PG 21Eusebius of Caesarea
Preparation for the Gospel
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (Eusebius Praeparatio Evangelica, complete) — upgraded from truncated text — PG column chips mark the printed columns.
PG 21:867κάδε τὰς διατριβὰς πεποιημένος, καθ’ ὃν Ἑβραῖοι τῆς οἰκείας δεύτερον ἀποπεσόντες γῆς Αἰγυπτίοις ἐπεχωρίαζον, Περσῶν ἐπικρατούντων) εἴτε καὶ παρ’ ἑαυτοῦ τῇ τῶν πραγμάτων ἐπιβαλὼν φύσει εἴθ’ ὁπωσοῦν ὑπὸ τοῦ θεοῦ καταξιωθεὶς τῆς γνώσεως. Ὁ θεὸς γὰρ αὐτοῖς (φησίν) ἐφανέρωσε. τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοού-μενα καθορᾶται ἥ τε ἀί̈διος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. μάθοις δ’ ἂν τὸ εἰρημένον ὧδέ πη διασκοπούμενος· ι. ΠΕΡΙ ΤΟΥ ΟΝΤΟΣ, ΜΩΣΕΩΣ ΚΑΙ ΠΛΑΤΩΝΟΣ Μωσέως ἐν ταῖς ἱεροφαντίαις χρησμὸν ἐκ προσώπου τοῦ θεοῦ φήσαντος Ἐγώ εἰμι ὁ ὤν. οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς παραθεμένου καὶ τὸν θεὸν ἄντικρυς μόνον ὄντα καὶ τῆσδε κυρίως καὶ ἁρμοδίως ἠξιωμένον τῆς κλήσεως ἀποφηναμένου· πάλιν τε αὖ Σολομῶνος περὶ τῆς τῶν αἰσθητῶν καὶ σωματικῶν γενέσεώς τε καὶ φθορᾶς ἀνειπόντος· Τί τὸ γεγονός; αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον. καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον, ὃ λα-λήσει καὶ ἐρεῖ· Ἴδε τοῦτο καινόν ἐστιν· ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενο-μένοις ἀπὸ ἔμπροσθεν ἡμῶν· τούτοις δὲ καὶ ἡμῶν ἀκολούθως εἰς δύο τὸ πᾶν διαιρούντων, εἴς τε νοητὸν καὶ αἰσθητόν, καὶ τὸ μὲν νοητὸν ἀσώματον καὶ λογικὸν τὴν φύσιν ἄφθαρτόν τε καὶ ἀθάνατον εἶναι ὁριζομένων, τὸ δ’ αἰσθητὸν ἐν ῥύσει καὶ φθορᾷ μεταβολῇ τε καὶ τροπῇ τῆς οὐσίας ὑπάρχειν, πάντων δ’ ἐπὶ μίαν ἀρχὴν ἀνακεφαλαιουμένων, ἕν τε εἶναι τὸ ἀγένητον καὶ τὸ κυρίως καὶ ἀληθῶς ὂν δογματιζόντων, τὸ πάντων ἀσωμάτων τε καὶ σωμά-των αἴτιον· θέα τίνα τρόπον οὐ μόνον τὴν διάνοιαν, ἀλλὰ καὶ τὰς λέξεις αὐτὰς καὶ τὰ ῥήματα τῆς Ἑβραίων γραφῆς παραξέσας ὁ Πλάτων ἐξοικει-οῦται τὸ δόγμα, πλατύτερον ὧδέ πη διασαφῶν· Τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον; καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν ἀεὶ κατὰ τὰ αὐτὰ ὄν, τὸ δὲ αἰσθήσει ἀλόγῳ δοξαστὸν γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. Ἆρ’ οὐ σαφῶς πέφηνεν ὁ θαυμάσιος τὸ μὲν παρὰ Μωσεῖ φῆσαν λόγιον ἐγώ εἰμι ὁ ὢν μεταποιήσας διὰ τοῦ τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον; καὶ τοῦτό γε λευκότερον διασαφήσας ἐν τῷ φάναι μηδ’ ἄλλο εἶναι τὸ ὂν ἢ τὸ οὐ σαρκὸς ὀφθαλμοῖς ὁρώμενον, νῷ δὲ καταλαμβανόμενον. ἐρωτήσας γοῦν τί τὸ ὄν, αὐτὸς ἑαυτῷ ἀποκρίνεται, λέγων· τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν ὄν. τὸ δὲ Σολομώντειον φῆσαν· τί τὸ γεγονός; αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον αὐτοῖς σχεδὸν ῥήμασι διερμηνεύσας δῆλος ἂν εἴη λέγων· τὸ δ’ αἰσθήσει ἀλόγῳ δοξαστὸν γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. οἷς καὶ ἐπιφέρει· Ταῦτα γὰρ πάντα μέρη χρόνου, τὸ ἦν καὶ ἔσται· ἃ δὴ φέροντες λανθά-νομεν ἐπὶ τὴν ἀί̈διον οὐσίαν, οὐκ ὀρθῶς. λέγομεν γὰρ δὴ ὡς ἦν ἐστί τε καὶ ἔσται. τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει· τὸ δὲ ἦν καὶ τὸ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι· κινήσεις γάρ ἐστον. τὸ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον ἀκινήτως οὔτε πρεσβύτερον οὔτε νεώτερον προς-ήκει γίνεσθαι διὰ χρόνον οὐδὲ γενέσθαι ποτὲ οὐδὲ γεγονέναι νῦν οὐδ’ εἰς-αῦθις ἔσεσθαι τὸ παράπαν οὐδ’ ὅσα γένεσις τοῖς ἐν αἰσθήσει φερομένοις προς-ῆψεν, ἀλλὰ χρόνου ταῦτα, αἰῶνα μιμουμένου καὶ κατ’ ἀριθμὸν κυκλουμένου, γέγονεν εἴδη. καὶ πρὸς τούτοις ἔτι τὰ τοιάδε, τὸ γεγονὸς εἶναι γεγονὸς καὶ τὸ γιγνόμενον εἶναι γιγνόμενον ἔτι τε τὸ γενησόμενον εἶναι γενησόμενον. Καὶ ἵνα γε μή τις ἡμᾶς παρερμηνεύειν ἡγήσηται τὰς τοῦ φιλοσόφου φωνάς, ὑπομνήμασι χρήσομαι τῶνδε τῶν λόγων τὴν διάνοιαν ἐκφαίνουσι. πλείους μὲν οὖν εἰς τὴν τούτων ἐπιβεβλήκασι θεωρίαν, ἐμοὶ δ’ ἐξαρκεῖ τὰ νῦν ἀνδρὸς ἐπιφανοῦς Νουμηνίου τοῦ Πυθαγορείου παραθέσθαι λέξεις, ἃς ἐν τῷ Περὶ τἀγαθοῦ δευτέρῳ συγγράμματι ὧδέ πη διέξεισιν· ια. ΑΠΟ ΤΟΥ ΠΕΡΙ ΤΑΓΑΘΟΥ ΝΟΥΜΗΝΙΟΥ ΤΟΥ ΠΥΘΑΓΟΡΕΙΟΥ Φέρε οὖν ὅση δύναμις ἐγγύτατα πρὸς τὸ ὂν ἀναγώμεθα καὶ λέγωμεν· τὸ ὂν οὔτε ποτὲ ἦν οὔτε ποτὲ μὴ γένηται, ἀλλ’ ἔστιν ἀεὶ ἐν χρόνῳ ὡρισμένῳ, τῷ ἐνεστῶτι μόνῳ. τοῦτον μὲν οὖν τὸν ἐνεστῶτα εἴ τις ἐθέλει ἀνακαλεῖν αἰῶνα, κἀγὼ συμβούλομαι· τὸν δὲ παρελθόντα χρόνον οἴεσθαι χρὴ ἡμᾶς διαπεφευγότα ἤδη διαπεφευγέναι ἀποδεδρακέναι τε εἰς τὸ εἶναι μηκέτι· ὅ τε αὖ μέλλων ἐστὶ μὲν οὐδέπω, ἐπαγγέλλεται δὲ οἷός τε ἔσεσθαι ἥξειν εἰς τὸ εἶναι. οὔκουν εἰκός ἐστιν ἑνί γε τρόπῳ νομίζειν τὸ ὂν ἤτοι μὴ εἶναι ἢ μηκέτι ἢ μηδέπω, ὡς τούτου γε οὕτως λεγομένου ἓν γίνεταί τι ἐν τῷ λόγῳ μέγα ἀδύνα-τον, εἶναί τε ὁμοῦ ταὐτὸν καὶ μὴ εἶναι. εἰ δὲ οὕτως ἔχει, σχολῇ γ’ ἂν ἄλλο τι εἶναι δύναιτο, τοῦ ὄντος αὐτοῦ μὴ ὄντος κατὰ αὐτὸ τὸ ὄν. τὸ ἄρα ἂν ἀί̈διόν τε βέβαιόν τε ἐστὶν ἀεὶ κατὰ ταὐτὸν καὶ ταὐτόν. οὐδὲ γέγονε μέν, ἐφθάρη δὲ οὐδ’ ἐμεγεθύνατο μέν, ἐμειώθη δὲ οὐδὲ μὴ[ν] ἐγένετό πω πλεῖον ἢ ἔλας-σον. καὶ μὲν δὴ τά τε ἄλλα καὶ οὐδὲ τοπικῶς κινηθήσεται· οὐδὲ γὰρ θέμις αὐτῷ κινηθῆναι, οὐδὲ μὲν ὀπίσω οὐδὲ πρόσω, οὔτε ἄνω ποτὲ οὔτε κάτω, οὐδ’ εἰς δεξιὰ οὐδ’ εἰς ἀριστερὰ μεταθεύσεταί ποτε τὸ ὂν οὔτε περὶ τὸ μέσον ποτε ἑαυτοῦ κινηθήσεται, ἀλλὰ μᾶλλον καὶ ἑστήξεται καὶ ἀραρός τε καὶ ἑστηκὸς ἔσται κατὰ ταὐτὰ ἔχον ἀεὶ καὶ ὡσαύτως. Καὶ ἑξῆς μεθ’ ἕτερα ἐπιλέγει· Τοσαῦτα μὲν οὖν μοι πρὸ ὁδοῦ. αὐτὸς δ’ οὐκέτι σχηματισθήσομαι οὐδ’ ἀγνοεῖν φήσω τὸ ὄνομα τοῦ ἀσωμάτου· καὶ γὰρ κινδυνεύει νῦν ἤδη ἥδιον εἶναι εἰπεῖν μᾶλλον ἢ μὴ εἰπεῖν. καὶ δῆτα λέγω τὸ ὄνομα αὐτῷ εἶναι τοῦτο τὸ πάλαι ζητούμενον. ἀλλὰ μὴ γελασάτω τις, ἐὰν φῶ τοῦ ἀσωμάτου εἶναι ὄνομα οὐσίαν καὶ ὄν. ἡ δὲ αἰτία τοῦ ὄντος ὀνόματός ἐστι τὸ μὴ γεγονέναι μηδὲ φθαρήσεσθαι μηδ’ ἄλλην μήτε κίνησιν μηδεμίαν ἐνδέχεσθαι μήτε μετα-βολὴν κρείττω ἢ φαύλην, εἶναι δὲ ἁπλοῦν καὶ ἀναλλοίωτον καὶ ἐν ἰδέᾳ τῇ αὐτῇ καὶ μήτε ἐθελούσιον ἐξίστασθαι τῆς ταὐτότητος μήθ’ ὑφ’ ἑτέρου προς-αναγκάζεσθαι. ἔφη δὲ καὶ ὁ Πλάτων ἐν Κρατύλῳ τὰ ὀνόματα ὁμοιώ-σει τῶν πραγμάτων εἶναι αὐτὰ ἐπίθετα. Ἔστω οὖν καὶ δεδόχθω εἶναι τὸ ὂν ἀσώματον. Εἶθ’ ὑποκαταβὰς ἐπιλέγει· Τὸ ὂν εἶπον ἀσώματον, τοῦτο δὲ εἶναι τὸ νοητόν. τὰ μὲν οὖν λεχθέντα, ὅσα μνημονεύειν ἔστι μοι, τοιαῦτα γοῦν ἦν. τὸν δ’ ἐπιζητοῦντα λόγον ἐθέλω παραμυθήσασθαι, τοσόνδε ὑπειπών, ὅτι ταῦτα τοῖς δόγμασι τοῖς Πλάτωνος εἰ μὴ συμβαίνει, ἀλλ’ ἑτέρου γε χρῆν οἴεσθαί τινος ἀνδρὸς μεγάλου, μέγα δυναμένου, οἵου Πυθαγόρου. λέγει γοῦν Πλάτων (φέρ’ ἀναμνησθῶ πῶς λέγει)· Τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον; καὶ τί τὸ γινόμενον μέν, ὂν δὲ οὐδέ-ποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, τὸ δ’ αὖ δόξῃ μετὰ αἰσθή-σεως ἀλόγου δοξαστόν, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν.3 ἤρετο γὰρ δή, τί ἐστι τὸ ὄν, φὰς αὐτὸ ἀγένητον ἀναμφιλέκτως. γένεσιν γὰρ οὐκ ἔφη εἶναι τῷ ὄντι· ἐτρέπετο γὰρ ἄν· τρεπόμενον δὲ οὐκ ἦν ἀί̈διον. Εἶτα ὑποβάς φησιν· Εἰ μὲν δὴ τὸ ὂν πάντως πάντη ἀί̈διόν τέ ἐστι καὶ ἄτρεπτον καὶ οὐδαμῶς
PG 21:881οὐδαμῆ ἐξιστάμενον ἐξ ἑαυτοῦ, μένει δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἕστηκε, τοῦτο δήπου ἂν εἴη τὸ τῇ νοήσει μετὰ λόγου περιληπτόν. εἰ δὲ τὸ σῶμα ῥεῖ καὶ φέρεται ὑπὸ τῆς εὐθὺ μεταβολῆς, ἀποδιδράσκει καὶ οὐκ ἔστιν. ὅθεν οὐ πολλὴ μανία μὴ οὐ τοῦτο εἶναι ἀόριστον, δόξῃ δὲ μόνῃ δοξαστὸν καί, ὥς φησι Πλάτων, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν; Ταῦτα μὲν οὖν ὁ Νουμήνιος, ὁμοῦ τὰ Πλάτωνος καὶ πολὺ πρότερον τὰ Μωσέως ἐπὶ τὸ σαφὲς διερμηνεύων. εἰκότως δῆτα εἰς αὐτὸν ἐκεῖνο τὸ λό-γιον περιφέρεται, δι’ οὗ φάναι μνημονεύεται· Τί γάρ ἐστι Πλάτων ἢ Μωσῆς ἀττικίζων; Θέα δὲ πρὸς τούτοις εἰ μὴ τὸν παρόντα νοῦν ἐπὶ πλεῖον καὶ ὁ Πλούταρ-χος ἐξαπλῶν συντρέχοι ἂν ταῖς τε προκειμέναις φωναῖς τῶν φιλοσόφων καὶ ταῖς αὖθις Ἑβραίων κειμέναις ἐν ἑτέραις θεολογίαις, δι’ ὧν τοτὲ μὲν εἰσά-γεται λέγων ὁ χρηματίζων θεός· Διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν καὶ οὐκ ἠλλοίωμαι· τοτὲ δ’ εἰς αὐτὸν ἀφορῶν ὁ προφήτης ἀποτείνεται, ὅτι δὴ τὰ μὲν ὁρατὰ πάντα τραπείη ἄν ποτε καὶ μεταβληθείη, σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. σκόπει γοῦν εἰ μὴ ὡς ἐν προτάσει τοῦ τε παρὰ Μωσεῖ φήσαντος ἐγώ εἰμι ὁ ὢν καὶ τοῦ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν καὶ οὐκ ἠλλοίωμαι καὶ τοῦ σὺ δὲ ὁ αὐτὸς εἶ δόξαι ἂν ὁ Πλούταρχος ἐν τῷ Περὶ τοῦ ΕΙ τοῦ ἐν Δελφοῖς τὴν διάνοιαν ὑφερμηνεύειν, τάδε λέγων πρὸς λέξιν· ιβ. ΠΛΟΥΤΑΡΧΟΥ ΑΠΟ ΤΟΥ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΥ ΣΥΓΓΡΑΜ-ΜΑΤΟΣ ΠΕΡΙ ΤΟΥ ΕΝ ΔΕΛΦΟΙΣ ΕΙ Οὔτε οὖν ἀριθμὸν οὔτε τάξιν οὔτε σύνδεσμον οὔτε ἄλλο τῶν ἐλλιπῶν μορίων οὐδὲν οἶμαι τὸ γράμμα σημαίνειν· ἀλλ’ ἔστιν αὐτοτελὴς τοῦ θεοῦ προς-αγόρευσις καὶ προσφώνησις, ἅμα τῷ ῥήματι τὸν φθεγγόμενον εἰς ἔννοιαν καθιστᾶσα τῆς τοῦ θεοῦ δυνάμεως. ὁ γὰρ θεὸς ἕκαστον ἡμῶν τῶν ἐν-ταῦθα προσιόντων οἷον ἀσπαζόμενος προσαγορεύει τὸ γνῶθι σαυτόν , ὃ τοῦ χαῖρε δὴ οὐθὲν μεῖόν ἐστιν· ἡμεῖς δὲ πάλιν ἀμειβόμενοι τὸν θεὸν εἶ φα-μεν, ὡς ἀληθῆ καὶ ἀψευδῆ καὶ μόνην μόνῳ προσήκουσαν τὴν τοῦ εἶ προσαγό-ρευσιν ἀποδιδόντες. ἡμῖν μὲν γὰρ ὄντως τοῦ εἶναι μέτεστιν οὐδέν, ἀλλὰ πᾶσα θνητὴ φύσις ἐν μέσῳ φθορᾶς καὶ γενέσεως γενομένη φάσμα παρέχει καὶ δόκησιν ἀμυδρὰν καὶ ἀβέβαιον αὑτῆς. ἂν δὲ τὴν διάνοιαν ἐπερείσῃ τις λαβέσθαι βουλόμενος, ὥσπερ ἡ σφοδρὰ περίδραξις ὕδατος τῷ πιέζειν καὶ εἰς ταὐτὸ συνάγειν διαρρέον ἀπόλλυσι τὸ περιλαμβανόμενον, οὕτω τῶν παθη-τῶν καὶ μεταβλητῶν ἑκάστου τὴν ἄγαν ἐνάργειαν ὁ λόγος διώκων ἀποσφάλ-λεται, τῇ μὲν εἰς τὸ γινόμενον αὐτοῦ, τῇ δὲ εἰς τὸ φθειρόμενον, οὐδενὸς λα-βέσθαι μένοντος οὐδὲ ὄντος ὄντως δυνάμενος. ποταμῷ γὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῷ αὐτῷ καθ’ Ἡράκλειτον οὐδὲ θνητῆς οὐσίας δὶς ἅψασθαι κατὰ ἕξιν, ἀλλ’ ὀξύτητι καὶ τάχει μεταβολῆς σκίδνησι καὶ πάλιν συνάγει, μᾶλλον δὲ οὐδὲ πάλιν οὐδὲ ὕστερον, ἀλλ’ ἅμα συνίσταται καὶ ἀπολείπει καὶ πρόσεισι καὶ ἄπεισιν. ὅθεν οὐδὲ εἰς τὸ εἶναι περαίνει τὸ γινόμενον αὐτῆς, τῷ μηδέποτε λήγειν μηδ’ ἵστασθαι τὴν γένεσιν, ἀλλ’ ἀπὸ σπέρματος ἀεὶ μετα-βάλλουσαν ἔμβρυον ποιεῖν, εἶτα βρέφος, εἶτα παῖδα, μειράκιον ἐφεξῆς, νεανίσκον, ἄνδρα, πρεσβύτην, γέροντα, τὰς πρώτας φθείρουσαν γενέσεις καὶ ἡλικίας ταῖς ἐπιγινομέναις. ἀλλ’ ἡμεῖς ἕνα φοβούμεθα γελοίως θάνατον, ἤδη τοσούτους τεθνηκότες καὶ θνήσκοντες. οὐ γὰρ μόνον, ὡς Ἡράκλειτος ἔλεγε, πυρὸς θάνατος ἀέρι γένεσις, ἀλλ’ ἔτι σαφέστερον ἐπ’ αὐτῶν ἡμῶν· φθείρεται μὲν ὁ ἀκμάζων γενομένου γέροντος, ἐφθάρη δὲ ὁ νέος εἰς τὸν ἀκμάζοντα καὶ ὁ παῖς εἰς τὸν νέον, εἰς δὲ τὸν παῖδα τὸ νήπιον, ὁ δὲ χθὲς εἰς τὸν σήμερον τέθνη-κεν, ὁ δὲ σήμερον εἰς τὸν αὔριον· μένει δὲ οὐδὲ εἷς οὐδὲ ἔστιν εἷς, ἀλλὰ γινόμεθα πολλοί, περὶ ἕν τι φάντασμα καὶ κοινὸν ἐκμαγεῖον ὕλης περιελαυνομένης καὶ ὀλισθαινούσης. ἐπεὶ πῶς οἱ αὐτοὶ μένοντες ἑτέροις χαίρομεν νῦν, ἑτέροις πρότερον, τἀναντία φιλοῦμεν καὶ μισοῦμεν καὶ θαυμάζομεν καὶ ψέγομεν, ἄλλοις χρώμεθα λόγοις, ἄλλοις πάθεσιν, οὐκ εἶδος, οὐ μορφήν, οὐ διάνοιαν ἔτι τὴν αὐτὴν ἔχοντες; οὔτε γὰρ ἄνευ μεταβολῆς ἕτερα πάσχειν εἰκὸς οὔτε μεταβάλλων ὁ αὐτὸς ἂν εἴη. εἰ δὲ ὁ αὐτὸς οὐκ ἔστιν, οὐδ’ ἔστιν ἀλλ’ [ἢ] ἐκ τοῦ αὐτὸν μεταβάλλειν, γινόμενος ἕτερος ἐξ ἑτέρου· ψεύδεται δὲ ἡ αἴσθησις ἀγνοίᾳ τοῦ ὄντος εἶναι τὸ φαινόμενον. τί οὖν ὄντως ὄν ἐστιν; τὸ ἀί̈διον καὶ ἀγένητον καὶ ἄφθαρτον, ᾧ χρόνος οὐδεὶς μεταβολὴν ἐπάγει. κινη-τὸν γάρ τι καὶ κινουμένῃ συμφανταζόμενον ὕλῃ καὶ ῥέον αἰεὶ καὶ μὴ στέγον ὥσπερ ἀγγεῖον φθορᾶς καὶ γενέσεως ὁ χρόνος. οὗ δὴ τὸ μὲν ἔπειτα καὶ τὸ πρότερον καὶ τὸ ἔσται λεγόμενον καὶ τὸ γέγονεν αὐτόθεν ἐξομολόγησίς ἐστι τοῦ μὴ ὄντος. τὸ γὰρ ἐν τῷ εἶναι μηδέποτε γεγονὸς ἢ πεπαυμένον ἤδη τοῦ εἶναι λέγειν ὡς ἔστιν, εὔηθες καὶ ἄτοπον. ἐν ᾧ δὲ μάλιστα τὴν νόη-σιν ἐπερείδοντες τοῦ χρόνου τὸ ἐνέστηκε καὶ τὸ πάρεστι καὶ τὸ νῦν φθεγ-γόμεθα, τοῦτ’ αὖ πάλιν ἐκδυόμενος ὁ λόγος ἀπόλλυσιν. ἐκθλίβεται γὰρ εἰς τὸ μέλλον καὶ τὸ παρῳχημένον, ὥσπερ αὐγὴ βουλομένοις ἰδεῖν, ἐξ ἀνάγ-κης διιστάμενον. εἰ δὲ ταὐτὰ τῷ μετροῦντι πέπονθεν ἡ μετρουμένη φύσις, οὐδὲ αὐτὴ μένον οὐδὲ ὄν ἐστι, ἀλλὰ γινομένη καὶ φθειρομένη κατὰ τὴν πρὸς τὸν χρόνον συννέμησιν. ὅθεν οὐδὲν τοιοῦτον ἔστιν ἐπὶ τοῦ ὄντος λέγειν ὡς ἦν ἢ ἔσται· ταῦτα γὰρ ἐγκλίσεις τινὲς καὶ μεταβάσεις καὶ παραλλάξεις τοῦ μένειν ἐν τῷ εἶναι μὴ πεφυκότος. ἀλλ’ ἔστιν ὁ θεός, εἰ χρὴ φάναι, καὶ ἔστι κατ’ οὐδένα χρόνον, ἀλλὰ κατὰ τὸν αἰῶνα τὸν ἀκίνητον καὶ ἄχρονον καὶ ἀνέγ-κλιτον καὶ οὗ πρότερον οὐδέν ἐστιν οὐδὲ ὕστερον οὐδὲ μέλλον οὐδὲ παρῳχημένον οὐδὲ πρεσβύτερον οὐδὲ νεώτερον· ἀλλ’ εἷς ὢν ἑνὶ τῷ νῦν τὸ ἀεὶ πεπλή-ρωκε· καὶ μόνον ἐστὶ τὸ κατ’ αὐτὸ ὄντως ὄν, οὐ γεγονὸς οὐδὲ ἐσόμενον οὐδὲ ἀρξάμενον οὐδὲ παυσόμενον. οὕτως οὖν αὐτὸ δεῖ σεβομένους ἀσπάζε-σθαι καὶ προσαγορεύειν ἢ καὶ νὴ Δί’, ὡς ἔνιοι τῶν παλαιῶν, εἶ ἕν.3 οὐ γὰρ πολλὰ τὸ θεῖόν ἐστιν ὡς ἡμῶν ἕκαστος, ἐκ μυρίων διαφορῶν ἐν πάθεσι γινο-μένων ἄθροισμα παντοδαπὸν καὶ πανηγυρικὸν μεμιγμένον· ἀλλ’ ἓν εἶναι δεῖ τὸ ὄν, ὥσπερ ὂν τὸ ἕν· ἡ δὲ ἑτερότης, διαφορὰ τοῦ ὄντος, εἰς γένεσιν ἐξίσταται τοῦ μὴ ὄντος. ιγ. ΟΤΙ ΑΡΡΗΤΟΝ ΤΟ ΘΕΙΟΝ Μωσέως καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν ἁπάντων ἄρρητον εἶναι τὸ θεῖον διδασκόντων καὶ τῆς ἀρρήτου προσηγορίας τὸ σύμβολον διὰ τῆς παρ’ αὐτοῖς ἀνεκφωνήτου σημειώσεως ὑποφαινόντων, τούτοις καὶ ὁ Πλά-των συμφώνως αὐτοῖς ῥήμασιν ἐν τῇ μεγάλῃ Ἐπιστολῇ οἷά φησιν ἄκουε· Ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς ἄλλα μαθήματα, ἀλλ’ ἐκ πολλῆς συνου-σίας γιγνομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς τῇ ψυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει. Καὶ τόδε δὲ τοῦ φωτὸς τὸ παράδειγμα προλαβὼν ἄλλος Ἑβραίων προ-φήτης παρέστησεν εἰπών· Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε. καὶ ἄλλος πάλιν· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ιδ. ΟΤΙ ΘΕΟΣ ΕΙΣ ΕΣΤΙ ΜΟΝΟΣ Μωσέως περὶ τοῦ τῶν ὅλων θεοῦ φήσαντος· Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν, κύριος εἶς ἐστι, πάλιν ὁ Πλάτων τούτῳ συντρέχων ἕνα θεὸν εἶναι ὡς καὶ οὐρανὸν ἕνα διδάσκει, ὧδέ πη λέγων ἐν Τιμαίῳ· Πότερον οὖν ὀρθῶς ἕνα οὐρανὸν προσειρήκαμεν ἢ πολλοὺς καὶ ἀπεί-ρους λέγειν ἦν ὀρθότερον; ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται. τὸ γὰρ περιέχον πάντα, ὁπόσα νοητὰ ζῷα, μεθ’ ἑτέρου δεύτερον οὐκ ἄν ποτε εἴη. Δῆλος δέ ἐστιν ἕνα θεὸν εἰδώς, εἰ καὶ συνήθως Ἕλλησι τῇ τῶν πλειό-νων εἴωθε χρῆσθαι προσηγορίᾳ, καὶ ἀπὸ τῆς πρὸς Διονύσιον Ἐπιστολῆς ἐν ᾗ σύμβολα διδοὺς τῶν τε διὰ σπουδῆς αὐτῷ γραφομένων ἐπιστολῶν καὶ τῶν ἄλλως ἀπερριμμένων, τῶν μὲν μηδὲν ἐχουσῶν σπουδαῖον σημεῖον τὸ τῶν θεῶν ὄνομα προτάξειν ἔφησε, τῶν δὲ πεφροντισμένως αὐτῷ συνταττομέ-νων τὸ τοῦ θεοῦ. λέγει δ’ οὖν ὧδε κατὰ λέξιν· Περὶ δὲ δὴ τοῦ ξυμβόλου τοῦ περὶ τὰς ἐπιστολάς, ὅσας τε ἂν ἐπιστέλλω σπουδῇ καὶ ὅσας μή, οἶμαι μέν σε μεμνῆσθαι, ὅμως δ’ ἐννόει καὶ σφόδρα πρόσεχε τὸν νοῦν· πολλοὶ γὰρ οἱ κελεύοντες γράφειν, οὓς οὐ ῥᾴδιον φανερῶς διωθεῖσθαι. τῆς μὲν οὖν σπουδαίας ἐπιστολῆς ὁ θεὸς ἄρχει, θεοὶ δὲ τῆς ἧττον. Διαρρήδην δὲ ὁ αὐτὸς ὁμολογεῖ ἐκ παλαιῶν τὸ περὶ τοῦ θεοῦ δόγμα μεμαθηκέναι, λέγων ἐν τοῖς Νόμοις· Ὁ μὲν δὴ θεός, ὡς καὶ ὁ παλαιὸς λόγος, ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος. τῷ δ’ αἰεὶ ξυνέπεται δίκη, τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος· εἰ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς ἢ καὶ σώ-ματος εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται τὴν ψυχὴν μεθ’ ὕβρεως, ὡς δὴ οὔτε ἄρχοντος οὔτε τινὸς ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι ἄλλους τοιού-τους προσλαβὼν σκιρτᾷ ταράττων πάντα ἅμα καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον οὐ πολὺν ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησε. Ταῦτα ὁ Πλάτων. σὺ δέ γε τῷ ὁ μὲν δὴ θεὸς ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων παράθες ἀπὸ τῆς Ἑβραίων προφητείας τὸ ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, τῷ δὲ εὐθείᾳ περαίνει κατὰ φύσιν ἐπιπορευόμενος τὸ εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ· καὶ πρὸς τὸ τῷ δ’ αἰεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρὸς σύγκρινον τὸ δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησε καὶ τὸ ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος καὶ τὸ διότι ἔκδικος κύριος καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν· τῷ δὲ ἧς ὁ εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος ἑπόμενόν ἐστι τὸ ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ· τῷ δὲ ὁ δ’ ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας καταλείπεται ἔρημος θεοῦ τὸ ὁ θεὸς ὑπερ-ηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν καὶ χαρμονὴ δὲ ἀσεβῶν πτῶμα ἐξαίσιον. ταῦτα μὲν οὖν ἀπὸ μυρίων σμικρὰ περὶ τοῦ ἐπὶ πάντων θεοῦ. θέα δὲ καὶ τὰ περὶ τοῦ δευτέρου αἰτίου· ιε. ΠΕΡΙ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΑΙΤΙΟΥ Τὰ μὲν δὴ περὶ τοῦ πρώτου τῶν ὅλων αἰτίου τοῦτον ἡμῖν ἀνωμολο-γήσθω τὸν τρόπον. ἐπίσκεψαι δὲ καὶ τὰ περὶ τοῦ δευτέρου, ὃν δὴ θεοῦ λόγον καὶ θεὸν ἐκ θεοῦ εἶναι τὰ Ἑβραίων παιδεύει λόγια, καθάπερ καὶ ἡμεῖς αὐτοὶ θεολογεῖν δεδιδάγμεθα. ὁ μὲν οὖν Μωσῆς διαρρήδην δύο θεολογεῖ κυρίους, ἐν οἷς φησι· Καὶ ἔβρεξε κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον ἐπὶ τὴν τῶν ἀσεβῶν πόλιν, ἔνθα συνήθως ἐπὶ τῶν δύο τὴν ὁμοίαν τῶν παρ’ Ἑβραίοις χαρακτήρων ἐποιήσατο παράθεσιν· αὕτη δέ ἐστιν ἡ διὰ τῶν τεσσά-ρων στοιχείων ἀνεκφώνητος παρ’ αὐτοῖς θεολογία. τούτῳ δὲ καὶ Δαβίδ, ἄλλος προφήτης ὁμοῦ καὶ βασιλεὺς Ἑβραίων, συνᾴδων φησίν· Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, τὸν μὲν ἀνωτάτω θεὸν διὰ τοῦ πρώτου κυρίου, τὸν δὲ τούτου δεύτερον διὰ τῆς δευτέρας ὑποφήνας προσηγορίας. τίνι γὰρ ἄλλῳ θέμις ὑπονοεῖν τὰ δεξιὰ τῆς ἀγεννήτου θεότη-τος παραχωρεῖσθαι ἢ μόνῳ τῷ περὶ οὗ ὁ λόγος; ὃν ὁ αὐτὸς προφήτης ἐν ἑτέροις λευκότερον διασαφεῖ Λόγον τοῦ Πατρὸς δημιουργικὸν τῶν ὅλων ὑφιστάμενος εἶναι τὸν θεολογούμενον, ἐν οἷς φησι· Τῷ λόγῳ κυρίου οἱ οὐρα-νοὶ ἐστερεώθησαν. καὶ σωτῆρα δὲ τὸν αὐτὸν τῶν δεομένων τῆς παρ’ αὐτοῦ θεραπείας εἰσάγει, λέγων· Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς. καὶ ὁ τούτου δὲ παῖς ὁμοῦ καὶ διάδοχος Σολομῶν, ἑτέρῳ προσρήματι τὴν αὐτὴν παριστὰς διάνοιαν, ἀντὶ λόγου σοφίαν εἰπών, τάδε ὡς ἐξ αὐτῆς προσώπου διέξεισιν· Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. εἶθ’ ἑξῆς ἐπιλέγει· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ ὄρη ἑδρασθῆναι· πρὸ δὲ πάν-των βουνῶν γεννᾷ με. ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ. τοῦ δ’ αὐτοῦ πάλιν καὶ τάδε ἐστίν· Ὁ θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. ἔτι δὲ καὶ τάδε λέγεται εἶναι τοῦ αὐτοῦ· Ὅσα ἐστὶ κρυπτὰ καὶ ἐμφανῆ ἔγνων· ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία. εἶτ’ ἐπιλέγει· Τί δέ ἐστι σοφία καὶ πῶς ἐγένετο, ἀπαγγελῶ καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια, ἀλλ’ ἐξ ἀρχῆς γενέσεως ἐξ-ιχνιάσω. καὶ ἑξῆς διασαφεῖ τὰ τοιάδε· Ἔστι γὰρ αὕτη πνεῦμα νοερόν, ἅγιον, μονογενές, πολυμερές, λεπτόν, εὐκίνητον, τρανόν, ἀμόλυντον, παντο-δύναμον, πανεπίσκοπον καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν, κα-θαρῶν, λεπτοτάτων. πάσης γὰρ κινήσεως κινητικώτερον σοφία. διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα. ἀτμὶς γάρ ἐστι τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής. διὰ τοῦτο οὐδὲν μεμολυσμένον εἰς αὐτὴν παρεμπίπτει. ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγα-θότητος αὐτοῦ. διατείνει δὲ ἀπὸ πέρατος εἰς πέρας εὐρώστως καὶ διοικεῖ τὰ πάντα χρηστῶς. ταῦτα μὲν ἡ γραφή. τὴν δὲ τοῦ δόγματος διάνοιαν Φίλων ὁ Ἑβραῖος λευκότερον ἑρμηνεύων τοῦτον παρίστησι τὸν τρόπον· ι. ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΑΙΤΙΟΥ Εὐπρεπὲς γὰρ τοῖς ἑταιρείαν πρὸς ἐπιστήμην θεμένοις ἐφίεσθαι μὲν τοῦ τὸ ὂν ἰδεῖν· εἰ δὲ μὴ δύναιντο, τὴν γοῦν εἰκόνα αὐτοῦ τὸν ἱερώτατον λό-γον. Ἐν τῷ δ’ αὐτῷ συγγράμματι καὶ τάδε φησί· Κἂν μηδέπω μέντοι τυγχάνῃ τις ἀξιόχρεως υἱὸς θεοῦ προσαγορεύεσθαι, σπουδαζέτω κοσμεῖσθαι κατὰ τὸν πρωτόγονον αὐτοῦ λόγον, τὸν ἀγγέλων πρεσβύτατον, ὡς ἂν ἀρχάγγελον πολυώνυμον ὑπάρχοντα· καὶ γὰρ ἀρχὴ καὶ ὄνομα θεοῦ καὶ λόγος καὶ ὁ κατ’ εἰκόνα ἄνθρωπος καὶ ὁ ὁρῶν Ἰσραὴλ προς-αγορεύεται. διὸ προήχθην ὀλίγῳ πρότερον ἐπαινέσαι τὰς ἀρετὰς τῶν φασκόν-των ὅτι πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου.3 καὶ γὰρ εἰ μή πω ἱκανοὶ θεοῦ παῖδες νομίζεσθαι γεγόναμεν, ἀλλά τοι τῆς ἀειδοῦς εἰκόνος αὐτοῦ λόγου τοῦ ἱερωτάτου· θεοῦ γὰρ εἰκὼν λόγος ὁ πρεσβύτατος.
PG 21:885Καὶ πάλιν ἐπιλέγει· Ἤκουσα μέντοι καὶ τῶν Μωσέως ἑταίρων τινὸς ἀποφθεγξαμένου τοιόνδε λόγιον· Ἰδοὺ ἄνθρωπος ᾧ ὄνομα Ἀνατολή·3 καινοτάτη πρόσρησις, ἐάν γε τὸν ἐκ σώματος καὶ ψυχῆς συνεστῶτα λέγεσθαι νομίσῃς, ἐὰν δὲ τὸν ἀσώματον ἐκεῖνον θείας ἰδέαν φοροῦντα εἰκόνος ὁμολογήσεις ὅτι εὐθυβολώτατον ὄνομα ἐπεφημίσθη τὸ Ἀνατολῆς αὐτῷ. τοῦτον μὲν γὰρ πρεσβύτατον υἱὸν ὁ τῶν ὅλων ἀνέτειλε πατήρ, ὃν ἑτέρωθι πρωτόγονον ὠνόμασε. καὶ ὁ γεννηθεὶς μέντοι μιμούμενος τὰς τοῦ πατρὸς ὁδοὺς πρὸς παραδείγματα ἀρχέτυπα τὰ ἐκείνου βλέπων ἐμόρφου τὰ εἴδη. Ταῦτά μοι ἀπὸ τοῦ Ἑβραίου Φίλωνος ἐνταῦθα κείσθω, ληφθέντα ἐκ συγγράμματος ᾧ τέθειται ἐπιγραφὴ Περὶ τοῦ τὸ χεῖρον τῷ κρείττονι φιλεῖν ἐπιτίθεσθαι. ἤδη δέ μοι καὶ ἄλλοτε τὰ τῆς τῶν παλαιῶν Ἑβραίων εὐσεβείας δόγματα παρατιθεμένῳ ἐν τοῖς τῆς Εὐαγγελικῆς Προπαρα-σκευῆς καὶ τὰ περὶ τοῦ δευτέρου αἰτίου διείληπται αὐτάρκως, ἐφ’ ἃ καὶ νῦν τοὺς φιλομαθεῖς ἀναπέμψω. τοσούτων οὖν παρ’ Ἑβραίοις καὶ τόνδε τὸν τρόπον περὶ τοῦ δευτέρου τῶν ὅλων αἰτίου τεθεολογημένων καιρὸς ἤδη καὶ τοῦ Πλάτωνος ἐν Ἐπινομίδι τάδε λέγοντος ἐπακοῦσαι· ιζ. ΠΛΑΤΩΝΟΣ ΠΕΡΙ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΑΙΤΙΟΥ Καὶ τιμὰς ἀποδιδῶμεν μὴ τῷ μὲν ἐνιαυτόν, τῷ δὲ μῆνα, τοῖς δὲ μή τινα μοῖραν τάττωμεν μηδέ τινα χρόνον, ἐν ᾧ διεξέρχεται τὸν αὑτοῦ πόλον, συναποτε-λῶν κόσμον, ὃν ἔταξε λόγος ὁ πάντων θειότατος· ὃν ὁ μὲν εὐδαίμων πρῶτον μὲν ἐθαύμασεν, ἔπειτα δὲ ἔρωτα ἔσχε τοῦ καταμαθεῖν ὁπόσα θνητῇ φύσει δυνατά. Καὶ ἐν Ἐπιστολῇ δὲ τῇ πρὸς Ἑρμείαν Ἔραστόν τε καὶ Κορίσκον εὖ μάλα πεφυλαγμένως τέθειται τὸ δόγμα, ὧδε πρὸς λέξιν ἐπιστέλλων· Ταύτην τὴν ἐπιστολὴν πάντας ὑμᾶς τρεῖς ὄντας ἀναγνῶναι χρή, μά-λιστα μὲν ἀθρόους, εἰ δὲ μή, κατὰ δύο κοινῇ κατὰ δύναμιν ὡς οἷόν τέ ἐστι πλειστάκις, καὶ χρῆσθαι συνθήκῃ καὶ νόμῳ [καὶ] κυρίῳ τούτῳ, ὅ ἐστι δίκαιον, ἐπομνύντας σπουδῇ τε ἅμα μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδείᾳ, καὶ τὸν πάντων θεὸν ἡγεμόνα τῶν τε ὄντων καὶ τῶν μελλόντων τοῦ τε ἡγεμόνος καὶ αἰτίου πατέρα κύριον ἐπομνύντας· ὅν, ἐὰν ὀρθῶς φιλοσοφῶμεν, εἰσόμεθα πάντες σαφῶς εἰς δύναμιν ἀνθρώπων εὐδαιμόνων. Ἆρά σοι δοκεῖ ταῦτα λέγων ὁ Πλάτων τοῖς Ἑβραίων ἐπηκολουθηκέναι δόγμασιν, ἢ πόθεν ἄλλοθεν ἐπῆλθεν αὐτῷ τοῦ πάντων τῶν γενητῶν αἰτίου κρείττονα ἄλλον θεόν, τὸν δὴ καὶ πατέρα τοῦ πανηγεμόνος, προσειπεῖν; πόθεν δ’ αὐτῷ τὸ τοῦ Κυρίου ἐπὶ τοῦ Πατρὸς τοῦ δημιουργοῦ τάξαι ὄνομα, μηδενός πω πρὸ αὐτοῦ Ἑλλήνων ἀκοαῖς, ἀλλὰ μηδὲ εἰς νοῦν ταῦτα καταβεβλημένου; εἰ δὲ καὶ ἑτέρων ἡμῖν πάλιν μαρτύρων δεῖ εἰς ἀναμφί-λεκτον παράστασιν τῆς τε τοῦ φιλοσόφου διανοίας καὶ τῆς τοῦ λόγου κατασκευῆς, ἐπάκουσον οἷά σοι Πλωτῖνος ἐν οἷς περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων συνέταξε διασαφεῖ γράφων· ιη. ΠΛΩΤΙΝΟΥ ΠΕΡΙ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΑΙΤΙΟΥ Κόσμον αἰσθητὸν τόνδε εἴ τις θαυμάζει, εἴς τε τὸ μέγεθος καὶ τὸ κάλλος καὶ τὴν τάξιν τῆς φορᾶς τῆς ἀϊδίου βλέπων καὶ θεοὺς τοὺς ἐν αὐτῷ, τοὺς μὲν ὁρωμένους, τοὺς δὲ καὶ ἀφανεῖς ὄντας, καὶ δαίμονας καὶ ζῷα φυτά τε πάντα, ἐπὶ τὸ ἀρχέτυπον αὐτοῦ καὶ τὸ ἀληθινώτερον ἀναβὰς κἀκεῖ πάντα ἰδέτω νοητὰ καὶ παρ’ αὐτῶν ἀί̈δια ἐν οἰκείᾳ συνέσει καὶ ζωῇ καὶ τούτων τὸν ἀκή-ρατον νοῦν προστάτην καὶ σοφίαν ἀμήχανον. Εἶθ’ ἑξῆς τούτοις ἐπιφέρει λέγων· Τίς οὖν ὁ τοῦτον γεννήσας; ὁ ἁπλοῦς καὶ ὁ πρὸ τοῦ τοιούτου, ὁ αἴτιος τοῦ καὶ εἶναι καὶ πολὺν εἶναι τοῦτον, ὁ τὸν ἀριθμὸν ποιῶν· ὁ γὰρ ἀριθμὸς οὐ πρῶτος· καὶ γὰρ πρὸ τῆς δυάδος τὸ ἕν· δεύτερον δὲ δυὰς καὶ παρὰ τοῦ ἑνὸς γενομένη. Καὶ πάλιν ὑποβὰς ἐπιλέγει· Πῶς οὖν καὶ τί δεῖ νοῆσαι περὶ ἐκεῖνο μένον; περίλαμψιν ἐξ αὐτοῦ μέν, ἐξ αὐτοῦ δὲ μένοντος· οἷον ἡλίου τὸ περὶ αὐτὸν λαμπρὸν φῶς περιθέον ἐξ αὐτοῦ τε αἰεὶ γεννώμενον, μένοντος δέ. καὶ πάντα τὰ ὄντα ἕως μένει, ἐκ τῆς αὑτῶν οὐσίας ἀναγκαίαν τὴν περὶ αὐτὰ πρὸς τὸ ἔξω αὐτῶν ἐκ τῆς παρούσης δυνάμεως δίδωσιν αὐτῶν ἐξηρτημένην ὑπόστασιν, εἰκόνα οὖσαν οἷον ἀρχετύ-πων, ὧν ἐξέφυ. πῦρ μὲν τὴν παρ’ αὑτοῦ θερμότητα καὶ χιὼν οὐκ εἴσω μόνον τὸ ψυχρὸν κατέχει. μάλιστα δὲ ὅσα εὐώδη μαρτυρεῖ τούτῳ· ἕως γάρ ἐστι, πρόεισί τι ἐξ αὐτῶν περὶ αὐτά, ὧν ἀπολαύει ὑποστάντων ὅ τι πλησίον. καὶ πάντα δὲ ὅσα ἤδη τέλεια γεννᾷ· τὸ δὴ αἰεὶ τέλειον αἰεὶ καὶ ἀί̈διον γεννᾷ· καὶ ἔλαττον δὲ ἑαυτοῦ γεννᾷ. τί οὖν χρὴ περὶ τοῦ τελειοτάτου λέγειν; μηδὲν ἀπ’ αὐτοῦ ἢ τὰ μέγιστα μετ’ αὐτό. μέγιστον δὲ μετ’ αὐτὸ νοῦς καὶ δεύτερον. καὶ γὰρ ὁρᾷ ὁ νοῦς ἐκεῖνον καὶ δεῖται αὐτοῦ μόνου, ἐκεῖνος δὲ τού-του οὐδέν. καὶ τὸ γεννώμενον ἀπὸ κρείττονος νοῦ νοῦν εἶναι· καὶ κρείττων ἁπάντων νοῦς, ὅτι τἄλλα μετ’ αὐτόν. Τούτοις ἑξῆς ἐπιφέρει λέγων· Ποθεῖ δὲ πᾶν τὸ γεννῆσαν [τὸ γεγεννημένον] καὶ τοῦτο ἀγαπᾷ, καὶ μάλιστα ὅταν ὦσι μόνοι τὸ γεννῆσαν καὶ τὸ γεγεννημένον. ὅταν δὲ καὶ τὸ ἄριστον ᾖ τὸ γεννῆσαν, ἐξ ἀνάγκης σύνεστιν αὐτῷ, ὡς τῇ ἑτερότητι μόνον κεχω-ρίσθαι. εἰκόνα δὲ ἐκείνου εἶναι λέγομεν τὸν νοῦν· δεῖ γὰρ σαφέστερον λέγειν. Καὶ πάλιν τούτοις ἐπιλέγει· Καὶ διὰ τοῦτο καὶ τὰ Πλάτωνος τριττά· πάντα περὶ τὸν πάντων βασιλέα φησὶ τὰ πρῶτα καὶ δεύτερον περὶ τὰ δεύτερα καὶ περὶ τὰ τρίτα τρίτον. λέγει δὲ καὶ τοῦ αἰτίου εἶναι πατέρα, αἴτιον μὲν τὸν νοῦν λέγων· δημιουργὸς γὰρ ὁ νοῦς αὐτῷ. τοῦτον δέ φησι τὴν ψυχὴν ποιεῖν ἐν τῷ κρατῆρι ἐκείνῳ. τοῦ δὲ αἰτίου νοῦ ὄντος πατέρα φησὶ τἀγαθὸν καὶ τὸ ἐπέκεινα νοῦ καὶ ἐπέκεινα οὐσίας. πολλαχοῦ δὲ τὸ ὂν καὶ τὸν νοῦν τὴν ἰδέαν λέγει. ὥστε Πλάτωνα εἰδέ-ναι ἐκ μὲν τοῦ ἀγαθοῦ τὸν νοῦν, ἐκ δὲ τοῦ νοῦ τὴν ψυχήν, καὶ εἶναι τοὺς λόγους τούσδε μὴ καινοὺς μηδὲ νῦν, ἀλλὰ πάλαι μὲν εἰρῆσθαι μὴ ἀναπεπταμένως, τοὺς δὲ νῦν λόγους ἐξηγητὰς ἐκείνων γεγονέναι, μαρτυρίοις πιστωσαμένους τὰς δόξας ταύτας παλαιὰς εἶναι τοῖς αὐτοῦ Πλάτωνος γράμμασι. Ταῦτα μὲν ὁ Πλωτῖνος· ὁ δὲ Νουμήνιος τὰ Πλάτωνος πρεσβεύων ἐν τοῖς Περὶ τἀγαθοῦ τάδε καὶ αὐτὸς περὶ τοῦ δευτέρου αἰτίου λέγων διερ-μηνεύει· ιθ. ΝΟΥΜΗΝΙΟΥ ΠΕΡΙ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΑΙΤΙΟΥ Τὸν μέλλοντα δὲ συνήσειν θεοῦ πέρι πρώτου καὶ δευτέρου χρὴ πρότε-ρον διελέσθαι ἕκαστα ἐν τάξει καὶ ἐν εὐθημοσύνῃ τινὶ κἄπειτα ἐπὰν δοκῇ ἤδη εὖ ἔχειν, τότε καὶ δεῖ ἐπιχειρεῖν εἰπεῖν κοσμίως, ἄλλως δὲ μή, ἢ τῷ πρωϊ-αίτερον πρὶν τὰ πρῶτα γενέσθαι ἁπτομένῳ σποδὸς ὁ θησαυρὸς γίνεσθαι λέ-γεται. μὴ δὴ πάθωμεν ἡμεῖς ταὐτόν· θεὸν δὲ προσκαλεσάμενοι ἑαυτοῦ γνώμονα γενόμενον τῷ λόγῳ δεῖξαι θησαυρὸν φροντίδων, ἀρχώμεθα οὕτως· εὐκτέον μὲν ἤδη, διελέσθαι δὲ δεῖ. ὁ θεὸς ὁ μὲν πρῶτος ἐν ἑαυτοῦ ὤν ἐστιν ἁπλοῦς, διὰ τὸ ἑαυτῷ συγγιγνόμενος διόλου μή ποτε εἶναι διαιρετός· ὁ θεὸς μέντοι ὁ δεύτερος καὶ τρίτος ἐστὶν εἷς· συμφερόμενος δὲ τῇ ὕλῃ δυάδι οὔσῃ ἑνοῖ μὲν αὐτήν, σχίζεται δὲ ὑπ’ αὐτῆς, ἐπιθυμητικὸν ἦθος ἐχούσης καὶ ῥεού-σης. τῷ οὖν μὴ εἶναι πρὸς τῷ νοητῷ (ἦν γὰρ ἂν πρὸς ἑαυτῷ) διὰ τὸ τὴν ὕλην βλέπειν ταύτης ἐπιμελούμενος ἀπερίοπτος ἑαυτοῦ γίνεται. καὶ
PG 21:893ἅπτεται τοῦ αἰσθητοῦ καὶ περιέπει ἀνάγει τε ἔτι εἰς τὸ ἴδιον ἦθος ἐπορεξά-μενος τῆς ὕλης. Καὶ μεθ’ ἕτερά φησι· Καὶ γὰρ οὔτε δημιουργεῖν ἐστι χρεὼν τὸν πρῶτον καὶ τοῦ δημιουρ-γοῦντος δὲ θεοῦ χρὴ εἶναι νομίζεσθαι πατέρα τὸν πρῶτον θεόν. εἰ μὲν οὖν περὶ τοῦ δημιουργικοῦ ζητοῖμεν, φάσκοντες δεῖν τὸν πρότερον ὑπάρξαντα οὕτως ἂν ποιεῖν ἔχειν διαφερόντως, ἐοικυῖα ἡ πρόσοδος αὕτη γεγονυῖα ἂν εἴη τοῦ λόγου· εἰ δὲ περὶ τοῦ δημιουργοῦ μή ἐστιν ὁ λόγος, ζητοῦμεν δὲ περὶ τοῦ πρώτου, ἀφοσιοῦμαί τε τὰ λεχθέντα καὶ ἔστω μὲν ἐκεῖνα ἄρρητα, μέτ-ειμι δὲ ἑλεῖν τὸν λόγον, ἑτέρωθεν θηράσας. πρὸ μέντοι τοῦ λόγου τῆς ἁλώσεως διομολογησώμεθα ἡμῖν αὐτοῖς ὁμολογίαν οὐκ ἀμφισβητήσιμον ἀκοῦσαι, τὸν μὲν πρῶτον θεὸν ἀργὸν εἶναι ἔργων ξυμπάντων καὶ βασιλέα, τὸν δημιουργικὸν δὲ θεὸν ἡγεμονεῖν δι’ οὐρανοῦ ἰόντα. διὰ δὲ τούτου καὶ ὁ στόλος ἡμῖν ἐστι, κάτω τοῦ νοῦ πεμπομένου ἐν διεξόδῳ πᾶσι τοῖς κοινωνῆ-σαι συντεταγμένοις. βλέποντος μὲν οὖν καὶ ἐπεστραμμένου πρὸς ἡμῶν ἕκαστον τοῦ θεοῦ συμβαίνει ζῆν τε καὶ βιώσκεσθαι τότε τὰ σώματα κηδεύ-οντα τοῦ θεοῦ τοῖς ἀκροβολισμοῖς· μεταστρέφοντος δὲ εἰς τὴν ἑαυτοῦ περιω-πὴν τοῦ θεοῦ ταῦτα μὲν ἀποσβέννυσθαι, τὸν δὲ νοῦν ζῆν βίου ἐπαυρόμενον εὐδαίμονος. Ταῦτα ὁ Νουμήνιος. σὺ δέ γε παράθες αὐτοῖς τὰ ἀπὸ τῆς τοῦ Δαβὶδ προφητείας πάλαι παρ’ Ἑβραίοις τοῦτον ᾀδόμενα τὸν τρόπον· Ὡς ἐμεγα-λύνθη τὰ ἔργα σου, κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου· πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτοῖς εὔκαιρον. δόντος σου αὐτοῖς συλλέξουσιν, ἀνοίξαντός σου τὴν χεῖρα τὰ πάντα πληρωθή-σεται χρηστότητος. ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται. ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέ-ψουσιν. ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. τί γὰρ ταῦτα διαφέροι ἂν τῆς φασκούσης τοῦ φιλοσόφου διανοίας ὡς ἄρα βλέποντος μὲν καὶ ἐπεστραμμένου πρὸς ἡμῶν ἕκαστον τοῦ θεοῦ συμβαίνει ζῆν τε καὶ βιώσκεσθαι τότε τὰ σώματα κηδεύοντα τοῦ θεοῦ τοῖς ἀκροβολισμοῖς, μεταστρέφοντος δὲ εἰς τὴν ἑαυτοῦ περιωπὴν τοῦ θεοῦ ταῦτα ἀποσβέννυσθαι; Πάλιν δ’ αὖ τοῦ σωτηρίου λόγου παρ’ ἡμῖν φάντος· Ἐγώ εἰμι ἡ ἄμπελος, ὁ πατήρ μου ὁ γεωργός, ὑμεῖς τὰ κλήματα ὁ Νουμήνιος ἐπά-κουσον οἷα περὶ τοῦ δευτέρου αἰτίου θεολογεῖ· Ὥσπερ δὲ πάλιν λόγος ἐστὶ γεωργῷ πρὸς τὸν φυτεύοντα ἀναφερό-μενος, τὸν αὐτὸν λόγον μάλιστά ἐστιν ὁ πρῶτος θεὸς πρὸς τὸν δημιουργόν. ὁ μέν γε ὢν σπέρμα πάσης ψυχῆς σπείρει εἰς τὰ μεταλαγχάνοντα αὐτοῦ χρή-ματα ξύμπαντα· ὁ νομοθέτης δὲ φυτεύει καὶ διανέμει καὶ μεταφυτεύει εἰς ἡμᾶς ἑκάστους τὰ ἐκεῖθεν προκαταβεβλημένα. Καὶ ἑξῆς δὲ πάλιν περὶ τοῦ πῶς ἀπὸ τοῦ πρώτου αἰτίου τὸ δεύτερον ὑπέστη τοιάδε φησίν· Ὁπόσα δὲ δοθέντα μέτεισι πρὸς τὸν λαμβάνοντα, ἀπελθόντα ἐκ τοῦ δεδωκότος (ἔστι [δὲ] θεραπεία, χρήματα, νόμισμα κοῖλον, ἐπίσημον)· ταυτὶ μὲν οὖν ἐστι θνητὰ καὶ ἀνθρώπινα, τὰ δὲ θεῖά ἐστιν οἷα μεταδοθέντα ἐνθένδ’ ἐκεῖθι γεγενημένα ἔνθεν τε οὐκ ἀπελήλυθε κἀκεῖθι γενόμενα τὸν μὲν ὤνησε, τὸν δ’ οὐκ ἔβλαψε καὶ προσώνησε τῇ περὶ ὧν ἠπίστατο ἀναμνήσει. ἔστι δὲ τοῦτο τὸ καλὸν χρῆμα ἐπιστήμη ἡ καλή, ἧς ὤνατο μὲν ὁ λαβών, οὐκ ἀπο-λείπεται δ’ αὐτῆς ὁ δεδωκώς. οἷον ἂν ἴδοις ἐξαφθέντα ἀφ’ ἑτέρου λύχνου λύχνον φῶς ἔχοντα, ὃ μὴ τὸν πρότερον ἀφείλατο ἀλλ’ ἢ τῆς ἐν αὐτῷ ὕλης πρὸς τὸ ἐκείνου πῦρ ἐξαφθείσης. τοιοῦτον τὸ χρῆμά ἐστι τὸ τῆς ἐπιστή-μης, ἣ δοθεῖσα καὶ ληφθεῖσα παραμένει μὲν τῷ δεδωκότι, σύνεστι δὲ τῷ λα-βόντι ἡ αὐτή. τούτου δὲ τὸ αἴτιον, ὦ ξένε, οὐδέν ἐστιν ἀνθρώπινον, ἀλλ’ ὅτι ἕξις τε καὶ οὐσία ἡ ἔχουσα τὴν ἐπιστήμην ἡ αὐτή ἐστι παρά τε τῷ δεδωκότι θεῷ καὶ παρὰ τῷ εἰληφότι ἐμοὶ καὶ σοί. διὸ καὶ ὁ Πλάτων τὴν σοφίαν ὑπὸ Προμηθέως ἐλθεῖν εἰς ἀνθρώπους μετὰ φανοτάτου τινὸς πυρὸς ἔφη. Καὶ πάλιν ὑποβὰς ἑξῆς φησιν· Εἰσὶ δ’ οὗτοι βίοι ὁ μὲν πρώτου, ὁ δὲ δευτέρου θεοῦ. δηλονότι ὁ μὲν πρῶτος θεὸς ἔσται ἑστώς, ὁ δὲ δεύτερος ἔμπαλίν ἐστι κινούμενος· ὁ μὲν οὖν πρῶτος περὶ τὰ νοητά, ὁ δὲ δεύτερος περὶ τὰ νοητὰ καὶ αἰσθητά. μὴ θαυμάσῃς δ’ εἰ τοῦτ’ ἔφην· πολὺ γὰρ ἔτι θαυμαστότερον ἀκούσῃ. ἀντὶ γὰρ τῆς προσούσης τῷ δευτέρῳ κινήσεως τὴν προσοῦσαν τῷ πρώτῳ στάσιν φημὶ εἶναι κίνησιν σύμφυτον, ἀφ’ ἧς ἥ τε τάξις τοῦ κόσμου καὶ ἡ μονὴ ἡ ἀί̈διος καὶ ἡ σωτηρία ἀναχεῖται εἰς τὰ ὅλα. Ἔτι τούτοις καὶ ἐν τῷ ἕκτῳ προστίθησι ταῦτα· Ἐπειδὴ ᾔδει ὁ Πλάτων παρὰ τοῖς ἀνθρώποις τὸν μὲν δημιουργὸν γινωσκόμενον μόνον, τὸν μέντοι πρῶτον νοῦν, ὅστις καλεῖται αὐτοόν, παντάπασιν ἀγνοούμενον παρ’ αὐτοῖς, διὰ τοῦτο οὕτως εἶπεν, ὥσπερ ἄν τις οὕτω λέγῃ· Ὦ ἄνθρωποι, ὃν τοπάζετε ὑμεῖς νοῦν οὐκ ἔστι πρῶτος, ἀλλὰ ἕτε-ρος πρὸ τούτου νοῦς πρεσβύτερος καὶ θειότερος. Καὶ μεθ’ ἕτερα ἐπιλέγει· Κυβερνήτης μέν που ἐν μέσῳ πελάγει φορούμενος ὑπὲρ πηδαλίων ὑψί-ζυγος τοῖς οἴαξι διιθύνει τὴν ναῦν ἐφεζόμενος, ὄμματα δ’ αὐτοῦ καὶ νοῦς εὐθὺ τοῦ αἰθέρος ξυντέταται πρὸς τὰ μετάρσια καὶ ἡ ὁδὸς αὐτῷ ἄνω δι’ οὐρα-νοῦ ἄπεισι, πλέοντι κάτω κατὰ τὴν θάλασσαν· οὕτω καὶ ὁ δημιουργὸς τὴν ὕλην, τοῦ μήτε διακροῦσαι μήτε ἀποπλαγχθῆναι αὐτήν, ἁρμονίᾳ ξυνδησάμενος αὐτὸς μὲν ὑπὲρ ταύτης ἵδρυται, οἷον ὑπὲρ νεὼς ἐπὶ θαλάττης, τῆς ὕλης· τὴν ἁρμονίαν δὲ ἰθύνει, ταῖς ἰδέαις οἰακίζων, βλέπει τε ἀντὶ τοῦ οὐρανοῦ εἰς τὸν ἄνω θεὸν προσαγόμενον αὐτοῦ τὰ ὄμματα λαμβάνει τε τὸ μὲν κριτικὸν ἀπὸ τῆς θεω-ρίας, τὸ δὲ ὁρμητικὸν ἀπὸ τῆς ἐφέσεως. Καὶ ὁ σωτήριος παρ’ ἡμῖν λόγος· Οὐδέν, φησί, δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα. ἀλλὰ γὰρ τοσαῦτα καὶ περὶ τοῦδε ὁ Νουμήνιος. ὅτι δὲ οὐκ οἰκεῖα, τὰ δὲ Πλάτωνι δοκοῦντα διεσάφει, οὐδὲν ἐπιλέγειν δεῖ ταῖς αὐτοῦ φωναῖς. ὁ δέ γε Πλάτων ὅτι μὴ πρῶτος ταῖσδε κέχρηται ταῖς ἐπιβολαῖς, φθάνουσι δ’ αὐτὸν προειλη-φότες Ἑβραίων οἱ σοφοί, δέδεικται διὰ τῶν ἐκτεθειμένων. εἰκότως δῆτα καὶ τῶν νέων φιλοσόφων διαφανὴς γεγονὼς Ἀμέλιος, τῆς Πλάτωνος καὶ αὐτὸς εἰ καί τις ἄλλος ζηλωτὴς φιλοσοφίας, πλὴν ἀλλὰ βάρβαρον ὀνομάσας τὸν Ἑβραῖον θεολόγον, εἰ καὶ μὴ ἐπ’ ὀνόματος ἠξίωσε τοῦ εὐαγγελιστοῦ Ἰωάννου μνήμην ποιήσασθαι, ἐπιμαρτυρεῖ δ’ οὖν ὅμως ταῖς αὐτοῦ φωναῖς, αὐτὰ δὴ ταῦτα πρὸς ῥῆμα γράφων· κ. ΑΜΕΛΙΟΥ ΠΕΡΙ ΤΗΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΠΑΡ’ ΗΜΙΝ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΘΕΟΛΟΓΙΑΣ Καὶ οὗτος ἄρα ἦν ὁ λόγος καθ’ ὃν αἰεὶ ὄντα τὰ γινόμενα ἐγίνετο, ὡς ἂν καὶ ὁ Ἡράκλειτος ἀξιώσειε καὶ νὴ Δί’ ὃν ὁ βάρβαρος ἀξιοῖ ἐν τῇ τῆς ἀρχῆς τάξει τε καὶ ἀξίᾳ καθεστηκότα πρὸς θεὸν εἶναι καὶ θεὸν εἶναι· δι’ οὗ πάνθ’ ἁπλῶς γεγενῆσθαι· ἐν ᾧ τὸ γενόμενον ζῶν καὶ ζωὴν καὶ ὂν πεφυκέναι· καὶ εἰς τὰ σώματα πίπτειν καὶ σάρκα ἐνδυσάμενον φαντάζεσθαι ἄνθρωπον μετὰ τοῦ καὶ τηνικαῦτα δεικνύειν τῆς φύσεως τὸ μεγαλεῖον· ἀμέλει καὶ ἀναλυθέντα πάλιν ἀποθεοῦσθαι καὶ θεὸν εἶναι, οἷος ἦν πρὸ τοῦ εἰς τὸ σῶμα καὶ τὴν σάρκα καὶ τὸν ἄνθρωπον καταχθῆναι. Ταῦτ’ οὐκέτι ἐπεσκιασμένως, ἀλλ’ ἄντικρυς ἤδη γυμνῇ τῇ κεφαλῇ
PG 21:901μεταπεφρασμένα ἐκ τῆς τοῦ βαρβάρου θεολογίας δῆλα ἂν εἴη. ὁ δέ γε βάρβα-ρος τίς ἦν αὐτῷ εἰ μὴ ὁ τοῦ σωτῆρος ἡμῶν εὐαγγελιστὴς Ἰωάννης, Ἑβραῖος ὢν ἐξ Ἑβραίων; ὅς που ἀρχόμενος τῆς οἰκείας γραφῆς ὧδέ πη θεολογεῖ· Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι’ αὐτὸν ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώ-πων. καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός. τοῦ δ’ αὐτοῦ πέρι καὶ ἄλλος Ἑβραίων θεολόγος ἐπάκουσον οἷα διέξεισιν· Ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα· καὶ πάντα δι’ αὐτοῦ συνέστηκε καὶ τὰ πάντα ἐν αὐτῷ ἐκτίσθη. ἀλλὰ καὶ τὰ περὶ τῆς τοῦ δευτέρου αἰτίου συστάσεώς τε καὶ οὐσιώσεως ὧδε τοῖς Ἑλλή-νων σοφοῖς πρὸς τὰ Ἑβραίων συμπεφώνηται. μετίωμεν δῆτα καὶ ἐφ’ ἕτερα. κα. ΠΕΡΙ ΤΩΝ ΤΡΙΩΝ ΑΡΧΙΚΩΝ ΥΠΟΣΤΑΣΕΩΝ Τῶν παρ’ Ἑβραίοις λογίων μετὰ τὸν περὶ πατρὸς καὶ υἱοῦ λόγον ἐν τρίτῃ τάξει τὸ ἅγιον πνεῦμα καταλεγόντων καὶ τήν γε ἁγίαν καὶ μακαρίαν τριάδα τοῦτον ὑποτιθεμένων τὸν τρόπον, ὡς ἂν τῆς τρίτης δυνάμεως πᾶσαν ὑπερ-βεβηκυίας γενητὴν φύσιν οὖσάν τε πρώτην μὲν τῶν διὰ τοῦ υἱοῦ συστασῶν νοερῶν οὐσιῶν, τρίτην δὲ ἀπὸ τοῦ πρώτου αἰτίου, θέα ὅπως καὶ ὁ Πλάτων τοιαῦτά τινα ᾐνίξατο διὰ τῆς πρὸς Διονύσιον ἐπιστολῆς λέγων· Φραστέον δή σοι δι’ αἰνιγμῶν, ἵν’ ἄν τι [ἡ] δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυ-χαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ. ὧδε γὰρ ἔχει· περὶ τὸν πάντων βασιλέα πάντ’ ἐστὶ καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον ἁπάντων καλῶν· δεύτερον δὲ περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα. ἡ οὖν ἀνθρωπίνη ψυχὴ περὶ αὐτὰ ὀρέγεται μαθεῖν ποῖα ἄττα ἐστί, βλέπουσα εἰς τὰ αὑτῆς συγγενῆ. Ταῦτα οἱ τὸν Πλάτωνα διασαφεῖν πειρώμενοι ἐπὶ τὸν πρῶτον θεὸν ἀνάγουσιν ἐπί τε τὸ δεύτερον αἴτιον καὶ τρίτον τὴν τοῦ κόσμου ψυχήν, θεὸν τρίτον καὶ αὐτὴν εἶναι ὁριζόμενοι· οἱ δέ γε θεῖοι λόγοι τὴν ἁγίαν καὶ μακαρίαν τριάδα, Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος, ἐν ἀρχῆς λόγῳ τάττουσι κατὰ τὰ ἀποδεδομένα. Ἕπεται τούτοις τὴν τοῦ ἀγαθοῦ ἐξετάσαι οὐσίαν. κβ. ΠΕΡΙ ΤΗΣ ΤΑΓΑΘΟΥ ΟΥΣΙΑΣ Τῆς παρ’ Ἑβραίοις θείας γραφῆς διαφόρως τὴν τοῦ ἀγαθοῦ οὐσίαν καὶ αὐτὸ τὸ ἀγαθὸν οὐδὲν ἄλλο εἶναι ἢ θεὸν διδασκούσης, δι’ ὧν τέ φησιν· Ἀγαθὸς κύριος πᾶσι τοῖς ὑπομένουσιν αὐτόν, ψυχῇ, ἣ ἐκζητήσει αὐτόν καὶ Ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ δι’ ὧν τε ὁ σωτήριος λόγος πρὸς τὸν περὶ τοῦδε ἐρόμενον ἀπεφήνατο εἰπών· Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός· ἐπά-κουσον τοῦ Πλάτωνος, ἅ φησιν ἐν Τιμαίῳ· Λέγωμεν δὴ δι’ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς ξυνέ-στησεν. ἀγαθὸς ἦν· ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίγνεται φθό-νος. τούτου δὲ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ. Καὶ ἐν τῇ Πολιτείᾳ δὲ ταῦτά φησιν· Ἆρ’ οὖν οὐ καὶ ὁ ἥλιος ὄψις μὲν οὐκ ἔστιν, αἴτιος δ’ ὢν αὐτῆς ὁρᾶται ὑπ’ αὐτῆς ταύτης; οὕτως, ἦ δ’ ὅς. τοῦτον τοίνυν, ἦν δ’ ἐγώ, φάναι με λέγειν τὸ[ν] τοῦ ἀγαθοῦ ἔκγονον, ὃν τὸ ἀγαθὸν ἐγέννησεν ἀνάλογον ἑαυτῷ, ὅ τι περ αὐτὸ ἐν τῷ νοητῷ τόπῳ πρός τε νοῦν καὶ τὰ νοούμενα, [τοῦτο] τοῦτον ἐν τῷ ὁρατῷ πρός τε ὄψιν καὶ τὰ ὁρώμενα. Καὶ ἑξῆς ἐπιλέγει· Τοῦτο τοίνυν τὸ τὴν ἀλήθειαν παρέχον τοῖς γινωσκομένοις καὶ τὸ γινώ-σκοντι τὴν δύναμιν ἀποδιδοῦν τὴν τοῦ ἀγαθοῦ ἰδέαν φάθι εἶναι. Καὶ πάλιν φησί· Τὸν ἥλιον τοῖς ὁρωμένοις οὐ μόνον, οἶμαι, τὴν τοῦ ὁρᾶσθαι δύναμιν παρέχειν φήσεις, ἀλλὰ καὶ τὴν γένεσιν καὶ αὔξην καὶ τροφήν, οὐ γένεσιν αὐτὸν ὄντα. πῶς γάρ; καὶ τοῖς γινωσκομένοις τοίνυν μὴ μόνον τὸ γινώσκεσθαι φά-ναι ὑπὸ τοῦ ἀγαθοῦ παρεῖναι, ἀλλὰ καὶ τὸ εἶναί τε καὶ τὴν οὐσίαν ὑπ’ ἐκεί-νου αὐτοῖς προσεῖναι, οὐκ οὐσίας ὄντος τοῦ ἀγαθοῦ, ἀλλ’ ἐπέκεινα οὐσίας πρεσβείᾳ καὶ δυνάμει ὑπερέχοντος. Σαφέστατα διὰ τούτων οὐ μόνον τὸ γινώσκεσθαι τὰς νοητὰς οὐσίας, ἀλλὰ καὶ τὸ εἶναι καὶ τὴν οὐσίαν ἔχειν παρὰ τοῦ ἀγαθοῦ, δηλαδὴ τοῦ θεοῦ, φησὶν ὁ Πλάτων τό τε ἀγαθὸν μὴ εἶναι οὐσίαν, ἀλλ’ ἐπέκεινα τῆς οὐσίας, πρεσβείᾳ καὶ δυνάμει ὑπερέχον· ὥστε μὴ ὁμοούσια αὐτὰ τίθεσθαι, ἀλλὰ μηδὲ ἀγέννητα νομίζειν, ὅτι δὴ καὶ τὸ εἶναι καὶ τὴν οὐσίαν εἴληφε παρὰ τοῦ μὴ ὄντος οὐσίας, ἀλλ’ ἐπέκεινα οὐσίας πρεσβείᾳ καὶ δυνάμει ὑπερέχον-τος· ὃν δὴ καὶ μόνον εἰκότως θεὸν τὰ Ἑβραίων ἀναγορεύει λόγια, ὡς ἂν τοῖς πᾶσιν αἴτιον ὄντα. τὰ δὴ οὖν μήτε τὸ εἶναι μήτε τὴν οὐσίαν παρ’ ἑαυτῶν ἔχοντα, ἀλλὰ μηδὲ τῆς τἀγαθοῦ φύσεως ὄντα οὐ δὴ εὔλογον θεοὺς ἡγεῖσθαι, οἷς μὴ φύσει τὸ ἀγαθὸν πρόσεστιν· ἑνὶ γὰρ τοῦτο μόνῳ καὶ οὐδενὶ ἄλλῳ ἀναθετέον, τῷ μόνῳ ἀγαθῷ, ὃ δὴ καὶ ἐπέκεινα πάσης οὐσίας πρεσβείᾳ τε καὶ δυνάμει ὑπερέχειν θαυμασίως ὁ Πλάτων ἀνεφώ-νησε. πάλιν δὲ καὶ ὁ Νουμήνιος ἐν τοῖς Περὶ τἀγαθοῦ τὴν τοῦ Πλάτωνος διάνοιαν ἑρμηνεύων, τοῦτον διέξεισι τὸν τρόπον· κγ. ΝΟΥΜΗΝΙΟΥ ΠΕΡΙ ΤΑΓΑΘΟΥ Τὰ μὲν οὖν σώματα λαβεῖν ἡμῖν ἔξεστι σημαινομένοις ἔκ τε ὁμοίων ἀπό τε τῶν ἐν τοῖς παρακειμένοις γνωρισμάτων ἐνόντων· τἀγαθὸν δὲ οὐδενὸς ἐκ παρακειμένου οὐδὲ αὖ ἀπὸ ὁμοίου αἰσθητοῦ ἐστι λαβεῖν μηχανή τις οὐδεμία, ἀλλὰ δεήσει, οἷον εἴ τις ἐπὶ σκοπῇ καθήμενος ναῦν ἁλιάδα βραχεῖάν τινα τούτων τῶν ἐπακτρίδων, τῶν μόνων μίαν μόνην ἔρημον, μετακυμίοις ἐχομένην ὀξὺ δεδορκὼς μιᾷ βολῇ κατεῖδε τὴν ναῦν, οὕτως δεῖ τινα ἀπελθόντα πόρρω ἀπὸ τῶν αἰσθητῶν ὁμιλῆσαι τῷ ἀγαθῷ μόνῳ μόνον, ἔνθα μήτε τις ἄνθρωπος μήτε τι ζῷον ἕτερον μηδὲ σῶμα μέγα μηδὲ σμικρόν, ἀλλά τις ἄφατος καὶ ἀδιήγητος ἀτεχνῶς ἐρημία θεσπέσιος, ἔνθα τοῦ ἀγαθοῦ ἤθη διατριβαί τε καὶ ἀγλαί̈αι, αὐτὸ δὲ ἐν εἰρήνῃ, ἐν εὐμενείᾳ, τὸ ἤρεμον, τὸ ἡγεμονικὸν ἵλεω ἐποχούμενον ἐπὶ τῇ οὐσίᾳ. εἰ δέ τις πρὸς τοῖς αἰσθητοῖς λιπαρῶν τὸ ἀγαθὸν ἐφιπτά-μενον φαντάζεται κἄπειτα τρυφῶν οἴοιτο τῷ ἀγαθῷ ἐντετυχηκέναι, τοῦ παν-τὸς ἁμαρτάνει. τῷ γὰρ ὄντι οὐ ῥᾳδίας, θείας δὲ πρὸς αὐτὸ δεῖ μεθόδου· καὶ ἔστι κράτιστον τῶν αἰσθητῶν ἀμελήσαντι, νεανιευσαμένῳ πρὸς τὰ μαθήματα, τοὺς ἀριθμοὺς θεασαμένῳ, οὕτως ἐκμελετῆσαι μάθημα, τί ἐστι τὸ ὄν. Ταῦτα μὲν ἐν τῷ πρώτῳ· ἐν δὲ τῷ πέμπτῳ ταῦτά φησιν· Εἰ δ’ ἔστι μὲν νοητὸν ἡ οὐσία καὶ ἡ ἰδέα, ταύτης δ’ ὡμολογήθη πρε-οβύτερον καὶ αἴτιον εἶναι ὁ νοῦς, αὐτὸς οὗτος μόνος εὕρηται ὢν τὸ ἀγαθόν. καὶ γὰρ εἰ ὁ μὲν δημιουργὸς θεός ἐστι γενέσεως, ἀρκεῖ τὸ ἀγαθὸν οὐσίας εἶναι ἀρχή. ἀνάλογον δὲ τούτῳ μὲν ὁ δημιουργὸς θεός, ὢν αὐτοῦ μιμητής, τῇ δὲ οὐσίᾳ ἡ γένεσις, [ἣ] εἰκὼν αὐτῆς ἐστι καὶ μίμημα. εἴπερ δὲ ὁ δημιουργὸς ὁ τῆς γενέσεώς ἐστιν ἀγαθός, ἦ που ἔσται καὶ ὁ τῆς οὐσίας δημιουργὸς αὐτο-
PG 21:905άγαθον, σύμφυτον τῇ οὐσίᾳ. ὁ γὰρ δεύτερος διττὸς ὢν αὐτοποιεῖ τήν τε ἰδέαν ἑαυτοῦ καὶ τὸν κόσμον, δημιουργὸς ὤν, ἔπειτα θεωρητικὸς ὅλως. συλλε-λογισμένων δ’ ἡμῶν ὀνόματα τεσσάρων πραγμάτων τέσσαρα ἔστω ταῦτα· ὁ μὲν πρῶτος θεὸς αὐτοάγαθον· ὁ δὲ τούτου μιμητὴς δημιουργὸς ἀγαθός· ἡ δ’ οὐσία μία μὲν ἡ τοῦ πρώτου, ἑτέρα δὲ ἡ τοῦ δευτέρου· ἧς μίμημα ὁ κα-λὸς κόσμος, κεκαλλωπισμένος μετουσίᾳ τοῦ καλοῦ. Καὶ ἐν τῷ ἕκτῳ δὲ ἐπιλέγει· Μετέχει δὲ αὐτοῦ τὰ μετίσχοντα ἐν ἄλλῳ μὲν οὐδενί, ἐν δὲ μόνῳ τῷ φρονεῖν· ταύτη ἄρα καὶ τῆς ἀγαθοῦ συμβάσεως ὀνίναιτ’ ἄν, ἄλλως δ’ οὔ. καὶ μὲν δὴ τὸ φρονεῖν, τοῦτο δὴ συντετύχηκε μόνῳ τῷ πρώτῳ. ὑφ’ οὗ οὖν τὰ ἄλλα ἀποχραίνεται καὶ ἀγαθοῦται, ἐὰν τοῦτο ἐκείνῳ μόνον μόνῳ προσῇ, ἀβελτέρας ἂν εἴη ψυχῆς ἔτι ἀμφιλογεῖν. εἰ γὰρ ἀγαθός ἐστιν ὁ δεύτερος οὐ παρ’ ἑαυτοῦ, παρὰ δὲ τοῦ πρώτου, πῶς οἷόν τε ὑφ’ οὗ μετουσίας ἐστὶν οὗτος ἀγαθός, μὴ ἀγαθὸν [εἶναι], ἄλλως τε κἂν τύχῃ αὐτοῦ ὡς ἀγαθοῦ μεταλαχὼν ὁ δεύτερος; οὕτως τοι ὁ Πλάτων ἐκ συλλογισμοῦ τῷ ὀξὺ βλέποντι ἀπέδωκε τὸ ἀγαθὸν ὅτι ἐστὶν ἕν. Καὶ πάλιν ἑξῆς φησι· Ταῦτα δὲ οὕτως ἔχοντα ἔθηκεν ὁ Πλάτων ἄλλῃ καὶ ἄλλῃ χωρίσας· ἰδίᾳ μὲν γὰρ τὸν κυκλικὸν ἐπὶ τοῦ δημιουργοῦ ἐγράψατο ἐν Τιμαίῳ εἰπὼν ἀγαθὸς ἦν· ἐν δὲ τῇ Πολιτείᾳ τὸ ἀγαθὸν εἶπεν ἀγαθοῦ ἰδέαν, ὡς δὴ τοῦ δημιουργοῦ ἰδέαν οὖσαν τὸ ἀγαθόν, ὅστις πέφανται ἡμῖν ἀγαθὸς μετουσίᾳ τοῦ πρώτου τε καὶ μόνου. ὥσπερ γὰρ ἄνθρωποι μὲν λέγονται τυπωθέν-τες ὑπὸ τῆς ἀνθρώπου ἰδέας, βόες δ’ ὑπὸ τῆς βοός, ἵπποι δ’ ὑπὸ τῆς ἵππου ἰδέας, οὕτως καὶ εἰκότως ὁ δημιουργός, εἴπερ ἐστὶ μετουσίᾳ τοῦ πρώτου ἀγαθοῦ ἀγαθός, [ἀγαθοῦ] ἰδέα ἂν εἴη ὁ πρῶτος νοῦς, ὢν αὐτοάγαθον. κδ. ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΠΛΑΤΩΝΙ ΙΔΕΩΝ Οὕτω δὲ γεγενημένος (δῆλον δ’ ὅτι ὁ κόσμος) πρὸς τὸ λόγῳ καὶ φρονή-σει περιληπτὸν καὶ κατὰ τὰ αὐτὰ ἔχον δεδημιούργηται. τούτων δὲ ὑπαρχόντων αὖ πᾶσα ἀνάγκη τόνδε τὸν κόσμον εἰκόνα τινὸς εἶναι. τὰ γὰρ δὴ νοητὰ ζῷα πάντα ἐκεῖνο ἐν ἑαυτῷ περιλαβὸν ἔχει, καθάπερ ὅδε ὁ κόσμος ἡμᾶς. Ταῦτα μὲν ὁ Πλάτων ἐν Τιμαίῳ. τὴν δὲ τῶν εἰρημένων διάνοιαν ἐκ τῶν Διδύμῳ Περὶ τῶν ἀρεσκόντων Πλάτωνι συντεταγμένων ἐκθήσομαι. γράφει δὲ οὕτως· Τῶν κατὰ φύσιν αἰσθητῶν κατὰ γένος ὡρισμένα τινὰ παραδείγματα φάμενος εἶναι τὰς ἰδέας, ὧν τὰς ἐπιστήμας γίνεσθαι καὶ τοὺς ὅρους· παρὰ πάντας γὰρ ἀνθρώπους ἄνθρωπόν τινα νοεῖσθαι καὶ παρὰ πάντας ἵππους ἵππον καὶ κοινῶς παρὰ τὰ ζῷα ζῷον ἀγένητον καὶ ἄφθαρτον. ὃν τρόπον δὲ σφραγῖδος μιᾶς ἐκμαγεῖα γίνεσθαι πολλὰ καὶ συχνὰς εἰκόνας ἑνὸς ἀνδρός, οὕτως ἐκ μιᾶς ἑκάστης ἰδέας αἰσθητῶν σωμάτων φύσεις παμπληθεῖς, τῆς μὲν ἀνθρώπων ἀνθρώπους ἅπαντας, ... καὶ κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τῶν ἄλλων τῶν κατὰ φύσιν. εἶναι δὲ τὴν ἰδέαν ἀί̈διον οὐσίαν, αἰτίαν καὶ ἀρχὴν τοῦ ἕκαστον εἶναι τοιοῦτον οἵα ἐστὶν αὐτή. καθάπερ οὖν τὰς κατὰ μέρος ὥσπερ ἀρχέτυπα τῶν αἰσθητῶν προηγεῖσθαι σωμάτων, οὕτως τὴν πάσας ἐν ἑαυτῇ περιέχουσαν, καλλίστην καὶ τελειοτάτην οὖσαν, ὑπάρχειν τοῦδε παράδειγμα τοῦ κόσμου· πρὸς γὰρ ταύτην ἀφομοιωθέντα ὑπὸ τοῦ δημιουρ-γήσαντος αὐτὸν ἀπειργάσθαι θεοῦ κατὰ πρόνοιαν ἐκ τῆς πάσης οὐσίας. Ταῦτα καὶ ἀπὸ τοῦ δεδηλωμένου ἀνδρός. φθάνει γε μὴν καὶ ταῦτα Μωσῆς ὁ πάνσοφος, πρὸ τοῦ φαινομένου ἡλίου καὶ ἄστρων καὶ πρὸ τοῦ ὁρωμένου οὐρανοῦ, ὃ δὴ στερέωμα καλεῖ, πρό τε τῆς καθ’ ἡμᾶς ξηρᾶς γῆς καὶ πρὸ τῆς παρ’ ἡμῖν ἡμέρας καὶ νυκτὸς φῶς ἕτερον παρὰ τὸ τοῦ ἡλίου ἡμέραν τε καὶ νύκτα καὶ τὰ λοιπὰ πρὸς τοῦ πανηγεμόνος καὶ αἰτίου τῶν ὅλων θεοῦ πεποιῆσθαι διδάσκων. ἀλλὰ καὶ οἱ μετὰ Μωσέα παῖδες Ἑβραίων ἥλιόν τινα εἶναι ἀσώματον οὐ πᾶσιν ὁρατὸν οὐδὲ θνητοῖς ὀφθαλμοῖς ὑπαγόμενον ὁρίζονται, ὡς ὁ προφήτης ἐκ προσώπου θεοῦ λέγων· Τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης. καὶ αὐτὴν δὲ δικαιο-σύνην, οὐχὶ τὴν ποιὰν ἐν ἀνθρώποις, ἀλλὰ τὴν ταύτης ἰδέαν οἶδεν ἄλλος Ἑβραίων προφήτης, ὁ φήσας περὶ θεοῦ· Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιο-σύνην; ἐκάλεσεν αὐτὴν κατὰ πρόσωπον αὐτοῦ, καὶ πορεύσεται; δώσει ἐνώπιον ἐθνῶν. καὶ Λόγον δὲ θεῖον ἀσώματον καὶ οὐσιώδη ἀρτίως ἡμῖν ὁ κοινὸς ἡμῶν λόγος ἐν τοῖς πρόσθεν ἀπὸ τῆς Ἑβραίων παρίστη γραφῆς. οὗ πέρι Λόγου καὶ τάδε παρὰ τοῖς αὐτοῖς εἴρηται· Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. λέγεται καὶ ζωή, λέγεται καὶ σοφία, λέγεται καὶ ἀλήθεια. καὶ πάντα τὰ κατ’ οὐσίαν ὄντα τε καὶ ὑφεστῶτα οἱ Ἑβραίων λόγοι διδάσκουσιν (εἰ δὴ Ἑβραῖοι καὶ οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοί τε καὶ μαθηταί), ναὶ μὴν καὶ μυρίας ἄλλας ἀσωμάτους δυνάμεις οὐρανοῦ τε ἐπέκεινα καὶ πάσης τῆς ὑλικῆς καὶ ῥοώ-δους οὐσίας, ὧν τὰς εἰκόνας ἐν τοῖς αἰσθητοῖς φασι κατα[τε]τυπῶς[θ]αι, ἐφ’ ὧν ἤδη καὶ τοὔνομα τῆς εἰκόνος παρειλήφασι. τὸν γοῦν ἄνθρωπον εἰκόνα διαρρήδην νοητοῦ παραδείγματος εἶναι καὶ πάντα τὸν ἀνθρώπων βίον ἐν εἰκόνι διαπορεύεσθαι εἰρήκασι. λέγει δ’ οὖν ὁ Μωσῆς· Καὶ ἐποίη-σεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. καὶ πάλιν ἄλλος Ἑβραῖος τὰ πάτρια φιλοσοφῶν· Μέντοιγε, φησίν, ἐν εἰκόνι διαπο-ρεύεται ἄνθρωπος. ἤδη δὲ καὶ οἱ τῶν ἱερῶν νόμων ἐξηγηταὶ ἐπάκουσον ὅπως τὴν ἐν τοῖς Μωσέως γράμμασι διάνοιαν σαφηνίζουσι. λέγει δ’ οὖν ὁ Ἑβραῖος Φίλων τὰ πάτρια διερμηνεύων αὐτοῖς ῥήμασιν· κε. ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΜΩΣΕΙ ΙΔΕΩΝ Εἰ δέ τις ἐθελήσειε γυμνότερον χρήσασθαι τοῖς ὀνόμασιν, οὐδὲν ἂν ἕτερον εἴποι τὸν νοητὸν κόσμον ἢ θεοῦ λόγον ἤδη κοσμοποιοῦντος. οὐδὲ γὰρ ἡ νοητὴ πόλις ἕτερόν τί ἐστιν ἢ ὁ τοῦ ἀρχιτέκτονος λογισμὸς ἤδη τὴν νοητὴν πόλιν κτίζειν διανοουμένου. τὸ δὲ δόγμα τοῦτο Μωσέως ἐστίν, οὐκ ἐμόν. τὴν γοῦν ἀνθρώπου γένεσιν ἀναγράφων ἐν τοῖς ἔπειτα διαρρήδην ὁμολογεῖ, ὡς ἄρα κατ’ εἰκόνα θεοῦ διετυπώθη. εἰ δὲ τὸ μέρος εἰκὼν εἰκόνος, δηλονότι καὶ τὸ ὅλον εἶδος, σύμπας οὗτος ὁ αἰσθητὸς κόσμος, εἰ μεί-ζων τῆς ἀνθρωπίνης ἐστί, μίμημα θείας εἰκόνος· δῆλον [δὲ] ὅτι καὶ ἡ ἀρχέ-τυπος σφραγίς, ὅν φαμεν νοητὸν εἶναι κόσμον, αὐτὸς ἂν εἴη τὸ παράδειγμα, ἀρχέτυπος ἰδέα τῶν ἰδεῶν, ὁ θεοῦ λόγος. Φησὶ δ’ ὡς ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,3 τὴν ἀρχὴν παραλαμβάνων οὐχ, ὡς οἴονταί τινες, τὴν κατὰ χρόνον· χρόνος γὰρ οὐκ ἦν πρὸ κόσμου, ἀλλ’ ἢ σὺν αὐτῷ γέγονεν ἢ μετ’ αὐτόν. ἐπεὶ γὰρ διάστημα τῆς τοῦ κόσμου κινήσεώς ἐστιν ὁ χρόνος, πρότερον δὲ τοῦ κινουμένου κίνησις οὐκ ἂν γένοιτο, ἀλλ’ ἢ ἀναγκαῖον αὐτὴν ὕστερον ἢ ἅμα συνίστασθαι, ἀναγκαῖον ἄρα καὶ τὸν χρόνον ἢ ἰσήλικα κόσμου γεγονέναι ἢ νεώτερον ἐκείνου, πρεσβύτερον δὲ ἀποφαί-νεσθαι τολμᾶν ἀφιλόσοφον. εἰ δ’ ἀρχὴ μὴ παραλαμβάνεται τὰ νῦν ἡ κατὰ χρόνον, εἰκὸς ἂν εἴη μηνύεσθαι τὴν κατ’ ἀριθμόν, ὡς τὸ ἐν ἀρχῇ ἐποίησεν ἴσον εἶναι τῷ πρῶτον ἐποίησε τὸν οὐρανόν. Εἶθ’ ἑξῆς λέγει· Πρῶτον οὖν ὁ ποιῶν ἐποίει οὐρανὸν ἀσώματον καὶ γῆν ἀόρατον καὶ ἀέρος ἰδέαν καὶ κενοῦ· ὧν τὸ μὲν ἐπεφήμισε σκότος, ἐπειδὴ μέλας ὁ ἀὴρ τῇ
PG 21:913φύσει, τὴν δὲ ἄβυσσον· πολύβυθον γὰρ τό γε κενὸν καὶ ἀχανές. εἶθ’ ὕδατος ἀσώματον οὐσίαν καὶ πνεύματος καὶ ἐπὶ πᾶσιν ἑβδόμου φωτός, ὃ πάλιν ἀσώματον ἦν καὶ νοητὸν ἡλίου παράδειγμα καὶ πάντα ὅσα φωσφόρα ἄστρα κατὰ τὸν οὐρανὸν ἔμελλε συνίστασθαι. προνομίας δὲ τό τε πνεῦμα καὶ τὸ φῶς ἠξιοῦτο. τὸ μὲν γὰρ ὠνόμασε θεοῦ, διότι ζωτικώτατον τὸ πνεῦμα, ζωῆς δὲ θεὸς αἴτιος, τὸ δὲ φῶς, ὅτι ὑπερβάλλον καλόν· τοσούτῳ τὸ νοητὸν τοῦ ὁρατοῦ λαμπρότερόν τε καὶ αὐγοειδέστερον, ὅσῳπερ ἥλιος, οἶμαι, σκότους καὶ ἡμέρα νυκτὸς καὶ τὰ κριτήρια, νοῦς ὁ τῆς ὅλης ψυχῆς ἡγεμών, ὀφθαλμῶν σώματος. τὸ δὲ ἀόρατον καὶ νοητὸν φῶς ἐκεῖνο θείου λόγου γέγονεν εἰκὼν τοῦ διερμηνεύσαντος τὴν γένεσιν αὐτοῦ· καὶ ἔστιν ὑπερουράνιος ἀστήρ, πηγὴ τῶν αἰσθητῶν ἀστέρων, ἣν οὐκ ἂν ἀπὸ σκοποῦ καλέσειεν ἄν τις παναύ-γειαν, ἀφ’ ἧς ἥλιος καὶ σελήνη καὶ οἱ ἄλλοι πλανῆται καὶ ἀπλανεῖς ἀρύτον-ται, καθ’ ὅσον ἑκάστῳ δύναμις, τὰ πρέποντα φέγγη, τῆς ἀμιγοῦς καὶ καθαρᾶς αὐγῆς ἐκείνης ἀμαυρουμένης, οὗ ἂν ἄρξηται τρέπεσθαι κατὰ τὴν ἐκ νοητοῦ πρὸς αἰσθητὸν μεταβολήν. εἰλικρινὲς γὰρ οὐδὲν τῶν ἐν αἰσθήσει. Καὶ μετὰ βραχέα ἐπιλέγει· Ἐπεὶ δὲ φῶς μὲν ἐγένετο, σκότος δ’ ὑπεξέστη καὶ ἀνεχώρησεν, ὅροι δ’ ἐν τοῖς μεταξὺ διαστήμασιν ἐπάγησαν ἑσπέρα καὶ πρωί̈α, κατὰ τἀναγκαῖον τοῦ χρόνου μέτρον ἀπετελεῖτο εὐθὺς ὃ καὶ ἡμέραν καλῶς ποιῶν ἐκάλεσεν, καὶ ἡμέραν οὐχὶ πρώτην, ἀλλὰ μίαν, ἣ λέλεκται διὰ τὴν τοῦ νοητοῦ κόσμου μόνωσιν, μοναδικὴν ἔχοντος φύσιν. ὁ μὲν οὖν ἀσώματος κόσμος ἤδη πέρας εἶχεν, ἱδρυθεὶς ἐν τῷ θείῳ λόγῳ· ὁ δ’ αἰσθητὸς πρὸς παράδειγμα τού-του ἐτελειογονεῖτο. καὶ πρῶτον αὐτοῦ τῶν μερῶν, ὃ καὶ πάντων ἄριστον, ἐποίει τὸν οὐρανὸν ὁ δημιουργός, ὃν ἐτύμως στερέωμα προσηγόρευσεν, ἅτε σω-ματικὸν ὄντα· τὸ γὰρ σῶμα φύσει στερεόν, ὅ τι περ καὶ τριχῆ διαστατόν· στερεοῦ δὲ καὶ σώματος ἔννοια τίς ἑτέρα πλὴν τὸ πάντη διεστηκός; εἰκότως οὖν ἀντιθεὶς τῷ νοητῷ καὶ ἀσωμάτῳ τὸν αἰσθητὸν καὶ σωματοειδῆ, τοῦτον στερεὸν ἐκάλεσε. Ταῦτα ὁ Φίλων. συνᾴδει δὲ αὐτῷ καὶ ὁ Κλήμης ἐν τῷ ἕκτῳ Στρω-ματεῖ λέγων ὧδε· κ. ΚΛΗΜΕΝΤΟΣ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ Κόσμον τε αὖθις τὸν μὲν νοητὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία, τὸν δὲ αἰσθητόν· τὸν μὲν ἀρχέτυπον, τὸν δὲ εἰκόνα τοῦ καλοῦ παραδείγματος. καὶ τὸν μὲν ἀνατίθησι μονάδι, ὡς ἂν νοητόν, τὸν δὲ αἰσθητὸν ἑξάδι· γάμος γὰρ παρὰ τοῖς Πυθαγορείοις, ὡς ἂν γόνιμος ἀριθμός, ἡ ἑξὰς καλεῖται. καὶ ἐν μὲν τῇ μονάδι συνίστησιν οὐρανὸν ἀόρατον καὶ γῆν ἁγίαν καὶ φῶς νοη-τόν. ἐν ἀρχῇ γάρ,3 φησίν, ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος.3 εἶτ’ ἐπιφέρει· Καὶ εἶπεν ὁ θεός· Γενέσθω φῶς, καὶ ἐγένετο φῶς.3 ἐν δὲ τῇ κοσμογονίᾳ τῇ αἰσθητῇ στερεὸν οὐρανὸν δημιουργεῖ (τὸ δὲ στερεὸν αἰσθητόν) γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον. ἆρ’ οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ Πλά-των ζῴων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ καὶ τὰ εἴδη τὰ αἰσθητὰ κατὰ τὰ γένη δημιουργεῖν τὰ νοητά; εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα δια-πλάττεσθαι λέγει Μωσῆς, ὃ γήϊνόν φησιν ὁ Πλάτων σκῆνος, ψυχὴν δὲ τὴν λογικὴν ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ θεοῦ εἰς πρόσωπον. ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπεισόδιον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου εἴσοδον ἑρμηνεύοντες, διὸ καὶ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν τὸν ἄνθρωπον γεγονέναι. εἰκὼν μὲν γὰρ θεοῦ λόγος ὁ θεῖος καὶ βασιλικός, ἄνθρωπος ἀπαθής· εἰκὼν δὲ εἰκόνος ἀνθρώπινος νοῦς. [Ἀκούσωμεν δὲ καὶ τῶν ῥηθησομένων·] κζ. ΕΒΡΑΙΩΝ ΚΑΙ ΠΛΑΤΩΝΟΣ ΠΕΡΙ ΤΩΝ ΕΝΑΝΤΙΩΝ ΔΥΝΑΜΕΩΝ Ἔτι πρὸς τούτοις ὁ Πλάτων τοῖς Ἑβραίων ἐπακολουθήσας λόγοις οὐ μόνον ἀσωμάτους καὶ ἀγαθὰς δυνάμεις, ἀλλὰ καὶ ἐναντίας φησὶν εἶναι, ὧδέ πη γράφων ἐν τῷ δεκάτῳ τῶν Νόμων· Ψυχὴν διοικοῦσαν καὶ ἐνοικοῦσαν τοῖς πάντη κινουμένοις οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι; Τί μήν; Μίαν, ἢ πλείους; ἐγὼ ὑπὲρ σφῶν ἀποκρινοῦμαι. δυοῖν μέν που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργά-ζεσθαι. Εἶθ’ ὑποβάς φησιν· Ἐπειδὴ γὰρ συνεχωρήσαμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἶναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή, μάχη, φαμέν, ἀθάνατός ἐσθ’ ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη ξύμμαχοί τε ἡμῖν θεοί τε καὶ δαίμονες, ἡμεῖς δ’ αὖ κτήματα θεῶν καὶ δαι-μόνων. Πόθεν καὶ ταῦτα τῷ Πλάτωνι ἐγὼ μὲν οὐκ ἂν ἔχοιμι φράζειν· ὃ δ’ ἔχω φάναι, ἀληθές, μυρίοις πρόσθεν ἢ Πλάτωνα γενέσθαι χρόνοις καὶ τοῦθ’ Ἑβραίοις ἀνωμολογῆσθαι τὸ δόγμα. λέγει δ’ οὖν ἡ παρ’ αὐτοῖς γραφή· Καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ θεοῦ· καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν, περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας αὐτήν, διάβολον μὲν τὴν ἐναντίαν δύναμιν, ἀγγέ-λους δὲ θεοῦ τὰς ἀγαθὰς προσειποῦσα. ταύτας δὲ τὰς ἀγαθὰς δυνάμεις καὶ πνεύματα θεῖα καὶ λειτουργοὺς θεοῦ προσαγορεύει ἐν οἷς φησιν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. ἀλλὰ καὶ τὴν διαμάχην τῶν ἐναντίων ὧδε παρίστησιν ὁ φήσας· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους [τοῦ αἰῶνος] τού-του, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. ἄντικρυς δ’ ἔοικεν ὁ Πλάτων τὸ Μωσέως λόγιον μεταφράζειν τὸ φῆσαν· Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ, δι’ ὧν κτήματα θεῶν καὶ δαιμόνων τὸ πᾶν γένος ἀνθρώπων εἶναι ὡρίσατο. κη. ΠΕΡΙ ΨΥΧΗΣ ΑΘΑΝΑΣΙΑΣ ΕΒΡΑΙΩΝ ΚΑΙ ΠΛΑΤΩΝΟΣ Καὶ ἐν τοῖς περὶ ψυχῆς δὲ ἀθανασίας οὐδὲν Μωσέως ὁ Πλάτων διέ-στηκε τῇ δόξῃ. ὁ μέν γε πρῶτος ἀθάνατον οὐσίαν εἶναι τὴν ἐν ἀνθρώπῳ ψυχὴν ὡρίσατο, εἰκόνα φήσας ὑπάρχειν αὐτὴν θεοῦ, μᾶλλον δὲ κατ’ εἰκόνα θεοῦ γεγενῆσθαι. Εἶπε γὰρ ὁ θεός (φησίν)· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. καὶ ἑξῆς τὸν σύνθετον τῷ λόγῳ διαιρῶν εἴς τε τὸ φαινόμενον σῶμα καὶ εἰς τὸν κατὰ ψυχὴν νοούμενον ἐπιλέγει· Καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. ἀλλὰ καὶ ἀρχικόν φησιν αὐτὸν καὶ βασιλικὸν γεγονέναι τῶν ἐπὶ γῆς ἁπάντων. λέγει οὖν· Καὶ εἶπεν ὁ θεός· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς. καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον ἐν εἰκόνι αὐτοῦ, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. πῶς δ’ ἂν ἄλλως εἰκὼν ἐπινοοῖτο θεοῦ καὶ ὁμοίωμα ἢ κατὰ τὰς ἐν τῷ θεῷ δυνάμεις καὶ κατὰ τὴν τῆς ἀρετῆς ὁμοιότητα; Μωσεῖ δὴ καὶ ἐν τούτοις ὥσπερ μεμαθητευμένος ὁ Πλάτων ἐπάκουσον ἐν τῷ Ἀλκιβιάδῃ οἷά φησιν· Ἔχομεν οὖν εἰπεῖν ὅ τι τῆς ψυχῆς ἐστι θειότατον ἢ τοῦτο περὶ ὃ εἰδέναι
PG 21:917τε καὶ φρονεῖν ἐστιν; Οὐκ ἔχομεν. Τῷ θεῷ ἄρα τοῦτο ἔοικεν αὐτῆς· καί τις εἰς τοῦτο βλέπων καὶ πᾶν τὸ θεῖον γνούς, θεόν τε καὶ φρόνησιν, οὕτω καὶ ἑαυτὸν ἂν γνοίη μάλιστα. Φαίνεται. Ἆρ’ οὖν, ὅθ’ ὥσπερ κάτοπτρά ἐστι σαφέστερα τοῦ ἐν τῷ ὀφθαλμῷ ἐνόπτρου καὶ καθαρώτερα καὶ λαμπρότερα, οὕτω καὶ ὁ θεὸς τοῦ ἐν τῇ ἡμε-τέρᾳ ψυχῇ βελτίστου καθαρώτερόν τε καὶ λαμπρότερον τυγχάνει ὄν; Ἔοικέ γε, ὦ Σώκρατες. Εἰς τὸν θεὸν ἄρα βλέποντες ἐκείνῳ καλλίστῳ ἐνόπτρῳ χρῴμεθ’ ἂν καὶ τῶν ἀνθρωπίνων εἰς τὴν ψυχῆς ἀρετὴν καὶ οὕτως ἂν μάλιστα ὁρῷμεν καὶ γινώσκοιμεν ἡμᾶς αὐτούς. Ναί. Ταῦτα μὲν ἐν τῷ Ἀλκιβιάδῃ. ἐν δὲ τῷ Περὶ ψυχῆς ὅπως πλατύτερον ἑρμηνεύει τὰ κατὰ τοὺς τόπους· Θῶμεν οὖν βούλει, ἔφη, δύο εἴδη τῶν ὄντων, τὸ μὲν ὁρατόν, τὸ δὲ ἀει-δές; Θῶμεν, ἔφη. Καὶ τὸ μὲν ἀειδὲς ἀεὶ κατὰ ταὐτὰ ἔχον, τὸ δὲ ὁρατὸν μηδέ-ποτε κατὰ ταὐτά; Καὶ ταῦτα, ἔφη, θῶμεν. Φέρε δή, ἦ δ’ ὅς, ἄλλο τι δὴ ἡμῶν αὐτῶν τὸ μὲν σῶμά ἐστι, τὸ δὲ ψυχή; Οὐδὲν ἄλλο, ἔφη. Ποτέρῳ οὖν ὁμοιότερον τῷ εἴδει φαῖμεν ἂν εἶναι καὶ ξυγγενέστερον τὸ σῶμα; Πανταχῇ τοῦτό γε δὴ τῷ ὁρατῷ. Τί δὲ ἡ ψυχή; ὁρατὸν ἢ ἀειδές; Οὐχ ὑπὸ ἀνθρώπων γε, ὦ Σώκρατες, ἔφη. Ἀλλὰ μὴν ἡμεῖς γε τὰ ὁρατὰ καὶ τὰ μὴ τῇ τῶν ἀνθρώπων φύσει ἐλέγομεν, ἢ ἄλλῃ τινὶ οἴει; Τῇ τῶν ἀνθρώπων. Τί οὖν περὶ ψυχῆς λέγομεν; ὁρατὸν ἢ ἀόρατον εἶναι; Οὐχ ὁρατόν. Ἀειδὲς ἄρα; Ναί. Ὁμοιό-τερον ἄρα ψυχὴ σώματός ἐστι τῷ ἀειδεῖ, τὸ δὲ τῷ ὁρατῷ. Πᾶσα ἀνάγκη, ὦ Σώκρατες. Οὐκοῦν καὶ πάλαι ἐλέγομεν, ὅτι ἡ ψυχὴ ὅταν μὲν τῷ σώματι χρῆται εἰς τὸ σκοπεῖν τι, ἢ διὰ τοῦ ὁρᾶν ἢ διὰ τοῦ ἀκούειν ἢ δι’ ἄλλης τινὸς αἰσθήσεως (τοῦτο γάρ ἐστι τὸ διὰ τοῦ σώματος σκοπεῖν τι), τότε μὲν ἕλκεται ὑπὸ τοῦ σώματος εἰς ταῦτα τὰ μηδέποτε κατὰ ταὐτὰ ἔχοντα καὶ αὐτὴ πλανᾶται καὶ ταράττεται καὶ ἰλιγγιᾷ ὥσπερ μεθύουσα, ἅτε τοιούτων ἐφαπτομένη; Πάνυ γε. Ὅταν δὲ αὐτὴ καθ’ αὑτὴν σκοπῇ, ἐκεῖσε οἴχεται εἰς τὸ καθαρὸν καὶ ἀεὶ ὂν καὶ ἀθάνατον καὶ ὡσαύτως ἔχον, καὶ ὡς ξυγγενὴς οὖσα αὐτοῦ ἀεὶ μετ’ ἐκείνου τε γίνεται, ὅταν περ αὐτὴ καθ’ αὑτὴν γένηται καὶ ἐνῇ αὐτῇ, καὶ πέπαυταί τε τοῦ πλάνου καὶ περὶ ἐκεῖνα ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, ἅτε τοιούτων ἐφαπτομένη. καὶ τοῦτο αὐτῆς τὸ πάθημα φρόνησις κέκληται. Παντάπασιν, ἔφη, καλῶς καὶ ἀληθῆ λέγεις, ὦ Σώκρατες. Ποτέρῳ οὖν αὖ σοι δοκεῖ τῷ εἴδει καὶ ἐκ τῶν πρόσθεν καὶ ἐκ τῶν νῦν λεγομένων ἡ ψυχὴ ὁμοιότερον εἶναι καὶ ξυγγενέστερον; Πᾶς ἂν ἔμοιγε δοκεῖ, ἦ δ’ ὅς, συγχωρῆσαι, ὦ Σώκρατες, ἐκ ταύτης τῆς μεθόδου καὶ ὁ δυσμαθέστατος ὅτι ὅλῳ καὶ παντὶ ὁμοιότερόν ἐστιν ψυχὴ τῷ ἀεὶ ὡσαύτως ἔχοντι μᾶλλον ἢ τῷ μή. Τί δὲ τὸ σῶμα; Τῷ ἑτέρῳ. Ὅρα δὴ καὶ τῇδε· ὅτι ἐπειδὰν ἐν τῷ αὐτῷ ὦσι ψυχὴ καὶ σῶμα, τῷ μὲν δουλεύειν καὶ ἄρχεσθαι ἡ φύσις προστάττει, τῇ δὲ ἄρχειν καὶ δεσπόζειν· καὶ κατὰ ταῦτα αὖ πότερόν σοι δοκεῖ ὅμοιον τῷ θείῳ καὶ πότερον τῷ θνητῷ; ἢ οὐ δοκεῖ σοι τὸ μὲν θεῖον οἷον ἄρχειν τε καὶ ἡγεμονεύειν πεφυκέναι, τὸ δὲ θνητὸν ἄρχεσθαί τε καὶ δουλεύειν; Ἔμοιγε. Ποτέρῳ οὖν ἡ ψυχὴ ἔοικε; Δῆλα δή, ὦ Σώ-κρατες, ὅτι ἡ μὲν ψυχὴ τῷ θείῳ, τὸ δὲ σῶμα τῷ θνητῷ. Σκόπει δή, ἔφη, ὦ Κέβης, εἰ ἐκ πάντων τῶν εἰρημένων τάδε ἡμῖν ξυμβαίνει· τῷ μὲν θείῳ καὶ ἀθανάτῳ καὶ νοητῷ καὶ μονοειδεῖ καὶ ἀδιαλύτῳ καὶ ἀεὶ ὡσαύτως κατὰ ταὐτὰ ἔχοντι ἑαυτῷ ὁμοιότατον εἶναι ψυχήν, τῷ δὲ ἀνθρωπίνῳ καὶ θνητῷ καὶ ἀνοή-τῳ καὶ πολυειδεῖ καὶ διαλυτῷ καὶ μηδέποτε κατὰ ταὐτὰ ἔχοντι ἑαυτῷ ὁμοιό-τατον αὖ εἶναι τὸ σῶμα. ἔχομέν τι παρὰ ταῦτα ἄλλο λέγειν, ὦ φίλε Κέβης, ὡς οὐχ οὕτως ἔχει; Οὐκ ἔχομεν. Τί οὖν; τούτων οὕτως ἐχόντων ἆρ’ οὐ σώματι μὲν ταχὺ διαλύεσθαι προσήκει, ψυχῇ δὲ αὖ τὸ παράπαν ἀδιαλύτῳ εἶναι ἢ ἐγγύς τι τούτου; Πῶς γὰρ οὔ; Συννοεῖς οὖν, ἔφη, ὅτι ἐπειδὰν ἀποθάνῃ ὁ ἄνθρωπος, τὸ μὲν ὁρατὸν αὐτοῦ, τὸ σῶμα, καὶ ἐν ὁρατῷ κεί-μενον, ὃ δὴ νεκρὸν καλοῦμεν, ᾧ προσήκει διαλύεσθαι καὶ διαπίπτειν καὶ διαπνεῖσθαι, οὐκ εὐθὺς τούτων οὐδὲν πέπονθεν, ἀλλ’ ἐπιεικῶς συχνὸν ἐπι-μένει χρόνον· ἐὰν μέν τις καὶ χαριέντως ἔχων τὸ σῶμα τελευτήσῃ καὶ ἐν τοιαύτῃ ὥρᾳ, καὶ πάνυ μάλα. συμπεσὸν γὰρ τὸ σῶμα καὶ ταριχευθέν, ὥσπερ οἱ ἐν Αἰγύπτῳ ταριχευθέντες, ὀλίγου ὅλον μένει ἀμήχανον ὅσον χρόνον. ἔνια δὲ μέρη τοῦ σώματος, καὶ ἐὰν σαπῇ, ὀστᾶ τε καὶ νεῦρα καὶ τὰ τοιαῦτα πάντα, ὅμως, ὡς ἔπος εἰπεῖν, ἀθάνατά ἐστιν ἢ οὔ; Ναί. Ἡ δὲ ψυχὴ ἄρα (τὸ ἀειδές, τὸ εἰς τοιοῦτον τόπον ἕτερον οἰχόμενον γενναῖον καὶ καθαρὸν καὶ ἀειδῆ, εἰς Ἅιδου ὡς ἀληθῶς, παρὰ τὸν ἀγαθὸν καὶ φρόνιμον θεόν, οἷ, ἂν θεὸς ἐθέλῃ, αὐτίκα καὶ τῇ ἐμῇ ψυχῇ ἰτέον), αὐτὴ δὲ ἡμῖν ἡ τοιαύτη καὶ οὕτω πεφυκυῖα ἀπαλλαττομένη τοῦ σώματος εὐθὺς διαπε-φύσηται καὶ ἀπόλωλεν, ὥς φασιν οἱ πολλοὶ ἄνθρωποι; πολλοῦ γε δεῖ, ὦ φίλε Κέβης τε καὶ Σιμμία· ἀλλὰ πολλῷ μᾶλλον ὧδε ἔχει· ἐὰν μὲν καθαρὰ ἀπαλλάττηται, μηδὲν τοῦ σώματος συνεφέλκουσα, ἅτε οὐδὲν κοινωνοῦσα αὐτῷ ἐν τῷ βίῳ ἑκοῦσα εἶναι, ἀλλὰ φεύγουσα αὐτὸ καὶ συνηθροι-σμένη αὐτὴ εἰς αὑτήν, ἅτε μελετῶσα ἀεὶ [τοῦτο] (τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ ὀρθῶς φιλοσοφοῦσα καὶ τῷ ὄντι τεθνάναι μελετῶσα ῥᾳδίως· ἢ οὐ τοῦτ’ ἂν εἴη μελέτη θανάτου;) Παντάπασί γε. Οὐκοῦν οὕτω μὲν ἔχουσα εἰς τὸ ὅμοιον αὐτῇ τὸ ἀειδὲς ἀπέρχεται, τὸ θεῖόν τε καὶ ἀθάνατον καὶ φρόνιμον, οἷ ἀφικομένῃ ὑπάρχει αὐτῇ εὐδαίμονι εἶναι, πλάνης καὶ ἀνοίας καὶ φόβων καὶ ἀγρίων ἐρώτων καὶ τῶν ἄλλων κακῶν τῶν ἀνθρωπείων ἀπηλλαγ-μένῃ, ὥσπερ δὲ λέγεται κατὰ τῶν μεμυημένων, ὡς ἀληθῶς τὸν λοιπὸν χρό-νον μετὰ θεῶν διάγουσα, οὕτω φῶμεν, ὦ Κέβης, ἢ ἄλλως; Οὕτως νὴ Δία, ἔφη ὁ Κέβης. Ἂν δέ γε, οἶμαι, μεμιασμένη καὶ ἀκάθαρτος τοῦ σώματος ἀπαλλάττηται, ἅτε σώματι ἀεὶ ξυνοῦσα καὶ τοῦτο θεραπεύουσα καὶ ἐρῶσα καὶ γεγοητευμένη ὑπ’ αὐτοῦ ὑπό τε τῶν ἐπιθυμιῶν καὶ ἡδονῶν, ὥστε μηδὲν ἄλλο δοκεῖν εἶναι ἀληθὲς ἀλλ’ ἢ τὸ σωματοειδές, οὗ ἄν τις ἅψαιτο καὶ ἴδοι καὶ πίοι καὶ φάγοι καὶ πρὸς τὰ ἀφροδίσια χρήσαιτο, τὸ δὲ τοῖς ὄμμασι σκο-τῶδες καὶ ἀειδές, νοητὸν δὲ καὶ φιλοσοφίᾳ αἱρετόν, τοῦτο δὲ [εἰθισμέν]η μισεῖν τε καὶ τρέμειν καὶ φεύγειν· οὕτω δὴ ἔχουσαν οἴει ψυχὴν αὐτὴν καθ’ αὑτὴν εἰλικρινῆ ἀπαλλάξασθαι; Οὐδ’ ὁπωστιοῦν, ἔφη. Ταῦτα ὁ Πλάτων· ἐξαπλοῖ δὲ τὴν διάνοιαν ὁ Πορφύριος ἐν τῷ πρώτῳ τῶν Πρὸς Βόηθον Περὶ ψυχῆς τοῦτον γράφων τὸν τρόπον· κθ. ΠΟΡΦΥΡΙΟΥ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ Αὐτίκα λόγον ἰσχυρὸν εἶναι δοκοῦντα τῷ Πλάτωνι εἰς παράστασιν τῆς ψυχῆς ἀθανασίας, τὸν ἐκ τοῦ ὁμοίου. εἰ γὰρ ὁμοία τῷ θείῳ καὶ ἀθανάτῳ καὶ ἀειδεῖ καὶ ἀσκεδάστῳ καὶ ἀδιαλύτῳ καὶ οὐσιωμένῳ καὶ συνεστῶτι ἐν ἀφθαρ-σίᾳ, πῶς οὐ τοῦ γένους ἂν εἴη τοῦ κατὰ τὸ παράδειγμα; ὅταν γὰρ δύο τινῶν ἄκρων ἐναργῶς ἐναντίων, οἷον λογικοῦ τε καὶ ἀλόγου, ἄλλο τι ἀμφισβη-τῆται ποίας ἐστὶ μερίδος, εἷς ἦν καὶ οὗτος τρόπος ἀποδείξεως διὰ τοῦ δεῖξαι τίνι τῶν ἀντικειμένων ὅμοιον. οὕτω γάρ, καίπερ ἐν ἀλογίᾳ κατὰ πρώτην ἡλικίαν

Liber Sextus

PG 21:923τοῦ ἀνθρωπίνου γένους κατισχημένου πολλῶν τε ἄχρι γήρως ἐν τοῖς τῆς ἀλο-γίας ἁμαρτήμασι πλεοναζόντων, ὅμως διὰ τὸ τῷ καθαρῶς λογικῷ πολλὰς ὁμοιότητας φέρειν λογικὸν εἶναι τὸ γένος τοῦτο ἐξ ἀρχῆς ἐπιστεύθη. ὄντος οὖν θείου συστήματος καὶ ἀκηράτου καὶ ἀλυμάντου προφανῶς τοῦ τῶν θεῶν, ὄντος δὲ πάλιν ἐναργῶς τοῦ χθονίου καὶ λυτοῦ καὶ ἐν διαφθορᾷ κειμένου, ἀμφισβητουμένης δὲ παρά τισι τῆς ψυχῆς τίνι τῶν προκειμένων μέρει προσκε-χώρηκεν, ἐκ τῆς ὁμοιότητος ᾠήθη ὁ Πλάτων δεῖν ἀνιχνεύειν τὴν ἀλήθειαν. καὶ ἐπειδὴ τῷ μὲν θνητῷ τε καὶ λυτῷ καὶ ἀνοήτῳ καὶ ζωῆς ἀμετόχῳ καὶ διὰ τοῦτο ἁπτῷ τε καὶ αἰσθητῷ καὶ γινομένῳ καὶ ἀπολλυμένῳ οὐδαμῶς ἔοικε, τῷ δὲ θείῳ καὶ ἀθανάτῳ καὶ ἀειδεῖ καὶ νοερῷ ζῶντί τε καὶ ἀληθείας συγγενεῖ καὶ ὅσα ἐκεῖνος περὶ αὐτῆς ἀναλογίζεται, ἐδόκει μὴ τὰς μὲν ἄλλας ὁμοιότητας τοῦ θεοῦ ἐνεῖναι συγχωρεῖν, τὸ δὲ τῆς οὐσίας ἐμφερὲς ἀπ’ αὐτῆς ἐθέλειν ἀθετεῖν, δι’ ὃ καὶ τούτων αὐτὴν τυχεῖν συμβέβηκεν. ὥσπερ γὰρ τὰ ταῖς ἐνεργείαις τῷ θεῷ ἀνόμοια εὐθὺς καὶ τῇ συστάσει τῆς οὐσίας ἐξήλλακτο, οὕτως ἀκό-λουθον εἶναι τὰ τῶν αὐτῶν πως ἐνεργειῶν μέτοχα φθάνειν τὴν ὁμοιότητα τῆς οὐσίας κεκτημένα. διὰ γὰρ τὴν ποιὰν οὐσίαν ποιὰς εἶναι καὶ τὰς ἐνερ-γείας, ὡς ἂν ἀπ’ αὐτῆς ῥεούσας καὶ αὐτῆς οὔσας βλαστήματα. Τούτου τοίνυν τοῦ λόγου τὴν δύναμιν περιαιρῶν ὁ Βόηθος ἐπάκου-σον εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου ὃ πεποίηκε γράφων οὕτως· Εἰ μὲν ἀθάνατός ἐστιν ἡ ψυχὴ καὶ παντὸς ὀλέθρου κρείττων τις φύσις, πολλοὺς ἀναμείναντα χρὴ καὶ περιηγησάμενον λόγους ἀποφήνασθαι. τὸ μέντοι τῶν περὶ ἡμᾶς ὁμοιότερον μηδὲν γενέσθαι θεῷ ψυχῆς, οὐ πολλῆς ἄν τις δεηθεὶς πραγματείας πιστεύσειεν, οὐ μόνον διὰ τὸ συνεχὲς καὶ ἄπαυστον τῆς κινήσεως, ἣν ἐν ἡμῖν ἐνδίδωσιν, ἀλλὰ τοῦ καθ’ ἑαυτὴν νοῦ. εἰς ὅπερ ἀπιδὼν καὶ ὁ Κροτωνιάτης φυσικὸς εἶπεν ἀθάνατον αὐτὴν οὖσαν καὶ πᾶσαν ἠρεμίαν φύσει φεύγειν, ὥσπερ τὰ θεῖα τῶν σωμάτων. ἀλλὰ καὶ καθάπαξ τὴν ἰδέαν τῆς ψυχῆς καὶ μάλιστα τὸν ἄρχοντα ἐν ἡμῖν νοῦν, ὁπηλίκα βουλεύ-ματα καὶ ὁρμὰς πολλάκις ὁποίας ὑποκινεῖ, τῷ κατανοήσαντι πολλή τις ἂν πρὸς τὸν θεὸν ὁμοιότης ὑποφανείη. Καὶ ἑξῆς ἐπιλέγει· Εἰ γὰρ ὡς ὁμοιότατον τῷ θείῳ πάντων χρημάτων ἡ ψυχὴ δείκνυται, τίς ἔτι χρεία τῶν ἄλλων δεῖσθαι λόγων εἰς ἀπόδειξιν τῆς ἀθανασίας αὐτῆς προ-οιμιαζόμενον καὶ μὴ καὶ τοῦτον ὡς ἕνα μετὰ τῶν πολλῶν καταριθμοῦντα, ἱκανὸν ὄντα ἐντρέψαι τοὺς εὐγνώμονας, ὡς οὐκ ἂν τῶν ἐμφερῶν τῷ θείῳ μετέσχεν ἐνεργειῶν μή τοι θεία γε οὖσα καὶ αὐτή; εἰ γὰρ καίπερ ἐν τῷ θνητῷ καὶ λυτῷ καὶ ἀνοήτῳ καὶ καθ’ ἑαυτὸ νεκρῷ καὶ ἀεὶ ἀπολλυμένῳ καὶ διαρρέοντι εἰς τὴν τῆς ἀπωλείας μεταβολὴν κατορωρυγμένη αὐτό τε ποιεῖ καὶ συνέχει καὶ τὴν ἑαυτῆς θείαν ἀναδείκνυσιν οὐσίαν, καίπερ ἐπιπροσθουμένη καὶ ἐμποδιζομένη ὑπὸ τοῦ προκειμένου αὐτῇ πανωλέθρου πλάσματος, πῶς εἰ τοῦ [ἀ]λόγου χωρισθείη, ὥσπερ χρυσίον περιπεπλασμένου πηλοῦ, οὐκ αὐτόθεν ἂν τὸ ἑαυτῆς εἶδος ἐκφήνειεν ὡς ἐμφερὲς ὂν μόνῳ τῷ θεῷ, ἀλλὰ καὶ διὰ τὸ μέτοχον αὐτοῦ εἶναι καὶ τὰς ἐν ταῖς ἐνεργείαις ὁμοιότητας διασῷζον καὶ ἐν τῷ μάλιστα θνητῷ αὐτῆς (ὥσπερ ἐστὶν ὅταν ἐν τῷ θνητῷ καθειρχθῇ) διὰ τοῦτο μὴ διαλυόμενον, ὅτι φύσεως ἦν τῆς ἀμοίρου φθορᾶς; Καὶ ὑποκαταβάς φησιν· Εἰκότως δὲ καὶ θεία φαίνεται ἀπὸ τῆς πρὸς τὸν ἀμέριστον ὁμοιώσεως καὶ θνητὴ ἀφ’ ὧν προσπελάζει τῇ θνητῇ φύσει· καὶ κάτεισι καὶ ἄνεισι καὶ θνητοειδής ἐστι καὶ τοῖς ἀθανάτοις ἐμφερής. ἄνθρωπος γὰρ καὶ ὁ γα-στρίζων ἑαυτὸν καὶ κεκορέσθαι σπουδάζων ὡς τὰ κτήνη· ἄνθρωπος δὲ καὶ ὁ σῴζειν ἐν πελάγει δι’ ἐπιστήμης ἐν κινδύνοις οἷός τε ὢν τὴν ναῦν καὶ ὁ σῴ-ζειν ἐν νόσοις καὶ ὅ γε τὴν μὲν ἀλήθειαν εὑρίσκων, μεθοδεύσας δὲ καὶ πρὸς γνώσεως καταλήψεις πυρείων τε εὑρέσεις καὶ ὡροσκοπείων τηρήσεις καὶ μιμήσεις τῶν τοῦ δημιουργοῦ ποιημάτων μηχανησάμενος. ἄνθρωπος γὰρ ἐπενόησεν ἐπὶ γῆς συνόδους τῶν ἑπτὰ μετὰ τῶν κινήσεων δημιουργῆσαι, διὰ μηχανημάτων τὰ ἐν οὐρανῷ μιμούμενος. καὶ τί γὰρ οὐκ ἐπενόησεν, ἀποδει-κνὺς τὸν θεῖον καὶ θεῷ παρισωμένον ἐν αὑτῷ νοῦν; ἀφ’ ὧν Ὀλυμπίου τε καὶ θείου καὶ οὐδαμῶς θνητοῦ τολμήματα διαφαίνων τοὺς πολλοὺς διὰ φιλαυ-τίαν τῆς αὐτῶν εἰς τὰ κάτω ῥοπῆς ἰδεῖν αὐτὸν οὐχ οἵους τε ὄντας ἐκ τῶν ἔξωθεν φαινομένων ὁμοίως αὐτοῖς θνητοειδῆ δοξάζειν αὐτὸν ἀναπέπεικεν· ἑνὸς ὄντος καὶ τούτου τρόπου τῆς ἐκ κακίας παραμυθίας, τὸ τῇ ἀντανισώσει τῆς αὑτῶν ἀθλιότητος διὰ τὰ ἔξωθεν φαινόμενα προσαναπαυομένους πείθειν ἑαυτούς, ὅτι ὡς τὰ ἔξω καὶ τὰ εἴσω πάντες ἄνθρωποι. Τούτων ἁπάντων διδάσκαλος πέφηνε γεγονὼς ὁ Μωσῆς, ὃς διεξιὼν τὴν πρώτην ἀνθρωπογονίαν κατὰ τὰς προτεθείσας λέξεις διὰ τῆς πρὸς τὸ θεῖον ἐξομοιώσεως τοὺς περὶ ψυχῆς ἀθανασίας λόγους ἐπιστώσατο. ἀλλ’ ἐπειδὴ τὰ περὶ τῆς ἀσωμάτου καὶ ἀφανοῦς οὐσίας σύμφωνα καὶ ὁμόδοξα Μωσεῖ καὶ Πλάτωνι συνέστη, ὥρα καὶ τὰ λοιπὰ μέρη τῆς κατὰ Πλάτωνα φιλοσοφίας ἐπιθεωρῆσαι δεῖξαί τε τὸν ἄνδρα Ἑβραίοις κατὰ πάντα φίλον, ἐκτὸς εἰ μή που παρατραπεὶς ἀνθρωπινώτερον ἢ κατὰ τὸν ἀληθῆ φάναι τι προήχθη λόγον. αὐτίκα τῶν εἰρημένων ὅσα μὲν ἐπιτυχῶς λέλεκται τῷ ἀνδρὶ συντρέχοι ἂν τοῖς Μωσεῖ δεδογμένοις, ὅσα δὲ μὴ ἀρέσκοντα Μωσεῖ καὶ τοῖς προφήταις ὑπέλαβεν, οὐκ ἂν ἔχοι συνεστῶτα τὸν λόγον. τοῦτο δ’ ἡμῖν ἐν καιρῷ τῷ δέοντι παραστήσεται. τέως δ’, ἐπεὶ πεφώραται ἐν τῇ περὶ τῶν νοητῶν ἐποπτείᾳ συνῳδὰ καὶ σύμφωνα τὰ τεθειμένα, ὥρα ἐπανελθοῦσιν αὖθις ἐπὶ τὴν τῶν αἰσθητῶν φυσιολογίαν ἐν βραχέσι τὴν πρὸς τὰ Ἑβραίων ἐπιδραμεῖν τοῦ ἀνδρὸς συμφωνίαν. λ. ΠΕΡΙ ΤΟΥ ΓΕΝΗΤΟΝ ΕΙΝΑΙ ΤΟΝ ΚΟΣΜΟΝ Μωσέως γενητὸν ἀποφηναμένου τόδε τὸ πᾶν ὑπὸ τοῦ θεοῦ γενόμενον (λέγει δ’ οὖν ἀρχόμενος τῆς ἑαυτοῦ γραφῆς· Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ μετὰ τὰ κατὰ μέρος ἐπάγει· Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν ), ἄκουε τοῦ Πλάτωνος ὡς οὐκ ἐκπίπτει τῆς διανοίας ὧδέ πη καὶ αὐτὸς γράφων· Πᾶν δὲ αὖ τὸ γινόμενον ὑπ’ αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεσθαι· πάντη γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν. Καὶ ἐπιλέγει· Ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος ἢ καὶ ἄλλο, ὅ τι ποτὲ ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο τοῦθ’ ἡμῖν ὠνομάσθω· σκεπτέον οὖν περὶ αὐτοῦ πρῶτον, ὅπερ ὑπόκειται περὶ παντὸς ἐν ἀρχῇ δεῖν σκοπεῖν, πότερον ἦν ἀεί, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος. γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων, πάντα δὲ τὰ τοιαῦτα αἰσθητά, τὰ δ’ αἰσθητὰ δόξῃ περιληπτὰ καὶ γενητὰ ἐφάνη. τῷ δ’ αὖ γενομένῳ φαμὲν ὑπ’ αἰτίου τινὸς ἀνάγκην εἶναι γενέσθαι. τὸν μὲν οὖν ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παν-τὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν. Καὶ αὖθις ἑξῆς φησιν· Οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τῇ ἀληθείᾳ διὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν.
PG 21:929λα. ΠΕΡΙ ΤΩΝ ΚΑΤ’ ΟΥΡΑΝΟΝ ΦΩΣΤΗΡΩΝ Πάλιν Μωσέως καὶ τούτους εἶναι γενητοὺς διδάξαντος δι’ ὧν ἔφησε· Καὶ εἶπεν ὁ θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ ὥστε φαίνειν ἐπὶ τῆς γῆς· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς. καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους καὶ τοὺς ἀστέρας· καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὁμοίως ὁ Πλάτων· Ἐξ οὖν λόγου (φησί) καὶ διανοίας θεοῦ τοιαύτης πρὸς χρόνου γένεσιν, ἵνα γενηθῇ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλάνητες, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονε. σώματα δὲ αὐτῶν ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς. Ἐπιτήρει δὲ εἰ μὴ τὸ ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ εἰρημένον τῷ Πλάτωνι ὅμοιον ἂν εἴη τῷ παρ’ Ἑβραίοις φάσκοντι τῷ λόγῳ κυρίου οἱ οὐρα-νοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν. ἀλλὰ καὶ Μωσέως εἰπόντος καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι ὁμοίᾳ κέχρηται καὶ ὁ Πλάτων φωνῇ τῇ ἔθηκεν, εἰπὼν σώματα δὲ αὐτῶν ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς. λβ. ΟΤΙ ΠΑΝΤΑ ΚΑΛΑ ΤΑ ΕΡΓΑ ΤΟΥ ΘΕΟΥ Τῆς Ἑβραίων γραφῆς ἐφ’ ἑκάστῳ τῶν δημιουργημάτων ἐπιφωνούσης· Καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν καὶ ἐπὶ τῇ πάντων συγκεφαλαιώσει φα-σκούσης· Καὶ εἶδεν ὁ θεὸς τὰ πάντα, καὶ ἰδοὺ καλὰ λίαν, ἄκουε τοῦ Πλάτωνος ὥς φησιν· Εἰ μὲν δὴ καλός ἐστιν ὅδε ὁ κόσμος ὅ τε δημιουργὸς ἀγαθός, δῆλον ὡς πρὸς τὸ ἀί̈διον ἔβλεπε. Καὶ πάλιν· Ὁ μὲν γὰρ κάλλιστος τῶν γεγονότων, ὁ δ’ ἄριστος τῶν αἰτίων. λγ. ΠΕΡΙ ΤΗΣ ΑΛΛΟΙΩΣΕΩΣ ΚΑΙ ΜΕΤΑΒΟΛΗΣ ΤΟΥ ΚΟΣΜΟΥ Καὶ περὶ τούτου πάσης Ἑβραίων γραφῆς διαλαλούσης, τοτὲ μὲν δι’ ὧν φησι· Καὶ εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον τοτὲ δὲ δι’ ὧν ἐπιλέγει· Καὶ ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ μένειν ἐνώπιόν μου, λέγει κύριος καὶ πάλιν ἄλλοτε δι’ ὧν φησι· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ ὁ Πλάτων ἄκουε ὅπως τὸ δόγμα συνίστησι λέγων ἐν Τιμαίῳ· Καὶ ξυνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν· καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι’ ἀναλογίας ὁμολογῆσαν φιλίαν τε ἔσχεν ἐκ τούτων, ὡς εἰς ταὐτὸν αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι. Εἶθ’ ἑξῆς φησι· Χρόνος δ’ οὖν μετὰ οὐρανοῦ γέγονεν, ἵνα ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γίγνηται. Καὶ πάλιν εἰπών· Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἄλυτα ἐμοῦ μὴ θέ-λοντος, ἐπάγει λέγων ἑξῆς· Τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. διὸ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ’ ἄλυτοι τὸ πάμπαν. οὔ τι μὲν δὴ λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων οἷς ὅτε ἐγίγνεσθε ξυνεδεῖσθε. Καὶ ἐν τῷ Πολιτικῷ δὲ τάδε ὁ αὐτός φησι· Τὸ γὰρ πᾶν τόδε τοτὲ μὲν αὐτὸς ὁ θεὸς ξυμποδηγεῖ πορευόμενον καὶ ξυγκυκλεῖ, τοτὲ δ’ ἀνῆκεν, ὅταν αἱ περίοδοι τοῦ προσήκοντος αὐτῷ μέτρον εἰλήφωσιν ἤδη χρόνου, τὸ δὲ πάλιν αὐτόματον εἰς τἀναντία περιάγεται, ζῷον ὂν καὶ φρόνησιν εἰληφὸς ἐκ τοῦ ξυναρμόσαντος αὐτὸ κατ’ ἀρχάς. τοῦτο δὲ αὐτῷ τὸ πάλιν ἰέναι διὰ τόδε ἐξ ἀνάγκης ἔμφυτον γέγονε. Διὰ τὸ ποῖον δή; Τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ καὶ ταὐτὸν εἶναι τοῖς πάντων θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις οὐ ταύτης τῆς τάξεως. ὃν δὲ οὐρανὸν καὶ κόσμον ἐπωνομάκαμεν, πολλῶν μὲν καὶ μακαρίων παρὰ τοῦ γεννή-σαντος μετείληφεν, ἀτὰρ οὖν δὴ κεκοινώνηκέ γε καὶ σώματος· ὅθεν αὐτῷ μετα-βολῆς ἀμοίρῳ γίγνεσθαι διὰ παντὸς ἀδύνατον, κατὰ δύναμίν γε μὴν ὅτι μάλιστα ἐν τῷ αὐτῷ κατὰ τὰ αὐτὰ μίαν φορὰν κινεῖται, διότι τὴν ἀνακύκλησιν εἴληχεν, ὅτι σμικροτάτην τῆς ἑαυτοῦ κινήσεως παράλλαξιν. αὐτὸ δὲ ἑαυτὸ στρέφειν ἀεὶ σχεδὸν οὐδενὶ δυνατὸν πλὴν τῷ τῶν κινουμένων αὖ πάντων ἡγουμένῳ. κινεῖν δὲ τούτῳ τι τοτὲ μὲν ἄλλως, αὖθις δ’ ἐναντίως οὐ θέμις. ἐκ πάντων δὴ τού-των τὸν κόσμον μήτε αὐτὸν χρὴ φάναι στρέφειν ἑαυτὸν ἀεὶ μηθ’ ὅλον ὑπὸ θεοῦ στρέφεσθαι διττὰς καὶ ἐναντίας περιαγωγὰς μήτ’ αὖ τινε δύο θεὼ φρονοῦντε ἑαυτοῖς ἐναντία στρέφειν αὐτόν, ἀλλ’ ὅπερ ἄρτι ἐρρήθη καὶ μόνον λοιπόν, τοτὲ μὲν ὑπ’ ἄλλης ξυμποδηγεῖσθαι θείας αἰτίας, τὸ ζῆν πάλιν ἐπι-κτώμενον καὶ λαμβάνοντα ἀθανασίαν ἐπισκευαστὴν παρὰ τοῦ δημιουργοῦ, τοτὲ δ’ ὅταν ἀνεθῇ, δι’ ἑαυτοῦ αὐτὸν ἰέναι κατὰ καιρὸν ἀφεθέντα τοιοῦτον, ὥστε ἀνάπαλιν πορεύεσθαι πολλὰς περιόδων μυριάδας διὰ τὸ μέγιστον ὂν καὶ ἰσορ-ροπώτατον ἐπὶ σμικροτάτου βαῖνον ποδὸς ἰέναι. Φαίνεται γοῦν δὴ καὶ μάλα εἰκότως εἰρῆσθαι πάντα ὅσα διελήλυθας. Λογισάμενοι δὴ ξυννοήσωμεν τὸ πάθος ἐκ τῶν νῦν λεχθέντων, ὃ πάν-των ἔφαμεν εἶναι τῶν θαυμαστῶν αἴτιον. ἔστι γὰρ οὖν δὴ τοῦτ’ αὐτό. Τὸ ποῖον; Τὸ τὴν τοῦ παντὸς φορὰν τοτὲ μὲν ἐφ’ ἃ νῦν κυκλεῖται φέρεσθαι, τοτὲ δ’ ἐπὶ τἀναντία. Πῶς δή; Ταύτην τὴν μεταβολὴν ἡγεῖσθαι δεῖ τῶν περὶ τὸν οὐρανὸν γιγνομένων τροπῶν πασῶν εἶναι μεγίστην καὶ τελεωτάτην τροπήν. Ἔοικε γοῦν. Μεγίστας τοίνυν μεταβολὰς χρὴ νομίζειν γίγνεσθαι τότε τοῖς ἐντὸς ἡμῖν οἰκοῦσιν αὐτοῦ. Καὶ τοῦτ’ εἰκός. Μεταβολὰς δέ γε μεγάλας καὶ πολλὰς καὶ παντοίας ξυμφερομένας ἆρ’ οὐκ ἴσμεν τὴν τῶν ζῴων φύσιν ὅτι χαλεπῶς ἀνέχεται; Πῶς δ’ οὔ; Φθοραὶ τοίνυν ἐξ ἀνάγκης τότε μέγισται ξυμβαίνουσι τῶν τε ἄλλων ζῴ-ων, καὶ δὴ καὶ τῶν ἀνθρώπων γένος ὀλίγον τι περιλείπεται. περὶ δὲ τούτους ἄλλα τε παθήματα πολλά, θαυμαστὰ καὶ καινά, ξυμπίπτει, μέγιστον δὲ τόδε καὶ ξυνεπόμενον τῇ τοῦ παντὸς ἀνελίξει τότε, ὅταν ἡ τῆς νῦν καθεστηκυίας ἐναντία γίγνηται τροπή. Τούτοις ἅπασιν ὑποβὰς ἑξῆς περὶ τῆς τῶν τετελευτηκότων ἀναβιώ-σεως, ὁμοίως ταῖς Ἑβραίων δόξαις κινούμενος, ταῦτ’ ἐπιλέγει· λδ. ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΤΕΤΕΛΕΥΤΗΚΟΤΩΝ ΑΝΑΒΙΩΣΕΩΣ· ΑΠΟ ΤΟΥ ΑΥΤΟΥ Γένεσις δὲ τίς τότ’ ἦν, ὦ ξένε, ζῴων, καὶ τίνα τρόπον ἐξ ἀλλήλων ἐγεν-νῶντο; Δῆλον, ὦ Σώκρατες, ὅτι [τὸ] μὲν ἐξ ἀλλήλων οὐκ ἦν ἐν τῇ τότε φύσει γεννώμενον, τὸ δὲ γηγενὲς εἶναί ποτε γένος λεχθὲν τοῦτ’ ἦν τὸ κατ’ ἐκεῖνον τὸν χρόνον ἐκ γῆς πάλιν ἀναστρεφόμενον, ἀπεμνημονεύετο δὲ ὑπὸ τῶν ἡμετέ-ρων προγόνων τῶν πρώτων, οἳ τελευτώσῃ μὲν τῇ προτέρᾳ περιφορᾷ τὸν ἑξῆς χρόνον ἐγειτόνουν, τῆσδε δὲ κατ’ ἀρχὰς ἐφύοντο· τούτων γὰρ οὗτοι κήρυκες ἐγένονθ’ ἡμῖν τῶν λόγων, οἳ νῦν ὑπὸ πολλῶν οὐκ ὀρθῶς ἀπιστοῦνται. τὸ γὰρ ἐντεῦθεν, οἶμαι, χρὴ ξυννοεῖν. ἐχόμενον γάρ ἐστι τῷ τοὺς πρεσβύτας ἐπὶ τὴν τοῦ παιδὸς ἰέναι φύσιν ἐκ τῶν τετελευτηκότων αὖ, κειμένων δ’ ἐν γῇ πάλιν ἐκεῖ ξυνισταμένους καὶ ἀναβιωσκομένους ἕπεσθαι τῇ τροπῇ, ξυνανα-κυκλουμένης εἰς τἀναντία τῆς γενέσεως, καὶ γηγενεῖς δὴ κατὰ τοῦτον τὸν τρόπον ἐξ ἀνάγκης φυομένους οὕτως ἔχειν τοὔνομα καὶ τὸν λόγον, ὅσους μὴ θεὸς αὐτῶν εἰς ἄλλην μοῖραν ἐκόμισε. Κομιδῇ μὲν οὖν τοῦτό γε ἕπεται
PG 21:935τοῖς ἔμπροσθεν. Εἶτ’ αὖ πάλιν ἑξῆς προϊὼν τὰ ὅμοια τοῖς Ἑβραίων δόγμασι περὶ τῆς τοῦ κόσμου συντελείας τόνδε διέξεισι τὸν τρόπον· λε. ΠΑΛΙΝ ΠΕΡΙ ΣΥΝΤΕΛΕΙΑΣ ΤΟΥ ΚΟΣΜΟΥ Ἐπειδὴ γὰρ πάντων τούτων χρόνος ἐτελειώθη καὶ μεταβολὴν ἔδει γίγνεσθαι καὶ δὴ καὶ τὸ γήϊνον ἤδη πᾶν ἀνάλωτο γένος, πάσας ἑκάστης τῆς ψυχῆς τὰς γενέσεις ἀποδεδωκυίας, ὅσα ἦν ἑκάστῃ προσταχθέν, τοσαῦτα εἰς γῆν σπέρματα πεσούσης, τότε δὴ τοῦ παντὸς ὁ μὲν κυβερνήτης, οἷον πηδα-λίων οἴακος ἀφέμενος, εἰς τὴν αὑτοῦ περιωπὴν ἀπέστη, τὸν δὲ δὴ κόσμον πάλιν ἀνέστρεφεν εἱμαρμένη τε καὶ ξύμφυτος ἐπιθυμία. πάντες οὖν οἱ κατὰ τοὺς τόπους ξυνάρχοντες τῷ μεγίστῳ δαίμονι θεοί, γνόντες ἤδη τὸ γιγνόμενον, ἀφίεσαν αὖ τὰ μέρη τοῦ κόσμου τῆς αὑτῶν ἐπιμελείας. ὁ δὲ μετα-στρεφόμενος καὶ ξυμβάλλων, ἀρχῆς τε καὶ τελευτῆς ἐναντίαν ὁρμὴν ὁρμηθείς, σεισμὸν πολὺν ἐν ἑαυτῷ ποιῶν, ἄλλην αὖ φθορὰν ζῴων παντοίαν ἀπειργά-σατο. μετὰ δὲ ταῦτα προελθόντος ἱκανοῦ χρόνου θορύβων τε καὶ ταρα-χῆς ἤδη παυόμενος καὶ τῶν σεισμῶν γαλήνης ἐπιλαβόμενος εἴς τε τὸν εἰωθότα δρόμον τὸν ἑαυτοῦ κατακοσμούμενος ᾔει, ἐπιμέλειαν καὶ κράτος ἔχων αὐτὸς τῶν ἐν αὑτῷ τε καὶ ἑαυτοῦ. Καὶ ἐπάγει μετὰ βραχέα λέγων· Διὸ δὴ καὶ τότ’ ἤδη θεὸς ὁ κοσμήσας αὐτὸν καθορῶν ἐν ἀπορίᾳ ὄντα, κηδόμενος ἵνα μὴ χειμασθεὶς ὑπὸ ταραχῆς διαλυθεὶς εἰς τὸν τῆς ἀνομοιότη-τος ἄπειρον ὄντα τόπον δύῃ, πάλιν ἔφεδρος αὐτοῦ τῶν πηδαλίων γιγνόμενος τὰ νοσήσαντα καὶ λυθέντα ἐν τῇ καθ’ αὑτὸν προτέρᾳ περιόδῳ στρέψας κοσμεῖ τε καὶ ἐπανορθῶν ἀθάνατον αὐτὸν καὶ ἀγήρων ἀπεργάζεται. τοῦτο μὲν τέλος πάντων εἴρηται. λ. ΩΣ ΚΑΙ ΝΕΚΡΟΥΣ ΕΓΗΓΕΡΘΑΙ Ο ΠΛΑΤΩΝ ΟΜΟΙΩΣ ΤΟΙΣ ΕΒΡΑΙΩΝ ΛΟΓΟΙΣ ΙΣΤΟΡΕΙ Ταῦτα τοίνυν, ἦν δ’ ἐγώ, οὐδέν ἐστι πλήθει οὐδὲ μεγέθει πρὸς ἐκεῖνα ἃ τελευτήσαντα ἑκάτερον περιμένει· χρὴ δ’ αὐτὰ ἀκοῦσαι, ἵνα τελέως ἑκά-τερος αὐτῶν ἀπειλήφῃ τὰ ὑπὸ τοῦ λόγου ὀφειλόμενα ἀκοῦσαι. Λέγοις ἄν, ἔφη, ὡς οὐ πολλὰ ἄλλ’ ἥδιον ἀκούοντι. Ἀλλ’ οὐ μέντοι σοι, ἦν δ’ ἐγώ, Ἀλκίνου γε ἀπόλογον ἐρῶ, ἀλλὰ ἀλκίμου μὲν ἀνδρὸς Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος Παμφύλου· ὅς ποτε ἐν πολέμῳ τελευτήσας, ἀναιρεθέντων δεκαταίων τῶν νεκρῶν ἤδη διεφθαρμένων, ὑγιὴς μὲν ἀνῃρέθη, κομισθεὶς δὲ οἴκαδε μέλ-λων θάπτεσθαι δωδεκαταῖος ἐπὶ τῇ πυρᾷ κείμενος ἀνεβίω, ἀναβιοὺς δὲ ἔλεγεν ἃ ἐκεῖ ἴδοι. ἔφη δέ, ἐπειδή οἱ ἐκβῆναι τὴν ψυχήν, πορεύεσθαι μετὰ πολ-λῶν καὶ ἀφικνεῖσθαι σφᾶς εἰς τόπον τινὰ δαιμόνιον, ἐν ᾧ τῆς τε γῆς δύ’ εἶναι χάσματα ἐχομένω ἀλλήλοιν καὶ τοῦ οὐρανοῦ αὖ ἐν τῷ ἄνω ἄλλα καταντικρύ. δικαστὰς δὲ μεταξὺ τούτων καθῆσθαι, οὕς, ἐπειδὴ διαδικάσειαν, τοὺς μὲν δικαίους κελεύειν πορεύεσθαι τὴν εἰς δεξιάν τε καὶ ἄνω διὰ τοῦ οὐρανοῦ, σημεῖα περιάψαντας τῶν δεδικασμένων ἐν τῷ πρόσθεν, τοὺς δὲ ἀδίκους τὴν εἰς ἀριστεράν τε καὶ κάτω, ἔχοντας καὶ τούτους ἐν τῷ ὄπισθεν σημεῖα πάντων ὧν ἔπραξαν. αὐτοῦ δὲ προσελθόντος εἰπεῖν ὅτι δέοι αὐτὸν ἄγγελον ἀν-θρώποις γενέσθαι τῶν ἐκεῖ καὶ διακελεύεσθαι διακούειν τε καὶ θεᾶσθαι πάντα τὰ ἐν τῷ τόπῳ. Ταῦτα ὁ Πλάτων· συγγενῆ δὲ τούτοις καὶ ὁ Πλούταρχος ὧδέ πη ἐν τῷ πρώτῳ Περὶ ψυχῆς ἱστορεῖ· λζ. ΠΛΟΥΤΑΡΧΟΥ ΠΕΡΙ ΤΟΥ ΟΜΟΙΟΥ Ἀντύλλῳ δὲ τούτῳ καὶ αὐτοὶ παρῆμεν· ἀλλὰ Σωσιτέλει καὶ Ἡρακλέωνι διηγησώμεθα. νοσῶν γὰρ ἔναγχος ἀβιώτως ἔχειν ἐδόκει τοῖς ἰατροῖς· ἀνενε-χθεὶς δὲ μικρὸν ἔκ τινος οὐ βιαίου καταφορᾶς, ἄλλο μὲν οὐδὲν οὔτ’ ἔπραξεν οὔτ’ εἶπε παρακινητικόν, ἔλεγε δὲ τεθνάναι καὶ πάλιν ἀφεῖσθαι καὶ μὴ τεθνήξε-σθαι τὸ παράπαν ὑπὸ τῆς ἀρρωστίας ἐκείνης, ἀλλὰ καὶ κακῶς ἀκηκοέναι τοὺς ἀγαγόντας αὐτὸν ὑπὸ τοῦ κυρίου· πεμφθέντας γὰρ ἐπὶ Νικανδᾶν αὐτὸν ἥκειν ἀντ’ ἐκείνου κομίζοντας. ὁ δὲ Νικανδᾶς ἦν σκυτοτόμος, ἄλλως δὲ τῶν ἐν παλαίστρᾳ γεγονότων καὶ πολλοῖς συνήθης καὶ γνώριμος. ὅθεν οἱ νεανί-σκοι προσιόντες ἔσκωπτον αὐτὸν ὡς ἀποδεδρακότα καὶ διεφθαρκότα τοὺς ἐκεῖθεν ὑπηρέτας. αὐτὸς μέντοι δῆλος ἦν εὐθὺς ὑποθραττόμενος καὶ δυσχεραίνων· τέλος δὲ πυρετοῦ προσπεσόντος ἐξαίφνης ἀπέθανε τριταῖος. οὗτος δὲ ἀνεβίω, καὶ περίεστιν εὖ γε ποιῶν, ἡμῖν ξένων ἐπιεικέστατος. Ταῦτά μοι κείσθω διὰ τὸ καὶ ἐν ταῖς Ἑβραίων γραφαῖς νεκρῶν ἀνα-βιώσεις φέρεσθαι. ἐπεὶ δὲ καὶ γῆν τινα ἐν ἐπαγγελίαις μόνοις τοῖς θεοφι-λέσι δοθήσεσθαι περιέχουσι, κατὰ τὸ φάσκον λόγιον· Οἱ δὲ πραεῖς κληρονο-μήσουσι τὴν γῆν, ταύτην δὲ ἐπουράνιον ὑπάρχειν διασαφεῖ ὁ φάσκων λό-γος· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν ὅ τε προφήτης τὴν αὐτὴν δὴ ταύτην ἐκ πολυτελῶν καὶ τιμίων συνεστάναι λίθων ἐν τρόπῳ ἀλληγορίας αἰνίττεται λέγων· Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τοὺς θεμελίους σου σάπφειρον καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς, θέα ὡς καὶ ὁ Πλάτων αὐτὰ δὴ ταῦτα ἢ τὰ παραπλήσια πεπεῖσθαι εἶναι ἀληθῆ ἐν τῷ Περὶ ψυχῆς ὁμολογεῖ, Σωκράτει ἀνατιθεὶς τὸν λόγον ὧδέ πη· λη. ΩΣ ΚΑΙ ΤΑ ΠΕΡΙ ΤΗΣ ΛΕΓΟΜΕΝΗΣ ΕΠΟΥΡΑΝΙΟΥ ΓΗΣ Ο ΠΛΑΤΩΝ ΟΜΟΙΩΣ ΕΒΡΑΙΟΙΣ ΔΙΕΞΕΙΣΙΝ Ἀλλὰ μέντοι, ὦ Σιμμία, οὐχὶ ἡ Γλαύκου τέχνη γέ μοι δοκεῖ εἶναι διηγή-σασθαι ἅ γ’ ἐστίν· ὡς μέντοι ἀληθῆ, χαλεπώτερόν μοι φαίνεται ἢ κατὰ τὴν Γλαύκου τέχνην. καὶ ἅμα μὲν ἐγὼ ἴσως οὐδ’ ἂν οἷός τε εἴην, ἅμα δέ, καὶ εἰ ἠπιστάμην, ὁ βίος μοι δοκεῖ ὁ ἐμός, ὦ Σιμμία, τῷ μήκει οὐκ ἐξαρκεῖν. τὴν μέντοι ἰδέαν τῆς γῆς, οἵαν πέπεισμαι εἶναι, καὶ τοὺς τόπους αὐτῆς οὐδέν με κωλύει λέγειν. Ἀλλ’, ἔφη ὁ Σιμμίας, καὶ ταῦτα ἀρκεῖ. Πέπεισμαι τοίνυν, ἦ δ’ ὅς, ἐγὼ πρῶτον μέν, εἰ ἔστιν ἐν μέσῳ τῷ οὐρανῷ περιφερὴς οὖσα, μηδὲν αὐτῇ δεῖν μήτε ἀέρος πρὸς τὸ μὴ πεσεῖν μήτε ἄλλης ἀνάγκης μηδεμιᾶς τοιαύτης, ἀλλ’ ἱκανὴν ἴσχειν αὐτὴν εἶναι τὴν ὁμοιότητα τοῦ οὐρανοῦ αὐτοῦ αὑτῷ πάντη καὶ τῆς γῆς αὐτῆς τὴν ἰσορροπίαν· ἰσόρροπον γὰρ πρᾶγμα ὁμοίου τινὸς ἐν μέσῳ τεθὲν οὐχ ἕξει μᾶλλον οὐδ’ ἧττον οὐδαμόσε κλιθῆναι, ὁμοίως δ’ ἔχον ἀκλινὲς μένει. Πρῶτον μὲν δή, ἦ δ’ ὅς, τοῦτο πέπεισμαι. Καὶ ὀρθῶς γε, ἔφη ὁ Σιμμίας. Ἔτι τοίνυν, ἔφη, πάμμεγά τι εἶναι αὐτό, καὶ ἡμᾶς οἰκεῖν τοὺς μέχρι Ἡρακλείων στηλῶν ἀπὸ Φάσιδος ἐν μικρῷ τινι μορίῳ, ὥσπερ περὶ τέλμα μύρμηκας ἢ βατράχους περὶ τὴν θάλατταν οἰκοῦντας, καὶ ἄλλους ἄλλοθι πολλοὺς ἐν πολλοῖς οἰκεῖν. εἶναι γὰρ πανταχῆ περὶ τὴν γῆν πολλὰ κοῖλα καὶ παντοδαπὰ καὶ τὰς ἰδέας καὶ τὰ μεγέθη, εἰς ἃ ξυνερρυηκέναι τό τε ὕδωρ καὶ τὴν ὁμίχλην καὶ τὸν ἀέρα· αὐτὴν δὲ τὴν γῆν καθαρὰν [τε] ἐν καθαρῷ κεῖσθαι τῷ οὐρανῷ, ἐν ᾧπέρ ἐστι τὰ ἄστρα, ὃν δὴ αἰθέρα ὀνομάζειν τοὺς πολλοὺς τῶν τὰ τοιαῦτα εἰωθότων λέγειν· οὗ δὴ ὑπο-στάθμην εἶναι ταῦτα καὶ ξυρρεῖν ἀεὶ εἰς τὰ κοῖλα τῆς γῆς. ἡμᾶς οὖν οἰκοῦντας ἐν τοῖς κοίλοις αὐτῆς λεληθέναι καὶ οἴεσθαι ἄνω ἐπὶ τῆς γῆς οἰκεῖν, ὥσπερ ἂν εἴ τις ἐν μέσῳ τῷ πυθμένι τοῦ πελάγους οἰκῶν οἴοιτό τε ἐπὶ τῆς θαλάττης οἰκεῖν καὶ διὰ τοῦ ὕδατος ὁρῶν τὸν ἥλιον καὶ τὰ ἄλλα ἄστρα τὴν θάλατταν ἡγοῖτο οὐρανὸν εἶναι, διὰ δὲ βραδυτῆτα καὶ ἀσθένειαν μηδεπώ-
PG 21:941ποτε ἐπὶ τὰ ἄκρα τῆς θαλάττης εἴη ἀφιγμένος μηδὲ ἑωρακὼς εἴη ἐκδὺς καὶ ἀνακύψας ἐκ τῆς θαλάττης εἰς τὸν ἐνθάδε τόπον, ὅσῳ καθαρώτερος καὶ καλ-λίων τυγχάνει ὢν τοῦ παρὰ σφίσι, μηδὲ ἄλλου ἀκηκοὼς εἴη τοῦτο ἑωρακότος. ταὐτὸ δὴ τοῦτο καὶ ἡμᾶς πεπονθέναι· οἰκοῦντας γὰρ ἔν τινι κοίλῳ τῆς γῆς οἴεσθαι ἐπάνω αὐτῆς οἰκεῖν καὶ τὸν ἀέρα οὐρανὸν καλεῖν, ὡς διὰ τούτου οὐρανοῦ ὄντος τὰ ἄστρα χωροῦντα. τὸ δὲ εἶναι ταὐτόν, ὑπ’ ἀσθενείας καὶ βραδυτῆτος οὐχ οἵους τε εἶναι ἡμᾶς διεξελθεῖν ἐπ’ ἔσχατον τὸν ἀέρα, ἐπεὶ εἴ τις αὐτοῦ ἐπ’ ἄκρα ἔλθοι ἢ πτηνὸς γενόμενος ἀνάπτοιτο, κατιδεῖν δὴ ἀνακύ-ψαντα, ὥσπερ ἐνθάδε οἱ ἐκ τῆς θαλάττης ἰχθύες ἀνακύπτοντες ὁρῶσι τὰ ἐνθάδε, οὕτως ἄν τινα καὶ τὰ ἐκεῖ κατιδεῖν· καὶ εἰ ἡ φύσις ἱκανὴ εἴη ἀνέχεσθαι θεω-ροῦσα, γνῶναι ἂν ὅτι ἐκεῖνός ἐστιν ὁ ἀληθῶς οὐρανὸς καὶ τὸ ἀληθινὸν φῶς καὶ ἡ ὡς ἀληθῶς γῆ. ἥδε μὲν γὰρ ἡ γῆ καὶ οἱ λίθοι καὶ πᾶς ὁ τόπος ὁ ἐνθάδε διεφθαρμένα ἐστὶ καὶ καταβεβρωμένα, ὥσπερ τὰ ἐν τῇ θαλάττῃ ὑπὸ τῆς ἅλμης· καὶ οὔτε φύεται ἄξιον λόγου οὐδὲν ἐν τῇ θαλάττῃ οὔ [τε] τέλειον, ὡς ἔπος εἰπεῖν, οὐδέν ἐστι, σήραγγες δὲ καὶ ἄμμος καὶ πηλὸς ἀμήχανος καὶ βόρ-βοροί εἰσιν, ὅπου ἂν καὶ ἡ γῆ ᾖ, καὶ πρὸς τὰ παρ’ ἡμῖν καλὰ κρίνεσθαι οὐδ’ ὁπωστιοῦν ἄξια. ἐκεῖνα δὲ αὖ τῶν παρ’ ἡμῖν πολὺ ἂν ἔτι πλεῖον φανείη διαφέρειν. εἰ γὰρ δὴ καὶ μυθολογεῖν καλόν, ἄξιον ἀκοῦσαι, ὦ Σιμμία, οἷα τυγχάνει τὰ ἐπὶ τῆς γῆς ὑπὸ τῷ οὐρανῷ ὄντα. Ἀλλὰ μήν, ἔφη ὁ Σιμμίας, ὦ Σώκρατες, ἡμεῖς γε τούτου τοῦ μύθου ἡδέως ἂν ἀκούσαιμεν. Λέγε-ται τοίνυν, ἔφη, ὦ ἑταῖρε, πρῶτον μὲν εἶναι τοιαύτη ἡ γῆ αὐτὴ ἰδεῖν, εἴ τις ἄνωθεν θεῷτο, ὥσπερ αἱ δωδεκάσκυτοι σφαῖραι, ποικίλη, χρώμασι διειλημ-μένη, ὧν καὶ τὰ ἐνθάδε εἶναι χρώματα ὥσπερ δείγματα, οἷς δὴ οἱ γραφεῖς καταχρῶνται· ἐκεῖ δὲ πᾶσαν τὴν γῆν ἐκ τοιούτων εἶναι καὶ πολὺ ἔτι ἐκ λαμ-προτέρων καὶ καθαρωτέρων ἢ τούτων. τὴν μὲν γὰρ ἁλουργῆ εἶναι θαυ-μαστὴν τὸ κάλλος, τὴν δὲ χρυσοειδῆ, τὴν δὲ ὅση λευκὴ γύψου καὶ χιόνος λευκοτέραν, καὶ ἐκ τῶν ἄλλων χρωμάτων συγκειμένην ὡσαύτως καὶ ἔτι πλει-όνων καὶ καλλιόνων ἢ ὅσα ἡμεῖς ἑωράκαμεν. καὶ γὰρ αὐτὰ ταῦτα τὰ κοῖλα αὐτῆς, ὕδατός τε καὶ ἀέρος ἔκπλεα ὄντα, χρώματός τι εἶδος παρέχεσθαι στίλβοντα ἐν τῇ τῶν ἄλλων χρωμάτων ποικιλίᾳ, ὥστε ἕν τι αὐτῆς εἶδος ξυνεχὲς καὶ ποικίλον φαντάζεσθαι. ἐν δὲ ταύτῃ οὔσῃ τοιαύτῃ ἀνὰ λόγον τὰ τοι-αῦτα φύεσθαι, δένδρα τε καὶ ἄνθη ἔχοντα τοὺς καρπούς· καὶ αὖ τὰ ὄρη ὡσαύ-τως καὶ τοὺς λίθους ἔχειν κατὰ τὸν αὐτὸν λόγον τήν τε λειότητα καὶ τὴν δια-φάνειαν καὶ τὰ χρώματα καλλίω· ὧν καὶ τὰ ἐνθάδε λιθίδια εἶναι ταῦτα τὰ ἀγαπώμενα μόρια, σάρδιά τε καὶ ἰάσπιδας καὶ σμαράγδους καὶ πάντα τὰ τοι-αῦτα· ἐκεῖ δὲ οὐδὲν ὁτιοῦν τοιοῦτον οὐκ εἶναι καὶ ἔτι τούτων καλλίω. τὸ δ’ αἴτιον τούτου εἶναι ὅτι ἐκεῖνοι οἱ λίθοι καθαροί εἰσι καὶ οὐ κατεδηδεσμένοι οὐδὲ διεφθαρμένοι ὥσπερ οἱ ἐνθάδε ὑπὸ σηπεδόνος καὶ ἅλμης καὶ τῶν δεῦρο ξυνερρυηκότων, ἃ καὶ λίθοις καὶ γῇ καὶ τοῖς ἄλλοις ζῴοις τε καὶ φυτοῖς αἴσχη τε καὶ νόσους παρέχει. τὴν δὲ γῆν αὐτὴν κεκοσμῆσθαι τούτοις τε ἅπασι καὶ ἔτι χρυσῷ τε καὶ ἀργύρῳ καὶ τοῖς ἄλλοις αὖ τοῖς τοιούτοις. ἐκφανῆ γὰρ αὐτὰ πεφυκέναι, ὄντα πολλὰ πλήθει καὶ μεγάλα καὶ πολλαχοῦ τῆς γῆς, ὥστε αὐτὴν δεῖν εἶναι θέαμα εὐδαιμόνων θεατῶν. λθ. ΩΣ ΚΑΙ ΤΑ ΠΕΡΙ ΤΗΣ ΜΕΤΑ ΘΑΝΑΤΟΝ ΚΡΙΣΕΩΣ ΟΜΟΙΩΣ ΕΒΡΑΙΟΙΣ ΚΑΙ Ο ΠΛΑΤΩΝ ΕΣΕΣΘΑΙ ΠΙΣΤΕΥΕΙ Τῆς παρ’ Ἑβραίοις γραφῆς θεοῦ δικαιωτήριον καὶ κρίσιν ψυχῶν μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν ἔσεσθαι προαγορευούσης διά τε μυρίων ἄλλων καὶ δι’ ὧν φησι· Κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεῴχθησαν καὶ παλαιὸς ἡμε-ρῶν ἐκάθητο. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ, ἐπάκουσον τοῦ Πλάτωνος τῆς θείας κρίσεως καὶ δὴ καὶ τοῦ ποταμοῦ ὀνομα-στὶ μεμνημένου πολλάς τε μονὰς τῶν εὐσεβῶν διαφόρους τε τῶν δυσσεβῶν τιμωρίας συμφώνως τοῖς Ἑβραίων ὑπογράφοντος λόγοις. φησὶ δ’ οὖν ἐν τῷ Περὶ ψυχῆς τάδε· Τρίτος δὲ ποταμὸς τούτων κατὰ μέσον ἐκβάλλει καὶ ἐγγὺς τῆς ἐκβο-λῆς ἐκπίπτει εἰς τόπον μέγαν πυρὶ πολλῷ καιόμενον καὶ λίμνην ποιεῖ μείζω τῆς παρ’ ἡμῖν θαλάττης, ζέουσαν ὕδατος καὶ πηλοῦ· ἐντεῦθεν δὲ χωρεῖ κύκλῳ θολερὸς καὶ πηλώδης, περιελιττόμενος δὲ τῇ γῇ ἄλλοσέ τε ἀφικνεῖται [καὶ] παρ’ ἔσχατα τῆς Ἀχερουσιάδος λίμνης, οὐ συμμιγνύμενος τῷ ὕδατι· περι-ελιχθεὶς δὲ πολλάκις ὑπὸ γῆν ἐμβάλλει κατωτέρω τοῦ Ταρτάρου. οὗτος δ’ ἐστὶν ὃν ἐπονομάζουσι Πυριφλεγέθοντα, οὗ καὶ οἱ ῥύακες ἀποσπάσματα ἀνα-φυσῶσιν, ὅπου ἂν τύχωσι τῆς γῆς. τούτου δὲ αὖ καταντικρὺ ὁ τέταρτος ἐκ-πίπτει εἰς τόπον πρῶτον δεινόν τε καὶ ἄγριον, ὡς λέγεται, χρῶμα δὲ ἔχοντα ὅλον οἷον ὁ κυανός, ὃν δὴ ἐπονομάζουσι Στύγιον καὶ τὴν λίμνην, [ἣν] ποιεῖ ὁ ποταμὸς ἐμβάλλων Στύγα. ὁ δ’ ἐμπεσὼν ἐνταῦθα καὶ δεινὰς δυνάμεις λα-βὼν ἐν τῷ ὕδατι, δὺς κατὰ τῆς γῆς καὶ περιελιττόμενος χωρεῖ ἐναντίως τῷ Πυριφλεγέθοντι καὶ ἀπαντᾷ ἐν τῇ Ἀχερουσίᾳ λίμνῃ ἐξ ἐναντίας, καὶ οὐδὲ τὸ τούτου ὕδωρ οὐδενὶ μίγνυται, ἀλλὰ καὶ οὗτος κύκλῳ περιελθὼν ἐμβάλλει εἰς τὸν Τάρταρον ἐναντίως τῷ Πυριφλεγέθοντι· ὄνομα δὲ τούτῳ ἐστίν, ὡς οἱ ποιηταὶ λέγουσι, Κωκυτός. τούτων δὲ οὕτως πεφυκότων, ἐπειδὰν ἀφί-κωνται οἱ τετελευτηκότες εἰς τὸν τόπον οἷ ὁ δαίμων ἕκαστον κομίζει, πρῶ-τον μὲν διεδικάσαντο οἵ τε ὁσίως καὶ δικαίως βιώσαντες καὶ οἱ μή. καὶ οἳ μὲν ἂν δόξωσι μέσως βεβιωκέναι, πορευθέντες ἐπὶ τὸν Ἀχέροντα ἀναβάντες ἃ δὴ καὶ αὐτοῖς ὀχήματά ἐστιν, ἐπὶ τούτων ἀφικνοῦνται εἰς τὴν λίμνην καὶ ἐκεῖ οἰκοῦσί τε καὶ καθαιρόμενοι τῶν τε ἀδικημάτων διδόντες δίκας ἀπολύον-ται, εἴ τίς τι ἠδίκηκε, τῶν τε εὐεργεσιῶν τιμὰς φέρονται κατὰ τὴν ἀξίαν ἕκα-στος, οἳ δ’ ἂν δόξωσιν ἀνιάτως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους ἀδίκους καὶ παρανόμους πολλοὺς ἐξειργασμένοι ἢ ἄλλα ὅσα τοιαῦτα τυγχάνει ὄντα, τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον, ὅθεν οὔποτε ἐκβαίνουσιν. οἳ δ’ ἂν ἰάσιμα μέν, μεγάλα δὲ δόξωσιν ἡμαρτηκέναι ἁμαρτήματα, οἷον πρὸς πατέρα ἢ μητέρα ὑπ’ ὀργῆς βίαιόν τι πράξαντες, καὶ μεταμέλον αὐτοῖς τὸν ἄλλον βίον βιῶσιν ἢ ἀνδροφόνοι ἢ τοιούτῳ τινὶ ἄλλῳ τρόπῳ γένωνται, τούτοις δὲ ἐμπεσεῖν μὲν εἰς τὸν Τάρταρον ἀνάγκη, ἐμπεσόντας δὲ αὐτοὺς καὶ ἐνιαυτὸν ἐκεῖ γε-νομένους ἐκβάλλει τὸ κῦμα, τοὺς μὲν ἀνδροφόνους κατὰ τὸν Κωκυτόν, τοὺς δὲ πατραλῴας κατὰ τὸν Πυριφλεγέθοντα· ἐπειδὰν δὲ φλεγόμενοι γένωνται κατὰ τὴν λίμνην τὴν Ἀχερουσιάδα, ἐνταῦθα βοῶσί τε καὶ καλοῦσιν, οἱ μὲν οὓς ἀπέκτειναν, οἱ δὲ οὓς ὕβρισαν, καλέσαντες δὲ ἱκετεύουσι καὶ δέονται ἐᾶσαι σφᾶς ἐκβῆναι εἰς τὴν λίμνην καὶ δέξασθαι, καὶ ἐὰν μὲν πείσωσιν, ἐκβαίνουσί τε καὶ λήγουσι τῶν κακῶν· εἰ δὲ μή, φέρονται αὖθις εἰς τὸν Τάρταρον κἀκεῖ-θεν πάλιν εἰς τοὺς ποταμούς, καὶ ταῦτα πάσχοντες οὐ πρότερον παύονται πρὶν ἂν πείσωσιν οὓς ἠδίκησαν· αὕτη γὰρ ἡ δίκη ὑπὸ τῶν δικαστῶν αὐτοῖς
PG 21:947ἐτάχθη. οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν τόπων τῶν ἐν τῇ γῇ ἐλευθερούμενοί τε καὶ ἀπαλλατ-τόμενοι, ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς τὴν καθαρὰν οἴκησιν ἀφικνούμενοι καὶ ἐπὶ τῆς γῆς οἰκιζόμενοι. τούτων δὲ αὐτῶν οἱ φιλοσοφίᾳ ἱκανῶς καθηρά-μενοι ἄνευ τε καμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἔπειτα χρόνον καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι. ἀλλὰ τούτων δὴ ἕνεκα χρὴ ὧν διεληλύθαμεν, ὦ Σιμμία, πᾶν ποιεῖν ὥστε ἀρετῆς καὶ φρονήσεως ἐν τῷ βίῳ μετασχεῖν· καλὸν γὰρ τὸ ἆθλον καὶ ἡ ἐλπὶς μεγάλη. Ταῦτα ὁ Πλάτων. σὺ δέ γε παραθήσεις τῷ καὶ εἰς οἰκήσεις καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε χρόνος ἱκανὸς ἐν τῷ παρόντι τὸ παρ’ ἡμῖν οὕτως ἔχον· Ὀφθαλμὸς γὰρ οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, ταῖς δὲ εἰρημέναις οἰκήσεσι τὸ πολλὰς μονὰς εἶναι παρὰ τῷ πατρὶ τοῖς θεοφιλέσιν ἐπηγγελμένας, καὶ τοῖς περὶ τοῦ Πυριφλεγέθοντος λεχθεῖσι τὸ τοῖς ἀσεβέσιν ἠπειλημένον πῦρ αἰώνιον, κατὰ τὸν πρὸς αὐτοὺς φάσκοντα Ἑβραίων προφήτην· Τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; καὶ πάλιν· Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. τήρει δὲ ὡς καὶ ὁ Πλάτων συνᾴδων τούτοις τοὺς ἀσεβεῖς εἰπὼν χωρήσειν εἰς Τάρταρον ἐπιλέγει· ὅθεν οὔποτε ἐκβαίνουσι. καὶ αὖ πάλιν τοὺς εὐσεβεῖς ζή-σεσθαι εἰπὼν ἐν μακαρίοις προστίθησι λέγων τὸ παράπαν καὶ εἰς τὸν ἔπειτα χρόνον. ἀλλὰ καὶ τὸ ἄνευ καμάτων εἰρημένον ὑπ’ αὐτοῦ ὅμοιον ἂν εἴη τῷ ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. φάσκων δὲ τοὺς ἐπὶ τὸν Ἀχέροντα πορευομένους μὴ ἁπλῶς ἐπὶ τοῦτον ἀφικνεῖσθαι, ἀλλὰ ἀναβαί-νοντας πρότερον ἃ δὴ αὐτοῖς ὀχήματά ἐστι, τίνα ποτὲ ἄρα τὰ ὀχήματα βούλεται σημαίνειν ἢ τὰ σώματα, εἰς ἃ ἀναβᾶσαι αἱ τῶν τετελευτηκότων ψυχαὶ σὺν αὐτοῖς τιμωροῦνται κατὰ τὰ παρ’ Ἑβραίοις νενομισμένα; ἀλλὰ γὰρ ἱκανὴν καὶ τοῦδε τοῦ λόγου περιγραφὴν εἰληφότος ἐπὶ τὸ δωδέκατον τῆς Εὐαγγελικῆς Προπαρασκευῆς μεταβήσομαι σύγγραμμα.

Book XIILiber Duodecimus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 21:949ΙΒ ΤΑΔΕ ΤΟ ΔΩΔΕΚΑΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ α. Ὅτι καὶ κατὰ Πλάτωνα τοῖς εἰσαγομένοις ὀρθῶς Ἑβραίων παῖδες ἀπερίεργον τὴν τῶν μαθημάτων πίστιν διὰ τὸ ἀτελὲς αὐτῶν παρεδίδοσαν· Ἀπὸ τοῦ πρώτου τῶν Νόμων β. Ὅτι μεγίστη τῶν ἀρετῶν καὶ κατὰ Πλάτωνα ἡ πίστις τυγχάνει γ. Ὅτι πιστεύειν δεῖ τοῖς περὶ ψυχῆς λεγομένοις καὶ τοῖς ἄλλοις τοῖς περὶ τῶν τοιούτων λόγοις δ. Ὅτι δεήσει ἐν σχήματι μύθων τὰς πρώτας εἰσαγωγὰς τοῖς παισὶ παραδιδόναι ε. Ὅτι μὴ τοὺς ἐπιβλαβεῖς μύθους τοῖς παισί, μόνους δὲ τοὺς ὠφελίμους δεήσει κατεπ-ᾴδειν 2. Ὅτι μὴ λόγῳ μόνον ἀπεδέχετο τὴν πίστιν ὁ Πλάτων, ἀλλὰ καὶ αὐτῇ διαθέσει τού-τοις πιστεύειν καὶ πεπεῖσθαι ὡμολόγει, οἷς καὶ ἡμεῖς πιστεύομεν ζ. Ὅτι μὴ δέοι εἰς πάντας ἐκφέρειν τὰ σεμνὰ τῶν τῆς ἀληθείας δογμάτων η. Ὁποίους δεῖν ὁ Πλάτων φησι τοὺς ἄρχοντας καθιστάναι· ὅτι ἰδιώτας καὶ ἀγραμ-ματοὺς, εἰ μόνον τὸ ἦθος κεκοσμημένοι εἶεν θ. Ὅτι δέοι φεύγειν τὰς ἀρχάς ι. Περὶ τοῦ κατὰ Πλάτωνα δικαίου ια. Περὶ τοῦ κατὰ Μωσέα παραδείσου ιβ. Ὡς ἐκ τοῦ ἀνδρὸς εἰλῆφθαί φασι τὴν γυναῖκα ιγ. Περὶ τοῦ πρώτου τῶν ἀνθρώπου βίου ιδ. Ὅτι καὶ τοῖς ἀλόγοις ζῴοις ὡμίλουν ιε. Ὅπως περὶ τοῦ κατακλυσμοῦ μέμνηνται ι. Ὅτι τὰ τῆς διδασκαλίας ὀρθῶς ἡμῖν ἀπὸ τῶν ἀρχόμενα καταλήγει εἰς τὰ ἀνθρώπινα ιζ. Ὅτι καλὸν ἐξέτι νέας ἡλικίας τοὺς παῖδας τοῖς τῆς θεοσεβείας ἔθεσιν ἐγγυμνάζειν ιη. Ὅτι παιδείαν ἡγεῖσθαι χρὴ μόνην τὴν εἰς ἀρετὴν προάγουσαν, οὐχὶ δὲ τὴν εἰς χρηματισμὸν ἤ τινα βιοποριστικὴν ἐπιτήδευσιν ιθ. Ὅτι παραπλησίως Ἑβραίοις καὶ ὁ Πλάτων εἰκόνα θειοτέρων τὰ τῇδε εἶναι ἐδό-ξαζεν κ. Ὅτι χρὴ τοὺς νέους δι’ ἐκμαθήσεως ὕμνων ὀρθῶν καὶ ᾠδῶν εἰς ἀρετῆς ἀνάληψιν προ-παρασκευάζειν κα. Ὁποίας χρὴ διανοίας περιέχειν τὰς ᾠδάς κβ. Ὅτι οὐ πάντων ἐστὶ τὰς ὀρθὰς ᾠδὰς καὶ τὰ μέλη δύνασθαι ποιεῖν, ἀλλ’ ἢ μόνου θεοῦ ἢ θείου τινὸς ἀνδρός κγ. Περὶ τῶν δοκιμάζειν οἵων τε τὰς κατὰ θεὸν πεποιημένας ᾠδάς κδ. Ὅτι καὶ ἐν τοῖς συμποσίοις παραληπτέον τὰς ᾠδὰς ὥσπερ τινὰς νόμους συμπο-σιακούς κε. Ὅτι οὐ πᾶσιν ἐπιτρεπτέον τὴν οἴνου πόσιν κ. Ὅτι οὐκ ἠγνόει ὁ Πλάτων τὰ ὑπ’ αὐτοῦ νομοθετούμενα παρά τισι βαρβάροις πολι-τεύεσθαι κζ. Ὅτι πόλεμος ἡμῖν ἐστι πρὸς ἡμᾶς αὐτοὺς καὶ τὰ ἐν ἡμῖν πάθη κη. Ὅτι οὐ τὸ σῶμα, ἀλλ’ ἡ ψυχὴ αἰτία τυγχάνει τῶν κακῶς ὑφ’ ἡμῶν πραττομένων κθ. Περὶ τοῦ καθαρῶς φιλοσοφοῦντος λ. Περὶ πάσης τῆς ἐν ἀνθρώποις σοφιστείας λα. Ὅτι δεήσει ποτὲ τῷ ψεύδει ἀντὶ φαρμάκου χρῆσθαι ἐπ’ ὠφελείᾳ τῶν δεομένων τοῦ τοιούτου τρόπου λβ. Ὅτι μὴ μόνον ἄνδρας, ἀλλὰ καὶ γυναῖκας καὶ πᾶν γένος ἀνθρώπων προσίεσθαι χρὴ εἰς τὴν προειρημένην παιδείαν λγ. Ὅτι μὴ χρῆν ἐκ τῶν οὐ κατὰ λόγον παρ’ ἡμῖν βιούντων τὸ πᾶν ἔθνος διαβάλλεσθαι λδ. Ὅπως ὁ Πλάτων μετέβαλεν ἐπὶ τὸ Ἑλληνικώτερον τὰ ἐν Παροιμίας λόγια λε. Περὶ πλούτου καὶ πενίας λ. Περὶ γονέων τιμῆς λζ. Περὶ κτήσεως οἰκετῶν λη. Ὡς μετέβαλε τὸ Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου λθ. Ὅμοιον τῷ Ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσι με μ. Περὶ κλεπτῶν μα. Περὶ κλέπτου ἀναιρουμένου μβ. Περὶ ὑποζυγίου μγ. Ὅτι τοῖς αὐτοῖς ὁ Πλάτων, οἷς καὶ ἡ παρ’ Ἑβραίοις γραφή, κέχρηται παραδείγμασιν μδ. Ἔτι περὶ τῶν ὁμοίων ὑποδειγμάτων με. Ἔτι περὶ τοῦ αὐτοῦ μ. Ἔτι περὶ τοῦ αὐτοῦ μζ. Ὅτι καὶ ὁ Πλάτων εἰς δώδεκα φυλὰς δεῖν νομοθετεῖ διαιρεῖν τοὺς πολίτας κατὰ μίμησιν τοῦ τῶν Ἑβραίων ἔθνους μη. Ἐν ποταπῷ τὴν πόλιν κατοικίζειν ὁ Πλάτων νομοθετεῖ τόπῳ· διαγράφει δὲ ἐοικότα τινὰ τῷ ἐν Ἱεροσολύμοις μθ. Ὅπως ὁ Πλάτων τὰ τῆς Ἑλληνικῆς προπαιδείας ὡς ἐπιβλαβῆ τυγχάνοντα παραι-τεῖται ν. Περὶ τῆς τῶν ἀθέων δόξης· ἀπὸ τοῦ ι τῶν Νόμων να. Ὡς ὁ Πλάτων τὸν περὶ θεοῦ κατασκευάζει λόγον νβ. Ὅπως περὶ τοῦ προνοεῖν τοῦ παντὸς τὸν θεὸν διέξεισιν ΙΒ Ὁ δωδέκατος ἡμῖν τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἐνθένδε ποθὲν ἤδη τὰ ἐνδέοντα τῷ προτέρῳ τῆς Πλάτωνος πρὸς τὰ Ἑβραίων λόγια συν-ῳδίας, ὡς ἐν ἁρμονίᾳ συμφώνου λύρας, ἀποδώσει, τὴν καταρχὴν ἐξ ἀπολογίας τῆς παρὰ τοῖς πολλοῖς βλασφημουμένης ἡμῶν πίστεως ληψόμενος. α. ΟΤΙ ΚΑΙ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΤΟΙΣ ΕΙΣΑΓΟΜΕΝΟΙΣ ΟΡΘΩΣ ΕΒΡΑΙΩΝ ΠΑΙΔΕΣ ΑΠΕΡΙΕΡΓΟΝ ΤΗΝ ΤΩΝ ΜΑΘΗΜΑΤΩΝ ΠΙΣΤΙΝ ΔΙΑ ΤΟ ΑΤΕΛΕΣ ΑΥΤΩΝ ΠΑΡΕΔΙΔΟΣΑΝ· ΑΠΟ ΤΟΥ ΠΡΩΤΟΥ ΤΩΝ ΝΟΜΩΝ Εἰ μὲν τοίνυν ὀρθῶς ἢ μή τις ἐπιτιμᾷ τῇ τε Λακωνικῇ καὶ τῇ Κρητικῇ πολιτείᾳ, λόγος ἂν ἕτερος εἴη· τὰ γοῦν λεγόμενα πρὸς τῶν πολλῶν ἴσως ἐγὼ μᾶλλον ἔχοιμ’ ἂν ὑμῶν ἀμφοτέρων λέγειν. ὑμῖν γὰρ εἰ καὶ μετρίως κατεσκεύ-ασται τὰ τῶν νόμων, εἷς τῶν καλλίστων ἂν εἴη νόμων μὴ ζητεῖν τῶν νέων
PG 21:959μηδένα ἐᾶν ποῖα καλῶς αὐτῶν ἢ μὴ καλῶς ἔχει, μιᾷ δὲ φωνῇ καὶ ἐξ ἑνὸς στό-ματος πάντας συμφωνεῖν ὡς πάντα καλῶς κεῖται θέντων θεῶν, καὶ ἄν τις ἄλλως λέγῃ, μὴ ἀνέχεσθαι τὸ παράπαν ἀκούοντας· γέρων δὲ εἴ τις ξυννοεῖ τῶν παρ’ ὑμῖν, πρὸς ἄρχοντά τε καὶ ἡλικιώτην μηδενὸς ἐναντίον νέου ποιεῖσθαι τοὺς τοιούτους λόγους. Ὀρθότατά γε, ὦ ξένε, κελεύεις. Εἰκότως δῆτα καὶ ἡ Ἑβραίων προλαβοῦσα γραφὴ τῆς τῶν θείων γραφῶν συνέσεώς τε καὶ θεωρίας τὴν πίστιν προτάττει δι’ ὧν φησιν· Ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. καὶ αὖθις· Ἐπίστευσα, διὸ καὶ ἐλάλησα. ἔνθεν καὶ παρ’ ἡμῖν τοῖς μὲν ἄρτι εἰσαγομένοις καὶ τὴν ἕξιν ἀτελέσιν, ὡς ἂν τὰς ψυχὰς νηπίοις, ἁπλούστερον ἡ ἐν ταῖς θείαις γραφαῖς ἀνάγνωσις παραδίδοται μετὰ τοῦ δεῖν πιστεύειν ὡς θεοῦ λόγοις τοῖς ἐμφερομένοις παρακελεύεσθαι, τοῖς δὲ τὴν ἕξιν προβεβηκόσι καὶ πολιοῖς τὸ φρόνημα ἐμβαθύνειν καὶ δοκιμάζειν τὸν νοῦν τῶν λεγομένων ἐπιτέτραπται. τούτους δὲ παισὶν Ἑβραίων δευτερωτὰς φίλον ἦν ὀνομάζειν, ἑρμηνευτὰς ὥσπερ καὶ ἐξηγητὰς ὄντας τῆς τῶν γραφῶν διανοίας. β. ΟΤΙ ΜΕΓΙΣΤΗ ΤΩΝ ΑΡΕΤΩΝ ΚΑΙ ΚΑΤΑ ΠΛΑΤΩΝΑ Η ΠΙΣΤΙΣ ΤΥΓΧΑΝΕΙ Οὐκοῦν τὰ μετὰ ταῦτα εἴποιμεν ἡμεῖς ὅτι σὺ μὲν ἐπαινεῖς, ὡς ἔοικας, ὦ Τυρταῖε, μάλιστα τοὺς πρὸς τὸν ὀθνεῖόν τε καὶ ἔξωθεν πόλεμον γιγνομέ-νους ἐπιφανεῖς. φαίη ταῦτα ἄν που καὶ ὁμολογοῖ; Τί μήν; Ἡμεῖς δέ γε ἀγαθῶν ὄντων τούτων ἔτι φαμὲν ἀμείνους εἶναι καὶ πολὺ τοὺς ἐν τῷ μεγίστῳ πολέμῳ γιγνομένους ἀρίστους διαφανῶς. ποιητὴν δὲ καὶ ἡμεῖς μάρτυρα ἔχομεν Θέογνιν, πολίτην τῶν ἐν Σικελίᾳ Μεγαρέων, ὅς φησι· πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ. τοῦτον δέ φαμεν ἐν πολέμῳ χαλεπωτέρῳ ἀμείνονα ἐκείνου πάμπολυ γίγνε-σθαι, σχεδὸν ὅσον ἀμείνων δικαιοσύνη καὶ σωφροσύνη καὶ φρόνησις εἰς ταὐ-τὸν ἐλθοῦσαι μετὰ ἀνδρίας αὐτῆς μόνον ἀνδρίας. πιστὸς μὲν γὰρ καὶ ὑγιὴς ἐν στάσεσιν οὐκ ἄν ποτε γένοιτο ἄνευ ξυμπάσης ἀρετῆς· διαβάντες δὲ εὖ καὶ μαχόμενοι ἐθέλοντες ἀποθνήσκειν ἐν ᾧ πολέμῳ φράζει Τυρταῖος, τῶν μισθοφό-ρων εἰσὶ πάμπολλοι, ὧν οἱ πλεῖστοι γίγνονται θρασεῖς καὶ ἄδικοι καὶ ὑβρι-σταὶ καὶ ἀφρονέστατοι σχεδὸν ἁπάντων, ἐκτὸς δή τινων εὖ μάλα ὀλίγων. ποῖ δὴ τελευτᾷ νῦν ἡμῖν οὗτος ὁ λόγος; καὶ τί φανερόν ποτε ποιῆσαι βουληθεὶς λέγει ταῦτα; δηλονότι τόδε, ὡς παντὸς μᾶλλον καὶ ὁ τῇδε ὁ παρὰ Διὸς νομοθέτης πᾶς τε, οὗ καὶ σμικρὸν ὄφελος, οὐκ ἄλλο ἢ πρὸς τὴν μεγίστην ἀρετὴν μάλιστα βλέπων ἀεὶ θήσει τοὺς νόμους· ἔστι δ’, ὥς φησι Θέογνις, αὕτη πιστότης ἐν τοῖς δεινοῖς, ἥν τις δικαιοσύνην ἂν τελείαν ὀνομάσειε. Καὶ παρ’ ἡμῖν ὁ σωτήριος λόγος ὁμοῦ συζεύξας τῇ πίστει τὴν φρόνησιν τὸν κατ’ ἀμφότερα κεκοσμημένον τοῖς αὑτοῦ λόγοις ἐγκρίνει λέγων· Τίς ἄρα ἔσται ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος; καὶ αὖθις· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω. σαφῶς γοῦν ἐν τούτοις οὐ τὴν ἄλογον πίστιν ἀποδέχεσθαι παρίστησιν, ἀλλὰ τὴν ταῖς μεγίσταις ἀρεταῖς συνεζευγμένην, εἰ δὴ τοιαῦται φρόνησις καὶ ἀγαθωσύνη. γ. ΟΤΙ ΠΙΣΤΕΥΕΙΝ ΔΕΙ ΤΟΙΣ ΠΕΡΙ ΨΥΧΗΣ ΛΕΓΟΜΕΝΟΙΣ ΚΑΙ ΤΟΙΣ ΑΛΛΟΙΣ ΤΟΙΣ ΠΕΡΙ ΤΩΝ ΤΟΙΟΥΤΩΝ ΛΟΓΟΙΣ ΑΠΟ ΤΟΥ ΙΑ ΤΩΝ ΝΟΜΩΝ· Εἴς τινα γὰρ οὖν μοι καιρὸν φαινόμεθα τοὺς ἔμπροσθεν λόγους διεξελ-θεῖν, ὡς ἄρα αἱ τῶν τελευτησάντων ψυχαὶ δύναμιν ἔχουσί τινα τελευτήσασαι καὶ τῶν κατὰ ἀνθρώπους πραγμάτων ἐπιμελοῦνται. ταῦτα ἀληθεῖς μέν, μακροὶ δέ εἰσι περιέχοντες λόγοι. πιστεύειν δὲ ταῖς τε ἄλλαις φήμαις χρεὼν περὶ τὰ τοιαῦτα, οὕτω πολλαῖς καὶ σφόδρα παλαιαῖς οὔσαις, πιστεύειν δὲ καὶ τοῖς νομοθετοῦσι ταῦθ’ οὕτως ἔχειν, ἄνπερ μὴ παντάπασιν ἄφρονες φαί-νωνται. Καὶ ἐν τῇ βίβλῳ δὲ τῶν Μακκαβαίων λέγεται Ἱερεμίας ὁ προφήτης μετὰ τὴν ἀπαλλαγὴν τοῦ βίου εὐχόμενος ὁρᾶσθαι ὑπὲρ τοῦ λαοῦ, ὡς φροντίδα ποιούμενος τῶν ἐπὶ γῆς ἀνθρώπων. δεῖν δέ φησι καὶ ὁ Πλάτων τούτοις πιστεύειν. δ. ΟΤΙ ΔΕΗΣΕΙ ΕΝ ΣΧΗΜΑΤΙ ΜΥΘΩΝ ΤΑΣ ΠΡΩΤΑΣ ΕΙΣ-ΑΓΩΓΑΣ ΤΟΙΣ ΠΑΙΣΙ ΠΑΡΑΔΙΔΟΝΑΙ· ΑΠΟ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΤΗΣ ΠΟΛΙΤΕΙΑΣ Λόγων δὲ δισσὸν εἶδος· τὸ μὲν ἀληθές, ψεῦδος δὲ ἕτερον. Ναί. Παιδευ-τέον δὲ ἐν ἀμφοτέροις, πρότερον δὲ ἐν τοῖς ψευδέσιν; Οὐ μανθάνω, ἔφη, πῶς λέγεις. Οὐ μανθάνεις, ἦν δ’ ἐγώ, ὅτι πρῶτον τοῖς παιδίοις μῦθον λέγομεν. τοῦτο δέ που ὡς τὸ ὅλον εἰπεῖν ψεῦδος, ἔνι δὲ καὶ ἀληθῆ. πρότερον δὲ μύθοις πρὸς τὰ παιδία ἢ γυμνασίοις χρώμεθα. Ἔστι ταῦτα. Ταῦτα ὁ Πλάτων. καὶ παρ’ Ἑβραίοις δὲ τὰς τῆς ἐνθέου γραφῆς ἱστορίας τοῖς νηπίοις τὰς ψυχὰς ἁπλούστερον ὥσπερ τινὰς μύθους ἔθος ἐστὶ παρα-διδόναι, τοῖς δὲ ἐγ[γε]γυμνασμένοις τὴν ἕξιν τὰς τῶν λόγων βαθυτέρας καὶ δογματικὰς θεωρίας διὰ τῆς καλουμένης δευτερώσεως καὶ σαφηνείας τῶν λανθανόντων τοὺς πολλοὺς νοημάτων. ε. ΟΤΙ ΜΗ ΤΟΥΣ ΕΠΙΒΛΑΒΕΙΣ ΜΥΘΟΥΣ ΤΟΙΣ ΠΑΙΣΙ ΜΟΝΟΥΣ ΔΕ ΤΟΥΣ ΩΦΕΛΙΜΟΥΣ ΔΕΗΣΕΙ ΚΑΤΕΠΑΙΔΕΙΝ Οὐκοῦν οἶσθ’ ὅτι ἀρχὴ παντὸς ἔργου μέγιστον, ἄλλως τε δὴ καὶ νέῳ καὶ ἁπαλῷ ὁτῳοῦν; μάλιστα γὰρ δὴ τότε πλάττεται καὶ ἐνδύεται τύπος, ὃν ἄν τις βούληται ἐνσημήνασθαι ἑκάστῳ. Κομιδῇ μὲν οὖν. Ἆρ’ οὖν ῥᾳ-δίως οὕτω παρήσομεν τοὺς ἐπιτυχόντας μύθους πλασθέντας ἀκούειν τοὺς παῖδας καὶ λαμβάνειν ἐν ταῖς ψυχαῖς ὡς ἐπιτοπολὺ ἐναντίας δόξας ἐκείναις ἅς, ἐπειδὰν τελεωθῶσιν, ἔχειν οἰησόμεθα δεῖν αὐτούς; Οὐδ’ ὁπωστιοῦν παρήσομεν. Πρῶτον μὲν δὴ ἡμῖν, ὡς ἔοικεν, ἐπιστατητέον τοῖς μυθοποιοῖς καὶ ὃν μὲν ἂν καλὸν ποιήσωσιν, ἐγκριτέον, ὃν δ’ ἂν μή, ἀποκριτέον. τοὺς δ’ ἐγκρι-θέντας πείσομεν τὰς τροφούς τε καὶ μητέρας λέγειν τοῖς παισὶ καὶ πλάττειν τὰς ψυχὰς αὐτῶν τοῖς μύθοις πολὺ μᾶλλον ἢ τὰ σώματα ταῖς χερσίν. ὧν δὲ νῦν λέγουσι τοὺς πολλοὺς ἐκβλητέον. Καὶ ταῦτα πρὸ τοῦ Πλάτωνος πεφύλακτο παρ’ Ἑβραίοις. οἱ γὰρ ἔχοντες πνεῦμα θεῖον, διακριτικὸν πνευμάτων, ἐδοκίμαζον τὰ ὀρθῶς καὶ ἐξ ἁγίου πνεύματος λεγόμενά τε καὶ γραφόμενα, τὰ δὲ μὴ τοιαῦτα ἀπεδοκί-μαζον, ὥσπερ καὶ τοὺς τῶν ψευδοπροφητῶν λόγους. ἀλλὰ καὶ τοὺς παῖδας τοὺς νηπίους ταῖς ἀπὸ τῶν θείων γραφῶν ὠφελιμωτάταις διηγήσεσιν, ὥσπερ τισὶ μυθολογίαις, γονεῦσί τε καὶ τροφοῖς ἔθος ἦν κατεπᾴδειν, προπαρα-σκευῆς ἕνεκα τῆς εἰς ἄνδρας αὐτοῖς ἐσομένοις θεοσεβείας 2. ΟΤΙ ΜΗ ΛΟΓΩΙ ΜΟΝΟΝ ΑΠΕΔΕΧΕΤΟ ΤΗΝ ΠΙΣΤΙΝ Ο ΠΛΑΤΩΝ ΑΛΛΑ ΚΑΙ ΑΥΤΗΙ ΔΙΑΘΕΣΕΙ ΤΟΥΤΟΙΣ ΠΙΣΤΕΥΕΙΝ ΚΑΙ ΠΕΠΕΙΣΘΑΙ ΩΜΟΛΟΓΕΙ ΟΙΣ ΚΑΙ ΗΜΕΙΣ ΠΙΣΤΕΥΟ-ΜΕΝ· ΑΠΟ ΤΟΥ ΓΟΡΓΙΟΥ Ἄκουε δή, φασί, μάλα καλοῦ λόγου, ὃν σὺ μὲν ἡγήσῃ μῦθον, ὡς ἐγῷμαι, ἐγὼ δὲ λόγον· ὡς ἀληθῆ γὰρ ὄντα σοι λέξω ἃ μέλλω λέγειν. Καὶ μετ’ ὀλίγα· Τὸν μὲν δικαίως τὸν βίον διελθόντα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μα-κάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς τίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι. Καὶ αὖθις μετ’ ὀλίγα· Ἔπειτα γυμνοὺς κριτέον ἁπάντων τούτων· τεθνεῶτας γὰρ δεῖ κρί-
PG 21:963νεσθαι. καὶ τὸν κριτὴν δεῖ γυμνὸν εἶναι, τεθνεῶτα αὐτῇ τῇ ψυχῇ αὐτὴν τὴν ψυχὴν θεωροῦντα ἐξαίφνης ἀποθανόντος ἑκάστου, ἔρημον πάντων τῶν συγγε-νῶν καὶ καταλιπόντα ἐπὶ γῆς πάντα ἐκεῖνον τὸν κόσμον, ἵνα δὴ δικαία ἡ κρίσις ᾖ. Καὶ ἑξῆς ἐπιφέρει· Ταῦτ’ ἔστιν, ὦ Καλλίκλεις, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ εἶναι, καὶ ἐκ τούτων τῶν λόγων τοιόνδε λογίζομαι συμβαίνειν· ὁ θάνατος τυγχάνει, ὡς ἐμοὶ δοκεῖ, οὐδὲν ἄλλο ἢ δυοῖν πραγμάτοιν διάλυσις, τῆς ψυχῆς καὶ τοῦ σώ-ματος, ἀπ’ ἀλλήλοιν. ἐπειδὰν δὲ διαλυθῆτον, οὐδὲν ἧττον ἑκάτερον αὐ-τοῖν ἔχει τὴν ἕξιν τὴν αὑτοῦ, ἥνπερ καὶ ὅτε ἔζη ὁ ἄνθρωπος, τό τε σῶμα τὴν φύσιν αὐτοῦ καὶ τὰ θεραπεύματα καὶ τὰ παθήματα ἔνδηλα πάντα· οἷον, εἴ τινος ἦν μέγα τὸ σῶμα φύσει ἢ τροφῇ ἢ ἀμφότερα ζῶντος, τούτου καὶ ἐπειδὰν ἀποθάνῃ ὁ νεκρὸς μέγας· καὶ εἰ παχύς, παχὺς καὶ ἀποθανόντος καὶ τἄλλα οὕτως· καὶ εἰ αὖ ἐπετήδευε κομᾶν, κομήτης τούτου καὶ ὁ νεκρός· ἢ μα-στιγίας εἴ τις ἦν καὶ ἴχνη εἶχε τῶν πληγῶν οὐλὰς ἐν τῷ σώματι ἢ ὑπὸ μαστί-γων ἢ ἄλλων τραυμάτων ζῶν, καὶ τεθνεῶτος τὸ σῶμα ἔστιν ἰδεῖν ταῦτα ἔχον· ἢ κατεαγότα εἴ του ἦν μέλη ἢ διεστραμμένα ζῶντος, καὶ τεθνεῶτος· καὶ ἑνὶ λόγῳ, οἷος εἶναι παρεσκεύαστο τὸ σῶμα ζῶν, ἔνδηλα ταῦτα καὶ τελευτή-σαντος ἦν πάντα ἢ τὰ πολλὰ ἐπί τινα χρόνον. ταὐτὸν δή μοι δοκεῖ τοῦτ’ ἄρα καὶ περὶ τὴν ψυχὴν εἶναι, ὦ Καλλίκλεις· ἔνδηλα πάντα ἐστὶν ἐν τῇ ψυχῇ, ἐπει-δὰν γυμνωθῇ τοῦ σώματος, τά τε τῆς φύσεως καὶ τὰ παθήματα [τὰ] διὰ τὴν ἐπιτήδευσιν ἑκάστου πράγματος, ἣν ἔσχεν ἐν τῇ ψυχῇ ἅνθρωπος. ἐπειδὰν οὖν ἀφίκωνται παρὰ τὸν δικαστήν, οἶμαι ἐκ τῆς Ἀσίας παρὰ τὸν Ῥαδά-μανθυν, ὁ Ῥαδάμανθυς ἐκείνους ἐπιστήσας θεᾶται ἑκάστου τὴν ψυχήν, οὐκ εἰδὼς ὅτου ἐστίν, ἀλλὰ πολλάκις τοῦ μεγάλου βασιλέως ἐπιλαβόμενος ἢ ἄλλου ὁτουοῦν βασιλέως ἢ δυνάστου κατεῖδεν οὐδὲν ὑγιὲς ὂν τῆς ψυχῆς, ἀλλὰ διαμε-μαστιγωμένην καὶ οὐλῶν μεστὴν ὑπὸ ἐπιορκιῶν καὶ ἀδικίας, ἃ ἑκάστη πρᾶ-ξις αὐτοῦ ἐξωμόρξατο εἰς τὴν ψυχήν, καὶ πάντα σκολιὰ ὑπὸ ψεύδους καὶ ἀλαζονείας καὶ οὐδὲν εὐθὺ διὰ τὸ ἄνευ ἀληθείας τετράφθαι. καὶ ὑπὸ ἐξουσίας καὶ τρυφῆς καὶ ὕβρεως καὶ ἀκρατείας τῶν πράξεων ἀσυμμετρίας τε καὶ αἰσχρό-τητος γέμουσαν τὴν ψυχὴν εἶδεν· ἰδὼν δὲ ἀτίμως αὐτὴν ἀπέπεμψεν εὐθὺ τῆς φρουρᾶς, οἷ μέλλει ἐλθοῦσα ἀνατλῆναι τὰ προσήκοντα πάθη. προς-ήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι ὑπὸ ἄλλου ὀρθῶς τιμωρουμένῳ ἢ βελτίονι γίγνεσθαι καὶ ὀνίνασθαι ἢ παράδειγμα ἄλλοις γίγνεσθαι, ἵνα ἄλλοι ὁρῶντες πάσχοντα ἃ ἂν πάσχῃ φοβούμενοι βελτίους γίνωνται. εἰσὶ δὲ οἱ μὲν ὠφελούμενοί τε καὶ δίκην διδόντες ὑπὸ θεῶν τε καὶ ἀνθρώπων οὗτοι οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμαρτάνωσιν, ὅμως δὲ δι’ ἀλγηδόνων καὶ ὀδυνῶν γίγνε-ται αὐτοῖς ἡ ὠφέλεια καὶ ἐνθάδε καὶ ἐν Ἅιδου· οὐδὲ γὰρ οἷόν τε ἄλλως ἀδι-κίας ἀπαλλάττεσθαι. οἳ δ’ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι γένωνται, ἐκ τούτων τὰ παραδείγματα γίγνεται· καὶ οὗτοι αὐτοὶ μὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς ἁμαρτίας τὰς μεγίστας καὶ ὀδυνηρότατα καὶ φοβερώ-τατα πάθη πάσχοντας τὸν ἀεὶ χρόνον, ἀτεχνῶς παραδείγματα ἀνηρτημένους ἐκεῖ ἐν Ἅιδου ἐν τῷ δεσμωτηρίῳ, τοῖς ἀεὶ τῶν δικῶν ἀφικνουμένοις θεά-ματα καὶ νουθετήματα. ὧν ἐγώ φημι ἕνα καὶ Ἀρχέλαον ἔσεσθαι, εἰ ἀληθῆ λέγει Πῶλος, καὶ ἄλλος ὅστις ἂν τοιοῦτος τύραννος ᾖ. οἶμαι δὲ καὶ τοὺς πολλοὺς εἶναι τούτων τῶν παραδειγμάτων ἐκ τυράννων καὶ βασιλέων καὶ δυναστῶν καὶ τὰ τῶν πολέμων πραξάντων γεγονότας· οὗτοι γὰρ διὰ τὴν ἐξουσίαν μέγιστα καὶ ἀνοσιώτατα ἁμαρτήματα ἁμαρτάνουσι. μαρτυρεῖ δὲ τούτοις καὶ Ὅμηρος. βασιλέας γὰρ καὶ δυνάστας ἐκεῖνος πεποίηκε τοὺς ἐν Ἅιδου τὸν ἀεὶ χρόνον τιμωρουμένους, Τάνταλον καὶ Σίσυφον καὶ Τιτυόν. Θερσίτην δέ, καὶ εἴ τις ἄλλος πονηρὸς ἦν, ἰδιώτης δέ, οὐδεὶς πεποίηκε μεγάλαις τιμωρίαις συνεχόμενον ὡς ἀνίατον· οὐ γάρ, οἶμαι, ἐξῆν αὐτῷ· διὸ καὶ εὐδαιμονέστερος ἦν ἢ οἷς ἐξῆν. ἀλλὰ γάρ, ὦ Καλλίκλεις, ἐκ τῶν δυναμένων εἰσὶ καὶ οἱ σφόδρα πονηροὶ γιγνόμενοι ἄνθρωποι· οὐδὲ μὴν κωλύει καὶ ἐν τούτοις ἀγαθοὺς ἄν-δρας ἐγγίγνεσθαι καὶ σφόδρα γε ἄξιον ἄγασθαι τῶν γιγνομένων· χαλεπὸν γάρ, ὦ Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου ἄξιον ἐν μεγάλῃ ἐξουσίᾳ γενόμενον τοῦ ἀδικεῖν δικαίως διαβιῶναι. ὀλίγοι δὲ γίγνονται οἱ τοιοῦτοι· ἐπεὶ καὶ ἐν-θάδε καὶ ἄλλοθι γεγόνασιν, οἶμαι δ’ ἔσονται κἄλλοι ἀγαθοὶ ταύτην τὴν ἀρε-τὴν τοῦ δικαίως διαχειρίζειν ἃ ἄν τις ἐπιτρέπῃ. εἷς δὲ καὶ πάνυ ἐλλόγιμος γέγονε καὶ εἰς τοὺς ἄλλους Ἕλληνας, Ἀριστείδης ὁ Λυσιμάχου οἵ τε δὴ ἄλλοι, ὦ ἄριστε Καλλίκλεις, ὅσοι καλοὶ γίγνονται· τῶν δὲ δικαστῶν, ὅπερ ἔλεγον, ἐπειδὰν ὁ Ῥαδάμανθυς ἐκεῖνος τοιοῦτόν τινα λάβῃ, ἄλλο μὲν περὶ αὐτοῦ οὐκ οἶδεν οὐδέν, οὔθ’ ὅστις οὔθ’ ὧν τινων, ὅτι δὲ πονηρός τις· καὶ τοῦτο κατ-ιδὼν ἀπέπεμψεν εἰς Τάρταρον, ἐπισημηνάμενος ἐάν τε ἰάσιμος ἐάν τε ἀνίατος δοκῇ εἶναι. ὁ δὲ ἐκεῖσε ἀφικόμενος τὰ προσήκοντα πάσχει. ἐνίοτε δὲ ἄλλην ἐσιδὼν ὁσίως βεβιωκυῖαν καὶ μετ’ ἀληθείας, ἀνδρὸς ἰδιώτου ἢ ἄλλου τινός, μάλιστα μέν, ἐγώ φημι, ὦ Καλλίκλεις, φιλοσόφου τὰ αὑτοῦ πράξαντος καὶ οὐ πολυπραγμονήσαντος ἐν τῷ βίῳ, ἠγάσθη τε καὶ εἰς μακάρων νήσους ἀπέπεμψε. ταὐτὰ δὲ ταῦτα καὶ ὁ Αἰακός· ἑκάτερος τούτων ῥάβδον ἔχων δικάζει. ὁ δὲ Μίνως ἐπισκοπῶν κάθηται μόνος, ἔχων χρύσεον σκῆπτρον, ὥς φησιν Ὀδυσσεὺς ὁ Ὁμήρου ἰδεῖν αὐτόν· χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν. ἐγὼ μὲν οὖν, ὦ Καλλίκλεις, ὑπὸ τούτων τῶν λόγων πέπεισμαι καὶ σκοπῶ ὅπως ἀποφανοῦμαι τῷ κριτῇ ὡς ὑγιεστάτην τὴν ψυχήν. χαίρειν οὖν ἐάσας τὰς τιμὰς τῶν πολλῶν ἀνθρώπων, τὴν ἀλήθειαν ἀσκῶν πειράσομαι τῷ ὄντι ὡς ἂν δύνωμαι βέλτιστος ὢν καὶ ζῆν καὶ ἐπειδὰν ἀποθνήσκω ἀποθνήσκειν. παρακαλῶ δὲ καὶ τοὺς ἄλλους πάντας ἀνθρώπους, καθ’ ὅσον δύναμαι· καὶ δὴ σὲ ἀντιπαρακαλῶ ἐπὶ τοῦτον τὸν βίον καὶ τὸν ἀγῶνα τοῦτον, ὃν ἐγώ φημι ἀντὶ πάντων τῶν ἐνθάδε ἀγώνων εἶναι. καὶ ὀνειδίζω σε, ὅτι οὐχ οἷός τε εἶ σαυτῷ βοηθῆσαι, ὅταν ἡ δίκη σοι ᾖ καὶ ἡ κρίσις, ἣν νῦν ἐγὼ ἔλεγον, ἀλλὰ ἐλθὼν παρὰ τὸν δικαστὴν ἐκεῖνον, τὸν τῆς Αἰγίνης υἱόν, ἐπειδάν σε ἐπιλαβόμενος ἐκεῖνος ἄγῃ, χασμήσῃ καὶ ἰλιγγιάσεις οὐδὲν ἧττον ἢ ἐγὼ ἐνθάδε καὶ σὺ ἐκεῖ, καί σε ἴσως τυπτήσει τις καὶ ἐπὶ κόρρης ἀτίμως καὶ πάν-τως προπηλακιεῖ. τάχα δ’ οὖν ταυτὶ μῦθός σοι δοκεῖ λέγεσθαι ὥσπερ ὑπὸ γραὸς καὶ καταφρονεῖς αὐτῶν. καὶ οὐδέν γ’ ἂν ἦν θαυμαστὸν καταφρονεῖν τούτων, εἰ ἐπιζητοῦντες εἴχομεν αὐτῶν βελτίω καὶ ἀληθέστερα εὑρεῖν. νῦν δὲ ὁρᾷς ὅτι τρεῖς ὄντες ὑμεῖς, οἵπερ σοφώτατοί ἐστε τῶν Ἑλλήνων, σύ τε καὶ Πῶλος καὶ Γοργίας, οὐκ ἔχετε ἀποδεῖξαι ὡς δεῖ ἄλλον τινὰ βίον ζῆν ἢ τοῦτον ὅσπερ καὶ ἐκεῖσε φαίνεται συμφέρων, ἀλλ’ ἐν τοσούτοις λόγοις τῶν ἄλλων ἐλεγχομένων μόνος οὗτος ἠρεμεῖ ὁ λόγος, ὡς εὐλαβητέον ἐστὶ τὸ ἀδικεῖν μᾶλλον ἢ τὸ ἀδικεῖσθαι καὶ παντὸς μᾶλλον ἀνδρὶ μελετητέον οὐ τὸ δο-κεῖν εἶναι ἀγαθόν, ἀλλὰ τὸ ἀγαθὸν εἶναι καὶ ἰδίᾳ καὶ δημοσίᾳ.
PG 21:969Ὁ μὲν δὴ Πλάτων τὸν Αἰακὸν καὶ τὸν Μίνω καὶ τὸν Ῥαδάμανθυν ὑπέ-θετο τῶν τετελευτηκότων δικαστὰς ἔσεσθαι, ὁ δὲ θεῖος λόγος μαρτύρεται πάντας δεῖν παραστήσεσθαι τῷ βήματι τοῦ θεοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον. καὶ πάλιν· Ἐν ἡμέρᾳ (φησίν) ὅτε κρινεῖ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγα-θοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον, τοῖς δ’ ἐξ ἐριθείας καὶ ἀπιστοῦσι τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ ὀργὴ καὶ θυμός· θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος· οὐ γάρ ἐστι διαστολή. ζ. ΟΤΙ ΜΗ ΔΕΟΙ ΕΙΣ ΠΑΝΤΑΣ ΕΚΦΕΡΕΙΝ ΤΑ ΣΕΜΝΑ ΤΩΝ ΤΗΣ ΑΛΗΘΕΙΑΣ ΔΟΓΜΑΤΩΝ Εὐλαβοῦ μέντοι μή ποτε ἐκπέσῃ ταῦτα εἰς ἀνθρώπους ἀπαιδεύτους· σχεδὸν γάρ, ὡς ἐμοὶ δοκεῖ, οὐκ ἔστι τούτων πρὸς τοὺς πολλοὺς καταγελαστότερα ἀκούσματα οὐδ’ αὖ πρὸς τοὺς εὐφυεῖς θαυμαστότερά τε καὶ ἐνθουσιαστικώ-τερα. πολλάκις δὲ λεγόμενα καὶ ἀεὶ ἀκουόμενα καὶ πολλὰ ἔτη μόγις ὥσπερ χρυσὸς ἐκκαθαίρεται μετὰ πολλῆς πραγματείας. Καὶ παρ’ ἡμῖν ὁ σωτήριος λόγος φησί· Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσὶ μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων καί· Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι. η. ΟΠΟΙΟΥΣ ΔΕΙΝ Ο ΠΛΑΤΩΝ ΦΗΣΙ ΤΟΥΣ ΑΡΧΟΝΤΑΣ ΚΑΘΙΣΤΑΝΑΙ· ΟΤΙ ΙΔΙΩΤΑΣ ΚΑΙ ΑΓΡΑΜΜΑΤΟΥΣ ΕΙ ΜΟΝΟΝ ΤΟ ΗΘΟΣ ΚΕΚΟΣΜΗΜΕΝΟΙ ΕΙΕΝ· ΑΠΟ ΤΟΥ Γ ΤΩΝ ΝΟΜΩΝ Καὶ δὴ καὶ ἑνὸς ἀνδρὸς ὁπόταν καλοὶ ἐν ψυχῇ λόγοι ἐνόντες μηδὲν ποι-ῶσι πλέον, ἀλλὰ δὴ τούτοις γοῦν τοὐναντίον. ταύτας πάσας ἀμαθίας τὰς πλημ-μελεστάτας ἔγωγ’ ἂν θείην πόλεώς τε καὶ ἑνὸς ἑκάστου τῶν πολιτῶν, ἀλλ’ οὐ τὰς τῶν δημιουργῶν, εἰ ἄρα μου καταμανθάνετε, ὦ ξένοι, ὃ λέγω. Μανθάνομέν τε, ὦ φίλε, καὶ ξυγχωροῦμεν ὃ λέγεις. Τοῦτο μὲν τοίνυν οὕτω κείσθω δεδογμένον καὶ λεγόμενον, ὡς τοῖς ταῦτα ἀμαθαίνουσι τῶν πολιτῶν οὐδὲν ἐπιτρεπτέον ἀρχῆς ἐχόμενον καὶ ὡς ἀμαθέσιν ὀνειδιστέον, ἂν καὶ πάνυ λογιστικοί τε ὦσι καὶ πάντα τὰ κομψὰ καὶ ὅσα πρὸς τάχος τῆς ψυχῆς πεφυκότα διαπεπονημένοι ἅπαντα, τοὺς δὲ τοὐναντίον ἔχον-τας τούτοις ὡς σοφούς τε προσρητέον, ἂν καί, τὸ λεγόμενον, μήτε γράμματα μήτε νεῖν ἐπίστωνται, καὶ τὰς ἀρχὰς δοτέον ὡς ἔμφροσι. πῶς γὰρ ἄν, ὦ φίλοι, ἄνευ ξυμφωνίας γένοιτ’ ἂν φρονήσεως καὶ τὸ σμικρότατον εἶδος; οὐκ ἔστιν. ἀλλ’ ἡ καλλίστη καὶ μεγίστη τῶν ξυμφωνιῶν μεγίστη δικαιότατα λέ-γοιτ’ ἂν σοφία, ἧς ὁ μὲν κατὰ λόγον ζῶν μέτοχος, ὁ δ’ ἀπολειπόμενος οἰκοφθό-ρος καὶ περὶ πόλιν οὐδαμῆ σωτήρ, ἀλλὰ πᾶν τοὐναντίον ἀμαθαίνων εἰς ταῦτα ἑκάστοτε φανεῖται. Ταῦτα μέν μοι ἀπὸ τῶν Νόμων κείσθω. ὁ δ’ αὐτὸς καὶ ἐν Πολιτικῷ περὶ τοῦ μὴ πάνυ τι περὶ τὰ ὀνόματα καὶ τὰς λέξεις σπουδάζειν τάδε φησί· Καλῶς, ὦ Σώκρατες· κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνό-μασι, πλουσιώτερος εἰς τὸ γῆρας ἀναφανήσῃ φρονήσεως. θ. ΟΤΙ ΔΕΟΙ ΦΕΥΓΕΙΝ ΤΑΣ ΑΡΧΑΣ· ΑΠΟ ΤΟΥ ΠΡΩΤΟΥ ΤΗΣ ΠΟΛΙΤΕΙΑΣ Τῆς παρ’ Ἑβραίοις γραφῆς πρῶτον εἰσαγούσης Μωσέα παραιτού-μενον τὴν τοῦ λαοῦ προστασίαν δι’ ὧν πρὸς τὸν χρηματίζοντα ἔφησε· Δέομαι, κύριε, προχείρισαι ἄλλον τὸν δυνάμενον, ὃν ἀποστελεῖς κἄπειτα τὸν Σαοὺλ κρυπταζόμενον πρὸς τὸ μὴ ἀναδέξασθαι τὴν βασιλείαν καὶ τὸν προφήτην Ἱερεμίαν ὑποπαραιτούμενον, ἐπάκουσον ὅπως καὶ ὁ Πλάτων τὸ εὔλογον τῆς παραιτήσεως συνίστησι, λέγων οὕτως· Οὐκοῦν, ὦ Θρασύμαχε, τοῦτο ἤδη δῆλον, ὅτι οὐδεμία τέχνη οὐδὲ ἀρχὴ τὸ αὑτῇ ὠφέλιμον παρασκευάζει, ἀλλ’, ὅπερ πάλαι ἐλέγετο, τὸ τῷ ἀρχο-μένῳ καὶ παρασκευάζει καὶ ἐπιτάττει, τὸ ἐκείνου ξυμφέρον ἐλάττονος ὄντος σκοποῦσα, ἀλλ’ οὐ τὸ τοῦ κρείττονος. διὰ δὴ ταῦτα ἔγωγε, ὦ φίλε Θρα-σύμαχε, καὶ ἄρτι ἔλεγον μηδένα ἐθέλειν ἑκόντα ἄρχειν καὶ τὰ ἀλλότρια κακὰ μεταχειρίζεσθαι ἐπανορθοῦντα, ἀλλὰ μισθὸν αἰτεῖν, ὅτι μέλλων καλῶς τῇ τέχνῃ πράξειν οὐδέποτε αὑτῷ τὸ βέλτιστον πράττει οὐδ’ ἐπιτάττει κατὰ τὴν τέχνην ἐπιτάττων, ἀλλὰ τῷ ἀρχομένῳ. ὧν δὴ ἕνεκα, ὡς ἔοικε, μισθὸν δεῖ ὑπάρχειν τοῖς μέλλουσιν ἐθελήσειν ἄρχειν, ἢ ἀργύριον ἢ τιμήν, ἢ ζημίαν, ἐὰν μὴ ἄρχῃ. ι. ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΔΙΚΑΙΟΥ Τῶν παρ’ Ἑβραίοις λογίων τοὺς παρ’ αὐτοῖς προφήτας καὶ δικαίους ἄνδρας ὕβρεις ἐσχάτας καὶ προπηλακισμοὺς πάντα τε κίνδυνον εὐθαρσῶς ὑπομεῖναι διδασκόντων, τὰ συνῳδὰ τῆς Πλάτωνος καὶ περὶ τούτου δόξης μάθοις ἂν ἀπὸ τῶνδε αὐτοῦ τῶν φωνῶν, ἃς ἐν τῷ δευτέρῳ τέθειται τῆς Πολιτείας· Τὸν δ’ οὖν τοιοῦτον θέντες τὸν δίκαιον αὖ παρ’ αὐτὸν ἱστῶμεν τῷ λόγῳ, ἄνδρα ἁπλοῦν καὶ γενναῖον, κατ’ Αἰσχύλον οὐ δοκεῖν, ἀλλ’ εἶναι ἀγαθὸν ἐθέ-λοντα. ἀφαιρετέον δὲ τὸ δοκεῖν. εἰ γὰρ δόξει δίκαιος εἶναι, ἔσονται αὐτῷ τιμαὶ καὶ δωρεαὶ δοκοῦντι τοιούτῳ εἶναι. ἄδηλον οὖν εἴτε τοῦ δικαίου εἴτε τῶν δω-ρεῶν τε καὶ τιμῶν ἕνεκα τοιοῦτος εἴη. γυμνωτέος δὴ πάντων πλὴν δικαιο-σύνης καὶ ποιητέος ἐναντίως διακείμενος τῷ προτέρῳ· μηδὲν γὰρ ἀδικῶν δόξαν ἐχέτω τῆς μεγίστης ἀδικίας, ἵνα βεβασανισμένος ᾖ εἰς δικαιοσύνην τῷ μὴ τέγγεσθαι ὑπὸ κακοδοξίας καὶ τῶν ἀπ’ αὐτῆς γιγνομένων· ἀλλ’ ἔστω ἀμετά-στατος μέχρι θανάτου, δοκῶν μὲν εἶναι ἄδικος διὰ βίου. Καὶ μετὰ βραχέα ἐπιλέγει· Λεκτέον οὖν· καὶ δή, κἂν ἀγροικοτέρως λέγηται, μὴ ἐμὲ οἴου λέγειν, ὦ Σώκρατες, ἀλλὰ τοὺς ἐπαινοῦντας πρὸ δικαιοσύνης ἀδικίαν. ἐροῦσι δὲ τάδε, ὅτι οὕτω διακείμενος ὁ δίκαιος μαστιγώσεται, στρεβλώσεται, δεδήσεται, ἐκκοπήσεται τὼ ὀφθαλμώ, τελευτῶν πάντα κακὰ παθὼν ἀνασκινδυλευθήσεται καὶ γνώσεται ὅτι οὐκ εἶναι δίκαιον, ἀλλὰ δοκεῖν δεῖ ἐθέλειν. Ταῦτα λόγοις ὁ Πλάτων· ἔργοις δὲ πολὺ πρότερον οἱ παρ’ Ἑβραίοις δίκαιοι καὶ προφῆται μνημονεύονται τὰ εἰρημένα πάντα πεπονθέναι, οἵ γε δικαιότατοι ὄντες ὡς ἀδικώτατοι ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερού-μενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. καὶ οἱ ἀπόστολοι δὲ τοῦ σωτῆρος ἡμῶν τὴν ἀνωτάτω δικαιοσύνην τε καὶ εὐσέβειαν μετιόντες, δόξαν δ’ ἀδικίας παρὰ τοῖς πολλοῖς περιβαλλόμενοι, ὁποῖα ἔπασχον αὐτῶν πάρεστιν ἐπακοῦσαι λεγόντων· Θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις καί· Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν· λοιδορού-μενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν. ἀλλὰ καὶ εἰσέτι δεῦρο οἱ γενναῖοι τοῦ σωτῆρος ἡμῶν μάρτυρες καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης οὐ τὸ δοκεῖν, ἀλλὰ τὸ εἶναι δίκαιοί τε καὶ εὐσεβεῖς ἀσκοῦντες ὅσα δὴ κατέ-λεξεν ὁ Πλάτων πεπόνθασιν· ἐπεὶ καὶ ἐμαστιγώθησαν δεσμά τε καὶ στρέβλας ὑπομεμενήκασι, ναὶ μὴν καὶ ἐξεκόπησαν τὼ ὀφθαλμὼ καὶ τέλος πάντα τὰ δεινὰ παθόντες ἀνεσκινδυλεύθησαν. ὧν οὐδένα παρ’ Ἕλλησιν ἐπιζητήσας
PG 21:971ὅμοιον ἂν εὕροις, ὡς εἰκότως τινὰ φάναι τὸν φιλόσοφον οὐδὲν ἕτερον ἢ θεσπί-σαι διὰ τούτων περὶ τῶν παρ’ ἡμῖν διαπρεπόντων ἐν εὐσεβείᾳ καὶ ἀληθεῖ δικαιοσύνῃ. ια. ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΜΩΣΕΑ ΠΑΡΑΔΕΙΣΟΥ Μωσέως κατά τινας ἀπορρήτους λόγους ἐν ἀρχῇ τῆς τοῦ κόσμου συστά-σεως θεοῦ τινα παράδεισον γεγονέναι φάντος κἀν τούτῳ τὸν ἄνθρωπον ἠπατῆσθαι διὰ τῆς γυναικὸς πρὸς τοῦ ὄφεως, ἄντικρυς μονονουχὶ τὰ ῥή-ματα μεταποιήσας ὁ Πλάτων ἐπάκουσον ἐν Συμποσίῳ οἷα καὶ αὐτὸς ἀλλη-γορῶν τέθειται, ἀντὶ μὲν τοῦ παραδείσου τοῦ θεοῦ κῆπον Διὸς ὀνομάσας, ἀντὶ δὲ τοῦ ὄφεως καὶ τῆς πρὸς αὐτοῦ γενομένης ἀπάτης Πενίαν ἐπιβουλεύ-ουσαν ὑποθέμενος, ἀντὶ δὲ τοῦ πρώτου ἀνδρός, ὃν ἡ τοῦ θεοῦ μῆτίς τε καὶ πρόνοια υἱὸν ὥσπερ ἀρτιγενῆ προὐβέβλητο, υἱὸν Μήτιδος Πόρον ἀποκα-λέσας, ἀντὶ δὲ τοῦ φάναι ὁπηνίκα συνίστατο ὅδε ὁ κόσμος ὅτε ἐγένετο ἡ Ἀφροδίτη εἰπών, οὕτω τὸν κόσμον ἀλληγορήσας τοῦ περὶ αὐτὸν κάλλους ἕνεκα. λέγει δ’ οὖν αὐτοῖς ῥήμασι τάδε· Ὅτε ἐγένετο ἡ Ἀφροδίτη, εἱστιῶντο οἱ θεοί, οἵ τε ἄλλοι καὶ ὁ τῆς Μήτιδος υἱὸς Πόρος. ἐπειδὴ δὲ ἐδείπνησαν, προσαιτήσουσα, οἷον δὴ εὐωχίας οὔσης, ἀφίκετο ἡ Πενία καὶ ἦν περὶ τὰς θύρας. ὁ οὖν Πόρος μεθυσθεὶς τοῦ νέκταρος, οἶνος γὰρ οὔπω ἦν, εἰς τὸν τοῦ Διὸς κῆπον εἰσελθὼν βεβαρημένος εὗδεν. ἡ οὖν Πενία ἐπιβουλεύουσα διὰ τὴν αὑτῆς ἀπορίαν παιδίον ποιήσα-σθαι ἐκ τοῦ Πόρου κατακλίνεταί τε παρ’ αὐτῷ καὶ ἐκύησε τὸν Ἔρωτα. Τοιαῦτα μὲν δή τινα κἀν τούτοις ὁ Πλάτων ἐμφερῶς Μωσεῖ ὑπῃνίξατο. ιβ. ΩΣ ΕΚ ΤΟΥ ΑΝΔΡΟΣ ΕΙΛΗΦΘΑΙ ΦΑΣΙ ΤΗΝ ΓΥΝΑΙΚΑ Πάλιν εἰρηκότος Μωσέως· Τῷ δὲ Ἀδὰμ οὐκ ἦν βοηθὸς ὅμοιος αὐτῷ. καὶ ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπ’ αὐτὸν καὶ ὕπνωσε καὶ ἔλαβε μίαν τῶν πλευ-ρῶν αὐτοῦ καὶ ἀνεπλήρωσε σάρκα ἀντ’ αὐτῆς. καὶ ᾠκοδόμησε κύριος ὁ θεὸς τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ, εἰς γυναῖκα, μὴ συνεὶς ὁ Πλάτων οἵᾳ εἴρηται διανοίᾳ δῆλος μέν ἐστιν οὐκ ἀγνοήσας τὸν λόγον, Ἀριστοφάνει δ’ αὐτὸν οἷα κωμῳδῷ χλευάζειν εἰωθότι καὶ τὰ σεμνὰ τῶν πραγμάτων ἀνα-τίθησιν, ἐν Συμποσίῳ τάδε λέγοντα αὐτὸν εἰσάγων· Δεῖ δὲ πρῶτον ὑμᾶς μαθεῖν τὴν ἀνθρωπίνην φύσιν καὶ τὰ παθήματα αὐτῆς. ἡ γὰρ πάλαι ἡμῶν φύσις οὐχὶ ἡ αὐτὴ ἦν ἥπερ νῦν, ἀλλ’ ἄλλη. πρῶτον μὲν γὰρ τρία ἦν τὰ γένη τῶν ἀνθρώπων, οὐχ ὥσπερ νῦν δύο, ἄρρεν καὶ θῆλυ, ἀλλὰ καὶ τρίτον προσῆν κοινὸν ἀμφοτέρων τούτων, οὗ νῦν ὄνομα λοιπόν, αὐτὸ δὲ ἠφάνισται· ἀνδρόγυνον γὰρ τότε μὲν ἦν καὶ εἶδος καὶ ὄνομα ἐξ ἀμφοτέ-ρων κοινὸν τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος. Εἶθ’ ἑξῆς διασύρας τὰ αὐτῷ συνήθη ἐπιφέρει λέγων· Ταῦτ’ εἰπὼν ὁ παρ’ αὐτῷ Ζεὺς ἔτεμνε τοὺς ἀνθρώπους δίχα, ὥσπερ οἱ τὰ ὦτα τέμνοντες καὶ μέλλοντες ταριχεύειν ἢ ὥσπερ οἱ τὰ ᾠὰ ταῖς θριξίν. ὅντινα δὲ τέμοι, τὸν Ἀπόλλωνα ἐκέλευε τό τε πρόσωπον μεταστρέφειν καὶ τὸ τοῦ αὐχένος ἥμισυ πρὸς τὴν τομήν, ἵνα θεώμενος τὴν αὑτοῦ τμῆσιν κο-σμιώτερος εἴη ὁ ἄνθρωπος, καὶ τὰ ἄλλα ἰᾶσθαι ἐκέλευεν. ιγ. ΠΕΡΙ ΤΟΥ ΠΡΩΤΟΥ ΤΩΝ ΑΝΘΡΩΠΩΝ ΒΙΟΥ Μωσέως τὸν πρῶτον τῶν γηγενῶν βίον ὑπογράψαντος ἐν παραδείσῳ θεοῦ γεγονέναι θεόν τε αὐτῶν ἡγεῖσθαι ἐν ἀχρημάτῳ καὶ ἀκτήμονι διαγωγῇ ἄσπαρτά τε αὐτοῖς καὶ ἀνήροτα πάντα φύεσθαι γυμνούς τε εἶναι τῆς μετὰ ταῦτα περιβολῆς, ἐπάκουσον τοῦ φιλοσόφου μονονουχὶ αὐτὰ δὴ ταῦτα Ἑλλη-νικῇ τῇ φωνῇ διερμηνεύοντος. λέγει δ’ οὖν· Θεὸς ἔνεμεν αὐτοὺς αὐτὸς ἐπιστατῶν, καθάπερ νῦν ἄνθρωποι, ζῷον ἕτερον θειότερον, ἄλλα γένη φαυλότερα αὐτῶν νομεύουσι. νέμοντος δ’ ἐκεί-νου πολιτεῖαί τε οὐκ ἦσαν οὐδὲ κτήσεις γυναικῶν καὶ παίδων (ἐκ γῆς γὰρ ἀνεβιώσκοντο πάντες, οὐδὲν μεμνημένοι τῶν πρόσθεν), ἀλλὰ τὰ μὲν τοιαῦτα ἀπῆν πάντα, καρποὺς δὲ ἀφθόνους εἶχον ἀπό τε δένδρων καὶ πολλῆς ὕλης, οὐχ ὑπὸ γεωργίας φυομένους, ἀλλ’ αὐτομάτης ἀναδιδούσης τῆς γῆς. γυμνοὶ δὲ καὶ ἄστρωτοι θυραυλοῦντες τὰ πολλὰ ἐνέμοντο. τὸ γὰρ τῶν ὡρῶν αὐτοῖς ἄλυπον ἐκέκρατο, μαλακὰς δὲ εὐνὰς εἶχον, ἀναφυομένης ἐκ γῆς πόας ἀφθόνου. τὸν δὴ βίον, ὦ Σώκρατες, ἀκούεις μὲν τὸν τῶν ἐπὶ Κρόνου· τόνδε δ’, ὡς λό-γος ἐπὶ Διὸς εἶναι, τὸν νῦν, παρὼν αὐτὸς ᾔσθησαι. ιδ. ΟΤΙ ΚΑΙ ΤΟΙΣ ΑΛΟΓΟΙΣ ΖΩΙΟΙΣ ΩΜΙΛΟΥΝ Πάλιν Μωσέως ἀναγράψαντος ὡς ὅτι ἦν ὁ ὄφις φρονιμώτερος πάντων τῶν θηρίων οἷά τε εἶπεν ὁ ὄφις τῇ γυναικὶ καὶ ἡ γυνὴ τῷ ὄφει καὶ τὰς ὁμιλίας τοῦ ὄφεως ἐκθεμένου, ὁ Πλάτων οἷα γράφει ἐπάκουσον· Εἰ μὲν τοίνυν οἱ τρόφιμοι τοῦ Κρόνου, παρούσης αὐτοῖς οὕτω πολλῆς σχολῆς καὶ δυνάμεως πρὸς τὸ μὴ μόνον ἀνθρώποις, ἀλλὰ καὶ θηρίοις διὰ λόγων δύνασθαι ξυγγίνεσθαι, κατεχρῶντο τούτοις σύμπασιν ἐπὶ φιλοσοφίαν, μετά τε θηρίων καὶ μετ’ ἀλλήλων ὁμιλοῦντες καὶ πυνθανόμενοι παρὰ πάσης φύσεως εἴ τινά τις ἰδίαν δύναμιν ἔχουσα ᾔσθητό τι διάφορον τῶν ἄλλων εἰς ξυναγυρμὸν φρονήσεως, εὔκριτον ὅτι τῶν νῦν οἱ τότε μυρίως πρὸς εὐδαιμο-νίαν διέφερον. εἰ δ’ ἐμπιπλάμενοι σίτων ἄδην καὶ πότων διελέγοντο πρὸς ἀλλήλους καὶ τὰ θηρία μύθους, οἷοι δὴ καὶ τὰ νῦν περὶ αὐτῶν λέγονται, καὶ τοῦθ’, οὕτως γε κατ’ ἐμὴν δόξαν ἀποφήνασθαι, καὶ μάλα εὔκριτον. ὅμως δ’ οὖν ταῦτα μὲν ἀφῶμεν, ἕως ἂν ἡμῖν μηνυτής τις ἱκανὸς φανῇ, ποτέρως οἱ τότε τὰς ἐπιθυμίας εἶχον περί τε ἐπιστημῶν καὶ τῆς τῶν λόγων χρείας. ιε. ΟΠΩΣ ΠΕΡΙ ΤΟΥ ΚΑΤΑΚΛΥΣΜΟΥ ΜΕΜΝΗΝΤΑΙ Μωσῆς νομοθεσίαν ἀνθρώποις καταβεβλημένος ἐνόμισεν αὑτῷ δεῖν ἀρχαιολογίας ἐν τοῖς προοιμίοις μνημονεύει τε τοῦ κατακλυσμοῦ καὶ τοῦ μετ’ αὐτὸν βίου τῶν ἀνθρώπων, ἔπειτα παλαιῶν ἀνδρῶν τῶν παρ’ Ἑβραί-οις θεοφιλῶν καὶ τῶν δὲ ἄλλως ἐν πλημμελείαις ἐξητασμένων τὴν πολιτείαν ὑφηγεῖται, κατάλληλον οἷς ἐνομοθέτει τὴν περὶ τούτων ἡγησάμενος ἱστορίαν ἔσεσθαι. καὶ ὁ Πλάτων δὲ ὡσαύτως, παρελθὼν ἐπὶ τὴν τῶν νόμων γραφήν, τὸν αὐτὸν τῷ Μωσεῖ ζηλοῖ τρόπον· ἐν προοιμίοις γοῦν τῶν Νόμων τῇ κατ’ αὐτὸν ἀρχαιολογίᾳ κέχρηται, κατακλυσμοῦ μνημονεύσας καὶ τοῦ μετὰ τὸν κατακλυσμὸν βίου· ἀρχόμενος γοῦν τοῦ τρίτου τῶν Νόμων ἐπά-κουσον ἅ φησιν· Ἆρ’ οὖν ὑμῖν οἱ παλαιοὶ λόγοι ἀλήθειαν ἔχειν τινὰ δοκοῦσι; Ποῖοι δή; Τὸ πολλὰς ἀνθρώπων φθορὰς γεγονέναι κατακλυσμοῖς τε καὶ νόσοις καὶ ἄλλοις πολλοῖς, ἐν οἷς βραχύ τι τῶν ἀνθρώπων λείπεσθαι γένος. Πάνυ μὲν οὖν πιθανὸν τὸ τοιοῦτον πᾶν παντί. Φέρε δή, νοήσωμεν μίαν τῶν πολλῶν ταύτην τὴν τῷ κατακλυσμῷ γενο-μένην. Τὸ ποῖόν τι περὶ αὐτῆς διανοηθέντες; Ὡς οἱ τότε περιφυγόντες τὴν φθορὰν σχεδὸν ὄρειοί τινες ἂν εἶεν νομῆς, ἐν κορυφαῖς που σμικρὰ ζώπυρα τοῦ τῶν ἀνθρώπων διασεσωσμένα γένους. Δῆλον. Καὶ δὴ τοὺς τοιούτους γε ἀνάγκη που τῶν ἄλλων ἀπείρους εἶναι τεχνῶν καὶ τῶν ἐν τοῖς ἄστεσι πρὸς ἀλλήλους μηχανῶν εἴς τε πλεονεξίας καὶ φιλονει-κίας καὶ ὁπόσα ἄλλα κακουργήματα πρὸς ἀλλήλους ἐπινοοῦσιν. Εἰκὸς γοῦν. Θῶμεν δὴ τὰς ἐν τοῖς πεδίοις πόλεις καὶ πρὸς θαλάττῃ κατοικούσας ἄρδην ἐν τῷ τότε χρόνῳ διαφθείρεσθαι. Θῶμεν. Οὐκοῦν ὄργανά τε πάντα ἀπόλλυσθαι καὶ εἴ τι τέχνης ἦν ἐχόμενον σπου-δαίως εὑρημένον ἢ πολιτικῆς ἢ καὶ σοφίας τινὸς ἑτέρας, πάντα ἔρρειν ταῦτα
PG 21:977ἐν τῷ τότε χρόνῳ φήσομεν. Καὶ μεθ’ ἕτερά φησιν· Οὐκοῦν οὕτω δὴ λέγωμεν ἔχειν τότε, ὅτε ἐγένετο ἡ φθορά, τὰ περὶ τοὺς ἀνθρώπους πράγματα, μυρίαν μέν τινα φοβερὰν ἐρημίαν, γῆς δὲ ἀφθόνου πλῆ-θος πάμπολυ. Ταῦτα καὶ τοιαῦτα ἕτερα εἰπὼν ἐπεξέρχεται βίους τῶν μετὰ τὸν κατα-κλυσμὸν ἀνθρώπων, εἶθ’, ὥσπερ Μωσῆς τὴν τῶν πάλαι θεοφιλῶν Ἑβραίων πολιτείαν ἐπισυνάπτει τῇ μετὰ τὸν κατακλυσμὸν ὑφηγήσει, καὶ ὁ Πλάτων ὁμοίως μετὰ τοὺς βίους τῶν μετὰ τὸν κατακλυσμὸν τὰ Ἑλληνικὰ πειρᾶται ἀρχαιολογεῖν, ὡς ἐκεῖνος τὰ Ἑβραίων, τῶν τε ἐπὶ Τροίας μνημονεύει καὶ τῆς πρώτης ἐν Λακεδαίμονι πολιτείας Περσῶν τε καὶ τῶν παρὰ τούτοις εἴτε ὀρθῶς εἴτε καὶ μὴ βεβιωκότων· εἶτα μετὰ τὴν τούτων ἱστορίαν ἀπάρχεται τῆς τῶν νόμων διαθέσεως κἀν τούτῳ Μωσεῖ κατακολουθήσας. ι. ΟΤΙ ΤΑ ΤΗΣ ΔΙΔΑΣΚΑΛΙΑΣ ΟΡΘΩΣ ΗΜΙΝ ΑΠΟ ΤΩΝ ΘΕΙΩΝ ΑΡΧΟΜΕΝΑ ΚΑΤΑΛΗΓΕΙ ΕΙΣ ΤΑ ΑΝΘΡΩΠΙΝΑ· ΑΠΟ ΤΟΥ Α ΤΩΝ ΝΟΜΩΝ ΠΛΑΤΩΝΟΣ Μωσέως τὴν πᾶσαν αὐτοῦ νομοθεσίαν τήν τε κατ’ αὐτὸν πολιτείαν εὐσεβείας τοῦ τῶν ὅλων θεοῦ ἀναρτήσαντος ἀπό τε τοῦ πάντων δημιουργοῦ τὴν καταρχὴν τῆς νομοθεσίας πεποιημένου, ἔπειτα τῶν θείων ἀγαθῶν ἐξέχεσθαι τὰ ἀνθρώπινα διδάξαντος τά τε θεῖα ἐπὶ τὸν πάντων ἡγεμόνα νοῦν, αὐτὸν δὴ τὸν τῶν ὅλων θεόν, ἀναθέντος, θέα ὅπως καὶ ὁ φιλόσοφος τοῖς αὐτοῖς βαίνων ἴχνεσιν ἐπιμέμφεται μὲν τοῖς Κρητῶν καὶ Λακεδαιμονίων νομοθέταις, τὸν δ’ ἀρέσκοντα Μωσεῖ νόμον ἐκδιδάσκει, λέγων οὕτως· Πῆ δὴ οὖν σε ἔτ’ ἂν ἐβουλόμην διελόμενον λέγειν αὐτός τ’ ἀκούειν, βούλει σοι φράζω; Πάνυ μὲν οὖν, ὦ ξένε. Χρῆν εἰπεῖν· Οἱ Κρητῶν νόμοι οὐκ εἰσὶ μάτην διαφερόντως ἐν πᾶσιν εὐδόκιμοι τοῖς Ἕλλησιν· ἔχουσι γὰρ ὀρθῶς τοὺς αὐτοῖς χρωμένους εὐδαί-μονας ἀποτελοῦντες· ἅπαντα γὰρ τὰ ἀγαθὰ πορίζουσι. διττὰ δὲ ἀγαθά ἐστι, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα· ἤρτηται δὲ ἐκ τῶν θείων θάτερα· καὶ ἐὰν μὲν δέχηται τὰ μείζονα πόλις, κτᾶται καὶ τὰ ἐλάττονα, εἰ δὲ μή, στέρεται ἀμφοῖν. ἔστι δὲ τὰ μὲν ἐλάττονα ὧν ἡγεῖται ὑγεία, κάλλος δὲ δεύτερον, τὸ δὲ τρίτον ἰσχὺς εἴς τε δρόμον καὶ εἰς τὰς ἄλλας πάσας κινήσεις τῷ σώματι, τέταρτον δὲ πλοῦτος οὐ τυφλός, ἀλλ’ ὀξὺ βλέπων, ἄνπερ ἅμ’ ἕπηται φρονήσει. ὃ δὴ πρῶτον τῶν θείων ἡγεμονοῦν ἐστιν ἀγαθῶν, ἡ φρόνησις, δεύτερον δὲ μετὰ νοῦ σώφρων ψυχῆς ἕξις, ἐκ δὲ τούτων μετὰ ἀνδρίας κραθέντων τρίτον ἂν εἴη δικαιοσύνη, τέταρτον δὲ ἀνδρία. ταῦτα δὲ πάντα ἐκείνων ἔμπροσθεν τέτακται φύσει, καὶ δὴ τῷ νομοθέτῃ τακτέον οὕτω. μετὰ δὲ ταῦτα τὰς ἄλλας προστάξεις τοῖς πολίταις εἰς ταῦτα βλεπούσας αὐτοῖς εἶναι διακελευστέον, τούτων δὲ τὰ μὲν ἀνθρώπινα εἰς τὰ θεῖα, τὰ δὲ θεῖα εἰς τὸν ἡγεμόνα νοῦν σύμπαντα βλέπειν· περί τε γάμους ἀλλήλοις ἐπικοινουμένους μετά τε ταῦτα ἐν ταῖς τῶν παίδων γεν-νήσεσι καὶ τροφαῖς, ὅσοι τε ἄρσενες καὶ ὅσαι θήλειαι, νέων τε ὄντων καὶ ἐπὶ τὸ πρεσβύτερον ἰόντων μέχρι γήρως τιμῶντα ὀρθῶς ἐπιμέλεσθαι δεῖν καὶ ἀτιμάζοντα, ἐν πάσαις ταῖς τούτων ὁμιλίαις τάς τε λύπας αὐτῶν καὶ τὰς ἡδο-νὰς καὶ τὰς ἐπιθυμίας ξυμπάντων τε ἐρώτων τὰς σπουδὰς ἐπεσκεμμένον καὶ παραπεφυλακότα ψέγειν τε ὀρθῶς καὶ ἐπαινεῖν δι’ αὐτῶν τῶν νόμων. Καὶ μετὰ βραχέα φησί· Κατιδὼν δὲ ὁ θεὶς τοὺς νόμους πᾶσι τούτοις φύλακας ἐπιστήσει, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ δι’ ἀληθοῦς δόξης ἰόντας, ὅπως ταῦτα πάντα ξυν-δήσας ὁ νοῦς ἑπόμενα σωφροσύνῃ καὶ δικαιοσύνῃ ἀποφήνῃ, ἀλλὰ μὴ πλούτῳ μηδὲ φιλοτιμίᾳ. οὕτως, ὦ ξένοι, ἔγωγε ἤθελον ἂν ὑμᾶς καὶ ἔτι νῦν βούλομαι διεξελθεῖν, πῶς ἐν τοῖς τοῦ Διὸς λεγομένοις νόμοις τοῖς τε τοῦ Πυ-θίου Ἀπόλλωνος, οὓς Μίνως τε καὶ Λυκοῦργος ἐθέτην, ἔνεστί τε πάντα ταῦτα καὶ ὅπη τάξιν εἰληφότα διάδηλά ἐστι τῷ περὶ νόμων ἐμπείρῳ τέχνῃ τε καί τισιν ἔθεσι, τοῖς δὲ ἄλλοις ἡμῖν οὐδαμῶς ἐστι καταφανῆ. Καὶ παρ’ ἡμῖν δὲ εἴρηται· Ζητεῖτε πρῶτον τὴν βασιλείαν καὶ τὴν δικαιο-σύνην, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. ἀλλὰ καὶ Μωσῆς πολὺ πρότερον ἀπὸ τῆς περὶ θεοῦ διδασκαλίας τὴν ἀρχὴν πεποιημένος ἑξῆς τε ἐφαρμόσας τὴν κατ’ αὐτὸν πολιτείαν καὶ τὰ περὶ συμβολαίων καὶ τοῦ κοι-νοῦ βίου νόμιμα, τοῖς πᾶσιν ἄρχοντας καὶ φύλακας καθίστησι τοὺς τῷ θεῷ ἱερωμένους, ὡς καὶ τὰ λόγια διδάσκει, ἄνδρας δικαίους, μισοῦντας ὑπερ-ηφανίαν, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ δι’ ἀληθοῦς δόξης ἰόντας. ιζ. ΟΤΙ ΚΑΛΟΝ ΕΞΕΤΙ ΝΕΑΣ ΗΛΙΚΙΑΣ ΤΟΥΣ ΠΑΙΔΑΣ ΤΟΙΣ ΤΗΣ ΘΕΟΣΕΒΕΙΑΣ ΕΘΕΣΙΝ ΕΓΓΥΜΝΑΖΕΙΝ Λέγω οὖν καί φημι τὸν ὁτιοῦν ἀγαθὸν ἄνδρα μέλλοντα ἔσεσθαι τοῦτ’ αὐτὸ ἐκ παίδων εὐθὺς μελετᾶν παίζοντά τε καὶ σπουδάζοντα ἐν τοῖς τοῦ πράγματος ἑκάστοις προσήκουσιν· οἷον τὸν μέλλοντα ἀγαθὸν ἔσεσθαι γεωρ-γὸν ἤ τινα οἰκοδόμον τὸν μὲν οἰκοδομοῦντά τι τῶν παιδείων οἰκοδομημάτων παίζειν χρή, τὸν δ’ αὖ γεωργοῦντα· καὶ ὄργανα ἑκατέρῳ σμικρὰ τῶν ἀλη-θινῶν μιμήματα παρασκευάζειν τὸν τρέφοντα αὐτῶν ἑκάτερον· καὶ δὴ καὶ τῶν μαθημάτων ὅσα ἀναγκαῖα προμεμαθηκέναι προμανθάνειν, οἷον τέκτονα μετρεῖν ἢ σταθμᾶσθαι καὶ πολεμικὸν ἱππεύειν παίζοντα ἤ τι τῶν τοιούτων ἄλλο ποιοῦντα· καὶ πειρᾶσθαι διὰ τῶν παιδιῶν ἐκεῖσε τρέπειν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τῶν παίδων, οἷ ἀφικομένους αὐτοὺς δεῖ τέλος ἔχειν. κεφά-λαιον δὴ παιδείας λέγομεν τὴν ὀρθὴν τροφήν, ἣ τοῦ παίζοντος τὴν ψυχὴν εἰς ἔρωτα ὅτι μάλιστα ἄξει τούτου, ὃ δεήσει γενόμενον ἄνδρα αὐτὸν τέλειον εἶναι τῆς τοῦ πράγματος ἀρετῆς. Καὶ τοῦτο προλαβὼν Μωσῆς ἐνομοθέτησεν εἰπών· Καὶ ἔσται τὰ ῥήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου, καὶ προβιβάσεις αὐτὰ τοῖς υἱοῖς σου. ὃ δὴ καὶ πράττειν σύν-ηθες παισὶν Ἑβραίων, ἐξ ἁπαλῆς ἡλικίας τοὺς νέους ἅπαντας τοῖς τῆς θεοσε-βείας παιδεύμασιν ἀνατρέφουσι· τοῦτο δὲ καὶ εἰς δεῦρο κατά τι πάτριον ἔθος παρὰ τῷ Ἰουδαίων ἔθνει σπουδάζεται. ιη. ΟΤΙ ΠΑΙΔΕΙΑΝ ΗΓΕΙΣΘΑΙ ΧΡΗ ΜΟΝΗΝ ΤΗΝ ΕΙΣ ΑΡΕΤΗΝ ΠΡΟΑΓΟΥΣΑΝ ΟΥΧΙ ΔΕ ΤΗΝ ΕΙΣ ΧΡΗΜΑΤΙΣΜΟΝ Η ΤΙΝΑ ΒΙΟΠΟΡΙΣΤΙΚΗΝ ΕΠΙΤΗΔΕΥΣΙΝ Μὴ τοίνυν μηδὲ ὃ λέγομεν εἶναι παιδείαν, ἀόριστον γένηται. νῦν γὰρ ὀνειδίζοντες ἐπαινοῦντές τε ἑκάστων τὰς τροφὰς λέγομεν ὡς τὸν μὲν πεπαιδευμένον ἡμῶν ὄντα τινά, τὸν δὲ ἀπαίδευτον, ἐνίοτε εἴς τε τὰς καπηλείας καὶ ναυκληρίας καὶ ἄλλων τοιούτων μάλα πεπαιδευμένων σφόδρα ἀνθρώπων. οὐ γὰρ ταῦτα ἡγουμένων, ὡς ἔοικεν, εἶναι παιδείαν ὁ νῦν λόγος ἂν εἴη, τὴν δὲ πρὸς ἀρετὴν ἐκ παίδων παιδείαν, ποιοῦσαν ἐπιθυμητήν τε καὶ ἐραστὴν τοῦ πολίτην γενέσθαι τέλεον, ἄρχειν τε καὶ ἄρχεσθαι ἐπιστάμενον μετὰ δίκης. ταύτην τὴν τροφὴν ἀφορισάμενος ὁ λόγος οὗτος, ὡς ἐμοὶ φαίνεται, νῦν βούλοιτ’ ἂν μόνην παιδείαν προσαγορεύειν, τὴν δὲ εἰς χρήματα τείνουσαν ἤ τινα πρὸς ἰσχὺν ἢ καὶ πρὸς ἄλλην τινὰ σοφίαν ἄνευ νοῦ καὶ δίκης βάναυσόν τε εἶναι καὶ ἀνελεύθερον καὶ οὐκ ἄξιον τὸ παράπαν παιδείαν καλεῖσθαι. ἡμεῖς δὲ μηδὲν ὀνόματι διαφερώμεθα αὑτοῖς, ἀλλ’ ὁ νῦν δὴ λόγος ἡμῖν ὁμολογηθεὶς μενέτω, ὡς οἵ γε ὀρθῶς πεπαιδευμένοι σχεδὸν ἀγαθοὶ γίνονται καὶ δεῖ δὴ τὴν παιδείαν μηδαμοῦ ἀτιμάζειν, ὡς πρῶτον τῶν καλλίστων τοῖς
PG 21:983ἀρίστοις ἀνδράσι παραγιγνόμενον· καὶ εἴ ποτε ἐξέρχεται, δυνατὸν δέ ἐστιν ἐπανορθοῦσθαι, τοῦτο ἀεὶ δραστέον διὰ βίου παντὶ κατὰ δύναμιν. Καὶ ἐν τῷ δευτέρῳ δὲ τῶν Νόμων ἐπιλέγει· Παιδείαν δὴ λέγω τὴν παραγινομένην πρῶτον παισὶν ἀρετήν· ἡδονὴ δὴ καὶ φιλία καὶ λύπη καὶ μῖσος ἐὰν ὀρθῶς ἐν ψυχαῖς ἐγγίγνωνται μήπω δυναμένων λόγον λαμβάνειν, λαβόντων δὲ τὸν λόγον συμφωνήσωσι τῷ λόγῳ ὀρθῶς εἰθίσθαι ὑπὸ τῶν προσηκόντων ἐθῶν, αὕτη ἔσθ’ ἡ συμφωνία ξύμπασα μὲν ἀρετή, τὸ δὲ περὶ τὰς ἡδονὰς καὶ λύπας τεθραμμένον αὐτῆς ὀρθῶς, ὥστε μισεῖν μὲν ἃ χρὴ μισεῖν εὐθὺς ἐξ ἀρχῆς μέχρι τέλους, στέργειν δὲ ἃ χρὴ στέρ-γειν, τοῦτ’ αὐτὸ ἀποτεμὼν τῷ λόγῳ καὶ παιδείαν προσαγορεύων κατά γε τὴν ἐμὴν ὀρθῶς ἂν προσαγορεύοις. Ταῦτα ὁ Πλάτων. προλαβὼν δὲ αὐτὸν ὁ Δαβὶδ ἐν ψαλμῳδίαις, μισεῖν ἃ δεῖ μισεῖν καὶ στέργειν διδάσκων ἃ δεῖ στέργειν, τάδε φησί· Δεῦτε τέκνα ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς. τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. καὶ ὁ Σολομῶν ὁμοίως· Ἀκούσατε, φησί, παῖδες παιδείαν πατρός. δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν· τῶν ἐμῶν νόμων μὴ ἐπιλανθάνεσθε· καὶ πάλιν· Κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν μὴ ἐπιλάθῃ· καί· Εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ· καί· Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων. μυρία δ’ ἂν εὕροις ἄλλα τοιαῦτα ἐν τοῖς Ἑβραίων γράμμασι παιδευτικὰ πρὸς εὐσεβείας καὶ ἀρετῆς ἀνάληψιν, νέοις ὁμοῦ καὶ τελείοις τὴν ἡλικίαν προσήκοντα. ιθ. ΟΤΙ ΠΑΡΑΠΛΗΣΙΩΣ ΕΒΡΑΙΟΙΣ ΚΑΙ Ο ΠΛΑΤΩΝ ΕΙΚΟΝΑ ΘΕΙΟΤΕΡΩΝ ΤΑ ΤΗΙΔΕ ΕΙΝΑΙ ΕΔΟΞΑΖΕΝ Τοῦ θείου χρησμοῦ φήσαντος Μωσεῖ· Ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει τοῦ τε ἱεροῦ λόγου σαφέστερον εἰπόντος· Οἵτινες ὑποδείγματι καὶ σκιᾷ ἐλάτρευον τῶν ἐπουρανίων εἰκόνα τε ἄντικρυς τῶν ἐν νοητοῖς θειοτέρων τὰ παρὰ Μωσεῖ σύμβολα περιέχειν διδάσκοντος, ἐπάκουσον ὅπως καὶ ὁ Πλάτων τὰ ὅμοια διερμηνεύει ἐν ἕκτῳ τῆς Πολιτείας ὧδε γράφων· Θεῷ δὴ καὶ κόσμῳ ὅ γε φιλόσοφος ὁμιλῶν κόσμιός τε καὶ θεῖος εἰς τὸ δυνατὸν ἀνθρώπῳ γίγνεται· διαβολὴ δὲ ἐν πᾶσι πολλή. Παντάπασι μὲν οὖν. Ἂν οὖν τις, εἶπον, αὐτῷ ἀνάγκη γένηται, ἃ ἐκεῖ ὁρᾷ, μελετῆσαι εἰς ἀνθρώπων ἤθη καὶ ἰδίᾳ καὶ δημοσίᾳ τιθέναι καὶ μὴ μόνον ἑαυτὸν πλάττειν, ἆρα κακὸν δημιουργὸν αὐτὸν οἴει γενήσεσθαι σωφροσύνης τε καὶ δικαιοσύ-νης καὶ ξυμπάσης τῆς δημοτικῆς ἀρετῆς; Ἥκιστά γε, ἦ δ’ ὅς. Ἀλλ’ ἐὰν δὴ αἴσθωνται οἱ πολλοὶ ὅτι ἀληθῆ περὶ αὐτοῦ λέγομεν, χαλεπανοῦσι δὴ τοῖς φιλοσόφοις καὶ ἀπιστήσουσιν ἡμῖν λέγουσιν ὡς οὐκ ἄν ποτε ἄλλως εὐδαιμονή-σειε πόλις, εἰ μὴ αὐτὴν διαγράψειαν οἱ τῷ θείῳ παραδείγματι χρώμενοι ζω-γράφοι; Οὐ χαλεπανοῦσιν, ἦ δ’ ὅς, ἐάν περ αἴσθωνται. ἀλλὰ δὴ τίνα λέγεις τρόπον τῆς διαγραφῆς; Λαβόντες, ἦν δ’ ἐγώ, ὥσπερ πίνακα πόλιν τε καὶ ἤθη ἀνθρώπων, πρῶτον μὲν καθαρὰν ποιήσειαν ἄν, ὃ οὐ πάνυ ῥᾴδιον. ἀλλ’ οὖν οἶσθ’ ὅτι τούτῳ ἂν εὐθὺς τῶν ἄλλων διενέγκαιεν, τῷ μήτε ἰδιώτου μήτε πόλεως ἐθελῆσαι ἂν ἅψασθαι μηδὲ γράφειν νόμους, πρὶν ἢ παρα-λαβεῖν καθαρὰν ἢ αὐτοὶ ποιῆσαι. Καὶ ὀρθῶς γε, ἔφη. Οὐκοῦν μετὰ ταῦτα οἴει ὑπογράψασθαι ἂν τὸ σχῆμα τῆς πολιτείας; Τί μήν; Ἔπειτα, οἶμαι, ἀπεργαζόμενοι πυκνὰ ἂν ἑκατέρωσε ἀποβλέποιεν, πρός τε τὸ φύσει δίκαιον καὶ καλὸν καὶ σῶφρον καὶ πάντα τὰ τοιαῦτα καὶ πρὸς ἐκεῖνο αὖ τὸ ἐν τοῖς ἀνθρώποις, ἐμποιοῖεν ξυμμιγνύντες τε καὶ κεραννύντες ἐκ τῶν ἐπιτη-δευμάτων τὸ ἀνδρείκελον, ἀπ’ ἐκείνου τεκμαιρόμενοι, ὃ δὴ καὶ Ὅμηρος ἐκάλεσεν ἐν τοῖς ἀνθρώποις ἐγγιγνόμενον θεοειδές τε καὶ θεοείκελον. Ὀρθῶς, ἔφη. Καὶ τὸ μὲν ἄν, οἶμαι, ἐξαλείφοιεν, τὸ δὲ πάλιν ἐγγράφοιεν, ἕως ὅτι μά-λιστα τὰ ἀνθρώπεια ἤθη εἰς ὅσον ἐνδέχεται θεοφιλῆ ποιήσειαν. κ. ΟΤΙ ΧΡΗ ΤΟΥΣ ΝΕΟΥΣ ΔΙ’ ΕΚΜΑΘΗΣΕΩΣ ΥΜΝΩΝ ΟΡΘΩΝ ΚΑΙ ΩΙΔΩΝ ΕΙΣ ΑΡΕΤΗΣ ΑΝΑΛΗΨΙΝ ΠΡΟΠΑΡΑΣΚΕΥΑΖΕΙΝ· ΑΠΟ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΤΩΝ ΝΟΜΩΝ Δοκεῖ μοι τρίτον ἢ τέταρτον ὁ λόγος εἰς ταὐτὸν περιφερόμενος ἥκειν, ὡς ἄρα παιδεία μέν ἐσθ’ ἡ παίδων ὁλκή τε καὶ ἀγωγὴ πρὸς τὸν ὑπὸ τοῦ νόμου λόγον ὀρθὸν εἰρημένον καὶ τοῖς ἐπιεικεστάτοις καὶ πρεσβυτάτοις δι’ ἐμπειρίαν ξυνδεδογμένον ὡς ὄντως ὀρθός ἐστιν. ἵν’ οὖν ἡ ψυχὴ τοῦ παιδὸς μὴ ἐναντία χαίρειν καὶ λυπεῖσθαι ἐθίζηται τῷ νόμῳ καὶ τοῖς ὑπὸ τοῦ νόμου τε-θειμένοις, ἀλλὰ ξυνέπηται χαίρουσά τε καὶ λυπουμένη τοῖς αὐτοῖς οἷσπερ ὁ γέρων, τούτων ἕνεκα, ἃς ᾠδὰς καλοῦμεν, ὄντως μὲν ἐπῳδαὶ ταῖς ψυχαῖς αὗται νῦν γεγονέναι, πρὸς τὴν τοιαύτην ἣν λέγομεν συμφωνίαν ἐσπουδα-σμέναι, διὰ δὲ τὸ σπουδὴν μὴ δύνασθαι φέρειν τὰς τῶν νέων ψυχὰς παιδιαί τε καὶ ᾠδαὶ καλεῖσθαι καὶ πράττεσθαι, καθάπερ τοῖς κάμνουσί τε καὶ ἀσθε-νῶς ἴσχουσι τὰ σώματα ἐν ἡδέσι τέ τισι σιτίοις καὶ πόμασι τὴν χρηστὴν πειρῶνται τροφὴν προσφέρειν οἷς μέλει τούτων, τὴν δὲ τῶν πονηρῶν ἐν ἀηδέσιν, ἵνα τὴν μὲν ἀσπάζωνται, τὴν δὲ μισεῖν ὀρθῶς ἐθίζωνται. ταὐτὸν δὲ καὶ τὸν ποιητικὸν ὁ ὀρθὸς νομοθέτης ἐν τοῖς καλοῖς ῥήμασι καὶ ἐπαινετοῖς πεί-σει τε καὶ ἀναγκάσει, μὴ πείθων, τὰ τῶν σωφρόνων τε καὶ ἀνδρείων καὶ πάν-τως ἀγαθῶν ἀνδρῶν ἔν τε ῥυθμοῖς σχήματα καὶ ἐν ἁρμονίαισι μέλη ποιοῦντα ὀρθῶς ποιεῖν. Εἰκότως ἄρα καὶ παρ’ ἡμῖν τὰς ὑπὸ τῶν θείων προφητῶν πεποιημένας ᾠδὰς καὶ τοὺς εἰς θεὸν ὕμνους μελετᾶν οἱ παῖδες ἐθίζονται. κα. ΟΠΟΙΑΣ ΧΡΗ ΔΙΑΝΟΙΑΣ ΠΕΡΙΕΧΕΙΝ ΤΑΣ ΩΙΔΑΣ Τοὺς ποιητὰς ἀναγκάζετε λέγειν ὡς ὁ μὲν ἀγαθὸς ἀνὴρ σώφρων ὢν καὶ δίκαιος εὐδαίμων ἐστὶ καὶ μακάριος, ἐάν τε μέγας καὶ ἰσχυρὸς ἐάν τε σμι-κρὸς καὶ ἀσθενὴς ᾖ καὶ ἐὰν πλουτῇ καὶ μή· ἐὰν δὲ ἄρα πλουτῇ μὲν Κινύρα τε καὶ Μίδα μᾶλλον,3 ᾖ δὲ ἄδικος, ἄθλιός τέ ἐστι καὶ ἀνιαρῶς ζῇ. καὶ οὔτ’ ἂν μνησαίμην, φησὶν ὑμῖν ὁ ποιητής, εἴπερ ὀρθῶς λέγει, οὔτ’ ἐν λόγῳ ἄνδρα τιθείμην, ὃς μὴ πάντα τὰ λεγόμενα καλὰ μετὰ δικαιοσύνης πράττοι καὶ κτῷτο, καὶ δὴ καὶ δηίων τοιοῦτος ὢν ὀρέγοιτο ἐγγύθεν ἱστάμενος· ἄδικος δὲ ὢν μήτε τολμῴη ὁρῶν φόνον αἱματόεντα μήτε νικῴη θέων Θρηί-κιον Βορέην μηδὲ ἄλλο αὐτῷ μηδὲν τῶν λεγομένων ἀγαθῶν γίγνοιτό ποτε· τὰ γὰρ ὑπὸ τῶν πολλῶν λεγόμενα ἀγαθὰ οὐκ ὀρθῶς λέγεται. λέγεται γὰρ ὡς ἄριστον μὲν ὑγιαίνειν, δεύτερον δὲ κάλλος, τρίτον δὲ πλοῦτος· μυρία δὲ ἄλλα ἀγαθὰ λέγεται· καὶ γὰρ ὀξὺ ὁρᾶν καὶ ἀκούειν καὶ πάντα ὅσα ἔχεται τῶν αἰσθήσεων εὐαισθήτως ἔχειν, ἔτι δὲ καὶ τὸ ποιεῖν τυραννοῦντα ὅ τι ἂν ἐπι-θυμῇ, καὶ τὸ δὴ τέλος ἁπάσης μακαριότητος εἶναι τὸ πάντα ταῦτα κεκτη-μένον ἀθάνατον εἶναι γενόμενον ὅτι τάχιστα. ὑμεῖς δὲ καὶ ἐγώ που τάδε λέγομεν, ὡς ταῦτά ἐστι ξύμπαντα δικαίοις μὲν καὶ ὁσίοις ἀνδράσιν ἄριστα κτήματα, ἀδίκοις δὲ κάκιστα ξύμπαντα, ἀρξάμενα ἀπὸ τῆς ὑγείας. καὶ δὴ καὶ τὸ ὁρᾶν καὶ τὸ ἀκούειν καὶ αἰσθάνεσθαι καὶ τὸ παράπαν ζῆν μέγιστον μὲν
PG 21:989κακὸν τὸν ξύμπαντα χρόνον ἀθάνατον ὄντα καὶ κεκτημένον πάντα τὰ λεγό-μενα ἀγαθὰ πλὴν δικαιοσύνης τε καὶ ἀρετῆς ἁπάσης, ἔλαττον δέ, ἐὰν ὡς ὀλί-γιστον ὁ τοιοῦτος χρόνον ἐπιζῴη. ταῦτα δὴ λέγειν οἶμαι τοὺς παρ’ ὑμῖν ποιητάς, ἅπερ ἐγώ, πείσετε καὶ ἀναγκάσετε καὶ ἔτι τούτοις ἑπομένους ῥυθμούς τε καὶ ἁρμονίας ἀποδόντας παιδεύειν οὕτω τοὺς νέους ὑμῶν. ἦ γὰρ ὁρᾶτε; ἐγὼ μὲν γὰρ λέγω σαφῶς τὰ μὲν κακὰ λεγόμενα ἀγαθὰ τοῖς ἀδίκοις εἶναι, τοῖς δὲ δικαίοις κακά· τὰ δὲ ἀγαθὰ τοῖς μὲν ἀγαθοῖς ὄντως ἀγαθά, τοῖς δὲ κα-κοῖς κακά. ὅπερ οὖν ἠρόμην, ἆρα ξυμφωνοῦμεν ἐγώ τε καὶ ὑμεῖς ἢ πῶς; Οὐ πόρρω ταῦτα τυγχάνει τῶν τοῦ Δαβὶδ ψαλμῶν, οὓς προλαβὼν θείῳ πνεύματι συνέταξε δι’ ᾠδῶν καὶ ὕμνων τίς μὲν ὁ ἀληθῶς μακάριος, τίς δὲ ὁ τούτῳ ἐναντίος παιδεύσας. ἐντεῦθεν γοῦν αὐτῷ καὶ κατάρχεται ἡ βίβλος φήσαντι· Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ τὰ ὅμοια. ἃ δὴ μεταβαλὼν ὁ Πλάτων φησὶ δεῖν τοὺς ποιητὰς λέγειν, ὡς ὁ μὲν ἀγαθὸς ἀνὴρ σώφρων ὢν καὶ δίκαιος εὐδαίμων ἐστὶ καὶ μακάριος· ἐὰν δὲ ἄρα πλουτῇ, ᾖ δὲ ἄδικος, ἄθλιός ἐστιν. ὃ καὶ αὐτὸ πάλιν ὁ Δαβὶδ ὧδέ πως ἐξέδωκε διὰ τῶν ψαλμῶν εἰπών· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρ-δίᾳ· καὶ πάλιν· Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. ἐπὶ σχολῆς δ’ ἂν εὕροις ἕκαστα τῶν εἰρημένων τῷ φιλοσόφῳ πρὸς λέξιν κείμενα δι’ ὅλης τῆς ἱερᾶς τῶν ψαλμῶν γραφῆς. κβ. ΟΤΙ ΟΥ ΠΑΝΤΩΝ ΕΣΤΙ ΤΑΣ ΟΡΘΑΣ ΩΙΔΑΣ ΚΑΙ ΤΑ ΜΕΛΗ ΔΥΝΑΣΘΑΙ ΠΟΙΕΙΝ ΑΛΛ’ Η ΜΟΝΟΥ ΘΕΟΥ Η ΘΕΙΟΥ ΤΙΝΟΣ ΑΝΔΡΟΣ Νομοθετικὸν μὲν οὖν καὶ πολιτικὸν ὑπερβαλλόντως. ἀλλὰ δὴ ἕτερα φαῦλα ἂν εὕροις αὐτόθι· τοῦτο δ’ οὖν τὸ περὶ μουσικὴν ἀληθές τε καὶ ἄξιον ἐννοίας, ὅτι δυνατὸν ἄρα ἦν περὶ τῶν τοιούτων νομοθετεῖσθαι βεβαίως θαρ-ροῦντα μέλη τὰ τὴν ὀρθότητα φύσει παρεχόμενα. τοῦτο δὲ θεοῦ ἢ θείου τι-νὸς ἂν εἴη. Εἰκότως ἄρα καὶ παρ’ Ἑβραίοις νενομοθέτητο μηδὲ ἄλλους ὕμνους καὶ ᾠδὰς ἐν ταῖς θείαις διδασκαλίαις ἀποδέχεσθαι ἢ τὰς ὑπὸ τοῦ θείου πνεύματος διὰ τῶν θείων καὶ προφητῶν ἀνδρῶν πεποιημένας τά τε τούτοις κατάλληλα μέλη τῷ συνήθει παρ’ αὐτοῖς ᾀδόμενα τρόπῳ. κγ. ΠΕΡΙ ΤΩΝ ΔΟΚΙΜΑΖΕΙΝ ΟΙΩΝ ΤΕ ΤΑΣ ΚΑΤΑ ΘΕΟΝ ΠΕΠΟΙΗΜΕΝΑΣ ΩΙΔΑΣ Συγχωρῶ γε τό γε τοσοῦτον καὶ ἐγὼ τοῖς πολλοῖς, δεῖν τὴν μουσικὴν ἡδονῇ κρίνεσθαι, μὴ μέντοι τῶν γε ἐπιτυχόντων, ἀλλὰ σχεδὸν ἐκείνην εἶναι μοῦσαν καλλίστην, ἥτις τοὺς βελτίστους καὶ ἱκανῶς πεπαιδευμένους τέρπει, μάλιστα δὲ ἥτις ἕνα τὸν ἀρετῇ τε καὶ παιδείᾳ διαφέροντα. διὰ ταῦτα δὲ ἀρετῆς φαμεν δεῖσθαι τοὺς τούτων κριτάς, ὅτι τῆς τε ἄλλης μετόχους αὐ-τοὺς εἶναι δεῖ φρονήσεως καὶ δὴ καὶ τῆς ἀνδρείας. οὔτε γὰρ παρὰ θεάτρου δεῖ τόν γε ἀληθῆ κριτὴν κρίνειν μανθάνοντα καὶ ἐκπληττόμενον ὑπὸ τοῦ θορύ-βου τῶν πολλῶν καὶ τῆς ἑαυτοῦ ἀπαιδευσίας οὔτ’ αὖ γιγνώσκοντα δι’ ἀνανδρίαν καὶ δειλίαν ἐκ τοῦ αὐτοῦ στόματος, οὗπερ τοὺς θεοὺς ἐπεκαλέσατο μέλλων κρίνειν, ἐκ τούτου ψευδόμενον ἀποφαίνεσθαι ῥᾳθύμως τὴν κρίσιν· οὐ γὰρ μαθητής, ἀλλὰ διδάσκαλος, ὥς γε τὸ δίκαιον, θεατῶν μᾶλλον ὁ κριτὴς καθίζει καὶ ἐναντιωσόμενος τοῖς τὴν ἡδονὴν μὴ προσηκόντως μηδὲ ὀρθῶς ἀποδι-δοῦσι θεαταῖς. Καὶ παρ’ Ἑβραίοις τὸ παλαιὸν οὐ τοῦ πλήθους ἦν τὸ κρίνειν τοὺς ἐκ θείου πνεύματος προφερομένους λόγους καὶ τὰς ἐνθέους ᾠδάς, ἀλλ’ ἦσαν βραχεῖς καὶ σπάνιοι, μέτοχοι καὶ αὐτοὶ θείου πνεύματος διακριτικοῦ τῶν λεγομένων, οἷς καὶ μόνοις ἐξῆν ἐγκρίνειν καὶ ἀφιεροῦν τὰς τῶν προφητῶν βίβλους, τὰς δὲ τῶν μὴ τοιούτων ἀποδοκιμάζειν. κδ. ΟΤΙ ΚΑΙ ΕΝ ΤΟΙΣ ΣΥΜΠΟΣΙΟΙΣ ΠΑΡΑΛΗΠΤΕΟΝ ΤΑΣ ΩΙΔΑΣ ΩΣΠΕΡ ΤΙΝΑΣ ΝΟΜΟΥΣ ΣΥΜΠΟΤΙΚΟΥΣ Καὶ ὅπερ ὁ λόγος ἐν ἀρχαῖς ἐβουλήθη, τὴν τῷ τοῦ Διουνύσου χορῷ βοήθειαν ἐπιδεῖξαι καλῶς λεγομένην, εἰς δύναμιν εἴρηκε. σκοπώμεθα δὴ εἰ τοῦθ’ οὕτω γέγονε. θορυβώδης μέν που ὁ ξύλλογος ὁ τοιοῦτος ἐξ ἀνάγκης προϊούσης τῆς πόσεως ἔτι μᾶλλον ἀεὶ ξυμβαίνει γινόμενος, ὅπερ ὑπεθέμεθα κατ’ ἀρχὰς ἀναγκαῖον εἶναι γίνεσθαι περὶ τῶν νῦν λεγομένων. Ἀνάγκη. Πᾶς δέ γε αὐτὸς αὑτοῦ κουφότερος αἴρεται καὶ γέγηθέ τε καὶ παρρησίας ἐμπίπλαται καὶ ἀνηκουστίας ἐν τῷ τοιούτῳ τῶν πέλας, ἄρχων δ’ ἱκανὸς ἀξιοῖ αὑτοῦ τε καὶ τῶν ἄλλων γεγονέναι. Τί μήν; Οὐκοῦν ἔφαμεν, ὅταν γίνηται ταῦτα, καθάπερ τινὰ σίδηρον τὰς ψυχὰς τῶν πινόντων διαπύρους γινομένας μαλακωτέρας γίνεσθαι καὶ νεωτέρας, ὥστ’ εὐαγώγους ξυμβαίνειν τῷ δυναμένῳ τε καὶ ἐπισταμένῳ παιδεύειν τε καὶ πλάττειν, καθάπερ ὅτ’ ἦσαν νέαι; τοῦτον δὲ εἶναι τὸν πλάστην τὸν αὐτὸν ὥσπερ τότε, τὸν ἀγαθὸν νομοθέτην, οὗ νόμους εἶναι δεῖ συμποτικούς, δυναμένους τὸν εὔελπιν καὶ θαρραλέον ἐκεῖνον γινόμενον καὶ ἀναισχυντότε-ρον τοῦ δέοντος καὶ οὐ θέλοντα τάξιν καὶ τὸ κατὰ μέρος σιγῆς καὶ λόγου καὶ πόσεως καὶ μούσης ὑπομένειν ἐθέλειν ποιεῖν πάντα τούτοις τἀναντία καὶ εἰσιόντι τῷ μὴ καλῷ θάρρει τὸν κάλλιστον διαμαχόμενον φόβον εἰσπέμπειν οἵους τε εἶναι μετὰ δίκης, ὃν αἰδῶ τε καὶ αἰσχύνην θεῖον φόβον ὠνομάκαμεν. Ἔστι ταῦτα. Τούτων δέ γε τῶν νόμων εἶναι νομοφύλακας καὶ συνδημιουργοὺς αὐτοῖς τοὺς ἀθορύβους καὶ νήφοντας. Εἰκότως τοιγαροῦν καὶ ἡμῖν αὐτοῖς ἐν τοῖς συμποσίοις ᾠδὰς καὶ ὕμνους εἰς θεὸν πεποιημένους ᾄδειν παραδέδοται, τοῦ προσήκοντος κόσμου τῶν παρ’ ἡμῖν φυλάκων ἐπιμελομένων. κε. ΟΤΙ ΟΥ ΠΑΣΙΝ ΕΠΙΤΡΕΠΤΕΟΝ ΤΗΝ ΤΟΥ ΟΙΝΟΥ ΠΟΣΙΝ Εἰ μέν τις πόλις, ὡς οὔσης σπουδῆς, τῷ ἐπιτηδεύματι τῷ νῦν εἰρημένῳ χρήσεται μετὰ νόμων καὶ τάξεως, ὡς τοῦ σωφρονεῖν εἵνεκα μελέτῃ χρωμένη, καὶ τῶν ἄλλων ἡδονῶν μὴ ἀφέξεται ὡσαύτως καὶ κατὰ τὸν αὐτὸν λόγον, τοῦ κρατεῖν αὐτῶν ἕνεκα μηχανωμένη, τοῦτον μὲν τὸν τρόπον ἅπασι τούτοις χρη-στέον· εἰ δ’ ὡς παιδιᾷ τε καὶ ἐξέσται τῷ βουλομένῳ, καὶ ὅταν βούληται καὶ μεθ’ ὧν ἂν βούληται, πίνειν μετ’ ἐπιτηδευμάτων [ὡν]τινωνοῦν ἄλλων, οὐκ ἂν τιθείμην ταύτην τὴν ψῆφον, ὡς δεῖ ποτε μέθῃ χρῆσθαι ταύτην τὴν πόλιν ἢ τοῦτον τὸν ἄνδρα, ἀλλ’ ἔτι μᾶλλον τῆς Κρητῶν καὶ Λακεδαιμονίων χρείας προσθείμην ἂν τῷ Καρχηδονίων νόμῳ, μηδέποτε μηδένα ἐπὶ στρατοπέδου γεύεσθαι τούτου τοῦ πόματος, ἀλλ’ ὑδροποσίαις συγγίγνεσθαι τοῦτον τὸν χρόνον ἅπαντα, καὶ κατὰ πόλιν μήτε δούλην μήτε δοῦλον γεύεσθαι μηδέποτε μηδὲ ἄρχοντας τοῦτον τὸν ἐνιαυτὸν ὃν ἂν ἄρχωσι μηδ’ αὖ κυβερνήτας μηδὲ δικαστὰς ἐνεργοὺς ὄντας οἴνου γεύεσθαι τὸ παράπαν μηδὲ ὅστις βουλευσόμενος εἰς βουλὴν ἀξίαν τινὰ λόγου συνέρχεται μηδέ γε μεθ’ ἡμέραν μηδένα τὸ παράπαν, εἰ μὴ σωμασκίας ἢ νόσων ἕνεκα, μηδ’ αὖ νύκτωρ, ὅταν ἐπινοῇ τις παῖδας ποιεῖσθαι ἀνὴρ ἢ καὶ γυνή. καὶ ἄλλα δὲ πάμπολλα ἄν τις λέγοι, ὡς τοῖς νοῦν τε καὶ νόμον ἔχουσιν ὀρθὸν οὐ ποτέος οἶνος, ὥστε κατὰ τὸν λόγον τοῦτον οὐδ’ ἀμπελώνων ἂν πολλῶν δέοι οὐδ’ ᾗτινι πόλει, τακτὰ δὲ τἄλλα ἂν εἴη γεωργήματα καὶ πᾶσα ἡ δίαιτα. Καὶ Μωσῆς δὲ προλαβὼν μὴ δεῖν τοὺς ἱερέας οἴνου ἀπογεύεσθαι κατὰ τὸν τῆς ἱερουργίας καιρὸν νομοθετεῖ φάσκων· Καὶ ἐλάλησε κύριος τῷ
PG 21:995Ἀαρὼν λέγων· Οἶνον καὶ σίκερα οὐ πίεσθε σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἢ προσπορευομένων ὑμῶν πρὸς τὸ θυσιαστήριον, καὶ οὐ μὴ ἀποθάνητε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. ὁ δὲ αὐτὸς καὶ τοῖς εὐχὴν εὐχομένοις νομοθετεῖ λέγων· Ἀνὴρ ἢ γυνή, ὃς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν κυρίῳ, ἀπὸ οἴνου καὶ σίκερα ἁγνισθήσεται· καὶ ὄξος ἐξ οἴνου, καὶ ὄξος ἐκ σίκερα οὐ πίεται. ἀλλὰ καὶ Σολομῶν τοὺς ἄρχοντας καὶ τοὺς δικαστὰς εἴργει τῆς χρήσεως λέγων· Μετὰ βουλῆς πάντα ποίει, μετὰ βουλῆς οἰνοπότει. οἱ δυνάσται θυμώδεις εἰσίν, οἶνον μὴ πινέτωσαν, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ τῶν πόνων. καὶ ὁ ἀπόστολος δὲ νόσων ἕνεκα ἐπιτρέπει Τιμοθέῳ λέγων· Ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. κ. ΟΤΙ ΟΥΚ ΗΓΝΟΕΙ Ο ΠΛΑΤΩΝ ΤΑ ΠΑΡ’ ΑΥΤΟΥ ΝΟΜΟ-ΘΕΤΟΥΜΕΝΑ ΠΑΡΑ ΤΙΣΙ ΒΑΡΒΑΡΟΙΣ ΠΟΛΙΤΕΥΕΣΘΑΙ Εἰ τοίνυν ἄκροις εἰς φιλοσοφίαν πόλεώς τις ἀνάγκη ἐπιμεληθῆναι ἢ γέ-γονεν ἐν τῷ ἀπείρῳ τῷ παρεληλυθότι χρόνῳ ἢ καὶ νῦν ἐστιν ἔν τινι βαρβαρικῷ τόπῳ, πόρρω που ἐκτὸς ὄντι τῆς ἡμετέρας ὄψεως, ἢ καὶ ἔπειτα γενήσεται, περὶ τούτου ἕτοιμοι τῷ λόγῳ διαμάχεσθαι, ὡς γέγονεν ἡ εἰρημένη πολιτεία καὶ ἔστι καὶ γενήσεταί γε, ὅταν αὐτὴ ἡ Μοῦσα πόλεως ἐγκρατὴς γένηται. οὐ γὰρ ἀδύνατος γενέσθαι οὐδ’ ἡμεῖς ἀδύνατα λέγομεν. κζ. ΟΤΙ ΠΟΛΕΜΟΣ ΗΜΙΝ ΕΣΤΙ ΠΡΟΣ ΗΜΑΣ ΑΥΤΟΥΣ ΚΑΙ ΤΑ ΕΝ ΗΜΙΝ ΠΑΘΗ Αὐτῷ δὲ πρὸς ἑαυτὸν πότερον ὡς πολεμίῳ πρὸς πολέμιον διανοητέον, ἢ πῶς ἔτι λέγομεν; Ὦ ξένε Ἀθηναῖε, οὐ γάρ σε Ἀττικὸν ἐθέλοιμ’ ἂν προσαγορεύειν, δοκεῖς γάρ μοι τῆς θεοῦ ἐπωνυμίας ἄξιος εἶναι μᾶλλον ἐπονομάζεσθαι· τὸν γὰρ λό-γον ἐπ’ ἀρχὴν ὀρθῶς ἀναγαγὼν σαφέστερον ἐποίησας, ὥστε ῥᾷον ἀνευρήσεις ὅτι νῦν δὴ ὀρθῶς ὑφ’ ἡμῶν ἐρρέθη τὸ πολεμίους εἶναι πάντας πᾶσι δημοσίᾳ τε καὶ ἰδίᾳ ἑκάστους αὐτοὺς σφίσιν αὐτοῖς. Πῶς εἴρηκας, ὦ θαυμάσιε; Κἀνταῦθα, ὦ ξένε, τὸ νικᾶν αὐτὸν ἑαυτὸν πασῶν νικῶν πρώτη τε καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ’ ἑαυτοῦ πάντων αἴσχιστόν τε ἅμα καὶ κάκι-στον. ταῦτα γὰρ ὡς πολέμου ἐν ἑκάστοις ἡμῶν ὄντος πρὸς ἡμᾶς αὐτοὺς ση-μαίνει. Καὶ μεθ’ ἕτερα τούτοις προστίθησι λέγων· Οὐκοῦν ἕνα μὲν ἡμῶν ἕκαστον αὐτὸν τιθῶμεν; Ναί. Δύο δὲ κεκτημένον ἐν αὑτῷ ξυμβούλω ἐναντίω τε καὶ ἄφρονε, ὣ προς-αγορεύομεν ἡδονὴν καὶ λύπην; Ἔστι ταῦτα. Πρὸς δὲ τούτοιν ἀμφοῖν αὖ δόξας μελλόντων, οἷν κοινὸν μὲν ὄνομα ἐλπίς, ἴδιον δὲ φόβος μὲν ἡ πρὸ λύπης ἐλπίς, θάρρος δὲ ἡ πρὸ τοῦ ἐναντίου. ἐπὶ δὲ πᾶσι τούτοις λογισμὸς ὅ τί ποτ’ αὐτῷ ἄμεινον ἢ χεῖρον· ὃς γενόμενος δόγμα πόλεως κοινὸν νόμος ἐπωνόμασται. Καὶ ἑξῆς φησιν· Τόδε δὲ ἴσμεν, ὅτι ταῦτα τὰ πάθη ἐν ἡμῖν οἷον νεῦρα ἢ σμήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμᾶς καὶ ἀλλήλας ἀνθέλκουσιν ἐναντίαι οὖσαι ἐπ’ ἐναντίας πράξεις, οὗ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται. μιᾷ γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ξυνεπόμενον ἀεὶ καὶ μηδαμῆ ἀπολειπόμενον ἐκείνης ἀνθέλκειν τοῖς ἄλλοις μέτροις ἕκαστον, ταύτην δ’ εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγὴν χρυσῆν καὶ ἱεράν, τῆς πόλεως κοινὸν νόμον ἐπικαλουμένην, ἄλλας δὲ σκληρὰς καὶ σιδηρᾶς, τὴν δὲ μαλακὴν ἅτε χρυσῆν οὖσαν, τὰς δὲ ἄλλας παντοδαποῖς εἴδε-σιν ὁμοίας. δεῖν δὴ τῇ καλλίστῃ ἀγωγῇ τοῦ νόμου ἀεὶ ξυλλαμβάνειν· ἅτε γὰρ τοῦ λογισμοῦ καλοῦ μένοντος πράου τε καὶ οὐ βιαίου, δεῖσθαι ὑπηρετῶν αὐτοῦ τὴν ἀγωγήν, ὅπως ἂν ἐν ἡμῖν τὸ χρυσοῦν γένος νικᾷ τὰ ἄλλα γένη. καὶ οὕτω δὴ περὶ θαυμάτων ὡς ὄντων ἡμῶν μῦθος ἀρετῆς σεσωσμένος ἂν εἴη, καὶ τὸ κρείττω ἑαυτοῦ καὶ ἥττω εἶναι τρόπον τινὰ φανε-ρὸν ἂν γένοιτο μᾶλλον ὃ νοεῖ, καὶ ὅτι πόλιν καὶ ἰδιώτην, τὸν μὲν λόγον ἀληθῆ λαβόντα ἐν ἑαυτῷ περὶ τῶν ἕλξεων τούτῳ ἑπόμενον δεῖ ζῆν, πόλιν δὲ ἢ παρὰ θεῶν τινος ἢ παρ’ αὐτοῦ τούτου γνόντος ταῦτα λόγον παραλαβοῦσαν νόμον θεμένην αὑτῇ τε ὁμιλεῖν καὶ ταῖς ἄλλαις πόλεσιν· οὕτω κακία δὴ καὶ ἀρετὴ σαφέστερον ἡμῖν διηρθρωμένον ἂν εἴη. Καὶ παρ’ ἡμῖν ὁ θεῖος τὰ ὅμοια διδάσκει λόγος φάσκων· Συνήδομαι τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, βλέπω δὲ ἕτερον νόμον ἀντι-στρατευόμενον τῷ νόμῳ τοῦ νοός μου. καὶ πάλιν· Μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων ὅσα τε ἄλλα τούτοις παραπλήσια. κη. ΟΤΙ ΟΥ ΤΟ ΣΩΜΑ ΑΛΛ’ Η ΨΥΧΗ ΑΙΤΙΑ ΤΥΓΧΑΝΕΙ ΤΩΝ ΚΑΚΩΣ ΥΦ’ ΗΜΩΝ ΠΡΑΤΤΟΜΕΝΩΝ Μεμνήμεθά γε μὴν ὁμολογήσαντες ἐν τοῖς πρόσθεν ὡς εἰ ψυχὴ φανείη πρεσβυτέρα σώματος οὖσα, καὶ τὰ ψυχῆς τῶν τοῦ σώματος ἔσοιτο πρεσβύ-τερα. Πάνυ μὲν οὖν. Τρόποι δὴ καὶ ἤθη καὶ βουλήσεις καὶ λογισμοὶ καὶ δόξαι ἀληθεῖς ἐπι-μέλειαί τε καὶ μνῆμαι πρότερα μήκους σωμάτων καὶ πλάτους καὶ βάθους καὶ ῥώμης εἴη γεγονότα ἄν, εἴπερ καὶ ψυχὴ σώματος. Ἀνάγκη. Ἆρ’ οὖν τὸ μετὰ τοῦτο ὁμολογεῖν ἀναγκαῖον, τῶν τε ἀγαθῶν αἰτίαν εἶναι ψυχὴν καὶ τῶν κακῶν καὶ καλῶν καὶ αἰσχρῶν δικαίων τε καὶ ἀδίκων καὶ πάντων τῶν ἐναντίων, εἴπερ τῶν πάντων γε αὐτὴν θήσομεν αἰτίαν; Καὶ ταῦτα δὲ ἀπὸ τοῦ δεκάτου τῶν Νόμων προκείσθω. συνᾴδει δὲ αὐτοῖς ὁ Μωσῆς πολλάκις ἐν τοῖς νόμοις εἰπών· Καὶ ἐὰν ψυχὴ ἁμάρτῃ καὶ ποιήσῃ πλημμέλημα καὶ ὅσα τούτοις ἐμφερῶς εἴρηται παρ’ αὐτῷ. κθ. ΠΕΡΙ ΤΟΥ ΚΑΘΑΡΩΣ ΦΙΛΟΣΟΦΟΥΝΤΟΣ Τῆς παρ’ Ἑβραίοις γραφῆς περὶ τοῦ σπουδῇ φιλοσοφοῦντος φασκούσης· Ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ· καθήσεται κατὰ μόνας καὶ σιωπήσεται ὅτι ἦρεν ἐφ’ ἑαυτῷ καὶ περὶ τῶν θεοφιλῶν προφητῶν, ὡς ἄρα δι’ ἀκρότητα φιλοσοφίας ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις διῆ-γον, πρὸς μόνῳ τῷ θεῷ τὴν διάνοιαν ἔχοντες, ἐπάκουσον τοῦ Πλάτωνος ὅπως καὶ αὐτὸς τὸν τοιόνδε τοῦ βίου τρόπον ἐκθειάζει, ὧδέ πη περὶ τοῦ ἄκρως φιλοσοφοῦντος διεξιών· Λέγωμεν δή, ὡς ἔοικεν, ἐπεὶ σοί γε δοκεῖ, περὶ τῶν κορυφαίων· τί γὰρ ἄν τις τούς γε φαύλως διατρίβοντας ἐν φιλοσοφίᾳ λέγοι; οὗτοι δέ που ἐκ νέων πρῶτον μὲν εἰς ἀγορὰν οὐκ ἴσασι τὴν ὁδὸν οὐδὲ ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον· νόμους δὲ καὶ ψηφίσματα λεγό-μενα ἢ γεγραμμένα οὔτε ὁρῶσιν, οὔτε ἀκούουσι σπουδαί τε ἑταιρειῶν ἐπ’ ἀρχὰς καὶ σύνοδοι καὶ δεῖπνα καὶ σὺν αὐλητρίσι κῶμοι οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς. εὖ δὲ ἢ κακῶς τί γέγονεν ἐν πόλει ἢ τί τῳ κακόν ἐστιν ἐκ προγόνων γεγονὸς ἢ πρὸς ἀνδρῶν ἢ γυναικῶν, μᾶλλον αὐτὸν λέληθεν ἢ οἱ τῆς θαλάττης λεγόμενοι χόες. καὶ ταῦτα πάντα οὐδ’ ὅτι οὐκ οἶδεν, οἶδεν· οὐδὲ γὰρ αὐτῶν ἀπέχεται τοῦ εὐδοκιμεῖν χάριν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ· ἡ δὲ διάνοια, ταῦτα πάντα ἡγησαμένη σμικρὰ καὶ οὐδέν, ἀτιμάσασα πανταχῆ πέταται κατὰ Πίνδαρον, τά τε γᾶς ὑπένερθε καὶ τὰ ἐπίπεδα γεωμετροῦσα οὐρανοῦ τε ὕπερ ἀστρονομοῦσα καὶ πᾶσαν πάντη φύσιν ἐρευνωμένη τῶν ὄντων ἑκάστου ὅλου, εἰς τῶν ἐγγὺς οὐδὲν ἑαυτὴν συγ-καθιεῖσα. Πῶς τοῦτο λέγεις, ὦ Σώκρατες;
PG 21:1001Ὥσπερ καὶ Θαλῆν ἀστρονομοῦντα, ὦ Θεόδωρε, καὶ ἄνω βλέποντα πε-σόντα εἰς φρέαρ Θρᾷττά τις ἐμμελὴς καὶ χαρίεσσα θεραπαινὶς ἀποσκῶψαι λέγεται, ὡς τὰ μὲν ἐν οὐρανῷ προθυμοῖτο εἰδέναι, τὰ δὲ ὄπισθεν αὐτοῦ καὶ παρὰ πόδας λανθάνοι αὐτόν. ταὐτὸν δὲ ἀρκεῖ σκῶμμα ἐπὶ πάντας ὅσοι ἐν φιλοσοφίᾳ διάγουσι. τῷ γὰρ ὄντι τὸν τοιοῦτον ὁ μὲν πλησίον καὶ ὁ γείτων λέληθεν, οὐ μόνον ὅ τι πράττει, ἀλλ’ ὀλίγου καὶ εἰ ἄνθρωπός ἐστιν ἤ τι ἄλλο θρέμμα. τί δέ ποτ’ ἐστὶν ἄνθρωπος καὶ τί τῇ τοιαύτῃ φύσει προσήκει διά-φορον τῶν ἄλλων ποιεῖν ἢ πάσχειν· ζητεῖ τε καὶ πράγματ’ ἔχει διερευνώμενος. μανθάνεις γάρ που, ὦ Θεόδωρε, ἢ οὔ; Ἔγωγε, καὶ ἀληθῆ λέγεις. Τοιγάρτοι, ὦ φίλε, ἰδίᾳ τε συγγιγνόμενος ὁ τοιοῦτος ἑκάστῳ καὶ δη-μοσίᾳ, ὅπερ ἀρχόμενος ἔλεγον, ὅταν ἐν δικαστηρίῳ ἤ που ἄλλοθι ἀναγκασθῇ περὶ τῶν παρὰ πόδας καὶ τῶν ἐν ὀφθαλμοῖς διαλέγεσθαι, γέλωτα παρέχει οὐ μόνον Θρᾴτταις, ἀλλὰ καὶ τῷ ἄλλῳ ὄχλῳ, εἰς φρέατά τε καὶ πᾶσαν ἀπορίαν ἐμπίπτων ὑπὸ ἀπειρίας, καὶ ἡ ἀσχημοσύνη δεινή, δόξαν ἀβελτερίας παρεχο-μένη. ἔν τε γὰρ ταῖς λοιδορίαις ἴδιον ἔχει [οὐδὲν] οὐδένα λοιδορεῖν, ἅτ’ οὐκ εἰδὼς κακὸν οὐδὲν οὐδενὸς ἐκ τοῦ μὴ μεμελετηκέναι· ἀπορῶν οὖν γε-λοῖος φαίνεται· ἔν τε τοῖς ἐπαίνοις καὶ ταῖς τῶν ἄλλων μεγαλαυχίαις οὐ προς-ποιήτως, ἀλλὰ τῷ ὄντι γελῶν ἔνδηλος γιγνόμενος ληρώδης δοκεῖ εἶναι· τύραννόν τε γὰρ ἢ βασιλέα ἐγκωμιαζόμενον ἕνα τῶν νομέων, οἷον συ-βώτην ἢ ποιμένα ἤ τινα βουκόλον, ἡγεῖται ἀκούειν εὐδαιμονιζόμενον πολὺ βδάλλοντα· δυσκολώτερον δὲ ἐκείνων ζῷον καὶ ἐπιβουλότερον ποιμαίνειν τε καὶ βδάλλειν νομίζει αὐτούς· ἄγροικον δὲ καὶ ἀπαίδευτον ὑπὸ ἀσχολίας οὐδὲν ἧττον τῶν νομέων τὸν τοιοῦτον ἀναγκαῖον γίγνεσθαι, σηκὸν ἐν ὄρει τὸ τεῖχος περιβεβλημένον. γῆς δὲ ὅταν μυρία πλέθρα ἢ ἔτι πλείω ἀκούσῃ, ὅστις ἄρα κεκτημένος θαυμαστὰ πλήθει κέκτηται, πάνσμικρα δοκεῖ ἀκούειν, εἰς ἅπασαν εἰωθὼς τὴν γῆν βλέπειν. τὰ δὲ δὴ γένη ὑμνούντων, ὡς γεν-ναῖός τις ἑπτὰ πάππους πλουσίους ἔχων ἀποφῆναι, παντάπασιν ἀμβλὺ καὶ ἐπὶ σμικρὸν ὁρώντων ἡγεῖται τὸν ἔπαινον, ὑπὸ ἀπαιδευσίας οὐ δυναμένων εἰς τὸ πᾶν ἀεὶ βλέπειν οὐδὲ λογίζεσθαι ὅτι πάππων καὶ προγόνων μυριάδες ἑκάστῳ γεγόνασιν ἀναρίθμητοι, ἐν αἷς πλούσιοι καὶ πτωχοὶ καὶ βασιλεῖς καὶ δοῦλοι βάρβαροί τε καὶ Ἕλληνες πολλάκις μυρίοι γεγόνασιν ὁτῳοῦν, ἀλλ’ ἐπὶ πέντε καὶ εἴκοσι καταλόγῳ προγόνων σεμνυνομένων ἢ καὶ ἀναφερόντων εἰς Ἡρακλέα τὸν Ἀμφιτρύωνος ἄτοπα αὐτῷ καταφαίνεται τῆς σμικρολογίας, ὅτι δὲ ὁ Ἀμφιτρύωνος εἰς τὸ ἄνω πεντεκαιεικοστὸς ἦν οἵα συνέβαινεν αὐτῷ τύχη, καὶ ὁ πεντηκοστὸς ἀπ’ αὐτοῦ, γελᾷ οὐ δυναμένων λογίζεσθαί τε καὶ χαυνότητα ἀνοήτου ψυχῆς ἀπαλλάττειν. ἐν ἅπασι δὴ τούτοις ὁ τοιοῦτος ὑπὸ τῶν πολλῶν καταγελᾶται, τὰ μὲν ὑπερηφάνως ἔχων, ὡς δοκεῖ, τὰ δ’ ἐν ποσὶν ἀγνοῶν τε καὶ ἐν ἑκάστοις ἀπορῶν. Παντάπασι τὰ γιγνόμενα λέγεις, ὦ Σώκρατες. Ὅταν δέ γέ τινα αὐτός, ὦ φίλε, ἑλκύσῃ ἄνω καὶ ἐθελήσῃ τις αὐτῷ ἐκ-βῆναι ἐκ τοῦ τί ἐγώ σε ἀδικῶ ἢ σὺ ἐμὲ εἰς σκέψιν αὖ τῆς δικαιοσύνης τε καὶ ἀδικίας τί τε ἑκάτερον αὐτοῖν καὶ τί τῶν πάντων ἢ ἀλλήλων διαφέρετον, ἢ ἐκ τοῦ εἰ βασιλεὺς εὐδαίμων κεκτημένος πολὺ χρυσίον [ἢ] βασιλείας πέρι καὶ ἀνθρωπίνης ὅλως εὐδαιμονίας καὶ ἀθλιότητος ἐπὶ σκέψιν, ποίω τέ τινέ ἐστον καὶ τίνα τρόπον ἀνθρώπου φύσει τὸ μὲν κτήσασθαι αὐτοῖν προσήκει, τὸ δὲ ἀποφυγεῖν· περὶ πάντων τούτων ὅταν αὖ δέῃ λόγον διδόναι τὸν σμικρὸν ἐκεῖνον τὴν ψυχὴν καὶ δριμὺν καὶ δικανικόν, πάλιν αὖ τὰ ἀντίστροφα ἀπο-δίδωσιν· ἰλιγγιῶν τε ἀπὸ ὑψηλοῦ κρεμασθεὶς καὶ βλέπων μετέωρος ἄνωθεν ὑπὸ ἀηθείας ἀδημονῶν τε καὶ ἀπορῶν καὶ βαρβαρίζων γέλωτα Θρᾴτταις μὲν οὐ παρέχει οὐδ’ ἄλλῳ ἀπαιδεύτῳ οὐδενί (οὐ γὰρ αἰσθάνονται), τοῖς δ’ ἐναντίως ἢ ὡς ἀνδραπόδοις τραφεῖσι πᾶσιν. οὗτος δὴ ἑκατέρου τρόπος, ὦ Θεόδωρε, ὁ μὲν τῷ ὄντι ἐλευθερίᾳ τε καὶ σχολῇ τεθραμμένου, ὃν δὴ φιλόσοφον καλεῖς, ᾧ ἀνεμέσητον εὐήθει δοκεῖν καὶ οὐδενὶ εἶναι, ὅταν εἰς δουλικὰ ἐμπέσῃ δια-κονήματα, οἷον στρωματόδεσμον μὴ ἐπισταμένου συσκευάσασθαι μηδὲ ὄψον ἡδῦναι ἢ θῶπας λόγους· τοῦ δ’ αὖ τὰ μὲν τοιαῦτα πάντα δυναμένου ὀρθῶς τε καὶ ὀξέως διακονεῖν, ἀναβάλλεσθαι δὲ οὐκ ἐπισταμένου ἐπιδέξια ἐλευθέρως οὐδ’ ἁρμονίαν λόγων λαβόντος ὀρθῶς ὑμνῆσαι θεῶν τε καὶ ἀνδρῶν εὐδαιμό-νων βίον ἀληθῆ. Εἰ πάντας, ὦ Σώκρατες, πείθοις ἃ λέγεις ὥσπερ ἐμέ, πλείων ἂν εἰρήνη καὶ κακὰ ἐλάττω κατ’ ἀνθρώπους εἴη. Ἀλλ’ οὔτ’ ἀπολέσθαι τὰ κακὰ δυνατόν, ὦ Θεόδωρε (ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ ἀεὶ εἶναι ἀνάγκη) οὔτ’ ἐν θεοῖς αὐτὰ ἰδρῦσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης. διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένδε ἐκεῖσε φεύγειν ὅτι τάχιστα. φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι. ἀλλὰ γάρ, ὦ ἄριστε, οὐ πάνυ τι ῥᾴδιον πεῖσαι ὡς ἄρα οὐχ ὧν ἕνεκα οἱ πολλοί φασι δεῖν πονηρίαν μὲν φεύγειν, ἀρετὴν δὲ διώκειν, τούτων χάριν τὸ μὲν ἐπιτηδευτέον, τὸ δ’ οὔ, ἵνα δὴ μὴ κακὸς καὶ ἵνα ἀγαθὸς δοκῇ εἶναι. ταῦτα μὲν γάρ ἐστιν ὁ λεγό-μενος γραῶν ὕθλος, ὡς ἐμοὶ φαίνεται, τὸ δὲ ἀληθὲς ὧδε λέγομεν· θεὸς οὐδαμῆ οὐδαμῶς ἄδικος, ἀλλ’ ὡς οἷόν τε δικαιότατος, καὶ οὐκ ἔστιν αὐτῷ ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν αὖ γένηται ὅτι δικαιότατος. περὶ τοῦτο καὶ ἡ ὡς ἀληθῶς δεινότης ἀνδρὸς καὶ ἡ οὐδένειά τε καὶ ἀνανδρία. ἡ μὲν γὰρ τούτου γνῶ-σις σοφία καὶ ἀρετὴ ἀληθινή, ἡ δὲ ἄγνοια ἀμαθία καὶ κακία ἐναργής· αἱ δ’ ἄλλαι δεινότητές τε δοκοῦσαι καὶ σοφίαι ἐν μὲν πολιτικαῖς δυναστείαις γιγνό-μεναι φορτικαί, ἐν δὲ τέχναις βάναυσοι. τῷ οὖν ἀδικοῦντι καὶ ἀνόσια λέγοντι ἢ πράττοντι μακρῷ ἄριστ’ ἔχει τὸ μὴ συγχωρεῖν δεινῷ ὑπὸ πανουργίας εἶναι. ἀγάλλονται γὰρ τῷ ὀνείδει καὶ οἴονται ἀκούειν ὅτι οὐ λῆροί εἰσι, γῆς ἄλλως ἄχθη, ἀλλ’ ἄνδρες οἵους δεῖ ἐν πόλει τοὺς σωθησομένους. λεκτέον οὖν τἀληθές, ὅτι τοσούτῳ μᾶλλόν εἰσιν οἷοι [οὐκ οἴονται, ὅτι] οὐχ[ὶ] οἴονται. ἀγνοοῦσι γὰρ ζημίαν ἀδικίας, ὃ δεῖ ἥκιστα ἀγνοεῖν. οὐ γάρ ἐστιν ἣν δοκοῦσι, πληγαί τε καὶ θάνατοι, ὧν ἐνίοτε πάσχουσιν οὐδὲν ἀδικοῦντες, ἀλλὰ ἣν ἀδύ-νατον ἐκφυγεῖν. Τίνα δὴ λέγεις; Παραδειγμάτων, ὦ φίλε, ἐν τῷ ὄντι ἑστώ[των], τοῦ μὲν θείου εὐδαι-μονεστάτου, τοῦ δὲ ἀθέου ἀθλιωτάτου, οὐχ ὁρῶντες, ὅτι οὕτως ἔχει, ὑπὸ ἠλι-θιότητός τε καὶ τῆς ἐσχάτης ἀνοίας λανθάνουσι τῷ μὲν ὁμοιούμενοι διὰ τὰς ἀδίκους πράξεις, τῷ δὲ ἀνομοιούμενοι· οὗ δὴ τίνουσι δίκην, ζῶντες τὸν εἰκότα βίον ᾧ ὁμοιοῦνται. ἐὰν δ’ εἴπωμεν ὅτι, ἂν μὴ ἀπαλλαγῶσι τῆς δεινότητος, καὶ τελευτήσαντας αὐτοὺς ἐκεῖνος μὲν ὁ τῶν κακῶν καθαρὸς τόπος οὐ δέξεται, ἐνθάδε δὲ τὴν αὑτοῖς ὁμοιότητα τῆς διαγωγῆς ἀεὶ ἕξουσι, κακοὶ κακοῖς συνόντες, ταῦτα δὴ καὶ παντάπασιν ὡς δεινοὶ καὶ πανοῦργοι ἀνοήτων τινῶν ἀκούσονται. Καὶ μάλα δή, ὦ Σώκρατες. Οἶδά τοι, ὦ ἑταῖρε. ἓν μέντοι τι αὐτοῖς συμβέβηκεν, ὅταν ἰδίᾳ λόγον δέῃ δοῦναί τε καὶ δέξασθαι περὶ ὧν ψέγουσι καὶ ἐθελήσωσιν ἀνδρικῶς πολὺν χρόνον ὑπομεῖναι καὶ μὴ ἀνάνδρως φυγεῖν, τότε ἀτόπως, ὦ δαιμόνιε, τελευ-
PG 21:1007τῶντες οὐκ ἀρέσκουσιν αὐτοὶ αὑτοῖς περὶ ὧν λέγουσι καὶ ἡ ῥητορικὴ ἐκείνη πως ἀπομαραίνεται, ὥστε παίδων μηδὲν δοκεῖν διαφέρειν. λ. ΠΕΡΙ ΠΑΣΗΣ ΤΗΣ ΕΝ ΑΝΘΡΩΠΟΙΣ ΣΟΦΙΣΤΕΙΑΣ Καὶ παρ’ ἡμῖν περὶ πάσης τῆς ἐν ἀνθρώποις σοφιστείας εἴρηται· Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ θεῷ ἐστι. γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; ἀλλὰ καὶ περὶ τοῦ δεῖν μηδὲν σμικρολόγον φρονεῖν τοὺς κατὰ θεὸν φιλοσοφοῦντας διδασκόμεθα ἐν οἷς εἴρηται· Σκοπούντων ἡμῶν οὐ τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. καὶ περὶ τοῦ τὴν κακίαν περὶ γῆν καὶ τὸν θνητὸν βίον εἰλεῖσθαί φησί που ὁ θεῖος λόγος· Ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι· καί· Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. λέγει δὲ καὶ ὁ προφήτης· Ἀρὰ καὶ κλοπὴ καὶ μοι-χεία καὶ φόνος κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ’ αἵμασι μίσγουσι. περὶ δὲ τοῦ φεύγειν ἐνθένδε παρὰ τὸν θεόν φησιν ὁ Μωσῆς· Ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ καὶ πρὸς αὐτὸν κολληθήσῃ. ὁ δ’ αὐτὸς μιμεῖσθαι τὸν θεὸν διδάσκει λέγων· Ἅγιοι ἔσεσθε, ὅτι κύριος ὁ θεὸς ἡμῶν ἅγιός ἐστι. δίκαιον δὲ καὶ ὁ Δαβὶδ τὸν θεὸν εἰδὼς ἡμᾶς τε αὐτοὺς μιμητὰς γενέσθαι παρορμῶν φησι· Δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν. ὁ δ’ αὐτὸς πλούτου καταφρονεῖν ἐπαίδευσε λέγων· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ· καί· Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. ἀλλὰ μηδὲ τὰς ἐν ἀνθρώ-ποις ἀρχὰς θαυμάζειν ἐδίδασκεν ἐν τούτοις· Μὴ πεποίθατε ἐπ’ ἄρχοντας, ἐφ’ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἀπελεύσεται εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ. λα. ΟΤΙ ΔΕΗΣΕΙ ΠΟΤΕ ΤΩΙ ΨΕΥΔΕΙ ΑΝΤΙ ΦΑΡΜΑΚΟΥ ΧΡΗΣΘΑΙ ΕΠ’ ΩΦΕΛΕΙΑ ΤΩΝ ΔΕΟΜΕΝΩΝ ΤΟΥ ΤΟΙΟΥΤΟΥ ΤΡΟΠΟΥ Νομοθέτης δὲ οὗ τι καὶ σμικρὸν ὄφελος, εἰ καὶ μὴ τοῦτο ἦν οὕτως ἔχον, ὡς καὶ νῦν αὐτὸ ᾕρηχ’ ὁ λόγος ἔχειν, εἴπερ τι καὶ ἄλλο ἐτόλμησεν ἂν ἐπ’ ἀγαθῷ ψεύδεσθαι πρὸς τοὺς νέους, ἔστιν ὅ τι τούτου ψεῦδος λυσιτελέ-στερον ἂν ἐψεύσατό ποτε καὶ δυνάμενον μᾶλλον ποιεῖν μὴ βίᾳ, ἀλλ’ ἑκόντας πάντας πάντα τὰ δίκαια; Καλὸν μὲν ἡ ἀλήθεια, ὦ ξένε, καὶ μόνιμον· ἔοικε μὴν οὐ ῥᾴδιον εἶναι πείθειν. Μυρία δ’ ἂν εὕροις τοιαῦτα καὶ ἐν ταῖς Ἑβραίων γραφαῖς, ὡς ἂν περὶ θεοῦ ζηλοῦντος ἢ ὑπνοῦντος ἢ ὀργιζομένου ἤ τισιν ἄλλοις ἀνθρωπο-παθέσιν ἐνεχομένου, ἐπ’ ὠφελείᾳ τῶν δεομένων τοῦ τοιοῦδε τρόπου παρει-λημμένα. λβ. ΟΤΙ ΜΗ ΜΟΝΟΝ ΑΝΔΡΑΣ ΑΛΛΑ ΚΑΙ ΓΥΝΑΙΚΑΣ ΚΑΙ ΠΑΝ ΓΕΝΟΣ ΑΝΘΡΩΠΩΝ ΠΡΟΣΙΕΣΘΑΙ ΧΡΗ ΕΙΣ ΤΗΝ ΠΡΟΕΙΡΗΜΕΝΗΝ ΠΑΙΔΕΙΑΝ Ἆρ’ οὖν ἡμῖν τά γε ἔμπροσθεν ὁμολογεῖται; Τοῦ πέρι; Τὸ δεῖν πάντα ἄνδρα καὶ παῖδα, ἐλεύθερον καὶ δοῦλον, θῆλύν τε καὶ ἄρρενα καὶ ὅλῃ τῇ πόλει ὅλην τὴν πόλιν αὐτὴν ἑαυτῇ ἐπᾴδουσαν μὴ παύεσθαί ποτε ταῦτα ἃ διεληλύθαμεν, ἁμωσγέπως ἀεὶ μεταβαλλόμενα καὶ πάντως παρεχόμενα ποικιλίαν, ὥστ’ ἀπληστίαν εἶναί τινα τῶν ὕμνων τοῖς ᾄδουσι καὶ ἡδονήν. Πῶς δ’ οὐκ ἂν ὁμολογοῖτ’ ἂν δεῖν ταῦτα οὕτω πράττεσθαι; Καὶ ἐν τῷ πέμπτῳ δὲ τῆς Πολιτείας ὅμοια τούτοις γράφει τάδε λέγων· Οἶσθά τι οὖν ὑπ’ ἀνθρώπων μελετώμενον, ἐν ᾧ οὐ πάντα ταῦτα τὸ τῶν ἀνδρῶν γένος διαφερόντως ἔχει ἢ τὸ τῶν γυναικῶν; ἢ μακρολογοῦμεν τήν τε ὑφαντικὴν λέγοντες καὶ τὴν τῶν ποπάνων τε καὶ ἑψημάτων θεραπείαν, ἐν οἷς δή τι δοκεῖ τὸ γυναικεῖον γένος εἶναι, οὗ καὶ καταγελαστότατόν ἐστι πάμ-πολυ ἡττώμενον; Ἀληθῆ, ἔφη, λέγεις, ὅτι πολὺ κρατεῖται ἐν ἅπασιν, ὡς ἔπος εἰπεῖν, τὸ γένος τοῦ γένους· γυναῖκες μέντοι πολλαὶ πολλῶν ἀνδρῶν βελτίους εἰς πολλά, τὸ δὲ ὅλον ἔχει ὡς σὺ λέγεις. Οὐδὲν ἄρα ἐστίν, ὦ φίλε, ἐπιτήδευμα τῶν πόλιν διοικούντων γυναικὸς διότι γυνὴ οὐδ’ ἀνδρὸς διότι ἀνήρ, ἀλλ’ ὁμοίως διεσπαρμέναι αἱ φύσεις ἐν ἀμφοῖν τοῖν ζῴοιν καὶ πάντων μὲν μετέχει γυνὴ ἐπιτηδευμάτων κατὰ φύσιν, πάντων δὲ ἀνήρ, ἐπὶ πᾶσι δὲ ἀσθενέστερον γυνὴ ἀνδρός. Πάνυ γε. Ἢ οὖν ἀνδράσι πάντα προστά-ξομεν, γυναικὶ δὲ οὐδέν; Καὶ πῶς; Ἀλλ’ ἔστι γάρ, οἶμαι, ὡς φήσομεν, καὶ γυνὴ ἰατρική, ἡ δ’ οὔ, καὶ μουσική, ἡ δ’ ἄμουσος φύσει. Τί μήν; Γυμναστικὴ δὲ ἄρα [οὔ], οὐδὲ πολεμική, ἡ δὲ ἀπόλεμος καὶ οὐ φιλογυμναστική; Οἶμαι ἔγωγε. Τί δέ; φιλόσοφός τε καὶ μισόσοφος; καὶ θυμοειδής, ἡ δὲ ἄθυμος; Ἔστι καὶ ταῦτα. Ἔστιν ἄρα καὶ φυλακικὴ γυνή, ἡ δ’ οὔ· ἢ οὐ τοιαύτην καὶ τῶν ἀνδρῶν τῶν φυλακικῶν φύσιν ἐξελεξάμεθα; Τοιαύτην μὲν οὖν. Καὶ γυναικὸς ἄρα καὶ ἀνδρὸς ἡ αὐτὴ φύσις εἰς φυλακὴν πόλεως, πλὴν ὅσῳ ἀσθενε-στέρα, ἡ δὲ ἰσχυροτέρα ἐστί. Φαίνεται. Καὶ γυναῖκες ἄρα αἱ τοιαῦται τοῖς τοιούτοις ἀνδράσιν ἐκλεκτέαι ξυνοικεῖν τε καὶ ξυμφυλάττειν, ἐπείπερ εἰσὶν ἱκαναὶ καὶ ξυγγενεῖς αὐτοῖς τὴν φύσιν. Εἰκότως ἄρα καὶ ὁ παρ’ ἡμῖν λόγος ὑποδέχεται πᾶν γένος οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν, οὐδ’ ἐλευθέρων καὶ δούλων μόνον, ἀλλὰ καὶ βαρβάρων καὶ Ἑλλήνων εἰς τὴν κατὰ θεὸν παιδείαν τε καὶ φιλοσοφίαν. λγ. ΟΤΙ ΜΗ ΧΡΗΝ ΕΚ ΤΩΝ ΟΥ ΚΑΤΑ ΛΟΓΟΝ ΠΑΡ’ ΗΜΙΝ ΒΙΟΥΝΤΩΝ ΤΟ ΠΑΝ ΕΘΝΟΣ ΔΙΑΒΑΛΛΕΣΘΑΙ Σκεψώμεθα δή πη τῇδε. φέρ’, εἴ τις αἰγῶν τροφὴν καὶ τὸ ζῷον αὐτό, κτῆμα ὡς ἔστι καλόν, ἐπαινοῖ, ἄλλος δέ τις ἑωρακὼς αἶγας χωρὶς νεμομένας αἰπόλου ἐν ἐργασίμοις χωρίοις δρώσας κακὰ διαψέγοι καὶ πᾶν θρέμμα ἄναρ-χον ἢ μετὰ κακῶν ἀρχόντων ἰδὼν οὕτω μέμφοιτο, τὸν τοιούτου ψόγον ἡγού-μεθα ὑγιὲς ἄν ποτε ψέξαι καὶ ὁτιοῦν; Καὶ πῶς; Καὶ μετ’ ὀλίγα· Ὅτι δὲ ἐπαινέτην ἢ ψέκτην κοινωνίας ἡστινοσοῦν, ᾗ πέφυκέ τε εἶναι ἄρχων μετ’ ἐκείνου τε ὠφέλιμός ἐστιν, ὁ δὲ μήτε ἑωρακὼς εἴη ποτὲ ὀρθῶς αὐτὴν ἑαυτῇ κοινωνοῦσαν μετ’ ἄρχοντος, ἀεὶ δὲ ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων ξυνοῦσαν· οἰόμεθα δή ποτε τοὺς τοιούτους θεωροὺς τῶν τοιούτων κοινωνιῶν χρηστόν τι ψέξειν ἢ ἐπαινεῖσθαι; Πῶς δ’ ἄν; Οὐ δὴ χρὴ καὶ παρ’ ἡμῖν εἴ τινες φαίνοιντο δίχα προστάτου καὶ ἄρχον-τος ἢ μετὰ κακῶν ἀρχόντων δρῶντες κακά, ψέγειν τὸ πᾶν ἡμῶν διδασκα-λεῖον, μᾶλλον δὲ ἀπὸ τῶν ὀρθῶς μετιόντων τὸ θεοσεβὲς πολίτευμα θαυμάζειν. λδ. ΟΠΩΣ Ο ΠΛΑΤΩΝ ΜΕΤΕΒΑΛΕΝ ΕΠΙ ΤΟ ΕΛΛΗΝΙΚΩΤΕΡΟΝ ΤΑ ΕΝ ΠΑΡΟΙΜΙΑΙΣ ΛΟΓΙΑ Ἐν ταῖς Παροιμίας Σολομῶνος συντόμως φερομένου τοῦ Μνήμη δικαίων μετ’ ἐγκωμίων, ὄνομα δὲ ἀσεβῶν σβέννυται καὶ πάλιν εἰρημένου τοῦ Μὴ μακαρίσῃς ἄνδρα πρὸ τελευτῆς αὐτοῦ, ἐπάκουσον ὅπως τὴν διάνοιαν ἑρμηνεύει λέγων ὁ Πλάτων ἐν τῷ ἑβδόμῳ τῶν Νόμων· Τῶν πολιτῶν ὁπόσοι τέλος ἔχοιεν τοῦ βίου κατὰ σώματα ἢ κατὰ ψυχὰς ἔργα ἐξειργασμένοι καλὰ καὶ ἐπίπονα καὶ τοῖς νόμοις εὐπειθεῖς γεγονότες, ἐγκωμίων αὐτοὺς τυγχάνειν πρέπον ἂν εἴη. Πῶς δ’ οὔ;
PG 21:1013Τούς γε μὴν ἔτι ζῶντας ἐγκωμίοις τε καὶ ὕμνοις τιμᾶν οὐκ ἀσφαλές, πρὶν ἂν ἅπαντά τις τὸν βίον διαδραμὼν τέλος ἐπιστήσηται καλόν. ταῦτα δὲ πάντα ἡμῖν ἔστω κοινὰ ἀνδράσι τε καὶ γυναιξὶν ἀγαθοῖς καὶ ἀγαθαῖς διαφανῶς γενομέναις. λε. ΠΕΡΙ ΠΛΟΥΤΟΥ ΚΑΙ ΠΕΝΙΑΣ Πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς τοῦ Σολομῶνος φήσαντος ἐν Παροιμίαις ὁ Πλάτων ἐν γ Πολιτείας φησίν· Ἕτερα δή, ὡς ἔοικε, τοῖς φύλαξιν εἰρήκαμεν, ἃ παντὶ τρόπῳ φυλακτέον ὅπως μή ποτε αὐτοὺς λήσῃ εἰς τὴν πόλιν παραδύντα. Τὰ ποῖα ταῦτα; Πλοῦ-τός τε, ἦν δ’ ἐγώ, καὶ πενία· ὡς τοῦ μὲν τρυφὴν καὶ ἀργίαν καὶ νεωτερισμὸν ἐμποιοῦντος, τῆς δ’ ἀνελευθερίαν καὶ κακοεργίαν πρὸς τῷ νεωτερισμῷ. [Κακοεργία δέ ἐστι πᾶσα πρᾶξις ἄτιμος.] λ. ΠΕΡΙ ΓΟΝΕΩΝ ΤΙΜΗΣ Πάλιν Μωσέως ἐν τοῖς νόμοις φάντος· Ἕκαστος πατέρα αὐτοῦ καὶ μητέρα αὐτοῦ φοβείσθω καί· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι ᾖ, καὶ ὁ Πλάτων ὁμοίως Μωσεῖ καὶ τιμᾶν καὶ φοβεῖσθαι ὧδέ πως φησὶν ἐν τοῖς Νόμοις· Πᾶς δὴ νοῦν ἔχων φοβεῖται καὶ τιμᾷ γονέων εὐχάς, εἰδὼς πολλοῖς καὶ πολλάκις ἐπιτελεῖς γενομένας. Καὶ πάλιν ἐν ἑτέρῳ φησί· Πᾶς ἡμῖν αἰδείσθω τὸν ἑαυτοῦ πρεσβύτερον ἔργῳ τε καὶ λόγῳ. τὸν δὲ προέχοντα εἴκοσιν ἡλικίας ἔτεσιν ἄρρενα ἢ θῆλυν νομίζων ὡς πατέρα ἢ μη-τέρα διευλαβείσθω. λζ. ΠΕΡΙ ΚΤΗΣΕΩΣ ΟΙΚΕΤΩΝ Μωσέως ἐν τοῖς νόμοις ἀπαγορεύσαντος Ἑβραίους Ἑβραίοις δουλεύειν καὶ φήσαντος· Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἑβδόμῳ ἔτει ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον, καὶ ὁ Πλάτων ὁμοίως ἐν Πολιτείᾳ φησί· Μηδὲ Ἕλληνα ἄρα δοῦλον ἐκτῆσθαι μήτε αὐτοὺς τοῖς τε ἄλλοις Ἕλλη-σιν οὕτω ξυμβουλεύειν; Πάνυ μὲν οὖν, ἔφη· μᾶλλόν τ’ ἂν οὖν οὕτω πρὸς τοὺς βαρβάρους τρέποιντο, ἑαυτῶν δὲ ἀπέχοιντο. λη. ΩΣ ΜΕΤΕΒΑΛΕ ΤΟ ΜΗ ΜΕΤΑΙΡΕ ΟΡΙΑ ΑΙΩΝΙΑ Α ΕΘΕΝΤΟ ΟΙ ΠΑΤΕΡΕΣ ΣΟΥ Μὴ κινείτω γῆς ὅρια μηδεὶς μήτε οἰκείου πολίτου γείτονος μήτε ὁμο-τέρμονος ἐν ἐσχατιαῖς κεκτημένου ἄλλῳ ξένῳ γειτονῶν, νομίσας τὸ τὰ ἀκίνητα κινεῖν ἀληθῶς τοῦτ’ εἶναι. Καὶ ἑξῆς φησιν· Ὃς δ’ ἂν ἐπεργάζηται τὰ τοῦ γείτονος ὑπερβαίνων τοὺς ὅρους, τὸ μὲν βλάβος ἀποτινέτω, τῆς δὲ ἀναιδείας ἅμα καὶ ἀνελευθερίας ἕνεκα ἰατρευόμενος διπλάσιον τοῦ βλάβους ἄλλο ἐκτισάτω τῷ βλαφθέντι. λθ. ΟΜΟΙΟΝ ΤΩΙ ΑΠΟΔΙΔΟΥΣ ΑΜΑΡΤΙΑΣ ΠΑΤΕΡΩΝ ΕΠΙ ΤΕΚΝΑ ΕΠΙ ΤΡΙΤΗΝ ΚΑΙ ΤΕΤΑΡΤΗΝ ΓΕΝΕΑΝ ΤΟΙΣ ΜΙΣΟΥΣΙ ΜΕ Ἑνὶ δὲ λόγῳ, πατρὸς ὀνείδη καὶ τιμωρίας παίδων μηδενὶ συνέπεσθαι, πλὴν ἐάν τίς τινι πατὴρ καὶ πάππος καὶ πάππου πατὴρ ἐφεξῆς ὄφλωσι θα-νάτου δίκην. μ. ΠΕΡΙ ΚΛΕΠΤΩΝ Μωσέως νόμου φάντος· Ἐὰν κλέψῃ τις μόσχον ἢ πρόβατον καὶ σφάξῃ αὐτὸ ἢ ἀποδῶται, πέντε μόσχους ἀποτίσει ἀντὶ τοῦ μόσχου καὶ τέσσαρα πρόβατα ἀντὶ προβάτου· ἐὰν δὲ καταληφθῇ καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέμμα, ἀπὸ μόσχου καὶ ὄνου ἕως προβάτου ζῶντα διπλᾶ ἀποτίσει ἐπάκουσον ὡς καὶ ὁ Πλάτων τούτοις ἕπεται λέγων· Κλέπτῃ δέ, ἐάν τε μέγα ἐάν τε σμικρὸν κλέπτῃ τις, εἷς νόμος ἐπικεί-σθω καὶ μία δίκης τιμωρία σύμπασι. τὸ μὲν γὰρ δὴ κλαπὲν χρεὼν διπλάσιον πρῶτον ἐκτίνειν, ἐὰν ὄφλῃ τις τὴν τοιαύτην δίκην καὶ ἱκανὴν ἔχῃ τὴν ἄλλην οὐσίαν ἀποτίνειν ὑπὲρ τοῦ κλήρου, ἐὰν δὲ μή, δεδέσθαι ἕως ἂν ἐκτίσῃ ἢ πείσῃ τὸν καταδικασάμενον. μα. ΠΕΡΙ ΚΛΕΠΤΟΥ ΑΝΑΙΡΟΥΜΕΝΟΥ Πάλιν Μωσέως φάντος· Ἐὰν δὲ ἐν τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος συνᾴδει κἀν τούτῳ λέγων ὁ Πλάτων· Νύκτωρ φῶρα εἰς οἰκίαν ἰόντα ἐπὶ κλοπῇ χρημάτων ἐὰν ἑλὼν κτείνῃ τις, ἔστω καθαρός· καὶ ἐὰν λωποδύτην ἀμυνόμενος ἀποκτείνῃ, καθαρὸς ἔστω. μβ. ΠΕΡΙ ΥΠΟΖΥΓΙΟΥ Ἐὰν δὲ ἄρα ὑποζύγιον ἢ ζῷον ἄλλο τι φονεύσῃ τινὰ πλὴν τῶν ὅσα ἐν ἀγῶνι τῶν δημοσίᾳ τιθεμένων ἀθλεύοντά τι τοιοῦτον δράσῃ, ἐπεξίτωσαν μὲν οἱ προσήκοντες τοῦ φόνου τῷ κτείναντι, διαδικαζόντων δὲ τῶν ἀγρονό-μων οἷσιν ἂν καὶ ὁπόσοις προστάξῃ ὁ προσήκων, τὸ δὲ ὄφλον ἔξω τῶν ὅρων τῆς χώρας ἀποκτείναντας διορίσαι. Ταῦτα ὁ Πλάτων. ὁ δὲ Μωσῆς προλαβών φησιν· Ἐὰν δὲ κερατίσῃ ταῦ-ρος ἄνδρα ἢ γυναῖκα καὶ ἀποθάνῃ, λίθοις λιθοβοληθήσεται ὁ ταῦρος καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ· ὁ δὲ κύριος τοῦ ταύρου ἀθῷος ἔσται. μγ. ΟΤΙ ΤΟΙΣ ΑΥΤΟΙΣ Ο ΠΛΑΤΩΝ ΟΙΣ ΚΑΙ Η ΠΑΡ’ ΕΒΡΑΙΟΙΣ ΓΡΑΦΗ ΚΕΧΡΗΤΑΙ ΠΑΡΑΔΕΙΓΜΑΣΙ Τῆς προφητικῆς γραφῆς λεγούσης· Υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες χαλκῷ καὶ κασσιτέρῳ καὶ σιδήρῳ καὶ μολίβδῳ, ἐν μέσῳ καμίνου ἀργύριον ἀναμεμιγμένον εἰσί. διὰ τοῦτο εἰπόν· Τάδε λέγει κύριος· Ἀνθ’ ὧν ἐγένεσθε πάντες εἰς σύγκρασιν μίαν, διὰ τοῦτο ἐγὼ εἰσδέξομαι ὑμᾶς, καθὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος καὶ μόλιβδος καὶ κασσίτερος εἰς μέσον καμίνου, τοῦ ἐκφυσῆσαι εἰς αὐτοὺς πῦρ, τοῦ χωνευθῆναι καὶ ὁ Πλάτων ὡσαύτως ἐπάκουσον ἅ φησιν· Οὐκοῦν ἀκούετε λοιπὸν τοῦ μύθου. ἐσμὲν γὰρ δὴ πάντες οἱ ἐν τῇ πόλει ἀδελφοί, ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες, ἀλλ’ ὁ θεὸς πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει ξυνέμισγεν αὐτοῖς, διότι τιμιώ-τατοί εἰσιν· ὅσοι δ’ ἐπίκουροι, ἄργυρον· σίδηρον δὲ καὶ χαλκὸν τοῖς γεωργοῖς καὶ τοῖς ἄλλοις δημιουργοῖς. ἅτε οὖν ξυγγενεῖς ὄντες ἅπαντες τὸ μὲν πολὺ ὁμοίους ἂν ὑμῖν αὐτοῖς γεννῷτε, ἔστι δ’ ὅτε ἐκ χρυσοῦ γεννηθείη ἂν ἀργυροῦν καὶ ἐξ ἀργυροῦ χρυσοῦν ἔγγονον καὶ τἄλλα πάντα ἐξ ἀλλήλων οὕτως. τοῖς οὖν ἄρχουσι καὶ πρῶτον καὶ μάλιστα παραγγέλλει ὁ θεὸς ὅπως μηδενὸς οὕτω φύλακες ἀγαθοὶ γένωνται μηδ’ οὕτω σφόδρα φυλάξωσι μηδὲν ὡς τοὺς ἐγγόνους, ὅ τι αὐτοῖς τούτων ἐν ταῖς ψυχαῖς παραμέμικται, καὶ ἐὰν σφέτερος ἔγγονος ὑπόχαλκος ἢ ὑποσίδηρος γένηται, μηδενὶ τρόπῳ κατελεή-σωσιν, ἀλλὰ τὴν τῇ φύσει προσήκουσαν τιμὴν ἀποδιδόντες ὤσουσιν ἢ εἰς δη-μιουργοὺς ἢ γεωργούς, καὶ ἐὰν αὖ ἐκ τούτων ἢ ὑπόχρυσος ἢ ὑπάργυρος φυῇ τις, τιμήσαντες ἀνάξουσι τοὺς μὲν εἰς φυλακήν, τοὺς δ’ εἰς ἐπικουρίαν, ὡς χρης[ι]μοῦ ὄντος τότε τὴν πόλιν διαφθαρῆναι, ὅταν αὐτὴν ὁ σιδηροῦς φύλαξ ἢ ὁ χαλκοῦς διαφυλάξῃ. τοῦτον οὖν τὸν μῦθον ὅπως ἂν πεισθεῖεν ἔχεις τινὰ μηχανήν; μδ. ΕΤΙ ΠΕΡΙ ΤΩΝ ΟΜΟΙΩΝ ΥΠΟΔΕΙΓΜΑΤΩΝ Τῆς παρ’ Ἑβραίοις προφητείας φασκούσης πρὸς τοὺς προεστῶτας τοῦ πλήθους· Ὦ ποιμένες Ἰσραήλ, μὴ βόσκουσι ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατεσθίετε καὶ τὸ παχὺ σφάζετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὰ πρόβατά μου οὐ βόσκετε καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε, ἀλλὰ καὶ τοῦ σωτηρίου λόγου φάσκοντος· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, ὁ δὲ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν ἴδια τὰ πρόβατα, καταλείπει αὐτά, ἐπάκουσον καὶ τοῦ Πλάτωνος ἐν τῷ πρώτῳ τῆς Πολιτείας ὅπως ποτὲ ταῦτα διερμηνεύει·
PG 21:1019Νῦν δὲ ὁρᾷς, ὦ Θρασύμαχε, ἔτι γὰρ τὰ ἔμπροσθεν ἐπισκεψώμεθα, ὅτι τὸν ὡς ἀληθῶς ἰατρὸν τὸ πρῶτον ὁριζόμενος τὸν ὡς ἀληθῶς ποιμένα, οὐκέτι ᾤου δεῖν ὕστερον ἀκριβῶς φυλάξαι, ἀλλὰ πιαίνειν οἴει αὐτὸν τὰ πρόβατα, καθ’ ὅσον ποιμήν ἐστιν, οὐ πρὸς τὸ τῶν προβάτων βέλτιστον βλέποντα, ἀλλ’ ὥσπερ δαιτυμόνα τινὰ καὶ μέλλοντα ἑστιᾶσαι πρὸς τὴν εὐωχίαν ἢ αὖ πρὸς τὸ ἀποδόσθαι, ὥσπερ χρηματιστήν, ἀλλ’ οὐ ποιμένα. τῇ ποιμενικῇ δ’ οὐ δήπου ἄλλου του μέλει ἢ ἐφ’ ᾧ τέτακται, ὅπως τούτῳ τὸ βέλτιστον ἐκποριεῖ, ἐπεὶ τά γε αὐτῆς ὥστ’ εἶναι βελτίστην ἱκανῶς δήπου ἐκπεπόρισται, ἕως μηδὲν ἐνδέῃ τοῦ ποιμενικὴ εἶναι. οὕτω δὴ ᾤμην ἔγεγε νῦν δὴ ἀναγκαῖον εἶναι ἡμῖν ὁμολογεῖν πᾶσαν ἀρχήν, καθ’ ὅσον ἀρχή, μηδενὶ ἄλλῳ τὸ βέλτιστον σκοπεῖ-σθαι ἢ ἐκείνῳ τῷ ἀρχομένῳ τε καὶ θεραπευομένῳ, ἐν πολιτικῇ καὶ ἰδιωτικῇ ἀρχῇ. σὺ δὲ τοὺς ἄρχοντας ἐν ταῖς πόλεσι, τοὺς ὡς ἀληθῶς ἄρχοντας, ἑκόν-τας οἴει ἄρχειν; με. ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ Τῆς παρ’ Ἑβραίοις προφητείας λεγούσης· Ἐκ τοῦ φόβου σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας ὁ Πλάτων ἐν Θεαιτήτῳ τάδε λέγοντα Σωκράτην ποιεῖ· Πάσχουσι δὴ οἱ ἐμοὶ συγγιγνόμενοι ταὐτὸν ταῖς τικτούσαις· ὠδίνουσι γὰρ καὶ ἀπορίας ἐμπίπλανται νύκτας τε καὶ ἡμέρας πολὺ μᾶλλον ἢ ἐκεῖναι. ταύ-την δὲ τὴν ὠδῖνα ἐγείρειν τε καὶ ἀποπαύειν ἡ ἐμὴ τέχνη δύναται. μ. ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ Τοῦ προφήτου Ἰεζεκιὴλ φήσαντος· Καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ κυρίου, καὶ εἶδον, καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βορρᾶ καὶ ἑξῆς εἰπόντος· Καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσσάρων ζῴων. καὶ ἡ ὅρασις αὐτῶν ὁμοίωμα ἀνθρώπου ἐπ’ αὐτοῖς καὶ τέσσαρα πρόσωπα τῷ ἑνί. καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν πρόσωπον ἀνθρώπου καὶ πρόσωπον λέοντος ἐκ δεξιῶν τοῖς τέσσαρσι καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσι καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι, καὶ ὁ Πλάτων ὁμοίως ἄκουσον ἅ φησι· Νῦν δή, ἔφην, αὐτῷ διαλεγώμεθα, ἐπειδὴ διωμολογησάμεθα τό τε ἀδικεῖν καὶ τὸ δίκαια πράττειν ἣν ἑκάτερον ἔχει δύναμιν. Πῶς; ἔφη. Εἰκόνα πλάσαντες τῆς ψυχῆς λόγῳ, ἵνα εἰδῇ ὁ ἐκεῖνα λέγων οἵαν ἔλεγε. Ποίαν τινά; ἦ δ’ ὅς. Τῶν τοιούτων τινά, ἦν δ’ ἐγώ, οἷαι μυθολογοῦνται παλαιαὶ γενέσθαι φύσεις, ἥ τε Χιμαίρας καὶ ἡ Σκύλλης καὶ Κερβέρου καὶ ἄλλαι τινὲς συχναί. Λέγονται γάρ, ἔφη. Πλάττε τοίνυν μίαν μὲν ἰδέαν θηρίου ποικίλου καὶ πολυκεφάλου, ἡμέρων δὲ θηρίων ἔχοντος κεφαλὰς κύκλῳ καὶ ἀγρίων καὶ δυνατοῦ μεταβάλλειν καὶ φύειν ἐξ αὑτοῦ ταῦτα πάντα. Δεινοῦ πλάστου, ἔφη, τὸ ἔργον· ὅμως δ’, ἐπειδὴ εὐπλαστότερον κηροῦ καὶ τῶν τοιούτων ὁ λόγος, πεπλάσθω. Μίαν δὲ τοίνυν ἄλλην ἰδέαν λέοντος, μίαν δὲ ἀνθρώπου· πολὺ δὲ μέγιστον ἔστω τὸ πρῶτον καὶ δεύτερον τὸ δεύτερον. Ταῦτ’, ἔφη, ῥᾴω· καὶ πέπλασται. Ξύναπτε τοίνυν αὐτὰ εἰς ἓν τρία ἔχοντα, ὥστε πη ξυμπεφυκέναι ἀλλήλοις. Ξυνῆπται, ἔφη. Περίπλασον δὴ αὐτοῖς ἔξωθεν ἑνὸς εἰκόνα, τὴν τοῦ ἀνθρώπου, ὥστε τῷ μὴ δυναμένῳ τὰ ἐντὸς ὁρᾶν, ἀλλὰ τὸ ἔξω μόνον ἔλυ-τρον ὁρῶντι ἓν ζῷον φαίνεσθαι, ἄνθρωπον. Περιπέπλασται, ἔφη. Λέ-γωμεν δὴ τῷ λέγοντι ὡς λυσιτελεῖ τούτῳ ἀδικεῖν τῷ ἀνθρώπῳ, δίκαια δὲ πράττειν οὐ ξυμφέρει, διότι οὐδὲν ἄλλο φήσει ἢ λυσιτελεῖν αὐτῷ τὸ παντοδαπὸν θηρίον εὐωχοῦντι ποιεῖν ἰσχυρὸν καὶ τὸν λέοντα καὶ τὰ περὶ τὸν λέοντα, τὸν δὲ ἄνθρωπον λιμοκτονεῖν παὶ ποιεῖν ἀσθενῆ, ὥστε ἕλκεσθαι ὅπη ἂν ἐκείνων ὁπότερον ἄγῃ, καὶ μηδὲν ἕτερον ἑτέρῳ ξυνεθίζειν μηδὲ φίλον ποιεῖν, ἀλλ’ ἐᾶν αὐτὰ ἐν αὑτοῖς δάκνεσθαί τε καὶ μαχόμενα ἐσθίειν ἄλληλα. Παντά-πασι γάρ, ἔφη, ταῦτ’ ἂν λέγοι ὁ τὸ ἀδικεῖν ἐπαινῶν. Οὐκοῦν αὖ ὁ τὰ δίκαια λέγων λυσιτελεῖν φαίη ἂν δεῖν ταῦτα πράττειν καὶ ταῦτα λέγειν, ὅθεν τοῦ ἀνθρώπου ὁ ἐντὸς ἄνθρωπος ἔσται ἐγκρατέστατος καὶ τοῦ πολυκεφάλου θρέμματος ἐπιμελήσεται ὥσπερ γεωργός, τὰ μὲν ἥμερα τρέφων καὶ τιθας-σεύων, τὰ δὲ ἄργια ἀποκωλύων φύεσθαι, ξύμμαχον ποιησάμενος τὴν τοῦ λέοντος φύσιν καὶ κοινῇ πάντων κηδόμενος ἀλλήλοις τε καὶ αὑτῷ οὕτω θρέψει; Κομιδῇ γὰρ αὖ λέγει ταῦτα ὁ τὸ δίκαιον ἐπαινῶν. μζ. ΟΤΙ ΚΑΙ ΠΛΑΤΩΝ ΕΙΣ ΔΩΔΕΚΑ ΦΥΛΑΣ ΝΟΜΟΘΕΤΕΙ ΔΙΕΛΕΙΝ ΤΟΥΣ ΠΟΛΙΤΑΣ ΚΑΤΑ ΜΙΜΗΣΙΝ ΤΟΥ ΤΩΝ ΕΒΡΑΙΩΝ ΕΘΝΟΥΣ Τοῦ παντὸς Ἑβραίων ἔθνους εἰς δώδεκα φυλὰς διεσταλμένου καὶ ὁ Πλάτων ὁμοίως τοῦτο χρῆναι δεῖν ἐπὶ τῶν αὑτοῦ πολιτῶν φυλάξαι νομοθε-τεῖ, λέγων ὧδε· Δώδεκα μὲν ἡμῖν ἡ χώρα πᾶσα εἰς δύναμιν ἰσομοιρίᾳ νενεμήσθω, φυλὴ δὲ μία τῷ μορίῳ ἑκάστῳ ἐπικληρωθεῖσα κατ’ ἐνιαυτὸν παρεχέτω πέντε οἷον ἀγρονόμους τε καὶ φρουράρχους. Καὶ πάλιν φησί· Ταξιάρχους αὐτοῖσι προβάλλεσθαι μὲν τοὺς αἱρεθέντας στρατηγοὺς δώδεκα, ἑκάστῃ φυλῇ ταξίαρχον. μη. ΕΝ ΠΟΤΑΠΩΙ ΤΗΝ ΠΟΛΙΝ ΚΑΤΟΙΚΙΖΕΙΝ Ο ΠΛΑΤΩΝ ΝΟΜΟΘΕΤΕΙ ΤΟΠΩΙ· ΔΙΑΓΡΑΦΕΙ ΔΕ ΕΟΙΚΟΤΑ ΤΙΝΑ ΤΩΙ ΕΝ ΙΕΡΟΣΟΛΥΜΟΙΣ Τῆς παρὰ παισὶν Ἑβραίων πάλαι πρότερον συνεστώσης βασιλικῆς μητροπόλεως, ἄπωθεν μὲν θαλάσσης οὔσης, ἐν ὄρεσι δὲ κατῳκισμένης πάμφορόν τε γῆν κεκτημένης, καὶ ὁ Πλάτων τοιαύτην τινὰ εἶναι δεῖν φησι τὴν πρὸς αὐτοῦ κατοικιζομένην ἐν τοῖς Νόμοις. λέγει δὲ ὧδε· Τόδε δὲ περὶ αὐτῆς ἐστιν ὃ βουλόμενος μᾶλλον ἐπερωτάτω, πότερον ἐπιθαλαττίδιος ἔσται τις ἢ χερσαία. Σχεδόν, ὦ ξένε, ἀπέχει θαλάττης γε ἡ πόλις, ἧς πέρι τὰ νῦν δὴ λεχθέντα ἡμῖν, εἴς τινας ὀγδοήκοντα σταδίους. Τί δέ; λιμένες ἆρ’ εἰσὶ κατ’ αὐτῆς, ἢ τὸ παράπαν ἀλίμενος; Εὐλίμενος μὲν οὖν ταύτη γε, ὡς δυνατόν ἐστι μάλιστα, ὦ ξένε. Παπαῖ, οἷον λέγεις. τί δέ; περὶ αὐτὴν ἡ χώρα πότερα πάμφορος ἢ καί τινων ἐπιδεής; Σχεδὸν οὐδενὸς ἐπιδεής. Γείτων δὲ αὐτῆς πόλις ἆρ’ ἔσται τις πλησίον; Οὐ πάνυ, διὸ κατοικίζεται· παλαιὰ γάρ τις ἐξοίκησις ἐν τῷ τόπῳ γενο-μένη τὴν χώραν ταύτην ἔρημον ἀπείργασται χρόνον ἀμήχανον ὅσον. Τί δέ; πεδίων τε καὶ ὀρῶν καὶ ὕλης πῶς μέρος ἑκάστων ἡμῖν εἴληχε; Προσέοικε τῇ τῆς ἄλλης Κρήτης φύσει ὅλη. Τραχυτέραν αὐτὴν ἢ πεδινωτέραν ἂν λέγοις; Πάνυ μὲν οὖν. Οὐ τοίνυν ἀνίατος ἂν εἴη πρὸς ἀρετῆς κτῆσιν. εἰ μὲν γὰρ ἐπιθαλαττία τε ἔμελλεν εἶναι καὶ εὐλίμενος καὶ μὴ πάμφορος, ἀλλ’ ἐπιδεὴς πολλῶν, μεγάλου τινὸς ἔδει σωτῆρός γε αὐτῇ καὶ νομοθετῶν θείων τινῶν, εἰ μὴ πολλά τε ἔμελ-λεν ἤθη καὶ ποικίλα καὶ φαῦλα ἕξειν τοιαύτη φύσει γενομένη· νῦν δὲ παραμύθιον ἔχει τὸ τῶν ὀγδοήκοντα σταδίων. ἐγγύτερον μέντοι τοῦ δέον-τος κεῖται τῆς θαλάττης, σχεδὸν ὅσον εὐλιμενωτέραν φῂς αὐτὴν εἶναι· ὅμως δὲ ἀγαπητὸν καὶ τοῦτο. πρόσοικος γὰρ θάλαττα χώρᾳ τὸ μὲν παρ’ ἑκάστην ἡμέ-ραν ἡδύ, μάλα γε μὴν ὄντως ἁλμυρὸν καὶ πικρὸν γειτόνημα· ἐμπορίας γὰρ καὶ χρηματισμοῦ διὰ καπηλείας ἐμπιπλᾶσα αὐτὴν ἤθη παλίμβολα καὶ ἄπιστα ταῖς ψυχαῖς ἐντίκτουσα, αὐτὴν πρὸς αὑτὴν τὴν πόλιν ἄπιστον καὶ ἄφιλον ποιεῖ καὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους ὡσαύτως. παραμύθιον δὲ δὴ πρὸς ταῦτα καὶ τὸ πάμφορος εἶναι κέκτηται τραχεῖα τε οὖσα δῆλον ὡς οὐκ ἂν πολυ-φόρος τ’ εἴη καὶ πάμφορος ἅμα· τοῦτο γὰρ ἔχουσα, πολλὴν ἐξαγωγὴν ἂν
PG 21:1025παρεχομένη νομίσματος ἀργυροῦ καὶ χρυσοῦ πάλιν ἀντεμπίπλαιτ’ ἄν· οὗ μεῖζον κακόν, ὡς ἔπος εἰπεῖν, πόλει ἀνθ’ ἑνὸς ἓν οὐδὲν ἂν γένοιτο εἰς γενναίων καὶ δικαίων ἠθῶν κτῆσιν. Ἀλλὰ γὰρ τοσούτων ἡμῖν καὶ μέχρι τοῦδε ἀποδεδειγμένων σκεψώ-μεθα ὅπως τὸν τῆς παρ’ Ἑβραίοις παιδείας τρόπον δι’ ὧν εἰρήκαμεν ἀπο-δεξάμενος τὸν Ἑλληνικὸν παραιτεῖται, γράφων ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ὧδε· μθ. ΟΠΩΣ Ο ΠΛΑΤΩΝ ΤΑ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΠΡΟΠΑΙ-ΔΕΙΑΣ ΩΣ ΕΠΙΒΛΑΒΗ ΤΥΓΧΑΝΟΝΤΑ ΠΑΡΑΙΤΕΙΤΑΙ Ὡς μὲν πρὸς ὑμᾶς εἰρήσθω (οὐ γάρ μου κατερεῖτε πρὸς τοὺς τῆς τρα-γῳδίας ποιητὰς καὶ τοὺς ἄλλους πάντας τοὺς μιμητικούς), λώβη ἔοικεν εἶναι πάντα τὰ τοιαῦτα τῆς τῶν ἀκουόντων διανοίας, ὅσοι μὴ ἔχουσι φάρμακον τὸ εἰδέναι αὐτὰ οἷα τυγχάνει ὄντα. Πῇ δή, ἔφη, διανοούμενος λέγεις; Ῥητέον, ἦν δ’ ἐγώ, καίτοι φιλία γέ τίς με καὶ αἰδὼς ἐκ παιδὸς ἔχουσα περὶ Ὁμήρου ἀποκωλύει λέγειν. ἔοικε γὰρ τῶν καλῶν ἁπάντων τούτων τῶν τρα-γικῶν πρῶτος διδάσκαλός τε καὶ ἡγεμὼν γενέσθαι. ἀλλ’ οὐ γὰρ πρό γε τῆς ἀληθείας τιμητέος ἀνήρ, ἀλλ’ ὃ λέγω ῥητέον. Πάνυ μὲν οὖν, ἔφη. Εἶθ’ ἑξῆς ἐπιλέγει· Τῶν μὲν τοίνυν ἄλλων πέρι μὴ ἀπαιτῶμεν λόγον Ὅμηρον μηδὲ ἄλλον [ὁν]τινοῦν τῶν ποιητῶν ἐρωτῶντες, εἰ ἰατρικὸς ἦν αὐτῶν, ἀλλὰ μὴ μιμητὴς μόνον ἰατρικῶν λόγων, τίνας ὑγιεῖς ποιητής τις τῶν παλαιῶν ἢ τῶν νέων λέγεται πεποιηκέναι, ὥσπερ Ἀσκληπιός, ἢ τίνας μαθητὰς ἰατρικῆς κατελίπετο, ὥσπερ ἐκεῖνος τοὺς ἐγγόνους. μηδ’ αὖ περὶ τὰς ἄλλας τέχνας αὐτὸν ἐρωτῶμεν, ἀλλ’ ἐῶμεν. περὶ δὲ τῶν μεγίστων τε καὶ καλλίστων, ὧν ἐπιχειρεῖ λέγειν Ὅμηρος, πολέμων τε πέρι καὶ στρατηγιῶν καὶ διοικήσεων πόλεων καὶ παι-δείας πέρι ἀνθρώπων, δίκαιόν που ἐρωτᾶν αὐτὸν πυνθανομένους· Ὦ φίλε Ὅμηρε, εἴπερ μὴ τρίτος ἀπὸ τῆς ἀληθείας εἶ ἀρετῆς πέρι εἰδώλου δημιουργός, ὃν δὴ μιμητὴν ὡρισάμεθα, ἀλλὰ καὶ δεύτερος καὶ οἷός τε ἦσθα γινώσκειν ποῖα ἐπιτηδεύματα βελτίους ἢ χείρους ἀνθρώπους ποιεῖ ἰδίᾳ καὶ δημοσίᾳ, λέγε ἡμῖν τίς τῶν πόλεων διὰ σὲ βέλτιον ᾤκησεν, ὥσπερ διὰ Λυκοῦργον Λακεδαίμων καὶ δι’ ἄλλους πολλοὺς πολλαὶ μεγάλαι τε καὶ σμικραί. σὲ δὲ τίς αἰτιᾶται πόλις ἀγαθὸν νομοθέτην γεγονέναι καὶ σφᾶς ὠφεληκέναι; Χαρώνδαν μὲν γὰρ Ἰταλία καὶ Σικελία, καὶ ἡμεῖς Σόλωνα· σὲ δὲ τίς; ἕξει τινὰ εἰπεῖν; Οὐκ οἴομαι, ἔφη ὁ Γλαύκων· οὔκουν λέγεταί γε οὐδ’ ὑπ’ αὐτῶν Ὁμηριδῶν. Ἀλλὰ δὴ τίς πόλεμος ἐπὶ Ὁμήρου ὑπ’ ἐκείνου ἄρχοντος ἢ συμβουλεύοντος εὖ πολε-μηθεὶς μνημονεύεται; Οὐδείς. Ἀλλ’ οἷα δὴ εἰς τὰ ἔργα σοφοῦ ἀνδρὸς πολλαὶ ἐπίνοιαι καὶ εὐμήχανοι εἰς τέχνας ἤ τινας ἄλλας πράξεις λέγονται, ὥσπερ αὖ Θάλεώ τε πέρι τοῦ Μιλησίου καὶ Ἀναχάρσιδος τοῦ Σκύθου; Οὐδα-μῶς τοιοῦτον οὐθέν. Ἀλλὰ δὴ εἰ μὴ δημοσίᾳ, ἰδίᾳ τισὶν ἡγεμὼν παι-δείας αὐτὸς ζῶν λέγεται Ὅμηρος γενέσθαι, οἳ ἐκεῖνον ἠγάπων ἐπὶ συνουσίᾳ καὶ τοῖς ὕστερον ὁδόν τινα παρέδοσαν βίου Ὁμηρικὴν [ἄν], ὥσπερ Πυθαγόρας αὐτός τε διαφερόντως ἐπὶ τούτων ἠγαπήθη καὶ οἱ ὕστεροι ἔτι καὶ νῦν Πυ-θαγόρειον τρόπον ἐπονομάζοντες τοῦ βίου διαφανεῖς πη δοκοῦσιν εἶναι ἐν τοῖς ἄλλοις; Οὐδ’ αὖ, ἔφη, τοιοῦτον οὐδὲν λέγεται. ὁ γὰρ Κρεώφυλος, ὦ Σώκρατες, ὁ τοῦ Ὁμήρου ἑταῖρος, τοῦ ὀνόματος ἂν γελοιότερος ἔτι πρὸς παιδείαν φανείη, εἰ τὰ λεγόμενα περὶ Ὁμήρου ἀληθῆ ἐστι. λέγεται γάρ που ὡς πολλὴ ἀμέλεια περὶ αὐτὸν ἦν ἐπ’ αὐτοῦ ἐκείνου, ὅτε ἔζη. Λέγεται γὰρ οὖν, ἦν δ’ ἐγώ. ἀλλ’ οἴει, ὦ Γλαύκων, εἰ τῷ ὄντι οἷός τε ἦν παιδεύειν ἀνθρώ-πους καὶ βελτίους ἀπεργάζεσθαι Ὅμηρος, ἅτε περὶ τούτων οὐ μιμεῖσθαι, ἀλλὰ γινώσκειν δυνάμενος, οὐκ ἄρ’ ἂν πολλοὺς ἑταίρους ἐποιήσατο καὶ ἐτιμᾶτο καὶ ἠγαπᾶτο ὑπ’ αὐτῶν; ἀλλὰ Πρωταγόρας μὲν ἄρα ὁ Ἀβδηρίτης καὶ Πρόδικος ὁ Κεῖος καὶ ἄλλοι πάμπολλοι δύνανται τοῖς ἐφ’ ἑαυτῶν παρεστάναι ἰδίᾳ συγγιγνόμενοι, ὡς οὔτε οἰκίαν οὔτε πόλιν τὴν αὑτῶν οἰκεῖν οἷοί τε ἔσον-ται, ἐὰν μὴ σφεῖς αὐτῶν τῆς παιδείας ἐπιστατήσωσι, καὶ ἐπὶ ταύτῃ τῇ σοφίᾳ οὕτω σφόδρα φιλοῦνται, ὥστε μόνον οὐκ ἐπὶ ταῖς κεφαλαῖς περιφέρουσιν αὐτοὺς οἱ ἑταῖροι. Ὅμηρον δὲ ἄρα οἱ ἐπ’ ἐκείνου, εἴπερ οἷός τε ἦν πρὸς ἀρετὴν ὀνι[νά]ναι ἀνθρώπους, ἢ Ἡσίοδον ῥαψῳδεῖν ἂν περιιόντας εἴων καὶ οὐχὶ μᾶλλον ἂν αὐτῶν ἀντείχοντο ἢ τοῦ χρυσοῦ καὶ ἠνάγκαζον παρὰ σφίσιν οἴκοι εἶναι, ἢ εἰ μὴ ἔπειθον, αὐτοὶ ἂν ἐπαιδαγώγουν, ὅπη ᾔεσαν, ἕως ἱκανῶς παιδείας μεταλάβοιεν; Παντάπασιν, ἔφη, δοκεῖς μοι, ὦ Σώκρα-τες, ἀληθῆ λέγειν. Οὐκοῦν τιθῶμεν ἀπὸ Ὁμήρου ἀρξάμενοι πάντας τοὺς ποιητι-κοὺς μιμητὰς εἰδώλων ἀρετῆς εἶναι καὶ τῶν ἄλλων περὶ ὧν ποιοῦσι, τῆς δ’ ἀλη-θείας οὐχ ἅπτεσθαι; ἀλλ’ ὥσπερ νῦν δὴ ἐλέγομεν, ὁ ζωγράφος σκυτοτόμον ποιήσει δοκοῦντα εἶναι αὐτός τε οὐκ ἐπαί̈ων περὶ σκυτοτομίας καὶ τοῖς μὴ ἐπαί̈ουσιν, ἐκ τῶν χρωμάτων δὲ καὶ σχημάτων θεωροῦσι; Πάνυ μὲν οὖν. Οὕτω δή, οἶμαι, καὶ τὸν ποιητικὸν φήσομεν χρώματα ἄττα ἑκάστῳ τῶν τεχνῶν τοῖς ὀνόμασι καὶ ῥήμασιν ἐπιχρωματίζειν αὐτὸν οὐκ ἐπαί̈οντα ἀλλ’ ἢ μιμεῖσθαι, ὥστε ἑτέροις τοιούτοις ἐκ τῶν λόγων θεωροῦσι δοκεῖν, ἐάν τε περὶ σκυτοτομίας τι λέγῃ ἐν μέτρῳ καὶ ῥυθμῷ καὶ ἁρμονίᾳ, πάνυ εὖ δοκεῖν λέγεσθαι ἐάν τε περὶ στρατηγίας ἐάν τε περὶ ἄλλου ὁτουοῦν· οὕτω φύσει αὐτὰ ταῦτα μεγάλην τινὰ κήλησιν ἔχειν· ἐπεὶ γυμνωθέντα γε τῶν τῆς μουσι-κῆς χρωμάτων τὰ τῶν ποιητῶν, αὐτὰ ἐφ’ ἑαυτῶν τὰ λεγόμενα οἶμαί σε εἰδέναι οἷα φαίνεται. τεθέασαι γὰρ ἢ οὔ; Ἔγωγ’, ἔφη. Καὶ τούτων δὲ οὕτως ἐχόντων εὖ μοι ἔχειν δοκεῖ βραχέα ἄττα τῶν Πλάτωνος διελθεῖν, δι’ ὧν λογικώτερον τὸν περὶ θεοῦ καὶ προνοίας συν-ίστησι λόγον, τοῖς Ἑβραίων κἀν τούτῳ παριστάμενος δόγμασι. πρῶτα δὲ θεασώμεθα ὅπως τὰς δόξας τῶν ἀθέων ἐκτίθησι· ν. ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΘΕΩΝ ΔΟΞΗΣ· ΑΠΟ ΤΟΥ ΔΕΚΑΤΟΥ ΤΩΝ ΝΟΜΩΝ Λέγουσί πού τινες ὡς πάντα ἐστὶ τὰ πράγματα γιγνόμενα καὶ γενόμενα καὶ γενησόμενα τὰ μὲν φύσει, τὰ δὲ τέχνῃ, τὰ δὲ διὰ τέχνην. Οὐκοῦν καλῶς; Εἰκός γέ τοί που σοφοὺς ἄνδρας ὀρθῶς λέγειν. ἑπόμενοί γε μὴν αὐτοῖς σκεψώμεθα, τί ποτε καὶ τυγχάνουσι διανοούμενοι. Πάντως. Ἔοικε, φασί, τὰ μὲν μέγιστα αὐτῶν καὶ κάλλιστα ἀπεργάζεσθαι φύσιν καὶ τύχην, τὰ δὲ σμικρότερα τέχνην, ἣν δὴ παρὰ φύσεως λαμβάνουσαν τὴν τῶν μεγάλων καὶ πρώτων γένεσιν ἔργων πλάττειν καὶ τεκταίνεσθαι πάντα τὰ σμικρότατα, ἃ δὴ τεχνικὰ πάντες προσαγορεύομεν. Πῶς λέγεις; Ὧδ’ ἔτι σαφέστερον ἐρῶ· πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα φύσει πάντα εἶναι καὶ τύχῃ φασί, τέχνῃ δὲ οὐδὲν τούτων. καὶ τὰ μετὰ ταῦτα αὖ σώματα, γῆς τε καὶ ἡλίου καὶ σελήνης ἄστρων τε πέρι, διὰ τούτων γεγονέναι παντελῶς ὄντων ἀψύχων· τύχῃ δὲ φερόμενα τῇ τῆς δυνάμεως ἑκάστων, ᾗ συμ-πέπτωκεν ἁρμόττοντα οἰκείως πως, θερμὰ ψυχροῖς ἢ ξηρὰ πρὸς ὑγρὰ καὶ μαλακὰ πρὸς σκληρὰ καὶ πάντα ὁπόσα τῇ τῶν ἐναντίων κράσει κατὰ τύχην ἐξ ἀνάγκης συνεκεράσθη, ταύτη καὶ κατὰ ταῦτα οὕτως γεγεννηκέναι τόν τε οὐρανὸν ὅλον καὶ πάντα, ὁπόσα ἂν κατ’ οὐρανόν, καὶ ζῷα αὖ καὶ φυτὰ ξύμ-παντα, ὡρῶν πασῶν ἐκ τούτων γενομένων, οὐ διὰ νοῦν, φασίν, οὐδὲ διά τινα
PG 21:1031θεὸν οὐδὲ διὰ τέχνην, ἀλλὰ ὃ λέγομεν, φύσει καὶ τύχῃ. τέχνην δὲ ὕστερον ἐκ τούτων ὑστέραν γενομένην, θνητὴν ἐκ θνητῶν, ὕστερα γεγεννη-κέναι παιδιάς τινας ἀληθείας οὐ σφόδρα μετεχούσας, ἀλλ’ εἴδωλ’ ἄττα ξυγ-γενῆ ἑαυτῶν, οἷα γραφικὴ γεννᾷ καὶ μουσικὴ καὶ ὅσαι ταύταις εἰσὶ συνέριθοι τέχναι. αἱ δ’ εἴ τι καὶ σπουδαῖον ἄρα γεννῶσι τῶν τεχνῶν, εἶναι ταύτας ὁπόσαι τῇ φύσει ἐκοίνωσαν τὴν αὑτῶν δύναμιν, οἷον αὖ ἰατρικὴ καὶ γεωργικὴ καὶ γυμναστική. καὶ δὴ καὶ τὴν πολιτικὴν σμικρόν τι μέρος εἶναί φασι κοινω-νοῦν φύσει, τέχνῃ δὲ πολύ· οὕτω καὶ τὴν νομοθεσίαν πᾶσαν οὐ φύσει, τέχνῃ δέ, ἧς οὐκ ἀληθεῖς εἶναι τὰς θέσεις. Πῶς λέγεις; Θεούς, ὦ μακάριε, πρῶτον εἶναί φασιν οὗτοι τέχνῃ, οὐ φύσει, ἀλλά τισι νόμοις, καὶ τούτους ἄλλους ἄλλῃ, ὅπη ἕκαστοι ἑαυτοῖς συνωμολόγησαν νομοθε-τούμενοι. καὶ δὴ καὶ τὰ καλὰ φύσει μὲν ἄλλα εἶναι, νόμῳ δὲ ἕτερα, τὰ δὲ δὴ δίκαια οὐδ’ εἶναι τὸ παράπαν φύσει, ἀλλ’ ἀμφισβητοῦντας διατελεῖν ἀλλήλοις καὶ μετατιθεμένους ἀεὶ ταῦτα· ἃ δ’ ἂν μετάθωνται καὶ ὅταν, τότε κύρια ἕκα-στα εἶναι, γιγνόμενα τέχνῃ καὶ νόμοις, ἀλλ’ οὐ δή τινι φύσει. ταῦτ’ ἐστίν, ὦ φίλοι, ἅπαντα ἀνδρῶν σοφῶν παρὰ νέοις ἀνθρώποις, ἰδιωτῶν τε καὶ ποιη-τῶν, φασκόντων εἶναι τὸ δικαιότατον, ὅ τί τις ἂν νικᾷ βιαζόμενος. ὅθεν ἀσέ-βειαί τε ἀνθρώποις ἐμπίπτουσι νέοις, ὡς οὐκ ὄντων θεῶν οἵους ὁ νόμος προς-τάττει διανοεῖσθαι δεῖν, στάσεις τε διὰ ταῦτα ἑλκόντων πρὸς τὸν κατὰ φύσιν ὀρθὸν βίον, ὅς ἐστι τῇ ἀληθείᾳ κρατοῦντα ζῆν τῶν ἄλλων καὶ μὴ δουλεύοντα ἑτέροισι κατὰ νόμον. Οἷον διελήλυθας, ὦ ξένε, λόγον καὶ ὅσην λώβην ἀνθρώπων νέων δημοσίᾳ πόλεσί τε καὶ ἰδίοις οἴκοις. Καὶ μεθ’ ἕτερά φησιν· Ἀλλά γε δὴ πάλιν λέγε μοι, Κλεινία, καὶ σύ· κοινωνὸν γὰρ δεῖ σε εἶναι τῶν λόγων· κινδυνεύει γὰρ ὁ λέγων ταῦτα πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα πρῶτα τῶν πάντων ἡγεῖσθαι εἶναι καὶ τὴν φύσιν ὀνομάζειν ταῦτα αὐτά, ψυχὴν δ’ ἐκ τούτων ὕστερον. ἔοικε δὲ οὐ κινδυνεύειν, ἀλλ’ ὄντως σημαίνειν ταῦτα ἡμῖν τῷ λόγῳ. Πάνυ μὲν οὖν. Ἆρ’ οὖν πρὸς Διὸς οἷον πηγήν τινα ἀνοήτου δόξης ἀνευρήκαμεν ἀνθρώ-πων ὁπόσοι πώποτε τῶν περὶ φύσεως ἐφήψαντο ζητημάτων; σκόπει πάντα λόγον ἐξετάζων· οὐ γὰρ δὴ σμικρόν γε τὸ διαφέρον, εἰ φανεῖεν οἱ λόγων ἁπτό-μενοι ἀσεβῶν ἄλλως τε ἐξάρχοντες μηδὲ εὖ τοῖς λόγοις, ἀλλ’ ἐξημαρτημένως χρώμενοι. δοκεῖ τοίνυν μοι οὐ ταῦτα οὕτως ἔχειν. Εὖ λέγεις· ἀλλ’ ὅπη δή, πειρῶ φράζειν. Ἔοικε τοίνυν ἀηθεστέρων ἁπτέον λόγων. Καὶ μετὰ βραχέα ἐπιλέγει· Ψυχήν, ὦ ἑταῖρε, ἠγνοηκέναι κινδυνεύουσι μὲν ὀλίγου ξύμπαντες οἷόν τε ὂν τυγχάνει καὶ δύναμιν ἣν ἔχει, τῶν τε ἄλλων αὐτῆς πέρι καὶ δὴ καὶ γενέ-σεως, ὡς ἐν πρώτοις ἐστὶ σωμάτων ἔμπροσθεν πάντων γενομένη καὶ μετα-βολῆς τε αὐτῶν καὶ μετακοσμήσεως ἁπάσης ἄρχει παντὸς μᾶλλον. εἰ δ’ ἔστι ταῦτα οὕτως, ἆρ’ οὐκ ἐξ ἀνάγκης τὰ ψυχῆς συγγενῆ πρότερα ἂν εἴη γεγονότα τῶν σώματι προσηκόντων, οὔσης γε αὐτῆς πρεσβυτέρας ἢ σώματος; Ἀνάγκη. Δόξα δὴ καὶ ἐπιμέλεια καὶ νοῦς καὶ τέχνη καὶ νόμος σκληρῶν καὶ μαλα-κῶν καὶ βαρέων καὶ κούφων πρότερα ἂν εἴη· καὶ δὴ καὶ τὰ μεγάλα καὶ πρῶτα ἔργα καὶ πράξεις τέχνης ἂν γίγνοιτο, ὄντα ἐν πρώτοις, τὰ δὲ φύσει καὶ φύσις, ἣν οὐκ ὀρθῶς αὐτοὶ ἐπονομάζουσι, τούτου ὕστερα καὶ ἀρχόμενα ἂν ἐκ τέχνης εἴη καὶ νοῦ. Πῶς οὐκ ὀρθῶς; Φύσιν βούλονται λέγειν γένεσιν τὴν περὶ τὰ πρῶτα. εἰ δὲ φανήσεται ψυχὴ πρῶτον, οὐ πῦρ οὐδὲ ἀήρ, ψυχὴ δ’ ἐν πρώτοις γεγενημένη, σχεδὸν ὀρθότατα λέγοιτ’ ἂν εἶναι διαφερόντως φύσει. ταῦτ’ ἔσθ’ οὕτως ἔχοντα, ἂν ψυχήν τις ἐπιδείξῃ πρεσβυτέραν οὖσαν σώματος, ἄλλως δὲ οὐδαμῶς. Ἀληθέστατα λέγεις. να. ΩΣ Ο ΠΛΑΤΩΝ ΤΟΝ ΠΕΡΙ ΘΕΟΥ ΚΑΤΑΣΚΕΥΑΖΕΙ ΛΟΓΟΝ Ἄγε δή, θεὸν εἴ ποτε παρακλητέον ἡμῖν, νῦν ἔστω τοῦτο οὕτω γενό-μενον· ἐπί γε ἀπόδειξιν τὴν αὑτῶν ὥστ’ εἰσὶ σπουδῇ παντάπασι παρακεκλήσθων· ἐχόμενοι δὲ ὥς τινος ἀσφαλοῦς πείσματος ἐπεισβαίνωμεν εἰς τὸν νῦν λόγον. καί μοι ἐλεγχομένῳ περὶ τὰ τοιαῦτα ἐρωτήσεσι τοιαῖσδε ἀσφαλέστατα ἀπο-κρίνεσθαι φαίνεται κατὰ τάδε· ὦ ξένε, ὁπόταν φῇ τις, ἆρα ἕστηκε πάντα, κινεῖται δὲ οὐδέν, ἢ τούτῳ πᾶν τοὐναντίον; ἢ τὰ μὲν αὐτῶν κινεῖται, τὰ δὲ μένει; τὰ μὲν κινεῖταί που, φήσω, τὰ δὲ μένει. μῶν οὖν οὐκ ἐν χώρᾳ τινὶ τά τε ἑστῶτα ἕστηκε καὶ τὰ κινούμενα κινεῖται; πῶς γὰρ οὔ; καὶ τὰ μέν γε ἐν μιᾷ ἕδρᾳ που τοῦτο ἂν δρῴη, τὰ δὲ ἐν πλείοσι. τὰ τὴν τῶν ἑστώτων ἐν μέσῳ λαμβάνοντα δύναμιν λέγεις, φήσομεν, ἐν ἑνὶ κινεῖσθαι, καθ-άπερ ἡ τῶν ἑστάναι λεγομένων κύκλων στρέφεται περιφορά; ναί. Καὶ ἑξῆς ἐπιλέγει· Ἔτι δὴ καὶ τῇδε εἴπωμεν καὶ ἀποκρινώμεθα πάλιν ἡμῖν αὐτοῖσιν· εἰ σταίη πως τὰ πάντα ὁμοῦ γενόμενα, καθάπερ πλεῖστοι τῶν τοιούτων τολ-μῶσι λέγειν, τίνα ἄρα ἐν αὐτοῖς ἀνάγκη πρώτην κίνησιν γενέσθαι τῶν εἰρη-μένων; Τὴν αὐτὴν ἑαυτὴν δήπου κινοῦσαν· ὑπ’ ἄλλης γὰρ οὐ μή ποτε ἔμπρο-σθεν μεταπέσῃ, μηδεμιᾶς γ’ ἐν αὐτοῖς οὔσης ἔμπροσθεν μεταπτώσεως. Ἀρχὴν ἄρα κινήσεων πασῶν καὶ πρώτην ἔν τε ἑστῶσι γενομένην καὶ ἐν κινουμένοις οὖσαν, τὴν αὐτὴν ἑαυτὴν κινοῦσαν, φήσομεν ἀναγκαίως εἶναι πρεσβυτάτην καὶ κρατίστην μεταβολῶν πασῶν, τὴν δὲ ἀλλοιουμένην ὑφ’ ἑτέρου, κινοῦσαν δὲ ἕτερα, δευτέραν. Ἀληθέστατα λέγεις. Ὁπότε δὴ τοίνυν ἐνταῦθά ἐσμεν τοῦ λόγου, τόδε ἀποκρινώμεθα. Τὸ ποῖον; Ἐὰν ἴδωμέν που ταύτην γενομένην ἐν τῷ γηί̈νῳ ἢ ἐνύδρῳ ἢ πυροειδεῖ, κεχωρισμένῳ ἢ καὶ ξυμμιγεῖ, τί ποτε φήσομεν ἐν τῷ τοιούτῳ πάθος ἐνεῖναι; Μῶν ἆρά με ἐρωτᾷς εἰ ζῆν αὐτὸ προσεροῦμεν, ὅταν αὐτὸ αὑτὸ κινῇ; Ναί. Ζῆν· πῶς γὰρ οὔ; Τί δέ; ὅταν ψυχὴν ἔν τισιν ὁρῶμεν, μῶν ἄλλο ἢ ταὐτὸν τούτῳ ζῆν ὁμο-λογητέον; Οὐκ ἄλλο. Ἔχε δὴ πρὸς Διός· ἆρ’ οὐκ ἂν ἐθέλοις περὶ ἕκαστον τρία νοεῖν; Πῶς λέγεις; Ἓν μὲν τὴν οὐσίαν, ἓν δὲ τῆς οὐσίας τὸν λόγον, ἓν δὲ τὸ ὄνομα· καὶ δὴ καὶ ἐρωτήσεις εἶναι περὶ τὸ ὂν ἅπαν δύο. Πῶς; Τοτὲ μὲν ἡμῶν ἕκαστον τοὔνομα προτεινόμενον αὐτὸ τὸν λόγον ἀπαι-τεῖν, τοτὲ δὲ τὸν λόγον αὐτὸν προτεινόμενον ἐρωτᾶν αὖ τοὔνομα. ἆρά γε τοι-όνδε αὖ βουλόμεθα νῦν λέγειν; Τὸ ποῖον; Ἔστι που δίχα διαιρούμενον εἰς ἴσα μέρη ἐν ἄλλοισί τε καὶ ἐν ἀριθμῷ. τούτῳ δὴ τῷ κατ’ ἀριθμὸν ὄνομα μὲν ἄρτιον, λόγος δὲ ἀριθμὸς διαιρούμενος [εἰς] ἴσα δύο μέρη.3 Ναί. Τὸ τοιοῦτον φράζω. Μῶν οὖν οὐ ταὐτὸν ἑκατέρως προσαγορεύομεν, ἐάν τε τὸν λόγον ἐρωτώμενοι τοὔνομα ἀποδιδῶμεν ἐάν τε τοὔνομα τὸν λόγον, ἄρτιον ὀνόματι καὶ λόγῳ δίχα διαιρούμενον ἀριθμὸν προσαγορεύοντες, ταὐτὸν ὄν; Παντάπασι μὲν οὖν. Ὧι δὴ ψυχὴ τοὔνομα, τίς τούτου λόγος; ἔχομεν ἄλλον πλὴν τὸν νῦν δὴ ῥηθέντα, τὴν δυναμένην αὐτὴν ἑαυτὴν κινεῖν κίνησιν; Τὸ ἑαυτὸ κινεῖν φῂς λόγον ἔχειν τὴν αὐτὴν οὐσίαν ἥνπερ τοὔνομα, ὃ δὴ πάντες ψυχὴν προσαγορεύομεν; Φημί γε. εἰ δ’ ἔστι τοῦτο οὕτως ἔχον, ἆρ’ ἔτι ποθοῦμεν μὴ ἱκανῶς δε-δεῖχθαι ψυχὴν ταὐτὸν ὂν καὶ τὴν πρώτην γένεσιν καὶ κίνησιν τῶν τε ὄντων καὶ γεγονότων καὶ ἐσομένων καὶ πάντων αὖ τῶν ἐναντίων τούτοις, ἐπειδή γε ἀνεφάνη μεταβολῆς τε καὶ κινήσεως ἁπάσης αἰτία ἅπασιν;
PG 21:1037Οὔκ, ἀλλὰ ἱκανώτατα δέδεικται ψυχὴ τῶν πάντων πρεσβυτάτη, γενο-μένη γε ἀρχὴ κινήσεως. Ἆρ’ οὖν οὐχ ἡ δι’ ἕτερον ἐν ἄλλῳ γιγνομένη κίνησις, αὐτὸ δὲ ἐν αὑτῷ μηδέποτε παρέχουσα κινεῖσθαι μηδέν, δευτέρα τε καὶ ὁπόσων ἀριθμῶν βού-λοιτο ἄν τις ἀριθμεῖν αὐτὴν πολλοστὴν τοσούτων, σώματος οὖσα ὄντως ἀψύ-χου μεταβολή; Ὀρθῶς. Ὀρθῶς ἄρα καὶ κυρίως ἀληθέστατά τε καὶ τελεώτατα εἰρηκότες ἂν εἴημεν ψυχὴν μὲν προτέραν γεγονέναι σώματος (ἢ μή;), σῶμα δὲ δεύτερόν τε καὶ ὕστερον ψυχῆς ἀρχούσης, ἀρχόμενον κατὰ φύσιν. Ἀληθέστατα μὲν οὖν. Μεμνήμεθά γε μὴν ὁμολογήσαντες ἐν τοῖς πρόσθεν ὡς εἰ ψυχὴ φανείη πρε-σβυτέρα σώματος οὖσα, καὶ τὰ ψυχῆς τῶν τοῦ σώματος ἔσοιτο πρεσβύτερα. Πάνυ μὲν οὖν. Τρόποι δὴ καὶ ἤθη καὶ βουλήσεις καὶ λογισμοὶ καὶ δόξαι ἀληθεῖς ἐπι-μέλειαί τε καὶ μνῆμαι πρότερα μήκους σωμάτων καὶ πλάτους καὶ βάθους καὶ ῥώμης εἴη γεγονότα ἄν, εἴπερ καὶ ψυχὴ σώματος. Ἀνάγκη. Ἆρ’ οὖν τὸ μετὰ τοῦτο ὁμολογεῖν ἀναγκαῖον τῶν τε ἀγαθῶν αἰτίαν εἶναι ψυχὴν καὶ τῶν κακῶν καὶ καλῶν καὶ αἰσχρῶν δικαίων τε καὶ ἀδίκων καὶ πάν-των τῶν ἐναντίων, εἴπερ τῶν πάντων γε αὐτὴν θήσομεν αἰτίαν; Πῶς γὰρ οὔ; Ψυχὴν δὴ διοικοῦσαν καὶ ἐνοικοῦσαν ἐν ἅπασι τοῖς πάντη κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι; Τί μήν; Μίαν ἢ πλείους; Πλείους· ἐγὼ ὑπὲρ σφῶν ἀποκρινοῦμαι. δυοῖν μέν γέ που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάζεσθαι. Σφόδρα ὀρθῶς εἴρηκας. Εἶεν. ἄγει μὲν δὴ ψυχὴ πάντα τὰ κατ’ οὐρανὸν καὶ γῆν καὶ θάλατταν ταῖς αὑτῆς κινήσεσιν, αἷς ὀνόματά ἐστι βούλεσθαι, σκοπεῖσθαι, ἐπιμελεῖσθαι, βουλεύεσθαι, δοξάζειν ὀρθῶς, ἐψευσμένως, χαίρουσαν, λυπουμένην, θαρροῦσαν, φοβουμένην, μισοῦσαν, στέργουσαν καὶ πάσαις, ὅσαι τούτων ξυγγενεῖς πρωτ-ουργοὶ κινήσεις δευτερουργοὺς αὖ παραλαμβάνουσαι κινήσεις σωμάτων ἄγουσι πάντα εἰς αὔξησιν καὶ φθίσιν καὶ διάκρισιν καὶ σύγκρισιν καὶ τούτοις ἑπομένας θερμότητας ψύξεις, βαρύτητας κουφότητας, σκληρὸν καὶ μαλακόν, λευκὸν καὶ μέλαν, αὐστηρὸν καὶ γλυκὺ καὶ πᾶσιν οἷς ψυχὴ χρωμένη, νοῦν μὲν προσλαμβάνουσα αἰεὶ θεῖον ὀρθῶς θεοῖς ὀρθὰ καὶ εὐδαίμονα παιδαγωγεῖ πάντα, ἀνοίᾳ δὲ ξυγγενομένη πάντα αὖ τἀναντία τούτοις ἀπεργάζεται. τι-θῶμεν ταῦτα οὕτως ἔχειν; ἢ ἔτι διστάζομεν εἰ ἑτέρως πως ἔχει; Οὐδαμῶς. Πότερον οὖν δὴ ψυχῆς τὸ γένος ἐγκρατὲς οὐρανοῦ καὶ γῆς καὶ πάσης τῆς περιόδου γεγονέναι φῶμεν τὸ φρόνιμον καὶ ἀρετῆς πλῆρες, ἢ τὸ μηδέτερα κεκτημένον; βούλεσθε οὖν πρὸς ταῦτα ὧδε ἀποκρινώμεθα· εἰ μέν, ὦ θαυμάσιε, φῶμεν, ἡ ξύμπασα οὐρανοῦ ὁδὸς ἅμα καὶ φορὰ καὶ τῶν ἐν αὐτῷ ὄντων πάντων νοῦ κινήσει καὶ περιφορᾷ καὶ λογισμοῖς ὁμοίαν φύσιν ἔχει καὶ ξυγγενῶς ἔρχεται, δῆλον ὡς τὴν ἀρίστην ψυχὴν φατέον ἐπιμελεῖσθαι τοῦ κόσμου παντὸς καὶ ἄγειν αὐτὸν τὴν τοιαύτην ὁδὸν ἐκείνην. Ὀρθῶς. Εἰ δὲ μανικῶς τε καὶ ἀτάκτως ἔρχεται, τὴν κακήν. Καὶ ταῦτα ὀρθότατα. Τίνα οὖν δὴ νοῦ κίνησις φύσιν ἔχει; τοῦτο ἤδη χαλεπόν, ὦ φίλοι, ἐρώ-τημα ἀποκρινόμενον εἰπεῖν ἐμφρόνως. διὸ δὴ καὶ ἐμὲ τῆς ἀποκρίσεως ὑμῖν δίκαιον τὰ νῦν προσλαμβάνειν. Εὖ λέγεις. Μὴ νῦν ἐξ ἐναντίας οἷον εἰς ἥλιον ἀποβλέποντες νύκτα ἐν μεσημβρίᾳ ἐπαγόμενοι, ποιησώμεθα τὴν ἀπόκρισιν, ὡς νοῦν ποτε ἤδη τοῖς ὄμμασιν ὀψό-μενοί τε καὶ γνωσόμενοι ἱκανῶς· πρὸς δὲ εἰκόνα τοῦ ἐρωτωμένου βλέποντας ἀσφαλέστερον ὁρᾶν. Πῶς λέγεις; Ἧι προσέοικε κινήσει νοῦς τῶν δέκα ἐκείνων κινήσεων τὴν εἰκόνα λά-βωμεν, ἣν συναναμνησθεὶς ὑμῖν ἐγὼ κοινῇ τὴν ἀπόκρισιν ποιήσομαι. Κάλλιστα ἂν λέγοις. Μεμνήμεθα τοίνυν τοῦτό γε τοσοῦτον τῶν τότε, ὅτι τῶν πάντων τὰ μὲν κινεῖσθαι, τὰ δὲ μένειν ἔθεμεν. Ναί. Τῶν δ’ αὖ κινουμένων τὰ μὲν ἐν ἑνὶ τόπῳ κινεῖσθαι, τὰ δ’ ἐν πλείοσι φερόμενα. Ἔστι ταύτη. Τούτοιν δὴ τοῖν κινήσεοιν τὴν ἐν ἑνὶ φερομένην ἀεὶ περὶ γέ τι μέσον ἀν-άγκη κινεῖσθαι τῶν ἐντόρνων μίμημά τι κύκλων εἶναί τε αὐτὴν τῇ τοῦ νοῦ περιόδῳ πάντως ὡς δυνατὸν οἰκειοτάτην τε καὶ ὁμοίαν. Πῶς λέγεις; Τὸ κατὰ ταὐτὰ δήπου καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ καὶ περὶ τὰ αὐτὰ καὶ πρὸς τὰ αὐτὰ καὶ ἕνα λόγον καὶ τάξιν μίαν ἄμφω κινεῖσθαι λέγοντες νοῦν τήν τε ἐν ἑνὶ φερομένην κίνησιν, σφαίρας ἐντόρνου ἀπεικασμένα φοραῖς, οὐκ ἄν ποτε φανείημεν φαῦλοι δημιουργοὶ λόγῳ καλῶν εἰκόνων. Ὀρθότατα λέγεις. Οὐκοῦν αὕτη γε ἡ μηδέποτε ὡσαύτως μηδὲ κατὰ τὰ αὐτὰ μηδ’ ἐν ταὐτῷ μηδὲ περὶ ταὐτὰ μηδὲ πρὸς τὰ αὐτὰ μηδ’ ἐν ἑνὶ φερομένη μηδ’ ἐν κόσμῳ μηδ’ ἐν τάξει μηδ’ ἔν τινι λόγῳ κίνησις ἀνοίας ἂν αὖ πάσης εἴη ξυγγενής. Εἴη γὰρ ἂν ἀληθέστατα. Τὰ νῦν δὴ χαλεπὸν οὐδὲν ἔτι διαρρήδην εἰπεῖν ὡς, ἐπειδὴ ψυχὴ μέν ἐστιν ἡ περιάγουσα ἡμῖν πάντα, τὴν δὲ οὐρανοῦ περιφορὰν ἐξ ἀνάγκης περιάγειν φα-τέον ἐπιμελουμένην καὶ κοσμοῦσαν ἤτοι τὴν ἀρίστην ψυχὴν ἢ τὴν ἐναντίαν. Ὦ ξένε, ἀλλ’ ἔκ γε τῶν νῦν εἰρημένων οὐδ’ ὅσιον ἄλλως λέγειν ἢ πᾶσαν ἀρετὴν ἔχουσαν ψυχὴν μίαν ἢ πλείους περιάγειν αὐτά. Κάλλιστα, ὦ Κλεινία, ὑπήκουσας τοῖς λόγοις. τόδε δὲ προσυπάκουσον ἔτι. Τὸ ποῖον; Ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα, εἴπερ ψυχὴ περιάγει πάντα, ἆρ’ οὐ καὶ ἓν ἕκαστον; Τί μήν; Περὶ ἑνὸς δὴ ποιησώμεθα λόγους, οἳ καὶ ἐπὶ πάντα ἁρμόττοντες ἡμῖν τὰ ἄστρα φανοῦνται. Τίνος; Ἡλίου πᾶς ἄνθρωπος σῶμα μὲν ὁρᾷ, ψυχὴν δὲ οὐδείς· οὐδὲ γὰρ ἄλλου σώ-ματος οὐδενὸς οὔτε ζῶντος οὔτε ἀποθανόντος τῶν ζῴων οὐδενός, ἀλλὰ ἐλ-πὶς πολλὴ τὸ παράπαν τὸ γένος ἡμῖν τοῦτο ἀναίσθητον πάσαις ταῖς τοῦ σώ-ματος αἰσθήσεσι περιπεφυκέναι, νοητὸν δὲ εἶναι. μόνῳ νῷ δὴ καὶ νοήματι λάβωμεν αὐτοῦ πέρι τὸ τοιόνδε. Ποῖον; Ἥλιον εἰ περιάγει ψυχή, τριῶν αὐτὴν ἓν λέγοντες δρᾶν σχεδὸν οὐκ ἀπο-τευξόμεθα. Τίνων; Ὡς ἢ ἐνοῦσα ἐντὸς τῷ περιφερεῖ τούτῳ φαινομένῳ σώματι πάντη δια-κομίζει τὸ τοιοῦτον, καθάπερ ἡμᾶς ἡ παρ’ ἡμῖν ψυχὴ πάντη περιφέρει· ἥ ποθεν ἔξωθεν σῶμα αὑτῇ πορισαμένη πυρὸς ἤ τινος ἀέρος, ὡς λόγος ἐστί τινων, ὠθεῖ βίᾳ σώματι σῶμα· ἢ τρίτον αὐτὴ ψιλὴ σώματος οὖσα, ἔχουσα δὲ δυνάμεις ἄλλας τινὰς ὑπερβαλλούσας θαύματι ποδηγεῖ. Ναί, τοῦτο μὲν ἀνάγκη, τούτων ἕν γέ τι δρῶσαν ψυχὴν πάντα διάγειν. Ταῦτα μὲν οὖν ἐν τῷ δεκάτῳ τῶν Νόμων εἴρηται τῷ φιλοσόφῳ. καὶ ἐν τῷ Φιλήβῳ δὲ ἐπάκουσον ὅπως τὴν αὐτὴν κατασκευάζει διάνοιαν· Πάντες γὰρ συμφωνοῦσιν οἱ σοφοί, ὄντως ἑαυτοὺς σεμνύνοντες, ὡς νοῦς ἐστι βασιλεὺς ἡμῖν οὐρανοῦ τε καὶ γῆς. καὶ ἴσως εὖ λέγουσι· διὰ μακρο-τέρων δ’, εἰ βούλει, τὴν σκέψιν αὐτοῦ τοῦ γένους ποιησώμεθα. Λέγε ὅπως βούλει, μηδὲν μῆκος ἡμῖν ὑπολογιζόμενος, ὦ Σώκρατες, ὡς οὐκ ἀπεχθησόμενος. Καλῶς εἶπας. ἀρξώμεθα δέ πως ὧδε ἐπανερωτῶντες. Πῶς; Πότερον, ὦ Πρώταρχε, τὰ ξύμπαντα καὶ τόδε τὸ καλούμενον ὅλον ἐπιτρο-πεύειν φῶμεν τὴν τοῦ ἀλόγου καὶ εἰκῆ δύναμιν καὶ τὸ ὅπη ἔτυχεν, ἢ τἀναν-τία, καθάπερ οἱ πρόσθεν ἡμῶν ἔλεγον, νοῦν καὶ φρόνησίν τινα θαυμαστὴν συντάττουσαν διακυβερνᾶν; Οὐδὲν τῶν αὐτῶν, ὦ θαυμάσιε Σώκρατες. ὃ μὲν γὰρ δὴ σὺ λέγεις, οὐδ’ ὅσιον εἶναί μοι φαίνεται· τὸ δὲ νοῦν πάντα διακοσμεῖν αὐτὰ φάναι καὶ τῆς
PG 21:1043ὄψεως τοῦ κόσμου καὶ σελήνης καὶ ἄστρων καὶ πάσης τῆς περιφορᾶς ἄξιον, καὶ οὐκ ἄλλως ἔγωγ’ ἄν ποτε περὶ αὐτῶν εἴποιμι οὐδ’ ἂν δόξαιμι. Βούλει δή τι καὶ ἡμεῖς τοῖς ἔμπροσθεν ὁμολογούμενον ξυμφήσωμεν, ὡς ταῦθ’ οὕτως ἔχει; καὶ μὴ μόνον οἰώμεθα δεῖν τὰ ἀλλότρια ἄνευ κινδύνου λέ-γειν, ἀλλὰ καὶ συγκινδυνεύσωμεν καὶ μετέχωμεν τοῦ ψόγου, ὅταν ἀνὴρ δεινὸς φῇ ταῦτα μὴ οὕτως, ἀλλ’ ἀτάκτως ἔχειν; Πῶς γὰρ οὐκ ἂν βουλοίμην; Ἴθι δή, τὸν ἐπιόντα περὶ τούτων λόγον νῦν ἡμῖν ἄθρει. Λέγε μόνον. Τὰ περὶ τὴν τῶν σωμάτων φύσιν ἁπάντων τῶν ζῴων, πῦρ καὶ ὕδωρ καὶ πνεῦμα, καθορῶμέν που καὶ γῆν, καθάπερ οἱ χειμαζόμενοί φασιν, ἐνόντα ἐν τῇ συστάσει; Καὶ μάλα. χειμαζόμεθα γὰρ ὄντως ὑπὸ ἀπορίας ἐν τοῖς νῦν λόγοις. Φέρε δὴ περὶ ἑκάστου τῶν παρ’ ἡμῖν λαβὲ τὸ τοιόνδε. Ποῖον; Ὅτι σμικρόν τε τούτων ἕκαστον παρ’ ἡμῖν ἔνεστι καὶ φαῦλον καὶ οὐδαμῆ οὐδαμῶς εἰλικρινὲς ὂν καὶ τὴν δύναμιν οὐκ ἀξίαν τῆς φύσεως ἔχον. ἐν ἑνὶ δὲ λαβὼν περὶ πάντων νόει ταὐτόν· οἷον πῦρ ἔστι μὲν παρ’ ἡμῖν, ἔστι δ’ ἐν τῷ παντί. Τί μήν; Οὐκοῦν σμικρὸν μέν τι τὸ παρ’ ἡμῖν καὶ ἀσθενὲς καὶ φαῦλον, τὸ δ’ ἐν τῷ παντὶ πλήθει τε θαυμαστὸν καὶ κάλλει καὶ πάσῃ δυνάμει τῇ περὶ τὸ πῦρ οὔσῃ. Καὶ μάλα ἀληθὲς ὃ λέγεις. Τί δέ; τρέφεται καὶ γίγνεται ἐκ τούτου καὶ ἄρχεται τὸ τοῦ παντὸς πῦρ ὑπὸ τοῦ παρ’ ἡμῖν πυρός, ἢ τοὐναντίον ὑπ’ ἐκείνου τό τε ἐμὸν καὶ τὸ σὸν καὶ τὸ τῶν ἄλλων ζῴων ἅπαντ’ ἴσχει ταῦτα; Τοῦτο μὲν οὐδ’ ἀποκρίσεως ἄξιον ἐρωτᾷς. Ὀρθῶς. ταὐτὰ γὰρ ἐρεῖς, οἶμαι, περί τε τῆς ἐν τοῖς ζῴοις γῆς τῆς ἐνθάδε καὶ τῆς ἐν τῷ παντὶ καὶ τῶν ἄλλων δὴ ὅσων ἠρώτησα ὀλίγον ἔμπροσθεν, οὕτως ἀποκρινῇ. Τίς γὰρ ἀποκρινόμενος ἄλλως ὑγιαίνων ἄν ποτε φανείη; Σχεδὸν οὐδ’ ὁστισοῦν. ἀλλὰ τὸ μετὰ τοῦτο ἑξῆς ἕπου. πάντα γὰρ ταῦτα ἡμεῖς τὰ νῦν δὴ λεχθέντα ἆρ’ οὐκ εἰς ἓν συγκείμενα ἰδόντες ἐπωνομάσαμεν σῶμα; Τί μήν; Ταὐτὸν δὴ λαβὲ καὶ περὶ τοῦδε ὃν κόσμον λέγομεν· διὰ τὸν αὐτὸν γὰρ τρό-πον ἂν εἴη που σῶμα, σύνθετον ὂν ἐκ τῶν αὐτῶν. Ὀρθότατα λέγεις. Πότερον οὖν ἐκ τούτου τοῦ σώματος ὅλως τὸ παρ’ ἡμῖν σῶμα, ἢ ἐκ τοῦ παρ’ ἡμῖν τοῦτο τρέφεταί τε καὶ ὅσα νῦν δὴ περὶ αὐτῶν ἐπείπομεν εἴληφέ τε καὶ ἔχει; Καὶ τοῦθ’ ἕτερον, ὦ Σώκρατες, οὐκ ἄξιον ἐρωτήσεως. Τί δέ; τόδε ἆρα ἄξιον ἐρωτήσεως, ἢ πῶς ἐρεῖς; Λέγε τὸ ποῖον. Τὸ παρ’ ἡμῖν σῶμα ἆρ’ οὐ ψυχὴν φήσομεν ἔχειν; Δῆλον ὅτι φήσομεν. Πόθεν, ὦ φίλε Πρώταρχε, λαβόν, εἴπερ μὴ τό γε τοῦ παντὸς σῶμα ἔμψυ-χον ὂν ἐτύγχανε, ταὐτά γε ἔχον τούτῳ καὶ ἔτι πάντη καλλίονα; Δῆλον ὡς οὐδαμόθεν ἄλλοθεν, ὦ Σώκρατες. Οὐ γάρ που δοκοῦμέν γε, ὦ Πρώταρχε, [τὰ] τέτταρα ἐκεῖνα, πέρας καὶ ἄπειρον καὶ κοινὸν καὶ τὸ τῆς αἰτίας γένος, ἐν ἅπασι τέταρτον ἐνόν, τοῦτ’ ἐν μὲν τοῖς παρ’ ἡμῖν ψυχήν τε παρέχον καὶ σωμασκίαν ἐμποιοῦν καὶ πταί-σαντος σώματος ἰατρικὴν καὶ ἐν ἄλλοις ἄλλα συντιθὲν καὶ ἀκούμενον πᾶσαν καὶ παντοίαν σοφίαν ἐπικαλεῖσθαι, τῶν δὲ αὐτῶν τούτων ὄντων ἐν ὅλῳ τε οὐρανῷ καὶ κατὰ μεγάλα μέρη καὶ προσέτι καλῶν καὶ εἰλικρινῶν, ἐν τούτοις δὲ οὐκ ἄρα μεμηχανῆσθαι τὴν τῶν καλλίστων καὶ τιμιωτάτων φύσιν. Ἀλλ’ οὐδαμῶς τοῦτό γ’ ἂν λόγον ἔχοι. Οὐκοῦν εἰ μὴ τοῦτο, μετ’ ἐκείνου τοῦ λόγου ἂν ἑπόμενοι βέλτιον λέγοι-μεν, ὡς ἔστιν, ἃ πολλάκις εἰρήκαμεν, ἄπειρόν τε ἐν τῷ παντὶ πολὺ καὶ πέρας ἱκανὸν καί τις ἐπ’ αὐτοῖς αἰτία οὐ φαύλη, κοσμοῦσά τε καὶ συντάττουσα ἐνιαυ-τούς τε καὶ ὥρας καὶ μῆνας, σοφία καὶ νοῦς λεγομένη δικαιότατα. Δικαιότατα δῆτα. Σοφία μὴν καὶ νοῦς ἄνευ ψυχῆς ὡς οὐκ ἄν ποτε γενοίσθην. Οὐ γὰρ οὖν. Οὐκοῦν ἐν μὲν τῇ τοῦ Διὸς ἐρεῖς φύσει βασιλικὴν μὲν ψυχήν, βασιλικὸν δὲ νοῦν ἐγγίγνεσθαι διὰ τὴν τῆς αἰτίας δύναμιν, ἐν δὲ ἄλλοις ἄλλα καλά, καθότι φίλον ἑκάστοις λέγεσθαι. νβ. ΟΠΩΣ ΠΕΡΙ ΤΟΥ ΠΡΟΝΟΕΙΝ ΤΟΥ ΠΑΝΤΟΣ ΤΟΝ ΘΕΟΝ ΔΙΕΞΕΙΣΙΝ ΕΝ ΤΩΙ ΔΕΚΑΤΩΙ ΤΩΝ ΝΟΜΩΝ Τὸν δὲ ἡγούμενον μὲν θεοὺς εἶναι, μὴ φροντίζειν δὲ αὐτοὺς τῶν ἀνθρωπί-νων πραγμάτων παραμυθητέον. ὦ ἄριστε δή, φῶμεν, ὅτι μὲν ἡγῇ θεούς, συγγέ-νειά τις ἴσως σε θεία πρὸς τὸ ξύμφυτον ἄγει τιμᾶν καὶ νομίζειν εἶναι· κακῶν δὲ ἀνθρώπων καὶ ἀδίκων τύχαι ἰδίᾳ καὶ δημοσίᾳ, ἀληθείᾳ μὲν οὐκ εὐδαίμονες, δόξαις δὲ εὐδαιμονιζόμεναι σφόδρα, ἀλλ’ οὐκ ἐμμελῶς, ἄγουσί σε πρὸς ἀσέ-βειαν, ἔν τε Μούσαις οὐκ ὀρθῶς ὑμνούμεναι ἅμα καὶ ἐν παντοίοις λόγοις. ἢ καὶ πρὸς τέλος ἴσως ἀνθρώπους ὁρῶν ἐλθόντας γηραιούς, παῖδας παί-δων καταλιπόντας ἐν τιμαῖς ταῖς μεγίσταις, ταράττῃ τὰ νῦν [ὅταν] ἐν ἅπασι τούτοις ἰδών (ἢ δι’ ἀκοῆς αἰσθόμενος ἢ καὶ παντάπασιν αὐτὸς αὐτῶν τινι προστυχής) πολλῶν ἀσεβημάτων καὶ δεινῶν γενομένων τισὶ δι’ αὐτὰ ταῦτα ἐκ σμικρῶν εἰς τυραννίδας τε καὶ τὰ μέγιστα ἀφικομένους· τότε διὰ πάντα τὰ τοιαῦτα δῆλος εἶ μέμφεσθαι μὲν θεοὺς ὡς αἰτίους ὄντας τῶν τοιούτων διὰ ξυγγένειαν οὐκ ἂν ἐθέλων, ἀγόμενος δὲ ὑπό τε ἀλογίας ἅμα καὶ οὐ δυνάμενος δυσχεραίνειν θεοὺς εἰς τοῦτο νῦν τὸ πάθος ἐλήλυθας, ὥστ’ εἶναι μὲν δοκεῖν αὐτούς, τῶν δ’ ἀνθρωπίνων καταφρονεῖν καὶ ἀμελεῖν πραγμάτων. ἵνα οὖν μὴ ἐπὶ μεῖζον ἔλθῃ σοι πάθος πρὸς ἀσέβειαν τὸ νῦν παρὸν δόγμα, ἀλλ’ ἐάν πως οἷον ἀποδιοπομπήσασθαι λόγοις αὖ τὸ προσιὸν γενώμεθα δυνατοί, πει-ρώμεθα, συνάψαντες τὸν ἑξῆς λόγον ᾧ πρὸς τὸν παράπαν οὐχ ἡγούμενον θεοὺς ἐξ ἀρχῆς διεπερανάμεθα, τούτῳ τὰ νῦν προσχρήσασθαι. σὺ δ’, ὦ Κλεινία καὶ Μέγιλλε, ὑπὲρ τοῦ νέου, καθάπερ ἐν τοῖς ἔμπροσθεν, ἀποκρινόμενοι διαδέ-χεσθε· ἐὰν δέ τι δύσκολον ἐγγίγνηται τοῖς λόγοις, ἐγὼ σφῷν, ὥσπερ νῦν, δεξά-μενος διαβιβῶ τὸν ποταμόν. Ὀρθῶς λέγεις· καὶ σύ τε οὕτω ταῦτα δρᾶ ποιήσομέν τε ἡμεῖς εἰς τὸ δυνατὸν ἃ λέγεις. [Ἀλλ’ οὐδὲν τάχ’ ἂν ἴσως εἴη χαλεπὸν ἐνδείξασθαι τοῦτό γε, ὡς ἐπι-μελεῖς] σμικρῶν εἰσὶ θεοὶ οὐχ ἧττον, μᾶλλον δὲ ἢ τῷ μεγέθει διαφερόντων. ἤκουε γάρ που καὶ παρῆν τοῖς νῦν δὴ λεγομένοις ὡς ἀγαθοί γε ὄντες πᾶσαν ἀρετὴν τὴν τῶν πάντων ἐπιμέλειαν, οἰκειοτάτην αὐτῶν οὖσαν, κέκτηνται. [ἦ] γάρ; Καὶ σφόδρα γε ἐπήκουε. Τὸ μετὰ τοῦτο τοίνυν κοινῇ συνεξεταζόντων, τίνα λέγοντες ἀρετὴν αὐτῶν ὁμολογοῦμεν ἀγαθοὺς αὐτοὺς εἶναι. φέρε, τὸ σωφρονεῖν νοῦν τε κεκτῆσθαι φαμὲν ἀρετῆς, τὰ δὲ ἐναντία κακίας; Φαμέν. Τί δέ; ἀρετῆς μὲν ἀνδρίαν εἶναι, δειλίαν δὲ κακίας; Πάνυ μὲν οὖν. Καὶ τὰ μὲν αἰσχρὰ τούτων, τὰ δὲ καλὰ φήσομεν; Ἀνάγκη. Καὶ τῶν μὲν προσήκειν ἡμῖν, εἴπερ, ὁπόσα φλαῦρα, θεοῖς δὲ οὔτε μέγα οὔτε σμικρὸν τῶν τοιούτων μετὸν ἐροῦμεν; Καὶ ταῦθ’ οὕτως ὁμολογοῖ πᾶς ἄν. Τί δέ; ἀμέλειάν τε καὶ ἀργίαν καὶ τρυφὴν εἰς ἀρετὴν ψυχῆς θήσομεν; ἢ πῶς λέγεις; Καὶ πῶς; Ἀλλ’ εἰς τοὐναντίον; Ναί. Τἀναντία ἄρα τούτοις εἰς τἀναντία· τρυφῶν δὴ καὶ ἀμελὴς ἀργός τε, ὃν ὁ ποιητὴς κηφῆσι κοθούροισι μάλιστα εἴκελον ἔφασκεν εἶναι, γίγνοιτ’ ἂν ὁ τοιοῦτος πᾶς ἡμῖν; Ὀρθότατά γε εἰπών. Οὐκοῦν τόν γε θεὸν οὐ ῥητέον ἔχειν ἦθος τοιοῦτον ὅ γε αὐτὸς μισεῖ· τῷ δέ τι τοιοῦτον φθέγγεσθαι πειρωμένῳ οὐκ ἐπιτρεπτέον. Οὐ μὲν δή· πῶς γὰρ ἄν;
PG 21:1049Ὧι δὴ προσήκει μὲν πράττειν καὶ ἐπιμελεῖσθαι διαφερόντως τινός, ὁ δὲ τούτου τοῦ γένους τῶν μὲν μεγάλων ἐπιμελεῖται, τῶν σμικρῶν δὲ ἀμελεῖ, κατὰ τίνα οὖν ἐπαινοῦντες τὸν τοιοῦτον λόγον οὐκ ἂν παντάπασι πλημμελοῖμεν; σκοπῶμεν δὲ ὧδε· ἆρ’ οὐ κατὰ δύο εἴδη τὸ τοιοῦτον πράττει ὁ πράττων, εἴτε θεὸς εἴτε ἄνθρωπος; Ποίω λέγομεν; Ἢ διαφέρον οὐδὲν οἰόμενος εἶναι τῷ ὅλῳ ἀμελουμένων τῶν σμικρῶν, ἢ ῥᾳθυμίᾳ καὶ τρυφῇ, εἰ διαφέρει, ὁ δὲ ἀμελεῖ· ἢ ἔστιν ἄλλως πως γιγνομένη ἀμέλεια; οὐ γάρ που, ὅταν γε ἀδύνατος ᾖ τῶν πάντων ἐπιμελεῖσθαι, τότε ἀμέλεια ἔσται τῶν σμικρῶν ἢ μεγάλων μὴ ἐπιμελουμένῳ, ὧν ἂν δυνάμει φαῦλος ᾖ τις ὢν ἐλλιπὴς καὶ μὴ δυνατὸς ἐπιμελεῖσθαι γίγνηται. Πῶς γὰρ ἄν; Νῦν δύο ὄντες τρισὶν ἡμῖν οὖσιν ἀποκρινάσθωσαν, οἱ θεοὺς μὲν ἀμφότεροι ὁμολογοῦντες εἶναι, παραιτητοὺς δὲ ἕτερος, ὁ δὲ ἀμελεῖς τῶν σμικρῶν. πρῶ-τον μὲν θεὸν ἀμφότεροί φατε γινώσκειν καὶ ὁρᾶν καὶ ἀκούειν πάντα, λαθεῖν δὲ αὐτὸν οὐδὲν δυνατὸν εἶναι τῶν ὁπόσων εἰσὶν αἰσθήσεις τε καὶ ἐπιστῆμαι. ταύτη λέγετε ἔχειν ταῦτα, ἢ πῶς; Οὕτως. Τί δέ; δύνασθαι πάντα ὁπόσων δύναμίς ἐστι θνητοῖς τε καὶ ἀθανάτοις; Πῶς γὰρ οὐ συγχωρήσονται καὶ ταῦτα οὕτως ἔχειν; Καὶ μὴν ἀγαθούς τε καὶ ἀρίστους ὡμολογήκαμεν αὐτοὺς εἶναι, πέντε ὄντες. Σφόδρα γε. Ἆρ’ οὖν οὐ ῥᾳθυμίᾳ μὲν καὶ τρυφῇ ἀδύνατον αὐτοὺς ὁμολογεῖν πράτ-τειν ὁτιοῦν τὸ παράπαν, ὄντας γε οἵους λέγομεν; δειλίας γὰρ ἔγγονοι ἔν γε ἡμῖν ἀργία, ῥᾳθυμίας δὲ ἀργία καὶ τρυφή. Ἀληθέστατα λέγεις. Ἀργίᾳ μὲν δὴ καὶ ῥᾳθυμίᾳ οὐδεὶς ἀμελεῖ θεῶν, οὐ γὰρ μέτεστιν αὐτῷ που δειλίας. Ὀρθότατα λέγεις. Οὐκοῦν τὸ λοιπόν, εἴπερ ἀμελοῦσι τῶν σμικρῶν καὶ ὀλίγων τῶν περὶ τὸ πᾶν, ἢ γινώσκοντες ὡς τὸ παράπαν οὐδενὸς τῶν τοιούτων ἐπιμελεῖσθαι δεῖ, δρῷεν ἂν τοῦτο· ἢ τί τὸ λοιπὸν πλὴν τῷ γινώσκειν τοὐναντίον; Οὐδέν. Πότερον οὖν, ὦ ἄριστε καὶ βέλτιστε, θῶμέν σε λέγοντα ὡς ἀγνοοῦντάς τε καί, δέον[τας] ἐπιμελεῖσθαι, δι’ ἄγνοιαν ἀμελοῦντας, ἢ γινώσκοντας ὅτι δεῖ, καθ-άπερ [οἱ] φαυλότατοι τῶν ἀνθρώπων λέγονται ποιεῖν εἰδότες ἄλλ’ εἶναι βέλ-τιον πράττειν ὧν πράττουσι, διά τινας ἥττας ἡδονῶν ἢ λυπῶν οὐ ποιεῖν; Πῶς γὰρ ἄν; Οὐκοῦν δὴ τά γε ἀνθρώπινα πράγματα τῆς τε ἐμψύχου μετέχει φύσεως, ἀλλὰ καὶ θεοσεβέστατον αὐτό ἐστι πάντων ζῴων ἄνθρωπος. Ἔοικε γοῦν. Θεῶν γε μὴν κτήματά φαμεν εἶναι πάντα, ὁπόσα θνητὰ ζῷα ἢ νοερά, καὶ τὸν οὐρανὸν ὅλον. Πῶς γὰρ οὔ; Ἤδη τοίνυν ἢ σμικρὰ ἢ μεγάλα τις φάτω ταῦτα εἶναι τοῖς θεοῖς· οὐδετέ-ρως γὰρ τοῖς κεκτημένοις ἡμᾶς ἀμελεῖν ἂν εἴη προσῆκον, ἐπιμελεστάτοις τε οὖσι καὶ ἀρίστοις. σκοπῶμεν γὰρ δὴ καὶ τόδε ἔτι πρὸς τούτοις· Τὸ ποῖον; Τὸ περί τε αἰσθήσεως καὶ δυνάμεως ἆρ’ οὐκ ἐναντίως ἀλλήλοις πρὸς ῥᾳστώνην καὶ χαλεπότητά ἐστον πεφυκότες; Πῶς λέγεις; Ὁρᾶν μέν που καὶ ἀκούειν τὰ σμικρὰ χαλεπώτερον ἢ τὰ μεγάλα, φέρειν δὲ αὖ καὶ κρατεῖν καὶ ἐπιμελεῖσθαι τῶν σμικρῶν καὶ ὀλίγων παντὶ ῥᾷον ἢ τῶν ἐναντίων. Πολύ γε. Ἰατρῷ δὴ προστεταγμένον ὅλον τι θεραπεύειν βουλομένῳ καὶ δυναμένῳ τῶν μὲν μεγάλων ἐπιμελὲς ἔσται, τῶν μορίων δὲ καὶ σμικρῶν ἀμελές· εἶθ’ ἕξει ποτὲ καλῶς αὐτῷ τὸ πᾶν; Οὐδαμῶς. Οὐ μὴν οὐδέ γε κυβερνήταις οὐδὲ στρατηγοῖς οὐδ’ οἰκονόμοις οὐδ’ αὖ τισι πολιτικοῖς οὐδὲ ἄλλῳ τῶν τοιούτων οὐδενὶ χωρὶς τῶν ὀλίγων ἢ σμικρῶν πολλὰ ἢ μεγάλα· οὐδὲ γὰρ ἄνευ τῶν σμικρῶν τοὺς μεγάλους φασὶ λιθολόγοι λίθους εὖ κεῖσθαι. Πῶς γὰρ ἄν; Μὴ τοίνυν τὸν θεὸν ἀξιώσωμέν ποτε θνητῶν δημιουργῶν φαυλότερον, οἳ τὰ προσήκοντα αὐτοῖς ἔργα, ὅσῳπερ ἂν ἀμείνους ὦσι, τόσῳ ἀκριβέστερα καὶ τε-λεώτερα μιᾷ τέχνῃ σμικρὰ καὶ μεγάλα ἀπεργάζονται· τὸν δὲ θεὸν ὄντα τε σοφώτατον βουλόμενόν τε ἐπιμελεῖσθαι δυνατὸν εἶναι καὶ δυνάμενον, ὧν μὲν ῥᾷον ἐπιμεληθῆναι, σμικρῶν ὄντων, μηδαμῆ ἐπιμελεῖσθαι, καθάπερ ἀργὸν ἢ δειλόν τινα διὰ πόνους ῥᾳθυμοῦντα, τῶν δὲ μεγάλων. Μηδαμῶς δόξαν τοιαύτην περὶ θεῶν, ὦ ξένε, ἀποδεχώμεθα· οὐδαμῆ γὰρ οὔτε ὅσιον οὔτε ἀληθὲς τὸ διανόημα διανοοίμεθ’ ἄν. δοκοῦμεν δέ μοι νῦν ἤδη καὶ μάλα μετρίως διειλέχθαι τῷ φιλαιτίῳ τῆς ἀμελείας πέρι θεῶν. Ναί, τῷ γε βιάζεσθαι τοῖς λόγοις ὁμολογεῖν αὐτὸν μὴ λέγειν ὀρθῶς. ἐπῳδῶν γε μὴν προσδεῖσθαί μοι δοκεῖ μύθων ἔτι τινῶν. Ποίων, ὦ ’γαθέ; Πείσωμεν τὸν νεανίαν τοῖς λόγοις, ὡς τῷ τοῦ παντὸς ἐπιμελουμένῳ πρὸς τὴν σωτηρίαν καὶ ἀρετὴν τοῦ ὅλου πάντ’ ἐστὶ συντεταγμένα, ὧν καὶ τὸ μέρος εἰς δύναμιν ἕκαστον τὸ προσῆκον πάσχει καὶ ποιεῖ. τούτοις δέ εἰσιν ἄρχοντες προστεταγμένοι ἑκάστοις ἐπὶ τὸ σμικρότατον ἀεὶ πάθης καὶ πράξεως, εἰς μερισμὸν τὸν ἔσχατον τέλος ἀπειργασμένοι· ὧν ἓν καὶ τὸ σόν, ὦ σχέ-τλιε, μόριον εἰς τὸ πᾶν ξυντείνει βλέπον ἀεί, καίπερ πάνσμικρον ὄν. σὲ δὲ λέληθε περὶ τοῦτο αὐτὸ ὡς γένεσις ἕνεκα ἐκείνου γίνεται πᾶσα, ὅπως ᾖ τῷ τοῦ παν-τὸς βίῳ ὑπάρχουσα εὐδαίμων οὐσία, οὐχ ἕνεκα σοῦ γινομένη, σὺ δ’ ἕνεκα ἐκείνου. πᾶς γὰρ ἰατρὸς καὶ πᾶς ἔντεχνος δημιουργὸς παντὸς μὲν ἕνεκα πάντα ἐργάζεται πρὸς τὸ κοινῇ ξυντεῖνον βέλτιστον· μέρος μὴν ἕνεκα ὅλου καὶ οὐχὶ ὅλον μέρους ἕνεκα ἀπεργάζεται. σὺ δὲ ἀγανακτεῖς ἀγνοῶν ὅπη τὸ περὶ σὲ ἄριστον τῷ παντὶ ξυμβαίνει καὶ σοὶ κατὰ δύναμιν τὴν τῆς κοινῆς γενέσεως. ἐπεὶ δὲ ἀεὶ ψυχὴ συντεταγμένη σώματι τοτὲ μὲν ἄλλῳ, τοτὲ δ’ ἄλλῳ, μεταβάλλει παντοίας μεταβολὰς δι’ ἑαυτὴν ἢ δι’ ἑτέραν ψυχήν, οὐδὲν ἄλλο ἔργον τῷ πετ-τευτῇ πλὴν μετατιθέναι τὸ μὲν ἄμεινον γιγνόμενον ἦθος εἰς βελτίω τόπον, χεῖρον δὲ εἰς τὸν χείρονα, ἵνα τὸ πρέπον ἕκαστον τῆς μοίρας λαγχάνῃ. Πῇ λέγεις; Ἧιπερ ἂν ἔχοι ῥᾳστώνη ἐπιμελείας θεοῖς τῶν πάντων, ταύτη μοι δοκεῖ φράζειν. εἰ μὲν γὰρ πρὸς τὸ ὅλον ἀεὶ βλέπων πλάττοι τις μετασχηματίζων τὰ πάντα, οἷον ἐκ πυρὸς ὕδωρ ἔμψυχον καὶ μὴ ξύμπολλα ἐξ ἑνὸς ἢ ἐκ πολλῶν ἕν, πρώτης ἢ δευτέρας ἢ καὶ τρίτης γενέσεως μετειληφότα πλήθεσιν ἂν ὁρᾶν εἴη τῆς μετατιθεμένης κοσμήσεως. νῦν δ’ ἐστὶ θαυμαστὴ ῥᾳστώνη τῷ τοῦ παντὸς ἐπιμελουμένῳ. Πῶς αὖ λέγεις; Ὧδε· ἐπειδὴ κατεῖδεν ἡμῶν ὁ βασιλεὺς ἐμψύχους οὔσας τὰς πράξεις ἁπάσας καὶ πολλὴν μὲν ἀρετὴν ἐν αὐταῖς οὖσαν, πολλὴν δὲ κακίαν, ἀνώλε-θρον δὲ ὂν γενόμενον, ἀλλ’ οὐκ αἰώνιον ψυχὴν καὶ σῶμα, καθάπερ οἱ κατὰ νόμον ὄντες θεοί (γένεσις γὰρ οὐκ ἄν ποτε ἦν ζῴων ἀπολομένου τούτοιν θα-τέρου) καὶ τὸ μὲν ὠφελεῖν ἀεὶ πεφυκός, ὂν ἀγαθὸν ψυχῆς, διενοήθη, τὸ δὲ κακὸν βλάπτειν· ταῦτα πάντα ξυνιδὼν ἐμηχανήσατο, ποῦ κείμενον ἕκαστον τῶν μερῶν νικῶσαν ἀρετήν, ἡττωμένην δὲ κακίαν ἐν τῷ παντὶ παρέχοι μάλιστ’ ἂν καὶ ῥᾷστα καὶ ἄριστα. μεμηχάνηται δὴ πρὸς πᾶν τοῦτο τὸ ποῖον γιγνό-μενον ἀεὶ ποίαν ἕδραν δεῖ μεταλαμβάνον οἰκίζεσθαι καὶ τίνας ποτὲ τόπους· τῆς δὲ γενέσεως τοῦ ποίου τινὸς ἀφῆκε ταῖς βουλήσεσιν ἑκάστων ἡμῶν τὰς αἰτίας. ὅπη γὰρ ἂν ἐπιθυμῇ καὶ ὁποῖός τις ὢν τὴν ψυχήν, ταύτη σχεδὸν ἑκάστοτε καὶ τοιοῦτος γίγνεται ἅπας ἡμῶν ὡς τὸ πολύ. Τὸ γοῦν εἰκός. Μεταβάλλει μὲν τοίνυν πάνθ’ ὅσα μέτοχά ἐστι ψυχῆς, ἐν αὑτοῖς κεκτη-μένα τὴν τῆς μεταβολῆς αἰτίαν· μεταβάλλοντα δὲ φέρεται κατὰ τῆς εἱμαρ-
PG 21:1055μένης τάξιν καὶ νόμον. σμικρότερα μὲν τῶν ἠθῶν μεταβάλλοντα ἐλάττω κατὰ τὸ τῆς χώρας ἐπίπεδον μεταπορεύεται, πλείω δὲ καὶ ἀδικώτερα μεταπεσόντα εἰς βάθος τά τε κάτω λεγόμενα τῶν τόπων, ὅσα Ἅιδην τε καὶ τὰ τούτων ἐχό-μενα τῶν ὀνομάτων ἐπονομάζοντες σφόδρα φοβοῦνται καὶ ὀνειροπολοῦσι ζῶν-τες διαλυθέντες τε τῶν σωμάτων. μείζω δὴ ψυχὴ κακίας ἢ ἀρετῆς ὁπόταν μεταβάλλῃ διὰ τὴν αὑτῆς βούλησίν τε καὶ ὁμιλίαν γενομένην ἰσχυράν, ὁπό-ταν μὲν ἀρετῇ θείᾳ προσμίξασα γίνηται διαφερόντως τοιαῦτα, διαφέροντα καὶ μετέβαλε τόπον ἅγιον ὅλον, μετακομισθεῖσα εἰς ἀμείνω τινὰ τόπον ἕτε-ρον· ὅταν δὲ τἀναντία, ἐπὶ τἀναντία μεθιδρύσατο τὸν αὑτῆς βίον. αὕτη τοι δίκη ἐστὶ βροτῶν οἳ Ὄλυμπον ἔχουσιν, ὦ παῖ καὶ νεανίσκε ἀμελεῖσθαι δοκῶν ὑπὸ θεῶν, κακίω μὲν γινόμενον πρὸς τὰς κακίους ψυχάς, ἀμείνω δὲ πρὸς τὰς ἀμείνους πορευόμενον ἔν τε ζωῇ καὶ ἐν πᾶσι θανάτοις πάσχειν τε, ἃ προσῆκον δρᾶν ἐστι τοῖς προσφυέσι τοὺς προς-φερεῖς, καὶ ποιεῖν. ταύτης τῆς δίκης οὔτε σὺ μήποτε οὔτε ἄλλος ἀτυχὴς γενόμενος ἐπεύξεται περιγενέσθαι θεῶν, ἣν πασῶν δίκην διαφερόντως ἔταξάν τε οἱ τάξαντες χρεών τε ἐξευλαβεῖσθαι παρὰ τὸ πᾶν. οὐ γὰρ ἀμεληθήσῃ ποτὲ ὑπ’ αὐτῆς. οὐχ οὕτω σμικρὸς ὢν δύσῃ κατὰ τὸ τῆς γῆς βάθος οὐδ’ ὑψηλὸς γενόμενος εἰς τὸν οὐρανὸν ἀναπτήσῃ, τίσεις δὲ αὐτῷ τὴν προσήκουσαν τιμω-ρίαν εἴτ’ ἐνθάδε μένων εἴτε καὶ ἐν Ἅιδου διαπορευθεὶς εἴτε καὶ τούτων εἰς ἁγιώτερον ἔτι διακομισθεὶς τόπον. ὁ αὐτὸς δὲ λόγος σοι καὶ περὶ ἐκεί-νων ἂν εἴη τῶν οὓς σὺ κατιδὼν ἐκ σμικρῶν μεγάλους γεγονότας ἀνοσιουργήσαν-τας ἤ τι τοιοῦτον πράξαντας ᾠήθης ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι καὶ ὡς ἐν κατόπτροις αὐτῶν ταῖς πράξεσιν ἡγήσω καθεωρακέναι τὴν πάντων ἀμέλειαν θεῶν, οὐκ εἰδὼς αὐτῶν τὴν συντέλειαν ὅπη ποτὲ τῷ παντὶ ξυμ-βάλλεται. γινώσκειν δὲ αὐτήν, ὦ πάντων ἀνδρειότατε, πρὸς οὐδὲν δοκεῖς; ἥν τις μὴ γινώσκων οὐδ’ ἂν τύπον ἴδοι ποτὲ οὐδὲ λόγον ξυμβάλλεσθαι περὶ βίου δυνατὸς ἂν γένοιτο εἰς εὐδαιμονίαν τε καὶ δυσδαίμονα τύχην. ταῦτα εἰ μέν σε πείθει Κλεινίας ὅδε καὶ ξύμπασα ἡμῶν ἥδε ἡ γερουσία, περὶ θεῶν ὡς οὐκ οἶσθα ὅ τι λέγεις, καλῶς ἄν σοι θεὸς αὐτὸς ξυλλαμβάνοι· εἰ δ’ ἐπιδεὴς ἔτι λόγου ἂν εἴης, λεγόντων ἡμῶν πρὸς τὸν τρίτον ἐπακούσῃ, [εἰ] νοῦν καὶ ὁπωσοῦν ἔχεις. Τούτων ὁ νοῦς, εἰ καὶ μὴ τὰ ῥήματα, ἐν τοῖς Ἑβραίων λογίοις προ-καταβέβληται συντομώτατα καὶ δι’ ὀλίγων τῆς διανοίας περιεχομένης. τό τε γὰρ οὐχ οὕτω μικρὸς ὢν δύσῃ κατὰ τὸ τῆς γῆς βάθος οὐδ’ ὑψηλὸς γενόμενος εἰς τὸν οὐρανὸν ἀναπτήσῃ ὅμοιον ἂν εἴη τῷ παρὰ τῷ Δαβὶδ τοῦτον ἔχοντι τὸν τρόπον· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν Ἅιδην, πάρει· εἰ ἀναλάβοιμι πτέρυγας καὶ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με· ἀλλὰ καὶ τὸ οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγ-γέλλει τὸ στερέωμα· καὶ πάλιν ἐν τῷ Ἡσαί̈ᾳ τὸ ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα· καὶ τὸ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται· καὶ τὸ τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται ἥ τε ἀί̈διος αὐτοῦ δύναμις καὶ θειότης. ἀλλὰ καὶ τὸ ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν μεταπεφράσθαι μοι δοκεῖ ὑπὸ τοῦ Πλάτωνος διὰ τοῦ ὁ αὐτὸς δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη τῶν οὓς σὺ κατιδὼν ἐκ σμικρῶν μεγάλους γεγονότας ἀνοσιουργήσαντας ἤ τι τοιοῦτον πράξαντας ᾠήθης ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι. καὶ τἄλλα δὲ ὅσα τούτοις ὁμοίως εἴρηται προὔλαβε τὴν εἰς πλάτος ἐκτεθεῖσαν τοῦ Πλάτωνος ἑρμηνείαν ἐν τοῖς Ἑβραίων λόγοις. ἕκαστον δ’ οὖν αὐτῶν κατὰ μέρος εὕροις ἂν ἀκριβῶς ἐξετάζων τοῖς Ἑβραίων συμφερόμενον γράμ-μασιν. Ἑβραίων δὲ εἶναι λόγους οὐ μόνα τὰ παρὰ Μωσεῖ λόγιά φημι, ἀλλὰ καὶ τὰ τῶν ἄλλων μετὰ Μωσέα θεοφιλῶν ἀνδρῶν, εἴτε προφητῶν εἴτε καὶ ἀποστόλων τοῦ σωτῆρος ἡμῶν, ὧν ἡ τῶν δογμάτων συμφωνία μιᾶς εἰκό-τως αὐτοὺς καὶ τῆς προσηγορίας ἀξιώσειεν.

Book XIIILiber Decimus Tertius

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 21:1059ΙΓ ΤΑΔΕ ΤΟ ΙΓ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ α. Ὅπως ὁ Πλάτων τῆς Ἑλληνικῆς θεολογίας ἀπήλεγχε τὴν ἀτοπίαν. Ἐκ τοῦ Τιμαίου β. Ἔτι ἀπὸ τοῦ λόγου Ἐπινομίδος περὶ τοῦ αὐτοῦ γ. Ἔτι ἀπὸ τοῦ δευτέρου τῆς Πολιτείας περὶ τοῦ αὐτοῦ δ. Ὅτι πλέον οὐδὲν τῶν αἰσχρῶν μύθων αἱ περὶ τῶν Ἑλληνικῶν θεῶν διηγήσεις περι-έχουσιν, αἷς μὴ πειθόμενον Σωκράτην ἔκτειναν Ἀθηναῖοι. Ἀπὸ τοῦ Εὐθύφρονος ε. Νουμηνίου ἐκ τῶν παρὰ Πλάτωνι ἀπορρήτων περὶ τοῦ αὐτοῦ 2. Ὅτι μὴ δεῖ ταῖς τῶν πολλῶν προσέχειν δόξαις μηδὲ τῆς ἰδίας μετατίθεσθαι προαιρέ-σεως δαὶ θανάτου φόβον. Ἀπὸ τοῦ Κρίτωνος ζ. Ὅτι μὴ δεῖ ἀμύνεσθαι τοὺς ἀδικεῖν ἡμᾶς παρεσκευσαμένους. Ἀπὸ τοῦ αὐτοῦ η. Ὅτι μὴ δεῖ τὰ ἅπαξ ὀρθῶς κριθέντα ἀθετεῖν μηδ’ εἰ θάνατόν τις ἐπάγοι. ἁρμόσει δὲ πρὸς τοὺς ἐν καιροῖς διωγμῶν ἐξομνυμένους τὴν εὐσέβειαν θ. Ὁποῖός ποτε ἔσται τὴν διάθεσιν ὁ διὰ θανάτου φόβον ἐξομνύμενος τὴν οἰκείαν πρό-θεσιν ι. Ὅτι μὴ δέοι φεύγειν τὸν ὑπὲρ ἀληθείας θάνατον. Ἀπὸ τῆς Σωκράτους ἀπολογίας ια. Ὅπως δέοι τιμᾶν τὸν θάνατον τῶν εὐκλεῶς μεταλλαξάντων τὸν βίον. Ἐκ τοῦ Πλάτωνος ιβ. Ὅπως φιλοσοφίας καὶ πρὸ ἡμῶν ἐξ Ἑβραίων Ἀριστόβουλος ὁ Περιπατητικὸς ἐκ τῆς παρ’ Ἑβραίοις φιλοσοφίας ὁμολογεῖ τοὺς Ἕλληνας ὡρμῆσθαι ιγ. Ὡς καὶ Κλήμης ὁμοίως τὰ καλῶς Ἕλλησιν εἰρημένα σύμφωνα τυγχάνειν τοῖς Ἑβραί-ων παρίστησι δόγμασιν. Ἀπὸ τοῦ ε Στρωματέως ιδ. Ὅτι μὴ πάντα ἐπιτυχῶς εἴρηται τῷ Πλάτωνι· διὸ οὐκ ἀλόγως τὴν κατ’ αὐτὸν παρῃτή-μεθα φιλοσοφίαν, τὰ δὲ Ἑβραίων ἀποδεχόμεθα λόγια ιε. Ὅτι μὴ καθόλου ὀρθῶς ὁ Πλάτων τὸν περὶ τῶν νοητῶν οὐσιῶν ἐφώδευσε λόγον, ἀλλ’ Ἑβραῖοι ι. Ὅτι μὴ Ἑβραίοις ὁμοίως κατὰ πάντα ὀρθῶς ἐδόξαζε περὶ ψυχῆς ὁ Πλάτων ιζ. Ὅτι κατὰ Πλάτωνα μὴ ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας ἡ τῆς ψυχῆς συνέστηκε φύσις. Ἀπὸ τῶν Σευήρου τοῦ Πλατωνικοῦ περὶ ψυχῆς ιη. Περὶ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ φωστήρων ὅτι μὴ καθόλου ὀρθῶς ἐδόξασεν ὁ Πλά-των ιθ. Ὁποῖα περὶ γυναικῶν οὐκ ὀρθῶς ὁ Πλάτων διετάξατο κ. Ὁποῖα περὶ ἔρωτος ἐκθέσμου ὁ αὐτὸς διετάξατο ἐν Φαίδρῳ, οἷς ὁ Μωσῆς ἀντινομο-θετεῖ κα. Περὶ τῶν παρὰ Πλάτωνι φονικῶν νόμων, οὐκ ἀξίων ὄντων τῆς μεγαλονοίας αὐτοῦ, οἷς τοὺς Μωσέως ἀντιπαραβλητέον ΙΓ Ἐπειδὴ πέφηνεν ἐν τοῖς πρὸ τούτου συγγράμμασιν ἡ κατὰ Πλάτωνα φιλοσοφία κατὰ πλεῖστα Μωσέως καὶ τῶν παρ’ Ἑβραίοις ἱερῶν λόγων ἑρμη-νείαν ὥσπερ ἐπὶ τὴν Ἑλλάδα φωνὴν περιέχουσα, ἔρχομαι νῦν ὁμοῦ καὶ τὰ λείποντα προσαποδοῦναι τῷ λόγῳ καὶ τὰ τοῖς πρὸ ἡμῶν εἰς τοὺς τόπους εἰρημένα διελθεῖν, ὁμοῦ καὶ διαβολῆς εὐλόγου αἰτίαν ἀπολυσόμενος, εἰ δή τις ἡμῖν ἐπικαλῶν φαίη, τί δή ποτ’ οὖν Μωσέως καὶ Πλάτωνος τὰ συνῳδὰ πεφιλοσοφηκότων οὐχὶ τὰ Πλάτωνος, ἀλλὰ τὰ Μωσέως μέτιμεν, τοὔμ-παλιν δέον, ὅτι δὴ πρὸς τοῖς ἴσοις δόγμασι προσήκων ἡμῖν γένοιτ’ ἂν Ἕλ-
PG 21:1063λησιν οὖσιν ὁ Ἑλληνικὸς μᾶλλον ἢ ὁ βάρβαρος. ὀκνῶν δὲ ἀπαντῆσαι πρὸς τοῦτο αἰδοῖ τῇ πρὸς τὸν φιλόσοφον, τοῦτον μὲν εἰς ὕστερον ἀνατίθεμαι τὸν λόγον, τὰ δέ γε πρῶτά μοι λεχθέντα πρῶτα διασκέψομαι. λαβὼν οὖν ἀνάγνωθι ὁποίαν ἐπήγετο δόξαν ὁ Πλάτων περὶ τῶν Ἑλληνικῶν θεολόγων τε καὶ ποιη-τῶν ὅπως τε πάσας τὰς πατρίους περὶ τῶν θεῶν ὑπολήψεις ἠθέτει καὶ τὴν ἐν αὐτοῖς ἀτοπίαν διήλεγχεν· α. ΟΠΩΣ Ο ΠΛΑΤΩΝ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΘΕΟΛΟΓΙΑΣ ΑΠΗΛΕΓΧΕ ΤΗΝ ΑΤΟΠΙΑΝ· ΕΚ ΤΟΥ ΤΙΜΑΙΟΥ Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν τε καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ’ ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς γέ που τοὺς ἑαυτῶν προγόνους εἰδότων. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ’ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευ-τέον. οὕτως οὖν κατ’ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα, ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες, ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐκγόνους. Διὰ τούτων πιστεύειν τοῖς περὶ θεῶν μύθοις καὶ αὐτοῖς δὲ τοῖς τῶν μύθων ποιηταῖς ὡς δὴ θεῶν ἐκγόνοις οὖσι παρακελευσάμενος, πρῶτα μὲν διὰ τοῦ φάναι ἐκγόνους εἶναι τῶν θεῶν τοὺς ποιητὰς χλευάζειν μοι δοκεῖ, ὡς καὶ τῶν θεῶν ἀνθρώπων γεγονότων καὶ τοῖς ἐκγόνοις ὁμοίων τὴν φύσιν. διαβάλλει δ’ ἑξῆς ἄντικρυς τοὺς θεολόγους, οὓς ἐκγόνους ἔφησεν εἶναι θεῶν, δι’ ὧν ἐπάγει φάσκων καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσι δι’ ὧν τε προστίθησι τὸ ὡς ἔφασαν. παίζειν δ’ ἔοικε λέγων σαφῶς γέ που τοὺς ἑαυτῶν προγόνους εἰδότων καὶ τὸ ἀδύνατον θεῶν παισὶν ἀπιστεῖν. καὶ τὸ παρὰ γνώμην δὲ ταῦτα λέγειν τῶν νόμων ἕνεκα διαρρήδην παρίστησιν, ὁμολογήσας ὅτι δέοι ἑπομένους τῷ νόμῳ πιστεύειν αὐτοῖς. ὅτι δὲ ταῦτ’ ἐνόει, ἐπάκουσον ὅπως γυμνῇ καὶ ἀκατακαλύπτῳ φωνῇ τοὺς δὴ θεολόγους ἅπαντας διαβάλλει, κόπτων ἐν Ἐπινομίδι τού-τοις τοῖς ῥήμασιν· β. ΕΤΙ ΑΠΟ ΤΟΥ ΛΟΓΟΥ ΕΠΙΝΟΜΙΔΟΣ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ Θεογονίαν τοίνυν καὶ ζῳογονίαν ἀναγκαῖον, ὡς ἔοικε, πρῶτόν μοι, κακῶς ἀπεικασάντων τῶν ἔμπροσθεν, βέλτιον ἀπεικάσαι κατὰ τὸν ὕστερον λόγον, ἀναλαβόντα ὃν πρὸς τοὺς ἀσεβεῖς ἐπικεχείρηκα λόγον. Ὅτι δ’ εὐλόγως τὴν τῶν πρώτων θεολογίαν παραιτεῖται διδάσκει ἐν τῷ δευτέρῳ τῆς Πολιτείας, ἔνθα τὸν νοῦν ἐπιστῆσαι ἄξιον ὁπόσα καὶ οἷα περὶ τῶν αὐτῶν ποιητῶν τε καὶ θεολόγων τῶν τε ἐκ παλαιοῦ παραδεδο-μένων περὶ τῶν Ἑλληνικῶν θεῶν διέξεισιν, ὧδε ῥήμασιν αὐτοῖς φάσκων· γ. ΕΤΙ ΑΠΟ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΤΗΣ ΠΟΛΙΤΕΙΑΣ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ Ἐν τοῖς μείζοσιν, ἦν δ’ ἐγώ, ὀψόμεθα καὶ τοὺς ἐλάττους. δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸν δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους. ἢ οὐκ οἴει; Ἔγωγ’, ἔφη· ἀλλ’ οὐκ ἐννοῶ οὐδὲ τοὺς μείζους τίνας λέγεις. Οὓς Ἡσίοδός τε, εἶπον, καὶ Ὅμηρος ἡμῖν ἐλεγέτην καὶ οἱ ἄλλοι ποιηταί. οὗτοι γάρ που μύθους ψευδεῖς τοῖς ἀνθρώποις συντιθέντες ἔλεγόν τε καὶ λέγουσι. Ποίους δή, ἦ δ’ ὅς, καὶ τί αὐτῶν μεμφόμενος λέγεις; Ὅπερ, ἦν δ’ ἐγώ, χρὴ πρῶτόν τε καὶ μάλιστα μέμφεσθαι, ἄλλως τε καὶ ἐάν τις μὴ καλῶς ψεύδη-ται. Τί τοῦτο; Ὅταν εἰκάζῃ τις κακῶς οὐσίαν τῷ λόγῳ περὶ θεῶν τε καὶ ἡρώων, οἷοί εἰσιν, ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων οἷς ἂν ὅμοια βου-ληθῇ γράψαι. Καὶ γάρ, ἔφη, ὀρθῶς ἔχει τὰ τοιαῦτα μέμφεσθαι. ἀλλὰ πῶς δὴ λέγομεν καὶ ποῖα; Πρῶτον μὲν δή, ἦν δ’ ἐγώ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐ καλῶς ἐψεύσατο, ὡς Οὐρανός τε εἰργάσατο, ἅ φησι δρᾶσαι αὐτὸν Ἡσίοδος, ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν. τὰ δὲ δὴ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος οὐδ’ ἂν εἰ ἦν ἀληθῆ, ᾤμην δεῖν ῥᾳδίως οὕτω λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δ’ ἀνάγκη τις ἦν λέγειν, δι’ ἀπορρήτων ἀκούειν ὡς ὀλιγίστους, θυσαμένους οὐ χοῖρον, ἀλλά τι μέγα καὶ ἄπορον θῦμα, ὅπως ὡς ἐλαχίστοις συνέβη ἀκοῦσαι. Καὶ γάρ, ἦ δ’ ὅς, οὗτοί γε οἱ λόγοι χαλεποί. Καὶ οὐ λεκτοί, ὦ Ἀδείμαντε, ἐν τῇ ἡμετέρᾳ πόλει. οὐδὲ λεκτέον νέῳ ἀκούοντι ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ οὐδ’ αὖ ἀδικοῦντα πατέρα κολάζων παντὶ τρόπῳ, ἀλλὰ δρῴη ἂν ὅπερ θεῶν οἱ πρῶτοί τε καὶ μέγιστοι. Οὐ μὰ τὸν Δία, ἦ δ’ ὅς, οὐδὲ αὐτῷ μοι δοκεῖ ἐπιτήδεια εἶναι λέγειν. Οὐδέ γε, ἦν δ’ ἐγώ, τὸ παράπαν ὡς θεοὶ θεοῖς πολεμοῦσί τε καὶ ἐπιβουλεύουσι καὶ μάχονται (οὔτε γὰρ ἀληθῆ)· εἴ γε δεῖ ἡμᾶς τοὺς μέλλοντας τὴν πόλιν φυλάσσειν αἴσχιστον νομίζειν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι. πολλοῦ δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ποικιλτέον καὶ ἄλλας ἔχθρας πολλὰς καὶ παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν, ἀλλ’ εἴ πως μέλλοιμεν πείσειν, ὡς οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ ἀπήχθετο οὐδ’ ἐστὶ τοῦτο ὅσιον, τοιαῦτα μᾶλλον λεκτέα πρὸς τὰ παιδία εὐθὺς καὶ γέρουσι καὶ γραυσὶ καὶ πρεσβυτέροις γινομένοις καὶ τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν. Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρός, μέλλοντος τῇ μητρὶ ἀμύνειν τυπτομένῃ, καὶ θεομαχίας ὅσας Ὅμηρος πεποίηκεν, οὐ παραδε-κτέον εἰς τὴν πόλιν, οὔτ’ ἐν ὑπονοίαις πεποιημένας οὔτε ἄνευ ὑπονοιῶν. ὁ γὰρ νέος οὐχ οἷός τε κρίνειν ὅ τι τε ὑπόνοια καὶ ὅ τι μή, ἀλλ’ ἃ ἂν τηλικοῦτος ὢν λάβῃ ἐν ταῖς δόξαις, δυσέκνιπτά τε καὶ ἀμετάστατα φιλεῖ γί-γνεσθαι. ὧν δὴ ἴσως ἕνεκα περὶ παντὸς ποιητέον, ἃ πρῶτα ἀκούουσιν, ὅτι κάλ-λιστα μεμυθολογημένα πρὸς ἀρετὴν ἀκούειν. Ἔχει γάρ, ἔφη, λόγον· ἀλλ’ εἴ τις αὖ καὶ ταῦτα ἐρωτῴη ἡμᾶς ἅττα ἐστὶ καὶ τίνες οἱ μῦθοι, τίνας ἂν φαῖμεν; Καὶ ἐγὼ εἶπον· ὦ Ἀδείμαντε, οὔκ ἐσμεν ποιηταὶ ἐγώ τε καὶ σὺ ἐν τῷ παρόντι, ἀλλ’ οἰκισταὶ πόλεως. οἰκισταῖς δὲ τοὺς μὲν τύπους προσήκει εἰδέναι ἐν οἷς δεῖ μυθολογεῖν τοὺς ποιητάς, παρ’ οὓς ἐὰν ποιῶσιν οὐκ ἐπι-τρεπτέον, οὐ μὴν αὐτοῖς γε ποιητέον μύθους. Ὀρθῶς, ἔφη· ἀλλ’ αὐτὸ δὴ τοῦτο οἱ τύποι περὶ θεολογίας τίνες ἂν εἶεν; Τοιοίδε πού τινες, ἦν δ’ ἐγώ, οἷος τυγχάνει ὢν ὁ θεός, ἀεὶ δή που ἀποδοτέον, ἐάν τέ τις αὐτὸν ἐν ἔπεσι ποιῇ ἐάν τε ἐν μέλεσιν ἐάν τε ἐν τραγῳδίᾳ. Δεῖ γάρ. Οὐκοῦν ἀγαθὸς ὁ θεὸς τῷ ὄντι τε καὶ λεκτέον οὕτω. Τί μήν; Ἀλλὰ μὴν οὐδέν γε τῶν ἀγαθῶν βλαβερόν. ἦ γάρ; Οὔ μοι δοκεῖ. Ἆρ’ οὖν τὸ μὴ βλαβερὸν βλάπτει; Οὐδαμῶς. Ὃ δὲ μὴ βλάπτει, κακόν τι ποιεῖ; Οὐδὲ τοῦτο. Ὃ δέ γε μηδὲν κακὸν ποιεῖ, οὐδ’ ἄν τινος εἴη κακοῦ αἴτιον. Πῶς γὰρ οὔ; Τί δέ; ὠφέλιμον τὸ ἀγαθόν; Ναί. Αἴτιον ἄρα εὐπραγίας; Ναί. Οὐκ ἄρα πάντων γε αἴτιον τὸ ἀγαθόν, ἀλλὰ τῶν μὲν εὖ ἐχόντων αἴτιον, τῶν δὲ κακῶν ἀναίτιον. Παντελῶς γε, ἔφη. Οὐδ’ ἄρα, ἦν δ’ ἐγώ, ὁ θεός, ἐπεὶ ἀγαθός, πάντων ἂν εἴη αἴτιος, ὡς οἱ πολλοὶ λέγουσιν, ἀλλ’ ὀλίγων μὲν τοῖς ἀνθρώποις αἴτιος, πολλῶν δὲ ἀναίτιος· πολὺ γὰρ ἐλάττω τὰ
PG 21:1075ἀγαθὰ τῶν κακῶν ἡμῖν. καὶ τῶν μὲν ἀγαθῶν οὐδὲν ἄλλο αἰτιατέον, τῶν δὲ κακῶν ἄλλ’ ἄττα δεῖ ζητεῖν τὰ αἴτια, ἀλλ’ οὐ τὸν θεόν. Ἀληθέστατα, ἔφη, δοκεῖς μοι λέγειν. Οὐκ ἄρα, ἦν δ’ ἐγώ, ἀποδεκτέον οὔτε Ὁμήρου οὔτε ἄλλου ποιη-τοῦ ταύτην τὴν ἁμαρτίαν περὶ τοὺς θεοὺς ἀνοήτως ἁμαρτάνοντος καὶ λέγον-τος ὡς δοιοὶ πίθοι κατακείαται ἐν Διὸς οὔδει κηρῶν ἔμπλειοι, ὁ μὲν ἐσθλῶν, αὐτὰρ ὁ δειλῶν· καὶ ᾧ μὲν ἂν μίξας ὁ Ζεὺς ἀμφοτέρων δῷ, ἄλλοτε μέν γε κακῷ ὅ γε κύρεται, ἄλλοτε δ’ ἐσθλῷ. ᾧ δ’ ἂν μή, ἀλλ’ ἄκρατα τὰ ἕτερα, τὸν δὲ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει· οὐδ’ ὡς ταμίας ὁ Ζεὺς ἀγαθῶν τε κακῶν τε τέτυκται.3 τὴν δὲ τῶν ὅρκων καὶ σπονδῶν σύγχυσιν, ἣν ὁ Πάνδαρος συνέχεεν, ἐάν τις φῇ δι’ Ἀθηνᾶς τε καὶ Διὸς γεγονέναι, οὐκ ἐπαινεσόμεθα· οὐδὲ θεῶν ἔριν τε καὶ κρίσιν διὰ Θέμι-δός τε καὶ Διός· οὐδ’ αὖ, ὡς Αἰσχύλος λέγει, ἐατέον ἀκούειν τοὺς νέους, ὅτι θεὸς μὲν αἰτίαν φύει βροτοῖς, ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ. ἀλλ’ ἐάν τις ποιῇ ἐν οἷς ταῦτα τὰ ἰαμβεῖα ἔνεστι, τὰ τῆς Νιόβης πάθη ἢ τὰ Πελοπιδῶν ἢ τὰ Τρωϊκὰ ἤ τι ἄλλο τῶν τοιούτων, ἢ οὐ θεοῦ ἔργα ἐατέον αὐτὰ λέγειν, ἢ εἰ θεοῦ, ἐξευρετέον αὐτοῖς σχεδὸν ὃν νῦν ἡμεῖς λόγον ζητοῦμεν, καὶ λεκτέον ὡς ὁ μὲν θεὸς δίκαιά τε καὶ ἀγαθὰ εἰργάζετο, οἱ δὲ ὤναντο κολαζό-μενοι. ὡς δ’ ἄθλιοι μὲν οἱ δίκην διδόντες, ἦν δὲ ὁ δρῶν ταῦτα θεός, οὐκ ἐατέον λέγειν τὸν ποιητήν. ἀλλ’ εἰ μὲν ὅτι ἐδεήθησαν κολάσεως λέγοιεν ὡς ἄθλιοι [οἱ] κακοί, διδόντες δὲ δίκην ὠφελοῦντο ὑπὸ τοῦ θεοῦ, ἐατέον. κακῶν δὲ αἴτιον φάναι θεόν τινι γίγνεσθαι ἀγαθὸν ὄντα, διαμαχητέον παντὶ τρόπῳ μήτε τινὰ λέγειν ταῦτα ἐν τῇ ἑαυτοῦ πόλει, εἰ μέλλει εὐνομήσεσθαι, μήτε τινὰ ἀκούειν, μήτε νεώτερον μήτε πρεσβύτερον, μήτ’ ἐν μέτρῳ μήτε ἄνευ μέτρου μυθολογοῦντα, ὡς οὔτε ὅσια ἂν λεγόμενα, εἰ λέγοιτο, οὔτε ξύμφορα ἡμῖν οὔτε ξύμφωνα αὐτὰ αὑτοῖς. Ξύμψηφός σοι εἰμί, ἔφη, τούτου τοῦ νόμου κἀμοὶ ἀρέσκει. Οὗτος μὲν τοίνυν, ἦν δ’ ἐγώ, εἷς ἂν εἴη τῶν περὶ θεοῦ νόμων τε καὶ τύπων, ἐν οἷς δεήσει τούς τε λέγοντας λέγειν καὶ τοὺς ποιοῦν-τας ποιεῖν μὴ πάντων αἴτιον τὸν θεόν, ἀλλὰ τῶν ἀγαθῶν. Καὶ μάλα, ἔφη, ἀπόχρη. Τί δὲ δὴ ὁ δεύτερος ὅδε; ἆρα γόητα τὸν θεὸν οἴει εἶναι καὶ οἷον ἐξ ἐπιβουλῆς φαντάζεσθαι ἄλλοτε ἐν ἄλλαις ἰδέαις, τοτὲ μὲν αὐτὸν γιγνό-μενον καὶ ἀλλάττοντα τὸ αὑτοῦ εἶδος εἰς πολλὰς μορφάς, τοτὲ δὲ ἡμᾶς ἀπα-τῶντα καὶ ποιοῦντα περὶ αὑτοῦ τοιαῦτα δοκεῖν, ἢ ἁπλοῦν τε εἶναι καὶ πάν-των ἥκιστα τῆς αὑτοῦ ἰδέας ἐκβαίνειν; Οὐκ ἔχω, ἔφη, νῦν γε οὕτως εἰπεῖν. Τί δὲ τόδε; οὐκ ἀνάγκη, εἴπερ τι ἐξίσταιτο τῆς αὑτοῦ ἰδέας, ἢ αὐτὸ ὑφ’ αὑτοῦ μεθίστασθαι, ἢ ὑπ’ ἄλλου; Ἀνάγκη. Οὐκοῦν ὑπὸ μὲν ἄλλου τὰ ἄριστα ἔχοντα ἥκιστα ἀλλοιοῦταί τε καὶ κινεῖται, οἷον σῶμα ὑπὸ σιτίων τε καὶ ποτῶν καὶ πόνων καὶ πᾶν φυτὸν ὑπὸ εἱλήσεών τε καὶ ἀνέμων καὶ τῶν τοιούτων παθη-μάτων, οὐ τὸ ὑγιέστατόν τε καὶ χαριέστατον ἥκιστα ἀλλοιοῦται; Πῶς δ’ οὔ; Ψυχὴν δὲ οὐ τὴν ἀνδρειοτάτην καὶ φρονιμωτάτην ἥκιστ’ ἄν τι πάθος ἔξωθεν ταράξειέ τε καὶ ἀλλοιώσειε; Ναί. Καὶ μήν που καὶ τά γε ξύνθετα πάντα σκεύη τε καὶ οἰκοδομήματα καὶ ἀμφιέσματα, κατὰ τὸν αὐτὸν λόγον, τὰ εὖ εἰργασμένα καὶ εὖ ἔχοντα ὑπὸ χρόνου τε καὶ τῶν ἄλλων παθημάτων ἥκιστα ἀλλοιοῦται. Ἔστι ταῦτα. Πᾶν δὴ τὸ καλῶς ἔχον ἢ φύσει ἢ τέχνῃ ἢ ἀμφοτέροις ἐλαχίστην μεταβολὴν ὑπ’ ἄλλου ἐνδέχεται. Ἔοικεν. Ἀλλὰ μὴν ὁ θεός γε καὶ τὰ τοῦ θεοῦ πάντη ἄριστα ἔχει. Πῶς δ’ οὔ; Ταύτη μὲν δὴ ἥκιστ’ ἂν πολλὰς μορφὰς ἴσχοι ὁ θεός. Ἥκιστα δή. Ἀλλ’ ἆρα αὐτὸς αὑτὸν μετα-βάλλοι ἂν καὶ ἀλλοιοῖ; Δηλονότι, ἔφη, εἴπερ ἀλλοιοῦται. Πότερον οὖν ἐπὶ τὸ βέλτιόν τε καὶ κάλλιον μεταβάλλει ἑαυτόν, ἢ ἐπὶ τὸ χεῖρον καὶ αἴσχιον αὑτοῦ; Ἀνάγκη, ἔφη, ἐπὶ τὸ αἴσχιον ἑαυτοῦ, εἴπερ ἀλλοιοῦται· οὐ γάρ που ἐνδεᾶ γε φήσομεν τὸν θεὸν κάλλους ἢ ἀρετῆς εἶναι. Ὀρθότατα, ἦν δ’ ἐγώ, λέγεις. καὶ οὕτως ἔχοντος δοκεῖ ἄν τίς σοι, ὦ Ἀδείμαντε, ἑκὼν αὑτὸν χείρω ποιεῖν ὁπηοῦν ἢ θεῶν ἢ ἀνθρώπων; Ἀδύνατον, ἔφη. Ἀδύνατον ἄρα καὶ θεὸν ἐθέλειν αὑτὸν ἀλλοιοῦν, ἀλλ’, ὡς ἔοικε, κάλλιστος καὶ ἄριστος ὢν εἰς τὸ δυνα-τὸν ἕκαστος αὐτῶν μένει ἀεὶ ἁπλῶς ἐν τῇ αὑτοῦ μορφῇ. Πᾶσα, ἔφη, ἀνάγκη ἔμοιγε δοκεῖ. Μηδεὶς ἄρα, ἦν δ’ ἐγώ, ὦ ἄριστε, λεγέτω ἡμῖν τῶν ποιητῶν ὡς θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι, παντοῖοι τελέθοντες ἐπιστρωφῶσι πόληας· μηδὲ Πρωτέως τε καὶ Θέτιδος καταψευδέσθω μηδεὶς μηδ’ ἐν τραγῳ-δίαις μηδ’ ἐν τοῖς ἄλλοις ποιήμασιν εἰσαγέτω Ἥραν ἠλλοιωμένην ὡς ἱέρειαν ἀγείρουσαν Ἰνάχου Ἀργείου ποταμοῦ παισὶν βιοδώροις. καὶ ἄλλα τοιαῦτα πολλὰ μὴ ἡμῖν ψευδέσθωσαν· μηδ’ αὖ ὑπὸ τούτων ἀναπειθόμεναι αἱ μητέρες τὰ παιδία ἐκδειματούντων, λέγουσαι τοὺς μύθους κακῶς, ὡς ἄρα θεοί τινες περιέρχονται νύκτωρ πολλοῖς ζῴοις καὶ παντοδαποῖς ἰνδαλλόμενοι, ἵνα μὴ ἅμα μὲν εἰς θεοὺς βλασφημῶσιν, ἅμα δὲ τοὺς παῖδας ἀπεργάζωνται δειλοτέρους. Μὴ γάρ, ἔφη. Ἀλλ’ ἆρα, ἦν δ’ ἐγώ, αὐτοὶ μὲν οἱ θεοί εἰσιν οἷοι μὴ μεταβάλλειν, ἡμᾶς δὲ ποιοῦσι δοκεῖν σφᾶς παντοδαποὺς φαίνεσθαι ἐξαπατῶντες καὶ γοητεύοντες; Ἴσως, ἔφη. Τί δέ; ἦν δ’ ἐγώ· ψεύ-δεσθαι ὁ θεὸς ἐθέλοι ἂν ἢ λόγῳ ἢ ἔργῳ φαντάσματα προτείνων; Οὐκ οἶδα, ἦ δ’ ὅς. Οὐκ οἶσθα, ἦν δ’ ἐγώ, ὅτι τό γε ἀληθῶς ψεῦδος, εἰ οἷόν τε τοῦτ’ εἰπεῖν, πάντες θεοί τε καὶ ἄνθρωποι μισοῦσι; Πῶς, ἔφη, λέγεις; Οἶσθά που, ἦν δ’ ἐγώ, ὅτι τῷ κυριωτάτῳ ἑαυτῶν ψεύδεσθαι καὶ περὶ τὰ κυριώτατα οὐδεὶς ἑκὼν ἐθέλει, ἀλλὰ πάντων μάλιστα φοβεῖται ἐκεῖ αὐτὸ κεκτῆσθαι. Οὐδὲ νῦν πω, ἦ δ’ ὅς, μανθάνω. Οἴει γάρ τί με, ἔφην, σεμνὸν λέγειν· ἐγὼ δὲ λέγω ὅτι τῇ ψυχῇ περὶ τὰ ὄντα ψεύδεσθαί τε καὶ ἐψεῦσθαι καὶ ἀμαθῆ εἶναι καὶ ἐνταῦθα ἔχειν τε καὶ κεκτῆσθαι τὸ ψεῦδος πάντες ἥκιστ’ ἂν δέξαιντο καὶ μισοῦσι μάλιστα αὐτὸ ἐν τῷ τοιούτῳ. Πολύ γ’, ἔφη. Ἀλλὰ μὴν ὀρ-θότατά γε ἄν, ὃ νῦν δὴ ἔλεγον, τοῦτο ὡς ἀληθῶς ψεῦδος καλοῖτο, ἡ ἐν τῇ ψυχῇ τοῦ ἐψευσμένου ἄγνοια, ἐπεὶ τό γε ἐν τοῖς λόγοις μίμημά τι τοῦ ἐν τῇ ψυχῇ ἐστι παθήματος καὶ ὕστερον γεγονὸς εἴδωλον, οὐ πάνυ ἄκρατον ψεῦδος. ἢ οὐχ οὕτω; Πάνυ μὲν οὖν. Τὸ μὲν δὴ τῷ ὄντι ψεῦδος οὐ μόνον ὑπὸ θεῶν, ἀλλὰ καὶ ὑπ’ ἀνθρώπων μισεῖται. Δοκεῖ μοι. Τί δὲ δή; τὸ ἐν τοῖς λόγοις ψεῦ-δος πότε καὶ ἐν τῷ χρήσιμον, ὥστε μὴ ἄξιον εἶναι μίσους; ἆρ’ οὐ πρός τε τοὺς πολεμίους καὶ τῶν καλουμένων φίλων, ὅταν διὰ μανίαν ἤ τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσι πράττειν, τότε ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον γίγνε-ται; καὶ ἐν αἷς νῦν δὴ ἐλέγομεν ταῖς μυθολογίαις, διὰ τὸ μὴ εἰδέναι ὅπη τἀληθὲς ἔχει περὶ τῶν παλαιῶν, ἀφομοιοῦντες τῷ ἀληθεῖ τὸ ψεῦδος ὅτι μά-λιστα, οὕτω χρήσιμον ποιοῦμεν; Καὶ μάλα, ἦ δ’ ὅς, οὕτως ἔχει. Κατὰ τί δὴ οὖν τούτων τῷ θεῷ τὸ ψεῦδος χρήσιμον; πότερον διὰ τὸ μὴ εἰδέναι τὰ παλαιὰ ἀφομοιῶν ἂν ψεύδοιτο; Γελοῖον μεντἂν εἴη, ἔφη. Ποιητὴς μὲν ἄρα ἐν θεῷ ψευδὴς οὐκ ἔνι; Οὔ μοι δοκεῖ. Ἀλλὰ δεδιὼς τοὺς ἐχθροὺς ἂν ψεύδοιτο; Πολ-λοῦ γε δεῖ. Ἀλλὰ δι’ οἰκείων ἄνοιαν ἢ μανίαν; Ἀλλ’ οὐδείς, ἔφη, τῶν ἀνοή-
PG 21:1077των καὶ μαινομένων θεοφιλής. Οὐκ ἄρα ἐστὶν οὗ ἕνεκα ἂν θεὸς ψεύδοιτο; Οὐκ ἔστι. Πάντη ἄρα ἀψευδὲς τὸ δαιμόνιον καὶ τὸ θεῖον. Παντάπασι μὲν οὖν, ἔφη. Κομιδῇ ἄρα ὁ θεὸς ἁπλοῦν καὶ ἀληθὲς ἔν τε ἔργῳ καὶ λόγῳ καὶ οὔτε αὐτὸς μεθίσταται οὔτε ἄλλους ἐξαπατᾷ οὔτε κατὰ φαντασίας οὔτε κατὰ λόγους οὔτε κατὰ σημείων πομπὰς ὕπαρ οὐδ’ ὄναρ. Οὕτως, ἔφη, ἔμοιγε καὶ αὐτῷ φαίνε-ται σοῦ λέγοντος. Συγχωρεῖς ἄρα, ἔφη[ν], τοῦτον δεύτερον τύπον εἶναι ἐν ᾧ δεῖ περὶ θεῶν καὶ λέγειν καὶ ποιεῖν, ὡς μήτε αὐτοὺς γόητας ὄντας τῷ μετα-βάλλειν ἑαυτοὺς μήθ’ ἡμᾶς ψεύδεσι παράγειν ἐν λόγῳ ἢ ἐν ἔργῳ; Συγχωρῶ. Πολλὰ ἄρα Ὁμήρου ἐπαινοῦντες τοῦτο οὐκ ἐπαινεσόμεθα, τὴν τοῦ ἐν-υπνίου πομπὴν ὑπὸ Διὸς τῷ Ἀγαμέμνονι· οὐδ’ Αἰσχύλου, ὅταν φῇ ἡ Θέτις τὸν Ἀπόλλω ἐν τοῖς αὑτῆς γάμοις ᾄδοντα ἐνδατεῖσθαι τὰς ἑὰς εὐπαιδίας νόσων τ’ ἀπείρους καὶ μακραίωνος βίου. ξύμπαντά τ’ εἰπών, θεοφιλεῖς ἐμὰς τύχας, παιῶν’ ἐπευφήμησεν, εὐθυμῶν ἐμέ. κἀγὼ τὸ Φοίβου θεῖον ἀψευδὲς στόμα ἤλπιζον εἶναι, μαντικῇ βρύον τέχνῃ. ὁ δ’ αὐτὸς ὑμνῶν, αὐτὸς ἐν θοίνῃ παρών, αὐτὸς τάδ’ εἰπών, αὐτός ἐστιν ὁ κτανὼν τὸν παῖδα τὸν ἐμόν. ὅταν τις τοιαῦτα λέγῃ περὶ θεῶν, χαλεπανοῦμέν τε καὶ χορὸν οὐ δώ-σομεν οὐδὲ τοὺς διδασκάλους ἐάσομεν ἐπὶ παιδείᾳ χρῆσθαι τῶν νέων, εἰ μέλλου-σιν ἡμῖν οἱ φύλακες θεοσεβεῖς τε καὶ θεῖοι γίγνεσθαι, καθ’ ὅσον ἀνθρώπῳ ἐπὶ πλεῖστον οἷόν τε. Παντάπασιν, ἔφη, ἐγὼ τοὺς τύπους τούτους συγχωρῶ καὶ ὡς νόμοις ἂν αὐτοῖς χρῴμην. Ταῦτα μὲν ὁ Πλάτων. εὕροις δ’ ἂν τὴν Ἑβραίων γραφὴν οὐδαμῶς μὲν μύθους αἰσχροὺς περὶ τοῦ τῶν ὅλων θεοῦ, ἀλλ’ οὐδὲ περὶ τῶν ἀμφ’ αὐτὸν θείων ἀγγέλων οὐδέ γε περὶ τῶν θεοφιλῶν ἀνδρῶν ὁμοίως ταῖς Ἑλληνι-καῖς θεολογίαις περιέχουσαν, τὸν δὲ ὑπὸ τοῦ Πλάτωνος ἐκτεθέντα τύπον ὅτι τε ἀγαθὸς ὢν ὁ θεὸς τυγχάνει καὶ τὰ πρὸς αὐτοῦ γεγονότα πάντα τοιαῦτα. ἐφ’ ἑκάστῳ δ’ οὖν τῶν δημιουργημάτων ὁ θαυμάσιος Μωσῆς ἐπιλέγει· Καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν ἐπί τε πᾶσι τὸν περὶ πάντων συγκεφαλαιού-μενος λόγον φησί· Καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. δόγμα δὲ Ἑβραίων ἐστὶ καὶ τὸ μὴ εἶναι τὸν θεὸν κακῶν αἴτιον, εἰ δὴ ὁ θεὸς θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου· φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. διὸ καὶ παρὰ τῷ προφήτῃ εἰσῆκται λέγων ὁ θεὸς πρὸς τὸν ἐξ οἰκείας προαιρέσεως κακὸν γεγενημένον· Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστρά-φης εἰς τὰ ὀπίσω ἡ ἄμπελος ἡ ἀλλοτρία; εἰ δέ που λέγοιτο κακὰ τοῖς φαύλοις ἐκ θεοῦ συμβαίνειν, ὁμωνύμως ἀκουστέον ὡς τῶν τιμωριῶν οὕτω κεκλημένων, ἃς ἀγαθὸς ὢν ὁ θεὸς οὐκ ἐπὶ βλάβῃ τῶν τιμωρουμένων, ἐπ’ ὠφελείᾳ δὲ καὶ συμφέροντι λέγεται ἐπάγειν· ὥσπερ ἂν καὶ ἰατρὸς ἐπὶ σωτηρίᾳ τῶν καμνόν-των κακὰ νομίζοιτο προσφέρειν τὰς ἀλγεινὰς καὶ πικρὰς θεραπείας. διὸ καὶ ἐπὶ τῆς θείας γραφῆς, ἔνθα εἴρηται κακὰ ἀνθρώποις ἐπάγεσθαι ὑπὸ τοῦ θεοῦ, τὰ παρὰ τῷ Πλάτωνι λεκτέον, ὡς ὁ μὲν θεὸς δίκαιά τε καὶ ἀγαθὰ εἰργάζετο, καὶ ὅτε τὰ σκυθρωπὰ καὶ ἀνθρώποις κακὰ νενομισμένα τοῖς τούτων ἀξίοις ἐπῆγεν, οἱ δὲ ὤναντο κολαζόμενοι, οὐ μόνον κατὰ τὸν φιλό-σοφον, ἀλλὰ καὶ κατὰ τὴν Ἑβραίων γραφὴν λέγουσαν· Ὃν γὰρ ἀγαπᾷ κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. ὡς δ’ ἄθλιοι μὲν οἱ δίκην διδόντες, ἦν δὲ ὁ δρῶν ταῦτα ὁ θεός, οὐκ ἐατέον λέγειν τὸν ποιητήν, ἀλλ’ εἰ μὲν ὅτι ἐδεήθησαν κολάσεως λέγοιεν ὡς ἄθλιοι κακοί, διδόντες δὲ δίκην ὠφελοῦντο ὑπὸ τοῦ θεοῦ, ἐατέον· κακῶν δὲ αἴτιον φάναι θεόν τινι γίγνεσθαι, ἀγαθὸν ὄντα, διαμαχητέον παντὶ τρόπῳ. ἀλλὰ καὶ περὶ τοῦ μὴ ἀλλοιοῦσθαι τὸν θεὸν ἡ παρ’ Ἑβραίοις προφητεία ὧδέ πη ἐκ προσώπου τοῦ θεοῦ διδάσκει λέγουσα· Διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν καὶ οὐκ ἠλλοίωμαι. καὶ ἐν ταῖς θεολογίαις δὲ ὁ Δαβὶδ ἀναφωνεῖ λέγων· Πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. εἰ δέ πη τὸν τοῦ θεοῦ λόγον εἰσάγουσιν ἐν εἴδει καὶ σχήματι ἀνθρωπείῳ παρα-φαινόμενον, λεκτέον ὡς οὐ κατὰ τοὺς Ἑλλήνων μύθους ὁμοίως Πρωτεῖ καὶ Θέτιδι καὶ Ἥρᾳ οὐδ’ ὡς οἱ θεοὶ οἱ περιερχόμενοι νύκτωρ πολλοῖς ζῴοις καὶ παντοδαποῖς ἰνδαλλόμενοι καὶ τὸν τοῦ θεοῦ λόγον ἀνθρώποις πεφηνό-τα εἰσάγουσιν οἱ Ἑβραίων λόγοι, ἀλλ’ ὡς αὐτὸς ὁ Πλάτων δεῖν ποτέ φησιν ἐπὶ φίλων εὐεργεσίᾳ, ὅταν διὰ μανίαν ἤ τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσι πράττειν, τότε ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον γενέσθαι τὴν τοῦ θεοῦ εἰς ἀνθρώπους πάροδον. ἐπεὶ οὖν τῶν ἐπὶ γῆς ζῴων οὐδὲν ἦν θεο-φιλέστερον γένος ἀνθρώπου, συγγενές τε καὶ οἰκεῖον τῷ τοῦ θεοῦ λόγῳ, παρ’ οὗ καὶ λογικὸς τὴν τῆς ψυχῆς φύσιν ἀπείργαστο, εἰκότως, οἷα φίλου ζῴου κηδόμενον, τὸν ἐπουράνιον λόγον ἥκειν ἐπὶ θεραπείᾳ φασὶ παντὸς τοῦ γένους, νόσον καὶ μανίαν ἔκτοπον ὑπομείναντος, ὡς μήτε τὸν πατέρα γινώσκειν θεὸν μήτε τὴν οἰκείαν τῆς νοερᾶς φύσεως οὐσίαν μήτ’ αὖ θεοῦ πρόνοιαν, σώτειραν τῶν ὅλων, εἰς ἀλόγου δὲ ζῴου σχεδὸν ὅσον παρατρο-πὴν ἥκοντος. διὸ δὴ τὸν σωτῆρα καὶ ἰατρὸν ἐπιστῆναι λέγουσιν, οὐ μὲν δὴ τῆς οἰκείας ἐκστάντα φύσεως οὐδέ γε ψευσάμενον τοὺς ὁρῶντας, ἄμφω δὲ ἀληθῆ φυλάξαντα, τό τε ἀφανὲς καὶ τὸ ὁρώμενον. πῆ μὲν γὰρ ἀλη-θὴς ἄνθρωπος ἑωρᾶτο, πῆ δὲ θεοῦ λόγος ἦν ἀληθής, οὐ γοητεύων οὐδὲ τοὺς θεωμένους ἐξαπατῶν, ἐπειδὴ τὸ θεῖον ἀψευδὲς καλῶς ἔχειν ἐδόκει καὶ Πλάτωνι. κομιδῇ ἄρα ὁ θεός, λόγος ἁπλοῦς ὢν καὶ ἀληθὴς ἔν τε ἔργῳ καὶ λόγῳ, οὔτε αὐτὸς μεθίστατο οὔτε ἄλλους ἐξηπάτα οὔτε κατὰ φαντασίας οὔτε κατὰ λόγους οὔτε κατὰ σημείων πομπὰς ὕπαρ οὐδ’ ὄναρ. πάντα γὰρ ὅσα τοιαῦτα, οἷα λογικῶν ψυχῶν ἰατρός, σωτηρίας ἕνεκα τοῦ παντὸς ἀνθρώπων γένους ἀληθῶς, ἀλλ’ οὐ δοκήσει δι’ οὗ ἀνείληφεν ἀνθρώ-που διεπραγματεύσατο, τὴν πρὸς τὸν αὑτοῦ πατέρα φιλίαν τε καὶ ὑποστροφὴν διὰ τῆς κατηγγελμένης ὑπ’ αὐτοῦ θεογνωσίας τε καὶ ἀληθοῦς εὐσεβείας πᾶσιν ἡμῖν δωρούμενος. καὶ τὰ μὲν ἡμέτερα τοιαῦτα· τοῖς δὲ ἄλλως λέγουσι χαλεπανοῦμέν τε καὶ χορὸν οὐ δώσομεν οὐδέ γε τοὺς διδασκάλους ἐάσομεν ἐπὶ παιδείᾳ χρῆσθαι τῶν νέων, εἰ μέλλουσιν ἡμῖν οἱ φύλακες θεο-σεβεῖς τε καὶ θεῖοι γίγνεσθαι, ὡς καὶ τῷ φιλοσόφῳ ἄριστα ἔχειν ἐδόκει. δ. ΟΤΙ ΠΛΕΟΝ ΟΥΔΕΝ ΤΩΝ ΑΙΣΧΡΩΝ ΜΥΘΩΝ ΑΙ ΠΕΡΙ ΤΩΝ ΕΛΛΗΝΙΚΩΝ ΘΕΩΝ ΔΙΗΓΗΣΕΙΣ ΠΕΡΙΕΧΟΥΣΙΝ, ΑΙΣ ΜΗ ΠΕΙΘΟΜΕΝΟΝ ΣΩΚΡΑΤΗΝ ΕΚΤΕΙΝΑΝ ΑΘΗΝΑΙΟΙ Αὐτοὶ γὰρ οἱ ἄνθρωποι τυγχάνουσι νομίζοντες τὸν Δία τῶν θεῶν ἄρι-στον καὶ δικαιότατον καὶ τοῦτον ὁμολογοῦσι τὸν αὑτοῦ πατέρα δῆσαι, ὅτι τοὺς υἱεῖς κατέπινεν οὐκ ἐν δίκῃ, καὶ ἐκεῖνόν γε αὖ τὸν αὑτοῦ πατέρα ἐκτε-μεῖν δι’ ἕτερα τοιαῦτα· ἐμοὶ δὲ χαλεπαίνουσιν ὅτι τῷ πατρὶ ἐπεξέρχομαι ἀδι-κοῦντι καὶ οὕτως αὐτοὶ αὑτοῖς τὰ ἐναντία λέγουσι περί τε τῶν θεῶν καὶ περὶ ἐμοῦ. Ἆρά γε, ὦ Εὐθύφρον, τοῦτ’ ἔστιν οὗ ’νεκα τὴν γραφὴν φεύγω ὅτι τὰ τοι-
PG 21:1085αῦτα ἐπειδάν τις περὶ τῶν θεῶν λέγῃ, δυσχερῶς πως ἀποδέχομαι; δι’ ἃ δή, ὡς ἔοικε, φήσει τίς με ἐξαμαρτάνειν. νῦν οὖν εἰ καὶ σοὶ ταῦτα συνδοκεῖ τῷ εὖ εἰδότι περὶ τῶν τοιούτων, ἀνάγκη δή, ὡς ἔοικε, καὶ ἡμῖν συγχωρεῖν. τί γὰρ καὶ φήσομεν, οἵ γε αὐτοὶ ὁμολογοῦμεν περὶ αὐτῶν μηδὲν εἰδέναι; ἀλλά μοι εἰπὲ πρὸς φιλίου, σὺ ὡς ἀληθῶς ἡγῇ ταῦτα οὕτω γεγονέναι; Καὶ ἔτι τούτων θαυμασιώτερα, ὦ Σώκρατες, ἃ οἱ πολλοὶ οὐκ ἴσασι. Καὶ πόλεμον ἄρα ἡγῇ τῷ ὄντι ἐν τοῖς θεοῖς πρὸς ἀλλήλους καὶ ἔχθρας γε δεινὰς καὶ μάχας καὶ ἄλλα τοιαῦτα πολλά, οἷα λέγεταί τε ὑπὸ τῶν ποιη-τῶν καὶ ὑπὸ τῶν ἀγαθῶν γραφέων τά τε ἄλλα ἱερὰ ἡμῖν καταπεποίκιλται καὶ δὴ καὶ τοῖς μεγάλοις Παναθηναίοις ὁ πέπλος μεστὸς τῶν τοιούτων ποικιλ-μάτων ἀνάγεται εἰς τὴν ἀκρόπολιν. ταῦτα ἀληθῆ φῶμεν εἶναι, ὦ Εὐθύφρον; Μὴ μόνα γε, ὦ Σώκρατες, ἀλλ’ ὅπερ ἄρτι εἶπον, καὶ ἄλλα σοι ἐγὼ πολλά, ἐάν περ βούλῃ, περὶ τῶν θεῶν διηγήσομαι, ἃ σὺ ἀκούων εὖ οἶδ’ ὅτι ἐκπλα-γήσῃ. Ταῦτα ὁ Πλάτων ἐν τῷ Εὐθύφρονι. διασαφεῖ δὲ τὴν διάνοιαν ὁ Νουμή-νιος ἐν τῷ Περὶ τῶν παρὰ Πλάτωνι ἀπορρήτων ὧδέ πη λέγων. ε. ΝΟΥΜΗΝΙΟΥ ΕΚ ΤΩΝ ΠΑΡΑ ΠΛΑΤΩΝΙ ΑΠΟΡΡΗΤΩΝ Εἰ μὲν γράφειν ὑποτεινάμενος ὁ Πλάτων περὶ τῆς θεολογίας τῆς τῶν Ἀθηναίων εἶτα ἐδυσχέραινεν αὐτῇ καὶ κατηγόρει ἐχούσῃ στάσεις μὲν πρὸς ἀλλήλους, τέκνων δὲ τῶν μὲν μίξεις, τῶν δὲ ἐδωδάς, τῶν δὲ ἀντὶ τούτων πατράσι τιμωρίας ἀδελφῶν τε ἀδελφοῖς ὑμνούσῃ καὶ ἄλλα τοιαῦτα· εἴπερ ὁ Πλάτων ταυτὶ λαβὼν εἰς τὸ φανερὸν κατηγόρει, παρασχεῖν ἂν δοκεῖ μοι τοῖς Ἀθηναί-οις αἰτίαν πάλιν κακοῖς γενέσθαι ἀποκτείνασι καὶ αὐτὸν ὥσπερ τὸν Σωκρά-την. ἐπεὶ δὲ ζῆν μὲν οὐκ ἂν προείλετο μᾶλλον ἢ ἀληθεύειν, ἑώρα δὲ ζῆν τε καὶ ἀληθεύειν ἀσφαλῶς δυνησόμενος, ἔθηκεν ἐν μὲν τῷ σχήματι τῶν Ἀθη-ναίων τὸν Εὐθύφρονα, ὄντα ἄνδρα ἀλαζόνα καὶ κοάλεμον καὶ [ὅστις], εἴ τις ἄλλος, θεολογεῖ κακῶς, αὐτὸν δὲ τὸν Σωκράτην ἐπ’ αὐτοῦ τε καὶ ἐν τῷ ἰδίῳ σχηματισμῷ ἐν ᾧπερ εἰωθότως ἤλεγχεν ἑκάστῳ προσομιλῶν. 2. ΟΤΙ ΜΗ ΔΕΙ ΤΑΙΣ ΤΩΝ ΠΟΛΛΩΝ ΠΡΟΣΕΧΕΙΝ ΔΟΞΑΙΣ ΜΗΔΕ ΤΗΣ ΙΔΙΑΣ ΜΕΤΑΤΙΘΕΣΘΑΙ ΠΡΟΑΙΡΕΣΕΩΣ ΔΙΑ ΘΑΝΑΤΟΥ ΦΟΒΟΝ· ΑΠΟ ΤΟΥ ΚΡΙΤΩΝΟΣ Ὦ φίλε Κρίτων, ἡ προθυμία σου πολλοῦ ἀξία, εἰ μετά τινος ὀρθότη-τος εἴη· εἰ δὲ μή, ὅσῳ μείζων, τοσούτῳ χαλεπωτέρα. σκοπεῖσθαι οὖν χρὴ ἡμᾶς, εἴτε ταῦτα πρακτέον εἴτε μή, ὡς ἐγὼ οὐ μόνον νῦν, ἀλλὰ καὶ ἀεὶ τοιοῦτος οἷος τῶν ἐμῶν μηδενὶ ἄλλῳ πείθεσθαι ἢ τῷ λόγῳ ὃς ἄν μοι λογιζομένῳ βέλτι-στος φαίνηται. τοὺς δὴ λόγους οὓς ἐν τῷ ἔμπροσθεν ἔλεγον οὐ δύναμαι νῦν ἐκβάλλειν, ἐπειδή μοι ἥδε ἡ τύχη γέγονεν, ἀλλὰ σχεδόν τι ὅμοιοι φαίνονταί μοι, καὶ τοὺς αὐτοὺς πρεσβεύω καὶ τιμῶ οὕσπερ καὶ πρότερον· ὧν ἐὰν μὴ βελτίω ἔχωμεν λέγειν ἐν τῷ παρόντι, εὖ ἴσθι ὅτι οὐ μή σοι συγχωρή-σω, οὐδ’ ἂν πλείω τῶν νῦν παρόντων ἡ τῶν πολλῶν δύναμις ὥσπερ παῖδας ἡμᾶς μορμολύττηται, δεσμούς τε καὶ θανάτους ἐπιπέμπουσα καὶ χρημάτων ἀφαι-ρέσεις. πῶς οὖν ἂν μετριώτατα σκοποίμεθα αὐτά; εἰ πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβοιμεν, ὃν σὺ λέγεις, τὸν περὶ τῶν δοξῶν, πότερον καλῶς ἐλέγετο ἑκάστοτε ἢ οὔ, ὅτι ταῖς μὲν δεῖ τῶν δοξῶν προσέχειν τὸν νοῦν, ταῖς δὲ οὔ· ἢ πρὶν μέν με δεῖν ἀποθνήσκειν καλῶς ἐλέγετο, νῦν δὲ κατάδηλος ἄρα ἐγένετο ὅτι ἄλλως ἕνεκα λόγου ἐλέγετο, ἦν δὲ παιδιὰ καὶ φλυαρία ὡς ἀληθῶς. ἐπιθυμῶ δ’ ἔγωγε ἐπισκέψασθαι, ὦ Κρίτων, κοινῇ μετὰ σοῦ, εἴ τί μοι ἀλ-λοιότερος φανεῖται, ἐπειδὴ ὧδ’ ἔχω, ἢ ὁ αὐτός, καὶ ἐάσομεν χαίρειν ἢ πεισό-μεθα αὐτῷ. ἐλέγετο δέ, ὡς ἐγᾦμαι, ἑκάστοτε ὧδε ὑπὸ τῶν οἰομένων τι λέγειν ὥσπερ νῦν δὴ ἐγὼ ἔλεγον, ὅτι τῶν δοξῶν ἃς οἱ ἄνθρωποι δοξάζουσι δέοι τὰς μὲν περὶ πολλοῦ ποιεῖσθαι, τὰς δὲ μή. τοῦτο πρὸς θεῶν, ὦ Κρίτων, οὐ δοκεῖ καλῶς σοι λέγεσθαι; σὺ γάρ, ὅσα γε τἀνθρώπεια, ἐκτὸς εἶ τοῦ μέλ-λειν ἀποθνήσκειν αὔριον, καὶ οὐκ ἄν σε παρακρούοι ἡ παροῦσα συμφορά. σκόπει δή· οὐχ ἱκανῶς δοκεῖ σοι λέγεσθαι ὅτι οὐ πάσας χρὴ τὰς δόξας τὰς τῶν ἀνθρώπων τιμᾶν, ἀλλὰ τὰς μέν, τὰς δ’ οὔ; οὐδὲ πάντων, ἀλλὰ τῶν μέν, τῶν δ’ οὔ; τί φῄς; ταῦτα οὐχὶ καλῶς λέγεται; Καλῶς. Οὐκοῦν τὰς μὲν χρηστὰς τιμᾶν, τὰς δὲ πονηρὰς μή; Ναί. Χρησταὶ δὲ οὐχ αἱ τῶν φρονίμων, πονηραὶ δὲ αἱ τῶν ἀφρόνων; Πῶς δ’ οὔ; Φέρε δή, πῶς αὖ τὰ τοιαῦτα ἐλέγετο; γυμναζόμενος ἀνὴρ καὶ τοῦτο πράττων πότερον παντὸς ἀνδρὸς ἐπαίνῳ καὶ ψόγῳ καὶ δόξῃ τὸν νοῦν προσέχει, ἢ ἑνὸς μόνου ἐκείνου ὃς ἂν τυγχάνῃ ἰατρὸς ἢ παιδοτρίβης ὤν; Ἑνὸς μόνου. Οὐκοῦν φοβεῖσθαι χρὴ τοὺς ψόγους καὶ ἀσπάζεσθαι τοὺς ἐπαίνους τοὺς τοῦ ἑνὸς ἐκείνου, ἀλλὰ μὴ τοὺς τῶν πολλῶν. Δηλαδή. Ταύτη ἄρα αὐτῷ πρακτέον καὶ γυμναστέον καὶ ἐδεστέον γε καὶ ποτέον, ᾗ ἂν τῷ ἑνὶ δοκῇ τῷ ἐπιστάτῃ καὶ ἐπαί̈οντι μᾶλλον ἢ ξύμπασι τοῖς ἄλλοις. Ἔστι ταῦτα. Εἶεν. ἀπειθήσας δὲ τῷ ἑνὶ καὶ ἀτιμάσας αὐτοῦ τὴν δόξαν καὶ τοὺς ἐπαί-νους, τιμήσας δὲ τοὺς τῶν πολλῶν καὶ μηδὲν ἐπαϊόντων ἆρα οὐδὲν κακὸν πείσεται; Πῶς γὰρ οὔ; Τί δ’ ἐστὶ τὸ κακὸν τοῦτο; καὶ ποῖ τείνει καὶ εἰς τί τῶν τοῦ ἀπειθοῦντος; Δηλονότι εἰς τὸ σῶμα τοῦτο ὃ διόλλυσι. Καλῶς λέγεις. οὐκοῦν καὶ τὰ ἄλλα, ὦ Κρίτων, οὕτως, ἵνα μὴ πάντα διίωμεν. καὶ δὴ καὶ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ αἰσχρῶν καὶ καλῶν καὶ ἀγα-θῶν καὶ κακῶν, περὶ ὧν νῦν ἡ βουλὴ ἡμῖν ἐστι, πότερον τῇ τῶν πολλῶν δόξῃ δεῖ ἡμᾶς ἕπεσθαι καὶ φοβεῖσθαι αὐτήν, ἢ τῇ τοῦ ἑνός, εἴ τίς ἐστιν ἐπαί̈ων, ὃν δεῖ καὶ αἰσχύνεσθαι καὶ φοβεῖσθαι μᾶλλον ἢ ξύμπαντας τοὺς ἄλλους; ᾧ εἰ μὴ ἀκολου-θήσομεν, διαφθεροῦμεν ἐκεῖνο καὶ λωβησόμεθα ὃ τῷ μὲν δικαίῳ βέλτιον ἐγί-νετο, τῷ δὲ ἀδίκῳ ἀπώλλυτο. ἢ οὐδέν ἐστι τοῦτο; Οἶμαι ἔγωγε, ὦ Σώκρατες. Φέρε δή, ἐὰν τὸ ὑπὸ τοῦ ὑγιεινοῦ μὲν βέλτιον γινόμενον, ὑπὸ τοῦ νοσώ-δους δὲ διαφθειρόμενον διολέσωμεν, πειθόμενοι μὴ τῇ τῶν ἐπαϊόντων δόξῃ, ἆρα βιωτὸν ἡμῖν ἐστι διεφθαρμένου αὐτοῦ; ἔστι δέ που τὸ σῶμα, ἢ οὐχί; Ναί. Ἆρ’ οὖν βιωτὸν ἡμῖν ἐστι μετὰ μοχθηροῦ καὶ διεφθαρμένου σώματος; Οὐδαμῶς. Ἀλλὰ μετ’ ἐκείνου ἄρα ἡμῖν βιωτὸν διεφθαρμένου ὃ τὸ ἄδικον μὲν λωβᾶται, τὸ δὲ δίκαιον ὀνίνησιν; ἢ φαυλότερον ἡγούμεθα εἶναι τοῦ σώματος ἐκεῖνο, ὅ τί ποτ’ ἐστὶ τῶν ἡμετέρων, περὶ ὃ ἥ τε ἀδικία καὶ ἡ δικαιοσύνη ἐστίν; Οὐδαμῶς. Ἀλλὰ τιμιώτερον; Πολύ γε. Οὐκ ἄρα, ὦ βέλτιστε, πάνυ ἡμῖν οὕτω φροντιστέον τί ἐροῦσιν οἱ πολλοὶ ἡμᾶς, ἀλλὰ τί ὁ ἐπαί̈ων περὶ τῶν δικαίων καὶ ἀδίκων, ὁ εἷς, καὶ αὐτὴ ἡ ἀλή-θεια. ὥστε πρῶτον μὲν ταύτη οὐκ ὀρθῶς εἰσηγῇ, εἰσηγούμενος τῆς τῶν πολλῶν δόξης δεῖν ἡμᾶς φροντίζειν περὶ τῶν δικαίων καὶ καλῶν καὶ ἀγαθῶν καὶ τῶν ἐναντίων. Καὶ ὁ σωτήριος δὲ λόγος φησί· Δόξαν τὴν παρὰ ἀνθρώπων ζητεῖτε καὶ τὴν δόξαν τὴν παρὰ μόνου τοῦ ἑνὸς οὐ ζητεῖτε. διὸ καὶ ἡμεῖς ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν ὀρθῶς πράττομεν οὐ σκοποῦντες τί ἡμᾶς οἱ πολλοὶ ἐροῦσιν, ἀλλὰ τί βούλεται εἷς ὁ τοῦ θεοῦ λόγος, ὃν ἅπαξ κρίσει ἑλομένους προσήκει καὶ τότε ὁμοίως ὥσπερ οὖν καὶ πρότερον τιμᾶν καὶ μὴ μετατί-
PG 21:1087θεσθαι, μηδ’ ἂν ἡ τῶν πολλῶν δύναμις ὥσπερ παῖδας ἡμᾶς μορμολύττηται. τοιοῦτοι δὲ ἦσαν καὶ οἱ πάλαι παρ’ Ἑβραίοις ἐν μαρτυρίῳ διαλάμψαντες. ζ. ΟΤΙ ΜΗ ΔΕΙ ΑΜΥΝΕΣΘΑΙ ΤΟΥΣ ΑΔΙΚΕΙΝ ΗΜΑΣ ΠΡΟΑΙΡΟΥΜΕΝΟΥΣ· ΑΠΟ ΤΟΥ ΑΥΤΟΥ Οὐδενὶ τρόπῳ φαμὲν ἑκόντας ἀδικητέον εἶναι, ἢ τινὶ μὲν ἀδικητέον τρόπῳ, τινὶ δὲ οὔ; ἢ οὐδαμῶς τό γε ἀδικεῖν οὔτε καλὸν οὔτε ἀγαθόν, ὡς πολ-λάκις ἡμῖν καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ ὡμολογήθη; ὅπερ καὶ ἄρτι ἐλέγετο. ἢ πᾶσαι ἡμῖν ἐκεῖναι αἱ πρόσθεν ὁμολογίαι ἐν ταῖσδε ταῖς ὀλίγαις ἡμέραις ἐκ-κεχυμέναι εἰσί, καὶ πάλαι, ὦ Κρίτων, ἄρα τηλικοίδε γέροντες ἄνδρες πρὸς ἀλλήλους σπουδῇ διαλεγόμενοι ἐλάθομεν ἡμᾶς αὐτοὺς παίδων οὐδὲν διαφέ-ροντες; ἢ παντὸς μᾶλλον οὕτως ἔχει ὥσπερ τότε ἐλέγετο ἡμῖν, εἴτε φασὶν οἱ πολ-λοὶ εἴτε μὴ καὶ εἴτε δεῖ ἡμᾶς ἔτι τῶνδε χαλεπώτερα πάσχειν εἴτε καὶ πραό-τερα, ὅμως τό γε ἀδικεῖν τῷ ἀδικοῦντι καὶ κακὸν καὶ αἰσχρὸν τυγχάνει ὂν παντὶ τρόπῳ; φαμὲν ἢ οὔ; Φαμέν. Οὐδαμῶς ἄρα δεῖ ἀδικεῖν. Οὐ δῆτα. Οὐδὲ ἀδικούμενον ἄρα ἀνταδικεῖν, ὡς οἱ πολλοὶ οἴονται, ἐπειδή γε οὐδα-μῶς δεῖ ἀδικεῖν; Οὐ φαίνεται. Τί δὲ δή; κακουργεῖν δεῖ, ὦ Κρίτων, ἢ οὔ; Οὐ δεῖ δήπου, ὦ Σώκρατες. Τί δέ; ἀντικακουργεῖν κακῶς πάσχοντα, ὡς οἱ πολλοί φασι, δίκαιον, ἢ οὐ δίκαιον; Οὐδαμῶς. Τὸ γάρ που κακὸν ποιεῖν ἀνθρώπους τοῦ ἀδικεῖν οὐδὲν διαφέρει. Καλῶς λέγεις. Οὔτε ἄρα ἀνταδικεῖν δεῖ οὔτε κακῶς ποιεῖν οὐδένα ἀνθρώπων, οὐδ’ ἂν ὁτιοῦν πάσχῃ τις ὑπ’ αὐτῶν. ἀλλ’ ὅρα, ὦ Κρίτων, ταῦτα καθομολογῶν ὅπως μὴ παρὰ δόξαν ὁμολογῇς. οἶδα γὰρ ὅτι ὀλίγοις τισὶ ταῦτα καὶ δοκεῖ καὶ δόξει. οἷς οὖν οὕτω δέδοκται καὶ οἷς μή, τούτοις οὐκ ἔστι κοινὴ βουλή, ἀλλ’ ἀνάγκη τούτους ἀλλήλων καταφρονεῖν, ὁρῶντας τὰ ἀλλήλων βουλεύματα. σκόπει δὴ οὖν καὶ σὺ εὖ μάλα, πότερον κοινωνεῖς καὶ συνδοκεῖ σοι καὶ ἀρχώμεθα ἐν-τεῦθεν βουλευόμενοι, ὡς οὐδέποτε ὀρθῶς ἔχοντος οὔτε τοῦ ἀδικεῖν οὔτε τοῦ ἀνταδικεῖν οὔτε τοῦ κακῶς πάσχοντα ἀμύνεσθαι ἀντιδρῶντα κακῶς· ἢ ἀφί-στασαι καὶ οὐ κοινωνεῖς τῆς ἀρχῆς; ἐμοὶ μὲν γὰρ καὶ πάλαι οὕτω καὶ νῦν ἔτι δο-κεῖ. καὶ σοὶ δὲ εἴ πη ἄλλῃ δέδοκται, λέγε καὶ δίδασκε· εἰ δ’ ἐμμένεις τοῖς πρόσθεν, τὸ μετὰ τοῦτο ἄκουε. Ἀλλ’ ἐμμένω τε καὶ συνδοκεῖ μοι· ἀλλὰ λέγε. Λέγω δὴ αὖ τὸ μετὰ τοῦτο, μᾶλλον δ’ ἐρωτῶ, πότερον ἃ ἄν τις ὁμολο-γήσῃ τῳ δίκαια ὄντα ποιητέον, ἢ ἐξαπατητέον; Ποιητέον. Τούτοις παράθες τὸ μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες καὶ τὸ εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς· προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ διωκόντων ὑμᾶς, ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅστις τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους καὶ ἔτι τὸ λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν, ἐν τοῖς παρ’ ἡμῖν ἱεροῖς φερόμενα γράμμασι. καὶ ὁ προφήτης δὲ παρ’ Ἑβραίοις φησίν· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά· καὶ πάλιν· Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός. η. ΟΤΙ ΜΗ ΔΕΙ ΤΑ ΑΠΑΞ ΟΡΘΩΣ ΚΡΙΘΕΝΤΑ ΑΘΕΤΕΙΝ ΜΗΔ’ ΕΙ ΘΑΝΑΤΟΝ ΤΙΣ ΕΠΑΓΟΙ· ΑΡΜΟΣΕΙ ΔΕ ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΚΑΙΡΟΙΣ ΔΙΩΓΜΩΝ ΕΞΟΜΝΥΜΕΝΟΥΣ ΤΗΝ ΕΥΣΕΒΕΙΑΝ Σὺ δὲ τότε μὲν ἐκαλλωπίζου ὡς οὐκ ἀγανακτῶν εἰ δέοι τεθνάναι σε, ἀλλὰ ᾑροῦ, ὡς ἔφησθα, πρὸ τῆς φυγῆς θάνατον· νῦν δὲ οὔτε ἐκείνους τοὺς λόγους αἰσχύνῃ οὔτε ἡμῶν τῶν νόμων ἐντρέπῃ, ἐπιχειρῶν ἡμᾶς διαφθεῖραι· πράττεις τε ὅπερ ἂν δοῦλος ὁ φαυλότατος πράξειεν, ἀποδιδράσκειν ἐπιχειρῶν παρὰ τὰς συνθήκας τε καὶ ὁμολογίας καθ’ ἃς ἡμῖν συνέθου πολιτεύεσθαι. πρῶτον μὲν ἡμῖν τοῦτ’ αὐτὸ ἀπόκριναι, εἰ ἀληθῆ λέγομεν φάσκοντές σε ὡμολογηκέναι πολιτεύεσθαι καθ’ ἡμᾶς ἔργῳ, ἀλλ’ οὐ λόγῳ, ἢ οὐκ ἀληθῆ; τί φῶμεν πρὸς ταῦτα, ὦ Κρίτων; ἄλλο τι ἢ ὁμολογῶμεν; Ἀνάγκη, ὦ Σώκρατες. Ἀλλὰ τί οὖν, ἂν φαῖεν, ἢ συνθήκας πρὸς ἡμᾶς αὐτοὺς καὶ ὁμολογίας παραβαίνεις, οὐχ ὑπὸ ἀνάγκης ὁμολογήσας οὐδὲ ἐν ὀλίγῳ χρόνῳ ἀναγκασθεὶς βουλεύσασθαι, ἀλλ’ ἐν ἔτεσιν ἑβδομήκοντα, ἐν οἷς ἐξῆν σοι ἀπιέναι, εἰ μὴ ἠρέσκομεν ἡμεῖς μηδὲ δίκαιαι ἐφαίνοντό σοι αἱ ὁμολογίαι εἶναι. σὺ δὲ οὔτε Λακεδαίμονα προῃροῦ οὔτε Κρήτην, ἃς δὴ ἑκάστοτε φῂς εὐνομεῖσθαι, οὔτε ἄλλην οὐδεμίαν τῶν Ἑλληνίδων πόλεων οὐδὲ τῶν βαρβαρικῶν, ἀλλὰ ἐλάττω ἐξ αὐτῆς ἀπεδήμησας ἢ οἱ χωλοί τε καὶ τυφλοὶ καὶ οἱ ἄλλοι ἀνάπηροι. οὕτω σοι διαφερόντως τῶν ἄλλων Ἀθηναίων ἤρεσκεν ἡ πόλις τε καὶ ἡμεῖς οἱ νόμοι δηλονότι· τίνι γὰρ ἂν πόλις ἀρέσκοι ἄνευ νόμων; νῦν δὲ δὴ οὐκ ἐμμέ-νεις τοῖς ὡμολογημένοις; ἐὰν ἡμῖν γε πείθῃ, ὦ Σώκρατες. θ. ΟΠΟΙΟΣ ΠΟΤ’ ΕΣΤΑΙ ΤΗΝ ΔΙΑΘΕΣΙΝ Ο ΔΙΑ ΘΑΝΑΤΟΥ ΦΟΒΟΝ ΕΞΟΜΝΥΜΕΝΟΣ ΤΗΝ ΟΙΚΕΙΑΝ ΠΡΟΘΕΣΙΝ Ὅστις γὰρ νόμων διαφθορεύς ἐστι, σφόδρα που δόξειεν ἂν νέων τε καὶ ἀνοήτων ἀνθρώπων διαφθορεὺς εἶναι. πότερον οὖν φεύξῃ τάς τε εὐνομου-μένας πόλεις καὶ τῶν ἀνδρῶν τοὺς κοσμιωτάτους; καὶ τοῦτο ποιοῦντι ἆρα ἄξιόν σοι ζῆν ἔσται; ἢ πλησιάσεις τούτοις καὶ ἀναισχυντήσεις διαλεγόμενος τίνας λόγους, ὦ Σώκρατες; ἢ οὕσπερ ἐνθάδε, ὡς ἡ ἀρετὴ καὶ δικαιοσύνη πλεί-στου ἄξιον τοῖς ἀνθρώποις καὶ τὰ νόμιμα καὶ οἱ νόμοι; καὶ οὐκ οἴει ἄσχημον φανεῖσθαι τὸ τοῦ Σωκράτους πρᾶγμα; οἴεσθαί γε χρή. ἀλλ’ ἐκ μὲν τού-των τῶν τόπων ἀπαρεῖς, ἥξεις δὲ εἰς Θετταλίαν παρὰ τοὺς ξένους τοὺς Κρί-τωνος· ἐκεῖ γὰρ δὴ πλείστη ἀταξία καὶ ἀκολασία, καὶ ἴσως ἂν ἡδέως σου ἀκούοιεν ὡς γελοίως ἐκ τοῦ δεσμωτηρίου ἀπεδίδρασκες σκευήν τέ τινα περιθέ-μενος ἢ διφθέραν λαβὼν ἢ ἄλλα, οἷα δὴ εἰώθασιν ἐνσκευάζεσθαι οἱ ἀποδιδρά-σκοντες, καὶ τὸ σχῆμα τὸ σαυτοῦ μεταλλάξας. ὅτι δὲ γέρων ἀνὴρ μι-κροῦ χρόνου τῷ βίῳ λοιποῦ ὄντος, ὡς τὸ εἰκός, ἐτόλμησας οὕτω γλίσχρως ἐπιθυμεῖν ζῆν, νόμους τοὺς μεγίστους παραβάς, οὐδείς σε ἐρεῖ ἴσως, ἂν μή τινα λυπήσῃς· εἰ δὲ μή, ἀκούσῃ, ὦ Σώκρατες, πολλὰ καὶ ἀνάξια σαυτοῦ. ὑπερχόμενος δὴ βιώσῃ πάντας ἀνθρώπους καὶ δουλεύων, τί ποιῶν ἢ εὐωχούμενος ἐν Θετταλίᾳ, ὥσπερ ἐπὶ δεῖπνον ἀποδεδημηκὼς εἰς Θετταλίαν. λόγοι δὲ ἐκεῖνοι οἱ περὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς ποῦ ἡμῖν ἔσονται; ἀλλὰ δὴ τῶν παίδων ἕνεκα βούλει ζῆν, ἵνα αὐτοὺς ἐκθρέψῃς καὶ παιδεύσῃς; τί δέ; εἰς Θετταλίαν αὐτοὺς ἀγαγὼν θρέψεις τε καὶ παιδεύσεις, ξένους ποιή-σας, ἵνα καὶ τοῦτο ἀπολαύσωσιν; ἢ τοῦτο μὲν οὔ, αὐτοῦ δὲ τρεφόμενοι σοῦ ζῶντος βέλτιον θρέψονται καὶ παιδεύσονται, μὴ συνόντος σοῦ αὐτοῖς; οἱ γὰρ ἐπιτήδειοι οἱ σοὶ ἐπιμελήσονται αὐτῶν. πότερον δὲ ἐὰν εἰς Θετταλίαν ἀποδημήσῃς, ἐπιμελήσονται· ἐὰν δὲ εἰς Ἅιδου ἀποδημήσῃς, οὐχὶ ἐπιμελή-σονται, εἴπερ γέ τι ὄφελος αὐτῶν ἐστι τῶν σοι φασκόντων ἐπιτηδείων εἶναι; οἴεσθαί γε χρή. ἀλλ’, ὦ Σώκρατες, πειθόμενος ἡμῖν τοῖς σοῖς τροφεῦσι μήτε παῖδας περὶ πλείονος ποιοῦ μήτε τὸ ζῆν μήτε ἄλλο μηδὲν πρὸ τοῦ δι-καίου, ἵνα εἰς Ἅιδου ἐλθὼν ἔχῃς ταῦτα πάντα ἀπολογήσασθαι τοῖς ἐκεῖ ἄρ-χουσιν· οὔτε γὰρ ἐνθάδε σοι φαίνεται ταῦτα πράττοντι ἄμεινον εἶναι οὐδὲ
PG 21:1095δικαιότερον οὐδὲ ὁσιώτερον οὐδὲ ἄλλῳ τῶν σῶν οὐδενί, οὔτε ἐκεῖ ἀφικομένῳ ἄμεινον ἔσται. ἀλλὰ νῦν μὲν ἠδικημένος ἄπει, ἐὰν ἀπίῃς, οὐχ ὑφ’ ἡμῶν τῶν νόμων, ἀλλ’ ὑπ’ ἀνθρώπων· ἐὰν δὲ ἐξέλθῃς οὕτως αἰσχρῶς ἀνταδικήσας τε καὶ ἀντικακουργήσας, τὰς σαυτοῦ ὁμολογίας τε καὶ συνθήκας τὰς πρὸς ἡμᾶς παραβὰς καὶ κακὰ ἐργασάμενος τούτους οὓς ἥκιστα ἔδει, σαυτόν τε καὶ τοὺς φίλους καὶ πατρίδα καὶ ἡμᾶς, ἡμεῖς τέ σοι χαλεπανοῦμεν ζῶντι καὶ ἐκεῖ οἱ ἡμέτεροι ἀδελφοί, οἱ ἐν Ἅιδου νόμοι, οὐκ εὐμενῶς σε ὑποδέξονται, εἰδότες ὅτι καὶ ἡμᾶς ἐπεχείρησας ἀπολέσαι τὸ σὸν μέρος. ι. ΟΤΙ ΜΗ ΔΕΟΙ ΦΕΥΓΕΙΝ ΤΟΝ ΥΠΕΡ ΑΛΗΘΕΙΑΣ ΘΑΝΑΤΟΝ· ΑΠΟ ΤΗΣ ΣΩΚΡΑΤΟΥΣ ΑΠΟΛΟΓΙΑΣ Ἴσως ἂν οὖν εἴποι τις· εἶτ’ οὐκ αἰσχύνῃ, ὦ Σώκρατες, τοιοῦτον ἐπιτή-δευμα ἐπιτηδεύσας, ἐξ οὗ κινδυνεύεις νυνὶ ἀποθανεῖν; ἐγὼ δὲ τούτῳ δίκαιον ἂν λόγον ἀντείποιμι, ὅτι οὐ καλῶς λέγεις, ὦ ἄνθρωπε, εἰ οἴει δεῖν κίνδυνον ὑπολογίζεσθαι τοῦ ζῆν ἢ τεθνάναι ἄνδρα ὅτου τι καὶ σμικρὸν ὄφελός ἐστιν, ἀλλ’ οὐκ ἐκεῖνο μόνον σκοπεῖν, ὅταν πράττῃ, πότερον δίκαια ἢ ἄδικα πράτ-τει καὶ ἀνδρὸς ἀγαθοῦ ἔργα ἢ κακοῦ. φαῦλοι γὰρ ἂν τῷ γε σῷ λόγῳ εἶεν τῶν ἡμιθέων ὅσοι ἐν Τροίᾳ τετελευτήκασιν, οἵ τε ἄλλοι καὶ ὁ τῆς Θέ-τιδος υἱός, ὃς τοσοῦτον τοῦ κινδύνου κατεφρόνησε παρὰ τὸ αἰσχρόν τι ὑπο-μεῖναι ὥστε, ἐπειδὴ εἶπεν ἡ μήτηρ αὐτῷ προθυμουμένῳ Ἕκτορα ἀποκτεῖ-ναι, θεὸς οὖσα, οὑτωσί πως, ὡς ἐγᾦμαι· ὦ παῖ, εἰ τιμωρήσεις Πατρόκλῳ τῷ ἑταίρῳ τὸν φόνον καὶ Ἕκτορα ἀποκτενεῖς, αὐτὸς ἀποθανῇ· αὐτίκα γάρ τοι (φησί) μεθ’ Ἕκτορα πότμος ἑτοῖμος. ὁ δὲ τοῦτο ἀκούσας τοῦ μὲν θανάτου καὶ τοῦ κινδύνου ὠλιγώρησεν, πολὺ δὲ μᾶλλον δείσας τὸ ζῆν κακὸς ὢν καὶ τοῖς φίλοις μὴ τιμωρεῖν, αὐτίκα, φησί, τεθναίην δίκην ἐπιθεὶς τῷ ἀδικοῦντι, ἵνα μὴ ἐνθάδε μένω καταγέλαστος παρὰ νηυσὶ κορωνίσιν, ἄχθος ἀρούρης. μὴ αὐτὸν οἴει φροντίσαι θανάτου καὶ κινδύνου; οὕτω γὰρ ἔχει, ὦ ἄνδρες Ἀθηναῖοι, τῇ ἀληθείᾳ· οὗ ἄν τις αὑτὸν τάξῃ ἡγησάμενος βέλτιστον εἶναι ἢ ὑπ’ ἄρχοντος ταχθῇ, ἐνταῦθα δεῖ, ὡς ἐμοὶ δοκεῖ, μένοντα κινδυνεύειν, μηδὲν ὑπολογιζόμενον μήτε θάνατον μήτε ἄλλο μηδὲν πρὸ τοῦ αἰσχροῦ. ἐγὼ οὖν δεινὰ ἂν εἴην εἰργασμένος, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ ὅτε μέν με οἱ ἄρχοντες ἔταττον, οὓς ὑμεῖς εἵλεσθε ἄρχειν μου, καὶ ἐν Ποτιδαίᾳ καὶ ἐν Ἀμφι-πόλει καὶ ἐπὶ Δηλίῳ καὶ ἄλλοθί που οὗ ἐκεῖνοι ἔταττον, ἔμενον ὥσπερ καὶ ἄλλος τις καὶ ἐκινδύνευον ἀποθανεῖν, τοῦ δὲ θεοῦ τάττοντος, ὡς ἐγὼ ᾠήθην τε καὶ ὑπέλαβον, φιλοσοφοῦντά με δεῖν ζῆν καὶ ἐξετάζοντα ἐμαυτὸν καὶ τοὺς ἄλλους, ἐνταῦθα δὲ φοβηθεὶς θάνατον ἢ ἄλλ’ ὁτιοῦν πρᾶγμα λίποιμι τὴν τά-ξιν. δεινὸν μεντἂν εἴη καὶ ὡς ἀληθῶς τότ’ ἄν με δικαίως εἰσάγοι τις εἰς δικαστήριον, ὅτι οὐ νομίζω θεοὺς εἶναι ἀπειθῶν τῇ μαντείᾳ καὶ δεδιὼς θά-νατον καὶ οἰόμενος σοφὸς εἶναι οὐκ ὤν. τὸ γάρ τοι θάνατον δεδιέναι, ὦ ἄνδρες, οὐδὲν ἄλλο ἐστὶν ἢ δοκεῖν σοφὸν εἶναι μὴ ὄντα· δοκεῖν γὰρ εἰδέναι ἐστὶν ἃ οὐκ οἶδεν. οἶδε μὲν γὰρ οὐδεὶς τὸν θάνατον οὐδ’ εἰ τυγχάνει τῷ ἀνθρώπῳ πάντων μέγιστον ὂν τῶν ἀγαθῶν, δεδίασι δὲ ὡς εὖ εἰδότες ὅτι μέγιστον τῶν κακῶν ἐστι. καίτοι πῶς οὐκ ἀμαθία ἐστὶν αὕτη ἡ ἐπονείδιστος, ἡ τοῦ οἴεσθαι εἰδέναι ἃ οὐκ οἶδεν; ἐγὼ δ’, ὦ ἄνδρες, τούτῳ καὶ ἐνταῦθα διαφέρω τῶν πολλῶν ἴσως ἀνθρώπων· καὶ εἰ δή τῳ σοφώτερός του φαίην εἶναι, τούτῳ ἄν, ὅτι οὐκ εἰδὼς ἱκανῶς περὶ τῶν ἐν Ἅιδου οὕτω καὶ οἴομαι οὐκ εἰδέναι· τὸ δὲ ἀδικεῖν καὶ ἀπειθεῖν τῷ βελτίονι, καὶ θεῷ καὶ ἀνθρώπῳ, ὅτι κακὸν καὶ αἰσχρόν ἐστιν οἶδα. πρὸ οὖν τῶν κακῶν ὧν οἶδα ὅτι κακά ἐστιν, ἃ μὴ οἶδα εἰ καὶ ἀγαθὰ ὄντα τυγχάνει, οὐδέποτε φοβήσομαι οὐδὲ φεύξομαι· ὥστε οὐδ’ εἴ με νῦν ὑμεῖς ἀφίετε, Ἀνύτῳ ἀπιστήσαντες, ὃς ἔφη ἢ τὴν ἀρχὴν οὐ δεῖν ἐμὲ δεῦρο εἰσελθεῖν ἢ ἐπειδὴ εἰσῆλθον οὐχ οἷόν τ’ εἶναι τὸ μὴ ἀποκτεῖναί με, λέγων πρὸς ὑμᾶς ὡς εἰ διαφευξοίμην, ἤδη ἂν ὑμῶν οἱ υἱεῖς ἐπιτηδεύοντες ἃ Σωκράτης διδάσκει, πάντες παντάπασι διαφθαρήσονταιεἴ μοι πρὸς ταῦτα εἴποιτε· ὦ Σώκρατες, νῦν μὲν Ἀνύτῳ οὐ πεισόμεθα, ἀλλ’ ἀφίεμέν σε, ἐπὶ τούτῳ μέντοι ἐφ’ ᾧ τε μηκέτι ἐν ταύτῃ τῇ ζητήσει διατρίβειν μηδὲ φιλοσοφεῖν· ἐὰν δὲ ἁλῷς ἔτι τοῦτο πράττων, ἀποθανῇ. εἰ οὖν με, ὅπερ εἶπον, ἐπὶ τού-τοις ἀφίοιτε, εἴποιμι ἂν ὑμῖν ὅτι ἐγὼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἀσπάζομαι μὲν καὶ φιλῶ, πείθομαι δὲ μᾶλλον τῷ θεῷ ἢ ὑμῖν, καὶ ἕως περ ἂν ἐμπνέω καὶ οἷός τε ὦ, οὐ μὴ παύσωμαι φιλοσοφῶν καὶ ὑμῖν παρακελευόμενός τε καὶ ἐνδεικνύμενος, ὅτῳ ἂν ἀεὶ ἐντυγχάνω ὑμῶν, λέγων οἷάπερ εἴωθα. Καὶ μετὰ βραχέα ἐπιλέγει· Ἐννοήσωμεν δὴ καὶ τῇδε, ὡς πολλὴ ἐλπίς ἐστιν ἀγαθὸν αὐτὸ εἶναι. δυοῖν γὰρ θάτερόν ἐστι τὸ τεθνάναι· ἢ γὰρ οἷον μηδέν τι εἶναι μηδὲ αἴσθη-σιν μηδεμίαν μηδενὸς ἔχειν τὸν τεθνεῶτα ἢ κατὰ τὰ λεγόμενα μεταβολή τις τυγχάνει οὖσα καὶ μετοίκησις τῇ ψυχῇ τοῦ τόπου τοῦ ἐνθένδε εἰς ἄλλον τό-πον. καὶ εἴτε δὴ μηδεμία αἴσθησίς ἐστιν, ἀλλ’ οἷον ὕπνος, ἐπειδάν τις [ὄναρ] καθεύδων μηδὲ ὄναρ μηδὲν ὁρᾷ, θαυμάσιον κέρδος ἂν εἴη θάνατος. ἐγὼ γὰρ ἂν οἶμαι, εἴ τινα ἐκλεξάμενον δέοι ταύτην τὴν νύκτα ἐν ᾗ οὕτω κατέδαρ-θεν ὥστε μηδὲ ὄναρ ἰδεῖν, καὶ τὰς ἄλλας νύκτας τε καὶ ἡμέρας τὰς τοῦ βίου τοῦ ἑαυτοῦ ἀντιπαραθέντα ταύτῃ τῇ νυκτὶ εἰ δέοι σκεψάμενον εἰπεῖν πόσας ἄμει-νον καὶ ἥδιον ἡμέρας καὶ νύκτας ταύτης τῆς νυκτὸς βεβίωκεν ἐν τῷ ἑαυτοῦ βίῳ, οἶμαι ἂν οὐχὶ ἰδιώτην τινά, ἀλλὰ τὸν μέγαν βασιλέα εὐαριθμήτους ἀνευ-ρεῖν αὐτὸν ταύτας πρὸς τὰς ἄλλας ἡμέρας τε καὶ νύκτας. εἰ οὖν τοιοῦτον ὁ θάνατός ἐστι, κέρδος ἔγωγε λέγω· καὶ γὰρ οὐδὲν πλεῖον ὁ πᾶς χρόνος φαί-νεται οὕτω εἶναι ἢ μία νύξ. εἰ δ’ αὖ οἷον ἀποδημῆσαί ἐστιν ὁ θάνατος ἐνθένδε εἰς ἄλλον τόπον καὶ ἀληθῆ ἐστι τὰ λεγόμενα, ὡς ἄρα ἐκεῖ εἰσιν ἅπαν-τες οἱ τεθνεῶτες, τί μεῖζον ἀγαθὸν τούτου εἴη ἄν, ὦ ἄνδρες δικασταί; εἰ γάρ τις ἀφικόμενος εἰς Ἅιδου, ἀπαλλαγεὶς τούτων τῶν φασκόντων δικαστῶν εἶναι, εὑρήσει τοὺς ὡς ἀληθῶς δικαστάς, οἵπερ καὶ λέγονται ἐκεῖ δικάζειν, Μίνως τε καὶ Ῥαδάμανθυς καὶ Αἰακὸς καὶ Τριπτόλεμος καὶ ἄλλοι ὅσοι τῶν ἡμιθέων δίκαιοι ἐγένοντο ἐν τῷ ἑαυτῶν βίῳ, ἆρα φαύλη ἂν εἴη ἡ ἀποδημία; ἢ αὖ Ὀρφεῖ ξυγγενέσθαι καὶ Μουσαίῳ καὶ Ἡσιόδῳ καὶ Ὁμήρῳ ἐπὶ πόσῳ ἄν τις δέξαιτ’ ἂν ὑμῶν; ἐγὼ μὲν γὰρ πολλάκις ἐθέλω τεθνάναι, εἴπερ ταῦτ’ ἐστὶν ἀληθῆ, ἐπεὶ ἔμοιγε καὶ αὐτῷ θαυμαστὴ ἂν εἴη ἡ διατριβὴ αὐτόθι, ὁπότε ἐν-τύχοιμι Παλαμήδει καὶ Αἴαντι τῷ Τελαμῶνος καὶ εἴ τις ἄλλος τῶν παλαιῶν διὰ κρίσιν ἄδικον τέθνηκεν, ἀντιπαραβάλλοντι τὰ ἐμαυτοῦ πάθη πρὸς τὰ ἐκεί-νων, ὡς ἐγᾦμαι οὐκ ἂν ἀηδὲς εἶναι. καὶ δὴ καὶ τὸ μέγιστον, τοὺς ἐκεῖ ἐξετά-ζοντα καὶ ἐρευνῶντα ὥσπερ τοὺς ἐνταῦθα διάγειν, τίς αὐτῶν σοφός ἐστι καὶ τίς οἴεται μέν, ἔστι δ’ οὔ. Καὶ παρ’ ἡμῖν πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις εἴρηται καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεν[ν]όντων τὸ σῶμα, τὴν δὲ ψυχὴν οὐ δυναμένων ἀποκτεῖναι εἰδέναι τε, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ
PG 21:1101σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς ὅτι τε ἐκδημοῦντες ἀπὸ τοῦ σώματος ἐνδημοῦμεν τῷ κυρίῳ, ὃς καὶ πᾶσι τοῖς εἰς αὐτὸν ἠλπικόσιν ἐπήγγελται εἰς κόλπους Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἀναπαύσεσθαι μετά τε τῶν ἄλλων παρ’ Ἑβραίοις θεοφιλῶν προφητῶν τε καὶ δικαίων ἐν μακαρίᾳ ζωῇ τὸν μακρὸν αἰῶνα δι-άξειν. ια. ΟΠΩΣ ΔΕΟΙ ΤΙΜΑΝ ΤΟΝ ΘΑΝΑΤΟΝ ΤΩΝ ΕΥΚΛΕΩΣ ΜΕΤΑΛΛΑΞΑΝΤΩΝ ΤΟΝ ΒΙΟΝ Τῶν δὲ δὴ ἀποθανόντων ἐπὶ στρατείας ὃς ἂν εὐδοκιμήσας τελευτήσῃ, ἆρ’ οὐ πρῶτον μὲν φήσομεν τοῦ χρυσοῦ γένους εἶναι; Πάνυ γε μάλιστα. Ἀλλ’ οὐ πεισόμεθα Ἡσιόδῳ, ἐπειδάν τινες τοῦ τοιούτου γένους τελευτήσωσιν, ὡς ἄρα οἱ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι τελέθουσιν, ἐσθλοί, ἀλεξίκακοι, φύλακες μερόπων ἀνθρώπων; Πεισόμεθα μὲν οὖν. Διαπυθόμενοι ἄρα τοῦ θεοῦ πῶς χρὴ τοὺς δαιμονίους τε καὶ θείους τιθέναι καὶ τίνι διαφόρῳ, οὕτω καὶ ταύτη θήσομεν ᾗ ἂν ἐξηγῆ-ται; Τί δ’ οὐ μέλλομεν; Τὸν λοιπὸν δὴ χρόνον ὡς δαίμονας γεγονότας οὕτω θεραπεύσομέν τε καὶ προσκυνήσομεν αὐτῶν τὰς θήκας; τὰ αὐτὰ δὲ ταῦτα νομιοῦμεν, ὅταν τις γήρᾳ ἤ τινι ἄλλῳ τρόπῳ τελευτήσῃ τῶν ὅσοι ἂν διαφερόν-τως ἐν τῷ βίῳ ἀγαθοὶ κριθῶσι. Καὶ ταῦτα δὲ ἁρμόζει ἐπὶ τῇ τῶν θεοφιλῶν τελευτῇ, οὓς στρατιώτας τῆς ἀληθοῦς εὐσεβείας οὐκ ἂν ἁμάρτοις εἰπὼν παραλαμβάνεσθαι. ὅθεν καὶ ἐπὶ τὰς θήκας αὐτῶν ἔθος ἡμῖν παριέναι καὶ τὰς εὐχὰς παρὰ ταύταις ποιεῖσθαι τιμᾶν τε τὰς μακαρίας αὐτῶν ψυχάς, ὡς εὐλόγως καὶ τούτων ὑφ’ ἡμῶν γιγνομένων. ἀλλὰ γὰρ ἡμεῖς μὲν ταῦτα ἐκ τῶν Πλάτωνος ἀνελε-ξάμεθα· φιλόκαλος δέ τις ἄλλος καὶ τούτων ἔτι πλείω ἂν εὕροι παρὰ τῷ αὐτῷ σύμφωνα τοῖς ἡμετέροις δόγμασι, τάχα δὲ καὶ παρ’ ἑτέροις. ἐπεὶ δὲ τῆς αὐτῆς ἡμῖν ὑποθέσεως προλαβόντες ἐφήψαντο καὶ ἄλλοι, εὖ μοι δοκεῖ ἐπισκέψασθαι δεῖν καὶ τὰ τούτοις πεπονημένα. παραθήσω δὲ πρώτου Ἀριστο-βούλου, τοῦ ἐξ Ἑβραίων φιλοσόφου, τὰς οὕτως ἐχούσας φωνάς· ιβ. ΟΠΩΣ ΚΑΙ Ο ΠΡΟ ΗΜΩΝ ΕΞ ΕΒΡΑΙΩΝ ΑΡΙΣΤΟΒΟΥΛΟΣ Ο ΠΕΡΙΠΑΤΗΤΙΚΟΣ ΕΚ ΤΗΣ ΠΑΡ’ ΕΒΡΑΙΟΙΣ ΦΙΛΟΣΟΦΙΑΣ ΩΜΟΛΟΓΕΙ ΤΟΥΣ ΕΛΛΗΝΑΣ ΩΡΜΗΣΘΑΙ· ΕΚ ΤΩΝ ΑΡΙΣΤΟ-ΒΟΥΛΟΥ ΒΑΣΙΛΕΙ ΠΤΟΛΕΜΑΙΩΙ ΠΡΟΣΠΕΦΩΝΗΜΕΝΩΝ Φανερὸν ὅτι κατηκολούθησεν ὁ Πλάτων τῇ καθ’ ἡμᾶς νομοθεσίᾳ καὶ φανερός ἐστι περιειργασμένος ἕκαστα τῶν ἐν αὐτῇ. διηρμήνευται γὰρ πρὸ Δημητρίου τοῦ Φαληρέως δι’ ἑτέρων, πρὸ τῆς Ἀλεξάνδρου καὶ Περσῶν ἐπικρα-τήσεως, τά τε κατὰ τὴν ἐξαγωγὴν τὴν ἐξ Αἰγύπτου τῶν Ἑβραίων, ἡμετέρων δὲ πολιτῶν, καὶ ἡ τῶν γεγονότων ἁπάντων αὐτοῖς ἐπιφάνεια καὶ κράτησις τῆς χώρας καὶ τῆς ὅλης νομοθεσίας ἐπεξήγησις, ὡς εὔδηλον εἶναι τὸν προειρημέ-νον φιλόσοφον εἰληφέναι πολλά· γέγονε γὰρ πολυμαθής, καθὼς καὶ Πυθαγό-ρας πολλὰ τῶν παρ’ ἡμῖν μετενέγκας εἰς τὴν ἑαυτοῦ δογματοποιίαν κατε-χώρισεν. ἡ δ’ ὅλη ἑρμηνεία τῶν διὰ τοῦ νόμου πάντων ἐπὶ τοῦ προσαγο-ρευθέντος Φιλαδέλφου βασιλέως, σοῦ δὲ προγόνου, προσενεγκαμένου μείζονα φιλοτιμίαν, Δημητρίου τοῦ Φαληρέως πραγματευσαμένου τὰ περὶ τούτων. Εἶτα μεταξύ τινα εἰπὼν ἐπιφέρει λέγων· Δεῖ γὰρ λαμβάνειν τὴν θείαν φωνὴν οὐ ῥητὸν λόγον, ἀλλ’ ἔργων κατα-σκευάς, καθὼς καὶ διὰ τῆς νομοθεσίας ἡμῖν ὅλην τὴν γένεσιν τοῦ κόσμου θεοῦ λόγους εἴρηκεν ὁ Μωσῆς. συνεχῶς γάρ φησιν ἐφ’ ἑκάστου· καὶ εἶπεν ὁ θεὸς, καὶ ἐγένετο.3 δοκοῦσι δέ μοι περιειργασμένοι πάντα κατηκολουθηκέ-ναι τούτῳ Πυθαγόρας τε καὶ Σωκράτης καὶ Πλάτων λέγοντες ἀκούειν φωνῆς θεοῦ, τὴν κατασκευὴν τῶν ὅλων συνθεωροῦντες ἀκριβῶς ὑπὸ θεοῦ γεγονυῖαν καὶ συνεχομένην ἀδιαλείπτως. ἔτι δὲ καὶ Ὀρφεὺς ἐν ποιήμασι τῶν κατὰ τὸν Ἱερὸν Λόγον αὐτῷ λεγομένων οὕτως ἐκτίθεται περὶ τοῦ διακρατεῖσθαι θείᾳ δυνάμει τὰ πάντα καὶ γενητὰ ὑπάρχειν καὶ ἐπὶ πάντων εἶναι τὸν θεόν. λέγει δ’ οὕτως· φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ’ ἐπίθεσθε βέβηλοι, φεύγοντες δικαίων θεσμούς, θείοιο τιθέντος πᾶσιν ὁμοῦ· σὺ δ’ ἄκουε, φαεσφόρου ἔκγονε Μήνης Μουσαῖ’. ἐξενέπω γὰρ ἀληθέα· μηδέ σε τὰ πρὶν ἐν στήθεσσι φανέντα φίλης αἰῶνος ἀμέρσῃ, εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, ἰθύνων κραδίης νοερὸν κύτος· εὖ δ’ ἐπίβαινε ἀτραπιτοῦ, μοῦνον δ’ ἐσόρα κόσμοιο τυπωτὴν ἀθάνατον. παλαιὸς δὲ λόγος περὶ τοῦδε φαείνει· Εἷς ἔστ’ αὐτοτελής, αὐτοῦ δ’ ὕπο πάντα τελεῖται, ἐν δ’ αὐτοῖς αὐτὸς περινίσσεται, οὐδέ τις αὐτὸν εἰσοράᾳ ψυχὴν θνητῶν, νῷ δ’ εἰσοράαται. αὐτὸς δ’ ἐξ ἀγαθῶν θνητοῖς κακὸν οὐκ ἐπιτέλλει ἀνθρώποις· αὐτῷ δὲ χάρις καὶ μῖσος ὀπηδεῖ· καὶ πόλεμος καὶ λοιμὸς ἰδ’ ἄλγεα δακρυόεντα· οὐδέ τίς ἐσθ’ ἕτερος. σὺ δέ κεν ῥέα πάντ’ ἐσορήσω, αἴ κεν ἴδῃς αὐτόν· πρὶν δή ποτε δεῦρ’ ἐπὶ γαῖαν, τέκνον ἐμόν, δείξω σοι, ὁπηνίκα δέρκομαι αὐτοῦ ἴχνια καὶ χεῖρα στιβαρὴν κρατεροῖο θεοῖο. αὐτὸν δ’ οὐχ ὁρόω· περὶ γὰρ νέφος ἐστήρικται λοιπὸν ἐμοί· ’στᾶσιν δὲ δεκάπτυχον ἀνθρώποισιν. οὐ γάρ κέν τις ἴδοι θνητῶν μερόπων κραίνοντα, εἰ μὴ μουνογενής τις ἀπορρὼξ φύλου ἄνωθεν Χαλδαίων· ἴδρις γὰρ ἔην ἄστροιο πορείης καὶ σφαίρης κίνημ’ ἀμφὶ χθόνα ὡς περιτέλλει κυκλοτερές τ’ ἐν ἴσῳ, κατὰ δὲ σφέτερον κνώδακα. πνεύματα δ’ ἡνιοχεῖ περί τ’ ἠέρα καὶ περὶ χεῦμα νάματος· ἐκφαίνει δὲ πυρὸς σέλας ἰφιγενήτου. αὐτὸς δὴ μέγαν αὖθις ἐπ’ οὐρανὸν ἐστήρικται χρυσέῳ εἰνὶ θρόνῳ· γαίη δ’ ὑπὸ ποσσὶ βέβηκε· χεῖρα δὲ δεξιτερὴν ἐπὶ τέρμασιν Ὠκεανοῖο ἐκτέτακεν· ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ οὐδὲ φέρειν δύναται κρατερὸν μένος. ἔστι δὲ πάντως αὐτὸς ἐπουράνιος καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ, ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσην ἠδὲ τελευτήν, ὡς λόγος ἀρχαίων, ὡς ὑδογενὴς διέταξεν, ἐκ θεόθεν γνώμῃσι λαβὼν κατὰ δίπλακα θεσμόν. ἄλλως οὐ θεμιτὸν δὲ λέγειν· τρομέω δέ γε γυῖα, ἐν νόῳ· ἐξ ὑπάτου κραίνει περὶ πάντ’ ἐνὶ τάξει. ὦ τέκνον, σὺ δὲ τοῖσι νόοισι πελάζευ, γλώσσης εὖ μάλ’ ἐπικρατέων, στέρνοισι δὲ ἔνθεο φήμην. καὶ Ἄρατος δὲ περὶ τῶν αὐτῶν φησιν οὕτως· Ἐκ θεοῦ ἀρχώμεσθα, τὸν οὐδέποτ’ ἄνδρες ἐῶσιν ἄρρητον· μεσταὶ δὲ θεοῦ πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δ’ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες, πάντη δὲ θεοῦ κεχρήμεθα πάντες. τοῦ γὰρ καὶ γένος ἐσμέν· ὁ δ’ ἤπιος ἀνθρώποισι δεξιὰ σημαίνει, λαοὺς δ’ ἐπὶ ἔργον ἐγείρει μιμνήσκων βιότοιο· λέγει δ’ ὅτε βῶλος ἀρίστη βουσί τε καὶ μακέλῃσι, λέγει δ’ ὅτε δεξιαὶ ὧραι καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι. σαφῶς οἴομαι δεδεῖχθαι διότι διὰ πάντων ἐστὶν ἡ δύναμις τοῦ θεοῦ. καθὼς δὲ δεῖ, σεσημάγκαμεν περιαιροῦντες τὸν διὰ τῶν ποιημάτων Δία καὶ Ζῆνα· τὸ γὰρ τῆς διανοίας αὐτῶν ἐπὶ θεὸν ἀναπέμπεται, διόπερ οὕτως ἡμῖν εἴρηται. οὐκ ἀπεοικότως οὖν τοῖς ἐπεζητημένοις προενηνέγμεθα ταῦτα. πᾶσι γὰρ τοῖς φιλοσόφοις ὁμολογεῖται διότι δεῖ περὶ θεοῦ διαλήψεις ὁσίας ἔχειν, ὃ μάλιστα παρακελεύεται καλῶς ἡ καθ’ ἡμᾶς αἵρεσις. ἡ δὲ τοῦ νόμου κατασκευὴ πᾶσα τοῦ καθ’ ἡμᾶς περὶ εὐσεβείας τέτακται καὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τῶν λοιπῶν ἀγαθῶν τῶν κατὰ ἀλήθειαν. Τούτοις ἑξῆς μεθ’ ἕτερα ἐπιλέγει·
PG 21:1107Ἐχομένως δ’ ἐστὶν ὡς ὁ θεός, [ὃς] τὸν ὅλον κόσμον κατεσκεύακε, καὶ δέδωκεν ἀνάπαυσιν ἡμῖν, διὰ τὸ κακόπαθον εἶναι πᾶσι τὴν βιοτήν, ἑβδό-μην ἡμέραν, ἣ δὴ καὶ πρώτη φυσικῶς ἂν λέγοιτο φωτὸς γένεσις, ἐν ᾧ τὰ πάντα συνθεωρεῖται. μεταφέροιτο δ’ ἂν τὸ αὐτὸ καὶ ἐπὶ τῆς σοφίας· τὸ γὰρ πᾶν φῶς ἐστιν ἐξ αὐτῆς. καί τινες εἰρήκασι τῶν ἐκ τῆς αἱρέσεως ὄντες [τῆς] ἐκ τοῦ Περιπάτου λαμπτῆρος αὐτὴν ἔχειν τάξιν· ἀκολουθοῦντες γὰρ αὐτῇ συνεχῶς ἀτάραχοι καταστήσονται δι’ ὅλου τοῦ βίου. σαφέστερον δὲ καὶ κάλλιον τῶν ἡμετέρων προγόνων τις εἶπε Σολομῶν αὐτὴν πρὸ οὐρανοῦ καὶ γῆς ὑπάρχειν· τὸ δὴ σύμφωνόν ἐστι τῷ προειρημένῳ. τὸ δὲ διασαφούμενον διὰ τῆς νομοθεσίας ἀποπεπαυκέναι τὸν θεὸν ἐν αὐτῇ, τοῦτο οὐχ, ὥς τινες ὑπολαμβάνουσι, μηκέτι ποιεῖν τι τὸν θεὸν καθέστηκεν, ἀλλ’ ἐπὶ τῷ κατα-πεπαυκέναι τὴν τάξιν αὐτῶν οὕτως εἰς πάντα τὸν χρόνον τεταχέναι. ση-μαίνει γὰρ ὡς ἐν ἓξ ἡμέραις ἐποίησε τόν τε οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς, ἵνα τοὺς χρόνους δηλώσῃ καὶ τὴν τάξιν προείπῃ τί τίνος προ-τερεῖ. τάξας γάρ, οὕτως αὐτὰ συνέχει καὶ μεταποιεῖ. διασεσάφηκε δ’ ἡμῖν αὐτὴν ἔννομον ἕνεκεν σημείου τοῦ περὶ ἡμᾶς ἑβδόμου λόγου καθεστῶτος, ἐν ᾧ γνῶσιν ἔχομεν ἀνθρωπίνων καὶ θείων πραγμάτων. δι’ ἑβδομάδων δὲ καὶ πᾶς ὁ κόσμος κυκλεῖται τῶν ζῳογονουμένων καὶ τῶν φυομένων ἁπάντων· τῷ δὲ σάββατον αὐτὴν προσαγορεύεσθαι διερμηνεύεται ἀνάπαυσις οὖσα. διασαφεῖ δὲ καὶ Ὅμηρος καὶ Ἡσίοδος, μετειληφότες ἐκ τῶν ἡμετέρων βιβλίων ἱερὰν εἶναι. Ἡσίοδος μὲν οὕτως· πρῶτον ἕνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ· καὶ πάλιν λέγει· ἑβδομάτη δ’ αὖτις λαμπρὸν φάος ἠελίοιο. Ὅμηρος δὲ οὕτω λέγει· ἑβδομάτη δἤπειτα κατήλυθεν, ἱερὸν ἦμαρ· καὶ πάλιν· ἕβδομον ἦμαρ ἔην καὶ τῷ τετέλεστο ἅπαντα καί· ἑβδομάτῃ δ’ ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος. τοῦτο δὴ σημαίνων, ὡς ἀπὸ τῆς κατὰ ψυχὴν λήθης καὶ κακίας ἐν τῷ κατὰ ἀλήθειαν ἑβδόμῳ λόγῳ καταλιμπάνεται τὰ προειρημένα καὶ γνῶσιν ἀληθείας λαμβάνομεν, καθὼς προείρηται. Λίνος δέ φησιν οὕτως· ἑβδομάτῃ δ’ ἠοῖ τετελεσμένα πάντα τέτυκται· καὶ πάλιν· ἑβδόμη εἰν ἀγαθοῖς καὶ ἑβδόμη ἐστὶ γενέθλη καί· ἑβδόμη ἐν πρώτοισι καὶ ἑβδόμη ἐστὶ τελείη [καί·] ἑπτὰ δὲ πάντα τέτυκται ἐν οὐρανῷ ἀστερόεντι, ἐν κύκλοισι φανέντ’ ἐπιτελλομένοις ἐνιαυτοῖς. Τὰ μὲν οὖν Ἀριστοβούλου τοιαῦτα. ὁποῖα δὲ καὶ Κλήμεντι περὶ τῆς αὐτῆς εἴρηται ὑποθέσεως, γνοίης ἂν διὰ τούτων· ιγ. ΩΣ ΚΑΙ ΚΛΗΜΗΣ ΟΜΟΙΩΣ ΤΑ ΚΑΛΩΣ ΕΛΛΗΣΙΝ ΕΙΡΗΜΕΝΑ ΣΥΜΦΩΝΑ ΤΥΓΧΑΝΕΙΝ ΤΟΙΣ ΕΒΡΑΙΩΝ ΠΑΡΙΣΤΗ ΔΟΓΜΑΣΙΝ· ΑΠΟ ΤΟΥ Ε ΣΤΡΩΜΑΤΕΩΣ ΚΛΗΜΕΝΤΟΣ Τὰ δ’ ἑξῆς προσαποδοτέον καὶ τὴν ἐκ τῆς βαρβάρου φιλοσοφίας Ἑλ-ληνικὴν κλοπὴν σαφέστερον ἤδη παραστατέον. φασὶ γὰρ σῶμα εἶναι τὸν θεὸν οἱ Στωϊκοὶ καὶ πνεῦμα κατ’ οὐσίαν, ὥσπερ ἀμέλει καὶ τὴν ψυχήν. πάντα ταῦτα ἄντικρυς εὑρήσεις ἐν ταῖς γραφαῖς. μὴ γάρ μοι τὰς ἀλληγορίας αὐτῶν ἐννοήσῃς τὰ νῦν ὡς [ἡ] γνωστικὴ παραδίδωσιν ἀλήθεια, εἰ ἄλλο τι δεικνύουσαι, καθάπερ οἱ σοφοὶ παλαισταί, ἄλλο μηνύουσιν. ἀλλ’ οἱ μὲν διήκειν διὰ πάσης τῆς οὐσίας τὸν θεόν φασιν, ἡμεῖς δὲ ποιητὴν μόνον αὐτὸν καλοῦμεν καὶ λόγῳ ποιητήν. παρήγαγε δ’ αὐτοὺς τὸ ἐν τῇ Σοφίᾳ εἰρημένον διήκει δὲ καὶ χω-ρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα, ἐπεὶ μὴ συνῆκαν λέγεσθαι ταῦτα ἐπὶ τῆς σοφίας τῆς πρωτοκτίστου τῷ θεῷ. ναί, φασίν· ἀλλὰ ὕλην ὑποτίθενται οἱ φιλόσοφοι ἐν ταῖς ἀρχαῖς, οἵ τε Στωϊκοὶ καὶ Πλάτων καὶ Πυθαγόρας, ἀλλὰ καὶ Ἀριστοτέλης ὁ Περιπατητικός, οὐχὶ δὲ μίαν ἀρχήν. ἴστωσαν οὖν τὴν καλουμένην ὕλην, ἄποιον καὶ ἀσχημάτιστον λεγομένην πρὸς αὐτῶν, τολμηρό[τερο]ν δὲ ἤδη μὴ ὂν πρὸς τοῦ Πλάτωνος εἰρῆσθαι· καὶ μή τι μυστικώτατα, μίαν τὴν ὄντως οὖσαν ἀρχὴν εἰδώς, ἐν τῷ Τιμαίῳ αὐταῖς φησι λέξεσι· Νῦν δὴ οὖν τό γε παρ’ ἡμῶν ὧδε ἐχέτω· τὴν μὲν περὶ ἁπάντων εἴτε ἀρχὴν εἴτε ἀρχὰς εἴτε ὅπη δοκεῖ τούτων πέρι, τὸ νῦν οὐ ῥητέον, δι’ ἄλλο μὲν οὐδέν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα τρόπον τῆς διεξόδου δηλῶ-σαι τὰ δοκοῦντα.3 Ἄλλως τε ἡ λέξις ἡ προφητικὴ ἐκείνη· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκα-τασκεύαστος ἀφορμὰς αὐτοῖς ὑλικῆς οὐσίας παρέσχηται. ναὶ μὴν Ἐπικούρῳ μὲν ἡ τοῦ αὐτομάτου παρείσδυσις οὐ παρακολουθήσαντι τῷ ῥητῷ γέγονεν ἐντεῦθεν· Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.3 Ἀριστοτέλει δὲ μέχρι σελήνης ἐπῆλθε καταγαγεῖν τὴν πρόνοιαν ἐκ τοῦδε τοῦ ψαλμοῦ· Κύριε ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν.3 οὐδέπω γὰρ ἀπεκαλύπτετο ἡ τῶν προφητικῶν δήλωσις μυστηρίων πρὸ τῆς τοῦ κυρίου παρουσίας. τάς τε αὖ μετὰ θάνατον κολάσεις καὶ τὴν διὰ πυρὸς τιμωρίαν ἀπὸ τῆς βαρβάρου φιλοσοφίας ἥ τε ποιητικὴ πᾶσα μοῦσα, ἀλλὰ καὶ ἡ Ἑλλη-νικὴ φιλοσοφία ὑφείλετο. Πλάτων γοῦν ἐν τῷ τελευταίῳ τῆς Πολιτείας αὐταῖς φησι ταῖς λέξεσιν· Ἐνταῦθα δὴ ἄνδρες ἄγριοι, διάπυροι ἰδεῖν παρεστῶτες, καταμανθά-νοντες τὸ φθέγμα τοὺς μὲν ἰδίᾳ παραλαβόντες ἦγον, τὸν δὲ Ἀριδαῖον καὶ τοὺς ἄλλους συμποδίσαντες χεῖράς τε καὶ πόδας καὶ κεφαλὴν καταβαλόντες καὶ ἐκδείραντες εἷλκον παρὰ τὴν ὁδὸν ἐκτὸς ἐπ’ ἀσπαλάθων κνάμπτοντες.3 Οἱ μὲν γὰρ ἄνδρες οἱ διάπυροι ἀγγέλους αὐτῷ βούλονται δηλοῦν, οἳ παραλαβόντες τοὺς ἀδίκους κολάζουσιν. Ὁ ποιῶν,3 φησί, τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.3 Ἕπεται δὲ τούτοις τὴν ψυχὴν εἶναι ἀθάνατον. τὸ γὰρ κολαζόμενον ἢ παιδευόμενον ἐν αἰσθήσει ὂν ζῇ, κἂν πάσχειν λέγηται. τί δέ; οὐχὶ οἶδεν ὁ Πλάτων καὶ πυρὸς ποταμοὺς καὶ τῆς γῆς τὸ βάθος, τὴν πρὸς τῶν βαρβάρων γέενναν καλουμένην, Τάρταρον ποιητικῶς ὀνομάζων Κωκυτόν τε καὶ Ἀχέ-ροντα καὶ Πυριφλεγέθοντα καὶ τοιαῦτά τινα εἰς τὴν παίδευσιν σωφρονίζοντα παρεισάγων κολαστήρια; τῶν σμικρῶν δὲ κατὰ τὴν γραφὴν καὶ ἐλαχίστων τοὺς ἀγγέλους τοὺς ὁρῶντας τὸν θεόν, πρὸς δὲ καὶ τὴν εἰς ἡμᾶς δι’ ἀγγέλων τῶν ἐφεστώτων ἥκουσαν ἐπισκοπὴν ἐμφαίνων οὐκ ὀκνεῖ γράφειν· Ἐπειδὴ πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προϊέναι πρὸς τὴν Λάχεσιν, ἐκείνην δὲ ἑκάστῳ, ὃν εἵλετο δαίμονα τοῦτον φύλακα τοῦ βίου συμπέμπειν καὶ ἀποπληρωτὴν τῶν αἱρεθέντων.3 Τάχα δὲ καὶ τῷ Σωκράτει τὸ δαιμόνιον τοιοῦτό τι ᾐνίσσετο. Ναὶ μὴν γενητὸν εἶναι τὸν κόσμον ἐκ Μωσέως παραλαβόντες ἐδογμά-τισαν οἱ φιλόσοφοι. καὶ ὅ γε Πλάτων ἄντικρυς εἴρηκε· Πότερον ἦν ἀρχὴν ἔχων γενέσεως οὐδεμίαν, ἢ γέγονεν, ἀπ’ ἀρχῆς τινος ἀρξάμενος; ὁρατός τε γὰρ ἁπτός τε καὶ σῶμα ἔχει.3 Αὖθίς τε ὁπόταν εἴπῃ· Τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παν-τὸς εὑρεῖν τε ἔργον,3 οὐ μόνον γενητὸν ἔδειξε τὸν κόσμον, ἀλλὰ καὶ ἐξ αὐτοῦ γεγονέναι σημαίνει, ὡς ἂν ἐκ μόνου γενομένου καὶ ἐκ μὴ ὄντος ὑποστάν-τος. γενητὸν δὲ καὶ οἱ Στωϊκοὶ τίθενται τὸν κόσμον. τόν τε ὑπὸ τῆς βαρβάρου φιλοσοφίας θρυλούμενον διάβολον, τὸν τῶν δαιμόνων ἄρχοντα, κακοεργὸν εἶναι ψυχὴν ἐν τῷ δεκάτῳ τῶν Νόμων ὁ Πλάτων λέγει ταῖσδε ταῖς λέξεσι· Ψυχὴν διοικοῦσαν καὶ ἐνοικοῦσαν τοῖς πάντη κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι; Τί μήν;

Liber Duodecimus

PG 21:1109Μίαν, ἢ πλείους; ἐγὼ ὑπὲρ σφῷν ἀποκρινοῦμαι. δυοῖν μέν που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάζε-σθαι.3 Ὁμοίως δὲ κἀν τῷ Φαίδρῳ τάδε γράφει· Ἔστι μὲν δὴ καὶ ἄλλα κακά, ἀλλά τις δαίμων ἔμιξε τοῖς πλείστοις ἐν τῷ παραυτίκα ἡδονήν.3 Ἀλλὰ κἀν τῷ δεκάτῳ τῶν Νόμων ἄντικρυς τὸ ἀποστολικὸν δείκνυσιν ἐκεῖνο· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῶν ἐν οὐρανοῖς· ὧδέ πως γράφων· Ἐπειδὴ γὰρ συνεχωρήσαμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἶναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή· μάχη, φαμέν, ἀθάνατός ἐσθ’ ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη.3 Κόσμον τε αὖθις τὸν μὲν νοητὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία, τὸν δὲ αἰσθητόν· καὶ τὸν μὲν ἀρχέτυπον, τὸν δὲ εἰκόνα τοῦ καλοῦ παραδείγματος. καὶ τὸν μὲν ἀνατίθησι μονάδι, ὡς ἂν νοητόν, τὸν δὲ αἰσθητὸν ἑξάδι· γάμος γὰρ παρὰ τοῖς Πυθαγορείοις, ὡς ἂν γόνιμος ἀριθμός, ἡ ἑξὰς καλεῖται. καὶ ἐν μὲν τῇ μονάδι συνίστησιν οὐρανὸν ἀόρατον καὶ γῆν ἁγίαν καὶ φῶς νοητόν. Ἐν ἀρχῇ γάρ,3 φησίν, ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος.3 εἶτ’ ἐπιφέρει· Καὶ εἶπεν ὁ θεός· Γενέσθω φῶς, καὶ ἐγένετο φῶς.3 ἐν δὲ τῇ κοσμογονίᾳ τῇ αἰσθητῇ στερεὸν οὐρανὸν ἐδημιούργει (τὸ δὲ στερεὸν αἰσθητόν) γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον. ἆρ’ οὐ δοκεῖ σοι ἐντεῦ-θεν ὁ Πλάτων ζῴων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ καὶ τὰ εἴδη τὰ αἰσθητὰ κατὰ τὰ γένη δημιουργεῖν τὰ νοητά; εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει Μωσῆς, ὃ γήϊνόν φησιν ὁ Πλάτων σκῆνος, ψυχὴν δὲ τὴν λογικὴν ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ θεοῦ εἰς πρόσωπον. ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπεισόδιον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου εἴσοδον ἑρμηνεύοντες, διὸ καὶ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν τὸν ἄνθρωπον γεγονέναι. εἰκὼν μὲν γὰρ θεοῦ λόγος ὁ θεῖος καὶ βασιλικός, ἄνθρωπος ἀπαθής, εἰκὼν δ’ εἰκόνος ἀνθρώπινος νοῦς. ἑτέρῳ δ’ εἰ βούλει παραλαβεῖν ὀνόματι τὴν ἐξομοίωσιν, εὕροις ἂν παρὰ τῷ Μωσεῖ ἀκολουθίαν ὀνομαζομένην θείαν. φησὶ γάρ· Ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξατε.3 ἀκόλουθοι δ’, οἶμαι, καὶ θεραπευταὶ θεοῦ πάντες οἱ ἐνάρετοι. Ἐντεῦθεν δ’ οἱ μὲν Στωϊκοὶ τὸ τέλος τῆς φιλοσοφίας τὸ ἀκολούθως τῇ φύσει ζῆν εἰρήκασιν, ὁ Πλάτων δὲ ὁμοίωσιν θεῷ, ὡς ἐν τῷ δευτέρῳ παρε-στήσαμεν Στρωματεῖ, Ζήνων τε ὁ Στωϊκὸς παρὰ Πλάτωνος λαβών, ὁ δὲ ἀπὸ τῆς βαρβάρου φιλοσοφίας, τοὺς ἀγαθοὺς πάντας ἀλλήλων εἶναι φίλους λέγει. φησὶ γὰρ ἐν τῷ Φαίδρῳ Σωκράτης ὡς οὐχ εἵμαρται κακὸν κακῷ φίλον εἶναι οὐδ’ ἀγαθὸν ἀγαθῷ μὴ φίλον.3 ὅπερ κἀν τῷ Λύσιδι ἀπέδειξεν ἱκανῶς, ὡς ἐν ἀδικίᾳ καὶ πονηρίᾳ οὐκ ἄν ποτε σωθείη φιλία. καὶ ὁ Ἀθηναῖος ξένος ὁμοίως φησὶ πρᾶξιν εἶναι φίλην καὶ ἀκόλουθον θεῷ καὶ ἕνα λόγον ἔχουσαν ἀρχαῖον, ὅταν τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ᾖ, τὰ δὲ ἄμετρα οὔτε τοῖς ἀμέτροις οὔτε τοῖς ἐμμέτροις· ὁ δὲ θεὸς ἡμῖν πάντων χρημάτων μέτρον ἂν εἴη.3 Εἶτα ὑποβὰς ἐπάγει πάλιν· Πᾶς γὰρ δὴ ἀγαθὸς ἀγαθῷ ὅμοιος, κατὰ τοῦτο δὲ καὶ θεῷ ἐοικὼς ἀγα-θῷ τε παντὶ φίλος ὑπάρχει καὶ θεῷ.3 ἐνταῦθα γενόμενος κἀκείνου ἀνεμνήσθην· ἐπὶ τέλει γὰρ τοῦ Τιμαίου λέγει· Τῷ κατανοουμένῳ τὸ κατανοοῦν ἐξομοιῶσαι δεῖν κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώποις ὑπὸ θεῶν ἀρί-στου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον.3 Καὶ μετὰ βραχέα ἐπιλέγει· Ἀδελφοὺς δὲ εἶναι ἡμᾶς, ὡς ἂν τοῦ ἑνὸς θεοῦ ὄντας καὶ ἑνὸς διδασκά-λου, φαίνεταί που καὶ Πλάτων καλῶν ὧδέ πως· Ἐστὲ μὲν γὰρ πάντες οἱ ἐν τῇ πόλει ἀδελφοί, ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες. ἀλλ’ ὁ θεὸς πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει συνέμιξεν αὐτοῖς, διὸ τιμιώτατοί εἰσιν· ὅσοι δὲ ἐπίκουροι, ἄργυρον· σίδηρον δὲ καὶ χαλκὸν τοῖς γεωργοῖς καὶ τοῖς ἄλλοις δημιουργοῖς.3 Ὅθεν ἀνάγκῃ φησὶ γεγονέναι ἀσπάζεσθαί τε καὶ φιλεῖν τούτους μὲν ταῦτα ἐφ’ οἷς γνῶσις, ἐκείνους δὲ ἐφ’ οἷς δόξα.3 ἴσως γὰρ τὴν ἐκλεκτὴν ταύ-την φύσιν γνώσεως ἐφιεμένην μαντεύεται, εἰ μή τι τρεῖς τινας ὑποτιθέμενος φύσεις, τρεῖς πολιτείας, ὡς ὑπέλαβόν τινες, διαγράφει, καὶ Ἰουδαίων μὲν ἀργυρᾶν, Ἑλλήνων δὲ τὴν τρίτην, Χριστιανῶν δέ, οἷς ὁ χρυσὸς ὁ βασιλικὸς ἐγκαταμέμικται, τὸ ἅγιον πνεῦμα. τόν τε Χριστιανῶν βίον ἐμφαίνων κατὰ λέξιν γράφει ἐν τῷ Θεαιτήτῳ· Λέγωμεν δὴ περὶ τῶν κορυφαίων· τί γὰρ ἄν τις τούς γε φαύλως διατρί-βοντας ἐν φιλοσοφίᾳ λέγοι; οὗτοι δέ που οὔτε εἰς ἀγορὰν ἴσασι τὴν ὁδὸν οὔτε ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον, νόμους δὲ καὶ ψηφίσματα γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσι. σπου-δαὶ δὲ ἑταιριῶν καὶ σύνοδοι ἢ σὺν αὐλητρίσι κῶμοι, οὐδὲ ὄναρ πράττειν προς-ίσταται αὐτοῖς. εὖ δὲ ἢ κακῶς τίς γέγονεν ἐν πόλει, ἢ τί τῳ κακόν ἐστι γε-γονὸς ἐκ προγόνων, μᾶλλον αὐτοὺς λέληθεν ἢ οἱ τῆς θαλάσσης λεγόμενοι χόες. καὶ ταῦτα οὔθ’ ὅτι οὐκ οἶδεν οἶδεν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, αὐτὸς δὲ πέταται κατὰ Πίνδαρον, τὰ γᾶς ὑπένερθεν οὐρανοῦ τε ὕπερ ἀστρονομῶν καὶ πᾶσαν πάντη φύσιν ἐρευνώμενος.3 Πάλιν αὖ τῷ τοῦ κυρίου ῥητῷ τῷ Ἔστω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ ἐκεῖνο ἀπεικαστέον· Ἀλλά μοι ψεῦδός τε συγχωρῆσαι καὶ ἀλήθειαν ἀφανί-σαι οὐδαμῶς θέμις.3 τῇ τε περὶ τοῦ ὀμόσαι ἀπαγορεύσει συνᾴδει ἥδε ἡ ἐν τῷ δεκάτῳ τῶν Νόμων λέξις· Ἔπαινός τε ὅρκος τε περὶ παντὸς ἀπέστω.3 καὶ τὸ σύνολον Πυθαγόρας καὶ Σωκράτης καὶ Πλάτων λέγοντες ἀκούειν φωνῆς θεοῦ, τὴν κατασκευὴν τῶν ὅλων θεωροῦντες ἀκριβῶς ὑπὸ θεοῦ γεγονυῖαν καὶ συνεχομένην ἀδιαλείπτως, ἀκηκόασι τοῦ Μωσέως λέγοντος· Εἶπε καὶ ἐγένετο,3 τὸν λόγον τοῦ θεοῦ ἔργον εἶναι διαγράφοντος. ἐπί τε τῆς τοῦ ἀν-θρώπου ἐκ χοὸς διαπλάσεως ἱστάμενοι γήϊνον μὲν οἱ φιλόσοφοι παρ’ ἕκαστα τὸ σῶμα ἀναγορεύουσιν, Ὅμηρος δὲ οὐκ ὀκνεῖ ἐν κατάρας μέρει τίθεσθαι τὸ ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε, καθάπερ Ἡσαί̈ας καὶ καταπατήσατε αὐτοὺς λέγων ὡς πηλόν.3 Καλλί-μαχος δὲ διαρρήδην γράφει· ἦν κεῖνος οὑνιαυτός, ᾧ ποτε πτηνὸν καὶ τοὐν θαλάσσῃ καὶ [τὸ] τετράπουν οὕτως ἐφθέγγεθ’ ὡς ὁ πηλὸς ὁ Προμηθέως. πάλιν τε ὁ αὐτός· Εἴ σε, ἔφη, Προμηθεὺς ἔπλασε καὶ πηλοῦ μὴ ἐξ ἑτέρου γέγονας.3 Ἡσίοδός τε ἐπὶ τῆς Πανδώρας λέγει Ἥφαιστον δὲ κέλευσε περικλυτὸν ὅττι τάχιστα γαῖαν ὕδει φύρειν, ἐν δ’ ἀνθρώπου θέμεν αὐδὴν καὶ νόον. πῦρ μὲν οὖν τεχνικόν, ὁδῷ βαδίζον εἰς γένεσιν, τὴν φύσιν ὁρίζονται οἱ Στωϊκοί· πῦρ δὲ καὶ φῶς ἀλληγορεῖται ὁ θεὸς καὶ ὁ λόγος αὐτοῦ πρὸς τῆς γραφῆς. τί δ’, οὐχὶ καὶ Ὅμηρος παραφράζων τὸν χωρισμὸν τοῦ ὕδατος ἀπὸ τῆς γῆς καὶ τὴν ἀποκάλυψιν τὴν ἐμφανῆ τῆς ξηρᾶς ἐπὶ τῆς Τηθύος καὶ τοῦ Ὠκεα-νοῦ λέγει· ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος; πάλιν τὸ δυνατὸν ἐν πᾶσι προσάπτουσι καὶ οἱ παρ’ Ἕλλησι λογιώτατοι

Liber Decimus Tertius

PG 21:1115τῷ θεῷ· ὁ μὲν Ἐπίχαρμος, Πυθαγόρειος δὲ ἦν, λέγων· οὐδὲν ἐκφεύγει τὸ θεῖον, τοῦτο γινώσκειν σε δεῖ· αὐτός ἐσθ’ ἁμῶν ἐπόπτης, ἀδυνατεῖ δ’ οὐδὲν θεός. ὁ μελοποιὸς δέ· θεῷ δυνατὸν ἐκ μελαίνας νυκτὸς ἀμίαντον ὄρσαι φάος, κελαινεφεῖ δὲ σκότει καλύψαι καθαρὸν ἁμέρας σέλας. ὁ μόνος ἡμέρας ἐνεστώσης νύκτα ποιῆσαι δυνάμενος, φησί, θεὸς οὗτός ἐστιν. ἔν τε τοῖς Φαινομένοις ἐπιγραφομένοις ὁ Ἄρατος· Ἐκ Διὸς ἀρχώμεθα εἰπών· τὸν οὐδέποτ’ ἄνδρες ἐῶμεν ἄρρητον· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί. πᾶσαι δ’ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες, πάντη δὲ Διὸς κεχρήμεθα πάντες ἐπιφέρει· τοῦ γὰρ καὶ γένος ἐσμέν, οἷον δημιουργίᾳ, ... ὁ δ’ ἤπιος ἀνθρώποισι δεξιὰ σημαίνει· αὐτὸς γὰρ τά γε σήματ’ ἐν οὐρανῷ ἐστήριξεν, ἄστρα διακρίνας· ἐσκέψατο δ’ εἰς ἐνιαυτὸν ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν ἀνδράσιν ὡράων, ὄφρ’ ἔμπεδα πάντα φύηται· καί μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται. χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ’ ἀνθρώποισιν ὄνειαρ. καὶ πρὸ τούτου δὲ Ὅμηρος ἐπὶ τῆς Ἡφαιστοτεύκτου ἀσπίδος κοσμοποιῶν κατὰ Μωσέα ἐν μὲν γαῖαν ἔτευξ’, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν, φησίν, ἐν δὲ τὰ τείρεα πάντα, τά τ’ οὐρανὸς ἐστεφάνωται. ὁ γὰρ διὰ τῶν ποιημάτων καὶ καταλογάδην συγγραμμάτων ᾀδόμενος Ζεὺς τὴν ἔννοιαν ἐπὶ τὸν θεὸν ἀναφέρει. Ἤδη δέ, ὡς εἰπεῖν, ὑπ’ αὐγὰς ὁ Δημόκριτος εἶναί τινας ὀλίγους γράφει τῶν ἀνθρώπων, οἳ δὴ ἀνατείναντες τὰς χεῖρας ἐνταῦθα, οὗ νῦν ἠέρα καλέο-μεν οἱ Ἕλληνεςπάντα Ζεὺς μυθεῖται καὶ πάντα οὗτος οἶδε καὶ διδοῖ καὶ ἀφαιρεῖται, καὶ βασιλεὺς οὗτος τῶν πάντων.3 μυστικώτερον δὲ ὁ μὲν Βοιώτιος Πίνδαρος, ἅτε Πυθαγόρειος ὤν, ἓν ἀνδρῶν, ἓν θεῶν γένος, ἐκ μιᾶς δὲ ματρὸς πνέομεν ἄμφω, τῆς ὕλης, παραδίδωσι καὶ ἕνα τὸν τούτων δημιουργόν, τὸν ἀριστοτέχναν πατέρα λέγει, τὸν καὶ τὰς προκοπὰς κατ’ ἀξίαν εἰς θειότητα παρεσχημένον. σιωπῶ γὰρ Πλάτωνα, ἃ ἄντικρυς οὗτος ἐν τῇ πρὸς Ἐραστὸν καὶ Κορίσκον ἐπιστολῇ φαίνεται πατέρα καὶ υἱὸν οὐκ οἶδ’ ὅπως ἐκ τῶν Ἑβραϊκῶν γραφῶν ἐμφαίνων, παρακελευόμενος κατὰ λέξιν ἐπομνύντας σπουδῇ τε ἅμα μὴ ἀμού-σῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδείᾳ τὸν πάντων θεὸν αἴτιον καὶ τοῦ ἡγε-μόνος καὶ αἰτίου πατέρα κύριον ἐπομνύντας, ὃν ἐὰν ὀρθῶς φιλοσοφῆτε, εἴσε-σθε.3 ἥ τε ἐν Τιμαίῳ δημηγορία πατέρα λέγει τὸν δημιουργόν, λέγουσα ὧδέ πως· Θεοὶ θεῶν, ὧν ἐγὼ πατὴρ δημιουργός τε ἔργων.3 ὥστε καὶ ἐπὰν εἴπῃ· Περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ κἀκείνου ἕνεκεν τὰ πάντα κἀκεῖνο αἴτιον τῶν καλῶν, δεύτερον δὲ περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα,3 οὐκ ἄλλως ἔγωγε ἐξακούω ἢ τὴν ἁγίαν τριάδα μηνύεσθαι. τρίτον μὲν γὰρ εἶναι τὸ ἅγιον πνεῦμα, τὸν υἱὸν δὲ δεύτερον, δι’ οὗ πάντα ἐγένετο κατὰ βού-λησιν τοῦ πατρός. ὁ δὲ αὐτὸς ἐν τῷ δεκάτῳ τῆς Πολιτείας Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος Παμφύλου, μέμνηται, ὅς ἐστι Ζωρόαστρις. αὐτὸς γοῦν ὁ Ζωρόαστρις γράφει· Τάδε συνέγραψε Ζωρόαστρις Ἀρμενίου, τὸ γένος Πάμφυλος, ἐν πολέμῳ τελευτήσας, ὅσα ἐν Ἅιδῃ γενόμενος ἐδάην παρὰ θεῶν.3 τὸν δὴ Ζωρόαστριν τοῦτον ὁ Πλάτων δωδεκαταῖον ἐπὶ τῇ πυρᾷ κείμενον ἀνα-βιῶναι λέγει. τάχα μὲν οὐ τὴν ἀνάστασιν, ἀλλ’ ἐκεῖνα αἰνίσσεται, ὡς διὰ τῶν δώδεκα ζῳδίων ἡ ὁδὸς ταῖς ψυχαῖς γίνεται εἰς τὴν ἀνάληψιν, αὐτὸς δὲ καὶ εἰς τὴν γένεσίν φησι τὴν αὐτὴν γίνεσθαι κάθοδον. ταῦτα ὑποληπτέον καὶ τὰ τοῦ Ἡρακλέος ἆθλα λέγεσθαι δώδεκα, μεθ’ ἃ τῆς ἀπαλλαγῆς παντὸς τοῦ κόσμου τοῦδε τυγχάνει ἡ ψυχή. παραπέμπομαι καὶ τὸν Ἐμπεδοκλέα· ὁ φυσικὸς οὗτος τῆς τῶν πάντων ἀναλήψεως μέμνηται, ὡς ἐσομένης ποτὲ εἰς τὴν τοῦ πυρὸς οὐσίαν μεταβολῆς. Σαφέστατα δ’ Ἡράκλειτος ὁ Ἐφέσιος ταύτης ἐστὶ τῆς δόξης, τὸν μέν τινα κόσμον ἀί̈διον εἶναι δοκιμάσας, τὸν δέ τινα φθειρόμενον, τὸν κατὰ τὴν διακόσμησιν, εἰδὼς οὐχ ἕτερον ὄντα ἐκείνου πως ἔχοντος. ἀλλ’ ὅτι μὲν ἀί̈διον τὸν ἐξ ἁπάσης τῆς οὐσίας [α]ἰδίως ποιὸν κόσμον ᾔδει, φανερὸν ποιεῖ λέγων οὕτως· Κόσμον τὸν αὐτὸν πάντων οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησεν, ἀλλ’ ἦν αἰεὶ καὶ ἔστι καὶ ἔσται, πῦρ ἀείζωον, ἁπτόμενον μέτρα καὶ ἀποσβεννύ-μενον μέτρα.3 ὅτι δὲ καὶ γενητὸν καὶ φθαρτὸν αὐτὸν εἶναι ἐδογμάτιζε, μηνύει τὰ ἐπιφερόμενα· Πυρὸς τροπάς· πρῶτον θάλασσα, θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ, τὸ δὲ ἥμισυ πρηστήρ.3 δυνάμει γὰρ λέγει, ὅτι τὸ πῦρ ὑπὸ τοῦ διοικοῦντος λόγου καὶ θεοῦ τὰ σύμπαντα δι’ ἀέρος τρέπεται εἰς ὑγρόν, τὸ ὡς σπέρμα τῆς διακοσμήσεως, ὃ καλεῖ θάλασσαν· ἐκ δὲ τούτου αὖθις γίνεται οὐρανὸς καὶ γῆ καὶ τὰ ἐμπεριεχόμενα. ὅπως δὲ πάλιν ἀναλαμβάνεται καὶ ἐκπυροῦται, σαφῶς διὰ τούτων δηλοῖ· Θάλασσα διαχέεται καὶ μετρέεται εἰς τὸν αὐτὸν λόγον, ὁκοῖος πρόσθεν ἦν ἢ γενέσθαι.3 ὁμοίως καὶ περὶ τῶν ἄλλων στοιχείων τὰ αὐτά. Παραπλήσια τούτῳ καὶ οἱ ἐλλογιμώτατοι τῶν Στωϊκῶν δογματίζουσι περί τε ἐκπυρώσεως διαλαμβάνοντες καὶ κόσμου διοικήσεως καὶ τοῦ ἰδίως ποιοῦ κόσμου τε καὶ ἀνθρώπου καὶ τῆς τῶν ἡμετέρων ψυχῶν ἐπιδιαμονῆς. πάλιν τε αὖ ὁ Πλάτων ἐν μὲν τῷ ἑβδόμῳ τῆς Πολιτείας τὴν ἐνταῦθα ἡμέραν νυκτερινὴν ἡμέραν κέκληκε διὰ τοὺς κοσμοκράτορας,3 οἶμαι, τοῦ σκότους τούτου·3 ὕπνον δὲ καὶ θάνατον τὴν εἰς σῶμα ὁδὸν τῆς ψυχῆς κατὰ ταὐτὰ τῷ Ἡρακλείτῳ. καὶ μή τι τοῦτο ἐπὶ τοῦ σωτῆρος προεθέσπιζε τὸ πνεῦμα διὰ τοῦ Δαβὶδ λέγον· Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι κύριος ἀντι-λήψεταί μου·3 οὐ γὰρ τὴν ἀνάστασιν μόνον τοῦ Χριστοῦ ἐξ ὕπνου ἔγερσιν, ἀλλὰ καὶ τὴν εἰς σάρκα κάθοδον τοῦ κυρίου ὕπνον ἀλληγορεῖ. αὐτίκα ὁ αὐτὸς σωτὴρ παρεγγυᾷ· Γρηγορεῖτε,3 οἷον μελετᾶτε ζῆν καὶ χωρίζειν τὴν ψυχὴν τοῦ σώματος πειρᾶσθε. τήν τε κυριακὴν ἡμέραν ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ὁ Πλάτων διὰ τούτων καταμαντεύεται· Ἐπειδὴ δὲ τοῖς ἐν τῷ λειμῶνι ἑκάστοις ἑπτὰ ἡμέραι γένοιντο, ἀναστάντας ἐντεῦθεν δεῖ τῇ ὀγδόῃ πορεύεσθαι καὶ ἀφικνεῖσθαι τεταρταίους.3 Λειμῶνα μὲν οὖν ἀκουστέον τὴν ἀπλανῆ σφαῖραν, ὡς ἥμερον χωρίον καὶ προσηνὲς καὶ τῶν ὁσίων χῶρον· ἑπτὰ δὲ ἡμέρας ἑκάστην κίνησιν τῶν ἑπτὰ καὶ πᾶσαν τὴν ἐργατικὴν τέχνην εἰς τέλος ἀναπαύσεως σπεύδουσαν· ἡ δὲ μετὰ τοὺς πλανωμένους πορεία ἐπὶ τὸν οὐρανὸν ἄγει, τουτέστι τὴν ὀγδόην κίνησίν τε καὶ ἡμέραν· τεταρταίους δὲ τὰς ψυχὰς ἀπιέναι λέγει, δηλῶν τὴν διὰ τῶν τεσσάρων στοιχείων πορείαν. Ἀλλὰ καὶ τὴν ἑβδόμην ἱερὰν οὐ μόνον οἱ Ἑβραῖοι, ἀλλὰ καὶ οἱ Ἕλληνες ἴσασι, καθ’ ἣν ὁ πᾶς κόσμος κυκλεῖται τῶν ζῳογονουμένων καὶ φυομένων ἁπάντων. Ἡσίοδος μὲν οὖν οὕτω περὶ αὐτῆς λέγει· πρῶτον ἕνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ· καὶ πάλιν· ἑβδομάτη δ’ αὖθις λαμπρὸν φάος ἠελίοιο. Ὅμηρος δέ· ἑβδομάτη δἤπειτα κατήλυθεν ἱερὸν ἦμαρ καί· ἑβδόμη ἦν ἱερή· καὶ πάλιν· ἕβδομον ἦμαρ ἔην καὶ τῷ τετέλεστο ἅπαντα· καὶ αὖθις· ἑβδομάτῃ δ’ ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος. ναὶ μὴν καὶ Καλλίμαχος ὁ ποιητὴς γράφει· ἑβδομάτῃ δ’ ἠοῖ καί οἱ ἐτέτυκτο ἅπαντα· καὶ πάλιν· ἑβδόμη εἰν ἀγαθοῖς καὶ ἑβδόμη ἐστὶ γενέθλη καί· ἑβδόμη ἐν πρώτοισι καὶ ἑβδόμη ἐστὶ τελεία καί·
PG 21:1121ἑπτὰ δὲ πάντα τέτυκτο ἐν οὐρανῷ ἀστερόεντι, ἐν κύκλοισι φανέντ’ ἐπιτελλομένοις ἐνιαυτοῖς. Ἀλλὰ καὶ αἱ Σόλωνος ἐλεγεῖαι σφόδρα τὴν ἑβδομάδα ἐκθειάζουσι. Τί δέ; οὐχὶ παραπλήσια τῇ λεγούσῃ γραφῇ· Ἄρωμεν ἀφ’ ἡμῶν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν ὁ Πλάτων μονονουχὶ προφητεύων τὴν σωτήριον οἰκονομίαν ἐν τῷ δευτέρῳ τῆς Πολιτείας οὕτω φησίν· Οὕτω δὲ διακείμενος ὁ δίκαιος μαστιγώσεται, δεδήσεται, ἐκκοπήσεται τὼ ὀφθαλμώ, τελευτῶν πάντα κακὰ παθὼν ἀνασκινδυλευθήσεται.3 Ὅ τε Σωκρατικὸς Ἀντισθένης παραφράζων τὴν προφητικὴν ἐκείνην γραφήν· Τίνι με ὡμοιώσατε; λέγει κύριος θεὸν οὐδενὶ ἐοικέναι φησί, διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται.3 τὰ δὲ ὅμοια καὶ Ξενοφῶν ὁ Ἀθη-ναῖος κατὰ λέξιν λέγει· Ὁ γοῦν πάντα σείων καὶ ἀτρεμίζων ὡς μὲν μέγας τις καὶ δυνατὸς φανερός, ὁποῖος δ’ ἐστὶ μορφὴν ἀφανής. οὐδὲ μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος, οὐδ’ οὗτος ἔοικεν ὁρᾶν αὑτὸν ἐπιτρέπειν, ἀλλ’ ἤν τις ἀναι-δῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται.3 τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ ὀφθαλμοῖσιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ; ἀλλ’ οὐδ’ ἀκτίνων κατ’ ἐναντίον ἠελίοιο ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες προεῖπεν ἡ Σίβυλλα. εὖ γοῦν καὶ Ξενοφάνης ὁ Κολοφώνιος διδάσκων ὅτι εἷς καὶ ἀσώματος ὁ θεὸς ἐπιφέρει· εἷς θεὸς ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος, οὔ τι δέμας θνητοῖσιν ὁμοίιος, οὐδὲ νόημα· καὶ πάλιν· ἀλλ’ οἱ βροτοὶ δοκοῦσι γεννᾶσθαι θεούς, τὴν σφετέρην δ’ ἐσθῆτα ἔχειν φωνήν τε δέμας τε· καὶ πάλιν· ἀλλ’ εἰ χεῖρας ἔχον βόες ἠὲ λέοντες ἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες, ἵπποι μέν θ’ ἵπποισι, βόες δέ τε βουσὶν ὅμοιοι, καί [κε] θεῶν ἰδέας ἔγραφον καὶ σώματ’ ἐποίουν τοιαῦθ’, οἷόν περ καὶ αὐτοὶ δέμας εἶχον ὅμοιον. ἀκούσωμεν οὖν πάλιν Βακχυλίδου μὲν τοῦ μελοποιοῦ περὶ τοῦ θείου λέγοντος· οἱ μὲν ἀδμῆτες ἀεικελίων νούσων εἰσὶ καὶ ἀναίτιοι, οὐδὲν ἀνθρώποις εἴκελοι. Κλεάνθους τε τοῦ Στωϊκοῦ ἔν τινι ποιήματι περὶ τοῦ θεοῦ ταῦτα γεγραφό-τος ἄκουε· τἀγαθὸν ἐρωτᾷς μ[ε] οἷόν ἐστ’; ἄκουε δή· τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβές, κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλόν, δέον, αὐστηρόν, αὐθέκαστον, ἀεὶ συμφέρον, ἄφοβον, ἄλυπον, λυσιτελές, ἀνώδυνον, ὠφέλιμον, εὐάρεστον, ἀσφαλές, φίλον, ἔντιμον, ὁμολογούμενον, εὐκλεές, ἄτυφον, ἐπιμελές, πρᾶον, σφοδρόν, χρονιζόμενον, ἄμεμπτον, ἀεὶ διαμένον. ὁ δὲ αὐτὸς κατὰ τὸ σιωπώμενον τὴν τῶν πολλῶν διαβάλλων εἰδωλολατρίαν ἐπιφέρει· ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει, ὡς δὴ παρ’ ἐκείνης τευξόμενός τινος καλοῦ. οὔκουν ἔτι κατὰ τὴν τῶν πολλῶν δόξαν περὶ τοῦ θείου ὑποληπτέον· οὐδὲ γὰρ λάθρᾳ δοκῶ φωτὸς κακούργου σχήματ[α] ἐκμιμούμενον σοὶ τήνδ’ ἐς εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν Ἀμφίων λέγει τῇ Ἀντιόπῃ. ὁ Σοφοκλῆς δὲ εὐθυρρημόνως γράφει· τὴν τοῦδε γάρ τοι Ζεὺς ἔγημε μητέρα, οὐ χρυσόμορφος οὐδ’ ἐπημφιεσμένος πτίλον κύκνειον, ὡς κόρην Πλευρωνίαν ὑπημβρύωσεν, ἀλλ’ ὁλοσχερὴς ἀνήρ· εἶτα ὑπελθὼν καὶ δὴ ἐπήγαγε· ταχὺς δὲ βαθμοῖς μοιχικοῖς ἐπεστάθη ὁ μοιχός· ἐφ’ οἷς ἔτι φανερώτερον τὴν ἀκρασίαν τοῦ μυθοποιουμένου Διὸς ὧδέ πως ἐκδιηγεῖται· ὁ δ’ οὔτε δαιτὸς οὔτε χέρνιβος θιγὼν πρὸς λέκτρον ᾔει καρδίαν ὠδαγμένος, ὅλην δ’ ἐκείνην εὐφρόνην ἐθόρνυτο. ταυτὶ μὲν οὖν παρείσθω ταῖς τῶν θεάτρων ἀνοίαις. ἄντικρυς δὲ ὁ μὲν Ἡράκλειτος· Τοῦ λόγου τοῦ δέοντος αἰεί, φησίν, ἀξύνετοι γίγνονται ἄνθρω-ποι, καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον. ὁ μελοποιὸς δὲ Με-λανιππίδης ᾄδων φησί· κλῦθί μοι, ὦ πάτερ, θαῦμα βροτῶν, τᾶς ἀειζώου ψυχᾶς μεδέων. Παρμενίδης τε ὁ μέγας,3 ὥς φησιν ἐν Σοφιστῇ Πλάτων, ὧδέ πως περὶ τοῦ θείου γράφει· πολλὰ μάλ’ ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστι, μοῦνον, μουνογενὲς δὲ καὶ ἀτρεμὲς ἠδ’ ἀγένητον. ἀλλὰ καὶ ὁ Ἡσίοδος· αὐτὸς γὰρ πάντων (φησί) βασιλεὺς καὶ κοίρανός ἐστιν ἀθανάτων, σέο δ’ οὔ τις ἐρήρισται κράτος ἄλλος. Ναὶ μὴν καὶ ἡ τραγῳδία ἀπὸ τῶν εἰδώλων ἀποσπῶσα εἰς τὸν οὐρανὸν ἀναβλέπειν διδάσκει. ὁ μὲν γὰρ Σοφοκλῆς, ὥς φησιν Ἑκαταῖος ὁ τὰς ἱστο-ρίας συνταξάμενος ἐν τῷ κατὰ Ἅβραμον καὶ τοὺς Αἰγυπτίους, ἄντικρυς ἐπὶ τῆς σκηνῆς ἐκβοᾷ· εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστιν θεός, ὃς οὐρανόν τ’ ἔτευξε καὶ γαῖαν μακρὴν πόντου τε χαροπὸν οἶδμα καὶ ἀνέμων βίας. θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι ἱδρυσάμεσθα πημάτων παραψυχὴν θεῶν ἀγάλματ’ ἐκ λίθων ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους. θυσίας τε τούτοις καὶ κακὰς πανηγύρεις στέφοντες, οὕτως εὐσεβεῖν νομίζομεν. Εὐριπίδης δὲ ἐπὶ τῆς αὐτῆς σκηνῆς τραγῳδῶν· σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίῳ καὶ γῆν πέριξ ἔχονθ’ ὑγραῖς ἐν ἀγκάλαις; τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν. ἔν τε τῷ Πειρίθῳ δράματι ὁ αὐτὸς καὶ τάδε τραγῳδεῖ· σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίῳ ῥόμβῳ πάντων φύσιν ἐμπλέξανθ’, ὃν πέρι μὲν φῶς, πέρι δ’ ὀρφναία νὺξ αἰολόχρως, ἄκριτός τ[ε] ἄστρων ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει. ἐνταῦθα γὰρ τὸν μὲν αὐτοφυῆ τὸν δημιουργὸν νοῦν εἴρηκε, τὰ δ’ ἑξῆς ἐπὶ τοῦ κόσμου τάσσεται, ἐν ᾧ καὶ αἱ ἐναντιότητες φωτός τε καὶ σκότους. ὅ τε Εὐφορίωνος Αἰσχύλος ἐπὶ τοῦ θεοῦ σεμνῶς σφόδρα φησί· Ζεύς ἐστιν αἰθήρ, Ζεὺς δὲ γῆ, Ζεὺς δ’ οὐρανός, Ζεύς τοι τὰ πάντα χὤτι τῶνδ’ ὑπέρτερον. οἶδα ἐγὼ καὶ Πλάτωνα προσμαρτυροῦντα Ἡρακλείτῳ γράφοντι· Ἓν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει καὶ ἐθέλει Ζηνὸς ὄνομα.3 καὶ πάλιν· Νόμος καὶ βουλῇ πείθεσθαι ἑνός.3 κἂν τὸ ῥητὸν ἐκεῖνο ἀναγαγεῖν ἐθέλῃς· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, εὕροις ἂν ὧδε ἐμφαινόμενον πρὸς τοῦ Ἐφε-σίου· Ἀξύνετοι ἀκούσαντες κωφοῖσιν ἐοίκασι· φάτις αὐτοῖσι μαρτυρεῖ παρεόντας ἀπεῖναι. ἀλλ’ ἄντικρυς μίαν ἀρχὴν καὶ παρ’ Ἑλλήνων ἀκοῦσαι ποθεῖς; Τίμαιος ὁ Λοκρὸς ἐν τῷ φυσικῷ συγγράμματι κατὰ λέξιν ὧδέ μοι μαρτυρήσει· Μία ἀρχὰ πάντων ἐστὶν ἀγένητος· εἰ γὰρ ἐγένετο, οὐκ ἂν ἦν ἔτι ἀρχά, ἀλλ’ ἐκείνα ἐξ ἇς ἁ ἀρχὰ ἐγένετο.3 ἐρρύη γὰρ ἐκεῖθεν ἡ δόξα ἡ ἀληθινή· Ἄκουε (φησίν), Ἰσραήλ, κύριος ὁ θεός σου εἷς ἐστι καὶ αὐτῷ μόνῳ λατρεύσεις.3 οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει, ὥς φησιν ἡ Σίβυλλα. Ξενοκράτης τε ὁ Καλχηδόνιος τὸν μὲν ὕπατον Δία, τὸν δὲ νέατον κα-λῶν, ἔμφασιν πατρὸς ἀπολείπει καὶ υἱοῦ. καὶ τὸ παραδοξότατον, γινώσκειν φαίνεται τὸ θεῖον ὁ ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεούς· ὃν οὐδ’ οὕτως αἰδεῖται Ἐπίκουρος. φησὶ γοῦν· τίπτε με, Πηλέος υἱέ, ποσὶν ταχέεσσι διώκεις, αὐτὸς θνητὸς ἐών, θεὸν ἄμβροτον; οὐδέ νύ πώ με ἔγνως ὡς θεός εἰμι. οὐχ ἁλωτὸν γὰρ εἶναι θνητῷ οὐδὲ καταληπτὸν τὸ θεῖον οὔτε ποσὶν οὔτε χερ-σὶν οὔτε ὀφθαλμοῖς οὐδ’ ὅλως τῷ σώματι δεδήλωκε. Τίνι ὡμοιώσατε κύ-ριον; ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν,3 φησὶν ἡ γραφή, μὴ εἰκόνα ἐποίησε τέκτων ἢ χρυσοχόος, χωνεύσας χρυσίον, περιεχρύσωσεν αὐτόν;3 καὶ τὰ ἐπὶ τούτοις. ὅ τε κωμικὸς Ἐπίχαρμος σαφῶς περὶ τοῦ λόγου ἐν τῇ Πολιτείᾳ λέγει ὧδέ πως·
PG 21:1127ὁ βίος ἀνθρώποις λογισμοῦ κἀριθμοῦ δεῖται πάνυ· ζῶμεν [δ’ ἐν] ἀριθμῷ καὶ λογισμῷ· ταῦτα γὰρ σῴζει βροτούς. εἶτα διαρρήδην ἐπιφέρει· ὁ λόγος ἀνθρώπους κυβερνᾷ, κατὰ τρόπον σῴζει· εἰ ἔστιν ἀνθρώπων λογισμός, ἔστι καὶ θεῖος λόγος. ἀνθρώπῳ πέφυκε περὶ βίου καταστροφάς. ὁ δέ γε τὰς τέχνας ἅπασι συνέπεται θεῖος λόγος, [ἐκ]διδάσκων αὐτὸς αὐτούς, ὅ τι ποιεῖν δεῖ συμφέρον. οὐ γὰρ ἄνθρωπος τέχναν [τιν’] εὗρ[εν], ὁ δὲ θεὸς ταύταν φέρει. ὁ δέ γε τἀνθρώπου [λόγος] πέφυκεν ἀπὸ [γε τοῦ] λόγου θείου [λόγος]. ναὶ μὴν διὰ τοῦ Ἡσαί̈ου [τοῦ] πνεύματος κεκραγότος· Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων καὶ στέαρ ἀρ-νῶν καὶ αἷμα ταύρων οὐ βούλομαι καὶ μετ’ ὀλίγα ἐπαγαγόντος· Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν καὶ τὰ ἐπὶ τούτοις, Μένανδρος ὁ κωμικὸς αὐταῖς γράφει ταῖς λέξεσιν· εἴ τις δὲ θυσίαν προσφέρων, ὦ Πάμφιλε, ταύρων τι πλῆθος ἢ ἐρίφων ἢ νὴ Δία ἑτέρων τοιούτων, ἢ κατασκευάσματα, χρυσᾶς ποιήσας χλαμύδας ἤτοι πορφυρᾶς ἢ δι’ ἐλέφαντος ἢ σμαράγδου ζῴδια, εὔνουν νομίζει τὸν θεὸν καθεστάναι, πεπλάνητ[αι] ἐκεῖνος καὶ φρένας κούφας ἔχει. δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον πεφυκέναι, μὴ παρθένους φθείροντα καὶ μοιχώμενον, κλέπτοντα καὶ σφάττοντα χρημάτων χάριν. μηδὲ βελόνης ἔναμμ’ ἐπιθυμῇς[ης], Πάμφιλε· ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών. Θεὸς ἐγγίζων ἐγώ εἰμι καὶ οὐχὶ θεὸς πόρρωθεν. ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις, καὶ οὐκ ὄψομαι αὐτόν;3 διὰ Ἱερεμίου φησί. καὶ πάλιν ὁ Μέν-ανδρος παραφράζων τὴν γραφὴν ἐκείνην· Θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον ὧδέ πως γράφει· μηδὲ βελόνης, ὦ φίλτατε, ἐπιθυμήσῃς ἀλλοτρίας ποτέ. ὁ γὰρ θεὸς δικαίοις ἔργοις ἥδεται καὶ οὐκ ἀδίκοις. πονοῦντα δ[ὲ] ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον, τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν. θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὢν καὶ λαμπρὸς ὢν ταῖς χλαμύσιν ὡς τῇ καρδίᾳ. βροντῆς ἐὰν ἀκούσῃς, μὴ φύγῃς, μηδὲν συνειδὼς αὐτὸς αὑτῷ, δέσποτα. ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών. Ἔτι σοῦ λαλοῦντος,3 φησὶν ἡ γραφή, ἐρῶ· Ἰδοὺ πάρειμι.3 Δίφιλος πάλιν ὁ κωμικὸς τοιαῦτά τινα περὶ τῆς κρίσεως διαλέγεται· οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε, τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ πεφευγέναι τὸ θεῖον ὡς λεληθότας; ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάνθ’ ὁρᾷ· καὶ γὰρ καθ’ Ἅιδην δύο τρίβους νομίζομεν, μίαν δικαίων, ἑτέραν δ[ὲ] ἀσεβῶν εἶναι ὅρον. καὶ εἰ τοὺς δύο καλύψει ἡ γῆ, φασί, τῷ παντὶ χρόνῳ, ἀπελθὼν κλέπτ’, ἀποστέρει, κύκα· μηδὲν πλανηθῇς, ἔστι καὶ ἐν Ἅιδου κρίσις, ἥνπερ ποιήσει θεὸς ὁ πάντων δεσπότης, οὗ τὸ ὄνομα φοβερόν [ἐστιν] οὐδ’ ἂν ὀνομάσαιμ[ι] ἐγώ. ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίον δίδωσιν. εἴ τις δὲ θνητῶν οἴεται τοὐφημέραν κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι, δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται, ὅταν σχολὴν ἄγουσα τυγχάνῃ Δίκη. ὁρᾶτε ὅσοι δοκεῖτε οὐκ εἶναι θεόν. ἔστιν γάρ, ἔστιν· εἰ δέ τις πράττει κακῶς, κακὸς πεφυκώς, τὸν χρόνον κερδαινέτω, χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην. συνᾴδει δὲ τούτοις καὶ ἡ τραγῳδία διὰ τῶνδε· ἔσται γάρ, ἔσται κεῖνος αἰῶνος χρόνος, ὅταν πυρὸς γέμοντα θησαυρὸν σχάσῃ χρυσωπὸς αἰθήρ· ἡ δὲ βοσκηθεῖσα φλὸξ ἅπαντα τἀπίγεια καὶ μετάρσια φλέξει μανεῖσα· καὶ μετ’ ὀλίγα αὖθις ἐπιφέρει· ἐπὰν δὲ ἐκλίπῃ τὸ πᾶν, φροῦδος μὲν ἔσται κυμάτων ἅπας βυθός, γῆ δὲ ἑ[δ]ράνων ἔρημος, οὐ δ’ ἀ [ὴ]ρ ἔτι πτερωτὰ φῦλα βλαστήσει πυρουμένη· κἄπειτα [σώσει πάνθ’] ἃ πρόσθ[εν] ἀπώλεσε. τὰ ὅμοια τούτοις κἀν τοῖς Ὀρφικοῖς εὑρήσομεν ὧδέ πως γεγραμμένα· πάντας γὰρ κρύψας αὖθις φάος ἐς πολυγηθὲς ἐξ ἱερᾶς κραδίας ἀνενέγκατο, μέρμερα ῥέζων. ἢν δὲ ὁσίως καὶ δικαίως διαβιώσωμεν, μακάριοι μὲν ἐνταῦθα, μακαριώτεροι δὲ μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν, οὐ χρόνῳ τινὶ τὴν εὐδαιμονίαν ἔχοντες, ἀλλ’ ἐν αἰῶνι ἀναπαύσεσθαι δυνάμενοι, ἀθανάτοις ἄλλοισιν ὁμέστιοι, αὐτοτράπεζοι ἐόντες, ἀνδρείων ἀχέων ἀπόκληροι, ἀτειρεῖς, ἡ φιλόσοφος Ἐμπεδοκλέους λέγει ποιητική. οὐχ οὕτως τις μέγας ἔσται καὶ καθ’ Ἕλληνας ὡς ὑπερέχειν τὴν Δίκην, οὐδὲ σμικρὸς ὡς λαθεῖν. ὁ δ’ αὐτὸς Ὀρφεὺς καὶ ταῦτα λέγει· εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, ἰθύνων κραδίης νοερὸν κύτος· εὖ δ’ ἐπίβαινε ἀτραπιτοῦ, μοῦνον δ’ ἐσόρα κόσμοιο ἄνακτα ἀθάνατον. αὖθίς τε περὶ τοῦ θεοῦ, ἀόρατον αὐτὸν λέγων, μόνῳ γνωσθῆναι ἑνί τινί φησι τὸ γένος Χαλδαίῳ, εἴτε τὸν Ἁβραὰμ λέγων τοῦτον εἴτε καὶ τὸν υἱὸν τὸν αὐτοῦ, διὰ τούτων· εἰ μὴ μουνογενής τις ἀπορρὼξ φύλου ἄνωθεν Χαλδαίων· ἴδρις γὰρ ἔην ἄστροιο πορείης καὶ σφαίρης κίνημ[α] ἀμφὶ χθόνα ὡς περιτέλλει, κυκλοτερές [τ’] ἐν ἴσῳ, κατὰ [δὲ] σφέτερον κνώδακα· πνεύματα [δ’] ἡνιοχεῖ περί τ’ ἠέρα καὶ περὶ χεῦμα. εἶτα, οἷον παραφράζων τὸ Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου ἐπιφέρει· αὐτὸς δ’ αὖ μέγαν αὖτις ἐπ’ οὐρανὸν ἐστήρικται χρυσέῳ εἰνὶ θρόνῳ· γαίη δ’ ὑπὸ ποσσὶ βέβηκε. χεῖρα δὲ δεξιτερὴν περὶ τέρμασιν Ὠκεανοῖο ἐκτέτακεν· ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ οὔτε φέρειν δύναται κρατερὸν μένος. ἔστι δὲ πάντη αὐτὸς ἐπουράνιος καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ, ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσην ἠδὲ τελευτήν. ἄλλ[ως] οὐ θεμιτόν σε λέγειν· τρομέω δέ γε γυῖα, ἐν νόῳ. ἐξ ὑπάτου κραίνει καὶ τὰ ἐπὶ τούτοις. διὰ γὰρ τούτων δεδήλωκε πάντα ἐκεῖνα τὰ προφητικά· Ὃς ἐὰν ἀνοίξῃ τὸν οὐρανόν, τρόμος λήψεται· καὶ ἀπὸ σοῦ ὄρη τακήσεται, ὡς ἀπὸ προσώπου πυρὸς τήκεται κηρός καὶ τὰ διὰ Ἡσαί̈ου· Τίς ἐμέτρησε τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί;3 Πάλιν ὅταν εἴπῃ· αἰθέρος ἠδ’ Ἀί̈δου, πόντου γαίης τε τύραννε, ὃς βρονταῖς σείεις βριαρὸν δόμον Οὐλύμποιο, δαίμονες ὃν φρίσσουσι, θεῶν δὲ δέδοικεν ὅμιλος, ᾧ Μοῖραι πείθονται, ἀμείλικτοί περ ἐοῦσαι· ἄφθιτε, μητροπάτωρ, οὗ θυμῷ πάντα δονεῖται, ὃς κινεῖς ἀνέμους, νεφέλῃσι [δὲ] πάντα καλύπτεις, πρηστῆρσι σχίζων πλατὺν αἰθέρα. σὴ μὲν ἐν ἄστροις τάξις ἀναλλάκτοισιν ἐφημοσύναισι τρέχουσα· σῷ δὲ θρόνῳ πυρόεντι παρεστᾶσιν πολύμοχθοι ἄγγελοι, οἷσι μέμηλε βροτοῖς ὡς πάντα τελεῖται· σὸν μὲν ἔαρ λάμπει νέον ἄνθεσι πορφυρέοισι· σὸς χειμών, ψυχραῖσιν ἐπερχόμενος νεφέλαισι, [ς]άς ποτε βακχευτὴς Βρόμιος διένειμεν ὀπώρας· εἶτα ἐπιφέρει, ῥητῶς παντοκράτορα ὀνομάζων τὸν θεόν· ἄφθιτον, ἀθάνατον, ῥητὸν μόνον ἀθανάτοισιν. ἐλθέ, μέγιστε θεῶν πάντων, κρατερῇ σὺν ἀνάγκῃ, φρικτός, ἀήττητος, μέγας, ἄφθιτος, ὃν στέφει αἰθήρ. διὰ μὲν οὖν τοῦ μητροπάτωρ οὐ μόνον τὴν ἐκ μὴ ὄντων γένεσιν ἐμήνυσεν, ἐνδέδωκε δὲ ἀφορμὰς τοῖς τὰς προβολὰς εἰσάγουσι τάχα καὶ σύζυγον νοῆσαι τοῦ θεοῦ· παραφράζει δὲ ἐκείνας τὰς προφητικὰς γραφάς, τήν τε διὰ Ὠσηέ· Ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, οὗ αἱ χεῖρες τὴν στρατιὰν τοῦ οὐρανοῦ ἐθεμελίωσαν καὶ τὴν διὰ Μωσέως· Ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι θεὸς ἕτερος πλὴν ἐμοῦ. ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω
PG 21:1133κἀγὼ ἰάσομαι. καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.3 αὐτὸς δ’ ἐξ ἀγαθοῖο κακὸν θνητοῖσι φυτεύει καὶ πόλεμον κρυόεντα, κατὰ τὸν Ὀρφέα. τοιαῦτα καὶ ὁ Πάριος Ἀρχίλοχος λέγει· ὦ Ζεῦ, σὸν μὲν οὐρανοῦ κράτος, σὺ δ’ ἔργ[α] ἐπ’ ἀνθρώπους ὁρᾷς λεωργά [τε] καὶ ἀθέμιστα. πάλιν ἡμῖν ᾀσάτω ὁ Θρᾴκιος Ὀρφεύς· χεῖρα δὲ δεξιτερὴν ἐπὶ τέρματος Ὠκεανοῖο πάντοθεν ἐκτέτακεν· γαίη δ’ ὑπὸ ποσσὶ βέβηκε. ταῦτα ἐμφανῶς ἐκεῖθεν εἴληπται· Κύριος σώσει πόλεις κατοικουμένας καὶ τὴν οἰκουμένην ὅλην καταλήψεται τῇ χειρί, ὡς νοσσιάν, κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ,3 ὥς φησιν Ἱερεμίας, καὶ ἀνορθώσας τὴν οἰκου-μένην ἐν τῇ σοφίᾳ αὐτοῦ.3 ἔτι πρὸς τοῖσδε Φωκυλίδης μὲν τοὺς ἀγγέλους δαίμονας καλῶν, τοὺς μὲν εἶναι ἀγαθοὺς αὐτῶν, τοὺς δὲ φαύλους διὰ τού-των παρίστησιν, ἐπεὶ καὶ ἡμεῖς ἀποστάτας τινὰς παρειλήφαμεν· ἀλλ’ ἄρα δαίμονές εἰσιν ἐπ’ ἀνδράσιν ἄλλοτε ἄλλοι, οἱ μὲν ἐπερχομένου κακὸν ἀνέρος ἐκλύσασθαι. καλῶς οὖν καὶ Φιλήμων ὁ κωμικὸς τὴν εἰδωλολατρίαν ἐκκόπτει διὰ τούτων· οὐκ ἔστιν ἡμῖν οὐδεμία Τύχη θεός, οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον ὃ γίγνεται ὡς ἔτυχ[εν] ἑκάστῳ, προσαγορεύεται Τύχη. Σοφοκλῆς δὲ ὁ τραγῳδοποιός· οὐδὲ θεοῖσι (λέγει) αὐθαίρετα πάντα πέλονται νόσφι Διός· κεῖνος γὰρ ἔχει τέλος ἠδὲ καὶ ἀρχήν· ὅ τε Ὀρφεύς· ἓν κράτος, εἷς δαίμων γένετο, μέγας οὐρανὸς αἴθων, ἓν δὲ τὰ πάντα τέτυκται, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ τὰ ἐπὶ τούτοις. Πίνδαρος δὲ ὁ μελοποιὸς οἷον ἐκβακχεύεται ἄντικρυς εἰπεῖν· τί θεός; ὅ τι τὸ πᾶν καὶ πάλιν· θεὸς ὁ πάντα τεύχων βροτοῖς. ἐπὰν δὲ εἴπῃ· τί ἔλπεαι σοφίαν ὀλίγον τοι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἔχειν; τὰ θεῶν βουλεύματα ἐρευνᾶσαι βροτέᾳ φρενὶ δύσκολον· θνατᾶς δ’ ἀπὸ ματρὸς ἔφυ. ἐκεῖθεν ἔσπακε τὴν διάνοιαν· Τίς ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ;3 ἀλλὰ καὶ Ἡσίοδος δι’ ὧν γράφει συνᾴδει τοῖς προειρημένοις· μάντις δ’ οὐδείς ἐστιν ἐπιχθονίων ἀνθρώπων, ὅστις ἂν εἰδείη Ζηνὸς νόον αἰγιόχοιο. εἰκότως ἄρα Σόλων ὁ Ἀθηναῖος ἐν ταῖς ἐλεγείαις, καὶ αὐτὸς κατακολουθήσας Ἡσιόδῳ, πάμπαν δ’ ἀθανάτων ἀφανὴς νόος ἀνθρώποισι γράφει. Πάλιν τοῦ Μωσέως εἰς μόχθους καὶ πόνους διὰ τὴν παράβασιν τέξεσθαι τὴν γυναῖκα προφητεύσαντος ποιητής τις οὐκ ἄσημος γράφει· οὐδέ ποτ’ ἦμαρ παύσονται καμάτου καὶ ὀϊζύος οὐδέ τι νύκτωρ στεινόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας. ἔτι Ὅμηρος μὲν εἰπών· αὐτὸς δὲ χρύσεια πατὴρ ἐτίταινε τάλαντα δίκαιον τὸν θεὸν μηνύει. Μένανδρος δὲ ὁ κωμικὸς ἀγαθὸν ἑρμηνεύων τὸν θεόν φησιν· ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου ἀγαθός· κακὸν γὰρ δαίμον[α] οὐ νομιστέον εἶναι, βίον βλάπτοντα χρηστόν· εἶτα ἐπιφέρει· ἅπαντα δ’ ἀγαθὸν εἶναι τὸν θεόν, ἤτοι πάντα θεὸν ἀγαθὸν λέγων ἤ, ὅπερ καὶ μᾶλλον, ἐν πᾶσι τὸν θεὸν ἀγαθὸν εἶναι. Πάλιν αὖ Αἰσχύλος μὲν ὁ τραγῳδοποιὸς τὴν δύναμιν τοῦ θεοῦ παρατιθέ-μενος οὐκ ὀκνεῖ καὶ ὕψιστον αὐτὸν προσαγορεύειν διὰ τούτων· χώριζε θνητῶν τὸν θεὸν καὶ μὴ δόκει ὅμοιον αὑτῷ σάρκινον καθεστάναι. οὐκ οἶσθά γ’ αὐτόν. ποτὲ μὲν ὡς πῦρ φαίνεται, ἄπλατος ὁρμῇ, ποτὲ δ’ ὕδωρ, ποτὲ γνόφος καὶ θηρσὶν αὐτὸς γίνεται παρεμφερής, ἀνέμῳ νεφέλῃ τε καὶ ἀστραπῇ, βροντῇ, βροχῇ. ὑπηρετεῖ δ’ αὐτῷ θάλασσα καὶ πέτραι καὶ πᾶσα πηγὴ καὶ ὕδατος συστήματα· τρέμει δ’ ὄρη καὶ γαῖα καὶ πελώριος βυθὸς θαλάσσης καὶ ὀρέων ὕψος [ἐπὶ] μέγα, ἐπὰν ἐπιβλέψῃ γοργὸν ὄμμα δεσπότου· πάντα δυνατὴ γὰρ δόξα ὑψίστου θεοῦ. ἆρ’ οὐ δοκεῖ σοι ἐκεῖνο παραφράζειν τὸ Ἀπὸ προσώπου κυρίου τρέμει ἡ γῆ;3 Ἐπὶ τούτοις ὁ μαντικώτατος Ἀπόλλων, μαρτυρῶν τῇ δόξῃ τοῦ θεοῦ, λέ-γειν ἀναγκάζεται περὶ τῆς Ἀθηνᾶς, ἡνίκα ἐπὶ τὴν Ἑλλάδα ἐστράτευον οἱ Μῆ-δοι, ὡς ἐδεῖτό τε καὶ ἱκέτευε τὸν Δία περὶ τῆς Ἀττικῆς. ἔχει δὲ ὧδε ὁ χρησμός· οὐ δύναται Παλλὰς Δί’ Ὀλύμπιον ἐξιλάσασθαι, λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ. πολλοὺς δ’ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει, οἵ που νῦν ἱδρῶτι ῥεεύμενοι ἑστήκασι, δείματι παλλόμενοι, καὶ τὰ ἐπὶ τούτοις. Θεαρίδας δὲ ἐν τῷ Περὶ φύσεως γράφει· Ἁ ἀρχὰ τῶν ὄντων, ἀρχὰ μὲν ὄντως ἀληθινά, μία· κείνα γὰρ ἐν ἀρχᾷ τέ ἐστιν ἓν καὶ μόνον οὐδέ τίς ἐσθ’ ἕτερος χωρὶς μεγάλου βασιλῆος Ὀρφεὺς λέγει· ᾧ πειθόμενος ὁ κωμικὸς Δίφιλος γνωμικώτα[τα] τὸν ὄντα πάντων (φησί) πατέρα, τοῦτον διὰ τέλους τίμα, μόνον ἀγαθῶν τοσούτων εὑρετὴν καὶ κτίστορα. εἰκότως τοίνυν καὶ Πλάτων ἐθίζει τὰς βελτίστας φύσεις ἀφικνεῖσθαι πρὸς τὸ μάθημα, ὃ ἐν τῷ πρόσθεν ἔφαμεν εἶναι μέγιστον, ἰδεῖν τε τἀγαθὸν καὶ ἀναβῆναι ἐκείνην τὴν ἀνάβασιν.3 τοῦτο δή, ὡς ἔοικεν, οὐκ ὀστράκου ἂν εἴη περι-στροφή, ἀλλὰ ψυχῆς περιαγωγὴ ἐκ νυκτερινῆς τινος ἡμέρας εἰς ἀληθινὴν τοῦ ὄντος οὖσαν ἐπάνοδον, ἣν δὴ φιλοσοφίαν ἀληθῆ φήσομεν εἶναι,3 καὶ τοὺς ταύτης μετασχόντας τοῦ χρυσοῦ γένους κρίνει, Ἐστὲ μὲν δὴ πάντες ἀδελφοὶ λέγων· οἱ δὲ τοῦ χρυσοῦ γένους ἀκριβέστατα καὶ πάντη εἰς[ί]. τοῦ πατρὸς ἄρα καὶ ποιητοῦ συμπάντων ἐμφύτως καὶ ἀδιδάκτως ἀντιλαμβάνεται πάντα πρὸς πάντων, τὰ μὲν ἄψυχα συμπαθοῦντα τῷ ζῴῳ, τῶν δὲ ἐμψύχων τὰ μὲν ἤδη ἀθάνατα καθ’ ἡμέραν ἐργαζόμενα, τῶν δ’ ἔτι θνητῶν τὰ μὲν ἐν φόβῳ καὶ διὰ τῆς μητρὸς αὐτῶν ἔτι κατὰ γαστρὸς ὀχούμενα, τὰ δὲ αὐτεξουσίῳ λογισμῷ. καὶ τῶν ἀνθρώπων πάντες Ἕλληνές τε καὶ βάρβαροι, γένος δ’ οὐδὲν οὐδαμοῦ τῶν γεωργούντων οὔτε νομάδων, ἀλλ’ οὐδὲ τῶν πολιτικῶν δύναται ζῆν μὴ προκατειλημμένον τῇ τοῦ κρείττονος πίστει. διὸ πᾶν μὲν ἔθνος ἑῷον, πᾶν δὲ ἑσπερίων ἁπτόμενον ᾐόνων βόρειόν τε καὶ τὰ πρὸς τῷ νότῳ πάντα μίαν ἔχει καὶ τὴν αὐτὴν πρόληψιν περὶ τοῦ καταστησαμένου τὴν ἡγεμονίαν, εἴ γε καὶ τὰ καθολικώτατα τῶν ἐνεργημάτων αὐτοῦ διαπεφοίτηκεν ἐπ’ ἴσης πάντα. Πολὺ δὲ πλέον οἱ παρ’ Ἕλλησι πολυπράγμονες φιλόσοφοι, ἐκ τῆς βαρ-βάρου ὁρμώμενοι φιλοσοφίας, τῷ ἀοράτῳ καὶ μόνῳ καὶ δυνατωτάτῳ καὶ τε-χνικωτάτῳ καὶ τῶν ἄλλων καλλίστων αἰτιωτάτῳ τὴν προνομίαν ἔδωκαν, τὰ ἀκόλουθα τούτοις, εἰ μὴ κατηχηθεῖεν πρὸς ἡμῶν, οὐκ ἐπιστάμενοι, ἀλλ’ οὐδ’ αὐτὸν ὅπως νοεῖσθαι πέφυκε τὸν θεόν, μόνον δέ, ὡς ἤδη πολλάκις εἰρή-καμεν, κατὰ περίφρασιν ἀληθῆ. Τοσαῦτα καὶ ὁ Κλήμης. ἀλλ’ ἐπειδὴ διὰ μακροτέρων ἡμῖν ἡ κατὰ Πλά-τωνα παρέστη φιλοσοφία συνῳδὸς οὖσα κατὰ πλεῖστα τοῖς Ἑβραίων δόγμα-σιν (ἐφ’ οἷς καὶ ἀγάμεθα τὸν ἄνδρα τῆς τε συνέσεως καὶ τῆς ἄλλης τοῦ ἀλη-θοῦς εὐγνωμοσύνης), ὥρα ἐπιθεωρῆσαι τίνα ταῦτ’ εἶναί φαμεν ἐφ’ ὧν οὐκέθ’ ὁμοίως περὶ αὐτὸν διακείμεθα, τὴν δὲ νενομισμένην βάρβαρον τῆς κατ’ αὐτὸν προτιμῶμεν φιλοσοφίας. ιδ. ΟΤΙ ΜΗ ΠΑΝΤΑ ΕΠΙΤΥΧΩΣ ΕΙΡΗΤΑΙ ΤΩΙ ΠΛΑΤΩΝΙ· ΔΙΟ ΟΥΚ ΑΛΟΓΩΣ ΤΗΝ ΚΑΤ’ ΑΥΤΟΝ ΠΑΡΗΙΤΗΜΕΘΑ ΦΙΛΟΣΟΦΙΑΝ Τὰ Ἑβραίων λόγια, θεοπρόπια καὶ χρησμοὺς θείας, ᾗ κατὰ ἄνθρωπον, δυνάμεως περιέχοντα θεόν τε αὐθέντην ἐπιγραφόμενα καὶ πιστούμενά γε τὴν ἐπαγγελίαν διὰ τῆς τῶν μελλόντων προρρήσεως διά τε τῶν συμφώνων
PG 21:1139τοῖς θεσπίσμασιν ἀποτελεσμάτων, πάσης λέγεται διεψευσμένης διανοίας ἐκτὸς τυγχάνειν. τὰ γοῦν θεῖα λόγια ἁγνὰ καὶ ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως ἀνείρηται. ἀλλ’ οὐ καὶ τὰ Πλάτωνος τοιαῦτα οὐδὲ μὴν ἑτέρου του τῶν ἐν ἀνθρώποις σοφῶν, οἳ θνητῆς διανοίας ὄμμασιν ἐπικήροις τε στοχασμοῖς καὶ εἰκασίαις, ὄναρ ὥσπερ, ἀλλ’ οὐχ ὕπαρ, τῆς τῶν ὄντων φύσεως ἐπὶ φαντασίαν ἐλθόντες πολὺ τὸ κρᾶμα τοῦ ψεύδους τῷ τῆς φύσεως ἀληθεῖ συνεπηνέγκαντο, ὡς [σὲ] μὴ ἀνευρεῖν ἀπάτης καθαρὸν ἐν αὐτοῖς μάθημα. αὐτίκα γοῦν βραχύ τι τῆς φιλαυτίας εἰ ἐθελήσαις ὑφεῖναι καὶ φῶς αὐτὸ δυνάμει λογικῆς οὐσίας ἐπι-θεωρῆσαι, γνοίης ἂν τὸν θαυμάσιον φιλόσοφον αὐτὸν ἐκεῖνον, τὸν δὴ μόνον πάντων Ἑλλήνων ἀληθείας προθύρων ψαύσαντα, ὕλῃ φθαρτῇ καὶ ξοάνοις βαναύσων χερσὶν εἰς ἀνδρείκελον σχῆμα κατεσκευασμένοις τὴν τῶν θεῶν προσηγορίαν καταισχύνοντα καὶ μετὰ τὸ μέγα τῆς μεγαλοφωνίας ὕψος, δι’ ἧς τὸν πατέρα καὶ δημιουργὸν εἰδέναι τοῦδε τοῦ παντὸς διετείνατο, ἄνωθέν ποθεν ἐξ ὑπερκοσμίων ἁψίδων εἰς τὸν κατωτάτω βυθὸν τῆς θεομι-σοῦς εἰδωλολατρίας τῷ δήμῳ τῶν Ἀθηναίων συνωθούμενον· ὡς μὴ δια-τρέπεσθαι τὸν Σωκράτην καταβῆναι φάντα εἰς Πειραιᾶ προσευξόμενον τῇ θεῷ καὶ τὴν βάρβαρον ἑορτὴν τοὺς πολίτας τότε πρῶτον ἐπιτελοῦντας θεα-σόμενον καὶ τὸν ἀλεκτρυόνα τῷ Ἀσκληπιῷ θῦσαι ὁμολογοῦντα προστάξαι τόν τε πάτριον Ἑλλήνων ἐξηγητήν, τὸν ἐγκαθήμενον Δελφοῖς δαίμονα, θειά-ζοντα. διὸ καὶ εἰκότως τῆς ἀφιλοσόφου πληθύος τὴν αἰτίαν τῆς δεισι-δαίμονος πλάνης ἐπιγράψαιτο ἄν. ἀνάλαβε γοῦν σμικρὸν ἄνωθεν τὸν λόγον καὶ θέα, οἷά σοι ὁ πάνσοφος μετὰ τὰς ἀσωμάτους καὶ ἀφθάρτους ἰδέας καὶ μετὰ θεὸν πρῶτον καὶ δεύτερον αἴτιον καὶ μετὰ νοερὰς καὶ ἀθανάτους οὐσίας περὶ τῆς πανδήμου δόξης ἐνομοθέτει, λέγων· Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ’ ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐγγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς γέ που τοὺς ἑαυτῶν προγόνους εἰδότων. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ’ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. οὕτως οὖν κατ’ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω· Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα, ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐγγόνους. Διὰ δὴ ταῦτα ἀπολειπτέος ἡμῖν ὁ φιλόσοφος, οὐ κατὰ φιλόσοφον οὐδ’ αὐτὸς αὑτῷ συμφώνως τὰς μυθικὰς τῶν ποιητῶν γενεαλογίας καθυποκρινά-μενος. αὐτοῦ μὲν γὰρ ἦν ἀκοῦσαι φάντος ἐν Πολιτείᾳ τάδε· Ἐν τοῖς μείζοσιν, ἦν δ’ ἐγώ, μύθοις ὀψόμεθα καὶ τοὺς ἐλάττους. δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸν δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους· ἢ οὐκ οἴει; Ἔγωγε, ἔφη· ἀλλ’ οὐκ ἐννοῶ οὐδὲ τοὺς μείζους τίνας λέγεις. Οὓς Ἡσίοδός τε καὶ Ὅμηρος, εἶπον, ἡμῖν ἐλεγέτην καὶ οἱ ἄλλοι ποιηταί. οὗτοι γάρ που μύθους ψευδεῖς τοῖς ἀνθρώποις συντιθέντες ἔλεγόν τε καὶ λέ-γουσι, τὰ μικρῷ πρόσθεν τεθειμένα. πάλιν τε αὐτοῦ ἦν καὶ τὰ δι’ ὧν ἔφησεν· Ἐξαλείψομεν ἄρα, ἦν δ’ ἐγώ, ἀπὸ τοῦδε τοῦ ἔπους ἀρξάμενοι πάντα τὰ τοιαῦτα· βουλοίμην κ’ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ καὶ τὰ ἑξῆς· δι’ ὧν τε ἐπιλέγει· Πάλιν δὴ Ὁμήρου δεησόμεθα καὶ τῶν ἄλλων ποιητῶν μὴ ποιεῖν Ἀχιλ-λέα, θεᾶς παῖδα, ἄλλοτ’ ἐπὶ πλευρὰς κατακείμενον, ἄλλοτε δ’ αὖτε ὕπτιον καὶ τὰ τούτοις ἑπόμενα. οἷς ἐπάγει· Ἢ Δία καθευδόντων τῶν ἄλλων θεῶν τε καὶ ἀνθρώπων ὡς μόνος ἐγρη-γορὼς ἃ ἐβουλεύσατο τούτων πάντων ῥᾳδίως ἐπιλαθόμενον διὰ τὴν τῶν ἀφροδισίων ἐπιθυμίαν καὶ οὕτως ἐκπλαγέντα ἰδόντα τὴν Ἥραν, ὥστε μηδ’ εἰς τὸ δωμάτιον ἐθέλειν ἐλθεῖν, ἀλλ’ αὐτοῦ βουλόμενον χαμαὶ συγγίνεσθαι κορύδου δίκην· καὶ λέγοντα ὡς οὕτως ὑπὸ ἐπιθυμίας ἔχεται, ὡς οὐδὲ ὅτε πρῶτον ἐφοίτων πρὸς ἀλλήλους, φίλους λήθοντε τοκῆας· οὐδὲ Ἄρεός τε καὶ Ἀφροδίτης ὑπὸ Ἡφαίστου δεσμὸν δι’ ἕτερα τοιαῦτα. Ὧν τοῦτον τὸν τρόπον εἰρημένων τί δῆτα βούλεται αὐτῷ ἡ μετὰ ταῦτα φωνὴ τοὺς μὲν ποιητὰς θεῶν παῖδας ὀνομάζουσα καὶ τό γε ἀπιστεῖν αὐτοῖς ἀδύνατον εἶναι φήσασα, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων αὐτοὺς ἀπο-δείξεων τοὺς περὶ θεῶν μύθους πλάσαι μαρτυραμένη; τί δὲ ἡ ἄλογος ἐθέλει πίστις, δέει τῆς ἀπὸ τῶν νόμων τιμωρίας προβεβλημένη; πῶς δὲ θεῶν Οὐρανὸς καὶ Γῆ πρῶτοι, ἔπειτα τούτων ἔγγονοι, Ὠκεανὸς καὶ Τηθὺς Κρόνος τε καὶ Ῥέα, καὶ Ζεὺς μετὰ τούτους ἅπαντας Ἥρα τε καὶ πάντες οἱ πρὸς Ὁμήρου καὶ Ἡσιόδου μυθευόμενοι παῖδες καὶ ἀδελφοὶ καὶ ἔγγονοι τούτων, ὁπότε ταῦτα αὐτὰ ἀνῄρει λέγων· Ὅπερ, ἦν δ’ ἐγώ, χρὴ πρῶτον καὶ μάλιστα μέμφεσθαι, ἄλλως τε καὶ ἐάν τις μὴ καλῶς ψεύδηται. Τί τοῦτο; Ὅταν εἰκάζῃ τις κακῶς τῷ λόγῳ περὶ θεῶν τε καὶ ἡρώων, οἷοί εἰσιν, ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων οἷς ἂν ὅμοια βουληθῇ γράψαι. Καὶ πάλιν· Πρῶτον μέν, ἦν δ’ ἐγώ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐ καλῶς ἐψεύσατο, ὡς Οὐρανός τε εἰργάσατο, ἅ φησι δρᾶσαι αὐτὸν Ἡσίοδος, ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν καὶ τὰ τούτοις ἑξῆς. πῶς δὲ οἱ νῦν ψευδεῖς καὶ οὐκ ἀληθεῖς ποιηταὶ πάλιν οἱ αὐτοὶ θεῶν ἔγ-γονοι λέγοιντ’ ἄν; ἀλλὰ γὰρ τούτων δὴ χάριν ἀπολειπτέος μὲν ἡμῖν οὗτος, δέει θανάτου τὸν Ἀθηναίων δῆμον καθυποκρινάμενος· τιμητέος δὲ Μωσῆς τά τε Ἑβραίων λόγια καθαρᾶς ἐξεχόμενα διόλου τῆς μόνης ἀληθοῦς καὶ ἀπλανοῦς εὐσεβείας. θέα δὴ καὶ ἄλλο. ιε. ΟΤΙ ΜΗ ΚΑΘΟΛΟΥ Ο ΠΛΑΤΩΝ ΟΡΘΩΣ ΤΟΝ ΠΕΡΙ ΤΩΝ ΝΟΗΤΩΝ ΟΥΣΙΩΝ ΕΦΩΔΕΥΣΕ ΛΟΓΟΝ Ἑβραῖοι τὴν μέσην τῶν λογικῶν φύσιν γενητήν, ἀλλ’ οὐκ ἀγένητον εἶναί φασι. ταύτην δὲ εἰς νοερὰς οὐσίας διαιροῦντες τῷ λόγῳ πνεύματα καὶ δυνάμεις καὶ θεοῦ λειτουργοὺς ἀγγέλους τε καὶ ἀρχαγγέλους ἐπονομάζου-σιν· ἐκ δὲ τῆς τούτων ἀποπτώσεως καὶ παρατροπῆς τὸ δαιμόνων γένος καὶ πᾶν τὸ τῆς ἐναντίας καὶ μοχθηρᾶς ἐνεργείας εἶδος εἰσάγουσι. διόπερ οὐδὲ θεοὺς ἐπιτρέπουσιν ἡγεῖσθαι τοὺς μὴ τὸ καλὸν καὶ ἀγαθὸν ἀχώριστον τῆς φύσεως ἐπαγομένους, ἀλλὰ καὶ τὸ εἶναι οὐ παρ’ ἑαυτῶν, παρὰ δὲ τοῦ πάντων αἰτίου ἐπενηνεγμένους τό τε εὖ εἶναι καὶ τὴν ἀρετὴν αὐτό τε τὸ ἀθάνατον οὔτε τῷ ἐπὶ πάντων θεῷ ὁμοίως οὔτε τῷ δι’ οὗ τὰ πάντα συνέστη ἐπιφερομένους. ὁ δέ γε Πλάτων ἀσωμάτους μὲν καὶ νοητὰς οὐσίας τὰς λογικὰς φύσεις ὁμοίως Ἑβραίοις ὑφίστησι, διαπίπτει δὲ τῆς ἀκολουθίας, πρῶτον μὲν ἀγενήτους εἶναι φάσκων αὐτάς, ὥσπερ καὶ πᾶσαν ψυχήν, ἔπειτα ἐξ ἀπορροίας τῆς τοῦ πρώτου αἰτίου συστῆναι λέγων. οὐδὲ γὰρ ἐκ τοῦ μὴ ὄντος αὐτὰς γεγονέναι διδόναι βούλεται. διὸ καὶ πλειόνων θεῶν ὑποτίθεται εἶναι γένος, ἀπορροίας τινὰς καὶ προβολὰς τοῦ πρώτου καὶ τοῦ δευτέρου αἰτίου τῷ λόγῳ ὑφιστάμενος, εἶναί τε ἀγαθὰς τὴν φύσιν οὐδαμῶς τε οἵας τε τῆς οἰκείας ἐκστῆναι ἀρετῆς, ἔνθεν αὐτοὺς καὶ θεοὺς εἶναι δοξάζει. τούτων δὲ ἕτερον εἶναι τὸ δαιμόνων φῦλον ἡγεῖται, φαυλότητος ὂν καὶ μοχθηρίας
PG 21:1145καὶ τῆς ἐπὶ τὸ χεῖρον τροπῆς δεκτικόν· ὧν τοὺς μὲν ἀγαθούς, τοὺς δὲ φαύλους εἶναί τε καὶ ὀνομάζεσθαι. ταῦτα δὲ παρὰ τὰ Ἑβραίοις δοκοῦντα τοῦτον ὑποθέμενος τὸν τρόπον, οὐκ ἀποδίδωσιν ὁπόθεν ὑποστῆναι φάναι εἰκὸς τοὺς δαίμονας. ἐκ μὲν γὰρ τῆς τῶν σωμάτων ὕλης οὐδεὶς ἂν νοῦν ἔχων εἴποι· ἄλογος γὰρ αὕτη· λογικὰ δ’ οὐκ ἄν ποτε ἐξ ἀλόγου τεχθείη, λογικοὶ δὲ οἱ δαίμονες. εἰ δ’ ἐκ τῆς τῶν κρειττόνων ἀπορροίας οὗτοι, καὶ πῶς οὐ θεοὶ καὶ αὐτοὶ τοῖς γεγεννηκόσιν ἐξ ἴσου; πῶς δ’ ἀγαθῆς οὔσης πηγῆς οὐχ ὅμοια καὶ τὰ παρ’ αὐτῆς; κακίας δ’ ἐν τοῖς δευτέροις ἡ βλάστη πόθεν ἐξέφυ τῆς ῥίζης ἄνωθεν ἐξ ἀγαθῶν καὶ δι’ ἀγαθῶν ἰούσης; πῶς δ’ ἂν γένοιτο πικρὸν ἀπὸ τοῦ γλυκέος; εἰ δὲ δὴ σκότους παντὸς καὶ πικρίας πάσης χαλεπώτερον τὸ τῶν μοχθηρῶν δαιμόνων γένος, πῶς ἐξ ἀπορροίας λέγοιτ’ ἂν τῆς τῶν κρειτ-τόνων φύσεως; εἰ δὲ ἐκ τῆσδε ἦν, οὐδ’ ἂν ἐτράπη τῆς οἰκείας λήξεως· εἰ δ’ ἠλλοίωται, οὐδ’ ἦν τὴν ἀρχὴν ἀπαθὴς τὴν φύσιν· εἰ δ’ οὐ τοιάδε ἦν, καὶ πῶς θεοὶ εἶεν, εἰ δὴ φαύλης οἷοί τε εἰσὶ μετέχειν μοίρας; ἀλλ’ εἰ μήτε τῆς τῶν κρειττόνων ἀπορροίας μηδ’ αὖ τῆς τῶν σωμάτων ὕλης εἶεν, ὥρα ἢ ἀγενή-τους λέγειν καὶ πρὸς τῇ ἀγενήτῳ ὕλῃ τῶν σωμάτων τρίτον στῖφος λογικῶν ἀγενήτων ἀντιπαρατάττειν τῷ θεῷ οὐκέτι τε τὸν θεὸν πάντων εἶναι ποιη-τὴν καὶ δημιουργὸν τῶν ὅλων ἀποδιδόναι, ἢ τοῦθ’ ὁμολογοῦντας καὶ τὰ μὴ ὄντα ποιεῖν αὐτὸν τοῖς Ἑβραίων συμφώνως ὁμολογεῖν λόγοις. τίνα δὲ οἵδε περὶ τῶνδε ἐκδιδάσκουσι; τὴν μέσην τῶν λογικῶν φύσιν οὔτ’ ἐκ τῆς τῶν σωμάτων ὕλης οὔτ’ ἐξ ἀπορροίας τῆς ἀγενήτου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης οὐσίας ὑποστῆναί φασι, μὴ οὖσαν δὲ πρότερον δυνάμει δραστηρίῳ τοῦ πάντων αἰτίου γεγονέναι· ταύτη τε μὴ θεοὺς εἶναι μηδὲ κυρίως τῆσδε τῆς προσηγορίας ἠξιῶσθαι, ὅτι μηδὲ τὴν φύσιν ἰσοῦται τῷ πεποιηκότι μηδ’ ἀχώριστον ὁμοίως τῷ θεῷ τὸ ἀγαθὸν ἐφέλκεται τό τε τῷ καλῷ ἐναντίον ἔστιν ὅτε καὶ δέξοιτ’ ἂν ὀλιγωρίᾳ τῆς περὶ τὸ κρεῖττον σχο-λῆς, ἣν αὐτὸς ἕκαστος αὑτῷ κατείργασται, τῆς οἰκείας ὁρμῆς τε καὶ γνώμης πεφυκὼς κύριος. ταῦτα καὶ περὶ τῶνδε. μετίωμεν δὲ καὶ ἐφ’ ἕτερον. ι. ΟΤΙ ΜΗ ΚΑΤΑ ΠΑΝΤΑ ΟΡΘΩΣ ΕΔΟΞΑΣΕ ΠΕΡΙ ΨΥΧΗΣ Ο ΠΛΑΤΩΝ Ἑβραίοις ὁμοίως τὴν ψυχὴν ἀθάνατον ὑποθέμενος καὶ τῷ θεῷ ὁμοίαν αὐτὴν εἰπών, οὐκέτ’ ἀκολούθως αὐτοῖς ποτε μὲν αὐτῆς τὴν οὐσίαν σύνθετον εἶναί φησιν, ὡς ἂν μέρος μέν τι ἐπαγομένης τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἐχούσης αἰτίας καὶ μέρος τῆς περὶ τὰ σώματα μεριστῆς φύσεως. λέγει δ’ οὖν αὐτοῖς ῥήμασιν ἐν Τιμαίῳ· Ὁ δὲ καὶ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρεσβυτέραν ψυχὴν σώματος ὡς δεσπότιν καὶ ἄρξουσαν ἀρξομένου συνεστήσατο ἐκ τῶνδε καὶ τοιῷδε τρόπῳ· τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἐχούσης οὐσίας, καὶ τῆς αὖ περὶ τὰ σώ-ματα γιγνομένης μεριστῆς, τρίτον δ’ ἐξ ἀμφοῖν ἐν μέσῳ συνεκεράσατο οὐσίας εἶδος, τῆς τε ταὐτοῦ φύσεως αὖ πέρι καὶ τῆς τοῦ ἑτέρου, καὶ κατὰ ταῦτα συνέ-στησεν ἐν μέσῳ τοῦ τε ἀμεροῦς αὐτῶν καὶ τοῦ κατὰ τὰ σώματα μεριστοῦ. καὶ τρία λαβὼν αὐτὰ ὄντα συνεκεράσατο εἰς μίαν πάντα ἰδέαν, τὴν θατέρου φύσιν δύσμικτον· οὖσαν εἰς ταὐτὸ ξυναρμόττων βίᾳ. Ἔνθεν εἰκότως αὐτῷ καὶ τὸ παθητικὸν μέρος τῷ λόγῳ τῆς οὐσίας αὐτῆ[ς] συνῆπται. ἀλλὰ τοτὲ μὲν ὧδε περὶ ψυχῆς οὐσίας διείληφε, τοτὲ δὲ ἄλλο τι χεῖρον περιτίθησιν αὐτῇ ἀτόπημα, τὴν θείαν ἐκείνην καὶ οὐράνιον, τὴν ἀσώματον καὶ λογικήν, τὴν θεῷ ὁμοίαν καὶ δι’ ἀρετῆς μέγεθος τὰς οὐρα-νίους ὑπερπαίουσαν ἁψῖδας ἄνωθέν ποθεν ἐκ τῶν ὑπερκοσμίων ἐπὶ ὄνους καὶ λύκους καὶ μύρμηκας καὶ μελίττας κατιέναι φάσκων καὶ τούτῳ πιστεύειν ἡμᾶς παρακαλῶν τῷ λόγῳ ἄνευ τινὸς ἀποδείξεως. λέγει δ’ οὖν ἐν μὲν τῷ Περὶ ψυχῆς τάδε· Καὶ μέχρι γε τούτου πλανῶνται, ἕως ἂν τῇ τοῦ σωματοειδοῦς τοῦ συνεπακολουθοῦντος ἐπιθυμίᾳ πάλιν ἐνδεθῶσιν εἰς σῶμα. ἐνδοῦνται δέ, ὥσπερ εἰκός, εἰς τὰ τοιαῦτα ἤθη, ὁποῖα ἄττ’ ἂν καὶ μεμελετηκυῖαι τύχωσιν ἐν βίῳ. Τὰ ποῖα δὴ ταῦτα λέγεις, ὦ Σώκρατες; Οἷον τοὺς μὲν τὰς γα-στριμαργίας τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διευλαβου-μένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν θηρίων εἰκὸς ἐνδύεσθαι· ἢ οὐκ οἴει; Πάνυ μὲν οὖν εἰκὸς λέγεις. Τοὺς δέ γε ἀδικίας καὶ τυραννίδας καὶ ἁρπα-γὰς προτετιμηκότας εἰς τὰ τῶν λύκων τε καὶ ἱεράκων καὶ ἰκτίνων γένη· ἢ ποῖ ἂν ἄλλοσε φαῖμεν τὰς τοιαύτας ἰέναι; Ἀμέλει, ἔφη ὁ Κέβης, εἰς τὰ τοιαῦτα. Οὐκοῦν, ἦ δ’ ὅς, δῆλα δὴ [καὶ τἄλλα, ᾗ ἂν ἑκάστη ἴοι κατὰ τὰς αὐτῶν ὁμοιό-τητας τῆς μελέτης. Δῆλον δή,] ἔφη· πῶς δ’ οὔ; Οὐκοῦν εὐδαιμονέστα-τοι, ἔφη, καὶ τούτων εἰσὶ καὶ εἰς βέλτιστον τόπον ἰόντες οἱ τὴν δημοτικὴν καὶ πολιτικὴν ἀρετὴν ἐπιτετηδευκότες, ἣν δὴ καλοῦσι σωφροσύνην τε καὶ δικαιο-σύνην, ἐξ ἔθους τε καὶ μελέτης γεγονυῖαν ἄνευ φιλοσοφίας τε καὶ νοῦ; Πῇ δὴ οὗτοι εὐδαιμονέστατοι; Ὅτι τούτους εἰκός ἐστιν εἰς τοιοῦτον πάλιν ἀφι-κνεῖσθαι πολιτικὸν καὶ ἥμερον γένος, ἤπου μελιττῶν ἢ σφηκῶν ἢ μυρμήκων, ἢ καὶ εἰς αὐτό γε πάλιν τὸ ἀνθρώπινον γένος. Καὶ ἐν τῷ Φαίδρῳ δὲ ἐπάκουσον ὁποῖα διέξεισιν· Εἰς μὲν γὰρ τὸ αὐτὸ ὅθεν ἥκει ψυχὴ ἑκάστη, οὐκ ἀφικνεῖται ἐτῶν μυ-ρίων· οὐ γὰρ πτεροῦται πρὸ τοσούτου χρόνου, πλὴν ἡ τοῦ φιλοσοφήσαντος ἀδόλως ἢ παιδεραστήσαντος μετὰ φιλοσοφίας. αὗται δὲ τρίτῃ περιόδῳ τῇ χιλιετεῖ, ἐὰν ἕλωνται τρὶς ἐφεξῆς τὸν βίον τοῦτον, οὕτω πτερωθεῖσαι τρισχι-λιοστῷ ἔτει ἀπέρχονται. αἱ δὲ ἄλλαι, ὅταν τὸν πρῶτον βίον τελευτήσωσι, κρίσεως ἔτυχον· κριθεῖσαι δὲ αἱ μὲν εἰς τὰ ὑπὸ γῆς δικαιωτήρια ἐλθοῦσαι δίκην τίνουσιν, αἱ δ’ εἰς τοῦ οὐρανοῦ τινα τόπον ὑπὸ τῆς δίκης κουφισθεῖσαι διάγουσιν ἀξίως οὗ ἐν ἀνθρώπου εἴδει ἐβίωσαν βίου. τῷ δὲ χιλιοστῷ ἀμφό-τεραι ἀφικνούμεναι ἐπὶ κλήρωσίν τε καὶ αἵρεσιν τοῦ δευτέρου βίου αἱροῦνται ὃν ἂν θέλῃ ἑκάστη. ἔνθα δὴ καὶ εἰς θηρίου βίον ἀνθρωπίνη ψυχὴ ἀφικνεῖται καὶ ἐκ θηρίου, ὅς ποτε ἄνθρωπος ἦν, πάλιν εἰς ἄνθρωπον. Καὶ ταῦτα μὲν ἐν Φαίδρῳ· ἐν δὲ τῇ Πολιτείᾳ τοιάδε γράφοντος ἄκουε· Ἰδεῖν μὲν γὰρ ἔφη ψυχὴν τήν ποτε Ὀρφέως γενομένην κύκνου βίον αἱρουμένην, μίσει τοῦ γυναικείου γένους διὰ τὸν ὑπ’ ἐκείνων θάνατον οὐκ ἐθέλουσαν ἐν γυναικὶ γεννηθεῖσαν γενέσθαι. ἰδεῖν δὲ τὴν Θαμύρου ἀηδόνος ἑλομένην· ἰδεῖν δὲ καὶ κύκνον μεταβάλλοντα εἰς ἀνθρωπίνου βίου αἵρεσιν καὶ ἄλλα ζῷα μουσικὰ ὡσαύτως. εἰκοστὴν δὲ λαχοῦσαν ψυχὴν ἑλέσθαι λέον-τος βίον· εἶναι δὲ τὴν Αἴαντος τοῦ Τελαμωνίου, φεύγουσαν ἄνθρωπον γενέ-σθαι, μεμνημένην τῆς τῶν ὅπλων κρίσεως. τὴν δὲ ἐπὶ τούτῳ Ἀγαμέμνονος, ἔχ-θρᾳ καὶ ταύτην τοῦ ἀνθρωπίνου γένους διὰ τὰ πάθη, ἀετοῦ διαλλάξαι βίον. ἐν μέσῃ δὲ λαχοῦσαν τὴν Ἀταλάντης ψυχήν, κατιδοῦσαν μεγάλας τιμὰς ἀθλη-τοῦ ἀνδρὸς οὐ δύνασθαι παρελθεῖν, ἀλλὰ λαβεῖν. μετὰ δὲ ταύτην ἰδεῖν τὴν Ἐπειοῦ τοῦ Πανοπέως εἰς τεχνικῆς γυναικὸς ἰοῦσαν φύσιν. πόρρω δὲ ἐν ὑστά-τοις ἰδεῖν τὴν τοῦ γελωτοποιοῦ Θερσίτου πίθηκον ἐνδυομένην. κατὰ τύχην δὲ τὴν Ὀδυσσέως λαχοῦσαν πασῶν ὑστάτην, αἱρησομένην ἰέναι· μνήμῃ δὲ τῶν προτέρων πόνων φιλοτιμίας λελωφηκυῖαν ζητεῖν περιιοῦσαν χρόνον
PG 21:1151πολὺν βίον ἀνδρὸς ἰδιώτου καὶ ἀπράγμονος καὶ μόγις εὑρεῖν κείμενόν που καὶ παρημελημένον ὑπὸ τῶν ἄλλων καὶ εἰπεῖν ἰδοῦσαν, ὅτι ταῦτ’ ἂν ἔπραξε καὶ πρώτη λαχοῦσα, καὶ ἀσμένην ἑλέσθαι. καὶ ἐκ τῶν ἄλλων δὲ θηρίων ὡσαύτως εἰς ἀνθρώπους ἰέναι καὶ εἰς ἄλληλα, τὰ μὲν ἄδικα εἰς τὰ ἄγρια, τὰ δὲ δίκαια εἰς τὰ ἥμερα μεταβαλόντα, καὶ πάσας μίξεις μίγνυσθαι. Τοσαῦτα περὶ ψυχῆς ὁ Πλάτων εἰπὼν δῆλός ἐστιν αἰγυπτιάζων τῷ δόγματι· οὐ γὰρ Ἑβραίων ὁ λόγος, ὅτι μηδὲ ἀληθείᾳ φίλος. τοῦτο δ’ οὐ καιρὸς ἀπελέγχειν, ὅτι μηδ’ αὐτὸς δι’ ἀποδείξεων ἐνεχείρησε τῷ προβλήματι. τοσοῦτον δ’ εὐλόγως τις ἂν ἐπισημήναιτο, ὡς οὐκ ἦν σύμφωνα τὸν αὐτὸν λέγειν ἅμα τῇ τελευτῇ τὰς ψυχὰς τῶν ἀσεβῶν ἐνθένδε ἀπαλλαττομένας δί-κας εἰς Ἅιδου ὧν ἔδρασαν διδόναι κἀκεῖσε τιμωρεῖσθαι εἰς ἄπειρον, καὶ πάλιν φάσκειν αὐτὰς τοὺς ἐνταῦθα βίους κατὰ γνώμην οἰκείαν αἱρεῖσθαι. ἐνδεῖσθαι γὰρ αὐτὰς εἰς σῶμά φησιν ἐπιθυμίᾳ τοῦ σωματοειδοῦς· καὶ τὰς μὲν ὕβρει καὶ γαστριμαργίᾳ ἐντραφείσας ὄνους γίνεσθαι θηρίων τε ἄλλων ὑποδύνειν σώματα, κατὰ γνώμην ἀλλ’ οὐ κατὰ δίκην ταῦτα αἱρουμένας· τοὺς δὲ ἀδίκους καὶ ἅρπαγας λύκους καὶ ἰκτῖνας γίγνεσθαι, ἐθελοντὴν ἐπὶ τοῦτ’ ἐλθόντας. εἶτα Ὀρφέως μὲν ψυχὴν κύκνον εἶναι θελῆσαι, Θαμύρου δὲ ἀηδόνος, Θερσίτην δὲ πιθήκου βίον ἑλέσθαι. ποῦ δ’ ἂν οὖν εἴη τὰ τῆς μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν κρίσεως, ἣν ἐν μὲν τῷ Περὶ ψυχῆς ὑπογράφων φησὶν ὡς ἐπειδὰν ἀφίκωνται οἱ τετελευτηκότες εἰς τὸν τόπον οἷ ὁ δαίμων ἕκαστον κομίζει, καὶ οἳ μὲν ἂν δόξωσι μέσως βεβιωκέναι, πορευθέντες ἐπὶ τὸν Ἀχέ-ροντα, ἀναβάντες ἃ δὴ αὐτοῖς ὀχήματά ἐστιν, ἐπὶ τούτων ἀφικνοῦνται εἰς τὴν λίμνην καὶ ἐκεῖ οἰκοῦσί τε καὶ καθαιρόμενοι τῶν τε ἀδικημάτων διδόντες δίκας ἀπολύονται, εἴ τίς τι ἠδίκηκε, τῶν τε εὐεργεσιῶν τιμὰς φέρονται κατὰ τὴν ἀξίαν ἕκαστος. οἳ δ’ ἂν δόξωσιν ἀνιάτως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτη-μάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους ἀδίκους καὶ παρανόμους πολλοὺς ἐξειργασμένοι ἢ ἄλλα ὅσα τοιαῦτα τυγχάνει ὄντα, τούτους δὲ ἡ προς-ήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον, ὅθεν οὔ ποτε ἐκβαίνουσι. Καὶ τὰ μὲν περὶ τῶν ἀσεβῶν ὧδέ πη διῆλθε. περὶ δὲ τῶν εὐσεβῶν ἐπάκουσον ὥς φησι· Τούτων δὲ αὐτῶν οἱ φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε καμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἔπειτα χρόνον καὶ εἰς οἰκήσεις ἔτι τούτου καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι. Καὶ ἐν τῷ Γοργίᾳ δὲ πρόσχες τί καί φησι· Τὸν μὲν δικαίως τὸν βίον διελθόντα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δὲ ἀδί-κως καὶ ἀθέως εἰς τὸ τῆς τίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι· οἳ δ’ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδική-ματα ἀνίατοι γένωνται, ἐκ τούτων τὰ παραδείγματα γίγνεται· καὶ οὗτοι αὐτοὶ μὲν οὐκέτι ὀνίνανται, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶν-τες διὰ τὰς ἁμαρτίας τὰς μεγίστας καὶ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας τὸν ἀεὶ χρόνον, ἀτεχνῶς παραδείγματα ἀνηρτημένους ἐκεῖ ἐν Ἅιδου ἐν τῷ δεσμωτηρίῳ, τοῖς ἀεὶ τῶν δικῶν ἀφικνουμένοις θεάματα καὶ νουθετήματα. Ταῦτα πῶς ἂν δύναιτο συνᾴδειν τοῖς περὶ ἀμοιβῆς σωμάτων, ἃ τὴν ψυχὴν μετιοῦσαν αἱρεῖσθαι φάσκουσι, λόγοις; πῶς γὰρ ἂν ἡ αὐτὴ τιμω-ρίας καὶ δεσμωτήρια καὶ τοσαύτην δίκην εἰς τὸν ἀεὶ χρόνον μετὰ τὴν ἐν-θένδε τελευτὴν ὑφέξει καὶ πάλιν οἵα τις ἀνειμένη καὶ δεσμῶν ἐλευθέρα βίους ἕλοιτ’ ἂν οὓς ἂν ἐθέλοι; εἰ δὲ τὰ καθ’ ἡδονὴν μέλλοι πάλιν αἱρεῖσθαι, καὶ ποῦ τὸ τῆς τίσεώς τε καὶ δίκης δεσμωτήριον; μυρία δ’ ἂν καὶ ἄλλα τις ἐπὶ σχολῆς ἐπιλάβοιτ’ ἂν τοῦ λόγου, ὧν οὐ καιρὸς τὴν διάνοιαν μηκύνειν. καὶ τὸ μὲν πρῶτον ὀλίσθημα τῆς τοῦ Πλάτωνος περὶ τῶνδε δόξης ταύτη πη πέφανται· τὸ δ’ ἕτερον τῆς τοῦ δόγματος διασκευῆς, δι’ οὗ τὸ μέν τι θεῖον καὶ λογικὸν εἶναι τῆς ψυχῆς, τὸ δέ τι μέρος αὐτῆς ἄλογον καὶ παθητικὸν τυγχάνειν ὡρίσατο, καὶ πρὸς τῶν αὐτοῦ γνωρίμων κατέγνωσται, ὡς μα-θεῖν ἔνεστιν ἀπὸ τῶν τοιῶνδε λόγων· ιζ. ΟΤΙ ΜΗ ΕΞ ΑΠΑΘΟΥΣ ΚΑΙ ΠΑΘΗΤΗΣ ΟΥΣΙΑΣ Η ΤΗΣ ΨΥΧΗΣ ΣΥΝΕΣΤΗΚΕ ΦΥΣΙΣ Περὶ δὲ τῆς κατὰ Πλάτωνα ψυχῆς, ἥν φησιν ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας συστῆναι ὑπὸ τοῦ θεοῦ, ὡς ἐκ λευκοῦ καὶ μέλανος τῶν μέσων τι χρω-μάτων, ἐκεῖνα ἔχομεν εἰπεῖν, ὅτι ἀνάγκη χρόνῳ διαστάσεως αὐτῶν γιγνο-μένης ἀφανισθῆναι αὐτήν, ὡς τὴν τοῦ μέσου χρώματος σύστασιν, ἐπὶ τὰ οἰκεῖα ἑκάστου ἐξ ὧν συνέστη ἐν χρόνῳ φύσει χωριζομένου. εἰ δὲ τοῦτο, φθαρτὴν ἀποφανοῦμεν, ἀλλ’ οὐκ ἀθάνατον τὴν ψυχήν. εἰ γὰρ τοῦτο ὁμολογεῖται μηδὲν τῶν ἐν τῇ φύσει ὄντων ἄνευ τοῦ ἐναντίου εἶναι τά τε ἐν τῷ κόσμῳ ἐκ τῆς τῶν ἐναντίων φύσεως ὑπὸ θεοῦ κεκοσμῆσθαι, φιλίαν αὐτοῖς καὶ κοινωνίαν ἐμποιήσαντος αὐτοῦ, οἷον τῷ ξηρῷ πρὸς τὸ ὑγρὸν καὶ τῷ θερ-μῷ πρὸς τὸ ψυχρὸν τῷ τε βαρεῖ πρὸς τὸ κοῦφον λευκῷ τε πρὸς τὸ μέλαν γλυ-κεῖ τε πρὸς πικρὸν σκληρῷ τε πρὸς μαλακὸν καὶ πᾶσι τοῖς τοιούτοις μίαν ἄλλην πάντων κοινωνίαν τῇ τε ἀπαθεῖ οὐσίᾳ πρὸς τὴν παθητήν, τὰ δὲ κρα-θέντα καὶ μιχθέντα χωρισμὸν τὸν ἀπ’ ἀλλήλων ἐν χρόνῳ φύσει ἐπιδέχεται, ἡ δὲ ψυχὴ ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας γεγονέναι ὑποκείσεται, ἀνάγκη ὡς τὸ μέσον χρῶμα οὕτω καὶ ταύτην ἐν χρόνῳ φύσει ἀφανισθῆναι, τῶν ἐν τῇ συστάσει αὐτῆς ἐναντίων ἐπὶ τὴν οἰκείαν φύσιν ἐπειγομένων. ἦ γὰρ οὐχ ὁρῶμεν καὶ τὸ φύσει βαρύ, κἂν ὑφ’ ἡμῶν ἤ τινος ἔξωθεν φυσικῆς προςγενομένης αὐτῷ κουφότητος ἄνω φέρηται, ὡς αὐτὸ ὁμοίως ἐπὶ τὴν οἰκείαν φύσιν κάτω βιάζεται, ὁμοίως δὲ καὶ τὸ φύσει κοῦφον, κατὰ τὰς ὁμοίας ἔξω-θεν αἰτίας κάτω φερόμενον, ὡς αὐτὸ ὁμοίως ἐπὶ τὰ ἄνω βιάζεται; τὰ γὰρ ἐκ δύο τινῶν ἀλλήλοις ἐναντίων εἰς ταὐτὸν συναχθέντα ἀδύνατον ἐν τῷ αὐτῷ ἀεὶ εἶναι, μὴ τρίτου τινὸς τῆς τῶν ὄντων οὐσίας ἀεὶ ἐνόντος αὐτοῖς. ἀλλὰ γὰρ οὐκ ἔστι ψυχὴ τρίτον τι πρᾶγμα ἐκ δύο ἐναντίων ἀλλήλοις σύνθετον, ἁπλοῦν δὲ καὶ τῇ αὐτῇ φύσει ἀπαθὲς καὶ ἀσώματον· ὅθεν Πλάτων καὶ οἱ μετ’ αὐτοῦ ἀθάνατον αὐτὴν ἔφασαν εἶναι. ἐπειδὴ δὲ τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος κοινός ἐστι πάντων λόγος γεγονέναι, τὰ δ’ ἐν ἡμῖν ἄνευ σώματος ἑκουσίως καὶ ἀκουσίως γιγνόμενα πάθη τῆς ψυχῆς εἶναι λέγεται, οἱ μὲν πολλοὶ τούτῳ τεκμαιρόμενοι παθητὴν εἶναι τὴν οὐσίαν αὐτῆς, θνη-τὴν αὐτὴν εἶναι λέγουσι καὶ σωματοειδῆ, ἀλλ’ οὐκ ἀσώματον. ὁ δὲ Πλά-των τῷ φύσει αὐτῆς ἀπαθεῖ προσηναγκάσθη τὴν παθητὴν οὐσίαν προσυφᾶναι. ὅτι δὲ μηδετέρως ἔχει, ἐξ ὧν ἑκάτεροι εἰρήκασι, Πλάτων τε καὶ οἱ ἄλλοι, πειρασόμεθα τῷ λόγῳ, τὰς ἐν ἡμῖν ἐνεργούσας δυνάμεις παραθέντες, προς-βιβάσαι. Ταῦτά μοι ἀπὸ τῶν Σευήρου τοῦ Πλατωνικοῦ Περὶ ψυχῆς προκείσθω. σκέψαι δὲ πρὸς τοῖς εἰρημένοις καὶ τόδε· ιη. ΠΕΡΙ ΟΥΡΑΝΟΥ ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΩΙ ΦΩΣΤΗΡΩΝ Συμφώνως Ἑβραίοις καὶ τὸν περὶ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ φαινο-μένων ἀποδοὺς λόγον, καθ’ ὃν γενητὰ εἶναι πρὸς τοῦ τῶν ὅλων αἰτίου πεποιημένα μετέχειν τε τῆς σωματικῆς καὶ φθαρτῆς οὐσίας συνέστη, οὐκέθ’ ὁμοίως
PG 21:1157Ἑβραίοις σέβειν αὐτὰ νομοθετεῖ καὶ θεοὺς ἡγεῖσθαι, ὧδε φάσκων ἐν Ἐπι-νομίδι· Τίνα δὴ καὶ σεμνύνων ποτὲ λέγω θεόν, ὦ Μέγιλλε καὶ Κλεινία; σχε-δὸν οὐρανόν, ὃν καὶ δικαιότατον, ὡς ξύμπαντες ἄλλοι δαίμονες ἅμα καὶ θεοί, τιμᾶν τε καὶ εὔχεσθαι διαφερόντως αὐτῷ· τὸ δὲ καὶ τῶν ἄλλων αἴτιον ἀγαθῶν πάντων ἡμῖν αὐτὸν γεγονέναι πάντες ἂν ὁμολογοῖμεν. Εἶθ’ ὑποβὰς ἐν τῷ αὐτῷ προστίθησι ταῦτα· Θεοὺς δὲ δὴ τοὺς ὁρατούς, μεγίστους καὶ τιμιωτάτους καὶ ὀξύτατον ὁρῶντας πάντη, τοὺς πρώτους τὴν τῶν ἄστρων φύσιν λεκτέον καὶ ὅσα μετὰ τούτων αἰσθανόμεθα γεγονότα, μετὰ δὲ τούτους καὶ ὑπὸ τούτοις ἑξῆς δαί-μονας, ἀέριον δὲ γένος ἔχον ἕδραν τρίτην καὶ μέσην, τῆς ἑρμηνείας αἴτιον, εὐχαῖς τιμᾶν μάλα χρεὼν χάριν τῆς εὐφήμου διαπορείας. Διὰ τούτων θεοὺς εἰπὼν εἶναι τοὺς δηλωθέντας περὶ τῆς πρώτης αὐτῶν συστάσεως φυσιολογῶν ἐν Τιμαίῳ τοιάδε διεξέρχεται· Ὅ τι πῦρ πρὸς ἀέρα, τοῦτο ἀὴρ πρὸς ὕδωρ καὶ ὅ τι ἀὴρ πρὸς ὕδωρ, τοῦτο ὕδωρ πρὸς γῆν ξυνέδησε καὶ ξυνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν. καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι’ ἀναλογίας ὁμολογῆσαν φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστ’ εἰς ταὐτὸν αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι. Εἶτ’ ἐπιλέγει· Ψυχὴν δὲ εἰς τὸ μέσον αὐτοῦ θεὶς διὰ παντός τε ἔτεινε καὶ ἔτι ἔξωθεν τὸ σῶμα αὐτῇ περιεκάλυψε, καὶ κύκλῳ δὴ κύκλον στρεφόμενον οὐρανὸν μό-νον ἕνα ἔρημον κατέστησε. Καὶ πάλιν ὑποβὰς ἐπιφέρει λέγων· Ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ τοιαύτης πρὸς χρόνου γένεσιν, ἵνα γενηθῇ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλανητά, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονε· σώματα δὲ αὐτῶν ἑκάστων ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς, ἃς ἡ θατέρου περίοδος ᾔει. Καὶ ἐπιλέγει· Δεσμοῖς τε ἐμψύχοις σώματα δεθέντα ζῷα ἐγενήθη τό τε προσταχ-θὲν ἔμαθε. Καὶ ἐν τῷ δεκάτῳ τῶν Νόμων καθόλου περὶ πάσης ψυχῆς ἀποφαί-νεται λέγων ὧδε· Μεταβάλλει μέντοιγε πάνθ’ ὅσα μέτοχά ἐστι ψυχῆς, ἐν ἑαυτοῖς κεκτη-μένα τὴν τῆς μεταβολῆς αἰτίαν· μεταβαλόντα δὲ φέρεται κατὰ τὴν τῆς εἱμαρ-μένης τάξιν καὶ νόμον. μικρότερα μὲν τῶν ἠθῶν μεταβαλόντα ἐλάττω κατὰ τὸ τῆς χώρας ἐπίπεδον μεταπορεύεται, πλείω δὲ καὶ ἀδικώτερα μεταπεσόντα εἰς βάθος. Εἰ δὴ οὖν μεταβάλλει πάνθ’ ὅσα μέτοχά ἐστι ψυχῆς ἐν ἑαυτοῖς κεκτη-μένα τὴν τῆς μεταβολῆς αἰτίαν, οὐρανὸς δὲ καὶ ἥλιος καὶ σελήνη μέτοχά ἐστι ψυχῆς κατ’ αὐτὸν τὸν Πλάτωνα, καὶ ταῦτα ἄρα μεταβάλλοι ἂν ἐν ἑαυ-τοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν κατὰ τὸν αὐτοῦ λόγον. πῶς οὖν πάλιν ἀϊδίους αὐτοὺς εἶναι καὶ διὰ τοῦτο θεούς φησι, καίπερ ἐν σώματι φθαρ-τῷ ὄντας καὶ λυθῆναι οἵους τε; λέγει δ’ οὖν πάλιν ἐν Τιμαίῳ· Ἐπεὶ δ’ οὖν πάντες ὅσοι τε περιπολοῦσι φανερῶς καὶ ὅσοι φαίνονται, καθ’ ὅσον ἂν ἐθέλωσι θεοὶ γένεσιν ἔσχον, λέγει πρὸς αὐτοὺς ὁ τόδε τὸ πᾶν γεννήσας τάδε· Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἄλυτα ἐμοῦ μὴ θέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν· τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. δι’ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ’ ἄλυτοι τὸ πάμπαν· οὔτι μὲν δὴ λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θα-νάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λα-χόντες ἐκείνων οἷς ὅτε ἐγίγνεσθε ξυνεδεῖσθε. Ταῦτα ὁ Πλάτων. εἰκότως δῆτα Μωσῆς καὶ τὰ Ἑβραίων λόγια σέβειν μὲν ἀπαγορεύει ταῦτα καὶ θεοὺς ἡγεῖσθαι, ἄνω δὲ πρὸς τὸν παμβασιλέα θεὸν ἀνάγοντα, αὐτὸν δὴ τὸν ἡλίου καὶ σελήνης καὶ ἄστρων ὅλου τε οὐρανοῦ καὶ κόσμου δημιουργόν, τὸν δὴ τὰ πάντα θείῳ λόγῳ συνδήσαντά τε καὶ συναρμοσά-μενον μόνον ἡγεῖσθαι θεὸν καὶ μόνῳ τὴν σεβάσμιον ἀπονέμειν νομοθετεῖ τιμήν, λέγων· Μὴ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς. ἑρμη-νεύει δὲ ταῦτα διασαφῶν εἰς πλάτος ὁ τὰ Ἑβραίων πεπαιδευμένος Φίλων ὧδέ πη λέγων πρὸς λέξιν· Τινὲς ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας ὑπέλαβον εἶναι θεοὺς αὐτοκράτορας, οἷς τὰς τῶν γιγνομένων ἁπάντων αἰτίας ἀνέθεσαν. Μωσεῖ δὲ ὁ κόσμος ἔδοξεν εἶναι καὶ γενητὸς καὶ πόλις ἡ μεγίστη ἄρχοντας ἔχουσα καὶ ὑπηκόους· ἄρχοντας μὲν τοὺς ἐν οὐρανῷ πάντας, ὅσοι πλάνητες καὶ ἀπλανεῖς ἀστέρες, ὑπηκόους δὲ τὰς μετὰ σελήνην ἐν ἀέρι καὶ περιγείους φύσεις· τοὺς δὲ λεχθέντας ἄρχοντας οὐκ αὐτεξουσίους, ἀλλ’ ἑνὸς τοῦ πάντων πατρὸς ὑπάρ-χους, οὗ μιμουμένους τὴν ἐπιστασίαν κατορθοῦν πρυτανεύοντος κατὰ δίκην καὶ νόμον ἕκαστον τῶν γεγονότων· τοὺς δὲ μὴ βλέποντας τὸν ἐπιβεβηκότα ἡνίοχον τοῖς ὑπεζευγμένοις ὡς αὐτουργοῖς τῶν ἐν τῷ κόσμῳ γινομένων ἀνάψαι τὰς αἰτίας. ὧν τὴν ἄγνοιαν ὁ ἱερώτατος νομοθέτης εἰς ἐπιστήμην μεθαρμόζεται λέγων ὧδε· Μὴ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς.3 εὐθυβόλως πάνυ καὶ καλῶς πλάνον εἶπε τὴν τῶν εἰρημένων ὡς θεῶν ἀποδοχήν. οἱ γὰρ ἰδόντες ἡλίου μὲν προόδοις καὶ ἀναχωρήσεσι τὰς ἐτησίους ὥρας συνισταμένας, ἐν αἷς αἱ ζῴων καὶ φυτῶν καὶ καρπῶν γενέσεις ὡρισμέ-ναις χρόνων περιόδοις τελεσφοροῦνται, σελήνην δ’ ὑπηρέτιν καὶ διάδοχον ἡλίου νύκτωρ τὴν ἐπιμέλειαν καὶ προστασίαν ἀνειληφυῖαν ὧν μεθ’ ἡμέραν ἥλιος, καὶ τοὺς ἄλλους ἀστέρας κατὰ τὴν πρὸς τἀπίγεια συμπάθειαν μυρία τῶν ἐπὶ διαμονῇ τοῦ παντὸς ἐνεργοῦντάς τε καὶ δρῶντας, πλάνον ἐπλανή-θησαν ἀνήνυτον μόνους εἶναι τούτους θεοὺς ὑποτοπήσαντες. εἰ δ’ ἐσπού-δασαν διὰ τῆς ἀπλανοῦς βαδίζειν ὁδοῦ, κἂν εὐθὺς ἔγνωσαν, ὅτι καθάπερ αἴσθησις ὑποδιάκονος νοῦ γέγονε, τὸν αὐτὸν τρόπον καὶ οἱ αἰσθητοὶ πάντες ὑπηρέται τοῦ νοητοῦ συνέστησαν. Καὶ ἐπάγει λέγων· Ὥσθ’ ὑπερβάντες τῷ λογισμῷ πᾶσαν τὴν ὁρατὴν οὐσίαν ἐπὶ τὴν τοῦ ἀειδοῦς καὶ ἀοράτου καὶ μόνῃ διανοίᾳ καταληπτοῦ τιμὴν ἴωμεν, ὃς οὐ μόνον θεός ἐστι νοητῶν τε καὶ αἰσθητῶν, ἀλλὰ καὶ πάντων δημιουργός. ἐὰν δέ τις τὴν τοῦ ἀϊδίου καὶ ποιητοῦ θεραπείαν ἄλλῳ προσνέμῃ νεωτέρῳ καὶ γενητῷ, φρενοβλαβὴς ἀναγεγράφθω καὶ ἔνοχος ἀσεβείᾳ τῇ μεγίστῃ. Ταῦτα τῆς Ἑβραίων εὐσεβείας τὰ ὡς ἀληθῶς ἀκήρατά τε καὶ θεῖα μαθήματα πρὸ τῆς τετυφωμένης φιλοσοφίας τετιμήκαμεν. τί με δεῖ μηκύ-νειν καὶ τἄλλα τοῦ Πλάτωνος εἰς φῶς ἄγειν, ἐκ τῶνδε παρὸν καὶ τὰ ἐμοὶ νῦν σεσιγημένα τεκμαίρεσθαι; οὐ μὴν διαβολῆς ἕνεκα ταῦτα φάναι προήχ-θην, ἐπεὶ καὶ σφόδρα ἔγωγε ἄγαμαι τὸν ἄνδρα, ναὶ πάντων Ἑλλήνων φίλον ἡγοῦμαι καὶ τιμῶ, τὰ ἐμοὶ φίλα καὶ συγγενῆ, εἰ καὶ μὴ τὰ ἴσα διόλου, πεφρονη-κότα, Μωσέως δ’ ἐν παραθέσει καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν τὸ ἐλλιπὲς ἐπιδεικνὺς αὐτοῦ τῆς διανοίας. καίτοι παρῆν τῷ καταμέμφεσθαι παρεσκευα-σμένῳ μυρί’ ἄττα καταιτιᾶσθαι, οἷα τὰ σεμνὰ καὶ σοφὰ αὐτῷ περὶ γυναι-κῶν ἐν Πολιτείᾳ διατεταγμένα ἢ οἷα τὰ περὶ ἔρωτος ἐκθέσμου σεσεμνο-λογημένα ἐν Φαίδρῳ. σὺ δ’, εἰ καὶ τούτων ἐπακοῦσαι ποθεῖς, ἀνάγνωθι τάσδε αὐτοῦ λαβὼν τὰς φωνάς·
PG 21:1167ιθ. ΟΠΟΙΑ ΠΕΡΙ ΓΥΝΑΙΚΩΝ Ο ΠΛΑΤΩΝ ΔΙΕΤΑΞΑΤΟ Ἴσως δή, εἶπον, παρὰ τὸ εἰωθὸς γελοῖα ἂν φαίνοιτο πολλὰ περὶ τὰ νῦν δὴ λεγόμενα, εἰ πράξεται ᾗ λέγεται. Καὶ μάλα, ἔφη. Τί δέ, ἦν δ’ ἐγώ, γελοιότατον αὐτῶν ὁρᾷς; ἢ δηλαδὴ ὅτι γυμνὰς τὰς γυναῖκας ἐν ταῖς παλαίστραις γυμνα-ζομένας μετὰ τῶν ἀνδρῶν, οὐ μόνον τὰς νέας, ἀλλ’ ἤδη καὶ τὰς πρεσβυτέρας, ὥσπερ τοὺς γέροντας ἐν τοῖς γυμνασίοις, ὅταν ῥυσοὶ καὶ μὴ ἡδεῖς τὴν ὄψιν ὅμως φιλογυμναστῶσι. Καὶ ἐπιλέγει ἑξῆς· Ὁ δὲ γελῶν ἀνὴρ ἐπὶ γυμναῖς ταῖς γυναιξὶ τοῦ βελτίστου ἕνεκα γυμναζο-μέναις, ἅτε δὴ τοῦ γελοίου σοφίας δρέπων καρπόν,3 οὐδὲ οἶδεν, ὡς ἔοικεν, ἐφ’ ᾧ γελᾷ. Φησὶ δὲ καὶ ἐν ἑβδόμῳ τῶν Νόμων· Ὡς ἄρα δεήσει τοὺς παῖδας καὶ τὰς παῖδας ὀρχεῖσθαι, δῆλα δή, καὶ γυμνάζεσθαι μανθάνειν· καί· Τοῖς μὲν παισὶν ὀρχησταί, ταῖς δὲ ὀρχηστρίδες ἂν εἶεν πρὸς τὸ διαπονεῖν οὐκ ἀνεπιτηδειότερον. Τίθησι δ’ ἐν αὐτῷ καὶ τάδε· Ἡ δὲ αὖ που παρ’ ἡμῖν κόρη καὶ δέσποινα, εὐφρανθεῖσα τῇ τῆς χορείας παιδείᾳ, οὐκ ᾠήθη δεῖν κεναῖς χερσὶν ἀθύρειν, πανοπλίᾳ δὲ παντελεῖ κοσμη-θεῖσα οὕτω τὴν ὄρχησιν διαπεραίνειν· ἃ δὴ πάντως μιμεῖσθαι πρέπον ἂν εἴη κόρους τε ἅμα καὶ κόρας. Καὶ πολεμεῖν δὲ γυναιξὶν ὧδέ πη νομοθετεῖ· Ἐν δὲ τούτοις πᾶσι δεῖ διδασκάλους ἑκάστων πεπεισμένους μισθοῖς, οἰκοῦντας ξένους, διδάσκειν τε πάντα ὅσα πρὸς τὸν πόλεμόν ἐστι μαθήματα τοὺς φοιτῶντας ὅσα τε πρὸς μουσικήν, οὐχ ὃν μὲν ἂν ὁ πατὴρ βούληται, φοιτῶν-τα, ὃν δ’ ἂν μή, ἐῶντα τὰς παιδείας, ἀλλὰ τὸ λεγόμενον πάντα ἄνδρα καὶ παῖδα κατὰ τὸ δυνατόν, ὡς τῆς πόλεως μᾶλλον ἢ τῶν γεννητόρων ὄντας, παι-δευτέον ἐξ ἀνάγκης. ταὐτὰ δὲ δὴ καὶ περὶ θηλειῶν ὁ μὲν ἐμὸς νόμος ἂν εἴποι πάντα, ὅσαπερ καὶ περὶ τῶν ἀρρένων, ἴσα καὶ τὰς θηλείας ἀσκεῖν δεῖν· καὶ οὐδὲν φοβηθεὶς εἴποιμ’ ἂν τοῦτον τὸν λόγον οὔτε ἱππικῆς οὔτε γυμναστι-κῆς, ὡς ἀνδράσι μὲν πρέπον ἂν εἴη, γυναιξὶ δὲ οὐκ ἂν πρέπον. Καὶ πάλιν ἑξῆς ὑποβάς φησι· Γυμνάσια τιθῶμεν καὶ τὰ περὶ τὸν πόλεμον πάντα τοῖς σώμασι δια-πονήματα τοξικῆς τε καὶ πάσης ῥίψεως καὶ πελταστικῆς καὶ ἁπάσης ὁπλο-μαχίας καὶ διεξόδων τακτικῶν καὶ ἁπάσης πορείας στρατοπέδων καὶ στρατο-πεδεύσεων καὶ ὅσα εἰς ἱππικὴν μαθήματα ξυντείνει. πάντων γὰρ τούτων διδασκάλους τε εἶναι δεῖ κοινούς, ἀρνυμένους μισθὸν παρὰ τῆς πόλεως, καὶ τούτων μαθητὰς τοὺς ἐν τῇ πόλει παῖδάς τε καὶ ἄνδρας καὶ κόρας καὶ γυναῖ-κας πάντων τούτων ἐπιστήμονας· κόρας μὲν οὔσας ἔτι πᾶσαν τὴν ἐν ὅπλοις ὄρχησιν καὶ μάχην μεμελετηκυίας, γυναῖκας δὲ διεξόδων καὶ τάξεων καὶ θέ-σεως καὶ ἀναιρέσεως ὅπλων ἡμμένας. Ἀλλ’ οὐδὲ τούτοις ὁ Ἑβραίων ἐπινεύσει λόγος, ἀντιφθέγξεται δὲ πάντως τἀναντία, μηδ’ ἐπ’ ἀνδρῶν ῥώμαις, μὴ ὅτι γε γυναικῶν τὴν ἐν πολέμοις ἀνατιθεὶς κατόρθωσιν, πάντα δὲ εἰς θεὸν ἀνάγων καὶ τὴν συμμαχίαν τὴν παρὰ τοῦδε. λέγει δ’ οὖν· Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. ὁ δέ γε θαυμαστὸς φιλόσοφος θέα ὡς καὶ εἰς τὸν γυμνικὸν εἰσάγει τὰς γυναῖκας ἀγῶνα, ὧδέ πη λέγων· Γυναιξὶ δέ, κόραις μὲν ἀνήβοις γυμναῖς στάδιον καὶ δίαυλον καὶ ἔφιπ-πον καὶ δόλιχον, ἐν αὐτῷ τῷ δρόμῳ ἁμιλλωμέναις· ταῖς δὲ τριακαιδεκέτεσι μέχρι γάμου μενούσαις κοινωνίας μὴ μακρότερον εἴκοσιν ἐτῶν μηδ’ ἔλαττον ὀκτωκαίδεκα, πρεπούσῃ δὲ στολῇ ταύταις ἐσταλμέναις καταβατέον ἐπὶ τὴν ἅμιλλαν τούτων τῶν δρόμων. καὶ τὰ μὲν περὶ δρόμους ἀνδράσι τε καὶ γυναιξὶ ταῦτ’ ἔστω· τὰ δὲ κατ’ ἰσχύν, ἀντὶ μὲν πάλης καὶ τῶν τοιούτων τὰ νῦν, ὅσα βαρέα, τὴν ἐν τοῖς ὅπλοις μάχην ἕνα τε πρὸς ἕνα διαμαχομένους καὶ δύο πρὸς δύο. Καὶ ἑξῆς εἰπών· Ταὐτὸν δὴ καὶ τοὺς περὶ ὁπλομαχίαν ἄκρους παρακαλοῦντας χρὴ τού-τους νομοθετεῖν κελεύειν ἐπιφέρει λέγων· Τὰ αὐτὰ δὲ καὶ περὶ τῶν θηλειῶν ἔστω νομοθετούμενα, τῶν μέχρι γάμων. Εἶτα πάλιν τούτοις ἑξῆς συνάψας τοὺς περὶ πελταστικῆς καὶ παγκρα-τίου καὶ τόξου λίθων τε ἐκ χειρὸς βολῆς καὶ διὰ σφενδόνης νόμους ἵππων τε πέρι ἀγῶνος, πάλιν κἀνταῦθα περὶ τῶν θηλειῶν ἐπάγει λέγων· Θηλείας δὲ περὶ τούτων νόμοις μὲν καὶ ἐπιτάξεσιν οὐκ ἄξια βιάζεσθαι τῆς κοινωνίας· ἐὰν δὲ ἐξ αὐτῶν τῶν ἔξωθεν παιδεύματα εἰς ἔθος ἰόντων ἡ φύσις ἐνδέχηται καὶ μὴ δυσχεραίνῃ παῖδας ἢ παρθένους κοινωνεῖν, ἐᾶν καὶ μὴ ψέγειν. Τοσαῦτα τοῦ Πλάτωνος τὰ περὶ γυναικῶν. τοῦ δ’ αὐτοῦ καὶ ὁ θαυμάσιος ὅδε τυγχάνει νόμος· Ἐάν τις παῖδας θηλείας καταλίπῃ, δι’ ἀδελφῶν τε καὶ ἀδελφιδῶν ἐπ-ανιὼν ἔμπροσθεν μὲν τῶν ἀρρένων, ὕστερον δὲ θηλειῶν ἑνὶ γένει· τὴν δὲ τοῦ τῶν γάμων χρόνου συμμετρίαν τε καὶ ἀμετρίαν δικαστὴς σκοπῶν κρινέτω, γυμνοὺς μὲν τοὺς ἄρρενας, γυμνὰς δὲ ὀμφαλοῦ μέχρι θεώμενος τὰς θηλείας. Ἀλλὰ καὶ ἐν ταῖς ἑορταῖς δεῖν αὐτάς φησι γυμνὰς χορεύειν ἐν ἕκτῳ τῶν Νόμων λέγων οὕτως· Τῆς οὖν τοιαύτης σπουδῆς ἕνεκα χρὴ καὶ τὰς παιδείας ποιεῖσθαι χο-ρεύοντάς τε καὶ χορευούσας κόρους τε καὶ κόρας καὶ ἅμα δὴ θεωροῦντάς τε καὶ θεωρουμένους μετὰ λόγου τε καὶ ἡλικίας τινὸς ἐχούσης εἰκυίας προφά-σεις γυμνοὺς καὶ γυμνὰς μέχρι περ αἰδοῦς σώφρονος ἑκάστων. Πρὸς τούτοις ἅπασιν ἐπάκουσον καὶ τῶνδε τῶν ἐν Πολιτείᾳ περὶ τοῦ κοινὰς εἶναι τὰς γυναῖκας νόμου· Τούτων, ἦν δ’ ἐγώ, ἕπεται νόμος καὶ τοῖς ἔμπροσθεν τοῖς ἄλλοις, ὡς ἐγᾦμαι, ὅδε· τὰς γυναῖκας ταύτας τῶν ἀνδρῶν τούτων πάντων πάσας εἶναι κοινάς, ἰδίᾳ δὲ μηδενὶ μηδεμίαν συνοικεῖν· καὶ τοὺς παῖδας αὖ κοινοὺς καὶ μήτε γονέα ἔκγονον εἰδέναι τὸν αὑτοῦ μήτε παῖδα γονέα. Καὶ ἑξῆς ἐπιλέγει· Εἰκὸς μὲν τοίνυν, ἦν δ’ ἐγώ· ὁ νομοθέτης αὐτοῖς ὥσπερ τοὺς ἄνδρας οὕτω καὶ τὰς γυναῖκας ἐκλέξας παραδώσει καθ’ ὅσον οἷόν τε ὁμοφυεῖς· οἱ δὲ ἅτε οἰκίας τε καὶ ξυσσίτια κοινὰ ἔχοντες, ἰδίᾳ δὲ οὐδενὸς οὐδὲν τοιοῦτον κεκτημένου, ὁμοῦ δὴ ἔσονται, ὁμοῦ δὲ ἀναμεμιγμένων καὶ ἐν γυμνασίοις καὶ ἐν τῇ ἄλλῃ τροφῇ ὑπ’ ἀνάγκης, οἶμαι, τῆς ἐμφύτου ἄξονται πρὸς τὴν ἀλλή-λων μῖξιν. ἢ οὐκ ἀναγκαῖά σοι δοκῶ λέγειν; Οὐ γεωμετρικαῖς γε, ἦ δ’ ὅς, ἀλλ’ ἐρωτικαῖς ἀνάγκαις, αἳ κινδυνεύουσιν ἐκείνων δριμύτεραι εἶναι πρὸς τὸ πεί-θειν τε καὶ ἕλκειν τὸν πολὺν λεών. Ἀλλὰ τούτων μὲν ἴσως τις ἑτέρως διηγήσεται τὴν τοῦ λόγου διάνοιαν, μὴ τὸ νομιζόμενον φὰς ὑποβάλλειν. μὴ γὰρ ἀδιαστόλως εἰπεῖν πάσας εἶναι κοινὰς τὰς γυναῖκας, ὡς καὶ τοῖς τυχοῦσιν ἀκολασταίνειν ἐξεῖναι, ἀλλ’ ἐπὶ τῇ τῶν ἀρχόντων ἐξουσίᾳ κεῖσθαι τὴν πρὸς τοὺς ἄνδρας διανέμησιν αὐτῶν. οὕτως γὰρ εἶναι κοινάς, ὡς ἂν καὶ τὰ δημόσια χρήματα φαίη τις εἶναι κοινὰ οἷς προσήκει διανεμόμενα πρὸς τῶν ἐπιτετραμμένων. καὶ δὴ ταῦθ’ οὕτως ἐχέτω. τί δ’ ἂν εἴποις μαθὼν ὡς καὶ μὴ ἐκφέρειν εἰς φῶς τὰ κυούμενα προστάττει, λέγων ὧδε; Γυναικί, ἦν δ’ ἐγώ, ἀρξαμένῃ ἀπὸ εἰκοσαέτιδος τίκτειν τῇ πόλει· ἀνδρὶ δέ, ἐπειδὰν τὴν ὀξυτάτην δρόμου ἀκμὴν παρῇ, τὸ ἀπὸ τούτου γεννᾶν τῇ πόλει μέχρι πεντεκαιπεντηκονταέτους. Οἷς ἐπιλέγει· Ὅταν δὲ δή, οἶμαι, αἵ τε γυναῖκες καὶ οἱ ἄνδρες τοῦ γεννᾶν ἐκβῶσι τὴν ἡλικίαν, ἀφήσομέν που ἐλευθέρους αὐτοὺς συγγίνεσθαι ᾧ ἐὰν ἐθέλωσι.
PG 21:1171Καὶ ἐπιλέγει· Διακελευσάμενοι προθυμεῖσθαι μάλιστα μὲν μὴ εἰς φῶς ἐκφέρειν κύημα μηδέν, ἐὰν γένηται· ἐὰν δέ τις βιάσηται, οὕτω τιθέναι ὡς οὐκ οὔσης τροφῆς τῷ τοιούτῳ. Καὶ τὰ μὲν περὶ γυναικῶν ἀγωγῆς τοιαῦτα. τὰ δὲ περὶ ἔρωτος ἐκθέσμου ἐπάκουσον οἷα τυγχάνει· κ. ΠΕΡΙ ΕΡΩΤΟΣ ΕΚΘΕΣΜΟΥ Ὅταν δὲ χρονίζῃ τοῦτο δρῶν καὶ πλησιάζῃ μετὰ τοῦ ἅπτεσθαι ἔν τε γυμνασίοις καὶ ἐν ταῖς ἄλλαις ὁμιλίαις, τότε δὴ ἡ τοῦ ῥεύματος ἐκείνου πηγή, ὃν ἵμερον Ζεὺς Γανυμήδους ἐρῶν ὠνόμασε, πολλὴ φερομένη πρὸς τὸν ἐραστὴν ἡ μὲν εἰς αὐτὸν ἔδυ, ἡ δ’ ἀπομεστουμένου ἔξω ἀπορρεῖ· καὶ οἷον πνεῦμα ἤ τις ἠχὼ ἀπὸ λείων τε καὶ στερεῶν ἁλλομένη πάλιν ὅθεν ὡρμήθη φέρεται, οὕτω τὸ τοῦ κάλλους ῥεῦμα πάλιν εἰς τὸν καλὸν διὰ τῶν ὀμμάτων ἰόν, ᾗ πέφυκεν ἐπὶ τὴν ψυχὴν ἰέναι ἀφικόμενον, καὶ ἀναπτερῶσαν τὰς διόδους τῶν πτερῶν ἄρδει τε καὶ ὥρμησε πτεροφυεῖν καὶ τὴν τοῦ ἐρωμένου αὖ ψυχὴν ἔρωτος ἐνέπλη-σεν. ἐρᾷ μὲν οὖν, ὅτου δέ, ἀπορεῖ καὶ οὔθ’ ὅ τι πέπονθεν οὐδ’ ἔχει φρά-σαι, ἀλλ’ οἷον ἀπ’ ἄλλου ὀφθαλμίας ἀπολελαυκὼς πρόφασιν εἰπεῖν οὐκ ἔχει. Καὶ ἐπιλέγει ἑξῆς· Ἐπιθυμεῖ δὲ ἐκείνῳ παραπλησίως μέν, ἀσθενεστέρως δέ, ὁρᾶν, ἅπτεσθαι, φιλεῖν, συγκατακεῖσθαι· καὶ δέ, οἷον εἰκός, ποιεῖ τὸ μετὰ τοῦτο ταχὺ ταῦτα. ἐν οὖν τῇ συγκοιμήσει τοῦ μὲν ἐραστοῦ ὁ ἀκόλαστος ἵππος ἔχει ὅ τι λέγει πρὸς τὸν ἡνίοχον καὶ ἀξιοῖ ἀντὶ πολλῶν πόνων σμικρὰ ἀπολαῦσαι· ὁ δὲ τῶν παιδικῶν ἔχει μὲν οὐδὲν εἰπεῖν, σπαργῶν δὲ καὶ ἀπορῶν περιβάλλει τὸν ἐραστὴν καὶ φιλεῖ, ὡς σφόδρα εὔνουν ἀσπαζόμενος· ὅταν τε συγκατακέωνται, οἷός τέ ἐστι μὴ ἀπαρνηθῆναι τὸ αὑτοῦ μέρος χαρίσασθαι τῷ ἐρῶντι, εἰ δεηθείη τυγχάνειν. ἐὰν μὲν δὴ οὖν εἰς τεταγμένην δίαιταν καὶ φιλοσοφίαν νικήσῃ τὰ βελτίω τῆς διανοίας, μακάριον καὶ ὁμονοητικὸν τὸν ἐνθάδε βίον διάξουσιν, ἐγκρατεῖς ἑαυτῶν καὶ κόσμιοι ὄντες. Εἶτα μεθ’ ἕτερα ἐπιλέγει· Ἐὰν δὲ διαίτῃ φορτικωτέρᾳ τε καὶ ἀφιλοσόφῳ, φιλοτίμῳ δὲ χρήσωνται, τάχ’ ἄν που ἐν μέθαις ἤ τινι ἄλλῃ ἀμελείᾳ τὼ ἀκολάστω αὐτοῖν ὑποζυγίω λα-βόντε τὰς ψυχὰς ἀφρούρους, συναγαγόντες εἰς ταὐτὸ τὴν ὑπὸ τῶν πολλῶν μακαριστὴν αἵρεσιν εἱλέσθην καὶ διεπραξάσθην· καὶ διαπραξαμένω τὸ λοιπὸν ἤδη χρῶνται μὲν αὐτῇ, σπανίᾳ δέ, ἅτε οὐ πάσῃ δεδογμένα τῇ διανοίᾳ πράτ-τοντες. φίλω μὲν οὖν καὶ τούτω, ἧττον δὲ ἐκείνων, ἀλλήλοιν διά τε τοῦ ἔρωτος καὶ ἔξω γενομένω διάγουσι, πίστεσι ταῖς μεγίσταις ἡγουμένω ἀλλή-λοιν δεδωκέναι τε καὶ δεδέχθαι, ἃς οὐ θεμιτὸν εἶναι λύσαντας εἰς ἔχθραν ποτὲ ἐλθεῖν. ἐν δὲ τῇ τελευτῇ ἄπτεροι μέν, ὡρμηκότες δὲ πτεροῦσθαι ἐκβαίνουσι τοῦ σώματος, ὥστε οὐ σμικρὸν ἆθλον τῆς ἐρωτικῆς μανίας φέρον-ται. εἰς γὰρ σκότον καὶ τὴν ὑπὸ γῆς πορείαν οὐ νόμος ἐστὶν ἔτι ἐλθεῖν τοῖς κατηργμένοις ἤδη τῆς ὑπουρανίου πορείας, ἀλλὰ φανὸν βίον διαγαγόντας εὐδαι-μονεῖν μετ’ ἀλλήλων πορευομένους καὶ ὁμοπτέρους ἔρωτος χάριν. ταῦτα τος-αῦτα, ὦ παῖ, καὶ οὕτω θεῖά σοι δωρήσεται ἡ παρ’ ἐραστοῦ φιλία. Τοιαῦτα μὲν τὰ Πλάτωνος, ἀλλ’ οὐ τὰ Μωσέως, ὃς διαρρήδην τούτοις ἐναντία νομοθετεῖ, μεγάλῃ τῇ φωνῇ τὴν κατὰ παιδεραστῶν προσήκουσαν προφερόμενος δίκην. φησὶ γοῦν· Ὃς ἂν κοιμηθῇ μετὰ ἄρσενος κοίτην γυναικός, βδέλυγμα ἐποίησαν ἀμφότεροι· θανάτῳ θανατούσθωσαν, ἔνοχοί εἰσι καί· Ἐπικατάρατος πᾶς ὁ κοιμώμενος μετὰ ἄρσενος κοίτην γυναικός. τί δεῖ τὰ νῦν ἀπελέγχειν, ὡς παρεὶς ὁ σοφώτατος τὸν παιδεραστὴν (οὐδὲ γὰρ ἐν τοῖς Νόμοις ἠξίωσε κατὰ παιδεραστῶν θανάτου δίκην ὁρίσασθαι) προστάττει θανάτῳ ζημιοῦν οἰκετῶν τὸν μὴ καταμηνύσαντα θησαυρὸν ὑφ’ ἑτέρου τινὸς εὑρημένον; ἐπάκουσον δὲ καὶ τῶνδε, ἵνα μή με συκοφαντεῖν ὑπολάβῃς· κα. ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΠΛΑΤΩΝΙ ΦΟΝΙΚΩΝ ΝΟΜΩΝ Ὅ τι δ’ ἂν ὁ θεός, φησίν, ἀναιρῇ περί τε τῶν κτημάτων καὶ τοῦ κινήσαντος, τοῦθ’ ἡ πόλις ὑπηρετοῦσα ταῖς μαντείαις δράτω τοῦ θεοῦ. καὶ ἐὰν μὲν ἐλεύθερος ὁ μηνύσας ᾖ, δόξαν ἀρετῆς κεκτήσθω, μὴ μηνύων δὲ κακίας· δοῦλος δὲ ἐὰν ᾖ, ὁ μηνύσας μὲν ἐλεύθερος ὑπὸ τῆς πόλεως ὀρθῶς γίγνοιτ’ ἄν, ἀποδιδούσης τῷ δεσπότῃ τὴν τιμήν· μὴ μηνύων δὲ θανάτῳ ζημιούσθω. Κἀνταῦθα μὲν ἐζημίωται θανάτῳ οὐχ ὁ παρακινήσας τι τῶν ἀπειρη-μένων, ἀλλ’ ὁ ἑτέρου πλημμελήσαντος μὴ καταμηνύσας. καὶ ἄλλως δὲ κα-θαρὸν ἀποφαίνει δεσπότην, εἰ τὸν ἴδιον δοῦλον θυμῷ φονεύσειε. λέγει δ’ οὖν· Δοῦλον δὲ κτείνας ἑαυτοῦ μὲν καθηράσθω, ἐὰν δὲ ἀλλότριον θυμῷ, διπλῇ τὸ βλάβος ἐκτισάτω τῷ κεκτημένῳ. Καὶ τοῦτο δὲ ἐπάκουσον αὐτοῦ τῶν νόμων, οὓς περὶ φονέων διετάξατο· Ἂν ἄρα τις αὐτόχειρ μὲν κτείνῃ ἐλεύθερον, τὸ δὲ πεπραγμένον ἀπρο-βουλεύτως ὀργῇ τινι γένηται πραχθέν, τὰ μὲν ἄλλα, καθάπερ ἄνευ θυμοῦ κτείναντι προσῆκέ τῳ πάσχειν, πασχέτω· δύο δ’ ἐξ ἀνάγκης ἔτη φευγέτω, κολάζων τὸν αὑτοῦ θυμόν. Καὶ τούτῳ προστίθησιν ἑξῆς ἕτερον τοιόνδε νόμον· Ὁ δὲ θυμῷ μέν, μετ’ ἐπιβουλῆς δὲ κτείνας τὰ μὲν ἄλλα κατὰ τὸν ἔμπρο-σθεν αὖ, τρία δὲ ἔτη, καθάπερ ἅτερος ἔφευγε τὰ δύο, φευγέτω, μεγέθει θυ-μοῦ πλείω τιμωρηθεὶς χρόνον. Εἶθ’ ἑξῆς περὶ τοῦ δεύτερον φονεύσαντος τοιάδε νομοθετεῖ· Ἐὰν δὲ αὖθίς ποτε κατελθὼν ὁπότερος αὐτοῖν ἡττηθεὶς ὀργῇ πράξῃ ταὐτὸν τοῦτο, φυγὼν μηκέτι κατέλθῃ. Καὶ πάλιν ἑξῆς φησιν· Ἐὰν δέ, ὃ γίνεται μέν, ὀλιγάκις δέ, διὰ θυμὸν πατὴρ ἢ μήτηρ υἱὸν ἢ θυγατέρα πληγαῖς ἤ τινι τρόπῳ βιαίῳ κτείνῃ, καθάρσεις μὲν τὰς αὐτὰς τοῖς ἄλλοις καθαίρεσθαι καὶ ἐνιαυτοὺς τρεῖς ἀπενιαυτεῖν, κατελθόντων δὲ τῶν κτεινάντων ἀπαλλάττεσθαι γυναῖκά τε ἀπὸ ἀνδρὸς καὶ τὸν ἄνδρα ἀπὸ γυναικὸς καὶ μήποτ’ ἔτι κοινῇ παιδοποιήσασθαι. Καὶ τούτοις ἐπιφέρει· Γυναῖκα δὲ γαμετὴν ἐὰν ἀνὴρ δι’ ὀργὴν κτείνῃ τινὰ ἢ γυνή τις ἑαυτῆς ἄνδρα ταὐτὸν τοῦτο ὡσαύτως ἐργάσηται, καθαίρεσθαι τοὺς αὐτοὺς καθαρμούς, τριετεῖς δὲ ἀπενιαυτήσεις διατελεῖν. κατελθὼν δὲ ὁ τοιοῦτό τι δράσας τοῖς αὑτοῦ παισὶν ἱερῶν μὴ κοινωνείτω μηδὲ ὁμοτράπεζος γιγνέσθω ποτέ. καὶ ἐὰν ἀδελφὸς ἀδελφὸν ἢ ἀδελφὴν ἀδελφὴ θυμῷ κτείνῃ, τὰ μὲν τῶν καθαρμῶν καὶ ἀπενιαυτήσεων, καθάπερ εἴρηται τοῖς γονεῦσι καὶ τοῖς ἐγγόνοις, εἰρήσθω δεῖν γίγνεσθαι καὶ τούτοις ὧν ἀδελφούς τε ἀδελφῶν καὶ γονέας ἐστέρηκε παίδων· τούτοις δὲ συνέστιος αὐτοῖς αὐτὸς μηδέποτε γιγνέσθω μηδὲ κοινω-νὸς ἱερῶν. ἀδελφὸς δὲ ἐὰν ἀδελφὸν κτείνῃ ἐν στάσεσι μάχης γενομένης ἤ τινι τοιούτῳ τρόπῳ ἀμυνόμενος ἄρχοντα χειρῶν πρότερον, καθάπερ πολέμιον ἀποκτείνας ἔστω καθαρός, καὶ ἐὰν πολίτης πολίτην, ὡσαύτως, ἢ ξένος ξένον. ἐὰν δὲ ἀστὸν ξένος ἢ ξένον ἀστὸς ἀμυνόμενος κτείνῃ, κατὰ τὰ αὐτὰ ἔστω τοῦ καθαρὸς εἶναι· καὶ ἐὰν δοῦλος δοῦλον, ὡσαύτως. ἐὰν δὲ αὖ δοῦλος ἐλεύθερον ἀμυνόμενος ἀποκτείνῃ, καθάπερ ὁ κτείνας πατέρα τοῖς αὐτοῖς ἔνοχος ἔστω νόμοις. Ὃς ἂν ἐκ προνοίας τε καὶ ἀδίκως ὅντιν’ οὖν τῶν ἐμφυλίων αὐτόχειρ κτείνῃ, πρῶτον μὲν τῶν νομίμων εἰργέσθω, μήτε ἀγορὰν μήτε ἱερὰ μήτε λιμένας μήτε ἄλλον κοινὸν σύλλογον μηδένα μιαίνων, ἐάν τέ τις ἀπαγορεύῃ τῷ δράσαντι ταῦτα ἀνθρώπων καὶ ἐὰν μή· ὁ γὰρ νόμος ἀπαγορεύει. ὁ δὲ μὴ ἐπεξιών, δέον, ἢ μὴ προαγορεύων εἰργέσθω τῶν ἐντὸς
PG 21:1177ἀνεψιότητος. τὸ δὲ δεύτερον ὑπόδικος τῷ θέλοντι τιμωρεῖν ὑπὲρ τοῦ τε-λευτήσαντος γιγνέσθω. Γυνὴ δὲ ἄνδρα ἑαυτῆς ἐξ ἐπιβουλῆς τοῦ ἀπο-κτεῖναι τρώσασα, ἢ ἀνὴρ τὴν ἑαυτοῦ γυναῖκα, φευγέτω ἀειφυγίαν. Τοιοῦτοι μὲν οἱ τοῦ φιλοσόφου νόμοι. εἰ δὲ χρὴ καὶ τοὺς Μωσέως τούτοις ἀντιπαραβαλεῖν, ἐπάκουσον οἷα περὶ τῶν φονικῶν διατάττεται· Ἐὰν πατάξῃ τίς τινα καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω. ὁ δὲ οὐχ ἑκών, ἀλλ’ ὁ θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ· δώσω σοι τόπον οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας. ἐὰν δὲ ἐπίθηταί τις τῷ πλησίον αὐτοῦ ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου μου λήψῃ αὐτὸν θανατῶσαι. ὃς τύπτει πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω. ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες καὶ πατάξῃ τις τὸν πλησίον αὐτοῦ λίθῳ ἢ πυγμῇ καὶ μὴ ἀποθάνῃ, κατακλιθῇ δὲ ἐπὶ τὴν κοίτην, ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου αὐτοῦ, ἀθῷος ἔσται ὁ πατάξας· πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτίσει καὶ τὰ ἰατρεῖα. ἐὰν δὲ πατάξῃ τις τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ καὶ ἀπο-θάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθήσεται. ἐὰν δὲ ἡμέραν μίαν ἢ δύο βιώ-σῃ, οὐκ ἐκδικηθήσεται· τὸ γὰρ ἀργύριον αὐτοῦ ἐστιν. ἐὰν δὲ πατάξῃ τις τὸν ὀφθαλμὸν τοῦ οἰκέτου ἢ τὸν ὀφθαλμὸν τῆς θεραπαίνης αὐτοῦ καὶ ἐκτυ-φλώσῃ αὐτόν, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀφθαλμοῦ αὐτῶν. τοιαῦτα δὴ καὶ τὰ Μωσέως. αὖθις δὲ ὁ Πλάτων τίνα τρόπον καὶ δι’ ὁποῖα πληγαῖς ἀπαραιτήτοις αἰκίζεσθαι τὸν οἰκέτην προστάττει ἐπάκουσον· Ὅταν τὴν γενναίαν νῦν λεγομένην σταφυλὴν ἢ τὰ γενναῖα σῦκα ἐπονο-μαζόμενα ὀπωρίζειν βούληται, ἐὰν μὲν ἐκ τῶν οἰκείων λαμβάνῃ, ὅπως ἂν ἐθέλῃ καὶ ὁπόταν βούληται, καρπούσθω· ἐὰν δὲ ἐξ ἄλλων μὴ πείσας, ἑπόμενος τῷ λόγῳ τῷ μὴ κινεῖν ὅ τι μὴ κατέθετο, ἐκεῖνος ἀεὶ ζημιούσθω. ἐὰν δὲ δοῦλος μὴ πείσας τὸν δεσπότην τῶν χωρίων ἅπτηταί του τῶν τοιούτων, κατὰ ῥᾶγα βοτρύων καὶ σῦκον συκῆς ἰσαρίθμους πληγὰς τούτοις μαστιγούσθω. Τοιαῦτα μὲν τὰ κατὰ τῶνδε, οὐκ ἄξια τῆς Πλάτωνος μεγαλονοίας. ὡς δὲ σεμνὰ καὶ φιλάνθρωπα τὰ παρὰ Μωσεῖ, μάθοις ἂν ἐπακούσας ὧδέ πη λέγοντος· Ἐὰν δὲ εἰσέλθῃς εἰς ἀμπελῶνα τοῦ πλησίον, φάγῃ σταφυλήν, ὅσον ψυχήν σου ἐμπλησθῆναι, εἰς δ’ ἄγγος οὐκ ἐμβαλεῖς. καὶ πάλιν· Ἐὰν εἰσέλθῃς εἰς ἀμητὸν τοῦ πλησίον σου καὶ συλλέξῃς στάχυς ἐν ταῖς χερσί σου, καὶ δρέπανον οὐ μὴ ἐπιβάλῃς ἐπὶ τὸν ἀμητὸν τοῦ πλησίον σου. καὶ αὖθις· Ἐὰν ἀμήσῃς ἀμητόν σου ἐν τῷ ἀγρῷ σου καὶ ἐπιλάθῃ δράγμα ἐν τῷ ἀγρῷ σου, οὐκ ἐπαναστραφήσῃ λαβεῖν αὐτό· τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται, ἵνα εὐλογήσῃ σε κύριος ὁ θεός σου ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου. ἐὰν δὲ ἐλαιολογήσῃς, οὐκ ἐπαναστρέψεις καλαμήσασθαι τὰ ὀπίσω σου· τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται. ἐὰν δὲ τρυγήσῃς τὸν ἀμπελῶνά σου, οὐκ ἐπανατρυγήσεις τὰ ὀπίσω σου· τῷ προση-λύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται. Καὶ ταῦτα μὲν τὰ παρὰ Μωσεῖ. δῆλα δὲ καὶ τὰ Πλάτωνος ἐν οἷς μυρία εὕροις [ἂν] ἀνεπίληπτα, ὧν δὴ μάλιστα τῶν παρ’ αὐτῷ τὰ σεμνὰ καὶ κράτιστα ἀποδεχόμενοι τοῖς μὴ τοιούτοις μακρὰ χαίρειν φαμέν. ἀλλὰ γὰρ τούτων ὧδε διεξωδευμένων ἀποδοθείσης τε αἰτίας δι’ ἣν οὐ κατὰ Πλάτωνα φιλοσοφεῖν ἐγνώκαμεν, ὥρα καὶ τὰ τῆς λοιπῆς ὑποσχέσεως εἰς πέρας ἀγαγεῖν καὶ τάς γε ἄλλας αἱρέσεις τῆς Ἑλληνικῆς ἐπιθεωρῆσαι φιλοσοφίας.

Book XIVLiber Decimus Quartus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 21:1181ΙΔ ΤΑΔΕ ΤΟ ΙΔ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ α. Προοίμιον περὶ τῆς ὑποθέσεως β. Περὶ τῆς τῶν φιλοσόφων πρὸς ἀλλήλους διαφωνίας καὶ μάχης γ. Περὶ τῆς τῶν καθ’ Ἑβραίους συμφωνίας δ. Ὅπως ὁ Πλάτων τοὺς πρὸ αὐτοῦ διαβέβληκεν ε. Περὶ τῆς πρώτης κατὰ Πλάτωνα διαδοχῆς. Ἐκ τοῦ Νομηνίου τοῦ Πυθαγορικοῦ 2. Περὶ Ἀρκεσιλάου τοῦ τὴν δευτέραν Ἀκαδημίαν ὑποστησαμένου. Ἐκ τοῦ αὐτοῦ ζ. Περὶ Λακύδου τοῦ τὸν Ἀρκεσίλαον διαδεξαμένου. Ἀπὸ τοῦ αὐτοῦ η. Περὶ Καρνεάδου τοῦ τὴν τρίτην Ἀκαδημίαν ὑποστησαμένου. Ἀπὸ τοῦ αὐτοῦ θ. Περὶ Φίλωνος τοῦ διαδεξαμένου Κλειτόμαχον, τὸν διαδεξάμενον Καρνεάδην. Ἀπὸ τοῦ αὐτοῦ ι. Ὅτι στοχασμοὶ καὶ λογομαχίαι καὶ πολλὴ πλάνη τυγχάνει παρὰ τοῖς Ἑλλήνων φιλο-σόφοις. Ἀπὸ τῆς πρὸς Νεκτανεβὼ Πορφυρίου ἐπιστολῆς καὶ λοιπῶν ια. Περὶ γεωμετρίας καὶ ἀστρονομίας καὶ λογισμῶν. Ἀπὸ τῶν Ξενοφῶντος ιβ. Περὶ τῶν φυσιολογεῖν αὐχούντων. Ἀπὸ τοῦ αὐτοῦ ιγ. Περὶ γυμναστικῆς καὶ μουσικῆς. Ἐκ τῆς Πολιτείας Πλάτωνος ιδ. Δόξαι φιλοσόφων περὶ ἀρχῶν. Ἐκ τοῦ Πλουτάρχου ιε. Περὶ τῆς Ἀναξαγόρου δόξης. Ἐκ τοῦ Πλάτωνος ι. Δόξαι φιλοσόφων περὶ θεῶν. Ἐκ τοῦ Πλουτάρχου ιζ. Πρὸς τοὺς περὶ Ξενοφάνην καὶ Παρμενίδην τὰς αἰσθήσεις ἀναιροῦντας. Ἐκ τοῦ Ἀριστοκλέους ιη. Πρὸς τοὺς κατὰ Πύρρωνα σκεπτικοὺς ἢ καὶ ἐφεκτικοὺς ἐπικληθέντας, μηδὲν κατα-ληπτὸν εἶναι ἀποφηναμένους. Ἐκ τοῦ Ἀριστοκλέους ιθ. Πρὸς τοὺς κατ’ Ἀρίστιππον φιλοσόφους, μόνα λέγοντας τὰ πάθη εἶναι καταληπτὰ, τὰ δὲ λοιπὰ ἀκατάληπτα. Ἐκ τοῦ αὐτοῦ κ. Πρὸς τοὺς περὶ Μητρόδωρον καὶ Πρωταγόραν, μόναις δεῖν πιστεύειν ταῖς αἰσθή-σεσι λέγοντας. Ἀπὸ τοῦ αὐτοῦ κα. Πρὸς τοὺς κατ’ Ἐπίκουρον ἡδονὴν τέλος ὁριζομένους. Ἀπὸ τοῦ αὐτοῦ κβ. Ἔτι πρὸς τοὺς τὴν ἡδονὴν τὸ ἀγαθὸν εἶναι ὁριζομένους. Ἀπὸ τοῦ Πλάτωνος κγ. Πρὸς τοὺς κατ’ Ἐπίκουρον πρόνοιαν μὲν ἀρνουμένους, ἀτόμοις δὲ σώμασιν ἀνατι-θέντας τὸ πᾶν. Ἀπὸ τῶν Διονυσίου ἐπισκόπου κδ. Ἀπὸ τῶν ἐν ἀνθρώποις ὑποδειγμάτων. Ἐκ τοῦ αὐτοῦ κε. Ἀπὸ τῆς τοῦ παντὸς συστάσεως. Ἐκ τοῦ αὐτοῦ κ. Ἀπὸ τῆς τἀνθρώπου φύσεως. Ἐκ τοῦ αὐτοῦ κζ. Ὅτι οὐκ ἐπίπονον τῷ θεῷ τὸ ἐργάζεσθαι. Ἐκ τοῦ αὐτοῦ ΙΔ α. ΠΡΟΟΙΜΙΟΝ ΠΕΡΙ ΤΗΣ ΥΠΟΘΕΣΕΩΣ Ὅσα μὲν εἰπεῖν τε καὶ ἀκοῦσαι ἦν ἀμφὶ τῆς κατὰ Πλάτωνα φιλοσο-φίας τῆς τε τούτου πρὸς τὰ Ἑβραίων λόγια συμφωνίας, δι’ ἣν τὸν ἄνδρα καταπεπλήγμεθα, καὶ αὖ πάλιν τῆς πρὸς τοὺς αὐτοὺς διαφωνίας, δι’ ἣν οὐκ ἄν τις αὐτὸν εὖ φρονῶν ἀποδέξαιτο, διελθὼν ἐν τῷ πρὸ τούτου, μέτειμι νῦν ἐπὶ τὰς λοιπὰς αἱρέσεις τῶν παρ’ Ἕλλησιν ἐπὶ φιλοσοφίᾳ βοηθέντων. καὶ τούτων αὖ πάλιν τὸν ἐκ τῆς ἀληθείας ὄλισθον οὐκ αὐτὸς οὐδὲ παρ’ ἐμαυτοῦ, διὰ δὲ τῆς αὐτῶν πάλιν τῶν Ἑλληνικῶν φωνῶν μαρτυρίας σκο-πεῖν τοῖς ἐντυγχάνουσι πρὸ ὀφθαλμῶν θήσω· οὐ μὲν δή τισι τῶν ἀνδρῶν ἀπεχθόμενος, ὧν γε καὶ μέγα θαῦμα ἔχειν ὁμολογῶ, ὅταν δὴ τοῖς ἄλλοις, οἷάπερ ἀνθρώποις, παραβάλλω τοὺς ἄνδρας· ἐπὰν δὲ τοῖς Ἑβραίων θεο-λόγοις τε καὶ προφήταις θεῷ τε τῷ διὰ τούτων καὶ μελλόντων προρρήσεις καὶ θαυμάτων ἐπιδείξεις πεποιημένῳ, ἀτὰρ δὴ καὶ μαθημάτων εὐσεβῶν δογμάτων τε ἀληθῶν διδασκαλίαν καταβεβλημένῳ, οὐκέτ’ οἶμαί τινα δεῖν εὐλόγως ἐπιμέμ-ψασθαι, εἰ θεὸν πρὸ ἀνθρώπων καὶ ἀλήθειαν αὐτὴν πρὸ θνητῶν λογισμῶν τε καὶ στοχασμῶν τιμώμεθα. τοῦτο δέ μοι πᾶν ὁ τῆς παρούσης Προ-παρασκευῆς δείξειν πεφιλοτίμηται λόγος, εἰς ἀπόκρισιν ὁμοῦ καὶ ἀπολο-γίαν τῶν δὴ πευσομένων, τί δὴ ἄρα καλὸν ἢ σεμνὸν ἰδόντες ἐν τοῖς βαρβάρων γράμμασι τῆς πατρῴας καὶ εὐγενοῦς φιλοσοφίας, τῆς Ἑλλήνων λέγω,
PG 21:1183προκρίνειν αὐτὰ διανενοήμεθα. ἀλλὰ γὰρ ἤδη δι’ ἔργων ἡ ἀπόδειξις ἡμῖν χωρείτω. β. ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΦΙΛΟΣΟΦΩΝ ΠΡΟΣ ΑΛΛΗΛΟΥΣ ΔΙΑΦΩΝΙΑΣ ΚΑΙ ΜΑΧΗΣ Ἡγοῦμαι δὲ δεῖν πρώτιστα πάντων ἄνωθεν ἀπὸ τῆς πρώτης καταβολῆς τῶν παρ’ Ἕλλησι φιλοσόφων ἀπάρξασθαι καὶ τοὺς πρόσθεν ἢ Πλάτωνα γενέσθαι φυσικοὺς ἐπικληθέντας φιλοσόφους καταμαθεῖν, τίνες ποτὲ γεγό-νασι καὶ ὁποίων ἔτυχεν ἡ κατ’ αὐτοὺς φιλοσοφία προστατῶν τοῦ λόγου, εἶτ’ ἐπὶ τὴν τοῦ Πλάτωνος παρελθεῖν διαδοχὴν καὶ τίνες ποτ’ ἦσαν καὶ οἵδε τάς τε πρὸς ἀλλήλους λογομαχίας αὐτῶν ἐπισκέψασθαι, ἐπιθεωρῆσαι δὲ καὶ τῶν ἄλλων αἱρέσεων τὰς διαστάσεις τῶν τε δοξῶν τὰς ἀντικαταστάσεις, ἐν αἷς πυκτεύοντας τοὺς γενναίους καὶ φιλοτίμως διαπληκτιζομένους ὥσπερ ἐπὶ σκηνῆς τοῖς θεαταῖς παραδείξω. αὐτίκα γοῦν μάλα θεασώμεθα ὅπως μὲν ὁ Πλάτων τοὺς αὐτοῦ πρώτους ἔσκωπτεν, ὅπως δὲ τοὺς Πλά-τωνος οἰκείους τε καὶ διαδόχους ἄλλοι καὶ αὖ πάλιν ὅπως οἱ Πλάτωνος ἑταῖροι τὰ σοφὰ τῆς Ἀριστοτέλους πολυνοίας ἀπήλεγχον ὅπως θ’ οἱ τὸν Ἀριστο-τέλην καὶ τὸν Περίπατον αὐχοῦντες τὰ δοκοῦντα τοῖς τὴν ἐναντίαν πρε-σβεύουσι τὸ μηθὲν ὄντα παρίστων. καὶ τὰ δεινὰ δὲ καὶ ἀκριβῆ τῆς τῶν Στωϊκῶν λεπτολογίας ὑφ’ ἑτέρων αὖ πάλιν ὄψει καταγελώμενα πάντας τε πανταχόθεν κατὰ τῶν πέλας κονιομένους καὶ μάχην καὶ πάλην ἀνδρικώτατα συνισταμένους, ὡς διὰ χειρῶν ἤδη καὶ γλώττης ἢ μᾶλλον διὰ καλάμου καὶ μέλανος τὸν κατὰ ἀλλήλων αὐτοὺς πόλεμον ἐπιτειχίζεσθαι, μονονουχὶ βάλ-λοντας καὶ βαλλομένους τοῖς διὰ λόγων δόρασί τε καὶ παντευχίαις. περι-έξει δ’ ἡμῖν τὸ στάδιον ἐν τῷ γυμνικῷ τῷδε ἀγῶνι γυμνοὺς ἀληθείας ἁπά-σης πρὸς τοῖς δηλωθεῖσι καὶ τοὺς πᾶσιν ὁμοῦ τοῖς δογματικοῖς φιλοσόφοις ἐξ ἐναντίας ἀραμένους τὰ ὅπλα, τοὺς ἀμφὶ Πύρρωνα λέγω, μηδὲν εἶναι καταληπτὸν ἐν ἀνθρώποις ἀποφηναμένους, καὶ τούς τε κατ’ Ἀρίστιππον μόνα λέγοντας τὰ πάθη εἶναι καταληπτὰ καὶ αὖ πάλιν τοὺς κατὰ Μητρό-δωρον καὶ Πρωταγόραν μόναις δεῖν φάσκοντας ταῖς τοῦ σώματος πιστεύειν αἰσθήσεσιν. ἔμπαλιν δὲ τούτοις συναποδύσομεν τοὺς ἀμφὶ Ξενοφάνην καὶ Παρμενίδην τὴν ἐναντίαν παραταξαμένους καὶ τὰς αἰσθήσεις ἀνελόν-τας. οὐ παρήσομεν δὲ οὐδὲ τοὺς τῆς ἡδονῆς προμάχους, ἀλλὰ καὶ τού-των τὸν ἀριστέα Ἐπίκουρον σὺν τοῖς εἰρημένοις καταλέξομεν. πρὸς ἅπαν-τας δὲ ὁμοῦ τοῖς σφετέροις αὐτῶν βέλεσι τὸν κατ’ αὐτῶν ἀντιθήσομεν ἔλεγχον. καὶ τῶν ἐπίκλην δὲ φυσικῶν ἁπάντων ὁμοῦ τῶν τε δογμά-των τὰς διαφωνίας καὶ τῆς σπουδῆς τὴν ἀχρηστομάθειαν εἰς φανερὸν οἴσω, οὔ τί που μισέλλην οὐδὲ μισόλογος τις ὤν (πολλοῦ γε δέω), διαβολῆς δ’ αἰτίαν ἀπολυόμενος, ὅτι δὴ τῆς Ἑλληνικῆς ἥκιστα σοφίας μεταποιηθέντες τὰ Ἑβραίων λόγια προτετιμήκαμεν. γ. ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΚΑΘ’ ΕΒΡΑΙΟΥΣ ΣΥΜΦΩΝΙΑΣ Οἱ μέν γε Ἑβραῖοι ἄνωθεν ἐξ αἰῶνος μακροῦ καὶ αὐτῆς, ὡς ἔπος εἰπεῖν, ἀπὸ πρώτης ἀνθρωπογονίας τὴν ἀληθῆ καὶ εὐσεβῆ φιλοσοφίαν ἀνηρευνηκότες, ἀκήρατον καὶ ἐπὶ τοὺς μετέπειτα ταύτην διατετηρήκασι, παῖς παρὰ πατρὸς θησαυρὸν λόγων ἀληθῶν ὑποδεξάμενοί τε καὶ φυλάξαντες, ὡς μήτ’ ἐπιθεῖναι μήτ’ ἀφελεῖν τινα τοῖς ἅπαξ κεκριμένοις τολμῆσαι. οὔτ’ οὖν ὁ πάνσο-φος Μωσῆς, πάντων μὲν Ἑλλήνων πρεσβύτατος ἀποφανθεὶς διὰ τῶν ἔμ-προσθεν, πάντων δὲ ὕστατος τὴν ἡλικίαν τῶν πρὶν Ἑβραίων γεγονώς, κινῆ-σαί τι καὶ μεταθεῖναι τῶν τοῖς προπάτορσι δοξάντων τῆς δογματικῆς πέρι θεολογίας διανενόηται, πλὴν ὅσον τοῖς ὑπ’ αὐτὸν ἀνθρώποις ἀγωγῆς βίου καταλλήλου τρόπον καί τινος μέσης πολιτείας νομοθεσίαν καταβαλέσθαι, οὔθ’ οἱ μετὰ τόνδε προφῆται, μυρίαις ὅσαις ὕστερον ἐτῶν περιόδοις ἐκλάμ-ψαντες, διάφωνόν τι ῥῆμα πρός τε σφᾶς αὐτοὺς ἢ πρὸς τὰ Μωσεῖ καὶ τοῖς πάλαι θεοφιλέσι νομισθέντα προέσθαι τῇ φωνῇ τετολμήκασιν. ἀλλ’ οὐδὲ τὸ καθ’ ἡμᾶς διδασκάλιον, κεῖθέν ποθεν ὁρμώμενον καὶ δι’ ἐνθέου δυνάμεως ὁμοῦ πᾶσαν Ἑλλάδα τε καὶ τὴν βάρβαρον ἐμπλῆσαν, διάφωνόν τι τοῖς πρόσθεν ἐμπεριείληφεν, εἰ μή τις φαίη ὅτι μὴ μόνον τοῖς δόγμασι τῆς θεολογίας, ἀλλὰ καὶ τῷ τρόπῳ τοῦ βίου τὴν αὐτὴν ἀγωγὴν τοῖς πρὸ Μωσέως θεοφιλέσιν Ἑβραίοις παραδίδωσι. καὶ τὰ μὲν ἡμέτερα τοι-αῦτα μιᾷ τε διανοίᾳ μιᾷ τε φωνῇ ὑπὸ τῶν πρώτων καὶ τῶν μέσων καὶ τῶν ὑστάτων μεμαρτυρημένα τῆς ἀληθοῦς εὐσεβείας ὁμοῦ καὶ φιλοσοφίας τὸ βέβαιον ἁπάσαις ψήφοις ἐπισφραγίζεται πληροῖ τε τὴν σύμπασαν οἰκου-μένην, ὁσημέραι νεάζοντα καὶ ἀνθοῦντα, ὡς ἄρτι πρώτην ἀκμὴν καταβεβλη-μένα· καὶ οὔτε νόμων διατάξεις οὔτ’ ἐχθρῶν ἐπιβουλαὶ οὔτε πολεμίων πολ-λάκις ἀκονηθέντα ξίφη κρείττονα τῆς ὧν μετήλθομεν λόγων ἀρετῆς τὴν δύναμιν ἐπιδέδεικται. τὰ δὲ τῆς Ἑλλήνων φιλοσοφίας ἐπὶ βραχέσι σαλεύσαντα τίνα ποτὲ τὴν ἰσχὺν ἐπεδείξατο, νυνὶ θεασώμεθα, πρώτους ἁπάντων [εἰς μέσον ἀγαγόντες καὶ] εἰς τὸν ἀγῶνα καθιέντες τοὺς φυσικοὺς ἐπικληθέντας· οἳ δὴ πρόσθεν ἢ Πλάτωνα διαλάμψαι λεγόμενοι ὅπως πρὸς ἀλλή-λους ἐστασίασαν παρ’ αὐτοῦ μαθεῖν ἔστι τοῦ Πλάτωνος· ὃς δὴ τῶν ἀμφὶ Πρωτα-γόραν Ἡράκλειτόν τε καὶ Ἐμπεδοκλέα τὴν πρὸς Παρμενίδην καὶ τοὺς ἀμφ’ αὐ-τὸν διαμάχην ἐξελέγχει. ὁ μὲν γὰρ Δημοκρίτου γεγονὼς ἑταῖρος, ὁ Πρωτα-γόρας, ἄθεον ἐκτήσατο δόξαν· λέγεται γοῦν τοιᾷδε κεχρῆσθαι εἰσβολῇ ἐν τῷ Περὶ θεῶν συγγράμματι· Περὶ μὲν θεῶν οὐκ οἶδα οὔθ’ ὡς εἰσὶν οὔθ’ ὡς οὐκ εἰσὶν οὔθ’ ὁποῖοί τινες ἰδέαν. ὁ δὲ Δημόκριτος ἀρχὰς τῶν ὅλων ἔφη εἶναι τὸ κενὸν καὶ τὸ πλῆρες· τὸ πλῆρες ὂν λέγων καὶ στερεόν, τὸ δὲ κενὸν μὴ ὄν. διὸ καί φησι μηδὲν μᾶλλον τὸ ὂν τοῦ μὴ ὄντος εἶναι ὅτι τε ἐξ ἀϊδίου τὰ ὄντα ἐν τῷ κενῷ συνεχῶς καὶ ὀξέως κινεῖται. ὁ δὲ Ἡράκλειτος ἀρχὴν τῶν πάντων ἔφη εἶναι τὸ πῦρ, ἐξ οὗ τὰ πάντα γίνεται καὶ εἰς ὃ ἀναλύεται. ἀμοιβὴν γὰρ εἶναι τὰ πάντα χρόνον τε ὡρίσθαι τῆς τῶν πάντων εἰς τὸ πῦρ ἀναλύσεως καὶ τῆς ἐκ τούτου γενέσεως. οἵδε μὲν οὖν πάντα κινεῖσθαι ἔφασαν. ὁ δὲ Παρμενίδης, τὸ γένος Ἐλεάτης ὤν, ἓν μὲν εἶναι τὸ πᾶν, ἀγένητον δὲ καὶ ἀκίνητον καὶ κατὰ σχῆμα σφαιροειδὲς ὑπάρχειν ἐδογμάτιζε. Παρμενίδου δὲ Μέλισσος ἑταῖρος γέγονε, τὰ αὐτὰ τῷ Παρμενίδῃ δοξάζων. τούτων δὴ οὖν πέρι ὁποῖα ὁ Πλάτων ἐν τῷ Θεαι-τήτῳ διέξεισιν ἄκουε· δ. ΟΠΩΣ Ο ΠΛΑΤΩΝ ΤΟΥΣ ΠΡΟ ΑΥΤΟΥ ΔΙΑΒΕΒΛΗΚΕΝ Ἐκ δὲ διαφορᾶς τε καὶ κινήσεως καὶ κράσεως πρὸς ἄλληλα γίνεται πάντα ἃ δή φαμεν εἶναι, οὐκ ὀρθῶς προσαγορεύοντες. ἔστι μὲν γὰρ οὐδέποτ’ οὐδέν, ἀεὶ δὲ γίνεται. καὶ περὶ τούτου πάντες ἐξαίσιοι σοφοὶ πλὴν Παρμενί-δου συμφέρεσθον, Πρωταγόρας τε καὶ Ἡράκλειτος καὶ Ἐμπεδοκλῆς, καὶ τῶν ποιητῶν οἱ ἄκροι τῆς ποιήσεως ἑκατέρας, κωμῳδίας μὲν Ἐπίχαρμος, τραγῳ-δίας δὲ Ὅμηρος, [ὃς] εἰπών· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, πάντα εἴρηκεν ἔγγονα ῥοῆς τε καὶ κινήσεως. ἢ οὐ δοκεῖ τοῦτο λέγειν; Ἔμοιγε. Τίς οὖν ἂν ἔτι πρός γε τοσοῦτον στρατόπεδον καὶ στρατηγὸν Ὅμηρον δύναιτο ἀμφισβητήσας μὴ καταγέλαστος γενέσθαι; Εἶθ’ ἑξῆς προϊὼν τῷ λόγῳ ἐπιφέρει λέγων· Προσιτέον οὖν ἐγγυτέρω, ὡς ὁ ὑπὲρ Πρωταγόρου λόγος ἐπέταττε, καὶ σκεπτέον τὴν φερομένην ταύτην οὐσίαν διακρούοντα, εἴτε ὑγιὲς εἴτε σα-θρὸν φθέγγεται. μάχη δ’ οὖν περὶ αὐτῆς οὐ φαύλη οὐδ’ ὀλίγοις γέγονε.
PG 21:1189Πολλοῦ καὶ δεῖ φαύλη εἶναι, ἀλλὰ περὶ μὲν τὴν Ἰωνίαν καὶ ἐπιδίδωσι πάμ-πολυ. οἱ γὰρ τοῦ Ἡρακλείτου ἑταῖροι χορηγοῦσι τούτου τοῦ λόγου μάλα ἐρρωμένως. Τῷ τοι, ὦ φίλε Θεόδωρε, μᾶλλον σκεπτέον καὶ ἐξ ἀρχῆς, ὥσπερ αὐτοὶ ὑποτείνονται. Παντάπασι μὲν οὖν. καὶ γάρ, ὦ Σώκρατες, περὶ τούτων τῶν Ἡρακλει-τείων ἢ ὥσπερ σὺ λέγεις Ὁμηρείων τε καὶ ἔτι παλαιοτέρων, αὐτοῖς μὲν τοῖς περὶ τὴν Ἔφεσον, ὅσοι ποιοῦνται ἔμπειροι, οὐδὲν μᾶλλον οἷόν τε διαλεχθῆναι ἢ τοῖς οἰστρῶσιν. ἀτεχνῶς γὰρ κατὰ τὰ συγγράμματα φέρονται, τὸ δὲ ἐπιμεῖναι ἐπὶ λόγῳ καὶ ἐρωτήματι καὶ ἡσυχίως ἐν μέρει ἀποκρίνασθαί τε καὶ ἐρέσθαι, ἧττον αὐτοῖς μέλει ἢ τὸ μηδέν· μᾶλλον δὲ ὑπερβάλλει τὸ οὐδ’ οὐδὲν πρὸς τὸ σμικρὸν ἐνεῖναι τοῖς ἀνδράσιν ἡσυχίας. ἀλλ’ ἄν τινα ἔρῃ, ὥσπερ ἐκ φαρέτρας ῥηματίσκια αἰνιγματώδη ἀνασπῶντες ἀποτοξεύουσι, καὶ ἂν τούτου ζητῇς λόγον λαβεῖν, τί εἴρηκεν, ἑτέρῳ πεπλήξῃ καινῶς μετωνομασμένῳ, περανεῖς δὲ οὐδέποτε οὐδὲν πρὸς οὐδένα αὐτῶν οὐδέ γε ἐκεῖνοι αὐτοὶ πρὸς ἀλλήλους, ἀλλ’ εὖ πάνυ φυλάττουσι τὸ μηδὲν βέβαιον ἐᾶν εἶναι μήτ’ ἐν λόγῳ μήτ’ ἐν ταῖς αὑτῶν ψυχαῖς, ἡγούμενοι, ὡς ἐμοὶ δοκεῖ, αὐτὸ στάσιμον εἶναι. τούτῳ δὲ πάνυ πολεμοῦσι καὶ καθ’ ὅσον δύνανται πανταχόθεν ἐκβάλλουσιν. Ἴσως, ὦ Θεόδωρε, τοὺς ἄνδρας μαχομένους ἑώρακας, εἰρηνεύουσι δὲ οὐ συγγέγονας· οὐ γάρ σοι ἑταῖροί εἰσιν. ἀλλ’, οἶμαι, τὰ τοιαῦτα τοῖς μαθη-ταῖς ἐπὶ σχολῆς φράζουσιν, οὓς ἂν βούλωνται ὁμοίους αὑτοῖς ποιῆσαι. Ποίοις μαθηταῖς, ὦ δαιμόνιε; οὐδὲ γίγνεται τῶν τοιούτων ἕτερος ἑτέρου μαθητής, ἀλλ’ αὐτόματοι ἀναφύονται, ὁπόθεν ἂν τύχῃ ἕκαστος αὐτῶν ἐνθου-σιάσας, καὶ τὸν ἕτερον ὁ ἕτερος οὐδὲν ἡγεῖται εἰδέναι. παρὰ μὲν οὖν τούτων, ὅπερ ᾖα ἐρῶν, οὐκ ἄν ποτε λάβοις λόγον οὔτε ἑκόντων οὔτε ἀκόντων· αὐτοὺς δὲ δεῖ παραλαβόντας ὥσπερ πρόβλημα ἐπισκοπεῖσθαι. Καὶ μετρίως γε λέγεις. τὸ δὲ δὴ πρόβλημα ἄλλο τι παρειλήφαμεν παρὰ μὲν τῶν ἀρχαίων μετὰ ποιήσεως ἐπικρυπτομένων τοὺς πολλούς, ὡς ἡ γένεσις τῶν πάντων Ὠκεανός τε καὶ Τηθὺς ῥεῦμα τυγχάνει καὶ οὐδὲν ἕστηκε, παρὰ δὲ τῶν ὑστέρων, ἅτε σοφωτέρων, ἀναφανδὸν ἀποδεικνυμένων, ἵνα καὶ οἱ σκυτοτόμοι αὐτῶν τὴν σοφίαν μάθωσιν ἀκούσαντες καὶ παύσωνται ἠλιθίως οἰόμενοι τὰ μὲν ἑστάναι, τὰ δὲ κινεῖσθαι τῶν ὄντων, μαθόντες δὲ ὅτι πάντα κινεῖται τιμῶσιν αὐτούς; ὀλίγου δὲ ἐπελαθόμην, ὦ Θεόδωρε, ὅτι ἄλλοι αὖ τἀναντία τούτοις ἀπεφή-ναντο, οἷον· ἀκίνητον τελέθει τῷ παντὶ ὄνομ’ εἶναι,3 καὶ ἄλλα ὅσα Μέλισσοί τε καὶ Παρμενίδαι ἐναντιούμενοι πᾶσι τούτοις διισχυρίζονται, ὥς τε πάντα ἐστὶ καὶ ἕστηκεν αὐτὸ ἐν ἑαυτῷ, οὐκ ἔχον χώραν ἐν ᾗ κινεῖται. τούτοις οὖν, ὦ ἑταῖρε, πᾶσι τί χρησόμεθα; κατὰ σμικρὸν γὰρ προϊόντες λελήθαμεν ἀμφοτέρων εἰς τὸ μέσον πεπτωκότες, καὶ ἐὰν μή πη ἀμυνόμενοι διαφύγωμεν, δίκην δώσομεν ὥσπερ οἱ ἐν ταῖς παλαίστραις διὰ γραμμῆς παίζοντες, ὅταν ὑπ’ ἀμφοτέρων ληφθέντες ἕλκωνται εἰς τἀναντία. Ταῦτα μὲν ἐν Θεαιτήτῳ. μεταβὰς δὲ ἑξῆς ἐπὶ τὸν Σοφιστὴν αὖθις περὶ τῶν πρὸ αὐτοῦ γενομένων φυσικῶν φιλοσόφων τοιάδε φησίν· Εὐκόλως μοι δοκεῖ Παρμενίδης ἡμῖν διειλέχθαι καὶ πᾶς ὅστις ἡμῖν πώποτε ἐπὶ κρίσιν ὥρμησε τοῦ τὰ ὄντα διορίσασθαι πόσα τε καὶ ποῖά ἐστι. Μῦθόν τινα ἕκαστος φαίνεταί μοι διηγεῖσθαι, παισὶν ὡς οὖσιν ἡμῖν. ὁ μὲν ὡς τρία τὰ ὄντα, πολεμεῖ δὲ ἀλλήλοις ἐνίοτε αὐτῶν ἄττα πη, τοτὲ δὲ καὶ φίλα γιγνόμενα γάμους τε καὶ τόκους καὶ τροφὰς τῶν ἐγγόνων παρέχεται· δύο δὲ ἕτερος εἰπών, ὑγρὸν καὶ ξηρὸν ἢ θερμὸν καὶ ψυχρόν, συνοικίζει τε αὐτὰ καὶ ἐκδίδωσι. τὸ δὲ παρ’ ἡμῖν Ἐλεατικὸν ἔθνος ἅπαν, ἀπὸ Ξενοφάνους τε καὶ ἔτι πρόσθεν ἀρξάμενον, ὡς ἑνὸς ὄντος τῶν πάντων καλουμένων οὕτω διεξέρχεται τοῖς μύθοις. Ἰάδες δέ [τινες] καὶ Σικελικαί τινες ὕστερον Μοῦσαι ξυνενόησαν ὅτι συμπλέκειν ἀσφαλέστερον ἀμφότερα καὶ λέγειν ὡς τὸ ὂν πολλά τε καὶ ἕν ἐστιν, ἔχθρᾳ δὲ καὶ φιλίᾳ συνέχεται. διαφερόμενον γὰρ ἀεὶ ξυμφέρεται, φασὶν αἱ συντονώτεραι τῶν Μουσῶν· αἱ δὲ μαλακώτεραι τὸ μὲν ἀεὶ ταῦτα οὕτως ἔχειν ἐχάλασαν, ἐν μέρει δὲ τοτὲ μὲν ἓν εἶναί φασι τὸ πᾶν καὶ φίλον ὑπ’ Ἀφροδίτης, τοτὲ δὲ πολλὰ καὶ πολέμιον αὐτὸ αὑτῷ διὰ νεῖκός τι. ταῦτα δὲ πάντα εἰ μὲν ἀληθῶς τις ἢ μὴ τούτων εἴρηκε, χαλεπὸν καὶ πλημμελὲς οὕτω μεγάλα κλεινοῖς καὶ παλαιοῖς ἀνδράσιν ἐπιτιμᾶν. Καὶ μετὰ βραχέα ἐπιλέγει· Τοὺς μὲν τοίνυν διακριβολογουμένους ὄντος τε πέρι καὶ μὴ πάντας μὲν οὐ διεληλύθαμεν, ὅμως δ’ ἱκανῶς ἐχέτω· τοὺς δὲ ἄλλως λέγοντας αὖ θεατέον, ἵν’ ἐκ πάντων ἴδωμεν ὅτι τὸ ὂν τοῦ μὴ ὄντος οὐδὲν εὐπορώτερον εἰπεῖν ὅ τι ποτ’ ἔστιν. Οὐκοῦν πορεύεσθαι χρὴ καὶ ἐπὶ τούτους. Καὶ μὴν ἔοικέ γε ἐν αὐτοῖς οἷον γιγαντομαχία τις εἶναι διὰ τὴν ἀμφισβή-τησιν περὶ τῆς οὐσίας πρὸς ἀλλήλους. Πῶς; Οἱ μὲν εἰς γῆν ἐξ οὐρανοῦ καὶ τοῦ ἀοράτου πάντα ἕλκουσι, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς περιλαμβάνοντες. τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων διισχυρίζονται τοῦτο εἶναι μόνον ὃ παρέχει προσβολὴν καὶ ἐπαφήν τινι, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι, τῶν δὲ ἄλλων εἴ τις φήσει μὴ σῶμα ἔχον εἶναι, καταφρονοῦντες τὸ παράπαν καὶ οὐδὲν ἐθέλοντες ἄλλο ἀκούειν. Ἦ δεινοὺς εἴρηκας ἄνδρας· ἤδη γὰρ καὶ ἐγὼ τούτων πάνυ πολλοῖς προς-έτυχον. Τοιγαροῦν οἱ πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα εὐλαβῶς ἄνωθέν ποθεν ἀμύνονται, νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι· τὰ δὲ ἐκείνων σώματα καὶ τὴν λεγομένην ὑπὸ τούτων ἀλήθειαν κατὰ σμικρὰ διαθραύοντες ἐν τοῖς λόγοις γένεσιν ἀντὶ οὐσίας φερομένην τινὰ προς-αγορεύουσιν. ἐν μέσῳ δὲ περὶ ταῦτα ἄπλετος ἀμφοτέρων μάχη τις, ὦ Θεαί-τητε, ἀεὶ ξυνέστηκεν. Ἀληθῆ. Διὰ δὴ τοσούτων τοὺς πρὸ αὐτοῦ φυσικοὺς φιλοσόφους διαβέβληκεν ὁ Πλάτων. ὁποίαν δὲ αὐτὸς περὶ τῶν ἐζητημένων ἐπήγετο δόξαν ἐν τοῖς πρὸ τούτου διειλήφαμεν, ὅτε συμφωνεῖν αὐτὸν τοῖς Ἑβραίων δόγμασι καὶ τῇ Μωσέως συντρέχειν περὶ τοῦ ὄντος διδασκαλίᾳ παριστῶμεν. Καὶ τοὺς αὐτοῦ δὲ τοῦ Πλάτωνος διαδόχους φέρε τῷ λόγῳ θεωρή-σωμεν. Πλάτωνά φασιν ἐν Ἀκαδημίᾳ συστησάμενον τὴν διατριβὴν πρῶτον Ἀκαδημαϊκὸν κληθῆναι καὶ τὴν ὀνομασθεῖσαν Ἀκαδημαϊκὴν φιλοσοφίαν συστήσασθαι. μετὰ δὲ Πλάτωνα Σπεύσιππον τὸν ἐξ ἀδελφῆς Πλάτωνος, τῆς Ποτώνης, εἶτα Ξενοκράτην, ἔπειτα Πολέμωνα τὴν διατριβὴν ὑποδέ-ξασθαι. τούτους δὲ ἀφ’ ἑστίας ἀρξαμένους εὐθὺς τὰ Πλατωνικά φασι παραλύειν, στρεβλοῦντας τὰ τῷ διδασκάλῳ φανέντα ξένων εἰσαγωγαῖς δογμάτων, ὥστε σοι μὴ εἰς μακρὸν ἐλπίζειν τὴν τῶν θαυμαστῶν ἐκείνων διαλόγων ἰσχὺν ἀποσβῆναι ἅμα τε τῇ τοῦ ἀνδρὸς τελευτῇ καὶ τὴν τῶν δογμάτων διαδοχὴν συναποτελευτῆσαι, μάχης ἐντεῦθεν καὶ στάσεως ἀπὸ τῶνδε ἀρξαμένης, οὔποτε καὶ εἰς δεῦρο διαλειπούσης, τοὺς τὰ αὐτῷ φίλα ζηλοῦν ἀσπαζομένους οὐδένας μὲν οὐδὲ ὄντας, πλὴν εἰ μὴ εἷς που ἢ δεύτερος ἐν ὅλῳ τῷ βίῳ ἢ καί τινες ἄλλοι κομιδῇ βραχεῖς τὸν ἀριθμόν, οὐδ’ αὐτοὶ πάμπαν ἀλλότριοι τῆς ἐπιπλάστου σοφιστείας· ἐπεὶ καὶ οἱ πρόσθεν τὸν Πλάτωνα διαδεξάμενοι τοιοίδε τίνες διαβέβληνται. Πολέμωνα γάρ φασι διαδέ-ξασθαι Ἀρκεσίλαον, ὃν δὴ κατέχει λόγος ἀφέμενον τῶν Πλάτωνος δογμάτων
PG 21:1195ξένην τινὰ καί, ὥς φασι, δευτέραν συστήσασθαι Ἀκαδημίαν. φάναι γὰρ περὶ ἁπάντων ἐπέχειν δεῖν· εἶναι γὰρ πάντα ἀκατάληπτα καὶ τοὺς εἰς ἑκάτερα λόγους ἰσοκρατεῖς ἀλλήλοις, καὶ τὰς αἰσθήσεις δὲ ἀπίστους εἶναι καὶ πάντα λόγον. ἐπῄνει γοῦν Ἡσιόδου τουτὶ τὸ ἀπόφθεγμα· κρύψαντες γὰρ ἔχουσι θεοὶ νόον ἀνθρώποισιν. ἐπειρᾶτο δὲ καὶ παράδοξά τινα ἀνακαινίζειν. μετὰ δὲ τὸν Ἀρκεσίλαον τοὺς ἀμφὶ Καρνεάδην καὶ Κλειτόμαχον, τῆς τῶν προτέρων δόξης ἀποτρα-πέντας, τρίτης Ἀκαδημίας αἰτίους γενέσθαι φασίν. Ἔνιοι δὲ καὶ τετάρτην προστιθέασι τὴν τῶν περὶ Φίλωνα καὶ Χαρμίδαν. τινὲς δὲ καὶ πέμπτην καταλέγουσι τὴν τῶν περὶ τὸν Ἀντίοχον. Τοιαύτη μέν τις ἡ αὐτοῦ Πλάτωνος ὑπῆρξε διαδοχή. ὁποῖοι δὲ γεγόνασιν οἵδε τὸν τρόπον, λαβὼν ἀνάγνωθι τὰς ὧδε ἐχούσας Νουμηνίου τοῦ Πυθαγο-ρείου φωνάς, ἃς τέθειται ἐν τῷ πρώτῳ ὧν ἐπέγραψε Περὶ τῆς τῶν Ἀκα-δημαϊκῶν πρὸς Πλάτωνα διαστάσεως· ε. ΠΕΡΙ ΤΗΣ ΠΡΩΤΗΣ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΔΙΑΔΟΧΗΣ Ἐπὶ μὲν τοίνυν Σπεύσιππον τὸν Πλάτωνος μὲν ἀδελφιδοῦν, Ξενο-κράτη δὲ τὸν διάδοχον τὸν Σπευσίππου, Πολέμωνα δὲ τὸν ἐκδεξάμενον τὴν σχολὴν παρὰ Ξενοκράτους ἀεὶ τὸ ἦθος διετείνετο τῶν δογμάτων σχεδὸν δὴ ταὐτόν, ἕνεκά γε τῆς μήπω ἐποχῆς ταυτησὶ τῆς πολυθρυλήτου τε καὶ εἰ δή τινων τοιούτων ἄλλων. ἐπεὶ εἴς γε τὰ ἄλλα πολλαχῆ παραλύοντες, τὰ δὲ στρε-βλοῦντες, οὐκ ἐνέμειναν τῇ πρώτῃ διαδοχῇ· ἀρξάμενοι δὲ ἀπ’ ἐκείνου καὶ θᾶττον καὶ βράδιον διίσταντο προαιρέσει ἢ ἀγνοίᾳ, τὰ δὲ δή τινι αἰτίᾳ ἄλλῃ οὐκ ἀφι-λοτίμῳ ἴσως. καὶ οὐ μὲν βούλομαί τι φλαῦρον εἰπεῖν διὰ Ξενοκράτη, μᾶλλον μὴν ὑπὲρ Πλάτωνος ἐθέλω. καὶ γάρ με δάκνει ὅτι μὴ πᾶν ἔπαθόν τε καὶ ἔδρων σῴζοντες τῷ Πλάτωνι κατὰ πάντα πάντη πᾶσαν ὁμοδοξίαν. καίτοι ἄξιος ἦν αὐτοῖς ὁ Πλάτων, οὐκ ἀμείνων μὲν Πυθαγόρου τοῦ μεγάλου, οὐ μέντοι ἴσως οὐδὲ φλαυρότερος ἐκείνου, ᾧ συνακολουθοῦντες σεφθέντες τε οἱ γνώρι-μοι ἐγένοντο πολυτιμητίζεσθαι αἰτιώτατοι τὸν Πυθαγόραν. τοῦτο δὲ οἱ Ἐπικούρειοι οὐκ ὤφελον μέν, μαθόντες δ’ οὖν ἐν οὐδενὶ ὤφθησαν Ἐπικούρῳ ἐναντία θέμενοι οὐδαμῶς, ὁμολογήσαντες δὲ εἶναι σοφῷ συνδεδογμένοι καὶ αὐτοὶ διὰ τοῦτο ἀπέλαυσαν τῆς προσρήσεως εἰκότως· ὑπῆρξέ τε ἐκ τοῦ ἐπὶ πλεῖστον τοῖς μετέπειτα Ἐπικουρείοις μηδ’ αὐτοῖς εἰπεῖν πω ἐναντίον οὔτε ἀλλήλοις οὔτε Ἐπικούρῳ μηδὲν εἰς μηδέν, ὅτου καὶ μνησθῆναι ἄξιον· ἀλλ’ ἔστιν αὐτοῖς παρανόμημα, μᾶλλον δὲ ἀσέβημα, καὶ κατέγνωσται τὸ καινοτο-μηθέν. διὸ τοῦτο οὐδεὶς οὐδὲ τολμᾷ, κατὰ πολλὴν δὲ εἰρήνην αὐτοῖς ἠρεμεῖ τὰ δόγματα ὑπὸ τῆς ἐν ἀλλήλοις αἰεί ποτε συμφωνίας. ἔοικέ τε ἡ Ἐπικούρου διατριβὴ πολιτείᾳ τινὶ ἀληθεῖ, ἀστασιαστοτάτῃ, κοινὸν ἕνα νοῦν, μίαν γνώ-μην ἐχούσῃ· ἀφ’ ἧς ἦσαν καὶ εἰσὶ καί, ὡς ἔοικεν, ἔσονται φιλακόλουθοι. τὰ δὲ τῶν Στωϊκῶν ἐστασίασται, ἀρξάμενα ἀπὸ τῶν ἀρχόντων καὶ μη-δέπω τελευτῶντα καὶ νῦν. ἐλέγχουσι δὲ ἀγαπώντως ὑπὸ δυσμενοῦς ἐλέγχου, οἱ μέν τινες αὐτῶν ἐμμεμενηκότες ἔτι, οἱ δ’ ἤδη μεταθέμενοι. εἴξασιν οὖν οἱ πρῶτοι ὀλιγαρχικωτέροις, οἳ δὴ διαστάντες ὑπῆρξαν εἰς τοὺς μετέπειτα πολλῆς μὲν τοῖς προτέροις, πολλῆς δὲ τῆς ἀλλήλοις ἐπιτιμήσεως αἴτιοι, εἰσί τε ἑτέρων ἕτεροι Στωϊκώτεροι· καὶ μᾶλλον ὅσοι πλεῖον περὶ τὸ τεχνικὸν ὤφθησαν μικρολόγοι· αὐτοὶ γὰρ οὗτοι τοὺς ἑτέρους ὑπερβαλλόμενοι τῇ τε πολυπραγμοσύνῃ τοῖς τε σκαρ[ι]φηθμοῖς ἐπετίμων θᾶττον. πολὺ μέντοι τούτων πρότερον ταὐτὰ ἔπαθον οἱ ἀπὸ Σωκράτους ἀφελκύσαντες διαφόρους τοὺς λόγους, ἰδίᾳ μὲν Ἀρίστιππος, ἰδίᾳ δὲ Ἀντισθένης καὶ ἀλλαχοῦ ἰδίᾳ οἱ Μεγαρικοί τε καὶ Ἐρετρικοὶ ἢ εἴ τινες ἄλλοι μετὰ τούτων. αἴτιον δέ, ὅτι τρεῖς θεοὺς τιθε-μένου Σωκράτους καὶ φιλοσοφοῦντος αὐτοῖς ἐν τοῖς προσήκουσιν ἑκάστῳ ῥυθμοῖς οἱ διακούοντες τοῦτο μὲν ἠγνόουν, ᾤοντο δὲ λέγειν πάντα αὐτὸν εἰκῆ καὶ ἀπὸ τῆς νικώσης αἰεὶ προστυχῶς ἄλλοτε ἄλλης τύχης, ὅπως πνέοι. ὁ δὲ Πλάτων πυθαγορίσας (ᾔδει δὲ τὸν Σωκράτην μηδαμόθεν ἢ ἐκεῖθεν δὴ τὰ αὐτὰ ταῦτα [εἰπεῖν καὶ] γνόντα εἰρηκέναι) ὧδε οὖν καὶ αὐτὸς συνεδή-σατο τὰ πράγματα, οὔτε εἰωθότως οὔτε δὴ εἰς τὸ φανερόν· διαγαγὼν δὲ ἕκαστα ὅπῃ ἐνόμιζεν, ἐπικρυψάμενος ἐν μέσῳ τοῦ δῆλα εἶναι καὶ μὴ δῆλα, ἀσφαλῶς μὲν ἐγράψατο, αὐτὸς δὲ αἰτίαν παρέσχε τῆς μετ’ αὐτὸν στάσεώς τε ἅμα καὶ διολκῆς τῆς τῶν δογμάτων, οὐ φθόνῳ μὲν οὐδέ γε δυσνοίᾳ· ἀλλ’ οὐ βούλομαι ἐπὶ ἀνδράσι πρεσβυτέροις εἰπεῖν ῥήματα οὐκ ἐναίσιμα. τοῦτο δὲ [δεῖ] μαθόντας ἡμᾶς ἐπανενεγκεῖν ἐκεῖσε μᾶλλον τὴν γνώμην, καὶ ὥσπερ ἐξ ἀρχῆς προὐθέμεθα χωρίζειν αὐτὸν Ἀριστοτέλους καὶ Ζήνωνος, οὕτως καὶ νῦν τῆς Ἀκαδημίας, ἐὰν ὁ θεὸς ἀντιλάβηται, χωρίζοντες ἐάσομεν αὐτὸν ἐφ’ ἑαυτοῦ νῦν εἶναι Πυθαγόρειον· ὡς νῦν μανικώτερον, ἢ Πενθεῖ τινι προσῆκε, διελκόμενος πάσχει μὲν κατὰ μέλη, ὅλος δ’ ἐξ ὅλου ἑαυτοῦ μετατίθεταί τε καὶ ἀντι-μετατίθεται οὐδαμῶς. ὅπως οὖν ἀνὴρ μεσεύων Πυθαγόρου καὶ Σωκρά-τους, τοῦ μὲν τὸ σεμνὸν ὑπαγαγὼν μέχρι τοῦ φιλανθρώπου, τοῦ δὲ τὸ κομψὸν τοῦτο καὶ παιγνιῆμον ἀναγαγὼν ἀπὸ τῆς εἰρωνείας εἰς ἀξίωμα καὶ ὄγκον καὶ αὐτὸ τοῦτο κεράσας Σωκράτει Πυθαγόραν, τοῦ μὲν δημοτικώτερος, τοῦ δὲ σεμνότερος ὤφθη. Ἀλλ’ οὐ γάρ τοι ταῦτα διαιτήσων ἦλθον, μὴ περὶ τούτων οὔσης νῦν μοι τῆς ζητήσεως, ἃ δὲ προὐδέδοκτο· καὶ εἶμι ἐκεῖσε ἢ δὴ φροῦδος ἀναδραμεῖν δοκῶ μοι, μὴ καί που ἀποκρουσθῶμεν τῆς ὁδοῦ τῆς φερούσης. Πολέμωνος δὲ ἐγένοντο γνώριμοι Ἀρκεσίλαος καὶ Ζήνων· πάλιν γὰρ αὐτῶν μνησθήσο-μαι ἐπὶ τέλει. Ζήνωνα μὲν οὖν μέμνημαι εἰπὼν Ξενοκράτει, εἶτα δὲ Πολέ-μωνι φοιτῆσαι, αὖθις δὲ παρὰ Κράτητι κυνίσαι· νυνὶ δὲ αὐτῷ λελογίσθω ὅτι καὶ Στίλπωνός τε μετέσχε καὶ τῶν λόγων τῶν Ἡρακλειτείων. ἐπεὶ γὰρ συμφοιτῶντες παρὰ Πολέμωνι ἐφιλοτιμήθησαν ἀλλήλοις, συμπαρέλαβον εἰς τὴν πρὸς ἀλλήλους μάχην ὁ μὲν Ἡράκλειτον καὶ Στίλπωνα ἅμα καὶ Κρά-τητα, ὧν ὑπὸ μὲν Στίλπωνος ἐγένετο μαχητής, ὑπὸ δὲ Ἡρακλείτου αὐστη-ρός, κυνικὸς δὲ ὑπὸ Κράτητος· ὁ δ’ Ἀρκεσίλαος Θεόφραστον ἴσχει καὶ Κράν-τορα τὸν Πλατωνικὸν καὶ Διόδωρον, εἶτα Πύρρωνα, ὧν ὑπὸ μὲν Κράν-τορος πιθανουργικός, ὑπὸ Διοδώρου δὲ σοφιστής, ὑπὸ δὲ Πύρρωνος ἐγένετο παντοδαπὸς καὶ ἴτης καὶ οὐδέν. ὅ[θεν] καὶ ἐλέγετο περὶ αὐτοῦ ᾀδόμενόν τι ἔπος παραγωγὸν καὶ ὑβριστικόν· πρόσθε Πλάτων, ὄπιθεν [δὲ] Πύρρων, μέσσος Διόδωρος. Τίμων δὲ καὶ ὑπὸ Μενεδήμου τὸ ἐριστικόν φησι λαβόντα ἐξαρτυθῆναι, εἴπερ γε δή φησι περὶ αὐτοῦ· τῇ μὲν ἔχων Μενεδήμου ὑπὸ στέρνοισι μόλιβδον θεύσεται ἢ [’ς] Πύρρωνα τὸ πᾶν κρέας ἢ Διόδωρον. ταῖς οὖν Διοδώρου, διαλεκτικοῦ ὄντος, λεπτολογίαις τοὺς λογισμοὺς τοὺς Πύρρωνος καὶ τὸ σκεπτικὸν καταπλέξας διεκόσμησε λόγου δεινότητι τῇ Πλά-τωνος φλήναφόν τινα κατεστωμυλμένον καὶ ἔλεγε καὶ ἀντέλεγε καὶ μετεκυλιν-δεῖτο κἀκεῖθεν κἀντεῦθεν, ἑκατέρωθεν, ὁπόθεν τύχοι, παλινάγρετος καὶ δύς-κριτος καὶ παλίμβολός τε ἅμα καὶ παρακεκινδυνευμένος, οὐδέν τι εἰδώς, ὡς αὐτὸς ἔφη, γενναῖος ὤν· εἶτά πως ἐξέβαινεν ὅμοιος τοῖς εἰδόσιν, ὑπὸ σκια-γραφίας τῶν λόγων παντοδαπὸς πεφαντασμένος.
PG 21:12012. ΠΕΡΙ ΑΡΚΕΣΙΛΑΟΥ ΤΟΥ ΤΗΝ ΔΕΥΤΕΡΑΝ ΑΚΑΔΗΜΙΑΝ ΥΠΟΣΤΗΣΑΜΕΝΟΥ Τοῦ τε Ὁμηρικοῦ Τυδείδου ὁποτέροις μετείη ἀγνοουμένου, οὔτε εἰ Τρω-σὶν ὁμιλέοι οὔτε εἰ καὶ Ἀχαιοῖς, οὐδὲν ἧττον Ἀρκεσίλαος ἠγνοεῖτο. τὸ γὰρ ἕνα τε λόγον καὶ ταὐτόν ποτ’ εἰπεῖν οὐκ ἐνῆν ἐν αὐτῷ οὐδέ γε ἠξίου ἀνδρὸς εἶναί πω τὸ τοιοῦτο δεξιοῦ οὐδαμῶς. ὠνομάζετο οὖν δεινὸς σοφιστής, τῶν ἀγυμνάστων σφαγεύς. ὥσπερ γὰρ αἱ Ἔμπουσαι ἐν τοῖς φάσμασι τοῖς τῶν λόγων ὑπὸ παρα-σκευῆς τε καὶ ὑπὸ μελέτης ἐφάρματτεν, ἐγοήτευεν, οὐδὲν εἶχεν εἰδέναι οὔτε αὐτὸς οὔτε τοὺς ἄλλους ἐᾶν· ἐδειμάτου δὲ καὶ κατεθορύβει καὶ σοφισμάτων γε καὶ λόγων κλοπῆς φερόμενος τὰ πρῶτα κατέχαιρε τῷ ὀνείδει καὶ ἡβρύνετο θαυμαστῶς, ὅτι μήτε τί αἰσχρὸν ἢ καλὸν μήτε ἀγαθὸν μήτε αὖ κακόν ἐστι τί ᾔδει, ἀλλ’ ὁπότερον εἰς τὰς ψυχὰς πέσοι τοῦτο εἰπὼν αὖθις μεταβαλὼν ἀνέτρεπεν ἂν πλεοναχῶς ἢ δι’ ὅσων κατεσκευάκει. ἦν οὖν ὕδραν τέμνων ἑαυτὸν καὶ τεμνόμενος ὑφ’ ἑαυτοῦ, ἀμφότερα ἀλλήλων δυσκρίτως καὶ τοῦ δέοντος ἀσκέπτως, πλὴν τοῖς ἀκούουσιν ἤρκεσεν, ὁμοῦ τῇ ἀκροάσει εὐπρόσω-πον ὄντα θεωμένοις· ἦν οὖν ἀκουόμενος καὶ βλεπόμενος ἥδιστος, ἐπεί γε προσειθίσθησαν ἀποδέχεσθαι αὐτοῦ τοὺς λόγους ἰόντας ἀπὸ καλοῦ προς-ώπου τε καὶ στόματος οὐκ ἄνευ τῆς ἐν τοῖς ὄμμασι φιλοφροσύνης. δεῖ δὲ ταῦτα ἀκοῦσαι μὴ ἁπλῶς, ἀλλ’ ἔσχεν ὧδε ἐξ ἀρχῆς· συμβαλὼν γὰρ ἐν παισὶ Θεοφράστῳ, ἀνδρὶ πράῳ καὶ οὐκ ἀφυεῖ τὰ ἐρωτικά, διὰ τὸ καλὸς εἶναι ἔτι ὢν ὡραῖος τυχὼν ἐραστοῦ Κράντορος τοῦ Ἀκαδημαϊκοῦ, προσεχώρησε μὲν τούτῳ, οἷα δὲ τὴν φύσιν οὐκ ἀφυὴς τρεχούσῃ χρησάμενος αὐτῇ ῥᾳδίᾳ γε θερμουργῶς ὑπὸ φιλονεικίας, μετασχὼν μὲν Διοδώρου εἰς τὰ πεπανουργη-μένα πιθάνια ταῦτα τὰ κομψά, ὡμιληκὼς δὲ Πύρρωνι (ὁ δὲ Πύρρων ἐκ Δημοκρί-του ὥρμητο ἁμόθεν γέ ποθεν) οὕτως μὲν δὴ ἔνθεν καταρτυθείς, πλὴν τῆς προς-ρήσεως, ἐνέμεινε Πυρρωνείως τῇ πάντων ἀναιρέσει. Μνασέας γοῦν καὶ Φιλόμηλος καὶ Τίμων οἱ σκεπτικοὶ σκεπτικὸν αὐτὸν προσονομάζουσιν, ὥσπερ καὶ αὐτοὶ ἦσαν, ἀναιροῦντα καὶ αὐτὸν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ τὸ πιθανόν. λεχθεὶς οὖν ἂν αἰτίᾳ τῶν Πυρρωνείων Πυρρώνειος, αἰδοῖ τοῦ ἐραστοῦ ὑπέμεινε λέγεσθαι Ἀκαδημαϊκὸς ἔτι. ἦν μὲν τοίνυν Πυρρώνειος, πλὴν τοῦ ὀνόματος· Ἀκαδημαϊκὸς δ’ οὐκ ἦν, πλὴν τοῦ λέγεσθαι. οὐ γὰρ πείθομαι τοῦ Κνιδίου Διοκλέους φάσκοντος ἐν ταῖς ἐπιγραφομέναις Διατριβαῖς Ἀρκεσί-λαον φόβῳ τῶν Θεοδωρείων τε καὶ Βίωνος τοῦ σοφιστοῦ ἐπεισιόντων τοῖς φιλοσοφοῦσι καὶ οὐδὲν ὀκνούντων ἀπὸ παντὸς ἐλέγχειν, αὐτὸν ἐξευλαβη-θέντα, ἵνα μὴ πράγματα ἔχῃ, μηδὲν μὲν δόγμα ὑπειπεῖν φαινόμενον, ὥσπερ δὲ τὸ μέλαν τὰς σηπίας προβάλλεσθαι πρὸ ἑαυτοῦ τὴν ἐποχήν. τοῦτ’ οὖν ἐγὼ οὐ πείθομαι. οἱ δ’ οὖν ἔνθεν ἀφορμηθέντες, ὅ τε Ἀρκεσίλαος καὶ Ζήνων, ὑπὸ τοιούτων ἀρωγῶν, ἀμφοτέροις συμπολεμούντων λόγων, τῆς μὲν ἀρχῆς ὅθεν ἐκ Πολέμωνος ὡρμήθησαν ἐπιλανθάνονται, διαστάντες δέ γε καὶ σφέας αὐτοὺς ἀρτύναντες σὺν δ’ ἔβαλον ῥινούς, σὺν δ’ ἔγχεα καὶ μένε’ ἀνδρῶν χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ἔπληντ’ ἀλλήλῃσι, πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει. ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνὴρ ἐδνοπάλιζεν. ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων τε καὶ ὀλλυμένων τῶν Στωϊκῶν· οἱ Ἀκαδημαϊκοὶ γὰρ οὐκ ἐβάλλοντο ὑπ’ αὐτῶν, ἀγνοού-μενοι ᾗ ἦσαν ἁλῶναι δυνατώτεροι. ἡλίσκοντο δὲ τῆς βάσεως αὐτοῖς σεισθείσης, εἰ μήτε ἀρχὴν ἔχοιεν μήτε μάχεσθαι ἀφορμήν. ἡ μὲν δὴ ἀρχὴ ἦν τὸ μὴ Πλατωνικὰ λέγοντας αὐτοὺς ἐλέγξαι· τὸ δὲ μηδὲ ἔχειν τινὰ ἀφορμὴν ἦν, εἴπερ μόνον ἕν τι μετέστρεψαν ἀπὸ τοῦ ὅρου τοῦ περὶ τῆς καταληπτικῆς φαντασίας ἀφελόντες. ὅπερ νῦν μὲν οὐκ ἔστι μηνύειν μοι ἐν καιρῷ, μνησθήσομαι δ’ αὐτοῦ αὖθις ἐπὰν κατὰ τοῦτο μάλιστα γενέσθαι μέλλω. διαστάντες δ’ οὖν εἰς τὸ φανερὸν ἔβαλλον ἀλλήλους οὐχ οἱ δύο, ἀλλ’ ὁ Ἀρκεσίλαος τὸν Ζήνωνα. ὁ γὰρ Ζήνων εἶχε δή τι τῇ μάχῃ σεμνὸν καὶ βαρὺ καὶ Κηφισοδώρου τοῦ ῥήτορος οὐκ ἄμεινον· ὃς δὴ ὁ Κηφισόδωρος, ἐπειδὴ ὑπ’ Ἀριστοτέλους βαλλόμενον ἑαυτῷ τὸν διδάσκαλον Ἰσοκράτην ἑώρα, αὐτοῦ μὲν Ἀριστοτέλους ἦν ἀμαθὴς καὶ ἄπειρος, ὑπὸ δὲ τοῦ καθορᾶν ἔνδοξα τὰ Πλάτωνος ὑπάρχοντα οἰηθεὶς κατὰ Πλάτωνα τὸν Ἀριστοτέλην φιλοσοφεῖν, ἐπολέμει μὲν Ἀριστοτέλει, ἔβαλλε δὲ Πλάτωνα καὶ κατηγόρει ἀρξάμενος ἀπὸ τῶν ἰδεῶν, τελευτῶν εἰς τὰ ἄλλα, ἃ οὐδ’ αὐτὰ ᾔδει, ἀλλὰ τὰ νομιζόμενα ἀμφ’ αὐτῶν ᾗ λέγεται ὑπονοῶν. πλὴν οὕτως μὲν ὁ Κηφισόδωρος, ᾧ ἐπολέμει μὴ μαχόμενος, ἐμάχετο ᾧ μὴ πολε-μεῖν ἐβούλετο. ὁ μέντοι Ζήνων καὶ αὐτός, ἐπειδὴ τοῦ Ἀρκεσιλάου μεθίετο, εἰ μὲν μηδὲ Πλάτωνι ἐπολέμει, ἐφιλοσόφει δήπου ἐμοὶ κριτῇ πλείστου ἀξίως, ἕνεκά γε τῆς εἰρήνης ταύτης. εἰ δ’ οὐκ ἀγνοῶν μὲν ἴσως τὰ Ἀρκεσιλάου, τὰ μέντοι Πλάτωνος ἀγνοῶν, ὡς ἐξ ὧν αὐτῷ ἀντέγραψεν ἐλέγχεται, [ὅτι] ἐποίησεν ἐναντία καὐτός, μήτε ὃν ᾔδει πλήττων ὅν τε οὐκ ἐχρῆν ἀτιμότατα καὶ αἴσχι-στα περιυβρικώς, καὶ ταῦτα πολὺ κάκιον ἢ προσήκει κυνί. πλὴν διέδειξέ γε μὴν μεγαλοφροσύνῃ ἀποσχόμενος τοῦ Ἀρκεσιλάου. ἤτοι γὰρ ἀγνοίᾳ τῶν ἐκείνου ἢ δέει τῶν Στωϊκῶν πολέμοιο μέγα στόμα πευκεδανοῖο ἀπετρέψατο ἄλλῃ, εἰς Πλάτωνα. ἀλλὰ καὶ περὶ μὲν τῶν Ζήνωνι εἰς Πλάτωνα κακῶς τε καὶ αἰδημόνως οὐδαμῶς νεωτερισθέντων εἰρήσεταί μοι αὖθίς ποτε, ἐὰν φιλοσοφίας σχολὴν ἀγάγω· μή ποτε μέντοι ἀγάγοιμι σχολὴν τοσαύτην, τούτου οὖν ἕνεκεν, εἰ μὴ ὑπὸ παιδιᾶς. τὸν δ’ οὖν Ζήνωνα ὁ Ἀρκεσίλαος ἀντίτεχνον καὶ ἀξιόνικον ὑπάρχοντα θεωρῶν τοὺς παρ’ ἐκείνου ἀποφερομέ-νους λόγους καθῄρει καὶ οὐδὲν ὤκνει. καὶ περὶ μὲν τῶν ἄλλων ἃ ἐμεμά-χητο ἐκείνῳ οὔτ’ ἴσως εἰπεῖν ἔχω εἴ τε καὶ εἶχον οὐδὲν ἔδει νῦν αὐτῶν μνη-σθῆναι· τὸ δὲ δόγμα τοῦτο αὐτοῦ πρώτου εὑρομένου καὐτὸ καὶ τὸ ὄνομα βλέ-πων εὐδοκιμοῦν ἐν ταῖς Ἀθήναις, τὴν καταληπτικὴν φαντασίαν, πάσῃ μη-χανῇ ἐχρῆτο ἐπ’ αὐτήν. ὁ δ’ ἐν τῷ ἀσθενεστέρῳ ὢν καὶ ἡσυχίαν ἄγων οὐ δυνάμενος ἀδικεῖσθαι, Ἀρκεσιλάου μὲν ἀφίετο, πολλὰ ἂν εἰπεῖν ἔχων, ἀλλ’ οὐκ ἤθελε, τάχα δὲ μᾶλλον ἄλλως, πρὸς δὲ τὸν οὐκέτι ἐν ζῶσιν ὄντα Πλάτωνα ἐσκιομάχει καὶ τὴν ἀπὸ ἁμάξης πομπείαν πᾶσαν κατεθορύβει, λέγων ὡς οὔτ’ ἂν τοῦ Πλάτωνος ἀμυναμένου ὑπερδικεῖν τε αὐτοῦ ἄλλῳ οὐδενὶ μέλον, εἴ τε μελή-σειεν Ἀρκεσιλάῳ, αὐτός γε κερδανεῖν ᾤετο ἀποτρεψάμενος ἀφ’ ἑαυτοῦ τὸν Ἀρκεσίλαον. τοῦτο δὲ ᾔδη καὶ Ἀγαθοκλέα τὸν Συρακόσιον ποιήσαντα τὸ σόφισμα ἐπὶ τοὺς Καρχηδονίους. οἱ Στωϊκοὶ δὲ ὑπήκουον ἐκπεπληγμένοι· ἁ μοῦσα γὰρ αὐτοῖς οὐδὲ τότε ἦν φιλόλογος οὐδ’ ἐργάτις χαρίτων, ὑφ’ ὧν ὁ Ἀρκεσίλαος τὰ μὲν περικρούων, τὰ δὲ ὑποτέμνων, ἄλλα δ’ ὑποσκελίζων κατεγλωττίζετο αὐτοὺς καὶ πιθανὸς ἦν. τοιγαροῦν πρὸς οὓς μὲν ἀντέλεγεν ἡττωμένων, ἐν οἷς δὲ λέγων ἦν καταπεπληγμένων, δεδειγμένον πως τοῖς τότε ἀνθρώποις ὑπῆρχε μηδὲν εἶναι μήτ’ οὖν ἔπος μήτε πάθος μήτε ἔργον ἓν βραχὺ μηδὲ ἄχρηστον τοὐναντίον ὀφθῆναί ποτ’ ἄν, εἴ τι μὴ Ἀρκεσιλάῳ δοκεῖ τῷ Πιταναίῳ· τῷ δ’ ἄρα οὐδὲν ἐδόκει οὐδ’ ἀπεφαίνετο οὐδὲν μᾶλλον ἢ ῥηματίσκια ταῦτ’ εἶναι καὶ φόβους.
PG 21:1207ζ. ΠΕΡΙ ΛΑΚΥΔΟΥ ΤΟΥ ΤΟΝ ΑΡΚΕΣΙΛΑΟΝ ΔΙΑΔΕΞΑ-ΜΕΝΟΥ Περὶ δὲ Λακύδου βούλομαί τι διηγήσασθαι ἡδύ. ἦν μὲν δὴ Λακύδης ὑπογλισχρότερος καί τινα τρόπον ὁ λεγόμενος οἰκονομικός, οὗτος ὁ εὐδοκιμῶν παρὰ τοῖς πολλοῖς, αὐτὸς μὲν ἀνοιγνὺς τὸ ταμεῖον, αὐτὸς δ’ ὑποκλείων. καὶ προῃρεῖτο δὲ ὧν ἐδεῖτο καὶ ἄλλα τοιαῦτα ἐποίει πάντα δι’ αὐτουργίας, οὔ τί που αὐτάρκειαν ἐπαινῶν οὐδ’ ἄλλως πενίᾳ χρώμενος οὐδ’ ἀπορίᾳ δούλων, ᾧ γε ὑπῆρχον δοῦλοι ὁπόσοι γοῦν· τὴν δὲ αἰτίαν ἔξεστιν εἰκάζειν. ἐγὼ δὲ ὃ ὑπεσχόμην τὸ ἡδὺ διηγήσομαι. ταμιεύων γὰρ αὐτὸς ἑαυτῷ τὴν μὲν κλεῖδα περιφέρειν ἐφ’ ἑαυτοῦ οὐκ ᾤετο δεῖν, ἀποκλείσας δὲ κατετίθει μὲν ταύτην εἴς τι κοῖλον γραμματεῖον· σημηνάμενος δὲ δακτυλίῳ τὸν μὲν δακτύλιον κατεκύλιε διὰ τοῦ κλείθρου ἔσω εἰς τὸν οἶκον μεθιείς, ὡς δὴ ὕστερον, ἐπειδὴ πά-λιν ἐλθὼν ἀνοίξειε τῇ κλειδί, δυνησόμενος ἀνελὼν τὸν δακτύλιον αὖθις μὲν ἀποκλείειν, εἶτα δὲ σημαίνεσθαι, εἶτα δ’ ἀναβάλλειν ὀπίσω πάλιν ἔσω τὸν δακτύλιον διὰ τοῦ κλείθρου. τοῦτο οὖν τὸ σοφὸν οἱ δοῦλοι κατανοήσαν-τες, ἐπειδὴ προί̈οι Λακύδης εἰς περίπατον ἢ ὅποι ἄλλοσε, καὶ αὐτοὶ ἀνοίξαντες ἂν κἄπειτα, ὥς σφιν ἦν θυμός, τὰ μὲν φαγόντες, τὰ δ’ ἐμπιόντες, ἄλλα δὲ ἀράμενοι ἐκ περιόδου ταῦτα ἐποίουν, ἀπέκλειον μέν, ἐσημαίνοντο δέ, τὸν δα-κτύλιον πολλά γε αὐτοῦ καταγελάσαντες εἰς τὸν οἶκον διὰ τοῦ κλείθρου ἠφίε-σαν. ὁ οὖν Λακύδης πλήρη μὲν καταλιπών, κενὰ δὲ εὑρισκόμενος τὰ σκεύη ἀπορῶν τῷ γιγνομένῳ, ἐπειδὴ ἤκουσε φιλοσοφεῖσθαι παρὰ τῷ Ἀρκεσι-λάῳ τὴν ἀκαταληψίαν, ᾤετο τοῦτο ἐκεῖνο αὑτῷ συμβαίνειν περὶ τὸ ταμεῖον. ἀρξάμενός τε ἔνθεν ἐφιλοσόφει παρὰ τῷ Ἀρκεσιλάῳ μηδὲν μήτε ὁρᾶν μήτε ἀκούειν ἐναργὲς ἢ ὑγιές· καί ποτε ἐπισπασάμενος τῶν προσομιλούντων αὐτῷ τινα εἰς τὴν οἰκίαν ἰσχυρίζετο πρὸς αὐτὸν ὑπερφυῶς, ὡς ἐδόκει, τὴν ἐποχὴν καὶ ἔφη· Τοῦτο μὲν ἀναμφίλεκτον ἐγώ σοι ἔχω φράσαι, αὐτὸς ἐπ’ ἐμαυτοῦ μαθών, οὐκ ἄλλου πειραθείς.3 κἄπειτα ἀρξάμενος περιηγεῖτο τὴν ὅλην τοῦ ταμείου συμβᾶσαν αὐτῷ πάθην. Τί οὖν ἄν,3 εἶπεν, ἔτι Ζήνων λέγοι πρὸς οὕτως ὁμολογουμένην διὰ πάντων φανεράν μοι ἐν τοῖς τοιοῖσδε ἀκαταληψίαν; ὃς γὰρ ἀπέκλεισα μὲν ταῖς ἐμαυτοῦ χερσίν, αὐτὸς δὲ ἐσημηνάμην, αὐτὸς δὲ ἀφῆκα μὲν εἴσω τὸν δακτύλιον, αὖθις δ’ ἐλθὼν ἀνοίξας τὸν μὲν δακτύλιον ὁρῶ ἔνδον, οὐ μέντοι καὶ τὰ ἄλλα, πῶς οὐ δικαίως ἀπιστούντως τοῖς πράγμασιν ἕξω; οὐ γάρ πω φήσω, εἰπεῖν, ἔγωγ’ ἐπελθόντα τινὰ κλέψαι ταῦτα ὑπάρχοντος ἔνδον τοῦ δακτυλίου.3 καὶ ὃς ἀκούων, ἦν γὰρ ὑβριστής, ἐκδεξάμενος τὸ πᾶν ὡς ἔσχεν ἀκοῦσαι, μόλις καὶ πρότερον ἑαυτοῦ κρατῶν, ἀπέρρηξε γέλωτα καὶ μάλα πλατὺν γελῶν τε ἔτι καὶ καγχάζων διήλεγχεν ἅμα αὐτοῦ τὴν κενο-δοξίαν. ὥστε ἔκτοτε Λακύδης ἀρξάμενος οὐκέτι μὲν τὸν δακτύλιον ἔσω ἐνέ-βαλλεν, οὐκέτι δὲ τοῦ ταμείου ἐχρῆτο ἀκαταληψίᾳ, ἀλλὰ κατελάμβανε τὰ ἀφειμένα καὶ μάτην ἐπεφιλοσοφήκει. οὐ μέντοι ἀλλὰ οἵ γε παῖδες φόρ-τακες ἦσαν καὶ οὐ θατέρᾳ ληπτοί, οἷοι δὲ οὗτοι οἱ κωμῳδικοί [τε καὶ] Γέται τε καὶ Δακοὶ κἀκ τῆς Δακικῆς λαλεῖν στωμυλήθρας κατεγλωττισμένοι, ἐπεί γε τοῖς Στωϊκοῖς τὰ σοφίσματα ἤκουσαν, εἴτε καὶ ἄλλως ἐκμαθόντες, εὐθὺς τοῦ τολμήματος ᾔεσαν καὶ παρελύοντο αὐτοῦ τὴν σφραγῖδα καὶ τοτὲ μὲν ἑτέραν ἀντ’ ἐκείνης ὑπετίθεσαν, τοτὲ δὲ οὐδὲ ἄλλην, διὰ τὸ οἴεσθαι ἐκείνῳ γε ἀκατάληπτα ἔσεσθαι καὶ οὕτω καὶ ἄλλως. ὁ δὲ εἰσελθὼν ἐσκοπεῖτο· ἀσήμαντον δὲ τὸ γραμματεῖον θεωρῶν ἢ σεσημασμένον μέν, σφραγῖδι δ’ ἄλλῃ, ἠγανάκτει· τῶν δὲ σεσημάνθαι λεγόντων, αὐτοῖς γοῦν τὴν σφραγῖδα ὁρᾶσθαι τὴν αὐτοῦ, ἠκριβολογεῖτο ἂν καὶ ἀπεδείκνυε· τῶν δ’ ἡττωμένων τῇ ἀποδείξει φαμένων, εἰ μή τι ἔπεστιν ἡ σφραγὶς αὐτὸν ἴσως ἐπιλελῆσθαι καὶ μὴ σημήνασθαι· καὶ μὴν αὐτός γε ἔφη σημηνάμενος μνημονεύειν καὶ ἀπεδείκνυε καὶ περιῄει τῷ λόγῳ καὶ ἐδεινολογεῖτο πρὸς αὐτούς, οἰόμενος παίζεσθαι, καὶ προσώμνυεν. οἱ δ’ ὑπολαβόντες τὰς προσβολὰς ἐκείνου αὐτοί γε ᾤοντο ὑπ’ αὐτοῦ παίζεσθαι, ἐπεὶ σοφῷ γε ὄντι δεδόχθαι τῷ Λακύδῃ εἶναι ἀδοξάστῳ ὥστε καὶ ἀμνημονεύτῳ· μνήμην γὰρ εἶναι δόξαν· ἔναγχος γοῦν τοῦ χρόνου ἔφασαν ἀκοῦσαι ταῦτα αὐτοῦ πρὸς τοὺς φίλους. τοῦ δ’ ἀναστρέφοντος αὐτοῖς τὰς ἐπιχειρήσεις καὶ λέγοντος οὐκ Ἀκαδημαϊκὰ αὐτοὶ φοιτῶντες εἰς Στωϊκῶν τινος τὰ λεκτέα ἑαυτοῖς ἀνεμάνθανον κἀκεῖθεν ἀρξάμενοι ἀντεσοφίστευον καὶ ἦσαν ἀντίτεχνοι κλέπται Ἀκαδημαϊκοί· ὁ δὲ Στωϊ-κῶς ἐνεκάλει· οἱ παῖδες δὲ τὰ ἐγκλήματα παρέλυον αὐτῷ ὑπὸ ἀκαταληψίας οὐκ ἄνευ τωθασμῶν τινων. διατριβαὶ οὖν ἦσαν πάντων ἐκεῖ καὶ λόγοι καὶ ἀντιλογίαι· καὶ ἓν οὐδὲν ἐν τῷ μέσῳ κατελείπετο, οὐκ ἀγγεῖον, οὐ τῶν ἐν ἀγγείῳ τιθεμένων, οὐχ ὅσα εἰς οἰκίας κατασκευὴν ἄλλ’ ἔστι συντελῆ. καὶ ὁ Λακύδης τέως μὲν ἠπόρει, μήτε λυσιτελοῦσαν ἑαυτῷ θεωρῶν τὴν τοῖς ἑαυτοῦ δόγμασι βοήθειαν εἴ τε μὴ ἐξελέγχοι πάντα ἀνατρέψεσθαι ἑαυτῷ δοκῶν, πεσὼν εἰς τἀμήχανον τοὺς γείτονας ἐκεκράγει καὶ τοὺς θεούς, καὶ ἰοὺ ἰοὺ καὶ φεῦ φεῦ καὶ νὴ τοὺς θεοὺς καὶ νὴ τὰς θεὰς ἄλλαι τε ὅσαι ἐν ἀπιστίαις δεινολογουμένων εἰσὶν ἄτεχνοι πίστεις, ταῦτα πάντα ἐλέγετο βοῇ ἅμα καὶ ἀξιοπιστίᾳ. τελευτῶν δέ, ἐπεὶ μάχην εἶχεν ἀντιλεγομένην ἐπὶ τῆς οἰκίας, αὐτὸς μὲν ἂν δήπουθεν ἐστωϊκεύετο πρὸς τοὺς παῖδας, τῶν παίδων δὲ τὰ Ἀκαδημαϊκὰ ἰσχυριζομένων, ἵνα μηκέτι πράγματα ἔχοι, οἰκουρὸς ἦν φίλος τοῦ ταμείου προσκαθήμενος. οὐδὲν δὲ εἰς οὐδὲν ὠφελῶν ὑπιδόμενος οἷ τὸ σοφὸν αὐτῷ ἔρχεται, ἀπεκαλύψατο· Ἄλλως,3 ἔφη, ταῦτα, ὦ παῖδες, ἐν ταῖς διατριβαῖς λέγεται ἡμῖν, ἄλλως δὲ ζῶμεν.3 Ταῦτα μὲν καὶ περὶ τοῦ Λακύδου. τούτου δὲ γίνονται ἀκουσταὶ πολλοί, ὧν εἷς ἦν διαφανὴς ὁ Κυρηναῖος Ἀρίστιππος. ἐκ πάντων δ’ αὐτοῦ τῶν γνω-ρίμων τὴν σχολὴν αὐτοῦ διεδέξατο Εὔανδρος καὶ οἱ μετὰ τοῦτον. μεθ’ οὓς Καρνεάδης ὑποδεξάμενος τὴν διατριβὴν τρίτην συνεστήσατο Ἀκαδημίαν. λόγων μὲν οὖν ἀγωγῇ ἐχρήσατο ᾗ καὶ ὁ Ἀρκεσίλαος· καὶ γὰρ αὐτὸς ἐπετήδευε τὴν εἰς ἑκάτερα ἐπιχείρησιν καὶ πάντα ἀνεσκεύαζε τὰ ὑπὸ τῶν ἄλλων λεγόμενα· μόνῳ δ’ ἐν τῷ περὶ τῆς ἐποχῆς λόγῳ πρὸς αὐτὸν διέστη, φὰς ἀδύνα-τον εἶναι ἄνθρωπον ὄντα περὶ ἁπάντων ἐπέχειν· διαφορὰν δὲ εἶναι ἀδήλου καὶ ἀκαταλήπτου καὶ πάντα μὲν εἶναι ἀκατάληπτα, οὐ πάντα δὲ ἄδηλα. μετεῖχε δὲ οὗτος καὶ τῶν Στωϊκῶν λόγων, πρὸς οὓς καὶ ἐριστικῶς ἱστάμενος ἐπὶ πλέον ηὐξήθη, τοῦ φαινομένου τοῖς πολλοῖς πιθανοῦ, ἀλλ’ οὐ τῆς ἀλη-θείας στοχαζόμενος· ὅθεν καὶ πολλὴν παρέσχε τοῖς Στωϊκοῖς ἀηδίαν. γράφει δ’ οὖν καὶ ὁ Νουμήνιος περὶ αὐτοῦ ταῦτα· η. ΠΕΡΙ ΚΑΡΝΕΑΔΟΥ ΤΟΥ ΤΗΝ ΤΡΙΤΗΝ ΑΚΑΔΗΜΙΑΝ ΥΠΟΣΤΗΣΑΜΕΝΟΥ Καρνεάδης δὲ ἐκδεξάμενος παρ’ Ἡγησίνου, χρεὼν φυλάξαι ὅσα ἀκί-νητα καὶ ὅσα κεκινημένα ἦν, τούτου μὲν ἠμέλει, εἰς δ’ Ἀρκεσίλαον, εἴτ’ οὖν ἀμείνω εἴτε καὶ φαυλότερα ἦν, ἐπανενεγκὼν διὰ μακροῦ τὴν μάχην ἀνενέαζε. Καὶ ἑξῆς ἐπιλέγει· Ἦγε δ’ οὖν καὶ οὗτος καὶ ἀπέφερεν ἀντιλογίας τε καὶ στροφὰς λεπτο-λόγους συνέφερε τῇ μάχῃ ποικίλλων ἐξαρνητικός τε καὶ καταφατικός τε ἦν κἀμ-φοτέρωθεν ἀντιλογικός· εἴ τε που ἔδει τι καὶ θαῦμα ἐχόντων λόγων, ἐξηγεί-
PG 21:1213ρετο λάβρος οἷον ποταμὸς ῥοώδης, σφοδρῶς ῥέων, πάντα καταπιμπλὰς τὰ τῇδε καὶ τἀκεῖθι, καὶ εἰσέπιπτε καὶ συνέσυρε τοὺς ἀκούοντας διὰ θορύβου. τοιγαροῦν ἀπάγων τοὺς ἄλλους αὐτὸς ἔμενεν ἀνεξαπάτητος, ὃ μὴ προσῆν τῷ Ἀρκεσιλάῳ. ἐκεῖνος μέν γε περιερχόμενος τῇ φαρμάξει τοὺς συγκορυβαντι-ῶντας ἔλαθεν ἑαυτὸν πρῶτον ἐξηπατηκὼς μὴ ᾐσθῆσθαι, πεπεῖσθαι δ’ ἀληθῆ εἶναι, ἃ λέγει, διὰ τῆς ἁπαξαπάντων ἀναιρέσεως χρημάτων. κακὸν δὲ ἦν ἂν κακῷ ἐπανακείμενον, ὁ Καρνεάδης τῷ Ἀρκεσιλάῳ, μὴ χαλάσας τι σμι-κρόν, ὑφ’ οὗ οὐκ ἄπρακτοι ἔμελλον ἔσεσθαι, κατὰ τὰς ἀπὸ τοῦ πιθανοῦ λεγο-μένας αὐτῷ θετικάς τε καὶ ἀρνητικὰς φαντασίας τοῦ εἶναι τόδε τι ζῷον ἢ μὴ ζῷον εἶναι. τοῦτο οὖν ὑπανείς, ὥσπερ οἱ ἀναχάζοντες θῆρες βιαιότερον καὶ μᾶλλον ἑαυτοὺς ἱεῖσιν εἰς τὰς αἰχμὰς καὐτὸς ἐνδοὺς δυνατώτερον ἐπῆλ-θεν· ἐπεί τε ὑποσταίη τε καὶ εὖ τύχοι, τηνικαῦτα ἤδη καὶ οὗ προὐδέδοκτο ἑκὼν ἠμέλει καὶ οὐκ ἐμέμνητο. τὸ γὰρ ἀληθές τε καὶ τὸ ψεῦδος ἐν τοῖς πράγμασιν ἐνεῖναι συγχωρῶν, ὥσπερ ξυνεργαζόμενος τῆς ζητήσεως τρόπῳ παλαιστοῦ δεινοῦ λαβὴν δοὺς περιεγίγνετο ἔνθεν. κατὰ γὰρ τὴν τοῦ πιθανοῦ ῥοπὴν ἑκάτερον παρασχὼν οὐδέτερον εἶπε βεβαίως καταλαμβάνεσθαι. ἦν γοῦν λῃστὴς καὶ γόης σοφώτερος. παραλαβὼν γὰρ ἀληθεῖ μὲν ὅμοιον ψεῦδος, καταληπτικῇ δὲ φαντασίᾳ καταληπτὸν ὅμοιον καὶ ἀγαγὼν εἰς τὰς ἴσας, οὐκ εἴασεν οὔτε τὸ ἀληθὲς εἶναι οὔτε τὸ ψεῦδος, ἢ οὐ μᾶλλον τὸ ἕτερον τοῦ ἑτέρου ἢ μᾶλλον ἀπὸ τοῦ πιθανοῦ. ἦν οὖν ὀνείρατα ἀντὶ ὀνειράτων, διὰ τὸ ὁμοίας φαντασίας ἀληθέσιν εἶναι τὰς ψευδεῖς, ὡς ἀπὸ ᾠοῦ κηρίνου πρὸς τὸ ἀληθινὸν ᾠόν. συνέβαινεν οὖν τὰ κακὰ καὶ πλείω. καὶ μέντοι λέγων ὁ Καρνεάδης ἐψυχαγώγει καὶ ἠνδραποδίσατο. ἦν δὲ κλέπτων μὲν ἀφανής, φαινόμενος δὲ λῃστής, αἱρῶν καὶ δόλῳ καὶ βίᾳ τοὺς καὶ πάνυ σφόδρα παρεσκευασμένους. πᾶσα γοῦν Καρνεάδου διάνοια ἐνίκα καὶ οὐδε-μία ἡτισοῦν ἄλλων, ἐπεὶ καὶ οἷς προσεπολέμει ἦσαν εἰπεῖν ἀδυνατώτεροι. Ἀντίπατρος γοῦν ὁ κατ’ αὐτὸν γενόμενος ἔμελλε μὲν καὶ ἀγωνιᾶν τι γράφειν, πρὸς δ’ οὖν τοὺς ἀπὸ Καρνεάδου καθ’ ἡμέραν ἀποφερομένους λόγους οὔποτε ἐδημοσίευσεν, οὐκ ἐν ταῖς διατριβαῖς, οὐκ ἐν τοῖς περιπάτοις οὐδὲ εἶπεν οὐδὲ ἐφθέγξατο οὐδ’ ἤκουσέ τις αὐτοῦ, φασίν, οὐδὲ γρῦ· ἀντι-γραφὰς δὲ ἐπανετείνετο καὶ γωνίαν λαβὼν βιβλία κατέλιπε γράψας τοῖς ὕστε-ρον, οὔτε νῦν δυνάμενα καὶ τότε ἦν ἀδυνατώτερα πρὸς οὕτως ἄνδρα ὑπέρμεγαν φανέντα καὶ καταδόξαντα εἶναι τοῖς τότε ἀνθρώποις τὸν Καρνεάδην. ὅμως δέ, καίτοι καὐτὸς ὑπὸ τῆς Στωϊκῆς φιλονεικίας εἰς τὸ φανερὸν κυκῶν, πρός γε τοὺς ἑαυτοῦ ἑταίρους δι’ ἀπορρήτων ὡμολόγει τε καὶ ἠλή-θευε καὶ ἀπεφαίνετο ἃ κἂν ἄλλος τῶν ἐπιτυχόντων. Εἶτα ἑξῆς φησι· Καρνεάδου δὲ γίνεται γνώριμος Μέντωρ μὲν πρῶτον, οὐ μὴν διάδοχος· ἀλλ’ ἔτι ζῶν Καρνεάδης ἐπὶ παλλακῇ μοιχὸν εὑρών, οὐχ ὑπὸ πιθανῆς φαντα-σίας οὐδ’ ὡς μὴ κατειληφώς, ὡς δὲ μάλιστα πιστεύων τῇ ὄψει καὶ καταλαβὼν παρῃτήσατο τῆς διατριβῆς. ὁ δὲ ἀποστὰς ἀντεσοφίστευε καὶ ἀντίτεχνος ἦν, ἐλέγχων αὐτοῦ τὴν ἐν τοῖς λόγοις ἀκαταληψίαν. Καὶ πάλιν ἐπιφέρει λέγων· Ὁ δὲ Καρνεάδης, οἷον ἀντεστραμμένα φιλοσοφῶν, τοῖς ψεύμασιν ἐκαλ-λωπίζετο καὶ ὑπ’ αὐτοῖς τὰ ἀληθῆ ἠφάνιζε. παραπετάσμασιν οὖν ἐχρῆτο τοῖς ψεύμασι καὶ ἠλήθευεν ἔνδον λανθάνων καπηλικώτερον. ἔπασχεν οὖν πά-θημα ὀσπρίων, ὧν τὰ μὲν κενὰ ἐπιπολάζει τε τῷ ὕδατι καὶ ὑπερέχει, τὰ χρη-στὰ δὲ αὐτῶν ἐστι κάτω καὶ ἐν ἀφανεῖ. Ταῦτα καὶ περὶ Καρνεάδου λέγεται. διάδοχος δ’ αὐτοῦ τῆς διατριβῆς καθίσταται Κλειτόμαχος, μεθ’ ὃν Φίλων, οὗ πέρι ὁ Νουμήνιος μνημονεύει ταῦτα· θ. ΠΕΡΙ ΦΙΛ[Ι]ΩΝΟΣ Ὁ δὲ Φίλων ἄρα οὗτος ἄρτι μὲν ἐκδεξάμενος τὴν διατριβὴν ὑπὸ χαρ-μονῆς ἐξεπέπληκτο καὶ χάριν ἀποδιδοὺς ἐθεράπευε καὶ τὰ δεδογμένα τῷ Κλειτομάχῳ ηὖξε καὶ τοῖς Στωϊκοῖς ἐκορύσσετο νώροπι χαλκῷ. ὡς δὲ προϊόντος μὲν τοῦ χρόνου, ἐξιτήλου δ’ ὑπὸ συνηθείας οὔσης αὐτῶν τῆς ἐποχῆς, οὐδὲν μὲν κατὰ τὰ αὐτὰ ἑαυτῷ ἐνόει, ἡ δὲ τῶν παθημάτων αὐτὸν ἀνέστρεφεν ἐνάργειά τε καὶ ὁμολογία. πολλὴν δῆτ’ ἔχων ἤδη τὴν διαίσθησιν ὑπερεπεθύμει εὖ ἴσθ’ ὅτι τῶν ἐλεγξόντων τυχεῖν, ἵνα μὴ ἐδόκει μετὰ νῶτα βαλὼν αὐτὸς ἑκὼν φεύγειν. Φίλωνος δὲ γίνεται ἀκουστὴς Ἀντίοχος, ἑτέρας ἄρξας Ἀκαδημίας. Μνησάρχῳ γοῦν τῷ Στωϊκῷ σχολάσας ἐναντία Φίλωνι τῷ καθηγητῇ ἐφρόνησε μυρία τε ξένα προσῆψε τῇ Ἀκαδημίᾳ. Ταῦτα καὶ παραπλήσια τούτοις μυρία τῆς Πλάτωνος πέρι διαδοχῆς μνη-μονεύεται. ὥρα δ’ οὖν ἄνωθεν τὸν λόγον ἀναλαβόντας τῶν φυσικῶν φιλοσόφων τὰς ψευδοδοξίας ὁμοῦ καὶ ἀντιδοξίας ἐπισκέψασθαι, οἳ τὴν πολλὴν γῆν πλανηθέντες καὶ τὴν τοῦ ἀληθοῦς εὕρεσιν περὶ πλείστου πεποιημένοι ταῖς τε τῶν παλαιῶν ἁπάντων δόξαις καθωμιληκότες καὶ τἀκριβὲς τῆς παρὰ πᾶσι Φοίνιξί τε καὶ Αἰγυπτίοις αὐτοῖς τε Ἕλλησι πολὺ πρότερον θεολο-γίας ἐξηκριβωκότες, τίνα τῶν πόνων τὸν καρπὸν εὕραντο παρ’ αὐτῶν ἄξιον ἀκοῦσαι, ὡς ἂν μάθοιμεν εἴ τι θεοπρεπὲς εἰς αὐτοὺς παρὰ τῶν πρεσβυτέρων κατῆλθεν. ἐκράτει μὲν γὰρ πρότερον ἐκ παλαιοῦ αἰῶνος παρὰ τοῖς ἔθνεσιν ἡ πολύθεος δεισιδαιμονία νεώς τε καὶ ἱερὰ καὶ μυστήρια θεῶν κατὰ πόλεις καὶ χώρας συνήθως παρὰ πᾶσιν ἐφυλάττοντο. οὐ δὴ οὖν οὐδὲ φιλοσο-φίας ἀνθρωπίνης ἦν χρεία, εἰ δὴ τὰ τῆς θεοσοφίας προειλήφει, οὐδ’ ἦν τις ἀνάγκη καινοτομεῖν τοὺς σοφούς, εἰ δὴ τὰ τῶν προγόνων αὐτοῖς εὖ ἔχοντα ἦν, ἀλλ’ οὐδὲ στασιάζειν καὶ διαφέρεσθαι τοὺς γενναίους φιλοσόφους, εἰ δὴ σύμφωνος καὶ ἀληθὴς ἡ πάτριος αὐτοῖς περὶ θεῶν δόξα τυγχάνειν δε-δοκίμαστο. τί δὲ ἔδει πολεμεῖν ἀλλήλοις καὶ μάχεσθαι ἢ τὴν μακρὰν ὁδὸν ἄνω καὶ κάτω περιτρέχειν πλανᾶσθαί τε καὶ τὰ βαρβάρων ὑποσυλᾶν, οἴκοι δέον μένοντας παρὰ θεῶν ἐκμανθάνειν, εἰ δή τινες ἦσαν θεοί, ἢ παρὰ τῶν θεολόγων ἀνδρῶν τοὺς ἀληθεῖς καὶ ἀδιαπτώτους περὶ τῶν ἐπιζητουμένων ἐν φιλοσοφίᾳ λόγους, περὶ ὧν μυρία ὅσα μοχθήσαντες διηνέχθησαν, μακρῷ τῆς τἀληθοῦς εὑρέσεως ἀφυστερήσαντες; τί δὲ καὶ περὶ θεῶν νεώτερα χρῆν ἐπιζητεῖν τολμᾶν ἢ στασιάζειν καὶ διαπυκτεύειν ἀλλήλοις, εἰ δὴ ἀσφα-λὴς καὶ βεβαία θεῶν εὕρεσις καὶ γνῶσις εὐσεβείας ἀληθὴς ἐν τελεταῖς καὶ μυστηρίοις τῇ τε ἄλλῃ τῶν παλαιτάτων περιείχετο θεολογίᾳ, αὐτὴν ἐκείνην παρὸν ἀκίνητον καὶ ὁμολογουμένην συμφώνως περιέπειν; ἀλλὰ γὰρ εἰ φανεῖεν οὗτοι μηδὲν ἀληθὲς περὶ θεοῦ παρὰ τῶν προτέρων μεμαθηκότες, οἰκείαις δ’ ἐπινοίαις τῇ περὶ φύσεως ἐπιβεβληκότες ἐξετάσει καὶ στοχασμοῖς μᾶλλον ἢ καταλήψει κεχρημένοι, τί χρὴ λοιπὸν μὴ οὐχὶ συνομολογεῖν τὴν παλαιὰν τῶν ἐθνῶν θεολογίαν μηδὲν πλέον τῆς ἀποδοθείσης ἐν τοῖς πρὸ τούτου συγγράμμασιν ἱστορίας ἐπέχειν; ὅτι μὲν οὖν ἐξ ἀνθρωπίνων στοχασμῶν καὶ πολλῆς λογομαχίας καὶ πλάνης, ἀλλ’ οὐκ ἔκ τινος ἀκριβοῦς καταλήψεως ἡ παρὰ τοῖς Ἕλλησιν ὑπέστη φιλοσοφία, ἐκ τῆς πρὸς Ἀνεβὼ τὸν Αἰγύπτιον ἐπιστολῆς τοῦ Πορφυρίου μάθοις ἄν, αὐτὸ δὴ τοῦτο ἀκούσας ὁμολογοῦντος ἐν τούτοις·
PG 21:1219ι. ΟΤΙ ΣΤΟΧΑΣΜΟΙ ΚΑΙ ΛΟΓΟΜΑΧΙΑΙ ΚΑΙ ΠΟΛΛΗ ΠΛΑΝΗ ΤΥΓΧΑΝΕΙ ΠΑΡΑ ΤΟΙΣ ΕΛΛΗΝΩΝ ΦΙΛΟΣΟΦΟΙΣ Ἄρξομαι δὲ τῆς πρὸς σὲ φιλίας ἀπὸ θεῶν καὶ δαιμόνων ἀγαθῶν τῶν τε τούτοις συγγενῶν φιλοσοφημάτων, περὶ ὧν εἴρηται μὲν πλεῖστα καὶ παρὰ τοῖς Ἑλλήνων φιλοσόφοις, εἴρηται δὲ ἐκ στοχασμοῦ τὸ πλέον τὰς ἀρχὰς ἔχοντα τῆς πίστεως. Καὶ ὑποβὰς ἑξῆς ἐπιφέρει λέγων· Παρὰ μὲν γὰρ ἡμῖν λογομαχία τίς ἐστι πολλή, ἅτε ἐξ ἀνθρωπίνων λογισμῶν τοῦ ἀγαθοῦ εἰκαζομένου· οἷς δὲ μεμηχάνηται ἡ πρὸς τὸ κρεῖττον συνουσία, εἰ παρεῖται τὸ μέρος τοῦτο εἰς ἐξέτασιν, μάτην αὐτοῖς ἡ σοφία ἐξήσκηται. Ἀλλὰ καὶ ἐν οἷς ἀντέγραψε Βοήθῳ Περὶ ψυχῆς ὁ αὐτὸς ὧδε γρά-φων ὁμολογεῖ πρὸς λέξιν· ... ὡς τὰ μὲν τῶν ἐννοιῶν καὶ τὰ τῆς ἱστορίας ἀναμφιλέκτως συνίστησι τὴν ψυχὴν εἶναι ἀθάνατον· οἱ δὲ εἰς ἀπόδειξιν παρὰ τῶν φιλοσόφων κομι-σθέντες λόγοι δοκοῦσιν εἶναι εὐανάτρεπτοι διὰ τὴν ἐν πᾶσιν εὑρησιλογίαν τῶν ἐριστικῶν. τίς γὰρ λόγος τῶν ἐν φιλοσοφίᾳ οὐκ ἀμφισβητήσιμος τοῖς ἑτερο-δόξοις, ὅπου καὶ περὶ τῶν δοκούντων ἐναργῶν ἐπέχειν αὐτῶν τισιν ἐδόκει; Καὶ ἐν οἷς δὲ ἐπέγραψε Περὶ τῆς ἐκ λογίων φιλοσοφίας διαρρήδην ὁμολογεῖ τοὺς Ἕλληνας πεπλανῆσθαι, ἐπιμαρτυρόμενος τὸν ἑαυτοῦ θεόν, ὡς τοῦτο καὶ τοῦ Ἀπόλλωνος διὰ χρησμῶν ἐξειπόντος καὶ βαρβάροις μᾶλλον ἢ Ἕλλησι τὴν εὕρεσιν τῆς ἀληθείας ἐπιμαρτυρήσαντος καὶ δὴ καὶ Ἑβραίων μνημονεύσαντος ἐν τοῖς μαρτυρηθεῖσι. μετὰ γοῦν τὴν τοῦ χρησμοῦ παράθεσιν ἑξῆς τούτοις κέχρηται τοῖς ἐπιλόγοις· Ἀκήκοας πόσος πόνος, ἵν’ ὑπὲρ σώματός τις τὰ καθάρσια θύσῃ, οὐχ ὅτι τῆς ψυχῆς τὴν σωτηρίαν ἐξεύροι; χαλκόδετος γὰρ ἡ πρὸς θεοὺς ὁδὸς αἰπεινή τε καὶ τραχεῖα, ἧς πολλὰς ἀτραποὺς βάρβαροι μὲν ἐξεῦρον, Ἕλληνες δὲ ἐπλανήθησαν, οἱ δὲ κρατοῦντες ἤδη καὶ διέφθειραν· τὴν δὲ εὕρεσιν Αἰγυ-πτίοις ὁ θεὸς ἐμαρτύρησε Φοίνιξί τε καὶ Χαλδαίοις (Ἀσσύριοι γὰρ οὗτοι) Λυ-δοῖς τε καὶ Ἑβραίοις. Ταῦτα ὁ φιλόσοφος, μᾶλλον δὲ ὁ αὐτοῦ θεός. ἆρ’ οὖν ἄξιον μετὰ ταῦθ’ ἡμῖν ἐπιμέμψασθαι, ὅτι δὴ τοὺς πεπλανημένους Ἕλληνας καταλείψαντες τὰ Ἑβραίων εἱλόμεθα τῶν ἐπ’ ἀληθείας καταλήψει μεμαρτυρημένων; τί δὲ χρὴ παρὰ φιλοσόφων μαθήσεσθαι προσδοκᾶν; ἢ ποία ἐλπὶς τῆς ἐξ αὐτῶν ὠφελείας, εἰ δὴ τὰ λεγόμενα παρ’ αὐτοῖς ἐκ στοχασμῶν καὶ εἰκασμῶν τὸ πλέον τὰς ἀρχὰς ἔχοντα τῆς πίστεως τυγχάνει; λογομαχίας δὲ τίς ὁ καρ-πός, εἰ δὴ πάντες οἱ τῶν φιλοσόφων λόγοι εὐανάτρεπτοι καθεστήκασι διὰ τὴν ἐν πᾶσιν εὑρησιλογίαν; ταῦτα γὰρ οὐ παρ’ ἡμῶν ἀρτίως, ἀλλὰ παρ’ αὐτῶν εἰρημένα ἠκούετο. διόπερ εὖ μοι δοκοῦμεν καὶ μετὰ κρίσεως ἐξητασμένης, οὐχὶ δὲ ἀλόγως, ὡς ἂν τοιούτων καταπεφρονηκέναι, τὰ δὲ παρ’ Ἑβραίοις ἠγαπηκέναι, οὐχ ὅτι πρὸς τοῦ δαίμονος μεμαρτύρηται, ἀλλ’ ὅτι τῆς ἐνθέου ἀρετῆς τε καὶ δυνάμεως μέτοχα ὄντα ἀποδείκνυται. ἵνα δ’ οὖν καὶ αὐτοῖς ἔργοις τὰς τῶν θαυμαστῶν φιλοσόφων λογομαχίας μά-θοις τάς τε περὶ ἀρχῶν καὶ περὶ θεῶν καὶ τῆς τοῦ παντὸς συστάσεως διαφωνίας, μικρὸν μὲν ὕστερον ἐκθήσομαί σοι τὰς αὐτῶν φωνάς. πρῶτον δ’ ἐπειδὴ περιφέρουσιν ἄνω καὶ κάτω θρυλοῦντες τὰ μαθήματα, δεῖν ἐξ ἅπαντος φάσκοντες τοὺς μέλλοντας ἐν πείρᾳ τῆς τοῦ ἀληθοῦς καταλήψεως γίγνεσθαι μετελθεῖν ἀστρονομίαν, ἀριθμητικήν, γεωμετρίαν, μουσικήν, αὐτὰ δὴ τὰ παρὰ βαρβάρων εἰς αὐτοὺς ἥκειν ἀποδειχθέντα (τούτων γὰρ ἄνευ μὴ δύνασθαι λόγιον ἄνδρα καὶ φιλόσοφον ἀποτελεσθῆναι, ἀλλ’ οὐδὲ τῆς τῶν ὄντων ἀλη-θείας ψαῦσαι, μὴ τούτων ἐν ψυχῇ τῆς γνώσεως προτυπωθείσης), εἶτ’ ἐπανα-τεινάμενοι τῇ μαθήσει τῶν εἰρημένων ἐπ’ αὐτοῦ μονονουχὶ τοῦ αἰθέρος βαί-νειν μετέωροι ἀρθέντες οἴονται, ὡς δὴ τὸν θεὸν αὐτὸν ἐν τοῖς ἀριθμοῖς περι-φέροντες, ἡμᾶς τε, ὅτι μὴ τὰ ὅμοια ζηλοῦμεν, βοσκημάτων κατ’ οὐδὲν δια-φέρειν ἡγοῦνται, ταύτη δέ φασι μηδὲ θεὸν μηδέ τι τῶν σεμνῶν ἡμᾶς δύνα-σθαι εἰδέναι· φέρε τοῦτο πρῶτον οὐκ ὀρθῶς ἔχον ἀπευθύνωμεν, τὸν ἀληθῆ λόγον ἀντὶ φωτὸς αὐτοῖς παραβαλόντες. ὁ δὲ μυρίους μὲν Πανέλληνας, μυρία δὲ καὶ βαρβάρων γένη, τοὺς μὲν σὺν τοῖς εἰρημένοις μαθήμασιν οὔτε θεὸν οὔτε σώφρονα βίον οὔθ’ ὅλως τι τῶν βελτίστων καὶ συμφερόντων ἐπι-γνόντας ἀποδείξει, τοὺς δὲ τῶν μαθημάτων ἐκτὸς πάντων εὐσεβεστάτους καὶ φιλοσοφωτάτους γεγονέναι. ὁ γοῦν παρὰ πᾶσιν αὐτοῖς ᾀδόμενος Σω-κράτης ὅπως ποτὲ ἐδόξαζε περὶ τῶνδε, μάθοις ἂν Ξενοφῶντι πιστεύσας ἐν Ἀπομνημονεύμασιν ὧδέ πη ἱστοροῦντι· ια. ΠΕΡΙ ΓΕΩΜΕΤΡΙΑΣ ΚΑΙ ΑΣΤΡΟΝΟΜΙΑΣ ΚΑΙ ΛΟΓΙΣΜΩΝ Ἐδίδασκε δὲ καὶ μέχρι ὅτου δέοι ἔμπειρον εἶναι ἑκάστου πράγματος τὸν ὀρθῶς πεπαιδευμένον. αὐτίκα γεωμετρίαν μέχρι μὲν τούτου ἔφη δεῖν μανθάνειν, ἕως ἱκανός τις γένοιτο, εἴ ποτε δεήσειε, γῆν μέτρῳ ὀρθῶς ἢ παρα-λαβεῖν ἢ παραδοῦναι ἢ διανεῖμαι ἢ ἔργον ἀποδεῖξαι. οὕτω δὲ τοῦτο ῥᾴδιον εἶναι μαθεῖν, ὥστε τὸν προσέχοντα τὸν νοῦν τῇ μετρήσει ἅμα τήν τε γῆν ὁπόση ἐστὶν εἰδέναι καὶ ὡς μετρεῖται ἐπιστάμενον ἀνιέναι. τὸ δὲ μέχρι τῶν δυσξυνέτων διαγραμμάτων γεωμετρίαν μανθάνειν ἀπεδοκίμαζεν· ὅ τι μὲν γὰρ ὠφελοίη, ταῦτα οὐκ ἔφη ὁρᾶν· καίτοι οὐκ ἄπειρός γε αὐτῶν ἦν. ἔφη δὲ ἱκανὰ αὐτὰ εἶναι ἀνθρώπου βίον κατατρίβειν καὶ ἄλλων πολλῶν τε καὶ ὠφελίμων μαθημάτων ἀποκωλύειν. ἐκέλευε δὲ καὶ ἀστρονομίας ἐμπεί-ρους γίγνεσθαι, καὶ ταύτης μέντοι μέχρι τοῦ νυκτός τε ὥραν καὶ μηνὸς καὶ ἐνιαυτοῦ δύνασθαι γινώσκειν ἕνεκα τοῦ πορείας τε καὶ πλοῦ καὶ φυλακῆς καὶ ὅσα ἄλλα ἢ νυκτὸς ἢ μηνὸς ἢ ἐνιαυτοῦ πράττεται, πρὸς ταῦτ’ ἔχειν τεκμη-ρίοις χρῆσθαι, τὰς ὥρας τῶν εἰρημένων διαγινώσκοντα. καὶ ταῦτα δὲ ῥᾴδια μαθεῖν παρά τε νυκτοθηρῶν καὶ κυβερνητῶν καὶ ἄλλων πολλῶν, οἷς ἐπιμελὲς ταῦτα εἰδέναι. τὸ δὲ μέχρι τούτου ἀστρονομίαν μανθάνειν, μέχρι τοῦ καὶ τὰ μὴ ἐν τῇ αὐτῇ περιφορᾷ ὄντα καὶ τοὺς πλανήτας καὶ ἀσταθμήτους ἀστέρας γνῶναι καὶ τὰς ἀποστάσεις αὐτῶν ἀπὸ τῆς γῆς καὶ τὰς περιόδους καὶ τὰς αἰτίας αὐτῶν ζητοῦντα κατατρίβεσθαι, ἰσχυρῶς ἀπέτρεπεν. ὠφέλειαν μὲν γὰρ οὐδεμίαν οὐδ’ ἐν τούτοις ἔφη ὁρᾶν· καίτοι οὐδὲ τούτων γε ἀνήκοος ἦν. ἔφη δὲ καὶ ταῦτα ἱκανὰ εἶναι κατατρίβειν ἀνθρώπου βίον καὶ πολλῶν καὶ ὠφελί-μων ἀποκωλύειν. ὅλως δὲ τῶν οὐρανίων ᾗ ἕκαστα ὁ θεὸς μηχανᾶται φροντιστὴν γίγνεσθαι ἀπέτρεπεν· οὔτε γὰρ εὑρετὰ ἀνθρώποις αὐτὰ ἐνόμιζεν εἶναι οὔτε χαρίζεσθαι θεοῖς ἂν ἡγεῖτο τὸν ζητοῦντα, ἃ ἐκεῖνοι σαφηνίσαι οὐκ ἐβουλήθησαν. κινδυνεῦσαι δ’ ἂν ἔφη καὶ παραφρονῆσαι τὸν ταῦτα μεριμνῶντα οὐδὲν ἧττον ἢ Ἀναξαγόρας παρεφρόνησεν, ὁ μέγιστον φρονήσας ἐπὶ τῷ τὰς τῶν θεῶν μηχανὰς ἐξηγεῖσθαι. ἐκεῖνος γὰρ λέγων μὲν τὸ αὐτὸ εἶναι πῦρ τε καὶ ἥλιον ἠγνόει ὅτι τὸ μὲν πῦρ οἱ ἄνθρωποι ῥᾳδίως καθορῶσιν, εἰς δὲ τὸν ἥλιον οὐ δύνανται ἀντιβλέπειν· καὶ ὑπὸ μὲν τοῦ ἡλίου καταλαμπόμενοι τὰ χρώματα μελάντερα ἔχουσιν, ὑπὸ δὲ τοῦ πυρὸς οὔ. ἠγνόει δὲ καὶ ὅτι τῶν ἐκ τῆς γῆς φυομένων ἄνευ μὲν ἡλίου αὐγῆς οὐδὲν δύναται καλῶς αὔξεσθαι, ὑπὸ δὲ τοῦ πυρὸς θερμαινόμενα πάντα ἀπόλλυται· φάσκων δὲ τὸν ἥλιον λίθον διάπυρον εἶναι καὶ τοῦτο ἠγνόει, ὅτι λίθος μὲν ἐν πυρὶ ὢν οὔτε λάμπει οὔτε πολὺν χρό-νον ἀντέχει, ὁ δὲ ἥλιος πάντα τὸν χρόνον πάντων λαμπρότατος ὢν διαμένει.
PG 21:1225ἐκέλευε δὲ καὶ λογισμοὺς μανθάνειν, καὶ τούτων δὲ ὁμοίως τοῖς ἄλλοις ἐκέλευε φυλάττεσθαι τὴν μάταιον πραγματείαν· μέχρι δὲ τοῦ ὠφελίμου πάντα καὶ αὐτὸς συνεσκόπει καὶ συνδιεξῄει τοῖς συνοῦσι. Ταῦτα Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν. ἐν ἐπιστολῇ δὲ ὁ αὐτὸς τῇ πρὸς Αἰσχίνην περὶ Πλάτωνος καὶ τῶν αὐχούντων τὴν τοῦ παντὸς φυσιολογίαν τοιαῦτα γράφει· ιβ. ΠΕΡΙ ΤΩΝ ΦΥΣΙΟΛΟΓΕΙΝ ΑΥΧΟΥΝΤΩΝ Ὅτι μὲν γὰρ τὰ θεῖα ὑπὲρ ἡμᾶς παντὶ δῆλον· ἀπόχρη δὲ τῷ κρείττονι τῆς δυνάμεως αὐτοὺς σέβειν· οἷοι δέ εἰσιν οὔτε εὑρεῖν ῥᾴδιον οὔτε ζητεῖν θε-μιτόν. οὐδὲ γὰρ δεσποτῶν φύσιν ἢ πρᾶξιν δούλοις εἰδέναι πλέον ὑπηρεσίας προσήκει. καὶ τὸ μέγιστον, ὅσῳ χρὴ ἄγασθαι τἀνθρώπινα διαπονουμένω[ν], τοσῷδε τοῖς δόξης ἐκ πολλῶν ἀκαίρων καὶ κενῶν γλιχομένοις ἄχθος φέρει. πότε γάρ, ὦ Αἰσχίνη, Σωκράτους ἀκήκοέ τις οὐρανίων πέρι λέγοντος ἢ γραμ-μὰς εἰς ἐπανόρθωσιν παραινοῦντος μανθάνειν; μουσικὴν μὲν γὰρ ἴσμεν αὐτὸν μέχρις ὤτων συνιέντα· διετέλει δὲ ἑκάστοτε αὐτοῖς λέγων τί καλὸν καὶ τί ἀν-δρεία δικαιοσύνη τε καὶ ἄλλαι ἀρεταί. ἀνθρώπινα γοῦν αὐτὰ ἀγαθὰ ἐκάλει, τὰ δ’ ἄλλα ἢ ἀδύνατον ἀνθρώποις ἁλῶναι ἔφασκεν ἢ μύθων εἶναι συγγενῆ, μετ’ ὀφρύος σοφιστῶν παίγνια διεξιόντων. καὶ οὐκ ἔλεγε μὲν ταῦτα, οὐχὶ δὲ ἔπραττε. γράφειν δὲ τὰ πραχθέντα εἰδότι σοι, καίπερ οὐκ ἀηδὲς ἐσόμενον, χρόνον ἔχει ἀνέγραψά τε ἄλλοθι. παυσάσθωσαν οὖν ἐλεγχόμενοι ἢ πρὸς τὸ εἰκὸς ἴτωσαν, οἷς Σωκράτης οὐκ ἤρεσεν, ᾧ ζῶντι μὲν ὁ θεὸς σοφίαν ἐμαρτύ-ρησεν, οἱ δὲ κτείναντες τῆς μετανοίας ἀποκάθαρσιν οὐχ εὗρον. τὸ δὲ καλὸν ἄρα, Αἰγύπτου ἠράσθησαν καὶ τῆς Πυθαγόρα τερατώδους σοφίας, ὧν τὸ περιττὸν καὶ μὴ μόνιμον ἐπὶ Σωκράτει ἤλεγξεν ἔρως τυραννίδος καὶ ἀντὶ διαίτης λιτῆς Σικελιῶτις γαστρὸς ἀμέτρου τράπεζα. Ταῦτα Ξενοφῶν τὸν Πλάτωνα αἰνιττόμενος. ὁ δέ γε Πλάτων ἐν Πολι-τείᾳ περὶ γυμναστικῆς καὶ μουσικῆς τάδ’ ἱστορεῖ φάναι τὸν Σωκράτην· ιγ. ΠΕΡΙ ΓΥΜΝΑΣΤΙΚΗΣ ΚΑΙ ΜΟΥΣΙΚΗΣ Τί ἂν οὖν εἴη, ὦ Γλαύκων, μάθημα ψυχῆς ὁλκὸν ἀπὸ τοῦ γιγνομένου ἐπὶ τὸ ὄν; τό[δε] δ’ ἐννοῶ λέγων ἅμα· οὐκ ἀθλητὰς μέντοι πολέμου ἔφαμεν τούτους ἀναγκαῖον εἶναι νέους ὄντας; Ἔφαμεν γάρ. Δεῖ ἄρα καὶ τοῦτο προς-έχειν τὸ μάθημα ὃ ζητοῦμεν πρὸς ἐκείνῳ. Τὸ ποῖον; Μὴ ἄχρηστον πολεμι-κοῖς ἀνδράσιν εἶναι. Δεῖ μέντοι, εἴπερ οἷόν τε. Γυμναστικῇ πη καὶ μουσικῇ ἔν γε τῷ πρόσθεν ἐπαιδεύοντο ἡμῖν. Ἦν ταῦτα, ἔφη. Καὶ γυμναστικὴ μέν που περὶ γιγνόμενον καὶ ἀπολλύμενον τετεύτακε· σώματος γὰρ αὔξης καὶ φθίσεως ἐπιστατεῖ. Φαίνεται. Τοῦτο μὲν δὴ οὐκ ἂν εἴη ὃ ζητοῦμεν μά-θημα. Οὐ γάρ. Ἀλλ’ ἄρα μουσικὴ ὅσην τὸ πρότερον διήλθομεν; Ἀλλ’ ἦν ἐκείνη γ’, ἔφη, ἀντίστροφος τῆς γυμναστικῆς, εἰ μέμνησαι, ἔθεσι παιδεύουσα τοὺς φύλακας, κατά τε ἁρμονίαν εὐαρμοστίαν τινά, οὐκ ἐπιστήμην παρα-διδοῦσα καὶ κατὰ ῥυθμὸν εὐρυθμίαν, ἔν τε τοῖς λόγοις ἕτερα τούτων ἀδελφὰ ἔθη ἄττα ἔχουσα, καὶ ὅσοι μυθώδεις τῶν λόγων καὶ ὅσοι ἀληθινώτεροι ἦσαν· μάθημα δὲ πρὸς τοιοῦτόν τι ἄγον, οἷον σὺ ζητεῖς, οὐδὲν ἦν ἐν αὐτῇ. Ἀκριβέστατα, ἦν δ’ ἐγώ, ἀναμιμνήσκεις με· τῷ γὰρ ὄντι τοιοῦ-τον οὐδὲν εἶχεν. ἀλλ’, ὦ δαιμόνιε Γλαύκων, τί ἂν εἴη τοιοῦτον; αἵ τε γὰρ τέχναι βάναυσοί που ἅπασαι ἔδοξαν εἶναι. Πῶς δ’ οὔ; Εἶθ’ ἑξῆς προϊὼν ἐπιλέγει· Μή ποτ’ αὐτῶν τι ἀτελὲς ἐπιχειρῶσιν ἡμῖν μανθάνειν οὓς θρέψομεν καὶ οὐκ ἐξῆκον ἐκεῖσε ἀεὶ οἷ πάντας δεῖ αὖ ἥκειν, οἷον ἄρτι περὶ τῆς ἀστρονο-μίας ἐλέγομεν. ἢ οὐκ οἶσθ’ ὅτι καὶ περὶ ἁρμονίας ἕτερον τοιοῦτον ποιοῦσι; τὰς γὰρ ἀκουομένας αὖ συμφωνίας καὶ φθόγγους ἀλλήλοις ἀναμετροῦντες ἀνήνυτα ὥσπερ οἱ ἀστρονόμοι πονοῦσι. Νὴ τοὺς θεούς, ἔφη, καὶ γελοίως γε, πυκνώματ’ ἄττα ὀνομάζοντες καὶ παραβάλλοντες τὰ ὦτα, οἷον ἐκ γειτόνων φωνὴν θηρευόμενοι, οἱ μέν φασιν ἔτι κατακούειν ἐν μέσῳ τινὰ ἠχὴν καὶ σμι-κρότατον εἶναι τοῦτο διάστημα ᾧ μετρητέον, οἱ δ’ ἀμφισβητοῦντες ὡς ὅμοιον ἤδη φθεγγομένων, ἀμφότεροι ὦτα τοῦ νοῦ προστησάμενοι. Σὺ μέν, ἦν δ’ ἐγώ, τοὺς χρηστοὺς λέγεις τοὺς ταῖς χορδαῖς πράγματα παρέχοντας καὶ βασανίζοντας, ἐπὶ τῶν κολλόπων στρεβλοῦντας. ἵνα δὲ μὴ μακροτέρα ἡ εἰκὼν γίγνηται, πλήκτρῳ τε πληγῶν γιγνομένων καὶ κατηγορίας πέρι καὶ ἐξαρνήσεως καὶ ἀλαζονείας χορδῶν, παύομαι τῆς εἰκόνος καὶ οὔ φημι τούτους λέγειν, ἀλλ’ ἐκείνους οὓς ἔφαμεν νῦν δὴ περὶ ἁρμονίας εἰρῆσθαι. ταὐτὸν γὰρ ποιοῦσι τοῖς ἐν τῇ ἀστρονομίᾳ. τοὺς γὰρ ἐν ταύταις ταῖς συμφωνίαις ταῖς ἀκουομέναις ἀριθμοὺς ζητοῦσιν, ἀλλ’ οὐκ εἰς προβλήματα ἀνίασιν ἐπισκοπεῖν, τίνες ξύμφωνοι ἀριθμοὶ καὶ τίνες οὒ καὶ διὰ τί ἑκάτεροι. Ἀλλὰ γὰρ καὶ ταῦθ’ ἡμῖν πρὸ ὁδοῦ κείσθω ἀπολογουμένοις, ὅτι μὴ δίχα διανοίας ὀρθῆς καὶ τῆς τῶν τοιῶνδε ἀχρηστομαθείας ὠλιγωρήσαμεν. σκεψώμεθα δῆτα λοιπὸν ἤδη ἄνωθεν ἀρξάμενοι τὰς τῶν εἰρημένων φυσικῶν φιλοσόφων δογματικὰς πρὸς ἀλλήλους ἀντιδοξίας. γράφει δὴ ἀθρόως ἁπάν-των τῶν Πλατωνικῶν ὁμοῦ καὶ Πυθαγορείων τῶν τε ἔτι πρεσβυτέρων φυσι-κῶν φιλοσόφων ἐπικεκλημένων καὶ αὖ πάλιν τῶν νεωτέρων Περιπατητικῶν τε καὶ Στωϊκῶν καὶ Ἐπικουρείων τὰς δόξας συναγαγὼν ὁ Πλούταρχος ἐν οἷς ἐπέγραψε Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων, ἐξ ὧν παραθήσομαι ταῦτα· ιδ. ΔΟΞΑΙ ΦΙΛΟΣΟΦΩΝ ΠΕΡΙ ΑΡΧΩΝ Θαλῆς ὁ Μιλήσιος, εἷς τῶν ἑπτὰ σοφῶν, ἀρχὴν τῶν ὄντων ἀπεφήνατο εἶναι τὸ ὕδωρ. δοκεῖ δὲ ὁ ἀνὴρ οὗτος ἄρξαι τῆς φιλοσοφίας καὶ ἀπ’ αὐτοῦ ἡ Ἰω-νικὴ αἵρεσις προσηγορεύθη· ἐγένοντο γὰρ πλεῖσται διαδοχαί. φιλοσοφήσας δὲ ἐν Αἰγύπτῳ πρεσβύτερος ἦλθεν εἰς Μίλητον. ἐξ ὕδατος δέ φησι πάντα εἶναι καὶ εἰς ὕδωρ πάντα ἀναλύεσθαι. στοχάζεται δὲ ἐκ τούτου πρώτου ὅτι πάντων ζῴων ἡ γονὴ ἀρχή ἐστιν, ὑγρὰ οὐσία· οὕτως εἰκὸς καὶ τὰ πάντα ἐξ ὑγροῦ τὴν ἀρχὴν ἔχειν. δεύτερον· πάντα τὰ φυτὰ ὑγρῷ τρέφεταί τε καὶ καρ-ποφορεῖ, ἀμοιροῦντα δὲ ξηραίνεται. τρίτον δέ, ὅτι καὶ αὐτὸ τὸ πῦρ τὸ τοῦ ἡλίου καὶ τῶν ἄστρων ταῖς τῶν ὑδάτων ἀναθυμιάσεσι τρέφεται καὶ αὐτὸς ὁ κόσμος. διὰ τοῦτο καὶ Ὅμηρος ταύτην τὴν γνώμην ὑποτίθεται περὶ τοῦ ὕδατος· Ὠκεανόν, ὅσπερ γένεσις πάντεσσι τέτυκται. ταῦτα μὲν ὁ Θαλῆς. Ἀναξίμανδρος δὲ ὁ Μιλήσιός φησι τῶν ὄντων τὴν ἀρχὴν εἶναι τὸ ἄπει-ρον· ἐκ γὰρ τούτου πάντα γίνεσθαι καὶ εἰς τοῦτο πάντα φθείρεσθαι· διὸ καὶ γεννᾶσθαι ἀπείρους κόσμους καὶ πάλιν φθείρεσθαι [εἰς] τὸ ἐξ οὗ γίνεται. λέγει δ’ οὖν, διότι τὸ ἀπέραντόν ἐστιν, ἵνα μηδὲν ἐλλείπῃ καὶ ἡ γένεσις ἡ ὑφι-σταμένη. ἁμαρτάνει δὲ καὶ οὗτος μὴ λέγων τί ἐστι τὸ ἄπειρον, πότερον ἀήρ ἐστιν ἢ ὕδωρ ἢ γῆ ἢ ἄλλα τινὰ σώματα· ἁμαρτάνει οὖν τὴν μὲν ὕλην ἀποφαι-νόμενος, τὸ δὲ ποιοῦν αἴτιον ἀναιρῶν. τὸ γὰρ ἄπειρον οὐδὲν ἄλλο ἢ ὕλη ἐστίν· οὐ δύναται δὲ ἡ ὕλη εἶναι ἐνεργείᾳ, ἐὰν μὴ τὸ ποιοῦν ὑπόθηται. Ἀναξιμένης δὲ ὁ Μιλήσιος ἀρχὴν τῶν ὄντων τὸν ἀέρα ἀπεφήνατο· ἐκ γὰρ τούτου πάντα γίνεσθαι καὶ εἰς αὐτὸν πάλιν ἀναλύεσθαι. οἷον ἡ ψυχή, φησίν, ἡ ἡμετέρα ἀήρ ἐστι· συγκρατεῖ γὰρ ἡμᾶς· καὶ ὅλον δὲ τὸν κόσμον πνεῦμα καὶ ἀὴρ ἐμπεριέχει· λέγεται δὲ συνωνύμως ἀὴρ καὶ πνεῦμα. ἁμαρτάνει δὲ καὶ
PG 21:1231οὗτος ἐξ ἁπλοῦ καὶ μονοειδοῦς ἀέρος καὶ πνεύματος δοκῶν συνεστάναι τὰ ζῷα. ἀδύνατον γὰρ ἀρχὴν μίαν τὴν ὕλην τῶν ὄντων ὑποστῆναι· ἀλλὰ καὶ τὸ ποιοῦν αἴτιον χρὴ τιθέναι. οἷον ἄργυρος οὐ[κ ἀρκεῖ] πρὸς τὸ ἔκπωμα γίνεσθαι, ἐὰν μὴ τὸ ποιοῦν ᾖ, τοῦτ’ ἔστιν ὁ ἀργυροκόπος· ὁμοίως καὶ ἐπὶ τοῦ χαλκοῦ καὶ ξύλων καὶ τῆς ἄλλης ὕλης. Ἡράκλειτος καὶ Ἵππασος ὁ Μεταποντῖνος ἀρχὴν τῶν πάντων τὸ πῦρ. ἐκ τοῦ πυρὸς γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς πῦρ πάντα τελευτᾶν λέγουσι· τούτου δὲ κατασβεννυμένου κοσμοποιεῖσθαι τὰ πάντα. πρῶτον μὲν γὰρ τὸ παχυμερέστατον αὐτοῦ εἰς αὑτὸ στελλόμενον γῆ γίγνεται· ἔπειτα ἀναχαλω-μένην τὴν γῆν ὑπὸ τοῦ πυρὸς φύσει ὕδωρ ἀποτελεῖσθαι, ἀναθυμιώμενον δὲ ἀέρα γίνεσθαι. πάλιν δὲ τὸν κόσμον καὶ πάντα τὰ σώματα ὑπὸ πυρὸς ἀνα-λοῦσθαι ἐκπυρώσει. ἀρχὴ οὖν τὸ πῦρ, ὅτι ἐκ τούτου τὰ πάντα, τέλος δὲ καθ-ότι εἰς τοῦτο ἀναλύεται τὰ πάντα. Δημόκριτος, ᾧ μετὰ πλεῖστον Ἐπίκουρος ἠκολούθησεν, ἀρχὰς τῶν ὄντων σώματα ἄτομα, λόγῳ δὲ θεωρητά, ἀμέτοχα κενοῦ, ἀγένητα, ἀδιάφθαρτα οὐδὲ θραυσθῆναι δυνάμενα, οὔτε δι[ά]πλασι[ο]ν ἐκ τῶν μερῶν λαβεῖν οὔτε ἀλ-λοιωθῆναι, εἶναι δ’ αὐτὰ λόγῳ θεωρητά. ταῦτα μέντοι κινεῖσθαι ἐν τῷ κενῷ καὶ διὰ τοῦ κενοῦ· εἶναι δὲ καὶ αὐτὸ τὸ κενὸν ἄπειρον καὶ τὰ σώματα ἄπειρα. συμβεβηκέναι δὲ τοῖς σώμασι τρία ταῦτα, σχήματα, μέγεθος, βάρος· ἀλλ’ ὁ μὲν Δημόκριτος ἔλεγε μέγεθος καὶ σχῆμα, ὁ δὲ Ἐπίκουρος τούτοις καὶ τρίτον βάρος προσέθηκεν. ἀνάγκη γάρ, φησί, κινεῖσθαι τὰ σώματα τῇ τοῦ βάρους πληγῇ, ἐπεὶ οὐ κινηθήσεται. εἶναι δὲ τὰ σχήματα τῶν ἀτόμων περι-ληπτά, οὐκ ἄπειρα· μὴ γὰρ εἶναι μήτε ἀγκιστροειδεῖς μήτε τριηροειδεῖς μήτε κρικοειδεῖς· ταῦτα γὰρ τὰ σχήματά ἐστιν εὔθραυστα, αἱ δὲ ἄτομοι ἀπαθεῖς, ἄθραυστοι· ἴδια δὲ ἔχειν σχήματα λόγῳ θεωρητά. καὶ εἴρηται ἄτομος οὐχ ὅτι ἐστὶν ἐλαχίστη, ἀλλ’ ὅτι οὐ δύναται τμηθῆναι, ἀπαθὴς οὖσα καὶ ἀμέτοχος κενοῦ· ὥστε ἐὰν εἴπῃ ἄτομον, ἄθραυστον λέγει, ἀπαθῆ, ἀμέτοχον κενοῦ. ὅτι δὲ ἔστιν ἄτομος, σαφές· καὶ γὰρ ἔστι στοιχεῖα καὶ ζῷα [ἄ]κενα, καὶ ἡ μονάς. Ἐμπεδοκλῆς Μέτωνος, [πόλις τῆς Σικελίας] Ἀκραγαντῖνος, τέτταρα μὲν στοιχεῖα, πῦρ, ἀέρα, ὕδωρ, γῆν, δύο δὲ ἀρχὰς καὶ δυνάμεις, Φιλίαν τε καὶ Νεῖκος, ὧν ἡ μέν ἐστιν ἑνωτική, τὸ δὲ διαιρετικόν. φησὶ δὲ οὕτως· τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε· Ζεὺς ἀρ[γ]ὴς Ἥρη τε φερέσβιος ἠδ’ Ἀϊδωνεὺς Νῆστίς θ’, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον. Δία μὲν γὰρ λέγει τὴν ζέσιν καὶ τὸν αἰθέρα, Ἥραν δὲ φερέσβιον τὸν ἀέρα· τὴν γῆν τὸν Ἀϊδωνέα. Νῆστιν δὲ καὶ κρούνωμα βρότειον οἱονεὶ τὸ σπέρμα καὶ τὸ ὕδωρ. Τοσαύτη μὲν ἡ τῶν πρώτων φυσικῶν φιλοσόφων διαφωνία, τοιαύτη δὲ αὐτῶν καὶ ἡ περὶ ἀρχῶν δόξα, οὐ θεόν, οὐ ποιητήν, οὐ δημιουργὸν οὐδέ τι τῶν ὅλων αἴτιον οὐδὲ μὴν θεοὺς οὐδ’ ἀσωμάτους δυνάμεις, οὐ νοερὰς φύσεις, οὐ λογικὰς οὐσίας οὐδ’ ὅλως τι τῶν ἐκτὸς αἰσθήσεως ἐν ταῖς ἀρχαῖς ὑποθεμένων. μόνος δ’ οὖν πρῶτος Ἑλλήνων Ἀναξαγόρας μνημονεύεται ἐν τοῖς περὶ ἀρχῶν λόγοις Νοῦν τὸν πάντων αἴτιον ἀποφήνασθαι. φασὶ γοῦν ὡς ἄρα οὗτος μάλιστα παρὰ τοὺς πρὸ αὐτοῦ ἐθαύμασε φυσιολογίαν· μηλό-βοτόν γε τοι τὴν ἑαυτοῦ χώραν δι’ αὐτὴν εἴασε τόν τε περὶ ἀρχῶν λόγον πρῶτος Ἑλλήνων διήρθρωσεν. οὐ γὰρ μόνον περὶ τῆς πάντων οὐσίας ἀπεφή-νατο, ὡς οἱ πρὸ αὐτοῦ, ἀλλὰ καὶ περὶ τοῦ κινοῦντος αὐτὴν αἰτίου. Ἦν γὰρ ἐν ἀρχῇ (φησίν) ὁμοῦ τὰ πράγματα πεφυρμένα, Νοῦς δὲ εἰσελθὼν αὐτὰ ἐκ τῆς ἀταξίας εἰς τάξιν ἤγαγε. θαυμάσαι δ’ ἔστιν ὡς οὗτος πρῶτος παρ’ Ἕλλησι τοῦτον θεολογήσας τὸν τρόπον, δόξας Ἀθηναίοις ἄθεος εἶναι, ὅτι μὴ τὸν ἥλιον ἐθεολόγει, τὸν δὲ ἡλίου ποιητήν, μικροῦ δεῖν καταλευσθεὶς ἔθανε. λέγεται δὲ μηδὲ οὗτος σῶον φυλάξαι τὸ δόγμα. ἐπιστῆσαι μὲν γὰρ Νοῦν τοῖς πᾶσιν, οὐκέτι δὲ κατὰ νοῦν καὶ λογισμὸν τὴν περὶ τῶν ὄντων ἀποδοῦναι φυσιολογίαν. ἐπάκουσον δ’ οὖν οἷα ὁ Σωκράτης ἐν τῷ Πλάτωνος Περὶ ψυχῆς αἰτιᾶται τὸν ἄνδρα ἐν τούτοις· ιε. ΠΕΡΙ ΤΗΣ ΑΝΑΞΑΓΟΡΟΥ ΔΟΞΗΣ Ἀλλ’ ἀκούσας ποτὲ ἐκ βιβλίου τινός, ὡς ἔφη, Ἀναξαγόρου ἀναγινώ-σκοντος καὶ λέγοντος, ὡς ἄρα Νοῦς ἐστιν ὁ διακοσμῶν τε καὶ πάντων αἴτιος, ταύτῃ δὴ τῇ αἰτίᾳ ἥσθην τε καὶ ἔδοξέ μοι τρόπον τινὰ εὖ ἔχειν τὸν Νοῦν εἶναι πάντων αἴτιον, καὶ ἡγησάμην, εἰ τοῦτο οὕτως ἔχει, τόν γε Νοῦν κοσμοῦντα πάντα κοσμεῖν καὶ ἕκαστον τιθέντα ὅπη ἂν βέλτιστα ἔχῃ. εἰ οὖν τις βού-λοιτο τὴν αἰτίαν εὑρεῖν περὶ ἑκάστου, ὅπη ἢ γίγνεται ἢ ἀπόλλυται ἢ ἔστι, τοῦτο δεῖν περὶ αὐτοῦ εὑρεῖν, ὅπη βέλτιστον αὐτόν ἐστιν ἢ εἶναι ἢ ἄλλο ὁτιοῦν πάσχειν ἢ ποιεῖν. ἐκ δὴ τοῦ λόγου τούτου οὐδὲν ἄλλο σκοπεῖν προσήκειν ἀνθρώπῳ καὶ περὶ αὐτοῦ καὶ περὶ τῶν ἄλλων ἀλλ’ ἢ τὸ ἄριστον καὶ τὸ βέλτι-στον. ἀναγκαῖον δὴ εἶναι τὸν αὐτὸν τοῦτον καὶ τὸ χεῖρον εἰδέναι· τὴν αὐτὴν γὰρ εἶναι ἐπιστήμην περὶ αὐτῶν. ταῦτα δὴ λογιζόμενος ἄσμενος εὑρη-κέναι ᾤμην διδάσκαλον τῆς αἰτίας περὶ τῶν ὄντων κατὰ νοῦν ἐμαυτῷ, τὸν Ἀναξαγόραν, καί μοι φράσειν πρῶτον μὲν πότερον ἡ γῆ πλατεῖά ἐστιν ἢ στρογγύλη, ἐπειδὴ δὲ φράσειεν, ἐπεκδιηγήσεσθαι τὴν αἰτίαν καὶ τὴν ἀνάγκην, λέγοντα τὸ ἄμεινον καὶ ὅτι αὐτὴν ἄμεινον ἦν τοιαύτην εἶναι· καὶ εἰ ἐν μέσῳ φαίη εἶναι αὐτήν, ἐπεκδιηγήσεσθαι ὡς ἄμεινον ἦν αὐτὴν ἐν μέσῳ εἶναι· καὶ εἴ μοι ταῦτα ἀποφαίνοι, παρεσκευάσμην ὡς οὐκέτι ποθεσόμενος αἰτίας ἄλλο εἶδος. καὶ δὴ καὶ περὶ ἡλίου οὕτως παρεσκευάσμην ὡσαύτως πευσόμενος καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων τάχους τε πέρι πρὸς ἄλληλα καὶ τροπῶν καὶ τῶν ἄλλων παθημάτων, πῇ ποτε ταῦτ’ ἄμεινόν ἐστιν ἕκαστον καὶ ποιεῖν καὶ πάσχειν ἃ πάσχει. οὐ γὰρ ἄν ποτε αὐτὸν ᾤμην, φάσκοντά γε ὑπὸ Νοῦ κεκοσμῆσθαι, ἄλλην τινὰ αὐτοῖς αἰτίαν ἐπενεγκεῖν ἢ ὅτι βέλτιστον αὐτὰ οὕτως ἔχειν ἐστὶν ὥσπερ ἔχει. ἑκάστου οὖν ἀποδιδόντα τὴν αἰτίαν καὶ κοινῇ πᾶσι τὸ ἑκάστῳ βέλτιστον ᾤμην καὶ τὸ κοινὸν πᾶσιν ἐπιδιηγήσεσθαι ἀγαθόν. καὶ οὐδ’ ἂν ἀπεδόμην πολλοῦ τὰς ἐλπίδας, ἀλλὰ πάνυ σπουδῇ λαβὼν τὰς βίβλους ὡς τάχιστα οἷός τ’ ἦν ἀνεγίγνωσκον, ἵν’ ὡς τάχιστα εἰδείην τὸ βέλτιστον καὶ τὸ χεῖρον. ἀπὸ δὴ θαυμαστῆς, ὦ ἑταῖρε, ἐλπίδος ᾠχόμην φερόμενος, ἐπειδὴ προϊὼν καὶ ἀναγιγνώσκων ὁρῶ ἄνδρα τῷ μὲν Νῷ οὐδὲν χρώμενον οὐδέ τινας αἰτίας ἐπαιτιώμενον εἰς τὸ διακοσμεῖν τὰ πράγματα, ἀέρας δὲ καὶ αἰθέρας καὶ ὕδατα αἰτιώμενον καὶ ἄλλα πολλὰ καὶ ἄτοπα. καί μοι ἔδοξεν ὁμοιότατον πεπονθέναι, ὥσπερ ἂν εἴ τις λέγων, ὅτι Σωκράτης πάντα ὅσα πράττει νῷ πράττει, καὶ ἔπειτα ἐπιχειρήσας λέγειν τὰς αἰτίας ἑκάστων ὧν πράττω, λέγοι πρῶτον μὲν ὅτι ἐνθάδε διὰ ταῦτα νῦν κάθημαι, ὅτι σύγκειταί μου τὸ σῶμα ἐξ ὀστῶν καὶ νεύρων καὶ τὰ μὲν ὀστᾶ ἐστι στερεὰ καὶ διαφυὰς ἔχει χωρὶς ἀπ’ ἀλλήλων, τὰ δὲ νεῦρα οἷα ἐπιτείνεσθαι καὶ ἀνίεσθαι, περιαμπέχοντα τὰ ὀστᾶ μετὰ τῶν σαρκῶν τε καὶ δέρματος, ὃ συνέχει αὐτά· αἰωρουμένων οὖν τῶν ὀστῶν ἐν ταῖς αὑτῶν ξυμβολαῖς χαλῶντα καὶ ξυντείνοντα τὰ νεῦρα κάμπτεσθαί που ποιεῖ οἷόν τ’ εἶναι ἐμὲ νῦν τὰ μέλη, καὶ διὰ ταύτην τὴν αἰτίαν συγκαμφθεὶς ἐνθάδε κάθημαι· καὶ αὖ περὶ τοῦ διαλέγεσθαι ὑμῖν ἑτέρας
PG 21:1237τοίας αἰτίας λέγοι, φωνάς τε καὶ ἀέρας καὶ ἀκοὰς καὶ ἄλλα ἄττα μυρία τοι-αῦτα αἰτιώμενος, ἀμελήσας τὰς ὡς ἀληθῶς αἰτίας λέγειν, ὅτι ἐπειδὴ Ἀθη-ναίοις ἔδοξε βέλτιον εἶναι ἐμοῦ καταψηφίσασθαι, διὰ ταῦτα δὴ καὶ ἐμοὶ βέλ-τιον αὖ δέδοκται ἐνθάδε καθῆσθαι καὶ δικαιότερον παραμένοντα ὑπέχειν τὴν δίκην, ἣν κελεύουσιν· ἐπεὶ νὴ τὸν κύνα, ὡς ἐγᾦμαι, πάλαι ἂν ταῦτα τὰ νεῦρα καὶ τὰ ὀστᾶ ἢ περὶ Μέγαρα ἢ περὶ Βοιωτοὺς ἦν, ὑπὸ δόξης φερόμενα τοῦ βελτίστου, εἰ μὴ δικαιότερον ᾤμην καὶ κάλλιον εἶναι πρὸ τοῦ φεύγειν τε καὶ ἀποδιδράσκειν ὑπέχειν τῇ πόλει δίκην ἥντινα ταύτην. ἀλλ’ αἴτια μὲν τὰ τοιαῦτα καλεῖν λίαν ἄτοπον· εἰ δέ τις λέγοι ὅτι ἄνευ τοῦ τὰ τοιαῦτα ἔχειν καὶ ὀστᾶ καὶ νεῦρα καὶ ὅσα ἄλλα ἔχω, οὐκ ἂν οἷός τε ἦ ποιεῖν τὰ δόξαντά μοι, ἀληθῆ ἂν λέγοι· ὡς μέντοι διὰ ταῦτα ποιῶ, ἃ ποιῶ, καὶ ταῦτα νῷ πράττω, ἀλλ’ οὐ τῇ τοῦ βελτίστου αἱρέσει, πολλὴ ἂν καὶ μακρὰ ῥᾳθυμία εἴη τοῦ λόγου. Εἶτα ἐπιλέγει· Διὸ δὴ καὶ ὁ μέν τις δίνην περιθεὶς τῇ γῇ ὑπὸ τοῦ οὐρανοῦ μένειν δὴ ποιεῖ τὴν γῆν, ὁ δὲ ὥσπερ καρδόπῳ πλατείᾳ βάθρον τὸν ἀέρα ὑπερείδει· τὴν δὲ τοῦ ὡς οἷόν τε βέλτιστα αὐτὰ τεθῆναι δύναμιν οὕτω νῦν κεῖσθαι, ταύτην οὔτε ζητοῦσιν οὔτε τινὰ οἴονται δαιμονίαν ἰσχὺν ἔχειν, ἀλλὰ ἡγοῦνται τού-του ἄν ποτε Ἄτλαντα ἰσχυρότερον καὶ μᾶλλον ἅπαντα συνέχοντα ἐξευρεῖν, καὶ ὡς ἀληθῶς τὸ ἀγαθὸν καὶ δέον ξυνδεῖν καὶ συνέχειν οὐδὲν οἴονται. Τοσαῦτα ὁ Σωκράτης περὶ τῆς Ἀναξαγόρου δόξης. ἦν δὲ Ἀναξαγόρου μὲν διάδοχος τῆς τε διατριβῆς ὁμοῦ καὶ τῆς δόξης Ἀρχέλαος, Ἀρχελάου δὲ ἀκουστὴς γεγονέναι λέγεται Σωκράτης. πλὴν ἀλλὰ φυσικοὶ καὶ ἄλλοι Ξενοφά-νης καὶ Πυθαγόρας, συνακμάσαντες Ἀναξαγόρᾳ, περὶ ἀφθαρσίας θεοῦ καὶ ψυχῆς ἀθανασίας ἐφιλοσόφησαν· ἐκ τούτων τε καὶ μετὰ τούτους αἱ τῆς Ἑλλή-νων φιλοσοφίας ὑπέστησαν αἱρέσεις, τῶν μὲν τοῖσδε, τῶν δὲ ἑτέροις ἐξηκο-λουθηκότων, τινῶν δὲ καὶ ἰδίας δόξας ἐπινενοηκότων. πάλιν δ’ οὖν ὁ Πλούτ-αρχος τὰς περὶ θεῶν ὑπολήψεις τῶν αὐτῶν τοῦτον γράφει τὸν τρόπον· ι. ΔΟΞΑΙ ΦΙΛΟΣΟΦΩΝ ΠΕΡΙ ΘΕΩΝ Ἔνιοι τῶν φιλοσόφων, καθάπερ Διαγόρας ὁ Μιλήσιος καὶ Θεόδωρος ὁ Κυρηναϊκὸς καὶ Εὐήμερος ὁ Τεγεάτης, καθόλου φασὶ μὴ εἶναι θεούς· τὸν δὲ Εὐήμερον καὶ Καλλίμαχος ὁ Κυρηναϊκὸς αἰνίττεται ἐν τοῖς ἰάμβοις. καὶ Εὐριπίδης δὲ ὁ τραγῳδοποιὸς ἀποκαλύψασθαι μὲν οὐκ ἠθέλησε, δεδοικὼς τὸν Ἄρειον πάγον, ἐνέφηνε δὲ τοῦτο· τὸν γὰρ Σίσυφον εἰσήγαγε προ-στάτην ταύτης τῆς δόξης καὶ συνηγόρησεν αὐτοῦ τῇ γνώμῃ. Ἐπὶ τούτοις πάλιν τὸν Ἀναξαγόραν εἰσάγει, πρῶτον φάσκων αὐτὸν ὀρθῶς φρονῆσαι περὶ θεοῦ. λέγει δὲ οὕτως· Ὁ δὲ Ἀναξαγόρας φησὶν ὡς εἱστήκει κατ’ ἀρχὰς τὰ σώματα, Νοῦς δὲ αὐτὰ διεκόσμησε θεοῦ καὶ τὰς γενέσεις τῶν ὅλων ἐποίησεν. ὁ δὲ Πλάτων οὐχ ἑστηκότα ὑπέθετο τὰ πρῶτα σώματα, ἀτάκτως δὲ κινούμενα· διὸ ὁ θεός, φησίν, ἐπιστήσας, ὡς τάξις ἀταξίας ἐστὶ βελτίων, διεκόσμησεν αὐτά. Οἷς ἐπιλέγει· Ἁμαρτάνουσι δὲ ἀμφότεροι, ὅτι τὸν θεὸν ἐποίησαν ἐπιστρεφόμενον τῶν ἀνθρωπίνων καὶ τούτου χάριν τὸν κόσμον κατασκευάζοντα· τὸ γὰρ μακάριον καὶ ἄφθαρτον ζῷον, πεπληρωμένον πᾶσι τοῖς ἀγαθοῖς καὶ κακοῦ παντὸς ἄδεκτον, ὅλον ὂν περὶ τὴν συνοχὴν τῆς ἰδίας εὐδαιμονίας τε καὶ ἀφθαρσίας, ἀνεπιστρε-φές ἐστι τῶν ἀνθρωπίνων πραγμάτων. κακοδαίμων δ’ ἂν εἴη, ἐργάτου δίκην καὶ τέκτονος ἀχθοφορῶν καὶ μεριμνῶν εἰς τὴν τοῦ κόσμου κατασκευήν. καὶ πάλιν, ὁ θεὸς ὃν λέγουσιν, ἤτοι τὸν ἔμπροσθεν αἰῶνα οὐκ ἦν, ὅτε ἦν ἀκίνητα τὰ σώματα ἢ ὅτε ἀτάκτως ἐκινεῖτο, ἢ ἐκοιμᾶτο ἢ ἐγρηγόρει ἢ οὐδέ-τερον τούτων. καὶ οὐδὲ τὸ πρῶτον ἔστι δέξασθαι (πῶς γὰρ θεὸς αἰώνιος;)· οὔτε τὸ δεύτερον· εἰ γὰρ ἐκοιμᾶτο ἐξ αἰῶνος ὁ θεός, ἐτεθνήκει· αἰώνιος γὰρ ὕπνος θάνατός ἐστιν· ἀλλά γε ἄδεκτος ὕπνου ὁ θεός· τὸ γὰρ ἀθάνατον καὶ τοῦ θεοῦ ἐγγὺς ὕπνου κεχώρισται. εἰ δὲ ἦν ὁ θεὸς ἐγρηγορώς, ἤτοι ἐνέλει-πεν εἰς εὐδαιμονίαν ἢ πεπλήρωτο ἐν μακαριότητι. καὶ οὔτε κατὰ τὸ πρῶτόν ἐστι μακάριος ὁ θεός· τὸ γὰρ ἐλλεῖπον εἰς εὐδαιμονίαν οὐ μακάριον· οὔτε κατὰ τὸ δεύτερον· μηδὲν γὰρ ἐλλείπων κεναῖς ἔμελλεν ἐπιχειρεῖν πράξεσι. πῶς δέ, εἴπερ ὁ θεὸς [ἔστι] καὶ τῇ τούτου φροντίδι τὰ κατὰ ἄνθρωπον οἰκο-νομεῖται, τὸ μὲν κίβδηλον εὐτυχεῖ, τὸ δὲ ἀστεῖον τὸ ἐναντίον πάσχει; Ἀγα-μέμνων τε γάρ, ἀμφότερον, βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής, ὑπὸ μοιχοῦ καὶ μοιχαλίδος ἡττηθεὶς ἐδολοφονήθη· καὶ ὁ τούτου δὲ συγγενὴς Ἡρακλῆς, πολλὰ τῶν ἐπιλυμαινομένων τὸν ἀνθρώπινον βίον καθάρας, ὑπὸ Δηϊανείρας φαρμακωθεὶς ἐδολοφονήθη. Θαλῆς τὸν κόσμον εἶναι τὸν θεόν. Ἀναξίμανδρος τοὺς ἀστέρας οὐρανίους θεούς. Δημόκριτος θεὸν ἐν πυρὶ σφαιροειδῆ τὴν κόσμου ψυχήν. Πυθαγόρας τῶν ἀρχῶν τὴν μονάδα θεὸν καὶ τὸ ἀγαθόν, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις, αὐτὸς ὁ νοῦς· τὴν δ’ ἀόριστον δυάδα καὶ δαίμονα καὶ τὸ κακόν, περὶ ἥν ἐστι τὸ ὑλικὸν πλῆθος. Μετὰ δὲ τούτους οἱ νέοι τῷ χρόνῳ πῶς ἐδόξαζον ἄκουε· Σωκράτης καὶ Πλάτων ἓν τὸ μονοφυές, τὸ μοναδικόν, τὸ ὄντως ὂν ἀγα-θόν· πάντα δὲ ταῦτα τῶν ὀνομάτων εἰς τὸν νοῦν σπεύδειν· νοῦς οὖν ὁ θεὸς χωριστὸν εἶδος, τοῦτ’ ἔστι τὸ ἀμιγὲς πάσης ὕλης καὶ μηδενὶ παθητῷ συμ-πεπλεγμένον. Ἀριστοτέλης τὸν μὲν ἀνωτάτω θεὸν εἶδος χωριστόν, ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντός, ἥτις ἐστὶν αἰθέριον σῶμα, τὸ πέμπτον ὑπ’ αὐτοῦ καλού-μενον· διῃρημένου δὲ τούτου κατὰ σφαίρας τῇ μὲν φύσει συναφεῖς, τῷ λόγῳ δὲ κεχωρισμένας, ἑκάστην οἴεται τῶν σφαιρῶν ζῷον εἶναι σύνθετον ἐκ σώματος καὶ ψυχῆς, ὧν τὸ μὲν σῶμά ἐστιν αἰθέριον, κινούμενον κυκλοφορικῶς, ἡ ψυχὴ δὲ λόγος ἀεικίνητος, αἴτιος τῆς κινήσεως κατ’ ἐνέργειαν. Οἱ Στωϊκοὶ νοερὸν θεὸν ἀποφαίνονται, πῦρ τεχνικόν, ὁδῷ βαδίζον ἐπὶ γένεσιν κόσμου, περιειληφότος πάντας τοὺς σπερματικοὺς λόγους, καθ’ οὓς ἕκαστα καθ’ εἱμαρμένην γίνεται· καὶ πνεῦμα διῆκον δι’ ὅλου τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνον δι’ ὅλης τῆς ὕλης, δι’ ἧς κεχώρηκε. θεὸν δὲ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν, τὸν δ’ ἀνωτάτω πάντων νοῦν ἐν αἰθέρι. Ἐπίκουρος ἀνθρωποειδεῖς μὲν τοὺς θεούς, λόγῳ δὲ πάντας θεωρητοὺς διὰ λεπτομέρειαν τῆς τῶν εἰδώλων φύσεως. ὁ δ’ αὐτὸς ἄλλως τέτταρας φύσεις κατὰ γένος ἀφθάρτους τάσδε· τὰ ἄτομα, τὸ κενόν, τὸ ἄπειρον, τὰς ὁμοιότητας, αὗται δὲ λέγονται ὁμοιομέρειαι καὶ [τὰ] στοιχεῖα. Τοιαῦται μὲν δὴ τῶν φυσικῶν φιλοσόφων καὶ αἱ περὶ θεοῦ διαστάσεις τε καὶ δυσφημίαι, ὧν πρώτους ὁ λόγος συνίστησι τοὺς ἀμφὶ τὸν Πυθαγό-ραν τε καὶ Ἀναξαγόραν Πλάτωνά τε καὶ Σωκράτη νοῦν καὶ θεὸν ἐπιστῆσαι τῷ κόσμῳ. οὗτοι δὴ κομιδῇ παῖδες τοῖς χρόνοις ἀποδείκνυνται γενόμενοι, καθ’ οὓς χρόνους τὰ ὕστατα ἱστορεῖται τῆς Ἑβραίων ἀρχαιολογίας. οὐκ ἦν ἄρα παλαιοτάτη παρὰ πᾶσιν Ἕλλησι καὶ τοῖς πρόπαλαι τὴν πολύθεον δεισιδαιμονίαν παρά τε Φοίνιξι καὶ Αἰγυπτίοις εἰσηγησαμένοις ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις, ἣν πρῶτος Ἑλλήνων Ἀναξαγόρας καὶ οἱ ἀμφ’ αὐτὸν ἐξήνεγκαν. καὶ μὴν τὰ τῆς πολυθέου δεισιδαιμονίας πάντων ἐθνῶν ἐκράτει· ἀλλ’ ἦν, ὡς ἔοικεν, οὐ τὴν ἀληθῆ περιέχοντα θεολογίαν, ἀλλ’ ἣν Αἰγύπτιοι
PG 21:1243καὶ Φοίνικες πρῶτοι πάντων συστήσασθαι ἐμαρτυρήθησαν. αὕτη δὲ ἦν θεοὺς μὲν οὐδαμῶς οὐδέ τινας θείας δυνάμεις, ἄνδρας δὲ ἤδη πάλαι ἐν νεκροῖς κειμένους θεολογοῦσα, ὡς ὁ τῆς ἀληθείας πάλαι ἀπέδειξε λόγος. φέρ’ οὖν πάλιν ἀναλάβωμεν τὸν λόγον. ἐπειδὴ τῶν φυσικῶν φιλοσόφων οἱ μὲν πάντα κατέβαλλον ἐπὶ τὰς αἰσθήσεις, οἱ δ’ αὖ πάλιν τούτοις ἀνθεῖλκον, ὡς οἱ περὶ Ξενοφάνη τὸν Κολοφώνιον καὶ Παρμενίδην τὸν Ἐλεάτην, οἳ δὴ τὰς αἰσθή-σεις ἀνῄρουν, μηδὲν εἶναι φάσκοντες καταληπτὸν τῶν ἐν αἰσθήσει, διὸ μόνῳ δεῖν πιστεύειν τῷ λόγῳ, τὰ πρὸς αὐτοὺς ἀντειρημένα διασκεψώμεθα. ιζ. ΠΡΟΣ ΤΟΥΣ ΠΕΡΙ ΞΕΝΟΦΑΝΗΝ ΚΑΙ ΠΑΡΜΕΝΙΔΗΝ ΤΑΣ ΑΙΣΘΗΣΕΙΣ ΑΝΑΙΡΟΥΝΤΑΣ· ΑΠΟ ΤΟΥ ΟΓΔΟΟΥ ΤΩΝ ΠΕΡΙ ΦΙΛΟΣΟΦΙΑΣ ΑΡΙΣΤΟΚΛΕΟΥΣ Ἄλλοι δ’ ἐγένοντο τούτοις τὴν ἐναντίαν φωνὴν ἀφιέντες. οἴονται γὰρ δεῖν τὰς μὲν αἰσθήσεις καὶ τὰς φαντασίας καταβάλλειν, αὐτῷ δὲ μόνον τῷ λόγῳ πιστεύειν. τοιαῦτα γάρ τινα πρότερον μὲν Ξενοφάνης καὶ Παρμενίδης καὶ Ζήνων καὶ Μέλισσος ἔλεγον, ὕστερον δ’ οἱ περὶ Στίλπωνα καὶ τοὺς Μεγαρικούς. ὅθεν ἠξίουν οὗτοί γε τὸ ὂν ἓν εἶναι καὶ τὸ ἕτερον μὴ εἶναι, μηδὲ γεννᾶσθαί τι μηδὲ φθείρεσθαι μηδὲ κινεῖσθαι τὸ παράπαν. τὸν μὲν οὖν πλείω πρὸς τούτους λόγον εἰσόμεθα φιλοσοφοῦντες, νυνὶ μέντοι τοσοῦτο λεκτέον· εἴποιμεν γὰρ ἂν ὡς ὁ μὲν λόγος ἡμῶν εἴη τὸ θειότατον· οὐ μὴν ἀλλὰ δεῖ γε καὶ τῆς αἰσθήσεως, ὥσπερ γε δὴ καὶ σώματος. ὅτι δὲ καὶ ἡ αἴσθησις ἀληθεύειν πέφυκε δῆλον· οὐ γὰρ οἷόν τε τὸν αἰσθανόμενον μὴ οὐχὶ πάσχειν τι· πάσχων δὲ τὸ πάθος ἂν εἰδείη· γνῶσις οὖν τίς ἐστι καὶ ἡ αἴσθησις. ἀλλὰ μὴν εἰ τὸ αἰσθάνεσθαι πάσχειν τί ἐστιν, ἅπαν δὲ τὸ πάσχον ὑπό του πάσχει, πάντως ἕτερον ἂν εἴη τὸ ποιοῦν καὶ τὸ πάσχον. ὥστε πρῶτον μὲν εἴη ἂν τὸ λεγόμενον ἕτερον, οἷον τὸ χρῶμα καὶ ὁ ψόφος· ἔπειτα δὲ ἓν τὸ ὂν οὐκ ἔσται· καὶ μὴν οὐδὲ ἀκίνητον· ἡ γὰρ αἴσθησίς ἐστι κίνησις. ταύτη δὲ βούλεται πᾶς τις κατὰ φύσιν ἔχειν τὰς αἰσθήσεις, ἅτε δὴ πιστεύων, οἶμαι, ταῖς ὑγιαινούσαις μᾶλλον ἢ ταῖς νοσού-σαις. εἰκότως ἄρα καὶ δεινός τις ἔρως αὐτῶν ἡμῖν ἐντέτηκεν. οὐδείς γέ τοι μὴ μεμηνὼς ἕλοιτ’ ἄν ποτε μίαν αἴσθησιν ἀποβάλλειν, ὅπως αὐτῷ πάντα τὰ ἄλλα ἀγαθὰ γένοιτο. τοὺς δὴ διαβάλλοντας αὐτὰς ἐχρῆν, πεπεισμένους γε διότι μάτην ἔχοιεν αὐτάς, εἰπόντας ἅπερ ὁ Πάνδαρος λέγει παρὰ τῷ Ὁμή-ρῳ περὶ τῶν ἑαυτοῦ τόξων, αὐτίκ’ ἔπειτ’ ἀπ’ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς, εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην, χερσὶ διακλάσσας, ἀνεμώλια γάρ μοι ὀπηδεῖ, τὸ μετὰ τοῦτο διαλυμήνασθαι πάσας τὰς αἰσθήσεις ἑαυτῶν· οὕτω γὰρ ἄν τις ἐπίστευεν αὐτοῖς ἔργῳ διδάσκουσιν ὡς εἰς οὐδὲν αὐτῶν δέοιντο. νυνὶ δὲ τοῦτο καὶ τὸ ἀτοπώτατόν ἐστιν· ἀχρήστους γὰρ ἀποφαίνοντες αὐτὰς τῷ λόγῳ τοῖς ἔργοις τὰ μάλιστα χρώμενοι διατελοῦσιν αὐταῖς. ὅ γέ τοι Μέλισσος ἐθέλων ἐπιδεικνύναι, διότι τῶν φαινομένων καὶ ἐν ὄψει τούτων οὐδὲν εἴη τῷ ὄντι, διὰ τῶν φαινομένων ἀποδείκνυσιν αὐτῶν· φησὶ γοῦν· Εἰ γάρ ἐστι γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ καὶ σίδηρος καὶ χρυσὸς καὶ τὸ μὲν ζῶν, τὸ δὲ τεθνηκὸς καὶ μέλαν καὶ λευκὸν καὶ τὰ ἄλλα πάντα, ὅσα φασὶν εἶναι ἄνθρωποι ἀληθῶς, καὶ ἡμεῖς ὀρθῶς ὁρῶμεν καὶ ἀκούομεν, εἶναι ἐχρῆν καὶ τὸ ὂν τοιοῦτον, οἷον πρῶτον ἔδοξεν ἡμῖν εἶναι, καὶ μὴ μεταπίπτειν μηδὲ γίνεσθαι ἕτερον, ἀλλ’ εἶναι ὅμοιον, οἷόν πέρ ἐστιν, ἕκαστον. νῦν δέ φαμεν ὀρθῶς ὁρᾶν καὶ ἀκούειν καὶ συνιέναι· δοκεῖ δὲ ἡμῖν τὸ θερμὸν καὶ ψυχρὸν γίνεσθαι καὶ τὸ ψυχρὸν θερμὸν καὶ τὸ σκληρὸν μαλακὸν καὶ τὸ μαλακὸν σκληρόν.3 ταῦτα δὲ καὶ ἄλλα πολλὰ τοιαῦτα λέγοντος αὐτοῦ καὶ μάλα εἰκότως ἐπύθετό τις ἄν· Ἆρ’ οὖν ὅτι θερμόν ἐστι κἄπειτα τοῦτο γίνεται ψυχρόν, οὐκ αἰσθόμενος ἔγνως; ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων. ὅπερ γὰρ ἔφην, εὑρεθείη ἂν οὐδὲν ἀλλ’ ἢ τὰς αἰσθήσεις ἀναιρῶν καὶ ἐλέγχων διὰ τὸ μάλιστα πιστεύειν αὐταῖς. ἀλλὰ γὰρ οἱ μὲν τοιοῦτοι λόγοι σχεδὸν ἱκανὰς ἤδη δεδώκασιν εὐθύνας· ἐξίτηλοί γέ τοι γεγόνασιν, ὡς εἰ μηδὲ ἐλέχθησαν τὸ παράπαν. ἤδη μέντοι θαρροῦντες λέγομεν ὀρθῶς φιλοσοφεῖν τοὺς καὶ τὰς αἰσθήσεις καὶ τὸν λόγον ἐπὶ τὴν γνῶσιν τὴν τῶν πραγμάτων παραλαμβάνοντας. Τοιοίδε μὲν οὖν οἱ ἀμφὶ τὸν Ξενοφάνην, ὃς δὴ λέγεται συνακμάσαι τοῖς ἀμφὶ Πυθαγόραν καὶ Ἀναξαγόραν. Ξενοφάνους δὲ ἀκουστὴς γέγονε Παρμενίδης· τούτου Μέλισσος, οὗ Ζήνων, οὗ Λεύκιππος, οὗ Δημόκριτος, οὗ Πρωταγόρας καὶ Νεσσᾶς· τοῦ δὲ Νεσσᾶ Μητρόδωρος, οὗ Διογένης, οὗ Ἀνάξ-αρχος. Ἀναξάρχου δὲ γνώριμος γέγονε Πύρρων, ἀφ’ οὗ ἡ τῶν Σκεπτικῶν ἐπικληθέντων διατριβὴ συνέστη· οὓς καὶ αὐτοὺς μηδὲν εἶναι τὸ παράπαν μήτ’ ἐν αἰσθήσει μήτ’ ἐν λόγῳ καταληπτὸν ὁριζομένους, ἐπέχοντας δὲ ἐν πᾶσιν ὅπως ἀπήλεγχον οἱ ἀντιδοξάζοντες μαθεῖν πάρεστιν ἀπὸ τοῦ δηλωθέντος συγγράμματος ὧδέ πη πρὸς λέξιν ἔχοντος· ιη. ΠΡΟΣ ΤΟΥΣ ΚΑΤΑ ΠΥΡΡΩΝΑ ΣΚΕΠΤΙΚΟΥΣ ΗΤΟΙ ΕΦΕΚΤΙΚΟΥΣ ΕΠΙΚΛΗΘΕΝΤΑΣ ΜΗΔΕΝ ΚΑΤΑΛΗΠΤΟΝ ΕΙΝΑΙ ΑΠΟΦΗΝΑΜΕΝΟΥΣ Ἀναγκαίως δ’ ἔχει πρὸ παντὸς διασκέψασθαι περὶ τῆς ἡμῶν αὐτῶν γνώσεως· εἰ γὰρ αὖ μηδὲν πεφύκαμεν γνωρίζειν, οὐδὲν ἔτι δεῖ περὶ τῶν ἄλλων σκοπεῖν. ἐγένοντο μὲν οὖν καὶ τῶν πάλαι τινὲς οἱ ἀφέντες τήνδε τὴν φωνήν, οἷς ἀντείρηκεν Ἀριστοτέλης. ἴσχυσε μὲν τοιαῦτα λέγων καὶ Πύρρων ὁ Ἠλεῖος· ἀλλ’ αὐτὸς μὲν οὐδὲν ἐν γραφῇ καταλέλοιπεν, ὁ δέ γε μαθητὴς αὐτοῦ Τίμων φησὶ δεῖν τὸν μέλλοντα εὐδαιμονήσειν εἰς τρία ταῦτα βλέπειν· πρῶτον μέν, ὁποῖα πέφυκε τὰ πράγματα· δεύτερον δέ, τίνα χρὴ τρόπον ἡμᾶς πρὸς αὐτὰ διακεῖσθαι· τελευταῖον δέ, τί περιέσται τοῖς οὕτως ἔχουσι. τὰ μὲν οὖν πράγματά φησιν αὐτὸν ἀποφαίνειν ἐπ’ ἴσης ἀδιάφορα καὶ ἀστάθμητα καὶ ἀνεπίκριτα, διὰ τοῦτο μήτε τὰς αἰσθήσεις ἡμῶν μήτε τὰς δόξας ἀληθεύειν ἢ ψεύδεσθαι. διὰ τοῦτο οὖν μηδὲ πιστεύειν αὐταῖς δεῖν, ἀλλ’ ἀδοξάστους καὶ ἀκλινεῖς καὶ ἀκραδάντους εἶναι, περὶ ἑνὸς ἑκάστου λέγοντας ὅτι οὐ μᾶλλον ἔστιν ἢ οὐκ ἔστιν ἢ καὶ ἔστι καὶ οὐκ ἔστιν ἢ οὔτε ἔστιν οὔτε οὐκ ἔστιν. τοῖς μέντοι γε διακειμένοις οὕτω περιέσεσθαι Τίμων φησὶ πρῶτον μὲν ἀφασίαν, ἔπειτα δ’ ἀταραξίαν, Αἰνησίδημος δ’ ἡδονήν. Τὰ μὲν οὖν κεφάλαια τῶν λεγομένων ἐστὶ ταῦτα· σκεψώμεθα δ’ εἰ ὀρθῶς λέγουσιν. ἐπεὶ τοίνυν ἐπ’ ἴσης ἀδιάφορα πάντα φασὶν εἶναι καὶ διὰ τοῦτο κε-λεύουσι μηδενὶ προστίθεσθαι μηδὲ δοξάζειν, εἰκότως ἄν, οἶμαι, πύθοιτό τις αὐτῶν, ἆρά γε διαμαρτάνουσιν οἱ διαφέρειν αὐτὰ νομίζοντες ἢ οὔ; πάντως γάρ, εἰ μὲν ἁμαρτάνουσιν, οὐκ ὀρθῶς ὑπολαμβάνοιεν ἄν. ὥστε ἀνάγκη λέγειν αὐτοῖς εἶναί τινας τοὺς τὰ ψευδῆ περὶ τῶν ὄντων δοξάζοντας· αὐτοὶ τοίνυν εἶεν ἂν οἱ τἀληθῆ λέγοντες· οὕτω δὲ εἴη ἂν ἀληθές τι καὶ ψεῦδος. εἰ δ’ οὐχ ἁμαρτάνομεν οἱ πολλοὶ τὰ ὄντα διαφέρειν οἰόμενοι, τί μαθόντες ἐπιπλήττουσιν ἡμῖν; αὐτοὶ γὰρ ἁμαρτάνοιεν ἂν ἀξιοῦντες μὴ διαφέρειν αὐτά. καὶ μὴν εἰ καὶ δῴημεν αὐτοῖς ἐπ’ ἴσης ἀδιάφορα πάντα εἶναι, δῆλον ὡς οὐκ ἂν διαφέροιεν οὐδ’ αὐτοὶ τῶν πολλῶν. τίς οὖν εἴη αὐτῶν ἂν ἡ σοφία; καὶ διὰ τί Τίμων τοῖς μὲν
PG 21:1247ἄλλοις λοιδορεῖται πᾶσι, Πύρρωνα δ’ ὑμνεῖ μόνον; ἔτι γε μὴν εἰ ἐπ’ ἴσης ἐστὶν ἀδιάφορα πάντα καὶ διὰ τοῦτο χρὴ μηδὲν δοξάζειν, οὐκ ἂν οὐδὲ ταῦτα δια-φέροι· λέγω δὲ τὸ διαφέρειν ἢ μὴ διαφέρειν, καὶ τὸ δοξάζειν ἢ μὴ δοξάζειν. τί γὰρ μᾶλλον τοιαῦτα ἔστιν ἢ οὐκ ἔστιν; ἤ, ὥς φησι Τίμων, διὰ τί ναὶ καὶ διὰ τί οὒ καὶ αὐτὸ τὸ διὰ τί διὰ τί; φανερὸν οὖν ὡς ἀναιρεῖται τὸ ζητεῖν· ὥστε παυ-σάσθωσαν ἐνοχλοῦντες. ἐπεὶ νῦν γε μεμήνασι πόρρω τέχνης ἅμα μὲν ἡμῖν διακελευόμενοι μὴ δοξάζειν, ἅμα δὲ κελεύοντες αὐτὸ τοῦτο ποιεῖν καὶ λέγοντες, ὡς περὶ οὐδενὸς ἀποφαίνεσθαι δέοι, κἄπειτα ἀποφαινόμενοι· καὶ ἀξιοῦσι μὲν μηδενὶ συγκατατίθεσθαι, πείθεσθαι δ’ αὐτοῖς κελεύουσιν· εἶτα λέγοντες μηδὲν εἰδέναι πάντας ἐλέγχουσιν ὡς εὖ εἰδότες. ἀνάγκη δὲ τοὺς φάσκον-τας, ὡς ἄδηλα πάντα εἴη, δυοῖν θάτερον, ἢ σιωπᾶν ἢ ἀποφαίνεσθαί τι καὶ λέγειν. εἰ μὲν οὖν ἡσυχίαν ἄγοιεν, δῆλον ὅτι πρός γε τοὺς τοιούτους οὐδεὶς ἂν εἴη λόγος· εἰ δ’ ἀποφαίνοιντο, πάντη τε καὶ πάντως ἢ εἶναί τι φαῖεν ἂν ἢ μὴ εἶναι, καθάπερ ἀμέλει νυνί φασιν ὡς εἴη πάντα ἄγνωστα καὶ νομιστὰ πᾶσι, [γ]νως[τὸν] δ’ οὐθέν. τοῦτο τοίνυν ὁ ἀξιῶν ἤτοι δηλοῖ τὸ πρᾶγμα καὶ ἔνεστιν αὐτὸ συνεῖναι λεγόμενον, ἢ οὐκ ἔνεστιν. ἀλλ’ εἰ μὲν οὐ δηλοῖ, καθάπαξ οὐδεὶς οὐδ’ οὕτως πρὸς τὸν τοιοῦτον ἂν εἴη λόγος. εἰ δὲ σημαίνοι, πάντως ἢ ἄπειρα λέγοι ἂν ἢ πεπερασμένα· καὶ εἰ μὲν ἄπειρα, οὐδ’ οὕτως ἂν εἴη λόγος πρὸς αὐτόν, ἀπείρου γὰρ γνῶσις οὐκ ἔστι· πεπερασμένων δὲ ὄν-των τῶν δηλουμένων ἢ ἑνὸς ὁτουοῦν, ὁ τοῦτο λέγων ὁρίζει τι καὶ κρίνει. πῶς οὖν ἄγνωστα καὶ ἀνεπίκριτα πάντα εἴη ἄν; εἰ δὲ φαίη ταὐτὸ καὶ μὴ εἶναι, πρῶτον μὲν ἔσται ταὐτὸ καὶ ἀληθὲς καὶ ψεῦδος, ἔπειτα δ’ ἐρεῖ τι καὶ οὐκ ἐρεῖ καὶ λόγῳ χρώμενος ἀναιρήσει λόγον, ἔτι δὲ ὁμολογῶν ψεύδεσθαι πιστεύειν ἑαυτῷ φήσει δεῖν. ἄξιον δὲ ζητῆσαι πόθεν καὶ μαθόντες ἄδηλα πάντα φασὶν εἶναι. δεῖ γὰρ εἰδέναι πρότερον αὐτοὺς τί δή ποτ’ ἐστὶ τὸ δῆλον· οὕτω γοῦν ἂν ἔχοιεν λέγειν, ὡς οὐκ εἴη τὰ πράγματα τοιαῦτα. πρῶτον γὰρ εἰδέναι χρὴ τὴν κατάφασιν, εἶτα τὴν ἀπόφασιν. εἰ δὲ ἀγνοοῦσιν ὁποῖόν ἐστι τὸ δῆλον, οὐκ ἂν εἰδεῖεν οὐδὲ τί τὸ ἄδηλον. ὁπόταν γε μὴν Αἰνησίδημος ἐν τῇ Ὑπο-τυπώσει τοὺς ἐννέα διεξίῃ τρόπους (κατὰ τοσούτους γὰρ ἀποφαίνειν ἄδηλα τὰ πράγματα πεπείραται), πότερον αὐτὸν φῶμεν εἰδότα λέγειν αὐτοὺς ἢ ἀγνοοῦντα; φησὶ γὰρ ὅτι τὰ ζῷα διαφέρει καὶ ἡμεῖς αὐτοὶ καὶ αἱ πόλεις καὶ οἱ βίοι καὶ τὰ ἔθη καὶ οἱ νόμοι· καὶ τὰς αἰσθήσεις δέ φησιν ἡμῶν ἀσθενεῖς εἶναι καὶ πολλὰ τὰ ἔξωθεν λυμαινόμενα τὴν γνῶσιν, ἀποστήματα καὶ μεγέθη καὶ κινήσεις· ἔτι δὲ τὸ μὴ ὁμοίως διακεῖσθαι νέους καὶ πρεσβυτέρους καὶ ἐγρηγορότας καὶ κοιμωμένους καὶ ὑγιαίνοντας καὶ νοσοῦντας· οὐδενός τε ἡμᾶς ἁπλοῦ καὶ ἀκραιφνοῦς ἀντιλαμβάνεσθαι· πάντα γὰρ εἶναι συγκεχυ-μένα καὶ πρός τι λεγόμενα. ταῦτα δή, φημί, καὶ τὰ τοιαῦτα κομψολογοῦντα αὐτὸν ἡδέως ἄν τις ἤρετο, πότερον εὖ εἰδὼς λέγοι διότι τὰ πράγματα τοῦτον ἔχει τὸν τρόπον ἢ ἀγνοῶν· εἰ μὲν γὰρ οὐκ ᾔδει, πῶς ἂν ἡμεῖς αὐτῷ πιστεύοιμεν; εἰ δ’ ἐγίνωσκε, κομιδῇ τις ἦν ἠλίθιος ἅμα μὲν ἄδηλα πάντα ἀποφαινόμενος, ἅμα δὲ τοσαῦτα λέγων εἰδέναι. καὶ μὴν ὁπότε γε τὰ τοιαῦτα διεξίοιεν, οὐδὲν ἀλλ’ ἢ ἐπαγωγήν τινα λέγουσι, δεικνύντες ὁποῖ’ ἄττα εἴη τὰ φαινόμενα καὶ τὰ καθ’ ἕκαστα· τὸ δὲ τοιοῦτο καὶ ἔστι καὶ λέγεται πίστις. εἰ μὲν οὖν αὐτῇ συγκατατίθενται, δῆλον ὅτι δοξάζουσιν· εἰ δ’ οὐ πιστεύουσιν, οὐδ’ ἂν ἡμεῖς προσέχειν αὐτοῖς βουληθείημεν. ὅ γε μὴν Τίμων ἐν τῷ Πύθωνι διηγεῖται, μακρόν τινα κατατείνας λόγον, ὡς ἐντύχοι τῷ Πύρρωνι βαδίζοντι Πυθοῖδε παρὰ τὸ ἱερὸν τὸ τοῦ Ἀμφιαράου καὶ τίνα διαλεχθεῖεν ἀλλήλοις. ἆρ’ οὖν οὐκ εὐλόγως ἄν τις αὐτῷ ταῦτα συγγράφοντι παραστὰς εἴποι· Τί, ὦ πονηρέ, ἐνοχλεῖς σεαυτῷ ταῦτα συγγράφων καὶ ἃ μὴ οἶσθα διηγούμενος; τί γὰρ μᾶλλον ἐνέτυχες ἢ οὐκ ἐνέτυχες αὐτῷ καὶ διελέχθης ἢ οὐ διελέχθης; αὐτός τε ἐκεῖνος ὁ θαυμαστὸς Πύρρων ἆρά γε ᾔδει τὸ διὰ τί βαδίζοι Πύ-θια θεασόμενος; ἢ καθάπερ οἱ μεμηνότες ἐπλανᾶτο κατὰ τὴν ὁδόν, ἡνίκα δ’ ἤρξατο κατηγορεῖν τῶν ἀνθρώπων καὶ τῆς ἀγνοίας αὐτῶν, ἆρά γε φῶμεν αὐτὸν ἀληθῆ λέγειν ἢ μὴ καὶ τὸν Τίμωνα παθεῖν τι καὶ συγκαταθέσθαι τοῖς λόγοις ἢ μὴ προσέχειν; εἰ μὲν γὰρ οὐκ ἐπείσθη, πῶς ἀντὶ χορευτοῦ φιλό-σοφος ἐγένετο καὶ τὸν Πύρρωνα διετέλεσε θαυμάζων; εἰ δὲ συγκατέθετο τοῖς λεγομένοις, ἄτοπος ἂν εἴη τις αὐτὸς μὲν φιλοσοφῶν, ἡμᾶς δὲ κωλύων. ἁπλῶς δὲ θαυμάσαι τις ἄν, οἱ Τίμωνος Σίλλοι καὶ αἱ κατὰ πάντων ἀνθρώ-πων βλασφημίαι καὶ αἱ μακραὶ στοιχειώσεις Αἰνησιδήμου καὶ πᾶς ὁ τοιοῦτος ὄχλος τῶν λόγων τί δήποτε βούλετ’ αὐτοῖς. εἰ μὲν γὰρ οἰόμενοι κρείττους ἡμᾶς ἀπεργάσεσθαι ταῦτα γεγράφασι καὶ διὰ τοῦτο πάντας οἴονται δεῖν ἐλέγχειν, ὅπως παυσώμεθα φλυαροῦντες, βούλονται δηλονότι τὴν ἀλήθειαν ἡμᾶς εἰδέναι καὶ ὑπολαβεῖν, ὅτι τοιαῦτα εἴη τὰ πράγματα καθάπερ ἀξιοῖ Πύρρων. ὥστε εἰ πεισθείημεν αὐτοῖς, ἐκ χειρόνων βελτίους ἂν γενοίμεθα, κρίναντες τὰ συμφο-ρώτερα καὶ τοὺς ἄμεινον λέγοντας ἀποδεξάμενοι. πῶς οὖν ἐπ’ ἴσης ἀδιάφορα τὰ πράγματα καὶ ἀνεπίκριτα δύναιτ’ ἂν εἶναι; καὶ πῶς ἀσυγκατάθετοι καὶ ἀδόξαστοι γενοίμεθ’ ἄν; εἰ δ’ οὐδὲν ὄφελός ἐστι τῶν λόγων, τί ἡμῖν ἐνοχλοῦ-σιν; ἢ διὰ τί Τίμων φησίν· οὐκ ἂν δὴ Πύρρωνί γ’ ἐρίσσειεν βροτὸς ἄλλος; οὐ γὰρ μᾶλλον Πύρρωνα θαυμάσαι τις ἂν ἢ τὸν Κόροιβον ἐκεῖνον ἢ τὸν Μελη-τίδην, οἳ δὴ δοκοῦσι μωρίᾳ διενεγκεῖν. ἐνθυμεῖσθαι μέντοι χρὴ καὶ ταῦτα· ποῖος γὰρ ἂν γένοιτο πολίτης ἢ δικαστὴς ἢ σύμβουλος ἢ φίλος ἢ ἁπλῶς εἰπεῖν ἄνθρωπος ὅ γε τοιοῦτος; ἢ τί τῶν κακῶν οὐ τολμήσειεν ἂν ὁ μηδὲν ὡς ἀλη-θῶς οἰόμενος εἶναι κακὸν ἢ αἰσχρὸν ἢ δίκαιον ἢ ἄδικον; οὐδὲ γὰρ ἐκεῖνο φαίη τις ἄν, ὅτι τοὺς νόμους δεδοίκασι καὶ τὰς τιμωρίας οἱ τοιοῦτοι· πῶς γὰρ οἵ γε ἀπαθεῖς καὶ ἀτάραχοι, καθάπερ αὐτοί φασιν, ὄντες; ὅ γέ τοι Τίμων ταῦτα καὶ λέγει περὶ τοῦ Πύρρωνος· ἀλλ’ οἷον τὸν ἄτυφον ἐγὼ ἴδον ἠδ’ ἀδάμαστον πᾶσιν ὅσοις δαμνᾶσθε βροτῶν ἄφατοί τε φατοί τε, λαῶν ἔθνεα κοῦφα, βαρυνόμεν· ἔνθα καὶ ἔνθα ἐκ παθέων δόξης τε καὶ εἰκαίης νομοθήκης. ὁπόταν μέντοι φῶσι τὸ σοφὸν δὴ τοῦτο, διότι δέοι κατακολουθοῦντα τῇ φύσει ζῆν καὶ τοῖς ἔθεσι, μηδενὶ μέντοι συγκατατίθεσθαι, πάνυ τινές εἰσιν εὐήθεις. εἰ γὰρ μηδενὶ ἄλλῳ, τούτῳ γοῦν αὐτῷ δεῖ συγκαταθέσθαι καὶ ὑπο-λαβεῖν οὕτως ἔχειν αὐτό. τί δὲ μᾶλλον τῇ φύσει καὶ τοῖς ἔθεσι δεῖ κατακολου-θεῖν ἢ οὐ δεῖ, μὴ εἰδότας γε δὴ μηθὲν μηδ’ ἔχοντάς τι ὅτῳ κρινοῦμεν; ἐκεῖνο μὲν γὰρ καὶ παντάπασίν ἐστιν ἠλίθιον, ἐπειδὰν λέγωσιν, ὅτι καθάπερ τὰ καθαρ-τικὰ φάρμακα συνεκκρίνει μετὰ τῶν περιττωμάτων καὶ ἑαυτά, τὸν αὐτὸν τρό-πον καὶ ὁ πάντα ἀξιῶν εἶναι λόγος ἄδηλα μετὰ τῶν ἄλλων ἀναιρεῖ καὶ ἑαυτόν. εἰ γὰρ αὐτὸς αὑτὸν ἐλέγχοι, ληροῖεν ἂν οἱ χρώμενοι τούτῳ. βέλτιον οὖν ἡσυ-χίαν ἄγειν αὐτοὺς καὶ μηδὲ τὸ στόμα διαίρειν. ἀλλὰ μὴν οὐδ’ ὅμοιον ἔχει τι τὸ καθαρτικὸν φάρμακον καὶ ὁ τούτων λόγος. τὸ μὲν γὰρ φάρμακον ἐκ-κρίνεται κἀν τοῖς σώμασιν οὐχ ὑπομένει, τὸν μέντοι λόγον ἐν ταῖς ψυχαῖς ὑπάρ-
PG 21:1253χειν δεῖ τὸν αὐτὸν ὄντα καὶ πιστευόμενον αἰεί· μόνος γὰρ οὗτος εἴη ἂν ὁ ποιῶν ἀσυγκαταθέτους. ὅτι δ’ οὐχ οἷόν τε τὸν ἄνθρωπον ἀδόξαστον εἶναι, καὶ ὡδὶ καταμάθοι τις ἄν· ἀδύνατον γὰρ τὸν αἰσθανόμενον μὴ αἰσθάνεσθαι. τὸ δ’ αἰσθάνεσθαι γνωρίζειν τι ἦν. διότι δὲ καὶ πιστεύει τῇ αἰσθήσει, πᾶσι φανερόν· ἀκριβέστερον γὰρ θέλων ἰδεῖν ἀπέψησε τὼ ὀφθαλμὼ καὶ προσῆλθεν ἐγγύτερον καὶ ἐπηλυγάσατο. καὶ μὴν ἡδόμενοί γε καὶ πονοῦντες ἴσμεν· οὐ γὰρ οἷόν τε τὸν καιόμενον ἢ τεμνόμενον ἀγνοεῖν. τὰς δὲ δὴ μνήμας καὶ τὰς ἀναμνήσεις τίς οὐκ ἂν φαίη μεθ’ ὑπολήψεως γίγνεσθαι; περὶ μὲν γὰρ τῶν κοι-νῶν ἐννοιῶν, ὅτι τὸ τοιοῦτον ἄνθρωπός ἐστιν, ἔτι δὲ περὶ τῶν ἐπιστημῶν καὶ τεχνῶν, τί λέγοι τις ἄν; οὐδὲν γὰρ ἦν τούτων, εἰ μὴ πεφύκειμεν ὑπολαμβάνειν. ἀλλ’ ἔγωγε ἐῶ τἄλλα. τοῖς μέντοι λεγομένοις ὑπὸ τούτων ἐάν τε πιστεύωμεν ἐάν τε ἀπιστῶμεν, ἀναγκαίως ἔχει δοξάζειν πάντη τε καὶ πάντως. Ὅτι μὲν οὖν ἀμήχανόν ἐστι φιλοσοφεῖν τὸν τρόπον τοῦτον, φανερόν· ὅτι δὲ καὶ παρὰ φύσιν καὶ παρὰ τοὺς νόμους, ὡδὶ κατίδοιμεν ἄν· εἰ γὰρ αὖ τῷ ὄντι τὰ πράγματα τοιαῦτα εἴη, τί λοιπὸν ἀλλ’ ἢ καθάπερ ἐν ὕπνῳ ζῆν ἡμᾶς εἰκῇ καὶ ἐμπλήκτως; ὥστε φλυαροῖεν ἂν οἱ νομοθέται καὶ στρατηγοὶ καὶ οἱ παιδεύοντες. ἀλλ’ ἔμοιγε δοκοῦσιν οἱ μὲν ἄλλοι πάντες ἄνθρωποι ζῆν κατὰ φύσιν, μόνοι μέντοι τετυφῶσθαι, μᾶλλον δὲ μεμηνέναι μανίαν ἐρρωμένην οἱ ταῦτα ληροῦντες. οὐχ ἥκιστα μέντοι τοῦτο καταμάθοι τις ἂν κἀκεῖθεν· Ἀντίγονος γοῦν ὁ Καρύστιος κατὰ τοὺς αὐτοὺς γενόμενος χρόνους καὶ ἀνα-γράψας αὐτῶν τὸν βίον φησὶ τὸν Πύρρωνα διωκόμενον ὑπὸ κυνὸς ἀναφυγεῖν ἐπί τι δένδρον, σκωπτόμενον δ’ ὑπὸ τῶν παρόντων εἰπεῖν ὡς χαλεπὸν εἴη τὸν ἄνθρωπον ἐκδῦναι. Φιλίστας δὲ τῆς ἀδελφῆς αὐτοῦ θυούσης, ἔπειτα τῶν φίλων τινὸς ὑποσχομένου τὰ πρὸς τὴν θυσίαν καὶ μὴ παρασχομένου, τοῦ μέντοι Πύρρωνος πριαμένου καὶ ἀγανακτοῦντος, ἐπειδήπερ ὁ φίλος ἔλεγεν ὡς οὐ μὴν ποιήσαι σύμφωνα τοῖς λόγοις οὐδ’ ἄξια τῆς ἀπαθείας, εἰπεῖν αὐτὸν ἐν γοῦν γυναικὶ [τί] δεῖ τὴν ἀπόδειξιν αὐτῆς ποιεῖσθαι. καίτοι δικαίως ἂν εἶπεν ὁ φίλος ὅτι· Ὦ μάταιε, καὶ ἐν γυναικὶ καὶ κυνὶ καὶ πᾶσιν, εἰ δή τί σοι τῶν λόγων τούτων ἐστὶν ὄφελος. Ὀρθῶς δ’ ἔχει μαθεῖν καὶ τίνες οἱ ζηλώσαντες αὐτὸν ἐγένοντο καὶ τίνας ἐζήλωσεν αὐτός. ὁ μὲν οὖν Πύρρων Ἀναξάρχου τινὸς ἐγένετο μαθητής, ὃς τὸ μὲν πρῶτον ἦν ζωγράφος, οὐδ’ οὕτως εὐτυχής, ἔπειτα τοῖς Δημοκρίτου βιβλίοις ἐντυχὼν χρηστὸν μὲν οὐδὲν οὔτε εὗρεν οὔτε ἔγραψεν, κακῶς δὲ πάντας εἶπε καὶ θεοὺς καὶ ἀνθρώπους· αὐτὸς δ’ ὕστερον τοῦτον τὸν τῦφον περιβαλλόμενος καὶ καλῶν ἄτυφον ἑαυτὸν οὐδὲν ἐν γραφῇ κατέλιπεν. ἐγέ-νετο δὲ μαθητὴς αὐτοῦ Τίμων Φλιάσιος, ὃς τὸ μὲν πρῶτον ἐχόρευεν ἐν τοῖς θεάτροις, ἔπειτα δ’ ἐντυχὼν αὐτῷ συνέγραψεν ἀργαλέας παρῳδίας καὶ βω-μολόχους, ἐν αἷς βεβλασφήμηκε πάντας τοὺς πώποτε φιλοσοφήσαντας. οὗτος γὰρ ἦν ὁ τοὺς Σίλλους γράψας καὶ λέγων· σχέτλιοι ἄνθρωποι, κἀκ’ ἐλέγχεα, γαστέρες οἶον, τοίων ἔκ τ’ ἐρίδων ἔκ τε στοναχῶν πέπλασθε καὶ ἄνθρωποι κενεῆς οἰήσιος ἔμπλεοι ἀσκοί. μηδενὸς δ’ ἐπιστραφέντος αὐτῶν, ὡς εἰ μηδὲ ἐγένοντο τὸ παράπαν, ἐχθὲς καὶ πρώην ἐν Ἀλεξανδρείᾳ τῇ κατ’ Αἴγυπτον Αἰνησίδημός τις ἀναζωπυρεῖν ἤρξατο τὸν ὕθλον τοῦτον. καὶ σχεδὸν οἱ μὲν κράτιστοι δοκοῦντες εἶναι τῶν τὴν ὁδὸν βεβαδικότων ταύτην εἰσὶν οὗτοι. διότι μὲν οὖν τὴν τοιαύτην εἴτε αἵρεσιν εἴτε ἀγωγὴν λόγων εἴτε ὅπη καὶ ὅπως ἐθέλει τις καλεῖν αὐτὴν οὐδεὶς ἂν εὖ φρονῶν ὀρθὴν εἶναι φαίη, δῆλον. ἐγὼ μὲν γὰρ οὐδὲ φιλοσοφίαν οἴομαι δεῖν ὀνομάζειν αὐτήν, ἀναιροῦσάν γε δὴ τὰς τοῦ φιλοσοφεῖν ἀρχάς. Ταῦτα μὲν οὖν πρὸς τοὺς κατὰ Πύρρωνα φιλοσοφεῖν νομιζομένους. συγγενῆ δ’ αὐτοῖς εἴη ἂν καὶ τὰ ἀντιλεγόμενα πρὸς τοὺς κατ’ Ἀρίστιππον τὸν Κυρηναῖον, μόνα λέγοντας εἶναι τὰ πάθη καταληπτά. Σωκράτους δ’ ἑταῖρος ὁ Ἀρίστιππος ἦν, ὁ τὴν καλουμένην Κυρηναϊκὴν συστησάμενος αἵ-ρεσιν, ἀφ’ ἧς τὰς ἀφορμὰς Ἐπίκουρος πρὸς τὴν τοῦ τέλους ἔκθεσιν εἴλη-φεν. ἦν δ’ ὁ Ἀρίστιππος ὑγρὸς πάνυ τὸν βίον καὶ φιλήδονος· ἀλλ’ οὐδὲν μὲν οὗτος ἐν τῷ φανερῷ περὶ τέλους διελέξατο, δυνάμει δὲ τῆς εὐδαιμονίας τὴν ὑπόστασιν ἔλεγεν ἐν ἡδοναῖς κεῖσθαι. αἰεὶ γὰρ λόγους περὶ ἡδονῆς ποιού-μενος εἰς ὑποψίαν ἦγε τοὺς προσιόντας αὐτῷ τοῦ λέγειν τέλος εἶναι τὸ ἡδέως ζῆν. τούτου γέγονεν ἀκουστὴς σὺν ἄλλοις καὶ ἡ θυγάτηρ αὐτοῦ Ἀρήτη· ἥτις γεννήσασα παῖδα ὠνόμασεν Ἀρίστιππον, ὃς ὑπαχθεὶς ὑπ’ αὐτῆς εἰς λόγους φιλοσοφίας μητροδίδακτος ἐκλήθη· ὃς καὶ σαφῶς ὡρίσατο τέλος εἶναι τὸ ἡδέως ζῆν, ἡδονὴν ἐντάττων τὴν κατὰ κίνησιν. τρεῖς γὰρ ἔφη κα-ταστάσεις εἶναι περὶ τὴν ἡμετέραν σύγκρασιν· μίαν μὲν καθ’ ἣν ἀλγοῦμεν, ἐοικυῖαν τῷ κατὰ θάλασσαν χειμῶνι· ἑτέραν δὲ καθ’ ἣν ἡδόμεθα, τῷ λείῳ κύματι ἀφομοιουμένην, εἶναι γὰρ λείαν κίνησιν τὴν ἡδονήν, οὐρίῳ παρα-βαλλομένην ἀνέμῳ· τὴν δὲ τρίτην μέσην εἶναι κατάστασιν, καθ’ ἣν οὔτε ἀλ-γοῦμεν οὔτε ἡδόμεθα, γαλήνῃ παραπλησίαν οὖσαν. τούτων δὴ καὶ ἔφασκε τῶν παθῶν μόνων ἡμᾶς τὴν αἴσθησιν ἔχειν. πρὸς οὓς ἀντιλέλεκται ταῦτα· ιθ. ΠΡΟΣ ΤΟΥΣ ΚΑΤ’ ΑΡΙΣΤΙΠΠΟΝ ΦΙΛΟΣΟΦΟΥΣ ΜΟΝΑ ΛΕΓΟΝΤΑΣ ΤΑ ΠΑΘΗ ΕΙΝΑΙ ΚΑΤΑΛΗΠΤΑ ΤΑ ΔΕ ΛΟΙΠΑ ΑΚΑΤΑΛΗΠΤΑ Ἑξῆς δ’ ἂν εἶεν οἱ λέγοντες μόνα τὰ πάθη καταληπτά· τοῦτο δ’ εἶπον ἔνιοι τῶν ἐκ τῆς Κυρήνης. οὗτοι δ’ ἠξίουν, ὥσπερ ὑπὸ κάρου πιεζόμενοί τινος, οὐδὲν εἰδέναι τὸ παράπαν, εἰ μή τις παραστὰς αὐτοὺς παίοι καὶ κεντῴη· καιόμενοι γὰρ ἔλεγον ἢ τεμνόμενοι γνωρίζειν ὅτι πάσχοιέν τι· πότερον δὲ τὸ καῖον εἴη πῦρ ἢ τὸ τέμνον σίδηρος, οὐκ ἔχειν εἰπεῖν. τοὺς δὴ ταῦτα λέγοντας εὐθὺς ἔροιτό τις ἄν, εἰ δὴ τοῦτο γοῦν ἴσασιν αὐτοί, διότι πάσχουσί τι καὶ αἰσθάνονται. μὴ εἰδότες μὲν γὰρ οὐδ’ εἰπεῖν δυνηθεῖεν ἂν ὅτι μόνον ἴσασι τὸ πάθος· εἰ δ’ αὖ γνωρίζουσιν, οὐκ ἂν εἴη μόνα τὰ πάθη καταληπτά. τὸ γὰρ ἐγὼ καίομαι λόγος ἦν καὶ οὐ πάθος. ἀλλὰ μὴν ἀνάγκη γε τρία ταῦτα συνυφίστασθαι, τό τε πάθος αὐτὸ καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον. ὁ τοίνυν ἀντι-λαμβανόμενος τοῦ πάθους πάντως αἰσθάνοιτ’ ἂν καὶ τοῦ πάσχοντος. οὐ γὰρ δὴ διότι μέν, εἰ τύχοι, θερμαίνεται γνωριεῖ, πότερον δ’ αὐτὸς ἢ ὁ γείτων, ἀγνοήσει· καὶ νῦν ἢ πέρυσι καὶ Ἀθήνησιν ἢ ἐν Αἰγύπτῳ καὶ ζῶν ἢ τεθνεώς, ἔτι δὲ ἄνθρωπος ὢν ἢ λίθος. οὐκοῦν εἴσεται καὶ ὑφ’ ὅτου πάσχοι· καὶ γὰρ ἀλλήλους γνωρί-ζουσι καὶ ὁδοὺς καὶ πόλεις καὶ τὴν τροφήν· οἵ τ’ αὖ τεχνῖται τὰ ἐργαλεῖα τὰ αὑτῶν οἴδασι καὶ οἱ ἰατροὶ καὶ ναυτικοὶ σημειοῦνται τὰ μέλλοντα καὶ τῶν θηρίων οἱ κύνες εὑρίσκουσι τοὺς στίβους. ἔτι γε μὴν ὁ πάσχων τι πάσχων πάντως ἢ ὡς οἰκείου τινὸς ἢ ὡς ἀλλοτρίου πάθους ἀντιλαμβάνεται. πόθεν οὖν ἕξει λέγειν ὅτι τοῦτο μέν ἐστιν ἡδονή, τοῦτο δὲ πόνος, ἢ ὅτι γευόμενος ἢ ὁρῶν ἢ ἀκούων πά-σχοι τι, καὶ τῇ μὲν γλώσσῃ γευόμενος, τοῖς δ’ ὄμμασιν ὁρῶν, τοῖς δ’ ὠσὶν ἀκούων; ἢ πῶς ἴσασιν ὅτι τοδὶ μὲν αἱρεῖσθαι χρή, τοδὶ δὲ φεύγειν; εἰ δὲ μηδὲν τούτων κινοῖεν, οὐχ ἕξουσιν ὁρμὴν οὐδ’ ὄρεξιν· οὕτω δ’ οὐδ’ ἂν ζῷα εἶεν. γελοῖοι γάρ εἰσιν, ὁπότε λέγοιεν ὅτι ταῦτα μὲν αὐτοῖς συμβέβηκεν, οὐ μὴν ἴσασί γε
PG 21:1259πῶς καὶ τίνα τρόπον. οὕτω γὰρ οὐδ’ εἰ ἄνθρωποι πεφύκασιν οὐδ’ εἰ ζῶσιν, ἔχοιεν ἂν εἰπεῖν· οὐκοῦν οὐδ’ εἰ λέγουσί τι καὶ ἀποφαίνονται. πρὸς δὴ τοὺς τοιούτους τίς ἂν εἴη λόγος; θαυμάσαι μέντοι τις ἄν, εἰ ἀγνοοῦσι πότερον ἐπὶ τῆς γῆς εἰσιν ἢ ἐν τῷ οὐρανῷ· πολλῷ δὲ θαυμασιώτερον εἰ οὐκ οἴδασι, καὶ ταῦτα φάσκοντες φιλοσοφεῖν, ἆρά γε τὰ τέτταρα πλείονά ἐστιν ἢ τὰ τρία καὶ τὸ ἓν καὶ τὰ δύο πόσα ἐστίν. οὐδὲ γὰρ ὁπόσους ἔχουσιν ἐπὶ τῶν χειρῶν δακτύλους οὗτοί γε δύνανται εἰπεῖν οὐδὲ πότερον ἕκαστος αὐτῶν εἷς ἐστιν ἢ πλείους. ὥστε οὐδὲ τοὔνομα τὸ ἴδιον εἰδεῖεν ἂν οὐδὲ τὴν πατρίδα καὶ τὸν Ἀρίστιππον. οὐκοῦν οὐδὲ τίνας φιλοῦσιν ἢ μισοῦσιν οὐδὲ τίνων ἐπιθυμοῦσιν· οὐδ’, εἰ γελάσαιεν ἢ δακρύσαιεν, ἕξουσιν εἰπεῖν ὅτι τὸ μὲν εἴη γελοῖον, τὸ δὲ λυπηρόν. δῆλον οὖν ὡς οὐδὲ τί νυνὶ λέγομεν ἡμεῖς, συνιᾶσιν. οὐδὲν οὖν οἵ γε τοιοῦτοι διαφέροιεν ἂν ἐμπίδων ἢ μυιῶν· καίτοι κἀκεῖνα γνωρίζει τὰ κατὰ φύσιν καὶ παρὰ φύσιν. Πρὸς δὴ τοὺς οὕτω διακειμένους εἰ καὶ μυρία λέγειν ἔνεστιν, ἀλλ’ ἀρκεῖ γε καὶ ταῦτα. ἕπεται τούτοις συνεξετάσαι καὶ τοὺς τὴν ἐναντίαν βαδίσαντας καὶ πάντα χρῆναι πιστεύειν ταῖς τοῦ σώματος αἰσθήσεσιν ὁρισαμένους, ὧν εἶναι Μητρόδωρον τὸν Χῖον καὶ Πρωταγόραν τὸν Ἀβδηρίτην. τὸν μὲν οὖν Μητρόδωρον Δημοκρίτου ἔφασαν ἀκηκοέναι, ἀρχὰς δὲ ἀποφήνα-σθαι τὸ πλῆρες καὶ τὸ κενόν· ὧν τὸ μὲν ὄν, τὸ δὲ μὴ ὂν εἶναι. γράφων γέ τοι περὶ φύσεως εἰσβολῇ ἐχρήσατο τοιαύτῃ· Οὐδεὶς ἡμῶν οὐδὲν οἶδεν, οὐδ’ αὐτὸ τοῦτο, πότερον οἴδαμεν ἢ οὐκ οἴδαμεν. ἥτις εἰσβολὴ κακὰς ἔδωκεν ἀφορμὰς τῷ μετὰ ταῦτα γενομένῳ Πύρρωνι. προβὰς δέ φησιν ὅτι πάντα ἐστίν, ὃ ἄν τις νοήσῃ. τὸν δὲ Πρωταγόραν λόγος ἔχει κεκλῆσθαι ἄθεον. γράφων γέ τοι καὶ αὐτὸς περὶ θεῶν εἰσβολῇ τοιᾷδε ἐχρήσατο· Περὶ μὲν οὖν θεῶν οὐκ οἶδα οὔθ’ ὡς εἰσὶν οὔθ’ ὁποῖοί τινες ἰδέαν· πολλὰ γάρ ἐστι τὰ κωλύοντά με ἕκαστον τούτων εἰδέναι. τοῦτον Ἀθηναῖοι φυγῇ ζημιώ-σαντες τὰς βίβλους αὐτοῦ δημοσίᾳ ἐν μέσῃ τῇ ἀγορᾷ κατέκαυσαν. ἐπεὶ οὖν οἵδε μόναις δεῖν ἔφασαν ταῖς αἰσθήσεσι πιστεύειν, τὰς πρὸς αὐτοὺς ἀντιρρή-σεις θεασώμεθα· κ. ΠΡΟΣ ΤΟΥΣ ΠΕΡΙ ΜΗΤΡΟΔΩΡΟΝ ΚΑΙ ΠΡΩΤΑΓΟΡΑΝ ΜΟΝΑΙΣ ΔΕΙΝ ΠΙΣΤΕΥΕΙΝ ΤΑΙΣ ΑΙΣΘΗΣΕΣΙ ΛΕΓΟΝΤΑΣ Γεγόνασι δέ τινες οἱ ἀξιοῦντες τῇ αἰσθήσει καὶ ταῖς φαντασίαις μό-ναις δεῖν πιστεύειν. ἔνιοι μέντοι φασὶ καὶ τὸν Ὅμηρον αἰνίττεσθαι τὸ τοιοῦτο πάντων ἀποφαίνοντα τὸν Ὠκεανὸν ἀρχήν, ὡς ἐν ῥύσει τῶν πραγμάτων ὄν-των· ὧν δ’ ἴσμεν ἔοικε μὲν καὶ Μητρόδωρος ὁ Χῖος τὸ αὐτὸ τοῦτο λέγειν, οὐ μὴν ἀλλ’ ἄντικρύς γε Πρωταγόρας ὁ Ἀβδηρίτης εἶπεν. οὗτος γὰρ ἔφη μέτρον εἶναι πάντων χρημάτων τὸν ἄνθρωπον, τῶν μὲν ὄντων ὡς ἔστι, τῶν δ’ οὐκ ὄντων ὡς οὐκ ἔστιν·3 ὁποῖα γὰρ ἑκάστῳ φαίνεται τὰ πράγματα, τοιαῦτα καὶ εἶναι· περὶ δὲ τῶν ἄλλων μηδὲν ἡμᾶς δύνασθαι διισχυρίσασθαι. πρὸς δὲ τούτους εἴποι τις ἂν ἃ καὶ Πλάτων ἐν Θεαιτήτῳ· πρῶτον μέν, τί δήποτε, τοιούτων γε δὴ τῶν πραγμάτων ὄντων, ἠξίωσαν εἶναι μέτρον τῆς ἀληθείας τὸν ἄνθρωπον, ἀλλ’ οὐ σῦν ἢ κυνοκέφαλον; ἔπειτα δέ, πῶς ἔλεγον εἶναι σο-φοὺς ἑαυτούς, εἰ δὴ πᾶς τις αὐτὸς ἑαυτῷ μέτρον ἐστὶ τῆς ἀληθείας; ἢ πῶς ἐλέγχουσι τοὺς ἄλλους, εἴπερ ἑκάστῳ τὸ φαινόμενον ἀληθές ἐστιν, ἀγνοοῦμέν τέ τινα, καίτοι πολλάκις αἰσθανόμενοι, καθάπερ ἐπειδὰν τῶν βαρβάρων ἀκούω-μεν; ὅ γε μὴν θεασάμενος ὁτιοῦν, εἶτα μεμνημένος, οἶδε μέν, αἰσθάνεται δ’ οὐκέτι. καὶ εἰ θατέρῳ μὲν ὀφθαλμῷ μύσαι, θατέρῳ δ’ ὁρῴη, δῆλον ὅτι ταὐτὸ καὶ εἴσεται καὶ οὐκ εἴσεται. πρὸς δὲ τούτοις, εἰ τὸ φαινόμενον ἑκάστῳ καὶ ἀληθές ἐστιν, ἡμῖν δὲ οὐ φαίνεται τὰ ὑπ’ ἐκείνων λεγόμενα ἀληθῆ, καὶ τὸ μὴ εἶναι πάντων πραγμάτων μέτρον τὸν ἄνθρωπον ἀληθὲς ἂν εἴη. καὶ μὴν οἵ γε τεχνῖται τῶν ἀτέχνων διαφέρουσι καὶ οἱ ἔμπειροι τῶν ἀπείρων καὶ διὰ τοῦτο μᾶλλον προορᾷ τὸ μέλλον ἔσεσθαι κυβερνήτης καὶ ἰατρὸς καὶ στρα-τηγός· ἁπλῶς τε ἀναιροῦσιν οὗτοί γε τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ ἐξ ἀνάγκης καὶ τὸ ἐνδεχόμενον καὶ τὸ κατὰ φύσιν καὶ τὸ παρὰ φύσιν. οὕτω δ’ ἂν εἴη ταὐτὸ καὶ ὂν καὶ οὐκ ὄν· οὐδὲν γὰρ κωλύει ταὐτὸ τοῖς μὲν εἶναι φαί-νεσθαι, τοῖς δὲ μὴ εἶναι· καὶ ταὐτὸ ἂν εἴη ἄνθρωπος καὶ ξύλον· ἔσθ’ ὅτε γὰρ φαίνεται ταὐτὸ τῷδε μὲν ἄνθρωπος, τῷδε δὲ ξύλον· ἅπας τε λόγος ἀλη-θὴς ἂν εἴη, διὰ τοῦτο δὲ καὶ ψευδής· καὶ οἱ βουλευόμενοι καὶ δικάζοντες οὐκ ἂν ἔχοιεν οὐδὲν ποιεῖν. καὶ τὸ δεινότατον, ἔσονται γὰρ οἱ αὐτοὶ σπουδαῖοι καὶ μοχθηροὶ καὶ ταὐτὸ κακία καὶ ἀρετή. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτά τις ἂν ἔχοι λέγειν· ἀλλὰ γὰρ οὐδὲν δεῖ πλειόνων λόγων πρὸς τοὺς οὐκ οἰομένους ἔχειν νοῦν καὶ λόγον. Εἶθ’ ἑξῆς ἐπιλέγει· Ἐπεὶ δ’ ἔτι νῦν εἰσί τινες οἱ πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ λέγοντες εἶναι, μικρὰ καὶ περὶ τούτων εἴπωμεν. ἐοίκασι γὰρ οὗτοί γε δε-δοικέναι μήποτ’, ε[ἰ] ψευδεῖς εἴποιεν αἰσθήσεις εἶναί τινας, οὐκ ἂν σχοῖεν τὸ κρι-τήριον καὶ τὸν κανόνα βέβαιον οὐδ’ ἐχέγγυον· οὐχ ὁρῶσι δὲ ὡς οὐκ ἂν φθά-νοιεν οὕτω γε καὶ τὰς δόξας ἁπάσας ἀληθεῖς ἀποφαίνοντες· πολλὰ γὰρ δὴ καὶ ταύταις πεφύκαμεν κρίνειν· καὶ οὐδὲν ἧττον ἀξιοῦσιν αὐτῶν τὰς μὲν ἀλη-θεῖς εἶναι, τὰς δὲ ψευδεῖς. ἔπειτα δὲ σκοπῶν ἴδοι τις ἂν οὐδὲ τῶν ἄλλων κριτηρίων αἰεὶ καὶ διὰ παντὸς ἀψευδὲς οὐδέν, οἷον λέγω ζυγὸν ἢ τόρνον ἤ τι τῶν τοιούτων· ἀλλ’ ἕκαστον αὐτῶν ὡδὶ μὲν ἔχον ὑγιές ἐστιν, ὡδὶ δὲ μοχθη-ρόν, καὶ τουτονὶ μὲν χρώμενον τὸν τρόπον ἀληθεύει, τουτονὶ δὲ ψεύδεται. καὶ μὴν εἴ γε πᾶσα αἴσθησις ἀληθὴς ἦν, οὐκ ἔδει τοσοῦτο διαφέρειν αὐτάς. ἄλλαι γάρ εἰσιν ἐγγύθεν καὶ πόρρωθεν καὶ νοσούντων καὶ ἐρρωμένων καὶ τεχνιτῶν καὶ ἀτέχνων καὶ φρονίμων καὶ ἀφρόνων. τὰς δὲ δὴ τῶν μεμηνότων καὶ παντάπασιν ἄτοπον ἂν εἴη λέγειν ἀληθεῖς εἶναι καὶ τὰς τῶν παρορώντων καὶ παρακουόντων· εὔηθες γὰρ ἂν ἦν τὸ λεγόμενον, ὡς ὁ παρορῶν ἤτοι ὁρᾷ ἢ οὐχ ὁρᾷ· φαίη γὰρ ἄν τις ὅτι ὁρᾷ μέν, ἀλλ’ οὐκ ὀρθῶς. ὁπόταν μέντοι φῶσιν, ὡς ἡ μὲν αἴσθησις οὖσα ἄλογος οὐδὲν προστίθησιν οὐδ’ ἀφαιρεῖ, φαίνονται τἀμ-ποδὼν οὐχ ὁρῶντες· ἐπὶ γὰρ τοῦ ἐρετμοῦ τοῦ ἐν τῷ ὕδατι κἀπὶ τῶν γραφῶν καὶ μυρίων ἄλλων ἡ αἴσθησίς ἐστιν ἡ ἀπατῶσα. διὸ καὶ μεμφόμεθα πάντες ἐπὶ τῶν τοιούτων οὐ τὸν νοῦν ἡμῶν, ἀλλὰ τὴν φαντασίαν. ἐλέγχει γὰρ ὁ λό-γος αὐτὸς ἑαυτὸν ἀξιῶν ἅπασαν ἀληθῆ φαντασίαν εἶναι· τὴν γὰρ ἡμετέραν, δι’ ἣν οὐκ οἰόμεθα πᾶσαν εἶναι τοιαύτην, ψευδῆ πάντως ἀποφανεῖ. συμβαίνει τοίνυν αὐτοῖς ἅπασαν φαντασίαν ἀληθῆ καὶ ψευδῆ λέγειν εἶναι. καθόλου δὲ ἁμαρτάνουσιν ἀξιοῦντες ὁποῖα ἂν ἡμῖν φαίνηται τὰ πράγματα, τοιαῦτα καὶ εἶναι. τοὐναντίον γάρ, ὁποῖα πέφυκε, τοιαῦτα φαίνεται καὶ οὐχ ἡμεῖς αὐτὰ ποιοῦμεν οὕτως ἔχειν, ἀλλ’ ὑπ’ ἐκείνων αὐτοὶ διατιθέμεθά πως. ἐπεὶ καὶ γελοῖον εἴη ἄν, εἰ διανοηθείημεν ἡμεῖς ὥσπερ οἱ ζωγράφοι καὶ πλάσται σκύλακας ἢ χιμαίρας, ἀξιοῦν εὐθὺς εἶναι ταῦτα καὶ διὰ τοῦτο φαντάζεσθαι καθάπερ εὐτρεπῆ παρεστῶτα. Διότι μὲν οὖν οὐκ ὀρθῶς λέγουσιν οἱ φάσκοντες εἶναι πᾶσαν αἴσθη-
PG 21:1265σιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ, δῆλον ἐκ τούτων. ἀλλὰ γὰρ καὶ τούτων οὕτως ἐχόντων αὖθις οἱ περὶ τὸν Ἐπίκουρον ἐκ τῆς Ἀριστίππου διαγωγῆς ὁρμώ-μενοι πάντα ἡδονῆς ἐξῆπτον καὶ αἰσθήσεως, μόνα τὰ πάθη καταληπτὰ καὶ τέλος ἀγαθῶν τὴν ἡδονὴν εἶναι ὁριζόμενοι. λέγεται δὲ ὁ Ἐπίκουρος ὑπὸ μέν τινων μηδενὸς ἀκηκοέναι, ἐντυχεῖν δὲ τοῖς τῶν παλαιῶν συγγράμμασιν· ὑπό τινων δ’ ὅτι ἤκουσε Ξενοκράτους, ὕστερον δὲ καὶ Ναυσιφάνους τοῦ Πύρρωνος γενομένου γνωρίμου. τίνα δὴ οὖν τὰ καὶ πρὸς αὐτὸν ἀντειρημένα τυγχάνει, θεασώμεθα· κα. ΠΡΟΣ ΤΟΥΣ ΚΑΤ’ ΕΠΙΚΟΥΡΟΝ ΗΔΟΝΗΝ ΤΕΛΟΣ ΟΡΙΖΟΜΕΝΟΥΣ Ἐπειδή ἐστι γνῶσις διττή, ἡ μὲν τῶν ἔξω πραγμάτων, ἡ δὲ τῶν ἡμῖν αἱρετῶν καὶ φευκτῶν, ἔνιοί φασι τῆς αἱρέσεως καὶ φυγῆς ἀρχὴν καὶ κριτήριον ἔχειν ἡμᾶς τὴν ἡδονὴν καὶ τὸν πόνον· ἔτι γέ τοι καὶ νῦν τοιαῦτά τινα λέγουσιν οἱ περὶ τὸν Ἑπίκουρον· ἀναγκαίως οὖν ἔχει καὶ περὶ τούτου σκέψασθαι. τος-ούτου τοίνυν ἔγωγε δέω λέγειν ἀρχὴν εἶναι καὶ κανόνα τῶν ἀγαθῶν καὶ τῶν κακῶν τὸ πάθος, ὥστε ἔμοιγε δοκεῖ τοῦτο αὐτὸ κριτηρίου δεῖσθαι. διότι μὲν γὰρ ἔστιν, ἑαυτὸ δείκνυσιν, ὁποῖον δ’ ἐστὶν ἑτέρου δεῖ τοῦ κρινοῦντος. εἰ μὲν γὰρ οἰκεῖον ἢ ἀλλότριον, ἡ αἴσθησις λέγει, πότερον δ’ αἱρετὸν ἢ φευκτόν, ὁ λόγος. αὐτοί γέ τοί φασιν οὐ πᾶσαν ἡδονὴν ἀσπάζεσθαι καὶ πάντα πόνον ἐκτρέπεσθαι. τοῦτο δὲ συμβέβηκε καὶ μάλα εἰκότως. τὰ μὲν γὰρ κριτήρια καὶ ἑαυτὰ δείκνυσι καὶ τὰ κρινόμενα, τὸ μέντοι πάθος ἑαυτὸ μόνον. ὅτι δ’ οὕτως ἔχει, μαρτυροῦσιν αὐτοί. καίπερ γὰρ ἀξιοῦντες ἅπασαν ἡδονὴν ἀγα-θὸν εἶναι καὶ πᾶσαν ἀλγηδόνα κακόν, ὅμως οὐκ ἀεί φασι δεῖν τὴν μὲν αἱρεῖσθαι, τὴν δὲ φεύγειν· μετρεῖσθαι γὰρ αὐτὰ τῷ ποσῷ, εἰ καὶ οὐ τῷ ποιῷ. δῆλον οὖν ὡς τό γε ποσὸν οὐδὲν ἀλλ’ ἢ ὁ λόγος κρίνει· τὸ γὰρ ἄμεινόν ἐστιν ὑπο-μεῖναι τούσδε τινὰς τοὺς πόνους, ὅπως ἡσθείημεν ἡδονὰς μείζους καὶ τὸ συμφέρει τῶνδέ τινων ἀπέχεσθαι τῶν ἡδονῶν, ἵνα μὴ ἀλγῶμεν ἀλγηδόνας χα-λεπωτέρας καὶ πάντα τὰ τοιαῦτα λόγος ὁ κρίνων ἐστίν. τὸ δ’ ὅλον, αἱ μὲν αἰσθήσεις καὶ αἱ φαντασίαι καθαπερεὶ κάτοπτρα καὶ εἰκόνες ἐοίκασι τῶν πραγμάτων εἶναι· τὰ μέντοι πάθη καὶ αἱ ἡδοναὶ καὶ οἱ πόνοι τροπαὶ καὶ ἀλλοιώ-σεις ἡμῶν αὐτῶν. ταύτη δὲ αἰσθανόμενοι μὲν καὶ φαντασιούμενοι πρὸς τὰ ἔξω βλέπομεν, ἡδόμενοι δὲ καὶ ἀλγοῦντες ἐπιστρέφομεν ἐπὶ μόνους ἑαυτούς. τὰς μὲν γὰρ αἰσθήσεις ἡμῶν τὰ ἔξω ποιεῖ καὶ ὁποῖα ἂν ᾖ ἐκεῖνα, τοιαύτας ἀπεργάζε-ται καὶ τὰς φαντασίας, τὰ δὲ πάθη ποιὰ ἄττα γίνεται δι’ ἡμᾶς καὶ ὡς ἂν ἡμεῖς ἔχωμεν. διὸ ταῦτα ποτὲ μὲν ἡδέα, ποτὲ δ’ ἀηδῆ φαίνεται καὶ ἔσθ’ ὅτε μὲν μᾶλλον, ἔσθ’ ὅτε δὲ ἧττον. ὧν οὕτως ἐχόντων εὑρήσομεν, εἰ ἐθέλοιμεν σκοπεῖν, ἄριστα τὰς τῆς γνώσεως ἀρχὰς ὑποτιθεμένους ὁπόσοι καὶ τὰς αἰσθή-σεις καὶ τὸν νοῦν παραλαμβάνουσιν. ἔοικε δ’ ἡ μὲν αἴσθησις ταῖς ἄρκυσι καὶ τοῖς δικτύοις καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις θηράτροις, ὁ δὲ νοῦς καὶ ὁ λόγος τοῖς κυσὶ τοῖς στιβεύουσι καὶ μεταθέουσιν. αὐτῶν μέντοι τούτων ἄμεινον φιλοσο-φεῖν οἴεσθαι χρὴ τοὺς μήτε ταῖς αἰσθήσεσιν ὡς ἔτυχε χρωμένους μήτε τὰ πάθη παραλαμβάνοντας ἐπὶ τὴν τἀληθοῦς διάγνωσιν. ἢ δεινόν γ’ ἂν εἴη πεφυκότας ἀνθρώπους ἡδοναῖς καὶ πόνοις ἀλόγοις ἐπιτρέπειν ἑαυτούς, ἀφέντας τὸν θειό-τατον κριτὴν νοῦν. Ταῦτα ἀπὸ τῶν Ἀριστοκλέους. κβ. ΕΤΙ ΠΡΟΣ ΤΟΥΣ ΤΗΝ ΗΔΟΝΗΝ ΤΟ ΑΓΑΘΟΝ ΕΙΝΑΙ ΟΡΙΖΟΜΕΝΟΥΣ· ΑΠΟ ΤΟΥ ΦΙΛΗΒΟΥ ΠΛΑΤΩΝΟΣ Καθ’ ἓν ἕκαστον τοίνυν τῶν τριῶν πρὸς τὴν ἡδονὴν καὶ τὸν νοῦν κρί-νωμεν. δεῖ γὰρ ἰδεῖν ποτέρῳ μᾶλλον ξυγγενὲς ἕκαστον αὐτῶν ἀπονεμοῦμεν. Κάλλους καὶ ἀληθείας καὶ μετριότητος πέρι λέγεις; Ναί. πρῶτον δέ γε ἀληθείας λαβοῦ, ὦ Πρώταρχε, καὶ λαβόμενος βλέψας εἰς τρία, νοῦν καὶ ἀλήθειαν καὶ ἡδονήν, πολὺν ἐπισχὼν χρόνον ἀπόκριναι σαυτῷ, πότερον ἡδονὴ ξυγγενέστερον ἢ νοῦς ἀληθείᾳ. Τί δὲ χρόνου δεῖ; πολὺ γάρ, οἶμαι, διαφέρετον. ἡδονὴ μὲν γὰρ ἁπάντων τὸ ἀλαζονέστατον· ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τὰ ἀφροδίσια, αἳ δὴ μέγισται δοκοῦσιν εἶναι· καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφε παρὰ θεῶν, ὡς καθάπερ παίδων τῶν ἡδομένων νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημέ-νων· νοῦς δὲ ἤτοι ταὐτὸν καὶ ἀλήθειά ἐστιν ἢ πάντων ὁμοιότατόν τε καὶ ἀλη-θέστατον. Οὐκοῦν τὸ μετὰ τοῦτο τὴν μετριότητα ὡσαύτως σκέψῃ, πότερον ἡδονὴ φρονήσεως, ἢ φρόνησις ἡδονῆς πλείω κέκτηται; Εὔσκεπτόν γε καὶ ταύτην σκέψιν προβέβληκας. οἶμαι γὰρ ἡδονῆς μὲν καὶ περιχαρείας οὐδὲν τῶν ὄντων πεφυκὸς ἀμετρότερον εὑρεῖν ἄν τινα, νοῦ δὲ καὶ ἐπιστήμης ἐμμετρότερον οὐδ’ ἂν ἕν ποτε. Καλῶς εἴρηκας. ὅμως δ’ ἔτι λέγε τὸ τρίτον. νοῦς ἡμῖν κάλλους μετεί-ληφε πλέον ἢ τὸ τῆς ἡδονῆς γένος, ὥστε εἶναι καλλίω νοῦν ἡδονῆς, ἢ τοὐναν-τίον; Ἆρ’ οὐ φρόνησιν μὲν καὶ νοῦν, ὦ Σώκρατες, οὐδεὶς πώποτε οὔθ’ ὕπαρ οὔτ’ ὄναρ αἰσχρὸν οὔτε εἶδεν οὔτ’ ἐπενόησεν οὐδαμοῦ οὐδαμῶς οὔτε γιγνό-μενον οὔτε ὄντα οὔτε ἐσόμενον; Ὀρθῶς. Ἡδονὰς δέ γε δήπου, καὶ ταύτας σχεδὸν τὰς μεγίστας, ὅταν ἴδωμεν ἡδό-μενον [ὁν]τινοῦν, ἢ τὸ γελοῖον ἐπ’ αὐταῖς ἢ τὸ πάντων αἴσχιστον ἑπόμενον ὁρῶντες αὐτοί τε αἰσχυνόμεθα καὶ ἀφανίζοντες κρύπτομεν ὅτι μάλιστα, νυκτὶ πάντα τὰ τοιαῦτα διδόντες, ὡς φῶς οὐ δέον ὁρᾶν αὐτά. Πάντη δὲ φήσεις, ὦ Πρώταρχε, ὑπό τ’ ἀγγέλων πέμπων καὶ παροῦσι φράζων, ὡς ἡδονὴ κτῆμα οὐκ ἔστι πρῶτον οὐδ’ αὖ δεύτερον, ἀλλὰ πρῶτον μέν πη περὶ μέτρον καὶ τὸ μέτριον καὶ τὸ καίριον καὶ πάντα ὁπόσα χρὴ τοι-αῦτα νομίζειν τὴν ἀί̈διον ᾑρῆσθαι φύσιν. Φαίνεται γοῦν ἐκ τῶν νῦν λεγομένων. Δεύτερον μὴν περὶ τὸ σύμμετρον καὶ καλὸν καὶ τὸ τέλεον καὶ ἱκανὸν καὶ πάνθ’ ὁπόσα τῆς γενέσεως αὐτῆς ἐστι. Ἔοικε γοῦν. Τὸ τοίνυν τρίτον, ὡς ἡ ἐμὴ μαντεία, νοῦν καὶ φρόνησιν τιθεὶς οὐκ ἂν μέγα τι τῆς ἀληθείας παρεξέλθοις. Ἴσως. Ἆρ’ οὖν οὐ τέταρτα, ἃ τῆς ψυχῆς αὐτῆς ἔθεμεν, ἐπιστήμας τε καὶ τέχνας καὶ δόξας ὀρθὰς λεχθείσας, ταῦτ’ εἶναι τὰ πρὸς τοῖς τρισὶ τέτ[τ]αρ[τ]α, εἴπερ τοῦ ἀγαθοῦ ἐστι μᾶλλον ἢ τῆς ἡδονῆς ξυγγενῆ; Τάχ’ ἄν. Πέμπτας τοίνυν ἃς ἡδονὰς ἔθεμεν ἀλύπους ὁρισάμενοι, καθαρὰς ἐπονο-μάσαντες τῆς ψυχῆς αὐτῆς, ἐπιστήμας, τὰς δὲ αἰσθήσεις ἑπομένας. Ἴσως. Ἕκτῃ δ’ ἐν γενεᾷ,3 φησὶν Ὀρφεύς, κατεπαύσατε κόσμον ἀοιδῆς,3 ἀτὰρ κινδυνεύει καὶ ὁ ἡμέτερος λόγος ἐν ἕκτῃ καταπεπαυμένος εἶναι κρίσει. τὸ δὴ μετὰ ταῦθ’ ἡμῖν οὐδὲν λοιπὸν πλὴν ὥσπερ κεφαλὴν ἀποδοῦναι τοῖς εἰρη-μένοις. Οὐκοῦν χρή. Ἴ[ς]θι δή, τὸ τρίτον τῷ σωτῆρι τὸν αὐτὸν διαμαρτυράμενοι λόγον ἐπέλ-θωμεν. Ποῖον δή; Φίληβος τἀγαθὸν ἔθετο ἡμῖν ἡδονὴν εἶναι πᾶσαν καὶ παντελῆ. Τρίτον, ὦ Σώκρατες, ὡς ἔοικας, ἔλεγες ἀρτίως τὸν ἐξ ἀρχῆς ἐπαναλα-βεῖν δεῖν λόγον. Ναί. τὸ δέ γε μετὰ τοῦτο ἀκούωμεν. ἐγὼ γὰρ δὴ κατιδὼν ἅπερ νῦν διελή-λυθα καὶ δυσχεράνας τὸν Φιλήβου λόγον οὐ μόνον, ἀλλὰ καὶ ἄλλων πολλάκις μυρίων, εἶπον ὡς ἡδονῆς γε νοῦς εἴη μακρῷ βέλτιόν τε καὶ ἄμεινον τῷ τῶν ἀνθρώπων βίῳ. Ἦν ταῦτα. Ὑποπτεύων δέ σε καὶ ἄλλα καὶ πολλά, εἶπον ὡς, εἰ φανείη τι τούτων ἀμφοῖν βέλτιον, ὑπὲρ τῶν δευτερείων νῷ πρὸς ἡδονὴν ξυνδιαμαχοίμην, ἡδονὴ δὲ
PG 21:1269καὶ δευτερείων στερήσοιτο. Εἶπες γὰρ οὖν καὶ μετὰ ταῦτά γε περί γ’ ὧν ἱκανώτατα· τούτων οὐδέ-τερον ἱκανὸν ἀνεφάνη. Ἀληθέστατα. Οὐκοῦν παντάπασιν ἐν αὐτῷ τῷ λόγῳ καὶ νοῦς ἀπήλλακτο καὶ ἡδονή, μηδὲ τἀγαθὸν αὐτὸ μηδέτερον αὐτοῖν εἶναι στερομένων αὐταρκείας καὶ τῆς τοῦ ἱκανοῦ καὶ τελέου δυνάμεως; Ὀρθότατα. Φανέντος δέ γε ἄλλου τινὸς κρείττονος τούτοιν ἑκατέρου τρίτου αὖ, νοῦς ἡδονῆς οἰκειότερον καὶ προσφυέστερον πέφανται νῦν τῇ τοῦ νικῶντος ἰδέᾳ. Πῶς γὰρ οὔ; Οὐκοῦν πέμπτον κατὰ τὴν κρίσιν, ὡς νῦν ὁ λόγος ἀπεφήνατο, γίγνοιτ’ ἂν ἡ τῆς ἡδονῆς δύναμις. Ἔοικεν. Πρῶτον δέ γε οὐδ’ ἂν οἱ πάντες βόες τε καὶ ἵπποι καὶ τἄλλα ξύμ-παντα θηρία φῶσι, τῷ [τὸ] χαίρειν διώκειν· οἷς πιστεύοντες, ὥσπερ μάντεις ὄρνισιν, οἱ πολλοὶ κρίνουσι τὰς ἡδονὰς εἰς τὸ ζῆν ἡμῖν εὖ κρατίστας εἶναι καὶ τοὺς θηρίων ἔρωτας οἴονται κυρίους εἶναι μάρτυρας μᾶλλον ἢ τοὺς τῶν ἐν μούσῃ φιλοσόφῳ μεμαντευμένων ἑκάστοτε λόγων. Ἀληθέστατα, ὦ Σώκρατες, εἰρῆσθαί σοι νῦν ἤδη φαμὲν ἅπαντες. Ταῦτα ὁ Πλάτων. ἐγὼ δέ σοι καὶ Διονυσίου, τῆς κατὰ Χριστὸν φιλο-σοφίας ἐπισκόπου ἀνδρός, ἀπὸ τῶν Περὶ φύσεως βραχέα τῶν πρὸς Ἐπί-κουρον ἀντειρημένων παραθήσομαι. σὺ δὲ λαβὼν ἀνάγνωθι τὰς τοῦτον ἐχούσας αὐτοῦ τὸν τρόπον φωνάς· κγ. ΠΡΟΣ ΤΟΥΣ ΚΑΤ’ ΕΠΙΚΟΥΡΟΝ ΠΡΟΝΟΙΑΝ ΜΕΝ ΑΡΝΟΥ-ΜΕΝΟΥΣ ΑΤΟΜΟΙΣ ΔΕ ΣΩΜΑΣΙΝ ΑΝΑΤΙΘΕΝΤΑΣ ΤΟ ΠΑΝ Πότερον ἕν ἐστι συναφὲς τὸ πᾶν, ὡς ἡμῖν τε καὶ τοῖς σοφωτάτοις Ἑλ-λήνων Πλάτωνι καὶ Πυθαγόρᾳ καὶ τοῖς ἀπὸ τῆς Στοᾶς καὶ Ἡρακλείτῳ φαίνεται, ἢ δύο, ὡς ἴσως τις ὑπέλαβεν, ἢ καὶ πολλὰ καὶ ἄπειρα, ὥς τισιν ἄλ-λοις ἔδοξεν, οἳ πολλαῖς τῆς διανοίας παραφοραῖς καὶ ποικίλαις προφοραῖς ὀνομάτων τὴν τῶν ὅλων ἐπεχείρησαν κατακερματίζειν οὐσίαν ἄπειρόν τε καὶ ἀγένητον καὶ ἀπρονόητον ὑποτίθενται; οἱ μὲν γὰρ ἀτόμους προσει-πόντες ἄφθαρτά τινα καὶ σμικρότατα σώματα πλῆθος ἀνάριθμα καί τι χωρίον κενὸν μέγεθος ἀπεριόριστον προβαλόμενοι, ταύτας δή φασι τὰς ἀτόμους ὡς ἔτυ-χεν ἐν τῷ κενῷ φερομένας αὐτομάτως τε συμπιπτούσας ἀλλήλαις διὰ ῥύμην ἄτακτον καὶ συμπλεκομένας διὰ τὸ πολυσχήμονας οὔσας ἀλλήλων ἐπιλαμβά-νεσθαι, καὶ οὕτω τόν τε κόσμον καὶ τὰ ἐν αὐτῷ, μᾶλλον δὲ κόσμους ἀπείρους ἀποτελεῖν. ταύτης δὲ τῆς δόξης Ἐπίκουρος γεγόνασι καὶ Δημόκριτος· τοσοῦτον δὲ διεφώνησαν ὅσον ὁ μὲν ἐλαχίστας πάσας καὶ διὰ τοῦτο ἀνεπαι-σθήτους, ὁ δὲ καὶ μεγίστας εἶναί τινας ἀτόμους ὁ Δημόκριτος ὑπέλαβεν. ἀτόμους δὲ εἶναί φασιν ἀμφότεροι καὶ λέγεσθαι διὰ τὴν ἄλυτον στερρότητα. οἱ δὲ τὰς ἀτόμους μετονομάσαντες ἀμερῆ φασιν εἶναι σώματα, τοῦ παν-τὸς μέρη, ἐξ ὧν ἀδιαιρέτων ὄντων συντίθεται τὰ πάντα καὶ εἰς ἃ διαλύεται. καὶ τούτων φασὶ τῶν ἀμερῶν ὀνοματοποιὸν Διόδωρον γεγονέναι· ὄνομα δέ, φασίν, αὐτοῖς ἄλλο Ἡρακλείδης θέμενος ἐκάλεσεν ὄγκους, παρ’ οὗ καὶ Ἀσκλη-πιάδης ὁ ἰατρὸς ἐκληρονόμησε τὸ ὄνομα. Ταῦτ’ εἰπὼν ἑξῆς ἀνασκευάζει τὸ δόγμα διὰ πολλῶν, ἀτὰρ καὶ διὰ τούτων· κδ. ΑΠΟ ΤΩΝ ΕΝ ΑΝΘΡΩΠΟΙΣ ΥΠΟΔΕΙΓΜΑΤΩΝ Πῶς αὐτῶν ἀνασχώμεθα τυχηρὰ λεγόντων εἶναι συμπτώματα τὰ σοφὰ καὶ διὰ τοῦτο καλὰ δημιουργήματα; ὧν ἕκαστόν τε καθ’ ἑαυτὸ γενόμενον ὤφθη τῷ προστάξαντι γενέσθαι καλὸν καὶ συλλήβδην ὁμοίως ἅπαντα. καὶ εἶδε γάρ, φησίν, ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.3 ἀλλ’ οὐδὲ ἀπὸ τῶν μικρῶν τῶν συνήθων καὶ παρὰ πόδας νουθετοῦνται παραδειγ-μάτων, ἐξ ὧν δύνανται μανθάνειν ὅτι χρειῶδες μὲν καὶ πρὸς ὠφέλειαν ἔργον οὐδὲν ἀνεπιτηδεύτως οὐδὲ συμβατικῶς ἀπεργάζεται, ἀλλὰ χειρουργούμενον εἰς τὴν πρέπουσαν ὑπηρεσίαν καταρτίζεται· ὅταν δὲ εἰς ἄχρηστον μεταπίπτῃ καὶ ἀνωφελές, τότε διαλυόμενον ἀορίστως καὶ ὡς ἂν τύχῃ διασκίδναται, ἅτε μηκέτι μεταχειριζομένης μηδὲ διαταττούσης αὐτὸ τῆς σοφίας, ᾗ τοῦ συνεστά-ναι τοῦτο ἔμελεν. ἱμάτιόν τε γὰρ [οὐ] χωρὶς ἱστουργοῦ συνισταμένων τῶν στημόνων οὐδὲ τῆς κρόκης αὐτομάτως παρεμπλεκομένης ἀνυφαίνεται, εἰ δὲ κατατριβείη, τὰ λακισθέντα διαρριπτεῖται ῥάκη· οἰκία τε ἀνοικοδομεῖται καὶ πόλις οὐ τοὺς μέν τινας δεχομένη θεμελίοις αὐτομολοῦντας λίθους, τοὺς δὲ ἀναπηδῶντας εἰς τὰς ἐπιβολάς, ἀλλὰ κατὰ χώραν ὁ τοιχοδόμος τοὺς εὐθέτους ἐπιφέρει· καταρριφθείσης δέ, ὡς ἂν παρείκῃ κατενεχθεὶς ἕκαστος ἀπεσφάλη. καὶ κατασκευαζομένης νεὼς οὐχ ἡ μέν τις ὑπέβαλεν ἑαυτὴν τρόπις, ὁ δὲ κατὰ μέσην ἑαυτὸν ἱστὸς ὤρθωσε καὶ τῶν ἄλλων ἕκαστον ξύλων ἣν ἔτυχεν ἐξ ἑαυτοῦ θέσιν κατέλαβεν· οὐδὲ τὰ λεγόμενα ἑκατὸν τῆς ἁμάξης ξύλα καθ’ ὃν εὗρε κενὸν τόπον ἕκαστον συνεπάγη· ἀλλ’ ὁ τέκτων ἑκατέρας συνε-κόμισε καίριον, εἰ δὲ διαλυθείη ἡ ναῦς ἐνθαλασσεύουσα, ἢ φερομένη κατὰ γῆν ἅμαξα, ὅπῃ τύχῃ τὰ ξύλα τὰ μὲν ὑπὸ τῶν κυμάτων, τὰ δὲ ὑπὸ τῆς συντόνου ῥύμης διασπείρεται. οὕτως ἂν ἁρμόζοι λέγειν αὐτοῖς καὶ τὰς ἀτόμους, ἀργὰς μενούσας καὶ ἀχειροποιήτους καὶ ἀχρήστους, εἰκῇ φέρεσθαι. ὁράτω-σαν γὰρ τὰς ἀθεάτους ἐκεῖνοι καὶ τὰς ἀνοήτους νοείτωσαν, οὐχ ὁμοίως ἐκεί-νῳ, ὃς φανερωθὲν ἑαυτῷ τοῦτο ὑπὸ τοῦ θεοῦ πρὸς αὐτὸν ὁμολογεῖ· Τὸ ἀκατ-έργαστόν σου εἴδοσαν οἱ ὀφθαλμοί μου.3 ὅταν δὲ καὶ ἅ φασιν ἐξ ἀτόμων ὑφάσματα γίνεσθαι τὰ εὐήτρια, ταῦθ’ ὑπ’ αὐτῶν ἀσόφως καὶ ἀναισθήτως αὐτουργεῖσθαι λέγωσι, τίς ἀνέξεται τὰς ἀτόμους ἀκούων ἐρίθους, ὧν καὶ ὁ ἀράχνης ἐστὶ σοφώτερος χειροτεχνῶν ἐξ ἑαυτοῦ; κε. ΑΠΟ ΤΗΣ ΤΟΥ ΠΑΝΤΟΣ ΣΥΣΤΑΣΕΩΣ Ἢ τὸν μέγαν τοῦτον οἶκον τὸν ἐξ οὐρανοῦ καὶ γῆς συνεστῶτα καὶ διὰ τὸ μέγεθος καὶ πλῆθος τῆς ἐπιφαινομένης αὐτῷ σοφίας καλούμενον κόσμον ὑπὸ τῶν σὺν οὐδενὶ κόσμῳ φερομένων ἀτόμων κεκοσμῆσθαι καὶ γεγονέναι κόσμον ἀκοσμίαν; πῶς δὲ κινήσεις καὶ ὁδοὺς εὐτάκτους ἐξ ἀτάκτου προάγεσθαι φορᾶς; πῶς δὲ τὴν παναρμόνιον τῶν οὐρανίων χορείαν ἐξ ἀμού-σων καὶ ἀναρμόστων συνᾴδειν ὀργάνων; Τίνα δὲ τρόπον, μιᾶς οὔσης καὶ τῆς αὐτῆς ἁπασῶν οὐσίας καὶ τῆς αὐτῆς ἀφθάρτου φύσεως πλὴν τῶν μεγεθῶν, ὥς φασι, καὶ τῶν σχημάτων, τὰ μέν ἐστι θεῖα καὶ ἀκήρατα καὶ αἰώνια, ὡς αὐτοὶ φήσαιεν ἄν, σώματα ἢ μακραίωνά γε κατὰ τὸν οὕτως ὀνομάσαντα φαινόμενά τε καὶ ἀφανῆ (φαινόμενα μὲν ἥλιος καὶ σελήνη καὶ ἀστέρες γῆ τε καὶ ὕδωρ, ἀφανῆ δὲ θεοί τε καὶ δαίμονες καὶ ψυχαί· ταῦτα γὰρ οὐδὲ θέλοντες ὑπάρχειν ἀρνήσασθαι δύνανται)· τὰ δὲ μακρο-βιώτατα ζῷά τε καὶ φυτά (ζῷα μὲν ἔν τε ὄρνισιν, ὥς φασιν, ἀετοὶ κόρακές τε καὶ φοίνικες ἔν τε χερσαίοις ἔλαφοί τε καὶ ἐλέφαντες καὶ δράκοντες, ἐν δὲ τοῖς ἐνύδροις τὰ κήτη· δένδρα δὲ φοίνικες καὶ δρύες καὶ περσέαι· καὶ τῶν γε δένδρων τὰ μέν ἐστιν ἀειθαλῆ, ἃ καὶ καταριθμήσας τις εἶπεν εἶναι τεσσαρα-καίδεκα, τὰ δὲ πρὸς καιρὸν ἀνθεῖ καὶ φυλλορροεῖ)· τὰ δὲ πλεῖστα τῶν τε φυομένων καὶ τῶν γεννωμένων ἐστὶν ὠκύμορα καὶ βραχυτελῆ (ὧν ἐστι καὶ ὁ ἄνθρωπος, ὡς εἶπέ τις ἁγία περὶ αὐτοῦ γραφή· Βροτὸς δὲ γεννητὸς γυναικὸς ὀλιγόβιος]; ἀλλὰ τοὺς συνδέσμους φήσουσι τῶν ἀτόμων διαλλάττοντας αἰτίους γίνεσθαι τῆς περὶ τὴν διαμονὴν διαφορᾶς· τὰ μὲν γὰρ ὑπ’ αὐτῶν πεπυκνῶσθαι καὶ κατεσφίγχθαι [λέγειν], ὥστ’ αὐτὰ παντελῶς δυσαπάλλακτα γεγονέναι πιλή-
PG 21:1277ματα, τὰ δὲ μανοτέραν καὶ χαλῶσαν τὴν συνάφειαν τῶν ἀτόμων ἐπ’ ἔλαττον ἢ πλέον ἐσχηκέναι, ὡς ἢ θᾶττον ἢ μετὰ πολὺ τῆς κολλήσεως αὐτῶν ἀφίστασθαι, καὶ τὰ μὲν ἐκ τοιῶνδε καὶ ὧδέ πως ἐσχηματισμένων, τὰ δὲ ἐξ ἑτέρων ἑτεροίως διακειμένων συμμεμίχθαι. Τίς οὖν ὁ φυλοκρινῶν συναγείρων τε καὶ ἀναχέων καὶ τάσδε μὲν οὕτω συντάττων εἰς ἥλιον, τάσδε δὲ ὡδὶ ἵνα ἡ σελήνη γένηται, καὶ ἑκάστας συμ-φέρων κατὰ τὴν οἰκειότητα πρὸς ἑκάστου φαῦσιν ἀστέρος; οὔτε γὰρ αἱ ἡλια-καὶ τοσαίδε καὶ τοιαίδε καὶ ὧδέ πως ἑνωθεῖσαι πρὸς ἐργασίαν καὶ σελήνης καταβεβήκεσαν οὔτε αἱ τῶν σεληνιακῶν ἀτόμων πλεκτάναι γεγόνασί ποτε ἥλιος· ἀλλ’ οὐδὲ ἀρκτοῦρος, εἰ καὶ λαμπρός ἐστι, τὰς ἑωσφόρου μεγαλοφρονή-σαιτό ποτε ἂν ἀτόμους ἔχειν, οὐδὲ τὰς Ὠρίωνος αἱ Πλειάδες. καλῶς γὰρ ὁ Παῦλος διέστειλεν εἰπών· Ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.3 καὶ εἰ μὲν ἀνεπαίσθη-τος αὐτῶν ὡς ἀψύχων ἡ σύμπηξις ἐγένετο, ἐπιστήμονος αὐταῖς ἔδει δημιουρ-γοῦ· εἰ δὲ ἀπροαίρετος καὶ κατ’ ἀνάγκην ὡς ἀλόγων ἡ σύνερξις, σοφός τις αὐτὰς ἀγελάρχης συνελαύνων ἐπεστάτησεν· εἰ δὲ ἑκουσίως ἐθελουργῆσαι συγκέκλῃνται, θαυμάσιός τις αὐτῶν ἀρχιτέκτων ἐργοδοτῶν προηγήσατο, ἢ καθάπερ εὔτακτος στρατηγὸς οὐ συγκεχυμένην εἴασε τὴν στρατιὰν καὶ πάν-τας ἀναμίξ, ἀλλ’ ἐν μέρει μὲν τὴν ἵππον, ἰδίᾳ δὲ τοὺς ὁπλίτας τούς τε ἀκοντι-στὰς καθ’ ἑαυτοὺς καὶ χωρὶς τοὺς τοξότας καὶ τοὺς σφενδονήτας ἔνθα ἐχρῆν διετάξατο, ἵνα ἀλλήλοις οἱ ὁμόσκευοι συμμαχοῖεν. εἰ δὲ τοῦτο χλεύην οἴονται τὸ παράδειγμα διὰ τὸ μεγάλων σωμάτων με πρὸς τὰ ἐλάχιστα ποι-εῖσθαι σύγκρισιν, ἐπὶ τὰ σμικρότατα μεταβησόμεθα. Εἶτα τούτοις ἑξῆς ἐπιλέγει· Εἰ δὲ μήτε λέξις μήτε ἐκλογὴ μήτε τάξις αὐταῖς ἄρχοντος ἐπικέοιτο, αὐ-ταὶ δὲ ἐφ’ ἑαυτῶν ἑαυτὰς ἐκ τῆς πολλῆς κατὰ τὴν ῥύσιν τύρβης διευθύνουσαι καὶ τὸν πολὺν τῶν συμπτώσεων διεκπερῶσαι κυδοιμὸν αἱ ὅμοιαι πρὸς τὰς ὁμοίας οὐχ ὑπὸ τοῦ θεοῦ, κατὰ τὸν ποιητήν, ἄγοιντο, συντρέχοιεν δὲ καὶ συναγε-λάζοιντο γνωρίζουσαι τὰς συγγενεῖς, θαυμαστή γε τῶν ἀτόμων ἡ δημοκρατία, δεξιουμένων τε ἀλλήλας τῶν φίλων καὶ περιπλεκομένων εἰς μίαν τε κατασκηνοῦν συνοικίαν ἐπειγομένων καὶ τῶν μὲν ἀποτετορνευμένων αὐτομάτων εἰς ἥλιον φωστῆρα μέγαν, ἵνα ποιήσωσι τὴν ἡμέραν, τῶν δὲ εἰς πολλὰς ἴσως πυραμίδας ἀστέρων ἀναπεφλεγμένων, ἵνα καὶ ὅλον στεφανώσωσι τὸν οὐρανόν, τῶν δὲ περιτεταγμένων, ἵνα αὐτὸν εἰκῇ στερεώσωσι καὶ καμαρώσωσι τὸν αἰθέρα εἰς τὴν τῶν φωστήρων ἐπιβάθραν ἐπιλέξωνταί τε ἑαυταῖς αἱ συν-ωμοσίαι τῶν χυδαίων ἀτόμων μονὰς καὶ διακληρώσωνται τὸν οὐρανὸν εἰς οἴ-κους ἑαυταῖς καὶ σταθμούς. Εἶτα μεθ’ ἕτερά φησιν· Ἀλλ’ οὐδὲ τὰ φανερὰ ὁρῶσιν οὗτοι οἱ ἀπρονόητοι, πολλοῦ γε δέουσι συνορᾶν καὶ τὰ ἀφανῆ. ἐοίκασι γὰρ μηδὲ ἀνατολὰς ἐποπτεύειν τεταγμένας καὶ δύσεις μήτε τῶν ἄλλων μήτε τὰς ἐκπρεπεστάτας ἡλίου μηδὲ χρῆσθαι ταῖς δι’ αὐτῶν δεδωρημέναις ἀνθρώποις ἐπικουρίαις, ἀναπτομένῃ μὲν εἰς ἐργασίαν ἡμέρᾳ, ἐπηλυγαζούσῃ δὲ νυκτὶ πρὸς ἀνάπαυλαν. Ἐξελεύσεται γὰρ ἄνθρωπος (φησίν) ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.3 ἀλλ’ οὐδὲ τὴν ἑτέραν ἐπισκοποῦσιν ἀνακύκλησιν αὐτοῦ, καθ’ ἣν ὡρισμένας ὥρας καὶ καιροὺς εὐκαίρους καὶ τροπὰς ἀπαρατρέπτους ἀποτελεῖ, ὑπὸ τῶν ἐξ ὧν ἐστιν ἀτόμων ὁδηγούμενος. ἀλλὰ κἂν μὴ θέλωσιν οἱ δείλαιοι, ὡς δ’ οὖν πιστεύουσιν οἱ δίκαιοι· Μέγας κύριος ὁ ποιήσας αὐτὸν καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσε πορείαν.3 ἄτομοι γὰρ ὑμῖν χειμῶνα φέρουσιν, ὦ τυφλοί, καὶ ὑετούς, ἵνα ἡ γῆ τροφὰς ὑμῖν τε καὶ πᾶσι τοῖς ἐπ’ αὐτῆς ζῴοις ἀνῇ; θέρος τε ἐπάγουσιν, ἵνα καὶ τοὺς ἀπὸ δένδρων εἰς τρυφὴν καρποὺς λάβητε; καὶ διὰ τί μὴ ταῖς ἀτόμοις προσκυνεῖτε καὶ θύετε ταῖς ἐπὶ καρποῖς, ἀχάριστοί γε μηδὲ ἀπαρχὰς αὐταῖς ὀλίγας τῶν πολλῶν δωρεῶν (ἃς παρ’ αὐτῶν ἔχουσιν) ἀφιεροῦντες; Καὶ μετὰ βραχέα φησίν· Ὁ δὲ πολυεθνὴς καὶ πολυμιγὴς δῆμος τῶν ἀστέρων, οὓς αἱ πολυπλανεῖς καὶ ἀεὶ διαρριπτούμεναι συνέστησαν ἄτομοι, χώρας ἑαυτοῖς κατὰ συνθήκας ἀπεδάσαντο, ὥσπερ ἀποικίαν ἢ συνοικίαν ἀνελόμενοι μηδενὸς οἰκιστοῦ μηδὲ οἰκοδεσπότου προεστηκότος, καὶ τὰς πρὸς τοὺς πλησιοχώρους γειτνιάσεις ἐνωμότως καὶ μετ’ εἰρήνης φυλάσσουσιν, οὐχ ὑπερβαίνοντες οὓς κατειλή-φασιν ἐξ ἀρχῆς ὅρους, ὥσπερ ὑπὸ τῶν βασιλίδων ἀτόμων νομοθετούμενοι. ἀλλ’ οὐκ ἄρχουσιν ἐκεῖναι· πῶς γὰρ αἱ μηδὲ οὖσαι; ἀλλὰ θείων λογίων ἐπακούσατε· Ἐν κρίσει κυρίου τὰ ἔργα αὐτοῦ· ἀπ’ ἀρχῆς καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλε μερίδας αὐτῶν· ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν.3 Καὶ μετὰ βραχέα φησίν· Ἢ τίς οὕτως εὐτάκτως πεδιάδα γῆν διώδευσε φάλαγξ, οὐ προθέοντος οὐδενός, οὐκ ἐκτρεπομένου, οὐκ ἐμποδοστατοῦντος, οὐκ ἀπολειπομένου τῶν συμπαρατεταγμένων, ὡς ἰσόστοιχοι καὶ συνασπιδοῦντες ἀεὶ προί̈ασιν ὁ συνε-χής τε καὶ ἀδιάστατος ἀόχλητός τε καὶ ἀνεμπόδιστος τῶν ἄστρων στρατός; ἀλλ’ ἐγκλίσεσι καὶ ταῖς εἰς πλάγιον ἐκνεύσεσι γίνονταί τινες αὐτῶν ἄδηλοι τροπαί. καὶ μὴν ἀεὶ καιροφυλακοῦσι καὶ προορῶνται τὰς χώρας, ὅθεν ἕκαστος ἄνεισιν, οἱ τούτοις προσεσχηκότες. εἰπάτωσαν οὖν ἡμῖν οἱ τῶν ἀτό-μων τομεῖς καὶ τῶν ἀμερῶν μερισταὶ καὶ τῶν ἀσυνθέτων συναγωγεῖς καὶ τὰ ἄπειρα περινοοῦντες, πόθεν ἡ κυκλοφορικὴ τῶν οὐρανίων συνοδία [περιο-δία], οὐχ ἑνὸς παραλόγως ἀτόμων πήγματος οὕτω σφενδονηθέντος, ἀλλὰ τοσού-του κυκλίου χοροῦ κατὰ ῥυθμὸν ἴσα βαίνοντος καὶ συμπεριδινουμένου, πόθεν ἀδιάτακτοι καὶ ἀπροαίρετοι καὶ ἀγνῶτες ἀλλήλων συνέμποροι παμπληθεῖς συνανεστράφησαν. καλῶς τε ὁ προφήτης ἐν τοῖς ἀδυνάτοις καὶ ἀνενδείκτοις ἔταξε τὸ ξένους κἂν δύο συνδραμεῖν· Εἰ πορεύσονται (φησί) δύο ἐπὶ τὸ αὐτὸ καθό-λου, ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς;3 Ταῦτ’ εἰπὼν μυρία τε ἄλλα τούτοις ἐπαγαγὼν ἑξῆς κατασκευάζει διὰ πλειόνων τὸ πρόβλημα ἀπό τε τῶν κατὰ μέρος στοιχείων τοῦ παντὸς ἀπό τε τῶν ἐν τούτοις παντοδαπῶν ζῴων καὶ δὴ καὶ ἀπὸ τῆς τἀνθρώπου φύσεως. ἐξ ὧν ἔτι βραχέα τοῖς εἰρημένοις προσθεὶς καταπαύσω τὸν παρόντα λόγον· κ. ΑΠΟ ΤΗΣ ΤΑΝΘΡΩΠΟΥ ΦΥΣΕΩΣ Καὶ οὔτε ἑαυτοὺς οὔτε τὰ περὶ ἑαυτοὺς ὁρῶσιν. εἰ γάρ τις τῶν ἀρχη-γετῶν τοῦ τῆς ἀσεβείας ταύτης δόγματος ἑαυτὸν ὅστις ἐστὶ καὶ ὅθεν ἀνελο-γίζετο, ἐφρόνησεν ἂν ἅπερ ὁ συνῃσθημένος ἑαυτοῦ καὶ εἶπεν ἂν οὐ πρὸς τὰς ἀτόμους, ἀλλὰ πρὸς τὸν πατέρα καὶ ποιητὴν ἑαυτοῦ· Αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με καὶ προσεπεξειργάσατο ἂν ὡς ἐκεῖνος τὸν θαυμάσιον τῆς ποιήσεως ἑαυτοῦ τρόπον· Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἴσα τυρῷ, δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας; ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ’ ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα.3 πόσας γὰρ ἀτόμους ὁ Ἐπικούρου πατὴρ καὶ ποταπὰς ἐξ ἑαυτοῦ προ-έχεεν, ὅτ’ ἀπεσπέρμαινεν Ἐπίκουρον; καὶ πῶς εἰς τὴν μητρῴαν αὐτοῦ κατα-κλῃσθεῖσαι γαστέρα συνεπάγησαν, ἐσχηματίσθησαν, ἐμορφώθησαν, ἐκινήθησαν, ηὐξήνθησαν, καὶ πολλὰς ἡ βραχεῖα ῥανὶς τὰς Ἐπικούρου ἀτόμους προσκαλε-σαμένη τὰς μὲν ἐπημφίεσεν αὐτὸν δέρμα καὶ σάρκα γενομένας, ταῖς δὲ ὀστω-
PG 21:1281θείσαις ἀνώρθωται, ταῖς δὲ συνεδέθη νευρορ[ρ]αφούμενος, τά τε ἄλλα πολλὰ μέλη καὶ σπλάγχνα καὶ ἔγκατα καὶ αἰσθητήρια τὰ μὲν ἔνδοθεν, τὰ δὲ θύραθεν ἐφήρμοσε, δι’ ὧν ἐζῳογονήθη τὸ σῶμα; ὧν οὐδὲν ἀργὸν οὐδὲ ἀχρεῖον προσετέθη, ἐπεὶ μηδὲ τὰ φαυλότατα, μήτε τρίχες μήτε ὄνυχες, πάντα δέ, τὰ μὲν πρὸς τὸ τῆς συστάσεως ὄφελος, τὰ δὲ πρὸς τὸ κάλλος τῆς ὄψεως συντε-λεῖ. οὐ γὰρ τῆς χρείας μόνης, ἀλλὰ καὶ τῆς ὥρας ἐπιμελὴς ἡ Πρόνοια. ἔρυμα μὲν γὰρ καὶ σκέπασμα πᾶσι τῆς κεφαλῆς ἡ κόμη, εὐπρέπεια δὲ ὁ πώ-γων τῷ φιλοσόφῳ. τήν τε τοῦ ὅλου σώματος τοῦ ἀνθρωπείου φύσιν ἐκ τῶν μερῶν ἀναγκαίων πάντων ἥρμοσε καὶ τοῖς μέλεσι πᾶσι τήν τε πρὸς ἄλληλα κοινωνίαν περιέβαλε καὶ τὴν παρὰ τοῦ ὅλου χορηγίαν ἐπεμέτρησεν. ὧν τὰ μὲν ὁλοσχερῆ καὶ τοῖς ἰδιώταις ἐκ τῆς πείρας ἣν ἔχει δύναμιν πρόδηλα· κεφαλῆς ἡγεμονία καὶ περὶ τὸν ἐγκέφαλον, ὥσπερ ἄρχοντα ἐν ἀκροπόλει, τῶν αἰσθήσεων ἡ δορυφορία· προσιοῦσαι μὲν ὄψεις, ἀναγγέλλουσαι δὲ ἀκοαί, ἐδωδὴ ὥσπερ φορολογοῦσα, ὄσφρησις καθάπερ ἀνιχνεύουσα καὶ διερευνω-μένη καὶ ἁφὴ πᾶν διατάττουσα τὸ ὑπήκοον (κεφαλαιωδῶς γὰρ νῦν ὀλίγα τῶν τῆς πανσόφου Προνοίας ἔργων ἐπιδραμούμεθα, μετ’ ὀλίγον ἀκριβέστερον τοῦ θεοῦ διδόντος ἐπεξεργασόμενοι, ὅταν πρὸς τὸν δοκοῦντα λογιώτερον ἀποτεινώμεθα)· χειρῶν διακονία, δι’ ὧν ἐργασίαι τε παντοῖαι καὶ πολυμή-χανοι τελοῦνται τέχναι ταῖς κατὰ μέρος δυνάμεσιν εἰς μίαν συνεργίαν διηρ-θρωμένων, ὤμων τε ἀχθοφορίαι καὶ κατοχαὶ δακτύλων ἀγκώνων τε καμπαί, πρός τε τὸ σῶμα εἴσω στρεφόμεναι καὶ πρὸς τὸ ἐκτὸς ἀπονεύουσαι, ἵνα ἐφέλ-κεσθαί τε καὶ ἀπωθεῖσθαι δύνωνται· ποδῶν ὑπηρεσία, δι’ ὧν πᾶσα ἡμῖν ὑποπέπτωκεν ἡ περίγειος κτίσις, βάσιμος ἡ γῆ, πλωτὴ ἡ θάλασσα, περά-σιμοι οἱ ποταμοὶ καὶ πάντων πρὸς πάντας ἐπιμιξία· γαστὴρ ταμεῖον τροφῶν, πᾶσι τοῖς συντεταγμένοις μέλεσιν ἐξ ἑαυτῆς ἐν μέτρῳ τὸ σιτηρέσιον διανέμουσα καὶ τὸ περιττεῦον ἐκτιθεμένη· καὶ τἄλλα δι’ ὅσων ἐμφανῶς ἡ διοίκησις τῆς ἀνθρωπείου μεμηχάνηται διαμονῆς, ὧν ὁμοίως τοῖς ἄφροσιν ἔχοντες οἱ σοφοὶ τὴν χρῆσιν οὐκ ἴσχουσι τὴν γνῶσιν. οἱ μὲν γὰρ εἰς ἣν ἂν οἰηθῶσιν ἀθεότητα τὴν ἐπιστημονικωτάτην περὶ πάντων καὶ εἰς ἑαυτοὺς εὐεργετικωτάτην ἀναφέρουσιν οἰκονομίαν, κρείττονος καὶ θείας ὄντως φρονήσεώς τε καὶ δυνά-μεως ἔργον αὐτὴν εἶναι πιστούμενοι, οἱ δὲ συντυχίᾳ καὶ συμπτώσει τῶν ἀτόμων ἀσκόπως τὴν θαυμασιωτάτην καλλιεργίαν ἀνατιθέασι. τὴν δὲ ἐναργεστέραν ἔτι τούτων ἐπίσκεψιν καὶ τὴν τῶν ἐνδοσθίων διάθεσιν ἰατροὶ μὲν ἀκριβῶς διερευνησάμενοι καὶ καταπλαγέντες ἐξεθείασαν τὴν φύσιν, ἡμεῖς δὲ ὕστερον ὡς ἂν οἷοί τε γενώμεθα κἂν ἐπιπολῆς ἀναθεωρήσωμεν. καθό-λου δὲ καὶ συλλήβδην ὅλον τοῦτο τὸ σκῆνος τίς τοιοῦτον ἐσκηνοποίησεν, ὑψηλόν, ὀρθόν, εὔρυθμον, εὐαίσθητον, εὐκίνητον, εὐεργόν, παντουργόν; ἡ τῶν ἀτόμων ἄλογος, φασί, πληθύς. ἀλλ’ οὐδ’ ἂν εἰκόνα πηλίνην ἐκεῖναι συνελ-θοῦσαι πλάσαιεν οὐδ’ ἀνδριάντα λίθινον ξέσαιεν οὐδ’ ἂν εἴδωλον ἀργυροῦν ἢ χρυσοῦν χωνεύσασαι προαγάγοιεν· ἀλλὰ τέχναι καὶ χειρουργίαι τούτων ὑπ’ ἀνθρώπων εὕρηνται σωματουργοί. ὧν δὲ ἀπεικασίαι καὶ σκιαγραφίαι δίχα σοφίας οὐκ ἂν γένοιντο, πῶς τὰ ἀληθῆ καὶ πρωτότυπα τούτων αὐτο-μάτως συμβέβηκε; ψυχὴ δὲ καὶ νοῦς καὶ λόγος πόθεν ἐγγέγονε τῷ φιλο-σόφῳ; παρὰ τῶν ἀψύχων καὶ ἀνοήτων καὶ ἀλογίστων ἀτόμων ταῦτ’ ἠρανί-σατο κἀκείνων αὐτῷ τι ἑκάστη νόημα καὶ δόγμα ἐνέπνευσε; καὶ ὥσπερ ὁ Ἡσιόδου μῦθος τὴν Πανδώραν φησὶν ὑπὸ τῶν θεῶν, οὕτως ἡ σοφία τἀν-δρὸς ὑπὸ τῶν ἀτόμων συνετελέσθη; καὶ ποίησιν δὲ πᾶσαν καὶ πᾶσαν μουσικὴν ἀστρονομίαν τε καὶ γεωμετρίαν καὶ τὰς ἄλλας ἐπιστήμας οὐκέτι θεῶν εὑρέματα καὶ παιδεύματα φήσουσιν Ἕλληνες εἶναι, μόναι δὲ γεγόνασιν ἐμπειρικαὶ καὶ σοφαὶ πάντων αἱ Ἄτομοι Μοῦσαι; ἡ γὰρ ἐκ τῶν ἀτόμων Ἐπικούρου θεογονία τῶν μὲν ἀπείρων κόσμων ἐξόριός ἐστιν, εἰς δὲ τὴν ἄπειρον ἀκο-σμίαν πεφυγάδευται. κζ. ΟΤΙ ΟΥΚ ΕΠΙΠΟΝΟΝ ΤΩΙ ΘΕΩΙ ΤΟ ΕΡΓΑΖΕΣΘΑΙ Ἐργάζεσθαι δέ γε καὶ διοικεῖν καὶ εὐεργετεῖν τε καὶ προκήδεσθαι καὶ τὰ τοιαῦτα τοῖς μὲν ἀργοῖς καὶ ἄφροσι καὶ ἀσθενέσι καὶ κακούργοις ἴσως ἐπαχθῆ, οἷς ἐγκατέλεξεν ἑαυτὸν Ἐπίκουρος, τοιαῦτα φρονήσας περὶ τῶν θεῶν· τοῖς δὲ σπουδαίοις καὶ συνετοῖς καὶ δυνατοῖς καὶ σώφροσιν, οἵους εἶναι χρὴ τοὺς φιλοσόφους (πόσῳ γε μᾶλλον τοὺς θεούς;), οὐχ ὅπως ἀηδῆ ταῦτα καὶ προσάντη, ἀλλὰ καὶ τερπνότατα καὶ πάντων μᾶλλον ἀσπαστότατα, οἷς τὸ ἀμελὲς καὶ τὸ μέλλειν τι πράττειν τῶν χρηστῶν ὄνειδος, ὡς ἐκείνους τε ποιητὴς νουθετεῖ συμβουλεύων· μηδ’ ἀναβάλλεσθαι ἔς τ’ αὔριον καὶ προσεπαπειλῶν· αἰεὶ δ’ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει· ἡμᾶς τε σεμνότερον παιδεύει προφήτης, θεοπρεπῆ μὲν ὄντως ἔργα τὰ κατ’ ἀρετὴν ὑπάρχειν λέγων, τὸν δὲ ὀλιγωροῦντα τούτων ἐξάγιστον· Ἐπι-κατάρατος γὰρ (φησίν) ὁ ποιῶν τὰ ἔργα κυρίου ἀμελῶς.3 εἶτα καὶ τοῖς μὲν ἀμαθέσιν ἡστινοσοῦν τέχνης καὶ ἀτελεστέροις διὰ τὸ τῆς πείρας ἄηθες καὶ τὸ τῶν ἔργων ἀτριβὲς κάματος ἐγγίνεται ταῖς ἐπιχειρήσεσιν· οἱ δὲ προ-κόπτοντες, καὶ μᾶλλον ἔτι οἱ τέλειοι, ῥᾳδίως ἃ μετίασι κατορθοῦντες γάν-[ν]υνται καὶ μᾶλλον ἂν ἕλοιντο τὰ εἰωθότα πράττοντες ἀνύειν καὶ τελεσιουρ-γεῖν ἢ πάντα σφίσιν ὑπάρξαι τὰ ἐν ἀνθρώποις ἀγαθά. Δημόκριτος γοῦν αὐτός, ὥς φασιν, ἔλεγε βούλεσθαι μᾶλλον μίαν εὑρεῖν αἰτιολογίαν ἢ τὴν Περ-σῶν οἱ βασιλείαν γενέσθαι, καὶ ταῦτα μάτην καὶ ἀναιτίως αἰτιολογῶν, ὡς ἀπὸ κενῆς ἀρχῆς καὶ ὑποθέσεως πλανωμένης ὁρμώμενος καὶ τὴν ῥίζαν καὶ τὴν κοινὴν ἀνάγκην τῆς τῶν ὄντων φύσεως οὐχ ὁρῶν, σοφίαν δὲ μεγίστην ἡγού-μενος τὴν τῶν ἀσόφως καὶ ἠλιθίως συμβαινόντων κατανόησιν καὶ τὴν τύχην τῶν μὲν καθόλου καὶ τῶν θείων δέσποιναν ἐφιστὰς καὶ βασιλίδα καὶ πάντα γενέσθαι κατ’ αὐτὴν ἀποφαινόμενος, τοῦ δὲ τῶν ἀνθρώπων αὐτὴν ἀποκηρύτ-των βίου καὶ τοὺς πρεσβεύοντας αὐτὴν ἐλέγχων ἀγνώμονας. τῶν γοῦν Ὑποθηκῶν ἀρχόμενος λέγει· Ἄνθρωποι τύχης εἴδωλον ἐπλάσαντο, πρό-φασιν ἰδίης ἀνοίης. φύσει γὰρ γνώμη τύχῃ μάχεται· καὶ τὴν ἐχθίστην τῇ φρονήσει ταύτην αὐτὴν ἔφασαν κρατεῖν· μᾶλλον δὲ καὶ ταύτην ἄρδην ἀναι-ροῦντες καὶ ἀφανίζοντες ἐκείνην ἀντικαθιστᾶσιν αὐτῆς. οὐ γὰρ εὐτυχῆ τὴν φρόνησιν, ἀλλ’ ἐμφρονεστάτην ὑμνοῦσι τὴν τύχην.3 οἱ μὲν οὖν τῶν βιωφελῶν ἔργων ἐπιστάται ταῖς πρὸς τὸ ὁμόφυλον ἐπικουρίαις ἀγάλλονται ἐπαίνου τε ὀρέγονται καὶ κλέους ἐφ’ οἷς αὐτῶν προκάμνουσιν οἱ μὲν τρέφοντες, οἱ δὲ κυβερνῶντες, οἱ δ’ ἰώμενοι, οἱ δὲ πολιτευόμενοι· οἱ δέ γε φιλόσοφοι καὶ σφόδρα παιδεύειν ἐπιχειροῦντες ἀνθρώπους φρυάττονται. ἢ τολμήσουσιν Ἐπίκουρος ἢ Δημόκριτος εἰπεῖν, ὡς ἀσχάλλουσι φιλοσοφοῦντες; ἀλλ’ οὐδὲ θυμηδίαν ταύτης ἂν ἑτέραν προθεῖντο· καὶ γὰρ εἰ τὸ ἀγαθὸν ἡδονὴν εἶναι φρονοῦσιν, ἀλλ’ αἰδεσθήσονταί γε μὴ λέγειν ἥδιον αὐτοῖς εἶναί τι τοῦ φιλο-σοφεῖν. τοὺς δὲ θεούς, περὶ ὧν οἱ μὲν ποιηταὶ παρ’ αὐτοῖς ᾄδουσι δο-τῆρες ἐάων,3 οὗτοι δὴ οἱ φιλόσοφοι μετὰ τωθείας εὐφημοῦσι· Θεοὶ πάντων ἀγαθῶν ἀδώρητοί τε καὶ ἀμέτοχοι.3 καὶ τίνι τρόπῳ τεκμηριοῦνται θεοὺς εἶναι, μήτε παρόντας καὶ πράττοντάς τι ὁρῶντες (ὡς οἱ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας θαυμάσαντες διὰ τὸ θέειν ἔφασαν κεκλῆσθαι θε-
PG 21:1287ούς) μήτε τινὰ δημιουργίαν αὐτοῖς ἢ κατασκευὴν προσνέμοντες, ἵν’ ἐκ τοῦ θεῖναι, τοῦτ’ ἔστι ποιῆσαι, θεοποιήσωσιν αὐτούς (τούτου γὰρ ἕνεκεν πρὸς ἀλή-θειαν ὁ τῶν ἁπάντων ποιητὴς καὶ δημιουργὸς μόνος ἐστὶ θεός) μήτε διοίκησιν ἢ κρίσιν ἢ χάριν αὐτῶν τινα πρὸς ἀνθρώπους ἐκτιθέμενοι, ἵνα φόβον ἢ τιμὴν ὀφλή-σαντες προσκυνήσωμεν αὐτοῖς; Ἦ τοῦ κόσμου προκύψας Ἐπίκουρος καὶ τὸν οὐράνιον ὑπερβὰς περίβολον ἢ διά τινων κρυφίων ἃς μόνος οἶδεν ἐξελθὼν πυλῶν οὓς ἐν τῷ κενῷ κατεῖδε θεοὺς καὶ τὴν πολλὴν αὐτῶν ἐμακάρισε τρυφὴν κἀκεῖθεν ἐπιθυμητὴς γενό-μενος τῆς ἡδονῆς καὶ τῆς ἐν τῷ κενῷ ζηλωτὴς διαίτης, οὕτω πάντας ἐπὶ τὴν τοῦ μακαρισμοῦ τούτου μετουσίαν ἐξομοιωθησομένους ἐκείνοις τοῖς θεοῖς παρα-καλεῖ, συμπόσιον αὐτοῖς μακάριον οὐχ ὅπερ οἱ ποιηταὶ τὸν οὐρανὸν ἢ τὸν Ὄλυμπον, ἀλλὰ τὸ κενὸν συγκροτῶν ἔκ τε τῶν ἀτόμων τὴν ἀμβροσίαν αὐτοῖς παρατιθεὶς καὶ προπίνων αὐτοῖς ἐξ ἐκείνων τὸ νέκταρ; καὶ δὴ κατ’ ἐκείνων τῶν μηδὲν πρὸς ἡμᾶς ὅρκους τε καὶ ὁρκισμοὺς μυρίους τοῖς ἑαυτοῦ βιβλίοις ἐγγράφει, ὀμνύς τε συνεχῶς μὰ Δία καὶ νὴ Δία ἐξορκῶν τε τοὺς ἐντυγχά-νοντας καὶ πρὸς οὓς διαλέγοιτο πρὸς τῶν θεῶν,3 οὔ τί που δεδιὼς αὐτὸς ἢ δεδιτ-τόμενος ἐκείνους τὴν ἐπιορκίαν, κενὸν δὲ τοῦτο καὶ ψεῦδος καὶ ἀργὸν καὶ ἄσημον ἐπιφθεγγόμενος τοῖς λόγοις αὐτοῦ παράρτημα, οἷον εἰ καὶ χρέμ-πτοιτο καὶ πτύοι τό τε πρόσωπον στρέφοι καὶ τὴν χεῖρα κινοίη. τοιαύτη γὰρ ἀδιανόητος ἦν αὖ ἡ παρ’ αὐτῷ καὶ ματαία ὑπόκρισις ἡ τῶν θεῶν ὀνομασία. ἀλλὰ τοῦτο μὲν πρόδηλον, ὅτι μετὰ τὸν Σωκράτους θάνατον κατεπτηχὼς Ἀθηναίους ὡς μὴ δοκοίη τοῦθ’ ὅπερ ἦν ἄθεος εἶναι, κενὰς αὐτοῖς ἀνυποστά-των θεῶν τερατευσάμενος ἐζωγράφησε σκιάς. οὔτε γὰρ εἰς οὐρανὸν ἀνέβλεψε νοεροῖς ὀφθαλμοῖς, ἵνα τῆς ἐναργοῦς ἄνωθεν φωνῆς ἀκούσῃ, ἧς ὁ προσεκτι-κὸς θεατὴς κατακούσας ἐμαρτύρησεν ὅτι οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα,3 οὔτε τῇ διανοία κατεῖδεν εἰς τοὔδαφος· ἔμαθε γὰρ ἂν ὅτι τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ καὶ ὅτι τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς καί· Μετὰ ταῦτα (γάρ φησι) κύριος εἰς τὴν γῆν ἐπέβλεψε καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ· ψυχὴν παν-τὸς ζῴου ἐκάλυψε τὸ πρόσωπον αὐτῆς.3 εἰ δὲ μὴ σφόδρα τυφλώττουσιν, ἐπισκεψάσθωσαν τὴν παμποίκιλον τῶν ζῴων πολυπλήθειαν, τὰ χερσαῖα, τὰ πτηνά, τὰ ἔνυδρα, καὶ κατανοησάτωσαν ὡς ἀληθὴς ἐπὶ τῇ πάντων κρίσει γέ-γονεν ἡ μαρτυρία τοῦ δεσπότου· Καὶ πάντα κατὰ τὴν αὐτοῦ πρόσταξιν πέ-φηνε καλά.3 Ταῦτά μοι ἀπὸ πλείστων ἐξήνθισται τῶν πρὸς Ἐπίκουρον Διονυσίῳ τῷ καθ’ ἡμᾶς ἐπισκόπῳ πεποιημένων. μετελθεῖν δὲ καιρὸς τοὺς περὶ τὸν Ἀριστοτέλη καὶ τὴν τῶν Στωϊκῶν φιλοσόφων αἵρεσιν τά τε λοιπὰ τῆς τῶν θαυμαστῶν φυσιολόγων ἐπιθεωρῆσαι, ὡς ἂν καὶ τῆς ἐκ τούτων ἀναχωρή-σεως τὸν ἐξ ἡμῶν ἀπολογισμὸν παράσχοιμεν τοῖς φιλεγκλήμοσιν.

Book XVLiber Decimus Quintus

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 21:1297ΙΕ ΤΑΔΕ ΤΟ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ α. Προοίμιον περὶ ἁπάσης τῆς ὑποθέσεως β. Περὶ τῆς κατ’ Ἀριστοτέλην φιλοσοφίας καὶ τῶν περὶ τοῦ ἀνδρὸς ἱστορουμένων Ἀπὸ τῶν Ἀριστοκλέους τοῦ Περιπατητικοῦ γ. Περὶ τῶν κατὰ Ἀριστοτέλην δογμάτων, διενεχθέντα Ἑβραίοις καὶ Πλάτωνι δ. Ἀττικοῦ Πλατωνικοῦ πρὸς Ἀριστοτέλην, διενεχθέντα Μωσεῖ καὶ Πλάτωνι ἐν τῷ περὶ τοῦ τέλους λόγῳ ε. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν, διενεχθέντα Μωσεῖ καὶ Πλάτωνι ἐν τῷ περὶ προνοίας λόγῳ 2. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν, διενεχθέντα Μωσεῖ καὶ Πλάτωνι ἐν τῷ μὴ συγχωρεῖν γενητὸν εἶναι τὸν κόσμον ζ. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν, πέμπτην σωμάτων ὑποτιθέμενον οὐσίαν, ἣν οὔτε Μωσῆς οὔτε Πλάτων γινώσκει η. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν καὶ ἐν τοῖς κατ’ οὐρανὸν θεωρήμασι διενεχθέντα τῷ Πλά-τωνι ἅτινα Μωσῆς οὐ πολυπραγμονεῖ θ. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν καὶ ἐν τοῖς περὶ ἀθανασίας ψυχῆς διενεχθέντα τῷ Πλάτωνι καὶ τοῖς Ἑβραίων λόγοις ι. Πλωτίνου ἐκ τοῦ περὶ ἀθανασίας ψυχῆς δευτέρου πρὸς Ἀριστοτέλην ἐντελέχειαν τὴν ψυχὴν εἶναι φήσαντα ια. Πορφυρίου περὶ τοῦ αὐτοῦ. Ἀπὸ τῶν πρὸς Βόηθον περὶ ψυχῆς ιβ. Πρὸς τὸν αὐτὸν διενεχθέντα τῷ Πλάτωνι καὶ ἐν τῷ περὶ καθόλου ψυχῆς λόγῳ ιγ. Πρὸς τὸν αὐτὸν διαπαίξαντα καὶ τὰς παρὰ τῷ Πλάτωνι ἰδέας· ἃς οὐκ ἀγνοεῖν καὶ οἱ Ἑβραίων ἤδη πρότερον συνέστησαν λόγοι ιδ. Περὶ τῆς τῶν Στωϊκῶν φιλοσοφίας ὅπως τε ὁ Ζήνων τὸν περὶ ἀρχῶν ἀπεδίδου λόγον ιε. Ὁποίαν δόξαν ἐπάγοντα οἱ Στωϊκοὶ περὶ θεοῦ καὶ περὶ συστάσεως τοῦ παντός ι. Πορφυρίου πρὸς τὴν τῶν Στωϊκῶν περὶ θεοῦ δόξαν ιζ. Ὅτι οὐκ ἂν εἴη σῶμα τὸ ὂν κατὰ τοὺς Στωϊκούς ιη. Ὅπως οἱ Στωϊκοὶ περὶ τῆς τοῦ παντὸς ἐκπυρώσεως δοξάζουσιν ιθ. Ὅπως δοξάζουσιν οἱ Στωϊκοὶ περὶ τῆς παλιγγενεσίας τῶν ὅλων κ. Ὅπως οἱ αὐτοὶ περὶ ψυχῆς δοξάζουσιν κα. Λογγίνου πρὸς τὴν τῶν Στωϊκῶν περὶ ψυχῆς δόξαν ἀντίρρησις κβ. Πρὸς τοὺς Στωϊκούς, ὅτι οὐ δύναται σωματικὴ εἶναι ἡ ψυχή κγ. Δόξαι τῶν φυσικῶν φιλοσόφων ἀπὸ τῶν Πλουτάρχου· Περὶ ἡλίου κδ. Περὶ μεγέθους ἡλίου κε. Περὶ σχήματος ἡλίου κ. Περὶ σελήνης κζ. Περὶ μεγέθους σελήνης κη. Περὶ σχήματος σελήνης κθ. Περὶ φωτισμῶν σελήνης λ. Τίς ἡ οὐσία τῶν ἄστρων πλανήτων καὶ ἀπλανῶν λα. Περὶ σχημάτων ἀστέρων λβ. Πῶς συνέστηκεν ὁ κόσμος λγ. Εἰ ἓν τὸ πᾶν λδ. Εἰ ἔμψυχος ὁ κόσμος προνοίᾳ διοικούμενος λε. Εἰ ἄφθαρτος ὁ κόσμος λ. Πόθεν τρέφεται ὁ κόσμος λζ. Ἀπὸ ποίου πρώτου ἤρξατο ὁ θεὸς κοσμοποιεῖν λη. Περὶ τάξεως τοῦ κόσμου λθ. Τίς ἡ αἰτία τοῦ τὸν κόσμον ἐγκλιθῆναι μ. Περὶ τοῦ ἐκτός μα. Τίνα δεξιὰ τοῦ κόσμου καὶ τίνα ἀριστερά μβ. Περὶ οὐρανοῦ μγ. Περὶ δαιμόνων καὶ ἡρώων μδ. Περὶ ὕλης με. Περὶ ἰδέας μ. Περὶ τάξεως ἀστέρων μζ. Περὶ τῆς τῶν ἄστρων φορᾶς καὶ κινήσεως μη. Πόθεν φωτίζονται οἱ ἀστέρες μθ. Περὶ τῶν καλουμένων Διοσκούρων ν. Περὶ ἐκλείψεως ἡλίου να. Περὶ ἐκλείψεως σελήνης νβ. Περὶ ἐμφάσεως αὐτῆς, καὶ διὰ τί γεώδης φαίνεται νγ. Περὶ τῶν ἀποστημάτων τῆς σελήνης νδ. Περὶ ἐνιαυτῶν νε. Περὶ γῆς ν. Περὶ σχήματος γῆς νζ. Περὶ θέσεως τῆς γῆς νθ. Περὶ θαλάσσης, πῶς συνέστη καὶ πῶς ἐστι πικρά ξ. Περὶ μερῶν τῆς ψυχῆς ξα. Περὶ ἡγεμονικοῦ ξβ. Ὅτι καὶ τῶν Ἑλλήνων ὁ σοφώτατος Σωκράτης τοὺς ἐπὶ τῇ τῶν προειρημένων φυσιο-λογίᾳ μεγάλα φυσῶντας μωραίνοντας ἀπεδείκνυεν, ὡς περὶ ἄχρηστα τῷ βίῳ καὶ ἀκατάληπτα κατατριβομένους ΙΕ α. ΠΡΟΟΙΜΙΟΝ ΠΕΡΙ ΑΠΑΣΗΣ ΤΗΣ ΥΠΟΘΕΣΕΩΣ Τὴν πολύθεον τῶν ἐθνῶν ἁπάντων πλάνην ἐν ἀρχαῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἀπελέγξαι πρὸ πολλοῦ θέμενος ἐπὶ συστάσει καὶ ἀπολογίᾳ τῆς ἐξ αὐτῶν ἀναχωρήσεως, ἣν μετ’ εὐλόγου κρίσεως πεποιήμεθα, οὐ μόνον τοὺς μύθους, οὓς δὴ περὶ τῶν οἰκείων θεῶν παῖδες τῶν παρ’ αὐτοῖς θεολόγων τε καὶ ποιητῶν κεκωμῳδήκασιν, ἀλλὰ καὶ τούτων τὰς σεμνοπρεπεῖς δὴ καὶ ἀπορρήτους φυσιολογίας, ἄνω που εἰς οὐρανὸν καὶ τὰ κόσμου μέρη πρὸς τῆς γενναίας φιλοσοφίας μετενηνεγμένας, πρώτιστα πάντων ἐν τρισὶ τοῖς πρώτοις συγγράμμασι διηρευνησάμην, καίτοι μηδὲν τὸ παράπαν ἐν τούτοις
PG 21:1299χρῆναι σεμνολογεῖν τῶν δὴ θεολόγων αὐτῶν ἀποφηναμένων. τηρη-τέον γοῦν, ὡς ὅτι μάλιστα οἱ πρεσβύτατοι τῶν παρ’ αὐτοῖς θεολόγων οὐδέν τι πλέον τῆς ἱστορίας εἰδότες, μόνοις δὲ τοῖς μύθοις προσανέχοντες ἐμαρτυρή-θησαν· ὅθεν εἰκότως ἐν πάσαις πόλεσί τε καὶ κώμαις κατὰ τὰς τῶν παλαιῶν διηγήσεις θεῶν τελεταὶ καὶ μυστήρια σύμφωνα τοῖς τῶν προτέρων μυθικοῖς διηγήμασι παραδέδοται, ὡς εἰσέτι καὶ νῦν τῶν θεῶν γάμους καὶ παιδοποιίας θρήνους τε καὶ μέθας καὶ τῶν μὲν πλάνας, τῶν δὲ ἔρωτας, τῶν δὲ ὀργάς, τῶν δὲ ἑτέρας παντοίας συμφοράς τε καὶ περιστάσεις, ἀκολούθως τοῖς ὑπὸ τῶν πα-λαιοτάτων μνημονευομένοις, κατά τε τὰς τελετὰς ἔν τε τοῖς ὕμνοις καὶ ταῖς εἰς τοὺς θεοὺς αὐτῶν πεποιημέναις ᾠδαῖς παραλαμβάνειν. πλὴν ὅμως ἐκ περιουσίας καὶ τούτων αὐτῶν τὰς τετραγῳδημένας ἐν φυσικαῖς ἀποδόσεσι κομπ[ωδ]ίας τάς τε τῶν σοφιστῶν καὶ φιλοσόφων εὑρησιλογίας εἰς φανερὸν ἤγαγον· οὐ μὴν ἀλλὰ καὶ τὸν περὶ τῶν βοωμένων χρηστηρίων λόγον τήν τε παρὰ τοῖς πολλοῖς διατεθρυλημένην περὶ εἱμαρμένης ψευδῆ δόξαν ἐν ἑτέροις τρισὶ τοῖς ἑξῆς μετὰ τὰ πρῶτα συγγράμμασι λευκοῖς τοῖς ἐλέγ-χοις ἀπεγύμνωσα, οὐ μόνοις τοῖς οἴκοθεν ἐπιχειρήμασιν, ἀλλὰ καὶ ταῖς αὐτῶν μάλιστα τῶν παρ’ Ἕλλησι φιλοσόφων φωναῖς εἰς τὸν κατ’ αὐτῶν ἔλεγχον συγκεχρημένος. μεταβὰς δὲ ἐκεῖθεν ἐπὶ τὰ Ἑβραίων λόγια, τίσι ποτὲ λογισμοῖς τὴν ἐν τούτοις περιεχομένην δογματικὴν θεολογίαν τήν τε κατὰ τούσδε ἱστορίαν ἅπασαν καὶ πρὸς αὐτῶν Ἑλλήνων μεμαρτυρη-μένην [παρεδεξάμεθα], ἐν ἰσαρίθμοις αὖ πάλιν λόγων συντάξεσι παρεστη-σάμην. εἶθ’ ἑξῆς τὸν Ἑλληνικὸν ἀπελέγξας τρόπον, ὅπως τε τὰ πάντα παρὰ βαρβάρων ὠφέληντο καὶ ὡς οὐδὲν οἴκοθεν σεμνὸν ἐπάγονται μάθημα, καὶ τήν γε τῶν χρόνων ἀντιπαράθεσιν, καθ’ οὓς Ἑλλήνων τε οἱ βοώμενοι Ἑβραί-ων τε οἱ προφῆται γεγόνασιν, εἰς φῶς ἀγαγών, αὖθις διὰ τῶν μετὰ ταῦτα τριῶν τὴν τῶν παρ’ Ἕλλησιν εὐδοκίμων φιλοσόφων πρὸς τὰς Ἑβραίων δόξας συνδρομὴν ὑπέδειξα, αὐτὰς πάλιν τὰς οἰκείας τῶν ἀνδρῶν φωνὰς μάρ-τυρας ποιησάμενος. οὐ μὴν ἀλλὰ καὶ τοὺς ἑτεροδοξοῦντας ἡμῖν τῶν παρ’ Ἕλλησι φιλοσόφων οὐ πρὸς ἡμᾶς μόνους, ἀλλὰ καὶ πρὸς τοὺς σφῶν οἰκείους διεστῶτας ὑπό τε τῶν γνωρίμων ἀνατετραμμένους ἐν τῷ πρὸ τού-του συγγράμματι κατεφώρασα, διὰ τούτων ἁπάντων τῆς ἡμετέρας γνώμης τὸ κριτήριον ἀδέκαστον ἐπιδεικνὺς τοῖς ἐντυγχάνουσιν, ἔργοις τε, ὡς ἔπος εἰπεῖν, καὶ αὐτοῖς πράγμασι τὰς ἀποδείξεις τοῦ μὴ ἀσκόπως ἡμᾶς, κεκρι-μένῳ δὲ καὶ σώφρονι λογισμῷ πρὸ τῆς Ἑλλήνων τὴν Ἑβραίων ὁμοῦ παλαιὰν καὶ ἀληθῆ φιλοσοφίαν τε καὶ εὐσέβειαν ἐπανῃρῆσθαι παρασχόμενος· ὃ καὶ συνέστη διὰ τῆς τῶν Ἑλληνικῶν φωνῶν παραθέσεως. ἧς εἰσέτι δεῦρο τὸν ὕστατον ἐπέχοντες λόγον, πεντεκαιδέκατον ὄντα τῆς ἐν χερσὶ πραγματείας, τὸ λεῖπον τοῖς διεξωδευμένοις ἀποδώσομεν, τὰ σεμνὰ τῆς γενναίας τῶν Ἑλλή-νων φιλοσοφίας ἔτι καὶ νῦν εἰς φῶς ἕλκοντες πρὸ ὀφθαλμῶν τε τοῖς πᾶσι τὴν ἐν αὐτοῖς ἀχρηστομάθειαν ἀπογυμνοῦντες καὶ πάντων γε πρότερον παριστῶντες, ὅτι μὴ ἀγνοίᾳ τῶν παρ’ αὐτοῖς θαυμαζομένων, ὀλιγωρίᾳ δὲ τῆς ἐν αὐτοῖς ἀνωφελοῦς σχολῆς ἥκιστα αὐτῶν πεφροντίκαμεν, τῇ τῶν κρειτ-τόνων ἀσκήσει τὰς ἑαυτῶν ἀναθέντες ψυχάς. τούτου δὴ οὖν σὺν θεῷ δι’ αὐτῆς ἀληθείας ἡμῖν ἐπισφραγισθέντος, τὰ μὲν τῆς Προπαρασκευῆς ἐνταῦθά μοι περιγραφήσεται· μεταβὰς δὲ ἐπὶ τὴν ἐντελεστέραν ὑπόθεσιν τῆς Εὐαγ-γελικῆς Ἀποδείξεως, ἀπὸ τοῦ λείποντος ταῖς καθ’ ἡμῶν κατηγορίαις σκέμ-ματος τὴν καταρχὴν τῆς δευτέρας ἐπισυνάψω πραγματείας. Ἦν δὲ τοῦτο ἐπιμεμφόμενον ἡμῖν, ὅτι δὴ τὰ Ἑβραίων λόγια τῶν πατρίων προτιμήσαντες οὐ τὸν ὅμοιον τῷ Ἰουδαίων βίον ζηλοῦντες προειλόμεθα· πρὸς ὃ μετὰ τὴν τοῦ παρόντος λόγου συμπλήρωσιν, θεοῦ συνεργοῦντος, ἀπαντῆσαι πειράσομαι. ταύτη γὰρ ἡγοῦμαι τοῖς πρώτοις τὰ δεύτερα ὥσπερ ὑφ’ ἑνὶ δεσμῷ συμπλακέντα μίαν τὴν καθόλου διάνοιαν τοῦ παντὸς ἀποτελέσειν λόγου. τό γε μὴν παρόν, ἐπειδὴ πέφηνεν ἐν τοῖς πρὸ τούτου συγγράμ-μασιν ἡ κατὰ Πλάτωνα φιλοσοφία τοτὲ μὲν τοῖς Ἑβραίων συμφωνοῦσα λό-γοις, τοτὲ δὲ πρὸς αὐτοὺς διεστῶσα, ἐν οἷς ἐλήλεγκται καὶ πρὸς τὰ αὐτῇ ἀρέσκοντα διαφωνοῦσα, τὰ δὲ κατὰ τοὺς ἄλλους τοὺς δὴ φυσικοὺς ἐπικλη-θέντας φιλοσόφους τά τε τῆς Πλάτωνος διαδοχῆς καὶ τὰ κατὰ Ξενοφάνην τε καὶ Παρμενίδην καὶ ἔτι Πύρρωνα καὶ τοὺς τὴν ἐποχὴν εἰσηγουμένους τούς τε ἄλλους ἑξῆς ἅπαντας, ὧν τὰς δόξας ὁ προλαβὼν ἀπήλεγξε λόγος, τοῖς Ἑβραίων ὁμοῦ καὶ τοῖς Πλάτωνος δόγμασιν αὐτῇ τε ἀληθείᾳ ἐξ ἐναν-τίας ἱστάμενα, οὐ μὴν ἀλλὰ καὶ τὸν ἔλεγχον τοῖς σφῶν αὐτῶν βέλεσιν ἀπενη-νεγμένα· ὥρα καὶ τὸν ἄλλον τῦφον τῶν ἀπ’ Ἀριστοτέλους τῶν τε Στωϊκῶν φιλοσόφων ἄνωθεν ὡς ἀπὸ σκηνῆς κατοπτεῦσαι καὶ τὴν λοιπὴν δὲ πᾶσαν φυσιο-λογίαν τῶν τὰς ὀφρῦς ἀνατεινομένων συνιδεῖν, ὡς ἂν μάθοιμεν καὶ τὰ παρὰ τοῖσδε σεμνολογούμενα τά τε πρὸς αὐτοὺς αὖ πάλιν ὑπὸ τῶν οἰκείων ἀντιλεγό-μενα. οὕτω γὰρ καὶ τῆς τούτων ἀναχωρήσεως τὸ παρ’ ἡμῖν κεκριμένον εὐλόγου πάσης ἀπολύοιτ’ ἂν κατηγορίας, ὅτι δὴ μὴ ἀγνοίᾳ τῶν παρ’ αὐτοῖς σεμνῶν, ἐξητασμένῃ δὲ καὶ βεβασανισμένῃ κρίσει τὴν παρὰ τοῖς νενομισμέ-νοις βαρβάροις ἀλήθειάν τε καὶ εὐσέβειαν τῶν Ἑλληνικῶν ἁπάντων προ-τετιμήκαμεν. ἄρξομαι δὲ ἀπὸ τῶν Ἀριστοτέλους. ἄλλοι μὲν οὖν τὸν βίον τἀνδρὸς διαβεβλήκασι, φιλόσοφοι δὲ καὶ ἄλλως οὐκ ἀφανεῖς τινες ἦσαν καὶ οὗτοι. ἐμοὶ δ’ οὐ φίλον τὸν ἄνδρα οὐδ’ αὐταῖς ἀκοαῖς ἀνέχεσθαι κακῶς πρὸς τῶν οἰκείων ἀγορευόμενον. διόπερ τὰς ὑπὲρ αὐτοῦ μᾶλλον ἐκθήσομαι ἀπολο-γίας ἀπὸ τῶν Ἀριστοκλέους τοῦ Περιπατητικοῦ, ὃς ἐν τῷ ἐβδόμῳ Περὶ φιλοσοφίας τάδε περὶ αὐτοῦ γράφει· β. ΠΕΡΙ ΤΗΣ ΚΑΤ’ ΑΡΙΣΤΟΤΕΛΗΝ ΦΙΛΟΣΟΦΙΑΣ ΚΑΙ ΤΩΝ ΠΕΡΙ ΤΟΥ ΑΝΔΡΟΣ ΙΣΤΟΡΟΥΜΕΝΩΝ· ΑΠΟ ΤΟΥ ΠΕΡΙ ΦΙΛΟ-ΣΟΦΙΑΣ ΕΒΔΟΜΟΥ ΑΡΙΣΤΟΚΛΕΟΥΣ ΤΟΥ ΠΕΡΙΠΑΤΗΤΙΚΟΥ Πῶς γὰρ οἷόν τε, καθάπερ φησὶν Ἐπίκουρος ἐν τῇ Περὶ τῶν ἐπιτηδευ-μάτων ἐπιστολῇ, νέον μὲν ὄντα καταφαγεῖν αὐτὸν τὴν πατρῴαν οὐσίαν, ἔπειτα δὲ ἐπὶ τὸ στρατεύεσθαι συνῶσαι, κακῶς δὲ πράττοντα ἐν τούτοις ἐπὶ τὸ φαρ-μακοπωλεῖν ἐλθεῖν, ἔπειτα ἀναπεπταμένου τοῦ Πλάτωνος περιπάτου πᾶσι παραβαλεῖν αὐτόν; ἢ πῶς ἄν τις ἀποδέξαιτο Τιμαίου τοῦ Ταυρομενίτου λέγοντος ἐν ταῖς Ἱστορίαις ἀδόξου θύρας αὐτὸν ἰατρείου καὶ τὰς τυχούσας ὀψὲ τῆς ἡλικίας κλεῖσαι; τίς δ’ ἂν πεισθείη τοῖς ὑπ’ Ἀριστοξένου τοῦ μουσικοῦ λεγομένοις ἐν τῷ βίῳ τῷ Πλάτωνος; ἐν γὰρ τῇ πλάνῃ καὶ τῇ ἀποδημίᾳ φησὶν ἐπανίστασθαι καὶ ἀντοικοδομεῖν αὐτῷ τινας Περίπατον ξένους ὄντας. οἴονται οὖν ἔνιοι ταῦτα περὶ Ἀριστοτέλους λέγειν αὐτόν, Ἀριστοξένου διὰ παντὸς εὐφημοῦντος Ἀριστοτέλην. καταγέλαστα δ’ εἰκότως εἶναι φαίη τις ἂν καὶ τὰ Ἀπομνημονεύματα Ἀλεξίνου τοῦ Ἐριστικοῦ. ποιεῖ γὰρ Ἀλέξ-ανδρον παῖδα διαλεγόμενον Φιλίππῳ τῷ πατρὶ καὶ διαπτύοντα μὲν τοὺς τοῦ Ἀριστοτέλους λόγους, ἀποδεχόμενον δὲ Νικαγόραν, τὸν Ἑρμῆν ἐπι-κληθέντα. καὶ Εὐβουλίδης δὲ προδήλως ἐν τῷ κατ’ αὐτοῦ βιβλίῳ ψεύ-δεται, πρῶτον μὲν ποιήματα ψυχρὰ προσφερόμενος ὡς γεγραφότων ἄλλων περὶ τοῦ γάμου καὶ τῆς πρὸς Ἑρμείαν οἰκειόητος αὐτῷ γεγονυίας, ἔπειτα Φιλίππῳ φάσκων αὐτὸν προσκόψαι καὶ τελευτῶντι Πλάτωνι μὴ παραγενέσθαι
τά τε βιβλία αὐτοῦ διαφθεῖραι. τὴν μὲν γὰρ Δημοχάρους κατηγορίαν κατὰ τῶν φιλοσόφων τί χρὴ λέγειν; οὐ γὰρ Ἀριστοτέλην μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους κακῶς εἴρηκεν. ἔτι γε μὴν αὐτὰς τὰς διαβολὰς σκοπῶν ἄν τις ληρεῖν αὐτὸν φαίη. λέγει γὰρ ἐπιστολὰς Ἀριστοτέλους ἁλῶναι κατὰ τῆς πόλεως τῆς Ἀθηναίων καὶ Στάγειρα τὴν πατρίδα προδοῦναι Μακεδόσιν αὐτόν, ἔτι δὲ κατασκαφείσης Ὀλύνθου μηνύειν ἐπὶ τοῦ λαφυροπωλείου Φιλίππῳ τοὺς πλου-σιωτάτους τῶν Ὀλυνθίων. ἠλίθια δὲ διαβέβληκεν αὐτὸν καὶ Κηφισόδωρος, ὁ Ἰσοκράτους μαθητής, τρυφερὸν καὶ τένθην καὶ ἄλλ’ ἄττα τοιαῦτα λέγων αὐτὸν εἶναι. πάντα δ’ ὑπερπαίει μωρίᾳ τὰ ὑπὸ Λύκωνος εἰρημένα, τοῦ λέγοντος εἶναι Πυθαγορικὸν ἑαυτόν. φησὶ γὰρ θύειν Ἀριστοτέλην θυσίαν τετελευτηκυίᾳ τῇ γυναικὶ τοιαύτην ὁποίαν Ἀθηναῖοι τῇ Δήμητρι καὶ ἐν ἐλαίῳ θερμῷ λουόμε-νον τοῦτο δὴ πιπράσκειν· ἡνίκα δὲ εἰς Χαλκίδα ἀπῄει, τοὺς τελώνας εὑρεῖν ἐν τῷ πλοίῳ λοπάδια χαλκᾶ τέτταρα καὶ ἑβδομήκοντα. καὶ σχεδὸν οἱ μὲν πρῶτοι διαβαλόντες Ἀριστοτέλην τοσοῦτοι γεγόνασιν· ὧν οἱ μὲν κατὰ τοὺς αὐτοὺς ἦσαν χρόνους, οἱ δὲ μικρὸν ὕστερον ἐγένοντο· πάντες δὲ σοφι-σταὶ καὶ ἐριστικοὶ καὶ ῥήτορες, ὧν καὶ τὰ ὀνόματα καὶ τὰ βιβλία τέθνηκε τῶν σωμάτων μᾶλλον. τοὺς μὲν γὰρ μετὰ ταῦτα γεγονότας, εἶτα δὲ τὰ ὑπ’ ἐκείνων εἰρημένα λέγοντας παντάπασιν ἐᾶν δεῖ χαίρειν, καὶ μάλιστα τοὺς μηδ’ ἐντετυχηκότας τοῖς βιβλίοις αὐτῶν, ἀλλ’ αὐτοσχεδιάζοντας, ὁποῖοί εἰσι καὶ οἱ λέγοντες τριακοσίας ἔχειν λοπάδας αὐτόν. οὐδεὶς γὰρ ἂν εὑρεθείη περὶ αὐτοῦ τοιοῦτον οὐθὲν εἰρηκὼς τῶν τότε ὄντων ὅτι μὴ Λύκων. οὗτος μέντοι, καθάπερ ἔφην, εἴρηκεν εὑρῆσθαι λοπάδια πέντε καὶ ἑβδομήκοντα. οὐ μόνον δὲ καὶ ἐκ τῶν χρόνων καὶ ἐκ τῶν διαβεβληκότων τεκμήραιτό τις ἂν ὅτι ψευδῆ πάντα τὰ εἰρημένα ἐστίν, ἀλλὰ κἀκ τοῦ μὴ πάντας τὰ αὐτὰ διαβάλλειν, ἀλλ’ ἕκαστον ἴδιά τινα λέγειν, ὧν εἴπερ ἦν ἓν ὁτιοῦν ἀληθές, ἐχρῆν δήπου μυριάκις, ἀλλ’ οὐχ ἅπαξ αὐτὸν ὑπὸ τῶν τότε ἀπολωλέναι. φανερὸν οὖν ὅτι καθ-άπερ πολλοῖς καὶ ἄλλοις, οὕτω καὶ Ἀριστοτέλει συνέβη διά τε τὰς πρὸς τοὺς βασιλεῖς φιλίας καὶ διὰ τὴν ἐν τοῖς λόγοις ὑπεροχὴν ὑπὸ τῶν τότε σοφιστῶν φθονεῖσθαι. δεῖ δὲ τοὺς εὖ φρονοῦντας μὴ εἰς τοὺς διαβάλλοντας ἀποβλέπειν μόνον, ἀλλὰ καὶ εἰς τοὺς ἐπαινοῦντας καὶ ζηλοῦντας αὐτόν· μακρῷ γὰρ πλείους καὶ βελτίους εὑρεθεῖεν ἂν οὗτοί γε. τὰ μὲν οὖν ἄλλα προδήλως πέπλα-σται. δύο δὲ ταῦτα δοκεῖ πιστεύεσθαι δι’ ἃ ψέγουσί τινες αὐτόν· ἓν μέν, ὅτι τὴν Ἑρμείου γήμειε φύσει μὲν ἀδελφήν, θετὴν δὲ θυγατέρα Πυθιάδα, κολα-κεύων αὐτόν· Θεόκριτος γοῦν ὁ Χῖος ἐποίησεν ἐπίγραμμα τοιοῦτον· Ἑρμείου εὐνούχου τε καὶ Εὐβούλου τόδε δούλου μνῆμα κενὸν κενόφρων θῆκεν Ἀριστοτέλης· ὃς διὰ τὴν ἀκρατῆ γαστρὸς φύσιν εἵλετο ναίειν ἀντ’ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς· ἕτερον δέ, ὅτι ἠχαρίστησε Πλάτωνι. περὶ μὲν οὖν Ἑρμείου καὶ τῆς Ἀριστο-τέλους πρὸς αὐτὸν φιλίας ἄλλοι τε πολλοὶ συγγεγράφασι καὶ δὴ καὶ Ἀπελλί-κων, οὗ τοῖς βιβλίοις ὁ ἐντυχὼν πεπαύσεται βλασφημῶν αὐτούς. περὶ δὲ τοῦ γάμου τοῦ Πυθιάδος ἀποχρώντως αὐτὸς ἐν ταῖς πρὸς Ἀντίπατρον ἐπιστολαῖς ἀπολελόγηται. τεθνεῶτος γὰρ Ἑρμείου διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν ἔγημεν αὐτήν, ἄλλως μὲν σώφρονα καὶ ἀγαθὴν οὖσαν, ἀτυχοῦσαν μέντοι διὰ τὰς καταλαβούσας συμφορὰς τὸν ἀδελφὸν αὐτῆς. Εἶθ’ ἑξῆς φησι· Μετὰ δὲ τὴν Πυθιάδος τῆς Ἑρμείου τελευτὴν Ἀριστοτέλης ἔγημεν Ἑρπυλλίδα Σταγειρῖτιν, ἐξ ἧς υἱὸς αὐτῷ Νικόμαχος ἐγένετο. τοῦτον δέ φασιν ὀρφανὸν τραφέντα παρὰ Θεοφράστῳ καὶ δὴ μειρακίσκον ὄντα ἀπο-θανεῖν ἐν πολέμῳ. Ἀλλὰ ταῦτα μὲν ἐκ τῆς δηλωθείσης Ἀριστοκλέους ἐκκείσθω γραφῆς· ἤδη δὲ καὶ τὴν δογματικὴν Ἀριστοτέλους φιλοσοφίαν θεωρῆσαι καιρός. γ. ΠΕΡΙ ΤΩΝ ΚΑΤ’ ΑΡΙΣΤΟΤΕΛΗΝ ΔΟΓΜΑΤΩΝ Μωσέως καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν τέλος εἶναι τοῦ μακαρίως ζῆν τὴν τοῦ τῶν ὅλων θεοῦ γνῶσίν τε καὶ φιλίαν δι’ εὐσεβείας συντελου-μένην ὑποθεμένων εὐσέβειάν τε εἶναι ἀληθῆ διδαξάντων τὴν διὰ πάσης ἀρετῆς τῷ θεῷ εὐαρέστησιν (ταύτην γὰρ εἶναι τῶν ἀγαθῶν αἰτίαν, ἐπὶ μόνῳ γὰρ τῷ θεῷ τὰ πάντα κεῖσθαι καὶ παρ’ αὐτοῦ τὰ πάντα τοῖς θεοφιλέσι χορηγεῖσθαι) τοῦ τε Πλάτωνος τὰ συνῳδὰ τούτοις ὁριζομένου καὶ τέλος εὐδαι-μονίας τὴν ἀρετὴν ἀποφαινομένου, τὴν ἑτέραν ὁδεύσας ὁ Ἀριστοτέλης οὐκ ἄλ-λως εὐδαίμονά τινά φησιν ἔσεσθαι ἢ καὶ διὰ τῆς τοῦ σώματος εὐπαθείας καὶ τῆς τῶν ἐκτὸς περιουσίας, ὧν ἄνευ μηδὲ τὴν ἀρετὴν ὠφελεῖν. πρὸς ὃν ὅπως ἔστησαν διεψευσμένην αὐτοῦ τὴν ὑπόληψιν ἀπελέγχοντες οἱ Πλά-τωνος γνώριμοι, πάρεστι μαθεῖν διὰ τούτων· δ. ΑΤΤΙΚΟΥ ΠΛΑΤΩΝΙΚΟΥ ΠΡΟΣ ΑΡΙΣΤΟΤΕΛΗΝ ΔΙΕΝΕΧΘΕΝΤΑ ΜΩΣΕΙ ΚΑΙ ΠΛΑΤΩΝΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΤΟΥ ΤΕΛΟΥΣ ΛΟΓΩΙ Τῆς γὰρ συμπάσης φιλοσοφίας κοινῇ γνώμῃ τῶν φιλοσοφησάντων τὴν ἀνθρωπίνην εὐδαιμονίαν ὑπισχνουμένης, τριχῆ δὲ διαιρουμένης κατὰ τὴν τῶν ὅλων ποιητικὴν διανέμησιν, τοσοῦτον ἀποδέων ἐν τούτοις τοῦ διδάσκειν τι τῶν Πλάτωνος ὁ Περιπατητικὸς ὀφθήσεται ὥστε, πλειόνων ὄντων οἳ διαφέρον-ται Πλάτωνι, μάλιστα ἐναντιούμενος αὐτὸς φανεῖται. καὶ πρῶτόν γε ἀπὸ τοῦ κοινοῦ καὶ μεγίστου καὶ κυριωτάτου τὴν πρὸς Πλάτωνα παραλλαγὴν ἐποιήσατο, μὴ τηρήσας τὸ μέτρον τῆς εὐδαιμονίας μηδὲ τὴν ἀρετὴν αὐτάρκη πρὸς τοῦτο συγχωρήσας, ἀλλ’ ἀπολισθὼν τῆς δυνάμεως τῆς κατὰ τὴν ἀρετὴν καὶ ἡγησάμενος αὐτῇ προσδεῖν τῶν ἐκ τῆς τύχης, ἵνα μετὰ τούτων ἕλῃ τὴν εὐδαιμονίαν, εἰ δ’ ἐφ’ ἑαυτῆς ληφθείη, ὡς ἀδύνατον καὶ οὐκ ἐφικτὸν τῆς εὐδαι-μονίας μεμψάμενος. τὸ μὲν οὖν ἀγεννὲς καὶ διημαρτημένον τῆς γνώμης ἐν τούτῳ τε κἀν τοῖς ἄλλοις οὐ τοῦ παρόντος δεικνύναι καιροῦ· ἐκεῖνο δὲ οἶμαι πρόδηλον, ὅτι τοῦ σκοποῦ καὶ τῆς εὐδαιμονίας οὐκ ἴσων ὄντων οὐδὲ τῶν αὐτῶν κατὰ Πλάτωνα καὶ κατὰ Ἀριστοτέλην, ἀλλὰ τοῦ μὲν βοῶντος ἑκάστοτε καὶ κηρύττοντος ὅτι εὐδαιμονέστατος ὁ δικαιότατος, τοῦ δὲ μὴ ἐπιτρέποντος ἕπεσθαι τῇ ἀρετῇ τὴν εὐδαιμονίαν, ἂν μὴ καὶ γένος εὐτυχήσῃ καὶ κάλλος, ἀλλὰ καὶ χρυσόν [ὃς καὶ χρυσὸν ἔχων πόλεμόνδ’ ἴεν ἠύ̈τε κούρη], ἀνάγκη κατὰ τὴν διαφορὰν τοῦ τέλους καὶ τὴν ἐπὶ τοῦτο ἄγουσαν φιλοσοφίαν διά-φορον εἶναι. μιᾷ γὰρ ὁδῷ βαδίζοντα, ἥτις ἄγειν πέφυκεν ἐπί τι τῶν μι-κρῶν καὶ ταπεινῶν, οὐκ ἔστιν ἐλθεῖν ἐπὶ τὰ μείζω καὶ ἐν ὕψει κείμενα. Ὁρᾷς ἵν’ ἔστ’ ἐκεῖνος ὑψηλὸς πάγος, τρηχύς τε καὶ παλίγκοτος ἐν τῷ κάθηται σὴν ἐλαφρίζων μάχην; ἐπὶ τοῦτον τὸν ὑψηλὸν πάγον τὸ δριμὺ καὶ πανοῦργον ἐκεῖνο θηρίον ἀνελθεῖν ἀδύνατον· ἵνα δὲ εἰς ταὐτὸν ἔλθῃ τοῖς ἀετοῦ γεννήμασιν ἀλώπηξ, ἢ τύχῃ τινὶ δεῖ χρησαμένους ἐκείνους πονηρᾷ καταπεσεῖν εἰς γῆν τῶν οἰκείων αὐτοῖς φθαρέντων ἢ φύσασαν αὐτήν, ἃ μὴ πέφυκε φύειν, λαιψηρὰ κυκλῶσαι πτερὰ καὶ οὕτως ἀρθεῖσαν ἐκ γῆς ἀναπτέσθαι πρὸς τὸν ὑψηλὸν πάγον. ἕως δ’ ἑκά-τερον ἐπὶ τῆς οἰκείας μένει τάξεως, οὐκ ἔνι κοινωνία τοῖς γῆς πρὸς τὰ οὐρανοῦ θρέμματα. Καὶ μεθ’ ἕτερα ἐπιλέγει· Τούτων τοίνυν οὕτως ἐχόντων καὶ πειρωμένου τοῦ Πλάτωνος ἕλκειν τὰς τῶν νέων ψυχὰς ἄνω που πρὸς τὸ θεῖον καὶ τοῦτον τὸν τρόπον προσοικει-
Page scan enlarged

Notebook

Full View