν σε λιπαρῇ ὁ Λυκοῦργος εἰπεῖν τι σαφές. εἰ οἱ μὲν εὖ «ἡγοῖντο, οἱ δ' ἕποιντο», ἔτι φήσω τοῦ αὐτοῦ εἶναι συνθώκου τοῦτο καὶ ἀξιώσω τὸν Λυκοῦργον μὴ ἀποκαμεῖν εἴ τι δύναιτο πολιτικὸν παρὰ σοῦ δίδαγμα ἀναλαβὼν ἀπιέναι εἰς τὴν Σπάρτην· 5.28. εἰσὶν ὁδοὶ δύο πλεῖστον ἀπ' ἀλλήλων ἀπέχουσαι, ἡ μὲν ἐλευθερίας εἰς τίμιον οἶκον ἄγουσα, ἡ δ' ἐπὶ δουλείας φυκτὸν δόμον ἡμερίοισι· καὶ τὴν μὲν διά τ' ἀνδροσύνης ἱερῆς θ' ὁμονοίας ἔστι περᾶν, ἣν δὴ λαοῖς ἡγεῖσθε κέλευθον, τὴν δὲ διὰ στυγερῆς ἔριδος καὶ ἀνάλκιδος ἄτης εἰσαφικάνουσιν, τὴν δὴ πεφύλαχθε μάλιστα. 5.28. ἀνδρείους εἶναι κελεύεις· τοῦτο μὲν καὶ παρὰ τῶν δειλῶν πολλάκις ἠκούσαμεν. ἀλλὰ καὶ ὁμόφρονας· τοῦτο οὐ παρὰ τῶν σοφῶν μόνων, ἀλλ' ἤδη καὶ παρ' αὐτῶν τῶν στασιαζόντων. ὥστε τούτου μὲν τοῦ παρεγγυήματος ἀφίεμέν 5.28. σε. καίτοι μάντις ὢν οὐκ ἔγνως ἡμᾶς πολλάκις καὶ παρὰ πολλῶν εἰληφότας αὐτό, οὔτε τῆς δάφνης ἐμφαγόντων οὔτε τὸ Κασταλίας ὕδωρ πιόντων οὐδ' ἐπὶ 5.28.10 σοφίᾳ τὴν ὀφρύν ποτε ἀνασπασάντων; λέγ' οὖν περὶ ἀνδρείας, λέγε περὶ ἐλευθερίας, λέγε περὶ ὁμοφροσύνης, τίνα τρόπον ἐγγίνεται ταῦτα πόλει, καὶ μὴ ἡμᾶς τοὺς οὐκ εἰδότας κέλευε ἡγεῖσθαι τοῖς λαοῖς τῆς κελεύθου 113

ταύτης, ἀλλ' αὐτὸς ἡγοῦ. καλὴ μὲν γάρ, ἀλλ' ἄπορος ἡμῖν καὶ φοβερά.» Τούτοις προστίθησι λέγων· 5.29. κζʹ.

ΟΤΙ ΟΥ ΠΕΡΙ ΣΠΟΥΔΑΙΩΝ ΠΡΑΓΜΑΤΩΝ ΤΟΥΣ ΧΡΗΣΜΟΥΣ ΕΠΟΙΟΥΝΤΟ «Σὺ δὲ καὶ περὶ γάμου ἕτοιμος λέγειν· Ἄργεος ἱπποβότου πῶλον λάβε κυανοχαίτην· 5.29. καὶ περὶ παίδων· Ἠετίων, οὔ τίς σε τίει πολύτιτον ἐόντα· λάβδα κύει, τέξει δ' ὀλοοίτροχον· 5.29.3 περὶ δὲ ἀποικίας· στέλλ' ἐπὶ χρυσείους ἄνδρας πολυεθνέα λαόν, ὤμοις μὲν χαλκὸν προφέρων, χερσὶν δὲ σίδηρον· 5.29.4 περὶ δὲ κενῆς δόξης· γαίης μὲν πάσης τὸ Πελασγικὸν οὖδας ἄμεινον· ἵπποι Θρηίκιαι, Λακεδαιμόνιαι δὲ γυναῖκες, ἄνδρες θ' οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης. 5.29.5 καί μοι δοκεῖς οὐδὲν τῶν τερατοσκόπων καλουμένων κρείττων εἶναι, ἀλλ' οὐδὲ τῶν ἄλλων ἀγυρτῶν καὶ σοφιστῶν. ἀλλὰ τῶν μὲν ἔγωγε οὐδὲν ἐθαύμασα, εἰ μισθοῦ τραχηλίζουσιν, σοῦ δὲ τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων, εἰ μισθοῦ τρα 5.29. χηλίζονται. εἶθ' ὁ μὲν Σωκράτης ἐκεῖνος οὐδέτερον ἀπεκρίνατο πρὸς τὸν ἐρωτήσαντα, πότερα γαμήσῃ ἢ μή, ἀλλ' ὅτι μετανοήσει ἀμφότερα. πρὸς δὲ τὸν ἐπιθυμοῦντα παίδων οὐκ εὖ ἔφη αὐτὸν ποιήσειν, ὃς ἐάσας ἐπιχειρεῖν ὅπως, εἴ οἱ παῖδες γένοιντο, ἄριστα αὐτοῖς χρῷτο, τούτου μὲν οὐδένα λόγον ἐποιήσατο, 5.29. αὐτὸ δὲ μόνον ἐσκοπεῖτο, πῶς αὐτῷ γένοιντο. ἑτέρου δὲ ἀποδημεῖν ἐγνωκότος διὰ τὸ κακῶς ἔχειν οἴκοι οὐκ ἔφη ὀρθῶς αὐτὸν βουλεύεσθαι· τὴν μὲν γὰρ πατρίδα αὐτόθι ἀπολιπὼν ἄπεισιν, τὴν δὲ ἀμαθίαν μεθ' ἑαυτοῦ ἄγων, ἥτις αὐτὸν καὶ τοῖς ἐκεῖ δυσαρεστεῖν ποιήσει καθάπερ καὶ τοῖς ἐνθάδε. καὶ οὐχ ὁπότε ἠρωτᾶτο μόνον, ἀλλὰ καὶ αὐτόκλητος ἐπὶ τὰς τοιάσδε συνουσίας ἰών. 5.30. κηʹ.

ΟΤΙ ΚΟΙΝΟΙΣ ΚΑΙ ΑΝΘΡΩΠΙΝΟΙΣ ΛΟΓΙΣΜΟΙΣ ΤΑ ΠΡΑΚΤΕΑ ΣΥΝΕΒΟΥΛΕΥΟΝ Εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰατρῷ Ἀθηναίοις ὑπὸ καύματος ἐνοχλουμένοις· ἰατρικόν, ἀλλ' οὐ μαντικόν. 5.30. Ἐργῖνε Κλυμένοιο πάϊ Πρεσβωνιάδαο, ὄψ' ἦλθες γενεὴν διζήμενος· ἀλλὰ καὶ ἔμπης ἱστοβοῆι γέροντι νέαν ποτίβαλλε κορώνην· γέροντι νέαν συνοικεῖν, εἰ παίδων ἐπιθυμεῖ, οὐ μάντεως οὐδὲ τοῦτο, ἀλλὰ φύσιν ἐπισταμένου. ἀλλ' ἡ ἐπιθυμία τοὺς βλᾶκας ἐξίστησιν. 5.31. κθʹ.

ΟΤΙ ΚΑΙ ΑΦΙΛΟΣΟΦΩΣ ΤΑ ΠΟΛΛΑ ΠΑΡΗΙΝΟΥΝ Διόπερ σοι καὶ νάρθηκα παραινῶ ἐπ' αὐτοὺς λαμβάνειν, εἰ μὴ πείθοις μανθάνειν ἀντὶ τῶν καταπτύστων ἐρωτημάτων ἄξιόν τι τοῦ θείου φοιτητηρίου, ἢ Ἀντιόχῳ τῷ Παρίῳ ἀποβαλόντι τὴν οὐσίαν ἐν πολιτικῇ φλυαρίᾳ καὶ ὑπὸ λύπης ἥκοντι πρὸς σὲ λέγειν· Ἀντίοχ', εἰς Θάσον ἐλθὲ καὶ οἴκει εὐκλέα νῆσον· ὃς ἐκείνως ἂν μᾶλλον ὤνατο ἀκούσας· Ἀντίοχ', εἰς νοῦν ἐλθὲ καὶ ἐν πενίᾳ μὴ ὀδύρου. 5.31. ἢ τοῖς ἥκουσι Κρητῶν· Φαιστοῦ καὶ Τάρρας ναέται Δίου τε πολύρρου, Πυθῷον κέλομαι τελέειν Φοίβοιο καθαρμὸν εὐαγέοντας, ὅπως Κρήτην καταναιετάητε, ὄλβον μὴ πατρίοισι νόμοις καὶ Ζῆνα σέβοντες. 5.31.3 οἷς ἀκοῦσαι ἐκεῖνο κρεῖττον ἦν· λήρου καὶ μανίας ναέται πολλοῦ θ' ἅμα τύφου, οἰκεῖον τελέειν κέλομαι λήροιο καθαρμὸν εὐαγέοντας, ὅπως σοφίαν καταναιετάητε, ὄλβον μὴ πατρίοισι νόμοις, θείοις δὲ σέβοντες· ὡς μὴ μᾶλλον τῆς Κρήτης σὺ καθαρμοῦ προσδέῃ, Ὀρφικούς τινας ἢ Ἐπιμενιδείους καθαρμοὺς φανταζόμενος. 5.32. λʹ.

ΟΤΙ ΚΑΙ ΣΥΝΕΜΕΡΙΖΟΝΤΟ ΤΟΙΣ ΑΔΙΚΟΥΣΙΝ Διὰ τί δέ, ὦ σοφώτατε, Χαρίλαος καὶ Ἀρχέλαος οἱ Λακεδαιμονίων βασιλεῖς, εἴ κεν ἐπικτήτου μοίρης λάχος Ἀπόλλωνι ἥμισυ δάσσωνται, πολὺ λώϊον ἔσσεται αὐτοῖς; ποίῳ δὲ καὶ ἄλλῳ λέγεις Ἀπόλλωνι; οὐ γὰρ δὴ τοῦτο αὐτῷ σοι, ὦ ἀναίσχυντε μάντι, ὡς μή τίς σοι αὐτῷ ἐπιπλήξειεν, ἅτε κακῶς οὕτω συνδιαιρουμένῳ τοῖς λῃσταῖς.» 5.32. Ταῦτα μὲν οὖν ὧδε ἐχέτω. φέρε δὲ τούτοις προσθῶμεν καὶ δι' ὧν αὖθις ὁ Ἀπόλλων θαυμάζει τὸν Ἀρχίλοχον, ἄνδρα παντοίαις κατὰ γυναικῶν αἰσχρορρημοσύναις καὶ ἀρρητολογίαις, ἃς οὐδ' ἀκοῦσαί τις σώφρων ἀνὴρ ὑπομείνειεν, ἐν τοῖς οἰκείοις ποιήμασι κεχρημένον· καὶ τὸν Εὐριπίδην τῆς μὲν Σωκράτους διατριβῆς καὶ φιλοσοφίας ἐκπεσόντα, εἰσέτι δὲ καὶ νῦν ἐπὶ τῆς θυμέλης τραγῳδούμενον· καὶ Ὅμηρον ἐπὶ τούτοις, ὃν ὁ γενναῖος Πλάτων ἐξωθεῖ τῆς ἑαυτοῦ πολιτείας ὡς κατ' οὐδὲν ὠφέλιμον, ἀλλὰ καὶ τὰ ἔσχατα τοὺς νέους λυμαινομένων λόγων ποιητὴν γεγενημένον. ἐφ' οἷς πάλιν ὁ προδηλωθεὶς τὸν χρησμῳδὸν θεὸν ὧδέ πως σκώπτει· 5.33. λαʹ.

ΟΤΙ ΚΑΙ ΤΟΥΣ ΠΟΙΗΤΑΣ ΤΟΥΣ ΜΗΔΕΝ ΦΙΛΟΣΟΦΟΥ ΒΙΟΥ ΑΞΙΟΝ ΕΠΙΔΕΔΕΙΓΜΕΝΟΥΣ ΑΚΡΙΤΩΣ ΚΑΤΑ ΤΟΥΣ ΠΟΛΛΟΥΣ ΕΝΕΚΩΜΙΑΖΟΝ «Ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις, ἔσσετ' ἐν ἀνθρώποις· ὁ δὲ παῖς ἦν Ἀρχίλοχος. 5.33. ἔσται σοι κοῦρος, Μνησαρχίδη, ὅντινα πάντες ἄνθρωποι τίσουσι, καὶ ἐς κλέος ἐσθλὸν ὀρούσει καὶ στεφέων ἱερῶν γλυκερὴν χάριν ἀμφιβαλεῖται· 5.33.3 ὁ δὲ κοῦρος ἦν Εὐριπίδης. Ὁμήρῳ δέ· σοὶ ζωὴ δοιὰς μοίρας λάχεν, ἡ μὲν ἀμαυρῶν ἠελίων δισσῶν, ἡ δ' ἀθανάτοις ἰσόμοιρος, ζῶν καὶ ἀποφθίμενος· καὶ διὰ ταῦτα ἤκουεν· ὄλβιε καὶ δύσδαιμον, ἔφυς γὰρ ἐπ' ἀμφοτέροισιν· 5.33.4 λέγει δὲ οὐκ ἄνθρωπος, ἀλλά τις διατεινάμενός ποτε, ὅτι αὐτὸν οὐ χρὴ ἀνθρώπων θεὸν ὄντα δυηπαθέων ἀλεγίζειν. ἄγε οὖν, ὦ θεέ, μὴ περιίδῃς μηδ' ἡμᾶς. ἐπιθυμοῦμεν γάρ, εἰ μή τι ἀδικοῦμεν, οἱ μὲν κλέους ἐσθλοῦ, οἱ δὲ στεφάνων ἱερῶν, οἱ δὲ πρὸς θεοὺς ἰσομοιρίας, 5.33.5 οἱ δὲ αὐτῆς ἀθανασίας. τί ποτ' οὖν ἦν τοῦτο δι' ὅ σοι Ἀρχίλοχος ἔδοξεν ἄξιος εἶναι τοῦ οὐρανοῦ; μὴ φθονήσῃς, ὦ φιλανθρωπότατε θεῶν, μηδ' ἄλλοις ἀνθρώποις τῆς ἄνω ὁδοῦ. τί πράττειν κελεύεις ἡμᾶς; ἢ δηλαδὴ τὰ Ἀρχιλόχου, 5.33. εἰ μέλλοιμεν ἄξιοι φανεῖσθαι τῆς ὑμετέρας ἑστίας, λοιδορῆσαι μὲν πικρῶς τὰς οὐκ ἐθελούσας ἡμῖν γαμεῖσθαι, ἅψασθαι δὲ καὶ τῶν κιναίδων, ἐπειδὴ τῶν ἄλλων πονηρῶν πολὺ πονηρότεροί εἰσιν· οὐχὶ δίχα μέτρου, αὕτη γὰρ 5.33. διάλεκτος καὶ θεῶν, ὥσπερ οὖν καὶ θείων ἀνδρῶν, ὥσπερ Ἀρχιλόχου. καὶ οὐδὲν ἴσως θαυμαστόν. διὰ γὰρ τὴν ἐν τούτοις ὑπεροχὴν εὖ μὲν οἶκος οἰκεῖται, 5.33. εὖ δὲ ἰδιώτης βίος, πόλεις δὲ ὁμοφρόνως καὶ ἔθνη εὐνόμως συνεστᾶσιν. οὐκ ἀπεικότως ἄρα σοι καὶ Μουσῶν θεράπων ἔδοξεν εἶναι, καὶ ὁ φονεὺς αὐτοῦ οὐκ ἄξιος εἶναι τῆς πρὸς ὑμᾶς τοὺς θεοὺς εἰσόδου οὐδὲ τῆς παρ' ὑμῶν φωνῆς, 5.33. ἄνδρα φωνάεντα ἀποκτείνας. οὔκουν ἄδικος ἡ πρὸς τὸν Ἀρχίαν ἀπειλὴ οὐδ' ἄκαιρος ἡ Πυθία τιμωροῦσα Ἀρχιλόχῳ τῷ πάλαι νεκρῷ καὶ κελεύουσα ἐξιέναι 5.33.10 τοῦ ναοῦ τὸν ἐναγῆ· «Μουσάων» γὰρ ἀπέκτεινεν «θεράποντα». οὔκουν ἔμοιγ' ἐφάνης ἐπαμύνων τῷ ποιητῇ ἀπρεπὴς εἶναι· ἐμεμνήμην γὰρ καὶ τοῦ ἑτέρου ποιητοῦ καὶ τῶν ἱερῶν τοῦ Εὐριπίδου στεφάνων, καίτοι ἀπορῶν καὶ ἀκοῦσαι ἐπιθυμῶν οὐχ ὅτι ἐστεφανοῦτο, ἀλλὰ πῶς ἦν τὰ στέφη ταῦτα ἱερά· 5.33.11 οὐδ' ὅτι αὐτοῦ «κλέος ὄρουσεν», ἀλλὰ πῶς ἐσθλὸν ἦν τοῦτο. ἐκροταλίζετο μὲν γὰρ ἐν τοῖς ὄχλοις, οἶδα, καὶ τυράννοις ἤρεσκε, καὶ τοῦτο οἶδα· καὶ ἔργον ἐπετήδευεν, ἐφ' ᾧ οὐχ ὅπως αὐτὸς ἐθαυμάζετο ὁ 115

ἐρ<γ>αστής, ἀλλ' ἤδη καὶ 5.33.12 ἡ τῶν Ἀθηναίων πόλις, ὅτι μόνη τραγῳδοὺς ἤνεγκεν. εἰ μὲν οὖν ὁ κρότος ἱκανὸς κριτὴς καὶ ἡ ἐν ἀκροπόλει τράπεζα, οὐδὲν ἔτι λέγω, βλέπων ἐν ἀκροπόλει δειπνοῦντα τὸν Εὐριπίδην καὶ τὸν Ἀθηναίων ἅμα καὶ τὸν Μακεδόνων δῆμον ἐπιψοφοῦντα· εἰ δὲ καὶ δίχα τούτων ἐστίν τις καὶ θεῶν ψῆφος καὶ αὕτη πιστὴ καὶ οὐχ ἥττων τῆς τῶν τυράννων οὐδὲ τῆς τῶν ὄχλων, φέρε, φράσον ἡμῖν ἐπὶ τίνι τῶν καλῶν ἠνέγκατε ὑμεῖς οἱ θεοὶ τὴν ὑπὲρ τοῦ Εὐριπίδου ψῆφον, ἵνα σπεύσωμεν καὶ διώξωμεν τὸν οὐρανὸν κατὰ πόδας τῶν ὑμετέρων ἐπαί.33.13 νων. οὐ γὰρ δὴ οὐκ εἰσὶ καὶ νῦν ἕτοιμοι κωμῳδεῖσθαι καὶ Σαβαῖοι καὶ Λυκάμβαι, πρὸς δέ γε τὸ τραγῳδεῖσθαι οὐκ ἂν οὐδὲ νῦν ἐνσταίη οὔτε ὁ Θυέστης οὔτε ὁ Οἰδίπους οὔτε ὁ Φινεὺς ἐκεῖνος. οὐδ' ἄν, οἶμαι, φθονήσαιεν οὐδενὶ ἐπιθυμοῦντι φιλίας τῆς τῶν θεῶν, ἀλλὰ καὶ αὐτοὶ ἄν μοι δοκοῦσιν ἐκεῖνοι, εἰ ᾔσθοντο ὅτι ἔσοιτό τις Εὐριπίδης, ἀνὴρ ἐπὶ τῷ διασκευάσαι αὐτοὺς γενόμενος θεοφιλής, ἀμελῆσαι ἂν ἐκείνων τῶν κακῶν καὶ οὐκ ἐπὶ <τὸ> τὰ κρείττονα 5.33.14 φρονεῖν, ἀλλ' ἐπὶ τὸ μετροποιεῖν τραπέσθαι· καὶ τῶν ἔμπροσθεν ἀνθρώπων εἰ τὰ ὀνόματα ὄγκου πλήρη ἤκουον, χρῆσθαι τούτοις εἰς τὴν πρὸς τὸν οὐρανὸν ὁδοιπορίαν, ἵν' ἐλθόντες καθίζοιντο ἐν τῷ Ὀλύμπῳ μετὰ τῶν πυκτῶν ἐν τῇ 5.33.15 τοῦ Διὸς αὐλῇ· ταῦτα γὰρ λέγει ὁ ἐν Δελφοῖς ποιητής. φέρε καὶ τὴν Ὁμήρου τοῦ ὀλβίου ἴδωμεν ἐρώτησιν, ἣν τὸν θεὸν ἐρωτᾷ· ἦ που γάρ τις οὐρανία ἦν καὶ ἱκανὴ τὸν θεὸν ἐκκαλέσασθαι· οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ὁ θεὸς ὄλβιον μὲν ἐπεφώνησεν, ἐπὶ δὲ τῷ ὀλβίῳ ῥῆσιν ἀπένειμεν· πατρίδα δίζηαι· μητρὶς δέ τοι, οὐ πατρίς ἐστιν· Μίνωος δ' ἀπὸ γῆς οὔτε σχεδὸν οὔτ' ἀπὸ τηλοῦ, ἐν τῇ σοι μοῖρ' ἐστὶ τελευτῆσαι βιότοιο, εὖτ' ἂν ἀπὸ γλώσσης γνῷς παίδων ἀξύνετον πολλοῖσι λόγοις εἰρημένον. 5.33.16 δεινὸν γάρ, ὦ σοφώτατε ἀνδρῶν, μᾶλλον δὲ θεῶν, εἰ μήτε ὅπου τῆς γῆς ἐξέθορεν τῆς μητρὸς εἰδείη ὁ ὄλβιος μήτε ὅπου καταμύσας κείσεται. ἐγὼ δὲ καὶ ᾤμην ἴσον εἶναι Ὅμηρόν τε ὄντα περὶ τούτων προσιέναι τῷ θεῷ καὶ ἕνα τῶν κανθάρων, καὶ τὸν θεὸν μὴ μᾶλλον ἂν Ὁμήρῳ ἀφηγήσασθαι περὶ τοιούτων 5.33.17 ἀγνοημάτων ἢ κανθάρῳ· οἷον εἰ καὶ κάνθαρός τις γεννηθεὶς οὐκ ἐνεβίωσεν οὐδ' ἐνεγήρασεν ἐν ἐκείνῃ τῇ κοπρίᾳ, ἀλλ' ἐχθρῷ ἀνέμῳ περιέτυχεν καὶ κανθαρίῳ δαίμονι σκληρῷ, ὃς αὐτὸν μετέωρον ἄρας βίᾳ ἀπήνεγκεν ἐπί τινα ἄλλην γῆν καὶ ἄλλην κοπρίαν, κἄπειτα ἐλθὼν εἰς Δελφοὺς ἀνηρώτα ἥτις ἄρα ποτὲ αὐτῷ ἦν ἡ πατρῴα κοπρία καὶ ἥτις αὐτὸν γῆ δέξεται ἀποθανόντα.» Ταῦτα μὲν οὖν περὶ τῶν ποιητῶν. 5.34. λβʹ.

ΟΤΙ ΚΑΙ ΠΥΚΤΑΣ ΑΝΔΡΑΣ ΚΑΙ ΑΘΛΗΤΑΣ ΤΙΜΑΙΣ ΙΣΟΘΕΟΙΣ ΓΕΡΑΙΡΕΙΝ ΠΑΡΕΚΕΛΕΥΟΝΤΟ Ἐπεὶ δὲ οὐ μόνους ποιητάς, ἤδη δὲ καὶ πύκτας καὶ ἀθλητὰς ὁ θαυμάσιος θεὸς διὰ τῶν οἰκείων χρησμῶν ἐξεθέωσεν, εἰκότως μοι δοκεῖ καὶ ταῦτα ἀπελέγχειν ὁ δεδηλωμένος τούτοις τοῖς ῥήμασιν· 5.34. «Ὦ εἰδὼς ψάμμου τ' ἀριθμὸν καὶ μέτρα θαλάσσης, καὶ κωφοῦ ξυνιεὶς καὶ μὴ λαλέοντος ἀκούων, εἴθε ὤφελες τὰ μὲν τοιαῦτα πάντα ἀγνοεῖν, ἐκεῖνο δὲ εἰδέναι, ὅτι ἡ πυκτικὴ τῆς λακτικῆς οὐδὲν διαφέρει, ἵν' ἢ καὶ τοὺς ὄνους ἀπηθανάτους ἢ μηδὲ Κλεομήδην πύκτην Ἀστυπαλαιέα, λέγων οὕτως· ὕστατος ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς, ὃν θυσίαις τιμᾶσθ' ὡς οὐκέτι θνητὸν ἐόντα. 5.34.3 διὰ τί γάρ, ὦ πάτριε τῶν Ἑλλήνων ἐξηγητά, ὥς σε καλεῖ Πλάτων, ἐθέωσας τὸν ἄνδρα τοῦτον; ἢ ὅτι Ὀλυμπίασι πληγῇ μιᾷ πατάξας τὸν ἀνταγωνιστὴν ἀνέῳξέ τε τὴν πλευρὰν αὐτοῦ καὶ ἐμβαλὼν τὴν χεῖρα ἐλάβετο τοῦ πνεύμονος 5.34.4 Ἄπολλον, ἀξιοθέου ἔργου!; ἢ οὐ μόνον, ἀλλὰ καὶ ὅτι προστιμηθεὶς τεσσάρων ταλάντων ζημίαν ἐπὶ τούτῳ οὐχ ὑπέστη, ἀλλ' ὑπ' ἀχθηδόνος καὶ βαρυθυμίας ἐνήρεισε τὸν θυμὸν τοῖς ἐν τῷ διδασκαλείῳ παισίν, τὸν κίονα ὑφελκύσας, ὃς ἀνεῖχε 116

τὴν στέγην; ἆρ', ὦ θεοποιέ, διὰ ταῦθ' ἡμῖν ὁ Κλεομήδης 5.34.5 τιμητέος ἐστίν; ἢ κἀκεῖνο προσθήσεις, τὸ ἕτερον δεῖγμα τῆς ἐκείνου ἀνδρείας ἅμα καὶ θεοφιλίας, ὅτι δὴ ἐμβὰς εἰς ἱερὸν κιβώτιον καὶ τὸ πῶμα ἐπαγαγόμενος ἄληπτος ἐγένετο τοῖς διώκουσι, πειρωμένοις αὐτὸν ἐξελκύσαι; ὦ Κλεόμηδες, ἆρα ἥρως οὐκέτι θνητός, οἷα τὰ μηχανήματα ὑπὲρ ἀθανασίας ἐξεῦρες· 5.34. ᾔσθοντο γοῦν εὐθέως οἱ θεοὶ τῆς ἀγαθουργίας καὶ ἀνηρείψαντό σε, ὥσπερ οἱ τοῦ Ὁμήρου τὸν Γανυμήδην· ἀλλὰ τὸν μὲν ἐπὶ τῷ κάλλει, σὲ δὲ ἐπὶ τῇ ἰσχύϊ 5.34. καὶ τῆς ἰσχύος τῇ χρήσει τῇ ἀγαθῇ. εἴθ' οὖν, ὡς ἔφην, ὦ μάντι, ἐάσας τὴν ψάμμον καὶ τὴν ἅλμην ἀντ' αὐτῶν ἐξέμαθες ὁπόσου ἄξιόν ἐστιν ἡ πυκτική, ἵνα καὶ τοὺς πύκτας ὄνους θεοὺς ἐνόμιζες καὶ τοὺς ὀνάγρους τῶν θεῶν τοὺς ἀρίστους· καὶ ἦν ἄν τι οἰκεῖον λόγιον ἐπ' ἀποθανόντι ὀνάγρῳ μᾶλλον ἢ ἐπὶ τῷ σῷ πύκτῃ· ἔξοχος ἀθανάτων ὄνος ἄγριος, οὐ Κλεομήδης, ὃν θυσίαις τιμᾶσθ' ὡς οὐκέτι θνητὸν ἐόντα. 5.34. μὴ γὰρ δὴ θαυμάσῃς εἰ καὶ ὄναγρος ἐπιδικάσεται ἀθανασίας, ἱκανῶς τὰ θεῖα παρεσκευασμένος, καὶ ἀκούσας μὴ ἀνασχήσεται, ἀλλ' ἀπειλήσει καὶ αὐτὸν τὸν Κλεομήδη πατάξας εἰς τὸ βάραθρον ἐμβαλεῖν καὶ οὐκ ἐπιτρέψειν αὐτῷ 5.34. εἰς τὸν οὐρανὸν ἀναβῆναι· εἶναι γὰρ αὐτοῦ ἀξιώτερος αὐτῶν τῶν θείων δώρων, ἅτε μήτε αὐτῷ μόνῳ ἕτοιμος ὢν μάχεσθαι, κἂν εἰ σιδηροῖς χρῷτο τοῖς ἱμᾶσιν, ἀλλὰ καὶ τῷ Θασίῳ πύκτῃ ἅμα ἀμφοτέροις, ὑπὲρ οὗ τοῦ ἀνδριάντος 5.34.10 ἐχαλέπηναν οἱ θεοὶ καὶ τὴν Θασίων γῆν ἄφορον εἰργάσαντο. πιστεύομεν δὲ καὶ περὶ τούτου οὐκ ἀνθρώπῳ, ἀλλὰ θεῷ τῷ αὐτῷ. ἐξ ὧν ἐγὼ καὶ πάνυ κατενόησα ὅτι θεῖόν τι ἄρα ἦν ἐπιτήδευμα ἡ πυκτική, τοὺς δὲ πολλοὺς καὶ οἰομένους εἶναι σοφοὺς ἐλελήθει, ἵν' ἀφέμενοι τοῦ καλοὶ κἀγαθοὶ εἶναι ἤσκουν τὰ τοῦ Θασίου πύκτου· ᾧ ἀθανασίαν μέν, ὥσπερ Κλεομήδει, οὐκ ἔδωκαν, 5.34.11 ἐφίλησαν δὲ μεγάλως οἱ θεοί. οὕτως καὶ ὁ χάλκεος αὐτοῦ ἀνδριὰς ἔδειξέν τι ὑπὲρ τὰς τῶν ἄλλων ἀνθρώπων εἰκόνας, ἐπικατενεχθεὶς τῷ μαστιγοῦντι 5.34.12 ἐχθρῷ κατά τινα, ὡς ἔοικεν, δαιμονίαν μέριμναν. ἀλλ' οἱ ἄφρονες Θάσιοι καὶ θείων ἄπειροι πραγμάτων ἠγανάκτησάν τε καὶ ἄγος ἐπεκάλεσαν τῷ ἀνδριάντι 5.34.13 καὶ δίκην εἰσεπράξαντο καὶ καταδῦσαι ἐτόλμησαν εἰς τὴν θάλασσαν. οὐ μὴν διέφυγόν γε οἱ Θάσιοι, ἀλλ' οἱ θεοὶ ἔδειξαν ἡλίκον κακὸν ὑπ' αὐτῶν ἐτολμήθη, λιμὸν ἐπιπέμψαντες τὸν τῆς θείας δίκης διάκονον, ὃς ἐδίδαξεν μόλις αὐτοὺς τὰ τῶν θεῶν βουλεύματα, ὅ τε φιλανθρωπότατος θεῶν σὺ τῷ οἰκείῳ τρόπῳ τὴν βοήθειαν αὐτοῖς ἔπεμψας λέγων· εἰς πάτρην φυγάδας κατάγων Δήμητραν ἀμήσεις. 5.34.14 ἀλλ' οἱ ἀβέλτεροι πάλιν τοὺς φεύγοντας ἀνθρώπους ᾤοντο ὅτι δεῖ αὐτοὺς κατακαλεῖν· κακῶς εἰδότες. τί γὰρ δὴ καὶ μέλει τοῖς ἀφιλανθρωποτάτοις θεοῖς ἀνθρώπων κατακαλουμένων ὅσονπερ ἀνδριάντων; ἀμέλει οὐδὲν ἐπὶ τούτῳ ὠφελήθη ἡ γῆ ὥστε παύσασθαι νοσοῦσα, εἰ μὴ τῶν σοφῶν καὶ ἐπισταμένων τις τὸν θεῖον νοῦν συνῆκεν φυγάδα εἶναι τὸν καταπεποντωμένον ἀνδριάντα. καὶ ἦν οὕτως. ἅμα γὰρ ἀνεστάθη καὶ εὐθὺς ἡ μὲν γῆ ἀνέθαλλεν, οἱ δὲ ἐκόμων 5.34.15 Δήμητρι λοιπόν. πῶς οὖν οὐ τεκμήρια ταῦτά ἐστιν ἐναργῆ τῆς θεοπρεποῦς ἀθλητικῆς, ὅτι ἐστὶ θεοτίμητος; καὶ γὰρ καὶ ἐπὶ πεντάθλου ἀνδριάντι ὑβρισμένῳ ἐμήνισαν οἱ θεοί, καὶ Λοκροὶ ἐπείνησαν διὰ τοῦτο, ὥσπερ Θάσιοι, ἕως αὐτοὺς ἰάσατο λόγιον σὸν οὕτως ἔχον· ἐν τιμῇ τὸν ἄτιμον ἔχων τότε γαῖαν ἀρώσεις· 5.34.16 οὐδὲ γὰρ Λοκροὶ ᾔσθοντο θείας διανοίας πρότερον ἢ σὲ αὐτοῖς τούτου πρόξενον γενέσθαι. ἀλλ' Εὐθυκλέα τὸν πένταθλον ἐνέβαλον εἰς εἱρκτήν, αἰτιασάμενοι αὐτὸν ἐπὶ τῇ πατρίδι εἰληφέναι δῶρα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἀποθανόντος καὶ οὗτοι εἰς τὰς εἰκόνας ἐξύβριζον, ἕως οἱ θεοὶ οὐκ ἀνασχόμενοι τῶν γιγνομένων ἐπαφῆκαν αὐτοῖς τὸν κράτιστον λιμόν· κἂν ὑπὸ τοῦ λιμοῦ διώλοντο ἄν, εἰ μὴ ἡ παρὰ σοῦ ἦλθε βοήθεια, λέγουσα ὅτι δεῖ αὐτοὺς τιμᾶν ἄνδρας πεφατνευμένους, οὓς οἱ θεοὶ φιλοῦσιν οὐχ ἧττον ἢ οὓς οἱ ἀλφιτοποιοὶ πιαίνουσι βοῦς, δι' ὧν ὑμᾶς οἱ ἄνθρωποι ἐνίοτε θύοντες πείθουσιν· οὐχ ἧττον ἴσως, ἀλλὰ καὶ πολὺ μᾶλλον παχέων βοῶν οἱ παχεῖς ἄνθρωποι εὐφραίνουσιν ὑμᾶς οὕτως 117

ὥστε ἐνίοτε ὅλῃ πόλει καὶ ὅλῳ ἔθνει ὀργίζεσθαι, ἑνὸς ἢ δυοῖν ἀδικούντων 5.34.17 ταῦτα τὰ θρέμματα. ὡς δὴ ὤφελες, ὦ μάντι, ἀλείπτης ἡμῖν ἀντὶ μάν τεως γενέσθαι, ἢ καὶ μάντις ἅμα καὶ ἀλείπτης, ἵν' ᾖ ὥσπερ χρηστήριον Δελφικὸν οὕτω καὶ γυμναστήριον. καὶ γὰρ οὐδ' ἀλλότριον ἦν ἀγῶνος Πυθικοῦ Πυθικὸν εἶναι καὶ τὸ γυμναστήριον.» Τούτοις ἐπισυνάψω καὶ ἅ φησιν ἀπελέγχων ὡς καὶ τοὺς τυράννους κολακεύειν εἰώθασιν οἱ περὶ ὧν ὁ λόγος· 5.35. λγʹ.

ΟΤΙ ΚΑΙ ΤΟΥΣ ΤΥΡΑΝΝΟΥΣ ΕΚΟΛΑΚΕΥΟΝ «Ὄλβιος οὗτος ἀνήρ, ὃς ἐμὸν δόμον ἐσκαταβαίνει, Κύψελος Αἰακίδης, βασιλεὺς κλεινοῖο Κορίνθου· οὐκοῦν καὶ οἱ τύραννοι, οὐ μόνον οἱ τῶν τυράννων ἐπίβουλοι, Κύψελος, ὃς δὴ πολλὰ Κορίνθῳ πήματα τεύξει, 5.35. καὶ Μελάνιππος ὁ πολλὰ ἀγαθὰ τῇ Γελῴων πόλει τεύξας. πῶς δ' εἰ Κύψελος ὄλβιος, ὦ κακόδαιμον, οὐ καὶ Φάλαρις ὄλβιος, ὁμότροπος ὢν Κυψέλῳ; ὥστ' ἂν ἐκείνως ἄμεινον εἶναι ὑμῖν· εὐδαίμων Φάλαρις καὶ Μελάνιππος ἔφυ, θείας ἁγητῆρες ἐν ἀνθρώποις διχονοίας. 5.35.3 ἤκουσα δέ σου καὶ διαλελυμένον χρησμὸν περὶ τοῦ Φαλάριδος, ἐπαινοῦντα καὶ τιμῶντα, ὅτι λαβὼν ἐπιβουλεύοντας ᾐκίσατο μέν, καρτεροῦντας δὲ ἀγάμενος ἀφῆκεν· Λοξίας καὶ Ζεὺς πατὴρ ἀναβολὴν ἐψηφίσαντο θανάτου Φαλάριδι, ἀνθ' ὧν ἡμέρως Χαρίτωνι καὶ Μελανίππῳ προσηνέχθη· ἀλλ' εὖ γε καὶ μόλις ἡμῖν τὰ περὶ τοῦ θανάτου ἔδειξας καὶ τῆς ζωῆς, ὅτι κάλλιστόν τι ἐστὶν ἡ ζωή.» Ἐπὶ τούτοις ἅπασι καὶ τόδε προσκείσθω· 5.36. λδʹ.

ΟΤΙ ΚΑΙ ΤΗΝ ΑΨΥΧΟΝ ΥΛΗΝ ΣΕΒΕΙΝ ΠΡΟΣΕΤΑΤΤΟΝ «Ἀλλά κε Μηθύμνης ναέταις πολὺ λώϊον ἔσται φαλληνὸν τιμῶσι Διωνύσοιο κάρηνον. διὰ τί; θύουσι γὰρ αἱ πόλεις καὶ τελετὰς ἄγουσιν οὐ μόνον «φαλληνοῖς Διωνύσοιο καρήνοις», ἀλλὰ καὶ λιθίνοις καὶ χαλκέοις καὶ χρυσέοις, καὶ οὐ μόνον φαλληνοῖς, ἀλλὰ καὶ αὐτοῖς τοῖς Διονύσοις καὶ ἄλλοις παμπόλλοις Ἡσιοδείοις 5.36. θεοῖς. «τρὶς γὰρ» ὡς ἀληθῶς «μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ» οὐκ «ἀθάνατοι», ἀλλὰ λίθινοι καὶ ξύλινοι δεσπόται ἀνθρώπων· οἳ εἰ «ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφεώρων», οὐκ ἂν τοσοῦτος ἤρθη ὁ λῆρος, ὥστε ἤδη καὶ μέχρις ὑμῶν κεχωρηκέναι τὸ κακόν, ἐπιδιαβὰν καὶ εἰς τὸν Ὄλυμπον, «ὅθι 5.36.3 φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεί». καίτοι εἰ ἀσφαλὲς ἦν, οὐκ ἂν ἦν ἐπιβατὸν λήρῳ οὐδ' ἂν εἷς τις τῶν Ὀλυμπίων εἰς τοῦτο ἦλθεν παρανοίας ὡς ἐλάϊνον κορμὸν θεῶσαι· ὃν οἱ Μηθυμναῖοι σαγήνης ἐμπλακέντα τοῖς λίνοις ἀνείλκυσαν, καὶ δὶς εἰ βούλει καὶ τρὶς καὶ πλεονάκις ἐν τῷ αὐτῷ σαγηνεύοντες ἄνθρω ποι καὶ ἐξ ἐκείνου εἰς τὸ Λιβυκὸν ἐξοκείλαντες οὐδ' εἰς τὴν γῆν ἔξω ἐκβαλόντες 5.36.4 αὐτόν· ἐπεὶ οὐκ ἄν, μὰ τὸν Διόνυσον, ἔτι αὐτοῖς ἐνεπλάκη τοῖς λίνοις. ἀλλ' ἐξ ἄκρου κεφαλοειδὴς ὁ κορμός Ἄπολλον, ξένου κατασκευάσματος!· τί ποτ' οὖν ἔπραττεν ἐν τῷ πελάγει; ἀπορήσαι ἄν τις. τί γὰρ ἄλλο ἢ ἐκάθητο, νὴ τὸν Δία, ἀναμένων ἕως ἄνθρωποι μαινόμενοι οὐ γὰρ φήσω ὅτι καὶ θεοί ἐγκυρήσαντες αὐτῷ οὐ διοπετές, ἀλλὰ ποσειδωνοπετὲς ἡγήσωνται κἄπειτα εἰς ἄστυ ἀναγάγωσιν, ὥσπερ τινὰ ἀγαθὴν τύχην, κακὴν οὖσαν ὡς ἀληθῶς οὐ τύχην, ἀλλὰ τυφεδόνα; ἢ οὐκ ἤρκει ἄρα αὐτοῖς οἴκοθεν διολλύουσα, ἀλλ' αὐτὴν ἐπέρρωσέν τε καὶ προσεπέτεινεν θεοπληξίας, ὡς ἄν τις εἴποι, ἐκ Δελφῶν μετάπεμπτος ἐπιθήκη.» 5.36.5 Τοσαῦτα καὶ ὁ Οἰνόμαος. ἀλλὰ γὰρ μετὰ τὰ εἰρημένα μεταβὰς αὖθις ἐπὶ τὴν Ἐκ λογίων φιλοσοφίαν τοῦ τὴν συσκευὴν καθ' ἡμῶν πεποιημένου, ἀνάγνωθι ἐκ τῶν περὶ εἱμαρμένης τοῦ Πυθίου χρησμῶν, εἰ μὴ καὶ σοὶ 118

θείας ἀλλότριος ὢν δυνάμεως ἔτι μᾶλλον ὁ περὶ τῶν θρυλουμένων χρηστηρίων ὑποπεσεῖται λόγος.

6.pin.t ʹ ΤΑΔΕ ΤΟ ΕΚΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ 6.pin. αʹ. Ὅτι καὶ ἃ δοκοῦσιν οἱ δαίμονες ἐν τοῖς χρηστηρίοις μαντεύεσθαι, ἀπὸ τῆς τῶν ἄστρων φορᾶς ὁμοίως ἀνθρώποις καταστοχάζονται βʹ. Ὅτι καὶ τὸ ἐφ' ἡμῖν ἀναιροῦσιν, ἐξ εἱμαρμένης φάσκοντες καὶ τὰς προαιρέσεις κινεῖσθαι γʹ. Ὅτι οὐδὲ τοῖς αὐτῶν ἀφιερώμασι κεραυνουμένοις ἐπαρκεῖν ἐδυνήθησαν δʹ. Ὅτι διὰ μαγείας φασὶ τὰ τῆς εἱμαρμένης λύεσθαι εʹ. Ὅτι καὶ ψεύδονται μαντευόμενοι ʹ. Ἀνασκευὴ τοῦ περὶ εἱμαρμένης λόγου ζʹ. Ὅπως καὶ αὐτῶν οἱ φιλόσοφοι τὰς τῶν θεῶν αὐτῶν περὶ εἱμαρμένης δόξας ὀρθοτέροις ἀπήλεγξαν λογισμοῖς. Ἀπὸ τῶν Οἰνομάου ηʹ. Ἔτι περὶ τοῦ αὐτοῦ, ἀπὸ τῶν Διογενειανοῦ θʹ. Ἔτι περὶ τοῦ αὐτοῦ, ἀπὸ τῶν Ἀλεξάνδρου ιʹ. Ὡς καὶ ἀπὸ τῆς μαθηματικῆς θεωρίας ὁ περὶ εἱμαρμένης ἐλέγχεται λόγος. Ἐκ τῶν Βαρδησάνου ιαʹ. Ὡς καὶ ἀπὸ τῆς τῶν θείων γραφῶν ἐξηγήσεώς τε καὶ μαρτυρίας. Ἐκ τῶν Ὠριγένους ʹ Τοῦ περὶ τῶν χρηστηρίων τρόπου διὰ τῶν προδιηνυσμένων αὐτάρκως ἡμῖν ἀπεληλεγμένου καὶ τῆς θείας ἀρετῆς καὶ δυνάμεως τοῦ σωτῆρος ἡμῶν διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας τὸ θεοπρεπὲς ἅμα καὶ βιωφελὲς ἐπιδεδειγμένης, ὅτι δὴ διὰ μόνης αὐτῆς καὶ οὐ δι' ἄλλης τῶν ἐξ αἰῶνος τὸν πάντα βίον ἐπισκοτησάντων τε καὶ λυμηναμένων δαιμονικῶν φασμάτων ἐλευθερία πᾶσιν ὑπῆρξεν ἀνθρώποις, φέρε καὶ ἀπὸ τῶν περὶ εἱμαρμένης ψευδοδοξουμένων αὐτοῖς τὸν περὶ τῶν αὐτῶν ἀπευθύνωμεν λόγον, ὡς ἂν μὴ διὰ μόνης τῆς τοῦ τρόπου μοχθηρίας, ἀλλὰ καὶ διὰ τῶν οὐκ ὀρθῶς οὐδὲ ἀληθῶς αὐτοῖς δοξαζομένων φαῦλοι καὶ ἀδρανεῖς ὄντες οἱ τὰ χρηστήρια κινεῖν νενομισμένοι 6.pref. δαίμονες ἀποδειχθεῖεν. σκέψαι δ' οὖν εἰ μὴ καὶ σοὶ θείας ἀλλότριος ὢν δυνάμεως ὁ περὶ αὐτῶν ὑποπεσεῖται λόγος ἔκ τε ὧν παραθήσομαι ἀνατρεπτικῶν τοῦ περὶ εἱμαρμένης καὶ αὐτόθεν ἐκ τοῦ τρόπου, καθ' ὃν τὰς μαν.pref.3 τείας ποιεῖσθαι λέγονται. οὐ γὰρ δὴ δυνάμει κρείττονι τὴν τῶν μελλόντων γνῶσιν προειληφέναι φασὶν αὐτούς, ἐκ θεωρίας δὲ τῆς τῶν ἄστρων κινήσεως ὁμοίως ἀνθρώποις τὰ μέλλοντα καταστοχάζεσθαι. οὕτως οὐδὲν δύνασθαι οὔτ' ὠφελεῖν οὔτε τι τὸ παράπαν ἐνεργεῖν αὐτούς, εἰ μὴ τὰ καθειμαρμένα, φασί. τούτων δὲ ἔλεγχος αὐτὸς ἐκεῖνος ὁ τῶν δαιμόνων προήγορος ἐν οἷς ἐπέγραψε «Περὶ τῆς ἐκ λογίων φιλοσοφίας» ὧδε λέγων πρὸς λέξιν· 6.1.

αʹ. ΟΤΙ ΚΑΙ Α ΔΟΚΟΥΣΙ ΜΑΝΤΕΥΕΣΘΑΙ ΑΠΟ ΤΗΣ ΤΩΝ ΑΣΤΡΩΝ ΦΟΡΑΣ ΟΜΟΙΩΣ ΑΝΘΡΩΠΟΙΣ ΚΑΤΑΣΤΟΧΑΖΟΝΤΑΙ «Ἃ γὰρ λέγουσιν οἱ θεοί, εἴπερ τὰ μεμοιραμένα γινώσκοντες λέγουσιν, ἀπὸ τῆς τῶν ἄστρων φορᾶς δηλοῦσιν, καὶ τοῦτο σχεδὸν πάντες ἐξέφηναν οἱ ἀψευδεῖς τῶν θεῶν.» 6.1. Εἶθ' ἑξῆς ὑποβάς φησιν· «Ἐρωτηθεὶς ὁ Ἀπόλλων τί τέξεται ἡ γυνή, ἐκ τῶν ἄστρων εἶπεν ὅτι θῆλυ, ἐκ τοῦ σπορίμου ἐπιγνοὺς χρόνου. λέγει δὲ οὕτως· ἐκφύεται γαίηθεν ὁδῶν, ὅθι λείμακες ὄμβρου διψοσύνῃ κατέμαρψαν ὅλον πόμα μητέρος αὐτῆς, ἔνδον ὀρινομένης χρόνον ἄρκιον, οὔ τι δὲ κοῦρον, ἀλλὰ κόρην· Φοίβη γὰρ ἐΰσκοπος ἤροσεν ἁγνὴν Κύπριν, ἐπειγομένην θῆλυν γόνον, ὦ φίλε, σεῖο. 6.1.3 ἰδοὺ καὶ ἀπὸ τοῦ σπορίμου, ὅτι σελήνη ἐπὶ Ἀφροδίτην ἐφέρετο, εἶπεν ὅτι θῆλυ γεννηθήσεται. καὶ μὴν καὶ τὰς νόσους ἐκεῖθεν προλέγουσιν. ἐπάκουσον γάρ· ἦ μάλα μιν κακὸς ἰὸς ἐνὶ στέρνοισι δαμάζει, πνεύμονος ἀλγινόεσσαν ὑπερβλύζων 119

κακότητα» 6.1.4 καὶ τὰ ἑξῆς, οἷς ἐπιλέγει· «Ταῦτα δὲ Μοιράων νόος ἤγαγεν, ἠδὲ κελαινὴν εἰς ἔριν ἐστήριξε κακηπελίῃσι δαμάζειν, ὑψιπόλοιο Κρόνοιο κακὴν ὑπ' ἀταρπὸν ἰόντος.» 6.1.5 καὶ μεθ' ἕτερα· «Ἀλλά σε μόρσιμον ἦμαρ ἀναπλῆσαι βιότοιο ἀλγινόεις βροτολοιγὸς ἐπισπέρχων Κρόνῳ ἄντα σπεύσατο, σῆς δὲ θέμειλον ἀπὸ φρενὸς ἠίστωσε· τοὔνεκα καὶ πατέρος θεοειδέος ἱερὸν ἦτορ φευγέμεναι κακοεργὸν ἐπηπείλησεν Ἄρηα.» 6.1. ταῦτα μὲν ὅτι οὐδὲ ἐκ θείας αὐτῶν δυνάμεως μαντεύονται, ἀλλ' ἐξ ἄστρων ἐπιτηρήσεως κατὰ τοὺς τῶν μαθηματικῶν λόγους, ὡς μηδὲν ἐν τούτῳ διαφέρειν ἀνθρώπων μηδέ τι κρεῖττον καὶ φύσεως θειοτέρας ἔργον ἐπιδεί.1. κνυσθαι. θέα δὲ ὡς καὶ τὸ ἐφ' ἡμῖν ἀναιροῦσιν, οὐ μόνον τὰ ἐκτὸς καὶ τὰ οὐκ ἐφ' ἡμῖν τῇ τῶν ἄστρων ἀνατιθέντες φορᾷ, ἀλλὰ καὶ τὰς ἡμετέρας προαιρέσεις· 6.2. βʹ.

ΟΤΙ ΚΑΙ ΤΟ ΕΦ' ΗΜΙΝ ΑΝΑΙΡΟΥΣΙΝ ΕΞ ΕΙΜΑΡΜΕΝΗΣ ΦΑΣΚΟΝΤΕΣ ΚΑΙ ΤΑΣ ΠΡΟΑΙΡΕΣΕΙΣ ΚΙΝΕΙΣΘΑΙ «Οὕτως καὶ ὁ Ἀπόλλων περί τινος, ἅμα καὶ τὴν περὶ στρατιὰν προθυμίαν ἀφηγούμενος πόθεν αὐτῷ γίνεται, ἔφη· Ἄρεα κραιπνὸν ἔχει γενεθλήιον, ὅς μιν ὀρίνει οὐδέ ἑ ταρχύσει· Ζηνὸς γὰρ ἐπέχραε βουλή, ἥ οἱ κῦδος ἄρειον ἀπ' Ἄρεος εὐθὺς ὀρέξει. καὶ πάλιν ἐπ' ἄλλου· εὐχαίτης ἐπίκειται Κρόνος, στυγεροῖσι δὲ κέντροις ἀλγύνει παιδὸς ταλαοῦ δυσπέμφελον αἰῶ.» 6.2. εἰς τοσοῦτον δὲ τὴν εἱμαρμένην οἱ γενναῖοι θεοὶ πεφρίκασιν ὡς ὁμολογεῖν μηδὲ κεραυνουμένοις αὐτῶν τοῖς ἱεροῖς δύνασθαι ἐπαμύνειν. πολλὴ ἄρα γένοιτ' ἂν ἐλπὶς ἀνθρώποις εὐχομένοις τυχεῖν βοηθείας παρὰ τῶν μηδὲ σφίσιν αὐτοῖς ἐπαρήγειν δυνατῶν. τί δὲ χρὴ λοιπὸν εὐσεβεῖν καὶ τοὺς θεοὺς προσκυνεῖν καὶ θεραπεύειν, μηδὲν οἵους τε καθόλου μηδὲ ἑαυτοῖς ἐπαρκεῖν; ἄκουε δ' οὖν ἅ φησιν ὁ χρησμός· 6.3. γʹ.

ΟΤΙ ΟΥΔΕ ΤΟΙΣ ΑΦΙΕΡΩΜΕΝΟΙΣ ΑΥΤΟΙΣ ΝΑΟΙΣ ΚΕΡΑΥΝΟΥΜΕΝΟΙΣ ΕΠΑΡΚΕΙΝ ΕΔΥΝΗΘΗΣΑΝ «Οὕτω καὶ ναῶν μοῖραι καὶ ἱερῶν, καὶ αὐτοῦ γε τοῦ Ἀπόλλωνος τὸ ἱερὸν μεμοίρατο κεραυνωθῆναι, ὥς φησιν· ὦ ζαθέης γεγαῶτες Ἐριχθονίοιο γενέθλης, ἔτλητ' ἐλθέμεναι καὶ ἐμὴν ἐρεεινέμεν ὀμφήν, ὁππόθι δῃωθῇ περικαλλέος ἕδρανα σηκοῦ. κλῦτε δαφνηρεφέων μυχάτων ἄπο θέσκελον ὀμφήν. εὖτ' ἂν ἄνω πνείοντες ὑπηέριοι κελάδοντες τρίβωνται πατάγοισιν ἐναντία δηριόωντες κρυμὸς δ' αὖ περὶ κόσμον ἀπείρονα νήνεμος ἔσται μηδὲ διεξερύγησιν ἔχῃ κεκακωμένος αἰθήρ, αἰθαλόεις περὶ γαῖαν, ὅπη τύχεν, ἔκπεσε πυρσός· τὸν μὲν δὴ θῆρές τε κατ' οὔρεα δειμαίνοντες φεύγουσιν πυμάτοις ὑπὸ κεύθεσιν οὐδὲ μένουσιν εἰσιδέειν ὄσσοισι καταιβάσιον Διὸς ἔγχος. τοῦ μὲν καὶ νηοὶ μακάρων καὶ δένδρεα μακρὰ ἠλιβάτων τ' ὀρέων κορυφαὶ νῆές τ' ἐνὶ πόντῳ δάμνανται ζαπύροις πωτήμασιν ἐμπελάοντος· καὶ δ' αὐτὴ πληγεῖσα Ποσειδάωνος ἑταίρη πολλάκις ἠχήεσσ' ἀναχάζεται Ἀμφιτρίτη. ὑμεῖς οὖν καὶ ἄτλητον ἐνὶ φρεσὶν ἄλγος ἔχοντες, τέτλατε Μοιράων ἀμετάτροπα δήνεα θυμῷ· ταῖσι γὰρ Οὐρανίδαο Διὸς κατένευσε κάρηνον, ὅττι κε δὴ νήσωσι μένειν ἀσάλευτον ἀτράκτοις. αἶσα γὰρ ἦν δολιχοῖσι χρόνοις περικαλλέα σηκὸν πυρσῶν αἰώρῃσι διιπετέεσσι δαμῆναι.» 6.3. εἰ δὴ οὖν Μοιρῶν ἀτράκτοις καὶ τῶν σεβασμίων θεῶν οἱ ναοὶ τά τε ἱερὰ αὐτῶν δώματα «δάμναται ζαπύροις πωτήμασι», τίς ἂν ἔτι λείποιτο ἐλπὶς θνητοῖς ἀνθρώποις τῆς τῶν πεπρωμένων ἀποφυγῆς; εἰ δὲ καὶ μηδεμία ἐκ θεῶν ὑπάρχοι βοήθεια, δεῖ δὲ ἐξ ἅπαντος τετλάναι Μοιράων ἀμετάτροπα δήνεα θυμῷ, 6.3.3 καὶ τίς ἡ περὶ τοὺς θεοὺς ματαία σπουδή; εἴποι ἄν τις. τί δὲ δεῖ «λοιβῆς τε 120

κνίσης τε» καὶ τὸ ἐκ τούτων γέρας τοῖς μηδὲ τούτων ἀξίοις ἀπονέμειν, εἰ κατ' οὐδὲν ἡμᾶς ὠφελεῖν δύνανται; ἐπεὶ μηδὲ «τῶν ἀγαθῶν δοτῆρας» οἴεσθαι 6.3.4 χρῆν αὐτούς, ἀλλ' ἣν καὶ τῶν ἐναντίων ὡμολόγουν αἰτίαν. εἰ γὰρ πέπρωται ἀνθρώποις εἴτε τι ἀγαθὸν εἴτε τι καὶ ἐναντίον, ἔσται ἐξ ἀνάγκης καὶ παρέσται τοῦτο καὶ βουλομένων καὶ μὴ τῶν θεῶν. μόνην ἄρα τὴν Ἀνάγκην θεραπευτέον, σμικρὰ μᾶλλον δὲ τὸ μηθὲν φροντίσαντας τῶν θεῶν 6.3.5 μήτε λυπεῖν μήτε εὐεργετεῖν δυναμένων. εἰ δὲ δὴ τῶν Μοιρῶν μόνος ὁ ἐπὶ πάντων ἐπιστατεῖ θεὸς καὶ μόνος καὶ τούτων ὑπάρχει κύριος, ταῖσι γὰρ Οὐρανίδαο φησὶ Διὸς κατένευσε κάρηνον, ὅττι κε δὴ νήσωσι μένειν ἀσάλευτον ἀτράκτοις, τί δὴ οὐχὶ πάντα ὑπερθέμενος τὸν παμβασιλέα καὶ τῆς εἱμαρμένης δεσπότην μόνον θεὸν εἶναι ὁμολογεῖς καὶ μόνον ἀγαθῶν δοτῆρα καὶ σωτῆρα; ὅτι δὴ μόνῳ αὐτῷ καὶ ἃ φῂς Μοιράων «ἀμετάτροπα δήνεα» τρέπειν καὶ μεταλλάττειν ῥᾴδιον· ὡς μήτ' Ἀνάγκῃ μήτε Εἱμαρμένῃ τὸν τῷ παμβασιλεῖ θεῷ καθωσιωμένον καὶ μόνον αὐτὸν εὐσεβοῦντα δουλεύειν, οἷα δὲ ἐλεύθερον καὶ παντὸς ἀφειμένον δεσμοῦ ταῖς ἐνθέοις καὶ σωτηριώδεσιν οἰκονομίαις ἀκωλύτως ἐφέπεσθαι. ἀλλ' ὁ μὲν ἀληθὴς τοιαῦτα προφαίνει λόγος· ὁ δ' ἔμπαλιν ὅρα διὰ τίνων φησὶ τὰ τῆς εἱμαρμένης λύεσθαι· 6.4. δʹ.

ΟΤΙ ΔΙΑ ΜΑΓΕΙΑΣ ΦΑΣΙ ΤΑ ΤΗΣ ΕΙΜΑΡΜΕΝΗΣ ΛΥΕΣΘΑΙ «Δεηθέντος γάρ τινος καταδέξασθαι θεόν, εἰπὼν ὁ θεὸς ὅτι ἀνεπιτήδειός ἐστι διὰ τὸ ὑπὸ φύσεως καταδεδέσθαι, καὶ διὰ τοῦτο ἀποτροπιασμοὺς ὑπαγορεύσας ἐπάγει· ῥιπῇ δαιμονίη γὰρ ἀλεῖσ' ἐπιδέδρομεν ἀλκὴ σαῖσι γοναῖς, ἃς χρή σε φυγεῖν τοίαισι μαγείαις. 6.4. δι' ὧν καὶ σαφῶς δεδήλωται ὅτι ἡ μαγεία ἐν τῷ λύειν τὰ τῆς εἱμαρμένης παρὰ θεῶν ἐδόθη εἰς τὸ ὁπωσοῦν ταύτην παρατρέπειν.» 6.4.3 Ταῦτά σοι ὁ Πορφύριος, οὐκ ἐγώ. ὁ τοίνυν μαγείαις παραινῶν λύειν τὰ τῆς εἱμαρμένης πῶς αὐτὸς θεὸς ὢν τὰ πεπρωμένα κατὰ τοῦ ἰδίου ναοῦ κεραυνῷ πιμπραμένου μὴ ἔλυσεν; ὁ δὲ δὴ μαγεύειν, ἀλλὰ μὴ φιλοσοφεῖν παρορμῶν, πῶς οὐκ ἂν εἴη δῆλος ὁποῖος ὢν τυγχάνει τὸν τρόπον; ἐπὶ πᾶσι τούτοις καὶ ψεύδεσθαι τοὺς θεοὺς ὁ αὐτὸς ὁμολογεῖ· 6.5. εʹ.

ΟΤΙ ΚΑΙ ΨΕΥΔΟΝΤΑΙ ΜΑΝΤΕΥΟΜΕΝΟΙ «Ἀλλ' ἤδη καὶ τὴν γνῶσιν τῆς φορᾶς τὴν ἀκριβῆ καὶ τὰς ἐκ τούτων συμβάσεις ἀκατάληπτον εἶναι ἀνθρώποις, καὶ οὐ μόνον τούτοις, ἀλλὰ καί τισι τῶν δαιμονίων· ὅθεν καὶ ψεύδονται περὶ πολλῶν ἐρωτηθέντες.» 6.5. Τούτοις αὖθις ἐπιλέγει· «Καὶ τὸ περιέχον ἀναγκάζον ψευδῆ γίνεσθαι τὰ μαντεῖα, οὐ τοὺς παρόντας ἑκόντας προστιθέναι τὸ ψεῦδος. πολλάκις γοῦν προλέγουσιν ὅτι ψεύ.5.3 σονται· οἱ δὲ μένουσι καὶ λέγειν ἀναγκάζουσι διὰ τὴν ἀμαθίαν. εἶπε γοῦν ὁ Ἀπόλλων ποτέ, τοιαύτης οὔσης τῆς καταστάσεως, ὡς ἐδείξαμεν, πονηρᾶς τοῦ περιέχοντος· κλεῖε βίην κάρτος τε λόγων· ψευδηγόρα λέξω. 6.5.4 καὶ ὅτι ταῦτα ἀληθῆ ἐστιν ἅπερ ἔφαμεν, δηλώσει τὰ λόγια. ἔφη γοῦν τις κληθεὶς τῶν θεῶν· σήμερον οὐκ ἐπέοικε λέγειν ἄστρων ὁδὸν ἱρήν· ἕδρανα μαντοσύνης γὰρ ἐν ἄστρασι νῦν πεπέδηται.» καὶ ἐπιλέγει· «Πέφηνεν ἄρα πόθεν πολλάκις τὸ ψεῦδος συνίσταται.» 6.6. ʹ. ΑΝΑΣΚΕΥΑΣΤΙΚΑ ΤΟΥ ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ΛΟΓΟΥ Ἆρά σοι πέπαυται λοιπὸν τὰ τῆς ἀμφιβόλου γνώμης, ὅτι μηδέν τι ἦν θεῖον ἐν τοῖς τῶν θεῶν χρησμοῖς; πῶς γάρ ποτε τὸ θεῖον ψεύσαιτ' ἄν, τὴν φύσιν ὂν ἀψευδέστατον, εἴ γε ἀψευδὲς τὸ θεῖον; πῶς δὲ ἀγαθὸς δαίμων ταῖς ψευδολογίαις ἀπατήσειέ ποτε τοὺς χρωμένους; πῶς δ' ἂν εἴη κρεῖττον ἀνθρώπου 6.6. τὸ τῇ τῶν ἄστρων φορᾷ πεπεδημένον; θνητὸς μὲν οὖν 121

ἀνὴρ βραχεῖαν ἀρετῆς σπουδὴν εἰσενηνεγμένος οὔποτ' ἂν ψεύσαιτο, τἀληθὲς τιμᾶν προθέμενος, οὐδ' εἱμαρμένης ἀνάγκην οὐδ' ἄστρων φορὰν αἰτιάσαιτο ψευσάμενος· ἀλλ' εἰ καὶ τῷ σώματι πῦρ τις ἢ σίδηρον προσφέροι, διαφθείρειν ἐξαναγκάζων τὸν ἀληθῆ λόγον, ἀλλὰ καὶ πρὸς τοῦτον ἐλευθεροστομῶν ἀντιφθέγξεται· «ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα· τέμνε, κάταιθε σάρκας, ἐμπλήσθητί μου πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω γῆς εἶσιν ἄστρα, γῆ δ' ἄνεισ' ἐς οὐρανόν, πρὶν ἐξ ἐμοῦ σοι θῶπ' ἀπαντῆσαι λόγον.» 6.6.3 τὸ δέ γε λαοπλάνον καὶ ἀπατηλὸν δαιμόνιον σκήπτεται τοὺς ἄφρονας σοφιζόμενον, ἵν' ἐν οἷς ἂν τῆς τοῦ μέλλοντος προρρήσεως ἀποπίπτοι, κατα.6.4 φυγὴν αὐτῷ τῆς ἀλογίας τὴν εἱμαρμένην πορίζοιτο. πάντα δ' εἱμαρμένης διὰ τῶν χρησμῶν ἀναρτήσας ὁ δαίμων καὶ τὸ ἐφ' ἡμῖν ἐκ τῆς αὐτοπροαιρέτου κινήσεως ἀνελών, ἀνάγκῃ δὲ καὶ τοῦτο καταδουλώσας, θέα εἰς οἷον κακῶν 6.6.5 δογμάτων ὄλεθρον τοὺς αὐτῷ πειθομένους καταβέβληκεν. εἰ γὰρ ἄστροις καὶ εἱμαρμένῃ οὐ μόνα τὰ ἐκτός, ἀλλὰ καὶ τὰς κατὰ λογισμὸν προθυμίας ἀναθετέον καί τις ἀπαραίτητος ἀνάγκη τὰς ἀνθρωπίνας ἐκβιάζεται γνώμας, οἰχήσεταί σοι φιλοσοφία, οἰχήσεται καὶ εὐσέβεια· οὐδέ τις ἦν τοῖς σπουδαίοις ἔπαινος ἀρετῆς οὐδέ τις θεοφίλεια οὐδὲ τῶν ἐν ἀσκήσει πόνων καρπὸς ἐπάξιος, ἀνάγκης 6.6. καὶ εἱμαρμένης τὴν αἰτίαν τῶν πάντων ἀναδεδεγμένης. οὐ δὴ οὖν προσ ήκει καταμέμφεσθαι τοῖς περὶ τὸν βίον πλημμελοῦσιν οὐδέ γε τοῖς ἀσεβέσι καὶ ἐπιρρητοτάτοις, ἀλλ' οὐδὲ τοὺς σπουδαίους θαυμάζειν· ταύτη δέ, ὡς ἔφην, οἰχήσεται καὶ τὸ μέγα τῆς φιλοσοφίας κλέος, οὐκ αὐτοπροαιρέτου μελέτης καὶ ἀσκήσεως, ἀλλ' ἐκ τῆς τῶν ἄστρων ἀνάγκης ἀπῃωρημένον. 6.6. ὅρα οὖν εἰς οἷον κακῶν δογμάτων βυθὸν οἱ θαυμάσιοι θεοὶ καταβεβλήκασι, καὶ σκέψαι ὡς εἰς ἀσωτίαν καὶ ἀδικίαν καὶ ἄλλα κακὰ μυρία παρορμᾷ καὶ προτρέπει τουτὶ τὸ δόγμα, ἀνατροπὴν τοῦ παντὸς βίου ἀθρόως κατεργαζό.6. μενον. εἰ γοῦν τις αὐτόθεν πιστεύσειε τοῖς θαυμαστοῖς τῶν θεῶν χρησμοῖς, ὅτι γε τὸ ἀληθεύειν καὶ τὸ ψεύδεσθαι οὐχ ἡμέτερον ἔργον ἦν, ἀλλὰ τῆς ἀπαραιτήτου εἱμαρμένης, καὶ τὸ θέλειν ἐπὶ στρατείαν ἢ ἐπ' ἄλλο τι τῶν πρακτέων ὁρμᾶν καὶ τὸ μὴ θέλειν τὰ τοιάδε, πῶς οὐκ ἂν ἐθελήσειεν ἀμελεῖν καὶ καταρρᾳθυμεῖν ἐν ἅπασι τοῖς μὴ ἄνευ καμάτων καὶ πόνων καὶ τῆς ἡμῶν 6.6. αὐτῶν προθυμίας κατορθοῦσθαι δυναμένοις; εἰ γὰρ ἐξ εἱμαρμένης τόδε τι γενήσεσθαι νομίζοι, εἴτε πονοίημεν ἡμεῖς περὶ αὐτὸ καὶ σπουδάζοιμεν εἴτε καὶ μή, πῶς οὐκ ἄν τις ἐθελήσειε τὸ ῥᾷον αἱρεῖσθαι, παρεὶς ἑαυτὸν καὶ ἀμελῶν, ὡς ἐξ εἱμαρμένης καὶ ἀνάγκης γενησομένου τοῦ πραχθησομένου; 6.6.10 ὅθεν καὶ λεγόντων ἔστιν ἀκοῦσαι τῶν πολλῶν ὅτι ἄρα πραχθήσεται τοῦ.6.11 το, εἴ γε εἵμαρταί μοι, καὶ τί με χρὴ παρέχειν ἐμαυτῷ πράγματα; εἰ γὰρ ὁ ἐπὶ στρατείαν ὁρμῶν οὐκ ἐκ προαιρέσεως οἰκείας τοῦτ' ἔπραττεν, ἐλαυνόμενος δὲ ὑπὸ τῆς ἔξωθεν ἀνάγκης, δῆλον ὅτι καὶ ὁ ἐπὶ λῃστείαν καὶ ἐπὶ τυμβωρυχίαν καὶ ἐπὶ τὰς ἄλλας ἤτοι ἀνοσιουργίας καὶ ἀκολασίας ἢ κοσμίους καὶ σώφρονας ἐπιτηδεύσεις· τοῦτο γὰρ ἂν εἴη ἀκόλουθον τῷ περὶ εἱμαρμένης λόγῳ. 6.6.12 πῶς οὖν ὁ ταῦτα μὴ ἐξ αὑτοῦ ἡγούμενος ἐγχειρεῖν, ἀλλ' ὑπὸ τῆς ἔξωθεν ἀνάγκης προσέξοι ἄν ποτε τῷ νουθετοῦντι καὶ διδάσκοντι μὴ ἑαυτὸν ἐπιδι.6.13 δόναι ἔκδοτον τοῖς προειρημένοις; εἴποι γὰρ ἂν πρὸς τὸν νουθετοῦντα, ὡς καὶ τῶν πρὸ ἡμῶν τισὶν εἴρηται, τί με, ὦ ἄνθρωπε, νουθετεῖς; ταῦτα γὰρ οὐ δήπου ἐστὶν ἐπ' ἐμοί, τὸ μεταβάλλειν τὴν προαίρεσιν· ἡ γὰρ εἱμαρμένη 6.6.14 προκατείληφε. τί οὖν δεῖ συντετάσθαι πρὸς ἃ οὐδὲ προθυμεῖσθαι δυνήσομαι, εἰ μὴ καὶ τοῦτο καθείμαρταί μοι; προθυμήσομαι δέ, εἰ καθείμαρται, καὶ ἄνευ τῆς σῆς διδασκαλίας ὑπὸ τῆς εἱμαρμένης ἀγόμενος. τί οὖν μάτην 6.6.15 σεαυτὸν ἐνοχλεῖς; ἀλλ' εἰ καὶ τὸ σὲ παραινεῖν καὶ διδάσκειν φήσεις κατὰ ἀνάγκην ἐπιτελεῖσθαι εἰς τὸ παραινεῖν καὶ πείθειν ἐμὲ τοιαῦτα, ἀλλὰ κἀν τούτῳ τί χρὴ σπουδάζειν; ἀργὴ γὰρ καὶ ἀνωφελὴς ἡ παραίνεσις. εἰ γὰρ εἵμαρταί μοι, φιλοπονήσω· εἰ δὲ μὴ εἵμαρται, ματαίαν ποιεῖσθαι τὴν σπουδὴν 6.6.16 ἀμφοτέρους συμβήσεται. πῶς δὲ οὐ μᾶλλον 122

ἀπορρᾳθυμῶν εἴποι ἂν πρὸς ἑαυτὸν ὁ ταύτην ἔχων τὴν δόξαν· Ἄγε μηδαμῶς φιλοπονήσω μηδὲ μάτην ἐνοχλήσω ἐμαυτῷ· γενήσεται γὰρ τὸ εἱμαρτὸν ἐξ ἀνάγκης· ὁ δὲ περί τι σπουδάζων ἢ διδάσκων ἢ προτρέπων ἢ ἑαυτὸν ἢ ἄλλον καὶ τὸ πείθεσθαι καὶ τὸ μὴ πείθεσθαι καὶ τὸ ἁμαρτάνειν καὶ μὴ τό τε ἐπιτιμᾶν τοῖς ἁμαρτάνουσι καὶ τὸ ἐπαινεῖν τοὺς κατορθοῦντας, πῶς οὐκ ἐναργῶς ἐλέγχεται τὸ μὲν ἔργον καταλιπὼν τοῦ παρ' ἡμῖν καὶ τοῦ αὐτεξουσίου, τὸ δὲ τῆς εἱμαρμένης ὄνομα 6.6.17 αὐτῷ συνάπτων μόνον; ὥσπερ εἴ τις τὴν τοῦ ἀγαθοῦ φύσιν, ἧς κατὰ τὴν παρουσίαν ἄριστα διοικεῖται τὸ ζῷον, τῷ τοῦ κακοῦ προσαγορεύοι ὀνόματι. οὕτως γὰρ ἐπεὶ ἐναργῶς ἑαυτῶν αἰσθανόμεθα μὴ βιαζομένων ὑπ' ἄλλης τινὸς αἰτίας ἐν τῷ παιδεύειν τοὺς υἱεῖς καὶ μαστίζειν τοὺς οἰκέτας ἁμαρτήσαντας καὶ ἐν τῷ τόδε τι βούλεσθαι καὶ μὴ βούλεσθαι, ἀλλ' αὐτοτελῶς ἐκ τῆς ἰδίας ἐξουσίας εἰς τὰς τοιαύτας κινήσεις ἀφικνουμένων, ἁμαρτάνοι ἂν ὁ ταῦτα λέγων γίνεσθαι καθ' εἱμαρμένην, πρὸς τὸ παραλύειν τάς τε ἡμῶν αὐτῶν προθυμίας καὶ τὰς εἰς ἄλλους γινομένας παρακλήσεις καὶ νουθετήσεις, ἐξ 6.6.18 ὧν ὁρῶμεν μάλιστα κατορθούμενα τὰ τῶν ἀνθρώπων πράγματα. καὶ μὴν καὶ νόμους ἀνατρέποι ἂν οὗτος ὁ λόγος τοὺς τοῦ συμφέροντος ἕνεκεν ἀνθρώποις κειμένους. τί γὰρ χρὴ προστάττειν ἢ ἀπαγορεύειν τοῖς ὑφ' ἑτέρας ἀνάγκης κατισχημένοις; ἀλλ' οὐδὲ τοὺς ἁμαρτάνοντας δεήσει κολάζειν μὴ παρὰ τὴν αὐτὴν αἰτίαν ἡμαρτηκότας οὐδὲ τοῖς τὰ κάλλιστα πράττουσι τιμὰς ἀπονέμειν, ὧν ἑκάτερον πολλὴν αἰτίαν παρέσχηκεν εἰς ἀναστολὴν 6.6.19 ἀδικίας καὶ εἰς εὐποιίας ἑτοιμότητα. ἀλλὰ καὶ τὴν πρὸς τὸ θεῖον εὐσέβειαν ἀνατρέποι ἂν ἥδε ἡ δόξα, εἴ γε μηδὲν ἡμῖν ὁ θεὸς μηδὲ μὴν αὐτοὶ οἱ τῶνδε χρησμῳδοὶ μήτ' εὐχομένοις μήτ' εὐσεβοῦσι συμβάλλονται εἱμαρμένης ἀνάγ.6.20 καις πεπεδημένοις. τὸ δὲ δίκην ἀψύχων λέγειν κινεῖσθαι ἡμᾶς, τῇδε καὶ τῇδε ὑπό τινος ἔξωθεν δυνάμεως νευροσπαστουμένους, εἰς τὸ ἐπάναγκες ἐθελῆσαι τάδε πρᾶξαι καὶ ἑλέσθαι παρὰ προαίρεσιν ἕτερα, πῶς οὐκ ἂν εἴη ἀναιδὲς καὶ ἀναισχυντότατον, ἐπείπερ ἐναργῶς αἰσθόμεθα ἑαυτῶν ὑμετέρᾳ ὁρμῇ καὶ κινήσει τάδε τινὰ προθυμουμένων καὶ ἀμελούντων πάλιν ἑαυτῶν ἀντιλαμβανόμεθα καὶ παρὰ ταύτην τὴν αἰτίαν κατορθούντων ἢ μὴ κατορθούντων καὶ ἐξ οὐδενὸς ἑτέρου βιαζομένων, ἀλλὰ τὰ μὲν ἑκουσίῳ γνώμῃ αἱρουμένων, τὰ δὲ φευγόντων καὶ παραιτουμένων ἐκ τῆς ἡμῶν αὐτῶν προαιρέσεως; 6.6.21 οὕτω δὲ ἄρα ἐναργὴς ἦν ὁ τοῦ αὐθεκουσίου λόγος ὥστε ὁμοίως τὸ ἀλγεῖν καὶ τὸ ἥδεσθαι καὶ τὸ τόδε τι ὁρᾶν καὶ τόδ' ἀκούειν οὐ συλλογισμῷ, ἀλλ' ἐνεργείᾳ καταλαμβανομένων συναισθέσθαι ἑαυτῶν ἐξ ἡμῶν αὐτῶν καὶ τῆς ἡμετέρας βουλῆς ὁρμώντων καὶ τάδε τινὰ αἱρουμένων, τινὰ δὲ ἀποστρεφομένων, ὥστε ἐξ ἅπαντος τὸ ἐλεύθερον καὶ τὸ αὐτεξούσιον τῆς ἐν ἡμῖν λο.6.22 γικῆς καὶ νοερᾶς φύσεως ἐνδίκως ὁμολογεῖσθαι. εἰ δὲ καὶ παρὰ προαίρεσιν μυρία συμβαίνοντα ἡμῖν τοὺς πολλοὺς τῶν ἀνθρώπων ταράττει, διαιρετέον ἐνταῦθα τὴν τῶν ἐν οἷς ἐσμὲν φύσιν, καὶ τὸν λόγον, καθ' ὃν τὰ οὐκ ἐφ' ἡμῖν γίνεται, ἐπιθεωρητέον. οὕτω γὰρ καὶ τούτων τὸ αἴτιον οὔ τις ἄλογος ἀναδέξεται εἱμαρμένη, λόγος δὲ πάλιν ἄλλος τῆς τῶν ὅλων προνοίας ἀπηρτημένος. φέρ' οὖν ἐπιμελῶς τὸ πρόβλημα ἐπισκεψώμεθα· 6.6.23 Πάντα μὲν ἀθρόως ἐκ θεοῦ προνοίας εἶναί τε καὶ διοικεῖσθαι οἱ τῆς 6.6.24 ἀληθοῦς εὐσεβείας θεσμοὶ διαγορεύουσιν. ἤδη δὲ κατ' εἶδος ἰδίως ἕκαστα τῶν γιγνομένων τὰ μὲν ἕξει, τὰ δὲ φύσει, τὰ δὲ ὁρμῇ καὶ φαντασίᾳ, τὰ δὲ λογισμῷ καὶ κρίσει οἰκείᾳ τε καὶ προαιρέσει κινούμενα, καὶ ἄλλα μὲν κατὰ προηγούμενον λόγον γιγνόμενα, ἕτερα δὲ κατ' ἐπισυμβεβηκότα τοῖς προηγουμένως γεγονόσι ποικίλην καὶ πολύτροπον τὴν τοῦ παντὸς συνεστήσατο διακόσμησιν, ἑκάστῳ γένει τῶν ὄντων ἰδίαν καὶ ἀφωρισμένην τινὰ φύσεως κατα.6.25 σκευὴν τοῦ τῶν ὅλων αἰτίου διανείμαντος. σχολῇ μὲν οὖν τις τὸν περὶ τῶν ἄλλων διεξέλθοι λόγον, τὸν δὲ περὶ τοῦ αὐτεξουσίου ῥᾷον καταμάθοι ἂν 6.6.26 ὧδε· ἐπεὶ μὴ μονογενὲς χρῆμα μηδ' ἐκ μιᾶς συνεστὼς φύσεως τυγχάνει ὢν ὁ ἄνθρωπος, ἐκ δυοῖν 123

δὲ ἐναντίων εἴληχε τὴν σύνοδον, σώματος καὶ ψυχῆς, τοῦ μὲν κατὰ συμβεβηκὸς ὀργάνου τῇ ψυχῇ δεδομένου, τῆς δὲ νοερᾶς οὐσίας κατὰ τὸν προηγούμενον ὑποστάσης λόγον, καὶ τοῦ μὲν ἀλόγου, τῆς δὲ λογικῆς τυγχανούσης, καὶ πάλιν τοῦ μὲν φθαρτοῦ, τῆς δὲ ἀφθάρτου, καὶ θατέρου θνητοῦ, θατέρας δὲ ἀθανάτου, ὥσθ' ἡμᾶς θηρσὶ μὲν ἀλόγοις ἀδελφὸν φέρειν τὸ σῶμα, ψυχὴν δὲ τῇ λογικῇ καὶ ἀθανάτῳ φύσει συγγενῆ· ταύτη τοι εἰκὸς τὸ διφυὲς τουτὶ βλάστημα, διττῆς ἅτε φύσεως κεκοινωνηκός, διττῷ καὶ διαφόρῳ τὸ ζῆν ἀπευθύνειν τρόπῳ, τοτὲ μὲν φύσει σώματος δουλεῦον, τοτὲ δὲ τῇ θειοτέρᾳ μοίρᾳ τὴν οἰκείαν ἀσπαζόμενον ἐλευθερίαν· ὡς καὶ δοῦλον εἶναι τὸν αὐτὸν καὶ ἐλεύθερον, τοιαύτην τινὰ παρὰ τοῦ θεοῦ, δι' οὓς οἶδε λόγους αὐτός, κεκληρωμένον ψυχῆς καὶ σώματος ἐπιμιξίαν. 6.6.27 εἰ δὴ οὖν τις τὰ κατὰ φύσιν ἤτοι τοῦ σώματος ἢ καὶ τῆς ψυχῆς, εἱμαρμένης ὀνόματι χρώμενος, ὑπ' αἰτίαν ἀνάγκης καταβάλλοι, διαμάρτοι ἂν τῆς οἰκείας προσηγορίας. εἰ γὰρ εἱμαρμένης ἀνάγκη τις ἦν ἀκώλυτος, πολλὰ δὲ τῶν τῷ σώματι καὶ τῇ ψυχῇ κατὰ φύσιν προσόντων παραποδίζεται μυρία τε ἔξωθεν ἄλλα συναντᾷ παρὰ φύσιν κατά τι συμβεβηκὸς καὶ ψυχῇ καὶ σώματι παρ.6.28 επόμενα, πῶς ἂν εἴη ταὐτὸν εἱμαρμένη καὶ φύσις; εἰ γὰρ ἀπαράλλακτόν φασιν εἶναι τὴν εἱμαρμένην καὶ μὴ δύνασθαι τι παρὰ ταύτην γίνεσθαι ἀνάγκην γὰρ εἶναι ἀπαραίτητον, πολλὰ δέ, ὡς ἔφην, παρὰ τὰ κατὰ φύσιν καὶ ψυχῇ καὶ σώματι συμβαίνει, οὐκ ἂν ὀρθῶς τις ὀνομάζοι ταὐτὸν εἶναι 6.6.29 λέγων εἱμαρμένην καὶ φύσιν. γένοιτ' ἂν οὖν τῶν ὄντων ἐν ἡμῖν τὰ μὲν κατὰ λογισμὸν καὶ προαίρεσιν τὴν ἐφ' ἡμῖν γιγνόμενα, οἷα τὰ κατὰ φύσιν ψυχῆς, τὰ δὲ κατὰ φύσιν τοῦ σώματος, τὰ δὲ τούτοις μὲν συμβεβηκότα, ψυχῇ λέγω καὶ σώματι, ἑτέροις δὲ συντελούμενα κατὰ φύσιν· ἀλλ' οὔτε τῆς ψυχῆς τὸ ἐφ' ἡμῖν οὔτε τοῦ σώματος τὸ κατὰ φύσιν οὐδὲ μὴν τῶν ἔξω.6.30 θεν τὸ κατὰ συμβεβηκὸς ἐνδίκως ἄν τις ἀποστεροίη τὸν αἴτιον. θεὸς γὰρ αὐτὸς ὁ τῶν ὅλων καὶ τῶν ἐφ' ἡμῖν καὶ τῶν κατὰ φύσιν καὶ τῶν κατὰ συμβεβηκὸς δημιουργὸς ὢν ἀποπέφανται. καθόλου γὰρ περὶ πάντων ἀκουστέον τῆς ἐνθέου γραφῆς, τὸ «αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, 6.6.31 καὶ ἐκτίσθησαν» ἀποφηναμένης. εἰ δὴ οὖν βουλομένοις ποτέ τινα ἕτερα παρὰ τὴν ἡμετέραν γνώμην συμβαίνει, ὑπομνηστέον ἑαυτοὺς ὡς ἄρα τοῦτ' ἦν ἐκεῖνο τὸ διττὸν καὶ ἑτερογενὲς τῆς ἐν ἡμῖν συμπλοκῆς, λέγω δὴ ψυχῆς καὶ σώματος, παρ' ὃ καὶ ψυχῆς οὐσία, τὴν φύσιν οὖσα νοερὰ καὶ λογική, ἐν νηπιάζοντι κατὰ φύσιν σώματι παρὰ φύσιν αὐτὴ χώραν ἀλόγου μετείληφε· καὶ νοῦς ὁ φρονήσεως οἰκεῖος ἀφραίνει πολλάκις κατά τι συμβεβηκός, παρα.6.32 τραπεὶς ἐν ὑπερβαλλούσαις φέρε σώματος ἀρρωστίαις. πολλάκις δὲ καὶ γῆρας ἐπελθὸν σώματι κατὰ φύσιν τῶν κατὰ τὴν ἀκμὴν κατορθωμάτων τὴν διάνοιαν ἐστέρησε, τῆς νοερᾶς ψυχῆς τὸ λογιστικὸν παρὰ φύσιν ἀμβλῦ.6.33 ναν. αἰκίαι δ' αὖ πάλιν καὶ ἀλγηδόνες σώματι πηρώσεις τε ἐπισυμβᾶσαι παρὰ φύσιν τὸ αὐθεκούσιον τῆς ψυχῆς παρὰ τὸ συμβεβηκὸς ἐξενίκησαν, ἐνδούσης ταῖς ἀλγηδόσι διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκήν· ὡς ἁλίσκεσθαι δεσμὸν ἄφυκτον ἐμποδὼν προβεβλῆσθαι τῷ κατὰ ψυχὴν ἐλευθέρῳ τοτὲ μὲν 6.6.34 τὴν τοῦ σώματος φύσιν, τοτὲ δὲ τὰ ἐκτὸς ἐπισυμβαίνοντα. ἦν δὲ ἄρα καὶ τὸ τῆς ἐφ' ἡμῖν προαιρέσεως εἰς τοσοῦτον ἧκον ἀρετῆς καὶ ἰσχύος ὡς ἀντιβαίνειν ἐπὶ πολλῶν τολμᾶν καὶ ἀντιλέγειν τῇ τε τοῦ σώματος φύσει καὶ 6.6.35 τοῖς ἔξωθεν ἐπισυμβαίνουσιν. ἡ μέν γε τοῦ σώματος φύσις ἐπὶ τὴν τῶν ἀφροδισίων ὁρμὴν τὸν ἄνδρα καλεῖ, ἡ δὲ ψυχὴ λόγῳ σώφρονι χαλινὸν ἐμβαλοῦσα τῷ πάθει κρείττων καθίσταται τῆς τοῦ σώματος φύσεως· καὶ πάλιν ἡ μὲν πεινῆν καὶ διψῆν καὶ ῥιγοῦν καὶ τὰ τοιαῦτα προσαναγκάζουσα ἐπὶ τὰς κατὰ φύσιν θεραπείας τε καὶ πληρώσεις παρακαλεῖ, ἡ δὲ προαίρεσις λόγοις σώφροσιν ἀναπεισθεῖσα καί τινας ἀσκητικὰς προτροπὰς αὐθεκουσίως ἀγαπήσασα, πολυημέροις ἀσιτίαις καὶ καρτερίαις παρακρούεται τὴν τοῦ σώματος 6.6.36 φύσιν, ἀρετῇ λογισμοῦ κρίνασα τοῦτο καὶ ἑλομένη. καὶ αὖ πάλιν ἡ μὲν κατὰ φύσιν πάσαις ἡδοναῖς χαίρει καὶ τῇ λείᾳ τῶν 124

σωμάτων κινήσει, ἡ δὲ προαί.6.37 ρεσις ἀρετῆς ἐπιθυμίᾳ τὸν ἐπίπονον καὶ τραχὺν ἠσπάσατο βίον. εἰσὶ δὲ οἳ καὶ ἐπὶ τὸ χεῖρον τραπέντες «μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν 6.6.38 παρὰ φύσιν, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι.» οὕτως ἄρα καὶ τῇ φύσει οὐ κατὰ πάντα ἐνδίδωσιν ὁ λογισμός, κρατεῖ δὲ ἐν πλείστοις, ὡς καὶ κρατεῖται, καὶ τοτὲ μὲν αὐτὸς ἄγει, τοτὲ δὲ αὐτὸς ἄγεται, ὡς καὶ πρὸ ὥρας ἔσθ' ὅπη χερσὶν ἐπισπᾶσθαι τὴν ἀπαλλαγὴν τοῦ σώματος, 6.6.39 ὅτε τὸ ζῆν αὐτῷ μὴ λυσιτελὲς κριθείη. εἰ μὲν οὖν πρὸς μόνην τὴν οἰκείαν τοῦ σώματος φύσιν ὁ πᾶς ἀγὼν ἦν αὐτῷ, μέτριος ἂν ἦν οὗτος· ἐπεὶ δὲ τὴν πολιτείαν καὶ τὸν ἐν ἀνθρώποις βίον ὁ θεὸς αὐτῷ μεταξὺ πολλῶν καταβέβληται, ὡς μετὰ θηρίων καὶ ἑρπετῶν ἰοβόλων ἐν μέσῳ τε πυρὸς καὶ ὕδατος ἀέρος τε τοῦ περιέχοντος καὶ τῶν ἐν τούτοις ἅπασι παρηλλαγμένων καὶ διαφόρων φύσεων τὰς διατριβὰς ποιεῖσθαι, εἰκότως αὐτῷ ἡ διαμάχη καὶ ἡ ἔνστασις οὐ πρὸς τὴν οἰκείαν ἐστὶ καὶ συνημμένην αὐτῷ μόνον φύσιν τοῦ σώματος, ἀλλὰ καὶ πρὸς μυρία τὰ ἐκτὸς συμβεβηκότα, ὧν ἐν μέσῳ ζῇ ὁ τὸν θνητὸν βίον 6.6.40 διεξάγων, ὥστε καὶ πρὸς ταῦτα καρτερῶς ἀντέχειν. πολλαὶ γοῦν ἤδη καὶ τοιῶνδε τροφῶν φύσεις καὶ τοιαίδε συγκράσεις τοῦ περιέχοντος, κρυμῶν τε ἐπιφοραὶ καὶ φλογμῶν ἐκκαύσεις, πλεῖστά τε ἄλλα κατά τινας οἰκείους λόγους φυσικῶς μὲν κινούμενα, συμβατικῶς δὲ ἡμῖν προσπίπτοντα τάραχον οὐ τὸν τυχόντα τῷ καθ' ἡμᾶς αὐτεξουσίῳ διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκὴν παρέσχηκεν, τῆς τῶν ἡμετέρων σωμάτων φύσεως τὰς τῶν ἔξωθεν ἐπιφορὰς οὐχ ὑπομενούσης, κρατουμένης δὲ καὶ νικωμένης ὑπὸ τῶν ἐκτὸς κατὰ φύσιν 6.6.41 οἰκείαν ἐπιτελουμένων. πάλιν τε αὖ, ἐπειδὴ μετὰ πλείστων ἀνδρῶν ποιούμεθα τὰς διατριβάς, οἱ δὲ καὶ αὐτοὶ τῆς ἴσης ἡμῖν λαχόντες οὐσίας τὸ ἐφ' ἡμῖν αὐτοῖς ἐπὶ τῆς ἰδίας ἐξουσίας ἀποφέρονται, ἐλευθέρᾳ τῇ σφῶν χρώμενοι προαιρέσει, ταύτη πάλιν εἰκότως καὶ ταῖς ἑτέρων γνώμαις ὑποκεισόμεθα, τοῦ αὐτῶν ἐκείνων αὐτεξουσίου ὧδέ πως ἡμῖν κατὰ τοῦ σώματος ἢ 6.6.42 περὶ τὴν ψυχὴν χρωμένου. ὥσπερ γὰρ ἡ τοῦ σώματος ἡμῶν φύσις νικᾶται πολλάκις πρὸς τῶν ἔξωθεν ὑποπιπτόντων, οὕτως ἔστιν ὅτε καὶ προαίρεσις ὑπὸ μυρίων ἔξωθεν ἐνοχλουμένη προαιρέσεων, αὐτεξουσίῳ γνώμῃ πεισθεῖσα, ἑαυτὴν τοῖς ἔξωθεν ἐπιδίδωσι καὶ τοτὲ μὲν βελτίων, τοτὲ δὲ χείρων ἀποτελεῖται. οἶδε γὰρ συνουσία φαύλη κακύνειν, ὥσπερ αὖ τοὐναντίον ποιεῖν ἀμείνους τῶν καλῶν ὁμιλία. «φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί,» 6.6.43 ὥσπερ οὖν καὶ σῴζουσι βελτιοῦσαι τῶν ἀγαθῶν αἱ συνουσίαι. καὶ λόγοις μὲν ἡ λογικὴ τῆς ψυχῆς δύναμις τῶν ἔξωθεν ἐπισυμβαινόντων ὧδέ πως καὶ τῇδε φέρεται· ἰσχύει δὲ πάλιν οἰκεία καὶ λογικῆς οὐσίας ἀρετὴ καὶ θείαν ὡς ἀληθῶς καὶ θεοειδῆ τὴν δύναμιν ἐπιδείκνυται, ὅτε πρὸς πάντα τὰ ἐκτὸς ἀντέχουσα καὶ τὰ πάντα ἐλευθέρῳ φρονήματι ὑπερνικῶσα, πρὸς οὐδὲν τῆς οἰκείας ἀρετῆς ὑφιεμένη φιλοσοφεῖν παρεσκεύασται. ὅτε γε μὴν ὀλιγωρεῖ, ὑπὸ τῶν χειρόνων τὰ χείριστα διατίθεται, ὥσπερ οὖν καὶ βελτιοῦται τῆς ἔξωθεν 6.6.44 τυγχάνουσα ἐπιμελείας. τί χρὴ λέγειν ἐπὶ τούτοις, ὡς καὶ φοραὶ καὶ ἀφορίαι τοιῶνδε ψυχῶν καὶ σωμάτων, κατά τινα περίπτωσιν οἰκείως τῇ τοῦ παντὸς διοικήσει συντελούμεναι εὖ τε καὶ ὀρθῶς ἔχουσαι τῷ παντί, πλείστην ὅσην τοῖς κατὰ μέρος καὶ δὴ καὶ τοῖς ἐφ' ἡμῖν παντοίας κινήσεως πε.6.45 ριουσίαν ἀπειργάσαντο; πᾶσι δὲ καθόλου τοῖς οὖσι, τοῖς τε παρ' ἡμᾶς γινομένοις καὶ παρὰ τὴν ἡμετέραν αἰτίαν καὶ τοῖς ἔξωθεν κατὰ συμβεβηκὸς ἐπιοῦσι τοῖς τε φυσικῶς ἐνεργουμένοις, μία παναλκὴς καὶ παντοδύναμος ἐπιστατεῖ ἡ διὰ πάντων ἐπιπορευομένη τοῦ θεοῦ πρόνοια, ἣ καὶ τὰ πλεῖστα θειοτέροις ἡμῖν τε ἀρρήτοις οἰκονομεῖ λόγοις, εὐηνίως τὸ πᾶν διακυβερνῶσα πολλά τε καὶ τῶν κατὰ φύσιν ἐπὶ τὸ προσῆκον τοῖς καιροῖς μετασκευάζουσα συνεργοῦσά τε καὶ συμπράττουσα τοῖς ἐφ' ἡμῖν καὶ τοῖς ἐκτὸς πάλιν συμβαίνουσι τὴν δέουσαν τάξιν ἀπονέμουσα. 6.6.46 Τούτων εἰς τρία τοῦτον διῃρημένων τὸν τρόπον, εἴς τε τὰ ἐφ' ἡμῖν καὶ τὰ κατὰ φύσιν γινόμενα τά τε κατὰ 125

συμβεβηκός, πάντων δὲ ἐφ' ἕνα λόγον τὸν ἐκ θεοῦ βουλῆς ἀνακεφαλαιουμένων, οὐδαμοῦ μὲν ὁ περὶ εἱμαρμένης 6.6.47 χώραν ἕξει λόγος. γένοιτο δ' ἂν ἡμῖν εὑρημένη καὶ ἡ παρὰ τοῖς πολλοῖς ἀπορουμένη τῆς κακίας πηγή, ἐν οὐδενὶ μὲν χώραν ἔχουσα τῶν κατὰ φύσιν, οὔτ' ἐν σώμασιν οὔτ' ἐν οὐσίαις, πολλοῦ δεῖ ἐν τοῖς κατὰ συμβεβηκὸς ἔξωθεν ἐπιγινομένοις· εὑρεθείη δ' ἂν ἐν μόνῃ τῇ τῆς ψυχῆς αὐτοπροαιρέτῳ κινήσει, καὶ ἐν ταύτῃ οὐχ ὅτε κατὰ φύσιν βαδίζουσα τὴν εὐθεῖαν ὁδεύει, ἀλλ' ὅτε τῆς βασιλικῆς ἐκστᾶσα οἰκείᾳ γνώμῃ τὴν παρὰ φύσιν τρέπεται, αὐτὴ ἑαυτῆς καθεστῶσα 6.6.48 κυρία. ἐπειδὴ τοῦτο γέρας ἐξαίρετον παρὰ θεοῦ λαβοῦσα ἐλευθέρα καὶ αὐτοκράτωρ τυγχάνει, τῆς οἰκείας ὁρμῆς τὸ κριτήριον εἰς ἑαυτὴν ἀναδεδεγμένη· νόμος δὲ θεῖος αὐτῇ συνεζευγμένος κατὰ φύσιν, λαμπτῆρος καὶ φωστῆρος δίκην, ἐπιφωνεῖ ἔνδοθεν ὑπηχῶν αὐτῇ καὶ λέγων· «Ὁδῷ βασιλικῇ πορεύσῃ, οὐκ ἐκκλινεῖς δεξιὰ οὐδὲ ἀριστερά», βασιλικὴν τὴν κατὰ τὸν ὀρθὸν 6.6.49 λόγον πορείαν εἶναι διδάσκων. τοῦτον γὰρ ἁπάσῃ ψυχῇ φυσικὸν νόμον βοηθὸν αὐτῇ καὶ σύμμαχον ἐπὶ τῶν πρακτέων ὁ τῶν ὅλων δημιουργὸς ὑπεστήσατο, διὰ μὲν τοῦ νόμου τὴν εὐθεῖαν αὐτῇ παραδείξας ὁδόν, διὰ δὲ τῆς αὐτῇ δεδωρημένης αὐτεξουσίου ἐλευθερίας τὴν τῶν κρειττόνων αἵρεσιν ἐπαίνου καὶ ἀποδοχῆς ἀξίαν ἀποφήνας γερῶν τε καὶ μειζόνων ἐπάθλων τῶν ἐπὶ τοῖς κατορθουμένοις, ὅτι μὴ βεβιασμένως, γνώμῃ δὲ αὐτεξουσίῳ κατώρθου, παρὸν καὶ τὴν ἐναντίαν ἑλέσθαι· ὡς ἔμπαλιν τὴν τὰ χείριστα ἑλομένην ψόγου καὶ τιμωρίας εἶναι ἀξίαν, ἅτε οἰκείᾳ κινήσει τοῦ μὲν κατὰ φύσιν νόμου παραμελήσασαν, κακίας δὲ ἀρχὴν καὶ πηγὴν ἀπογεννήσασαν φαύλως τε ἑαυτῇ κεχρημένην οὐκ ἔκ τινος ἔξωθεν ἀνάγκης, ἀλλ' ἐξ ἐλευθέρας 6.6.50 γνώμης τε καὶ κρίσεως. αἰτία δὴ τοῦ ἑλομένου, θεὸς ἀναίτιος. οὔτε γὰρ φύσιν φαύλην ὁ θεὸς εἰργάσατο οὐδέ γε ψυχῆς οὐσίαν· ἀγαθῷ γὰρ οὐδὲν πλὴν ἀγαθὰ δημιουργεῖν θέμις· ἀγαθὸν δὲ πᾶν ὅ τι κατὰ φύσιν· ψυχῇ δὲ πάσῃ λογικῇ κατὰ φύσιν πάρεστι τὸ αὐτεξούσιον ἀγαθόν, καὶ τοῦτο ἐπ' 6.6.51 ἀγαθῶν αἱρέσει γεγενημένον. φαύλως δὲ ὅτε πράττει, οὐ τὴν φύσιν αἰτιατέον· οὐ γὰρ κατὰ φύσιν, παρὰ φύσιν δὲ αὐτῇ γίνεται τὸ φαῦλον, προαιρέσεως ὂν ἀλλ' οὐ φύσεως ἔργον· ᾧ γὰρ παρῆν δύναμις τῆς τἀγαθοῦ αἱρέσεως, ὅτε μὴ τοῦτο εἵλετο, ἑκὼν δὲ τὸ κρεῖττον ἀπεστράφη τοῦ χείρονος μεταποιηθείς, τίς ἂν τούτῳ τόπος ἀποφυγῆς λείποιτο τῆς οἰκείας αἰτίῳ καταστάντι νόσου τοῦ τε συμφύτου νόμου σωτῆρος οἷα καὶ ἰατροῦ παραμελή.6.52 σαντι; ὁ δὴ τούτων ἁπάντων μηδένα λόγον ποιούμενος ἀνάγκης τε καὶ ἄστρων φορᾶς ἀναρτῶν τὰ πάντα τῆς τε τῶν πλημμελουμένων ἀνθρώποις ἀτοπίας μὴ ἐξ ἡμῶν εἶναι φάσκων τὰ αἴτια, ἀλλ' ἐκ τῆς τὰ πάντα κινούσης δυνά.6.53 μεως, πῶς οὐκ ἀνόσιον καὶ δυσσεβῆ λογισμὸν εἰσφέροι ἄν; εἴτε γὰρ αὐτόματον καὶ ἀπρονόητον θείη τὴν τοῦ παντὸς φοράν, ἐλέγχοιτ' ἂν ὢν αὐτόθεν ἄθεος, πρὸς τῷ καὶ ἀβλεπτεῖν περὶ τὴν πάνσοφον ἁρμονίαν καὶ τὴν τῶν ὅλων διάταξιν εὖ καὶ ἐν κόσμῳ τὴν δι' αἰῶνος κίνησιν ἀνακυκλουμένην· εἴτε θεοῦ πρόνοιαν ἄγειν καὶ φέρειν ἐπιστατεῖν τε τοῖς πᾶσι καὶ πανσόφῳ λόγῳ διοικεῖν ὁμολογήσει, οὐδ' οὕτω τοῦ δυσσεβοῦς ἐκπέφευγε τὴν ἀτοπίαν, ἐπειδὴ τῶν ἐν ἀνθρώποις ἁμαρτανομένων τοὺς μὲν πλημμελοῦντας ἀπολύει, ὡς μηδὲν τῶν ἀτόπων ἐξ οἰκείας γνώμης διαπεπραγμένους, ἀνάγει δὲ τὴν αἰτίαν τῶν κακῶν ἐπὶ τὴν καθόλου πρόνοιαν, Ἀνάγκην αὐτὴν καὶ Εἱμαρμένην ἀποκαλῶν καὶ πάσης τῆς ἐν ἀνθρώποις αἰσχρουργίας καὶ ἀρρητοποιίας ὠμότη.6.54 τός τε καὶ μιαιφονίας αἰτίαν εἶναι λέγων. καὶ τίς ἂν εἴη τούτου δυσσεβὴς ἄλλος, τὸν τῶν ὅλων θεόν, αὐτὸν δὴ τὸν ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντός, εἰσάγων ἐπάναγκες ἐκβιαζόμενον τόνδε μὲν οὐκ ἐθέλοντα ἀσεβεῖν τοῦτο πράττειν καὶ ἄθεον εἶναι κατ' ἀνάγκην καὶ εἰς ἑαυτὸν βλάσφημον, τόνδε δέ, ὃν αὐτὸς τὴν φύσιν ἄρρενα συνεστήσατο, πάσχειν παρὰ φύσιν τὰ θηλειῶν οὐ κατὰ προαίρεσιν, κατηναγκασμένον δὲ πρὸς αὐτοῦ, καὶ ἄλλον ἀνδροφόνον γίνεσθαι μὴ παρὰ τὴν οἰκείαν γνώμην, ὑπ' ἀνάγκης δὲ 126

ἐλαυνόμενον τοῦ θεοῦ, ὡς μηδ' εὐλόγως ἐπιμέμφεσθαι τοῖς πλημμελοῦσιν, ἀλλ' ἤτοι μηδὲ ἁμαρτήματα ταῦτ' εἶναι ἡγεῖσθαι, ἢ τῶν κακῶν ἁπάντων ποιητὴν 6.6.55 εἶναι τὸν θεὸν ἀποφαίνεσθαι; εἴτε γὰρ αὐτὸς τοῖς πᾶσιν ἐπιπαρὼν καὶ τὰ πάντα ὁρῶν καὶ πάντων ἀκούων ταῦτα πράττειν ἀναγκάζοι εἴτε τὴν τοῦ παντὸς φορὰν καὶ τὴν τοιάνδε τῶν ἄστρων κίνησιν αὐτὸς τούτων ποιητικὴν καὶ ἀναγκαστικὴν ὑπεστήσατο, ὁ τὸ τοιόνδε συστήσας ὄργανον καὶ τὴν τῶν θηρωμένων παγίδα μηχανησάμενος εἴη ἂν αὐτὸς ὁ καὶ τῶν ἁλισκομένων 6.6.56 αἴτιος. εἴτ' οὖν αὐτὸς καθ' ἑαυτὸν εἴτ' οὖν πάλιν αὐτὸς διά τινος ἄλλης πρὸς αὐτοῦ μεμηχανημένης ἀνάγκης τοὺς οὐκ ἐθέλοντας τοῖσδε τοῖς κακοῖς περιβάλλοι, αὐτὸς ἂν εἴη, καὶ οὐκ ἄλλος, ὁ πάντων κακῶν ποιητικός, καὶ οὐκέτ' ἂν ἐν δίκῃ ἁμαρτητικὸς λέγοιτ' ἂν ὁ ἄνθρωπος, ἀλλ' ὁ τούτου ποιητὴς 6.6.57 θεός. καὶ τίς ἂν τούτου γένοιτ' ἂν ἕτερος λόγων ἀσεβέστατος; ὁ δὴ οὖν εἱμαρμένην εἰσάγων ἄντικρυς θεὸν καὶ θεοῦ πρόνοιαν ἐξωθεῖ, ὥσπερ ὁ τὸν θεὸν ἐφιστὰς τοῖς πᾶσιν ἀνέλοι ἂν τὸν περὶ εἱμαρμένης λόγον. ἢ γὰρ ταὐτὸν ἂν εἴη θεὸς καὶ εἱμαρμένη ἢ θάτερον διεστὼς ἑτέρου· ταὐτὸν μὲν οὖν 6.6.58 οὐκ ἂν γένοιτο. εἰ γὰρ τὴν εἱμαρμένην εἱρμόν τινα αἰτιῶν εἶναί φασιν ἀπ' αἰῶνος ἀπαραβάτως καὶ ἀμετακινήτως ἐκ τῆς τῶν οὐρανίων ἄστρων φορᾶς καθήκοντα, πῶς οὐ πράτερα ἂν εἴη τῆς εἱμαρμένης τὰ σωματικὰ στοι χεῖα, ἐξ ὧν καὶ τὰ οὐράνια συνέστηκεν, ὧν τὴν εἱμαρμένην συμβεβηκός τι 6.6.59 σύμπτωμα λέγοι ἄν τις εἰκότως; καὶ πῶς ἂν ταὐτὸν εἴη τὸ συμβεβηκὸς τοῖς στοιχείοις τῷ ἐπὶ πάντων θεῷ, εἰ δὴ τὰ στοιχεῖα ἄψυχα καὶ ἄλογα κατὰ τὴν οἰκείαν ἐπιθεωρεῖται φύσιν, ὁ δὲ θεὸς ἔξω σωμάτων αὐτοζωὴ καὶ σοφία τυγχάνει ὤν, τῆς ἐξ αὐτοῦ δημιουργίας τοῖς τε κατὰ μέρος στοιχείοις καὶ τῇ τῶν ὅλων διακοσμήσει τὴν ἀπόλαυσιν δωρούμενος; οὐ ταὐτὸν ἄρα θεὸς καὶ 6.6.60 εἱμαρμένη. εἰ δὲ δὴ ἕτερον, πότερον κρεῖττον; ἀλλ' οὐδὲν τοῦ θεοῦ κάλλιον οὐδέ τι δυναμικώτερον. οὐκοῦν κρατήσει καὶ περιέσται τοῦ χείρονος ἢ συγχωρῶν κακοποιῷ τυγχανούσῃ τῇ εἱμαρμένῃ αὐτὸς ἂν ἐφέλκοιτο τὴν αἰτίαν, ὃς δυνατὸς ἐπισχεῖν τὴν κακοποιὸν ἀνάγκην οὐκ ἐποίησε τοῦτο, ἀνῆκε δὲ ἄφετον ἐπὶ λύμῃ καὶ διαφθορᾷ τῶν ἁπάντων, μᾶλλον δὲ αὐτὸς τοῦτο εἰργάσατο, εἰ δὴ πάντων καὶ αὐτῆς εἱμαρμένης ποιητὴς καὶ δημιουργὸς εἰσά.6.61 γοιτο. εἰ δ' οὐδεὶς αὐτῷ λόγος τῆς τοῦ παντὸς διατάξεως, ἀθέων αὖθις ἀνακύψειε φωνή, πρὸς ἣν τὰς ἀκοὰς ἀποκλειστέον, τῆς ἐνθέου προνοίας καὶ δυνάμεως ἐναργῶς ἀναφαινούσης ἑαυτὴν ἔκ τε τῶν καθόλου πανσόφων καὶ τεχνικῶν ἀποτελεσμάτων ἔκ τε τῶν καθ' ἡμᾶς ἀναμφιλόγως τὴν ἐλεύθερον 6.6.62 καὶ αὐτεξούσιον τῆς λογικῆς ψυχῆς δύναμιν παραδεικνυμένων. καθ' ἣν καίτοι μυρίων ἔξωθεν ἐμποδὼν τῇ τε τοῦ σώματος φύσει ταῖς τε κατὰ προαίρεσιν ἐφ' ἡμῖν ὁρμαῖς κατά τι συμβεβηκὸς προσπιπτόντων, ὅμως πρὸς ἅπαντα τῆς κατὰ ψυχὴν ἀρετῆς τὸ ἐλεύθερον ἀντέχει, ἄμαχον καὶ ἀήττητον 6.6.63 ἐφ' ἡμῖν τῶν καλῶν τὴν αἵρεσιν ἐπιδεικνύμενον. τοῦτο δὲ μάλιστα καὶ ὁ παρὼν καιρὸς τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας ἔργοις αὐτοῖς παρεστήσατο. ὅτι γὰρ ταῦτα μὴ ψόφοι καὶ κενὰ ῥήματα, πάρεστί σοι τὸν τῶν θεοσεβῶν ἀγῶνα ἐπιβλέψαι καὶ συνιδεῖν τοὺς προαιρέσει αὐθεκουσίῳ τοὺς πόνους τῶν ὑπὲρ εὐσεβείας ἄθλων ἀναδεδεγμένους, οὓς καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης μυρία πλήθη Ἑλλήνων τε καὶ βαρβάρων ἐνεδείξατο, πάσας μὲν προθύμως τὰς κατὰ τοῦ σώματος ὑπομείναντα αἰκίας, πᾶν δὲ βασάνων εἶδος φαιδρῷ τῷ προσώπῳ διελθόντα καὶ τέλος πολυτρόποις σχήμασι τὴν ἀπὸ τοῦ 6.6.64 σώματος λύσιν τῆς ψυχῆς ἀσπαστῶς καταδεξάμενα. καὶ μὴν οὐδεὶς ἐνταῦθα λόγος ἐπιτρέψειε τὴν εἱμαρμένην αἰτιᾶσθαι. ποῦ γάρ σοι ἐξ αἰῶνος τοιούσδε ἀθλητὰς εὐσεβείας ἤνεγκεν ἡ τῶν ἄστρων φορά; ἢ πότε ὁ τῶν ἀνθρώπων βίος πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν εἰς πάντας ἀνθρώπους καταβληθείσης διδασκαλίας τοιόνδε προβέβληται καθ' ὅλης τῆς ἀνθρώπων οἰκου.6.65 μένης ἀγῶνα; ποῦ δὲ τοιωνδὶ λόγων διδασκάλιον, δεισιδαίμονος μὲν πλάνης ἀναιρετικόν, ἑνὸς δὲ τοῦ ἐπὶ πάντων 127

θεοῦ γνώσεως διδακτικόν, ἅπα.6.66 σιν ἀνθρώποις, Ἕλλησί τε καὶ βαρβάροις, ὁ πᾶς αἰὼν ἤνεγκε; τίς δὲ ἐξ αἰῶνος τῶν πάλαι ἀοιδίμων σοφῶν, εἴτ' οὖν βάρβαρος εἴτε Ἕλλην, τοιᾶσδέ ποτε ἠξιώθη εἱμαρμένης ὡς εἰς τὸν σύμπαντα κόσμον διαφανῆ καταστῆσαι τὸν ὑπ' αὐτοῦ προβληθέντα λόγον γνωσθέντα τε μέχρι καὶ τῶν ἐσχατιῶν καὶ 6.6.67 θεοῦ δόξαν παρὰ τοῖς αὐτῷ καθωσιωμένοις κτήσασθαι; εἰ δὲ ταῦτα ἐξ αἰῶνος οὔτ' ἦν οὔτε γέγονεν οὔτε ἀκοαῖς ἤκουσται, οὐκ ἦν ἄρα εἱρμὸς αἰτιῶν καὶ ἀνάγκη τὸ τούτων αἴτιον. πάλαι γὰρ ἂν διὰ τῆς αὐτῆς ἀνακυκλήσεως καὶ περιφορᾶς τῶν ἄστρων οὐδεὶς ἦν φθόνος καὶ ἄλλους τῆς αὐτῆς τυχεῖν γενέσε.6.68 ώς τε καὶ εἱμαρμένης. ἐκ ποίας δὲ ἄρα εἱμαρμένης ὁ μὲν ἡμέτερος σωτὴρ θεὸς ἐπιφανεὶς καθ' ὅλης τῆς οἰκουμένης ἀνηγόρευται, οἱ δὲ πάλαι νενομισμένοι παρά τε Ἕλλησι καὶ βαρβάροις θεοὶ καθῄρηνται, καὶ οὐδ' ἄλλως καθῄρην.6.69 ται ἢ διὰ τῆς τοῦ νέου θεοῦ διδασκαλίας; ποία δ' αὐτὸν εἱμαρμένη θεὸν δημιουργὸν ἁπάντων πᾶσιν ἀνθρώποις κατήγγειλεν, εἱμαρμένην δὲ μὴ εἶναι φάναι ἐξηνάγκασε; καὶ πῶς ἡ εἱμαρμένη μὴ εἶναι ἑαυτὴν λέγειν τε καὶ φρονεῖν ἐβιάσατο; τί δὲ οἱ τῆς τοῦ σωτῆρος ἡμῶν εὐσεβοῦς ἕνεκα διδασκαλίας παντοίους ἄθλους πάλαι τε πρότερον ἠγωνισμένοι καὶ εἰσέτι δεῦρο διαθλοῦντες; 6.6.70 μιᾶς ἄρα καὶ τῆς αὐτῆς ἔτυχον μοίρας, ὡς ὑφ' ἑνὶ λόγῳ καὶ διδασκαλίᾳ δουλωθῆναι μίαν τε γνώμην καὶ προαίρεσιν ἐνδείξασθαι καὶ ψυχῆς ἀρετὴν μίαν ἕνα τε καὶ τὸν αὐτὸν ἀναδέξασθαι βίον καὶ λόγον ἀγαπῆσαι τὸν αὐτὸν τάς τε 6.6.71 αὐτὰς ἀγαπητικῶς ὑπομεῖναι πάθας δι' ἔνστασιν εὐσεβείας. καὶ τίς ἂν ὀρθὸς τοῦτο συγχωρήσειε λόγος, νέους κατὰ ταὐτὸ καὶ πρεσβύτας καὶ πᾶν μέτρον ἡλικίας ἀρρένων τε καὶ θηλειῶν γένη φύσεις τε βαρβάρων ἀνδρῶν, οἰκετικῶν ὁμοῦ καὶ ἐλευθερίων, λογίων τε καὶ παιδείας ἀμετόχων, οὐκ ἐν γωνίᾳ γῆς οὐδ' ὑπὸ τοῖσδε γενομένων τοῖς ἄστροις, καθ' ὅλης δὲ τῆς ἀνθρώπων οἰκουμένης, εἱμαρμένης ἀνάγκῃ φάναι βεβιασμένους τόνδε τινὰ τῶν πατρῴων ἁπάντων προτιμῆσαι λόγον καὶ τὸν ὑπὲρ εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ θάνατον ἀγαπητικῶς ἑλέσθαι τά τε περὶ ψυχῆς ἀθανασίας εὖ μάλα δόγματα παιδεύεσθαι καὶ φιλοσοφίαν οὐ τὴν ἐν λόγοις, τὴν δὲ δι' ἔργων προτιμῆσαι; 6.6.72 ταῦτα γὰρ ἂν εἴη τὰ καὶ τυφλῷ δῆλα, ὡς οὐδεμιᾶς ἀνάγκης, μαθήσεως δὲ καὶ διδασκαλίας οἰκεῖα τυγχάνει, αὐθεκουσίου γνώμης καὶ προαιρέσεως ἐλευ.6.73 θέρας ἐναργῆ τυγχάνοντα παραδείγματα. γένοιτο δ' ἂν καὶ ἄλλα τοῦ προβλήματος παραστατικὰ μυρία, ὧν τὰ πολλὰ παρεὶς αὐτὸς μὲν τοῖς εἰρημένοις ἀρκεσθήσομαι, σοὶ δὲ τὸ σὸν ἀνάγνωσμα τῶν σεπτῶν σου φιλοσόφων καταλείψω σκοπεῖν, ὡς ἂν μάθοις ὅσον ἄρα τῶν χρησμῳδῶν σου θεῶν σοφώτερος ἦν καὶ βελτίων ὁ ἄνθρωπος ὁ τοὺς θαυμασίους χρησμοὺς ψευδεῖς ἀπελέγχων καὶ τὸν Πύθιον αὐτὸν ἐφ' οἷς ἔχρησε περὶ εἱμαρμένης ἐπιρραπίζων. 6.6.74 ἄκουε δ' οὖν αὖθις τοῦ τὴν τῶν Γοήτων φώραν τὸ οἰκεῖον ἐπονομάσαντος σύγγραμμα, ὡς εὖ μάλα νεανικῷ φρονήματι τὸν πλάνον τῶν πολλῶν καὶ αὐτοῦ γε τοῦ Ἀπόλλωνος ἐπανορθοῦται δι' ὧν γράφει τάδε κατὰ λέξιν· 6.7. ζʹ.

ΟΠΩΣ ΚΑΙ ΑΥΤΩΝ ΕΛΛΗΝΩΝ ΟΙ ΦΙΛΟΣΟΦΟΙ ΤΑΣ ΤΩΝ ΘΕΩΝ ΑΥΤΩΝ ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ΔΟΞΑΣ ΟΡΘΟΤΕΡΟΙΣ ΑΠΗΛΕΓΞΑΝ ΛΟΓΙΣΜΟΙΣ· ΑΠΟ ΤΩΝ ΟΙΝΟΜΑΟΥ «Σὲ οὖν ἐν Δελφοῖς καθῆσθαι, μὴ δυνάμενον μηδ' εἰ βούλοιο σιωπᾶν! ὁ δ' Ἀπόλλων ἄρα ὁ τοῦ Διὸς υἱὸς νυνὶ βούλεται, οὐχ ὅτι βούλεται, ἀλλ' ὅτι 6.7. ὑπ' ἀνάγκης εἰς τὸ βουληθῆναι τέτακται. δοκῶ δέ μοι τὰ λοιπὰ πάντα παρείς, ἐπειδὴ εἰς τοῦτον τὸν λόγον οὐκ οἶδ' ὅπως ὑπήχθην, οἰκεῖόν τι καὶ ἀξιοζή τητον ζητήσειν πρᾶγμα. ἀπόλωλε γάρ, τό γε ἐπὶ τοῖς σοφοῖς, ἐκ τοῦ ἀνθρωπίνου βίου, ἀπόλωλεν, εἴτε οἴακά 128

τις αὐτὸ εἴτε ἕρμα εἴτε κρηπῖδα ὀνομάζων χαίρει, τῆς ἡμετέρας ζωῆς ἡ ἐξουσία, ἣν ἡμεῖς μὲν αὐτοκράτορα τῶν ἀναγκαιοτάτων τιθέμεθα, Δημόκριτος δέ γε, εἰ μή τι ἠπάτημαι, καὶ Χρύσιππος, ὁ μὲν δοῦ.7.3 λον, ὁ δὲ ἡμίδουλον ἐπινοεῖ τὸ κάλλιστον τῶν ἀνθρωπίνων ἀποδεῖξαι. ἀλλὰ τούτων μὲν λόγος τοσοῦτος, ὅσον ἄν τις ἀξιώσειεν ἄνθρωπος ὢν ἀνθρώποις· 6.7.4 εἰ δ' ἤδη καὶ τὸ θεῖον ἡμῶν καταστρατεύεται, παπαῖ, οἷα πεισόμεθα. ἀλλ' οὐκ εἰκὸς οὐδὲ δίκαιον, ἀπὸ γοῦν τούτων τεκμαιρομένοις ἡμῖν· ἐχθρὲ περικτιόνεσσι, φίλ' ἀθανάτοισι θεοῖσιν, εἴσω τὸν προβόλαιον ἔχων πεφυλαγμένος ἧσο. 6.7.5 τί γάρ, φησὶν ὁ Ἀργεῖος, εἰ βουλοίμην, ἔξεστί μοι καὶ δύναμαι, εἴ μοι δόξαι, ἧσθαι καὶ πεφυλάχθαι; ἔξεστιν, εἴποις ἄν, καὶ δύνασαι· ἢ πῶς ἄν σοι τοῦτ' ἐγὼ προσέταττον; 6.7. Χείρωνος φίλε τέκνον ἀγακλειτοῖο Κάρυστε, Πήλιον ἐκπρολιπὼν Εὐβοίας ἄκρον ἱκέσθαι, ἔνθ' ἱερὰν χώραν κτίζειν σοι θέσφατόν ἐστιν. ἀλλ' ἴθι, μηκέτι μέλλε. 6.7. ἦ γὰρ ὡς ἀληθῶς ἐπ' ἀνθρώπῳ τί ἐστιν, ὦ Ἄπολλον, καὶ βουληθῆναι Πήλιον ἐκπρολιπεῖν κύριός εἰμι ἐγώ; καὶ μὴν ἤκουον παρὰ πολλῶν καὶ σοφῶν ὅτι εἴ μοι πέπρωται Εὐβοίας ἄκρον ἱκέσθαι καὶ ἱερὰν χώραν κτίζειν, καὶ ἵξομαι καὶ κτιῶ, εἴτε λέγοις εἴτε μή, καὶ εἴτε βουλοίμην εἴτε μή. εἰ δέ με δεῖ καὶ βουληθῆναι ὅ τι μοι ἀνάγκη ἐστὶ καὶ εἰ μὴ βουλοίμην βουληθῆναι, ἀλλὰ σύ, 6.7. ὦ Ἄπολλον, πιστεύεσθαι δικαιότερος. ἔοικα δή σοι μᾶλλον προσέξειν· ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ. Ἀγγελῶ νὴ Δία φήσει τάχα που τις τετυφωμένος ἢ σὲ ἐλέγχων, κἂν μὴ κελεύσῃς· πέπρωται γάρ. καὶ ἔστι Θάσος μὲν ἡ Ἠερία νῆσος· ἥξουσι δ' ἐπ' αὐτὴν Πάριοι, Ἀρχιλόχου τοῦ ἐμοῦ υἱοῦ φράσαντος ὅτι ἡ νῆσος αὕτη πρὶν Ἠερία ἐκαλεῖτο. σὺ οὖν, δεινὸς γὰρ ἐπεξελθεῖν, οὐκ ἀνέξῃ, οἶμαι, αὐτοῦ οὕτως ὄντος ἀχαρίστου καὶ θρασέος, ὅς, εἰ μὴ σὺ μηνῦσαι αὐτῷ ἐβουλήθης, οὐκ ἄν ποτε ἤγγειλεν οὐδ' ἂν Ἀρχίλοχος ὁ υἱὸς αὐτοῦ Παρίους ἐξενάγησεν οὐδ' ἂν 6.7. οἱ Πάριοι Θάσον ᾤκησαν. οὐκ οἶδ' οὖν εἰ σὺ λέγεις μὲν ταῦτα, οὐκ οἶσθα 6.7. δὲ ἃ λέγεις. ἀλλ' ἐπεὶ σχολὴν ἄγειν ἐοίκαμεν καὶ μακρὰ διαλέγεσθαι, ὁ δὲ λόγος 6.7.10 οὐ πάρεργος, ἐκεῖνό μοι λέγε ἴσως γὰρ καὶ ὀλίγα ἐκ πολλῶν ἀρκεῖ· ἆρά γέ τί ἐσμεν ἐγώ τε καὶ σύ; φαίης ἄν. τοῦτο δὲ ὁπόθεν ἴσμεν; τῷ ποτ' ἄρα τοῦτο εἰδέναι ἐκρίναμεν; ἢ οὐκ ἄλλο ἱκανὸν οὕτως ὡς ἡ συναίσθησίς τε καὶ ἀντίληψις 6.7.11 ἡμῶν αὐτῶν; τί δ', ὅτι ζῷά ἐσμεν πῶς ποτ' ἄρα ἐξεύρομεν; πῶς δ' ὅτι καὶ ζῴων, ὡς μὲν ἂν ἐγὼ εἴποιμι, ἄνθρωποι καὶ ἀνθρώπων ὁ μὲν γόης, ὁ δὲ γόητος ἀπελέγκτης· ὡς δ' ἂν σύ, ὁ μὲν ἄνθρωπος, ὁ δὲ θεός, καὶ ὁ μὲν μάν.7.12 τις, ὁ δὲ συκοφάντης; καὶ ἔστω γέ σοι οὕτως ἔχον, ἐάνπερ ἔγωγε ἁλῶ. πῶς δ' ὅτι διαλεγόμεθα ἐν τῷ παρόντι ἐγνώκαμεν; –Τί φῄς; ἆρ' οὐκ ὀρθῶς ἐκρίναμεν τὴν ἡμῶν αὐτῶν ἀντίληψιν τῷ πάντων ἐγγυτάτῳ πράγματι αὐτῷ; – Δηλονότι. οὐ γὰρ ἦν ἄλλο αὐτοῦ οὔτε ἀνώτερον οὔτε πρεσβύτερον οὔτε 6.7.13 πιστότερον. ἐπεὶ εἰ μὴ οὕτως ἕξει, μήτε ἄρα ὥς σέ τις εἰς Δελφοὺς παραγενέσθω λοιπὸν ὄνομα Ἀλκμαίων, ἀπεκτονὼς τὴν μητέρα καὶ οἴκοθεν ἐλαυνόμενος καὶ οἴκαδε ἐπιθυμῶν. οὐ γὰρ οἶδεν οὔτ' εἰ ἔστι τι αὐτὸς τὸ παράπαν οὔτ' εἰ οἴκοθεν ἐλαύνεται οὔτ' εἰ οἴκαδε ἐπιθυμεῖ· ἀλλ' εἰ καὶ μαίνεται ὁ Ἀλκμαίων καὶ ὑπονοεῖ τὰ μὴ ὄντα, ὅ γε Πύθιος οὐ μαίνεται. μηδὲ λέγε οὕτως· νόστον δίζηαι πατρίην ἐς γαῖαν ἱκέσθαι, Ἀμφιαρηιάδη. οὐδὲ γὰρ σὺ οἶσθά πω εἴ σέ τις ἐρωτᾷ Ἀμφιαρηιάδης οὐδ' εἰ σὺ τὶ εἶ ὁ ἐρωτώ.7.14 μενος καὶ λέγειν ἔχων περὶ ὧν τις ἐρωτᾷ. μηδὲ Χρύσιππος ἄρα ὁ τὴν ἡμιδουλείαν εἰσάγων, ὅ τί ποτέ ἐστιν αὐτὸ τοῦτο, ἀπαντάτω εἰς τὴν Στοὰν μηδ' οἰέσθω ἀπαντήσεσθαι τοὺς βλέννους ἐκείνους ὡς αὐτὸν ἀκουσομένους τὸν οὖτιν· μηδὲ διατεινέσθω περὶ μηδενὸς καταστὰς πρὸς μὲν Ἀρκεσίλαον παρόντα, 6.7.15 πρὸς δὲ Ἐπίκουρον οὐ παρόντα. τί γάρ ἐστιν ὁ Ἀρκεσίλαος, τί δὲ ὁ Ἐπίκουρος ἢ τί ἡ Στοὰ ἢ τί οἱ νέοι ἢ τίς ὁ οὖτις, οὔτ' οἶδεν οὔτε οἷος εἰδέναι· 6.7.16 πολὺ γὰρ πρότερον οὐδ' εἰ αὐτός τί ἐστιν οἶδεν. ἀλλ' οὐκ ἀνέξεσθε οὔτε ὑμεῖς οὔτε ὁ Δημόκριτος, εἰ λέγοι τις ταῦτα· οὐ γὰρ εἶναι πιστότερον μέτρον οὗ λέγω· οὐδ' εἰ 129

δοκεῖ καὶ ἄλλα τινὰ εἶναι, τούτῳ γ' ἂν παρισωθείη· ἢ παρισω.7.17 θείη μὲν ἄν, ὑπερβάλλοι δὲ οὐκ ἄν. Οὐκοῦν, φήσειεν ἄν τις, ὦ Δημόκριτε, καὶ σύ, ὦ Χρύσιππε, καὶ σύ, ὦ μάντι, ἐπειδὴ ἀγανακτεῖτε εἴ τις ἐθελήσαι παρελέσθαι τὴν ὑμῶν αὐτῶν ἀντίληψιν οὐ γὰρ ἔτι τὰς πολ.7.18 λὰς ἐκείνας βίβλους εἶναι, φέρε καὶ ἡμεῖς ἀνταγανακτήσωμεν· τί δή ποτε, ἔνθα μὲν ἂν ὑμῖν δοκῇ, ἔσται τοῦτο καὶ πιστότατον καὶ πρεσβύτατον, ἔνθα δ' ἂν μὴ δοκῇ, ἐκεῖ καταδυναστεύσει τι λεληθὸς αὐτοῦ, Εἱμαρμένη <ἢ> Πεπρωμένη, διαφορὰν ἑκάστῳ ὑμῶν ἔχουσα, τῷ μὲν ἐκ θεοῦ, τῷ δὲ ἐκ τῶν μικρῶν ἐκείνων σωμάτων τῶν φερομένων κάτω καὶ ἀναπαλλομένων ἄνω καὶ περιπλεκομένων καὶ διαλυομένων καὶ διισταμένων καὶ παρατιθεμένων ἐξ ἀνάγ.7.19 κης; ἰδοὺ γὰρ ᾧ τρόπῳ ἡμῶν αὐτῶν ἀντειλήμμεθα, τούτῳ καὶ τῶν ἐν ἡμῖν αὐθαιρέτων καὶ βιαίων. οὐ λέληθε δὲ ἡμᾶς ὅσον τὸ μεταξὺ τοῦ βαδίζειν 6.7.20 καὶ τοῦ ἄγεσθαι, οὐδὲ ὅσον τοῦ αἱρεῖσθαι καὶ τοῦ ἀναγκάζεσθαι. ὧν δὲ ἕνεκα ταῦτα προσεισήνεγκα τῷ λόγῳ; ὅτι σε ἐκπέφευγεν, ὦ μάντι, ὧν κύριοί ἐσμεν ἡμεῖς, καὶ ὁ τὰ πάντα εἰδὼς ταῦτά γε οὐκ ἂν εἰδείης, ὧν τὰ πείσματα 6.7.21 ἀνῆπται ἐκ τῆς ἡμετέρας βουλήσεως. αὕτη δέ γε ἐφαίνετο οὐκ ὀλίγων οὖσα πραγμάτων ἀρχή· ὃν δὲ ἡ ἀρχή, ἥτις ἦν τῶν μετὰ ταῦτα αἰτία, ἐκπέφευγεν, 6.7.22 ἦ πού γε τὰ μετὰ τὴν ἀρχὴν εἰδείη ἂν οὗτος; ἀναίσχυντος δηλαδὴ ὁ Λαΐῳ προμαντευόμενος ὅτι αὐτὸν ἀποκτενεῖ ὁ φύς. ἤμελλε γάρ που ὁ φὺς κύριος ἔσεσθαι τῆς ἑαυτοῦ βουλήσεως, καὶ οὔτε τις Ἀπόλλων οὔτε τις αὐτοῦ ὑπέρτερος ἐξικνεῖσθαι ἱκανὸς οὐδεμιᾷ δυνάμει ὧν οὐκ ἔστιν οὔτε ὕπαρξις οὔτε 6.7.23 γενέσεως ἀνάγκη. ἐκεῖνο γὰρ δὴ τὸ καταγελαστότατον ἁπάντων, τὸ μίγμα καὶ ἡ σύνοδος τοῦ καὶ ἐπὶ τοῖς ἀνθρώποις τι εἶναι καὶ εἱρμὸν οὐδὲν ἧττον εἶναι. προσεοικέναι γὰρ αὐτόν, ὡς λέγουσιν οἱ σοφώτεροι, τῷ Εὐριπι.7.24 δείῳ λόγῳ· τεκνῶσαι μὲν γὰρ ἐθελῆσαι τὸν Λάϊον, κύριον εἶναι τὸν Λάϊον καὶ τοῦτο ἐκπεφευγέναι τὴν Ἀπολλωνίαν ὄψιν· τεκνώσαντι δ' αὐτῷ ἐπεῖναι ἀνάγκην ἄφυκτον ὑπὸ τοῦ φύντος ἀποθανεῖν· οὕτως οὖν τὴν ἐπὶ τῷ μέλλοντι 6.7.25 ἀνάγκην παρέχειν τῷ μάντει τὴν τοῦ γενησομένου προαίσθησιν. ἦν δέ που καὶ ὁ φὺς τῆς ἰδίας βουλήσεως κύριος, ὥσπερ ὁ φύσας, καὶ ὡς ἐκεῖνος τοῦ τεκνῶσαι καὶ μή, οὕτως οὗτος τοῦ ἀποκτεῖναι καὶ μή. τοιαῦτα δὲ ὑμῶν τὰ μαντεύματα πάντα· καὶ ὁ Εὐριπίδειος Ἀπόλλων τοῦτ' ἐκεῖνο ἦν ὃ ἔλεγε, τὸ καὶ πᾶς σὸς οἶκος βήσεται δι' αἵματος. 6.7.26 ὅτι πήρωσις μὲν ἔσται αὐτοχειρίᾳ τοῦ φύντος ἐπὶ γάμῳ μητρὸς καὶ τυραννίδι, ἣν παρέλαβεν ἐπ' αἰνίγματος λύσει, παίδων δὲ ἀλληλοκτόνοι σφαγαὶ ἐπὶ φυγῇ μὲν ἐκ τῆς ἀρχῆς τοῦ ἑτέρου, τοῦ δὲ ἑτέρου πλεονεξίᾳ, καὶ γάμῳ τοῦ φυγάδος ἐν Ἄργει καὶ στόλῳ στρατηγῶν ἑπτὰ καταγελάστων καὶ συμβολῇ· ὧν ἐπὶ πολλὰς ἀρχὰς καὶ ἐξουσίας διαιρουμένων πῶς ἂν εἴη σοι ἐξεπίστασθαι ἢ ὁ εἱρμὸς 6.7.27 συνδεῖν δύναιτο; εἰ γὰρ αὑ<τοῦ> κύριος ὢν μὴ ἐβουλήθη τυραννεῖν ὁ Οἰδίπους, ἢ τοῦτο βουληθεὶς καὶ πράξας γαμεῖν τὴν Ἰοκάστην οὐ προείλετο, ἢ γήμας μὴ ἐτετύφωτο μηδ' ἦν δύσθυμος καὶ δυσάρεστος, πῶς ἂν τὰ καθ' ἕκαστα ἐπράχθη; πῶς δ' ἂν τῶν ὀφθαλμῶν ἥψατο; πῶς δ' ἂν τοῖς παισὶν ἐπηράσατο 6.7.28 τὴν Εὐριπίδου καὶ τὴν σὴν ἀράν; τά τε ἑξῆς τούτων τίνα ἂν τρόπον ἐγεγόνει, μὴ προτέρων αἰτιῶν γιγνομένων, ἢ σὺ τί τῶν μελλόντων λέγειν ἠδύνασο; πάλιν δ' αὖ εἰ συμβάντες οἱ παῖδες ἅμα ἐβασίλευον, ἢ εἰ συνθέμενοι παρὰ μέρος ἔμενον ἐπὶ τοῖς συγκειμένοις, ἢ εἰ ὁ ἀπελαθεὶς ἔγνω μὴ εἰς Ἄργος, ἀλλ' εἰς Λιβύην ἢ εἰς Περραιβοὺς ἀπελθεῖν, ἢ εἰ ἐλθὼν ἐπὶ τὸ Ἄργος ἔγνω 6.7.29 ταριχοπωλεῖν καὶ μὴ πλουσίαν λαβεῖν γυναῖκα, ἀλλὰ χερνῆτίν τινα ἢ κάπηλιν, ἢ εἰ ὁ Ἄδραστος μὴ ἔδωκε τὴν θυγατέρα αὐτῷ, ἢ εἰ ὁ μὲν ἔδωκεν, ὁ δ' οὐκ ἐπεθύμησε τῆς οἴκαδε ὁδοῦ, ἢ εἰ ἐπιθυμήσας ἐκράτησεν ἑαυτοῦ, ἢ εἰ μὴ προσέσχεν αὐτῷ δεομένῳ συμμαχίας ὁ Ἄδραστος, ἢ εἰ τῷ Ἀδράστῳ μήτε ὁ Ἀμφιάραος μήτε ὁ Τυδεὺς μηδὲ τῶν ἄλλων ταξιαρχῶν ἕκαστος ἠκολούθουν, ἢ εἰ οἱ μὲν συνηκολούθουν, ὁ δὲ ἐλθὼν οὐκ ἐμάχετο τῷ ἀδελφῷ, ἀλλ' ἢ συμβὰς ἐβασίλευσεν ἅμα αὐτῷ ἢ μὴ βουλομένῳ ἀνεχώρησε, πεισθεὶς Εὐριπίδῃ λέγοντι· 130

ἀσύνετα δ' ἦλθες καὶ σὺ πορθήσων πάτραν, 6.7.30 ἢ εἰ οὗτος μὲν μή, ὁ δ' ἕτερος, τῶν Εὐριπιδείων ἀκούσας σοφιστευμάτων ἐκείνων τῶν ἄλλων· εἶθ' ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς, σὺ δ' οὐκ ἀνέξῃ δωμάτων ἔχειν ἴσον, 6.7.31 πῶς ἂν συστάντες ἐμάχοντο καὶ Λαΐου πᾶν δῶμα ἔβη δι' αἵματος; ἀλλὰ μήν, φήσεις, γέγονε ταῦτα. γέγονεν· ἀλλὰ σὺ ποίᾳ ὁδῷ εἰσῆλθες εἰς τὴν τούτων εἴδησιν; ἢ οὐχ ὁρᾷς ὡς πυκνὰ διακέκοφε τὸ ὅλον δρᾶμα ἡ ἐν ἡμῖν τοῖς τὸ δρᾶμα συμπληροῦσι δύναμις; οὕτω δὲ καὶ ἣν βούλει ὑπόθεσιν λαβὼν διατεμῶ 6.7.32 τὸν εἱρμὸν ὑμῶν ἀποφανῶ τε ἀδύνατον ὄντα. ἀλλὰ σὺ τὰ τῆς ὑποθέσεως ἔσχατα εἰδέναι λέγεις, ἡ δὲ ὑπόθεσις ἐκ διακοπτικῆς εἱρμοῦ δυνάμεως ὅλη 6.7.33 συντέτακται. ἢ ὃ λέγω οὐ συνιεῖς; ἀλλὰ καθ' ἑκάστην ὑπόθεσιν, ὦ μάντι, τὰ ζῷα ἢ ὀλίγας πολλάκις ἀρχὰς ποιούμενα ἢ πολλὰς ἐν αὐτῇ. αἱ δὲ ἀρχαὶ αἰεὶ τὰ μέχρι αὐτῶν διακόψασαι αὐταὶ ἄλλα προάγουσι πράγματα· τὰ δ' ἐπὶ τοσοῦτον προχωρεῖν δύναται, ἐφ' ὅσον ἐὰν μὴ ἄλλη ποθὲν ἐπιστᾶσα ἀρχὴ τὰ 6.7.34 μετ' αὐτὴν μὴ τοῖς ἔμπροσθεν ἀκολουθεῖν, ἀλλ' ἑαυτῇ κελεύσῃ. εἴη δ' ἂν ἀρχὴ καὶ ὄνος καὶ κύων καὶ ψύλλα, οὐ γὰρ παραιρήσει οὐδὲ τῆς ψύλλης, μὰ τὸν Ἀπόλλω, τὴν ἐξουσίαν, ἀλλ' ὁρμήσει τινὰ ἰδίαν ὁρμὴν ἡ ψύλλα, ἣ καὶ τοῖς ἀνθρωπίνοις πράγμασιν ἐνίοτε συμπλακεῖσα ἀρχὴν ἑαυτὴν παρέξεταί τινος ὁδοῦ. σὺ δὲ χρώμενος οὐκ αἴσθῃ τῷ γένει τούτῳ. 6.7.35 Τρηχῖν' ἐξεῖλες πόλιν Ἡρακλέος θείοιο, ὦ Λοκρέ· σοὶ δὲ Ζεὺς ἄτας δῶκ' ἠδ' ἔτι δώσει. τί φῄς; οὐ γὰρ ἐπέπρωτο ὑφ' ὑμῶν ἐξαιρεθῆναι αὐτήν; καὶ τί αἴτιοι ἡμεῖς, ἀλλ' οὐχ ἡ ὑμετέρα ἀνάγκη; οὐ δίκαια ποιεῖς, ὦ Ἄπολλον, οὐδ' ὀρθῶς ἐπιτιμᾷς 6.7.36 τοῖς οὐδὲν ἀδικοῦσιν ἡμῖν. ὁ δὲ Ζεὺς οὗτος, ἡ τῆς ὑμετέρας ἀνάγκης ἀνάγκη, τί ἡμᾶς τίνυται, ἀλλ' οὐκ, εἴπερ ἄρα, ἑαυτόν, ὅτι τοιαύτην κατέδειξεν εἶναι τὴν ἀνάγκην; τί δὲ καὶ ἀπειλεῖ ἡμῖν; ἢ τί ἡμεῖς, ὡς ὄντες τούτου κύριοι, λιμώττομεν; ἀλλὰ καὶ ἤτοι ἀνοικισθήσεται πρὸς ἡμῶν ἢ οὔ· ὁπότερον δ' ἂν ᾖ, 6.7.37 τοῦτο πέπρωται. λῆξον δή, ὦ Ζεῦ λιμοποιέ, τοῦ θυμοῦ· ἔσται γὰρ ὃ πέπρωται, καὶ τοῦτο προστέτακται ποιεῖν ὁ σὸς εἱρμός· ἡμεῖς δὲ πρὸς τοῦτον οὐδέν ἐσμεν. παῦσαι δὲ καὶ σύ, ὦ Ἄπολλον, μάταια χρησμῳδῶν· ἔσται γὰρ ὃ δὴ ἔσται, κἂν σὺ σιωπᾷς. ἡμεῖς δέ, ὦ Ζεῦ καὶ Ἄπολλον, τί πάθωμεν, οὐδὲν ὄντες αἴτιοι τῆς ὑμετέρας νομοθετήσεως, τουτέστιν ἀναγκοθετήσεως; τί δ' ἡμῖν καὶ ταῖς ὑμετέραις ἄταις, ἃς αὐτοὶ ἔχειν δίκαιοί ἐστε ὑπὲρ ὧν ἡμεῖς ἠναγκάσθημεν; 6.7.38 Οἰταῖοι, μὴ σπεύδετ' ἀτασθαλίῃσι νόοιο. ἀλλ' οὐ σπεύδομεν, ὦ Ἄπολλον, ἀλλ' ἐλαυνόμεθα, οὐδὲ ἀτασθαλίαις, ἀλλὰ 6.7.39 τῇ ὑμετέρᾳ ἀνάγκῃ. τὸν δὲ Λυκοῦργον ἐκεῖνον πῶς, ὦ Ἄπολλον, ἐπαινεῖς, ὃς οὐκ ἦν ἀγαθὸς οὔτε ἑκὼν οὔθ' ἑλόμενος, ἀλλ' ἄκων; εἴπερ που καὶ γίνεταί τις ἀγαθὸς ἄκων. ἔοικε δὲ ὃ νῦν ποιεῖτε, ὡς εἴ τις τοὺς μὲν καλοὺς τὰ σώματα 6.7.40 ἐπαινοίη καὶ γεραίροι, τοὺς δὲ αἰσχροὺς ψέγοι καὶ κολάζοι. δίκαια γὰρ εἴποιεν ἂν πρὸς ὑμᾶς οἱ πονηροί, ὅτι οὐκ ἐπετρέψατε ἡμῖν, ὦ θεοί, ἀγαθοῖς γίνεσθαι, οὐ μόνον δέ, ἀλλὰ καὶ ἐβιάσασθε εἶναι πονηρούς· οἵ τε ἀγαθοὶ εἰ ἐξηγκωνισμένοι περιπατοῖεν, οὐκ ἐπιτρέψει τις αὐτοῖς, ἀλλὰ φήσει· Ὦ Χρύσιππέ τε καὶ Κλέανθες καὶ ὅσοι τούτου τοῦ χοροῦ ὑμεῖς γὰρ πεποίησθε εἶναι 6.7.41 ἀγαθοί, ἐγὼ μὲν ἀρετὴν ἐπαινῶ, ὑμᾶς δὲ τοὺς ἐναρέτους οὐκ ἐπαινῶ. ἀλλὰ καὶ τὸν Ἐπίκουρον, ὃν σὺ πολλά, ὦ Χρύσιππε, ἐβλασφήμησας, ἐγὼ τό γε ἐπὶ σοὶ ἀφίημι τῶν ἐγκλημάτων. τί γὰρ πάθῃ ὃς οὐχ ἑκὼν ἦν μαλακὸς οὐδὲ ἄδικος, ὥσπερ πολλάκις αὐτὸν ἐλοιδόρησας; 6.7.42 Εὐτάκτων θνητῶν βιοτῇ θεοὶ ἵλαοί εἰσιν, εὐσεβέων θ' ἁγίας θυσίας τιμάς τε δέχονται. δοκεῖτε δέ μοι οὐκ ἂν ταῦτα λέγειν, μὴ πεπεισμένοι ὅτι οὐκ ἄκοντες, ἀλλὰ βουλόμενοι χωροῦσιν ἐφ' ἃ χωροῦσιν. ἃ δ' ἂν βουληθῶσιν, οὔτε θεὸς οὔτε ἄνθρωπος σοφιστής, οὕτω προεληλεγμένων, τολμήσει λέγειν ὅτι ὑποτέτακται· ἢ λόγους μὲν οὐκέτι πρὸς αὐτὸν ποιησόμεθα, σκύτος δέ τι τῶν εὐτόνων λαβόντες, ὡς ἐπ' ἀνάγωγον παῖδα, τὰς πλευρὰς εὖ μάλα καταξανοῦμεν αὐτοῦ.» 6.7.43 Τοσαῦτα πρὸς τὸν χρησμῳδὸν ὁ Οἰνόμαος ἀπετείνατο. σὺ δ' ἀλλ' εἰ μὴ τῷ τοιῷδε χαίρεις, λαβὼν ἀνάγνωθι τὰ ἐκ τῶν ἄλλων φιλοσόφων περὶ εἱμαρμένης οὐ μόνον τῶν 131

προπαρατεθέντων χρησμῶν ἀνατρεπτικά, ἀλλὰ 6.7.44 καὶ τῶν ἄλλως καθόλου περὶ τοῦ δόγματος ὑπονοουμένων. ἐπειδὴ γὰρ μὴ μόνον ἀμαθεῖς καὶ ἰδιῶται, ἤδη δὲ καὶ ἐπὶ παιδείᾳ καὶ φιλοσοφίᾳ μέγα φρονήσαντες πλείους κατεσύρησαν ὁμόσε τῷ δόγματι, ἡγοῦμαι δεῖν ἀναγκαίως τὰς αὐτῶν τῶν φιλοσόφων πρὸς σφᾶς αὐτοὺς ἀντιλογίας τε καὶ ἀντιρρήσεις ἐκθέσθαι εἰς ἀκριβῆ τοῦ προβλήματος διάσκεψιν. πρῶτα δὴ οὖν σοι παραναγνώσομαι ἀπὸ τῶν Διογενειανοῦ τὰ περὶ εἱμαρμένης, ὧδέ πως τῷ Χρυσίππῳ ἀντειρημένα· 6.8. ηʹ.

ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ· ΑΠΟ ΤΩΝ ΔΙΟΓΕΝΕΙΑΝΟΥ ΤΟΥ ΠΕΡΙΠΑΤΗΤΙΚΟΥ «Ἄξιον δὲ ἐπὶ τούτοις ἅπασι παραθέσθαι καὶ τὰ δοκοῦντα Χρυσίππῳ τῷ Στωικῷ περὶ τοῦ λόγου τοῦδε. οὗτος γὰρ ἐν τῷ πρώτῳ Περὶ εἱμαρμένης βιβλίῳ βουλόμενος δεικνύναι τὸ δὴ πάνθ' ὑπὸ τῆς ἀνάγκης καὶ τῆς εἱμαρμένης κατειλῆφθαι, μαρτυρίοις ἄλλοις τέ τισι χρῆται καὶ τοῖς οὑτωσὶ παρ' Ὁμήρῳ τῷ ποιητῇ λεγομένοις· ἀλλ' ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερή, ἥπερ λάχε γεινόμενόν περ· 6.8. καί· ὕστερον αὖτε τὰ πείσεται ἅσσα οἱ αἶσα γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ· καί· Μοῖραν δ' οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ θεωρῶν ὅτι τὰ ἀλλαχοῦ πάλιν παρὰ τῷ ποιητῇ λεγόμενα τούτοις ἄντικρυς ἠναντίωται, οἷς καὶ αὐτὸς ἐν τῷ δευτέρῳ βιβλίῳ χρῆται βουλόμενος συνιστᾶν τὸ καὶ παρ' ἡμᾶς πολλὰ γίνεσθαι, οἷον τὸ αὐτοὶ γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο καὶ τὸ ὦ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται. ἐξ ἡμέων γάρ φασι κάκ' ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε' ἔχουσι. 6.8.3 ταῦτα γὰρ καὶ τὰ τοιαῦτα τῷ πάντα γίνεσθαι καθ' εἱμαρμένην ἠναντίωται. οὐ μὴν οὐδ' ἐκεῖνο συνιδεῖν ἠδυνήθη, τὸ μηδαμῶς τὸν Ὅμηρον μηδ' ἐν ἐκείνοις τοῖς ἔπεσι συμμαρτυρεῖν αὐτοῦ τῷ δόγματι. οὐ γὰρ τὸ πάντα γίνεσθαι καθ' εἱμαρμένην, ἀλλὰ μᾶλλον τό τινα κατ' ἐκείνην συμβαίνειν δι' αὐτῶν ὑπο.8.4 βάλλων εὑρεθήσεται. τῷ γὰρ ἀλλ' ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερή, ἥτις λάχε γεινόμενόν περ, οὐχ ὅτι πάντα κατὰ τὴν κῆρα συμβαίνει λέγοιτο ἄν, ἀλλ' αὐτὸ τὸ τεθνήξεσθαι· 6.8.5 καὶ γὰρ ὡς ἀληθῶς παντὶ γεννητῷ ζῴῳ θανεῖν καθείμαρται. ἀλλὰ μὴν καὶ τὸ ὕστερον αὖτε τὰ πείσεται ἅσσα οἱ αἶσα γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ τὸ αὐτὸ βούλεται. οὐ γὰρ ὅτι πάντα αὐτῷ καθ' εἱμαρμένην τὰ μετὰ ταῦτα συμβήσεται λέγει, ἀλλ' ὅτι κατ' ἀνάγκην αὐτῷ τινὰ συμβήσεται. ἡ γὰρ τοῦ ἅσσα διαστολὴ τί ποτε ἕτερον ἢ τοῦτο σημαίνει; πολλὰ δὲ κατ' ἀνάγκην ἡμῖν, 6.8. εἰ καὶ μὴ πάντα, ἐπίκειται. καὶ τὸ Μοῖραν δ' οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν ἄριστα εἴρηται. τίς γὰρ ἂν δύναιτο τὰ κατ' ἀνάγκην παντὶ ζῴῳ συγκυροῦντα διαφυγεῖν; ὥστ' οὐχ ὅπως σύμψηφον ἂν ἔχοι τὸν Ὅμηρον Χρύσιππος ἐν τῷ πάντα καθ' εἱμαρμένην γίνεσθαι νομίζειν, ἀλλὰ καὶ ἐναντιούμενον, εἴ γε ἐκεῖνος μὲν ὅτι πολλὰ γίνεται παρ' ἡμᾶς σαφῶς καὶ πολλάκις εἴρηκε, τὸ δ' ὅτι 6.8. κατὰ ἀνάγκην πάντα συμβαίνει, οὐδαμοῦ ῥητῶς λέγων ἂν εὑρεθείη. καὶ τῷ ποιητῇ μέν, ἅτε οὐ τὴν ἀλήθειαν ἡμῖν τῆς τῶν ὄντων φύσεως ὑπισχνουμένῳ, ἀλλὰ μιμουμένῳ πάθη τε καὶ ἤθη καὶ δόξας παντοίας ἀνθρώπων, ἁρμόττον ἂν εἴη καὶ τὰ ἐναντία λέγειν πολλάκις· φιλοσόφῳ δὲ οὔτε τὰ ἐναντία λέγειν οὔτε ποιητῇ δι' αὐτὸ τοῦτο χρῆσθαι μάρτυρι.» 6.8. Καὶ μεθ' ἕτερά φησι· «Τεκμήριον δὲ καὶ ἄλλο ἰσχυρὸν φέρειν Χρύσιππος οἴεται τοῦ ἐν ἅπασιν εἱμαρμένην τὴν θέσιν τῶν τοιούτων ὀνομάτων. τήν τε γὰρ πεπρωμένην πεπερασμένην τινά φησιν εἶναι καὶ συντετελεσμένην διοίκησιν, τήν τε εἱμαρμένην εἰρομένην τινὰ εἴτε ἐκ θεοῦ βουλήσεως εἴτε ἐξ ἧς δή ποτε αἰτίας. 6.8. ἀλλὰ καὶ τὰς Μοίρας ὠνομάσθαι ἀπὸ τοῦ μεμερίσθαι καὶ κατανενεμῆσθαί τινα ἡμῶν ἑκάστῳ. οὕτως δὲ καὶ τὸ χρεὼν εἰρῆσθαι τὸ ἐπιβάλλον καὶ καθῆκον κατὰ τὴν εἱμαρμένην. τόν τε ἀριθμὸν τῶν Μοιρῶν τοὺς τρεῖς ὑποβάλλει χρόνους 6.8.10 ἐν οἷς κυκλεῖται τὰ πάντα καὶ δι' ὧν 132

ἐπιτελεῖται. καὶ Λάχεσιν μὲν κεκλῆσθαι παρὰ τὸ λαγχάνειν ἑκάστῳ τὸ πεπρωμένον, Ἄτροπον δὲ κατὰ τὸ ἄτρεπτον καὶ ἀμετάθετον τοῦ μερισμοῦ, Κλωθὼ δὲ παρὰ τὸ συγκεκλῶσθαι καὶ συνείρεσθαι τὰ πάντα καὶ μίαν αὐτῶν τεταγμένην τινὰ εἶναι διέξοδον. ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια φλυαρῶν ἀποδεικνύναι τὴν ἐν ἅπασιν 6.8.11 ἀνάγκην νομίζει. ἐμοὶ δὲ θαυμάζειν ἔπεισιν εἰ τοιαῦτα λέγων οὐκ ᾐσθά νετο τῆς ματαιολογίας τῆς ἑαυτοῦ. ἔστω γὰρ ταύταις ταῖς ἐννοίαις κεχρημένους τοὺς ἀνθρώπους, καθὼς αὐτὸς ἐτυμολογεῖ, τὰ ὀνόματα τεθεῖσθαι τὰ ἐκκείμενα, δοξάζοντας τὰ πάντα κατειληφέναι τὴν εἱμαρμένην καὶ ἀμεταθέτους εἶναι τὰς ἐξ αἰῶνος προκατειλημμένας ἐν πᾶσι τοῖς οὖσί τε καὶ γινομένοις 6.8.12 αἰτίας. τί οὖν ἀκολουθεῖς, ὦ Χρύσιππε, πάσαις ταῖς τῶν ἀνθρώπων δόξαις καὶ οὐδεμία σοι περὶ οὐδενὸς φαίνεται διεψευσμένη, ἀλλὰ πάντες τῆς 6.8.13 ἀληθείας εἰσὶ θεωρητικοί; πῶς οὖν οὐδένα φῂς ἄνθρωπον, ὃς οὐχὶ μαίνεσθαί σοι δοκεῖ κατ' ἴσον Ὀρέστῃ τε καὶ Ἀλκμέωνι, πλὴν τοῦ σοφοῦ; ἕνα δὲ ἢ δύο μόνους φῂς σοφοὺς γεγονέναι, τοὺς δὲ ἄλλους ἐξ ἀφροσύνης ἐπ' ἴσης 6.8.14 μεμηνέναι τοῖς προειρημένοις; πῶς δὲ ἀνασκευάζεις αὐτῶν τὰς δόξας ἐκείνας ὡς διημαρτημένας, οἷον τὰς περὶ πλούτου καὶ δόξης καὶ τυραννίδος καθόλου τε ἡδονῆς, ἅπερ ἀγαθὰ νενομίκασιν οἱ πλεῖστοι; πῶς δὲ τοὺς κειμένους νόμους ἡμαρτῆσθαι φῂς ἅπαντας καὶ τὰς πολιτείας; ἢ διὰ τί πλῆθος τοσούτων βιβλίων συνέγραψας, εἰ περὶ μηδενὸς εἶχον οἱ ἄνθρωποι δόξας διημαρτημέ.8.15 νας; οὐ γὰρ ὅταν μὲν ταὐτὰ σοὶ δοξάζωσιν, ὀρθῶς φρονεῖν αὐτοὺς φή.8.16 σομεν, ὅταν δὲ διάφορα, μαίνεσθαι. πρῶτον μὲν γὰρ οὐδὲ σὺ φῂς σοφὸν εἶναι σεαυτόν, μή τι γε ἡμεῖς, ἵνα κριτήριον ποιώμεθα τοῦ καλῶς ποτε ἐκείνους φρονεῖν τὸ τῇ σῇ δόξῃ συνδραμεῖν· ἔπειτ', εἰ καὶ τοῦτο ἦν ἀληθές, τί λέγειν ἐχρῆν μαίνεσθαι πάντας ἐπ' ἴσης καὶ οὐχὶ καθὸ μὲν ἐφαίνοντο ταὐτὰ σοὶ δοξάζοντες κατὰ τοῦτο αὐτοὺς ἐπαινεῖν, ὡς ὀρθοῦ τινος ἐπειλημμένους, καθὸ δὲ 6.8.17 διεφώνουν ἁμαρτάνειν αὐτοὺς ὑπολαμβάνειν; μαρτύριον μέντοι τῆς ἀληθείας ἱκανὸν ἡγεῖσθαι τὸ δοκοῦν ἐκείνοις οὐδὲ οὕτως ἐχρῆν, οὓς εἰ καὶ μὴ μαίνεσθαι καθάπερ σὺ οἴει, ἀλλὰ πολύ γε ἀφεστηκέναι σοφίας πᾶς ἄν τις ὁμολογήσειε. 6.8.18 γελοίως οὖν καὶ σὺ χρήσῃ μάρτυσι τούτοις διὰ τῆς θέσεως τῶν ὀνομάτων, οὓς οὐδὲν ἂν κατά γε σύνεσιν σεαυτοῦ φήσαις διαφέρειν, εἰ μὴ ἄρα τοὺς ἐξ ἀρχῆς θεμένους ταῦτα τὰ ὀνόματα σοφοὺς εἶναι συμβέβηκεν, ὅπερ οὐδαμῶς δεῖξαι 6.8.19 δυνήσῃ. ἀλλὰ γὰρ δεδόσθω σοι τοῦθ' οὕτως ἔχειν καὶ τὰ ὀνόματα ἐκεῖνα τίθεσθαι ὡς σὺ βούλει τὰς σημασίας ἔχοντα, καὶ μὴ κατὰ δόξας ψευδεῖς τὸ τοιοῦτον γεγονέναι· ποῦ τοίνυν δι' αὐτῶν σημαίνεται τὰ πάντα ἁπαξαπλῶς καθ' εἱμαρμένην εἶναι, καὶ μή, εἰ ἄρα, ταῦτα μόνα ὧν ἐστιν εἱμαρμένη; 6.8.20 ὅ τε γὰρ τῶν Μοιρῶν ἀριθμὸς καὶ τὰ ὀνόματα αὐτῶν καὶ ὁ τῆς Κλωθοῦς ἄτρακτος καὶ τὸ ἐπειλημένον αὐτῷ νῆμα καὶ τὸ ἐπίκλωσμα τούτου καὶ ὅσα τοιαῦτα ἄλλα λέγεται ἐν ἐκείνοις, ἐνδείκνυται τὸ ἀπαράβατον καὶ ἐξ αἰῶνος καθῆκον τῶν αἰτιῶν, ὅσα οὑτωσὶ κατηνάγκασται γενέσθαι καὶ ὅσα ἄλλως 6.8.21 ἔχειν κεκώλυται. πολλὰ δ' ἂν εἴη τὰ τοιαῦτα. ὅσα δὲ οὐχ οὕτω γίνεται, τούτων τισὶ μὲν οἱ ἄνθρωποι θεοὺς διοικητὰς καὶ δημιουργοὺς ἐπεφήμισαν, τινῶν δὲ ἡμᾶς αὐτοὺς αἰτίους ὑπέλαβον, ἄλλων δὲ αὖ πάλιν τὴν φύσιν, ἄλλων 6.8.22 τὴν Τύχην· ἧς τὸ εὐμετάβολον καὶ ἄστατον καὶ νῦν μὲν οὕτω, νῦν δὲ οὕτως ἔχον ἐνδείξασθαι βουλόμενοι, εἰδωλοποιήσαντες τὸ ποιὸν τοῦτο σύμ.8.23 πτωμα τῶν πραγμάτων ἐπὶ σφαίρας βεβηκυῖαν τὴν Τύχην ἔδειξαν. ἢ οὐχὶ δεδόξασται παρὰ τοῖς ἀνθρώποις καὶ ταῦτα; καὶ γὰρ εἴ ποτε συνταράττουσι τὰ αἴτια καὶ ὅσα μὲν καθ' εἱμαρμένην ἢ κατὰ τύχην γίνεται, ταῦτα ἐκ θείας δυνάμεως γίνεσθαι νομίζουσιν, ὅσα δὲ παρ' ἡμᾶς, ταῦτα καθ' εἱμαρμένην, ἀλλ' ὅτι γε πάντα τὰ αἴτια ταῦτα ἐν τοῖς οὖσιν εἶναι δοξάζουσι παντί που δῆλον. 6.8.24 ὥστε οὐδὲ τὰς τῶν ἀνθρώπων ὑπολήψεις οὐδὲ τὰς θέσεις τῶν τοιούτων ὀνομάτων συμμαρτυρεῖν τῇ Χρυσίππου δόξῃ συμβέβηκεν.» 6.8.25 Τούτοις ἑξῆς ἐπιλέγει· «Ἐν μὲν οὖν τῷ πρώτῳ Περὶ εἱμαρμένης βιβλίῳ 133

τοιαύταις τισὶν ἀποδείξεσι κέχρηται, ἐν δὲ τῷ δευτέρῳ λύειν πειρᾶται τὰ ἀκολουθεῖν δοκοῦντα ἄτοπα τῷ λόγῳ τῷ πάντα κατηναγκάσθαι λέγοντι, ἅπερ καὶ ἡμεῖς κατ' ἀρχὰς ἐτί θεμεν· οἷον τὸ ἀναιρεῖσθαι δι' αὐτοῦ τὴν ἐξ ἡμῶν αὐτῶν προθυμίαν περὶ ψόγους τε καὶ ἐπαίνους καὶ προτροπὰς καὶ πάνθ' ὅσα παρὰ τὴν ἡμετέραν αἰτίαν 6.8.26 γιγνόμενα φαίνεται. φησὶν οὖν ἐν τῷ δευτέρῳ βιβλίῳ τὸ μὲν ἐξ ἡμῶν πολλὰ γίνεσθαι δῆλον εἶναι, οὐδὲν δὲ ἧττον συγκαθειμάρθαι καὶ ταῦτα τῇ 6.8.27 τῶν ὅλων διοικήσει. κέχρηταί τε παραδείγμασι τοιούτοις τισί· τὸ γὰρ μὴ ἀπολεῖσθαι, φησί, θοἰμάτιον οὐχ ἁπλῶς καθείμαρτο, ἀλλὰ μετὰ τοῦ φυλάττεσθαι, καὶ τὸ ἐκ τῶν πολεμίων σωθήσεσθαι τόνδε τινὰ μετὰ τοῦ φεύγειν αὐτὸν τοὺς πολεμίους, καὶ τὸ γενέσθαι παῖδας μετὰ τοῦ βούλεσθαι κοινωνεῖν 6.8.28 γυναικί. ὥσπερ γάρ, φησίν, εἰ λέγοντός τινος Ἡγήσαρχον τὸν πύκτην ἐξελεύσεσθαι τοῦ ἀγῶνος πάντως ἄπληκτον ἀτόπως ἄν τις ἠξίου καθιέντα τὰς χεῖρας τὸν Ἡγήσαρχον μάχεσθαι, ἐπεὶ ἄπληκτον αὐτὸν καθείμαρτο ἀπελθεῖν, τοῦ τὴν ἀπόφασιν ποιησαμένου διὰ τὴν περιττοτέραν τἀνθρώπου πρὸς τὸ μὴ 6.8.29 πλήττεσθαι φυλακὴν τοῦτο εἰπόντος, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἔχει. πολλὰ γὰρ μὴ δύνασθαι γενέσθαι χωρὶς τοῦ καὶ ἡμᾶς βούλεσθαι καὶ ἐκτενεστάτην γε περὶ αὐτὰ προθυμίαν τε καὶ σπουδὴν εἰσφέρεσθαι, ἐπειδὴ μετὰ τούτου, 6.8.30 φησίν, αὐτὰ γενέσθαι καθείμαρτο. πάλιν οὖν κἀνταῦθα θαυμάσειέ τις ἂν τἀνθρώπου τὸ ἀθεώρητον καὶ ἀνεπιλόγιστον καὶ τῶν ἐναργειῶν καὶ τῆς τῶν ἰδίων λόγων ἀνακολουθίας. οἶμαι γὰρ ὅτι καθάπερ τὸ καλούμενον γλυκὺ τῷ καλουμένῳ πικρῷ συμβέβηκεν ἐναντιώτατον εἶναι, τῷ τε λευκῷ τὸ μέλαν καὶ τῷ ψυχρῷ τὸ θερμόν, οὑτωσὶ δὲ καὶ τὸ παρ' ἡμᾶς τῷ καθ' εἱμαρμένην, εἴ γε καθ' εἱμαρμένην μὲν ἐκεῖνα καλεῖν προείληφεν ὅσα καὶ ἑκόντων ἡμῶν καὶ ἀκόντων πάντως γίνεται, παρ' ἡμᾶς δὲ ὅσα ἐκ τοῦ σπουδάζειν ἡμᾶς καὶ ἐνεργεῖν ἐπὶ τέλος ἔρχεται ἢ παρὰ τὸ ἀμελεῖν καὶ ῥᾳθυμεῖν οὐκ ἐπιτελεῖται. 6.8.31 ἐὰν τοίνυν ἐκ τοῦ σπουδάζειν ἐμὲ θοἰμάτιον φυλάττειν ἐκεῖνο σῴζηται καὶ ἐκ τοῦ βούλεσθαι τῇ γυναικὶ πλησιάζειν τὰ τέκνα γίνηται καὶ ἐκ τοῦ βούλεσθαι φεύγειν τοὺς πολεμίους τὸ μὴ ἀποθνήσκειν ὑπ' αὐτῶν καὶ ἐκ τοῦ διαμάχεσθαι πρὸς τὸν ἀνταγωνιστὴν ἀνδρείως φυλάττεσθαί τε αὐτοῦ τὰς τῶν χειρῶν ἐπιβολὰς τὸ ἄπληκτον ἐκ τοῦ ἀγῶνος ἀπαλλάττεσθαι, πῶς τὸ καθ' εἱμαρμένην ἐνταῦθα 6.8.32 σωθήσεται; εἰ μὲν γὰρ κατ' ἐκείνην ταῦτα συμβαίνει, παρ' ἡμᾶς οὐκ ἂν λέγοιτο συμβαίνειν, εἰ δὲ παρ' ἡμᾶς, οὐκ ἂν κατ' ἐκείνην δηλαδή, διὰ τὸ μὴ 6.8.33 δύνασθαι συνδραμεῖν ταῦτα ἀλλήλοις. ἀλλὰ παρ' ἡμᾶς μὲν ἔσται, φησί, περιειλημμένου μέντοι τοῦ παρ' ἡμᾶς ὑπὸ τῆς εἱμαρμένης. καὶ πῶς, εἴποιμ' ἄν, περιειλημμένου; εἴ γε καὶ τὸ φυλάττειν θοἰμάτιον καὶ τὸ μὴ φυλάττειν ἀπὸ τῆς 6.8.34 ἐξουσίας ἐγίνετο τῆς ἐμῆς. οὕτως γὰρ καὶ τοῦ σῴζεσθαι τοῦτο δηλονότι κύριος ἂν εἴην ἐγώ. καὶ ἐξ αὐτῆς δὲ τῆς διαστολῆς, ἣν ποιεῖται Χρύσιππος, δῆλον γίνεται τὸ ἀπολελύσθαι τῆς εἱμαρμένης τὴν παρ' ἡμᾶς αἰτίαν. καθείμαρται γάρ, φησί, σωθῆναι θοἰμάτιον, εἰ φυλάττοις αὐτό, καὶ παῖδας ἔσεσθαι, εἰ καὶ σὺ βουληθείης, ἄλλως δὲ μὴ ἂν ἔσεσθαί τι τούτων. ἐπὶ δὲ τῶν ὑπὸ τῆς εἱμαρμένης προκατειλημμένων οὐκ ἄν ποτε ὑποτιμήσεσι τοιαύταις χρησαίμεθα. 6.8.35 οὔκουν φαμὲν τεθνήξεσθαι πάντα ἄνθρωπον εἰ τόδε τι γένοιτο, μὴ τεθνήξεσθαι δὲ εἰ μὴ γένοιτο, ἀλλ' ἁπλῶς τεθνήξεσθαι, κἂν ὁτιοῦν πρὸς τὸ μὴ ἀποθνήσκειν καθόλου γίγνοιτο· ἢ μὴ ἀλγηδόνος ἔσεσθαι δεκτικὸν ἄνθρωπόν τινα, κἂν ταδὶ πράττοι, ἀλλ' ἁπλῶς πάντ' ἄνθρωπον ἀλγηδόνος εἶναι δεκτικόν, ἐάν τε βού.8.36 ληται ἐάν τε μή· καὶ ὅσα ἄλλα οὑτωσὶ καὶ μὴ ἄλλως ἔχειν καθείμαρται. ὥστ' ε<ἰ> καὶ τὸ γενέσθαι τόδε τι ἀναγκαῖόν ἐστιν, εἰ βουληθείημεν ἡμεῖς, ἄλλως δὲ οὐχί, φανερὸν ὅτι τὸ ἡμᾶς βουληθῆναί τε καὶ μὴ βουληθῆναι ὑπ' οὐδεμιᾶς 6.8.37 ἑτέρας αἰτίας προκατείχετο, ἀλλ' ἦν αὐτεξούσιον· εἰ δὲ τοῦτο ἀκατανάγκαστον ἦν, καὶ τὸ γενέσθαι τόδε τι δῆλον ὡς ἀπ' αἰῶνος οὐ προκατείχετο, εἰ μή τι καὶ αὐτὸ τὸ βούλεσθαι φυλάττειν θοἰμάτιον ἢ μὴ βούλεσθαι παρά 6.8.38 τινα εἱμαρμένην καὶ 134

κατὰ αἰτίαν ἔξωθεν ἀναγκαίαν ἐγίνετο. ἀλλ' οὕτως τέλεον ἡ παρ' ἡμᾶς ἐξουσιαστικὴ δύναμις ἀναιρεῖται καὶ οὐκέτι σῴζοιτο ἂν θοἰμάτιον παρὰ τὴν αἰτίαν τὴν ἐμὴν ἢ ἀπολλύοιτο· διὸ καὶ εἴην ἂν ἐγὼ καὶ ἀπολλυμένου τούτου κατὰ λόγον ἀνεπιτίμητος ἄλλη γὰρ αὐτό τις ἀπώλλυεν αἰτία καὶ σῳζομένου πάλιν οὐδαμῶς ἐπαινούμενος, ὅτι μηδὲ τοῦτο εἰργαζόμην ἐγώ. σὺ δὲ ὡς σῶσαι πάντα δυνάμενος οὕτως ἀνετείνου τῷ λόγῳ.» 6.8.39 Ταῦτα μὲν ὁ προδηλωθεὶς ἀνήρ. συνήφθω δὲ τούτοις καὶ τὰ ἀπὸ τῶν Ἀλεξάνδρου τοῦ Ἀφροδισιέως, ἀνδρὸς εὖ μάλα διαφανοῦς ἐν τοῖς κατὰ φιλοσοφίαν λόγοις, ὃς καὶ αὐτὸς ἐν τοῖς Περὶ εἱμαρμένης τοιαῖσδ' ἐχρήσατο φωναῖς εἰς ἀνασκευὴν τοῦ δόγματος· 6.9. θʹ.

ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ· ΑΠΟ ΤΩΝ ΑΛΕΞΑΝΔΡΟΥ ΤΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ «Διαιρεῖται δὴ τὰ τῶν γινομένων αἴτια εἰς τρόπους αἰτιῶν τέσσαρας, καθὼς ὁ θεῖος Ἀριστοτέλης δέδειχε. τῶν γὰρ αἰτίων τὰ μέν ἐστι ποιητικά, τὰ δὲ ὕλης ἐπέχει λόγον· ἔστι δέ τις ἐν αὐτοῖς καὶ ἡ κατὰ τὸ εἶδος αἰτία· παρὰ δὲ τὰς τρεῖς ταύτας αἰτίας ἐστὶν ἐν αὐτοῖς αἴτιον καὶ τέλος, οὗ χάριν τὸ γινό.9. μενον γίνεται. καὶ τοσαῦται μὲν αἱ τῶν αἰτίων διαφοραί· ὅ τι γὰρ ἂν αἴτιον ᾖ τινος, ὑπό τι τούτων τῶν αἰτίων ὂν εὑρεθήσεται. καὶ γὰρ εἰ μὴ πάντα τὰ γινόμενα τοσούτων αἰτίων δεῖται, ἀλλὰ τά γε πλείστων δεόμενα οὐχ ὑπερβαίνει 6.9.3 τὸν εἰρημένον ἀριθμόν. γνωριμωτέρα δ' ἂν αὐτῶν ἡ διαφορὰ γένοιτο, εἰ ἐπὶ παραδείγματός τινος τῶν γινομένων ὁραθείη. ἔστω δὴ ἐπ' ἀνδριάντος ἡμῖν ἡ τῶν αἰτίων δεικνυμένη διαίρεσις. τοῦ δὴ ἀνδριάντος ὡς μὲν ποιητικὸν αἴτιον ὁ ποιήσας τεχνίτης, ὃν ἀνδριαντοποιὸν καλοῦμεν, ὡς δὲ ὕλη ὁ ὑποκείμενος χαλκὸς ἢ λίθος ἢ ὅ τι ἂν ᾖ τὸ ὑπὸ τοῦ τεχνίτου σχηματιζόμενον κατὰ τὴν τέχνην· αἴτιον γὰρ καὶ τοῦτο τοῦ γεγονέναι τε καὶ εἶναι τὸν ἀνδριάντα. 6.9.4 ἔστι δὲ καὶ τὸ εἶδος τὸ ἐν τῷ ὑποκειμένῳ τούτῳ γενόμενον ὑπὸ τοῦ τεχνίτου καὶ αὐτὸ τοῦ ἀνδριάντος αἴτιον, δι' ὃ εἶδός ἐστι δισκεύων ἢ ἀκοντίζων ἢ ἐπ' ἄλ.9.5 λου τινὸς ὡρισμένου σχήματος. οὐ μόνον δὲ ταῦτα τῆς τοῦ ἀνδριάντος γενέσεως αἴτια, ἀλλ' ἔστιν οὐδενὸς τῶν αἰτίων τῆς γενέσεως αὐτοῦ δεύτερον τὸ τέλος, οὗ χάριν γέγονε, τουτέστιν ἢ τιμή τινος ἢ εἰς θεὸν εὐσέβειά τις. ἄνευ γὰρ τῆς 6.9. τοιαύτης αἰτίας οὐδ' ἂν τὴν ἀρχὴν ὁ ἀνδριὰς ἐγένετο. ὄντων τοίνυν τοσούτων τῶν αἰτίων καὶ τὴν πρὸς ἄλληλα διαφορὰν ἐχόντων γνώριμον, τὴν εἱμαρμένην ἐν τοῖς ποιητικοῖς αἰτίοις δικαίως ἂν καταριθμοῖμεν, ἀναλογίαν σῴζουσαν πρὸς τὰ γινόμενα κατ' αὐτὴν τῇ τοῦ ἀνδριάντος δημιουργῷ τέχνῃ. 6.9. Τούτου δ' οὕτως ἔχοντος ἀκόλουθον ἂν εἴη περὶ τῶν ποιητικῶν αἰτίων ποιήσασθαι τὸν λόγον· οὕτως γὰρ ἔσται γνώριμον εἴτε πάντων τῶν γινομένων χρὴ τὴν εἱμαρμένην αἰτιᾶσθαι εἴτε δὴ καὶ ἄλλοις τισὶ παρὰ τήνδε συγχω.9. ρεῖν, ὡς οὖσι ποιητικοῖς τινων αἰτίοις. ἁπάντων δὴ τῶν γινομένων Ἀριστοτέλης ποιούμενος τὴν διαίρεσιν τὰ μὲν αὐτῶν τινὸς χάριν γίνεσθαι λέγει, σκοπόν τινα καὶ τέλος τῶν γινομένων προκείμενον ἔχοντος τοῦ ποιοῦντος αὐτά, τὰ δὲ οὐδενός, ὅσα οὐ κατὰ πρόθεσίν τινα τοῦ ποιοῦντος γίνεται οὐδ' ἐπὶ τέλος ὡρισμένον ἔχει τὴν ἀναφοράν, τοιαῦτα οἷόν ἐστι καρφῶν τέ τινων διακρατήσεις καὶ περιστροφαὶ καὶ τριχῶν ἐπαφαί τε καὶ ἐκτάσεις καὶ ὅσα τούτοις ὁμοίως 6.9. γίνεται. ὅτι μὲν γὰρ γίνεται καὶ αὐτὰ γνώριμον· οὐ μὴν ἔχει τὴν κατὰ τὸ τέλος καὶ τὴν οὗ χάριν αἰτίαν. τὰ μὲν οὖν οὕτως γινόμενα ἀσκόπως καὶ ἁπλῶς 6.9.10 γινόμενα οὐδεμίαν εὔλογον ἔχει διαίρεσιν· τῶν δὲ ἐπί τι τὴν ἀναφορὰν ἐχόντων καί τινος γινομένων χάριν τὰ μὲν κατὰ φύσιν, τὰ δὲ κατὰ λόγον γίνεται. τά τε γὰρ φύσιν αἰτίαν ἔχοντα τῆς γενέσεως κατά τινας ἀριθμοὺς καὶ τάξιν ὡρισμένην πρόεισιν ἐπί τι τέλος, ἐν ᾧ γινόμενα τοῦ γίνεσθαι παύεται, εἰ μή τι αὐτοῖς ἐνστὰν ἐμποδὼν γένοιτο τῇ κατὰ φύσιν αὐτῶν ἐπὶ τὸ προκείμενον 6.9.11 ὁδῷ. ἀλλὰ 135

καὶ τὰ κατὰ λόγον γινόμενα ἔχει τι τέλος· οὐδὲν γὰρ ὡς ἔτυχε τῶν κατὰ λόγον γινομένων γίνεται, ἀλλ' ἐπί τινα σκοπὸν ἡ ἀναφορὰ πᾶσιν 6.9.12 αὐτοῖς. ἔστι δὲ κατὰ λόγον γινόμενα ὅσα ὑπὸ τῶν ποιούντων αὐτὰ γίνεται λογιζομένων τε περὶ αὐτῶν καὶ συντιθέντων καθ' ὃν ἂν τρόπον γένοιτο. οὕτως γίνεται τά τε κατὰ τὰς τέχνας γινόμενα πάντα καὶ τὰ κατὰ προαίρεσιν· 6.9.13 ἃ διαφέρει τῶν γινομένων φύσει τῷ τὰ μὲν φύσει γινόμενα ἐν αὑτοῖς ἔχειν τὴν ἀρχήν τε καὶ τὰς αἰτίας τῆς τοιαύτης γενέσεως τοιοῦτον γὰρ ἡ φύσις καὶ γίνεσθαι μὲν κατὰ τάξιν τινά, οὐ μὴν τῆς ποιούσης αὐτὰ φύσεως ὁμοίως 6.9.14 ταῖς τέχναις λογισμῷ περὶ αὐτῶν χρωμένης. τὰ δὲ γινόμενα κατὰ τέχνην τε καὶ προαίρεσιν ἔξωθεν ἔχει τὴν ἀρχὴν τῆς κινήσεως καὶ τὴν αἰτίαν τὴν ποιοῦσαν, ἀλλ' οὐκ ἐν αὑτοῖς, καὶ τῆς γενέσεως αὐτῶν ὁ τοῦ ποιοῦντος ἡγεῖται 6.9.15 περὶ αὐτῶν λογισμός. τρίτον δέ ἐστιν ἐν τοῖς ἕνεκά του γινομένοις καὶ τὰ ἀπὸ τύχης τε καὶ τοῦ αὐτομάτου γίνεσθαι πεπιστευμένα, ταύτη τῶν προηγουμένως ἕνεκά του γινομένων διαφέροντα, ᾗ ἐπ' ἐκείνων μὲν τὰ πρὸ τοῦ τέλους τοῦ τέλους χάριν γίνεται, ἐπὶ δὲ τούτων τὰ μὲν γινόμενα πρὸ τοῦ τέλους ἄλλου χάριν γίνεται, ἀπαντᾷ δὲ αὐτοῖς ἄλλου χάριν γινομένοις ὡς τέλος τὸ αὐτομάτως τε καὶ ἀπὸ τύχης γίνεσθαι λεγόμενον. 6.9.16 Τούτων δὲ οὕτως ἐχόντων καὶ πάντων τῶν γινομένων εἰς τούτους τοὺς τρόπους νενεμημένων ἀκόλουθον ἐπὶ τούτοις ἰδεῖν ἐν τίνι τῶν ποιητικῶν 6.9.17 αἰτίων χρὴ τιθέναι τὴν εἱμαρμένην. ἆρά γε ἐν τοῖς οὐδενὸς γινομένοις χάριν; ἢ τοῦτο μὲν παντάπασιν ἄλογον; αἰεὶ γὰρ ἐπὶ τέλους τινὸς τῷ τῆς εἱμαρμένης ὀνόματι χρώμεθα καθ' εἱμαρμένην [τε] αὐτὸ λέγοντες γεγονέναι· διὸ ἐν τοῖς ἕνεκά του γινομένοις ἀναγκαῖον τιθέναι τὴν εἱμαρμένην.» 6.9.18 Ταῦτα αὐτοῖς ῥήμασιν ὁ προδηλωθεὶς ἀνὴρ διελὼν διὰ πλειόνων ἑξῆς συνίστησιν οὐδ' ἄλλο τι εἶναι τὴν εἱμαρμένην ἢ τὰ κατὰ φύσιν γιγνόμενα· μὴ γὰρ ἐν τοῖς κατὰ λογισμὸν ἡμέτερον καὶ κατὰ τέχνην ἐπιτελουμένοις τὴν 6.9.19 τῆς εἱμαρμένης ἀνάγκην ἐπιθεωρεῖσθαι. φησὶ δὲ τῶν κατὰ φύσιν πλεῖστα ἐμποδίζεσθαι συμβαίνειν, ἃ καὶ καλεῖσθαι παρὰ φύσιν, ὥσπερ καὶ ἐν τοῖς κατὰ τὴν τέχνην τὰ παρὰ τὴν τέχνην λέγεσθαι. εἰ δὲ ὅλως παρὰ τὸ κατὰ φύσιν γίνεταί τινα, γένοιτ' ἂν καὶ παρὰ τὴν εἱμαρμένην, εἴπερ τὰ κατὰ φύσιν ταῦτά ἐστι τὰ καθ' εἱμαρμένην. 6.9.20 «Ὁρῶμεν γοῦν, φησίν, ὅτι καὶ τὸ σῶμα τῷ τοιόνδε ἢ τοιόνδε εἶναι τὴν φύσιν ἐν νόσοις καὶ φθοραῖς ἀκολούθως τῇ φυσικῇ συστάσει γίνεται, οὐ μὴν ὁμοίως ἐπὶ πάντων οὐδὲ ἐξ ἀνάγκης. ἱκαναὶ γὰρ ἐκκροῦσαι πολλάκις τὴν τοιάνδε ἕξιν ἐπιμέλειαι καὶ βίων ὑπαλλαγαὶ καὶ προστάξεις ἰατρῶν καὶ συμβουλίαι 6.9.21 θεῶν. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς ψυχῆς εὕροι τις ἂν παρὰ τὴν φυσικὴν κατασκευὴν διαφόρους ἐν ἑκάστῳ προαιρέσεις καὶ πράξεις καὶ βίους ἐξ ἀσκήσεως καὶ ἀπὸ μαθημάτων καὶ ἀπὸ λόγων κρειττόνων βελτιουμένων.» 6.9.22 «εἰπόντος γοῦν ποτε τοῦ φυσιογνώμονος περὶ Σωκράτους τοῦ φιλοσόφου ἄτοπά τινα καὶ πλεῖστον ἀφεστῶτα τῆς προαιρέσεως αὐτοῦ τῆς κατὰ τὸν βίον καὶ ἐπὶ τούτοις ὑπὸ τῶν περὶ τὸν Σωκράτη καταγελωμένου, οὐδὲν εἶπεν ὁ Σωκράτης ἐσφάλθαι τὸν Ζώπυρον· ἦν γὰρ ἂν τοιοῦτος, ὅσον ἐπὶ τῇ φύσει, εἰ μὴ διὰ τὴν ἐκ φιλοσοφίας ἄσκησιν ἀμείνων τῆς φύσεως ἐγένετο.» 6.9.23 Καὶ τοιαῦτα μὲν τὰ κατὰ φύσιν, ἃ καὶ μηδέν φησι διαφέρειν τῶν καθ' εἱμαρμένην· τὰ δὲ ἀπὸ τύχης τοιαῦτα· «Ὅταν ἄλλου τινὸς χάριν γενομένῳ τινὶ μὴ τοῦτο ἀπαντήσῃ οὗ χάριν ἐγένετο, ἄλλο δέ τι ὅπερ τὴν ἀρχὴν οὐδὲ ἠλπίζετο. θησαυρόν τε γάρ φασιν ἀπὸ τύχης εὑρηκέναι τινά, ὅταν ἄλλου χάριν ὀρύσσων, ἀλλὰ μὴ τοῦ θησαυρὸν εὑρεῖν, θησαυρῷ περιπέσῃ· καὶ τὸ ἀργύριον ἀπὸ τύχης κεκομίσθαι τινὰ λέγουσιν, ὅταν εἰς τὴν ἀγορὰν προελθὼν ἄλλου τινὸς χάριν ἀργύριον ἔχοντι περιπεσὼν τῷ χρεώστῃ τὸ ὀφειλόμενον αὑτῷ λάβῃ· καὶ ὁ ἵππος δὲ αὐτομάτως τισὶ λέγεται σεσῶσθαι, ὅταν τροφῆς μὲν ἐλπίδι ἢ ἄλλου τινὸς χάριν ἀποφύγῃ τοὺς κατέχοντας αὐτόν, ἀπαντήσῃ δὲ αὐτοῦ τῇ φυγῇ καὶ τῷ δρόμῳ τὸ τοῖς δεσπόταις περιπεσεῖν.» 6.9.24 Ὧν οὕτως ἐχόντων οὐδὲ ταῦτα ἂν 136

εἴη καθ' εἱμαρμένην· «Καὶ ἄδηλα δέ ἐστί τινα αἴτια ἀνθρωπίνῳ λογισμῷ, ἃ κατά τινας ἀντιπαθείας γίνεσθαι πεπίστευται, ἀγνοουμένης τῆς αἰτίας δι' ἣν γίνεται· ὁποῖα περίαπτά τινα ποιεῖν προείληπται, οὐδεμίαν εὔλογον καὶ πιθανὴν αἰτίαν τοῦ ταῦτα ποιεῖν ἔχοντα· ἔτι δὲ ἐπαοιδαὶ καὶ τοιαῦταί τινες μαγγανεῖαι. τούτων γὰρ ὁμολογεῖται μὲν ὑπὸ πάντων ἄδηλος εἶναι ἡ αἰτία· διὸ καὶ ἀναιτιολόγητα λέγουσιν αὐτά.» 6.9.25 Πολλὰ δ' εἶναι παρὰ ταῦτα καὶ ἐνδεχομένως καὶ ὁπότερα ἔτυχε γινόμενα, ἃ οὐδὲ ταῦτα εἴη ἂν καθ' εἱμαρμένην· 6.9.26 «Λέγεται δὲ ἐνδεχομένως γίνεσθαι ταῦτα ἐφ' ὧν καὶ τὸ μὴ γενέσθαι χώραν ἔχει, ὡς καὶ αὐτὸ τὸ «ὁπότερα ἔτυχε» λεγόμενον ποιεῖ γνώριμον·» οἷον τὸ «κινῆσαί τι τῶν ἑαυτοῦ μερῶν καὶ τὴν τυχοῦσαν τοῦ τραχήλου περιστροφὴν καὶ τὴν τοῦ δακτύλου ἔκτασιν καὶ τὸ ἐπᾶραι τὰ βλέφαρα» «καὶ τὸν καθεζόμενον στῆναι καὶ τὸν κινούμενον ἠρεμῆσαι καὶ τὸν λαλοῦντα σιγῆσαι καὶ ἐπὶ μυρίων εὕροι τις ἂν δύναμίν τινα ἐνυπάρχουσαν τῶν ἐναντίων δεκτικήν,» ἃ οὐκ ἂν γένοιτο ἐξ εἱμαρμένης· τὰ γὰρ ἐξ εἱμαρμένης οὐκ ἔχει δύναμιν τοῦ δέξασθαι τοῦ ἐν ᾧ ἐστι τὸ ἐναντίον. 6.9.27 Ἀλλὰ καὶ τὸ βουλεύεσθαι τὸν ἄνθρωπον οὐκ εἰς μάτην αὐτῷ ὑπάρχει· ἦν δ' ἂν εἰς μάτην βουλευτικός, εἰ ἐξ ἀνάγκης ἔπραττε τὰ πραττόμενα. ἀλλ' ἐναργῶς φαίνεται τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος μόνος «τοῦτο παρὰ τῆς φύσεως ἔχων πλέον, τὸ μὴ ὁμοίως ἐκείνοις ταῖς φαντασίαις ἕπεσθαι, ἀλλ' ἔχειν τῶν προσπιπτόντων κριτὴν τὸν λόγον· ᾧ χρώμενος, εἰ μὲν ἐξεταζόμενα τὰ φαντασθέντα οἷα τὴν ἀρχὴν ἐφάνη, καὶ ἔστι, συγκατατίθεται τῇ φαντασίᾳ καὶ οὕτω μέτεισιν αὐτά· εἰ δὲ ἀλλοῖα φαίνεται, οὐκέτι ἔμεινεν ἐπὶ τῆς προλήψεως, ἐλέγξαντος αὐτὰ τοῦ λόγου» διὰ τοῦ βουλεύσασθαι περὶ αὐτῶν. 6.9.28 Βουλευόμεθα γοῦν περὶ μόνων ὧν δυνάμεθα πράττειν. εἰ δέ ποτε μὴ βουλευσάμενοι πράττοιμεν, «πολλάκις μετανοοῦμεν καὶ μεμφόμεθα ἑαυτοῖς τῆς ἀβουλίας· ἀλλὰ κἂν ἄλλους ἴδωμεν ἀβούλως πράττοντας, ἐπικαλοῦμεν ὡς ἁμαρτάνουσιν ἀξιοῦμέν τε συμβούλοις τοῖσδε χρῆσθαι, ὡς ἐφ' ἡμῖν ὄντων» τῶν τοιούτων. 6.9.29 «Ὅτι δὲ ψευδὴς ἦν αὐτῶν ὁ περὶ εἱμαρμένης λόγος, ἱκανὸν μαρτύριον τὸ μηδ' αὐτοὺς τοὺς προστάτας αὐτοῦ δύνασθαι πείθεσθαι τοῖς ὑπ' αὐτῶν λεγομένοις». καὶ γὰρ καὶ προτρέπειν καὶ διδάσκειν ἐπαγγέλλονται καὶ μανθάνειν καὶ παιδεύεσθαι συμβουλεύουσιν ἐπιτιμῶσί τε καὶ ἐπιπλήττουσι τοῖς οὐ τὰ προσήκοντα δρῶσιν, ὡς κατὰ προαίρεσιν ἰδίαν ἁμαρτάνουσιν. 6.9.30 «ἀλλὰ καὶ συγγράμματα πλεῖστα καταλείπουσι, δι' ὧν ἀξιοῦσι παιδεύεσθαι τοὺς νέους.» «ἐπαύσαντο δ' ἂν τῆς ἐν τοῖς λόγοις φιλοτιμίας,» εἰ προσέσχον ὅτι καὶ συγγνώμης ἀξιοῦσι τοὺς ἀκουσίως ἁμαρτάνοντας, τοὺς δὲ ἑκουσίως πλημμελοῦντας κολάσεως ἀξίους εἶναί φασιν, ὡς ἐπ' αὐτοῖς τούτων, 6.9.31 δηλονότι τοῦ τε ἁμαρτάνειν καὶ τοῦ μὴ κειμένου. ὥστε καὶ κατ' αὐτοὺς ἀναιρεῖσθαι τὴν ἐξ εἱμαρμένης ἀνάγκην, συνίστασθαι δὲ κατὰ φύσιν ἡμῖν ὑπάρχειν τὸ αὐτεξούσιον, μετὰ τοῦ πλεῖστα εἶναι καὶ τὰ μὴ ἐφ' ἡμῖν, ὥσπερ τὰ κατὰ φύσιν καὶ τὰ ἐκ τύχης, ἕτερα ὄντα καὶ αὐτὰ παρὰ τὸν τῆς εἱμαρμένης λόγον, καθὼς προδέδεικται. 6.9.32 Τούτων ἡμῖν ἀπὸ πλείστων ἐπιτετμημένων, τῷ πολὺν εἶναι τὸν περὶ τοῦ αὐτεξουσίου λόγον ἐν τοῖς καθ' ἡμᾶς δόγμασιν ᾧ καὶ τῶν φιλοσόφων συνέδραμον αἱ παρατεθεῖσαι φωναί, τοῖς μὲν καθ' ἡμᾶς θείοις γράμμασιν ἐπιμαρτυροῦσαι, τὰς δὲ περὶ εἱμαρμένης οὐ μόνον τῶν πολλῶν ἀνθρώπων, ἀλλὰ καὶ τῶν χρησμῳδῶν, τῶν θαυμαστῶν θεῶν, τὰς δόξας ψευδεῖς οὔσας ἀπελέγχουσαι. καὶ τῶν μὲν πρὸς τοὺς γενναίους χρησμοὺς κυνικώτερον ἀποταθέντων, τῶν δὲ πρὸς τοὺς θαυμαστοὺς φιλοσόφους παρὰ τῶν αὐτοῖς γνωρίμων ἀντειρημένων, ὥρα καὶ τῶν ἐξ ἀστρολογίας πρὸς τοὺς Χαλδαΐζοντας τῶν τὴν κακότεχνον ταύτην γοητείαν ὡς ἐν μέρει μαθήματος ἐπαγγελλομένων τοὺς λόγους ἐπισκέψασθαι· παραθήσομαι δέ σοι καὶ τῶνδε τὰς ἀποδείξεις ἐξ ἀνδρὸς Σύρου μὲν τὸ γένος, ἐπ' ἄκρον δὲ τῆς Χαλδαϊκῆς ἐπιστήμης ἐληλακότος. Βαρδησάνης 137

ὄνομα τῷ ἀνδρί, ὃς ἐν τοῖς πρὸς τοὺς ἑταίρους διαλόγοις τάδε πη μνημονεύεται φάναι· 6.10. ιʹ.

ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ· ΕΚ ΤΩΝ ΒΑΡΔΗΣΑΝΟΥ «Κατὰ φύσιν ὁ ἄνθρωπος γεννᾶται, τρέφεται, ἀκμάζει, γεννᾷ, ἐσθίει, πίνει, κοιμᾶται, γηρᾷ, ἀποθνήσκει, καὶ τοῦτο παντὸς ἀνθρώπου καὶ παντὸς 6.10. ἀλόγου ζῴου. καὶ τὰ μὲν ἄλλα ζῷα ψυχικὰ ὄντα καὶ διόλου κατὰ συμπλοκὴν γεγενημένα διόλου σχεδὸν κατὰ φύσιν φέρεται. λέων σαρκοφαγεῖ καὶ ἀμύνεται ἀδικηθεὶς καὶ διὰ τοῦτο πάντες οἱ λέοντες σαρκοφαγοῦσι καὶ ἀμύνονται· καὶ ἀμνάδες χορτοφαγοῦσι καὶ κρεῶν οὐχ ἅπτονται καὶ ἀδικού.10.3 μεναι οὐκ ἀμύνονται· καὶ ὁ αὐτὸς τρόπος πάσαις. σκορπίος γῆν ἐσθίει καὶ τοὺς μὴ ἀδικήσαντας ἀδικεῖ, κέντρῳ ἰοβόλῳ πλήσσων· καὶ ἡ αὐτὴ κακία πάντων σκορπίων. μύρμηξ κατὰ φύσιν οἶδε χειμῶνος παρουσίαν καὶ δι' ὅλης θερείας κάμνων ἀποτίθεται ἑαυτῷ τροφάς· καὶ ὁμοίως πάντες μύρμηκες ἐργάζον.10.4 ται. μέλισσα μέλι γεωργεῖ, ἐξ οὗ καὶ τρέφεται· καὶ ἡ αὐτὴ γεωργία πάσαις μελίσσαις. καὶ ἦν πολλὰ εἴδη ἐκθέσθαι ὑμῖν τῶν ζῴων, ἅτινα τῆς φύσεως μὴ δυνάμενα ἐκστῆναι πολὺν θαυμασμὸν παρασχεῖν ὑμῖν ἐδύνατο, ἀλλ' αὐτάρκη ἡγησάμην ἐκ τῶν παρακειμένων τὴν ἀπόδειξιν ποιήσασθαι, ὅτι τὰ μὲν ἄλλα ζῷα κατὰ τὴν κοινότητα καὶ τὴν διαφορὰν κατὰ φύσιν δο.10.5 θεῖσαν ἑκάστῳ ἐξ ἀνάγκης ἡδέως φέρεται, ἄνθρωποι δὲ μόνοι, τὸ 6.10.5 ἐξαίρετον ἔχοντες τόν τε νοῦν καὶ τὸν ἐκ τούτου προφερόμενον λόγον, κατὰ μὲν τὴν κοινότητα ἕπονται τῇ φύσει, ὡς προεῖπον, κατὰ δὲ τὸ ἐξαίρετον οὐ κατὰ 6.10. φύσιν πολιτεύονται. οὐδὲ γὰρ μία βρῶσις ἡ τῶν ἁπάντων· ἄλλοι μὲν γὰρ κατὰ τοὺς λέοντας τρέφονται, ἄλλοι δὲ κατὰ τὰς ἀμνάδας, οὐχ ἓν ἔχοντες σχῆμα φορημάτων, οὐκ ἔθος ἕν, οὐχ εἷς νόμος πολιτείας ἐν αὐτοῖς, οὐ μία κίνησις ἐπιθυμίας τῶν πραγμάτων, ἀλλ' ἕκαστος τῶν ἀνθρώπων κατὰ τὴν ἰδίαν θέλησιν αἱρεῖται ἑαυτῷ βίον, τὸν πλησίον μὴ μιμούμενος, πλὴν ἐν οἷς βούλεται. 6.10. τὸ γὰρ ἐλεύθερον αὐτοῦ οὐχ ὑπόκειται δουλείᾳ, καὶ εἴ ποτε ἑκὼν δουλεύσει, 6.10. καὶ τοῦτο τῆς ἐλευθερίας αὐτοῦ ἐστι, τὸ δύνασθαι δουλεύειν ἑκόντα. πόσοι τῶν ἀνθρώπων, καὶ μάλιστα τῶν Ἀλαναίων, ὡς τὰ ἄγρια ζῷα κρεοβοροῦσιν ἄρτου μὴ γευόμενοι, καὶ οὐ διὰ τὸ μὴ ἔχειν, ἀλλὰ διὰ τὸ μὴ θέλειν; ἄλλοι κρεῶν οὐ γεύονται ὡς τὰ ἥμερα ζῷα· ἄλλοι ἰχθυοφαγοῦσι μόνον· ἕτεροι δὲ ἰχθύων οὐ γεύονται, οὐδ' ἂν λιμώσσωσιν. οἱ μὲν ὑδροποτοῦσιν, οἱ δὲ οἰνοποτοῦσιν, οἱ 6.10. δὲ σικερατίζουσι. καὶ ἁπλῶς πολλὴ διαφορὰ βρωμάτων καὶ πομάτων ἐν τῇ ἀνθρωπότητι, μέχρι καὶ ἐν τῇ τῶν λαχάνων καὶ ὀπωρῶν βρώσει διαφερόμενοι. ἀλλὰ καὶ οἱ μὲν ὡς σκορπίοι καὶ ὡς ἀσπίδες μὴ ἀδικηθέντες ἀδικοῦσιν· οἱ δὲ ὡς τὰ ἄλλα ζῷα ἀδικούμενοι ἀμύνονται· ἕτεροι δὲ ὡς λύκοι ἁρπάζουσι καὶ ὡς γαλαῖ κλέπτουσιν· ἄλλοι δὲ ὡς ἀμνάδες καὶ μηκάδες ὑπὸ τῶν ὁμοιοπαθῶν ἐλαύνονται καὶ τοὺς ἀδικοῦντας οὐκ ἀδικοῦσι· καὶ οἱ μὲν λέγονται 6.10.10 ἀγαθοί, οἱ δὲ κακοί, οἱ δὲ δίκαιοι. ὅθεν ἔστι νοεῖν μὴ πάντως κατὰ φύσιν ἄγεσθαι τὸν ἄνθρωπον ποίαν γὰρ αὐτοῦ ἐροῦμεν φύσιν;, ἀλλὰ πῆ μὲν φέρεται κατὰ φύσιν, πῆ δὲ κατὰ προαίρεσιν. διὸ τὸν ἔπαινον καὶ τὸν ψόγον καὶ τὴν καταδίκην ἔχει ἐν τοῖς κατὰ προαίρεσιν, ἐν δὲ τοῖς κατὰ φύσιν ἔχει τὴν ἀνεγκλησίαν οὐ κατὰ ἔλεος, ἀλλὰ κατὰ λόγον.» 6.10.11 Καὶ ἑξῆς φησι· «Νόμους ἔθεντο διαφόρους οἱ ἄνθρωποι ἐν ἑκάστῃ χώρᾳ, τινὰς γεγραμμένους, τινὰς δὲ ἀγράφους· ἐξ ὧν διηγήσομαι, ὡς οἶδα καὶ ὧν μέμνημαι, ἀρξάμε.10.12 νος ἐκ τῆς τοῦ κόσμου ἀρχῆς. νόμος ἐστὶ παρὰ Σήραις μηδένα φονεύειν μήτε πορνεύειν μήτε κλέπτειν μήτε ξόανα προσκυνεῖν, καὶ ἐν ἐκείνῃ τῇ μεγίστῃ χώρᾳ οὐ ναὸν ἔστιν ἰδεῖν, οὐ γυναῖκα πορνικήν, οὐ μοιχαλίδα ὀνομαζομένην, οὐ κλέπτην ἑλκόμενον ἐπὶ δίκην, οὐκ ἀνδροφόνον, οὐ πεφονευμένον. 6.10.13 οὐδενὸς γὰρ τὸ αὐτεξούσιον ἠνάγκασεν ὁ τοῦ πυριλαμπέος 138

Ἄρεος ἀστὴρ μεσουρανῶν ἄνδρα σιδήρῳ ἀνελεῖν, οὐ Κύπρις σὺν Ἄρει τυχοῦσα ἀλλοτρίᾳ γυναικὶ μιγῆναί τινα παρ' ἐκείνοις, πάντως πάσῃ ἡμέρᾳ μεσουρανοῦντος τοῦ 6.10.14 Ἄρεος καὶ πάσῃ ὥρᾳ καὶ ἡμέρᾳ γεννωμένων τῶν Σηρῶν. παρὰ Ἰνδοῖς καὶ Βάκτροις εἰσὶ χιλιάδες πολλαὶ τῶν λεγομένων Βραχμάνων, οἵτινες κατὰ παράδοσιν τῶν προγόνων καὶ νόμων οὔτε φονεύουσιν οὔτε ξόανα σέβονται, οὐκ ἐμψύχου γεύονται, οὐ μεθύσκονταί ποτε, οἴνου καὶ σίκερος μὴ γευόμενοι, οὐ κακίᾳ τινὶ κοινωνοῦσι προσέχοντες τῷ θεῷ, τῶν ἄλλων Ἰνδῶν φονευόντων καὶ ἑταιρευόντων καὶ μεθυσκομένων καὶ σεβομένων ξόανα καὶ πάντα 6.10.15 σχεδὸν καθ' εἱμαρμένην φερομένων. ἔστι δὲ ἐν τῷ αὐτῷ κλίματι τῆς Ἰνδίας φυλή τις Ἰνδῶν, οἵτινες τοὺς ἐμπίπτοντας ξένους ἀγρεύοντες καὶ θύοντες ἐσθίουσι· καὶ οὔτε οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων κεκωλύκασι τούτους μὴ μιαιφονεῖν καὶ μὴ ἀθεμιτογαμεῖν οὔτε οἱ κακοποιοὶ ἠνάγκασαν τοὺς Βραχ.10.16 μᾶνας κακουργεῖν. παρὰ Πέρσαις νόμος ἦν γαμεῖν τὰς θυγατέρας καὶ τὰς ἀδελφὰς καὶ τὰς μητέρας, καὶ οὐ μόνον ἐν τῇ χώρᾳ ἐκείνῃ καὶ ἐν ἐκείνῳ τῷ κλίματι τούτους τοὺς ἀνοσίους γάμους οἱ Πέρσαι ἐποίησαν, ἀλλὰ καὶ ὅσοι αὐτῶν τῆς Περσίδος ἐξεδήμησαν, οἵτινες καλοῦνται Μαγουσαῖοι, τὴν αὐτὴν ἀθεμιστίαν διαπράσσονται, παραδιδόντες τοὺς αὐτοὺς νόμους καὶ τὰ ἔθη τοῖς 6.10.17 τέκνοις κατὰ διαδοχήν. ἐξ ὧν εἰσι μέχρι νῦν πολλοὶ ἐν Μηδίᾳ καὶ ἐν Αἰγύπτῳ καὶ ἐν Φρυγίᾳ καὶ ἐν Γαλατίᾳ. καὶ οὐ δήπου Κύπρις ἐν ὁρίοις καὶ οἴκοις Κρόνου, σὺν Κρόνῳ ἐπιμαρτυροῦντος τοῦ Ἄρεος, ἐν ταῖς τῶν πάντων 6.10.18 γενέσεσιν εὑρίσκετο. παρὰ Γήλοις νόμος ἐστὶ τὰς γυναῖκας γεωργεῖν καὶ οἰκοδομεῖν καὶ πάντα τὰ ἐργατικὰ πράσσειν καὶ κοινωνεῖν οἷς ἂν βούλωνται καὶ μὴ ἐγκαλεῖσθαι ὑπὸ τῶν ἀνδρῶν μήτε καλεῖσθαί τινα μοιχαλίδα, τῷ 6.10.19 πάσας ἐργατικὰς εἶναι καὶ πᾶσι κοινωνεῖν, μάλιστα δὲ τοῖς ξένοις. καὶ οὔτε μυρίζονται Γήλισσαι γυναῖκες, οὐχ ἱμάτια βαπτὰ φοροῦσιν, ἀνυπόδετοι δέ εἰσι πᾶσαι, καίτοι τῶν Γήλων ἀνδρῶν κοσμουμένων ἐν φορήμασι μαλακοῖς καὶ ἐν διαφόροις χρώμασι καὶ χρυσοφορούντων καὶ μυριζομένων καὶ οὐ κατά τινα ἄλλην μαλακίαν, εἰσὶ γὰρ ἀνδρεῖοι καὶ πολεμικώτατοι καὶ κυνηγετι.10.20 κώτατοι. καὶ οὐ πᾶσαι αἱ τῶν Γήλων γυναῖκες ἔλαχον ἐν Αἰγοκέρωτι ἢ ἐν Ὑδρηχόῳ κακοδαιμονοῦσαν τὴν Κύπριν οὔθ' οἱ ἄνδρες αὐτῶν πάντες ἔχουσιν ἐν Κριῷ σὺν Ἄρει τὴν Παφίην, ἔνθα τοὺς ἀνδρείους καὶ σπαταλοὺς 6.10.21 οἱ Χαλδαΐζοντες λέγουσι. παρὰ Βάκτροις αἱ γυναῖκες παντὶ κόσμῳ διαφέροντι καὶ παντὶ μύρῳ χρῶνται, ὑπηρετούμεναι ὑπὸ παιδίσκων καὶ νεανίσκων μᾶλλον ἢ οἱ ἄνδρες, προερχόμεναι μετὰ πολλῆς φαντασίας ἔφιπποι, κοσμοῦσαι χρυσῷ πολλῷ καὶ λίθοις βαρυτίμοις τοὺς ἵππους, καὶ οὐ σωφρονοῦσιν, ἀλλ' ἀδιαφόρως κοινωνοῦσι τοῖς δούλοις καὶ τοῖς ξένοις, ἄδειαν ἔχουσαι τοιαύτην, 6.10.22 καὶ ὑπὸ τῶν ἀνδρῶν μὴ ἐγκαλούμεναι σχεδὸν κυριεύουσιν αὐτῶν. καὶ οὐ πάντως ἐν πάσῃ γενέσει τῶν ἐν Βακτρίᾳ γυναικῶν μεσουρανεῖ μετὰ Διὸς καὶ Ἄρεος ἐν ἰδίοις ὅροις ἡ φιλόγελως Ἀφροδίτη. ἐν τῇ Ἀραβίᾳ δὲ καὶ ἐν τῇὈσροηνῇ οὐ μόνον αἱ μοιχαλίδες φονεύονται, ἀλλὰ καὶ αἱ ὑποπτευόμεναι οὐκ 6.10.23 ἀφίενται ἀτιμώρητοι. παρὰ Πάρθοις καὶ Ἀρμενίοις οἱ φονεῖς ἀναιροῦνται ποτὲ μὲν ὑπὸ τῶν δικαστῶν, ποτὲ δὲ ὑπὸ τῶν καθ' αἷμα τῶν φονευθέντων. καὶ ἐάν τις φονεύσῃ γυναῖκα αὐτοῦ ἢ ἀδελφὸν ἄτεκνον ἢ ἀδελφὴν ἄγαμον ἢ υἱὸν ἢ θυγατέρα, οὐκ ἐγκαλεῖται ὑπό του, νόμου τοιούτου ὑπάρχοντος ἐν ταῖς χώραις ἐκείναις· παρ' Ἕλλησι δὲ καὶ Ῥωμαίοις μείζονι τιμωρίᾳ ὑπο.10.24 βάλλονται οἱ τῶν οἰκείων καὶ συγγενῶν φονευταί. ἐν Ἄτροις ὁ κλέπτων τι ἄξιον ὀβολοῦ λιθάζεται, παρὰ Βάκτροις ὁ ὀλίγα κλέπτων ἐμπτύεται, παρὰ 6.10.25 Ῥωμαίοις πληγαῖς παιδεύεται· τοιοῦτοι γὰρ οἱ νόμοι. ἀπὸ Εὐφράτου ποταμοῦ καὶ μέχρι τοῦ Ὠκεανοῦ ὡς ἐπὶ ἀνατολὰς ὁ λοιδορούμενος ὡς φονεὺς ἢ ὡς κλέπτης οὐ πάνυ ἀγανακτεῖ, ὁ δὲ ὡς ἀρσενοκοίτης λοιδορούμενος ἑαυτὸν ἐκδικεῖ μέχρι καὶ φόνου· παρ' Ἕλλησι καὶ οἱ σοφοὶ ἐρωμένους ἔχοντες 6.10.26 οὐ ψέγονται. ἐν τῇ αὐτῇ ἀνατολῇ ὑβριζόμενοι ἐὰν 139

γνωσθῶσιν, ὑπὸ ἀδελφῶν ἢ πατέρων καὶ συγγενῶν φονεύονται καὶ ταφῆς προδήλου οὐκ 6.10.27 ἀξιοῦνται. παρὰ δὲ Γάλλοις οἱ νέοι γαμοῦνται μετὰ παρρησίας, οὐ ψόγον τοῦτο ἡγούμενοι διὰ τὸν παρ' αὐτοῖς νόμον. καὶ οὐ δυνατόν ἐστι πάντας τοὺς ἐν Γαλλίᾳ οὕτως ἀθέως ὑβριζομένους λαχεῖν ἐν ταῖς γενέσεσι Φωσφόρον 6.10.28 μεθ' Ἑρμοῦ ἐν οἴκοις Κρόνου καὶ ὁρίοις Ἄρεος δύνοντα. ἐν Βρεττανίᾳ πολλοὶ ἄνδρες μίαν γυναῖκα ἔχουσιν, ἐν δὲ τῇ Παρθίᾳ πολλαὶ γυναῖκες ἕνα 6.10.29 ἄνδρα, καὶ πᾶσαι σωφρονοῦσι πειθόμεναι αὐτῷ κατὰ τὸν νόμον. αἱ δὲ Ἀμαζόνες πᾶσαι ἄνδρας οὐκ ἔχουσιν, ἀλλ' ὡς τὰ ἄλογα ζῷα ἅπαξ τοῦ ἔτους περὶ τὴν ἐαρινὴν ἰσημερίαν ὑπερβαίνουσαι τοὺς ἰδίους ὅρους κοινωνοῦσι τοῖς πλησιοχώροις, ἑορτήν τινα ταύτην ἡγουμένοις· ἐξ ὧν συλλαμβάνουσαι ὑποστρέφουσι καὶ ἀναγκαίως ἐν ἑνὶ καιρῷ κυΐσκουσι κατὰ τὸν τῆς φύσεως νόμον καὶ τοὺς μὲν γεννωμένους ἄρρενας ῥίπτουσι, τὰς δὲ θηλείας ἀνατρέφουσι· πολεμι.10.30 καί τέ εἰσι καὶ γυμνασίων προνοούμεναι. Ἑρμῆς μετὰ Ἀφροδίτης ἐν οἴκοις Ἑρμοῦ ποιεῖ πλάστας καὶ ζωγράφους καὶ τραπεζίτας, ἐν οἴκοις δὲ Ἀφρο.10.31 δίτης μυρεψοὺς ἢ φωνάσκους καὶ ὑποκριτὰς ποιημάτων. καὶ παρὰ Ταιηνοῖς καὶ Σαρακηνοῖς καὶ ἐν τῇ ἀνωτέρᾳ Λιβύῃ καὶ παρὰ Μαύροις καὶ παρὰ τοῖς περὶ τὸ στόμα τοῦ Ὠκεανοῦ Νομάσι καὶ ἐν τῇ ἐξωτέρᾳ Γερμανίᾳ καὶ ἐν τῇ ἀνωτέρᾳ Σαρματίᾳ καὶ ἐν τῇ Σκυθίᾳ καὶ ἐν πᾶσι τοῖς ἐξ ἀρκτικῶν μερῶν τοῦ Πόντου ἔθνεσι καὶ ὅλῃ τῇ Ἀλανίᾳ καὶ Ἀλβανίᾳ καὶ Ὠτηνῇ καὶ ἐν Σαυνίᾳ καὶἐν Χρυσῇ οὐκ ἔστιν ἰδεῖν οὐ τραπεζίτην, οὐ πλάστην, οὐ ζωγράφον, οὐκ ἀρχιτέκτονα, οὐ γεωμέτρην, οὐ φώνασκον, οὐχ ὑποκριτὴν ποιημάτων, ἀλλ' ἐστέρηται ὁ τῆς τοῦ Ἑρμοῦ καὶ τῆς Ἀφροδίτης ἐνεργείας τρόπος ἐν ὅλῳ τῷ κύκλῳ 6.10.32 τούτῳ τῆς οἰκουμένης. οἱ Μῆδοι πάντες τοῖς μετὰ σπουδῆς τρεφομένοις κυσὶ τοὺς νεκροὺς ἔτι ἐμπνέοντας παραβάλλουσι, καὶ οὐ πάντες σὺν τῇ μήνῃ 6.10.33 τὸν Ἄρεα ἐφ' ἡμερινῆς γενέσεως ἐν Καρκίνῳ ὑπὸ γῆν ἔχουσιν. Ἰνδοὶ τοὺς νεκροὺς καίουσι, μεθ' ὧν συγκαίουσιν ἑκούσας τὰς γυναῖκας, καὶ οὐ δήπου πᾶσαι αἱ καιόμεναι ζῶσαι Ἰνδῶν γυναῖκες ἔχουσιν ὑπὸ γῆν ἐπὶ νυκτε.10.34 ρινῆς γενέσεως σὺν Ἄρει τὸν ἥλιον ἐν Λέοντι ὁρίοις Ἄρεος. Γερμανῶν οἱ πλεῖστοι ἀγχονιμαίῳ μόρῳ ἀποθνήσκουσι, καὶ οὐ πάντως τὸ πλῆθος τῶν Γερμανῶν τὴν σελήνην καὶ τὴν ὥραν μεσολαβουμένας ὑπὸ Κρόνου καὶ Ἄρεος 6.10.35 ἔχει. παντὶ ἔθνει καὶ πάσῃ ἡμέρᾳ καὶ παντὶ τ<ρ>όπῳ τῆς γενέσεως γεννῶνται ἄνθρωποι· κρατεῖ δὲ ἐν ἑκάστῃ μοίρᾳ τῶν ἀνθρώπων νόμος καὶ ἔθος διὰ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου· καὶ οὐκ ἀναγκάζει ἡ γένεσις τοὺς Σῆρας μὴ θέλοντας φονεύειν ἢ τοὺς Βραχμᾶνας κρεοφαγεῖν ἢ τοὺς Πέρσας ἀθεμίτως μὴ γαμεῖν ἢ τοὺς Ἰνδοὺς μὴ καίεσθαι ἢ τοὺς Μήδους μὴ ἐσθίεσθαι ὑπὸ κυνῶν ἢ τοὺς Πάρθους μὴ πολυγαμεῖν ἢ τὰς ἐν τῇ Μεσοποταμίᾳ γυναῖκας μὴ σωφρονεῖν ἢ τοὺς Ἕλληνας μὴ γυμνάζεσθαι γυμνοῖς τοῖς σώμασιν ἢ τοὺς Ῥωμαίους μὴ κρατεῖν ἢ τοὺς Γάλλους μὴ γαμεῖσθαι ἢ τὰ ἄλλα βάρβαρα ἔθνη ταῖς ὑπὸ τῶν Ἑλλήνων λεγομέναις Μούσαις κοινωνεῖν· ἀλλ', ὡς προεῖπον, ἕκαστον ἔθνος καὶ ἕκαστος τῶν ἀνθρώπων χρῆται τῇ ἑαυτοῦ ἐλευθερίᾳ ὡς βούλεται καὶ ὅτε βούλεται, καὶ δουλεύει τῇ γενέσει καὶ τῇ φύσει δι' ἣν περί.10.36 κειται σάρκα, πῆ μὲν ὡς βούλεται, πῆ δὲ ὡς μὴ βούλεται. πανταχῆ γὰρ καὶ ἐν παντὶ ἔθνει εἰσὶ πλούσιοι καὶ πένητες καὶ ἄρχοντες καὶ ἀρχόμενοι καὶ ἐρρωμένοι καὶ νοσοῦντες, ἕκαστος κατὰ τοὺς τῆς γενέσεως αὐτοῦ κλήρους.» «Φημὶ αὐτῷ· ἡμᾶς ταῦτα, ὦ Βαρδησάνη, ἄκρως πέπεικεν. οἱ δὲ ἀστρονόμοι φασὶ τὴν γῆν ταύτην μερίζεσθαι εἰς ἑπτὰ κλίματα καὶ ἄρχειν ἑκάστου κλίματος ἕνα τῶν ἑπτὰ ἀστέρων· καὶ τοὺς διαφόρους νόμους μὴ τοὺς ἀνθρώπους τεθεικέναι ἑαυτοῖς, ἀλλ' ἑκάστου ἄρχοντος πλεονάζειν τὸ θέλημα ἐν τῇ ἰδίᾳ χώρᾳ, ὃν νόμον νενομίκασιν οἱ κρατούμενοι.» 6.10.37 «Ἀπεκρίνατο· Οὐκ ἀληθὴς ἡ διάκρισις αὕτη, ὦ Φίλιππε. εἰ γὰρ καὶ διῄρηται ἡ οἰκουμένη εἰς μέρη ἑπτά, ἀλλ' οὖν γε ἐν μιᾷ μερίδι εὑρίσκομεν πολλὰς διαφορὰς νόμων. οὐδὲ γὰρ ἑπτὰ νόμοι εἰσὶ κατὰ τοὺς ἑπτὰ ἀστέρας οὐδὲ δώδεκα κατὰ τὰ ζῴδια οὐδὲ τριάκοντα ἓξ κατὰ 140

τοὺς δεκανούς, ἀλλὰ 6.10.38 μυρίοι. μνημονεύειν τε ὀφείλετε ὧν προεῖπον, ὅτι καὶ ἐν ἑνὶ κλίματι καὶ ἐν μιᾷ χώρᾳ τῶν Ἰνδῶν εἰσιν ἀνθρωποφάγοι Ἰνδοὶ καί εἰσιν οἱ ἐμψύχων ἀπεχόμενοι· καὶ ὅτι οἱ Μαγουσαῖοι οὐκ ἐν Περσίδι μόνῃ τὰς θυγατέρας γαμοῦσιν, ἀλλὰ καὶ ἐν παντὶ ἔθνει, ὅπου ἂν οἰκήσωσι, τοὺς τῶν προγόνων φυ.10.39 λάσσοντες νόμους καὶ τῶν μυστηρίων αὐτῶν τὰς τελετάς. ἀλλὰ καὶ πολλὰ βάρβαρα ἔθνη κατελέξαμεν, τά γε ὄντα ἐν μεσημβρίᾳ καὶ δύσει καὶ ἀνατολῇ καὶ ἄρκτῳ, τουτέστιν ἐν διαφόροις κλίμασι, μὴ μετέχοντα Ἑρμαϊκῆς ἐπι.10.40 στήμης. πόσοι, νομίζετε, σοφοὶ ἄνδρες παρήγαγον τοὺς κακῶς κειμένους νόμους; πόσοι δὲ νόμοι ὑπὸ τῆς ἀπορίας κατελύθησαν; πόσοι βασιλεῖς κρατήσαντες ἐθνῶν παρήγαγον τοὺς πρὸ αὐτῶν νόμους καὶ ἔθεντο τοὺς ἰδίους; 6.10.41 καὶ οὐδεὶς τῶν ἀστέρων ἀπώλεσε τὸ ἴδιον κλίμα. χθὲς οἱ Ῥωμαῖοι τῆς Ἀραβίας κρατήσαντες τοὺς τῶν βαρβάρων νόμους ἤλλαξαν· ἕπεται γὰρ τὸ αὐτεξούσιον τῷ αὐτεξουσίῳ. τὸ δὲ δυνάμενον πεῖσαι καὶ τοὺς ἀπίστους ἐκθή.10.42 σομαι ὑμῖν. Ἰουδαῖοι πάντες οἱ διὰ Μωσέως δεξάμενοι νόμον τοὺς γεννωμένους ἄρρενας παῖδας ἐν τῇ ὀγδόῃ ἡμέρᾳ αἱμάσσουσι περιτέμνοντες, οὐκ ἀστέρος παρουσίαν ἀναμένοντες, οὐ κλίματος ἐξουσίαν ἐντρεπόμενοι, οὐχ ὑπὸ νόμου ἀλλοτρίας χώρας ἀγόμενοι, ἀλλ' εἴτε ἐν Συρίᾳ τυγχάνουσιν εἴτε ἐν Γαλατίᾳ εἴτε ἐν Ἰταλίᾳ εἴτε ἐν Ἑλλάδι ἢ ἐν Παρθίᾳ ἢ ὅπου ἂν ὦσι, τοῦτο ποιοῦσιν. 6.10.43 ὅπερ οὐκ ἔστι κατὰ γένεσιν· οὐ γὰρ δύνανται πάντες οἱ Ἰουδαῖοι μίαν γένεσιν ἔχειν. ἀλλὰ καὶ δι' ἡμερῶν ἑπτὰ πάντες ὅπου ἂν ὦσιν ἀργοῦσιν ἐκ παντὸς ἔργου καὶ οὔτε ὁδεύουσιν οὔτε πυρὶ χρῶνται οὔτε ἀναγκάζει ἡ γένεσις Ἰουδαῖον οὐ κτίσαι οἶκον, οὐ καταλῦσαι, οὐκ ἐργάσασθαι, οὐ πωλῆσαι, οὐκ ἀγοράσαι ταῖς ἡμέραις τοῦ σαββάτου, καίτοι ἐν τῇ αὐτῇ ἡμέρᾳ γεννώντων Ἰου.10.44 δαίων καὶ γεννωμένων καὶ νοσούντων καὶ ἀποθνησκόντων. ταῦτα γὰρ οὐκέτι ἐστὶ τοῦ αὐτεξουσίου. ἐν τῇ Συρίᾳ καὶ ἐν τῇ Ὀσροηνῇ ἀπεκόπτοντο πολλοὶ τῇ Ῥέᾳ, καὶ ἐν τούτῳ μιᾷ ῥοπῇ ὁ βασιλεὺς Ἄβγαρος ἐκέλευσε τῶν ἀποκοπτομένων τὰ αἰδοῖα ἀποκόπτεσθαι καὶ τὰς χεῖρας, καὶ ἐκ τότε οὐδεὶς 6.10.45 ἀπεκόψατο ἐν τῇ Ὀσροηνῇ. τί δὲ ἐροῦμεν περὶ τῆς τῶν Χριστιανῶν αἱρέσεως, ἧς ἡμεῖς οἱ δοξασταὶ πολλοὶ ὄντες καὶ ἐν διαφόροις ἀνέστημεν κλίμασιν, ἐν παντὶ ἔθνει καὶ κλίματι, οἵτινες πολλοὶ ὄντες ἑνὶ ὀνόματι κεκλήμεθα; 6.10.46 καὶ οὔτε οἱ ἐν Παρθίᾳ Χριστιανοὶ πολυγαμοῦσι, Πάρθοι τυγχάνοντες, οὔθ' οἱ ἐν Μηδίᾳ κυσὶ παραβάλλουσι τοὺς νεκρούς, οὐχ οἱ ἐν Περσίδι γαμοῦσι τὰς θυγατέρας αὐτῶν, Πέρσαι ὄντες, οὐ παρὰ Βάκτροις καὶ Γήλοις φθείρουσι τοὺς γάμους, οὐχ οἱ ἐν Αἰγύπτῳ θρησκεύουσι τὸν Ἆπιν ἢ τὸν κύνα ἢ τὸν τράγον ἢ αἴλουρον, ἀλλ' ὅπου εἰσίν, οὔτε ὑπὸ τῶν κακῶς κειμένων νόμων καὶ ἐθῶν νικῶνται οὔθ' ἡ ὑπὸ τῶν ἀρχῶν πρυτανευομένη γένεσις αὐτοὺς ἀναγκάζει τοῖς ἀπειρημένοις κακοῖς ὑπὸ τοῦ διδασκάλου αὐτῶν χρῆσθαι, νόσῳ δὲ καὶ πενίᾳ καὶ 6.10.47 πάθεσι καὶ ταῖς νομιζομέναις ἀτιμίαις ὑπόκεινται. ὥσπερ γὰρ ὁ ἐλεύθερος ἡμῶν ἄνθρωπος δουλεύειν οὐκ ἀναγκάζεται κἂν ἀναγκασθῇ ἀνθίσταται τοῖς ἀναγκάζουσιν, οὕτως οὐδὲ ὁ φαινόμενος ἡμῶν δοῦλος ἄνθρωπος τῆς ὑποταγῆς 6.10.48 ἐκφεύγειν ῥᾳδίως δύναται. εἰ γὰρ πάντα ἐδυνάμεθα, ἡμεῖς ἂν ἦμεν τὸ πᾶν, ὥστ' εἰ μηδὲν ἐδυνάμεθα, ἄλλων ἦμεν, ὡς προεῖπον, ὄργανα, καὶ οὐχ ἑαυτῶν. θεοῦ δ' ἐπινεύσαντος πάντα δυνατὰ καὶ ἀνεμπόδιστα· τῇ γὰρ ἐκείνου βουλήσει οὐδὲν ἀντιστῆναι δύναται. καὶ γὰρ τὰ δοκοῦντα ἀνθίστασθαι αὐτοῦ χρηστοῦ ὄντος καὶ συγχωροῦντος ἑκάστῃ φύσει ἔχειν τὴν ἰδιότητα καὶ τὸ αὐτεξούσιον τοῦ θελήματος ἀνθίσταται.» 6.10.49 Τοσαῦτα καὶ ὁ Σύρος. ἑνὸς δὲ ἔτι μνησθεὶς περιγράψω τὸν λόγον. ἐπειδὴ γὰρ τὰ μὲν ἀπὸ τῶν ἔξωθεν αὐτάρκως παρατέθειται, λείπει δὲ τὰ ἀπὸ τῶν ἱερῶν γραμμάτων, ὧν δὴ καὶ μάλιστα ἡμῖν δεῖ εἰς τὴν τῆς Εὐαγγελικῆς Ἀποδείξεως Προπαρασκευήν εὖ ἂν ἔχοι καὶ τάδε ἐποπτεῦσαι, ὡς ἂν κατὰ μηδὲν ὁ λόγος ἐλλείποι τῶν εἰς τὸ πρόβλημα θεωρουμένων. 6.10.50 ὅθεν δὴ καὶ τάδε σοι σαφῆ καταστήσω. οὐ μὴν οἷός τ' ἂν εἴης γυμνῶν ἐπαΐειν 141

τῶν ἱερῶν λογίων τὰ πολλὰ συνεσκιασμένως προενηνεγμένων. διόπερ ἐγώ σοι τὸν ἑρμηνέα τούτων παραστήσομαι· σὺ δ', εἰ μὴ τοῖς κρείττοσι βασκαίνεις, οἶσθά που τὸν ἄνδρα, Χριστοῦ μὲν θιάσοις εἰσέτι δεῦρο χορεύοντα δι' ὧν ἀπολέλοιπε πόνων, οὐ μὴν οὐδὲ τοῖς ἐκτὸς ἀγνῶτα δι' ἣν ἐπιδέδεικται καὶ πρὸς τὰ τῶνδε μαθήματα φιλοτιμίαν. σκέψαι δ' οὖν ὅσα τε καὶ ὁποῖα ἐν τοῖς Εἰς τὴν Γένεσιν ἐξηγητικοῖς ὁ θαυμάσιος Ὠριγένης περὶ τῆς προκειμένης ὑποθέσεως διείληφε καὶ ὅπως ἐφώδευσε τὸν περὶ εἱμαρμένης λόγον· 6.11. ιαʹ.

ΩΣ ΚΑΙ ΑΠΟ ΤΗΣ ΤΩΝ ΘΕΙΩΝ ΓΡΑΦΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΕ ΚΑΙ ΜΑΡΤΥΡΙΑΣ Ο ΠΕΡΙ ΤΗΣ ΕΙΜΑΡΜΕΝΗΣ ΕΛΕΓΧΕΤΑΙ ΛΟΓΟΣ· ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ «Περὶ τοῦ εἰς σημεῖα γεγονέναι τοὺς φωστῆρας, οὐκ ἄλλους ἡλίου καὶ σελήνης καὶ τῶν ἄστρων τυγχάνοντας, τῶν σφόδρα ἀναγκαιοτάτων ἔστι διαλαβεῖν, οὐ μόνον ἐθνῶν τῶν τῆς Χριστοῦ πίστεως ἀλλοτρίων σφαλλομένων εἰς τὸν περὶ τῆς εἱμαρμένης τόπον, τῇ τῶν καλουμένων πλανωμένων ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζῳδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς καὶ τῶν περὶ ἕκαστον ἄνθρωπον, τάχα δὲ καὶ ἀλόγων ζῴων, ἀλλὰ γὰρ καὶ πολλῶν τῶν πεπιστευκέναι ὑπολαμβανομένων περισπωμένων μὴ ἄρα ἠνάγκασται τὰ ἀνθρώπων πράγματα καὶ ἀμήχανον ἄλλως γενέσθαι 6.11. ἢ ὡς οἱ ἀστέρες κατὰ τοὺς διαφόρους σχηματισμοὺς ἐπιτέλλουσιν. ἕπεται δὲ τοῖς ταῦτα δογματίζουσιν ἐξ ὅλων τὸ ἐφ' ἡμῖν ἀναιρεῖν· διόπερ καὶ ἔπαινον 6.11.3 καὶ ψόγον καὶ πράξεις ἀποδεκτὰς πάλιν τε αὖ ψεκτάς. ἅπερ εἰ οὕτως ἔχει, τὰ τῆς κεκηρυγμένης τοῦ θεοῦ κρίσεως οἴχεται καὶ ἀπειλαὶ πρὸς τοὺς ἡμαρτηκότας ὡς κολασθησομένους· τιμαί τε αὖ πρὸς τοὺς τοῖς κρείττοσιν ἑαυτοὺς ἐπιδεδωκότας καὶ μακαριότητες· οὐδὲν γὰρ ἔτι τούτων εὐλόγως ἔσται γινό.11.4 μενον. καὶ εἰ τὰ ἀκόλουθά τις ἑαυτῷ ἐφ' οἷς δογματίζει βλέποι, καὶ ἡ πίστις ἔσται ματαία ἥ τε Χριστοῦ ἐπιδημία οὐδὲν ἀνύουσα καὶ πᾶσα ἡ διὰ νόμου καὶ προφητῶν οἰκονομία κάματοί τε ἀποστόλων ὑπὲρ τοῦ συστῆσαι 6.11.5 τὰς διὰ Χριστοῦ θεοῦ ἐκκλησίας. εἰ μὴ ἄρα κατὰ τοὺς οὕτω τολμῶντας καὶ Χριστὸς ὑπὸ τὴν ἀνάγκην τῆς τῶν ἄστρων κινήσεως τῷ γένεσιν ἀνειληφέναι γενόμενος πάντα πεποιήκοι τε καὶ πάθοι, οὐ τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων αὐτῷ τὰς παραδόξους δυνάμεις δωρησαμένου, ἀλλὰ τῶν ἀστέρων. οἷς ἀθέοις καὶ ἀσεβέσι τυγχάνουσι λόγοις ἀκολουθεῖ καὶ τὸ τοὺς πιστεύοντας ὑπὸ τῶν 6.11. ἀστέρων ἀγομένους πιστεύειν εἰς θεὸν λέγεσθαι. πυθοίμεθα δ' ἂν αὐτῶν τί ὁ θεὸς βουλόμενος τοιοῦτον ἐποίει κόσμον, ἵν' οἱ μὲν ἐν αὐτῷ ἄνδρες ὄντες τὰ γυναικῶν πάσχωσιν, οὐδαμῶς ἑαυτοῖς αἴτιοι τῆς ἀσελγείας γεγενημένοι, ἕτεροι δὲ ἀγρίων ζῴων κατάστασιν εἰληφότες, τῷ τὴν φορὰν τοῦ παντὸς τοιούτους αὐτοὺς πεποιηκέναι διὰ τὸ τὸν θεὸν οὕτω κεκοσμηκέναι τὸ πᾶν, ἐπιδιδόασιν ἑαυτοὺς ὠμοτάτοις καὶ σφόδρα ἀπανθρώποις πράγμασιν, ἀνδρο.11. φονίαις καὶ πειρατείαις; καὶ τί δεῖ λέγειν ἡμᾶς περὶ τῶν συμβαινόντων ἐν ἀνθρώποις καὶ ἁμαρτανομένων ὑπ' αὐτῶν, μυρίων ὅσων τυγχανόντων, οὕστινας οἱ τῶν γενναίων προϊστάμενοι τούτων λόγων ἀπολύοντες παντὸς ἐγκλήματος τῷ θεῷ προσγράφουσι πάντων τῶν κακῶς καὶ ψεκτῶς πραττομένων τὴν αἰτίαν; 6.11. Ἐὰν δέ τινες αὐτῶν, ὡς ἀπολογούμενοι περὶ θεοῦ, ἕτερον μὲν εἶναι λέγωσι τὸν ἀγαθόν, οὐδενὸς τούτων ἔχοντα τὴν ἀρχήν, τῷ δὲ δημιουργῷ πάντα τὰ τοιαῦτα προσάπτωσι, πρῶτον μὲν οὐδ' ὣς <ὃ> βούλονται δυνήσονται ἀποδεικνύναι, ὅτι ἐστὶ δίκαιος. πῶς γὰρ ἂν ὁ τοσούτων κακῶν κατ' αὐτοὺς 6.11. πατὴρ εὐλόγως χρηματίζοι δίκαιος; δεύτερον δὲ περὶ ἑαυτῶν τί φήσουσιν ἐξεταστέον, πότερον ὑπόκεινται τῇ φορᾷ τῶν ἀστέρων ἢ ἠλευθέρωνται καὶ ἐν τῷ βίῳ τυγχάνοντες οὐδὲν ἐνεργούμενον εἰς ἑαυτοὺς ἔχουσιν ἐκεῖθεν. εἰ μὲν 142

γὰρ φήσουσιν ὑποκεῖσθαι τοῖς ἄστροις, δῆλον ὅτι τὰ ἄστρα τὸ νοῆσαι αὐτοῖς τοῦτο ἐχαρίσατο καὶ ὁ δημιουργὸς ὑποβεβληκὼς ἔσται διὰ τῆς τοῦ παντὸς κινήσεως τὸν λόγον τὸν περὶ τοῦ ἀνωτέρω ἀναπεπλασμένου θεοῦ, ὅπερ οὐ 6.11.10 βούλονται. εἰ δὲ ἀποκρινοῦνται ὅτι ἔξω τυγχάνουσι τῶν νόμων τοῦ δημιουργοῦ τῶν κατὰ τοὺς ἀστέρας, ἵνα μὴ ἀπόφασις ᾖ τὸ λεγόμενον ὑπ' αὐτῶν ἀναπόδεικτος, πειραθήτωσαν ἡμᾶς προσάγειν ἀναγκαστικώτερον, διαφορὰν παριστάντες νοῦ τινος ὑποκειμένου γενέσει καὶ εἱμαρμένῃ καὶ ἑτέρου ἀπὸ τούτων ἐλευθέρου. δῆλον γάρ ἐστι τοὺς τοιούτους ὅτι λόγον ἀπαιτηθέντες 6.11.11 διδόναι αὐτὸν οὐδαμῶς δυνήσονται. πρὸς δὲ τοῖς εἰρημένοις καὶ εὐχαὶ παρέλκουσι μάτην παραλαμβανόμεναι. εἰ γὰρ κατηνάγκασται τάδε τινὰ γενέσθαι καὶ οἱ ἀστέρες ποιοῦσιν, οὐδὲν δὲ παρὰ τὴν τούτων πρὸς ἀλλήλους ἐπιπλοκὴν δύναται γενέσθαι, θεὸν ἀλογίστως ἀξιοῦμεν τάδε τινὰ ἡμῖν δωρήσασθαι. 6.11.12 καὶ τί ἐπὶ πλεῖον μηκύνειν τὸν λόγον δεῖ, παριστάντα τὸ ἀσεβὲς τοῦ καθημαξευμένου ἀβασανίστως παρὰ τοῖς πολλοῖς περὶ εἱμαρμένης τόπου; αὐτάρκη γὰρ εἰς ὑπογραφὴν καὶ τὰ εἰρημένα. 6.11.13 Πόθεν δὴ ἐξετάζοντες τὸ «ἔστωσαν εἰς σημεῖα οἱ φωστῆρες» ἐπὶ ταῦτα ἐληλύθαμεν, ἑαυτοὺς ὑπομνήσωμεν. οἱ μανθάνοντες περί τινων ἀληθῆ ἤτοι αὐτόπται τῶν πραγμάτων γενόμενοι ἀποφαίνονται τάδε τινὰ ὑγιῶς, τὸ πάθος καὶ τὴν ἐνέργειαν τῶν πεπονθότων ἢ ἐνηργηκότων θεασάμενοι, ἢ ἀπαγγελλόντων τῶν οὐδαμῶς αἰτίων τοῖς γεγενημένοις ἀκούσαντες τάδε τινὰ γινώσκουσιν 6.11.14 ὑπεξῃρήσθω δὲ νῦν τοῦ λόγου τὸ δύνασθαι τοὺς δεδρακότας ἢ πεπονθότας, διηγουμένους ἃ δεδράκασιν ἢ πεπόνθασιν, ἐνάγειν εἰς γνῶσιν τῶν πεπραγμέ.11.15 νων τὸν μὴ παρατετυχηκότα. ἐὰν οὖν ὁ διδασκόμενος ὑπὸ τοῦ μηδαμῶς αἰτίου τῶν γινομένων τὸ τάδε τινὰ τοῖσδε γεγονέναι ἢ συμβήσεσθαι μὴ διακρίνῃ ὅτι οὐ πάντως ὁ διδάσκων περί τινος ὡς γενομένου ἢ ἐσομένου αἴτιός ἐστι τοῦ τὸ πρᾶγμα τοιόνδε τι τυγχάνειν, οἰήσεται τὸν παραστήσαντα περὶ τοῦ τάδε τινὰ γεγονέναι ἢ τάδε τινὰ ἔσεσθαι πεποιηκέναι ἢ ποιήσειν τὰ περὶ 6.11.16 ὧν διδάσκει, οἰήσεται δὲ δηλονότι ἐσφαλμένως. ὡς εἴ τις ἐντυχὼν προφητικῇ βίβλῳ προδηλούσῃ τὰ περὶ Ἰούδαν τὸν προδότην νομίσαι, μαθὼν τὸ ἐσόμενον ὁρῶν αὐτὸ ἀποτελούμενον, τὴν βίβλον αἰτίαν εἶναι τοῦ τόδε τι γεγονέναι ὕστερον, ἐπεὶ ἀπὸ τῆς βίβλου μεμάθηκε τὸ ὑπὸ τοῦ Ἰούδα πραχθησόμενον· ἢ πάλιν μὴ τὴν βίβλον ὑπολάβοι εἶναι αἰτίαν, ἀλλὰ τὸν πρῶτον γράψαντα 6.11.17 αὐτὴν ἢ τὸν ἐνεργήσαντα φέρε εἰπεῖν τὸν θεόν. ὥσπερ δὲ ἐπὶ τῶν περὶ τοῦ Ἰούδα προφητευομένων αὐταὶ αἱ λέξεις ἐξεταζόμεναι ἐμφαίνουσι τὸν θεὸν ποιητὴν μὴ γεγονέναι τῆς τοῦ Ἰούδα προδοσίας, ἀλλὰ μόνον δεδηλωκέναι προεγνωκότα τὰ ἀπὸ τῆς τούτου κακίας πραχθησόμενα παρὰ τὴν αὐτοῦ 6.11.18 αἰτίαν, οὕτως εἴ τις ἐμβαθύναι τῷ λόγῳ τοῦ προειδέναι τὰ πάντα τὸν θεὸν καὶ τοῖς ἐν οἷς οἷον ἐνετύπωσε τῆς ἑαυτοῦ προγνώσεως τοὺς λόγους, κατανοήσαι ἂν ὅτι οὔτε ὁ προγνοὺς πάντως αἴτιος τῶν προεγνωσμένων οὔτε τὰ τοὺς τύπους τῶν λόγων τῆς προγνώσεως τοῦ προεγνωκότος δεξάμενα. 6.11.19 Ὅτι μὲν οὖν ἕκαστον τῶν ἐσομένων πρὸ πολλοῦ οἶδεν ὁ θεὸς γενησόμενον, καὶ χωρὶς μὲν γραφῆς αὐτόθεν ἐκ τῆς ἐννοίας τῆς περὶ θεοῦ δῆλον τῷ συνιέντι 6.11.20 ἀξίωμα δυνάμεως νοῦ θεοῦ. εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν γραφῶν τοῦτο παραστῆσαι, πλήρεις μέν εἰσιν αἱ προφητεῖαι τοιούτων παραδειγμάτων καὶ τὰ κατὰ τὴν Σωσάνναν δὲ τοῦ θεοῦ γινώσκοντος τὰ πάντα πρὶν γενέσεως αὐτῶν, οὕτω λέγουσαν· «Ὁ θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν 6.11.21 οὗτοι.» σαφέστατα δὲ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν καὶ ὄνομα βασιλεύ<σ>οντος καὶ πράξεις ἀνεγράφησαν πρὸ πλειόνων ἐτῶν τοῦ γενέσθαι προφητευόμενα οὕτως· «Καὶ ἐποίησεν Ἱεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ, ἐν τῇ πέμπτῃ καὶ δεκάτῃ ἡμέρᾳ τοῦ μηνός, κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα. καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθήλ, ὃ ἐποίησεν ἐν ταῖς δαμάλεσιν αἷς ἐποίησεν». εἶτα 143

μετ' ὀλίγα· «Καὶ ἰδοὺ ἄνθρωπος τοῦ θεοῦ ἐξ Ἰούδα παρεγένετο ἐν λόγῳ κυρίου ἐν Βαιθήλ, καὶ Ἱεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον αὐτοῦ ἐπιθῦσαι· καὶ ἐπεκάλεσεν ἐπὶ τὸ θυσιαστήριον ἐν λόγῳ κυρίου καὶ εἶπε· Θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει κύριος· Ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαβίδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ. καὶ ἔδωκεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας, λέγων· Τοῦτο τὸ τέρας ὃ ἐλάλησε κύριος λέγων· Ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ' αὐτῷ.» καὶ μετ' ὀλίγα δηλοῦται ὅτι καὶ τὸ θυσιαστήριον ἐρράγη καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου 6.11.22 κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος ἐν λόγῳ κυρίου. καὶ ἐν τῷ Ἡσαΐᾳ, γενομένῳ πρὸ πολλοῦ τῆς αἰχμαλωσίας τῆς εἰς Βαβυλῶνα, μεθ' ἣν αἰχμαλωσίαν ὕστερόν ποτε γίνεται Κῦρος ὁ Περσῶν βασιλεὺς συνεργήσας τῇ οἰκοδομῇ τοῦ ναοῦ, γενομένῃ κατὰ τοὺς χρόνους Ἔσδρα, ταῦτα περὶ Κύρου ὀνομαστὶ προφητεύεται· «Οὕτω λέγει κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας καὶ πόλεις οὐ συγκλεισθήσονται. ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω· καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ κύριος ὁ θεός, ὁ καλῶν τὸ ὄνομά σου, θεὸς Ἰσραήλ. ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ.11.23 ἐκλεκτοῦ μου ἐγὼ καλέσω σε τῷ ὀνόματί μου καὶ προσδέξομαί σε.» σαφῶς γὰρ καὶ ἐκ τούτων δεδήλωται ὅτι διὰ τὸν λαὸν ὃν εὐηργέτησεν ὁ Κῦρος, ὁ θεὸς μὴ γινώσκοντι αὐτῷ τὴν καθ' Ἑβραίους θεοσέβειαν ἐδωρήσατο ἐθνῶν πλειόνων ἄρξαι. καὶ ἔστι ταῦτα μαθεῖν καὶ ἀπὸ Ἑλλήνων τῶν ἀναγραψάν.11.24 των τὰ περὶ τὸν προφητευθέντα Κῦρον. ἔτι δὲ καὶ ἐν τῷ Δανιήλ, Βαβυλωνίων βασιλευόντων τότε, τῷ Ναβουχοδονόσορ δείκνυνται αἱ ἐσόμεναι βασι λεῖαι μετ' αὐτόν. δείκνυνται δὲ διὰ τῆς εἰκόνος, χρυσίου μὲν τῆς Βαβυλωνίων ἀρχῆς ὀνομαζομένης, ἀργυρίου δὲ τῆς Περσῶν, χαλκοῦ δὲ τῆς Μακεδόνων, 6.11.25 σιδήρου δὲ τῆς Ῥωμαίων. καὶ πάλιν ἐν τῷ αὐτῷ προφήτῃ τὰ περὶ Δαρεῖον καὶ Ἀλέξανδρον καὶ τοὺς τέσσαρας διαδόχους Ἀλεξάνδρου τοῦ Μακεδόνων βασιλέως καὶ Πτολεμαῖον τὸν τῆς Αἰγύπτου ἄρξαντα, τὸν ἐπικαλούμενον Λαγών, οὕτως προφητεύεται· «Καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς. καὶ τῷ τράγῳ κέρας ἀνὰ μέσον τῶν ὀφθαλμῶν. καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον ἑστῶτος ἐνώπιον τοῦ Οὐβάλ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐνώπιον τῆς ἰσχύος αὐτοῦ. καὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ καὶ ἐξηγριώθη πρὸς αὐτὸν καὶ ἔπαισε τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ στῆναι ἐνώπιον αὐτοῦ καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτὸν καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα. καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη ἕτερα κέρατα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ, καὶ ἐκ τοῦ ἑνὸς ἐξῆλθε κέρας ἓν ἰσχυρὸν καὶ ἐμεγαλύνθη περισ.11.26 σῶς πρὸς τὸν νότον καὶ τὴν δύσιν.» τί δὲ δεῖ λέγειν τὰς περὶ Χριστοῦ προφητείας, οἷον τόπον γενέσεως αὐτοῦ Βηθλεὲμ καὶ τόπον ἀνατροφῆς αὐτοῦ Ναζαρᾶ καὶ τὴν εἰς Αἴγυπτον ἀναχώρησιν καὶ τεράστια ἃ ἐποίησε, καὶ τίνα τρόπον ὑπὸ Ἰούδα τοῦ εἰς ἀποστολὴν κεκλημένου προεδόθη; πάντα γὰρ 6.11.27 ταῦτα σημεῖά ἐστι τῆς τοῦ θεοῦ προγνώσεως. ἀλλὰ καὶ αὐτὸς ὁ σωτήρ· «Ὅταν», φησίν, «ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, τότε γνώσεσθε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.» προεῖπε γὰρ τὸ ὕστερον συμβεβηκὸς τὸ τέλος τῆς κατασκαφῆς Ἱερουσαλήμ. 6.11.28 Ἀποδεδειγμένου τοίνυν ἡμῖν περὶ τοῦ προγνώστην εἶναι τὸν θεὸν οὐκ ἀκαίρως, ἵνα διηγησώμεθα πῶς οἱ ἀστέρες γίνονται εἰς σημεῖα, νοητέον τοὺς ἀστέρας οὕτως τετάχθαι κινεῖσθαι, ἐναντιοφορούντων τῶν καλουμένων πλανωμένων τοῖς 144

ἀπλανέσιν, ἵνα σημεῖα ἀπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων πάντων τῶν περὶ ἕκαστον γινομένων καὶ τῶν καθόλου λαμβάνοντες γινώσκωσιν, οὐχὶ οἱ ἄνθρωποι πολλῷ γὰρ μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ δύνασθαι κατὰ ἀλήθειαν ἐκλαμβάνειν ἀπὸ τῆς κινήσεως τῶν ἀστέρων τὰ περὶ ἑκάστου τῶν ὅ τί ποτε οὖν ἐνεργούντων ἢ πασχόντων, ἀλλ' αἱ δυνάμεις, ἃς ἀναγκαῖον διὰ 6.11.29 πολλὰ ταῦτα γινώσκειν, ὡς κατὰ δύναμιν ἐν τοῖς ἑξῆς δείξομεν. συνέντες δὲ οἱ ἄνθρωποι ἔκ τινων τηρήσεων ἢ καὶ ἐκ διδασκαλίας ἀγγέλων τὴν ἰδίαν τάξιν παραβεβηκότων καὶ ἐπὶ τῇ τοῦ γένους ἡμῶν ἐπιτριβῇ διδαξάντων περὶ τούτων τινά, ᾠήθησαν τοὺς ἀφ' ὧν τὰ σημεῖα οἴονται λαμβάνειν αἰτίους ὑπάρχειν τούτων, ἃ σημαίνειν ὁ λόγος φησί· περὶ ὧν καὶ αὐτῶν ὡς ἐν ἐπι.11.30 τομῇ κατὰ δύναμιν ἐπιμελέστερον εὐθέως διαληψόμεθα. προκείσεται τοίνυν ταῦτα τὰ προβλήματα· Πῶς, προγνώστου ὄντος ἐξ αἰῶνος τοῦ θεοῦ περὶ τῶν ὑφ' ἑκάστου πράττεσθαι νομιζομένων, τὸ ἐφ' ἡμῖν σῴζεται· καὶ τίνα τρόπον οἱ ἀστέρες οὐκ εἰσὶ ποιητικοὶ τῶν ἐν ἀνθρώποις, σημαντικοὶ δὲ μόνον· καὶ ὅτι ἄνθρωποι τὴν περὶ τούτων γνῶσιν ἀκριβῶς ἔχειν οὐ δύνανται, ἀλλὰ δυνάμεσιν ἀνθρώπων κρείττοσι τὰ σημεῖα ἔκκειται· τίς γὰρ ἡ αἰτία τοῦ τὰ σημεῖα τὸν θεὸν πεποιηκέναι εἰς γνῶσιν τῶν δυνάμεων, τέταρτον ἐξετασθήσεται. 6.11.31 καὶ τοίνυν ἴδωμεν τὸ πρῶτον, ὅπερ εὐλαβηθέντες πολλοί τινες τῶν Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα καὶ τὸ ἐφ' ἡμῖν μηδαμῶς σῴζεσθαι εἰ ὁ θεὸς προγινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀναδέξασθαι μᾶλλον ἢ προσέσθαι τὸ ὥς φασιν ἐκεῖνοι ἔνδοξον μὲν περὶ θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφ' ἡμῖν καὶ διὰ τοῦτο ἔπαινον καὶ ψόγον καὶ τὸ τῶν ἀρετῶν ἀποδεκτὸν 6.11.32 τῶν τε κακιῶν ψεκτόν. καί φασιν· εἰ ἐξ αἰῶνος ἔγνω ὁ θεὸς τόνδε τινὰ ἀδικήσειν καὶ τάδε ποιήσειν τὰ ἀδικήματα, ἀψευδὴς δὲ ἡ γνῶσις τοῦ θεοῦ, καὶ πάντως ἔσται ἄδικος ποιήσων τάδε τὰ ἀδικήματα ὁ τοιοῦτος εἶναι προεωρα μένος καὶ ἀμήχανον μὴ ἀδικήσειν αὐτόν, κατηνάγκασται τὸ ἀδικήσειν αὐτὸν καὶ ἀδύνατον ἔσται ἄλλο τι πρᾶξαι αὐτὸν ἢ ὅπερ ἔγνω ὁ θεός. εἰ δὲ ἀδύνατον ἄλλο τι πρᾶξαι αὐτόν, οὐδεὶς δὲ ἀδύνατον μὴ ποιήσας ψεκτός ἐστι, μάτην 6.11.33 αἰτιώμεθα τοὺς ἀδίκους. ἀπὸ δὲ τοῦ ἀδίκου καὶ τῶν ἀδικημάτων ἐπέρ.11.33 χονται καὶ ἐπὶ τὰ ἄλλα ἁμαρτήματα, εἶτα ἐκ τοῦ ἐναντίου καὶ τὰ νομιζόμενα κατορθώματα· καί φασιν ἀκολουθεῖν τῷ τὸν θεὸν τὰ μέλλοντα προεγνωκέναι 6.11.34 τὸ μὴ δύνασθαι τὸ ἐφ' ἡμῖν σῴζεσθαι. πρὸς οὓς λεκτέον ὅτι ἐπιβάλλων ὁ θεὸς τῇ ἀρχῇ τῆς κοσμοποιίας, οὐδενὸς ἀναιτίως γινομένου, ἐπιπορεύεται τῷ νῷ ἕκαστον τῶν ἐσομένων ὁρῶν ὅτι ἐπεὶ τόδε γέγονε, τόδε ἕπεται, ἐὰν δὲ γένηται τόδε, τὸ ἑπόμενον τόδε ἀκολουθεῖ, οὗ ὑποστάντος τόδε ἔσται· καὶ οὕτως μέχρι τέλους τῶν πραγμάτων ἐπιπορευθεὶς οἶδεν ἃ ἔσται, οὐ πάντως ἑκάστῳ τῶν 6.11.35 γινωσκομένων αἴτιος τοῦ αὐτὸ συμβῆναι τυγχάνων. ὥσπερ γὰρ εἴ τις ὁρῶν τινα διὰ μὲν ἀμαθίαν προπετῆ, διὰ δὲ τὴν προπέτειαν ἀλογίστως ἐπιβαίνοντα ὁδοῦ ὀλισθηρᾶς εἰ καταλάβοι πεσεῖσθαι ὀλισθήσαντα, οὐχὶ αἴτιος τοῦ ὀλίσθου ἐκείνῳ γίνεται, οὕτω νοητέον τὸν θεὸν προεωρακότα ὁποῖος ἔσται ἕκαστος καὶ τὰς αἰτίας τοῦ τοιοῦτον αὐτὸν ἔσεσθαι καθορᾶν καὶ ὅτι ἁμαρτήσεται 6.11.36 τάδε ἢ κατορθώσει τάδε. καὶ εἰ χρὴ λέγειν, οὐ τὴν πρόγνωσιν αἰτίαν τῶν γινομένων οὐ γὰρ ἐφάπτεται τοῦ προεγνωσμένου ἁμαρτησομένου ὁ θεός, ὅταν ἁμαρτάνῃ, ἀλλὰ παραδοξότερον μέν, ἀληθὲς δὲ ἐροῦμεν, τὸ ἐσό.11.37 μενον αἴτιον τοῦ τοιάνδε εἶναι τὴν περὶ αὐτοῦ πρόγνωσιν. οὐ γὰρ ἐπεὶ ἔγνωσται γίνεται, ἀλλ' ἐπεὶ γίνεσθαι ἔμελλεν ἔγνωσται. διαστολῆς δὲ δεῖται. εἰ μὲν γὰρ τὸ «πάντως ἔσται» οὕτως τις ἑρμηνεύει, ὡς ἀνάγκην εἶναι γενέσθαι τὸ προεγνωσμένον, οὐ διδόαμεν αὐτῷ· οὐ γὰρ ἐροῦμεν, ἐπεὶ προέγνωσται Ἰούδαν προδότην γενέσθαι, ὅτι πᾶσα ἀνάγκη ἦν Ἰούδαν προδότην γενέσθαι. 6.11.38 ἐν γοῦν ταῖς περὶ τοῦ Ἰούδα προφητείαις μέμψεις καὶ κατηγορίαι τοῦ Ἰούδα ἀναγεγραμμέναι εἰσί, παντί τῳ παριστᾶσαι τὸ ψεκτὸν αὐτοῦ. οὐκ ἂν δὲ ψόγος αὐτῷ προσήπτετο, εἰ ἐπάναγκες προδότης ἦν καὶ μὴ ἐνεδέχετο 145

αὐτὸν ὅμοιον τοῖς 6.11.39 λοιποῖς ἀποστόλοις γενέσθαι. ὅρα δὲ εἰ μὴ ταῦτα δηλοῦται δι' ὧν παραθησόμεθα ῥητῶν οὕτως ἐχόντων· «Μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ, ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος· καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι· καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ.» 6.11.40 Εἰ δέ τις διηγήσεται τὸ «πάντως ἔσται» κατὰ τὸ σημαίνειν αὐτὸ λέγων ὅτι ἔσται μὲν τάδε τινά, ἐνεδέχετο δὲ καὶ ἑτέρως γενέσθαι, τοῦτο ὡς ἀληθὲς συγχωροῦμεν. τὸν μὲν γὰρ θεὸν οὐκ ἐνδέχεται ψεύσασθαι, ἐνδέχεται δὲ περὶ τῶν ἐνδεχομένων γενέσθαι καὶ μὴ γενέσθαι φρονῆσαι τὸ γενέσθαι αὐτὰ καὶ 6.11.41 τὸ μὴ γενέσθαι. σαφέστερον δὲ τοῦτο ἐροῦμεν οὕτως· εἰ ἐνδέχεται Ἰούδαν εἶναι ἀπόστολον ὁμοίως Πέτρῳ, ἐνδέχεται τὸν θεὸν νοῆσαι περὶ τοῦ Ἰούδα ὅτι μενεῖ ἀπόστολος ὁμοίως Πέτρῳ· εἰ ἐνδέχεται Ἰούδαν προδότην γενέσθαι, 6.11.42 ἐνδέχεται τὸν θεὸν φρονῆσαι περὶ αὐτοῦ ὅτι προδότης ἔσται. εἰ δὲ προδότης ἔσται Ἰούδας, ὁ θεὸς τῇ προγνώσει αὐτοῦ τῶν προειρημένων ἐνδεχομένων δύο, ἐνδεχομένου τοῦ εἶναι ἑνὶ αὐτῶν, τὸ ἀληθὲς προγινώσκων προγνώσεται τὸν Ἰούδαν προδότην γενέσθαι· τὸ δὲ περὶ οὗ ἡ γνῶσις ἐνδέχεται καὶ ἑτέρως γενέσθαι· καὶ λέγοι ἂν ἡ γνῶσις τοῦ θεοῦ ὅτι ἐνδέχεται μὲν τόνδε τόδε ποιῆσαι, ἀλλὰ καὶ τὸ ἐναντίον· ἐνδεχομένων δὲ ἀμφοτέρων οἶδα ὅτι τάδε ποιήσει. 6.11.43 οὐ γὰρ ὥσπερ ὁ θεὸς εἴποι ἄν οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν ἄνθρωπον πτῆναι, οὕτω χρησμὸν φέρε εἰπεῖν περί τινος διδοὺς ἐρεῖ ὅτι οὐκ ἐνδέχεται τόνδε σωφρονῆσαι· δύναμις μὲν γὰρ πάντη οὐκ ἔστι τοῦ πτῆναι οὐδαμῶς ἐν τῷ ἀνθρώπῳ, 6.11.44 δύναμις δέ ἐστι τοῦ σωφρονῆσαι καὶ τοῦ ἀκολαστῆσαι. ὧν ἀμφοτέρων δυνάμεων ὑπαρχουσῶν, ὁ μὴ προσέχων λόγοις ἐπιστρεπτικοῖς καὶ παιδευτικοῖς ἑαυτὸν ἐπιδίδωσι τῇ χειρίστῃ· κρείττονι δὲ ὁ ζητήσας τὸ ἀληθὲς καὶ βιῶσαι βεβουλημένος κατ' αὐτό. οὐ ζητεῖ δὲ ὅδε μὲν τἀληθῆ, ἐπεὶ ἐπιρρέπει ἐπὶ τὴν ἡδονήν· ὅδε δὲ ἐξετάζει περὶ αὐτῶν, αἱρεθεὶς ὑπὸ τῶν κοινῶν ἐννοιῶν καὶ 6.11.45 λόγου προτρεπτικοῦ. πάλιν δ' αὖ ὅδε μὲν αἱρεῖται τὴν ἡδονήν, οὐχὶ οὐ δυνάμενος ἀντιβλέπειν αὐτῇ, ἀλλ' οὐκ ἀγωνιζόμενος· ὅδε δὲ καταφρονεῖ αὐτῆς, τὸ 6.11.46 ἄσχημον ὁρῶν τὸ ἐν αὐτῇ πολλάκις τυγχάνον. ὅτι μέντοι γε ἡ πρόγνωσις τοῦ θεοῦ οὐκ ἀνάγκην ἐπιτίθησι τοῖς περὶ ὧν κατείληφε, πρὸς τοῖς εἰρημένοις καὶ τοῦτο λελέξεται, ὅτι πολλαχοῦ τῶν γραφῶν ὁ θεὸς κελεύει τοὺς προφήτας κηρύσσειν μετάνοιαν, οὐ προσποιησάμενος τὸ ἐγνωκέναι πότερον οἱ ἀκούσαντες ἐπιστρέψουσιν ἢ τοῖς ἁμαρτήμασιν ἑαυτῶν ἐμμενοῦσιν· ὥσπερ 6.11.47 ἐν τῷ Ἱερεμίᾳ λέγεται· «Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν.» οὐ γὰρ ἀγνοῶν ὁ θεὸς πότερον ἀκούσουσιν ἢ οὔ, φησίν· «Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν», ἀλλ' οἱονεὶ τὸ ἰσοστάσιον τῶν δυναμένων γενέσθαι δεικνὺς ἐκ τῶν λεγομένων, ἵνα μὴ προκατηγγελμένη ἡ πρόγνωσις αὐτοῦ προκαταπεσεῖν ποιήσῃ τοὺς ἀκούοντας, δόξαν ἀνάγκης παριστᾶσα ὡς οὐκ ὄντος ἐπ' αὐτοῖς τοῦ ἐπιστρέψαι, καὶ οἱονεὶ καὶ αὕτη αἰτία γένηται τῶν ἁμαρτημάτων· 6.11.48 ἢ πάλιν τοῖς ἐκ τοῦ ἀγνοεῖν τὸ προεγνωσμένον καλὸν δυναμένοις ἐν τῷ ἀγωνίσασθαι καὶ ἀντιτείνειν πρὸς τὴν κακίαν ἐν ἀρετῇ βιῶσαι αἰτία γένηται ἡ πρόγνωσις ἐκλύσεως, οὐκέτι εὐτόνως ἱσταμένοις κατὰ τῆς ἁμαρτίας, ὡς πάντως ἐσομένου τοῦ προειρημένου· καὶ οὕτως γὰρ οἷον ἐμπόδιον γένοιτ' ἂν 6.11.49 ἡ πρόγνωσις τοῦ ἐσομένου καλοῦ. πάντα γοῦν χρησίμως ὁ θεὸς τὰ κατὰ τὸν κόσμον οἰκονομῶν εὐλόγως ἡμᾶς καὶ πρὸς τὰ μέλλοντα ἐτύφλωσεν. ἡ γὰρ γνῶσις αὐτῶν ἀνῆκε μὲν ἡμᾶς ἀπὸ τοῦ ἀθλεῖν κατὰ τῆς κακίας, ἐπέτριψε δ' ἄν, δόξασα κατειλῆφθαι, πρὸς τὸ μὴ ἀντιπαλαίσαντας ἡμᾶς τῇ ἁμαρτίᾳ τάχιον 6.11.50 αὐτῇ ὑποχειρίους γενέσθαι. ἅμα δὲ καὶ μαχόμενον ἐγίνετο τῷ καλὸν καὶ ἀγαθὸν γενέσθαι τινὰ τὸ τὴν πρόγνωσιν ἐληλυθέναι εἰς τόνδε τινά, ὅτι πάντως ἔσται ἀγαθός. πρὸς οἷς ἔχομεν γάρ, καὶ σφοδρότητος καὶ τάσεως πλείονος χρεία πρὸς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι· προκαταληφθεῖσα δὲ ἡ γνῶσις τοῦ 146

πάντως καλὸν καὶ ἀγαθὸν ἔσεσθαι ὑπεκλύει τὴν ἄσκησιν. διόπερ συμφερόντως οὐκ ἴσμεν οὔτε εἰ ἀγαθοὶ οὔτε εἰ πονηροὶ ἐσόμεθα. 6.11.51 Ἐπεὶ δὲ εἰρήκαμεν ὅτι ἀπετύφλωσεν ἡμᾶς πρὸς τὰ μέλλοντα ὁ θεός, ζητούμενόν τι ῥητὸν ἀπὸ τῆς Ἐξόδου ὅρα εἰ δυνάμεθα οὕτως σαφηνίσαι· «Τίς ἐποίησε δύσκωφον καὶ κωφόν, καὶ βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ κύριος ὁ θεός;» ἵνα τὸν αὐτὸν τυφλὸν καὶ βλέποντα πεποιηκὼς ᾖ· βλέποντα μὲν πρὸς τὰ ἐνεστηκότα, τυφλὸν δὲ πρὸς τὰ μέλλοντα. τὸ γὰρ περὶ τοῦ δυσκώφου καὶ 6.11.52 κωφοῦ οὐ τοῦ παρόντος καιροῦ διηγήσασθαι. ὅτι μέντοι γε πολλῶν τῶν ἐφ' ἡμῖν αἴτια πλεῖστα τῶν οὐκ ἐφ' ἡμῖν ἐστι, καὶ ἡμεῖς ὁμολογήσομεν· ὧν μὴ γενομένων, λέγω δὲ τῶν οὐκ ἐφ' ἡμῖν, οὐκ ἂν τάδε τινὰ τῶν ἐφ' ἡμῖν ἐπράττετο. πράττεται δὲ τάδε τινὰ τῶν ἐφ' ἡμῖν ἀκόλουθα τοῖσδε τοῖς προγενομένοις οὐκ ἐφ' ἡμῖν, ἐνδεχομένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προγενομένοις 6.11.53 καὶ ἕτερα πρᾶξαι παρ' ἃ πράττομεν. εἰ δέ τις ζητεῖ τὸ ἐφ' ἡμῖν ἀπολελυμένον εἶναι τοῦ παντός, ὥστε μὴ διὰ τάδε τινὰ συμβεβηκότα ἡμῖν ἡμᾶς αἱρεῖσθαι τάδε, ἐπιλέλησται κόσμου μέρος ὢν καὶ ἐμπεριεχόμενος ἀνθρώπων 6.11.54 κοινωνίᾳ καὶ τοῦ περιέχοντος. μετρίως μὲν οὖν ὡς ἐν ἐπιτομῇ οἶμαι ἀποδεδεῖχθαι τὸ τὴν πρόγνωσιν τοῦ θεοῦ μὴ εἶναι καταναγκαστικὴν τῶν προεγνωσμένων πάντως. Φέρε δὲ ἀγωνισώμεθα καὶ περὶ τοῦ τοὺς ἀστέρας μηδαμῶς εἶναι ποιητι.11.55 κοὺς τῶν ἐν ἀνθρώποις, σημαντικοὺς δὲ μόνον. σαφὲς δὴ ὅτι εἰ ὅδε τις ὁ σχηματισμὸς τῶν ἀστέρων ποιητικὸς νομίζοιτο τῶνδέ τινων τῶν γινομένων περὶ τὸν ἄνθρωπον ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον, οὐκ ἂν ὁ σήμερον φέρε εἰπεῖν γενόμενος σχηματισμὸς περὶ τόνδε δύναιτο νοεῖσθαι πεποιηκέναι τὰ παρεληλυθότα περὶ ἕτερον ἢ καὶ περὶ ἑτέρους· πᾶν γὰρ τὸ 6.11.56 ποιοῦν πρεσβύτερον τοῦ πεποιημένου. ὅσον δὲ ἐπὶ τοῖς μαθήμασι τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων, πρεσβύτερα τοῦ σχηματισμοῦ προλέγεσθαι 6.11.57 νομίζεται περὶ τοὺς ἀνθρώπους. ἐπαγγέλλονται γὰρ τόνδε τινὰ τόπον, τὴν ὥραν λαβόντες τοῦδε τοῦ ἀνθρώπου, καταλαμβάνειν πῶς ἕκαστος τῶν πλανωμένων κατὰ κάθετον ἢ τῆσδε τῆς μοίρας τοῦ ζῳδίου ἢ τῶν ἐν αὐτῷ λεπτῶν καὶ ποῖος ἀστὴρ τοῦ ζῳδιακοῦ κατὰ τοῦ ἀνατολικοῦ ἐτύγχανεν ὁρίζοντος ποῖός τε κατὰ τοῦ δυτικοῦ καὶ τίς κατὰ τοῦ μεσουρανήματος καὶ τίς 6.11.58 κατὰ τοῦ ἀντιμεσουρανήματος. καὶ ἐπὰν θῶσι τοὺς ἀστέρας, οὓς νομίζουσιν ἑαυτοῖς ἐσχηματικέναι, κατὰ τὸν καιρὸν τῆς τοῦ δεῖνος γενέσεως ἐσχηματισμένους οὑτωσί, τῷ χρόνῳ τῆς ἀποτέξεως τοῦ περὶ οὗ σκοποῦσιν οὐ μόνον τὰ μέλλοντα ἐξετάζουσιν, ἀλλὰ καὶ τὰ παρεληλυθότα καὶ τὰ πρὸ τῆς γενέσεως καὶ τῆς σπορᾶς τοῦ περὶ οὗ ὁ λόγος γεγενημένα, περὶ πατρὸς ποταπὸς ὢν τυγχάνει, πλούσιος ἢ πένης, ὁλόκληρος τὸ σῶμα ἢ σεσινωμένος, τὸ ἦθος βελτίων ἢ χείρων, ἀκτήμων ἢ πολυκτήμων, τήνδε τὴν πρᾶξιν ἢ τήνδε ἔχων. τὰ δ' αὐτὰ καὶ περὶ τῆς μητρὸς καὶ περὶ πρεσβυτέρων ἀδελφῶν, ἐὰν τύχωσιν 6.11.59 ὄντες. ἔστω δὲ ἡμᾶς ἐπὶ τοῦ παρόντος προσίεσθαι αὐτοὺς καταλαμβάνειν τὰ ἐν τόπῳ ἀληθῆ, περὶ οὗ καὶ αὐτοῦ ὕστερον δείξομεν ὅτι οὐχ οὕτως ἔχει. πευσώμεθα τοίνυν τῶν ὑπολαμβανόντων κατηναγκάσθαι ὑπὸ τῶν ἄστρων τὰ τῶν ἀνθρώπων πράγματα, τίνα τρόπον ὁ σήμερον σχηματισμὸς ὁ τοιόσδε 6.11.60 δύναται πεποιηκέναι τὰ πρεσβύτερα. εἰ γὰρ τοῦτο ἀμήχανον, καθ' ὃ δὴ [ὅτι] εὑρίσκεται τὸ περὶ τῶν πρεσβυτέρων τοῦ χρόνου ἀληθές, σαφὲς τὸ μὴ πεποιηκέναι τοὺς ἀστέρας οὑτωσὶ κινουμένους ἐν οὐρανῷ τὰ παρεληλυθότα καὶ γενόμενα πρὸ τοῦ οὕτως ἔχειν αὐτούς. εἰ δὲ τοῦτο, τάχα ὁ προσιέμενος ἀληθεύειν αὐτούς, ἐπιστήσας τοῖς περὶ τῶν μελλόντων λεγομένοις, ἐρεῖ ἀλη.11.61 θεύειν αὐτοὺς οὐ τῷ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ τῷ σημαίνειν μόνον. ἐὰν δέ τις φάσκῃ τὰ μὲν παρεληλυθότα μὴ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ ἄλλους μὲν σχηματισμοὺς τοὺς τῆς ἐκείνων γενέσεως αἰτίους γεγονέναι, τὸν δὲ νῦν σχηματισμὸν σεσημαγκέναι μόνον, τὰ μέντοι μέλλοντα δηλοῦσθαι ἀπὸ τοῦ ἐνεστηκότος σχηματισμοῦ τῆς τοῦ δεῖνος γενέσεως, παραστησάτω τὴν διαφορὰν τοῦ ἀπὸ τῶν ἀστέρων δύνασθαι δεῖξαι ὅτι 147

τάδε μὲν νενόηται ἀληθῆ ὡς 6.11.62 ἀπὸ ποιούντων, τάδε δὲ ὡς ἀπὸ σημαινόντων μόνον. μὴ ἔχοντες δὲ δοῦναι τὴν διαφοράν, εὐγνωμόνως συγκαταθήσονται μηδὲν τῶν κατὰ τοὺς ἀνθρώπους ἀπὸ τῶν ἀστέρων γίνεσθαι, ἀλλ' ὡς προειρήκαμεν, εἰ ἄρα, σημαίνεσθαι· ὡς εἰ μὴ καὶ ἀπὸ τῶν ἀστέρων τις ἐλάμβανε τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, 6.11.63 ἀλλ' ἀπὸ τοῦ νοῦ τοῦ θεοῦ διά τινος λόγου προφητικοῦ. ὥσπερ γὰρ προαπεδείξαμεν ὅτι οὐδὲν λυπεῖ τὸν περὶ τοῦ ἐφ' ἡμῖν λόγον τὸ τὸν θεὸν εἰδέναι τὰ πραχθησόμενα ἑκάστῳ, οὕτως οὐδὲ τὰ σημεῖα, ἃ ἔταξεν ὁ θεὸς εἰς τὸ σημαίνειν, ἐμποδίζει τὸ ἐφ' ἡμῖν, ἀλλὰ παραπλησίως βιβλίῳ περιέχοντι τὰ μέλλοντα προφητικῶς ὁ πᾶς οὐρανὸς δύναται, οἱονεὶ βίβλος ὢν θεοῦ, περιέχειν 6.11.64 τὰ μέλλοντα. διόπερ ἐν τῇ προσευχῇ τοῦ Ἰωσὴφ δύναται οὕτω νοεῖσθαι τὸ λεγόμενον ὑπὸ τοῦ Ἰακώβ· «Ἀνέγνων γὰρ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ ὅσα συμβήσεται ὑμῖν καὶ τοῖς υἱοῖς ὑμῶν.» τάχα δὲ καὶ τὸ «εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον» τοὺς λόγους τοὺς περιεχομένους σημαντικοὺς τῶν ἐσομένων δηλοῖ ἀπαρτισθησομένους καὶ ἵν' οὕτως εἴπω πληρωθησομένους, ὥσπερ λέγονται 6.11.65 αἱ προφητεῖαι πεπληρῶσθαι τῷ ἐκβεβηκέναι. καὶ οὕτως ἔσται εἰς σημεῖα τὰ ἄστρα γεγονότα, κατὰ τὴν λέγουσαν φωνὴν «ἔστωσαν εἰς σημεῖα». ὁ δὲ Ἱερεμίας ἐπιστρέφων ἡμᾶς πρὸς ἑαυτοὺς καὶ περιαιρῶν φόβον τὸν ἐπὶ τοῖς νομιζομένοις σημαίνεσθαι, τάχα δὲ καὶ ὑπολαμβανομένοις ἐκεῖθεν ἔρχεσθαί φησιν· «Ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε.» 6.11.66 Ἴδωμεν καὶ δεύτερον ἐπιχείρημα, πῶς οὐ δύνανται οἱ ἀστέρες εἶναι ποιητικοί, ἀλλ', εἰ ἄρα, σημαντικοί. ἀπὸ πλείστων γὰρ ὅσων γενέσεων ἔστι λαβεῖν τὰ περὶ ἑνὸς ἀνθρώπου τοῦτο δὲ καθ' ὑπόθεσιν λέγομεν, συγχωροῦντες τὸ ἐπιστήμην αὐτῶν ἀναλαμβάνεσθαι ὑπ' ἀνθρώπων δύνασθαι· φέρε γὰρ εἰπεῖν περὶ τοῦ τόνδε πείσεσθαι τόδε καὶ τεθνήξεσθαι περιπεσόντα λῃσταῖς καὶ ἀναιρεθέντα φασὶ δύνασθαι λαμβάνειν ἀπό τε τῆς ἰδίας αὐτοῦ γενέσεως κἂν 6.11.67 τύχῃ ἔχων ἀδελφοὺς πλείονας, ἀπὸ τῆς ἑκάστου αὐτῶν. περιέχειν γὰρ οἴονται τὴν ἑκάστου γένεσιν ἀδελφὸν ὑπὸ λῃστῶν τεθνηξόμενον, ὁμοίως καὶ τὴν τοῦ πατρὸς καὶ τὴν τῆς μητρὸς καὶ τὴν τῆς γαμετῆς καὶ τῶν υἱῶν αὐτοῦ καὶ 6.11.68 τῶν οἰκετῶν καὶ τῶν φιλτάτων, τάχα δὲ καὶ αὐτῶν τῶν ἀναιρούντων. πῶς οὖν δυνατὸν τὸν τοσαύταις γενέσεσιν, ἵνα αὐτοῖς τοῦτο συγχωρηθῇ, ἐμπεριεχόμενον γίνεσθαι ὑπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων τῆσδε μᾶλλον τῆς γενέσεως ἢ τῶνδε; ἀπίθανον γὰρ καὶ τὸ φάσκειν τὸν σχηματισμὸν τὸν ἐν τῇ ἰδίᾳ τοῦδέ τινος γενέσει ταῦτα πεποιηκέναι, τὸν δὲ ἐν τῇ τῶνδε γενέσει μὴ πεποιη.11.69 κέναι, ἀλλὰ σεσημαγκέναι μόνον. ἠλίθιον γὰρ τὸ εἰπεῖν ὅτι ἡ πάντων γένεσις περιεῖχε καθ' ἕκαστον ποιητικὸν τοῦ τόνδε ἀναιρεθῆναι· ὥστε ἐν γενέσεσιν, καθ' ὑπόθεσιν λέγω, πεντήκοντα περιέχεσθαι τὸ τόνδε τινὰ ἀναιρεθῆναι. οὐκ οἶδ' ὅπως δυνήσονται σῶσαι τὸ τῶν μὲν ἐν Ἰουδαίᾳ σχεδὸν πάντων τοιόνδε εἶναι τὸν σχηματισμὸν ἐπὶ τῆς γενέσεως, ὡς ὀκταήμερον αὐτοὺς λαμβάνειν περιτομήν, ἀκρωτηριαζομένους καὶ ἑλκουμένους καὶ φλεγμονῇ περιπεσουμένους καὶ τραύμασι καὶ ἅμα τῇ εἰς τὸν βίον εἰσόδῳ ἰατρῶν δεομένους· τῶν δὲ ἐν Ἰσμαηλίταις τοῖς κατὰ τὴν Ἀραβίαν τοιόνδε ὡς πάντας περιτέ 6.11.70 μνεσθαι τρισκαιδεκαετεῖς. τοῦτο γὰρ ἱστόρηται περὶ αὐτῶν. καὶ πάλιν τῶνδέ τινων τῶν ἐν Αἰθίοψι τοῖσδε τὰς κόγχας τῶν γονάτων περιαιρεῖσθαι καὶ τῶν Ἀμαζόνων τοὺς ἑτέρους τῶν μαστῶν. πῶς γὰρ ταῦτα ποιοῦσιν οἱ ἀστέρες τοῖσδε τοῖς ἔθνεσιν; οἶμαι ὅτι <εἰ> ἐπιστήσαιμεν, οὐδὲ μέχρι τοῦ στῆσαι δυνησό.11.71 μεθά τι ἀληθὲς εἰπεῖν περὶ αὐτῶν. τοσούτων δὲ φερομένων ὁδῶν προγνωστικῶν, οὐκ οἶδ' ὅπως ἐξώκειλαν οἱ ἄνθρωποι ἐπὶ τὸ τὴν μὲν οἰωνιστικὴν καὶ τὴν θυτικὴν μὴ λέγειν περιέχειν τὸ ποιοῦν αἴτιον, ἀλλὰ σημαίνειν μόνον, 6.11.72 καὶ τὴν ἀστεροσκοπικήν, οὐκέτι δὲ τὴν γενεθλιαλογικήν. εἰ γὰρ ἐπιγινώσκεται ἵνα καὶ χαρισώμεθα τὸ γινώσκεσθαι, γίνεται δὲ ἐκεῖθεν ὅθεν ἡ γνῶσις λαμβάνεται, τί μᾶλλον ἀπὸ τῶν ἀστέρων ἢ ἀπὸ τῶν οἰωνῶν ἔσται τὰ γινόμενα καὶ μᾶλλον ἀπὸ τῶν οἰωνῶν ἢ ἀπὸ 148

τῶν σπλάγχνων τῶν θυομένων ἢ ἀπὸ τῶν διᾳττόντων ἀστέρων; ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκέσει εἰς ἀναίρεσιν τοῦ ποιητικοὺς εἶναι τοὺς ἀστέρας τῶν ἀνθρωπίνων. 6.11.73 Ὅπερ δὲ συγκεχωρήκαμεν οὐ γὰρ ἐλύπει τὸν λόγον, ὡς τῶν ἀνθρώπων δυναμένων καταλαμβάνειν τοὺς οὐρανίους σχηματισμοὺς καὶ τὰ σημεῖα καὶ 6.11.74 ὧν ἐστι σημεῖα, τοῦτο φέρε νῦν ἐξετάσωμεν εἰ ἀληθές ἐστι. φασὶ τοίνυν οἱ περὶ ταῦτα δεινοὶ τὸν μέλλοντα τὰ κατὰ τὴν γενεθλιαλογίαν ἀληθῶς καταλαμβάνειν εἰδέναι οὐ μόνον τὸ κατὰ πόστου δωδεκατημορίου ἐστὶν ὁ καλούμενος ἀστήρ, ἀλλὰ καὶ κατὰ ποίας μοίρας τοῦ δωδεκατημορίου καὶ κατὰ ποίου ἑξηκοστοῦ, οἱ δὲ ἀκριβέστεροι καὶ κατὰ ποίου ἑξηκοστοῦ τοῦ ἑξηκοστοῦ, καὶ τοῦτό φασι δεῖν ποιεῖν ἐφ' ἑκάστου τῶν πλανωμένων, ἐξετάζοντα τὴν σχέσιν 6.11.75 τὴν πρὸς τοὺς ἀπλανεῖς. πάλιν αὖ ἐπὶ τοῦ ἀνατολικοῦ ὁρίζοντος δεήσει, φασίν, ἰδεῖν οὐ μόνον τὸ δωδεκατημόριον ποῖον ἦν ἐπ' αὐτοῦ, ἀλλὰ καὶ τὴν μοῖραν καὶ 6.11.76 τὸ ἑξηκοστὸν τῆς μοίρας, τὸ πρῶτον ἢ τὸ δεύτερον ἑξηκοστόν. πῶς τοίνυν τῆς ὥρας πλατεῖ λόγῳ ἥμισυ δωδεκατημορίου περιεχούσης δύναταί τις λαβεῖν τὸ ἑξηκοστόν, μὴ ἔχων τὴν ἀναλογίαν τῆς διαιρέσεως τῶν ὡρῶν, ὥστε φέρε εἰπεῖν εἰδέναι ὅτι γεγέννηται ὁ δεῖνα ὥρᾳ τετάρτῃ καὶ ἡμίσει ὥρας καὶ 6.11.77 τετάρτῳ, ὀγδόῳ καὶ ἑκκαιδεκάτῳ καὶ δυοτριακοστῷ; παρὰ πολὺ γάρ φασι παραλλάττειν τὰ σημαινόμενα παρὰ τὴν ἀγνωσίαν οὐ τῆς ὅλης ὥρας, ἀλλὰ καὶ <τοῦ> ποστημορίου αὐτῆς. ἐν γοῦν τοῖς διδύμοις γεννωμένοις πολλάκις τὸ μεταξὺ ἀκαριαῖον ὥρας ἐστί, καὶ πολλαὶ παραλλαγαὶ τῶν συμβαινόντων καὶ τῶν πραττομένων ἐπ' αὐτῶν ἀπαντῶσιν, ὥς φασιν ἐκεῖνοι, παρὰ τὴν αἰτίαν τῆς σχέσεως τῶν ἀστέρων καὶ τὸ μόριον τοῦ δωδεκατημορίου τὸ παρὰ τὸν ὁρίζοντα, οὐ καταλαμβανόμενον ὑπὸ τῶν νομιζομένων τὴν ὥραν τετηρηκέναι. 6.11.78 οὐδεὶς γὰρ δύναται λέγειν ὅτι τὸ μεταξὺ τοῦδε τῆς γενέσεως πρὸς τὴν τοῦδέ ἐστιν ὥρας τριακοστόν. ἀλλ' ἔστω συγκεχωρημένον αὐτοῖς τὸ κατὰ τὸ ἐκλαβεῖν τὴν ὥραν. φέρεται δὴ θεώρημα ἀποδεικνύον τὸν ζῳδιακὸν κύκλον ὁμοίως τοῖς πλανωμένοις φέρεσθαι ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς δι' ἑκατὸν ἐτῶν μοῖραν μίαν, καὶ τοῦτο τῷ πολλῷ χρόνῳ ἐναλλάττειν τὴν θέσιν τῶν δωδεκατημορίων, ἑτέρου μὲν τυγχάνοντος τοῦ νοητοῦ δωδεκατημορίου, ἑτέρου δὲ τοῦ ὡσανεὶ μορφώματος. <τὰ δὲ ἀποτελέσματα φασὶν εὑρίσκεσθαι οὐκ ἐκ τοῦ μορφώματος>, ἀλλ' ἐκ τοῦ νοητοῦ ζῳδίου, ὅπερ οὐ πάνυ τι δυνατὸν καταλαμβά.11.79 νεσθαι. ἔστω δὴ καὶ τοῦτο συγκεχωρημένον, τὸ καταλαμβάνεσθαι τὸ νοητὸν δωδεκατημόριον ἢ δύνασθαι ἐκ τοῦ αἰσθητοῦ δωδεκατημορίου λαμβάνεσθαι τὸ ἀληθές· ἀλλὰ τήν γε σύγκρασιν παρ' αὐτοῖς καλουμένην τῶν ἐν τοῖσδε τοῖς σχηματισμοῖς τυγχανόντων καὶ αὐτοὶ ὁμολογήσουσιν οὐχ οἷοί τε σῶσαι κατὰ πᾶν, ἀμαυρουμένου τοῦ δηλουμένου φέρε εἰπεῖν χείρονος ἀπὸ τοῦδε διὰ τὸ ἐπιβλέπεσθαι αὐτὸν ὑπὸ τοῦδε τοῦ κρείττονος καὶ ἐπὶ τοσόνδε ἢ τοσόνδε ἀμαυρουμένου, πολλάκις πάλιν τῆς ἀμαυρώσεως τῆς τοῦ χείρονος ὑπὸ τῆς ἐπιβλέψεως τῆς τοῦ κρείττονος ἐμποδιζομένης ἐκ τοῦ ἕτερον οὑτωσὶ ἐσχη.11.80 ματίσθαι, χειρόνων ὄντα σημαντικόν. καὶ οἶμαι ἐπιστήσαντά τινα τοῖς τόποις ἀπογνῶναι τὴν περὶ τούτων κατάληψιν, οὐδαμῶς ἀνθρώποις ἐκκειμένην, ἀλλ', εἰ ἄρα, μέχρι τοῦ σημανθῆναι μόνον φθάνουσαν. εἰ δέ τις ἐν πείρᾳ γεγένηται τῶν πραγμάτων, μᾶλλον εἴσεται τὸ ἐν τῷ στοχάζεσθαι ἀποπτωτικὸν τῶν λεγόντων καὶ αὐτῶν τῶν συγγραψαμένων ἤπερ νομιζόμενον ἐπιτευκτικόν. 6.11.81 καὶ Ἡσαΐας γοῦν, ὡς οὐ δυναμένων τούτων εὑρίσκεσθαι ὑπὸ ἀνθρώπων, φησὶ πρὸς τὴν θυγατέρα τῶν Χαλδαίων τῶν ταῦτα μάλιστα παρὰ πάντας ἐπαγγελλομένων· «Στήτωσαν δὴ καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι.» διὰ γὰρ τούτων διδασκόμεθα μὴ δύνασθαι τοὺς πάνυ περὶ ταῦτα φιλομαθεῖς προδηλοῦν ἃ βεβούληται κύριος ἑκάστῳ ἔθνει ἐπαγαγεῖν.» 6.11.82 Τοσαῦτα καὶ ὁ δηλωθεὶς ἀνήρ. ἀλλὰ γὰρ ὁ πᾶς ἡμῖν οὗτος εἰς δύο τὰ μέγιστα 149

συναιρεῖται λόγος, εἴς τε τὸ μὴ θεοὺς εἶναι τοὺς κατὰ πόλιν χρᾶν νενομισμένους καὶ εἰς τὸ μηδὲ ἀγαθοὺς δαίμονας, τοὐναντίον δὲ γόητάς τινας καὶ πλάνους καὶ ἀπατεῶνας τυγχάνειν, ἐπ' ὀλέθρῳ καὶ διαστροφῇ τῆς ἀληθοῦς εὐσεβείας τὴν εἰς ἀνθρώπους πλάνην, τήν τε ἄλλην καὶ τὴν 6.11.83 περὶ εἱμαρμένης, προβεβλημένους. ἀφ' ἧς μηδενὸς τῶν ἐξ αἰῶνος πλὴν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν τὸ πᾶν τῶν ἀνθρώπων γένος λελυτρωμένου, εἰκότως ἡμῖν ἐν ἀρχαῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς τὰ παρόντα πάντα διὰ σπουδῆς γέγονεν, ὡς ἂν ἔργῳ μάθοιμεν, ἐκ τίνων προγόνων φύντες καὶ οἵᾳ τὸ πρὶν ἀπάτῃ συνεχομένων ἐξ ὁπόσης τε καὶ πηλίκης ἀνανεύσαντες αὐτοί τε ἡμεῖς καὶ ὁ σύμπας τῶν ἀνθρώπων βίος ἀβλεψίας τε καὶ ἀθεότητος τὴν ἴασιν τῆς μακρᾶς καὶ πολυχρονίου δαιμονικῆς ἐνεργείας διὰ μόνης τῆς σωτηρίου Εὐαγγελικῆς εὑράμεθα διδασκαλίας.

150

Page scan enlarged

Notebook

Full View