Diplomatic text · TLG-E clean (Eusebius Praeparatio Evangelica, complete) — upgraded from truncated text — PG column chips mark the printed columns.
PG 21:437κατὰ τὴν εἱμαρμένην. τόν τε ἀριθμὸν τῶν Μοιρῶν τοὺς τρεῖς ὑποβάλλει χρόνους ἐν οἷς κυκλεῖται τὰ πάντα καὶ δι’ ὧν ἐπιτελεῖται. καὶ Λάχεσιν μὲν κε-κλῆσθαι παρὰ τὸ λαγχάνειν ἑκάστῳ τὸ πεπρωμένον, Ἄτροπον δὲ κατὰ τὸ ἄτρεπτον καὶ ἀμετάθετον τοῦ μερισμοῦ, Κλωθὼ δὲ παρὰ τὸ συγκεκλῶσθαι καὶ συνείρεσθαι τὰ πάντα καὶ μίαν αὐτῶν τεταγμένην τινὰ εἶναι διέξοδον. ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια φλυαρῶν ἀποδεικνύναι τὴν ἐν ἅπασιν ἀνάγκην νομίζει. ἐμοὶ δὲ θαυμάζειν ἔπεισιν εἰ τοιαῦτα λέγων οὐκ ᾐσθάνετο τῆς ματαιολογίας τῆς ἑαυτοῦ. ἔστω γὰρ ταύταις ταῖς ἐννοίαις κεχρημέ-νους τοὺς ἀνθρώπους, καθὼς αὐτὸς ἐτυμολογεῖ, τὰ ὀνόματα τεθεῖσθαι τὰ ἐκκεί-μενα, δοξάζοντας τὰ πάντα κατειληφέναι τὴν εἱμαρμένην καὶ ἀμεταθέτους εἶναι τὰς ἐξ αἰῶνος προκατειλημμένας ἐν πᾶσι τοῖς οὖσί τε καὶ γινομένοις αἰτίας. τί οὖν ἀκολουθεῖς, ὦ Χρύσιππε, πάσαις ταῖς τῶν ἀνθρώπων δό-ξαις καὶ οὐδεμία σοι περὶ οὐδενὸς φαίνεται διεψευσμένη, ἀλλὰ πάντες τῆς ἀληθείας εἰσὶ θεωρητικοί; πῶς οὖν οὐδένα φῂς ἄνθρωπον, ὃς οὐχὶ μαί-νεσθαί σοι δοκεῖ κατ’ ἴσον Ὀρέστῃ τε καὶ Ἀλκμέωνι, πλὴν τοῦ σοφοῦ; ἕνα δὲ ἢ δύο μόνους φῂς σοφοὺς γεγονέναι, τοὺς δὲ ἄλλους ἐξ ἀφροσύνης ἐπ’ ἴσης μεμηνέναι τοῖς προειρημένοις; πῶς δὲ ἀνασκευάζεις αὐτῶν τὰς δόξας ἐκείνας ὡς διημαρτημένας, οἷον τὰς περὶ πλούτου καὶ δόξης καὶ τυραννίδος καθόλου τε ἡδονῆς, ἅπερ ἀγαθὰ νενομίκασιν οἱ πλεῖστοι; πῶς δὲ τοὺς κειμέ-νους νόμους ἡμαρτῆσθαι φῂς ἅπαντας καὶ τὰς πολιτείας; ἢ διὰ τί πλῆθος τοσού-των βιβλίων συνέγραψας, εἰ περὶ μηδενὸς εἶχον οἱ ἄνθρωποι δόξας διημαρτημέ-νας; οὐ γὰρ ὅταν μὲν ταὐτὰ σοὶ δοξάζωσιν, ὀρθῶς φρονεῖν αὐτοὺς φή-σομεν, ὅταν δὲ διάφορα, μαίνεσθαι. πρῶτον μὲν γὰρ οὐδὲ σὺ φῂς σοφὸν εἶναι σεαυτόν, μή τι γε ἡμεῖς, ἵνα κριτήριον ποιώμεθα τοῦ καλῶς ποτε ἐκείνους φρονεῖν τὸ τῇ σῇ δόξῃ συνδραμεῖν· ἔπειτ’, εἰ καὶ τοῦτο ἦν ἀληθές, τί λέγειν ἐχρῆν μαίνεσθαι πάντας ἐπ’ ἴσης καὶ οὐχὶ καθὸ μὲν ἐφαίνοντο ταὐτὰ σοὶ δοξά-ζοντες κατὰ τοῦτο αὐτοὺς ἐπαινεῖν, ὡς ὀρθοῦ τινος ἐπειλημμένους, καθὸ δὲ διεφώνουν ἁμαρτάνειν αὐτοὺς ὑπολαμβάνειν; μαρτύριον μέντοι τῆς ἀληθείας ἱκανὸν ἡγεῖσθαι τὸ δοκοῦν ἐκείνοις οὐδὲ οὕτως ἐχρῆν, οὓς εἰ καὶ μὴ μαίνεσθαι καθάπερ σὺ οἴει, ἀλλὰ πολύ γε ἀφεστηκέναι σοφίας πᾶς ἄν τις ὁμολογήσειε. γελοίως οὖν καὶ σὺ χρήσῃ μάρτυσι τούτοις διὰ τῆς θέσεως τῶν ὀνομάτων, οὓς οὐδὲν ἂν κατά γε σύνεσιν σεαυτοῦ φήσαις διαφέρειν, εἰ μὴ ἄρα τοὺς ἐξ ἀρχῆς θεμένους ταῦτα τὰ ὀνόματα σοφοὺς εἶναι συμβέβηκεν, ὅπερ οὐδαμῶς δεῖξαι δυνήσῃ. ἀλλὰ γὰρ δεδόσθω σοι τοῦθ’ οὕτως ἔχειν καὶ τὰ ὀνόματα ἐκεῖνα τίθεσθαι ὡς σὺ βούλει τὰς σημασίας ἔχοντα, καὶ μὴ κατὰ δόξας ψευδεῖς τὸ τοιοῦτον γεγονέναι· ποῦ τοίνυν δι’ αὐτῶν σημαίνεται τὰ πάντα ἁπαξαπλῶς καθ’ εἱμαρμένην εἶναι, καὶ μή, εἰ ἄρα, ταῦτα μόνα ὧν ἐστιν εἱμαρμένη; ὅ τε γὰρ τῶν Μοιρῶν ἀριθμὸς καὶ τὰ ὀνόματα αὐτῶν καὶ ὁ τῆς Κλωθοῦς ἄτρακτος καὶ τὸ ἐπειλημένον αὐτῷ νῆμα καὶ τὸ ἐπίκλωσμα τούτου καὶ ὅσα τοιαῦτα ἄλλα λέγεται ἐν ἐκείνοις, ἐνδείκνυται τὸ ἀπαράβατον καὶ ἐξ αἰῶνος καθῆκον τῶν αἰτιῶν, ὅσα οὑτωσὶ κατηνάγκασται γενέσθαι καὶ ὅσα ἄλλως ἔχειν κεκώλυται. πολλὰ δ’ ἂν εἴη τὰ τοιαῦτα. ὅσα δὲ οὐχ οὕτω γίνεται, τούτων τισὶ μὲν οἱ ἄνθρωποι θεοὺς διοικητὰς καὶ δημιουργοὺς ἐπεφήμισαν, τινῶν δὲ ἡμᾶς αὐτοὺς αἰτίους ὑπέλαβον, ἄλλων δὲ αὖ πάλιν τὴν φύσιν, ἄλλων τὴν Τύχην· ἧς τὸ εὐμετάβολον καὶ ἄστατον καὶ νῦν μὲν οὕτω, νῦν δὲ οὕτως ἔχον ἐνδείξασθαι βουλόμενοι, εἰδωλοποιήσαντες τὸ ποιὸν τοῦτο σύμ-πτωμα τῶν πραγμάτων ἐπὶ σφαίρας βεβηκυῖαν τὴν Τύχην ἔδειξαν. ἢ οὐχὶ δεδόξασται παρὰ τοῖς ἀνθρώποις καὶ ταῦτα; καὶ γὰρ εἴ ποτε συνταράττουσι τὰ αἴτια καὶ ὅσα μὲν καθ’ εἱμαρμένην ἢ κατὰ τύχην γίνεται, ταῦτα ἐκ θείας δυνάμεως γίνεσθαι νομίζουσιν, ὅσα δὲ παρ’ ἡμᾶς, ταῦτα καθ’ εἱμαρμένην, ἀλλ’ ὅτι γε πάντα τὰ αἴτια ταῦτα ἐν τοῖς οὖσιν εἶναι δοξάζουσι παντί που δῆλον. ὥστε οὐδὲ τὰς τῶν ἀνθρώπων ὑπολήψεις οὐδὲ τὰς θέσεις τῶν τοιούτων ὀνομάτων συμμαρτυρεῖν τῇ Χρυσίππου δόξῃ συμβέβηκεν. Τούτοις ἑξῆς ἐπιλέγει· Ἐν μὲν οὖν τῷ πρώτῳ Περὶ εἱμαρμένης βιβλίῳ τοιαύταις τισὶν ἀποδεί-ξεσι κέχρηται, ἐν δὲ τῷ δευτέρῳ λύειν πειρᾶται τὰ ἀκολουθεῖν δοκοῦντα ἄτοπα τῷ λόγῳ τῷ πάντα κατηναγκάσθαι λέγοντι, ἅπερ καὶ ἡμεῖς κατ’ ἀρχὰς ἐτίθεμεν· οἷον τὸ ἀναιρεῖσθαι δι’ αὐτοῦ τὴν ἐξ ἡμῶν αὐτῶν προθυμίαν περὶ ψό-γους τε καὶ ἐπαίνους καὶ προτροπὰς καὶ πάνθ’ ὅσα παρὰ τὴν ἡμετέραν αἰτίαν γιγνόμενα φαίνεται. φησὶν οὖν ἐν τῷ δευτέρῳ βιβλίῳ τὸ μὲν ἐξ ἡμῶν πολλὰ γίνεσθαι δῆλον εἶναι, οὐδὲν δὲ ἧττον συγκαθειμάρθαι καὶ ταῦτα τῇ τῶν ὅλων διοικήσει. κέχρηταί τε παραδείγμασι τοιούτοις τισί· τὸ γὰρ μὴ ἀπολεῖσθαι, φησί, θοἰμάτιον οὐχ ἁπλῶς καθείμαρτο, ἀλλὰ μετὰ τοῦ φυλάττεσθαι, καὶ τὸ ἐκ τῶν πολεμίων σωθήσεσθαι τόνδε τινὰ μετὰ τοῦ φεύγειν αὐτὸν τοὺς πολεμίους, καὶ τὸ γενέσθαι παῖδας μετὰ τοῦ βούλεσθαι κοινωνεῖν γυναικί. ὥσπερ γάρ, φησίν, εἰ λέγοντός τινος Ἡγήσαρχον τὸν πύκτην ἐξε-λεύσεσθαι τοῦ ἀγῶνος πάντως ἄπληκτον ἀτόπως ἄν τις ἠξίου καθιέντα τὰς χεῖ-ρας τὸν Ἡγήσαρχον μάχεσθαι, ἐπεὶ ἄπληκτον αὐτὸν καθείμαρτο ἀπελθεῖν, τοῦ τὴν ἀπόφασιν ποιησαμένου διὰ τὴν περιττοτέραν τἀνθρώπου πρὸς τὸ μὴ πλήττεσθαι φυλακὴν τοῦτο εἰπόντος, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἔχει. πολλὰ γὰρ μὴ δύνασθαι γενέσθαι χωρὶς τοῦ καὶ ἡμᾶς βούλεσθαι καὶ ἐκτενεστάτην γε περὶ αὐτὰ προθυμίαν τε καὶ σπουδὴν εἰσφέρεσθαι, ἐπειδὴ μετὰ τούτου, φησίν, αὐτὰ γενέσθαι καθείμαρτο. πάλιν οὖν κἀνταῦθα θαυμάσειέ τις ἂν τἀνθρώπου τὸ ἀθεώρητον καὶ ἀνεπιλόγιστον καὶ τῶν ἐναργειῶν καὶ τῆς τῶν ἰδίων λόγων ἀνακολουθίας. οἶμαι γὰρ ὅτι καθάπερ τὸ καλούμενον γλυκὺ τῷ καλουμένῳ πικρῷ συμβέβηκεν ἐναντιώτατον εἶναι, τῷ τε λευκῷ τὸ μέλαν καὶ τῷ ψυχρῷ τὸ θερμόν, οὑτωσὶ δὲ καὶ τὸ παρ’ ἡμᾶς τῷ καθ’ εἱμαρμένην, εἴ γε καθ’ εἱμαρμένην μὲν ἐκεῖνα καλεῖν προείληφεν ὅσα καὶ ἑκόντων ἡμῶν καὶ ἀκόντων πάντως γίνεται, παρ’ ἡμᾶς δὲ ὅσα ἐκ τοῦ σπουδάζειν ἡμᾶς καὶ ἐνεργεῖν ἐπὶ τέλος ἔρχεται ἢ παρὰ τὸ ἀμελεῖν καὶ ῥᾳθυμεῖν οὐκ ἐπιτελεῖται. ἐὰν τοίνυν ἐκ τοῦ σπουδάζειν ἐμὲ θοἰμάτιον φυλάττειν ἐκεῖνο σῴζηται καὶ ἐκ τοῦ βούλεσθαι τῇ γυναικὶ πλησιάζειν τὰ τέκνα γίνηται καὶ ἐκ τοῦ βούλεσθαι φεύγειν τοὺς πολεμίους τὸ μὴ ἀποθνήσκειν ὑπ’ αὐτῶν καὶ ἐκ τοῦ διαμάχεσθαι πρὸς τὸν ἀνταγωνιστὴν ἀνδρείως φυλάττεσθαί τε αὐτοῦ τὰς τῶν χειρῶν ἐπιβολὰς τὸ ἄπληκτον ἐκ τοῦ ἀγῶνος ἀπαλλάττεσθαι, πῶς τὸ καθ’ εἱμαρμένην ἐνταῦθα σωθήσεται; εἰ μὲν γὰρ κατ’ ἐκείνην ταῦτα συμβαίνει, παρ’ ἡμᾶς οὐκ ἂν λέγοιτο συμβαίνειν, εἰ δὲ παρ’ ἡμᾶς, οὐκ ἂν κατ’ ἐκείνην δηλαδή, διὰ τὸ μὴ δύνασθαι συνδραμεῖν ταῦτα ἀλλήλοις. ἀλλὰ παρ’ ἡμᾶς μὲν ἔσται, φησί, περιειλημμένου μέντοι τοῦ παρ’ ἡμᾶς ὑπὸ τῆς εἱμαρμένης. καὶ πῶς, εἴποιμ’ ἄν, περιειλημμένου; εἴ γε καὶ τὸ φυλάττειν θοἰμάτιον καὶ τὸ μὴ φυλάττειν ἀπὸ τῆς ἐξουσίας ἐγίνετο τῆς ἐμῆς. οὕτως γὰρ καὶ τοῦ σῴζεσθαι τοῦτο δηλονότι κύριος ἂν εἴην ἐγώ. καὶ ἐξ αὐτῆς δὲ τῆς διαστολῆς, ἣν ποιεῖται Χρύσιππος, δῆλον γίνεται τὸ ἀπολελύσθαι τῆς εἱμαρμένης τὴν παρ’ ἡμᾶς αἰτίαν. καθεί-
PG 21:443μαρται γάρ, φησί, σωθῆναι θοἰμάτιον, εἰ φυλάττοις αὐτό, καὶ παῖδας ἔσεσθαι, εἰ καὶ σὺ βουληθείης, ἄλλως δὲ μὴ ἂν ἔσεσθαί τι τούτων. ἐπὶ δὲ τῶν ὑπὸ τῆς εἱμαρμένης προκατειλημμένων οὐκ ἄν ποτε ὑποτιμήσεσι τοιαύταις χρησαίμεθα. οὔκουν φαμὲν τεθνήξεσθαι πάντα ἄνθρωπον εἰ τόδε τι γένοιτο, μὴ τεθνήξε-σθαι δὲ εἰ μὴ γένοιτο, ἀλλ’ ἁπλῶς τεθνήξεσθαι, κἂν ὁτιοῦν πρὸς τὸ μὴ ἀποθνή-σκειν καθόλου γίγνοιτο· ἢ μὴ ἀλγηδόνος ἔσεσθαι δεκτικὸν ἄνθρωπόν τινα, κἂν ταδὶ πράττοι, ἀλλ’ ἁπλῶς πάντ’ ἄνθρωπον ἀλγηδόνος εἶναι δεκτικόν, ἐάν τε βού-ληται ἐάν τε μή· καὶ ὅσα ἄλλα οὑτωσὶ καὶ μὴ ἄλλως ἔχειν καθείμαρται. ὥστ’ ε[ἰ] καὶ τὸ γενέσθαι τόδε τι ἀναγκαῖόν ἐστιν, εἰ βουληθείημεν ἡμεῖς, ἄλλως δὲ οὐχί, φανερὸν ὅτι τὸ ἡμᾶς βουληθῆναί τε καὶ μὴ βουληθῆναι ὑπ’ οὐδεμιᾶς ἑτέρας αἰτίας προκατείχετο, ἀλλ’ ἦν αὐτεξούσιον· εἰ δὲ τοῦτο ἀκατ-ανάγκαστον ἦν, καὶ τὸ γενέσθαι τόδε τι δῆλον ὡς ἀπ’ αἰῶνος οὐ προκατείχετο, εἰ μή τι καὶ αὐτὸ τὸ βούλεσθαι φυλάττειν θοἰμάτιον ἢ μὴ βούλεσθαι παρά τινα εἱμαρμένην καὶ κατὰ αἰτίαν ἔξωθεν ἀναγκαίαν ἐγίνετο. ἀλλ’ οὕτως τέλεον ἡ παρ’ ἡμᾶς ἐξουσιαστικὴ δύναμις ἀναιρεῖται καὶ οὐκέτι σῴζοιτο ἂν θοἰμάτιον παρὰ τὴν αἰτίαν τὴν ἐμὴν ἢ ἀπολλύοιτο· διὸ καὶ εἴην ἂν ἐγὼ καὶ ἀπολλυμένου τούτου κατὰ λόγον ἀνεπιτίμητος (ἄλλη γὰρ αὐτό τις ἀπώλλυεν αἰτία) καὶ σῳζομένου πάλιν οὐδαμῶς ἐπαινούμενος, ὅτι μηδὲ τοῦτο εἰργαζόμην ἐγώ. σὺ δὲ ὡς σῶσαι πάντα δυνάμενος οὕτως ἀνετείνου τῷ λόγῳ. Ταῦτα μὲν ὁ προδηλωθεὶς ἀνήρ. συνήφθω δὲ τούτοις καὶ τὰ ἀπὸ τῶν Ἀλεξάνδρου τοῦ Ἀφροδισιέως, ἀνδρὸς εὖ μάλα διαφανοῦς ἐν τοῖς κατὰ φιλοσοφίαν λόγοις, ὃς καὶ αὐτὸς ἐν τοῖς Περὶ εἱμαρμένης τοιαῖσδ’ ἐχρήσατο φωναῖς εἰς ἀνασκευὴν τοῦ δόγματος· θ. ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ· ΑΠΟ ΤΩΝ ΑΛΕΞΑΝΔΡΟΥ ΤΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ Διαιρεῖται δὴ τὰ τῶν γινομένων αἴτια εἰς τρόπους αἰτιῶν τέσσαρας, καθὼς ὁ θεῖος Ἀριστοτέλης δέδειχε. τῶν γὰρ αἰτίων τὰ μέν ἐστι ποιητικά, τὰ δὲ ὕλης ἐπέχει λόγον· ἔστι δέ τις ἐν αὐτοῖς καὶ ἡ κατὰ τὸ εἶδος αἰτία· παρὰ δὲ τὰς τρεῖς ταύτας αἰτίας ἐστὶν ἐν αὐτοῖς αἴτιον καὶ τέλος, οὗ χάριν τὸ γινό-μενον γίνεται. καὶ τοσαῦται μὲν αἱ τῶν αἰτίων διαφοραί· ὅ τι γὰρ ἂν αἴτιον ᾖ τινος, ὑπό τι τούτων τῶν αἰτίων ὂν εὑρεθήσεται. καὶ γὰρ εἰ μὴ πάντα τὰ γινό-μενα τοσούτων αἰτίων δεῖται, ἀλλὰ τά γε πλείστων δεόμενα οὐχ ὑπερβαίνει τὸν εἰρημένον ἀριθμόν. γνωριμωτέρα δ’ ἂν αὐτῶν ἡ διαφορὰ γένοιτο, εἰ ἐπὶ παραδείγματός τινος τῶν γινομένων ὁραθείη. ἔστω δὴ ἐπ’ ἀνδριάντος ἡμῖν ἡ τῶν αἰτίων δεικνυμένη διαίρεσις. τοῦ δὴ ἀνδριάντος ὡς μὲν ποιητικὸν αἴτιον ὁ ποιήσας τεχνίτης, ὃν ἀνδριαντοποιὸν καλοῦμεν, ὡς δὲ ὕλη ὁ ὑπο-κείμενος χαλκὸς ἢ λίθος ἢ ὅ τι ἂν ᾖ τὸ ὑπὸ τοῦ τεχνίτου σχηματιζόμενον κατὰ τὴν τέχνην· αἴτιον γὰρ καὶ τοῦτο τοῦ γεγονέναι τε καὶ εἶναι τὸν ἀνδριάντα. ἔστι δὲ καὶ τὸ εἶδος τὸ ἐν τῷ ὑποκειμένῳ τούτῳ γενόμενον ὑπὸ τοῦ τεχνίτου καὶ αὐτὸ τοῦ ἀνδριάντος αἴτιον, δι’ ὃ εἶδός ἐστι δισκεύων ἢ ἀκοντίζων ἢ ἐπ’ ἄλ-λου τινὸς ὡρισμένου σχήματος. οὐ μόνον δὲ ταῦτα τῆς τοῦ ἀνδριάντος γενέ-σεως αἴτια, ἀλλ’ ἔστιν οὐδενὸς τῶν αἰτίων τῆς γενέσεως αὐτοῦ δεύτερον τὸ τέλος, οὗ χάριν γέγονε, τουτέστιν ἢ τιμή τινος ἢ εἰς θεὸν εὐσέβειά τις. ἄνευ γὰρ τῆς τοιαύτης αἰτίας οὐδ’ ἂν τὴν ἀρχὴν ὁ ἀνδριὰς ἐγένετο. ὄντων τοίνυν τοσού-των τῶν αἰτίων καὶ τὴν πρὸς ἄλληλα διαφορὰν ἐχόντων γνώριμον, τὴν εἱμαρ-μένην ἐν τοῖς ποιητικοῖς αἰτίοις δικαίως ἂν καταριθμοῖμεν, ἀναλογίαν σῴζου-σαν πρὸς τὰ γινόμενα κατ’ αὐτὴν τῇ τοῦ ἀνδριάντος δημιουργῷ τέχνῃ. Τούτου δ’ οὕτως ἔχοντος ἀκόλουθον ἂν εἴη περὶ τῶν ποιητικῶν αἰτίων ποιήσασθαι τὸν λόγον· οὕτως γὰρ ἔσται γνώριμον εἴτε πάντων τῶν γινομέ-νων χρὴ τὴν εἱμαρμένην αἰτιᾶσθαι εἴτε δὴ καὶ ἄλλοις τισὶ παρὰ τήνδε συγχω-ρεῖν, ὡς οὖσι ποιητικοῖς τινων αἰτίοις. ἁπάντων δὴ τῶν γινομένων Ἀριστο-τέλης ποιούμενος τὴν διαίρεσιν τὰ μὲν αὐτῶν τινὸς χάριν γίνεσθαι λέγει, σκοπόν τινα καὶ τέλος τῶν γινομένων προκείμενον ἔχοντος τοῦ ποιοῦντος αὐτά, τὰ δὲ οὐδενός, ὅσα οὐ κατὰ πρόθεσίν τινα τοῦ ποιοῦντος γίνεται οὐδ’ ἐπὶ τέλος ὡρισμένον ἔχει τὴν ἀναφοράν, τοιαῦτα οἷόν ἐστι καρφῶν τέ τινων διακρατήσεις καὶ περιστροφαὶ καὶ τριχῶν ἐπαφαί τε καὶ ἐκτάσεις καὶ ὅσα τούτοις ὁμοίως γίνεται. ὅτι μὲν γὰρ γίνεται καὶ αὐτὰ γνώριμον· οὐ μὴν ἔχει τὴν κατὰ τὸ τέ-λος καὶ τὴν οὗ χάριν αἰτίαν. τὰ μὲν οὖν οὕτως γινόμενα ἀσκόπως καὶ ἁπλῶς γινόμενα οὐδεμίαν εὔλογον ἔχει διαίρεσιν· τῶν δὲ ἐπί τι τὴν ἀναφορὰν ἐχόντων καί τινος γινομένων χάριν τὰ μὲν κατὰ φύσιν, τὰ δὲ κατὰ λόγον γίνε-ται. τά τε γὰρ φύσιν αἰτίαν ἔχοντα τῆς γενέσεως κατά τινας ἀριθμοὺς καὶ τάξιν ὡρισμένην πρόεισιν ἐπί τι τέλος, ἐν ᾧ γινόμενα τοῦ γίνεσθαι παύεται, εἰ μή τι αὐτοῖς ἐνστὰν ἐμποδὼν γένοιτο τῇ κατὰ φύσιν αὐτῶν ἐπὶ τὸ προκείμενον ὁδῷ. ἀλλὰ καὶ τὰ κατὰ λόγον γινόμενα ἔχει τι τέλος· οὐδὲν γὰρ ὡς ἔτυχε τῶν κατὰ λόγον γινομένων γίνεται, ἀλλ’ ἐπί τινα σκοπὸν ἡ ἀναφορὰ πᾶσιν αὐτοῖς. ἔστι δὲ κατὰ λόγον γινόμενα ὅσα ὑπὸ τῶν ποιούντων αὐτὰ γίνεται λογιζομένων τε περὶ αὐτῶν καὶ συντιθέντων καθ’ ὃν ἂν τρόπον γένοιτο. οὕτως γίνεται τά τε κατὰ τὰς τέχνας γινόμενα πάντα καὶ τὰ κατὰ προαίρεσιν· ἃ διαφέρει τῶν γινομένων φύσει τῷ τὰ μὲν φύσει γινόμενα ἐν αὑτοῖς ἔχειν τὴν ἀρχήν τε καὶ τὰς αἰτίας τῆς τοιαύτης γενέσεως (τοιοῦτον γὰρ ἡ φύσις) καὶ γίνεσθαι μὲν κατὰ τάξιν τινά, οὐ μὴν τῆς ποιούσης αὐτὰ φύσεως ὁμοίως ταῖς τέχναις λογισμῷ περὶ αὐτῶν χρωμένης. τὰ δὲ γινόμενα κατὰ τέχνην τε καὶ προαίρεσιν ἔξωθεν ἔχει τὴν ἀρχὴν τῆς κινήσεως καὶ τὴν αἰτίαν τὴν ποι-οῦσαν, ἀλλ’ οὐκ ἐν αὑτοῖς, καὶ τῆς γενέσεως αὐτῶν ὁ τοῦ ποιοῦντος ἡγεῖται περὶ αὐτῶν λογισμός. τρίτον δέ ἐστιν ἐν τοῖς ἕνεκά του γινομένοις καὶ τὰ ἀπὸ τύχης τε καὶ τοῦ αὐτομάτου γίνεσθαι πεπιστευμένα, ταύτη τῶν προηγου-μένως ἕνεκά του γινομένων διαφέροντα, ᾗ ἐπ’ ἐκείνων μὲν τὰ πρὸ τοῦ τέλους τοῦ τέλους χάριν γίνεται, ἐπὶ δὲ τούτων τὰ μὲν γινόμενα πρὸ τοῦ τέλους ἄλλου χάριν γίνεται, ἀπαντᾷ δὲ αὐτοῖς ἄλλου χάριν γινομένοις ὡς τέλος τὸ αὐτομά-τως τε καὶ ἀπὸ τύχης γίνεσθαι λεγόμενον. Τούτων δὲ οὕτως ἐχόντων καὶ πάντων τῶν γινομένων εἰς τούτους τοὺς τρόπους νενεμημένων ἀκόλουθον ἐπὶ τούτοις ἰδεῖν ἐν τίνι τῶν ποιητικῶν αἰτίων χρὴ τιθέναι τὴν εἱμαρμένην. ἆρά γε ἐν τοῖς οὐδενὸς γινομένοις χά-ριν; ἢ τοῦτο μὲν παντάπασιν ἄλογον; αἰεὶ γὰρ ἐπὶ τέλους τινὸς τῷ τῆς εἱμαρμέ-νης ὀνόματι χρώμεθα καθ’ εἱμαρμένην [τε] αὐτὸ λέγοντες γεγονέναι· διὸ ἐν τοῖς ἕνεκά του γινομένοις ἀναγκαῖον τιθέναι τὴν εἱμαρμένην. Ταῦτα αὐτοῖς ῥήμασιν ὁ προδηλωθεὶς ἀνὴρ διελὼν διὰ πλειόνων ἑξῆς συνίστησιν οὐδ’ ἄλλο τι εἶναι τὴν εἱμαρμένην ἢ τὰ κατὰ φύσιν γιγνόμενα· μὴ γὰρ ἐν τοῖς κατὰ λογισμὸν ἡμέτερον καὶ κατὰ τέχνην ἐπιτελουμένοις τὴν τῆς εἱμαρμένης ἀνάγκην ἐπιθεωρεῖσθαι. φησὶ δὲ τῶν κατὰ φύσιν πλεῖστα ἐμποδίζεσθαι συμβαίνειν, ἃ καὶ καλεῖσθαι παρὰ φύσιν, ὥσπερ καὶ ἐν τοῖς κατὰ τὴν τέχνην τὰ παρὰ τὴν τέχνην λέγεσθαι. εἰ δὲ ὅλως παρὰ
PG 21:447τὸ κατὰ φύσιν γίνεταί τινα, γένοιτ’ ἂν καὶ παρὰ τὴν εἱμαρμένην, εἴπερ τὰ κατὰ φύσιν ταῦτά ἐστι τὰ καθ’ εἱμαρμένην. Ὁρῶμεν γοῦν, φησίν, ὅτι καὶ τὸ σῶμα τῷ τοιόνδε ἢ τοιόνδε εἶναι τὴν φύ-σιν ἐν νόσοις καὶ φθοραῖς ἀκολούθως τῇ φυσικῇ συστάσει γίνεται, οὐ μὴν ὁμοίως ἐπὶ πάντων οὐδὲ ἐξ ἀνάγκης. ἱκαναὶ γὰρ ἐκκροῦσαι πολλάκις τὴν τοιάνδε ἕξιν ἐπιμέλειαι καὶ βίων ὑπαλλαγαὶ καὶ προστάξεις ἰατρῶν καὶ συμβουλίαι θεῶν. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς ψυχῆς εὕροι τις ἂν παρὰ τὴν φυσικὴν κατασκευὴν διαφόρους ἐν ἑκάστῳ προαιρέσεις καὶ πράξεις καὶ βίους ἐξ ἀσκήσεως καὶ ἀπὸ μαθημάτων καὶ ἀπὸ λόγων κρειττόνων βελτιουμένων. εἰπόντος γοῦν ποτε τοῦ φυσιογνώμονος περὶ Σωκράτους τοῦ φιλοσόφου ἄτοπά τινα καὶ πλεῖστον ἀφεστῶτα τῆς προαιρέσεως αὐτοῦ τῆς κατὰ τὸν βίον καὶ ἐπὶ τούτοις ὑπὸ τῶν περὶ τὸν Σωκράτη καταγελωμένου, οὐδὲν εἶπεν ὁ Σωκράτης ἐσφάλθαι τὸν Ζώπυρον· ἦν γὰρ ἂν τοιοῦτος, ὅσον ἐπὶ τῇ φύσει, εἰ μὴ διὰ τὴν ἐκ φιλοσοφίας ἄσκησιν ἀμείνων τῆς φύσεως ἐγένετο. Καὶ τοιαῦτα μὲν τὰ κατὰ φύσιν, ἃ καὶ μηδέν φησι διαφέρειν τῶν καθ’ εἱμαρμένην· τὰ δὲ ἀπὸ τύχης τοιαῦτα· Ὅταν ἄλλου τινὸς χάριν γενομένῳ τινὶ μὴ τοῦτο ἀπαντήσῃ οὗ χάριν ἐγένετο, ἄλλο δέ τι ὅπερ τὴν ἀρχὴν οὐδὲ ἠλπίζετο. θησαυρόν τε γάρ φασιν ἀπὸ τύχης εὑρηκέναι τινά, ὅταν ἄλλου χάριν ὀρύσσων, ἀλλὰ μὴ τοῦ θησαυρὸν εὑ-ρεῖν, θησαυρῷ περιπέσῃ· καὶ τὸ ἀργύριον ἀπὸ τύχης κεκομίσθαι τινὰ λέγουσιν, ὅταν εἰς τὴν ἀγορὰν προελθὼν ἄλλου τινὸς χάριν ἀργύριον ἔχοντι περιπεσὼν τῷ χρεώστῃ τὸ ὀφειλόμενον αὑτῷ λάβῃ· καὶ ὁ ἵππος δὲ αὐτομάτως τισὶ λέγεται σεσῶσθαι, ὅταν τροφῆς μὲν ἐλπίδι ἢ ἄλλου τινὸς χάριν ἀποφύγῃ τοὺς κατέ-χοντας αὐτόν, ἀπαντήσῃ δὲ αὐτοῦ τῇ φυγῇ καὶ τῷ δρόμῳ τὸ τοῖς δεσπόταις περιπεσεῖν. Ὧν οὕτως ἐχόντων οὐδὲ ταῦτα ἂν εἴη καθ’ εἱμαρμένην· Καὶ ἄδηλα δέ ἐστί τινα αἴτια ἀνθρωπίνῳ λογισμῷ, ἃ κατά τινας ἀντι-παθείας γίνεσθαι πεπίστευται, ἀγνοουμένης τῆς αἰτίας δι’ ἣν γίνεται· ὁποῖα περίαπτά τινα ποιεῖν προείληπται, οὐδεμίαν εὔλογον καὶ πιθανὴν αἰτίαν τοῦ ταῦτα ποιεῖν ἔχοντα· ἔτι δὲ ἐπαοιδαὶ καὶ τοιαῦταί τινες μαγγανεῖαι. τούτων γὰρ ὁμολογεῖται μὲν ὑπὸ πάντων ἄδηλος εἶναι ἡ αἰτία· διὸ καὶ ἀναιτιολόγητα λέγουσιν αὐτά. Πολλὰ δ’ εἶναι παρὰ ταῦτα καὶ ἐνδεχομένως καὶ ὁπότερα ἔτυχε γινό-μενα, ἃ οὐδὲ ταῦτα εἴη ἂν καθ’ εἱμαρμένην· Λέγεται δὲ ἐνδεχομένως γίνεσθαι ταῦτα ἐφ’ ὧν καὶ τὸ μὴ γενέσθαι χώραν ἔχει, ὡς καὶ αὐτὸ τὸ ὁπότερα ἔτυχε λεγόμενον ποιεῖ γνώριμον· οἷον τὸ κινῆσαί τι τῶν ἑαυτοῦ μερῶν καὶ τὴν τυχοῦσαν τοῦ τραχήλου περι-στροφὴν καὶ τὴν τοῦ δακτύλου ἔκτασιν καὶ τὸ ἐπᾶραι τὰ βλέφαρα καὶ τὸν καθεζόμενον στῆναι καὶ τὸν κινούμενον ἠρεμῆσαι καὶ τὸν λαλοῦντα σιγῆσαι καὶ ἐπὶ μυρίων εὕροι τις ἂν δύναμίν τινα ἐνυπάρχουσαν τῶν ἐναντίων δεκτικήν, ἃ οὐκ ἂν γένοιτο ἐξ εἱμαρμένης· τὰ γὰρ ἐξ εἱμαρμένης οὐκ ἔχει δύναμιν τοῦ δέξασθαι τοῦ ἐν ᾧ ἐστι τὸ ἐναντίον. Ἀλλὰ καὶ τὸ βουλεύεσθαι τὸν ἄνθρωπον οὐκ εἰς μάτην αὐτῷ ὑπάρχει· ἦν δ’ ἂν εἰς μάτην βουλευτικός, εἰ ἐξ ἀνάγκης ἔπραττε τὰ πραττόμενα. ἀλλ’ ἐναργῶς φαίνεται τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος μόνος τοῦτο παρὰ τῆς φύσεως ἔχων πλέον, τὸ μὴ ὁμοίως ἐκείνοις ταῖς φαντασίαις ἕπεσθαι, ἀλλ’ ἔχειν τῶν προσπιπτόντων κριτὴν τὸν λόγον· ᾧ χρώμενος, εἰ μὲν ἐξεταζό-μενα τὰ φαντασθέντα οἷα τὴν ἀρχὴν ἐφάνη, καὶ ἔστι, συγκατατίθεται τῇ φαντασίᾳ καὶ οὕτω μέτεισιν αὐτά· εἰ δὲ ἀλλοῖα φαίνεται, οὐκέτι ἔμεινεν ἐπὶ τῆς προλήψεως, ἐλέγξαντος αὐτὰ τοῦ λόγου διὰ τοῦ βουλεύσασθαι περὶ αὐτῶν. Βουλευόμεθα γοῦν περὶ μόνων ὧν δυνάμεθα πράττειν. εἰ δέ ποτε μὴ βου-λευσάμενοι πράττοιμεν, πολλάκις μετανοοῦμεν καὶ μεμφόμεθα ἑαυτοῖς τῆς ἀβουλίας· ἀλλὰ κἂν ἄλλους ἴδωμεν ἀβούλως πράττοντας, ἐπικαλοῦμεν ὡς ἁμαρτάνουσιν ἀξιοῦμέν τε συμβούλοις τοῖσδε χρῆσθαι, ὡς ἐφ’ ἡμῖν ὄντων τῶν τοιούτων. Ὅτι δὲ ψευδὴς ἦν αὐτῶν ὁ περὶ εἱμαρμένης λόγος, ἱκανὸν μαρτύριον τὸ μηδ’ αὐτοὺς τοὺς προστάτας αὐτοῦ δύνασθαι πείθεσθαι τοῖς ὑπ’ αὐτῶν λεγομένοις. καὶ γὰρ καὶ προτρέπειν καὶ διδάσκειν ἐπαγγέλλονται καὶ μανθάνειν καὶ παιδεύεσθαι συμβουλεύουσιν ἐπιτιμῶσί τε καὶ ἐπιπλήττουσι τοῖς οὐ τὰ προσήκοντα δρῶσιν, ὡς κατὰ προαίρεσιν ἰδίαν ἁμαρτάνουσιν. ἀλλὰ καὶ συγγράμματα πλεῖστα καταλείπουσι, δι’ ὧν ἀξιοῦσι παιδεύεσθαι τοὺς νέους. ἐπαύσαντο δ’ ἂν τῆς ἐν τοῖς λόγοις φιλοτιμίας, εἰ προσέσχον ὅτι καὶ συγγνώμης ἀξιοῦσι τοὺς ἀκουσίως ἁμαρτάνοντας, τοὺς δὲ ἑκου-σίως πλημμελοῦντας κολάσεως ἀξίους εἶναί φασιν, ὡς ἐπ’ αὐτοῖς τούτων, δηλονότι τοῦ τε ἁμαρτάνειν καὶ τοῦ μὴ κειμένου. ὥστε καὶ κατ’ αὐ-τοὺς ἀναιρεῖσθαι τὴν ἐξ εἱμαρμένης ἀνάγκην, συνίστασθαι δὲ κατὰ φύσιν ἡμῖν ὑπάρχειν τὸ αὐτεξούσιον, μετὰ τοῦ πλεῖστα εἶναι καὶ τὰ μὴ ἐφ’ ἡμῖν, ὥσπερ τὰ κατὰ φύσιν καὶ τὰ ἐκ τύχης, ἕτερα ὄντα καὶ αὐτὰ παρὰ τὸν τῆς εἱμαρμένης λόγον, καθὼς προδέδεικται. Τούτων ἡμῖν ἀπὸ πλείστων ἐπιτετμημένων, τῷ πολὺν εἶναι τὸν περὶ τοῦ αὐτεξουσίου λόγον ἐν τοῖς καθ’ ἡμᾶς δόγμασιν (ᾧ καὶ τῶν φιλοσόφων συνέ-δραμον αἱ παρατεθεῖσαι φωναί, τοῖς μὲν καθ’ ἡμᾶς θείοις γράμμασιν ἐπι-μαρτυροῦσαι, τὰς δὲ περὶ εἱμαρμένης οὐ μόνον τῶν πολλῶν ἀνθρώπων, ἀλλὰ καὶ τῶν χρησμῳδῶν, τῶν θαυμαστῶν θεῶν, τὰς δόξας ψευδεῖς οὔσας ἀπελέγχουσαι). καὶ τῶν μὲν πρὸς τοὺς γενναίους χρησμοὺς κυνικώτερον ἀποταθέντων, τῶν δὲ πρὸς τοὺς θαυμαστοὺς φιλοσόφους παρὰ τῶν αὐτοῖς γνωρίμων ἀντειρημένων, ὥρα καὶ τῶν ἐξ ἀστρολογίας πρὸς τοὺς Χαλδαί̈-ζοντας τῶν τὴν κακότεχνον ταύτην γοητείαν ὡς ἐν μέρει μαθήματος ἐπαγ-γελλομένων τοὺς λόγους ἐπισκέψασθαι· παραθήσομαι δέ σοι καὶ τῶνδε τὰς ἀποδείξεις ἐξ ἀνδρὸς Σύρου μὲν τὸ γένος, ἐπ’ ἄκρον δὲ τῆς Χαλδαϊκῆς ἐπι-στήμης ἐληλακότος. Βαρδησάνης ὄνομα τῷ ἀνδρί, ὃς ἐν τοῖς πρὸς τοὺς ἑταίρους διαλόγοις τάδε πη μνημονεύεται φάναι· ι. ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ· ΕΚ ΤΩΝ ΒΑΡΔΗΣΑΝΟΥ Κατὰ φύσιν ὁ ἄνθρωπος γεννᾶται, τρέφεται, ἀκμάζει, γεννᾷ, ἐσθίει, πίνει, κοιμᾶται, γηρᾷ, ἀποθνήσκει, καὶ τοῦτο παντὸς ἀνθρώπου καὶ παντὸς ἀλόγου ζῴου. καὶ τὰ μὲν ἄλλα ζῷα ψυχικὰ ὄντα καὶ διόλου κατὰ συμ-πλοκὴν γεγενημένα διόλου σχεδὸν κατὰ φύσιν φέρεται. λέων σαρκοφαγεῖ καὶ ἀμύνεται ἀδικηθεὶς καὶ διὰ τοῦτο πάντες οἱ λέοντες σαρκοφαγοῦσι καὶ ἀμύνονται· καὶ ἀμνάδες χορτοφαγοῦσι καὶ κρεῶν οὐχ ἅπτονται καὶ ἀδικού-μεναι οὐκ ἀμύνονται· καὶ ὁ αὐτὸς τρόπος πάσαις. σκορπίος γῆν ἐσθίει καὶ τοὺς μὴ ἀδικήσαντας ἀδικεῖ, κέντρῳ ἰοβόλῳ πλήσσων· καὶ ἡ αὐτὴ κακία πάντων σκορπίων. μύρμηξ κατὰ φύσιν οἶδε χειμῶνος παρουσίαν καὶ δι’ ὅλης θε-ρείας κάμνων ἀποτίθεται ἑαυτῷ τροφάς· καὶ ὁμοίως πάντες μύρμηκες ἐργάζον-ται. μέλισσα μέλι γεωργεῖ, ἐξ οὗ καὶ τρέφεται· καὶ ἡ αὐτὴ γεωργία πάσαις μελίσσαις. καὶ ἦν πολλὰ εἴδη ἐκθέσθαι ὑμῖν τῶν ζῴων, ἅτινα τῆς φύσεως μὴ δυνάμενα ἐκστῆναι πολὺν θαυμασμὸν παρασχεῖν ὑμῖν ἐδύνατο, ἀλλ’ αὐτάρκη ἡγησάμην ἐκ τῶν παρακειμένων τὴν ἀπόδειξιν ποιήσασθαι, ὅτι τὰ μὲν ἄλλα ζῷα κατὰ τὴν κοινότητα καὶ τὴν διαφορὰν κατὰ φύσιν δο-θεῖσαν ἑκάστῳ ἐξ ἀνάγκης ἡδέως φέρεται, ἄνθρωποι δὲ μόνοι, τὸ
Liber Quartus
PG 21:453ἐξαίρετον ἔχοντες τόν τε νοῦν καὶ τὸν ἐκ τούτου προφερόμενον λόγον, κατὰ μὲν τὴν κοινότητα ἕπονται τῇ φύσει, ὡς προεῖπον, κατὰ δὲ τὸ ἐξαίρετον οὐ κατὰ φύσιν πολιτεύονται. οὐδὲ γὰρ μία βρῶσις ἡ τῶν ἁπάντων· ἄλλοι μὲν γὰρ κατὰ τοὺς λέοντας τρέφονται, ἄλλοι δὲ κατὰ τὰς ἀμνάδας, οὐχ ἓν ἔχοντες σχῆμα φορημάτων, οὐκ ἔθος ἕν, οὐχ εἷς νόμος πολιτείας ἐν αὐτοῖς, οὐ μία κίνησις ἐπιθυμίας τῶν πραγμάτων, ἀλλ’ ἕκαστος τῶν ἀνθρώπων κατὰ τὴν ἰδίαν θέ-λησιν αἱρεῖται ἑαυτῷ βίον, τὸν πλησίον μὴ μιμούμενος, πλὴν ἐν οἷς βούλεται. τὸ γὰρ ἐλεύθερον αὐτοῦ οὐχ ὑπόκειται δουλείᾳ, καὶ εἴ ποτε ἑκὼν δουλεύσει, καὶ τοῦτο τῆς ἐλευθερίας αὐτοῦ ἐστι, τὸ δύνασθαι δουλεύειν ἑκόντα. πόσοι τῶν ἀνθρώπων, καὶ μάλιστα τῶν Ἀλαναίων, ὡς τὰ ἄγρια ζῷα κρεοβοροῦσιν ἄρ-του μὴ γευόμενοι, καὶ οὐ διὰ τὸ μὴ ἔχειν, ἀλλὰ διὰ τὸ μὴ θέλειν; ἄλλοι κρεῶν οὐ γεύονται ὡς τὰ ἥμερα ζῷα· ἄλλοι ἰχθυοφαγοῦσι μόνον· ἕτεροι δὲ ἰχθύων οὐ γεύονται, οὐδ’ ἂν λιμώσσωσιν. οἱ μὲν ὑδροποτοῦσιν, οἱ δὲ οἰνοποτοῦσιν, οἱ δὲ σικερατίζουσι. καὶ ἁπλῶς πολλὴ διαφορὰ βρωμάτων καὶ πομάτων ἐν τῇ ἀνθρωπότητι, μέχρι καὶ ἐν τῇ τῶν λαχάνων καὶ ὀπωρῶν βρώσει διαφερό-μενοι. ἀλλὰ καὶ οἱ μὲν ὡς σκορπίοι καὶ ὡς ἀσπίδες μὴ ἀδικηθέντες ἀδικοῦσιν· οἱ δὲ ὡς τὰ ἄλλα ζῷα ἀδικούμενοι ἀμύνονται· ἕτεροι δὲ ὡς λύκοι ἁρπάζουσι καὶ ὡς γαλαῖ κλέπτουσιν· ἄλλοι δὲ ὡς ἀμνάδες καὶ μηκάδες ὑπὸ τῶν ὁμοιο-παθῶν ἐλαύνονται καὶ τοὺς ἀδικοῦντας οὐκ ἀδικοῦσι· καὶ οἱ μὲν λέγονται ἀγαθοί, οἱ δὲ κακοί, οἱ δὲ δίκαιοι. ὅθεν ἔστι νοεῖν μὴ πάντως κατὰ φύ-σιν ἄγεσθαι τὸν ἄνθρωπον (ποίαν γὰρ αὐτοῦ ἐροῦμεν φύσιν;), ἀλλὰ πῆ μὲν φέρεται κατὰ φύσιν, πῆ δὲ κατὰ προαίρεσιν. διὸ τὸν ἔπαινον καὶ τὸν ψόγον καὶ τὴν καταδίκην ἔχει ἐν τοῖς κατὰ προαίρεσιν, ἐν δὲ τοῖς κατὰ φύσιν ἔχει τὴν ἀνεγκλησίαν οὐ κατὰ ἔλεος, ἀλλὰ κατὰ λόγον. Καὶ ἑξῆς φησι· Νόμους ἔθεντο διαφόρους οἱ ἄνθρωποι ἐν ἑκάστῃ χώρᾳ, τινὰς γεγραμ-μένους, τινὰς δὲ ἀγράφους· ἐξ ὧν διηγήσομαι, ὡς οἶδα καὶ ὧν μέμνημαι, ἀρξάμε-νος ἐκ τῆς τοῦ κόσμου ἀρχῆς. νόμος ἐστὶ παρὰ Σήραις μηδένα φονεύειν μήτε πορνεύειν μήτε κλέπτειν μήτε ξόανα προσκυνεῖν, καὶ ἐν ἐκείνῃ τῇ με-γίστῃ χώρᾳ οὐ ναὸν ἔστιν ἰδεῖν, οὐ γυναῖκα πορνικήν, οὐ μοιχαλίδα ὀνομαζο-μένην, οὐ κλέπτην ἑλκόμενον ἐπὶ δίκην, οὐκ ἀνδροφόνον, οὐ πεφονευμένον. οὐδενὸς γὰρ τὸ αὐτεξούσιον ἠνάγκασεν ὁ τοῦ πυριλαμπέος Ἄρεος ἀστὴρ μεσουρανῶν ἄνδρα σιδήρῳ ἀνελεῖν, οὐ Κύπρις σὺν Ἄρει τυχοῦσα ἀλλοτρίᾳ γυναικὶ μιγῆναί τινα παρ’ ἐκείνοις, πάντως πάσῃ ἡμέρᾳ μεσουρανοῦντος τοῦ Ἄρεος καὶ πάσῃ ὥρᾳ καὶ ἡμέρᾳ γεννωμένων τῶν Σηρῶν. παρὰ Ἰνδοῖς καὶ Βάκτροις εἰσὶ χιλιάδες πολλαὶ τῶν λεγομένων Βραχμάνων, οἵτινες κατὰ παράδοσιν τῶν προγόνων καὶ νόμων οὔτε φονεύουσιν οὔτε ξόανα σέβονται, οὐκ ἐμψύχου γεύονται, οὐ μεθύσκονταί ποτε, οἴνου καὶ σίκερος μὴ γευόμενοι, οὐ κακίᾳ τινὶ κοινωνοῦσι προσέχοντες τῷ θεῷ, τῶν ἄλλων Ἰνδῶν φονευόν-των καὶ ἑταιρευόντων καὶ μεθυσκομένων καὶ σεβομένων ξόανα καὶ πάντα σχεδὸν καθ’ εἱμαρμένην φερομένων. ἔστι δὲ ἐν τῷ αὐτῷ κλίματι τῆς Ἰνδίας φυλή τις Ἰνδῶν, οἵτινες τοὺς ἐμπίπτοντας ξένους ἀγρεύοντες καὶ θύοντες ἐσθίουσι· καὶ οὔτε οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων κεκωλύκασι τούτους μὴ μιαιφονεῖν καὶ μὴ ἀθεμιτογαμεῖν οὔτε οἱ κακοποιοὶ ἠνάγκασαν τοὺς Βραχ-μᾶνας κακουργεῖν. παρὰ Πέρσαις νόμος ἦν γαμεῖν τὰς θυγατέρας καὶ τὰς ἀδελφὰς καὶ τὰς μητέρας, καὶ οὐ μόνον ἐν τῇ χώρᾳ ἐκείνῃ καὶ ἐν ἐκείνῳ τῷ κλίματι τούτους τοὺς ἀνοσίους γάμους οἱ Πέρσαι ἐποίησαν, ἀλλὰ καὶ ὅσοι αὐτῶν τῆς Περσίδος ἐξεδήμησαν, οἵτινες καλοῦνται Μαγουσαῖοι, τὴν αὐτὴν ἀθε-μιστίαν διαπράσσονται, παραδιδόντες τοὺς αὐτοὺς νόμους καὶ τὰ ἔθη τοῖς τέκνοις κατὰ διαδοχήν. ἐξ ὧν εἰσι μέχρι νῦν πολλοὶ ἐν Μηδίᾳ καὶ ἐν Αἰγύπτῳ καὶ ἐν Φρυγίᾳ καὶ ἐν Γαλατίᾳ. καὶ οὐ δήπου Κύπρις ἐν ὁρίοις καὶ οἴκοις Κρόνου, σὺν Κρόνῳ ἐπιμαρτυροῦντος τοῦ Ἄρεος, ἐν ταῖς τῶν πάντων γενέσεσιν εὑρίσκετο. παρὰ Γήλοις νόμος ἐστὶ τὰς γυναῖκας γεωργεῖν καὶ οἰκοδομεῖν καὶ πάντα τὰ ἐργατικὰ πράσσειν καὶ κοινωνεῖν οἷς ἂν βούλων-ται καὶ μὴ ἐγκαλεῖσθαι ὑπὸ τῶν ἀνδρῶν μήτε καλεῖσθαί τινα μοιχαλίδα, τῷ πάσας ἐργατικὰς εἶναι καὶ πᾶσι κοινωνεῖν, μάλιστα δὲ τοῖς ξένοις. καὶ οὔτε μυρίζονται Γήλισσαι γυναῖκες, οὐχ ἱμάτια βαπτὰ φοροῦσιν, ἀνυπόδετοι δέ εἰσι πᾶσαι, καίτοι τῶν Γήλων ἀνδρῶν κοσμουμένων ἐν φορήμασι μαλα-κοῖς καὶ ἐν διαφόροις χρώμασι καὶ χρυσοφορούντων καὶ μυριζομένων καὶ οὐ κατά τινα ἄλλην μαλακίαν, εἰσὶ γὰρ ἀνδρεῖοι καὶ πολεμικώτατοι καὶ κυνηγετι-κώτατοι. καὶ οὐ πᾶσαι αἱ τῶν Γήλων γυναῖκες ἔλαχον ἐν Αἰγοκέρωτι ἢ ἐν Ὑδρηχόῳ κακοδαιμονοῦσαν τὴν Κύπριν οὔθ’ οἱ ἄνδρες αὐτῶν πάντες ἔχουσιν ἐν Κριῷ σὺν Ἄρει τὴν Παφίην, ἔνθα τοὺς ἀνδρείους καὶ σπαταλοὺς οἱ Χαλδαί̈ζοντες λέγουσι. παρὰ Βάκτροις αἱ γυναῖκες παντὶ κόσμῳ δια-φέροντι καὶ παντὶ μύρῳ χρῶνται, ὑπηρετούμεναι ὑπὸ παιδίσκων καὶ νεανίσκων μᾶλλον ἢ οἱ ἄνδρες, προερχόμεναι μετὰ πολλῆς φαντασίας ἔφιπποι, κοσμοῦσαι χρυσῷ πολλῷ καὶ λίθοις βαρυτίμοις τοὺς ἵππους, καὶ οὐ σωφρονοῦσιν, ἀλλ’ ἀδιαφόρως κοινωνοῦσι τοῖς δούλοις καὶ τοῖς ξένοις, ἄδειαν ἔχουσαι τοιαύτην, καὶ ὑπὸ τῶν ἀνδρῶν μὴ ἐγκαλούμεναι σχεδὸν κυριεύουσιν αὐτῶν. καὶ οὐ πάντως ἐν πάσῃ γενέσει τῶν ἐν Βακτρίᾳ γυναικῶν μεσουρανεῖ μετὰ Διὸς καὶ Ἄρεος ἐν ἰδίοις ὅροις ἡ φιλόγελως Ἀφροδίτη. ἐν τῇ Ἀραβίᾳ δὲ καὶ ἐν τῇ Ὀσροηνῇ οὐ μόνον αἱ μοιχαλίδες φονεύονται, ἀλλὰ καὶ αἱ ὑποπτευόμεναι οὐκ ἀφίενται ἀτιμώρητοι. παρὰ Πάρθοις καὶ Ἀρμενίοις οἱ φονεῖς ἀναιροῦνται ποτὲ μὲν ὑπὸ τῶν δικαστῶν, ποτὲ δὲ ὑπὸ τῶν καθ’ αἷμα τῶν φονευθέντων. καὶ ἐάν τις φονεύσῃ γυναῖκα αὐτοῦ ἢ ἀδελφὸν ἄτεκνον ἢ ἀδελφὴν ἄγαμον ἢ υἱὸν ἢ θυγατέρα, οὐκ ἐγκαλεῖται ὑπό του, νόμου τοιούτου ὑπάρχοντος ἐν ταῖς χώραις ἐκείναις· παρ’ Ἕλλησι δὲ καὶ Ῥωμαίοις μείζονι τιμωρίᾳ ὑπο-βάλλονται οἱ τῶν οἰκείων καὶ συγγενῶν φονευταί. ἐν Ἄτροις ὁ κλέπτων τι ἄξιον ὀβολοῦ λιθάζεται, παρὰ Βάκτροις ὁ ὀλίγα κλέπτων ἐμπτύεται, παρὰ Ῥωμαίοις πληγαῖς παιδεύεται· τοιοῦτοι γὰρ οἱ νόμοι. ἀπὸ Εὐφράτου ποταμοῦ καὶ μέχρι τοῦ Ὠκεανοῦ ὡς ἐπὶ ἀνατολὰς ὁ λοιδορούμενος ὡς φονεὺς ἢ ὡς κλέπτης οὐ πάνυ ἀγανακτεῖ, ὁ δὲ ὡς ἀρσενοκοίτης λοιδορούμενος ἑαυ-τὸν ἐκδικεῖ μέχρι καὶ φόνου· παρ’ Ἕλλησι καὶ οἱ σοφοὶ ἐρωμένους ἔχοντες οὐ ψέγονται. ἐν τῇ αὐτῇ ἀνατολῇ ὑβριζόμενοι ἐὰν γνωσθῶσιν, ὑπὸ ἀδελφῶν ἢ πατέρων καὶ συγγενῶν φονεύονται καὶ ταφῆς προδήλου οὐκ ἀξιοῦνται. παρὰ δὲ Γάλλοις οἱ νέοι γαμοῦνται μετὰ παρρησίας, οὐ ψό-γον τοῦτο ἡγούμενοι διὰ τὸν παρ’ αὐτοῖς νόμον. καὶ οὐ δυνατόν ἐστι πάντας τοὺς ἐν Γαλλίᾳ οὕτως ἀθέως ὑβριζομένους λαχεῖν ἐν ταῖς γενέσεσι Φωσφόρον μεθ’ Ἑρμοῦ ἐν οἴκοις Κρόνου καὶ ὁρίοις Ἄρεος δύνοντα. ἐν Βρεττανίᾳ πολλοὶ ἄνδρες μίαν γυναῖκα ἔχουσιν, ἐν δὲ τῇ Παρθίᾳ πολλαὶ γυναῖκες ἕνα ἄνδρα, καὶ πᾶσαι σωφρονοῦσι πειθόμεναι αὐτῷ κατὰ τὸν νόμον. αἱ δὲ Ἀμαζόνες πᾶσαι ἄνδρας οὐκ ἔχουσιν, ἀλλ’ ὡς τὰ ἄλογα ζῷα ἅπαξ τοῦ ἔτους περὶ τὴν ἐαρινὴν ἰσημερίαν ὑπερβαίνουσαι τοὺς ἰδίους ὅρους κοινωνοῦσι τοῖς πλησιοχώροις, ἑορτήν τινα ταύτην ἡγουμένοις· ἐξ ὧν συλλαμβάνουσαι ὑποστρέ-
PG 21:459φουσι καὶ ἀναγκαίως ἐν ἑνὶ καιρῷ κυί̈σκουσι κατὰ τὸν τῆς φύσεως νόμον καὶ τοὺς μὲν γεννωμένους ἄρρενας ῥίπτουσι, τὰς δὲ θηλείας ἀνατρέφουσι· πολεμι-καί τέ εἰσι καὶ γυμνασίων προνοούμεναι. Ἑρμῆς μετὰ Ἀφροδίτης ἐν οἴκοις Ἑρμοῦ ποιεῖ πλάστας καὶ ζωγράφους καὶ τραπεζίτας, ἐν οἴκοις δὲ Ἀφρο-δίτης μυρεψοὺς ἢ φωνάσκους καὶ ὑποκριτὰς ποιημάτων. καὶ παρὰ Ταιηνοῖς καὶ Σαρακηνοῖς καὶ ἐν τῇ ἀνωτέρᾳ Λιβύῃ καὶ παρὰ Μαύροις καὶ παρὰ τοῖς περὶ τὸ στόμα τοῦ Ὠκεανοῦ Νομάσι καὶ ἐν τῇ ἐξωτέρᾳ Γερμανίᾳ καὶ ἐν τῇ ἀνωτέρᾳ Σαρματίᾳ καὶ ἐν τῇ Σκυθίᾳ καὶ ἐν πᾶσι τοῖς ἐξ ἀρκτικῶν μερῶν τοῦ Πόντου ἔθνεσι καὶ ὅλῃ τῇ Ἀλανίᾳ καὶ Ἀλβανίᾳ καὶ Ὠτηνῇ καὶ ἐν Σαυνίᾳ καὶ ἐν Χρυσῇ οὐκ ἔστιν ἰδεῖν οὐ τραπεζίτην, οὐ πλάστην, οὐ ζωγράφον, οὐκ ἀρχι-τέκτονα, οὐ γεωμέτρην, οὐ φώνασκον, οὐχ ὑποκριτὴν ποιημάτων, ἀλλ’ ἐστέ-ρηται ὁ τῆς τοῦ Ἑρμοῦ καὶ τῆς Ἀφροδίτης ἐνεργείας τρόπος ἐν ὅλῳ τῷ κύκλῳ τούτῳ τῆς οἰκουμένης. οἱ Μῆδοι πάντες τοῖς μετὰ σπουδῆς τρεφομένοις κυσὶ τοὺς νεκροὺς ἔτι ἐμπνέοντας παραβάλλουσι, καὶ οὐ πάντες σὺν τῇ μήνῃ τὸν Ἄρεα ἐφ’ ἡμερινῆς γενέσεως ἐν Καρκίνῳ ὑπὸ γῆν ἔχουσιν. Ἰνδοὶ τοὺς νεκροὺς καίουσι, μεθ’ ὧν συγκαίουσιν ἑκούσας τὰς γυναῖκας, καὶ οὐ δήπου πᾶσαι αἱ καιόμεναι ζῶσαι Ἰνδῶν γυναῖκες ἔχουσιν ὑπὸ γῆν ἐπὶ νυκτε-ρινῆς γενέσεως σὺν Ἄρει τὸν ἥλιον ἐν Λέοντι ὁρίοις Ἄρεος. Γερμανῶν οἱ πλεῖστοι ἀγχονιμαίῳ μόρῳ ἀποθνήσκουσι, καὶ οὐ πάντως τὸ πλῆθος τῶν Γερμανῶν τὴν σελήνην καὶ τὴν ὥραν μεσολαβουμένας ὑπὸ Κρόνου καὶ Ἄρεος ἔχει. παντὶ ἔθνει καὶ πάσῃ ἡμέρᾳ καὶ παντὶ τ[ρ]όπῳ τῆς γενέσεως γεννῶν-ται ἄνθρωποι· κρατεῖ δὲ ἐν ἑκάστῃ μοίρᾳ τῶν ἀνθρώπων νόμος καὶ ἔθος διὰ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου· καὶ οὐκ ἀναγκάζει ἡ γένεσις τοὺς Σῆρας μὴ θέλοντας φονεύειν ἢ τοὺς Βραχμᾶνας κρεοφαγεῖν ἢ τοὺς Πέρσας ἀθεμίτως μὴ γαμεῖν ἢ τοὺς Ἰνδοὺς μὴ καίεσθαι ἢ τοὺς Μήδους μὴ ἐσθίεσθαι ὑπὸ κυ-νῶν ἢ τοὺς Πάρθους μὴ πολυγαμεῖν ἢ τὰς ἐν τῇ Μεσοποταμίᾳ γυναῖκας μὴ σωφρονεῖν ἢ τοὺς Ἕλληνας μὴ γυμνάζεσθαι γυμνοῖς τοῖς σώμασιν ἢ τοὺς Ῥω-μαίους μὴ κρατεῖν ἢ τοὺς Γάλλους μὴ γαμεῖσθαι ἢ τὰ ἄλλα βάρβαρα ἔθνη ταῖς ὑπὸ τῶν Ἑλλήνων λεγομέναις Μούσαις κοινωνεῖν· ἀλλ’, ὡς προεῖπον, ἕκαστον ἔθνος καὶ ἕκαστος τῶν ἀνθρώπων χρῆται τῇ ἑαυτοῦ ἐλευθερίᾳ ὡς βούλεται καὶ ὅτε βούλεται, καὶ δουλεύει τῇ γενέσει καὶ τῇ φύσει δι’ ἣν περί-κειται σάρκα, πῆ μὲν ὡς βούλεται, πῆ δὲ ὡς μὴ βούλεται. πανταχῆ γὰρ καὶ ἐν παντὶ ἔθνει εἰσὶ πλούσιοι καὶ πένητες καὶ ἄρχοντες καὶ ἀρχόμενοι καὶ ἐρρωμένοι καὶ νοσοῦντες, ἕκαστος κατὰ τοὺς τῆς γενέσεως αὐτοῦ κλήρους. Φημὶ αὐτῷ· ἡμᾶς ταῦτα, ὦ Βαρδησάνη, ἄκρως πέπεικεν. οἱ δὲ ἀστρονό-μοι φασὶ τὴν γῆν ταύτην μερίζεσθαι εἰς ἑπτὰ κλίματα καὶ ἄρχειν ἑκάστου κλίματος ἕνα τῶν ἑπτὰ ἀστέρων· καὶ τοὺς διαφόρους νόμους μὴ τοὺς ἀνθρώ-πους τεθεικέναι ἑαυτοῖς, ἀλλ’ ἑκάστου ἄρχοντος πλεονάζειν τὸ θέλημα ἐν τῇ ἰδίᾳ χώρᾳ, ὃν νόμον νενομίκασιν οἱ κρατούμενοι. Ἀπεκρίνατο· Οὐκ ἀληθὴς ἡ διάκρισις αὕτη, ὦ Φίλιππε. εἰ γὰρ καὶ διῄρηται ἡ οἰκουμένη εἰς μέρη ἑπτά, ἀλλ’ οὖν γε ἐν μιᾷ μερίδι εὑρίσκομεν πολλὰς διαφορὰς νόμων. οὐδὲ γὰρ ἑπτὰ νόμοι εἰσὶ κατὰ τοὺς ἑπτὰ ἀστέρας οὐδὲ δώδεκα κατὰ τὰ ζῴδια οὐδὲ τριάκοντα ἓξ κατὰ τοὺς δεκανούς, ἀλλὰ μυρίοι. μνημονεύειν τε ὀφείλετε ὧν προεῖπον, ὅτι καὶ ἐν ἑνὶ κλίματι καὶ ἐν μιᾷ χώρᾳ τῶν Ἰνδῶν εἰσιν ἀνθρωποφάγοι Ἰνδοὶ καί εἰσιν οἱ ἐμψύχων ἀπεχόμενοι· καὶ ὅτι οἱ Μαγουσαῖοι οὐκ ἐν Περσίδι μόνῃ τὰς θυγατέρας γα-μοῦσιν, ἀλλὰ καὶ ἐν παντὶ ἔθνει, ὅπου ἂν οἰκήσωσι, τοὺς τῶν προγόνων φυ-λάσσοντες νόμους καὶ τῶν μυστηρίων αὐτῶν τὰς τελετάς. ἀλλὰ καὶ πολλὰ βάρβαρα ἔθνη κατελέξαμεν, τά γε ὄντα ἐν μεσημβρίᾳ καὶ δύσει καὶ ἀνατολῇ καὶ ἄρκτῳ, τουτέστιν ἐν διαφόροις κλίμασι, μὴ μετέχοντα Ἑρμαϊκῆς ἐπι-στήμης. πόσοι, νομίζετε, σοφοὶ ἄνδρες παρήγαγον τοὺς κακῶς κειμέ-νους νόμους; πόσοι δὲ νόμοι ὑπὸ τῆς ἀπορίας κατελύθησαν; πόσοι βασιλεῖς κρατήσαντες ἐθνῶν παρήγαγον τοὺς πρὸ αὐτῶν νόμους καὶ ἔθεντο τοὺς ἰδίους; καὶ οὐδεὶς τῶν ἀστέρων ἀπώλεσε τὸ ἴδιον κλίμα. χθὲς οἱ Ῥωμαῖοι τῆς Ἀραβίας κρατήσαντες τοὺς τῶν βαρβάρων νόμους ἤλλαξαν· ἕπεται γὰρ τὸ αὐτεξούσιον τῷ αὐτεξουσίῳ. τὸ δὲ δυνάμενον πεῖσαι καὶ τοὺς ἀπίστους ἐκθή-σομαι ὑμῖν. Ἰουδαῖοι πάντες οἱ διὰ Μωσέως δεξάμενοι νόμον τοὺς γεννωμέ-νους ἄρρενας παῖδας ἐν τῇ ὀγδόῃ ἡμέρᾳ αἱμάσσουσι περιτέμνοντες, οὐκ ἀστέρος παρουσίαν ἀναμένοντες, οὐ κλίματος ἐξουσίαν ἐντρεπόμενοι, οὐχ ὑπὸ νόμου ἀλλοτρίας χώρας ἀγόμενοι, ἀλλ’ εἴτε ἐν Συρίᾳ τυγχάνουσιν εἴτε ἐν Γαλατίᾳ εἴτε ἐν Ἰταλίᾳ εἴτε ἐν Ἑλλάδι ἢ ἐν Παρθίᾳ ἢ ὅπου ἂν ὦσι, τοῦτο ποιοῦσιν. ὅπερ οὐκ ἔστι κατὰ γένεσιν· οὐ γὰρ δύνανται πάντες οἱ Ἰουδαῖοι μίαν γέ-νεσιν ἔχειν. ἀλλὰ καὶ δι’ ἡμερῶν ἑπτὰ πάντες ὅπου ἂν ὦσιν ἀργοῦσιν ἐκ παντὸς ἔργου καὶ οὔτε ὁδεύουσιν οὔτε πυρὶ χρῶνται οὔτε ἀναγκάζει ἡ γένεσις Ἰου-δαῖον οὐ κτίσαι οἶκον, οὐ καταλῦσαι, οὐκ ἐργάσασθαι, οὐ πωλῆσαι, οὐκ ἀγο-ράσαι ταῖς ἡμέραις τοῦ σαββάτου, καίτοι ἐν τῇ αὐτῇ ἡμέρᾳ γεννώντων Ἰου-δαίων καὶ γεννωμένων καὶ νοσούντων καὶ ἀποθνησκόντων. ταῦτα γὰρ οὐκέτι ἐστὶ τοῦ αὐτεξουσίου. ἐν τῇ Συρίᾳ καὶ ἐν τῇ Ὀσροηνῇ ἀπεκόπτοντο πολλοὶ τῇ Ῥέᾳ, καὶ ἐν τούτῳ μιᾷ ῥοπῇ ὁ βασιλεὺς Ἄβγαρος ἐκέλευσε τῶν ἀποκοπτομένων τὰ αἰδοῖα ἀποκόπτεσθαι καὶ τὰς χεῖρας, καὶ ἐκ τότε οὐδεὶς ἀπεκόψατο ἐν τῇ Ὀσροηνῇ. τί δὲ ἐροῦμεν περὶ τῆς τῶν Χριστιανῶν αἱρέ-σεως, ἧς ἡμεῖς οἱ δοξασταὶ πολλοὶ ὄντες καὶ ἐν διαφόροις ἀνέστημεν κλίμασιν, ἐν παντὶ ἔθνει καὶ κλίματι, οἵτινες πολλοὶ ὄντες ἑνὶ ὀνόματι κεκλήμεθα; καὶ οὔτε οἱ ἐν Παρθίᾳ Χριστιανοὶ πολυγαμοῦσι, Πάρθοι τυγχάνοντες, οὔθ’ οἱ ἐν Μηδίᾳ κυσὶ παραβάλλουσι τοὺς νεκρούς, οὐχ οἱ ἐν Περσίδι γαμοῦσι τὰς θυγατέρας αὐτῶν, Πέρσαι ὄντες, οὐ παρὰ Βάκτροις καὶ Γήλοις φθείρουσι τοὺς γάμους, οὐχ οἱ ἐν Αἰγύπτῳ θρησκεύουσι τὸν Ἆπιν ἢ τὸν κύνα ἢ τὸν τράγον ἢ αἴλουρον, ἀλλ’ ὅπου εἰσίν, οὔτε ὑπὸ τῶν κακῶς κειμένων νόμων καὶ ἐθῶν νικῶν-ται οὔθ’ ἡ ὑπὸ τῶν ἀρχῶν πρυτανευομένη γένεσις αὐτοὺς ἀναγκάζει τοῖς ἀπειρη-μένοις κακοῖς ὑπὸ τοῦ διδασκάλου αὐτῶν χρῆσθαι, νόσῳ δὲ καὶ πενίᾳ καὶ πάθεσι καὶ ταῖς νομιζομέναις ἀτιμίαις ὑπόκεινται. ὥσπερ γὰρ ὁ ἐλεύθερος ἡμῶν ἄνθρωπος δουλεύειν οὐκ ἀναγκάζεται κἂν ἀναγκασθῇ ἀνθίσταται τοῖς ἀναγκάζουσιν, οὕτως οὐδὲ ὁ φαινόμενος ἡμῶν δοῦλος ἄνθρωπος τῆς ὑποταγῆς ἐκφεύγειν ῥᾳδίως δύναται. εἰ γὰρ πάντα ἐδυνάμεθα, ἡμεῖς ἂν ἦμεν τὸ πᾶν, ὥστ’ εἰ μηδὲν ἐδυνάμεθα, ἄλλων ἦμεν, ὡς προεῖπον, ὄργανα, καὶ οὐχ ἑαυτῶν. θεοῦ δ’ ἐπινεύσαντος πάντα δυνατὰ καὶ ἀνεμπόδιστα· τῇ γὰρ ἐκείνου βουλήσει οὐδὲν ἀντιστῆναι δύναται. καὶ γὰρ τὰ δοκοῦντα ἀνθίστασθαι αὐτοῦ χρηστοῦ ὄντος καὶ συγχωροῦντος ἑκάστῃ φύσει ἔχειν τὴν ἰδιότητα καὶ τὸ αὐτεξούσιον τοῦ θελήματος ἀνθίσταται. Τοσαῦτα καὶ ὁ Σύρος. ἑνὸς δὲ ἔτι μνησθεὶς περιγράψω τὸν λόγον. ἐπειδὴ γὰρ τὰ μὲν ἀπὸ τῶν ἔξωθεν αὐτάρκως παρατέθειται, λείπει δὲ τὰ ἀπὸ τῶν ἱερῶν γραμμάτων, ὧν δὴ καὶ μάλιστα ἡμῖν δεῖ εἰς τὴν τῆς Εὐαγ-
PG 21:461γελικῆς Ἀποδείξεως Προπαρασκευήν εὖ ἂν ἔχοι καὶ τάδε ἐποπτεῦσαι, ὡς ἂν κατὰ μηδὲν ὁ λόγος ἐλλείποι τῶν εἰς τὸ πρόβλημα θεωρουμένων. ὅθεν δὴ καὶ τάδε σοι σαφῆ καταστήσω. οὐ μὴν οἷός τ’ ἂν εἴης γυμνῶν ἐπαί̈ειν τῶν ἱερῶν λογίων τὰ πολλὰ συνεσκιασμένως προενηνεγμένων. διόπερ ἐγώ σοι τὸν ἑρμηνέα τούτων παραστήσομαι· σὺ δ’, εἰ μὴ τοῖς κρείτ-τοσι βασκαίνεις, οἶσθά που τὸν ἄνδρα, Χριστοῦ μὲν θιάσοις εἰσέτι δεῦρο χορεύοντα δι’ ὧν ἀπολέλοιπε πόνων, οὐ μὴν οὐδὲ τοῖς ἐκτὸς ἀγνῶτα δι’ ἣν ἐπιδέδεικται καὶ πρὸς τὰ τῶνδε μαθήματα φιλοτιμίαν. σκέψαι δ’ οὖν ὅσα τε καὶ ὁποῖα ἐν τοῖς Εἰς τὴν Γένεσιν ἐξηγητικοῖς ὁ θαυμάσιος Ὠριγέ-νης περὶ τῆς προκειμένης ὑποθέσεως διείληφε καὶ ὅπως ἐφώδευσε τὸν περὶ εἱμαρμένης λόγον· ια. ΩΣ ΚΑΙ ΑΠΟ ΤΗΣ ΤΩΝ ΘΕΙΩΝ ΓΡΑΦΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΕ ΚΑΙ ΜΑΡΤΥΡΙΑΣ Ο ΠΕΡΙ ΤΗΣ ΕΙΜΑΡΜΕΝΗΣ ΕΛΕΓΧΕΤΑΙ ΛΟΓΟΣ· ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ Περὶ τοῦ εἰς σημεῖα γεγονέναι τοὺς φωστῆρας, οὐκ ἄλλους ἡλίου καὶ σε-λήνης καὶ τῶν ἄστρων τυγχάνοντας, τῶν σφόδρα ἀναγκαιοτάτων ἔστι δια-λαβεῖν, οὐ μόνον ἐθνῶν τῶν τῆς Χριστοῦ πίστεως ἀλλοτρίων σφαλλομένων εἰς τὸν περὶ τῆς εἱμαρμένης τόπον, τῇ τῶν καλουμένων πλανωμένων ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζῳδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς καὶ τῶν περὶ ἕκαστον ἄνθρωπον, τάχα δὲ καὶ ἀλόγων ζῴων, ἀλλὰ γὰρ καὶ πολλῶν τῶν πεπιστευκέναι ὑπολαμβανομένων περισπωμένων μὴ ἄρα ἠνάγκασται τὰ ἀνθρώπων πράγματα καὶ ἀμήχανον ἄλλως γενέσθαι ἢ ὡς οἱ ἀστέρες κατὰ τοὺς διαφόρους σχηματισμοὺς ἐπιτέλλουσιν. ἕπεται δὲ τοῖς ταῦτα δογματίζουσιν ἐξ ὅλων τὸ ἐφ’ ἡμῖν ἀναιρεῖν· διόπερ καὶ ἔπαινον καὶ ψόγον καὶ πράξεις ἀποδεκτὰς πάλιν τε αὖ ψεκτάς. ἅπερ εἰ οὕτως ἔχει, τὰ τῆς κεκηρυγμένης τοῦ θεοῦ κρίσεως οἴχεται καὶ ἀπειλαὶ πρὸς τοὺς ἡμαρτη-κότας ὡς κολασθησομένους· τιμαί τε αὖ πρὸς τοὺς τοῖς κρείττοσιν ἑαυτοὺς ἐπιδεδωκότας καὶ μακαριότητες· οὐδὲν γὰρ ἔτι τούτων εὐλόγως ἔσται γινό-μενον. καὶ εἰ τὰ ἀκόλουθά τις ἑαυτῷ ἐφ’ οἷς δογματίζει βλέποι, καὶ ἡ πίστις ἔσται ματαία ἥ τε Χριστοῦ ἐπιδημία οὐδὲν ἀνύουσα καὶ πᾶσα ἡ διὰ νόμου καὶ προφητῶν οἰκονομία κάματοί τε ἀποστόλων ὑπὲρ τοῦ συστῆσαι τὰς διὰ Χριστοῦ θεοῦ ἐκκλησίας. εἰ μὴ ἄρα κατὰ τοὺς οὕτω τολμῶντας καὶ Χριστὸς ὑπὸ τὴν ἀνάγκην τῆς τῶν ἄστρων κινήσεως τῷ γένεσιν ἀνειληφέναι γενόμενος πάντα πεποιήκοι τε καὶ πάθοι, οὐ τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων αὐτῷ τὰς παραδόξους δυνάμεις δωρησαμένου, ἀλλὰ τῶν ἀστέρων. οἷς ἀθέοις καὶ ἀσεβέσι τυγχάνουσι λόγοις ἀκολουθεῖ καὶ τὸ τοὺς πιστεύοντας ὑπὸ τῶν ἀστέρων ἀγομένους πιστεύειν εἰς θεὸν λέγεσθαι. πυθοίμεθα δ’ ἂν αὐτῶν τί ὁ θεὸς βουλόμενος τοιοῦτον ἐποίει κόσμον, ἵν’ οἱ μὲν ἐν αὐτῷ ἄνδρες ὄντες τὰ γυναικῶν πάσχωσιν, οὐδαμῶς ἑαυτοῖς αἴτιοι τῆς ἀσελγείας γεγενημένοι, ἕτεροι δὲ ἀγρίων ζῴων κατάστασιν εἰληφότες, τῷ τὴν φορὰν τοῦ παντὸς τοι-ούτους αὐτοὺς πεποιηκέναι διὰ τὸ τὸν θεὸν οὕτω κεκοσμηκέναι τὸ πᾶν, ἐπι-διδόασιν ἑαυτοὺς ὠμοτάτοις καὶ σφόδρα ἀπανθρώποις πράγμασιν, ἀνδρο-φονίαις καὶ πειρατείαις; καὶ τί δεῖ λέγειν ἡμᾶς περὶ τῶν συμβαινόντων ἐν ἀνθρώποις καὶ ἁμαρτανομένων ὑπ’ αὐτῶν, μυρίων ὅσων τυγχανόντων, οὕστινας οἱ τῶν γενναίων προϊστάμενοι τούτων λόγων ἀπολύοντες παντὸς ἐγκλήματος τῷ θεῷ προσγράφουσι πάντων τῶν κακῶς καὶ ψεκτῶς πραττο-μένων τὴν αἰτίαν; Ἐὰν δέ τινες αὐτῶν, ὡς ἀπολογούμενοι περὶ θεοῦ, ἕτερον μὲν εἶναι λέ-γωσι τὸν ἀγαθόν, οὐδενὸς τούτων ἔχοντα τὴν ἀρχήν, τῷ δὲ δημιουργῷ πάντα τὰ τοιαῦτα προσάπτωσι, πρῶτον μὲν οὐδ’ ὣς [ὃ] βούλονται δυνήσονται ἀποδεικνύναι, ὅτι ἐστὶ δίκαιος. πῶς γὰρ ἂν ὁ τοσούτων κακῶν κατ’ αὐτοὺς πατὴρ εὐλόγως χρηματίζοι δίκαιος; δεύτερον δὲ περὶ ἑαυτῶν τί φήσουσιν ἐξεταστέον, πότερον ὑπόκεινται τῇ φορᾷ τῶν ἀστέρων ἢ ἠλευθέρωνται καὶ ἐν τῷ βίῳ τυγχάνοντες οὐδὲν ἐνεργούμενον εἰς ἑαυτοὺς ἔχουσιν ἐκεῖθεν. εἰ μὲν γὰρ φήσουσιν ὑποκεῖσθαι τοῖς ἄστροις, δῆλον ὅτι τὰ ἄστρα τὸ νοῆσαι αὐτοῖς τοῦτο ἐχαρίσατο καὶ ὁ δημιουργὸς ὑποβεβληκὼς ἔσται διὰ τῆς τοῦ παντὸς κινήσεως τὸν λόγον τὸν περὶ τοῦ ἀνωτέρω ἀναπεπλασμένου θεοῦ, ὅπερ οὐ βούλονται. εἰ δὲ ἀποκρινοῦνται ὅτι ἔξω τυγχάνουσι τῶν νόμων τοῦ δη-μιουργοῦ τῶν κατὰ τοὺς ἀστέρας, ἵνα μὴ ἀπόφασις ᾖ τὸ λεγόμενον ὑπ’ αὐτῶν ἀναπόδεικτος, πειραθήτωσαν ἡμᾶς προσάγειν ἀναγκαστικώτερον, διαφο-ρὰν παριστάντες νοῦ τινος ὑποκειμένου γενέσει καὶ εἱμαρμένῃ καὶ ἑτέρου ἀπὸ τούτων ἐλευθέρου. δῆλον γάρ ἐστι τοὺς τοιούτους ὅτι λόγον ἀπαιτηθέντες διδόναι αὐτὸν οὐδαμῶς δυνήσονται. πρὸς δὲ τοῖς εἰρημένοις καὶ εὐχαὶ παρέλ-κουσι μάτην παραλαμβανόμεναι. εἰ γὰρ κατηνάγκασται τάδε τινὰ γενέσθαι καὶ οἱ ἀστέρες ποιοῦσιν, οὐδὲν δὲ παρὰ τὴν τούτων πρὸς ἀλλήλους ἐπιπλοκὴν δύναται γενέσθαι, θεὸν ἀλογίστως ἀξιοῦμεν τάδε τινὰ ἡμῖν δωρήσασθαι. καὶ τί ἐπὶ πλεῖον μηκύνειν τὸν λόγον δεῖ, παριστάντα τὸ ἀσεβὲς τοῦ καθη-μαξευμένου ἀβασανίστως παρὰ τοῖς πολλοῖς περὶ εἱμαρμένης τόπου; αὐτάρκη γὰρ εἰς ὑπογραφὴν καὶ τὰ εἰρημένα. Πόθεν δὴ ἐξετάζοντες τὸ ἔστωσαν εἰς σημεῖα οἱ φωστῆρες ἐπὶ ταῦτα ἐλη-λύθαμεν, ἑαυτοὺς ὑπομνήσωμεν. οἱ μανθάνοντες περί τινων ἀληθῆ ἤτοι αὐτό-πται τῶν πραγμάτων γενόμενοι ἀποφαίνονται τάδε τινὰ ὑγιῶς, τὸ πάθος καὶ τὴν ἐνέργειαν τῶν πεπονθότων ἢ ἐνηργηκότων θεασάμενοι, ἢ ἀπαγγελλόντων τῶν οὐδαμῶς αἰτίων τοῖς γεγενημένοις ἀκούσαντες τάδε τινὰ γινώσκουσιν (ὑπεξῃρήσθω δὲ νῦν τοῦ λόγου τὸ δύνασθαι τοὺς δεδρακότας ἢ πεπονθό-τας, διηγουμένους ἃ δεδράκασιν ἢ πεπόνθασιν, ἐνάγειν εἰς γνῶσιν τῶν πεπραγμέ-νων τὸν μὴ παρατετυχηκότα). ἐὰν οὖν ὁ διδασκόμενος ὑπὸ τοῦ μηδαμῶς αἰτίου τῶν γινομένων τὸ τάδε τινὰ τοῖσδε γεγονέναι ἢ συμβήσεσθαι μὴ δια-κρίνῃ ὅτι οὐ πάντως ὁ διδάσκων περί τινος ὡς γενομένου ἢ ἐσομένου αἴτιός ἐστι τοῦ τὸ πρᾶγμα τοιόνδε τι τυγχάνειν, οἰήσεται τὸν παραστήσαντα περὶ τοῦ τάδε τινὰ γεγονέναι ἢ τάδε τινὰ ἔσεσθαι πεποιηκέναι ἢ ποιήσειν τὰ περὶ ὧν διδάσκει, οἰήσεται δὲ δηλονότι ἐσφαλμένως. ὡς εἴ τις ἐντυχὼν προ-φητικῇ βίβλῳ προδηλούσῃ τὰ περὶ Ἰούδαν τὸν προδότην νομίσαι, μαθὼν τὸ ἐσόμενον ὁρῶν αὐτὸ ἀποτελούμενον, τὴν βίβλον αἰτίαν εἶναι τοῦ τόδε τι γεγονέ-ναι ὕστερον, ἐπεὶ ἀπὸ τῆς βίβλου μεμάθηκε τὸ ὑπὸ τοῦ Ἰούδα πραχθησόμενον· ἢ πάλιν μὴ τὴν βίβλον ὑπολάβοι εἶναι αἰτίαν, ἀλλὰ τὸν πρῶτον γράψαντα αὐτὴν ἢ τὸν ἐνεργήσαντα φέρε εἰπεῖν τὸν θεόν. ὥσπερ δὲ ἐπὶ τῶν περὶ τοῦ Ἰούδα προφητευομένων αὐταὶ αἱ λέξεις ἐξεταζόμεναι ἐμφαίνουσι τὸν θεὸν ποιητὴν μὴ γεγονέναι τῆς τοῦ Ἰούδα προδοσίας, ἀλλὰ μόνον δεδηλωκέναι προεγνωκότα τὰ ἀπὸ τῆς τούτου κακίας πραχθησόμενα παρὰ τὴν αὐτοῦ αἰτίαν, οὕτως εἴ τις ἐμβαθύναι τῷ λόγῳ τοῦ προειδέναι τὰ πάντα τὸν θεὸν καὶ τοῖς ἐν οἷς οἷον ἐνετύπωσε τῆς ἑαυτοῦ προγνώσεως τοὺς λόγους, κατανοήσαι ἂν ὅτι οὔτε ὁ προγνοὺς πάντως αἴτιος τῶν προεγνωσμένων οὔτε τὰ τοὺς τύπους τῶν λόγων τῆς προγνώσεως τοῦ προεγνωκότος δεξάμενα. Ὅτι μὲν οὖν ἕκαστον τῶν ἐσομένων πρὸ πολλοῦ οἶδεν ὁ θεὸς γενησόμενον, καὶ χωρὶς μὲν γραφῆς αὐτόθεν ἐκ τῆς ἐννοίας τῆς περὶ θεοῦ δῆλον τῷ συνιέντι
μερῶν, καὶ τὴν τυχούσαν τοῦ τραχήλου περιστροφήν, καὶ τὴν τοῦ δακτύλου ἔκτασιν, καὶ τὸ ἐπᾶραι τὰ βλέφαρα, καὶ τὸν καθεζόμενον στῆσαι, καὶ τὸν κινού- μενον ἠρεμῆσαι, καὶ τὸν λαλοῦντα σιγῆσαι, καὶ ἐπὶ μυρίων εὕροι τις ἂν δύναμίν τινα ἐνυπάρχουσαν τῶν ἐναντίων δεκτικὴν, ἃ οὐκ ἂν γένοιτο ἐξ εἱμαρμένης· τὰ γὰρ ἐξ αὐτῆς οὐ δέχεται τοῦ ἐν ᾧ ἐστι τὸ ἐναν τίον. ᾿Αλλὰ καὶ τὸ βουλεύεσθαι τὸν ἄνθρωπον οὐκ εἰς μάτην αὐτῷ ὑπάρχει· ἦν δ᾽ ἂν εἰς μάτην βουλευτικός, εἰ ἐξ ἀνάγκης ἔπραττε τὰ πραττόμενα. Αλλ' έναρ γῶς φαίνεται τῶν ἄλλων ζώων ὁ ἄνθρωπος μόνος τοῦτο παρὰ τῆς φύσεως ἔχων πλέον, τὸ μὴ ὁμοίως ἐκείνοις ταῖς φαντασίαις ἕπεσθαι, ἀλλ᾽ ἔχειν τῶν προσπιπτόντων κριτὴν τὸν λόγον· ᾧ χρώμενος, εἰ μὲν ἐξεταζόμενα τὰ φαντασθέντα, οἷα τὴν ἀρχὴν ἐφάνη, καὶ ἔστι, συγκατατίθεται τῇ φαντασίᾳ, καὶ οὕτω μέτ εἰσιν αὐτά· εἰ δὲ ἀλλοῖα φαίνεται, οὐκ ἔτι ἔμεινεν ἐπὶ τῆς προλήψεως, ἐλέγξαντος αὐτὰ τοῦ λόγου, διὰ τὸ συμβουλεύσασθαι περὶ αὐτῶν. Βουλευόμεθα γοῦν περὶ μόνων, ὧν δυνάμεθα πράττειν· εἰ δέ ποτε μὴ βουλευσάμενοι πράττοιμεν, πολλάκις μετανοοῦμεν, καὶ μεμφόμεθα ἑαυτοῖς τῆς ἀβουλίας. ᾿Αλλὰ κἂν ἄλο λους ἴδωμεν ἀβούλως πράττοντας, ἐγκαλοῦμεν ὡς ἁμαρτήσαντας, ἀξιοῦμέν τε συμβούλοις τοῖσδε χρῆ σθαι, ὡς ἐφ' ἡμῖν ὄντων τῶν τοιούτων. Οτι δὲ ψευ δὴς ἦν αὐτῶν ὁ περὶ εἱμαρμένης λόγος, ἱκανὸν μαρ τύριον τὸ μηδ' αὐτοὺς τοὺς προστάτας αὐτοῦ δύνα- σθαι πείθεσθαι τοῖς ὑπ' αὐτῶν λεγομένοις. Καὶ γὰρ καὶ προτρέπειν καὶ διδάσκειν ἐπαγγέλλονται, καὶ μαν θάνειν, καὶ παιδεύεσθαι συμβουλεύουσιν, ἐπιτιμῶσί τε καὶ ἐπιπλήττουσι τοῖς οὐ τὰ προσήκοντα ὁρῶσιν, ὡς κατά προαίρεσιν ἰδίαν ἁμαρτάνουσιν. ᾿Αλλὰ καὶ συγ- γράμματα πλεῖστα καταλείπουσι, δι' ὧν ἀξιοῦσι παι- δεύεσθαι τοὺς νέους. Ἐπαύσαντο δ᾽ ἂν τῆς ἐν τοῖς λόγοις φιλοτιμίας εἰ προσέσχον, ὅτι καὶ συγγνώμης ἀξιοῦσι τοὺς ἀκουσίως ἁμαρτάνοντας, τοὺς δὲ ἑκουσίω, πλημμελούντας κολάσεως ἀξίους εἶναί φασιν, ὡς ἐπ' αὐτ ταῖς δηλονότι τοῦ τε ἁμαρτάνειν καὶ τοῦ μὴ κειμένου. Ὅπε καὶ κατ᾿ αὐτοὺς ἀναιρεῖσθαι τὴν ἐξ εἰμαρμένης ἀνάγκην, συνίστασθαι δὲ κατὰ φύσιν ἡμῖν ὑπάρχειν τὸ αὐτεξούσιον· μετὰ τοῦ πλεῖστα εἶναι καὶ τὰ μὴ ἐφ' ἡμῖν, ὥσπερ τὰ κατὰ φύσιν, καὶ τὰ ἐκ τύχης, ἕτερα ὄντα καὶ αὐτὰ παρὰ τὸν τῆς εἰμαρμένης λόγον, καθὼς προδέδεικται. Τούτων ἡμῖν ἀπὸ πλείστων ἐπιτετμη- μένων, τῷ πολὺν εἶναι τὸν περὶ τοῦ αὐτεξουσίου λό- γον ἐν τοῖς καθ' ἡμᾶς δόγμασιν· ᾧ καὶ τῶν φιλοσό φων συνέδραμον αἱ παρατεθεῖσαι φωναί, τοῖς μὲν καθ᾿ ἡμᾶς θείοις γράμμασιν ἐπιμαρτυροῦσαι, τὰς δὲ περὶ εἱμαρμένης, οὐ μόνον τῶν πολλῶν ἀνθρώπων, ἀλλὰ καὶ τῶν χρησμῳδῶν τῶν θαυμαστῶν θεῶν τὰς δόξας ψευδεῖς οὖσας ἀπελέγχουσαι· καὶ τῶν μὲν πρὸς τους γενναίους χρησμούς κυνικώτερον ἀποτεθέντων, τῶν δὲ πρὸς τοὺς θαυμαστούς φιλοσόφους παρὰ τῶν αὐτοῖς γνωρίμων ἀντειρημένων· ὥρα καὶ τῶν ἐξ ἀστρολογίας πρὸς τοὺς Χαλδαίζοντας τῶν τὴν και κότεχνον ταύτην γοητείαν ὡς ἐν μέρει μαθήματος ἐπαγγελλομένων τοὺς λόγους ἐπισκέψασθαι παραθή- σομαι δέ σοι καὶ τῶνδε τὰς ἀποδείξεις ἐξ ἀνδρὸς Σύν ρον μὲν τὸ γένος, ἐπ' ἄκρον δὲ τῆς Χαλδαϊκῆς ἐπι- αναιτιολό γητα, PREPAR. EVANG. LIB. VI. A bus tenebatur, manibus aufugisset, in fuga ipsa cur- D de rebus tantum iis, quæ fieri a nobis possunt, con- suque contingeret, ut in suos ipse dominos incide- ret. Quare nemo ista fato jure tribuerit. Porro certa rerum quarumdam principia sunt humanæ ra- tioni prorsus obscura, quæ quod earum causa igno- retur, antipathia quadam evenire creduntur. Cujus- modi ea sunt quæ amuletis quibusdam fieri invete- rata opinio est, cum idonea similisque vero causa vis illorum effectricis assignari nulla possit. Tales quoque sunt cantiones, cæteræque id genus præsti- giæ. Nam istorum omnium ignotas esse causas nemo non fatetur, eademque propterea hoc est, ejusmodi quorum explicari causa non possit, vulgo dicuntur. Ad hæc pleraque sta- tuit utramque in partem promiscue contingentia, B quæ, prout res tulerit, eveniant, quæ fati quoque necessitati subducenda putat omnia. Ea porro in utramque partem contingentia vocantur, quæ tam non fieri possunt, quam fieri, quemadmodum ex eo, quod additur, prout res tulerit, intelligitur. Exem- pli causa partem corporis aliquam movere, cervi- ces temere huc illucve convertere, digitum exten- dere, tollere supercilia, stare cum ante sederes, aut cum prius movereris, quiescere, aut tacere, cum ante loquereris : aliaque sexcenta : quibus in omni- bus cum vim quamdam agnoscas contrariis susci- piendis idoneam, tum vero fati nullam invenias ; quod quæ fato fiunt, id suscipere, in quo simul etiam contrario locus est, nullo modo possint. Jam vero deliberandi certe consulendique facultate præ- ditus homno frustra non est, essetque tamen, si quid- quid agil, ageret necessitate. Enimvero uni hoc, quod oculis ipsis tenetur, homini præ cæteris animantibus eximium ac singulare natura donavit, uti non quomodo illis usu venit, oblatas sensibus impulsiones consequatur, sed in iis, quæ subinde contingunt, rationis judicium adhibere possit. Quo dum ipse utitur, si quæ sensu et cogitatione perce pit, eadem excussa diligentius, cujusmodi visa erant, ejusmodi re ipsa esse comperial, in phanta- siæ judicio acquiescit, eaque persequitur. Sin ea- dem aliter se habere intelligat, non hæret in præ- cepta cogitatione diutius, quod eorum falsitatem ratio adhibita consultatione deprehenderit. Atqui C sultationem instituimus; quas si quando neglecta deliberatione fecerimus, pœnitentia sæpe ducti te- meritatis ipsi nos ac stultitiæ accusamus. Imo, si alios quoque nullo ad res agendas consilio accedero videamus, eos, quasi peccarint, reprehendere sole- mus, hosque aut illos consulere volumus, quippe qui res illas nostra in potestate sitas esse sentia- mus. Cæterum quam vana sit eorum de fato sen- tentia, vel ex eo manifeste quivis intelligat, quod ne ipsi quidem ejus assertores decretis placitisque suis obtemperare possint. Nam et hortatores se docto- resque profitentur, aliisque auctores sunt, ut disci- plina crudiri sesė informarique patiantur, adeoque graviter eos ac vehementer increpant, qui officio
PG 21:471ἀξίωμα δυνάμεως νοῦ θεοῦ. εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν γραφῶν τοῦτο παρα-στῆσαι, πλήρεις μέν εἰσιν αἱ προφητεῖαι τοιούτων παραδειγμάτων καὶ τὰ κατὰ τὴν Σωσάνναν δὲ τοῦ θεοῦ γινώσκοντος τὰ πάντα πρὶν γενέσεως αὐ-τῶν, οὕτω λέγουσαν· Ὁ θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν οὗτοι.3 σαφέστατα δὲ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν καὶ ὄνομα βασιλεύ[ς]ον-τος καὶ πράξεις ἀνεγράφησαν πρὸ πλειόνων ἐτῶν τοῦ γενέσθαι προφητευό-μενα οὕτως· Καὶ ἐποίησεν Ἱεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ, ἐν τῇ πέμπτῃ καὶ δεκάτῃ ἡμέρᾳ τοῦ μηνός, κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα. καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθήλ, ὃ ἐποίησεν ἐν ταῖς δαμάλεσιν αἷς ἐποίησεν. εἶτα μετ’ ὀλίγα· Καὶ ἰδοὺ ἄνθρωπος τοῦ θεοῦ ἐξ Ἰούδα παρεγένετο ἐν λόγῳ κυρίου ἐν Βαιθήλ, καὶ Ἱεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον αὐτοῦ ἐπι-θῦσαι· καὶ ἐπεκάλεσεν ἐπὶ τὸ θυσιαστήριον ἐν λόγῳ κυρίου καὶ εἶπε· Θυσιαστή-ριον, θυσιαστήριον, τάδε λέγει κύριος· Ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαβίδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόν-των ἐπὶ σὲ καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ. καὶ ἔδωκεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας, λέγων· Τοῦτο τὸ τέρας ὃ ἐλάλησε κύριος λέγων· Ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ’ αὐτῷ.3 καὶ μετ’ ὀλίγα δηλοῦται ὅτι καὶ τὸ θυσιαστήριον ἐρράγη καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος ἐν λόγῳ κυρίου. καὶ ἐν τῷ Ἡσαί̈ᾳ, γενομένῳ πρὸ πολλοῦ τῆς αἰχμαλωσίας τῆς εἰς Βαβυλῶνα, μεθ’ ἣν αἰχμα-λωσίαν ὕστερόν ποτε γίνεται Κῦρος ὁ Περσῶν βασιλεὺς συνεργήσας τῇ οἰκο-δομῇ τοῦ ναοῦ, γενομένῃ κατὰ τοὺς χρόνους Ἔσδρα, ταῦτα περὶ Κύρου ὀνομαστὶ προφητεύεται· Οὕτω λέγει κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας καὶ πόλεις οὐ συγκλει-σθήσονται. ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω· καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ κύριος ὁ θεός, ὁ καλῶν τὸ ὄνομά σου, θεὸς Ἰσραήλ. ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου ἐγὼ καλέσω σε τῷ ὀνόματί μου καὶ προσδέξομαί σε.3 σαφῶς γὰρ καὶ ἐκ τούτων δεδήλωται ὅτι διὰ τὸν λαὸν ὃν εὐηργέτησεν ὁ Κῦρος, ὁ θεὸς μὴ γινώσκοντι αὐτῷ τὴν καθ’ Ἑβραίους θεοσέβειαν ἐδωρήσατο ἐθνῶν πλειόνων ἄρξαι. καὶ ἔστι ταῦτα μαθεῖν καὶ ἀπὸ Ἑλλήνων τῶν ἀναγραψάν-των τὰ περὶ τὸν προφητευθέντα Κῦρον. ἔτι δὲ καὶ ἐν τῷ Δανιήλ, Βαβυ-λωνίων βασιλευόντων τότε, τῷ Ναβουχοδονόσορ δείκνυνται αἱ ἐσόμεναι βασιλεῖαι μετ’ αὐτόν. δείκνυνται δὲ διὰ τῆς εἰκόνος, χρυσίου μὲν τῆς Βαβυλωνίων ἀρχῆς ὀνομαζομένης, ἀργυρίου δὲ τῆς Περσῶν, χαλκοῦ δὲ τῆς Μακεδόνων, σιδήρου δὲ τῆς Ῥωμαίων. καὶ πάλιν ἐν τῷ αὐτῷ προφήτῃ τὰ περὶ Δα-ρεῖον καὶ Ἀλέξανδρον καὶ τοὺς τέσσαρας διαδόχους Ἀλεξάνδρου τοῦ Μακε-δόνων βασιλέως καὶ Πτολεμαῖον τὸν τῆς Αἰγύπτου ἄρξαντα, τὸν ἐπικαλού-μενον Λαγών, οὕτως προφητεύεται· Καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς. καὶ τῷ τράγῳ κέρας ἀνὰ μέσον τῶν ὀφθαλ-μῶν. καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον ἑστῶτος ἐνώ-πιον τοῦ Οὐβάλ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐνώπιον τῆς ἰσχύος αὐτοῦ. καὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ καὶ ἐξηγριώθη πρὸς αὐτὸν καὶ ἔπαισε τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ στῆναι ἐνώπιον αὐτοῦ καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτὸν καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα. καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη ἕτερα κέρατα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ, καὶ ἐκ τοῦ ἑνὸς ἐξῆλθε κέρας ἓν ἰσχυρὸν καὶ ἐμεγαλύνθη περις-σῶς πρὸς τὸν νότον καὶ τὴν δύσιν.3 τί δὲ δεῖ λέγειν τὰς περὶ Χριστοῦ προφητείας, οἷον τόπον γενέσεως αὐτοῦ Βηθλεὲμ καὶ τόπον ἀνατροφῆς αὐτοῦ Ναζαρᾶ καὶ τὴν εἰς Αἴγυπτον ἀναχώρησιν καὶ τεράστια ἃ ἐποίησε, καὶ τίνα τρόπον ὑπὸ Ἰούδα τοῦ εἰς ἀποστολὴν κεκλημένου προεδόθη; πάντα γὰρ ταῦτα σημεῖά ἐστι τῆς τοῦ θεοῦ προγνώσεως. ἀλλὰ καὶ αὐτὸς ὁ σωτήρ· Ὅταν, φησίν, ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, τότε γνώσεσθε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.3 προεῖπε γὰρ τὸ ὕστερον συμβε-βηκὸς τὸ τέλος τῆς κατασκαφῆς Ἱερουσαλήμ. Ἀποδεδειγμένου τοίνυν ἡμῖν περὶ τοῦ προγνώστην εἶναι τὸν θεὸν οὐκ ἀκαίρως, ἵνα διηγησώμεθα πῶς οἱ ἀστέρες γίνονται εἰς σημεῖα, νοητέον τοὺς ἀστέρας οὕτως τετάχθαι κινεῖσθαι, ἐναντιοφορούντων τῶν καλουμένων πλανω-μένων τοῖς ἀπλανέσιν, ἵνα σημεῖα ἀπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων πάν-των τῶν περὶ ἕκαστον γινομένων καὶ τῶν καθόλου λαμβάνοντες γινώσκωσιν, οὐχὶ οἱ ἄνθρωποι (πολλῷ γὰρ μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ δύνασθαι κατὰ ἀλήθειαν ἐκλαμβάνειν ἀπὸ τῆς κινήσεως τῶν ἀστέρων τὰ περὶ ἑκάστου τῶν ὅ τί ποτε οὖν ἐνεργούντων ἢ πασχόντων), ἀλλ’ αἱ δυνάμεις, ἃς ἀναγκαῖον διὰ πολλὰ ταῦτα γινώσκειν, ὡς κατὰ δύναμιν ἐν τοῖς ἑξῆς δείξομεν. συνέντες δὲ οἱ ἄνθρωποι ἔκ τινων τηρήσεων ἢ καὶ ἐκ διδασκαλίας ἀγγέλων τὴν ἰδίαν τάξιν παραβεβηκότων καὶ ἐπὶ τῇ τοῦ γένους ἡμῶν ἐπιτριβῇ διδαξάντων περὶ τούτων τινά, ᾠήθησαν τοὺς ἀφ’ ὧν τὰ σημεῖα οἴονται λαμβάνειν αἰτίους ὑπάρχειν τούτων, ἃ σημαίνειν ὁ λόγος φησί· περὶ ὧν καὶ αὐτῶν ὡς ἐν ἐπι-τομῇ κατὰ δύναμιν ἐπιμελέστερον εὐθέως διαληψόμεθα. προκείσεται τοίνυν ταῦτα τὰ προβλήματα· Πῶς, προγνώστου ὄντος ἐξ αἰῶνος τοῦ θεοῦ περὶ τῶν ὑφ’ ἑκάστου πράττεσθαι νομιζομένων, τὸ ἐφ’ ἡμῖν σῴζεται· καὶ τίνα τρόπον οἱ ἀστέρες οὐκ εἰσὶ ποιητικοὶ τῶν ἐν ἀνθρώποις, σημαντικοὶ δὲ μόνον· καὶ ὅτι ἄνθρωποι τὴν περὶ τούτων γνῶσιν ἀκριβῶς ἔχειν οὐ δύνανται, ἀλλὰ δυνάμεσιν ἀνθρώπων κρείττοσι τὰ σημεῖα ἔκκειται· τίς γὰρ ἡ αἰτία τοῦ τὰ σημεῖα τὸν θεὸν πεποιηκέναι εἰς γνῶσιν τῶν δυνάμεων, τέταρτον ἐξετασθήσεται. καὶ τοίνυν ἴδωμεν τὸ πρῶτον, ὅπερ εὐλαβηθέντες πολλοί τινες τῶν Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα καὶ τὸ ἐφ’ ἡμῖν μηδαμῶς σῴζεσθαι εἰ ὁ θεὸς προγινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀναδέξασθαι μᾶλλον ἢ προσέσθαι τὸ (ὥς φασιν ἐκεῖνοι) ἔνδοξον μὲν περὶ θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφ’ ἡμῖν καὶ διὰ τοῦτο ἔπαινον καὶ ψόγον καὶ τὸ τῶν ἀρετῶν ἀποδεκτὸν τῶν τε κακιῶν ψεκτόν. καί φασιν· εἰ ἐξ αἰῶνος ἔγνω ὁ θεὸς τόνδε τινὰ ἀδική-σειν καὶ τάδε ποιήσειν τὰ ἀδικήματα, ἀψευδὴς δὲ ἡ γνῶσις τοῦ θεοῦ, καὶ πάντως ἔσται ἄδικος ποιήσων τάδε τὰ ἀδικήματα ὁ τοιοῦτος εἶναι προεωραμένος καὶ ἀμήχανον μὴ ἀδικήσειν αὐτόν, κατηνάγκασται τὸ ἀδικήσειν αὐτὸν καὶ ἀδύνατον ἔσται ἄλλο τι πρᾶξαι αὐτὸν ἢ ὅπερ ἔγνω ὁ θεός. εἰ δὲ ἀδύνα-τον ἄλλο τι πρᾶξαι αὐτόν, οὐδεὶς δὲ ἀδύνατον μὴ ποιήσας ψεκτός ἐστι, μάτην αἰτιώμεθα τοὺς ἀδίκους. ἀπὸ δὲ τοῦ ἀδίκου καὶ τῶν ἀδικημάτων ἐπέρ-
PG 21:477χονται καὶ ἐπὶ τὰ ἄλλα ἁμαρτήματα, εἶτα ἐκ τοῦ ἐναντίου καὶ τὰ νομιζόμενα κατορθώματα· καί φασιν ἀκολουθεῖν τῷ τὸν θεὸν τὰ μέλλοντα προεγνωκέναι τὸ μὴ δύνασθαι τὸ ἐφ’ ἡμῖν σῴζεσθαι. πρὸς οὓς λεκτέον ὅτι ἐπιβάλλων ὁ θεὸς τῇ ἀρχῇ τῆς κοσμοποιίας, οὐδενὸς ἀναιτίως γινομένου, ἐπιπορεύεται τῷ νῷ ἕκαστον τῶν ἐσομένων ὁρῶν ὅτι ἐπεὶ τόδε γέγονε, τόδε ἕπεται, ἐὰν δὲ γένηται τόδε, τὸ ἑπόμενον τόδε ἀκολουθεῖ, οὗ ὑποστάντος τόδε ἔσται· καὶ οὕτως μέχρι τέλους τῶν πραγμάτων ἐπιπορευθεὶς οἶδεν ἃ ἔσται, οὐ πάντως ἑκάστῳ τῶν γινωσκομένων αἴτιος τοῦ αὐτὸ συμβῆναι τυγχάνων. ὥσπερ γὰρ εἴ τις ὁρῶν τινα διὰ μὲν ἀμαθίαν προπετῆ, διὰ δὲ τὴν προπέτειαν ἀλογίστως ἐπιβαίνοντα ὁδοῦ ὀλισθηρᾶς εἰ καταλάβοι πεσεῖσθαι ὀλισθήσαντα, οὐχὶ αἴτιος τοῦ ὀλίσθου ἐκείνῳ γίνεται, οὕτω νοητέον τὸν θεὸν προεωρακότα ὁποῖος ἔσται ἕκαστος καὶ τὰς αἰτίας τοῦ τοιοῦτον αὐτὸν ἔσεσθαι καθορᾶν καὶ ὅτι ἁμαρτήσεται τάδε ἢ κατορθώσει τάδε. καὶ εἰ χρὴ λέγειν, οὐ τὴν πρόγνωσιν αἰτίαν τῶν γινομένων (οὐ γὰρ ἐφάπτεται τοῦ προεγνωσμένου ἁμαρτησομένου ὁ θεός, ὅταν ἁμαρτάνῃ), ἀλλὰ παραδοξότερον μέν, ἀληθὲς δὲ ἐροῦμεν, τὸ ἐσό-μενον αἴτιον τοῦ τοιάνδε εἶναι τὴν περὶ αὐτοῦ πρόγνωσιν. οὐ γὰρ ἐπεὶ ἔγνωσται γίνεται, ἀλλ’ ἐπεὶ γίνεσθαι ἔμελλεν ἔγνωσται. διαστολῆς δὲ δεῖται. εἰ μὲν γὰρ τὸ πάντως ἔσται οὕτως τις ἑρμηνεύει, ὡς ἀνάγκην εἶναι γενέσθαι τὸ προεγνωσμένον, οὐ διδόαμεν αὐτῷ· οὐ γὰρ ἐροῦμεν, ἐπεὶ προέγνωσται Ἰούδαν προδότην γενέσθαι, ὅτι πᾶσα ἀνάγκη ἦν Ἰούδαν προδότην γενέσθαι. ἐν γοῦν ταῖς περὶ τοῦ Ἰούδα προφητείαις μέμψεις καὶ κατηγορίαι τοῦ Ἰούδα ἀναγεγραμμέναι εἰσί, παντί τῳ παριστᾶσαι τὸ ψεκτὸν αὐτοῦ. οὐκ ἂν δὲ ψόγος αὐτῷ προσήπτετο, εἰ ἐπάναγκες προδότης ἦν καὶ μὴ ἐνεδέχετο αὐτὸν ὅμοιον τοῖς λοιποῖς ἀποστόλοις γενέσθαι. ὅρα δὲ εἰ μὴ ταῦτα δηλοῦται δι’ ὧν παρα-θησόμεθα ῥητῶν οὕτως ἐχόντων· Μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ, ἀνθ’ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος· καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι· καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ’ αὐτοῦ.3 Εἰ δέ τις διηγήσεται τὸ πάντως ἔσται κατὰ τὸ σημαίνειν αὐτὸ λέγων ὅτι ἔσται μὲν τάδε τινά, ἐνεδέχετο δὲ καὶ ἑτέρως γενέσθαι, τοῦτο ὡς ἀληθὲς συγχωροῦμεν. τὸν μὲν γὰρ θεὸν οὐκ ἐνδέχεται ψεύσασθαι, ἐνδέχεται δὲ περὶ τῶν ἐνδεχομένων γενέσθαι καὶ μὴ γενέσθαι φρονῆσαι τὸ γενέσθαι αὐτὰ καὶ τὸ μὴ γενέσθαι. σαφέστερον δὲ τοῦτο ἐροῦμεν οὕτως· εἰ ἐνδέχεται Ἰού-δαν εἶναι ἀπόστολον ὁμοίως Πέτρῳ, ἐνδέχεται τὸν θεὸν νοῆσαι περὶ τοῦ Ἰούδα ὅτι μενεῖ ἀπόστολος ὁμοίως Πέτρῳ· εἰ ἐνδέχεται Ἰούδαν προδότην γενέσθαι, ἐνδέχεται τὸν θεὸν φρονῆσαι περὶ αὐτοῦ ὅτι προδότης ἔσται. εἰ δὲ προδότης ἔσται Ἰούδας, ὁ θεὸς τῇ προγνώσει αὐτοῦ τῶν προειρημένων ἐνδεχομένων δύο, ἐνδεχομένου τοῦ εἶναι ἑνὶ αὐτῶν, τὸ ἀληθὲς προγινώσκων προγνώσεται τὸν Ἰούδαν προδότην γενέσθαι· τὸ δὲ περὶ οὗ ἡ γνῶσις ἐνδέχεται καὶ ἑτέρως γενέσθαι· καὶ λέγοι ἂν ἡ γνῶσις τοῦ θεοῦ ὅτι ἐνδέχεται μὲν τόνδε τόδε ποιῆ-σαι, ἀλλὰ καὶ τὸ ἐναντίον· ἐνδεχομένων δὲ ἀμφοτέρων οἶδα ὅτι τάδε ποιήσει. οὐ γὰρ ὥσπερ (ὁ θεὸς εἴποι ἄν) οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν ἄνθρωπον πτῆναι, οὕτω χρησμὸν φέρε εἰπεῖν περί τινος διδοὺς ἐρεῖ ὅτι οὐκ ἐνδέχεται τόνδε σω-φρονῆσαι· δύναμις μὲν γὰρ πάντη οὐκ ἔστι τοῦ πτῆναι οὐδαμῶς ἐν τῷ ἀνθρώπῳ, δύναμις δέ ἐστι τοῦ σωφρονῆσαι καὶ τοῦ ἀκολαστῆσαι. ὧν ἀμφοτέρων δυνά-μεων ὑπαρχουσῶν, ὁ μὴ προσέχων λόγοις ἐπιστρεπτικοῖς καὶ παιδευτικοῖς ἑαυτὸν ἐπιδίδωσι τῇ χειρίστῃ· κρείττονι δὲ ὁ ζητήσας τὸ ἀληθὲς καὶ βιῶσαι βεβουλημένος κατ’ αὐτό. οὐ ζητεῖ δὲ ὅδε μὲν τἀληθῆ, ἐπεὶ ἐπιρρέπει ἐπὶ τὴν ἡδονήν· ὅδε δὲ ἐξετάζει περὶ αὐτῶν, αἱρεθεὶς ὑπὸ τῶν κοινῶν ἐννοιῶν καὶ λόγου προτρεπτικοῦ. πάλιν δ’ αὖ ὅδε μὲν αἱρεῖται τὴν ἡδονήν, οὐχὶ οὐ δυνά-μενος ἀντιβλέπειν αὐτῇ, ἀλλ’ οὐκ ἀγωνιζόμενος· ὅδε δὲ καταφρονεῖ αὐτῆς, τὸ ἄσχημον ὁρῶν τὸ ἐν αὐτῇ πολλάκις τυγχάνον. ὅτι μέντοι γε ἡ πρόγνωσις τοῦ θεοῦ οὐκ ἀνάγκην ἐπιτίθησι τοῖς περὶ ὧν κατείληφε, πρὸς τοῖς εἰρη-μένοις καὶ τοῦτο λελέξεται, ὅτι πολλαχοῦ τῶν γραφῶν ὁ θεὸς κελεύει τοὺς προφήτας κηρύσσειν μετάνοιαν, οὐ προσποιησάμενος τὸ ἐγνωκέναι πότερον οἱ ἀκούσαντες ἐπιστρέψουσιν ἢ τοῖς ἁμαρτήμασιν ἑαυτῶν ἐμμενοῦσιν· ὥσπερ ἐν τῷ Ἱερεμίᾳ λέγεται· Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν.3 οὐ γὰρ ἀγνοῶν ὁ θεὸς πότερον ἀκούσουσιν ἢ οὔ, φησίν· Ἴσως ἀκούσονται καὶ μετα-νοήσουσιν, ἀλλ’ οἱονεὶ τὸ ἰσοστάσιον τῶν δυναμένων γενέσθαι δεικνὺς ἐκ τῶν λεγομένων, ἵνα μὴ προκατηγγελμένη ἡ πρόγνωσις αὐτοῦ προκαταπε-σεῖν ποιήσῃ τοὺς ἀκούοντας, δόξαν ἀνάγκης παριστᾶσα ὡς οὐκ ὄντος ἐπ’ αὐτοῖς τοῦ ἐπιστρέψαι, καὶ οἱονεὶ καὶ αὕτη αἰτία γένηται τῶν ἁμαρτημάτων· ἢ πάλιν τοῖς ἐκ τοῦ ἀγνοεῖν τὸ προεγνωσμένον καλὸν δυναμένοις ἐν τῷ ἀγωνί-σασθαι καὶ ἀντιτείνειν πρὸς τὴν κακίαν ἐν ἀρετῇ βιῶσαι αἰτία γένηται ἡ πρόγνωσις ἐκλύσεως, οὐκέτι εὐτόνως ἱσταμένοις κατὰ τῆς ἁμαρτίας, ὡς πάντως ἐσομένου τοῦ προειρημένου· καὶ οὕτως γὰρ οἷον ἐμπόδιον γένοιτ’ ἂν ἡ πρόγνωσις τοῦ ἐσομένου καλοῦ. πάντα γοῦν χρησίμως ὁ θεὸς τὰ κατὰ τὸν κόσμον οἰκονομῶν εὐλόγως ἡμᾶς καὶ πρὸς τὰ μέλλοντα ἐτύφλωσεν. ἡ γὰρ γνῶσις αὐτῶν ἀνῆκε μὲν ἡμᾶς ἀπὸ τοῦ ἀθλεῖν κατὰ τῆς κακίας, ἐπέτριψε δ’ ἄν, δόξασα κατειλῆφθαι, πρὸς τὸ μὴ ἀντιπαλαίσαντας ἡμᾶς τῇ ἁμαρτίᾳ τάχιον αὐτῇ ὑποχειρίους γενέσθαι. ἅμα δὲ καὶ μαχόμενον ἐγίνετο τῷ καλὸν καὶ ἀγαθὸν γενέσθαι τινὰ τὸ τὴν πρόγνωσιν ἐληλυθέναι εἰς τόνδε τινά, ὅτι πάντως ἔσται ἀγαθός. πρὸς οἷς ἔχομεν γάρ, καὶ σφοδρότητος καὶ τάσεως πλείονος χρεία πρὸς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι· προκαταληφθεῖσα δὲ ἡ γνῶσις τοῦ πάντως καλὸν καὶ ἀγαθὸν ἔσεσθαι ὑπεκλύει τὴν ἄσκησιν. διό-περ συμφερόντως οὐκ ἴσμεν οὔτε εἰ ἀγαθοὶ οὔτε εἰ πονηροὶ ἐσόμεθα. Ἐπεὶ δὲ εἰρήκαμεν ὅτι ἀπετύφλωσεν ἡμᾶς πρὸς τὰ μέλλοντα ὁ θεός, ζητούμενόν τι ῥητὸν ἀπὸ τῆς Ἐξόδου ὅρα εἰ δυνάμεθα οὕτως σαφηνίσαι· Τίς ἐποίησε δύσκωφον καὶ κωφόν, καὶ βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ κύριος ὁ θεός;3 ἵνα τὸν αὐτὸν τυφλὸν καὶ βλέποντα πεποιηκὼς ᾖ· βλέποντα μὲν πρὸς τὰ ἐνεστηκότα, τυφλὸν δὲ πρὸς τὰ μέλλοντα. τὸ γὰρ περὶ τοῦ δυσκώφου καὶ κωφοῦ οὐ τοῦ παρόντος καιροῦ διηγήσασθαι. ὅτι μέντοι γε πολλῶν τῶν ἐφ’ ἡμῖν αἴτια πλεῖστα τῶν οὐκ ἐφ’ ἡμῖν ἐστι, καὶ ἡμεῖς ὁμολογήσομεν· ὧν μὴ γενομένων, λέγω δὲ τῶν οὐκ ἐφ’ ἡμῖν, οὐκ ἂν τάδε τινὰ τῶν ἐφ’ ἡμῖν ἐπράττετο. πράττεται δὲ τάδε τινὰ τῶν ἐφ’ ἡμῖν ἀκόλουθα τοῖσδε τοῖς προγενομένοις οὐκ ἐφ’ ἡμῖν, ἐνδεχομένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προγενομένοις καὶ ἕτερα πρᾶξαι παρ’ ἃ πράττομεν. εἰ δέ τις ζητεῖ τὸ ἐφ’ ἡμῖν ἀπολελυ-μένον εἶναι τοῦ παντός, ὥστε μὴ διὰ τάδε τινὰ συμβεβηκότα ἡμῖν ἡμᾶς αἱρεῖσθαι τάδε, ἐπιλέλησται κόσμου μέρος ὢν καὶ ἐμπεριεχόμενος ἀνθρώπων κοινωνίᾳ καὶ τοῦ περιέχοντος. μετρίως μὲν οὖν ὡς ἐν ἐπιτομῇ οἶμαι ἀποδεδεῖχθαι τὸ τὴν πρόγνωσιν τοῦ θεοῦ μὴ εἶναι καταναγκαστικὴν τῶν προ-εγνωσμένων πάντως.
PG 21:479Φέρε δὲ ἀγωνισώμεθα καὶ περὶ τοῦ τοὺς ἀστέρας μηδαμῶς εἶναι ποιητι-κοὺς τῶν ἐν ἀνθρώποις, σημαντικοὺς δὲ μόνον. σαφὲς δὴ ὅτι εἰ ὅδε τις ὁ σχηματισμὸς τῶν ἀστέρων ποιητικὸς νομίζοιτο τῶνδέ τινων τῶν γινομένων περὶ τὸν ἄνθρωπον (ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον), οὐκ ἂν ὁ σήμερον φέρε εἰπεῖν γενόμενος σχηματισμὸς περὶ τόνδε δύναιτο νοεῖσθαι πεποιηκέναι τὰ παρεληλυθότα περὶ ἕτερον ἢ καὶ περὶ ἑτέρους· πᾶν γὰρ τὸ ποιοῦν πρεσβύτερον τοῦ πεποιημένου. ὅσον δὲ ἐπὶ τοῖς μαθήμασι τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων, πρεσβύτερα τοῦ σχηματισμοῦ προλέγεσθαι νομίζεται περὶ τοὺς ἀνθρώπους. ἐπαγγέλλονται γὰρ τόνδε τινὰ τόπον, τὴν ὥραν λαβόντες τοῦδε τοῦ ἀνθρώπου, καταλαμβάνειν πῶς ἕκαστος τῶν πλανωμένων κατὰ κάθετον ἢ τῆσδε τῆς μοίρας τοῦ ζῳδίου ἢ τῶν ἐν αὐτῷ λεπτῶν καὶ ποῖος ἀστὴρ τοῦ ζῳδιακοῦ κατὰ τοῦ ἀνατολικοῦ ἐτύγχανεν ὁρί-ζοντος ποῖός τε κατὰ τοῦ δυτικοῦ καὶ τίς κατὰ τοῦ μεσουρανήματος καὶ τίς κατὰ τοῦ ἀντιμεσουρανήματος. καὶ ἐπὰν θῶσι τοὺς ἀστέρας, οὓς νομί-ζουσιν ἑαυτοῖς ἐσχηματικέναι, κατὰ τὸν καιρὸν τῆς τοῦ δεῖνος γενέσεως ἐσχη-ματισμένους οὑτωσί, τῷ χρόνῳ τῆς ἀποτέξεως τοῦ περὶ οὗ σκοποῦσιν οὐ μόνον τὰ μέλλοντα ἐξετάζουσιν, ἀλλὰ καὶ τὰ παρεληλυθότα καὶ τὰ πρὸ τῆς γενέσεως καὶ τῆς σπορᾶς τοῦ περὶ οὗ ὁ λόγος γεγενημένα, περὶ πατρὸς ποτα-πὸς ὢν τυγχάνει, πλούσιος ἢ πένης, ὁλόκληρος τὸ σῶμα ἢ σεσινωμένος, τὸ ἦθος βελτίων ἢ χείρων, ἀκτήμων ἢ πολυκτήμων, τήνδε τὴν πρᾶξιν ἢ τήνδε ἔχων. τὰ δ’ αὐτὰ καὶ περὶ τῆς μητρὸς καὶ περὶ πρεσβυτέρων ἀδελφῶν, ἐὰν τύχωσιν ὄντες. ἔστω δὲ ἡμᾶς ἐπὶ τοῦ παρόντος προσίεσθαι αὐτοὺς καταλαμβά-νειν τὰ ἐν τόπῳ ἀληθῆ, περὶ οὗ καὶ αὐτοῦ ὕστερον δείξομεν ὅτι οὐχ οὕτως ἔχει. πευσώμεθα τοίνυν τῶν ὑπολαμβανόντων κατηναγκάσθαι ὑπὸ τῶν ἄστρων τὰ τῶν ἀνθρώπων πράγματα, τίνα τρόπον ὁ σήμερον σχηματισμὸς ὁ τοιόσδε δύναται πεποιηκέναι τὰ πρεσβύτερα. εἰ γὰρ τοῦτο ἀμήχανον, καθ’ ὃ δὴ [ὅτι] εὑρίσκεται τὸ περὶ τῶν πρεσβυτέρων τοῦ χρόνου ἀληθές, σαφὲς τὸ μὴ πεποιηκέναι τοὺς ἀστέρας οὑτωσὶ κινουμένους ἐν οὐρανῷ τὰ παρεληλυθότα καὶ γενόμενα πρὸ τοῦ οὕτως ἔχειν αὐτούς. εἰ δὲ τοῦτο, τάχα ὁ προσιέμενος ἀληθεύειν αὐτούς, ἐπιστήσας τοῖς περὶ τῶν μελλόντων λεγομένοις, ἐρεῖ ἀλη-θεύειν αὐτοὺς οὐ τῷ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ τῷ σημαίνειν μόνον. ἐὰν δέ τις φάσκῃ τὰ μὲν παρεληλυθότα μὴ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ ἄλλους μὲν σχηματισμοὺς τοὺς τῆς ἐκείνων γενέσεως αἰτίους γεγονέναι, τὸν δὲ νῦν σχηματισμὸν σεσημαγκέναι μόνον, τὰ μέντοι μέλλοντα δηλοῦσθαι ἀπὸ τοῦ ἐνεστηκότος σχηματισμοῦ τῆς τοῦ δεῖνος γενέσεως, παραστησάτω τὴν διαφο-ρὰν τοῦ ἀπὸ τῶν ἀστέρων δύνασθαι δεῖξαι ὅτι τάδε μὲν νενόηται ἀληθῆ ὡς ἀπὸ ποιούντων, τάδε δὲ ὡς ἀπὸ σημαινόντων μόνον. μὴ ἔχοντες δὲ δοῦ-ναι τὴν διαφοράν, εὐγνωμόνως συγκαταθήσονται μηδὲν τῶν κατὰ τοὺς ἀνθρώ-πους ἀπὸ τῶν ἀστέρων γίνεσθαι, ἀλλ’ ὡς προειρήκαμεν, εἰ ἄρα, σημαίνεσθαι· ὡς εἰ μὴ καὶ ἀπὸ τῶν ἀστέρων τις ἐλάμβανε τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, ἀλλ’ ἀπὸ τοῦ νοῦ τοῦ θεοῦ διά τινος λόγου προφητικοῦ. ὥσπερ γὰρ προ-απεδείξαμεν ὅτι οὐδὲν λυπεῖ τὸν περὶ τοῦ ἐφ’ ἡμῖν λόγον τὸ τὸν θεὸν εἰδέναι τὰ πραχθησόμενα ἑκάστῳ, οὕτως οὐδὲ τὰ σημεῖα, ἃ ἔταξεν ὁ θεὸς εἰς τὸ ση-μαίνειν, ἐμποδίζει τὸ ἐφ’ ἡμῖν, ἀλλὰ παραπλησίως βιβλίῳ περιέχοντι τὰ μέλ-λοντα προφητικῶς ὁ πᾶς οὐρανὸς δύναται, οἱονεὶ βίβλος ὢν θεοῦ, περιέχειν τὰ μέλλοντα. διόπερ ἐν τῇ προσευχῇ τοῦ Ἰωσὴφ δύναται οὕτω νοεῖσθαι τὸ λεγόμενον ὑπὸ τοῦ Ἰακώβ· Ἀνέγνων γὰρ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ ὅσα συμβήσεται ὑμῖν καὶ τοῖς υἱοῖς ὑμῶν.3 τάχα δὲ καὶ τὸ εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον τοὺς λόγους τοὺς περιεχομένους σημαντικοὺς τῶν ἐσομένων δηλοῖ ἀπαρτισθησομένους καὶ ἵν’ οὕτως εἴπω πληρωθησομένους, ὥσπερ λέγονται αἱ προφητεῖαι πεπληρῶσθαι τῷ ἐκβεβηκέναι. καὶ οὕτως ἔσται εἰς ση-μεῖα τὰ ἄστρα γεγονότα, κατὰ τὴν λέγουσαν φωνὴν ἔστωσαν εἰς σημεῖα. ὁ δὲ Ἱερεμίας ἐπιστρέφων ἡμᾶς πρὸς ἑαυτοὺς καὶ περιαιρῶν φόβον τὸν ἐπὶ τοῖς νομιζομένοις σημαίνεσθαι, τάχα δὲ καὶ ὑπολαμβανομένοις ἐκεῖθεν ἔρ-χεσθαί φησιν· Ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε.3 Ἴδωμεν καὶ δεύτερον ἐπιχείρημα, πῶς οὐ δύνανται οἱ ἀστέρες εἶναι ποιητι-κοί, ἀλλ’, εἰ ἄρα, σημαντικοί. ἀπὸ πλείστων γὰρ ὅσων γενέσεων ἔστι λαβεῖν τὰ περὶ ἑνὸς ἀνθρώπου (τοῦτο δὲ καθ’ ὑπόθεσιν λέγομεν, συγχωροῦντες τὸ ἐπι-στήμην αὐτῶν ἀναλαμβάνεσθαι ὑπ’ ἀνθρώπων δύνασθαι)· φέρε γὰρ εἰπεῖν περὶ τοῦ τόνδε πείσεσθαι τόδε καὶ τεθνήξεσθαι περιπεσόντα λῃσταῖς καὶ ἀναιρεθέντα φασὶ δύνασθαι λαμβάνειν ἀπό τε τῆς ἰδίας αὐτοῦ γενέσεως κἂν τύχῃ ἔχων ἀδελφοὺς πλείονας, ἀπὸ τῆς ἑκάστου αὐτῶν. περιέχειν γὰρ οἴονται τὴν ἑκάστου γένεσιν ἀδελφὸν ὑπὸ λῃστῶν τεθνηξόμενον, ὁμοίως καὶ τὴν τοῦ πατρὸς καὶ τὴν τῆς μητρὸς καὶ τὴν τῆς γαμετῆς καὶ τῶν υἱῶν αὐτοῦ καὶ τῶν οἰκετῶν καὶ τῶν φιλτάτων, τάχα δὲ καὶ αὐτῶν τῶν ἀναιρούντων. πῶς οὖν δυνατὸν τὸν τοσαύταις γενέσεσιν, ἵνα αὐτοῖς τοῦτο συγχωρηθῇ, ἐμπεριεχό-μενον γίνεσθαι ὑπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων τῆσδε μᾶλλον τῆς γενέ-σεως ἢ τῶνδε; ἀπίθανον γὰρ καὶ τὸ φάσκειν τὸν σχηματισμὸν τὸν ἐν τῇ ἰδίᾳ τοῦδέ τινος γενέσει ταῦτα πεποιηκέναι, τὸν δὲ ἐν τῇ τῶνδε γενέσει μὴ πεποιη-κέναι, ἀλλὰ σεσημαγκέναι μόνον. ἠλίθιον γὰρ τὸ εἰπεῖν ὅτι ἡ πάντων γένεσις περιεῖχε καθ’ ἕκαστον ποιητικὸν τοῦ τόνδε ἀναιρεθῆναι· ὥστε ἐν γενέσεσιν, καθ’ ὑπόθεσιν λέγω, πεντήκοντα περιέχεσθαι τὸ τόνδε τινὰ ἀναιρε-θῆναι. οὐκ οἶδ’ ὅπως δυνήσονται σῶσαι τὸ τῶν μὲν ἐν Ἰουδαίᾳ σχεδὸν πάν-των τοιόνδε εἶναι τὸν σχηματισμὸν ἐπὶ τῆς γενέσεως, ὡς ὀκταήμερον αὐτοὺς λαμβάνειν περιτομήν, ἀκρωτηριαζομένους καὶ ἑλκουμένους καὶ φλεγμονῇ περιπεσουμένους καὶ τραύμασι καὶ ἅμα τῇ εἰς τὸν βίον εἰσόδῳ ἰατρῶν δεο-μένους· τῶν δὲ ἐν Ἰσμαηλίταις τοῖς κατὰ τὴν Ἀραβίαν τοιόνδε ὡς πάντας περιτέμνεσθαι τρισκαιδεκαετεῖς. τοῦτο γὰρ ἱστόρηται περὶ αὐτῶν. καὶ πάλιν τῶνδέ τινων τῶν ἐν Αἰθίοψι τοῖσδε τὰς κόγχας τῶν γονάτων περιαιρεῖσθαι καὶ τῶν Ἀμαζόνων τοὺς ἑτέρους τῶν μαστῶν. πῶς γὰρ ταῦτα ποιοῦσιν οἱ ἀστέρες τοῖσδε τοῖς ἔθνεσιν; οἶμαι ὅτι [εἰ] ἐπιστήσαιμεν, οὐδὲ μέχρι τοῦ στῆσαι δυνησό-μεθά τι ἀληθὲς εἰπεῖν περὶ αὐτῶν. τοσούτων δὲ φερομένων ὁδῶν προγνωστι-κῶν, οὐκ οἶδ’ ὅπως ἐξώκειλαν οἱ ἄνθρωποι ἐπὶ τὸ τὴν μὲν οἰωνιστικὴν καὶ τὴν θυτικὴν μὴ λέγειν περιέχειν τὸ ποιοῦν αἴτιον, ἀλλὰ σημαίνειν μόνον, καὶ τὴν ἀστεροσκοπικήν, οὐκέτι δὲ τὴν γενεθλιαλογικήν. εἰ γὰρ ἐπι-γινώσκεται (ἵνα καὶ χαρισώμεθα τὸ γινώσκεσθαι), γίνεται δὲ ἐκεῖθεν ὅθεν ἡ γνῶσις λαμβάνεται, τί μᾶλλον ἀπὸ τῶν ἀστέρων ἢ ἀπὸ τῶν οἰωνῶν ἔσται τὰ γινόμενα καὶ μᾶλλον ἀπὸ τῶν οἰωνῶν ἢ ἀπὸ τῶν σπλάγχνων τῶν θυομέ-νων ἢ ἀπὸ τῶν διᾳττόντων ἀστέρων; ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκέσει εἰς ἀναίρεσιν τοῦ ποιητικοὺς εἶναι τοὺς ἀστέρας τῶν ἀνθρωπίνων. Ὅπερ δὲ συγκεχωρήκαμεν (οὐ γὰρ ἐλύπει τὸν λόγον), ὡς τῶν ἀνθρώπων δυναμένων καταλαμβάνειν τοὺς οὐρανίους σχηματισμοὺς καὶ τὰ σημεῖα καὶ ὧν ἐστι σημεῖα, τοῦτο φέρε νῦν ἐξετάσωμεν εἰ ἀληθές ἐστι. φασὶ τοίνυν οἱ περὶ ταῦτα δεινοὶ τὸν μέλλοντα τὰ κατὰ τὴν γενεθλιαλογίαν ἀληθῶς κατα-
Α αστέρες κατὰ τοὺς διαφόρους σχηματισμοὺς ἐπιτέλο γρ., μακαριότητες. » Ισ. ψεκτῶς. λουσιν. Ἔπεται δὲ τοῖς ταῦτα δογματίζουσιν ἐξ ὅλων τὸ ἐφ' ἡμῖν ἀναιρεῖν· διόπερ καὶ ἔπαινον καὶ ψέγον, καὶ πράξεις ἀποδεκτάς, πάλιν τε αν ψεκτάς. Απερ εἰ οὕτως ἔχει, τὰ τῆς κεκηρυγμένης τοῦ Θεοῦ κρί- σεως οἴχεται, καὶ ἀπειλαὶ πρὸς τοὺς ἡμαρτηκότας, ὡς κολασθησομένους· τιμαί τε αὖ πρὸς τοὺς τοῖς κρείττοσιν ἑαυτοὺς ἐπιδεδωκότας, καὶ μακαριότη- τος α· οὐδὲν γὰρ ἔτι τούτων εὐλόγως ἔσται γενόμε- νον, καὶ εἰ τὰ ἀκόλουθά τις ἑαυτῷ, ἐφ᾽ οἷς δογματί ζει, βλέποι, καὶ ἡ πίστις ἔσται ματαία, ή τε Χριστοῦ ἐπιδημία οὐδὲν ἀνύουσα, καὶ πᾶσα ἡ διὰ νόμου καὶ προφητῶν οἰκονομία, κάματοί τε ἀποστόλων ὑπὲρ τοῦ συστῆσαι τὰς διὰ Χριστοῦ τοῦ Θεοῦ Ἐκκλησίας εἰ μὴ ἄρα καὶ Χριστὸς κατὰ τοὺς οὕτω τολμῶντας, ὑπὸ τὴν ἀνάγκην τῆς τῶν ἄστρων κινήσεως τὴν γέ- νεσιν ἀνειληφέναι γενόμενος, πάντα πεποιήκοι τε καὶ πάθοι, οὐ τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων αὐτῷ τὰς παραδόξους δυνάμεις δωρησαμένου, ἀλλὰ τῶν ἀστέ ρων. Οἷς ἀθέοις καὶ ἀσεβέσι τυγχάνουσι λόγοις ἀκο- λουθεῖ καὶ τὸ τοὺς πιστεύοντας ὑπὸ τῶν ἀστέρων ἀγομένους πιστεύειν εἰς Θεὸν λέγεσθαι. Πυθοίμεθα δ᾽ ἂν αὐτῶν, τί ὁ Θεὸς βουλόμενος τοιοῦτον ἐποίει κά σμον, ἵν' οἱ μὲν ἐν αὐτῷ ἄνδρες ὄντες τὰ γυναικῶν πάσχωσιν, οὐδαμῶς ἑαυτοῖς αἴτιοι τῆς ἀσελγείας γε γενημένοι· ἕτεροι δὲ, ἀγρίων ζώων κατάστασιν είλη- φότες, τῷ τὴν φορὰν τοῦ παντὸς τοιούτους αὐτοὺς πεποιηκέναι, διὰ τὸ τὸν Θεὸν οὕτω κεκοσμηκέναι τὸ πᾶν, ἐπιδιδόασιν αὐτοὺς ὠμοτάτοις καὶ σφόδρα ἀπαν- θρώποις πράγμασιν, ἀνδροφονίαις καὶ πειρατείαις ; Καὶ τί δεῖ λέγειν ἡμᾶς περὶ τῶν συμβαινόντων ἐν ἀνθρώποις, καὶ ἁμαρτανομένων ὑπ' αὐτῶν μυρίων ὅσων τυγχανόντων, οὔστινας οἱ τῶν γενναίων προ- ϊστάμενοι τούτων λόγων ἀπολύοντες παντὸς ἐγκλήμα τος, τῷ Θεῷ προσγράφουσι πάντων τῶν κακῶν καὶ ψευχτῶς ὁ πραττομένων τὴν αἰτίαν ; Ἐὰν δέ τινες (17) αὐτῶν, ὡς ἀπολογούμενοι περὶ Θεοῦ, ἕτερον μὲν εἶναι· λέγωσι τὸν ἀγαθὸν, οὐδενὸς τούτων ἔχοντα τὴν ἀρχὴν, τῷ δὲ Δημιουργῷ πάντων τὰ τοιαῦτα προσάπτωσι· πρῶτον μὲν, οὐδ᾽ ὡς βούλονται, δυνήσονται ἀποδει κνύναι, ὅτι ἐστὶ δίκαιος· πῶς γὰρ ὁ τοσούτων κακῶν κατ' αὐτοὺς πατὴρ ευλόγως χρηματίζοι δίκαιος ; δεύ τερον δὲ, περὶ αὐτῶν τί ποτε φήσουσιν, ἐξεταστέον; Πότερον ὑπόκεινται τῇ φορᾷ τῶν ἀστέρων, ἢ ἡλευ θέρωνται, καὶ ἐν τῷ βίῳ τυγχάνοντες, οὐδὲν ἐνεργού μενον εἰς ἑαυτοὺς ἔχουσιν ἐκεῖθεν; Εἰ μὲν γὰρ φή σουσιν ὑποκεῖσθαι τοῖς ἄστροις, δῆλον, ὅτι τὰ ἄστρα τὸ νοῆσαι αὐτοῖς τοῦτο ἐχαρίσατο, καὶ ὁ Δημιουργός ὑποβεβληκὼς ἔσται διὰ τῆς τοῦ παντὸς κινήσεως τὸν λόγον τὸν περὶ τοῦ ἀνωτέρω ἀναπεπλασμένου Θεοῦ, ὅπερ οὐ βούλονται· εἰ δὲ ἀποκρινοῦνται, ὅτι ἔξω τῶν νόμων τυγχάνουσι τοῦ Δημιουργοῦ τῶν κατὰ τοὺς ἀστέρας, ἵνα μὴ ἀπόφασις ᾖ τὸ λεγόμενον ὑπ' αὐτῶν ἀναπόδεικτος, πειραθήτωσαν ἡμᾶς προσάγειν ἀναγ καστικώτερον, διαφορὰν παριστάντες νοῦ τινος ὑπο- κειμένου γενέσει καὶ εἱμαρμένῃ καὶ ἑτέρου ἀπὸ τού $79 EUSEBII CASARIENSIS OPP. PARS 11. APOLOGETICA. B a. - permulti, qui Christianæ dei sectatores ac pro- fessores habentur, anguntur animis, ne humanæ res adeo necessitate teneantur, ut aliter, quam va- rius astrorum situs et collocatio jubeat, fieri non possint. Qua quidem ex opinione consequens illud est, ut funditus voluntatis nostræ vis facultasque tollatur, simulque proinde laus omnis ac vitupera- tio, rerumque vel approbatione dignarum vel repre- hensione, discrimen. llæc porro sublata si semel erunt, evanescat pariter necesse est, quidquid de judicii divini æquitate jactatur, concidant vel in- tentatae sceleratis poenarum ac suppliciorum minæ, vel promissa melioris sanctiorisque vitæ professo- ribus gloriæ ac felicitatis præmia ; nihil enim isto- rum deinceps cuni ratione fiet. Imo, si quis cætera, quæ ex ejusdem sententiæ vi efficiuntur, spectare volet, non inanis profecto solum, ac supervacanea Gides nostra futura sit, sed ne ipse quidem adventus Christi, totaque illa seu legis, seu prophetarum œconomia, et apostolorum in excitandis constabi- liendisque Christi Dei Ecclesiis, suscepta conten- tio, vel nihilum profecerit. Nisi tamen, ipsius etiam Christi non modo nascendi rationem, sed quidquid præterea vel egerit, vel tulerit, eam in conversio- nis astrorum necessitatem projecta hominum isto- rum temeritas illigabit : perinde videlicet, quasi is ab sideribus vim illam rerum admirabilium, non a Deo cunctorumque Parente acceperit. Cujus ex orationis impietate illud sequitur, ut quot- quot divinam fidem amplectunctur, ad illam side- c rum omnes impulsione rapiantur. Ego vero quæsi- erim ex iis perlibenter, quid tandem secutus hac in mundi molitione Deus fuerit, ut ex ea virorum, qui in eo degunt, inultitudine, alii nulla sua culpa muliebris veneris turpitudinem paterentur; alii ferino plane ritu, quod tales ipsos efficeret universi hunc in modum a Deo constituti impetus atque con- versio, teterrimis sese dirissimisque sceleribus, ut homicidiis ac piraticis prædationibus dederent? Quanquam quid attinet hanc a nobis, de rebus iis quæ vel hominibus eveniunt, vel ab iisdem peccat- tur, quæque prorsus infinitæ sunt, disputationem institui, quos præsertim dogmatis istius assertores egregii, dum ab omni culpa liberant, malorum qua- que scelerate liunt omnium Deo causam assignant? D Quorum si nonnulli, ut Dei causam tueri videantur, bonum quemdam alterum esse dicent, eumque re- rum istarum fontem esse ac principium negabunt, quod uni duntaxat rerum creatarum molitori simi- lia tribuenda velint; primum, ne sic quidem, quod ipsi volunt, justus ut ille sit, efficient. Quomodo enim quem tot malorum parentem fatentur ipsi quoque, justum eumdem esse jure meritoque defen- dant? Deinde quid sentiant ipsi de se, quærendum ex illis est. Utrum sese astrorum conversione obli- gatos esse, an liberos, atque ejusmodi, apud quos C b esse jactabant. (17) Ἐὰν δέ τινες. Εἰς τοὺς Μανιχαίους αινίττεται, qui mundum hunc non boni, sed mali Dei opus
PG 21:489λαμβάνειν εἰδέναι οὐ μόνον τὸ κατὰ πόστου δωδεκατημορίου ἐστὶν ὁ καλού-μενος ἀστήρ, ἀλλὰ καὶ κατὰ ποίας μοίρας τοῦ δωδεκατημορίου καὶ κατὰ ποίου ἑξηκοστοῦ, οἱ δὲ ἀκριβέστεροι καὶ κατὰ ποίου ἑξηκοστοῦ τοῦ ἑξηκοστοῦ, καὶ τοῦτό φασι δεῖν ποιεῖν ἐφ’ ἑκάστου τῶν πλανωμένων, ἐξετάζοντα τὴν σχέσιν τὴν πρὸς τοὺς ἀπλανεῖς. πάλιν αὖ ἐπὶ τοῦ ἀνατολικοῦ ὁρίζοντος δεήσει, φασίν, ἰδεῖν οὐ μόνον τὸ δωδεκατημόριον ποῖον ἦν ἐπ’ αὐτοῦ, ἀλλὰ καὶ τὴν μοῖραν καὶ τὸ ἑξηκοστὸν τῆς μοίρας, τὸ πρῶτον ἢ τὸ δεύτερον ἑξηκοστόν. πῶς τοίνυν τῆς ὥρας (πλατεῖ λόγῳ) ἥμισυ δωδεκατημορίου περιεχούσης δύναταί τις λαβεῖν τὸ ἑξηκοστόν, μὴ ἔχων τὴν ἀναλογίαν τῆς διαιρέσεως τῶν ὡρῶν, ὥστε φέρε εἰπεῖν εἰδέναι ὅτι γεγέννηται ὁ δεῖνα ὥρᾳ τετάρτῃ καὶ ἡμίσει ὥρας καὶ τετάρτῳ, ὀγδόῳ καὶ ἑκκαιδεκάτῳ καὶ δυοτριακοστῷ; παρὰ πολὺ γάρ φασι παραλλάττειν τὰ σημαινόμενα παρὰ τὴν ἀγνωσίαν οὐ τῆς ὅλης ὥρας, ἀλλὰ καὶ [τοῦ] ποστημορίου αὐτῆς. ἐν γοῦν τοῖς διδύμοις γεννωμένοις πολλά-κις τὸ μεταξὺ ἀκαριαῖον ὥρας ἐστί, καὶ πολλαὶ παραλλαγαὶ τῶν συμβαινόντων καὶ τῶν πραττομένων ἐπ’ αὐτῶν ἀπαντῶσιν, ὥς φασιν ἐκεῖνοι, παρὰ τὴν αἰτίαν τῆς σχέσεως τῶν ἀστέρων καὶ τὸ μόριον τοῦ δωδεκατημορίου τὸ παρὰ τὸν ὁρίζοντα, οὐ καταλαμβανόμενον ὑπὸ τῶν νομιζομένων τὴν ὥραν τετηρηκέναι. οὐδεὶς γὰρ δύναται λέγειν ὅτι τὸ μεταξὺ τοῦδε τῆς γενέσεως πρὸς τὴν τοῦδέ ἐστιν ὥρας τριακοστόν. ἀλλ’ ἔστω συγκεχωρημένον αὐτοῖς τὸ κατὰ τὸ ἐκλα-βεῖν τὴν ὥραν. φέρεται δὴ θεώρημα ἀποδεικνύον τὸν ζῳδιακὸν κύκλον ὁμοίως τοῖς πλανωμένοις φέρεσθαι ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς δι’ ἑκατὸν ἐτῶν μοῖραν μίαν, καὶ τοῦτο τῷ πολλῷ χρόνῳ ἐναλλάττειν τὴν θέσιν τῶν δωδεκατημορίων, ἑτέρου μὲν τυγχάνοντος τοῦ νοητοῦ δωδεκατημορίου, ἑτέρου δὲ τοῦ ὡσανεὶ μορφώματος. [τὰ δὲ ἀποτελέσματα φασὶν εὑρίσκεσθαι οὐκ ἐκ τοῦ μορφώ-ματος], ἀλλ’ ἐκ τοῦ νοητοῦ ζῳδίου, ὅπερ οὐ πάνυ τι δυνατὸν καταλαμβά-νεσθαι. ἔστω δὴ καὶ τοῦτο συγκεχωρημένον, τὸ καταλαμβάνεσθαι τὸ νοητὸν δωδεκατημόριον ἢ δύνασθαι ἐκ τοῦ αἰσθητοῦ δωδεκατημορίου λαμβάνεσθαι τὸ ἀληθές· ἀλλὰ τήν γε σύγκρασιν παρ’ αὐτοῖς καλουμένην τῶν ἐν τοῖσδε τοῖς σχηματισμοῖς τυγχανόντων καὶ αὐτοὶ ὁμολογήσουσιν οὐχ οἷοί τε σῶσαι κατὰ πᾶν, ἀμαυρουμένου τοῦ δηλουμένου φέρε εἰπεῖν χείρονος ἀπὸ τοῦδε διὰ τὸ ἐπιβλέπεσθαι αὐτὸν ὑπὸ τοῦδε τοῦ κρείττονος καὶ ἐπὶ τοσόνδε ἢ τοσόνδε ἀμαυρουμένου, πολλάκις πάλιν τῆς ἀμαυρώσεως τῆς τοῦ χείρονος ὑπὸ τῆς ἐπιβλέψεως τῆς τοῦ κρείττονος ἐμποδιζομένης ἐκ τοῦ ἕτερον οὑτωσὶ ἐσχη-ματίσθαι, χειρόνων ὄντα σημαντικόν. καὶ οἶμαι ἐπιστήσαντά τινα τοῖς τόποις ἀπογνῶναι τὴν περὶ τούτων κατάληψιν, οὐδαμῶς ἀνθρώποις ἐκκειμένην, ἀλλ’, εἰ ἄρα, μέχρι τοῦ σημανθῆναι μόνον φθάνουσαν. εἰ δέ τις ἐν πείρᾳ γεγέ-νηται τῶν πραγμάτων, μᾶλλον εἴσεται τὸ ἐν τῷ στοχάζεσθαι ἀποπτωτικὸν τῶν λεγόντων καὶ αὐτῶν τῶν συγγραψαμένων ἤπερ νομιζόμενον ἐπιτευκτικόν. καὶ Ἡσαί̈ας γοῦν, ὡς οὐ δυναμένων τούτων εὑρίσκεσθαι ὑπὸ ἀνθρώπων, φησὶ πρὸς τὴν θυγατέρα τῶν Χαλδαίων τῶν ταῦτα μάλιστα παρὰ πάντας ἐπαγγελλομένων· Στήτωσαν δὴ καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρα-νοῦ, ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι.3 διὰ γὰρ τούτων δι-δασκόμεθα μὴ δύνασθαι τοὺς πάνυ περὶ ταῦτα φιλομαθεῖς προδηλοῦν ἃ βεβούληται κύριος ἑκάστῳ ἔθνει ἐπαγαγεῖν. Τοσαῦτα καὶ ὁ δηλωθεὶς ἀνήρ. ἀλλὰ γὰρ ὁ πᾶς ἡμῖν οὗτος εἰς δύο τὰ μέγιστα συναιρεῖται λόγος, εἴς τε τὸ μὴ θεοὺς εἶναι τοὺς κατὰ πόλιν χρᾶν νενομισμένους καὶ εἰς τὸ μηδὲ ἀγαθοὺς δαίμονας, τοὐναντίον δὲ γόητάς τινας καὶ πλάνους καὶ ἀπατεῶνας τυγχάνειν, ἐπ’ ὀλέθρῳ καὶ διαστροφῇ τῆς ἀληθοῦς εὐσεβείας τὴν εἰς ἀνθρώπους πλάνην, τήν τε ἄλλην καὶ τὴν περὶ εἱμαρμένης, προβεβλημένους. ἀφ’ ἧς μηδενὸς τῶν ἐξ αἰῶνος πλὴν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν τὸ πᾶν τῶν ἀνθρώπων γένος λελυτρωμένου, εἰκότως ἡμῖν ἐν ἀρχαῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς τὰ παρόντα πάντα διὰ σπουδῆς γέγονεν, ὡς ἂν ἔργῳ μάθοιμεν, ἐκ τίνων προγόνων φύντες καὶ οἵᾳ τὸ πρὶν ἀπάτῃ συνεχομένων ἐξ ὁπόσης τε καὶ πηλίκης ἀνα-νεύσαντες αὐτοί τε ἡμεῖς καὶ ὁ σύμπας τῶν ἀνθρώπων βίος ἀβλεψίας τε καὶ ἀθεότητος τὴν ἴασιν τῆς μακρᾶς καὶ πολυχρονίου δαιμονικῆς ἐνεργείας διὰ μόνης τῆς σωτηρίου Εὐαγγελικῆς εὑράμεθα διδασκαλίας.
Book VIILiber Septimus
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 21:493Ζ ΤΑΔΕ ΤΟ ΕΒΔΟΜΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ α. Τὰ περὶ τοῦ τῶν ἀνέκαθεν ἑβραίων βίου καὶ ὡς εὐλόγως τὰς ἐνθέους αὐτῶν γρα-φὰς τῶν πατρίων λόγων προετιμήσαμεν β. Ἀνακεφαλαίωσις τῆς παρὰ τοῖς ἄλλοις ἔθνεσι θεολογίας καὶ οἵων κακῶν αἰτία συνέστη τῷ βίῳ γ. Παράθεσις τοῦ τῶν ἑβραίων τρόπου καὶ ὅπως ἐδόξαζον περὶ τοῦ ποιητοῦ καὶ δημιουργοῦ τῶν ὅλων δ. Ὅπως ἐφρόνουν περὶ ἀθανασίας ψυχῆς καὶ περὶ τῆς τῶν σωμάτων οὐσίας ε. Ὅπως φιλόθεοι γεγονότες τῶν ἀναγράπτων θεοφανειῶν καὶ χρησμῶν ἠξιώθησαν 2. Ὡς ἐκτὸς ἦσαν Ἰουδαϊσμοῦ πρόσθεν ἢ Μωσέα γενέσθαι ἐπ’ εὐσεβείᾳ διαλάμψαντες ζ. Ὡς αὐτὸς ὁ Μωσῆς Ἑβραίων τῶν πρὸ τῆς ἡλικίας αὐτοῦ τῇ οἰκείᾳ καταβέβληται γραφῇ τοὺς βίους η. Ὡς εὐλόγῳ κρίσει καὶ σώφρονι λογισμῷ τὴν περὶ τῶνδε ἱστορίαν παρεδεξάμεθα θ. Ἐπιδρομὴ τῶν κατὰ τοὺς δηλουμένους βίων τῶν τε πρὸ τοῦ κατακλυσμοῦ θεοφι-λῶν ἀνδρῶν καὶ τῶν μετὰ ταῦτα μέχρι τῆς Μωσέως γενεᾶς διαρκεσάντων ι. Περὶ τῶν παρ’ Ἑβραίοις δογματικῶν θεωρημάτων ια. Περὶ τῆς καθόλου προνοίας ιβ. Περὶ τῆς συστάσεως καὶ δημιουργίας τοῦ κόσμου ιγ. Ἑβραίων δόξαι περὶ τοῦ θεοῦ, τοῦ δὴ καὶ πρώτου τῶν ὅλων αἰτίου ιδ. Περὶ τῆς τοῦ δευτέρου αἰτίου θεολογίας ιε. Περὶ τῆς τῶν λογικῶν συστάσεως ι. Περὶ τῆς ἐναντίας δυνάμεως ιζ. Περὶ τῆς τἀνθρώπου φύσεως ιη. Περὶ τοῦ μὴ ἀγένητον εἶναι τὴν ὕλην ιθ. Ὅτι μὴ ἀγένητος ἡ ὕλη μηδὲ κακῶν αἰτία Ζ α. ΤΑ ΠΕΡΙ ΤΟΥ ΤΩΝ ΑΝΕΚΑΘΕΝ ΕΒΡΑΙΩΝ ΒΙΟΥ ΚΑΙ ΩΣ ΕΥΛΟΓΩΣ ΤΑΣ ΕΝΘΕΟΥΣ ΑΥΤΩΝ ΓΡΑΦΑΣ ΤΩΝ ΠΑΤΡΙΩΝ ΛΟΓΩΝ ΠΡΟΕΤΙΜΗΣΑΜΕΝ Ἑβραίων πέρι λοιπὸν καὶ τῆς κατὰ τούτους φιλοσοφίας τε καὶ εὐσε-βείας, ἣν τῶν πατρίων ἁπάντων προτετιμήκαμεν, τὸν τοῦ βίου τρόπον ὑπογράψαι καιρός. ἐπειδὴ γὰρ οὐκ ἀλόγῳ, κεκριμένῳ δὲ καὶ σώφρονι λογισμῷ τῆς διεψευσμένης ὁμοῦ πάντων Ἑλλήνων τε καὶ βαρβάρων θεο-λογίας τὴν ἀπόλειψιν πεποιημένοι συνέστημεν, ὥρα λοιπὸν τὴν δευτέραν ἐπιλύσασθαι, τὴν αἰτίαν ἀποδιδόντας τῆς τῶν Ἑβραϊκῶν λόγων μεταποιή-σεως. τὸ μὲν οὖν μὴ φέρειν τινὰ μέμψιν ἡμῖν τὴν ἀπὸ βαρβάρων τοῦ συμφέροντος μετάληψιν ἐπὶ τῆς δεούσης σχολῆς παραστήσομεν, πάντα τοῖς Ἕλλησι καὶ αὐτοῖς γε τοῖς βοωμένοις αὐτῶν φιλοσόφοις τὰ φιλόσοφα μαθήματα καὶ τὰ ἄλλως κοινὰ καὶ ταῖς πολιτικαῖς λυσιτελοῦντα χρείαις παρὰ βαρβάρων ἐσκευωρῆσθαι ἐπιδείξοντες· τὸ δὲ μηδέν πω μηδ’ ὅλως παρά τισιν εὑρῆσθαι τῶν ἐθνῶν οἷον τὸ παρ’ Ἑβραίων ἡμῖν ἀγαθὸν πε-πορισμένον ὧδε ἂν γένοιτο πρόδηλον·
PG 21:499β. ΑΝΑΚΕΦΑΛΑΙΩΣΙΣ ΤΗΣ ΠΑΡΑ ΤΟΙΣ ΑΛΛΟΙΣ ΕΘΝΕΣΙ ΘΕΟ-ΛΟΓΙΑΣ ΚΑΙ ΟΙΩΝ ΚΑΚΩΝ ΑΙΤΙΑ ΣΥΝΕΣΤΗ ΤΩΙ ΒΙΩΙ Οἱ μὲν δὴ λοιποὶ πάντες ἄνθρωποι ἄνωθεν ἐκ πρώτης τοῦ βίου συστά-σεως καὶ εἰς τὸν μετέπειτα χρόνον μόνῃ τῇ τῶν σωμάτων προσανασχόντες αἰσθήσει τῷ μηδὲν περὶ τῆς ἐν αὐτοῖς ψυχῆς διειληφέναι πλέον τε οὐδὲν τῶν ὁρωμένων ἐν τοῖς οὖσιν ὑπάρχειν ἡγησάμενοι, τὸ καλὸν καὶ συμφέρον καὶ μόνον ἀγαθὸν τῇ τῶν σωμάτων ἀνέθηκαν ἡδονῇ· μόνην τε ταύτην, ὡς τὸ μόνον οὖσαν ἀγαθὸν καὶ προσηνὲς καὶ ἡδὺ πρὸς ἀπόλαυσίν τε εὐδαίμονος βίου αὐτάρκη, περισπούδαστον ὑποθέμενοι θεῶν μεγίστην ἡγήσαντό τε καὶ τεθειάκασιν, οὐδὲ τῆς ζωῆς αὐτῆς, εἰ μὴ μετέχοι τῆς τῶν σωμάτων ἡδονῆς, ἐφιέμενοι καὶ ζῆν οὐ διὰ τὸ ζῆν, διὰ δὲ τὸ ἡδέως ζῆν ἀσπαζόμενοι, τοῦτο καὶ τοῖς ἰδίοις εὐξάμενοι παισὶν ὡς μόνον ἀγαθὸν παρεῖναι. ἔνθεν οἱ μὲν τὰ χορηγὰ τῆς ἐνσάρκου ζωῆς ἥλιον εἶναι καὶ σελήνην καὶ ἀστέρας ὑποτοπή-σαντες καί πως καὶ πρὸς τὴν ὄψιν τοῦ φωτὸς καταπλαγέντες πρώτους θεοὺς ἀνηγόρευσαν, μόνους αἰτίους τῶν ὅλων εἶναι ἀποφηνάμενοι· οἱ δὲ τοὺς ἀπὸ γῆς καρποὺς τήν τε ὑγρὰν καὶ ξηρὰν καὶ θερμὴν οὐσίαν τά τε λοιπὰ τοῦ κόσμου μέρη, δι’ ὧν αὐτοῖς τὰ σώματα τρεφόμενά τε καὶ πιαινόμενα τὴν ἔνσαρκον ὁμοῦ ζωήν τε καὶ ἡδονὴν ἐθηρᾶτο, θεῶν πάλιν προσηγορίᾳ τετι-μήκασιν· οἱ δὲ πολὺ πρότερον τούτων γυμνῇ καὶ ἀκαλύπτῳ κεφαλῇ τὰ σφέτερα πάθη καὶ τὴν δέσποιναν αὐτῶν ἡδονήν, ἔρωτα καὶ πόθον καὶ ἀφρο-δίτην, καὶ αὐτῶν τῶν θεῶν κρατεῖν εἰπόντες ἀπεθέωσαν· οἱ δὲ τοὺς τῶν ἡδέων χορηγούς τε καὶ εὑρετὰς αὐτοῖς γενομένους ἄνδρας, τυράννους τινὰς καὶ δυνάστας, δι’ ἃς ἔτυχον ἐξ αὐτῶν εὐπαθείας, ζῶντάς τε ἔτι καὶ μετὰ τελευτὴν ἐθεοποίησαν· οἱ δὲ μοχθηρῶν πνευμάτων καὶ δαιμόνων γενόμενοι παραπαίγνια ἔτι μειζόνως τὸ παθητικὸν αὐτῶν μέρος τῆς ψυχῆς συνηύξησαν, τὰ ἡδέα καὶ παρὰ τούτων διὰ τῆς νενομισμένης αὐτῶν θεραπείας ἐκπορί-ζοντες· οἱ δὲ μηδενὸς τούτων ἀνασχόμενοι τὸ ἄθεον ὡς πολὺ κρεῖττον τῆς τοιᾶσδε θεολογίας εἰσηγήσαντο· οἱ δὲ ἔτι τούτων ἁπάντων ἀναιδέστεροι τὸν φιλόσοφον καὶ τρισευδαίμονα βίον οὐδ’ ἄλλον εἶναι ἢ τὸν ἡδὺν ἀπεφή-ναντο, τέλος τῶν ἀγαθῶν τὴν ἡδονὴν ὁρισάμενοι. ταύτη δ’ οὖν τὸ πάν-των ἀνθρώπων γένος ὡς ἂν δεσποίνῃ πικρᾷ καὶ χαλεπωτάτῃ ἡδονῇ θεῷ, μᾶλλον δὲ αἰσχρῷ καὶ ἀκολάστῳ δαίμονι, καταδεδουλωμένον παντοίαις ἐνεφύρετο ταλαιπωρίαις. αἵ τε γὰρ θήλειαι αὐτῶν, κατὰ τὸν ἱερὸν ἀπόστολον, μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· ὁμοίως δὲ καὶ οἱ ἄρσενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. ταύτη καὶ Ἕλληνες καὶ βάρβαροι, σοφοί τε καὶ ἰδιῶται, χαμαὶ καὶ ἐπὶ γα-στέρα πεσόντες ὡς θεῷ τῇ ἡδονῇ προσεκύνησαν πρηνεῖς τε σφᾶς αὐτοὺς ἑρπετῶν δίκην καταβαλόντες ἄμαχον καὶ ἀπαραίτητον θεὸν ταύτην ἡγή-σαντό τε καὶ ἔστερξαν, ἔν τε ᾠδαῖς καὶ ὕμνοις ἔν τε θεῶν ἑορταῖς ἔν τε ταῖς πανδήμοις θέαις μόνης τῆς αἰσχρᾶς καὶ ἀκολάστου ἡδονῆς τὰ ὄργια καὶ τὰς ἀσέμνους τελετὰς μυούμενοί τε καὶ τελοῦντες, ὡς, εἰ καί τι ἄλλο, καὶ τόδε καλῶς παρ’ ἡμῖν ἀνῃρῆσθαι· Ἀρχὴ γὰρ πορνείας ἐπίνοια εἰδώλων. καὶ τὰ μὲν τῆς τῶν ἄλλων ἐθνῶν θεολογίας τοσαύτην εἰλήφει, ὡς ἐν βραχεῖ φάναι, τὴν πολυτροπίαν, μιᾶς μὲν ἀρχῆς τῆς ἀκαθάρτου καὶ μιαρᾶς ἡδονῆς ἀνημμένα, ὕδρας δὲ πολυαυχένου καὶ πολυκεφάλου τρόπον εἰς πολλὰς καὶ ποικίλας διαιρέσεις τε καὶ τομὰς ἐξενηνεγμένα. ἐπειδὴ τοίνυν τοσαύτην ἔτυχον προβεβλημένοι τὴν πλάνην, εἰκότα δὴ αὐτοῖς ἡδονῇ θεῷ καὶ κακῷ δαίμονι χρωμένοις ἐπὶ κακοῖς κακὰ συνηγείρετο, γυναιμανίαις καὶ ἀρρένων φθοραῖς μητρογαμίαις τε καὶ θυγατρομιξίαις τὸν πάντα καταφυρομένοις βίον καὶ τὴν ἄγριον καὶ θηριώδη φύσιν ὑπερβολῇ φαυλότητος νενικηκόσι. τοιοῦτος μὲν οὖν ὁ τρόπος τῶν παλαιῶν ἐθνῶν καὶ τῆς διεψευσμένης αὐτῶν θεολογίας διὰ τῶν συνηγμένων ἡμῖν Ἑλληνικῶν λογογράφων τε καὶ φιλο-σόφων ἐν τοῖς πρόσθεν ἀποδέδεικται. γ. ΠΑΡΑΘΕΣΙΣ ΤΟΥ ΤΩΝ ΕΒΡΑΙΩΝ ΤΡΟΠΟΥ ΚΑΙ ΟΠΩΣ ΕΔΟ-ΞΑΖΟΝ ΠΕΡΙ ΤΟΥ ΠΟΙΗΤΟΥ ΚΑΙ ΔΗΜΙΟΥΡΓΟΥ ΤΩΝ ΟΛΩΝ Εἰ δὴ οὖν συνῶπταί σοι ὁ τῶν παλαιῶν βίος, ἄθρει δὴ λοιπὸν τῇ διανοίᾳ μόνους παῖδας Ἑβραίων ἐν τοσούτοις τὴν ἐναντίαν ἀπιόντας. οἵδε γὰρ πρῶτοι καὶ μόνοι πάντων ἀνθρώπων ἄνωθεν ἐκ πρώτης τοῦ βίου καταβολῆς λογικῇ θεωρίᾳ τὴν διάνοιαν ἀναθέντες καὶ τῇ περὶ τοῦ παντὸς φυσιολογίᾳ εὐσεβῶς ἐπιστήσαντες, πρῶτα μὲν τὰ τῶν σωμάτων στοιχεῖα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἐξ ὧν τόδε τὸ πᾶν συνεστὼς κατεμάνθανον, ἥλιόν τε καὶ σελήνην καὶ ἀστέρας οὐ θεούς, ἔργα δὲ εἶναι θεοῦ διελογίσαντο, τὴν φύσιν τῆς σω-ματικῆς οὐσίας οὐ μόνον ἄλογον, ἀλλὰ καὶ ἄψυχον εἶναι, καθ’ ὅσον ῥοώδης καὶ φθαρτὴ οὖσα τυγχάνει, συννοήσαντες κἄπειτα λογισάμενοι ὡς οὐχ οἷόν τε τὴν τοῦ σύμπαντος κόσμου διάταξιν, εὖ καὶ σοφῶς ἡρμοσμένην ἔμπλεών τε ζῴων ἐμψύχων λογικῶν τε καὶ ἀλόγων ὑπάρχουσαν, αὐτόματον ἐπι-γράφεσθαι τὴν αἰτίαν οὐδέ γε τῶν ἐμψύχων τὴν ποιητικὴν ἀρχὴν ἄψυχον ὑπολαμβάνειν οὐδ’ ἄλογον τὴν τῶν λογικῶν δημιουργόν· ἐπεὶ μηδὲ ξύλων καὶ λίθων αὐτόματός ποτ’ ἂν οἰκοδομία συσταίη οὐδέ γε ἐσθὴς ὑφάντου δίχα συντελεσθείη οὐδὲ πόλεις καὶ πολιτεῖαι νόμων ἐκτὸς καὶ ἀρχον-τικῆς διατάξεως οὐδ’ ἐκτὸς κυβερνήτου ναῦς οὐδὲ τὸ σμικρότατον τέχνης ὄργανον ὑποσταίη ἂν μὴ διὰ τεχνίτου οὐδ’ εὐόρμου ποτὲ ναῦς λιμένος τύχοι μὴ οὐχὶ σὺν ἀγαθῷ κυβερνήτῃ· οὐδ’ ἡ τῶν καθόλου στοιχείων ἄρα φύσις, ἄψυχος οὖσα καὶ ἄλογος, τῷ καθ’ ἑαυτὴν λόγῳ δίχα τῆς ἀνωτάτω τοῦ θεοῦ σοφίας λόγου ποτὲ καὶ ζωῆς ἀνθέξεται. ταῦτα δὴ καὶ τοιαῦτα διανοηθέντες οἱ τῆς Ἑβραίων εὐσεβείας πατέρες, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων νῷ κεκαθαρμένῳ καὶ ψυχῆς διαυγέσιν ὄμμασι τὸν πάντων γενεσιουργὸν θεὸν ἐσεβάσθησαν. δ. ΟΠΩΣ ΕΦΡΟΝΟΥΝ ΠΕΡΙ ΑΘΑΝΑΣΙΑΣ ΨΥΧΗΣ ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΣΩΜΑΤΩΝ ΟΥΣΙΑΣ Κἄπειτα μέρος οὐ μικρὸν τοῦ παντὸς σφᾶς αὐτοὺς εἶναι συναισθό-μενοι τὸ μέν τι αὐτῶν τίμιον εἶναι ἡγήσαντο (τοῦτο δὲ καὶ τὸν ἀληθῆ ἄν-θρωπον, τὸν κατὰ ψυχὴν νενοημένον), τὸ δὲ τούτου χώραν περιβολῆς ἐπέχειν· τοῦτο δὲ εἶναι τὸ σῶμα. καὶ δὴ τοῦτον διελόμενοι τὸν τρόπον, τὴν πᾶσαν περὶ τῆς τοῦ ἔνδον ἀνθρώπου ζωῆς φροντίδα καὶ σπουδὴν εἰσηνέγκαντο, τοῦτο καὶ παρὰ τῷ πάντων δημιουργῷ θεῷ προσφιλὲς εἶναι λογισάμενοι, ὅς που τὴν ἀνθρώπων φύσιν τῶν ἐπὶ γῆς ἁπάντων κρατεῖν οὐ ῥώμῃ σώ-ματος ὡς ἀρετῇ ψυχῆς ἐδωρήσατο (τὰ μὲν γὰρ τῶν ὄντων εἶναι ἄψυχα, οἷα λίθους καὶ ξύλα, τὰ δὲ ζωτικῆς δυνάμεως μέτοχα, οἷα τὰ ἀπὸ γῆς βλα-στήματα, τὰ δὲ αἰσθήσεως ὁρμῆς τε φανταστικῆς μεμοιραμένα, οἷα ζῴων τὰ ἄλογα· πάντα δὲ ταῦτα ἑνὶ τῷ τῶν ἀνθρώπων γένει πρὸς ὑπηρεσίαν δουλοῦσθαι, οὐ ῥώμῃ σώματος καὶ ἰσχύϊ κατηναγκασμένα, λογισμῷ δὲ καὶ ψυχῆς ἀρετῇ, ᾗ τὸ κατὰ πάντων τῶν ἐπὶ γῆς ἀρχικόν τε καὶ βασιλικὸν γέρας ἄνωθεν παρὰ τοῦ τῶν ὅλων αἰτίου συγκεχωρῆσθαι κατειλήφεσαν)·
PG 21:505ἔνθεν ὁρμώμενοι σῶμα μὲν καὶ τὰ σωμάτων ἡδέα οὐδέν τι μᾶλλον τῶν ἄλλων ἐπὶ γῆς θρεμμάτων προτιμᾶν διενοήθησαν, τὸ δ’ ἐν αὐτοῖς ἄρχον, ὡς ἂν τοῦ πάντων ἄρχοντος οἰκεῖον, καὶ τῆς ψυχῆς τὸ λογικόν τε καὶ νοερὸν θεῖόν τε καὶ ἐπιστημονικόν, ὡς ἂν τοῦ ἐπὶ πάντων θεοῦ τὴν ὁμοίωσιν φέρον, μόνον διὰ σπουδῆς ἔσχον. εἶτα μηδ’ ἄλλο τι ἐνθυμηθέντες ἀγαθὸν εἶναι τοῦ πάντων ἀγαθῶν χορηγοῦ θεοῦ, τέλος ἁπάσης εὐδαιμονίας τὴν αὐτοῦ γνῶ-σίν τε καὶ φιλίαν εἶναι ἀπεφήναντο, ὅτι καὶ αὐτῆς ζωῆς καὶ ψυχῆς καὶ σώ-ματος καὶ τῶν τούτοις ἀναγκαίων μόνος αὐτὸς ἀνῆπται τὴν αἰτίαν. τού-τῳ δὴ οὖν σφᾶς ὅλους αὐτῷ σώματι καὶ ψυχῇ φέροντες ἀνατεθείκασι, τὸν πάντα αὐτῶν βίον ἐπ’ αὐτὸν ἀναρτησάμενοι καὶ μόνῳ προσέχειν, ἄλλῳ δὲ μηδενὶ τῶν ὁρωμένων ἀξιώσαντες. οὕτω δὴ φιλόθεοι ὁμοῦ καὶ θεοφιλεῖς ἀναφανέντες θεραπευταί τινες ὄντως καὶ ἱερεῖς τοῦ ὑψίστου ἀπεφάνθησαν ἢ καὶ γένος ἐκλεκτὸν καὶ βασιλικὸν ἱεράτευμά τε θεοῦ καὶ ἔθνος ἅγιον προσαγορευθῆναι ἠξιώθησαν, σπέρμα τῆς ἀληθοῦς ταύτης εὐσεβείας καὶ τοῖς ὀψιγόνοις αὐτῶν ἀπολελοιπότες. ἆρ’ οὖν λογισμῷ σοι δοκοῦμεν τούσδε τῶν Ἑλληνικῶν προτετιμηκέναι καὶ μᾶλλον τῶν Φοινίκων τε καὶ Αἰγυπτίων θεῶν τῶν τε περὶ τοὺς θεοὺς δυσφήμων ἀτοπημάτων τὰς παρ’ Ἑβραίοις περὶ εὐσεβῶν ἀνδρῶν διηγήσεις ἀποδέξασθαι; ε. ΟΠΩΣ ΦΙΛΟΘΕΟΙ ΓΕΓΟΝΟΤΕΣ ΤΩΝ ΑΝΑΓΡΑΠΤΩΝ ΘΕΟΦΑ-ΝΕΙΩΝ ΚΑΙ ΧΡΗΣΜΩΝ ΗΞΙΩΘΗΣΑΝ Θέα δ’ οὖν ἔτι εἰς ὅσον θεοφιλοῦς ἀρετῆς προελθεῖν φασι τοὺς δηλου-μένους. ἀποδεξάμενον τὸ θεῖον τῆς τε ἄλλης τοῦ βίου εὐσεβείας καὶ φιλοσο-φίας τῆς τε περὶ αὐτὸ θεραπείας τοὺς ἄνδρας ἤδη καὶ θειοτέρων χρησμῶν θεο-φανειῶν τε αὐτοὺς καὶ ἀγγελικῶν ὀπτασιῶν ἠξίου, τὰ ἐνδέοντα τῇ θνητῇ φύσει ταῖς τῶν πρακτέων ὑποθήκαις ἐπιδιορθούμενον δογμάτων τε καὶ μαθημάτων αὐτοῖς θεοπρεπῶν τὴν γνῶσιν ἀποκαλύπτον, ὡς μηκέτι συλ-λογισμοῖς μηδὲ εἰκασίαις, ἐκλάμψει δὲ αὐτῆς ἀληθείας φωτίζεσθαι τὰς διανοίας αὐτῶν, ὥστε ἤδη θεοφορουμένους τὴν τῶν μελλόντων ἔσεσθαι ὡς παρόντων ἐπιθεωρεῖν κατάληψιν καὶ τὰ καθόλου συμβησόμενα τῷ τῶν ἀνθρώπων γένει θεσπίζειν. τοιαῦτα τῆς Ἑβραίων ἀρετῆς τὰ πολυύμνητα καὶ ὡς ἀληθῶς θεοφιλῆ περιέχει λόγια, ἃ τῶν Ἑλληνικῶν καὶ πατρίων μύ-θων τε καὶ λήρων προτετιμήκαμεν· οἱ μέν γε περὶ θεῶν τὰ αἰσχρότατα περιεῖχον, οἱ δὲ περὶ θεοφιλῶν ἀνδρῶν τὰς εὐσεβεῖς διδασκαλίας. 2. ΩΣ ΕΚΤΟΣ ΗΣΑΝ ΙΟΥΔΑΙΣΜΟΥ ΠΡΟΣΘΕΝ Η ΜΩΣΕΑ ΓΕΝΕ-ΣΘΑΙ ΕΠ’ ΕΥΣΕΒΕΙΑΙ ΔΙΑΛΑΜΨΑΝΤΕΣ Ταῦτα δὲ πάλαι πρότερον πρὶν ἢ καὶ Μωσέα καὶ τὸ Ἰουδαίων γένος ὑπο-στῆναι ἐξ ἔτι μακροῦ αἰῶνος παρὰ τοῖς Ἰουδαίων προπάτορσιν ἐγνωρίζετο. καὶ γὰρ οὖν καὶ τοῦτο διαρθρῶσαι καλόν, ὡς ὁ Ἰουδαϊσμὸς οὐκ ἦν πω τότε, ἀλλ’ Ἑβραῖοι μὲν οἱ δηλούμενοι ὁμοῦ τῇ προσηγορίᾳ καὶ τὸν τρόπον ὑπῆρχον, Ἰουδαῖοι δὲ οὔτ’ ἦσάν πω οὔτ’ ἐχρημάτιζον. Ἑβραίων δὲ καὶ Ἰουδαίων τὸ διάφορον γνοίης ἂν ὧδε· τὴν μὲν προσηγορίαν οἱ μὲν ἀπὸ τοῦ Ἰούδα, ἐξ οὗ τῆς φυλῆς τὸ Ἰουδαίων μακροῖς ὕστερον χρόνοις βασίλειον συνέστη, οἱ δὲ ἀπὸ τοῦ Ἕβερ (προπάτωρ δὲ τοῦ Ἁβραὰμ οὗτος ἦν) ἐπεγράφοντο προτερεῖν τε Ἰουδαίων Ἑβραίους διδάσκουσιν οἱ ἱεροὶ λόγοι· τὸν δὲ τῆς εὐσεβείας τρόπον, Ἰουδαίοις μὲν πρῶτον ἀπάρξασθαι τῆς νομοθεσίας Μωσέα, σαββάτου τινὸς παραδόντα ἡμέραν καὶ ταύτης πλείστην ὅσην φυλακὴν εἰς ὑπόμνησιν σχολῆς τῶν ἱερῶν λόγων βρωτέων τε καὶ οὐ βρωτέων ζῴων διαστολὴν ἑορτάς τε ἐτησίους καί τινας σωμάτων καθαρμοὺς ἄλλης τε μα-κρᾶς περιόδου κατά τινα σύμβολα θειότερον ἐπιτελουμένας. Ἑβραῖοι δὲ πρεσβύτεροι Μωσέως γενόμενοι τοῖς χρόνοις, πάσης τῆς διὰ Μωσέως νομοθε-σίας ἀνεπήκοοι ὄντες, ἐλεύθερον καὶ ἀνειμένον εὐσεβείας κατώρθουν τρόπον, βίῳ μὲν τῷ κατὰ φύσιν κεκοσμημένοι, ὡς μηδὲν νόμων δεῖσθαι τῶν ἀρξόντων αὐτῶν δι’ ἄκραν ψυχῆς ἀπάθειαν, γνῶσιν δὲ ἀληθῆ τῶν περὶ θεοῦ δογμάτων ἀνειληφέναι. ἀλλὰ γὰρ τῶνδε τοῦτον εἰρημένων τὸν τρόπον, ὥρα καὶ διὰ τῶν ἐγγράφων ἐλθεῖν. ζ. ΩΣ ΑΥΤΟΣ Ο ΜΩΣΗΣ ΕΒΡΑΙΩΝ ΤΩΝ ΠΡΟ ΤΗΣ ΗΛΙΚΙΑΣ ΑΥΤΟΥ ΤΗΙ ΟΙΚΕΙΑΙ ΚΑΤΑΒΕΒΛΗΤΑΙ ΓΡΑΦΗΙ ΤΟΥΣ ΒΙΟΥΣ Ὁ τοίνυν μέγας θεολόγος Μωσῆς Ἑβραῖος ὢν ἐξ Ἑβραίων, εἰ καί τις ἄλ-λος, εὖ τε τὰ πάτρια ἐξεπιστάμενος, ὡς ἐν προοιμίοις τῶν ἱερῶν νόμων τοὺς τῶν προπατόρων Ἑβραίων βίους μνήμαις ἀνεξαλείπτοις παραδέδωκεν ὧν τε ἀγαθῶν οὗτοι παρὰ θεοῦ ἠξιώθησαν καὶ αὖ πάλιν ἄλλων ἀθέων καὶ δυσσεβῶν τρόπους τε καὶ τιμωρίας, ἀναγκαῖον ἡγησάμενος ὑπάρξειν τοῦτο τοῖς μέλλουσι τοὺς αὐτοῦ νόμους παιδεύεσθαι μάθημα εἴς τε ἀποφυγὴν τῆς τῶν φαύλων ὁμοιοτροπίας καὶ εἰς προτροπὴν τοῦ τῶν εὐσεβῶν βίου. χρῆν δὲ καὶ ἄλλως μὴ ἀγνοεῖν ὅτι δὴ φθάσαντες, καὶ πρὸ τῶν ἐγγράφων αὐτοῦ νόμων, πλείους ἤδη τῶν προπατόρων ὀρθοῖς λογισμοῖς θεοσεβείας ἀρετῇ κατεκοσμήθησαν· οἳ καὶ φίλοι θεοῦ καὶ προφῆται χρηματίσαντες αἰωνίας ἔτυχον παρ’ αὐτῷ μνήμης, ὧν μηδὲ ἀλλοτρίους τὸ γένος εἶναι τού-τους, οἷς τοὺς νόμους διετάττετο. διὸ καὶ μᾶλλον χρῆναι αὐτούς, ἀπο-γόνους θεοφιλῶν καὶ δικαίων ἀνδρῶν φύντας, τῆς τῶν προπατόρων εὐσε-βείας ζηλωτὰς ἀναδειχθῆναι σπεῦσαί τε τῶν ἴσων τοῖς γεννήσασι παρὰ θεοῦ τυχεῖν, ἀλλὰ μὴ ἀποναρκῆσαι μηδ’ ἀποκνῆσαι ὡς ἐπ’ ἀδυνάτοις τῆς τῶν ἀγαθῶν ἐλπίδος ἑαυτοὺς ἀπογνόντας· δυνατὰ γὰρ εἶναι καὶ τοῖς οἰκείοις αὐτῶν προπάτορσιν ἐντελῶς κατωρθωμένα· ὧν καὶ τὰς εἰκόνας τοῖς τὰ θεῖα παιδευομένοις παρεδίδου, τοὺς βίους καταλέγων τῶν παλαιῶν καὶ τὴν ἰδιάζουσαν ἑνὸς ἑκάστου ἀρετὴν ὥσπερ ἐν εἰκόνι γραφῆς διατυπούμενος. η. θ. ΩΣ ΕΥΛΟΓΩΙ ΚΡΙΣΕΙ ΚΑΙ ΣΩΦΡΟΝΙ ΛΟΓΙΣΜΩΙ ΤΗΝ ΠΕΡΙ ΤΩΝΔΕ ΙΣΤΟΡΙΑΝ ΠΑΡΕΔΕΞΑΜΕΘΑ ΚΑΙ ΕΠΙΔΡΟΜΗ ΤΩΝ ΠΡΟ ΤΟΥ ΚΑΤΑΚΛΥΣΜΟΥ ΘΕΟΦΙΛΩΝ ΑΝΔΡΩΝ ΚΑΙ ΑΧΡΙ ΜΩΣΕΩΣ Καὶ τούτων δὲ οὐδὲν ἐμποδὼν μὴ οὐχὶ διὰ βραχέων ἐπιδραμεῖν τὴν ἱστορίαν. πρὸ μὲν οὖν τοῦ κατακλυσμοῦ, ὥσπερ ἡ αὐτοῦ Μωσέως περιέχει γραφή (δεῖ δέ που, ὡς οἶμαι, μὴ ἄλλοθεν ἢ πάλιν οἴκοθεν τὰ Ἑβραίων πάτρια διασκοπεῖσθαι, ἐπεὶ καὶ τὰ Αἰγύπτια παρ’ Αἰγυπτίων καὶ τὰ Φοινίκων παρὰ τῶν οἰκείων ἐμανθάνομεν, ὡς αὖ πάλιν τὰ Ἑλλήνων παρὰ τῶν ἐν τούτοις διαφανῶν τά τε φιλοσόφων παρὰ τῶν φιλοσόφων, ἀλλ’ οὐ παρὰ τῶν ἀπείρων φιλοσοφίας· πόθεν δὲ ἄλλοθεν προσήκοι ἂν καὶ τὰ ἰατρικῆς ἢ παρὰ τῶν ἐπιστημόνων πυνθάνεσθαι; οὕτω δὴ κατὰ τὸ ἀκόλουθον ἡγοῦμαι δεῖν καὶ τὰ Ἑβραίων ἐκ τῶν παρ’ Ἑβραίοις λογίων, ἀλλὰ μὴ ἄλλοθέν ποθεν ἀποδέχεσθαι)· ὥσπερ οὖν ὁ παρὰ τούτοις κατέχει λόγος, ἄνωθεν πρὸ τοῦ κατακλυσμοῦ ἐκ πρώτης ἀνθρώπων γενέσεως καὶ εἰς τὰς ἑξῆς διαδοχὰς θεοφιλεῖς τινες ἄνδρες γεγόνασι καὶ δίκαιοι πλείους· ὧν ὁ μὲν ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ· τοῦτο δὲ δηλοῖ τὸ μηδένα πλὴν τῶν ἁπάντων τὸν δημιουργὸν δεσπότην ὁμοῦ καὶ θεὸν τῶν ὅλων ἐπιγρά-ψασθαι. πεπεῖσθαι γὰρ αὐτὸν οὐ μόνον ποιητικῇ δυνάμει εὖ καὶ ἐν κόσμῳ τὸ πᾶν διατεθεικέναι, ἀλλὰ καὶ δεσπότου δίκην, ὡς ἂν μεγάλης πόλεως, τοῦ σύμπαντος κυριεύειν οἰκονομεῖν τε καὶ οἰκοδεσποτεῖν ὁμοῦ καὶ κύριον ὄντα καὶ βασιλέα καὶ θεόν. οὗ τὴν ὡς κυρίου καὶ θεοῦ ἔννοιάν τε καὶ
PG 21:513προσηγορίαν πρῶτος ὁ δηλούμενος θεοφιλὴς ἐν νῷ βαλόμενος, ἀντὶ πάσης ὑπάρξεως καὶ προσηγορίας καὶ περιουσίας, μᾶλλον δὲ ἀντὶ παντὸς ἀγαθοῦ ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τοῦτον ἑαυτῷ θη-σαυρὸν ἀγαθῶν ψυχῆς τε ὁμοῦ καὶ σώματος πεπορισμένος. παρ’ ὃ καὶ πρῶτος ἀληθὴς ἄνθρωπος χρηματίσαι παρ’ Ἑβραίοις ἀναγέγραπται. κέ-κληται δ’ οὖν Ἐνώς, ὅπερ ἐστὶν ἀληθὴς ἄνθρωπος, εὐθυβόλῳ προσωνυμίᾳ. οὐδὲ γὰρ ἄλλον φασὶν ἀληθῆ προσήκειν ἡγεῖσθαι καὶ ὀνομάζειν ἄνθρωπον ἢ τὸν θεοῦ γνώσεως καὶ εὐσεβείας ἐπήβολον, τὸν ἀληθῶς γνωστικὸν ὁμοῦ καὶ εὐσεβῆ· ὅτι δὴ τοὺς μὴ τοιούτους, θρεμμάτων δὲ κατ’ οὐδὲν ἀλό-γων διαφέροντας, οἷα ἐπὶ γαστέρα καὶ ἡδονὴν πρηνεῖς καταβεβλημένους, θῆρας μᾶλλον ἢ ἀνθρώπους ἡ Ἑβραίων ἀποκαλεῖν διδάσκει γραφή, κυριο-λεκτεῖν εἰθισμένη τὰς προσηγορίας. παρ’ ὃ τοὺς τοιούσδε τοτὲ μὲν λύκους καὶ κύνας, τοτὲ δὲ σύας φορυτῷ χρωμένους καὶ χαίροντας, καὶ πάλιν ἑρπετὰ καὶ ὄφεις, τοῖς τῆς κακίας πολυτρόποις ἐμφερῶς εἴδεσι, προσαγορεύειν εἴωθεν. εἰ δὲ καί ποτε τὸν κοινὸν καὶ πολὺν ἄνθρωπον καὶ τὸ γένος αὐτὸ χρεὼν διασημῆναι, πάλιν οἰκείᾳ καὶ προσφυεῖ χρωμένη προσηγορίᾳ τὸν πάντα ἄνθρωπον τῇ τοῦ Ἀδὰμ ἐπωνυμίᾳ σημαίνει, ὅτι δὴ τοῦτο τῷ προγόνῳ καὶ πάντων ἀνθρώπων προπάτορι κύριον εἶναι καὶ προσφυὲς ὄνομα, τὸν γη-γενῆ δηλοῦν κατὰ τὴν εἰς Ἑλλάδα φωνὴν μετάληψιν, ὑποφαίνει. ὅ γέ τοι Ἐνὼς πρῶτος θεοφιλῶν παρ’ Ἑβραίοις ἱστόρηται, ἐπεὶ πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τὸ κατὰ ψυχὴν παριστὰς λογικὸν ὄντως καὶ γνωστικὸν καὶ τῆς περὶ τὸ θεῖον εὐσεβείας ἐπιστημονικόν· ὧν τὸ μὲν πρῶτον θεογνωσίας ἀληθοῦς, τὸ δὲ δεύτερον τῆς εἰς τὸν ἐπιγνω-σθέντα θεὸν ἐλπίδος γένοιτ’ ἂν ἀποδεικτικόν. τὸ γὰρ μὴ παραμελεῖν μηδ’ ἐν δευτέρῳ τίθεσθαι τὰ τῆς θείας ἐπιγνώσεως, ἀεὶ δὲ καὶ διὰ παντὸς ἐλπίζειν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τὸ μὲν ὡς οἰκετῶν δεσπότου, τὸ δ’ ὡς ἵλεω καὶ ἀγαθοῦ πατρός, τοῦτ’ ἂν εἴη τὸ πάντων τρισμακάριον τέλος. τοιόσδε μὲν οὖν ὁ παρ’ Ἑβραίοις εἰσῆκται πρῶτος καὶ ἀληθὴς ἄνθρωπος, οὐχ ὁ γηγενὴς ἐπίκλην Ἀδὰμ δι’ ἐντολῆς θεοῦ παράβασιν τῆς τῶν κρειττόνων ἀποπεσὼν λήξεως, ἀλλ’ ὁ θεοφιλῶν πρώτιστος, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ. κρίναντες δὴ καὶ αὐτοὶ λογισμῷ σώφρονι τὸν τοιόνδε ζηλοῦν ἠγαπήσαμεν, καὶ ἀπεδεξάμεθα ὡς λυσιτελῆ καὶ ὠφελιμωτάτην ἡμῖν τὴν τοῦ λόγου διήγησιν, εὐχὴν θέμενοι κατ’ ἴσα τῇ τοῦ δηλωθέντος εἰκόνι τὸ ὄνομα τοῦ τῶν ἁπάντων δημιουργοῦ τε καὶ δεσπότου μετὰ βεβαίας καὶ ἀγαθῆς ἐλπίδος ἐπικαλεῖσθαι. ἀλλὰ γὰρ μετὰ τὸν εἰρημένον ἄλλος εὐηρέστησε τῷ κυρίῳ καὶ οὐχ ηὑρίσκετο, ὥς φησι Μωσῆς, διότι μετέθηκεν αὐτὸν ὁ θεὸς δι’ ἄκραν ἀρετῆς τελείωσιν. δυσεύρετος γὰρ ὅ γε σοφὸς ἀληθῶς. οὗτος δ’ ἂν εἴη ὁ ἐν θεῷ τέλειος, ὁ τῆς τῶν πολλῶν διατριβῆς μετατεθειμέ-νος. ὁ γὰρ μὴ τοιοῦτος ἀγορὰς καὶ δικαστήρια καπηλείας τε καὶ ἐμπορίας καὶ τὸν πολὺν ὄχλον μεταδιώκων, ὠθούμενός τε καὶ ὠθῶν, μέσος ἐν αὐτῷ κακίας βυθῷ καταπίνεται· ὁ δ’ ὑπὸ θεοῦ ληφθεὶς καὶ τῶν τῇδε ἐκεῖσε μετατεθειμένος ἀφανὴς μὲν καὶ ἀνεύρετος ἀνθρώποις, θεῷ δὲ φίλος γεγονὼς ὑπὸ θεοῦ εὕρηται. τοῦτον Ἐνὼχ Ἑβραίοις ὀνομάζειν φίλον· χάριν δὲ θεοῦ ση-μαίνοι ἂν τοὔνομα. καὶ ταύτης τοιγαροῦν ὡς ἀγαθῆς εἰκόνος τὸν βίον ζη-λοῦν μακάριον εἶναι ἡγησάμεθα. τρίτος μετὰ τούτους πάλιν ἄλλος ἄνθρωπος δίκαιος πεφηνὼς ὁ Νῶε ἐν τῇ γενεᾷ αὐτοῦ μεμαρτύρηται. τεκμήρια δὲ καὶ τῆς τούτου δικαιοσύνης εἴη ἂν τάδε· πολὺς αὐχμὸς καὶ γνό-φος ἀλέκτου κακίας τὸ πάντων ἀνθρώπων κατειλήφει γένος οἵ τε πάντων ἀνὰ στόμα θρυλούμενοι γίγαντες τὰς εἰς δεῦρο βοωμένας θεομαχίας ἀθέοις καὶ δυσσεβέσιν ἐγχειρήμασιν ἀπειργάζοντο· ἤδη δὲ καὶ οἱ τῆς τούτων γενέσεως αἴτιοι, εἴτε τινὸς κρείττονος μοίρας ἢ κατὰ θνητῶν φύσιν ὑπάρξαντες εἴθ’ ὁπωσοῦν κατεσκευασμένοι, τῆς ἐν ἀνθρώποις περιέργου διδασκαλίας ἀπάρ-ξαντες γοητείας καὶ τῆς ἄλλης κακοτρόπου μαγγανείας ἐπιτεχνήματα λέ-γονται παραδοῦναι τῷ βίῳ, ὥστε πᾶν τὸ ἀνθρώπειον γένος μιᾶς ὑπὸ ψῆφον γενέσθαι παρὰ θεῷ δίκης. καὶ δὴ πάντων ἑνὶ νεύματι διαφθείρεσθαι μελλόντων, μόνος εἷς οὗτος ὁ νῦν ἡμῖν δηλούμενος δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ σὺν καὶ τοῖς οἰκείοις εὕρηται. πάντων δῆτα τῶν ἐπὶ γῆς κατακλυσμῷ διολ-λυμένων καὶ τῆς γῆς αὐτῆς ὑδάτων ἀθρόᾳ πλημμύρᾳ τῶν προτέρων κακῶν ἀποκαθαιρομένης ὁ θεοφιλὴς σὺν παισὶν ἅμα καὶ γυναιξὶ τῷ μετὰ ταῦτα βίῳ ζώπυρον σπέρμα παραδοξότατα πρὸς τοῦ θεοῦ τετήρηται. γένοιτο δ’ ἂν καὶ οὗτος ἀρχέτυπος εἰκὼν ζῶσα καὶ ἔμψυχος τοῖς ἐξ αὐτοῦ γεγενημένοις ὑπόδειγμα τρόπου θεοφιλοῦς παρεσχημένος. Καὶ οἱ μὲν πρὸ τοῦ κατακλυσμοῦ τοιοίδε· οἱ δὲ μετὰ τοῦτον ἐπ’ εὐσε-βείᾳ διαπρεπεῖς ἄλλοι πάλιν, ὧν τὴν μνήμην τὰ ἱερὰ διασῴζει λόγια. τούτων τις ἱερεὺς ἀνείρηται τοῦ ὑψίστου θεοῦ, βασιλεὺς δίκαιος τῇ Ἑβραίων προση-γορίᾳ χρηματίσας. τούτοις δὴ πᾶσιν οὐδὲ εἷς σώματος περιτομῆς λόγος ἦν, ἀλλ’ οὐδὲ τῶν Μωσέως Ἰουδαϊκῶν παραγγελμάτων· διόπερ αὐτοὺς οὐδὲ Ἰουδαίους φάναι δίκαιον οὐδέ γε Ἕλληνας, ὅτι μηδὲ πλείους θεοὺς ὁμοίως Ἕλλησιν ἢ τοῖς λοιποῖς ἔθνεσιν ἡγοῦντο. Ἑβραῖοι δ’ ἂν κυριώτερον ἐπικληθεῖεν, ἤτοι παρὰ τὸν Ἕβερ ἢ καὶ μᾶλλον παρὰ τὴν ἑρμηνείαν τῆς προσηγορίας. περατικοὶ γάρ τινες ἑρμηνεύονται, τὴν ἀπὸ τῶν τῇδε ἐπὶ τὴν τοῦ τῶν ὅλων θεοῦ διάβασίν τε καὶ θεωρίαν στειλάμενοι. φυσικοῖς γάρ τοι λογισμοῖς καὶ νόμοις ἀγράφοις τὴν ὀρθὴν τῆς ἀρετῆς διευθύναντες πορείαν καὶ πέραν τῶν σαρκὸς ἡδονῶν ἐπὶ τὸν πάνσοφον καὶ θεοσεβῆ βίον διαβεβηκότες ἀναγράφονται. ἐν δὴ τούτοις ἡμῖν ἅπασι καὶ ὁ βοώμενος τοῦ παντὸς ἔθνους γενάρχης Ἁβραὰμ κατηριθμήσθω, ᾧ μαρτυρεῖ τὰ λόγια δικαιοσύνην, οὐ τὴν ἐκ νόμου πάλιν Μωσέως, ὅτι μηδὲ ἦν πω τότε (μετὰ γοῦν τὸν Ἁβραὰμ ἑβδόμῃ γενεᾷ Μωσῆς ἀναπέφηνε), πλὴν ἀλλὰ καὶ οὗτος δίκαιος καὶ εὐσεβής, εἰ καί τις ἄλλος, ἀνείρηται, τοῖς ἄνωθεν δεδηλωμένοις παραπλησίως. λέγει δ’ οὖν ἡ γραφή· Καὶ ἐπίστευσεν Ἁβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. πατέρα δὴ πολλῶν ἐθνῶν ὁ θεῖος χρησμὸς τοῦτον ἔσε-σθαι προαγορεύει διαρρήδην τε εὐλογηθήσεσθαι ἐν αὐτῷ φησι πάντα τὰ ἔθνη τῆς γῆς καὶ πάσας τὰς φυλάς, ἄντικρυς τὰ νῦν καθ’ ἡμᾶς συντε-λούμενα θεσπίζων. ἀλλ’ ὅ γε Ἁβραὰμ ἐκεῖνος μετὰ τὴν ἐν δικαιοσύνῃ τελείωσιν οὐ διὰ τοῦ Μωσέως νόμου, διὰ δὲ πίστεως κατωρθωμένην αὐτῷ μετά τε τὰς ἀναγράπτους θεοφανείας ἐπ’ αὐτῷ γήρᾳ μέλλων γνησίου παιδὸς χρηματίζειν πατὴρ πρῶτος ἁπάντων κατὰ χρησμὸν τὸ σῶμα περιτέμνεται, τοῦτο καὶ τοῖς ἐξ αὐτοῦ γινομένοις ἐπιτελεῖν παραδούς, εἴτε εἰς ἐμφανῆ σημείω-σιν τῆς τῶν ἐξ αὐτοῦ παίδων πολυπληθείας εἴτε καὶ ὡς ἔχοιεν οἱ παῖδες πάτριον γνώρισμα, ἤτοι βιοῦντες κατὰ τὸν τῶν προγόνων ζῆλον ἢ τῆς ἐκεί-νων ἀρετῆς ἀπολειπόμενοι, εἴτε καθ’ ἑτέρας οἱασδηποτοῦν αἰτίας, ἃς οὐ νῦν σχολὴ πολυπραγμονεῖν. τοιόσδε μὲν οὖν καὶ οὗτος ἡμεῖς τε καὶ τοῦτον μετὰ τῶν ἄλλων ἀπομιμεῖσθαι καὶ ζηλοῦν εὐχόμεθα. μετὰ δὲ τὸν Ἁβραὰμ Ἰσαὰκ τῆς πατρῴας ὁμοῦ θεογνωσίας τε καὶ θεοφιλείας διάδοχος ἀναδεί-κνυται, κλήρων ἁπάντων τοῦτον κάλλιστόν τε καὶ τρισμακάριον τοῦ πατρὸς
ΚΕΦΑΛΑΙΟΝ Δ'. Όπως ἐφρόνουν περὶ ἀθανασίας ψυχῆς, καὶ περὶ τῆς τῶν σωμάτων οὐσίας. Κάπειτα μέρος οὐ μικρὸν τοῦ παντὸς σφᾶς αὐτοὺς εἶναι συναισθόμενοι, τὸ μέντοι « αὐτῶν τίμιον εἶναι ἡγήσαντος τοῦτο δὲ καὶ τὸν ἀληθῆ ἄνθρωπον, τὸν κατὰ ψυχὴν νενοημένον· τὸ δὲ τούτου χώραν περιβο- τῆς ἐπέχον· τοῦτο δὲ εἶναι τὸ σώμα. Καὶ δὴ τοῦτον διελόμενοι τὸν τρόπον, τὴν πᾶσαν περὶ τῆς τοῦ ἔνδον ἀνθρώπου ζωῆς φροντίδα καὶ σπουδήν εἰσηνέγκαντο. Τοῦτο δὲ παρὰ τῷ πάντων δημιουργῷ Θεῷ προσφι λὲς εἶναι λογισάμενοι, ὅς που τὴν ἀνθρώπων φύσιν τῶν ἐπὶ γῆς ἁπάντων κρατεῖν, οὐ ῥώμῃ σώματος, ὡς ἀρετῇ ψυχῆς ἐδωρήσατο (τὰ μὲν γὰρ τῶν ὄντων εἶ και άψυχα, οἷα λίθους καὶ ξύλα· τὰ δὲ ζωτικῆς δυνά- μεως μέτοχα, οἷα τὰ ἀπὸ γῆς βλαστήματα· τὰ δὲ αἰ σθήσεως, ὁρμῆς τε φανταστικῆς μεμοιραμένα, οἷα ζώων τὰ ἄλογα· πάντα δὲ ταῦτα ἑνὶ τῷ τῶν ἀνθρώ- των γένει πρὸς ὑπηρεσίαν δουλοῦσθαι, οὐ ῥώμῃ σώ- ματος καὶ ἰσχύϊ κατηναγκασμένα, λογισμῷ δὲ καὶ ψυχῆς ἀρετῇ, ᾗ τὸ κατὰ πάντων τῶν ἐπὶ γῆς ἀρχι κόν τε καὶ βασιλικόν γέρας, ἄνωθεν παρὰ τοῦ τῶν ὅλων αἰτίου συγκεχωρῆσθαι κατειλήφασιν)· ἔνθεν όρ- μώμενοι, σῶμα μὲν καὶ τὰ σωμάτων ἡδέα οὐδέν τι μᾶλλον τῶν ἄλλων ἐπὶ γῆς θρεμμάτων προτιμᾷν δι ενήθησαν· τὸ δ' ἐν αὐτοῖς ἄρχον, ὡς ἂν τοῦ πάντων ἄρχοντος οἰκεῖον, καὶ τῆς ψυχῆς τὸ λογικόν τε καὶ νερόν, θεῖόν τε καὶ ἐπιστημονικὸν, ὡς ἂν τοῦ ἐπὶ πάντων Θεοῦ τὴν ὁμοίωσιν φέρον, μόνον διὰ σπουδῆς ἔσχον. Εἶτα μηδ' ἄλλο τι ἐνθυμηθέντες ἀγαθὸν εἶναι τοῦ πάντων ἀγαθῶν χορηγοῦ Θεοῦ, τέλος ἁπάσης εὐ- δαιμονίας τὴν αὐτοῦ γνῶσιν τε καὶ φιλίαν εἶναι ἀπὸ εφήναντο· ὅτι καὶ αὐτῆς ζωῆς, καὶ ψυχῆς, καὶ σώμα- τος, καὶ τῶν τούτοις ἀναγκαίων μόνος αὐτὸς ἀνα ἧσται τὴν αἰτίαν. Τούτῳ δὴ οὖν σφᾶς ὅλους αὐτῷ σώ ματι και ψυχῇ φέροντες, ἀνατεθείκασι, τὸν πάντα αὐτῶν βίον ἐπ' αὐτὸν ἀναρτησάμενοι, καὶ μόνῳ προσ- έχειν, ἄλλῳ δὲ μηδενὶ τῶν ὁρωμένων ἀξιώσαντες. (ὕτω δὴ φιλόθεοι ὁμοῦ καὶ θεοφιλεῖς ἀναφανέντες, θεραπευταί τινες ὄντες (62) καὶ ἱερεῖς τοῦ ὑψίστου Θεοῦ ἀπεφάνθησαν, ἢ καὶ ι γένος ἱερὸν (65) καὶ βα- σιλικόν, ἱεράτευμά τε Θεοῦ, καὶ ἔθνος ἅγιον, προσ αγορευθῆναι ἠξιώθησαν, σπέρμα τῆς ἀληθοῦς ταύ τῆς εὐσεβείας καὶ τοῖς ὀψιγόνοις αὐτῶν ἀπολελοιπό τες. ᾿Αρ' οὖν λογισμῷ σοι δοκοῦμεν τούσδε τῶν Ελ- ληνικῶν προτετιμηκέναι, καὶ μᾶλλον τῶν Φοινίκων τε καὶ Αἰγυπτίων θεῶν, τῶν τε περὶ τοὺς θεοὺς δυσφή- μων ἀτοπημάτων, τὰς παρ᾽ Ἑβραίοις περὶ εὐσεβῶν ἀνδρῶν διηγήσεις ἀποδέξασθαι ; ε ἴσ. μέν τι. PRÆPAR. EVANG. LIB. VII. molitorem, quem purgata mente, atque illuminatis animi oculis, in tanta rerum creatarum magnitu- dine ac specie agnoscebant, justa sunt veneratione prosecuti. CAPUT IV. Quid iidem partim de anima immortalitate, partim B D de corporis natura senserint. Deinde vero, cum iidem sese quoque partem esse universi non exiguam sentirent, e duabus sui par- tibus alteram (quem verum ipsi, quique non nisi animo cognosci possit, liominem appellabant) in pretio habendam putaverunt: alteram, nempe cor- pus, quoddam quasi septum esse, quo inclusus ille teneatur. Atque hoc discrimine constituto, in comi- ponenda hominis interioris vita, curam illi deinceps omnem studiumque posuere. Quod ipsi cum Deo rerum omnium architecto vehementer probari co- gnoscerent, a quo id muneris homo acceperat, ut iis quæ terrarum ambitu continentur, omnibus, non robore corporis, sed anini facultate imperaret. (Nam e rebus, inanimas alias esse, ut lapides atque ligna ; vim aliis inesse vitalem, ut omnibus terra germinibus : alias sentiendi facultate præditas, oblata extrinsecus impulsione commoveri, ut ani- mantes ratione privatas : atque hæc omnia generis hominum unius obsequio, necessitate quadam man- ripari, quam non robur viresque corporis, sed ra- tio atque animi virtus afferat: cui proinde regium quoddam in terrena omnia ditionis et imperii jus ab rerum universarum auctore cœlitus concessum esse perviderunt.) Hac illi cogitatione adducti, cor- pus corporumque delicias, loco non alio, quam cæterarum terræ pecudum genus, habendas esse censuerunt: quanı vero sui partem imperio dona- tam agnoscebant, utpote cognatione aliqua summo rerum omnium imperatori conjunctam, ipsam- que animi ratione intelligentiaque præditam, imo divinam quamdam, ac doctrinæ sedem simul parente:nque facultatem, quod summi Nu- minis expressam ferret imaginem, omni unam diligentia studioque coluerunt. Deinde, quod præter bonorum omnium fontem auctoremquo Deum, aliud prorsus intelligerent boni esse nihil, quodque unus ipse aptas ex sese vitæ, animi, cor- poris, quæque illis necessaria sunt, causas om nium et rationes haberet, felicitatis universæ finem, ejus in unius partim cognitione, partim amore po- suerunt. Ita cum vitam instituerent, ex una ejus vo- luntate nutuque suspensamn, eique soli, rerum præterea quæ videntur nulli, adjungendos sese ad- dicendosque statuerent, eidem sese totos corpore simul atque animo consecrarunt. Atque ita cum et Deum maxime diligerent, et vicissim ab eo dili- ge entur, summi Numinis cultores vere ac sacerdotes effecti sunt, imo, genus electum ac regale, Deique sacerdotium, et gens sancta ", merito sunt nuncupati, veræ hujus pietatis semine suos etiam in posteros nepotesque transfuso. Num ergo tibi jam id a nobis consilii cum ratione susceptum vi- Petr. 11, 9. c C (62) Όντες. Alter ex manuscr., ὄντως, recte. (63) Γένος ιερόν. Idem manuscr., γένος ἐκλεκτόν, ut in Græc. et Vulgat. Bibl.
PG 21:517διαδεδεγμένος. μιᾷ τοῦτον γαμετῇ τὰ θεῖά φησι λόγια συνελθόντα μιᾷ χρήσασθαι παιδοποιίᾳ· καθ’ ἣν διδύμου γονῆς ἀποδειχθεὶς πατὴρ εἰς τοῦτο περιγράψαι τὴν πρὸς τὴν γαμετὴν ὁμιλίαν ὑπερβολῇ σωφροσύνης λέγεται. ἐνταῦθά σοι καὶ Ἰακώβ, ὁ καὶ Ἰσραήλ, εἰσήχθω, διώνυμός τις γεγονὼς ἀνὴρ παρὰ τὴν τῶν οἰκείων ἀρετῶν διαλλάττουσαν προκοπήν. ὅτε μὲν οὖν ἐγγυμναζόμενος τοῖς πρακτικοῖς ἤθεσί τε καὶ βίοις τῶν ὑπὲρ εὐσεβείας πόνων ἀπεπειρᾶτο, Ἰακὼβ αὐτῷ ὄνομα ἦν, ἀσκητὴν δὲ καὶ ἀθλητὴν ἡ προσηγορία δηλοῖ ἐπὶ τὴν Ἑλλάδα μεταληφθεῖσα φωνήν· ὅτε δὲ λοιπὸν τὰ νικητήρια κατὰ τῶν ἀντιπάλων ἀπολαβὼν στέφεται ἤδη τε τῶν κατὰ θεωρίαν ἀγαθῶν ἀπολαύει, τηνικαῦτα αὐτῷ καὶ τοὔνομα μεταβάλλει ὁ χρη-ματίζων θεός, ὁμοῦ καὶ θεοπτίας αὐτὸν ἀξιῶν καὶ τῶν θειοτέρων γερῶν τε καὶ τιμῶν τὰς ἀμοιβὰς διὰ τῆς προσηγορίας δωρούμενος. λέγει δ’ οὖν πρὸς αὐτὸν ὁ χρησμός· Οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός, τὸν ὁρατικὸν ἄνδρα καὶ θεωρητικὸν τοῦ Ἰσραὴλ ὑποφαίνοντος· ἐπεὶ καὶ τοὔνομα μεταβληθὲν σημαίνει ἄνθρωπον ὁρῶντα θεόν. τοιόσδε μὲν οὖν καὶ οὗτος ἐξ οὗ τὸ δωδεκάφυλον τοῦ Ἰουδαίων ἔθνους ὑπέστη γένος. μυρία δ’ ἂν λεχθείη περὶ τοῦ βίου τῶν ἀνδρῶν καὶ τῆς φιλοσόφου καρτερίας τε αὐτῶν καὶ ἀσκήσεως, τὰ μὲν πρὸς λέξιν θεωρούμενα, τὰ δὲ καὶ δι’ ὑπο-νοιῶν ἀλληγορούμενα· περὶ ὧν εἴρηται μὲν καὶ ἄλλοις, ἀτὰρ καὶ ἡμῖν ἐν οἷς ἐπραγματευσάμεθα Περὶ τῆς τῶν παλαιῶν ἀνδρῶν πολυπαιδίας. τοιοίδε μὲν οὖν καὶ οὗτοι. Ἔχω σοι παρ’ αὐτοὺς καὶ ἄλλον εἰπεῖν, Ἰὼβ ὄνομα τῷ ἀνδρί, ὃν τὰ ἱερὰ γεγονέναι μαρτυρεῖ λόγια ἄνθρωπον ἄμεμπτον, ἀληθινόν, δίκαιον, θεοσεβῆ, ἀπεχόμενον ἀπὸ παντὸς πονηροῦ πράγματος. οὗτός γέ τοι οὐδὲν προσήκων τῷ Ἰουδαίων γένει ἐπὶ πᾶσι τοῖς τῆς εὐσεβείας κατορθώμασι μεμαρτύρηται. οἵ γε μὴν τοῦ Ἰακὼβ παῖδες τὴν πάτριον θεογνωσίαν τε καὶ εὐσέβειαν διὰ σπουδῆς πεποιημένοι τὴν τῶν ἀνέκαθεν Ἑβραίων φή-μην ἐπὶ μέγα δόξης προῆγον, ὥστε ἤδη καὶ πάσης Αἰγύπτου τὴν ἀρχὴν ἀνάψασθαι. ὁ γάρ τοι Ἰωσὴφ τοῖς σωφροσύνης προαναστεφθεὶς βρα-βείοις κἄπειτα τὴν Αἰγυπτίων ἀναδησάμενος ἡγεμονίαν, τὸν θεοφιλῆ τῶν Ἑβραίων διέδειξε τρόπον, ὃν καὶ αὐτὸν ζηλοῦν δι’ εὐχῆς πεποιήμεθα, δοῦλον [γὰρ] αὐτὸν ἐξ οἰκείων ἐπιβουλῆς γεγενημένον καὶ δοῦλον Αἰγυπτίου ἀνδρός. τὰ μὲν [γὰρ] ἄλλα ὅσα εἰς ὡραιότητα καὶ ῥώμην σώ-ματος αὐτῷ καὶ εὐμορφίαν ηὐτύχητο παρήσειν μοι δοκῶ, εἰ καὶ τὰ λόγια κάλλους αὐτὸν ὥρᾳ διενεγκεῖν πάντας ἀναγράφει· τὰ δὲ περὶ ψυχῆς πῶς ἄν τις διαγράψειε, κατ’ ἀξίαν τῆς τοῦ ἀνδρὸς ἀρετῆς τὸν ἔπαινον διελθεῖν προῃρη-μένος; φύσει μὲν αὐτῷ παρεῖναι λόγος τὸ ἐλευθέριον γνώρισμα τοῦ τε τρόπου τὸ εὐγενὲς ἐπανθοῦν τῷ προσώπῳ· τοῖς δὲ εὐσεβείας διαπρέπουσι κόσμοις διαφερόντως ἐξήσκητο, ὡς ἐν σωφροσύνῃ καὶ δικαιοσύνῃ φρονήσει τε καὶ ἀνδρείᾳ τὴν ψυχὴν ἐκλάμπειν καὶ πολὺ πρότερον ἐν ἐπιγνώσει καὶ εὐσεβείᾳ τοῦ τῶν ἁπάντων θεοῦ, ἣν οἱ γεννήσαντες ἐκ σπαργάνων λέγονται αὐτοῦ τῇ ψυχῇ καταβεβληκέναι. ἐπιμανείσῃ δ’ οὖν αὐτῷ τῇ τοῦ δεσπότου γαμετῇ εἰς ἀκολάστους τε καὶ ἐρωτικὰς ὁμιλίας ἅτε νέον τὸ σῶμα κατασύ-ρειν πειρωμένῃ καὶ πρῶτα μὲν λόγοις ἀπατᾶν αὐτὸν ἐπιχειρούσῃ, εἶτα δὲ ἱκεσίαις ἀντιβολούσῃ καὶ τέλος βιαιότερον χεῖρας ἐπάγειν τολμώσῃ ἀναι-δέσι τε ἤδη καὶ ἀναισχύντοις περιπλοκαῖς χρωμένῃ τῆς τῶν πατέρων εὐσε-βοῦς διδασκαλίας ὁ ἥρως τὴν μνήμην ἀναπεμπασάμενος καὶ τὸν θεοσεβῆ καὶ ἀληθῶς Ἑβραῖον ἔργοις ὁμοῦ καὶ λόγοις ἀποδείξας τὸ μὲν αἰσχρὸν καὶ ἀκόλαστον γύναιον διασείεται, κραταιοτέρᾳ τῇ χειρὶ παραλλάξας, ὥσπερ δέ τινος δεινοῦ καὶ λελυττηκότος θηρὸς ἀποδρὰς φυγῇ τὴν σωτηρίαν πορίζεται. κἄπειτα αὐτὸς πρὸς ἑαυτὸν σώφρονι λογισμῷ τοιάδε ἐπι-λογίζεται καί φησιν· Εἰ ὁ κύριός μου δι’ ἐμὲ οὐδὲν γινώσκει ἐν τῷ οἴκῳ αὐτοῦ καὶ πάντα ὅσα ἐστὶν αὐτῷ δέδωκεν εἰς τὰς χεῖράς μου, καὶ πῶς ποιήσω τὸ πονηρὸν ῥῆμα τὸ μέγα τοῦτο καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ θεοῦ; ἐφ’ οἷς οἷα νικηφόρον τοῖς ἀρετῆς βραβείοις ἀναστέψας αὐτὸν ὁ τῶν ὅλων θεὸς τὴν κατὰ τῶν δεσποτῶν αὐτῷ καὶ αὐτῆς Αἰγύπτου βασιλείαν τε καὶ ἡγεμο-νίαν παραδίδωσι· πλὴν ἀλλὰ καὶ οὗτος Ἑβραῖος ἐξ Ἑβραίων, οὐχὶ δὲ Ἰου-δαῖος, ὅτι μηδὲ ἦν πω τὰ Ἰουδαίων, ἐν τοῖς μάλιστα θεοφιλέσι καὶ τρισμα-καρίοις ἀνείληπται. Μετὰ δὲ τοὺς εἰρημένους Ἑβραίους, ἐπειδὴ εἰς πολυανθρωπίαν ἐπεδί-δου τὸ τῶν ἀπογόνων γένος ἤδη τε καὶ τὸ Ἰουδαίων ἐξ αὐτῶν ἔθνος συν-ειστήκει ἐπλεόναζόν τε ὁσημέραι καὶ ἐπλήθυνον, τὰ μὲν τῆς εὐσεβοῦς ἀγω-γῆς τῶν πρόπαλαι θεοφιλῶν προπατόρων κατὰ σμικρὸν αὐτοῖς ἐξησθένει καὶ ἀπημβλύνετο, τὰ δὲ τῆς παρ’ Αἰγυπτίοις διατριβῆς τοσοῦτον τῆς τῶν δηλου-μένων κατίσχυε πληθύος ὡς τῆς μὲν πατρίου ἀρετῆς εἰς λήθην ἐλθεῖν, τῇ δὲ παρ’ Αἰγυπτίοις ὁμοιοτροπίᾳ τοὺς βίους περιενεχθῆναι, ὡς κατὰ μηδὲν Αἰγυπτίων τὸν τρόπον διαφέρειν δοκεῖν. ἐνταῦθα δῆτα αὐτοῖς τοιοῖσδε ἀποτελεσθεῖσιν ὁ τῶν προπατόρων θεὸς ἡγεμόνα καὶ νομοθέτην ἐκπέμπει Μωσέα, τὰς διὰ χρησμῶν τῶν πρὸς τοὺς προγόνους αὐτῶν πιστούμενος ἐπαγ-γελίας· κἄπειτα διὰ Μωσέως τὰ ἀνάγραπτα θαύματα καὶ τὰς παραδόξους θεοσημείας ἐπιτελέσας τὸν ἁρμόδιον τοῖς τῶν ἀκροωμένων ἤθεσι προβάλ-λεται νόμον· οὐχ οἵοις τε γοῦν οὖσι δι’ ἀβελτερίαν τρόπου τὴν πάτριον ζη-λοῦν ἀρετήν, οἷα δὴ τὰς ψυχὰς ἐμπαθέσι καὶ νενοσηλευμένοις τὴν κατάλ-ληλον παρεδίδου πολιτείαν, τὰ μὲν προφανῶς ἐκ τοῦ προδήλου διαταττόμενος, τὰ δὲ δι’ ὑπονοιῶν αἰνιττόμενος σύμβολά τε καὶ σκιάς, ἀλλ’ οὐ γυμνὴν ἀλή-θειαν φυλάττειν αὐτοῖς καὶ περιέπειν ὑποθέμενος. καὶ δὴ τὸ Ἰουδαίων πολίτευμα ἐντεῦθέν ποθεν ἀπὸ Μωσέως ἀρξάμενον μέχρι καὶ τῆς τοῦ σω-τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας ταῖς τῶν οἰκείων προφητῶν ἀκολούθως φωναῖς διαρκεῖ, ὅτι δὴ καὶ τοῦτο Μωσέως ἦν αὐτοῦ καὶ τῶν μετέπειτα προφητῶν θέσπισμα, μὴ πρότερον ἐκλιπεῖν τὰ Μωσέως νόμιμά τε καὶ διατάγματα ἢ τὰ τοῦ Χριστοῦ φανῆναι, τὰ τῆς καινῆς δηλαδὴ διαθήκης τῆς διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσι τοῖς ἔθνεσι κατηγγελμένης· ἃ καὶ ὧδε τέ-λους ἔτυχεν, ᾗ καὶ ἀναπεφώνηται. Ἀλλ’ ἐπειδὴ τὸν τῶν πρὸ Μωσέως Ἑβραίων βίον ἐν ὀλίγῳ διεληλύ-θαμεν καὶ τόν γε τῆς κατ’ αὐτοὺς εὐσεβείας χαρακτῆρα παρεστήσαμεν, ὥρα καὶ τὸν δογματικὸν αὐτῶν τρόπον ἀπό τε τῆς Μωσέως γραφῆς καὶ τῶν μετ’ αὐτὸν προφητῶν ἐπισκέψασθαι. ι. ΠΕΡΙ ΤΩΝ ΠΑΡ’ ΕΒΡΑΙΟΙΣ ΔΟΓΜΑΤΙΚΩΝ ΘΕΩΡΗΜΑΤΩΝ Πρῶτος δ’ οὖν ἁπάντων αὐτὸς ἐκεῖνος ὁ θαυμάσιος θεολόγος τε καὶ νομοθέτης πολιτείαν εὐσεβείᾳ προσήκουσαν διὰ τῆς οἰκείας γραφῆς τῷ Ἰουδαίων ἔθνει προκαταβαλλόμενος, οὐ τοῖς κοινοῖς καὶ πεπατημένοις ᾠήθη δεῖν χρήσασθαι προοιμίοις τῶν λόγων, προλαβὼν δὲ πάντα νόμον προστακτικὸν τῶν ποιητέων καὶ τῶν οὐ ποιητέων ἀπαγορευτικὸν τάς τε δημοτελεῖς καὶ πολιτικὰς περὶ τῶν πρὸς ἀλλήλους συμβολαίων διατάξεις, ἀπὸ τῆς πατρίου θεολογίας δεῖν ᾤετο τὴν καταρχὴν ποιήσασθαι τῆς διδασκα-λίας, οὐδ’ ἑτέραν μάθησιν οἰκείαν νόμοις εὐσεβείᾳ προσήκουσιν ἡγησά-μενος ἢ τὴν ἄνωθεν ἐκ προπατόρων εἰς αὐτὸν ἥκουσαν θεολογίαν. ἄρ-χεται τοιγαροῦν ἀπὸ θεοῦ κατὰ τὰ πάτρια τῆς τῶν προγόνων Ἑβραίων
PG 21:523θεολογίας, οὐχ ᾗπερ Αἰγυπτίοις φίλον ἦν, ἀλλ’ οὐδὲ Φοίνιξιν ἢ τοῖς λοιποῖς ἔθνεσι παραπλησίως εἰς πλῆθος καταβάλλουσι τὴν σεβάσμιον προσηγορίαν θεούς τε ὁρωμένους μὲν τοὺς κατ’ οὐρανὸν φωστῆρας νομίζουσιν, ἀφανεῖς δὲ καὶ ἀοράτους ἤτοι τοὺς ἐξ ἀνθρώπων κατοιχομένους ἢ καὶ τοὺς χθο-νίους καὶ δαίμονας ἀερίους κατὰ τὰ πρόσθεν ἡμῖν ἀπεληλεγμένα. ἀλλὰ γὰρ ἀπὸ τοῦ πάντων αἰτίου ὁρατῶν τε καὶ ἀοράτων δημιουργοῦ τὴν καταρχὴν τοῦ παντὸς λόγου πεποιημένος νομοθέτην τοῦτον εἶναι διδάσκει τῆς τοῦ παντὸς συστάσεως, ὥσπερ μιᾶς τινος μεγαλοπόλεως τοῦ κόσμου βασιλέα καταστήσας. παιδεύει τοιγαροῦν ἀρχόμενος τοῦτον ἡγεῖσθαι μὴ μό-νον τῶν πρὸς αὐτοῦ σμικρὸν ὕστερον διαταχθησομένων ἀνθρώποις νόμων αὐθέντην εἶναι καὶ κύριον, ἀλλὰ καὶ τῶν ἐν τῇ φύσει τῶν ὅλων. ια. ιβ. ΠΕΡΙ ΤΗΣ ΚΑΘΟΛΟΥ ΠΡΟΝΟΙΑΣ ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΣΥΣΤΑΣΕΩΣ ΚΑΙ ΔΗΜΙΟΥΡΓΙΑΣ ΤΟΥ ΚΟΣΜΟΥ Βασιλέα γὰρ μόνον αὐτὸν καὶ νομοθέτην τῆς τοῦ σύμπαντος κόσμου διατάξεως ἐφεστάναι· νεύματι μὲν γὰρ αὐτοῦ καὶ δυνάμει τὴν τῶν ἁπάν-των οὐσίωσιν γεγονέναι, νόμοις δὲ καὶ ὅροις πάλιν αὐτοῦ ὁδῷ καὶ τάξει τὸν σύμπαντα διακυβερνᾶσθαι αἰῶνα. λόγῳ μὲν γὰρ καὶ νόμῳ θεοῦ πρῶτον ἁπάντων οὐρανὸν ἐστερεῶσθαι καὶ γῆς τὸ βαρὺ καὶ στερέμνιον παρὰ τὴν οἰκείαν φύσιν τοῖς λεπτομερεστέροις τῶν στοιχείων θαυμασίως ἐπαιωρεῖσθαι· λόγῳ δὲ καὶ νόμῳ θείῳ νυκτὸς καὶ ἡμέρας τὸν ἀμοιβαῖον ἀνακυ-κλεῖσθαι δρόμον, λόγῳ δὲ θεοῦ καὶ νόμῳ καὶ αὐτὸν ἥλιον καὶ σελήνην καὶ τὴν τῶν λοιπῶν ἀστέρων χορείαν ἐν πρέποντι κόσμῳ τὴν προσήκουσαν ἐξανύειν πορείαν, νόμῳ δὲ τοῦ παμβασιλέως τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν ἐνιαυτοῦ τε κύκλους καὶ τὰς ἐτησίους ὥρας τῇ παναρμονίῳ τοῦ παντὸς ἀποπληροῦσθαι συμφωνίᾳ, νόμῳ θεοῦ χειμῶνα μὲν ὑποχωρεῖν ἔαρι, τοῦτο δὲ ταῖς ἄγχιστα τῶν ὡρῶν τροπαῖς, καὶ θαλάττης δὲ βυθοὺς ταῖς χειμα-δίοις πλημμυρίσιν ἐπικυματίζοντας νόμῳ θείῳ τοῖς οἰκείοις ἐναποκεκλεῖ-σθαι πελάγεσιν, ὡς μηδὲ τοὺς ὅρους τῶν ἱερῶν νόμων ὑπερβαίνειν τολμᾶν, καὶ τὴν ξηρὰν οὐσίαν ὀμβρίοις νάμασι καὶ νιφετοῖς νόμῳ θείῳ πάλιν συμ-μέτρως ἐπιχορηγουμένοις ἀρδομένην μυρία γένη φυτῶν τε καὶ ζῴων ἀνα-διδόναι· ἑνί τε λόγῳ, τὴν παμμήτορα τῶν ὅλων φύσιν, προστάγματι θεοῦ δεδουλωμένην, νόμοις θείοις ὑπείκειν καὶ τῇ τοῦ πανηγεμόνος θεοῦ βουλῇ· μὴ γὰρ εἰκῆ μηδ’ ὡς ἔτυχε μηδ’ αὐτομάτῳ καὶ ἀλόγῳ φορᾷ συνεστάναι τὸν τηλικοῦτον διάκοσμον μηδ’ ἀναιτίου φύσεως ἔργον τυγχάνειν τὸ μέγα τοῦτο καὶ περικαλλὲς τεχνούργημα, ἀλλ’ εἶναι μὲν ποίημα τοῦ πανσόφου τῶν ὅλων ἀρχιτέκτονος, τοῦ δὲ αὐτοῦ λόγοις καὶ νόμοις ἱεροῖς διακυβερ-νᾶσθαι. ἔνθεν ἀρξάμενος ὁ προφήτης καὶ πρὸ τῆς ἀνθρώπων νομοθεσίας τοὺς περὶ τῆς τῶν ὅλων φύσεως προτάξας νόμους, πρώτιστα πάντων προς-έχειν τῷ παμβασιλεῖ θεῷ καὶ μὴ ἀπορρᾳθυμεῖν αὐτοῦ τῶν νόμων παρεκελεύ-σατο, ὅτι δὴ καὶ αὐτὸς ἥλιος οὐρανός τε καὶ κόσμος γῆ τε καὶ τὰ ἐπὶ γῆς ἅπαντα ὅσα τε ἔργα φύσεως εἶναι νενόμισται ἐντολαῖς αὐτοῦ καὶ διατάξεσιν ἱεροῖς τε νόμοις καὶ λόγοις δουλεύει. διὸ καὶ μᾶλλον χρῆναι τὸ ἀνθρώ-πειον γένος, οὐ σμικρὸν μέρος τυγχάνον τοῦ παντός, κατὰ τὸ ἀκόλουθον τοῖς θείοις προσανέχειν διατάγμασι μηδ’ ἐλαττοῦσθαι τῶν κατὰ μέρος στοιχείων. γῇ μὲν γὰρ ἐν ἀρχῇ νομοθετῆσαι τὸν φήσαντα· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν· τὴν δέ, ἅμα λόγῳ τὸ εὐπειθὲς ἐπιδεδειγμένην τῷ νόμῳ, οὔπω καὶ εἰς δεῦρο τῆς θείας παραμελῆσαι διατάξεως. οὕτω δὲ καὶ τὴν ὑγρὰν οὐσίαν φήσαντος τοῦ θεοῦ· ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πε-τεινὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ ἅμα λόγῳ τὸ ἔργον ἀπο-δοῦναι ὁρᾶσθαί τε εἰσέτι δεῦρο τῷ νόμῳ παρέχουσαν τὸ πειθήνιον. εἰ δὲ δὴ καὶ ἥλιος καὶ σελήνη καὶ ἀστέρες, τοῦ θείου νόμου καὶ αὐτοῖς διωρισμέ-νου τοὺς οἰκείους ἀποδιδόναι δρόμους εἶναί τε εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς, οὐ παραμελοῦσι τῆς νομοθεσίας, τίς ἂν ἔτι σοι λείποιτο συγγνώμης ἀποφυγὴ τῶν θείων κατολιγωροῦντι νόμων; Ταῦτα προπαιδεύσας ὁ θαυμάσιος ἡμᾶς τε εἷλε καὶ τῆς οἰκείας θεο-γνωσίας τε καὶ εὐσεβείας εἰκότως ζηλωτὰς κατεστήσατο, ὅτι μηδὲν τού-τοις ὅμοιον παρὰ τοῖς τῶν προδηλωθέντων ἐθνῶν θεολόγοις εὑρεῖν δεδυνή-μεθα. μετὰ δὲ τὴν πρώτην θεολογίαν μέτεισιν ἐπὶ τὸ δεύτερον δόγμα φυσικὸν ὁμοῦ καὶ φιλόσοφον. μετὰ γοῦν τὴν περὶ θεοῦ γνῶσιν τήν τε περὶ τῶν ὅλων διακόσμησιν τάξει πρόεισιν ἐπὶ τὸ καὶ τῇ φύσει δεύτερον· τοῦτο δ’ ἦν τὸ περὶ φύσεως ἀνθρώπου, ὅτι δὴ μετὰ θεοῦ γνῶσιν ἀναγκαῖον γνῶναί τινα ἑαυτόν· διόπερ ἑξῆς παιδεύει τί ἄνθρωπος καὶ τί τὸ προάγον αὐτὸν εἰς γνῶσιν καὶ εὐσέβειαν θεοῦ τίς τε ἡ κατὰ τὸ προηγούμενον ἀνθρώπου ζωή. διελόμενος δῆτα τὸν περὶ ψυχῆς καὶ σώματος λόγον ἐν ψυχῇ μὲν ὁρίζεται τὸν ἀληθῆ ἄνθρωπον, νοερᾶς οὐσίας καὶ ἀσωμάτου καὶ λογικῆς μέτοχον ὡς ἂν κατ’ εἰκόνα θεοῦ δεδημιουργημένον· σῶμα δὲ γεῶδες εἶναι περίβλημα ψυχῆς· τρίτον δὲ τούτοις προστίθησι πνοὴν ζωῆς, ἑνωτικήν τινα καὶ τοῦ ἀπὸ γῆς ληφθέντος τῷ κατ’ εἰκόνα θεοῦ πεποιημένῳ συναπτικὴν δύναμιν. καὶ τὴν πρώτην γε τοῦ δηλουμένου ἀνδρὸς διατριβὴν ἐν τρισμακαρίῳ θεοῦ παραδείσῳ, ἀθανάτων καὶ αἰωνίων ἀγαθῶν ἔμπλεῳ, γεγονέναι ἱστορεῖ· νόμῳ δὲ θεοῦ καὶ τοῦτον ὁμοίως τοῖς ἄλλοις ἐν ἀρχαῖς τοῦ παντὸς ὑποβλη-θέντα δι’ ἀπροσεξίαν καὶ τῆς θείας ἐντολῆς παράβασιν τῆς τριποθήτου στερηθῆναι ζωῆς. Ταῦτά τοι ὁ Μωσῆς ἐν προοιμίοις τῶν ἱερῶν νόμων φιλοσοφεῖ, μονον-ουχὶ προκηρύττων μὴ παραμελεῖν τῆς οἰκείας ἀξίας καὶ ἧς ἐτύχομεν πρὸς τὸ θεῖον ἀφομοιώσεως, ἐξ ἧς ἡμῖν καὶ τὸ ἀθάνατον τῆς ψυχῆς προσκεκληρῶ-σθαι. μὴ γὰρ δὴ θεμιτὸν εἶναι βασιλέως ἀφανίζεσθαι εἰκόνα· εἶναι δὲ ἀρχέτυπον καὶ ἀληθῆ τοῦ θεοῦ τῶν ὅλων εἰκόνα τὸν αὐτοῦ λόγον, αὐτοσοφίαν τυγχάνοντα καὶ αὐτοζωὴν καὶ φῶς καὶ ἀλήθειαν καὶ εἴ τι καλὸν καὶ ἀγαθόν τις ἐπινοήσειεν· εἰκόνα δὲ εἰκόνος τὸν ἀνθρώπειον νοῦν, παρ’ ὃ καὶ κατ’ εἰκόνα θεοῦ γεγονέναι ἀνωμολόγηται. ἀναγκαῖα δὲ ταῦτα εἶναι ᾤετο προπαιδεύε-σθαι τοὺς μέλλοντας ἱεροῖς προσανέχειν νόμοις μνημονεύειν τε τί τὸ ἀπὸ γῆς ληφθὲν αὐτοῖς καὶ εἰς γῆν αὖθις ἀναλυθησόμενον, καὶ τί τὸ ἐν ἡμῖν κρεῖττον καὶ θεῷ ἐμφερὲς ὅπως τε χρῆν ἑκατέρῳ τῶν εἰρημένων προσφέρεσθαι μηδὲ ἐνυβρίζειν καὶ ἀσεβεῖν εἰς τὸν κατ’ εἰκόνα τοῦ θεοῦ ἄνθρωπον μηδέ γε αὐτὸν ῥυπαίνειν αἰσχραῖς καὶ παρανόμοις πράξεσι, φέρειν δὲ διὰ παντὸς τῆς πρώτης καὶ τρισμακαρίας ἐκείνης διατριβῆς τε καὶ ζωῆς τὸν πόθον καὶ σπεύδειν παλινδρομεῖν, εὐχὴν ποιουμένους τῆς πρώτης καὶ τρισμακαρίου ζωῆς τε καὶ ἀξίας τυχεῖν· ἀλλὰ καὶ παρασκευάζεσθαι ἐνθένδε ἤδη ἐπὶ τὴν ἐκεῖσε ἀποδημίαν, ὅτι μηδὲ ἄλλως δυνατὸν βεβήλοις καὶ μὴ κεκαθαρμένοις τῶν ἱερῶν ἐκείνων ἐπιβαίνειν, ὧν καὶ ὁ πρῶτος δι’ ἀπροσεξίαν, θείας καταφρο-νήσας ἐντολῆς, ἀποπέπτωκεν. ἐπὶ τούτοις ὁ ἱεροφάντης προστίθησιν ἄλλο συνεκτικώτατον δόγμα, μὴ ἀμφιγνοεῖν διδάσκων ὅτι δὴ πάρεστί τις ἑκάστῳ πονηρὸς δαίμων ἔφεδρος, βάσκανος καὶ μισόκαλος καὶ τῆς ἀνθρώ-πων ἀρχῆθεν ἐπίβουλος σωτηρίας. δράκοντα δὲ τοῦτον καὶ ὄφιν ὀνο-μάζει, μέλανά τινα καὶ σκότους οἰκεῖον ἰοῦ τε κακίας πλήρη· ὃν καί φησι
PG 21:529φθόνῳ τῆς ἡμετέρας ἐνθέου ζωῆς ὑποσκελίζειν εἰσέτι καὶ νῦν καὶ ὑποσύ-ρειν ἕκαστον τῶν τῷ θεῷ προσανεχόντων πειρᾶσθαι· τούτου δ’ ἀπάτῃ καὶ τοὺς προπάτορας ἡμῶν τοῦ γένους τῆς θειοτέρας λήξεως ἀποπεσεῖν, διὸ καὶ χρῆναι διὰ παντὸς ἐγρηγορέναι πρὸς τὰς τοῦ δηλωθέντος κακοτέχνους ῥᾳδιουρ-γίας. καὶ τί χρὴ ταῦτα προλαμβάνειν, δέον ἤδη ποτὲ καὶ ἐξ αὐτῶν τῶν ἐγγράφων ἕκαστα διελθεῖν τῶν διηγορευμένων; ἀρξώμεθα δ’ οὖν πάλιν ἀπὸ τοῦ θεοῦ, βοηθὸν ἐν πρώτοις αὐτὸν διὰ τοῦ σωτῆρος ἡμῶν ἐπικαλεσά-μενοι. ιγ. ΕΒΡΑΙΩΝ ΔΟΞΑΙ ΠΕΡΙ ΘΕΟΥ ΤΟΥ ΠΡΩΤΟΥ ΤΩΝ ΟΛΩΝ ΑΙΤΙΟΥ Τὴν μὲν δὴ τῆς θεολογίας ἀρχὴν ἀπὸ τῆς τῶν ὅλων ποιητικῆς τε καὶ δημιουργικῆς δυνάμεως ἀρχόμενος ὁ κατ’ αὐτοὺς λόγος παρίστησιν, οὐ συλ-λογισμοῖς οὐδὲ πιθανολογίαις, δογματικώτερον δὲ καὶ διδασκαλικώτερον ἐπιθειάζων τῷ ἁγίῳ πνεύματι· ὑφ’ οὗ θεοφορούμενος ὧδέ πως ὁ Μωσῆς ἀπήρξατο τῆς θεολογίας· Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. εἶτά φησιν· Εἶπεν ὁ θεός· γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. καὶ πάλιν· Εἶπεν ὁ θεός· γενηθήτω στερέωμα, καὶ ἐγένετο. καὶ πάλιν· Εἶπεν ὁ θεός· βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆς, καὶ ἐγένετο. καὶ αὖθις· Εἶπεν ὁ θεός· γενη-θήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς, καὶ ἐγένετο. καὶ πάλιν· Εἶπεν ὁ θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ κατὰ γένος, καὶ ἐγέ-νετο. καὶ πάλιν· Ἐξαγαγέτω ἡ γῆ τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος, καὶ ἐγένετο. ἐν δὴ τούτοις φάσκουσα ἡ γραφὴ εἶπεν ὁ θεός τὸ θεῖον νεῦμα καὶ τὸ ὡδί πως γενέσθαι τὰ ὄντα βουληθῆναι τὸν θεὸν παρίστησιν, οὐ μὴν φωνῇ καὶ συλλαβαῖς φάναι αὐτὸν ἐπινοεῖν ἀναγκαῖον, ἀλλὰ τὸν πάντα λόγον ἀνακεφαλαιούμενος Αὕτη, φησίν, ἡ βίβλος [γενέ-σεως] οὐρανοῦ καὶ γῆς, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς. τοιαύτη μὲν ἡ καθ’ Ἑβραίους θεολογία, λόγῳ θεοῦ δημιουργικῷ τὰ πάντα συνεστάναι παιδεύουσα. ἔπειτα δὲ οὐχ ὧδε ἔρη-μον ὡς ὀρφανὸν ὑπὸ πατρὸς καταλειφθέντα τὸν σύμπαντα κόσμον ὑπὸ τοῦ συστησαμένου διδάσκει, ἀλλ’ εἰς τὸ ἀεὶ ὑπὸ τῆς τοῦ θεοῦ προνοίας αὐτὸν διοικεῖσθαι, ὡς μὴ μόνον δημιουργὸν εἶναι τῶν ὅλων καὶ ποιητὴν τὸν θεόν, ἀλλὰ καὶ σωτῆρα καὶ διοικητὴν καὶ βασιλέα καὶ ἡγεμόνα, ἡλίῳ αὐτῷ καὶ σελήνῃ καὶ ἄστροις καὶ τῷ σύμπαντι οὐρανῷ τε καὶ κόσμῳ δι’ αἰῶνος ἐπι-στατοῦντα μεγάλῳ τε ὀφθαλμῷ καὶ ἐνθέῳ δυνάμει πάντ’ ἐφορῶντα καὶ τοῖς πᾶσιν οὐρανίοις τε καὶ ἐπιγείοις ἐπιπαρόντα καὶ τὰ πάντα ἐν κόσμῳ δια-τάττοντά τε καὶ διοικοῦντα· ὥσπερ οὖν ἀμέλει καὶ οἱ μετὰ ταῦτα προφῆται, ἀκόλουθα καὶ αὐτοὶ θειάζοντες, τοτὲ μὲν ἀνεφώνουν ἐξ αὐτοῦ τοῦ θείου λέγοντες προσώπου· Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐ θεὸς πόρρωθεν. εἰ ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις, κἀγὼ οὐ γνώσομαι αὐτό; οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος· τοτὲ δὲ ὧδέ πη θεολογοῦντες· Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπι-θαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ; τίς ἔγνω νοῦν κυρίου καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο; καὶ πάλιν· Ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν καὶ αὖθις· Ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τίς κατέ-δειξε ταῦτα πάντα καὶ ἑξῆς· Κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν, ἐγὼ κύριος ὁ θεός καὶ ἑξῆς· Ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν· ἐγὼ κύριος ὁ θεὸς καὶ οὐκ ἔστι πλὴν ἐμοῦ καὶ πάλιν· Οὕτως ἐρεῖτε αὐτοῖς· θεοὶ οἳ τὸν οὐρα-νὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ προσώπου τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ. κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ ἀνώρθωσε τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ καὶ ἐν τῇ φρονήσει αὐτοῦ ἐξέ-τεινε τὸν οὐρανὸν καὶ ἀνήγαγε νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησε, καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως καὶ πάλιν· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύ-ματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ κρυβῶ; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν στρώσω εἰς τὸν ᾅδην, πάρει. εἰ ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ’ ὄρθρον καὶ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με. Ἀλλὰ ταῦτα μὲν καὶ τὰ τούτοις ὅμοια τῶν μετὰ Μωσέα θεολόγων, τῶν δὴ καὶ αὐτῶν Ἑβραίων, τυγχάνει, συνῳδὰ τοῖς παλαιτάτοις προπάτορσι θεολογούντων· τῶν δέ γε πρὸ Μωσέως θεοφιλῶν καὶ τρισμακαρίων ἀνδρῶν, τῶν δὴ καὶ πρώτων Ἑβραίων, αὐτοῦ τε πρώτου πάντων Ἁβραάμ, ὃς καὶ προπάτωρ τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀνείρηται, ἄκουε· Εἶπε δὲ Ἁβραὰμ πρὸς βασιλέα Σοδόμων· Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. καὶ πρό γε τοῦ Ἁβραὰμ εἰσά-γεται ὁ Μελχισεδὲκ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, τὸν Ἁβραὰμ εὐλογῶν τούτοις τοῖς ῥήμασιν· Εὐλογημένος Ἁβραὰμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς παρέ-δωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι· καὶ εὐλογητὸς ὁ θεός, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. ἔτι πρὸς τούτοις ὁ λόγος τὸν Ἁβραὰμ εἰσάγει τῷ οἰκείῳ τοιάδε προσδιαλεγόμενον· Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε κύριον τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τὸν θεὸν τῆς γῆς. καὶ ἐπιλέγει· Κύριος ὁ θεὸς τοῦ οὐρανοῦ, καὶ ὁ θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ ἐκ τῆς γῆς, ἧς ἐγεννήθην. ἐπὶ πᾶσι τού-τοις ἐν τῇ πρὸς αὐτὸν Μωσέα θεοφανείᾳ, πυθομένῳ τῷ Μωσεῖ, τίνα χρὴ τὸν θεὸν ἡγεῖσθαι, φησὶν ὁ χρησμός· Ἐγώ εἰμι ὁ ὤν· οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ, ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς. Ταῦτα μὲν οὖν ἀπὸ μυρίων ὅσων τῆς Ἑβραίων θεολογίας ἐκκείσθω. ἆρ’ οὖν ἄξιον ἐν συγκρίσει παραβάλλειν αὐτοῖς τὰς τῶν σοφῶν Ἑλλήνων θεολογίας, τῶν μὲν μηδ’ ὅλως εἶναι θεὸν ἀποφηναμένων, τῶν δὲ τοὺς ἀστέ-ρας εἶναι φασκόντων, οὓς καὶ μύδρους τυγχάνειν διαπύρους ἥλων καὶ πετά-λων δίκην ἐμπεπηγότας τῷ οὐρανῷ, τῶν δὲ πῦρ εἶναι τεχνικὸν ὁδῷ βαδί-ζον, καὶ τῶν μὲν μὴ προνοίᾳ θεοῦ διοικεῖσθαι τὸν κόσμον, φύσει δέ τινι ἀλό-γῳ, τῶν δὲ τὰ μὲν οὐράνια μόνα ὑπὸ θεοῦ διοικεῖσθαι, οὐ μὴν καὶ τὰ ἐπὶ γῆς, καὶ πάλιν ἀγένητον εἶναι τὸν κόσμον καὶ μήθ’ ὅλως ὑπὸ θεοῦ γενέσθαι, αὐτομάτως δὲ καὶ συντυχικῶς ὑφεστάναι, τῶν δὲ ἐξ ἀτόμων καὶ λεπτῶν σωμάτων ἀψύχων τινῶν καὶ ἀλόγων τὴν τοῦ παντὸς σύστασιν γεγονέναι; ἀλλὰ τὰ μὲν ἐκ τῶν παρ’ Ἑβραίοις λογίων περὶ τοῦ τῶν ὅλων θεοῦ ὡς ἐν βραχέσι τοιαῦτα· συνιδεῖν δὲ ἕπεται καὶ τὰ μετὰ τὸν τῶν ὅλων θεὸν περὶ τῆς τῶν γενητῶν ἀρχῆς Ἑβραίοις πεφιλοσοφημένα.
PG 21:533ιδ. ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΑΙΤΙΟΥ ΘΕΟΛΟΓΙΑΣ Θαλῆς μὲν ὁ Μιλήσιος ἀρχὴν τῶν ἁπάντων τὸ ὕδωρ εἶναι ἀπεφήνατο, Ἀναξιμένης δὲ τὸν ἀέρα, Ἡράκλειτος τὸ πῦρ, Πυθαγόρας ἀριθμούς, Ἐπί-κουρος ἅμα Δημοκρίτῳ σώματα ἄτομα, Ἐμπεδοκλῆς τὰ τέσσαρα στοιχεῖα. ἴδωμεν τοιγαροῦν καὶ τὰ παρ’ Ἑβραίοις λόγια. μετὰ τὴν ἄναρχον καὶ ἀγένητον τοῦ θεοῦ τῶν ὅλων οὐσίαν, ἄμικτον οὖσαν καὶ ἐπέκεινα πάσης καταλήψεως, δευτέραν οὐσίαν καὶ θείαν δύναμιν, ἀρχὴν τῶν γενητῶν ἁπάν-των πρώτην τε ὑποστᾶσαν κἀκ τοῦ πρώτου αἰτίου γεγενημένην, εἰσάγουσι, λόγον καὶ σοφίαν καὶ θεοῦ δύναμιν αὐτὴν προσαγορεύοντες. τοῦτο δὲ πρῶ-τος διδάσκει λέγων Ἰώβ· Ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς ἐπιστήμης; οὐκ οἶδε βροτὸς ὁδὸν αὐτῆς οὐδὲ μὴν εὑρέθη ἐν ἀνθρώποις, ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος. ὁ κύριος συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς. καὶ ὁ Δαβὶδ δέ που ἐν ψαλμῳδίαις, ἑτέρῳ προσει-πὼν τὴν σοφίαν ὀνόματι, φησί· Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, τὸν τῶν ἁπάντων δημιουργικὸν λόγον θεοῦ τοῦτον ἀνευφημήσας τὸν τρόπον· οὐ μὴν ἀλλὰ καὶ ὁ τούτου παῖς Σολομῶν ὧδέ πη ἐξ αὐτῆς προσωποποιεῖ τῆς σοφίας λέγων· Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. οἷς ἐπιλέγει ἑξῆς· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους γενέσθαι, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με, ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανόν, ἤμην σὺν αὐτῷ ἁρμόζουσα. ἐγὼ ἤμην ᾗ προς-έχαιρε καθ’ ἡμέραν, ηὐφραινόμην δὲ ἐνώπιον αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας. ταῦτα Σολομῶν ἐν Πα-ροιμίαις. καὶ ταῦτα δέ πη ἐξ αὐτοῦ λέγεται τοῦ προσώπου· Τί δέ ἐστι σοφία καὶ πῶς ἐγένετο, ἀπαγγελῶ καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια, ἀλλ’ ἐξ ἀρχῆς γενέσεως ἐξιχνιάσω. οἷς ἑξῆς ἐπιλέγει· Ἔστι γὰρ αὕτη πνεῦμα νοερόν, ἅγιον, μονογενές, πολυμερές, λεπτόν, εὐκίνητον, τρανόν, ἀμόλυντον, παντοδύναμον, πανεπίσκοπον καὶ διὰ πάντων χωροῦν πνευμάτων, νοερῶν, καθαρῶν, λεπτοτάτων. πάσης γὰρ κινήσεως κινητικώτερον σοφία, διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα. ἀτμὶς γάρ ἐστι τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής· διὸ οὐδὲν μεμολυσμένον εἰς αὐτὴν παρεμπίπτει. ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. διατείνει δὲ ἀπὸ πέρατος ἐπὶ πέρας εὐρώστως καὶ διοικεῖ τὰ πάντα χρηστῶς. καὶ δὴ τόνδε τὸν ἔνθεον λόγον διαφόρως ἡ θεία γραφὴ πρὸς τοῦ πατρὸς ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ πεπεμμένον εἰσά-γει. αὐτὸν δ’ οὖν καὶ τῷ Ἁβραὰμ Μωσεῖ τε καὶ τοῖς ἄλλοις θεοφιλέσι προ-φήταις φῆναι ἑαυτὸν καὶ χρησμοῖς τὰ πολλὰ παιδεῦσαί τε καὶ θεσπίσαι τὰ μέλλοντα ἱστορεῖ, ὁπηνίκα θεὸν καὶ κύριον ὦφθαί τε καὶ εἰς λόγους τῶν προφητῶν ἐλθεῖν μνημονεύει. τοῦτον καὶ πᾶσιν εἰς γνῶσιν ἐλθεῖν ἀνθρώ-ποις, οἷα νοσούντων σωτῆρα καὶ ψυχῶν ἰατρὸν πρὸς τοῦ μείζονος ἀπεσταλ-μένον, ὧδέ πη θεσπίζει· Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. καὶ πάλιν ἄλλοτέ φησιν· Ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ. ἔνθεν καὶ ἡ εὐαγγελικὴ διδα-σκαλία τὸ προφητικὸν καὶ πάτριον ἀνανεουμένη δόγμα ταύτη πη διασαφεῖ τὴν θεολογίαν· Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. εἰκότως δῆτα τῷ αὐτῷ πνεύματι καὶ Μωσῆς ὁ πάνσο-φος, ἀρχόμενος τῆς κατ’ αὐτὸν κοσμογονίας, ἐν τῇ προαποδοθείσῃ ἀρχῇ, πεποιηκέναι τὸν θεὸν τὸν οὐρανὸν καὶ τὴν γῆν φησιν· αὐτῷ τε εἰσάγει, ὡς ἂν οἰκείῳ καὶ πρωτογόνῳ αὐτοῦ λόγῳ, κοινολογούμενον ἐπὶ τῆς τοῦ ἀνθρώ-που δημιουργίας τὸν θεὸν ἐν οἷς γράφει· Καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. τοῦτο δὲ καὶ ὁ ψαλμῳδὸς ᾐνίττετο, ὁπηνίκα περὶ τοῦ πρώτου αἰτίου διεξιών· Αὐτός, φησίν, εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν, ἄντικρυς τὴν τοῦ πρώτου πρὸς τὸ δεύτερον αἴτιον, ὡς ἂν πατρὸς πρὸς υἱόν, διάταξίν τε καὶ παρακέλευσιν ὑφιστάμενος. πάντη γὰρ δήπουθεν δῆλον, ὡς πᾶς ὁ λέγων τι ἑτέρῳ λέγει καὶ ὁ ἐντελλόμενος ἑτέρῳ παρ’ ἑαυτὸν ἐντέλλεται. διαρρήδην δ’ αὖ πάλιν ὁ Μωσῆς ἄμφω δυοῖν μνημονεύων κυρίων, πατρὸς δηλαδὴ καὶ υἱοῦ, ὧδέ πη ἐπὶ τῆς κατὰ τῶν ἀσεβῶν τιμωρίας ἱστορεῖ λέγων· Καὶ ἔβρεξε κύριος παρὰ κυρίου ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ. οἷς συμ-φώνως καὶ ὁ Δαβὶδ ψάλλων ἔφησεν· Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. καὶ προϊὼν τὴν κρύφιον καὶ τοῖς πᾶσιν ἀπόρρητον αὐτοῦ γενεσιουργίαν ᾐνί-ξατο, φάσκων· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. ἵνα δὲ μὴ σοφίζεσθαί με ταῦτα νομίσῃς, ἑρμηνέα σοι τῆς ἐν τῇ γραφῇ διανοίας Ἑβραῖον ἄνδρα παραστήσω, τὰ οἰκεῖα πατρόθεν ἀκριβοῦντα καὶ παρὰ διδασκάλων τὸ δόγμα μεμαθηκότα, εἰ δή σοι τοιοῦτος ὁ Φίλων. ἐπάκουσον οὖν καὶ τοῦδε, ὅπως τὰς θείας ἑρμηνεύει φωνάς· Διὰ τί ὡς περὶ ἑτέρου θεοῦ φησι τὸ ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρω-πον, ἀλλ’ οὐχὶ τῇ ἑαυτοῦ; παγκάλως καὶ σοφῶς τουτὶ κεχρησμῴδηται. θνητὸν γὰρ οὐδὲν ἀπεικονισθῆναι πρὸς τὸν ἀνωτάτω καὶ πατέρα τῶν ὅλων ἐδύνατο, ἀλλὰ πρὸς τὸν δεύτερον θεόν, ὅς ἐστιν ἐκείνου λόγος. ἔδει γὰρ τὸν λογικὸν ἐν ἀνθρώπου ψυχῇ τύπον ὑπὸ θείου λόγου χαραχθῆναι, ἐπειδὴ ὁ πρὸ τοῦ λόγου θεὸς κρείσσων ἐστὶν ἢ πᾶσα λογικὴ φύσις· τῷ δὲ ὑπὲρ τὸν λόγον ἐν τῇ βελτίστῃ καί τινι ἐξαιρέτῳ καθεστῶτι ἰδέᾳ οὐδὲν θέμις ἦν γενητὸν ἐξομοιωθῆναι. Ταῦτα ἐκ τοῦ πρώτου μοι κείσθω τῶν Φίλωνος Ζητημάτων καὶ Λύσεων. ὁ δ’ αὐτὸς ἐν τῷ Περὶ γεωργίας προτέρῳ καὶ υἱὸν θεοῦ τὸν πρωτόγονον αὐτοῦ λόγον τοῦτον ὀνομάζει τὸν τρόπον· Ταῦτα δὴ πάντα ὁ ποιμὴν καὶ βασιλεὺς θεὸς ἄγει κατὰ δίκην, νόμον προστησάμενος τὸν ὀρθὸν αὐτοῦ λόγον καὶ πρωτόγονον υἱόν, ὃς τὴν ἐπιμέλειαν τῆς ἱερᾶς ταύτης ἀγέλης οἷά τις μεγάλου βασιλέως ὕπαρχος, διαδέξεται. Καὶ ἐν τῷ δευτέρῳ δὲ πάλιν ὁ αὐτὸς τάδε γράφει πρὸς λέξιν· Τὰς δυσωπίας οὖν εἴ τις ἀποδιδράσκειν βούλεται τὰς ἐν τοῖς διαπορη-θεῖσι, λεγέτω μετὰ παρρησίας ὅτι οὐδὲν τῶν ἐν ὕλαις κραταιὸν οὕτως ὡς τὸν κόσμον ἀχθοφορεῖν ἰσχῦσαι. λόγος δ’ ὁ ἀί̈διος θεοῦ τοῦ αἰωνίου τὸ ὀχυρώ-τατον καὶ βεβαιότατον ἔρεισμα τῶν ὅλων ἐστίν. οὗτος ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα καὶ ἀπὸ τῶν ἄκρων ἐπὶ τὰ μέσα ταθεὶς δολιχεύει τὸν φύσεως ἀήττητον δρόμον, συνάγων τὰ μέρη πάντα καὶ σφίγγων. δεσμὸν γὰρ αὐτὸν ἄρρηκτον τοῦ παντὸς ὁ γεννήσας ἐποίει πατήρ. εἰκότως οὖν οὐδὲ γῆ πᾶσα διαλυθήσεται πρὸς παντὸς ὕδατος, ὅπερ αὐτῆς οἱ κόλποι κεχωρήκασιν, οὐδ’
PG 21:547ὑπὸ ἀέρος σβεσθήσεται πῦρ οὐδ’ ἔμπαλιν ὑπὸ πυρὸς ἀὴρ ἀναφλεχθήσεται, τοῦ θείου λόγου μεθόριον τάττοντος αὑτὸν φωνῆεν στοιχείων ἀφώνων, ἵνα τὸ ὅλον ὥσπερ ἐπὶ τῆς ἐγγράμμου μουσικῆς συνηχήσῃ, τὰς τῶν ἐναντίων ἀπει-λὰς πειθοῖ τῇ συνῳδῷ μεσιτεύοντός τε καὶ διαιτῶντος. Ταῦτα ὁ Φίλων. καὶ Ἀριστόβουλος δὲ ἄλλος Ἑβραίων σοφὸς ἀνήρ, κατὰ τὴν τῶν Πτολεμαίων ἀκμάσας ἡγεμονίαν, κυροῖ τὸ δόγμα ὡς πάτριον, αὐτῷ Πτολεμαίῳ τὴν τῶν ἱερῶν νόμων προσφωνῶν ἑρμηνείαν, ἐν ᾗ τάδε φησί· Μεταφέροιτο δ’ ἂν τὸ αὐτὸ καὶ ἐπὶ τῆς σοφίας· τὸ γὰρ πᾶν φῶς ἐστιν ἐξ αὐτῆς. διὸ καί τινες εἰρήκασι τῶν ἐκ τῆς αἱρέσεως ὄντες τοῦ Περιπάτου λαμπτῆρος αὐτὴν ἔχειν τάξιν. ἀκολουθοῦντες γὰρ αὐτῇ συνεχῶς, ἀτάραχοι καταστήσονται δι’ ὅλου τοῦ βίου. σαφέστερον δὲ καὶ κάλλιον τῶν ἡμετέρων προγόνων τις εἶπε Σολομῶν, πρὸ οὐρανοῦ καὶ γῆς αὐτὴν ὑπάρχειν· τὸ δὲ σύμφωνόν ἐστι τῷ προειρημένῳ. Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα περὶ τοῦδε καὶ παῖδες Ἑβραίων πεφιλο-σοφήκασιν. ἆρ’ οὖν οὐχ οὗτος λόγων εἴη ἂν ὁ θεοπρεπέστατος, δυνάμει θεοῦ λογικῇ καὶ πανσόφῳ, μᾶλλον δὲ αὐτῇ σοφίᾳ καὶ αὐτῷ θεοῦ λόγῳ τὴν ἀρχὴν ἀνατιθεὶς τῆς τοῦ παντὸς συστάσεως ἢ τοῖς ἀψύχοις καὶ ἀλόγοις στοιχείοις; ἀλλὰ γὰρ τοιαῦτα παρ’ Ἑβραίοις καὶ τὰ περὶ τῆς τῶν ὅλων ἀρχῆς. σκεψώμεθα δὲ καὶ ἃ περὶ τῆς τῶν λογικῶν συστάσεως, τῶν μετὰ τὴν πρώτην ἀρχήν, ἐκδιδάσκουσι. ιε. ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΛΟΓΙΚΩΝ ΣΥΣΤΑΣΕΩΣ Μετὰ τὴν ἄναρχον καὶ ἀγένητον θεοῦ τοῦ παμβασιλέως οὐσίαν τὴν οὐκ ἄλλοθεν ἢ ἐκ τοῦ πατρὸς γεγεννημένην ἀρχὴν πρωτότοκόν τε οὖσαν καὶ συνεργὸν τῆς τοῦ πατρὸς βουλῆς πρὸς αὐτόν τε ἀπεικονισμένην διδά-σκουσι. ταύτην δὲ τῶν μετὰ ταῦτα γενητῶν ἁπάντων πρωτεύειν, παρ’ ὃ καὶ εἰκόνα θεοῦ αὐτὴν καὶ θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν καὶ θεοῦ λόγον, ναὶ μὴν καὶ ἀρχιστράτηγον δυνάμεως κυρίου μεγάλης τε βουλῆς ἄγγελον ἀποκαλεῖν εἰώθασι. τὰς δὲ μετὰ τήνδε τὴν ἀρχὴν νοερὰς καὶ λογικὰς δυνάμεις οὐ λεκτὰς εἶναι ἀνθρώπου φύσει, τοῦ τε πλήθους ἕνεκα τῆς τε κατ’ εἶδος διαφορᾶς, πλὴν ὅσον ἐπιβάλλειν δυνατὸν τοῖς παραδείγμασιν ἐκ τῆς τῶν ὁρωμένων ἀναλογίας, ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ αὐτοῦ δὴ οὐρανοῦ ἔνδον ὑφ’ ἑαυτῷ τὰ σύμπαντα περιειληφότος. ἄλλη γὰρ δόξα ἡλίου καὶ ἄλλη σελήνης καὶ ἄλλη δόξα ἀστέρων φησὶν ὁ θεῖος ἀπό-στολος· ἀστέρα γὰρ ἀστέρος διαφέρειν ἐν δόξῃ. ταύτη πη τοιγαροῦν καὶ τὸν ἐν ἀσωμάτοις καὶ νοεραῖς οὐσίαις κόσμον χρὴ νοεῖν, τὰ πάντα μὲν ἀθρόως ἀπολαβούσης τῆς ἀνεκφράστου καὶ ἀπειρομεγέθους δυνάμεως τοῦ θεοῦ τῶν ὅλων, δευτερευούσης δὲ μετὰ τὸν πατέρα τῆς δημιουργικῆς ὁμοῦ καὶ φωτιστικῆς δυνάμεως τοῦ θείου λόγου (διὸ καὶ φῶς ἀληθινὸν καὶ δικαιοσύνης ἥλιον Ἑβραίοις φίλον αὐτὸν ὀνομάζειν), τρίτης δὲ ἤδη μετὰ τὴν δευ-τέραν οὐσίαν ἐν χώρᾳ σελήνης καθισταμένης τοῦ ἁγίου πνεύματος, ὃ καὶ αὐτὸ ἐν τῇ πρώτῃ καὶ βασιλικῇ τῆς τῶν ὅλων ἀρχῆς ἀξίᾳ καὶ τιμῇ καταλέ-γουσιν, εἰς ἀρχὴν τῶν μετὰ ταῦτα γενητῶν, λέγω δὲ τῶν ὑποβεβηκότων καὶ τῆς παρ’ αὐτοῦ χορηγίας ἐπιδεομένων, καὶ αὐτοῦ πρὸς τοῦ τῶν ὅλων ποιητοῦ κατατεταγμένου. ἀλλὰ τοῦτο μέν, τρίτην ἐπέχον τὴν τάξιν, τοῖς ὑποβεβηκόσι τῶν ἐν αὐτῷ κρειττόνων δυνάμεων ἐπιχορηγεῖ, οὐ μὴν ἀλλὰ καὶ ἀντιλαμβάνει παρ’ ἑτέρου [τοῦ ἢ παρὰ τοῦ θεοῦ λόγου], τοῦ δὴ καὶ ἀνωτέρω καὶ κρείττονος, ὃν δὴ δευτερεύειν ἔφαμεν τῆς ἀνωτάτω καὶ ἀγενήτου φύσεως θεοῦ τοῦ παμβασιλέως· παρ’ οὗ δὴ καὶ αὐτὸς ἐπιχορηγούμενος ὁ θεὸς λόγος καὶ ὥσπερ ἐξ ἀενάου πηγῆς θεότητα ἀνα-βλυστανούσης ἀρυτόμενος τοῖς πᾶσιν ὁμοῦ καὶ δὴ καὶ αὐτῷ τῷ ἁγίῳ πνεύ-ματι, μᾶλλον ἁπάντων αὐτῷ προσεχεῖ καὶ ἐγγυτάτω ὄντι, ταῖς τε μετὰ τοῦτο νοεραῖς καὶ θείαις δυνάμεσιν ἀθρόως καὶ ἀνεπιφθόνως τῶν τοῦ οἰκείου φωτὸς μαρμαρυγῶν μεταδίδωσι. τὴν δὲ τῶν ὅλων ἀγένητον ἀρχήν, ἀγαθῶν ἁπάντων οὖσαν πηγὴν θεότητός τε καὶ ζωῆς ὁμοῦ καὶ φωτὸς καὶ πάσης ἀρετῆς αἰτίαν καὶ πρώτην γε οὖσαν τῶν πρώτων καὶ ἀρχῶν ἀρχήν, μᾶλλον δὲ καὶ ἀρχῆς καὶ πρώτου καὶ πάσης ῥητῆς τε καὶ καταληπτῆς ἐπι-νοίας ἐπέκεινα, τὰ μὲν πάντα, ὅσα περ ἐν ἀρρήτοις δυνάμεσι περιείληφε, τῷ πρώτῳ γεννήματι κοινωνεῖν μόνῳ, ὡς ἂν μόνῳ οἵῳ τε χωρεῖν καὶ ἀποδέ-χεσθαι τὴν τοῖς ἄλλοις οὐκ ἐφικτὴν οὐδὲ χωρητὴν τοῦ πατρὸς τῶν ἀγαθῶν ἀφθονίαν. τὰ δ’ ἐν μέρει τοῖς κατὰ μέρος ἀξίοις διὰ τῆς τοῦ δευτέρου διακονίας τε καὶ μεσιτείας κατὰ τὸ ἑκάστῳ ἐφικτὸν ἐμπαρέχειν· ὧν τὰ τέ-λεια καὶ ἄκρως ἅγια τῷ τρίτῳ μὲν ἀφ’ ἑαυτοῦ, ἄρχοντι δὲ καὶ ἡγουμένῳ τῶν μετέπειτα, διὰ τοῦ υἱοῦ τὰ παρὰ τοῦ πατρὸς ἐπικομιζομένῳ δεδωρῆ-σθαι. ἔνθεν οἱ πάντες Ἑβραίων θεολόγοι μετὰ τὸν ἐπὶ πάντων θεὸν καὶ μετὰ τὴν πρωτότοκον αὐτοῦ σοφίαν τὴν τρίτην καὶ ἁγίαν δύναμιν, ἅγιον πνεῦμα προσειπόντες, ἀποθειάζουσιν, ὑφ’ οὗ καὶ ἐφωτίζοντο θεοφορού-μενοι. ἑξῆς δὲ οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνῃ ἀστέρα φασὶν ἀστέρος διαφέρειν ἐν δόξῃ. θνητῇ μὲν οὖν φύσει οὐκ ἔστιν ἀριθμὸν ἄστρων δυνα-τὸν εὑρεῖν, πλὴν ἀλλὰ τὸν παμβασιλέα θεὸν τὰ Ἑβραίων φασὶ λόγια καὶ τῆς κατ’ οὐρανὸν στρατιᾶς τὰ πλήθη καὶ τὰς προσηγορίας μὴ ἀγνοεῖν· διὸ παρ’ αὐτοῖς λέγεσθαι· ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. οὕτω δὴ μετὰ τὰ πρῶτα τῶν ἐν ἀσωμάτοις δυνάμεσιν ἐπι-νοουμένων ἄστρων, φωτὸς νοεροῦ δυνάμει τε καὶ οὐσίᾳ διαπρεπόντων, πολλή τις καὶ ἡμῖν ἀπερινόητος διαφορὰ τυγχάνει ἀνήριθμά τε φῦλα καὶ γένη, ἀλλ’ οὐ καὶ τῷ τῶν ὅλων ποιητῇ. διὸ καὶ τὸ καταληπτὸν αὐτῶν μόνῳ τῷ θεῷ παριστάς τις θεολόγων φησί· Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ καὶ χίλιαι χιλιάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ, διὰ μὲν τοῦ ἀριθμοῦ δηλῶν τὸ τῷ θεῷ καταληπτὸν αὐτῶν, διὰ δὲ τοῦ ποσοῦ τὸ ἡμῖν ἄπειρον· παρ’ ὃ καὶ εἰώθαμεν ὀνομάζειν καθ’ ὑπερβολῆς ἔμφασιν τὰ πολλὰ καὶ ἄπειρα μυρία. ἄλλος δέ τις προφήτης περὶ τῆς οὐσίας αὐτῶν διεξιὼν ὧδέ πως τὸν ποιητὴν τῶν ἁπάντων θεολογεῖ, φάσκων· Κύριε ὁ θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. μή τοι νομίσῃς τοῦ παρ’ ἡμῖν θνητοῦ καὶ γεώδους πυρὸς οὐσίας μετέχειν τὰ δηλούμενα μηδέ γε τῶν ἐξ ἀλόγου φύσεως ἀέρος πνευμάτων· ἀλλ’ οἷόν περ καὶ αὐτὸν ὀνομάζουσι τὸν θεόν, ἀσώματον μὲν καὶ ἄϋλον καὶ αὐτόνουν, μᾶλλον δὲ ὑπὲρ νοῦν καὶ ὑπὲρ πάντα λόγον ὄντα τὴν φύσιν, τροπικώτερον δὲ καὶ πνεῦμα καὶ πῦρ καὶ φῶς καὶ ἄλλαις τισὶ προσηγορίαις θνηταῖς ἀκοαῖς καταλλήλοις ὀνομαζόμενον, ἀγγέλους δῆτα καὶ ἀρχαγγέλους καὶ πνεύματα καὶ θείας δυνάμεις καὶ στρατιὰς οὐρανίους ἀρχάς τε καὶ ἐξουσίας καὶ θρόνους καὶ κυριότητας, ὡς ἂν μυρίους ἐπὶ μυρίοις ἀστέρας τε καὶ φωστῆρας τὰς νοερὰς καὶ λογικὰς οὐσίας οἱ θεῖοι λόγοι προσειπόντες, ἄρχειν ἁπάντων καὶ ἐπιστατεῖν τὸν τῆς δικαιοσύνης φασὶν ἥλιον καὶ τὸ τούτου σύζυγον ἅγιον πνεῦμα. τὰ δὲ πάντα ἀθρόως αὐτῷ υἱῷ καὶ ἁγίῳ πνεύματι, νοερά τε ζῷα καὶ λογικὰ σὺν καὶ τοῖς κατ’ οὐρανὸν φαινομένοις οὐρανόν τε αὐτὸν καὶ ὅσα ἔνδον οὗτος
τὰ μὲν οὐράνια μόνα ὑπὸ Θεοῦ διοικεῖσθαι, οὐ μὴν καὶ τὰ ἐπὶ γῆς· καὶ πάλιν, ἀγέννητον εἶναι τὴν κό εμον, καὶ μήθ' ὅλως ὑπὸ Θεοῦ γενέσθαι, αὐτομάτως δὲ καὶ συντυχικῶς ὑφεστάναι· τῶν δὲ, ἐξ ἀτόμων καὶ λεπτῶν σωμάτων ἀψύχων τινῶν, καὶ ἀλόγων τὴν τοῦ παντὸς σύστασιν γεγονέναι. ᾿Αλλὰ τὰ μὲν ἐκ τῶν παρ' Εβραίοις λογίων περὶ τοῦ τῶν ὅλων Θεοῦ ὡς ἐν βρα- χέσι τοιαῦτα· συνιδεῖν δὲ ἔπεται καὶ τὰ μετὰ τὸν τῶν ὅλων Θεὸν περὶ τῆς τῶν γεννητῶν ἀρχῆς Ἑβραίοις περιλοσοφημένα. ΚΕΦΑΛΑΙΟΝ ΙΒ'. Β Περὶ τῆς τοῦ δευτέρου αιτίου θεολογίας. Θαλῆς μὲν ὁ Μιλήσιος ἀρχὴν τῶν ἁπάντων τὸ ὕδωρ εἶναι ἀπεφήνατο, ᾿Αναξιμένης δὲ τὸν ἀέρα, Ηρά- κλειτος τὸ πῦρ, Πυθαγόρας ἀριθμούς, Επίκουρος ἅμα Δημοκρίτῳ σώματα άτομα, Εμπεδοκλῆς τὰ τέσσαρα στοιχεία. Ίδωμεν τοιγαροῦν καὶ τὰ παρ᾽ Εβραίοις λόγια. Μετὰ τὴν ἄναρχον καὶ ἀγένητον τοῦ Θεοῦ τῶν ὅλων οὐσίαν, ἄμικτον οὖσαν καὶ ἐπέκεινα πάσης και ταλήψεως, δευτέραν οὐσίαν (74) καὶ θείαν δύναμιν, ἀρχὴν τῶν γενητῶν ἁπάντων, πρώτην τε ὑποστάσαν, κἀκ τοῦ πρώτου αἰτίου γεγενημένην εἰσάγουσι, Λόγον, καὶ Σοφίαν, καὶ Θεοῦ δύναμιν αὐτὴν προσαγορεύον- τες. Τοῦτο δὲ πρῶτος διδάσκει λέγων Ἰώβ· « Ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶν τῆς ἐπι- στήμης ; Οὐκ οἶδε βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴν εὐ μέθη ἐν ἀνθρώποις· ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος. Ο Κύριος συνέστησεν αὐτῆς τὴν ὁδὸν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς. » Καὶ ὁ Δαβὶδ δέ που ἐν ψαλμῳδίαις ἑτέρῳ προσειπὼν τὴν σοφίαν ὀνόματί φησι· . Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, ο τὸν τῶν ἁπάντων δημιουργικὸν Λόγον Θεοῦ τοῦτον ἐνευφημή- σας τὸν τρόπον. Οὐ μὴν ἀλλὰ καὶ ὁ τούτου παῖς Σου λομών ὠδί πη ἐξ αὐτῆς προσωποποιεί τῆς σοφίας λέ- γων· ε Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶ σιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Δι' ἐμοῦ βασι- λεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύν νην. ο Καὶ πάλιν· ο Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτ τοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με· ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ τὰς ἀδύσε σους γενέσθαι, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάν των βουνῶν γεννά με. Ηνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὁ ὑπ᾽ οὐρανὸν, ἤμην σὺν αὐτῷ ἁρμόζουσα.. Ἐγὼ ήμην ή προσέχαιρε καθ' ἡμέραν· ηὐφραινόμην δὲ ἐνώ - των αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰ ίσ. τάς. 'Αρειανίζει, υποκορίζεσθαι, PRÆPAR. EVANG. LIB. WI A Quisquamne vero cum illis egregias eruditorum Græcorum de Deo disputationes conferendas putet? quorum alii divinitatem funditus omnem sustule- runt; alii stellis eamdem tribuerunt, quas ipsi ta- men globos quosdam igneos et candentes esse vo- lebant, in colo clavorum aut laminarum in morem alte penitusque defixos: alii denique artifi- ciosum ignem, et certo quodam ordine sese com- moventem Dei loco statuerunt. Alii præterea nulto Dei consilio mundum gubernari, sed temerario quodam naturæ impetu ferri docebant: alii, cum in cœlestibus modo rebus divinæ Providentiæ du- ctum agnoscerent, terrestribus omnem adimebant. Rursus, ortu caruisse mundum vel a Deo conditum eum fuisse negabant : cum alii sua sponte et casu quodam exstitisse illum et coaluisse vellent; alii vero ex individuis quibusdam, tenuissimisque corpusculis, iisdemque anima simul et ratione caren- ubus, universi molem conflatam esse defenderent. At de rerum omnium præpotente Deo, hæc nobis ex Hebræorum oraculis delibata, modo satis. Consequens deinceps erit, ut quemadmodum, orbis præside constituto, de rerum illi creatarum principio philosophati sint, videamus. C "Job xxv, 20. - D CAPUT XII. Hebræorum de secundo principio theologia. Thales quidem ille Milesius, rerum universarum principium aquam esse defendebat, aerem Anaxi- memes, Heraclitus ignem, numeros Pythagoras, Epicurus cum Democrito corpuscula quedam in- dividua, Empedocles quatuor elementa. Nos hac de re Hebræorum quoque litteras consulamus. Illi er- go, secundum principem illam, et principio simul ortuque carentem præpotentis Dei naturam, quæ- que ut ab omni permistione sejuncta est, sic omni comprehensione major, naturam alteram consti- tuunt, vimque divinam, quæ cumn eorum omnium, quæ gignuntur, principium sit, tum ante cæteras omnes exstiterit, ab eodemque primo principio ge- nita fuerit, quam ipsi Verbum, Sapientiam, Dei- que virtutem appellare solent. Atque hoc in primis Jobus docuit, dum ita locutus est: Unde autem sapientia inventa est? aut quis locus est scientia ? Nescit homo viam ejus, neque iuventa est inter ho- mines audivimus autem gloriam ipsius. Dominus constituit vian ejus, ipse autem novit locum ejus "., Itemque David in Psalmis, aliud huic sapientiæ nomen attribuens : « Verbo, inquit, Domini coeli firmati sunt ; » quibus ipse Verbum illud divinum hujus uni- versi molitorem celebravit. Quin etiam filius ejus Salomon, ejusdem ex sapientiæ persona, hunc in modum loquitur: e Ego sapientia habito in consilio et scientia, et intelligentiam ego vocavi. Per me reges regnant, et potentes decernunt justi- tiam . . Et rursus. • Dominus creavit me initium:Ι viarum suarum ad opera sua. Ante ævum funda- vit me: In principio, antequam terram faceret, antequam essent abyssi: antequam montes fixi con- stitissent: ante omnes colles generavit me. Quando præparabat coelum, aderam ipsi: quando certos Psal.xxxus, 6. * Prov. vill, 12. Tametsi ejus orationem Trapezuntius et adhibito quasi studio mollire vi- deatur. Sed notus satis Eusebius ; ac præsertim ante Nicænum concilium, ante quod hæc ab eo scripta fuisse non dubito. (74) Δευτέραν οὐσίαν. Eusebius hic ἄντικρυς
ἐν αὑτῷ περιλαβὼν ἔχει, μόνῳ τῷ ἐπὶ πάντων θεῷ, τῷ διὰ πάντων καὶ ἐν πᾶσι παμβασιλεῖ καὶ πανηγεμόνι καὶ αἰτίῳ τῶν ὅλων, ὡς ἂν δημιουργῷ πάντων ποιητῇ τε καὶ φροντιστῇ τὸν πρέποντα ὕμνον καὶ τὴν προσήκουσαν θεολογίαν ἡ θεία καὶ προφητικὴ γραφὴ νέμειν παρακελεύεται, φάσκουσα· Αἰνεῖτε τὸν θεὸν ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς, αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν αἰνεσά-τωσαν τὸ ὄνομα κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρός-ταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Τοιαῦτα καὶ τὰ παρ’ Ἑβραίων δόγματα, ἃ τῆς Ἑλλήνων πολυθέου καὶ δαιμονικῆς πλάνης προτετιμήκαμεν, θείας μὲν δυνάμεις ὑπηρετικὰς τοῦ παμβασιλέως θεοῦ καὶ λειτουργικὰς εἰδότες καὶ κατὰ τὸ προσῆκον τιμῶν-τες, μόνον δὲ θεὸν ὁμολογοῦντες καὶ μόνον ἐκεῖνον σέβοντες, ὃν καὶ αὐτὸς οὐρανὸς καὶ τὰ κατ’ οὐρανὸν ἅπαντα τά τε ἐπέκεινα οὐρανοῦ σέβειν καὶ ὑμνεῖν καὶ θεολογεῖν ἐδιδάχθη· ὅτι καὶ αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ καὶ πρωτότοκος τῶν ὅλων, ἡ πάντων ἀρχή, τὸν αὑτοῦ πατέρα μόνον ἡγεῖσθαι θεὸν ἀληθῆ καὶ μόνον σέβειν ἡμῖν παρακελεύεται. ι. ΠΕΡΙ ΤΩΝ ΑΝΤΙΚΕΙΜΕΝΩΝ ΔΥΝΑΜΕΩΝ Ἕπεται καὶ περὶ τῆς ἐναντίας δυνάμεως τίνα ποτὲ τὰ Ἑβραίων λόγια παραδίδωσιν ἐπισκέψασθαι. τὰς μὲν οὖν θείας δυνάμεις, νεύματι τοῦ πα-τρὸς τῷ σύμπαντι ἐφεστώσας κόσμῳ, τά τε λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν τούς τε ἱεροὺς ἀγγέλους τοῦ θεοῦ καὶ ἀρχαγγέλους πᾶσάν τε τὴν διάκονον τῶν ἀγαθῶν νοερὰν οὐσίαν, φωτεινὴν οὖσαν καὶ πάντων ὑπηρέτιν τῶν εἰς ἀν-θρώπους ἐκ θεοῦ δωρουμένων ἀγαθῶν, τὸν παμβασιλέα πάντων δορυφορεῖν θεὸν κἄπειτα, τῶν κατ’ οὐρανὸν δίκην ἄστρων, τὸν ἥλιον τῆς δικαιοσύνης καὶ τὸ σύζυγον αὐτῷ ἅγιον πνεῦμα περιπολεῖν τῆς τε τούτων χορηγίας τοῦ φωτὸς ἀπολαύειν, διὸ καὶ φωστῆρσι τοῖς κατ’ οὐρανὸν εἰκότως παραβάλ-λεσθαι· τὴν δὲ ἐκ τούτων παρατετραμμένην καὶ τῆς τῶν κρειττόνων χορείας δι’ οἰκείαν φαυλότητα στερομένην σκότος τε ἀντὶ φωτὸς ἀλλαξα-μένην ἔμπαλιν ἢ τὰ πρῶτα ταῖς ἁρμοττούσαις τῇ τοῦ τρόπου μοχθηρίᾳ προσηγορίαις ὀνομάζει. τὸν γοῦν κατάρξαντα τῆς πτώσεως, αὑτῷ τε καὶ ἑτέροις τῆς τῶν κρειττόνων ἀποστασίας γενόμενον αἴτιον, ὡς ἂν διόλου χαμαὶ τῆς τῶν θειοτέρων εὐσεβείας ἐκπεπτωκότα καὶ κακίας μὲν ἰοῦ καὶ δυσσεβείας αὐτὸν αὑτῷ δημιουργὸν ὑποστάντα, σκότους δὲ καὶ ἀλογίας ποιητὴν ἐκ τῆς τοῦ φωτὸς αὐθεκουσίου ἀναχωρήσεως γεγονότα, δράκοντα καὶ ὄφιν μέλανά τε καὶ ἑρπυστικόν, ἰοῦ θανατηφόρου γεννητικὸν θῆρά τε ἄγριον καὶ ἀνθρωποβόρον λέοντα καὶ πάλιν τὸν ἐν ἑρπετοῖς βασιλίσκον ἀπο-καλεῖν εἴωθεν. ὑπόθεσιν δ’ αὐτῷ φασιν οἱ θεῖοι λόγοι γεγονέναι τῆς ἀποπτώσεως μανίαν φρενῶν καὶ διανοίας ἔκστασιν, ὧδέ πως ὁμοῦ τὴν πτῶσιν αὐτοῦ καὶ τὴν φρενοβλάβειαν διηγούμενοι· Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωὶ̈ ἀνατέλλων; συνετρίβη ἐπὶ τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. καὶ πάλιν· Τάδε λέγει κύριος, κύριος, ἀνθ’ ὧν ὑψώθη ἡ καρδία σου καὶ εἶπας· θεός εἰμι ἐγώ, κατοικίαν θεοῦ κατῴκηκα. καὶ αὖθις· Σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους, ἐν τῇ τρυφῇ τοῦ παραδεί-σου τοῦ θεοῦ ἐγενήθης, πάντα λίθον χρηστὸν ἐνδέδεσαι καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει· Ἐν ὄρει ἁγίῳ θεοῦ ἐγενήθης, ἐν μέσῳ λίθων πυρίνων ἐγενήθης, ἄμωμος σὺ ἐν ταῖς ἡμέραις σου, ἀφ’ ἧς ἡμέρας σὺ ἐκτίσθης, ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί. ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου, διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρριψά σε. Διὰ δὴ τούτων ἄντικρυς τὴν μετὰ τῶν θειοτέρων δυνάμεων προτέραν τοῦ δηλουμένου διατριβὴν καὶ τὴν ἀπὸ τῶν κρειττόνων δι’ οἰκείαν μεγαλαυχίαν καὶ θεομαχίαν ἀπόπτωσιν μεμαθήκαμεν. μυρίον δέ ἐστιν ἄλλο γένος ὑπὸ τού-τῳ τοῖς παραπλησίοις ἔνοχον πλημμελήμασιν, ὃ τῆς δυσσεβείας χάριν τῆς τῶν εὐσεβῶν ἀποπεσὸν λήξεως ἀντὶ τῆς πάλαι φωτοειδοῦς καὶ θειοτέρας περιβολῆς τῆς τε ἐν τοῖς βασιλείοις τιμῆς καὶ τῆς ἐν μακαρίοις καὶ ἀγγελι-κοῖς χοροῖς διατριβῆς τὸν ἐφαρμόζοντα τοῖς δυσσεβέσι χῶρον κρίσει δικαίᾳ καὶ ἀποφάσει τοῦ μεγάλου θεοῦ Τάρταρον οἰκεῖν, ὃν ἄβυσσον οἱ θεῖοι λόγοι προσαγορεύουσι, καὶ σκότος οὐ τὸ παρ’ ἡμῖν, τὸ δ’ ὑπὸ τῶν θείων λογίων δηλούμενον ἀντικατηλλάξατο. ὧν βραχύ τι καὶ μικρὸν ἀπόσπασμα, γυμνασίου χάριν τῶν εὐσεβείας ἀθλητῶν ἀμφὶ γῆν καὶ τὸν ὑπὸ σελήνην ἀέρα καταλειφθέν, τῆς ἐν ἀνθρώποις πολυθέου πλάνης κατ’ οὐδὲν ἀθεότητος διαφερούσης συναίτιον γέγονε. τέθειται δὲ καὶ τούτοις ἡ θεία γραφὴ προσφυεῖς τὰς προσηγορίας, γυμνότερον μέν, ὅτε πνεύματα πονηρὰ καὶ δαίμονας ἀρχάς τε καὶ ἐξουσίας καὶ κοσμοκράτορας καὶ πνευματικὰ πονη-ρίας ἐπονομάζει, συμβολικῶς δέ, ὅτε τὸν θεοφιλῆ παρορμᾷ μηδὲν δεδίτ-τεσθαι τὸ τῶν πολεμίων δαιμόνων στῖφος, δι’ ὧν φησιν· Ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. δεῖγμα δὲ τούτων τῆς θεοεχθρίας τὸ θέλειν σφᾶς αὐτοὺς θεοὺς ἀναγορεύεσθαι καὶ τὰς ἐπὶ θεῷ τιμὰς εἰς ἑαυτοὺς ὑφαρπάζειν μαντείαις τε πειρᾶσθαι καὶ χρησμοῖς, ὥσπερ τισὶ θελγήτροις καὶ προβολίοις, τοὺς εὐχερεῖς δελεάζειν καὶ τῆς μὲν ἐπὶ τὸν τῶν ὅλων θεὸν ἀνανεύσεως ἀποσπᾶν, κατασύρειν [δὲ] ἐπὶ τὸν πανώλεθρον τῆς δυσσεβοῦς καὶ ἀθέου δεισιδαιμονίας βυθόν· διὸ προτροπάδην φεύγειν αὐτῶν τὰς ἀπάτας μόνοις Ἑβραίοις ἄνωθεν ἐξ αἰῶνος ἐσπουδάζετο διαρρήδην παιδεύουσιν, ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαι-μόνια. νυνὶ δέ, σὺν θεῷ φάναι, διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελι-κῆς διδασκαλίας πάντα τὰ πανταχόθεν τῆς οἰκουμένης ἔθνη, δεσμῶν δαιμονι-κῶν ἀπηλλαγμένα, τὸν θεὸν ἀνυμνεῖ, ὃν δὴ καὶ μόνον ὑπάρχειν [σωτῆρα καὶ] βασιλέα καὶ θεὸν τῶν ὅλων μεμαθήκαμεν. ιζ. ΠΕΡΙ ΤΗΣ ΤΑΝΘΡΩΠΟΥ ΦΥΣΕΩΣ Κἀνταῦθα πάλιν ἡ μὲν τῶν Φοινίκων καὶ Αἰγυπτίων ζῳογονία αὐτό-ματον εἰσῆγε τῶν ἐπὶ γῆς ἁπάντων ζῴων τε καὶ ἀνθρώπων τὴν γένεσιν, μίαν καὶ τὴν αὐτὴν ὁμοίως φύσιν συντυχικῶς ἀπὸ γῆς προελθεῖν διαγράφουσα κατ’ οὐδέν τε τὴν ἄλογον διαφέρειν τῆς λογικῆς ψυχῆς τε καὶ οὐσίας ὑποτιθε-μένη. ταῦτα γοῦν ἐδήλουν αἱ προπαρατεθεῖσαι τῶν παρ’ αὐτοῖς συγγραφέων λέξεις. παῖδες δὲ πάλιν Ἑβραίων εἰκότως ἡμῖν προτετίμηνται, τὰ περὶ τῆς πρώτης ἀνθρώπων συστάσεως παγκάλως καὶ σοφῶς καὶ ἀληθῶς διειλη-φότες· ὅτι δὴ τῶν ἐν ἡμῖν τὸ μέν τι φασὶ θεῖον εἶναι καὶ ἀθάνατον, ἄσαρ-κον τὴν φύσιν καὶ ἀσώματον, τοῦτο δὲ καὶ τὸν ἀληθῆ τυγχάνειν ἄνθρωπον κατ’ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν γεγενημένον, εἶναι δὲ αὐτὸν ἔργον θεοῦ, ἀλλ’ οὐ τύχης οὐδ’ αὐτομάτου φύσεως, αὐτοῦ δὲ τοῦ τῶν ὅλων αἰτίου, κρίσει θείᾳ βεβουλημένου μηδὲ τὰ κατὰ γῆν νοερᾶς καὶ λογικῆς οὐσίας ἀμοιρεῖν, ὅπως διὰ πάντων αὐτῷ οὐρανίων τε καὶ αἰθερίων τῶν τε ἐπὶ γῆς λογικῶν
τὰ μὲν οὐράνια μόνα ὑπὸ Θεοῦ διοικεῖσθαι, οὐ μὴν καὶ τὰ ἐπὶ γῆς· καὶ πάλιν, ἀγέννητον εἶναι τὴν κό εμον, καὶ μήθ' ὅλως ὑπὸ Θεοῦ γενέσθαι, αὐτομάτως δὲ καὶ συντυχικῶς ὑφεστάναι· τῶν δὲ, ἐξ ἀτόμων καὶ λεπτῶν σωμάτων ἀψύχων τινῶν, καὶ ἀλόγων τὴν τοῦ παντὸς σύστασιν γεγονέναι. ᾿Αλλὰ τὰ μὲν ἐκ τῶν παρ' Εβραίοις λογίων περὶ τοῦ τῶν ὅλων Θεοῦ ὡς ἐν βρα- χέσι τοιαῦτα· συνιδεῖν δὲ ἔπεται καὶ τὰ μετὰ τὸν τῶν ὅλων Θεὸν περὶ τῆς τῶν γεννητῶν ἀρχῆς Ἑβραίοις περιλοσοφημένα. ΚΕΦΑΛΑΙΟΝ ΙΒ'. Β Περὶ τῆς τοῦ δευτέρου αιτίου θεολογίας. Θαλῆς μὲν ὁ Μιλήσιος ἀρχὴν τῶν ἁπάντων τὸ ὕδωρ εἶναι ἀπεφήνατο, ᾿Αναξιμένης δὲ τὸν ἀέρα, Ηρά- κλειτος τὸ πῦρ, Πυθαγόρας ἀριθμούς, Επίκουρος ἅμα Δημοκρίτῳ σώματα άτομα, Εμπεδοκλῆς τὰ τέσσαρα στοιχεία. Ίδωμεν τοιγαροῦν καὶ τὰ παρ᾽ Εβραίοις λόγια. Μετὰ τὴν ἄναρχον καὶ ἀγένητον τοῦ Θεοῦ τῶν ὅλων οὐσίαν, ἄμικτον οὖσαν καὶ ἐπέκεινα πάσης και ταλήψεως, δευτέραν οὐσίαν (74) καὶ θείαν δύναμιν, ἀρχὴν τῶν γενητῶν ἁπάντων, πρώτην τε ὑποστάσαν, κἀκ τοῦ πρώτου αἰτίου γεγενημένην εἰσάγουσι, Λόγον, καὶ Σοφίαν, καὶ Θεοῦ δύναμιν αὐτὴν προσαγορεύον- τες. Τοῦτο δὲ πρῶτος διδάσκει λέγων Ἰώβ· « Ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶν τῆς ἐπι- στήμης ; Οὐκ οἶδε βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴν εὐ μέθη ἐν ἀνθρώποις· ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος. Ο Κύριος συνέστησεν αὐτῆς τὴν ὁδὸν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς. » Καὶ ὁ Δαβὶδ δέ που ἐν ψαλμῳδίαις ἑτέρῳ προσειπὼν τὴν σοφίαν ὀνόματί φησι· . Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, ο τὸν τῶν ἁπάντων δημιουργικὸν Λόγον Θεοῦ τοῦτον ἐνευφημή- σας τὸν τρόπον. Οὐ μὴν ἀλλὰ καὶ ὁ τούτου παῖς Σου λομών ὠδί πη ἐξ αὐτῆς προσωποποιεί τῆς σοφίας λέ- γων· ε Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶ σιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Δι' ἐμοῦ βασι- λεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύν νην. ο Καὶ πάλιν· ο Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτ τοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με· ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ τὰς ἀδύσε σους γενέσθαι, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάν των βουνῶν γεννά με. Ηνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὁ ὑπ᾽ οὐρανὸν, ἤμην σὺν αὐτῷ ἁρμόζουσα.. Ἐγὼ ήμην ή προσέχαιρε καθ' ἡμέραν· ηὐφραινόμην δὲ ἐνώ - των αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰ ίσ. τάς. 'Αρειανίζει, υποκορίζεσθαι, PRÆPAR. EVANG. LIB. WI A Quisquamne vero cum illis egregias eruditorum Græcorum de Deo disputationes conferendas putet? quorum alii divinitatem funditus omnem sustule- runt; alii stellis eamdem tribuerunt, quas ipsi ta- men globos quosdam igneos et candentes esse vo- lebant, in colo clavorum aut laminarum in morem alte penitusque defixos: alii denique artifi- ciosum ignem, et certo quodam ordine sese com- moventem Dei loco statuerunt. Alii præterea nulto Dei consilio mundum gubernari, sed temerario quodam naturæ impetu ferri docebant: alii, cum in cœlestibus modo rebus divinæ Providentiæ du- ctum agnoscerent, terrestribus omnem adimebant. Rursus, ortu caruisse mundum vel a Deo conditum eum fuisse negabant : cum alii sua sponte et casu quodam exstitisse illum et coaluisse vellent; alii vero ex individuis quibusdam, tenuissimisque corpusculis, iisdemque anima simul et ratione caren- ubus, universi molem conflatam esse defenderent. At de rerum omnium præpotente Deo, hæc nobis ex Hebræorum oraculis delibata, modo satis. Consequens deinceps erit, ut quemadmodum, orbis præside constituto, de rerum illi creatarum principio philosophati sint, videamus. C "Job xxv, 20. - D CAPUT XII. Hebræorum de secundo principio theologia. Thales quidem ille Milesius, rerum universarum principium aquam esse defendebat, aerem Anaxi- memes, Heraclitus ignem, numeros Pythagoras, Epicurus cum Democrito corpuscula quedam in- dividua, Empedocles quatuor elementa. Nos hac de re Hebræorum quoque litteras consulamus. Illi er- go, secundum principem illam, et principio simul ortuque carentem præpotentis Dei naturam, quæ- que ut ab omni permistione sejuncta est, sic omni comprehensione major, naturam alteram consti- tuunt, vimque divinam, quæ cumn eorum omnium, quæ gignuntur, principium sit, tum ante cæteras omnes exstiterit, ab eodemque primo principio ge- nita fuerit, quam ipsi Verbum, Sapientiam, Dei- que virtutem appellare solent. Atque hoc in primis Jobus docuit, dum ita locutus est: Unde autem sapientia inventa est? aut quis locus est scientia ? Nescit homo viam ejus, neque iuventa est inter ho- mines audivimus autem gloriam ipsius. Dominus constituit vian ejus, ipse autem novit locum ejus "., Itemque David in Psalmis, aliud huic sapientiæ nomen attribuens : « Verbo, inquit, Domini coeli firmati sunt ; » quibus ipse Verbum illud divinum hujus uni- versi molitorem celebravit. Quin etiam filius ejus Salomon, ejusdem ex sapientiæ persona, hunc in modum loquitur: e Ego sapientia habito in consilio et scientia, et intelligentiam ego vocavi. Per me reges regnant, et potentes decernunt justi- tiam . . Et rursus. • Dominus creavit me initium:Ι viarum suarum ad opera sua. Ante ævum funda- vit me: In principio, antequam terram faceret, antequam essent abyssi: antequam montes fixi con- stitissent: ante omnes colles generavit me. Quando præparabat coelum, aderam ipsi: quando certos Psal.xxxus, 6. * Prov. vill, 12. Tametsi ejus orationem Trapezuntius et adhibito quasi studio mollire vi- deatur. Sed notus satis Eusebius ; ac præsertim ante Nicænum concilium, ante quod hæc ab eo scripta fuisse non dubito. (74) Δευτέραν οὐσίαν. Eusebius hic ἄντικρυς
PG 21:551καὶ τῆς αὐτοῦ θειότητος ἀντιληπτικῶν ὁ προσήκων ὕμνος ἀναπέμποιτο. οὕτω δ’ οὖν περιέχει τὰ Ἑβραίων λόγια· Καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. καὶ πάλιν· Καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον καὶ ἐνεφύσησεν εἰς τὸ πρός-ωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. καὶ ταῦτα δὲ πάλιν ὁ Ἑβραῖος ἑρμηνεύει Φίλων, ταῖς ἐκτεθείσαις αὐτοῦ φω-ναῖς ἔτι καὶ τάδε ἐπιλέγων· Ἀλλ’ οἱ μὲν ἄλλοι, τῆς αἰθερίου φύσεως τὸν ἡμέτερον νοῦν μοῖραν εἰπόν-τες εἶναι, συγγένειαν τὴν ἀνθρώπου πρὸς αἰθέρα συνῆψαν. ὁ δὲ μέγας Μωσῆς οὐδενὶ τῶν γεγονότων τῆς λογικῆς ψυχῆς τὸ εἶδος ὡμοίωσεν, ἀλλ’ εἶπεν αὐτὴν τοῦ θείου καὶ ἀοράτου πνεύματος ἐκείνου δόκιμον εἶναι νόμισμα, σημειωθὲν καὶ τυπωθὲν σφραγῖδι θεοῦ, ἧς ὁ χαρακτήρ ἐστιν ὁ ἀί̈διος λόγος. ἐνέπνευσε, γάρ φησιν, ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρω-πος εἰς ψυχὴν ζῶσαν, ὥστε ἀνάγκη πρὸς τὸν ἐκπέμποντα τὸν δεχόμενον ἀπεικονίζεσθαι. διὸ καὶ λέγεται κατ’ εἰκόνα θεοῦ τὸν ἄνθρωπον γενέσθαι, οὐ μὴν κατ’ εἰκόνα τινὸς τῶν γεγονότων. ἀκόλουθον οὖν ἦν τῆς ἀνθρώπου ψυχῆς κατὰ τὸν ἀρχέτυπον τοῦ αἰτίου λόγον ἀπεικονισθείσης καὶ τὸ σῶμα ἀνεγερθὲν πρὸς τὴν καθαρωτάτην τοῦ παντὸς μοῖραν, οὐρανόν, τὰς ὄψεις ἀνα-τεῖναι. Ταῦτα μὲν οὗτος. εἰκότως δῆτα καὶ ἡ θεία γραφὴ οὐχ ὡς τὰ λοιπὰ ζῷα γεγονέναι τὸν ἄνθρωπόν φησι· τὰ μὲν γὰρ ἀπὸ γῆς προελθεῖν ἑνὶ κε-λεύσματι τοῦ παμβασιλέως, τὰ δ’ ἐκ τῆς ὑγρᾶς οὐσίας ἀναπτῆναι πάλιν αὐτοῦ νεύματι· μόνον δὲ τῶν ἐπὶ γῆς ζῴων τὸ θεοφιλέστατον, ἡμᾶς αὐτούς, κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν τὴν ψυχὴν γεγονέναι· παρ’ ὃ καὶ ὁρᾶσθαι ἀρχι-κὸν καὶ βασιλικὸν τὴν φύσιν μόνον τε τῶν ἐπὶ γῆς εἶναι λογικὸν καὶ δημι-ουργικὸν καὶ κριτικὸν καὶ νομοθετικὸν τεχνῶν τε καὶ ἐπιστημῶν καταληπτι-κόν· εἶναι γὰρ μόνην τὴν ἐν ἀνθρώπῳ ψυχὴν νοερὰν καὶ λογικὴν οὐσίαν, ἧς μὴ μετεῖναι τοῖς ἄλλοις ἐπὶ γῆς ζῴοις. διὸ τὰ μὲν θητεύειν καὶ χώραν οἰκετῶν παρέχειν ἀνθρώπῳ, τὸν δὲ οἷα δεσπότην καὶ ἡγεμόνα δουλοῦσθαι καὶ ὑποτάττειν τὰ ῥώμῃ μὲν σώματος πολὺ κρείττονα, μείονα δὲ τῇ κατὰ τὴν νοερὰν οὐσίαν στερήσει. τοῦτον μὲν οὖν κατ’ εἰκόνα φασὶ θεοῦ καὶ καθ’ ὁμοίωσιν πρὸς αὐτοῦ τοῦ θεοῦ μετά τινος διαφερούσης ὑπεροχῆς ὑπο-στῆναι. διὸ καὶ θεοῦ ἐννοίας εἰς φαντασίαν ἰέναι σοφίας τε καὶ δικαιοσύνης καὶ πάσης ἀρετῆς ἀντιλήψεις ποιεῖσθαι δρόμους τε ἡλίου καὶ σελήνης καὶ ἄστρων ἡμερῶν τε καὶ ὡρῶν κύκλους ἀπαριθμεῖσθαι δυνατῶς ἔχειν, τῆς πρὸς τὰ ἄνω συγγενείας χάριν, ἣν θνητῶν μόνος ἄνθρωπος ἐπιδείκνυται. τὸ δὲ τούτῳ περιπεπλασμένον ἔξωθεν ἑτερογενὲς μὲν ὑπάρχειν τὴν οὐσίαν καὶ γηγενές, εἶναι δὲ καὶ αὐτὸ θεοῦ ἔργον ἀπὸ γῆς ληφθὲν καὶ εἰς αὐτὴν ὑπο-στρέφον. διὸ καὶ χρῆναι τούτου μὲν ὅσα καὶ ἀλόγου θρέμματος τὸν δεσπότην ἠχθισμένου φροντίζειν ἄγειν τε πράως αὐτὸ καὶ τρέφειν οἷα δοῦλον, πρὸς ἀν-θρωπείου βίου διακονίαν εὖ προσηνωμένον, τὸν δ’ εἴσω δεσπότην, ὡς ἂν εὐγενῆ καὶ θεοῦ συγγενῆ τὴν φύσιν, ἐλευθερίοις τρόποις τιμᾶν, ἅτε καὶ πρὸς τοῦ πάντων αἰτίου τετιμημένον. λέγει δ’ οὖν τὰ λόγια ὡς ἄρα τὴν πρώτην ἀνθρώπου φύσιν δυνάμεσι θείαις καὶ ὁμοιώσει θεοῦ κοσμήσας ὁ παμβασιλεὺς ἁρμόδιον οἷς ἐδωρήσατο τὴν πρώτην ἀπεκλήρωσε διατριβὴν τοῦ βίου ἐν ἀγαθῶν παραδείσῳ, χορείαις συγκαταλέξας θείαις. καὶ τὸν μὲν τάδε ἐν ἀρχαῖς οἷα πανάγαθον αὐτῷ δεδωρῆσθαι πατέρα, τὸν δ’ αὐθεκου-σίῳ αἱρέσει τῶν κρειττόνων ἀποπεσεῖν καὶ τὸν θνητὸν χῶρον ἀντικαταλλάξα-σθαι θείας ἐντολῆς ὀλιγωρίᾳ. διὸ καὶ μάλιστα προσήκειν εὐσεβείας ἐν πρώτοις ἀντιποιεῖσθαι καὶ τὸ πρώτως πλημμεληθὲν δευτέροις αἰσίοις ἐπι-διορθοῦσθαι σπεύδειν τε ἐπὶ τὴν τῶν οἰκείων ἀναδρομήν τε καὶ ἀποκατά-στασιν. εἶναι γὰρ τέλος ἀνθρώπου φύσεως οὐχ ὧδε ἐπὶ γῆς οὐδ’ εἰς φθορὰν καταστρέφον καὶ ἀπώλειαν, ἀλλ’ ἐκεῖσε ὅθεν καὶ ὁ πρῶτος ἀπέσφηλε. διὸ χρῆναι τὸ καθαρὸν αὖθις καὶ τὸ θεοείκελον ἀνακτήσασθαι τῆς ἐν ἡμῖν νο-ερᾶς οὐσίας, ἐφ’ ἣν προθυμητέον ἀνιέναι παντὶ σθένει πᾶσιν ἀνθρώποις εὐσεβείας καὶ ἀρετῆς ἐπιμελομένοις. Τοιαῦτα καὶ τὰ περὶ ἀνθρώπου φύσεως Ἑβραίοις πεφιλοσοφημένα ἄνωθεν, πρὶν ἢ καὶ εἰς ἀνθρώπους παρελθεῖν Ἕλληνας· οἳ χθιζοί τινες καὶ κο-μιδῇ νέοι ἀπὸ γῆς ἀνακύψαντες τά τε βαρβάρων ὑποσυλᾶν διανοηθέντες, καὶ τῶν παρ’ Ἑβραίοις οὐκ ἀπέσχοντο, ὡς προϊὼν ὁ λόγος αὐτίκα μάλα ἐπιδείξει. ἀλλ’ ἐπεὶ τῶν Ἑβραϊκῶν δογμάτων ἴδιον ἦν τὸ ἕνα τῶν ἁπάντων ποιητὴν νομίζεσθαι τὸν ἐπὶ πάντων θεὸν αὐτῆς τε τῆς ὑποκειμένης τοῖς σώμασιν οὐσίας, ἣν ὕλην Ἕλλησι προσαγορεύειν φίλον, τούτῳ δὲ μυρίοι βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων ἐξ ἐναντίας ἔστησαν, οἱ μὲν κακίας πηγὴν τὴν ὕλην εἶναι ἀποφηνάμενοι ἀγένητόν τε ὑπάρχειν, οἱ δὲ τῇ μὲν οἰκείᾳ φύσει ἄποιον καὶ ἀσχημάτιστον, τῇ δὲ τοῦ θεοῦ δυνάμει τὸν κόσμον αὐταῖς ποιότησι προσειληφέναι, δεικτέον ὡς πολὺ κρεῖττον ἡ Ἑβραίων ἐπέχει δόξα, μετ’ ἀποδείξεως λογικῆς παρισταμένη τῷ προβλήματι καὶ τὸν ἐναντίον λογισμοῖς ὀρθοῖς ἀποσκευαζομένη λόγον. θήσω δὲ οὐκ ἐμὰς φωνάς, τῶν δὲ πρό-σθεν ἡμῶν τὸ δόγμα διηκριβωκότων, καὶ πρώτου γε Διονυσίου, ὃς ἐν τῷ πρώτῳ τῶν Πρὸς Σαβέλλιον αὐτῷ γεγυμνασμένων τάδε περὶ τοῦ προκειμέ-νου γράφει· ιη. ΠΕΡΙ ΤΟΥ ΜΗ ΑΓΕΝΗΤΟΝ ΕΙΝΑΙ ΤΗΝ ΥΛΗΝ Οὐδ’ ἐκεῖνοι μὲν γὰρ ὅσιοι οἱ τὴν ὕλην ὡς ἀγένητον ὑποχείριον εἰς δια-κόσμησιν διδόντες τῷ θεῷ· παθητὴν γὰρ αὐτὴν καὶ τρεπτὴν ὑπάρχουσαν εἴκειν ταῖς θεοποιήτοις ἀλλοιώσεσι. καὶ πόθεν γὰρ ὑπάρχει τῷ θεῷ καὶ τῇ ὕλῃ τό τε ὅμοιον καὶ τὸ ἀνόμοιον, διασαφείτωσαν. ἑκατέρου γὰρ δεῖ τινα ἐπινοῆσαι κρείττονα, ὃ μηδὲ θεμιτὸν ἐννοῆσαι περὶ τοῦ θεοῦ. τό τε γὰρ ἀγένητον, ὅμοιον ἐν ἀμφοτέροις λεγόμενον καὶ ἕτερον νοούμενον παρ’ ἑκάτερον, πόθεν ἐν αὐτοῖς ἐγένετο; εἰ μὲν γὰρ αὐτοαγένητόν ἐστιν ὁ θεὸς καὶ οὐσία ἐστὶν αὐτοῦ, ὡς ἂν εἴποι τις, ἡ ἀγενησία, οὐκ ἂν ἀγένητον εἴη ἡ ὕλη (οὐ γὰρ ταὐτόν ἐστιν ὁ θεὸς καὶ ἡ ὕλη)· εἰ δὲ ἑκάτερον μέν ἐστιν ὅπερ ἐστίν, ἡ ὕλη καὶ ὁ θεός, πρός-εστι δὲ ἀμφοτέροις τὸ ἀγένητον, δῆλον ὡς ἕτερόν ἐστιν ἑκατέρου καὶ ἀμφοτέρων πρεσβύτερόν τε καὶ ἀνωτέρω. ἀνατρεπτικὴ δὲ παντελῶς καὶ τοῦ ταῦτα συνυπάρχειν, μᾶλλον δὲ τοῦ τὸ ἕτερον αὐτῶν, τὴν ὕλην, ἐφ’ ἑαυτῆς ὑπάρχειν, καὶ ἡ τῆς ἐναντίας ἕξεως διαφορά. εἰπάτωσαν γὰρ τὴν αἰτίαν, δι’ ἥν, ἀμφοτέ-ρων ὄντων ἀγενήτων, ὁ μὲν θεὸς ἀπαθής, ἄτρεπτος, ἀκίνητος, ἐργαστικός, ἡ δὲ τὰ ἐναντία παθητή, τρεπτή, ἄστατος, μεταποιουμένη. καὶ πῶς ἥρμο-σαν καὶ συνέδραμον; πότερον κατὰ τὴν τῆς ὕλης φύσιν ἐξοικειώσας ἑαυτὸν ἐτεχνίτευσεν αὐτὴν ὁ θεός; ἀλλὰ τοῦτό γε ἄτοπον ὁμοίως ἀνθρώποις χρυσο-χοεῖν καὶ λιθουργεῖν καὶ κατὰ τὰς ἄλλας τέχνας, ὅσαις ὕλαι μορφοῦσθαι καὶ τυποῦσθαι δύνανται, χειροκμητεῖν τὸν θεόν. εἰ δὲ οἵαν αὐτὸς ἐβούλετο κατὰ τὴν ἑαυτοῦ σοφίαν ἐποίωσε τὴν ὕλην, τὸ πολύμορφον καὶ παμποίκιλον τῆς δημιουργίας ἑαυτοῦ σχῆμα καὶ τύπον ἐνσφραγιζόμενος αὐτῇ, καὶ εὔφημος καὶ ἀληθὴς οὗτος ὁ λόγος καὶ προσέτι καὶ τὴν ὑπόστασιν τῶν ὅλων, τὸν θεόν,
PG 21:557ἀγένητον εἶναι κρατύνει. τῷ γὰρ εἶναι ἀγένητον ἅμα καὶ τό πως εἶναι προς-ῆψε. πολὺς μὲν οὖν καὶ πρὸς τούτους ὁ λόγος, ἀλλ’ οὐ νῦν ἡμῖν πρόκειται· συγ-κρίσει δὲ τῇ πρὸς τοὺς ἀθεωτάτους πολυθέους εὐφημότεροι οὗτοι. Ταῦτα μὲν οὖν καὶ ἀπὸ τῶν Διονυσίου. καὶ τῶν Ὠριγένους δὲ ἄκουε· Εἰ δέ τινι προσκόπτει διὰ τοὺς ἀνθρωπίνους τεχνίτας μὴ δύνασθαι παραδέ-ξασθαι τὸν θεὸν χωρὶς ὕλης ἀγενήτου ὑποκειμένης κατασκευάζειν τὰ ὄντα, ἐπεὶ μηδὲ ἀνδριαντοποιὸς χωρὶς χαλκοῦ τὸ ἴδιον ἔργον ποιῆσαι δύναται μηδὲ τέκτων χωρὶς ξύλων μηδὲ οἰκοδόμος χωρὶς λίθων, ζητητέον πρὸς αὐτὸν περὶ δυνάμεως θεοῦ, εἰ θελήσας ὑποστῆσαι ὅ τι βούλεται ὁ θεός, τῆς θελήσεως αὐτοῦ οὐκ ἀπορουμένης οὐδὲ ἀτονούσης, οὐ δύναται ὑποστῆσαι ὃ βούλεται. ᾧ γὰρ λόγῳ τὰς ποιότητας (κατὰ πάντας τοὺς πρόνοιαν εἰσάγοντας τῷ ἰδίῳ λόγῳ) οὐκ οὔσας ὡς βούλεται εἰς διακόσμησιν τοῦ παντὸς ὑφίστησι τῇ ἀφάτῳ αὐτοῦ δυνάμει καὶ σοφίᾳ, τούτῳ τῷ λόγῳ καὶ τὴν οὐσίαν ὅσης χρῄζει ἱκανή ἐστιν αὐτοῦ ἡ βούλησις ποιῆσαι γενέσθαι. ἀπορήσομεν γὰρ πρὸς τοὺς οὐ βουλομένους ταῦθ’ οὕτως ἔχειν, εἰ μὴ ἀκολουθεῖ αὐτοῖς εὐτυχηκέναι τὸν θεόν, ἀγένητον εὑ-ρόντα τὴν οὐσίαν, ἣν εἰ μὴ τὸ ἀγένητον αὐτῷ ὑποβεβληκὸς ἦν, οὐδὲν ἔργον δυνατὸς ἦν ποιῆσαι, ἀλλ’ ἔμενεν οὐ δημιουργός, οὐ πατήρ, οὐκ εὐεργέτης, οὐκ ἀγαθός, οὐκ ἄλλο τι τῶν εὐλόγως λεγομένων περὶ θεοῦ. πόθεν δὲ καὶ τὸ μετρεῖν τῆς ὑποκειμένης οὐσίας τὸ τοσόνδε, ὡς διαρκέσαι τῇ τηλικούτου κόσμου ὑποστάσει; οἱονεὶ γὰρ πρόνοιά τις πρεσβυτέρα θεοῦ ἀναγκαίως τὴν ὕλην ἔσται ὑποβεβληκυῖα τῷ θεῷ, προνοουμένη τοῦ τὴν τέχνην τὴν ἐνυπάρχουσαν αὐτῷ μὴ κενοπαθῆσαι οὐκ οὔσης οὐσίας, ᾗ ὁμιλῆσαι δυνάμενος κατεκόσμησε τὸ τηλι-κοῦτον κόσμου κάλλος. πόθεν δὲ καὶ δεκτικὴ γεγένηται πάσης ἧς βούλεται ὁ θεὸς ποιότητος, μὴ αὐτοῦ τοῦ θεοῦ ἑαυτῷ τοσαύτην καὶ τοιαύτην ποιήσαν-τος ὁποίαν ἔχειν ἐβούλετο; καθ’ ὑπόθεσιν γοῦν ἀποδεξάμενοι τὸ ἀγένητον εἶναι τὴν ὕλην ταῦτα ἐροῦμεν πρὸς τοὺς τοῦτο βουλομένους· ὅτι εἰ προνοίας οὐχ ὑποβαλλούσης τὴν οὐσίαν τῷ θεῷ τοιαύτη γεγένηται, εἰ πρόνοια ἦν ὑφε-στῶσα, τί ἂν πλέον πεποιήκει τοῦ αὐτομάτου; καὶ εἰ αὐτός, [μὴ] οὔσης ὕλης, ἐβούλετο κατασκευάσαι αὐτήν, τί ἂν πλέον ἡ σοφία καὶ ἡ θειότης αὐτοῦ πεποιήκει τοῦ ἐξ ἀγενήτου ὑποστάντος; εἰ γὰρ εὑρίσκεται ταὐτὸν γενόμενον ἂν ὑπὸ τῆς προνοίας, ὅπερ καὶ χωρὶς προνοίας ὑπέστη, διὰ τί οὐχὶ καὶ ἐπὶ τοῦ κόσμου ἀθετήσομεν τὸν δημιουργὸν καὶ τὸν τεχνίτην; ὥσπερ γὰρ ἄτοπον ἐπὶ τοῦ κόσμου εἰπεῖν οὕτως τεχνικῶς κατεσκευασμένου τὸ χωρὶς τεχνίτου σοφοῦ αὐτὸν τοιοῦτον γεγονέναι, οὕτως καὶ τὸ τὴν ὕλην, τοσαύτην καὶ τοιαύ-την καὶ τοιούτως εἰκτικὴν τῷ τεχνίτῃ λόγῳ θεοῦ, ὑφεστηκέναι ἀγενήτως ἐπ’ ἴσης ἐστὶν ἄλογον. πρὸς μέντοι γε τοὺς παραβάλλοντας ὅτι οὐδεὶς δημιουργὸς χωρὶς ὕλης ποιεῖ, λεκτέον ὅτι ἀνομοίως παραβάλλουσι. πρόνοια γὰρ παντὶ τεχνίτῃ ὑποβάλλει τὴν ὕλην ἀπὸ προτέρας τέχνης, ἢ ἀνθρωπίνης ἢ θείας, ἐρχομένην. ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκέσει πρὸς τοὺς διὰ τὸ λέγεσθαι ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος οἰομένους ἀγένητον εἶναι τὴν σωματικὴν φύσιν. Τοσαῦτα καὶ οὗτος. καὶ ὁ Ἑβραῖος δὲ Φίλων ἐν τῷ Περὶ τῆς προνοίας ταῦτα περὶ τῆς ὕλης διέξεισι· Περὶ δὲ τοῦ ποσοῦ τῆς οὐσίας, εἰ δὴ γέγονεν ὄντως, ἐκεῖνο λεκτέον· ἐστοχάσατο πρὸς τὴν τοῦ κόσμου γένεσιν ὁ θεὸς αὐταρκεστάτης ὕλης, ὡς μήτ’ ἐνδέοι μήδ’ ὑπερβάλλοι. καὶ γὰρ ἄτοπον ἦν τοὺς μὲν κατὰ μέρος τεχνίτας, ὁπότε τι δημιουργοῖεν καὶ μάλιστα τῶν πολυτελῶν, τὸ ἐν ὕλαις αὔταρκες σταθμή-σασθαι, τὸν δ’ ἀριθμοὺς καὶ μέτρα καὶ τὰς ἐν τούτοις ἰσότητας ἀνευρηκότα μὴ φροντίσαι τοῦ ἱκανοῦ. λέξω δὴ μετὰ παρρησίας ὅτι οὔτ’ ἐλάττονος οὔτε πλείονος οὐσίας ἔδει τῷ κόσμῳ πρὸς κατασκευήν, ἐπεὶ οὐκ ἂν ἐγεγένητο τέ-λειος οὐδ’ ἐν πᾶσι τοῖς μέρεσιν ὁλόκληρος, εὖ δὲ δεδημιουργημένος ἐκ τελείας οὐσίας ἀπετελέσθη. πανσόφου γὰρ τὴν τέχνην ἴδιον, πρὶν ἄρξασθαί τινος κατα-σκευῆς, τὴν ἱκανὴν ἰδεῖν ὕλην. ἄνθρωπος μὲν οὖν κἂν εἰ τῶν ἄλλων τὴν ἐπιστήμην διαφέροι, μὴ δυνάμενος κατὰ τὸ παντελὲς ἐκφυγεῖν τὴν συγγενῆ τῶν θνητῶν πλάνην, ἀπατῷτο ἂν ἴσως περὶ τὴν ποσότητα τῆς ὕλης, ὁπότε τεχνιτεύοι, τοτὲ μὲν ὡς ἐλάττον[ι] προστιθέναι, τοτὲ δὲ ὡς περιττῆς ἀφαιρεῖν· ὁ δὲ πηγή τις ὢν ἐπιστημῶν ἐνδέον ἢ περιττεῦον οὐδὲν ἔμελλεν ὑποβάλλεσθαι, μέτροις ἅτε χρώμενος εἰς ἀκρίβειαν ὑπερφυῶς πεπονημένοις ἅπασιν ἐπαινετοῖς. ὁ δὲ βουλόμενος ἄλλως ὑθλεῖν οὐκ ἂν φθάνοι καὶ τὰ πάντων ἔργα τῶν τεχνιτῶν ἀντία τιθέμενος, ὡς ἀμείνον[ος] τῆς κατασκευῆς ἐπιλαχόντα προσθέσει τινὸς ἢ μειώσει τῶν ἐν ὕλαις; ἀλλὰ γὰρ σοφιστείας μὲν ἔργον εὑρεσιλογεῖν, σοφίας δὲ ἕκαστα διερευνᾶν τῶν ἐν τῇ φύσει. Καὶ τὰ μὲν τοῦ Φίλωνος τοῦτον ἐχέτω τὸν τρόπον. Μαξίμῳ δὲ τῆς Χριστοῦ διατριβῆς οὐκ ἀσήμῳ ἀνδρὶ καὶ λόγος οἰκεῖος συγγέγραπται ὁ Περὶ τῆς ὕλης. ἐξ οὗ μοι δοκῶ μέτρια χρησίμως παραθήσεσθαι εἰς ἀκριβῆ τοῦ προβλήματος ἔλεγχον· ιθ. ΟΤΙ ΜΗ ΑΓΕΝΗΤΟΣ Η ΥΛΗ ΜΗΔΕ ΚΑΚΩΝ ΑΙΤΙΑ Ὅτι μὲν ἀδύνατον ὑπάρχειν ἀγένητα δύο ἅμα οὐδὲ σὲ ἀγνοεῖν νομίζω, εἰ καὶ τὰ μάλιστα δοκεῖς προλαβὼν τοῦτο προστεθεικέναι τῷ λόγῳ, τὸ πάντως ἐξ ἀνάγκης τὸ ἕτερον δεῖν λέγειν, ἢ ὅτι κεχώρισται τῆς ὕλης ὁ θεὸς ἢ αὖ πάλιν ὅτι ἀμέριστος αὐτῆς τυγχάνει. εἰ μὲν οὖν ἡνῶσθαί τις αὐτὸν εἰπεῖν ἐθέλοι, ἓν τὸ ἀγένητον λέξει· ἑκάτερον γὰρ τούτων μέρος ἔσται τοῦ πλησίον· ἀλλήλων δὲ μέρη τυγχάνοντα οὐκ ἔσται ἀγένητα δύο, ὡς οὐδὲ διάφορα μέρη κατακερματί-ζομεν εἰς πολλὰ γενητά, ἀλλ’ ἢ ὡς ὁ λόγος ἀπαιτεῖ, ἕν τι γενητὸν τὸν ἄνθρω-πον πολυμερὲς πρὸς τοῦ θεοῦ γεγονέναι φαμέν. οὕτως ἀνάγκη, εἰ μὴ κεχώρισται τῆς ὕλης ὁ θεός, ἓν τὸ ἀγένητον εἶναι λέγειν. εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον ἀμφοτέρων, ὅπερ καὶ τὸν χωρισμὸν αὐτῶν δείκνυσιν. ἀδύνατον γὰρ ἐν διαστάσει ἐξετάζεσθαί τι ἀπό τινος, οὐκ ὄντος ἑτέρου καθ’ ὃ ἡ διάστασις ἑκατέρου γίνεται. ὅπερ οὐ μέχρι τούτου ἵσταται καὶ μόνου, ἀλλὰ καὶ πλείστων ὅσων. ὃν γὰρ ἐπὶ τῶν δύο ἀγενήτων εἴπομεν λόγον, τοῦτον ἐξ ἀνάγκης ὁμοίως προχωρεῖν, εἰ τὰ ἀγένητα δοθείη τρία. καὶ γὰρ ἐπὶ τούτων ἐροίμην ἂν εἰ κεχώρισται ἀλλήλων ἢ αὖ πάλιν ἕκαστον ἥνωται τῷ πλησίον. εἰ μὲν γὰρ ἡνῶσθαί τις εἰπεῖν ἐθέλοι, τὸν αὐτὸν ἀκούσει τῷ πρώτῳ λόγον· εἰ δ’ αὖ πάλιν κεχωρίσθαι, οὐ φεύξεται τὴν ἐξ ἀνάγκης τοῦ χωρίζοντος ὑπόστασιν. ἂν δὲ ἄρα τις καὶ τρίτον εἶναι λέξῃ λόγον ὡς ἁρμόζοντα περὶ τῶν ἀγενή-των λέγεσθαι, τουτέστι τὸ μὴ κεχωρίσθαι τῆς ὕλης τὸν θεὸν μήτ’ αὖ πάλιν ὡς μέρει ἡνῶσθαι, εἶναι δὲ καθάπερ ἐν τόπῳ τῇ ὕλῃ τὸν θεὸν ἢ καὶ τὴν ὕλην ἐν τῷ θεῷ, τὸ συνέχον ἀκουέτω, ὅτι ἐὰν τόπον τοῦ θεοῦ τὴν ὕλην εἴπωμεν, ἐξ ἀνάγκης αὐτὸν καὶ χωρητὸν λέγειν δεῖ καὶ πρὸς τῆς ὕλης περιγραφόμενον. ἀλλὰ μὴν καὶ ὁμοίως αὐτὸν τῇ ὕλῃ ἀτάκτως φέρεσθαι, μὴ ἵστασθαί τε μηδὲ μένειν αὐτὸν ἐφ’ ἑαυτοῦ ἀνάγκη, τοῦ ἐν ᾧ ἐστὶν ἄλλοτ’ ἄλλως φερομένου. πρὸς δὲ τούτοις καὶ ἐν χείροσι γεγονέναι τὸν θεὸν εἰπεῖν ἀνάγκη. εἰ γὰρ ἦν ποτε
PG 21:563ἄκοσμος ἡ ὕλη, ἐκόσμησε δὲ αὐτὴν εἰς τὸ κρεῖττον τρέψαι προαιρούμενος, ἦν ποτε ὅτε ἐν ἀκοσμήτοις ἦν ὁ θεός. δικαίως δ’ ἂν καὶ τοῦτον ἐροίμην τὸν λό-γον, πότερον ἐπλήρου τὴν ὕλην ὁ θεὸς ἢ ἐν μέρει τινὶ τῆς ὕλης ἦν. εἰ μὲν οὖν ἐν μέρει τινὶ τῆς ὕλης εἰπεῖν τις ἐθέλοι τὸν θεόν, πλεῖστον ὅσον μικρότερον τῆς ὕλης λέγει, εἰ δὴ μέρος αὐτῆς ὅλον ἐχώρησεν αὐτόν· εἰ δ’ ἐν πάσῃ εἶναι λέγοι τῇ ὕλῃ, πῶς ταύτην ἐδημιούργει φρασάτω. ἀνάγκη γὰρ ἢ συστολήν τινα τοῦ θεοῦ λέγειν, ἧς γενομένης ἐδημιούργει ἐκεῖνο ἀφ’ οὗ ὑπεχώρησεν, ἢ καὶ ἑαυτὸν τῇ ὕλῃ συνδημιουργεῖν, οὐκ ἔχοντα ὑποχωρήσεως τόπον. εἰ δὲ τὴν ὕλην ἐν τῷ θεῷ εἶναί τις λέξει, ὁμοίως ἐξετάζειν δεῖ πότερον ὡς διισταμένου αὐτοῦ ἀφ’ ἑαυτοῦ καί, ὥσπερ ἐν ἀέρι ζῴων ὑπάρχει γένη, διαιρουμένου καὶ μεριζομένου αὐτοῦ εἰς ὑποδοχὴν τῶν γινομένων ἐν αὐτῷ, ἢ ὡς ἐν τόπῳ, τουτέστιν ὥσπερ ἐν γῇ ὕδωρ. εἰ μὲν γὰρ εἴποιμεν ὡς ἐν ἀέρι, μεριστὸν ἀνάγκη τὸν θεὸν εἰπεῖν· εἰ δ’ ὥσπερ ἐν γῇ τὸ ὕδωρ, ἦν δὲ ἄτακτος ἡ ὕλη καὶ ἀκόσμητος, πρὸς δὲ τούτοις ἔχουσα καὶ κακά, τὸν θεὸν λέγειν ἀνάγκη τόπον εἶναι τῶν ἀκοσμή-των καὶ τῶν κακῶν. ὅπερ οὐκ εὔφημον εἶναί μοι δοκεῖ, ἐπισφαλὲς δὲ μᾶλλον. ὕλην γὰρ εἶναι θέλεις, ἵνα μὴ τῶν κακῶν ποιητὴν εἴπῃς τὸν θεόν, καὶ τοῦτο φεύγειν προαιρούμενος δοχεῖον αὐτὸν τῶν κακῶν εἶναι λέγεις. εἰ μὲν οὖν τὴν ὕλην ἐκ τῶν ὑποστάντων γενητῶν ὑπονοεῖν ἀγένητον ὑπάρχειν ἔλεγες, πολὺν ἂν περὶ αὐτῆς ἐποιησάμην λόγον εἰς ἀπόδειξιν τοῦ ὅτι ἀδύνατον ὑπάρ-χειν αὐτὴν [ἀγένητον]· ἐπεὶ δὲ τὴν τῶν κακῶν γένεσιν αἰτίαν ἔφησθα εἶναι τῆς τοιαύτης ὑπονοίας, διὰ τοῦτ’ ἐπὶ τὴν ἐξέτασιν τούτων ἔρχεσθαί μοι δοκῶ. φανεροῦ γὰρ γενομένου τοῦ λόγου καθ’ ὃν τρόπον ἐστὶ τὰ κακὰ καὶ ὅτι οὐχ οἷόν τέ ἐστιν ἀναίτιον τῶν κακῶν εἰπεῖν τὸν θεὸν ἐκ τοῦ ὕλην αὐτῷ ὑποτιθέναι, τὴν τοιαύτην ὑπόνοιαν ἀναιρεῖσθαί μοι δοκεῖ. φῂς τοίνυν ἄποιον ὕλην συνυπ-άρχειν τῷ θεῷ, ἐξ ἧς τὴν τοῦδε τοῦ κόσμου γένεσιν ἐδημιούργησεν. Οὕτω μοι δοκεῖ. Οὐκοῦν εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη, γέγονε δὲ κόσμος πρὸς τοῦ θεοῦ, ἐν δὲ τῷ κόσμῳ αἱ ποιότητες, τῶν ποιοτήτων ποιητὴς γέγονεν ὁ θεός. Οὕτως ἔχει. Ἐπεὶ δέ σου καὶ λέγοντος ἔμπροσθεν ἤκουον ὡς ἀδύνατον ἐξ οὐκ ὄντων γί-νεσθαί τι, πρὸς τὴν ἐρώτησιν ἀπόκριναι τὴν ἐμήν· δοκεῖ σοι τὰς τοῦ κόσμου ποιότητας μὴ ἐξ ὑποκειμένων ποιοτήτων γεγονέναι; Δοκεῖ. Ἕτερον δέ τι παρὰ τὰς οὐσίας ὑπάρχειν αὐτάς; Οὕτως ἔχει. Εἰ οὖν μὴ ἐξ ὑποκειμένων ποιοτήτων τὰς ποιότητας ἐδημιούργησεν ὁ θεὸς μήτε ἐκ τῶν οὐσιῶν, τῷ μηδὲ οὐσίας αὐτὰς εἶναι, ἐκ μὴ ὄντων αὐτὰς ὑπὸ τοῦ θεοῦ γεγονέναι εἰπεῖν ἀναγκαῖον. ὅθεν περιττῶς ἐδόκεις μοι λέγειν ἀδύνατον εἶναι δοξάζειν ἐξ οὐκ ὄντων γεγονέναι τι πρὸς τοῦ θεοῦ. ἀλλ’ ὁ μὲν περὶ τού-του λόγος ὧδε ἐχέτω. καὶ γὰρ παρ’ ἡμῖν θεωροῦμεν ἀνθρώπους ἐξ οὐκ ὄντων ποιοῦντάς τινα, εἰ καὶ ὅτι μάλιστα δοκοῦσι ποιεῖν ἔν τινι, οἷον ἐπὶ τῶν ἀρχιτε-κτόνων τὸ παράδειγμα λάβωμεν. καὶ γὰρ οὗτοι ποιοῦσι πόλεις οὐκ ἐκ πόλεων καὶ ναοὺς ὁμοίως οὐκ ἐκ ναῶν. εἰ δ’, ὅτι τούτοις οὐσίαι ὑπόκεινται, οἴει ἐξ ὄντων αὐτοὺς ταῦτα ποιεῖν, σφάλλῃ τῷ λόγῳ. οὐδὲ γὰρ ἡ οὐσία ἐστὶν ἡ ποιοῦσα τὴν πόλιν ἢ αὖ πάλιν τοὺς ναούς, ἀλλ’ ἡ περὶ τὴν οὐσίαν τέχνη· ἡ δὲ τέχνη οὐκ ἐξ ὑποκειμένης τινὸς ἐν ταῖς οὐσίαις τέχνης γίνεται, ἀλλ’ ἐξ οὐκ οὔσης ἐν αὐταῖς γίνεται. ἀπαντήσειν δέ μοι δοκεῖς οὕτως τῷ λόγῳ, ὅτι ὁ τεχνίτης ἐξ ἧς ἔχει τέχνης τὴν ἐν τῇ οὐσίᾳ τέχνην ποιεῖ. πρὸς δὲ τοῦτο λέγεσθαι τοῦτ’ εὖ ἔχειν μοι δοκεῖ, ὅτι οὐδὲ ἐν τῷ ἀνθρώπῳ ἔκ τινος ὑποκειμένης τέχνης γίνεται. οὐ γὰρ ἔνεστιν αὐτὴν ἐφ’ ἑαυτῆς οὖσαν δοῦναι τὴν τέχνην· τῶν γὰρ συμβεβηκό-των ἐστὶ καὶ τῶν τότε τὸ εἶναι λαμβανόντων, ὁπόταν ἐν οὐσίᾳ γίνωνται. ὁ μὲν γὰρ ἄνθρωπος καὶ χωρὶς τῆς ἀρχιτεκτονικῆς ἔσται· ἡ δ’ οὐκ ἔσται, ἐὰν μὴ πρότερον ἄνθρωπος ᾖ. ὅθεν τὰς τέχνας ἐξ οὐκ ὄντων εἰς ἀνθρώπους πεφυκέναι γίνεσθαι λέγειν ἀναγκαῖον. εἰ τοίνυν τοῦτο οὕτως ἔχον ἐπ’ ἀνθρώπων ἐδείξα-μεν, πῶς οὐχὶ προσῆκε τὸν θεὸν μὴ μόνον ποιότητας ἐξ οὐκ ὄντων φάναι δύνα-σθαι ποιεῖν, ἀλλὰ καὶ οὐσίας; τῷ γὰρ δυνατὸν φανῆναι γίνεσθαί τι ἐξ οὐκ ὄν-των τὸ καὶ τὰς οὐσίας οὕτως ἔχειν δείκνυται. ἐπεὶ δὲ πόθος ἐστί σοι περὶ τῆς τῶν κακῶν γενέσεως ζητεῖν, ἐπὶ τὸν τούτων ἐλεύσομαι λόγον. καί σου βρα-χέα πυθέσθαι βούλομαι· τὰ κακὰ πότερον οὐσίαι σοι δοκοῦσιν εἶναι ἢ ποιό-τητες οὐσιῶν; Ποιότητας οὐσιῶν εὖ ἔχειν λέγειν μοι δοκεῖ. Ἡ δὲ ὕλη ἄποιος ἦν καὶ ἀσχημάτιστος; Οὕτως προλαβὼν ἐξεῖπον τῷ λόγῳ. Οὐκοῦν εἰ τὰ κακὰ ποιότητες ὑπάρχουσιν οὐσιῶν, ἡ δὲ ὕλη ἄποιος ἦν, τῶν δὲ ποιοτήτων ποιητὴν εἶπας τὸν θεὸν εἶναι, ἔσται καὶ τῶν κακῶν δημιουργὸς ὁ θεός. ὅτε τοίνυν οὐδ’ οὕτως ἀναίτιον τῶν κακῶν δυνατὸν εἰπεῖν τὸν θεόν, ὕλην αὐτῷ προσάπτειν περιττὸν εἶναί μοι δοκεῖ. εἰ δέ τι πρὸς ταῦτα λέγειν ἔχεις, ἄρχου τοῦ λόγου. Εἰ μὲν ἐκ φιλονεικίας ἡμῖν ἡ ζήτησις ἐγίνετο, οὐκ ἂν δεύτερον περὶ τῶν κακῶν ἠξίουν ὁρίζεσθαι· ἐπεὶ δὲ φιλίας ἕνεκα μᾶλλον καὶ τῆς πρὸς τὸν πλησίον ὠφελείας τὴν ἐξέτασιν ποιούμεθα τῶν λόγων, ἄνωθεν περὶ τούτων ὁρίζεσθαι ἀξιῶ συγχωρεῖν. Τὴν μὲν προαίρεσιν τὴν ἐμὴν ἐκ πολλοῦ σοι φανερὰν εἶναι δοκῶ καὶ τὴν ἐν τοῖς λόγοις σπουδήν, ὅτι οὐ πιθανῶς εἰπὼν ψεῦδος νικῆσαι θέλω, ἀλλὰ δει-χθῆναι τὴν ἀλήθειαν μετὰ ἀκριβοῦς ἐξετάσεως, καὶ σὲ δὲ οὕτως διακεῖσθαι σαφῶς ἐπίσταμαι· ὅθεν οἵῳ τρόπῳ χρώμενος νομίζεις δύνασθαι τὸ ἀληθὲς εὑρεῖν, τούτῳ χρῆσαι μηδὲν δυσωπούμενος. οὐ γὰρ σεαυτὸν ὠφελήσεις μόνον χρησάμενος τῷ κρείττονι, ἀλλὰ πάντως κἀμὲ περὶ ὧν ἀγνοῶ. Σαφῶς παραστῆναί μοι δοκεῖ καὶ τὰ κακὰ οὐσίας ὑπάρχειν τινάς· οὐδὲ γὰρ ἐκτὸς οὐσιῶν αὐτὰ ὄντα βλέπω. Ἐπεὶ τοίνυν, ὦ οὗτος, καὶ τὰ κακὰ οὐσίας εἶναι λέγεις, ἀνάγκη τὸν τῆς οὐσίας ἐξετάζειν λόγον. δοκεῖ σοι τὴν οὐσίαν σωματικήν τινα σύστασιν εἶναι; Δοκεῖ. Ἡ δὲ σωματικὴ σύστασις αὐτὴ ἐφ’ ἑαυτῆς ὑπάρχει οὐ δεομένη τινός, οὗ γενομένου τὸ εἶναι λήψεται; Οὕτως ἔχει. Δοκεῖ δέ σοι τὰ κακὰ ἐνεργείας εἶναί τινος; Οὕτω μοι φαίνεται. Αἱ δὲ ἐνέργειαι τότε τὸ εἶναι λαμβάνουσιν, ὁπόταν ὁ ἐνεργῶν παρῇ; Οὕτως ἔχει. Οὐκ ὄντος δὲ τοῦ ἐνεργοῦντος, οὐδ’ ὅπερ ἐνεργεῖ ἔσται ποτέ; Οὐκ ἔσται. Οὐκοῦν εἰ ἡ οὐσία σωματική τίς ἐστι σύστασις, ἡ δὲ σωματικὴ σύστασις οὐ δεῖταί τινος, ἐν ᾧ γενομένη τὸ εἶναι λήψεται, τὰ δὲ κακὰ ἐνέργειαι ὑπάρχουσί τινος, αἱ δὲ ἐνέργειαι δέονταί τινος, ἐν ᾧ γενόμεναι τὸ εἶναι λαμβάνουσιν, οὐκ ἔσονται οὐσίαι τὰ κακά. εἰ δὲ οὐσίαι τὰ κακά, κακὸν δὲ ὁ φόνος, οὐσία ἔσται ὁ φόνος· ἀλλὰ μὴν ὁ φόνος ἐνέργεια ὑπάρχει τινός, οὐκ ἔστιν ἄρα οὐσία ὁ φόνος. εἰ δὲ τὰ ἐνεργοῦντα οὐσίαν εἶναι θέλεις, σύμφημι κἀγώ. οἷον ἄνθρωπος ὁ φο-νεύς, καθ’ ὃν μὲν λόγον ἄνθρωπός ἐστιν, ὑπάρχει οὐσία· ὁ δὲ φόνος ὃν ποιεῖ οὐκ ἔστιν οὐσία, ἀλλ’ ἔργον τῆς οὐσίας. λέγομεν δὲ τὸν ἄνθρωπον ποτὲ μὲν κακὸν διὰ τὸ φονεύειν, ποτὲ δ’ αὖ πάλιν διὰ τὸ εὐεργετεῖν ἀγαθόν. καὶ προς-πλέκεται ταῦτα τὰ ὀνόματα τῇ οὐσίᾳ ἐκ τῶν συμβεβηκότων αὐτῇ, ἅτινα οὐκ
PG 21:569ἔστιν αὐτή· οὔτε γὰρ ὁ φόνος ἐστὶν ἡ οὐσία οὔτ’ αὖ πάλιν ἡ μοιχεία οὔτε τι τῶν ὁμοίων κακῶν· ἀλλ’ ὥσπερ ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς λέγεται καὶ ἀπὸ τῆς ῥητορικῆς ὁ ῥήτωρ καὶ ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρός, τῆς οὐσίας οὔτ’ ἰατρικῆς οὔσης οὔτε μὴν ῥητορικῆς οὔτε γραμματικῆς, ἀλλ’ ἀπὸ τῶν συμβεβηκότων αὐτῇ τὴν προσηγορίαν λαμβανούσης, ἀφ’ ὧν οὕτως ὀνομάζεσθαι δοκεῖ οὐδ’ ὁπότερον αὐτῶν οὖσα, ὁμοίως μοι φαίνεται καὶ ἀπὸ τῶν δοκούντων εἶναι κακῶν τὴν οὐσίαν ὄνομα προσλαμβάνειν οὐδ’ ὁπότερον οὖσαν αὐτῶν. καί μοι ὁμοίως ἐπινόησον, εἴ τινα ἕτερον ἀναπλάττεις ἐν τῷ νῷ τῶν κακῶν τοῖς ἀνθρώποις αἴτιον, ὡς κἀκεῖνος, καθὸ ἐν τούτοις ἐνεργεῖ καὶ ὑποβάλλει ποιεῖν τὰ κακά, ἔστι καὶ αὐτὸς κακὸς ἐξ ὧν ποιεῖ. διὰ τοῦτο γὰρ κἀκεῖνος κακὸς εἶναι λέγεται, ὅτι τῶν κακῶν ἐστι ποιητής. ἃ δέ τις ποιεῖ, οὐκ ἔστιν αὐτός, ἀλλ’ αἱ ἐνέργειαι αὐτοῦ, ἀφ’ ὧν τὴν προσηγορίαν τοῦ κακὸς λέγεσθαι λαμβάνει. εἰ γὰρ αὐτὸν ὑπάρχειν εἴποιμεν ἃ ποιεῖ, ποιεῖ δὲ φόνους καὶ μοιχείας καὶ κλοπὰς καὶ ὅσα τούτοις ὅμοια, αὐτὸς ἔσται ταῦτα· εἰ δὲ ταῦτ’ ἐστὶν αὐτός, ταῦτα δ’ ὅτε γίνεται τὴν σύστασιν ἔχει, οὐ γινόμενα δὲ καὶ τοῦ εἶναι παύεται, γίνεται δὲ ταῦτα πρὸς ἀνθρώπων, ἔσονται τούτων οἱ ἄνθρωποι ποιηταὶ καὶ τοῦ εἶναι καὶ τοῦ μηκέτ’ εἶναι αἴτιοι. εἰ δὲ ταῦτα ἐνεργείας αὐτοῦ φῄς, ἐξ ὧν ποιεῖ τὸ κακὸς εἶναι ἔχει, οὐκ ἐξ ὧν ἐστιν οὐσία. κακὸν δὲ εἴπομεν λέγεσθαι ἀπὸ τῶν συμβεβηκότων τῇ οὐσίᾳ, ἅτινα οὐκ ἔστιν ἡ οὐσία, ὡς ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρός. εἰ δὲ ἐξ ὧν ἐνεργεῖ [κακός, ὑπάρχει κακός, ἃ δὲ ἐνεργεῖ] ἀρχὴν τοῦ εἶναι λαμβάνει, ἤρξατο κἀκεῖνος εἶναι κακός, ἤρξατο δὲ καὶ ταυτὶ τὰ κακά. εἰ δὲ οὕτως ἔχει, οὐκ ἔσται ἀνάρχως κακὸς οὐδὲ ἀγένητα τὰ κακὰ τῷ γενητὰ πρὸς αὐτοῦ εἶναι φάναι. Τὸν μὲν πρὸς τὸν ἑταῖρον, ὦ φίλε, λόγον ἱκανῶς μοι πεποιηκέναι δοκεῖς· ἐξ ὧν γὰρ προὔλαβε τῷ λόγῳ, ἐκ τούτων συνάγειν ἔδοξας καλῶς. ὡς ἀληθῶς γάρ, εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη, τῶν δὲ ποιοτήτων δημιουργὸς ὑπάρχει ὁ θεός, ποιότητες δὲ τὰ κακά, τῶν κακῶν ἔσται ποιητὴς ὁ θεός. οὗτος μὲν οὖν ὁ λόγος πρὸς ἐκεῖνον εἰρήσθω καλῶς, ἐμοὶ δὲ ψεῦδος δοκεῖ τὴν ὕλην ἄποιον εἶναι λέγειν· οὐδὲ γὰρ ἔνεστιν εἰπεῖν περὶ ἡστινοσοῦν οὐσίας ὡς ἔστιν ἄποιος. καὶ γὰρ ἐν ᾧ ἄποιον εἶναι λέγει, τὴν ποιότητα αὐτῆς μηνύει, ὁποία ἐστὶν ἡ ὕλη διαγραφόμενος, ὅπερ ἐστὶν ποιότητος εἶδος. ὅθεν, εἴ σοι φίλον ἐστίν, ἄνωθεν ἔχου πρὸς ἐμὲ τοῦ λόγου. ἐμοὶ γὰρ ἡ ὕλη ἀνάρχως ποιότητας ἔχειν δοκεῖ. οὕτως γὰρ καὶ τὰ κακὰ ἐκ τῆς ἀπορροίας αὐτῆς εἶναι λέγω, ἵνα τῶν κακῶν ὁ μὲν θεὸς ἀναίτιος ᾖ, τούτων δὲ ἁπάντων ἡ ὕλη αἰτία. Τὴν μὲν προθυμίαν τὴν σὴν ἀποδέχομαι, ὦ φίλε, καί σου τὴν ἐν τοῖς λόγοις σπουδὴν ἐπαινῶ. προσῆκε γὰρ ὡς ἀληθῶς ἕκαστον τῶν φιλομαθῶν μὴ ἁπλῶς καὶ ὡς ἔτυχε συγκατατίθεσθαι τοῖς λεγομένοις, ἀλλ’ ἀκριβῆ ποιεῖσθαι τὴν ἐξέτασιν τῶν λόγων. οὐδὲ γὰρ εἰ ὁ προσζητῶν παρὰ λόγον ὁρισάμενος ἀφορμὴν παρέσχε τῷ προσδιαλεγομένῳ συνάγειν ὡς θέλει, τοῦτο καὶ τὸν ἀκροα-τὴν πείσει, ἀλλ’ εἴ τι δοκεῖ δυνατὸν εἶναι λέγεσθαι καλῶς, τοῦτο λέξει· παρ’ ὃ δυοῖν θάτερον ἔσται· ἢ γὰρ καὶ πρὸς ὃ κινεῖσθαι δοκεῖ ἀκούσας τέλεον ὠφελη-θήσεται, ἢ τὸν προσδιαλεγόμενον ἐλέγξει οὐ τἀληθῆ λέγοντα. οὐ δοκεῖς δέ μοι δεόντως εἰρηκέναι τὴν ὕλην ἄνωθεν ποιότητας ἔχειν. εἰ γὰρ τοῦθ’ οὕτως ἔχει, τίνος ἔσται ποιητὴς ὁ θεός; εἴτε γὰρ οὐσίας ἐροῦμεν, προεῖναι ταύτην φαμέν· εἴτ’ αὖ πάλιν ποιοτήτων, καὶ ταύτας ὑπάρχειν. οὐκοῦν οὐσίας τε οὔσης καὶ ποιοτήτων περιττὸν εἶναί μοι δοκεῖ δημιουργὸν λέγειν τὸν θεόν. ἵνα δὲ μὴ ἐμαυτῷ κατασκευάζειν τινὰ δόξω λόγον, ἀπόκριναι νῦν ἐρωτώμενος, τίνι τρόπῳ δημιουργὸν εἶναι φῂς τὸν θεόν; πότερον ὅτι τὰς οὐσίας ἔτρεψεν εἰς τὸ μηκέθ’ ὑπάρχειν ἐκείνας αἵπερ ἦσάν ποτε, ἀλλ’ ἑτέρας παρ’ αὐτὰς γε-νέσθαι, ἢ ὅτι τὰς μὲν οὐσίας ἐφύλαξεν ἐκείνας αἵπερ ἦσαν πρὸ τούτου, τὰς δὲ ποιότητας ἔτρεψεν αὐτῶν; Οὔ τι μοι δοκεῖ ἀλλαγήν τινα οὐσιῶν γεγονέναι· καὶ γὰρ ἄτοπον τοῦτο λέγειν μοι φαίνεται· τροπὴν δέ τινα τῶν ποιοτήτων γεγονέναι φημί, καθ’ ἣν δημιουργὸν εἶναι λέγω τὸν θεόν, καὶ ὥσπερ εἰ τύχοι λέγειν ἐκ λίθων οἰκίαν γεγονέναι, ἐφ’ ὧν οὐκ ἔστιν εἰπεῖν ὡς οὐκέτι λίθοι μένουσι τῇ οὐσίᾳ, οἰκία γενόμενοι οἱ λίθοι. τῇ γὰρ ποιότητι τῆς συνθέσεως τὴν οἰκίαν γεγονέναι φημί, τραπείσης δηλονότι τῆς προτέρας τῶν λίθων ποιότητος. οὕτω μοι δοκεῖ καὶ τὸν θεόν, ὑπομενούσης τῆς οὐσίας, τροπήν τινα τῶν ποιοτήτων αὐτῆς πεποιηκέναι, καθ’ ἣν τὴν τοῦδε τοῦ κόσμου γένεσιν πρὸς τοῦ θεοῦ γεγονέναι λέγω. Ἐπεὶ τοίνυν τροπήν τινα τῶν ποιοτήτων πρὸς τοῦ θεοῦ γεγονέναι φῄς, ἀπόκριναί μοι βραχέα πυθέσθαι προαιρουμένῳ. λέγε δὴ εἰ ὁμοίως καὶ σοὶ δοκεῖ τὰ κακὰ ποιότητας εἶναι τῶν οὐσιῶν; Δοκεῖ. Ἄνωθεν δὲ ἦσαν αἱ ποιότητες αὗται ἐν τῇ ὕλῃ, ἢ ἀρχὴν ἔσχον τοῦ εἶναι; Συνεῖναί φημι ἀγενήτως τῇ ὕλῃ ταυτασὶ τὰς ποιότητας. Οὐχὶ δὲ τὸν θεὸν φῂς τροπήν τινα τῶν ποιοτήτων πεποιηκέναι; Τοῦτό φημι. Πότερον οὖν εἰς τὸ κρεῖττον ἢ εἰς τὸ χεῖρον; Εἰς τὸ κρεῖττον λέγειν μοι δοκεῖ. Οὐκοῦν εἰ ποιότητες τῆς ὕλης τὰ κακά, τὰς δὲ ποιότητας αὐτῆς εἰς τὸ κρεῖττον ἔτρεψεν ὁ θεός, πόθεν τὰ κακὰ ζητεῖν ἀνάγκη; οὐ γὰρ ἔμειναν αἱ ποιότητες ὁποῖαί ποτ’ ἦσαν τῇ φύσει. ἢ εἰ μὲν πρότερον οὐκ ἦσαν ποιότητες κακαί, ἐκ δὲ τοῦ τραπῆναι πρὸς τοῦ θεοῦ τὰς πρώτας τοιαύτας περὶ τὴν ὕλην γεγονέναι ποιότητας φῄς, αἴτιος ἔσται τῶν κακῶν ὁ θεός, τρέψας τὰς οὐκ οὔσας ποιότητας κακὰς εἰς τὸ εἶναι κακάς· ἢ τὰς μὲν κακὰς ποιότητας εἰς τὸ κρεῖττον οὐ δοκεῖ σοι τρέψαι τὸν θεόν, τὰς δὲ λοιπὰς καὶ μόνας, ὅσαι ἀδιά-φοροι ἐτύγχανον τῆς διακοσμήσεως ἕνεκα, πρὸς τοῦ θεοῦ τετράφθαι λέγεις; Οὕτως ἄνωθεν ἔσχον ἐγώ. Πῶς τοίνυν αὐτὸν τὰς τῶν φαύλων ποιότητας ὡς εἶχον καταλελοιπέναι λέ-γεις; πότερον δυνάμενον μὲν κἀκείνας ἀνελεῖν, οὐ βουληθέντα δέ, ἢ τὸ δύνασθαι μὴ ἔχοντα; εἰ μὲν γὰρ δυνάμενον λέξεις, οὐ βουληθέντα δέ, αὐτὸν αἴτιον τού-των εἰπεῖν ἀνάγκη, ὅτι δυνάμενος ποιῆσαι μὴ εἶναι κακὰ συνεχώρησεν αὐτὰ μένειν ὡς ἦν, καὶ μάλιστα ὅτε δημιουργεῖν τὴν ὕλην ἤρξατο. εἰ γὰρ μηδ’ ὅλως ἔμελεν αὐτῷ τῆς ὕλης, οὐκ ἂν αἴτιος ἦν ὧν συνεχώρει μένειν· ἐπεὶ δὲ μέ-ρος μέν τι αὐτῆς ἐδημιούργει, μέρος δέ τι οὕτως εἴα, δυνάμενος κἀκεῖνα τρέ-πειν εἰς τὸ κρεῖττον, αἰτίαν ὀφλισκάνειν ἄξιος εἶναί μοι δοκεῖ, καταλιπὼν μέρος ὕλης εἶναι πονηρὸν ἐπ’ ὀλέθρῳ οὗ ἐδημιούργησε μέρους. ἀλλὰ μὴν καὶ τὰ μέγιστα κατὰ τοῦτο τὸ μέρος ἠδικῆσθαί μοι δοκεῖ, τοῦθ’ ὅπερ κατεσκεύασε τῆς ὕλης μέρος ἀντιλαμβανόμενον τὰ νῦν τῶν κακῶν. εἰ γάρ τις ἐξετάζοι ἐπ’ ἀκριβὲς τὰ πράγματα, χαλεπώτερον νῦν εὑρήσει τὴν ὕλην πεπονθυῖαν τῆς προτέρας ἀκοσμίας. πρὶν γὰρ αὐτὴν διακριθῆναι, τὸ μηδὲ αἰσθέσθαι τῶν κα-κῶν παρῆν αὐτῇ· νυνὶ δὲ ἕκαστον τῶν μερῶν αὐτῆς αἴσθησιν λαμβάνει τῶν κακῶν. καί μοι ἐπ’ ἀνθρώπου τὸ παράδειγμα λάβε. πρὶν γὰρ εἰκονισθῇ καὶ ζῷον γένηται τῇ τοῦ δημιουργοῦ τέχνῃ, τὸ μηθενὸς ἀντιλαμβάνεσθαι τῶν κακῶν παρὰ τῆς φύσεως εἶχεν· ἀφ’ οὗ δὲ πρὸς τοῦ θεοῦ ἄνθρωπος γίνεται, καὶ
PG 21:575τὴν αἴσθησιν τοῦ προσπελάζοντος κακοῦ προσλαμβάνει, καὶ τοῦθ’, ὅπερ ἐπὶ εὐεργεσίᾳ τῆς ὕλης πρὸς τοῦ θεοῦ γεγονέναι λέγεις, εὑρίσκεται μᾶλλον ἐπὶ τῷ χείρονι προσγενόμενον αὐτῇ. εἰ δ’ ἐκ τοῦ μὴ δύνασθαι τὸν θεὸν ἀνελεῖν τὰ κακὰ τὸ μὴ πεπαῦσθαι λέγεις, ἀδύνατον τὸν θεὸν φήσεις ὑπάρχειν. τὸ δὲ ἀδύνατον ἤτοι τῷ φύσει ἀσθενῆ ὑπάρχειν αὐτὸν ἔσται ἢ τῷ νικᾶσθαι τῷ φόβῳ δεδουλωμένον πρός τινος κρείττονος. εἰ μὲν οὖν τὸν θεὸν φύσει ἀσθενῆ ὄντα τολμήσεις εἰπεῖν, περὶ τῆς σωτηρίας αὐτῆς κινδυνεύειν μοι δοκεῖς· εἰ δὲ τῷ νικᾶσθαι φόβῳ πρὸς τοῦ μείζονος, μείζονα ἔσται τοῦ θεοῦ τὰ κακά, νικῶντα τῆς προαιρέσεως αὐτοῦ τὴν ὁρμήν· ὅπερ ἄτοπον εἶναί μοι λέγειν περὶ θεοῦ δοκεῖ. διὰ τί γὰρ οὐχὶ μᾶλλον ταῦτ’ ἔσονται θεοί, νικᾶν κατὰ τὸν λόγον τὸν σὸν δυνάμενοι τὸν θεόν, εἴπερ θεὸν ἐκεῖνό φαμεν ὃ τὴν ἁπάντων ἐξουσίαν ἔχει; βραχέα δέ σου καὶ περὶ τῆς ὕλης αὐτῆς πυθέσθαι βούλομαι· καί μοι φέ-ρων λέγε, πότερον ἁπλῆ τις ἦν ἡ ὕλη ἢ σύνθετος· ἡ γὰρ διαφορὰ τῶν γεγονότων εἰς τοιαύτην με περιίστησιν ἐξέτασιν τοῦδε τοῦ λόγου. εἰ γὰρ ἁπλῆ τις ἐτύγχα-νεν ἡ ὕλη καὶ μονοειδής, σύνθετος δὲ ὁ κόσμος καὶ ἐκ διαφόρων οὐσιῶν τε καὶ κράσεων τὴν σύστασιν ἔχει, [ἀδύνατον τοῦτον ἐξ ὕλης γεγονέναι λέγειν τῷ τὰ σύνθετα μὴ οἷόν τε ἐξ ἑνὸς ἁπλοῦ τὴν σύστασιν ἔχειν], τὸ γὰρ σύνθετον ἁπλῶν τινων μῖξιν μηνύει. εἰ δ’ αὖ πάλιν τὴν ὕλην σύνθετον λέγειν ἐθέλοις, πάντως ἐξ ἁπλῶν τινων συντεθεῖσθαι φήσεις. εἰ δὲ ἐξ ἁπλῶν συνετέθη, ἦν ποτε καθ’ ἑαυτὰ τὰ ἁπλᾶ, ὧν συντεθέντων γέγονεν ἡ ὕλη, ἐξ οὗπερ καὶ γενητὴ οὖσα δείκνυται. εἰ γὰρ σύνθετος ἡ ὕλη, τὰ δὲ σύνθετα ἐξ ἁπλῶν τὴν σύ-στασιν ἔχει, ἦν ποτε καιρὸς ὅτε ὕλη οὐκ ἦν, τουτέστι πρὶν τὰ ἁπλᾶ συνελθεῖν. εἰ δὲ ἦν ποτε καιρὸς ὅτε ἡ ὕλη οὐκ ἦν, οὐκ ἦν δέ ποτε καιρὸς ὅτε τὸ ἀγένητον οὐκ ἦν, οὐκ ἔσται ἀγένητος ἡ ὕλη. τὸ δ’ ἐντεῦθεν ἄρα ἔσται πολλὰ τὰ ἀγένητα. εἰ γὰρ ἦν ἀγένητος ὁ θεὸς καὶ τὰ ἁπλᾶ ἐξ ὧν ἡ ὕλη συνετέθη, οὐκ ἔσται δύο μόνα τὰ ἀγένητα. δοκεῖ δέ σοι μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντικεῖσθαι; Δοκεῖ. Ἀντίκειται δὲ τῷ πυρὶ τὸ ὕδωρ; Ἀντικεῖσθαί μοι φαίνεται. Ὁμοίως δὲ καὶ τῷ φωτὶ τὸ σκότος καὶ τῷ ψυχρῷ τὸ θερμόν, πρὸς δὲ τού-τοις καὶ τῷ ξηρῷ τὸ ὑγρόν; Οὕτως ἔχειν μοι δοκεῖ. Οὐκοῦν εἰ μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντίκειται, [ἀλλήλοις δὲ ταῦτα ἀν-τίκειται], οὐκ ἔσονται ὕλη μία οὐδὲ μὴν ἐξ ὕλης μιᾶς. ὅμοιον δέ τινα τούτῳ λό-γον πάλιν πυθέσθαι σου βούλομαι. δοκεῖ σοι τὰ μέρη μὴ ἀναιρετικὰ τυγχάνειν ἀλλήλων; Δοκεῖ. Εἶναι δὲ τῆς ὕλης μέρη τό τε πῦρ καὶ τὸ ὕδωρ, ὡσαύτως δὲ καὶ τὰ λοιπά; Οὕτως ἔχει. Τί δέ; οὐ δοκεῖ σοι ἀνατρεπτικὸν μὲν εἶναι τοῦ πυρὸς τὸ ὕδωρ, τοῦ δὲ σκότους τὸ φῶς, καὶ τἄλλα ὅσα τούτοις παραπλήσια; Δοκεῖ. Οὐκοῦν εἰ τὰ μέρη οὐκ ἔστιν ἀλλήλων ἀναιρετικά, [τὰ δὲ τῆς ὕλης ἀλλήλων ἀναιρετικὰ τυγχάνει], οὐκ ἔσται ἀλλήλων μέρη· εἰ δὲ οὐκ ἔστιν ἀλλήλων μέρη, οὐκ ἔσονται ὕλης μιᾶς. ἀλλὰ μὴν οὐδ’ αὐτὰ ἔσονται ὕλη τῷ μηδέν τι τῶν ὄντων αὐτὸ ἑαυτοῦ ἀναιρετικὸν ὑπάρχειν κατὰ τὸν τοῦ ἀντικειμένου λόγον. οὐδὲ γάρ ἐστί τι αὑτῷ ἀντικείμενον· τὰ γὰρ ἀντικείμενα ἑτέροις ἀντικεῖσθαι πέ-φυκεν. οἷον τὸ λευκὸν αὐτὸ ἑαυτῷ οὐκ ἀντίκειται, πρὸς δὲ τὸ μέλαν ἀντικείμενον λέγεται· καὶ τὸ φῶς ὁμοίως ἑαυτῷ μὴ ἀντικεῖσθαι δείκνυται, πρὸς δὲ τὸ σκότος οὕτως ἔχον φαίνεται, καὶ ἄλλα γοῦν ὁμοίως πλεῖστα ὅσα. εἰ τοίνυν καὶ ὕλη μία τις ἦν, οὐκ ἂν αὐτὴ ἑαυτῇ ἀντέκειτο. οὕτως δὲ τῶν ἀντικειμένων ἐχόντων τὸ μὴ εἶναι τὴν ὕλην δείκνυται. Τοσαῦτα καὶ ὁ προδηλωθεὶς συγγραφεύς. αὐτάρκη δὲ περιγραφὴν εἰλη-φότος τοῦ λόγου ἐπὶ τὸν ὄγδοον τῆς Εὐαγγελικῆς Προπαρασκευῆς μετα-βάντες τὰ λείποντα τῷ προκειμένῳ σκέμματι, σύμμαχον ἐπικαλεσάμενοι τὸν θεόν, ἀναπληρώσομεν.
Book VIIILiber Octavus
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 21:579Η ΤΑΔΕ ΤΟ ΟΓΔΟΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΥΗΣ α. Περὶ τοῦ κατὰ Μωσέα θεοσεβοῦς πολιτεύματος β. Ἀρισταίου περὶ τῆς ἑρμηνείας τῶν παρὰ Ἰουδαίοις γραφῶν γ. Ἐπιστολὴ Δημητρίου τοῦ Φαληρέως πρὸς Πτολεμαῖον τὸν Αἰγύπτου βασιλέα δ. Ἐπιστολὴ Πτολεμαίου τοῦ βασιλέως πρὸς Ἐλεάζαρον τὸν τῶν Ἰουδαίων ἀρχιερέα ε. Ἐπιστολὴ Ἐλεαζάρου τοῦ ἀρχιερέως πρὸς Πτολεμαῖον τὸν βασιλέα 2. Φίλωνος περὶ τῆς ἀπ’ Αἰγύπτου τῶν Ἰουδαίων πορείας ζ. Τοῦ αὐτοῦ περὶ τῆς κατὰ Μωσέα θεοσεβοῦς πολιτείας η. Ἰωσήπου περὶ τοῦ κατὰ Μωσέα πολιτεύματος θ. Ἐλεαζάρου ἀρχιερέως ὑποτύπωσις τῆς ἐν τοῖς ἱεροῖς νόμοις ἀλληγορουμένης δια-νοίας. Ἀπὸ τῶν Ἀρισταίου ι. Ἀριστοβούλου περὶ τῶν ὀνομαζομένων ὥσπερ θεοῦ μελῶν ια. Φίλωνος περὶ τῆς κατὰ τὸν βίον ἀρετῆς τῶν παρὰ Ἰουδαίοις τὸ παλαιὸν φιλοσο-φούντων. Ἀπὸ τῆς ὑπὲρ Ἰουδαίων ἀπολογίας ιβ. Ἔτι περὶ τῶν αὐτῶν. Ἀπὸ τοῦ πάντα σπουδαῖον ἐλεύθερον εἶναι ιγ. Τοῦ αὐτοῦ περὶ θεοῦ καὶ περὶ τοῦ γενητὸν εἶναι κόσμον ιδ. Τοῦ αὐτοῦ περὶ τοῦ προνοίᾳ θεοῦ διοικεῖσθαι τὸν κόσμον Η α. ΠΡΟΟΙΜΙΟΝ· ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΜΩΣΕΑ ΘΕΟΣΕΒΟΥΣ ΠΟΛΙΤΕΥΜΑΤΟΣ Τοὺς βίους τῶν παλαιῶν Ἑβραίων, τῶν δὴ καὶ τὴν προσηγορίαν ἐπαληθευσάντων θεοφιλῶν ἀνδρῶν, πρόσθεν ἢ Μωσέα φανῆναι πάσης ἀρετῆς βραβείοις ἀναδησαμένων τά τε θεοσεβῆ δόγματά τε καὶ παιδεύματα καὶ προσέτι τὰς εὐσεβεῖς καὶ παναληθεῖς αὐτῶν θεολογίας, ὧν εἰς ἔρωτα καὶ πόθον ἐλθεῖν ὡμολογήκαμεν, διελθὼν ἐν τῷ πρὸ τούτου μέτειμι νῦν ἀκολούθῳ τῇ τάξει χρώμενος ἐπὶ τὴν κατὰ Μωσέα πολιτείαν, δεύτερον ἐπέχουσαν εὐσε-βείας μετὰ τὸν πρῶτον ἐκεῖνον βαθμόν, τὸν δὴ καὶ μόνῳ τῷ Ἰουδαίων ἔθνει νενομοθετημένον. ὡς γὰρ μόνοις Ἰουδαίοις, οὐκέτι δὲ καὶ τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσιν ἦν ἁρμόδια τὰ διὰ Μωσέως οὐδὲ δυνατὰ πᾶσιν ἀνθρώ-ποις, λέγω δὲ τοῖς πόρρω που τῆς Ἰουδαίας γῆς οἰκοῦσιν Ἕλλησί τε καὶ βαρβάροις, φυλάττεσθαι κατὰ τὸν οἰκεῖον καιρὸν ἀποδείξομεν. νυνὶ δὲ καὶ τούτου, λέγω δὲ τοῦ κατὰ Μωσέα βίου, τὸν τρόπον οὐκ ἐμαῖς φωναῖς, αὐτῶν δὲ μόνων πάλιν τῶν παρὰ τοῖς ἀνδράσιν ἐπὶ τῇ πατρίῳ δεδοκιμασμένων παιδεύσει παραθήσομαι· καὶ γάρ μοι προσήκειν ἡγοῦμαι ταύτη, ᾗπερ καὶ ἠρξάμην, διὰ τῶν οἰκείων ἑκάστῳ τὰς τῶν ἀποδείξεων μαρτυρίας παρέ-χειν. ὥσπερ οὖν Φοίνικας καὶ Αἰγυπτίους καὶ Ἕλληνας τῶν παρὰ σφίσι γνωρίμων κατὰ τὴν οἰκείαν χώραν μάρτυρας ἀνεκαλούμην, ταύτη μοι καὶ τούσδε ὁ παρὼν καιρὸς δοκεῖ ἐπιτηδείως εἰσποιεῖσθαι, ἀλλὰ μὴ ἡμᾶς αὐτοὺς τὰ ὀθνεῖα νομίζεσθαι κατασχεδιάζειν. Πρὶν δ’ ἐπὶ τοῦτ’ ἐλθεῖν, ὅπως εἰς Ἕλληνας τὰ παρ’ αὐτοῖς παρῆλθε λόγια καὶ τίς ὁ τρόπος συνέστη τῆς τῶν πεπιστευμένων αὐτοῖς θείων γραφῶν ἑρμηνείας δι’ ὅσων τε καὶ ὁποίων ἀνδρῶν καὶ δι’ ὁπόσης βασιλικῆς σπουδῆς τῆς εἰς τὴν Ἑλλάδα γλῶσσαν μεταβολῆς ἔτυχε, τῶν ἀναγκαίων ἡγοῦμαι εἰς φανερὸν θέσθαι τοῖς ἐντυγχάνουσιν, οὐκ ἀσυμβούλου μοι γενησομένης καὶ τῆς τούτων ἐκθέσεως εἰς τὴν τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἀπόδειξιν. ἐπειδὴ γὰρ ὅσον οὔπω τὰ τῆς τοῦ σωτῆρος ἡμῶν βιωφελοῦς κηρύξεως ἔμελλεν ἐπὶ τῆς Ῥωμαίων ἀρχῆς εἰς πάντας ἐκλάμπειν ἀνθρώπους λόγος τε οὐχ ὁ τυχὼν ᾕρει τὰς περὶ αὐτοῦ προφητείας τόν τε βίον τῶν πάλαι θεοφιλῶν
PG 21:587Ἑβραίων καὶ τὰ τῆς εὐσεβοῦς διδασκαλίας αὐτῶν μαθήματα, τῇ πατρίῳ αὐτῶν φωνῇ ἐξ αἰῶνος μακροῦ κεκαλυμμένα, ἤδη ποτὲ εἰς πάντα τὰ ἔθνη, οἷς τὰ τῆς θεογνωσίας ἔμελλε προξενεῖσθαι, παρελθεῖν, θεὸς αὐτὸς ὁ τῶνδε τῶν ἀγαθῶν αἴτιος, προλαβὼν τὸ μέλλον ὡς ἂν θεὸς τῇ προγνώσει, τὰς περὶ τοῦ πάντων ἀνθρώπων οὐκ εἰς μακρὸν ἀναφανησομένου σωτῆρος διδα-σκάλου τε εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ πᾶσι τοῖς ὑφ’ ἥλιον ἔθνεσι καταστησομένου προρρήσεις ἀποκαλυφθῆναι τοῖς πᾶσιν εἰς φῶς τε ἐλθεῖν ἐπ’ ἀκριβὲς μεταβληθείσας δημοσίαις τε βιβλιοθήκαις ἀνατεθείσας διοικεῖται, βασιλεῖ Πτολεμαίῳ τοῦτο πρᾶξαι κατὰ νοῦν ἐμβαλών, εἰς προπαρασκευήν, ὡς ἔοικε, τῆς τῶν ἐθνῶν ἁπάντων ὅσον οὔπω μελλούσης ἐξ αὐτῶν ἔσεσθαι μεταλήψεως. ὧν γὰρ οὐκ ἂν ἄλλως ἐτύχομεν παρὰ Ἰουδαίων, ἀποκρυ-ψάντων ἂν τὰ παρ’ αὐτοῖς λόγια διὰ τὸν πρὸς ἡμᾶς φθόνον, τούτων ἐκ τῆς θεόθεν οἰκονομηθείσης ἑρμηνείας ἠξιώθημεν πρὸς τῶν παρ’ αὐτοῖς ἐπί τε συνέσει καὶ τῇ πατρίῳ παιδείᾳ δεδοκιμασμένων ἀνδρῶν μεταβληθέντων. γράφει δὲ ταῦτα Ἀρισταῖος, ἀνὴρ λόγιος μὲν ἄλλως, οὐ μὴν ἀλλὰ καὶ παρατυχὼν τοῖς πραχθεῖσι κατὰ τὸν δεύτερον Πτολεμαῖον, τὸν ἐπικληθέντα Φιλάδελφον, καθ’ ὃν τὰ τῆς ἑρμηνείας τῶν Ἰουδαϊκῶν γραφῶν διὰ σπουδῆς τοῦ βασιλέως γενόμενα τῶν κατὰ τὴν Ἀλεξάνδρειαν βιβλιοθηκῶν ἠξιώθη. ἐπακοῦσαι δὲ αὐτοῦ καιρὸς τόνδε πρὸς λέξιν ἱστοροῦντος τὸν τρόπον· β. ΑΡΙΣΤΑΙΟΥ ΠΕΡΙ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΩΝ ΠΑΡΑ ΙΟΥΔΑΙΟΙΣ ΓΡΑΦΩΝ Κατασταθεὶς ἐπὶ τῆς τοῦ βασιλέως βιβλιοθήκης Δημήτριος ὁ Φαληρεὺς ἐχρηματίσθη πολλὰ διάφορα πρὸς τὸ συναγαγεῖν ἅπαντα τὰ κατὰ τὴν οἰκου-μένην βιβλία, καὶ ποιούμενος ἀγορασμοὺς καὶ μεταγραφὰς ἐπὶ τέλος ἤγαγεν ὅσον ἐφ’ ἑαυτῷ τὴν τοῦ βασιλέως πρόθεσιν. παρόντων οὖν ἡμῶν ἐρωτηθεὶς πό-σαι τινὲς μυριάδες τυγχάνουσι βιβλίων, εἶπεν· Ὑπὲρ τὰς εἴκοσι, βασιλεῦ· σπου-δάσω δ’ ἐν ὀλίγῳ χρόνῳ πρὸς τὸ πληρωθῆναι πεντήκοντα μυριάδας τὰ λοιπά. προσήγγελται δέ μοι καὶ τὰ τῶν Ἰουδαίων νόμιμα μεταγραφῆς ἄξια καὶ τῆς παρὰ σοὶ βιβλιοθήκης εἶναι. Τί τὸ κωλῦον οὖν, εἶπεν, ἐστί σε τοῦτο ποιῆσαι; πάντα γὰρ ἀποτέτακταί σοι τὰ πρὸς τὴν χρείαν. ὁ δὲ Δημήτριος εἶπεν· Ἑρμη-νείας προσδεῖται· χαρακτῆρσι γὰρ ἰδίοις κατὰ τὴν Ἰουδαίαν χρῶνται, καθάπερ Αἰγύπτιοι τῇ τῶν γραμμάτων θέσει, καθὸ καὶ φωνὴν ἰδίαν ἔχουσιν. ὑπολαμβά-νονται δὲ Συριακῇ χρῆσθαι· τὸ δ’ οὐκ ἔστιν, ἀλλ’ ἕτερος τρόπος. μεταλαβὼν δὲ ἕκαστα ὁ βασιλεὺς εἶπε γραφῆναι πρὸς τὸν ἀρχιερέα τῶν Ἰουδαίων, ὅπως τὰ προειρημένα τελείωσιν λάβῃ. Καὶ μεθ’ ἕτερα ἐπιλέγει· Ὡς δὲ κατεπράχθη ταῦτα, τὸν Δημήτριον ἐκέλευσεν εἰσδοῦναι περὶ τῆς τῶν Ἰουδαϊκῶν βιβλίων ἀναγραφῆς. πάντα γὰρ διὰ προσταγμάτων καὶ μεγά-λης ἀκριβείας τοῖς βασιλεῦσι τούτοις διῳκεῖτο καὶ οὐδὲν ἀπερριμμένως οὐδὲ εἰκῆ. διόπερ καὶ τὸ τῆς εἰσδόσεως καὶ τὰ τῶν ἐπιστολῶν ἀντίγραφα κατακε-χώρικα καὶ τὸ τῶν ἀπεσταλμένων πλῆθος καὶ τὴν ἑκάστου κατασκευήν, διὰ τὸ μεγαλομερείᾳ καὶ τέχνῃ διαφέρειν ἕκαστον αὐτῶν. τῆς δὲ εἰσδόσεώς ἐστιν ἀντίγραφον τόδε· γ. ΕΠΙΣΤΟΛΗ ΔΗΜΗΤΡΙΟΥ ΤΟΥ ΦΑΛΗΡΕΩΣ ΠΡΟΣ ΠΤΟΛΕ-ΜΑΙΟΝ ΤΟΝ ΑΙΓΥΠΤΟΥ ΒΑΣΙΛΕΑ 3 Βασιλεῖ μεγάλῳ παρὰ Δημητρίου . Προστάξαντός σου, βασιλεῦ, περὶ τῶν ἀπολειφθέντων εἰς τὴν συμπλήρωσιν τῆς βιβλιοθήκης βιβλιοθήκης βιβλίων, ὅπως ἐπισυναχθῇ καὶ τὰ διαπεπτωκότα τύχῃ τῆς προσηκούσης ἐπισκευῆς, πεποιημέ-νος οὐ παρέργως τὴν ἐν τούτοις ἐπιμέλειαν προσαναφέρω σοι. τὰ δὲ τοῦ νόμου τῶν Ἰουδαίων βιβλία σὺν ἑτέροις ὀλίγοις τισὶν ἀπολείπει. τυγχάνει γὰρ Ἑβραϊκοῖς γράμμασι καὶ φωνῇ λεγόμενα· ἀμελέστερον δὲ καὶ οὐχ ὡς ὑπάρχει σεσήμανται, καθὼς ὑπὸ τῶν εἰδότων προσαναφέρεται· προνοίας γὰρ βασιλι-κῆς οὐ τετύχηκε. δέον δὲ ἔτι καὶ ταῦθ’ ὑπάρχειν παρὰ σοὶ διηκριβωμένα, διὰ τὸ καὶ φιλοσοφωτέραν εἶναι καὶ ἀκέραιον τὴν νομοθεσίαν ταύτην, ὡς ἂν οὖσαν θείαν. διὸ πόρρω γεγόνασιν οἵ τε συγγραφεῖς καὶ ποιηταὶ καὶ τὸ τῶν ἱστορικῶν πλῆθος τῆς ἐπιμνήσεως τῶν προειρημένων βιβλίων καὶ τῶν κατ’ αὐτὰ πεπολι-τευμένων ἀνδρῶν, διὰ τὸ ἁγνήν τινα καὶ σεμνὴν εἶναι τὴν ἐν αὐτοῖς θεωρίαν, ὥς φησιν Ἑκαταῖος ὁ Ἀβδηρίτης. ἐὰν οὖν φαίνηται, βασιλεῦ, γραφή-σεται πρὸς τὸν ἀρχιερέα τὸν ἐν Ἱεροσολύμοις ἀποστεῖλαι τοὺς μάλιστα καλῶς βεβιωκότας καὶ πρεσβυτέρους ἄνδρας, ἐμπείρους τῶν κατὰ τὸν νόμον τὸν ἑαυτῶν, ἀφ’ ἑκάστης φυλῆς ἕξ, ὅπως τὸ σύμφωνον ἐκ τῶν πλειόνων ἐξετάσαντες καὶ λα-βόντες τὸ κατὰ τὴν ἑρμηνείαν ἀκριβές, ἀξίως καὶ τῶν πραγμάτων καὶ τῆς σῆς προαιρέσεως θῶμεν εὐσήμως. εὐτύχει διὰ παντός.3 Τῆς δὲ εἰσδόσεως ταύτης γενομένης ἐκέλευσεν ὁ βασιλεὺς γραφῆναι πρὸς τὸν Ἐλεάζαρον περὶ τούτων, σημάναντας καὶ τὴν γενομένην ἀπολύτρωσιν τῶν αἰχμαλώτων. ἔδωκε δὲ καὶ εἰς κατασκευὴν κρατήρων τε καὶ φιαλῶν καὶ τραπέ-ζης καὶ σπονδείων χρυσίου μὲν ὁλκῆς τάλαντα πεντήκοντα καὶ ἀργυρίου τάλαντα ἑβδομήκοντα καὶ λίθων ἱκανόν τι πλῆθος. ἐκέλευσε δὲ τοὺς χρηματοφύλα-κας τοῖς τεχνίταις ὧν ἂν προαιρῶνται τὴν ἐκλογὴν διδόναι καὶ νομίσματος εἰς θυσίας καὶ τὰ ἄλλα πρὸς τάλαντα ἑκατόν. δηλώσομεν δέ σοι περὶ τῆς κατα-σκευῆς, ὡς ἂν τὰ τῶν ἐπιστολῶν ἀντίγραφα διέλθωμεν. ἦν δὲ ἡ τοῦ βασιλέως ἐπιστολὴ τὸν τύπον ἔχουσα τοῦτον· δ. ΕΠΙΣΤΟΛΗ ΒΑΣΙΛΕΩΣ ΠΤΟΛΕΜΑΙΟΥ ΠΡΟΣ ΕΛΕΑΖΑΡΟΝ ΑΡΧΙΕΡΕΑ 3 Βασιλεὺς Πτολεμαῖος Ἐλεαζάρῳ ἀρχιερεῖ χαίρειν καὶ ἐρ-ρῶσθαι . Ἐπεὶ συμβαίνει πλείονας τῶν Ἰουδαίων εἰς τὴν ἡμετέραν χώραν κατῳκίσθαι, γενηθέντας ἀνασπάστους ἐκ τῶν Ἱεροσολύμων ὑπὸ Περσῶν καθ’ ὃν ἐπεκράτουν χρόνον, ἔτι δὲ καὶ συνεισεληλυθέναι τῷ πατρὶ ἡμῶν εἰς τὴν Αἴγυπτον αἰχμαλώτους, ἀφ’ ὧν καὶ πλείονας εἰς τὸ στρατιωτικὸν σύνταγμα κατεχώρισεν ἐπὶ μείζοσι μισθοφορίαις, ὁμοίως δὲ καὶ τοὺς προόντας κρίνας πιστοὺς φρούρια κτίσας ἀπέδωκεν αὐτοῖς, ὅπως τὸ τῶν Αἰγυπτίων ἔθνος φό-βον ἔχῃ διὰ τούτων· καὶ ἡμεῖς δὲ παραλαβόντες τὴν βασιλείαν φιλανθρωπό-τερον ἀπαντῶμεν τοῖς πᾶσι, πολὺ δὲ μᾶλλον τοῖς σοῖς πολίταις· ὑπὲρ δέκα μυ-ριάδας αἰχμαλώτων ἠλευθερώκαμεν, ἀποδόντες τοῖς κρατοῦσι τὴν κατ’ ἀξίαν ἀργυρικὴν τιμήν, διορθούμενοι καὶ εἴ τι κακῶς ἐπράχθη διὰ τὰς τῶν ὄχλων ὁρ-μάς, διειληφότες εὐσεβῶς τοῦτο πράσσειν καὶ τῷ μεγίστῳ θεῷ χαριστικὸν ἀνατιθέντες, ὃς ἡμῖν τὴν βασιλείαν ἐν εἰρήνῃ καὶ δόξῃ τῇ κρατίστῃ παρ’ ὅλην τὴν οἰκουμένην διατετήρηκεν· εἴς τε τὸ στράτευμα τοὺς ἀκμαιοτάτους ταῖς ἡλι-κίαις τετάχαμεν, τοὺς δὲ δυναμένους καὶ περὶ ἡμᾶς εἶναι καὶ τῆς περὶ τὴν αὐλὴν πίστεως ἀξίους ἐπικρίνων κατέστησα. βουλομένων δὲ ἡμῶν καὶ σοὶ χαρί-ζεσθαι καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην Ἰουδαίοις καὶ τοῖς μετέπειτα, προῃρή-μεθα τὸν νόμον ὑμῶν μεθερμηνευθῆναι γράμμασιν Ἑλληνικοῖς ἐκ τῶν παρ’ ὑμῖν Ἑβραϊκῶν λεγομένων γραμμάτων, ἵν’ ὑπάρχῃ καὶ ταῦτα παρ’ ἡμῖν ἐν βι-βλιοθήκῃ σὺν τοῖς ἄλλοις βασιλικοῖς βιβλίοις. καλῶς οὖν ποιήσεις καὶ τῆς ἡμετέρας σπουδῆς ἀξίως, ἐπιλέξας ἄνδρας καλῶς βεβιωκότας, πρεσβυτέρους, ἐμπειρίαν ἔχοντας τοῦ νόμου καὶ δυνατοὺς ἑρμηνεῦσαι, ἀφ’ ἑκάστης φυλῆς ἕξ, ὅπως ἐκ τῶν πλειόνων τὸ σύμφωνον εὑρεθῇ, διὰ τὸ περὶ μειζόνων εἶναι τὴν σκέψιν. οἰόμεθα γὰρ ἐπιτελεσθέντος τούτου μεγάλην ἀποίσεσθαι δόξαν.
Α - ἂν Θεὸς τῇ προγνώσει, τὰς περὶ τοῦ πάντων ἀνθρώ των οὐκ εἰς μακρὸν ἀναφανησομένου Σωτήρος, διδα- σκάλου τε εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων Θεοῦ πᾶσι τοῖς ὑφ᾽ ἥλιον ἔθνεσι καταστησομένου, προῤῥήσεις ἀποκαλυφθῆναι τοῖς πᾶσιν, εἰς φῶς τε ἐλθεῖν, ἐπ' ἀκρι δὲς μεταβληθείσας, δημοσίαις τε βιβλιοθήκαις ἀνα- τεθείσας, διοικεῖται, βασιλεῖ Πτολεμαίῳ τοῦτο πρᾶ ξαι κατὰ νοῦν ἐμβαλὼν, εἰς προπαρασκευήν, ὡς ἔοικε, τῆς τῶν ἐθνῶν ἁπάντων ὅσον οὔπω μελλούσης ἐξ αὐτῶν ἔσεσθαι μεταλήψεως. "Ων γὰρ οὐκ ἂν ἄλλως ἐτύχομεν παρὰ Ἰουδαίων, ἀποκρυψάντων ἂν τὰ παρ' αὐτοῖς λόγια διὰ τὸν πρὸς ἡμᾶς φθόνον· τούτων ἐκ τῆς θεόθεν οἰκονομηθείσης ἑρμηνείας ἠξιώθημεν, πρὸς τῶν παρ' αὐτοῖς ἐπί τε συνέσει καὶ τῇ πατρίων παιδεία δεδοκιμασμένων ἀνδρῶν μεταβληθέντων. Γράφει δὲ ταῦτα Αρισταῖος, ἀνὴρ λόγιος μὲν ἄλλως, οὐ μὴν ἀλλὰ καὶ παρατυχὼν τοῖς πραχθεῖσι κατὰ τὸν δεύτερον Πτολεμαῖον, τὸν ἐπικληθέντα Φιλάδελφον, καθ᾽ ἂν τὰ τῆς ἑρμηνείας τῶν Ἰουδαϊκῶν Γραφών, διὰ σπουδῆς τοῦ βασιλέως γενόμενα, τῶν κατὰ τὴν ᾿Αλε ξάνδρειαν βιβλιοθηκῶν ἠξιώθη. Ἐπακοῦσαι δὲ αὐτοῦ καιρός, τόνδε πρὸς λέξιν ἱστοροῦντος τὸν τρόπου. Β ΚΕΦΑΛΑΙΟΝ Β'. Αρισταίου περὶ τῆς ἑρμηνείας τῶν παρὰ Ἰου δαίοις Γραφῶν. • Κατασταθεὶς (21) ἐπὶ τῆς τοῦ βασιλέως βιβλιο- θήκης Δημήτριος ὁ Φαληρεύς, ἐχρηματίσθη πολλά διάφορα (22), πρὸς τὸ συναγαγεῖν ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην βιβλία, καὶ ποιούμενος ἀγορασμούς καὶ μεταγραφὰς, ἐπὶ τέλος ἤγαγεν ὅσον ἐφ' ἑαυτῷ τὴν τοῦ βασιλέως πρόθεσιν. Παρόντων οὖν ἡμῶν, ἐρωτης θεὶς πόσαι τινὲς μυριάδες τυγχάνουσι βιβλίων, εἶπεν· Ὑπὲρ τὰς εἴκοσι (23), βασιλεῦ. Σπουδάσω δ᾽ ἐν ὀλί γῳ χρόνῳ πρὸς τὸ πληρωθῆναι πεντήκοντα μυριά- δας τὰ λοιπά. Προσήγγελται δέ μοι καὶ τὰ τῶν Ἰου δαίων νόμιμα μεταγραφῆς ἄξια καὶ τῆς παρὰ σολ βιβλιοθήκης εἶναι. Τί τὸ κωλύον οὖν, εἶπεν, ἐστί σε τοῦτο ποιῆσαι; πάντα γὰρ ἀποτέτακταί σοι τὰ πρὸς τὴν χρείαν. ῾Ο δὲ Δημήτριος εἶπεν Ερμηνείας προσ δεῖται. Χαρακτῆρσι γὰρ ἰδίοις κατὰ τὴν Ἰουδαίαν Εt ταχθείς· ἀμφίλεκτον, ἀνάλωμα διάφορον, περὶ εἴκοσι. Αι Ηδη μέν, εἰσι μυριάδες πέντε βιβλίων, και χρῶνται, καθάπερ Αἰγύπτιοι τῇ τῶν γραμμάτων θε σει, καθὸ καὶ φωνὴν ἰδίαν ἔχουσιν. Ὑπολαμβάνονται δὲ Συριακῇ χρῆσθαι· τὸ δ' οὐκ ἔστιν, ἀλλ᾽ ἕτερος τρόπος. Μεταλαβὼν δὲ ἕκαστα ὁ βασιλεὺς, εἶπε γρα- φῆναι (24) πρὸς τὸν ἀρχιερέα τῶν Ἰουδαίων, ὅπως τὰ προειρημένα τελείωσιν λάβῃ. Καὶ μεθ' έτερα (25) τετρακισχίλιαι οκτακόσιαι, πλεῖον ἢ ἔλασσον. ἐκέλευσε γραφῆναι. EUSEBII CÆSARIENSIS OPP. PARS II. APOLOGETICA. vita, ac religiosa disciplinæ leges, quos longe Deus A ipse charissimos habuisset, cum tot eæ sæculorum intervallo patrii sermonis integumentis clausæ la- tuissent, caeteris tandem aliquando nationibus, quæ postmodum in cognitionis divinæ communionem vocandæ crant, omnibus paterent : Deus ille, tan- torum bonorum auctor, diving scientiæ vi futurum intuitus, singulari egit providentia, ut quæ de ven- turo paulo post generis humani Servatore, eodem que sanctioris erga unum præpotentem Deum reli- gionis omnibus sub sole gentibus doctore futuro, prædicta jam olim essent, ea demum accurata ex- plicatione patefacta, et publicis in bibliothecis cul- locala cunctorum in lucem venirent, immissa hac Ptolemæo regi mente divinitus : nimirum ut quæ- dam quasi penus esset, unde illa postmodum in po- pulorum omnium usum fructumque promerentur. Enimvero quorum aliter nulla nobis unquam a Ju- dæis, suorum nobis oraculorum cognitionem invi- dentibus, copia fieret, eorum divino consilio pro- visam interpretationem accepimus, atque ab illis ipsis, qui plurimum apud eos cum prudentia, tum gentilitiarum quoque litterarum scientia præstabant, elaboratam. Atque hæc testatur Aristæus, vir cuma eruditus in primis, tum etiam is qui rebus Ptolemæi secundi, cognomento Philadelphi, tempore gestis interfuit. Eo enim regnante, imo id agente præterea studiose, sacra Judæorum monimenta Græce transłata sunt, et Alexandrinis in bibliothecis reposita. Sed illum ipsum audire præstiterit, rem verbis totidem hune in modum enarrantem. CAPUT II. Ex Aristao de Judaicarum Scripturarum in- terpretatione. C B Demetrius Phalereus, inquit, regiæ bibliothe- • cæ præfectus, ad libros ex orbe terrarum universo congerendos, magna vi pecuniarum a rege accepta, coemi alios, alios exscribi vertique curavit, ut quan- tum in se erat, ejus faceret voluntati satis. Ac no- bis aliquando præsentibus, quærenti ex eo regi, quam multa jam librorum millia corrogasset, am- plius ducenta respondens, addidit continuo, datu- rum se operam, ut brevi post tempore quingento- rum millium numerus impleretur. Cæterum audi- rese, Judaeorum quoque monimenta, quæ describe- rentur, ac regiam bibliothecam augerent, esse di- gnissima. Cui rex, Quid ergo, inquit, moræ esse potest, quo minus id abs te fiat? quidquid enim opus eam in rem habes, id abunde tibi jussu meo D suppetit. Ille autem, Interpretatione, inquit, opus przeterea est. Suum enim ac proprium characterem Judæi, quemadmodum Eygptii peculiarem littera- rum figuram ac situm, habent, uti propriam quoque loquendi rationem. nonnulli quidem eos Syriace logui opinantur; errant illi tamen; alio enim utun- i perinde est. plicat, non tantumn sed etiamı quæ vera hoc loco est hujus verbi signi- ficatio. lil. xii, cap. 2, S. Epiphanius, lib. De mensur. et ponderib., num. 9, longe parcior, inquit, Sed Aristææ, cum Josepho et Eusebio hærendum est. Sed vult opinor Aristeas, hoc Demetrio mandatum esse, uti regis nomine ad summum pontificem scri- beret. Infra pag. 551, Judæis a Ptolemæo servitute liberatis interponit. Quibus conficiendis septem duntaxat dies impensi, ut iidem Aristæas et Josephus habent. (21) Κατασταθείς. Aristæus excusus leg. κατα- (22) Πολλά διάφορα. Hesychius, τὸ διάφορον ex- (25) Ὑπὲρ τὰς είκοσι. Josephus Antiquit. Judaic. (24) Εἶπε γραφῆναι. Josephus tantum γράφει. (25) Μεθ' έτερα. Quæ ninurum Aristæas de
PG 21:593ἀπεστάλκαμεν δὲ περὶ τούτων Ἀνδρέαν τῶν ἀρχισωματοφυλάκων καὶ Ἀριστέαν, τιμωμένους παρ’ ἡμῖν, διαλεξομένους σοι καὶ κομίζοντας ἀπαρχὰς εἰς τὸ ἱερὸν ἀναθημάτων καὶ εἰς θυσίας καὶ τὰ ἄλλα ἀργυρίου τάλαντα ἑκατόν. γράφε δὲ καὶ σὺ πρὸς ἡμᾶς περὶ ὧν ἐὰν βούλῃ· κεχαρισμένος γὰρ ἔσῃ καὶ φιλίας ἄξιόν τι πράξεις, ὡς ἐπιτελεσθησομένων τὴν ταχίστην περὶ ὧν ἂν αἱρῇ. ἔρρωσο.3 Πρὸς ταύτην τὴν ἐπιστολὴν ἀντέγραψεν ἐνδεχομένως ὁ Ἐλεάζαρος τάδε· ε. ΕΠΙΣΤΟΛΗ ΕΛΕΑΖΑΡΟΥ ΑΡΧΙΕΡΕΩΣ ΠΡΟΣ ΠΤΟΛΕΜΑΙΟΝ ΒΑΣΙΛΕΑ 3 Ἐλεάζαρος ἀρχιερεὺς βασιλεῖ Πτολεμαίῳ, φίλῳ γνησίῳ, χαίρειν . Εἰ αὐτός τε ἔρρωσαι καὶ ἡ βασίλισσα Ἀρσινόη, ἡ ἀδελφή, καὶ τὰ τέκνα, καλῶς ἂν ἔχοι καὶ ὡς βουλόμεθα, καὶ αὐτοὶ δὲ ὑγιαίνομεν. λαβόντες τὴν παρὰ σοῦ ἐπιστολὴν μεγάλως ἐχάρημεν διὰ τὴν προαίρεσίν σου καὶ τὴν καλὴν βουλὴν καὶ συναγαγόντες τὸ πᾶν πλῆθος παρανέγνωμεν αὐτοῖς, ἵν’ εἰδῶσιν ἣν ἔχεις πρὸς τὸν θεὸν ἡμῶν εὐσέβειαν. ἐπεδείξαμεν δὲ καὶ τὰς φιάλας, ἃς ἀπέστει-λας, χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα, κρατῆρας πέντε καὶ τράπεζαν εἰς ἀνάθεσιν, καὶ εἰς προσαγωγὴν θυσιῶν καὶ εἰς ἐπισκευὰς ὧν ἂν προσδέηται τὸ ἱερόν, ἀργυρίου τάλαντα ἑκατόν, ἅπερ ἐκόμισαν Ἀνδρέας τῶν τετιμημένων παρὰ σοὶ καὶ Ἀριστέας, ἄνδρες καλοὶ καὶ ἀγαθοὶ καὶ παιδείᾳ διαφέροντες καὶ τῆς σῆς ἀγωγῆς καὶ δικαιοσύνης ἄξιοι κατὰ πάντα. οἳ καὶ μετέδωκαν ἡμῖν τὰ παρὰ σοῦ, πρὸς ἃ καὶ παρ’ ἡμῶν ἀκηκόασιν ἁρμόζοντα τοῖς σοῖς πράγμασι. πάντα γὰρ ὅσα σοι συμφέρει, καὶ εἰ παρὰ φύσιν ἐστίν, ὑπακουσόμεθα. τοῦτο γὰρ φιλίας καὶ ἀγαπήσεως σημεῖόν ἐστι. μεγάλα γὰρ καὶ ἀνεπίληστα τοὺς πολί-τας ἡμῶν κατὰ πολλοὺς τρόπους εὐηργέτηκας. εὐθέως οὖν προσηγάγομεν ὑπὲρ σοῦ θυσίας καὶ τῆς ἀδελφῆς καὶ τῶν τέκνων καὶ τῶν φίλων, καὶ ηὔξατο πᾶν τὸ πλῆθος, ἵνα σοι γένηται καθὼς προαιρῇ διὰ παντὸς καὶ διασώζῃ σοι τὴν βασιλείαν ἐν εἰρήνῃ μετὰ δόξης ὁ κυριεύων ἁπάντων θεός. καὶ ὅπως γένη-ται συμφερόντως καὶ μετὰ ἀσφαλείας ἡ τοῦ ἁγίου νόμου μεταγραφή, παρόντων πάντων ἐπελεξάμην ἄνδρας καλοὺς καὶ ἀγαθούς, πρεσβυτέρους, ἀφ’ ἑκάστης φυλῆς ἕξ, οὓς καὶ ἀπεστάλκαμεν ἔχοντας τὸν νόμον. καλῶς οὖν ποιήσεις, βασιλεῦ δίκαιε, προστάξας ὡς ἂν ἡ μεταγραφὴ γένηται τῶν βιβλίων, ἵνα πάλιν ἀποκατασταθῶσι πρὸς ἡμᾶς ἀσφαλῶς οἱ ἄνδρες· ἔρρωσο. Τούτοις ἑξῆς, πολλὰ διὰ μέσου περὶ τῆς προτεθείσης εἰπὼν πραγμα-τείας, μετὰ τὴν τῶν γραφῶν ἑρμηνείαν ἐπιφέρει αὐτοῖς ῥήμασι· Καθὼς δ’ ἀνεγνώσθη τὰ τεύχη, στάντες οἱ ἱερεῖς καὶ τῶν ἑρμηνέων οἱ πρεσβύτεροι καὶ τῶν ἀπὸ τοῦ πολιτεύματος οἵ τε ἡγούμενοι τοῦ πλήθους εἶπον· Ἐπεὶ καλῶς καὶ ὁσίως διηρμήνευται καὶ κατὰ πᾶν ἀκριβῶς, καλῶς ἔχον ἐστὶν ἵνα διαμένῃ ταῦθ’ οὕτως ἔχοντα καὶ μὴ γένηται μηδεμία διασκευή. πάντων δὲ ἐπιφωνησάντων τοῖς εἰρημένοις, ἐκέλευσαν ἐπαρᾶσθαι, καθὼς ἔθος αὐτοῖς ἐστιν, εἴ τις διασκευάσει προστιθεὶς ἢ μεταφέρων τι τὸ σύνολον τῶν γεγραμμένων ἢ ποιούμενος ἀφαίρεσιν· καλῶς τοῦτο πράσσοντες, ἵνα διὰ παντὸς ἀέναα μένοντα φυλάσσηται. προσφωνηθέντων δὲ καὶ τούτων τῷ βασιλεῖ μεγάλως ἐχάρη· τὴν γὰρ πρόθεσιν ἣν εἶχεν ἀσφαλῶς ἔδοξε τετελειῶσθαι. παρανεγνώσθη δὲ αὐτῷ καὶ πάντα, καὶ λίαν ἐξεθαύμασε τὴν τοῦ νομοθέτου διάνοιαν καὶ πρὸς τὸν Δη-μήτριον εἶπε· Πῶς τηλικούτων πραγμάτων συντετελεσμένων οὐδεὶς ἐπεβάλετο τῶν ἱστορικῶν οὐδὲ ποιητῶν ἐπιμνησθῆναι; ἐκεῖνος δὲ ἔφη· Διὰ τὸ σεμνὴν εἶναι τὴν νομοθεσίαν καὶ διὰ θεοῦ γεγονέναι, καὶ τῶν ἐπιβαλλομένων τινὲς ὑπὸ τοῦ θεοῦ πληγέντες τῆς ἐπιβολῆς ἀπέστησαν. καὶ γὰρ ἔφησεν ἀκηκοέναι Θεο-πόμπου, διότι μέλλων τινὰ τῶν προηρμηνευμένων ἐπισφαλέστερον ἐκ τοῦ νό-μου προσιστορεῖν ταραχὴν λάβοι τῆς διανοίας πλεῖον ἡμερῶν τριάκοντα· κατὰ δὲ τὴν αἴτησιν ἐξιλάσκεσθαι τὸν θεὸν σαφὲς αὐτῷ γενέσθαι, τίνος χάριν τὸ συμ-βαῖνόν ἐστι· δι’ ὀνείρου δὲ μαθόντος ὅτι τὰ θεῖα βούλεται περιεργασάμενος εἰς κοινοὺς ἀνθρώπους ἐκφέρειν, ἀποσχόμενον δὲ οὕτως ἀποκαταστῆναι. καὶ παρὰ Θεοδέκτου δὲ τοῦ τῶν τραγῳδιῶν ποιητοῦ μετέλαβον ἐγὼ διότι παρα-φέρειν μέλλοντός τι τῶν ἀναγεγραμμένων ἐν τῇ βίβλῳ πρός τι δρᾶμα τὰς ὄψεις ἀπεγλαυκώθη καὶ λαβὼν ὑπόνοιαν ὅτι διὰ τοῦτ’ αὐτῷ γέγονεν, ἐξιλασάμενος τὸν θεὸν ἐν πολλαῖς ἡμέραις ἀποκατέστη. μεταλαβὼν δὲ ὁ βασιλεύς, καθὼς προεῖπον, περὶ τούτων τὰ παρὰ τοῦ Δημητρίου, προσκυνήσας ἐκέλευσε μεγάλην ἐπιμέλειαν ποιεῖσθαι τῶν βιβλίων καὶ συντηρεῖν ἁγνῶς. Ταῦθ’ ἡμῖν ἐκ τῆς τοῦ δηλωθέντος ἐπιτετμήσθω γραφῆς. φέρε λοιπὸν καὶ τὸ πολίτευμα τῆς κατὰ Μωσέα νομοθεσίας ἐκ τῶν παρὰ τοῖς ἀνδράσι δια-φανῶν θεασώμεθα. πρῶτα δὲ θήσω Φίλωνος τὰ περὶ τῆς ἀπ’ Αἰγύπτου πορείας τῶν Ἰουδαίων, ἣν πεποίηνται Μωσέως ἡγουμένου, ἀπὸ τοῦ πρώ-του συγγράμματος ὧν ἐπέγραψεν Ὑποθετικῶν, ἔνθα τὸν ὑπὲρ Ἰουδαίων, ὡς πρὸς κατηγόρους αὐτῶν, ποιούμενος λόγον ταῦτά φησιν· 2. ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΤΗΣ ΑΠ’ ΑΙΓΥΠΤΟΥ ΠΟΡΕΙΑΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ Τὸν μὲν παλαιὸν αὐτοῖς πρόγονον ἀπὸ Χαλδαίων εἶναι, τὸν δὲ λαὸν ἀνα-στῆναι τοῦτον ἐξ Αἰγύπτου μετῳκισμένον ἀπὸ Συρίας τὸ πάλαι, μυριάσι τε ἀμυθήτοις πλήθοντα καὶ τῆς γῆς οὐκ οὔσης ἱκανῆς, πρὸς δ’ ἔτι καὶ νεότητι φρονημάτων ἐντεθραμμένον μεγάλως καὶ ἅμα τοῦ θεοῦ διὰ φασμάτων καὶ ὀνειράτων ἔξοδον αὐτοῖς δηλοῦντος, καὶ οὐδενὸς ἧττον εἰς πόθον κατὰ δαίμονα ἐμπεσόντας τῆς πατρίου καὶ ἀρχαίας γῆς (ὅθεν δὴ καὶ τὸν πρόγονον ἐκεῖνον αὐτοῖς μετελθεῖν εἰς Αἴγυπτον, εἴτε τῷ θεῷ δὴ δόξαν εἴτε προνοίᾳ τινί) πάντων εὐδαιμονῆσαι μάλιστα, ὡς ἀπ’ ἐκείνου μέχρις εἰς τὸ παρὸν τό τε ἔθνος αὐτοῖς καὶ γεγενῆσθαι καὶ διαμένειν κἀπὶ τοσοῦτον ὑπερβάλλειν εἰς πολυανδρίαν. Καὶ μετὰ βραχέα φησίν· Ἀνήρ γε μὴν αὐτοῖς ἡγεῖτο τῆς τε ἐξόδου καὶ τῆς πορείας εἰς οὐδὲν τῶν πολλῶν, εἰ βούλει, διάφορος· οὕτω καὶ ἐλοιδόρουν γόητα καὶ κέρκωπα λόγων. καλῆς μέντοι γοητείας καὶ πανουργίας ἐξ ἧς τόν γε λαὸν ἅπαντα ἐν ἀνυδρίᾳ καὶ λιμῷ καὶ τῶν ὁδῶν ἀγνοίᾳ καὶ ἀπορίᾳ τῶν συμπάντων οὐ μόνον εἰς τὸ παντε-λὲς διεσώσατο καὶ ὥσπερ ἐν εὐθηνίᾳ πάσῃ καὶ παραπομπῇ τῶν μεταξὺ κειμένων ἐθνῶν, ἀλλὰ καὶ πρὸς ἀλλήλους ἀστασιάστους αὐτοὺς καὶ πρὸς ἑαυτὸν μάλιστα εὐπειθεῖς διεφύλαξε. καὶ ταῦτα οὐκ ὀλίγον δήπου χρόνον, ἀλλ’ ὅσον οὐδ’ οἰκίαν ἐν ὁμοφροσύνῃ συμμεῖναι μετὰ πάσης εὐθηνείας εἰκός ἐστι. καὶ οὐ δίψος, οὐ λιμός, οὐ φθορὰ σωμάτων, οὐχὶ φόβος περὶ τῶν μελλόντων, οὐκ ἄγνοια τῶν συμβησομένων ἐπὶ τὸν γόητα ἐκεῖνον ἐπῆρε τοὺς ἐξαπατωμένους καὶ περι-φθειρομένους λαούς. καίτοι τί βούλει φῶμεν; ἐκείνῳ τινὰ εἶναι τοσαύτην τέχνην ἢ δεινότητα λόγων ἢ σύνεσιν, ὡς τῶν τοσούτων καὶ τοιούτων ἀτόπων καὶ πρὸς ὄλεθρον ἅπαντας ἀγόντων ἐπικρατεῖν; ἢ γὰρ τὰς φύσεις τῶν ὑπ’ αὐτὸν ἀνθρώπων οὐκ ἀμαθῶς οὐδὲ δυσκόλως, ἀλλ’ εὐπειθῶς καὶ τοῦ μέλλοντος οὐκ ἀπρονοήτως ἔχειν ἢ τούτους μὲν ὡς μάλιστα κακοὺς εἶναι, τὸν δὲ θεὸν τὰς δυσκολίας αὐτοῖς πραύ̈νειν καὶ τοῦ παρόντος καὶ τοῦ μέλλοντος ὥσπερ ἐπιστα-τεῖν. ὅπερ γάρ σοι μάλιστα ἂν ἐκ τούτων ἀληθὲς εἶναι δόξῃ, πρὸς ἐπαίνου καὶ τιμῆς καὶ ζήλου περὶ αὐτῶν συμπάντων ἰσχύειν φαίνεται. καὶ τὰ μὲν τῆς
μηνευθήναι γράμμασιν Ἑλληνικοῖς ἐκ τῶν παρ' ὑμῖν Α Εβραϊκῶν λεγομένων γραμμάτων, ἵν᾽ ὑπάρχῃ καὶ ταῦτα παρ' ἡμῖν ἐν. βιβλιοθήκῃ σὺν τοῖς ἄλλοις βασι- λικοῖς βιβλίοις. Καλῶς οὖν ποιήσεις, καὶ τῆς ἡμετέ- ρας σπουδῆς ἀξίως, ἐπιλέξας ἄνδρας καλώς βεβιωκό τας, πρεσβυτέρους, ἐμπειρίαν ἔχοντας τοῦ νόμου, καὶ δυνατοὺς ἑρμηνεῦσαι, ἀφ' ἑκάστης φυλῆς ἐξ, ὅπως ἐκ τῶν πλειόνων τὸ σύμφωνον εὑρεθῇ, διὰ τὸ περὶ μειζόνων εἶναι τὴν σκέψιν. Οιόμεθα γὰρ, ἐπιτελεσθέν- τος τούτου, μεγάλην ἀποίσεσθαι δόξαν. Απεστάλκα- μεν δὲ περὶ τούτων Ανδρέαν τῶν ἀρχισωματοφυλά- κων (42) και Αρισταῖον, τιμωμένους παρ' ἡμῖν, διαλεξομένους σοι, καὶ κομίζοντας ἀπαρχὰς εἰς τὸ ἱερὸν ἀναθημάτων, καὶ εἰς θυσίας καὶ τὰ ἄλλα, ἀργυ- ρίου τάλαντα ἑκατόν. Γράφε καὶ σὺ πρὸς ἡμᾶς περί ὧν ἂν βούλῃ· κεχαρισμένος γὰρ ἔσῃ, καὶ φιλίας ἄξιόν τι πράξεις· ὡς ἐπιτελεσθησομένων τὴν ταχίστην περὶ ὧν ἂν αἱρῇ. Ερρωσο.» Πρὸς ταῦτα ἀντέγραψεν ἐνδεχο μένως (43) ὁ Ἐλεάζαρος οὕτως. ΚΕΦΑΛΑΙΟΝ Ε'. Επιστολὴ Ελεαζάρου ἀρχιερέως πρὸς Πτολε- μαῖον βασιλέα. • Ἐλεάζαρος ἀρχιερεὺς βασιλεῖ Πτολεμαίῳ, φίλῳ γνησίῳ, χαίρειν. Εἰ αὐτός τε ἔῤῥωσαι καὶ ἡ βασίλισ σε ᾿Αρσινόη, ἡ ἀδελφὴ, καὶ τὰ τέκνα, καλῶς ἂν ἔχοι, καὶ ὡς βουλόμεθα· καὶ αὐτοὶ δὲ ὑγιαίνομεν.. Λαβόντες τὴν παρὰ σοῦ ἐπιστολὴν, μεγάλως ἐχάρη- μεν διὰ τὴν προαίρεσίν σου, καὶ τὴν καλλίστην βου λὴν, καὶ συναγαγόντες τὸ πᾶν πλῆθος, παρανέγνωμεν αὐτὴν αὐτοῖς, ἵν' εἰδῶσιν, ἦν ἔχεις πρὸς τὸν Θεὸν ἡμῶν εὐσέβειαν. ᾿Απεδείξαμεν δὲ καὶ τὰς φιάλας, ἃς ἀπέστειλας χρυσᾶς εἴκοσι, καὶ ἀργυρᾶς τριάκοντα, κρατῆρας πέντε, καὶ τράπεζαν εἰς ἀνάθεσιν, καὶ εἰς προσαγωγὴν θυσιῶν, καὶ εἰς ἐπισκευὰς, ὧν προσδέη- ται τὸ ἱερὸν, ἀργυρίου τάλαντα ἑκατὸν, ἅπερ ἐκόμι σεν ᾿Ανδρέας τῶν τετιμημένων παρὰ σοί, καὶ Αρι σταῖος, ἄνδρες καλοὶ καὶ ἀγαθοὶ, καὶ παιδείᾳ διαφέ- ροντες, καὶ τῆς σῆς ἀγωγῆς καὶ δικαιοσύνης άξιοι κατὰ πάντα. Οἱ καὶ μετέδωκαν ἡμῖν τὰ παρὰ σοῦ, πρὸς ἃ καὶ παρ᾽ ἡμῶν ἀκηκόασιν ἁρμόζοντα τοῖς σοῖς πράγμασι. Πάντα γὰρ ὅσα σοι συμφέρει, καὶ εἰ παρὰ φύσιν ἐστὶν (44-45), ὑπακουσόμεθα. Τοῦτο γὰρ φιλίας καὶ ἀγαπήσεώς ἐστι σημεῖον. Μεγάλα γὰρ καὶ ἀνεπίληστα τοὺς πολίτας ἡμῶν κατὰ πολλούς τρόπους εὐεργέτηκας· εὐθέως οὖν προσηγάγομεν ὑπὲρ σοῦ θυσίας, καὶ τῆς ἀδελφῆς (46) καὶ τῶν τέκνων, καὶ τῶν φίλων· καὶ ηύξατο πᾶν τὸ πλῆθος, ἵνα σοι γένη- ται καθώς προαιρῇ διὰ παντὸς, καὶ διασώζῃ σοι τὴν βασιλείαν ἐν εἰρήνῃ μετὰ δόξης ὁ κυριεύων ἁπάντων τὴν ἀρχισωματοφύλακα. ἐνὴν μάλιστα φιλοτίμως. Καὶ εἰ παρὰ φύσιν ἐστίν. Ει κἂν ᾖ παρὰ φύσιν, λίσσης, καὶ ἀδελφῆς Αρσινόης. PRÆPAR. EVANG. LIB. VIII. osque simul omnes, tum qui toto nunc orbe diffusi vivunt, tum qui deinceps futuri sunt, animo ac studio, curandum id nobis agendumque statuimus, uli lex vestra, ex ea, quam Hebraicain appellatis, Græcam in linguam convertatur, ut illa cum cæteris voluminibus regiis nostra in bibliotheca collocetur. Rem ergo cum tibi honestam, tum benevolentia mea dignam feceris, si viros coulestate probitatis, ela- tisque matura, legisque simul peritos, atque ad eam interpretandam idoneos, sex tribubuse singulis de- lectos ad me miseris, ut quoniam de rebus gravio- ribus agitur, certiorem hoc in genere consen- sionem ex plurium concursu habeamus. Atque id, si bene feliciterque cesserit, non vul- gari nobis gloriæ futurum arbitramur. Eum in finem ad te misimus Andream, unum ex præsidiariorum militum præfectis, et Aristæum, ambo summæ apud nos auctoritatis, qui tecum ea de re colloquantur, et donariorum nostrorum primitias, cum talentis argenti centum in sacrificia ac reliqua id genus expendendis, in templum perferant. Tu vicissim, qua. cunque de re libuerit, ad nos scribas velim. Rem enim et mihi pergratam, et amicitia nostra dignaın loceris : et quidquid postularis, id ut quamprimum fiat, operam dabimus. Vale. » Ad hæc Eleazarus, ut par erat, in eum qui sequitur modum rescripsit. Joseph., Quæ lectio homi- nis dignitati favet, cui tantum accedat necesse est, quantum detrahitur ex sociis. B C CAPUT V. Epistola Eleazari summi sacerdotis ad Ptole- mæum regem. • Eleazarus summus pontifex Ptolemæo regi, vero ac sincero amico, salutem. Si vales tu, reginaque Arsinoe, soror, liberique valent, bene est, atque ex voto nostro : nos quidem valemus. Acceptis litteris tuis, magnam ex tua voluntate consilioque sanctisni- mo lætitiam cepimus, convocataque multitudine uni- versa, palam eas recitavimus, ut omnes tuæ adver- sus Deum nostrum pietatis sensum intelligerent. Phialas etiam abs te missas protulimus, aureas vi- ginti, ac triginta argenteas, crateres item quinque, mensam consecratis muneribus excipiendis addi- ctam, et sacrifciis faciendis, ac cæteris omnibus, quæ opus templo fuerint, comparandis argenti ta- lenta centum, quæ Andreas unus ex familiæ tuæ clarissimis, et Aristæus, viri honestissimi atque in- tegerrimi, summæque eruditionis, tuaque simul cum disciplīna, tum a'quitate rebus in omnibus dignis- simi attulerunt. Ii tua quoque mandata nobis ex- posuerunt, rebusque tuis aptum a nobis et commo- dum responsum tulerunt. Quidquid enim e digni- tate usuque tuo fuerit, in eo, ut minus etiam cum natura nostra sensuque conjunctum sit, morem geremus. Hoc enim amicitiæ et charitatis argumen- tum est. Et sane magna in primis, nullaque un- quam oblivione delenda omnis generis beneficia nos- tros in cives contulisti. Quare hostias confestim, et tua, et sororis, liberorum, amicorumque causa im- (44-45) Joseph, id est, ut minus id cum ingenio, sensu, moribus nostris congrueret, cujusmodi etiam est sacrorum librorum communicatio. (42) Τῶν ἀρχισωματοφυλάκων. Excus. Arist. et (43) Ἐνδεχομένως. Vocem explicat Josephus ὡς (46) Τῆς ἀδελφῆς, etc. Montac., καὶ τῆς βασι
PG 21:599ἐξόδου δὴ ταῦτα. ἐπειδὴ δὲ εἰς τὴν γῆν ταύτην ἦλθον, ὅπως μέν ποτε ἄρα ἱδρύθησαν καὶ τὴν χώραν ἔσχον ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς δηλοῦται· οὐ μὴν ἔγωγε δικαιῶ μᾶλλον καθ’ ἱστορίαν ἢ κατά τινα λογισμὸν περὶ αὐτῶν τὰ εἰκότα ἐπεξελθεῖν. πότερον γάρ ποτε βούλει τῷ πλήθει τῷ κατὰ τῶν σωμάτων ἔτι περιόντας, καίπερ εἰς τέλος κεκακωμένους, ὅμως δ’ ἰσχύοντας καὶ τὰ ὅπλα ἐν χερσὶν ἔχοντας εἶτα κατὰ κράτος ἑλεῖν τὴν χώραν, Σύρους τε ὁμοῦ καὶ Φοί-νικας ἐν αὐτῇ τῇ ἐκείνων γῇ μαχομένους νικῶντας; ἢ τοὺς μὲν ἀπολέμους καὶ ἀνάνδρους εἶναι καὶ παντελῶς ὀλίγους ὑποθώμεθα καὶ τῶν εἰς πόλεμον παρα-σκευῶν ἀπόρους, αἰδέσεως δὲ τυχεῖν παρὰ τούτοις καὶ τὴν γῆν λαβεῖν παρ’ ἑκόν-των, ἔπειτα δ’ εὐθὺς οὐκ εἰς μακρὸν τόν τε νεὼν οἰκοδομῆσαι καὶ τἄλλα εἰς εὐσέ-βειαν καὶ ἁγιστείαν καταστήσασθαι; δηλοῖ γάρ, ὡς ἔοικε, ταῦτά γε καὶ θεοφιλεστάτους αὐτοὺς ἀνωμολογῆσθαι καὶ παρὰ τοῖς ἐχθροῖς· ἐχθροὶ γὰρ ἦσαν ἐξ ἀνάγκης ὧν ἐπὶ τὴν γῆν ἐξαίφνης ἦλθον ὡς ἀφαιρησόμενοι. παρὰ τού-τοις δ’ οὖν αἰδέσεως καὶ τιμῆς τυγχάνοντες πῶς οὐχ ὑπερβάλλειν εὐτυχίᾳ τοὺς ἄλλους φαίνονται; τίνα δὴ τὰ δεύτερα ἐφεξῆς ἢ τρίτα πρὸς τούτοις λέγωμεν; πότερον τὸ τῆς εὐνομίας καὶ εὐπειθείας αὐτῶν ἢ τῆς ὁσιότητος καὶ δικαιοσύνης καὶ εὐσεβείας; ἀλλὰ τὸν μὲν ἄνδρα ἐκεῖνον, ὅστις ποτὲ ἦν ὁ τοὺς νόμους αὐτοῖς θείς, οὕτω σφόδρα ἐθαύμασαν, ὡς ὅ τι δήποτε ἔδοξεν ἐκείνῳ, καὶ αὐτοῖς. εἴτε οὖν λελογισμένος αὐτὸς εἴτε ἀκούων παρὰ δαί-μονος ἔφρασεν, ἅπαν τοῦτο εἰς τὸν θεὸν ἀνάγειν καὶ πλειόνων ἐτῶν διεληλυ-θότων (τὸ μὲν ἀκριβὲς οὐκ ἔχω λέγειν ὁπόσα, πλέω δ’ οὖν ἢ δισχίλιά ἐστι), μηδὲ ῥῆμά γε αὐτὸ μόνον τῶν ὑπ’ αὐτοῦ γεγραμμένων κινῆσαι, ἀλλὰ κἂν μυριάκις αὐτοὺς ἀποθανεῖν ὑπομεῖναι θᾶττον ἢ τοῖς ἐκείνου νόμοις καὶ ἔθεσιν ἐναντία πεισθῆναι. Ταῦτ’ εἰπὼν ἐπιτέμνεται τὴν ἐκ τῶν Μωσέως νόμων καταβεβλημένην τῷ Ἰουδαίων ἔθνει πολιτείαν, γράφων οὕτως· ζ. ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΜΩΣΕΑ ΘΕΟΣΕΒΟΥΣ ΠΟΛΙΤΕΙΑΣ Ἆρά τι τούτων ἢ τούτοις προσόμοιον παρ’ ἐκείνοις ἐστί, πρᾶον εἶναι δοκοῦν καὶ τιθασὸν καὶ δικῶν ἐπαγωγὰς καὶ σκήψεις καὶ ἀναβολὰς καὶ τιμή-σεις καὶ πάλιν ὑποτιμήσεις ἔχον; οὐδέν, ἀλλὰ πάντα ἁπλᾶ καὶ δῆλα. ἐὰν παι-δεραστῇς, ἐὰν μοιχεύῃς, ἐὰν βιάσῃ παῖδα (ἄρρενα μὲν μηδὲ λέγε, ἀλλὰ κἂν θή-λειαν), ὁμοίως ἐὰν σαυτὸν καταπορνεύῃς, ἐὰν καὶ παρ’ ἡλικίαν αἰσχρόν τι πάθῃς ἢ δοκῇς ἢ μέλλῃς, θάνατος ἡ ζημία. ἐὰν εἰς δοῦλον σῶμα, ἐὰν εἰς ἐλεύθερον ὑβρίζῃς, ἐὰν δεσμοῖς συνέχῃς, ἐὰν ἀπάγων πωλῇς, ἐὰν βέβηλα, ἐὰν ἱερὰ παρα-κλέπτῃς, ἐὰν ἀσεβῇς, οὐκ ἔργῳ μόνον, ἀλλὰ καὶ ἐὰν ῥήματι τῷ τυχόντι, εἰς μὲν θεὸν αὐτόν (ἵλεως ἡμῖν ὁ θεὸς καὶ αὐτῆς τῆς περὶ τούτων ἐννοίας γένοιτο) οὐδὲ ἄξιον λέγειν, ἀλλ’ εἰς πατέρα ἢ μητέρα ἢ εὐεργέτην σαυτοῦ, θάνατος ὁμοίως, καὶ οὗτος οὐ κοινὸς οὐδ’ ὁ τυχών, ἀλλὰ δεῖ καταλευσθῆναι τὸν εἰπόντα μόνον, ὡς οὐ χείρονα ἀσεβείας πράξαντα. ἄλλα δὲ αὖ πάλιν, ὁποῖά τινα· γυναῖ-κας ἀνδράσι δουλεύειν, πρὸς ὕβρεως μὲν οὐδεμιᾶς, πρὸς εὐπείθειαν δ’ ἐν ἅπασι· γονεῖς παίδων ἄρχειν, ἐπὶ σωτηρίᾳ καὶ πολυωρίᾳ· τῶν ἑαυτοῦ κτημάτων ἕνα ἕκα-στον κύριον εἶναι, μὴ θεόν γε ἐπιφημίσαντα αὐτοῖς μηδ’ ὡς τῷ θεῷ ταῦτα ἀνίησιν. εἰ δὲ λόγῳ μόνον ὑποσχέσθαι προσπέσοι, ψαῦσαι καὶ θιγεῖν αὐτῶν οὐκ ἔστιν, ἀλλ’ εὐθὺς ἁπάντων ἀποκεκλεῖσθαι. μή μοι τὰ τῶν θεῶν ἁρπά-ζειν μηδ’ ἀποσυλᾶν ἑτέρων ἀναθέντων, ἀλλὰ καὶ τῶν οἰκείων, ὥσπερ ἔφην, προς-πεσόν τι καὶ λαθὸν αὐτὸν ῥῆμα ἐπ’ ἀναθέσει, εἰπόντα δὲ πάντων στέρεσθαι, μεταγινώσκοντι δὲ ἢ ἐπανορθουμένῳ τὰ λελεγμένα καὶ τὴν ψυχὴν προσαφαι-ρεῖσθαι. καὶ ἐπὶ τῶν ἄλλων ἐφ’ ὧν κύριός ἐστιν, ὁ αὐτὸς λόγος. ἐὰν ἐπιφη-μίσῃ τροφὴν γυναικὸς ἀνὴρ ἱερὰν εἶναι, τροφῆς ἀνέχειν· ἐὰν πατὴρ υἱῷ, ἐὰν ἄρχων τῷ ὑπηκόῳ, ταὐτόν. καὶ ἔκλυσις δὲ ἐπιφημισθέντων ἡ μὲν τελειοτάτη καὶ μεγίστη τοῦ ἱερέως ἀποφήσαντος· ὑπὸ γὰρ τοῦ θεοῦ κύριος οὗτος δέξασθαι· καὶ μετὰ ταύτην δὲ ἡ παρὰ τῶν μᾶλλον ἀεὶ κυρίων ὁσία ἵλεων τὸν θεὸν ἀποφαί-νειν, ὡς μηδὲ ἐπάναγκες τὴν ἀνάθεσιν δέχεσθαι. μυρία δὲ ἄλλα ἐπὶ τούτοις, ὅσα καὶ ἐπὶ ἀγράφων ἐθῶν καὶ νομίμων κἀν τοῖς νόμοις αὐτοῖς. ἅ τις παθεῖν ἐχθαίρει, μὴ ποιεῖν αὐτόν· ἃ μὴ κατέθηκεν, μηδ’ ἀναιρεῖσθαι, μηδ’ ἐκ πρασιᾶς μηδ’ ἐκ ληνοῦ μηδ’ ἐξ ἅλωνος· μὴ θημῶνος ὑφαιρεῖσθαι μέγα ἢ μικρὸν ἁπλῶς μηδέν· μὴ πυρὸς δεηθέντι φθονεῖν· μὴ νάματα ὑδάτων ἀποκλείειν, ἀλλὰ καὶ πτωχοῖς καὶ πηροῖς τροφὴν ἐρανίζουσι πρὸς τὸν θεὸν εὐαγῶς ἀνέχειν· μὴ ταφῆς νέκυν ἐξείργειν, ἀλλὰ καὶ γῆς αὐτοῖς ὅσον γε εἰς τὴν ὁσίαν προσεπιβάλ-λειν· μὴ θήκας, μὴ μνήματα ὅλως κατοιχομένων κινεῖν· μὴ δεσμά, μὴ κακὸν πλέον μηδὲ ἓν τῷ γε ἐν ἀνάγκαις προσεπιφέρειν· μὴ γονὴν ἀνδρῶν ἐκτέμνοντας, μὴ γυναικῶν ἀτοκίοις καὶ ἄλλαις μηχαναῖς ἀμβλοῦν· μὴ ζῴοις ἔμπαλιν ἢ κατέ-δειξεν εἴτ’ οὖν ὁ θεὸς εἴτε τις καὶ νομοθέτης, προσφέρεσθαι· μὴ σπέρμα ἀφανί-ζειν· μὴ γέννημα δουλοῦν· μὴ ζυγὸν ἄδικον ἀνθυποβάλλειν, μὴ κοίνικα ἄμετρον, μὴ νόμισμα ἄδικον· μὴ φίλων ἀπόρρητα ἐν ἔχθρᾳ φαίνειν· ποῦ δὴ πρὸς τοῦ θεοῦ ὑμῖν τὰ Βουζύγια ἐκεῖνα; ἄλλα δὲ πρὸς τούτοις ὅρα· μὴ παίδων διοικίζειν γονέας, μηδ’ ἂν αἰχμαλώτους ἔχῃς· μὴ γυναῖκα ἀνδρός, κἂν νομίμως ἐωνημένος ᾖς δεσπότης. ἦ που σεμνότερα καὶ μείζω ταῦτα. ἄλλα δὲ μικρὰ καὶ τὰ τυχόντα· μὴ νεοττιάν φησι κατοικίδιον ἐρημοῦν, μὴ ζῴων ἱκεσίαν οἷα ἔσθ’ ὅτε προσφευγόντων ἀναιρεῖν· μὴ εἴ τι τῶν τοιούτων ἧττόν ἐστιν. οὐδενὸς ἄξια ταῦτά γε ἴσως εἴποις ἄν· ἀλλ’ ὅ γε ἐπ’ αὐτοῖς νόμος ἐστὶ μέγας καὶ πά-σης ἐπιμελείας αἴτιος, καὶ αἱ προρρήσεις μεγάλαι καὶ ἀραὶ κατά τε ἐξωλείας καὶ ὁ θεὸς αὐτὸς ἐπόπτης τῶν τοιούτων καὶ τιμωρὸς ἁπανταχοῦ. Καὶ μετὰ βραχέα φησίν· Ὅλην δὲ ἡμέραν εἰ τύχοι, μᾶλλον δὲ οὐδὲ μίαν, ἀλλὰ πολλὰς καὶ ταύτας οὐκ εὐθὺς ἐφεξῆς ἀλλήλαις, ἀλλ’ ἐκ διαλειμμάτων (καὶ τούτων δὲ παρ’ ἑπτά), κρατοῦντος, ὡς εἰκός, αἰεὶ τοῦ παρὰ τὰς βεβήλους ἔθους, μηθὲν ἂν παραβῆναι τῶν προστεταγμένων οὐ θαυμάζεις; ἆρ’ οὖ[ν] πρὸς ἀσκήσεως μόνον αὐτοῖς τοῦτο ἐγκρατείας ἐστίν, ὡς ἐξ ἴσου καὶ δρᾶν τι πονοῦντας καὶ ἀνέχειν ἰσχύειν ἀπὸ τῶν ἔργων, εἰ δέοι; οὐ δῆτα, ἀλλ’ ἢ καὶ πρὸς ἔργου μεγάλου καὶ θαυμαστοῦ τινος ᾠήθη δεῖν ὁ νομοθέτης αὐτοὺς μὴ τἄλλα μόνον ἱκανοὺς εἶναι δρᾶν καὶ μὴ δρᾶν ὡσαύτως, ἀλλ’ ἔτι καὶ τῶν πατρίων νόμων καὶ ἐθῶν ἐμπεί-ρως ἔχειν. τί οὖν ἐποίησε ταῖς ἑβδόμαις ταύταις ἡμέραις; αὐτοὺς εἰς ταὐτὸν ἠξίου συνάγεσθαι καὶ καθεζομένους μετ’ ἀλλήλων σὺν αἰδοῖ καὶ κόσμῳ τῶν νόμων ἀκροᾶσθαι τοῦ μηδένα ἀγνοῆσαι χάριν. καὶ δῆτα συνέρχονται μὲν αἰεὶ καὶ συνεδρεύουσι μετ’ ἀλλήλων, οἱ μὲν πολλοὶ σιωπῇ, πλὴν εἴ τι προσεπευ-φημῆσαι τοῖς ἀναγινωσκομένοις νομίζεται· τῶν ἱερέων δέ τις ὁ παρὼν ἢ τῶν γε-ρόντων εἷς ἀναγινώσκει τοὺς ἱεροὺς νόμους αὐτοῖς καὶ καθ’ ἕκαστον ἐξηγεῖται μέχρι σχεδὸν δείλης ὀψίας· κἀκ τοῦδε ἀπολύονται τῶν τε νόμων τῶν ἱερῶν ἐμπείρως ἔχοντες καὶ πολὺ δὴ πρὸς εὐσέβειαν ἐπιδεδωκότες. ἆρά σοι δοκεῖ ταῦτα ἀργούντων εἶναι καὶ οὐ παντὸς σπουδάσματος μᾶλλον ἀναγκαῖα αὐτοῖς;
Α ρος· οὕτω καὶ ἐλοιδόρουν γύητα καὶ κέρκωπα λόγων. γρ., ή τό Καλῆς μέντοι γοητείας καὶ πανουργίας, ἐξ ἧς τόν γε λαὸν ἅπαντα ἐν ἀνυδρίᾳ καὶ λιμῷ, καὶ τῶν ὁδῶν ἀγνοίᾳ, καὶ ἀπορίᾳ τῶν συμπάντων, οὐ μόνον εἰς τὸ παντελὲς διεσώσατο, καὶ ὥσπερ ἐν εὐθηνίᾳ πάσῃ, καὶ παραπομπῇ τῶν μεταξὺ κειμένων ἐθνῶν, ἀλλὰ καὶ πρὸς ἀλλήλους ἀστασιάστους αὐτοὺς, καὶ πρὸς ἑαυτὸν μάλιστα εὐπειθεῖς (55) διεφύλαξε. Καὶ ταῦτα οὐκ ὀλίγον δήπου χρόνον, ἀλλ' ὅσον οὐδ' οἰκίαν ἐν ὁμοφρο σύνῃ συμμεῖναι μετά πάσης εὐθηνίας εἰκός ἐστιν. Καὶ οὐ δίψος, οὐ λιμός, οὐ φθορά σωμάτων, οὐχὶ φόβος περὶ τῶν μελλόντων, οὐκ ἄγνοια τῶν συμβη- σομένων, ἐπὶ τὸν γόητα ἐκεῖνον ἐπῇρε τοὺς ἐξαπα τωμένους καὶ περιφθειρομένους λαούς. Καίτοι τί βούλει, φῶμεν ἐκείνῳ τινὰ εἶναι τοσαύτην τέχνην, ἢ δεινότητα λόγων, ἢ σύνεσιν, ὡς τῶν τοσούτων καὶ τοιούτων ἀτόπων, καὶ πρὸς ὄλεθρον ἅπαντας ἀγόντων ἐπικρατεῖν ; Η γὰρ τὰς φύσεις τῶν ὑπ' αὐτὸν ἀνθρώ πων οὐκ ἀμαθῶς οὐδὲ δυσκόλως, ἀλλ᾽ εὐπειθῶς καὶ τοῦ μέλλοντος οὐκ ἀπρονοήτως ἔχειν· ἡ τούτους μὲν ὡς μάλιστα κακοὺς εἶναι, τὸν δὲ Θεὸν τὰς δυσκολίας αὐτῶν πραΰνειν, καὶ τοῦ παρόντος, καὶ τοῦ μέλλον τος ὥσπερ ἐπιστατείν. "υπερ γάρ σοι μάλιστα ἂν ἐκ τούτων ἀληθὲς εἶναι δόξῃ, πρὸς ἐπαίνου καὶ τιμῆς καὶ ζήλου περὶ αὐτῶν συμπάντων ἰσχύειν φαίνεται. Καὶ τὰ μὲν τῆς ἐξόδου δὴ ταῦτα. Ἐπειδὴ δὲ εἰς τὴν γῆν ταύτην ἦλθον, ὅπως μέν ποτε ἄρα ἱδρύθησαν, καὶ τὴν χώραν ἔσχον, ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς δη λοῦσιν· οὐ μὴν ἔγωγε δικαιῷ μᾶλλον καθ᾽ ἱστορίαν, ἢ κατά τινα λογισμὸν περὶ αὐτῶν τὰ εἰκότα ἐπεξελ- θεῖν. Πότερον γάρ ποτε βούλει, τῷ πλήθει τῶν σωμά των ἔτι περιόντας, καίπερ εἰς τέλος κεκακωμένους, ὅμως δὲ διισχύοντας, καὶ τὰ ὅπλα ἐν χερσὶν ἔχοντας, εἶτα κατὰ κράτος ἑλεῖν τὴν χώραν, Σύρους τε ὁμοῦ καὶ Φοίνικας ἐν αὐτῇ τῇ ἐκείνων γῇ μαχομένους για κῶντας ἢ τοὺς μὲν, ἀπολέμους καὶ ἀνάνδρους εἶναι, καὶ παντελῶς ὀλίγους ὑποθώμεθα, καὶ τῶν εἰς πόλεμον παρασκευῶν ἀπόρους, αἰδέσεως δὲ τυχεῖν παρὰ τούτοις, καὶ τὴν γῆν λαβεῖν παρ' ἑκόντων ; ἔπειτα δ' εὐθὺς οὐκ εἰς μακρὸν τόν τε νεὼν ἀνοι- κοδομῆσαι, καὶ τἆλλα εἰς εὐσέβειαν καὶ ἁγιστείαν καταστήσασθαι; Δηλοῖ γὰρ, ὡς ἔοικε, ταῦτα, καὶ θεοφιλεστάτους αὐτοὺς ἀνωμολογῆσθαι καὶ παρὰ τοῖς ἐχθροῖς· ἐχθροὶ γὰρ ἦσαν ἐξ ἀνάγκης, ὧν ἐπὶ τὴν γῆν ἐξαίφνης ἦλθον ὡς ἀφαιρησόμενοι. Παρὰ τούτοις δ' οὖν αἰδέσεως καὶ τιμῆς τυγχάνοντες, πῶς οὐχ ὑπερβάλλειν εὐτυχίᾳ τοὺς ἄλλους φαίνονται; Τίνα δὲ τὰ δεύτερα ἐφεξῆς, ἢ τὰ τρίτα πρὸς τούτοις λέγω μεν ; Πότερον τὸ τῆς εὐνομίας καὶ εὐπειθείας αὐτ τῶν, ἢ τῆς ὁσιότητος καὶ δικαιοσύνης καὶ εὐσεβείας; ᾿Αλλὰ τὸν μὲν ἄνδρα ἐκεῖνον, ὅστις ποτὲ ἦν, ὁ τοὺς νόμους αὐτοῖς θεὶς, οὕτω σφόδρα ἐθαύμασαν, ὡς ὅ τι δήποτε ἔδοξεν ἐκείνῳ, καὶ αὐτοῖς. Εἴτε οὖν λελο γισμένος αὐτὸς, εἴτε ἀκούων παρὰ δαίμονος ἔφρασε, τοῦτο ἅπαν εἰς τὸν Θεὸν ἀνάγειν, καὶ πλειόνων ἐτῶν διεληλυθότων, « τὸ μὲν ἀκριβὲς, οὐκ ἔχω λέγειν ὁπότα, EUSEBI CÆSARIENSIS OPP. PARS II. - B APOLOGETICA. cunditate sobolis admirabili pulularit. Tum paucis interjectis, Ac virum quidem, inquit ille, profectio- nis simul itinerisque ducem habuere, nihil admo- dum, si ita vis, hominum vulgo excellentiorer. Nam eum præstigiarum quoque, ac veteratoriæ ora- tionis insimulabant. Demus id vero, sed præstigias accipe, versutiamque laudabilem, qua popu- lum universum, siti, fame, viarum ignoratione, ac rerum omnium penuria laborantem, perinde ut in summa cunctorum bonorum abundantia et suppe- ditato ab interjectis nationibus commeatu, salvum et incolumem præstitit; verum etiam illum ut a mutuis animorum dissidiis liberum habuit, ita sibi rebus in omnibus obsequentem. Atque id non ad breve aliquod exiguumque tempus, sed tandiu certe quidem, quandiu in simili voluntatum concor- dia, ut affatim cuncta suppeterent, nianere ac per- sistere ne familia quidem una potuisset. Ita neque si- tis, neque fames, non lues corporum, non imminen- tium periculorum metus, non casuum ignoratio futu- rorum, adversus præstigiatorem illum, tantam populi multitudinem, et illius fraudibus dolisque circum- ventam, et passim aliquando pereuntem concitavit. Qualem obsecro te, hominis hujus tantam sive artem, sive orationis vim, sive sapientiam fuisse dicemus,quæ tot ac tam varias discriminum monstrorumque formas præsensque omnibus exitium sæpe minitantes una su- peraret? Oportuit videlicet, aut eorum, quibus impe- rabat, ingenia,non jam imperita rerum esse, ductuque difficilia ; sed cum ad obtemperandum ex sese prom- c pta, tum vero ne futuri quidem improvida, aut, licet insigni morum improbitate forent, Deum tamen hoc ipsis naturæ vitium asperitatem que lenire, et præsen- tis simul futurique rationes providentiæ suæ consilio moderari. Utrum autem dederis, id profecto erit ejusmodi, quod ad præcipuam quamdam universo- rum laudem atque dignitatem pertinere videatur. Et profectionis quidem hæc ratio fuit. Jam ubi ter- ram illam attigissent, quemadmodum suarum ibi rerum domicilia collocarint, eamque regionem te- nuerint, sacræ quidem eorum litteræ loquuntur : malo tamen hoc loco, non tam rei gestæ historiam, quam ratiocinando, quod verisimile fuerit, perse- qui. Utrum enim eos mavis, hominum adhuc va- lcntes numero, tametsi perpetuis fractos debilitatos- D que laboribus, auctis tamen confirmatisque viribus, ca loca postmodum armis occupasse, Syrosque si- mul ac Phoenices suis in penatibus focisque patriis dimicantes subegisse? An imbelles potius et ignavi cum essent, adeoque paucissimi, et a rebus omni- bus bello gerendo necessariis imparati, aliis tamen et aliquein erga se venerationis sensum injecisse, et a volentibus ultroque cedentibus regionem accepisse : tum eosdem paulo post ædificasse templum, ac cæte- ra quæ ad pietatem religionemque spectarent, consti- tuisse ? Nam id quidem argumento est, quam a noi obscurum adhuc vestigium supererat. (53) Εὐπειθεῖς. 11a correximus, cum ante legeretur ευπειθεῖν, cujus lectionis in alt. manuscr.
PG 21:605τοιγαροῦν οὐκ ἐπὶ θεσμῳδοὺς ἔρχονται περὶ τῶν πρακτέων καὶ μὴ διερωτῶν-τες οὐδὲ καθ’ ἑαυτοὺς ὑπ’ ἀγνοίας τῶν νόμων ῥᾳδιουργοῦσιν, ἀλλ’ ὅντινα αὐτῶν κινεῖς καὶ περὶ τῶν πατρίων διαπυνθάνῃ, προχείρως ἔχει καὶ ῥᾳδίως εἰπεῖν, καὶ ἀνὴρ γυναικὶ καὶ παισὶ πατὴρ καὶ δούλοις δεσπότης ἱκανὸς εἶναι δο-κεῖ τοὺς νόμους παραδιδόναι. καὶ μὴν περὶ τοῦ γε ἔτους τοῦ ἑβδόμου ῥᾴδιον ὡσαύτως λέγειν, οὐ μὴν ταὐτὸν ἴσως. οὐ γὰρ αὐτοὶ τῶν ἔργων ἀφεστᾶσιν ὥσπερ ταῖς ἑβδόμαις ἐκείναις ἡμέραις, ἀλλὰ τὴν γῆν ἀργὴν ἀφιᾶσιν εἰς τὰ μέλλοντα αὖθις, εὐθηνείας χάριν. πολὺ γὰρ διαφέρειν αὐτὴν ἀνάπαυλαν λα-βοῦσαν εἶτα δὲ εἰς νέωτα γεωργεῖσθαι καὶ μὴ τῇ συνεχείᾳ τῆς ἐργασίας κατεξάνθαι. ταὐτὸν δὲ καὶ περὶ τὰ σώματα ἂν ἴδοις συμβαῖνον εἰς ῥώμην, οὐ γὰρ δὴ πρὸς ὑγείαν μόνον διαλείμματα καί τινας ἀναπαύλας ἀπὸ τῶν ἔργων τοὺς ἰατροὺς προστάττοντας· τὸ γὰρ συνεχὲς καὶ μονοειδὲς αἰεί, μάλιστα δὲ ἐπ’ ἔργων, βλάπτειν ἔοικε. σημεῖον δέ· τὴν γὰρ αὐτὴν ταύτην γῆν εἴ τις ἐπαγγέλλοιτο αὐτοῖς ἐξεργάσεσθαι πολὺ μᾶλλον [ἢ] πρόσθεν τὸ ἕβδομον ἔτος τουτὶ καὶ τῶν καρπῶν πάντων συμπαραχωρήσειν ὅλων, οὐκ ἂν οὐδαμῶς δέξαιντο. οὐ γὰρ αὐτοὶ τῶν πόνων ἀνέχειν οἴονται δεῖν μόνοι (καίτοι κἂν εἰ τοῦτ’ ἐποίουν, οὐδὲν ἂν θαυμαστὸν ἦν), ἀλλὰ τὴν χώραν αὐτοῖς ἄνεσίν τινα καὶ ῥᾳστώνην, εἰς ἀρχὴν ἑτέραν τῆς αὖθις ἐπιμελείας καὶ γεωργίας, λαβεῖν. ἐπεὶ τί ἐκώλυε πρὸς θεοῦ ἐπὶ τοῦ παρελθόντος ἔτους αὐτὴν προεκδοῦναι καὶ παρὰ τῶν ἐργαζομένων τὸν ἐκείνου φόρον τοῦ ἔτους ἐκλέγειν; ἀλλ’, ὥσπερ ἔφην, κατ’ οὐδένα τρόπον οὐδὲν τῶν τοιούτων, προνοίᾳ μοι δοκεῖ τῆς χώρας, ἐκδέ-χονται. τῆς δὲ φιλανθρωπίας αὐτῶν καὶ τοῦτο μέγα ὡς ἀληθῶς σημεῖον ἐπεὶ γὰρ αὐτοὶ τῶν ἔργων ἐκείνου τοῦ ἔτους ἀνέχουσι, τοὺς γινομένους καρ-ποὺς οὐκ οἴονται δεῖν συλλέγειν οὐδ’ ἀποτίθεσθαι, μὴ ἐκ τῶν οἰκείων πόνων περιόντας αὐτοῖς· ἀλλ’, ἅτε τοῦ θεοῦ παρεσχηκότος αὐτοῖς, ἀνιείσης ἐπ’ αὐτο-μάτου τῆς γῆς, τοὺς βουλομένους ἢ δεομένους τῶν τε ὁδοιπόρων καὶ τῶν ἄλ-λων ἀξιοῦσι μετὰ ἀδείας χρῆσθαι. καὶ περὶ μὲν τούτων ἅλις σοι. τὸ γὰρ ταῖς ἑβδόμαις ἤδη τὸν νόμον αὐτοῖς στῆσαι ταῦτα, οὐκ ἂν ἐμὲ ἀπαιτήσαις, ἴσως πολλῶν πολλάκις καὶ ἰατρῶν καὶ φιλοσόφων καὶ φυσιολόγων ἀκηκοὼς περὶ τούτου πρότερον, ἥντινα ἄρα δύναμιν ἔχει πρός τε τὴν τῶν συμπάντων καὶ δῆτα πρὸς τὴν ἀνθρωπείαν φύσιν οὗτος ὁ τῆς ἑβδόμης λόγος. Τοσαῦτα μὲν ὁ Φίλων. ὅμοια δ’ αὐτῷ καὶ ὁ Ἰώσηπος ἱστορεῖ ἐν δευτέρῳ συγγράμματι ὧν πεποίηται Περὶ τῆς τῶν Ἰουδαίων ἀρχαιότητος, τοῦτον γράφων καὶ αὐτὸς τὸν τρόπον· η. ΙΩΣΗΠΟΥ ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΜΩΣΕΑ ΠΟΛΙΤΕΥΜΑΤΟΣ Τίς δ’ ἦν ὁ μάλιστα κατορθώσας τοὺς νόμους καὶ τῆς δικαιοτάτης περὶ τοῦ θεοῦ πίστεως ἐπιτυχών, πάρεστιν ἐξ αὐτῶν κατανοεῖν τῶν νόμων ἀντιπαρα-βάλλοντας· ἤδη γὰρ περὶ τούτων λεκτέον. οὐκοῦν ἄπειροι μὲν αἱ κατὰ μέρος τῶν ἐθῶν καὶ τῶν νόμων παρὰ τοῖς ἅπασιν ἀνθρώποις διαφοραί. κεφαλαιω-δῶς ἂν ἐπίοι τις· οἱ μὲν γὰρ μοναρχίαις, οἱ δὲ ταῖς ὀλίγων δυναστείαις, ἄλλοι δὲ τοῖς πλήθεσιν ἐπέτρεψαν τὴν ἐξουσίαν τῶν πολιτευμάτων, ὁ δ’ ἡμέτερος νομοθέτης εἰς μὲν τούτων οὐδ’ ὁτιοῦν ἀπεῖδεν, ὡς δ’ ἄν τις εἴποι βιασάμενος τὸν λόγον θεοκρατίαν ἀπέδειξε τὸ πολίτευμα, θεῷ τὴν ἀρχὴν καὶ τὸ κράτος ἀνα-θεὶς καὶ πείσας εἰς ἐκεῖνον ἅπαντας ἀφορᾶν ὡς αἴτιον μὲν ἁπάντων ὄντα τῶν ἀγαθῶν, ἃ κοινῇ τε πᾶσιν ἀνθρώποις ὑπάρχει καὶ ὅσων ἔτυχον αὐτοὶ δεηθέντες ἐν ἀμηχάνοις· λαθεῖν δὲ τὴν ἐκείνου γνώμην οὐκ ἐνὸν οὔτε τι τῶν πραττομένων οὐδὲν οὔθ’ ὧν ἄν τις παρ’ αὑτῷ διανοηθείη. ἀλλ’ αὐτὸν ἀπέφηνε καὶ ἀγένη-τον καὶ πρὸς τὸν ἀί̈διον χρόνον ἀναλλοίωτον, πάσης ἰδέας θνητῆς κάλλει δια-φέροντα καὶ δυνάμει μὲν ἡμῖν γνώριμον, ὁποῖος δὲ κατ’ οὐσίαν ἐστὶν ἄγνω-στον. ταῦτα περὶ θεοῦ φρονεῖν οἱ σοφώτατοι παρὰ τοῖς Ἕλλησιν ὅτι μὲν ἐδιδάχθησαν, ἐκείνου τὰς ἀρχὰς παρασχόντος, ἐῶ νῦν λέγειν, ὅτι δέ ἐστι καλὰ καὶ πρέποντα τῇ τοῦ θεοῦ φύσει καὶ μεγαλειότητι σφόδρα μεμαρτυρήκασι· καὶ γὰρ Πυθαγόρας καὶ Ἀναξαγόρας καὶ Πλάτων οἵ τε μετ’ ἐκεῖνον ἀπὸ τῆς Στοᾶς φιλόσοφοι καὶ μικροῦ δεῖν ἅπαντες οὕτω φαίνονται περὶ τῆς τοῦ θεοῦ φύσεως πεφρονηκότες. ἀλλ’ οἱ μὲν πρὸς ὀλίγους φιλοσοφοῦντες εἰς πλήθη δόξαις κατειλημμένα τὴν ἀλήθειαν τοῦ δόγματος ἐξενεγκεῖν οὐκ ἐτόλμησαν, ὁ δ’ ἡμέτερος νομοθέτης, ἅτε δὴ τὰ ἔργα παρέχων τοῖς νόμοις σύμφωνα, οὐ μό-νον τοὺς καθ’ ἑαυτὸν ἔπεισεν, ἀλλὰ καὶ τοῖς ἐξ ἐκείνων ἀεὶ γενησομένοις τὴν περὶ τοῦ θεοῦ πίστιν ἐνέφυσεν ἀμετακίνητον. αἴτιον δ’, ὅτι καὶ τῷ τρόπῳ τῆς νομοθεσίας πρὸς τὸ χρήσιμον πάντων πολὺ διήνεγκεν. οὐ γὰρ μέρος ἀρετῆς ἐποίησε τὴν εὐσέβειαν, ἀλλὰ ταύτης μέρη τἄλλα καὶ συνεῖδεν αὐτὰ καὶ κατέ-στησε, λέγω δὲ τὴν δικαιοσύνην, τὴν σωφροσύνην, τὴν καρτερίαν, τὴν τῶν πολιτῶν πρὸς ἀλλήλους ἐν ἅπασι συμφωνίαν. ἅπασαι γὰρ αἱ πράξεις καὶ διατριβαὶ καὶ λόγοι πάντες ἐπὶ τὴν πρὸς τὸν θεὸν ἡμῖν εὐσέβειαν ἔχουσι τὴν ἀναφοράν· οὐδὲν γὰρ τούτων ἀνεξέταστον οὐδ’ ἀόριστον παρέλιπεν. δύο μὲν γάρ εἰσιν ἁπάσης παιδείας τρόποι καὶ τῆς περὶ τὰ ἤθη κατασκευῆς, ὧν ὁ μὲν λόγῳ διδασκαλικός, ἅτερος δὲ διὰ τῆς ἀσκήσεως τῶν ἠθῶν. οἱ μὲν οὖν ἄλλοι νομοθέται ταῖς γνώμαις διέστησαν καὶ τὸν ἕτερον αὐτῶν ὃν ἔδοξεν ἑκά-στοις ἑλόμενοι τὸν ἕτερον παρέλιπον· οἷον Λακεδαιμόνιοι μὲν καὶ Κρῆτες ἔθεσιν ἐπαίδευον, οὐ λόγοις, Ἀθηναῖοι δὲ καὶ σχεδὸν οἱ ἄλλοι πάντες Ἕλληνες ἃ μὲν χρὴ πράττειν ἢ μὴ προσέτασσον διὰ τῶν νόμων, τοῦ δὲ πρὸς αὐτὰ διὰ τῶν ἔργων ἐθίζειν ὠλιγώρησαν. ὁ δ’ ἡμέτερος νομοθέτης ἄμφω ταῦτα συνήρ-μοσε κατὰ πολλὴν ἐπιμέλειαν· οὔτε γὰρ κωφὴν ἀπέλιπε τὴν τῶν ἠθῶν ἄσκησιν οὔτε τὸν ἐκ τοῦ νόμου λόγον ἄπρακτον εἴασεν, ἀλλ’ εὐθὺς ἀπὸ τῆς πρώτης ἀρξάμενος τροφῆς καὶ τῆς κατὰ τὸν οἶκον ἑκάστων διαίτης οὐδὲν οὐδὲ τῶν βραχυτάτων αὐτεξούσιον ἐπὶ ταῖς βουλήσεσι τῶν χρησομένων κατέλιπεν, ἀλλὰ καὶ περὶ σιτίων ὅσων ἀπέχεσθαι χρὴ καὶ τίνα προσφέρεσθαι καὶ περὶ τῶν κοι-νωνησόντων τῆς διαίτης ἔργων τε συντονίας καὶ τοὔμπαλιν ἀναπαύσεως ὅρον ἔθηκεν αὐτὸς καὶ κανόνα τὸν νόμον, ἵν’ ὥσπερ ὑπὸ πατρὶ τούτῳ καὶ δεσπότῃ ζῶντες μήτε βουλόμενοι μηθὲν μήθ’ ὑπ’ ἀγνοίας ἁμαρτάνωμεν. οὐδὲ γὰρ τὴν ὑπὸ τῆς ἀγνοίας ὑποτίμησιν κατέλιπεν, ἀλλὰ καὶ κάλλιστον καὶ ἀναγκαιό-τατον ἀπέδειξε παίδευμα τὸν νόμον, οὐκ εἰσάπαξ ἀκροασαμένοις οὐδὲ δὶς ἢ πολλάκις, ἀλλ’ ἑκάστης ἑβδομάδος τῶν ἄλλων ἔργων ἀφεμένους ἐπὶ τὴν ἀκρόα-σιν ἐκέλευσε τοῦ νόμου συλλέγεσθαι καὶ τοῦτον ἀκριβῶς ἐκμανθάνειν· ὃ δὴ πάντες ἐοίκασιν οἱ νομοθέται παραλιπεῖν. καὶ τοσοῦτον οἱ πλεῖστοι τῶν ἀνθρώπων ἀπέχουσι τοῦ κατὰ τοὺς οἰκείους ζῆν νόμους ὥστε σχεδὸν αὐτοὺς οὐδ’ ἴσασιν· ἀλλ’ ὅταν ἐξαμαρτάνωσι, τότε παρ’ ἄλλων μανθάνουσιν ὅτι τὸν νόμον παραβεβήκασιν. οἵ τε τὰς μεγίστας καὶ κυριωτάτας παρ’ αὐτοῖς ἀρχὰς διοικοῦντες ὁμολογοῦσι τὴν ἄγνοιαν· ἐπιστάτας γὰρ παρακαθίστανται τῆς τῶν πραγμάτων οἰκονομίας τοὺς ἐμπειρίαν ἔχειν τῶν νόμων ὑπισχνουμένους. ἡμῶν δ’ ὁντινοῦν τις ἕλοιτο, τοὺς νόμους ῥᾷον ἄν τις εἴποι πάντας ἢ τοὔνομα τὸ ἑαυτοῦ. τοιγαροῦν ἀπὸ τῆς πρώτης εὐθὺς αἰσθήσεως αὐτοὺς ἐκμανθάνοντες
καὶ ὁ Θεὸς ἐπόπτης τῶν τοιούτων, καὶ τιμωρός ἀπανταχοῦ. » Καὶ μετὰ βραχέα φησίν· «Ολην δὲ ἡμέ ραν εἰ τύχοι, μᾶλλον δὲ οὐδὲ μίαν, ἀλλὰ πολλὰς, καὶ ταύτας οὐκ εὐθὺς ἐφεξῆς ἀλλήλαις, ἀλλ' ἐκ διαλειμ μάτων (καὶ τούτων δὲ παρ᾽ ἑπτὰ, κρατοῦντος, ὡς καὶ εἰκὸς, αἰεὶ τοῦ παρὰ τὰς βεβήλους ἔθους), μήθ' ἐν ἂν παραβῆναι τῶν προστεταγμένων, οὐ θαυμά ζεις; "Αρ' ού (64) πρὸς ἀσκήσεως μόνον αὐτοῖς τοῦτο ἐγκρατείας ἐστὶν, ὡς ἐξ ἴσου καὶ ὁρᾷν τι ποιοῦν- τας (65), καὶ ἀνέχειν ἰσχύειν ἀπὸ τῶν ἔργων, εἰ δέοι ; Οὐ δῆτα. ᾿Αλλὰ καὶ ἡ πρὸς ἔργου μεγάλου καὶ θαυμαστοῦ τινος ᾠήθη δεῖν ὁ νομοθέτης, αὐτοὺς μήτ' ἄλλα (66) μόνον ἱκανοὺς εἶναι ὁρᾷν ὡσαύτως, ἀλλ᾽ ἔτι καὶ τῶν πατρίων νόμων καὶ ἐθῶν ἐμπείρως ἔχειν. Τί οὖν ἐποίησε ταῖς ἑβδόμαις ταύταις ημέραις ; Αὐτ τοὺς εἰς ταυτὸν ἠξίου συνάγεσθαι, καὶ καθεζομένους μετ᾿ ἀλλήλων, σὺν αἰδοῖ καὶ κόσμῳ τῶν νόμων ἀκροᾶσθαι, τοῦ μηδένα ἀγνοῆσαι χάριν. Καὶ δῆτα συνέρχονται μὲν ἀεὶ, καὶ συνεδρεύουσι μετ' ἀλλήλων· οἱ μὲν πολλοὶ σιωπῇ, πλὴν εἴ τι προσεπιφημίσαι τοῖς ἀναγινωσκομένοις νομίζεται· τῶν ἱερέων δέ τις ὁ πα ρών, ἢ τῶν γερόντων εἷς ἀναγινώσκει τοὺς ἱερούς νό μους αὐτοῖς, καὶ καθ᾽ ἕκαστον ἐξηγεῖται μέχρι σχε δὸν δείλης ὑψίας· κἀκ τοῦδε ἀπολύονται, τῶν τε να μων τῶν ἱερῶν ἐμπείρως ἔχοντες καὶ πολὺ δὴ πρὸς εὐσέβειαν ἐπιδεδωκότες. Αρά σοι οὐ δοκεῖ ταῦτα παντὸς σπουδάσματος μᾶλλον ἀναγκαῖα αὐτοῖς ; Τσιγαροῦν οὐκ ἐπὶ θεσμῳδοὺς ἔρχονται περὶ τῶν πρακτέων, καὶ μὴ διερωτῶντες, οὐδὲ καθ᾿ ἑαυτοὺς ὑπ' ἀγνοίας τῶν νόμων ῥᾳδιουργοῦσιν· ἀλλ' ὅντινα αὐτῶν κινεῖς, καὶ περὶ τῶν πατρίων διαπυνθάνῃ, προχείρως ἔχει καὶ ῥᾳδίως εἰπεῖν, καὶ ἀνὴρ γυναικί, καὶ παισὶ πατὴρ, καὶ δούλοις δεσπότης ἱκανὸς εἶναι δοκεῖ τοὺς νόμους παραδιδόναι. Καὶ μὴν περὶ τοῦ γε ἔτους τοῦ ἑβδόμου ῥᾴδιον ὡσαύτως λέγειν, οὐ μὴν ταυτὸν ἴσως. Οὐ γὰρ αὐτοὶ τῶν ἔργων ἀφεστᾶσιν, ὥσπερ ταῖς ἑβδόμαις ἐκείναις ἡμέραις· ἀλλὰ τὴν γῆν ἀργὴν ἀφιᾶσιν εἰς τὰ μέλλοντα αὖθις εὐθηνίας χάριν. Πολὺ γὰρ διαφέρειν, αὐτὴν ἀνάπαυλαν λαβοῦσαν, εἶτα δὲ εἰς νέωτα γεωργεῖσθαι, καὶ μὴ τῇ συνεχείᾳ τῆς ἐργασίας κατεξάνθαι. Ταυτὸν δὲ καὶ περὶ τὰ σώματα ἂν ἴδοις συμβαῖνον εἰς ῥώμην· οὐ γὰρ δὴ πρὸς ὑγείαν μόνον διαλείμματα, καί τινας ἀναπαύλας ἀπὸ τῶν ἔργων τοὺς Ιατρούς προστάττοντας (67)· τὸ γὰρ συν εχὲς καὶ ὁμοιοειδὲς ἀεὶ, μάλιστα δὲ ἐπ᾽ ἔργων, βλά- πτειν ἔοιχε. Σημεῖον δέ· Τὴν γὰρ γῆν αὐτὴν εἴ τις ἐπαγγέλλοιτο αὐτοῖς ἐξεργάσασθαι πολὺ μᾶλλον πρόσθεν (68) τὸ ἑβδομον ἔτος τουτί, καὶ τῶν καρπῶν πάντων συμπαραχωρήσειν ὅλων, οὐκ ἂν οὐδαμῶς δέξαιντο· οὐ γὰρ αὐτοὶ τῶν πόνων ἀνέχειν οἴονται δεῖν μόνοι (καίτοι κἂν εἰ τοῦτ᾽ ἐποίουν, οὐδὲν ἂν θαυ μαστὸν ἦν), ἀλλὰ τὴν χώραν αὐτοῖς ἄνεσίν τινα καὶ βαστώνην, εἰς ἀρχὴν ἑτέραν τῆς αὖθις ἐπιμελείας • καί. μήτε ριο μή ἂν ἴδοις. . πρόσθεν, μᾶλλον ἢ τὰ πρόσθεν. πάντων καρπών, PRÆPAR. EVANG. LIB. VIII. B sa, terram injicito. Defunctorum loculos aut sepulcra, ne leviter quidem commoveto. Neque nexum, neque mali quidquam aliud hominis ad egestatem ac necessitatem adjungito. Ne virilis se- animis jam decisi vim, aut mulierum abortionibus, aut aliis artibus obtundito. Animantibus aliter, quam aut Deus, aut legislator ipse præscripserit, ne utitor. Semen ne disperdito. Partum servituti ne mancipato. Ne lancem iniquam, ne modium ju- sto minorem, aut nummun adulterinum subjicito. Ne amicorum arcana privatis impulsus inimicitiis prodito. Buzygia autem illa, quo per Deum nobis tandem aliere? Sed attenue porro, quæ allexi- mus. Ne parentes a liberis, ut mancipia tua sint, neve uxorem a conjuge, ut eorum legitimo pretio persoluto dominus sis, tecto sejungito. Atque hæc graviora plane sunt ac majora. Sunt et minora quædam atque humiliora. Cujusmodi sunt : Dome- sticum nidum pullis ne spoliato. Nullius animan- tis, quæ ad te confugerit, obsecrationem rejicito. Et si quid hoc in genere levius est. Minuta hæc tibi forte ac nihili facienda videantur. At de iis sancita lex et magna est, et omni cura studioque servatur: magnæ item denuntiationes, imprecatio- nes magnæ, quas pestis ultima consequatur : ma- gnus denique rerum illarum inspector Deus, et criminum ubique vindex. Idemque paucis in- terjectis: • Quid? hoc non admiratione dignum existimas, integro sæpe die, imo non uno duntaxat aliquo, sed pluribus, iisque non aliis alios con- tinenter, sed ex intervallo consequentibus; et ejus- modi quidem intervallo, quod in septimum quem- que desinat; profanorum licet dierum consuetu · dine, vim, ut ft, maximam obtinente, nullum tamen omnino præceptum violari? An id forte probanda tantum et exercendæ continentiæ causa institutum fuit, ut non minus functiones suas intermittere, si quando opus esset, quam aliquid agere possent ? Cave credas. Sed hoc in magni cujusdam et exi- mii operis loco ponendum legislator putavit, ut non cæteris modo rebus, tam intermittendis, quam ge- rendis idonei, sed etiam ut patriarum legum et consuetudinum gnari peritique forent. Quid igitur septimis illis diebus instituit? Eos nimirum eum- dem in locum una convenire voluit, ut silentio summaque cum modestia considentes, legum re- citationi aures accommodent, itaque nihil ipsos omnino fugiat. Atque hunc illi conveniendi simul con- sidendique morem), sic perpetuo retinent, ut multitudo quidem universa sileat, nisi cum ea, quæ leguntur, faustis ac lætis acclamationibus prose- quitur: e sacerdotibus autem vel senioribus ali- A liri prohibeto, sed ei potius, religionis. saltem cau- D Forte del. manuscrip. sumendum erit. C vel Quod autem se- quitur, post omnino superduum videtur. (64) Αρ' ού. Legend. videtur ἆρ᾽ οὖν. (65) Ποιοῦντας. Rescribe πονοῦντας cum alt. (66) Μήτ' ἄλλα. Rectius legeris μή τ' ἄλλα, vel (67) Προστάττοντας. Subintelligend. ἀπὸ κοινοῦ (68) Μᾶλλον πρόσθεν. Leg. μᾶλλον τοῦ, vel τῶν
PG 21:609ἔχομεν ἐν ταῖς ψυχαῖς ὥσπερ ἐγκεχαραγμένους, καὶ σπάνιος μὲν ὁ παραβαίνων, ἀδύνατος δ’ ἡ τῆς κολάσεως παραίτησις. τοῦτο πρῶτον ἁπάντων τὴν θαυμαστὴν ὁμόνοιαν ἡμῖν ἐμπεποίηκε. τὸ γὰρ μίαν μὲν ἔχειν καὶ τὴν αὐτὴν δόξαν περὶ θεοῦ, τῷ βίῳ δὲ καὶ τοῖς ἔθεσι μηδὲν ἀλλήλων διαφέρειν καλλίστην ἐν ἤθεσιν ἀνθρώπων συμφωνίαν ἀποτελεῖ. παρ’ ἡμῖν γὰρ μόνοις οὔτε περὶ θεοῦ λόγους ἀκούσεταί τις ἀλλήλοις ὑπεναντίους, ὁποῖα πολλὰ παρ’ ἑτέροις οὐχ ὑπὸ τῶν τυχόντων μόνον [τὸ] κατὰ τὸ προσπεσὸν ἑκάστῳ λέγεται πάθος, ἀλλὰ καὶ παρά τισι τῶν φιλοσόφων ἀποτετόλμηται, τῶν μὲν τὴν ὅλην τοῦ θεοῦ φύσιν ἀναιρεῖν τοῖς λόγοις ἐπικεχειρηκότων, ἄλλων δὲ τὴν ὑπὲρ ἀνθρώπων αὐτὸν πρόνοιαν ἀφαιρουμένων· οὐδ’ ἐν τοῖς ἐπιτηδεύμασι τῶν βίων ὄψεται διαφοράν, ἀλλὰ κοινὰ μὲν ἔργα πάντων παρ’ ἡμῖν, εἷς δ’ ὁ λόγος ὁ τῷ νόμῳ συμφωνῶν περὶ θεοῦ, πάντα λέγων ἐκεῖνον ἐφορᾶν. καὶ μὴν περὶ τῶν κατὰ τὸν βίον ἐπι-τηδευμάτων, ὅτι δεῖ πάντα τὰ ἄλλα τέλος ἔχειν τὴν εὐσέβειαν, καὶ γυναικῶν ἀκούσειεν ἄν τις καὶ τῶν οἰκετῶν. ὅθεν δὴ καὶ τὸ προσφερόμενον ἡμῖν ὑπό τινων ἔγκλημα, τὸ δὴ μὴ καινῶν εὑρετὰς ἔργων ἢ λόγων ἄνδρας παρασχεῖν, ἐντεῦ-θεν συμβέβηκεν. οἱ μὲν γὰρ ἄλλοι τὸ μηδενὶ τῶν πατρίων ἐμμένειν καλὸν εἶναι νομίζουσι καὶ τοῖς μάλιστα τολμῶσι ταῦτα παραβαίνειν σοφίας δεινότητα μαρτυροῦσιν, ἡμεῖς δὲ τοὐναντίον μίαν εἶναι καὶ φρόνησιν καὶ ἀρετὴν ὑπειλή-φαμεν, τὸ μηδὲν ὅλως ὑπεναντίον μήτε πρᾶξαι μήτε διανοηθῆναι τοῖς ἐξ ἀρχῆς νομοθετηθεῖσιν. ὅπερ εἰκότως ἂν εἴη τεκμήριον τοῦ κάλλιστα τεθῆναι τὸν νόμον. τὰ γὰρ μὴ τοῦτον ἔχοντα τὸν τρόπον αἱ πεῖραι δεόμενα διορθώσεως ἐλέγχουσιν· ἡμῖν δὲ τοῖς πεισθεῖσιν ἐξ ἀρχῆς τεθῆναι τὸν νόμον κατὰ θεοῦ βού-λησιν οὐδ’ εὐσεβὲς ἦν ἔτι τοῦτον μὴ φυλάττειν. τί γὰρ αὐτοῦ τις ἂν μετα-κινήσειεν ἢ τί κάλλιον ἐξεῦρεν ἢ τί παρ’ ἑτέρων ὡς ἄμεινον μετήνεγκεν; ἆρά γε τὴν ὅλην κατάστασιν τοῦ πολιτεύματος; καὶ τίς ἂν καλλίων ἢ δικαιοτέρα γένοιτο τῆς τὸν θεὸν μὲν ἡγεμόνα τῶν ὅλων ἡγεῖσθαι πεποιημένης, τοῖς ἱερεῦσι δὲ κοινῇ μὲν τὰ μέγιστα διοικεῖν ἐπιτρεπούσης, τῷ δὲ πάντων ἀρχιερεῖ πάλιν πεπιστευκυίας τὴν τῶν ἄλλων ἱερέων ἡγεμονίαν; οὓς οὐ κατὰ πλοῦτον οὐδέ τισιν ἄλλαις προὔχοντας αὐτομάτοις πλεονεξίαις τὸ πρῶτον εὐθὺς ὁ νομο-θέτης ἐπὶ τὴν τιμὴν ἔταξεν, ἀλλ’ ὅσοι τῶν μετ’ αὐτοῦ πειθοῖ τε καὶ σωφροσύνῃ τῶν ἄλλων διέφερον, τούτοις τὴν περὶ τὸν θεὸν μάλιστα θεραπείαν ἐνεχείρι-σεν. τοῦτο δ’ ἦν καὶ τοῦ νόμου καὶ τῶν ἄλλων ἐπιτηδευμάτων ἀκριβὴς ἐπιμέλεια· καὶ γὰρ ἐπόπται πάντων καὶ δικασταὶ τῶν ἀμφισβητουμένων καὶ κολασταὶ τῶν κατεγνωσμένων οἱ ἱερεῖς ἐτάχθησαν. Τίς ἂν οὖν ἀρχὴ γένοιτο ταύτης ὁσιωτέρα; τίς δὲ τιμὴ θεῷ μᾶλλον ἁρμό-ζουσα; παντὸς μὲν τοῦ πλήθους κατεσκευασμένου πρὸς τὴν εὐσέβειαν, ἐξαίρετον δὲ τὴν ἐπιμέλειαν τῶν ἱερέων πεπιστευμένων, ὥσπερ δὲ τελετῆ[ε]ς τι[νος] τῆς ὅλης πολιτείας οἰκονομουμένης. ἃ γὰρ ὀλίγων ἡμερῶν ἀριθμὸν ἐπιτηδεύ-οντες ἄλλοι φυλάττειν οὐ δύνανται, μυστήρια καὶ τελετὰς ἐπονομάζοντες, ταῦτα μετὰ πολλῆς ἡδονῆς καὶ γνώμης ἀμεταθέτου φυλάττομεν ἡμεῖς διὰ τοῦ παντὸς αἰῶνος. τίνες οὖν εἰσιν αἱ προρρήσεις καὶ προαγορεύσεις; ἁπλαῖ τε καὶ γνώριμοι. πρώτη δ’ ἡγεῖται ἡ περὶ θεοῦ λέγουσα· Θεὸς ἔχει τὰ σύμπαντα, παντελὴς καὶ μακάριος, αὐτὸς ἑαυτῷ καὶ πᾶσιν αὐτάρκης, ἀρχὴ καὶ μέσα καὶ τέλος οὗτος τῶν ἁπάντων, ἔργοις μὲν καὶ χάρισιν ἐναργὴς καὶ παντὸς οὗτινος φανερώτερος, μορφὴν δὲ καὶ μέγεθος ἡμῖν ἀφανέστατος. πᾶσα μὲν ὕλη πρὸς εἰκόνα τὴν τούτου, κἂν ᾖ πολυτελής, ἄτιμος· πᾶσα δὲ τέχνη πρὸς μιμήσεως ἐπίνοιαν ἄτεχνος· οὐδὲν ὅμοιον οὔτ’ εἴδομεν οὔτ’ ἐπινοοῦμεν οὔτ’ εἰκάζειν ἐστὶν ὅσιον. ἔργα βλέπομεν αὐτοῦ φῶς, οὐρανόν, γῆν, ἥλιον καὶ σελήνην, ποταμοὺς καὶ θάλατταν, ζῴων γενέσεις, καρπῶν ἀναδόσεις. ταῦτα θεὸς ἐποίησεν, οὐ χερσὶν οὐδὲ πόνοις οὐδέ τινων συνεργασαμένων ἐπιδεηθείς, ἀλλ’ αὐτοῦ καλὰ θελήσαντος καλῶς ἦν εὐθὺς γεγονότα. τούτῳ δεῖ πάντας ἀκολουθεῖν καὶ θεραπεύειν αὐτὸν ἀσκοῦντας ἀρετήν· τρόπος γὰρ θεοῦ θεραπείας οὗτος ὁσιώτατος. εἷς ναὸς ἑνὸς θεοῦ (φίλον γὰρ ἀεὶ παντὶ τὸ ὅμοιον), κοινὸς ἁπάντων, κοινοῦ θεοῦ ἁπάντων. τοῦτον θεραπεύουσι μὲν διὰ παντὸς οἱ ἱερεῖς· ἡγεῖται δὲ τούτων ὁ πρῶτος ἀεὶ κατὰ γένος. οὗτος μετὰ τῶν ἄλλων ἱερέων θύσει τῷ θεῷ, φυλάξει τοὺς νόμους, δικάσει περὶ τῶν ἀμφισβητουμένων, κολάσει τοὺς ἐλεγχθέντας. ὁ τούτῳ μὴ πειθόμενος ὑφέξει δίκην, ὡς εἰς τὸν θεὸν αὐτὸν ἀσεβῶν. θύομεν τὰς θυσίας οὐκ εἰς πλήρωσιν ἑαυτοῖς καὶ μέθην (ἀβού-λητα γὰρ θεῷ τάδε καὶ πρόφασις ἂν ὕβρεως γένοιτο καὶ πολυτελείας), ἀλλὰ σώφρονας, εὐτάκτους, εὐσταλεῖς, ὅπως μάλιστα θύοντες σωφρονῶσι. καὶ ἐπὶ ταῖς θυσίαις ὑπὲρ τῆς κοινῆς εὔχεσθαι χρὴ πρῶτον σωτηρίας, εἶθ’ ὑπὲρ ἑαυτῶν· ἐπὶ γὰρ κοινωνίᾳ γεγόναμεν καὶ ταύτην ὁ προτιμῶν τοῦ καθ’ ἑαυτὸν ἰδίου μάλιστα εἴη θεῷ κεχαρισμένος. παράκλησις δὲ πρὸς τὸν θεὸν ἔστω διὰ τῆς εὐχῆς καὶ δέησις, οὐχ ὅπως διδῷ τὰ ἀγαθά (δέδωκε γὰρ αὐτὸς ἑκὼν καὶ πᾶσιν εἰς μέσον κατατέθεικεν), ἀλλ’ ὅπως δέχεσθαι δυνώμεθα καὶ λαβόντες φυλάττωμεν. ἁγνείας ἐπὶ ταῖς θυσίαις διείρηκεν ὁ νόμος ἀπὸ κήδους, ἀπὸ λέχους, ἀπὸ κοινωνίας τῆς πρὸς γυναῖκα καὶ πολλῶν ἄλλων, ἃ μακρὸν ἂν εἴη νῦν γράφειν. τοιοῦτος μὲν ὁ περὶ θεοῦ καὶ τῆς ἐκείνου θεραπείας λόγος ἡμῖν ἐστιν· ὁ δ’ αὐτὸς ἅμα καὶ νόμος. τίνες δὲ οἱ περὶ γάμων; μῖξιν μόνην οἶδεν ὁ νόμος τὴν κατὰ φύσιν τὴν πρὸς γυναῖκα, καὶ ταύτην, εἰ μέλλοι τέκνων ἕνεκα γενήσεσθαι. τὴν δὲ πρὸς ἄρρενα ἀρρένων ἐστύγηκε, καὶ θάνατος τὸ ἐπιτίμιον εἴ τις ἐπιχειρήσειε. γαμεῖν δὲ κελεύει μὴ προικὶ προσέχοντας μηδὲ βιαίοις ἁρπαγαῖς μηδ’ αὖ δόλῳ καὶ δι’ ἀπάτης πείσαντας, ἀλλὰ μνηστεύειν παρὰ τοῦ δοῦναι κυρίου καὶ κατὰ συγγένειαν ἐπιτηδείου. γυνὴ χείρων, φησίν, ἀνδρὸς εἰς ἅπαντα· τοιγαροῦν ὑπακουέτω, μὴ πρὸς ὕβριν, ἀλλ’ ἵνα ἄρχηται· θεὸς γὰρ ἀνδρὶ κράτος ἔδωκε. ταύτῃ συνεῖναι δεῖ τὸν γήμαντα μόνῃ· τὸ δὲ τὴν ἄλλου πειρᾶν ἀνόσιον. εἰ δέ τις τοῦτο πράξειεν, οὐδεμία θανάτου παραίτησις, οὔτε εἰ βιάσαιτο παρθένον ἑτέρῳ συνωμολογημένην οὔτ’ εἰ πείσαι γεγαμημένην. τέκνα τρέφειν ἅπαντα προσέταξε. καὶ γυναιξὶν ἀπεῖπε μήτ’ ἀμβλοῦν τὸ σπαρὲν μήτε διαφθείρειν, ἀλλ’ ἢν φανείη, τεκνοκτόνος ἂν εἴη ψυχὴν ἀφανίζουσα καὶ τὸ γένος ἐλαττοῦσα. τοιγαροῦν οὐδ’ εἴ τις ἐπὶ λέχους φθορὰν παρέλθοι, καθαρὸς εἶναι τότε προσήκει. καὶ μετὰ τὴν νόμιμον συνουσίαν ἀνδρὸς καὶ γυ-ναικὸς ἀπολούεσθαι· ψυχῆς ἔχειν τοῦτο μερισμὸν πρὸς ἄλλην χώραν ὑπέλαβε· καὶ γὰρ ἐμφυομένη σώμασι κακοπαθεῖ καὶ τούτων αὖ πάλιν θανάτῳ διακριθεῖσα. διόπερ ἁγνείας ἐπὶ πᾶσι τοῖς τοιούτοις ἔταξεν. οὐ μὴν οὐδ’ ἐπὶ ταῖς τῶν παίδων γενέσεσιν ἐπέτρεψεν εὐωχίαν συντελεῖν καὶ προφάσεις ποιεῖσθαι μέθης, ἀλλὰ σώφρονα τὴν ἀρχὴν εὐθὺς τῆς τροφῆς ἔταξε καὶ γράμματα παιδεύειν ἐκέλευσε τὰ περὶ τοὺς νόμους καὶ τῶν προγόνων τὰς πράξεις ἐπίστασθαι, τὰς μὲν ἵνα μιμῶνται, τοῖς δ’ ἵνα συντρεφόμενοι μήτε παραβαίνωσι μήτε σκῆψιν ἀγνοίας ἔχωσι. τῆς εἰς τοὺς τετελευτηκότας προὐνόησεν ὁσίας οὐ πολυτελεί-αις ἐνταφίων οὐδὲ κατασκευαῖς μνημείων ἐπιφανῶν, ἀλλὰ τὰ μὲν περὶ τὴν κηδείαν
PG 21:617ἔταξε τοῖς οἰκειοτάτοις ἐπιτελεῖν, πᾶσι δὲ τοῖς παριοῦσι θαπτομένου τινὸς καὶ προσελθεῖν καὶ συναποδύρεσθαι νόμιμον ἐποίησε. καθαίρειν δὲ κελεύει καὶ τὸν οἶκον καὶ τοὺς ἐνοικοῦντας ἀπὸ κήδους, ἵνα πλεῖστον ἀπέχῃ τοῦ δοκεῖν κα-θαρὸς εἶναί τις φόνον ἐργασάμενος. γονέων τιμὴν μετὰ τὴν πρὸς θεὸν δευτέραν ἔταξε· καὶ τὸν οὐκ ἀμειβόμενον τὰς παρ’ αὐτῶν χάριτας, ἀλλ’ εἰς ὁτιοῦν ἐλλείποντα, λευσθησόμενον παραδίδωσι. κελεύει καὶ παντὸς τοῦ πρεσβυ-τέρου τιμὴν ἔχειν τοὺς νέους, ἐπεὶ πρεσβύτατον ὁ θεός. κρύπτειν οὐδὲν ἐᾷ πρὸς φίλους, οὐ γὰρ εἶναι φιλίαν τὴν μὴ πάντα πιστεύουσαν· κἂν συμβῇ τις ἔχθρα, τούτων ἀπόρρητα λέγειν κεκώλυκε. δικάζων εἰ δῶρά τις λάβοι, θάνατος ἡ ζημία. περιορῶν ἱκέτην, βοηθεῖν ἐνόν, ὑπεύθυνος. ὃ μὴ κατέθηκέ τις, οὐκ ἀναιρήσεται. τῶν ἀλλοτρίων οὐδενὸς ἅψεται. δανείσας τόκον οὐ λή-ψεται. ταῦτα καὶ πολλὰ τούτοις ὅμοια τὴν πρὸς ἀλλήλους ἡμῶν συνέχει κοι-νωνίαν. πῶς δὲ καὶ τῆς περὶ τοὺς ἀλλοφύλους ἐπιεικείας ἐφρόντισεν ὁ νομοθέ-της ἄξιον ἰδεῖν· φανεῖται γὰρ ἄριστα πάντων προνοησάμενος ὅπως μήτε τὰ οἰκεῖα διαφθείρωμεν μήτε φθονήσωμεν τοῖς μετέχειν τῶν ἡμετέρων προαιρουμένοις. ὅσοι μὲν γὰρ θέλουσιν ὑπὸ τοὺς αὐτοὺς ἡμῖν νόμους ζῆν ὑπελθόντες, δέχε-ται φιλοφρόνως, οὐ τῷ γένει μόνον, ἀλλὰ καὶ τῇ προαιρέσει τοῦ βίου νομίζων εἶναι τὴν οἰκειότητα· τοὺς δ’ ἐκ παρέργου προσιόντας ἀναμίγνυσθαι ταῖς συνηθείαις οὐκ ἠθέλησε. τὰ ἄλλα δὲ προείρηκεν ὧν ἐστιν ἡ μετάδοσις ἀναγκαία· πᾶσι παρέχειν τοῖς δεομένοις πῦρ, ὕδωρ, τροφήν, ὁδοὺς φράζειν, ἄταφον μὴ περιορᾶν. ἐπιεικῆ δὲ καὶ τὰ πρὸς τοὺς πολεμίους κριθέντα εἶναι· οὐ γὰρ ἐᾷ τὴν γῆν αὐτῶν πυρπολεῖν οὐδὲ κόπτειν ἥμερα δένδρα συγκεχώρηκεν· ἀλλὰ καὶ σκυλεύειν ἀπείρηκε τοὺς ἐν τῇ μάχῃ πεσόντας καὶ τῶν αἰχμαλώτων προὐνόησεν, ὅπως αὐτῶν ὕβρις ἀπῇ, μάλιστα δὲ γυναικῶν. οὕτως δὲ πόρρωθεν ἡμερότητα καὶ φιλανθρωπίαν διδάσκειν ἡμᾶς ἐσπούδασεν ὥστε οὐδὲ τῶν ἀλόγων ζῴων ὠλιγώ-ρησεν, ἀλλὰ μόνην μὲν ἀφῆκε τούτων χρῆσιν τὴν νενομισμένην, πᾶσαν δ’ ἑτέραν ἐκώλυσεν. ἃ δ’ ὥσπερ ἱκετεύοντα προσφεύγει ταῖς οἰκίαις, ἀπεῖπεν ἀνελεῖν· οὐδὲ νεοττοῖς τοὺς γονέας αὐτῶν ἐπέτρεψε συνεξαιρεῖν· φείδεσθαι δὲ κἀν τῇ πολεμίᾳ τῶν ἐργαζομένων ζῴων καὶ μὴ φονεύειν. οὕτω πανταχόθεν τὰ πρὸς ἐπιείκειαν περιεσκέψατο, διδασκαλικοῖς μὲν τοῖς προειρημένοις χρησά-μενος νόμοις, τοὺς δ’ αὖ κατὰ τῶν παραβαινόντων τιμωρητικοὺς τάξας [οὐκ] ἄνευ προφάσεως. ζημία γὰρ ἐπὶ τοῖς πλείστοις τῶν παραβαινόντων ἐστὶ θάνα-τος, ἂν μοιχεύσῃ τις, ἂν βιάσηται κόρην, ἂν ἄρρενι τολμήσῃ πεῖραν προσφέ-ρειν, ἂν ὑπομείνῃ παθεῖν ὁ πειρασθείς. ἔστι δὲ καὶ ἐπὶ δούλοις ὁμοίως ὁ νόμος ἀπαραίτητος. ἀλλὰ καὶ περὶ μέτρων ἤν τις κακουργήσειεν ἢ σταθμῶν ἢ περὶ πράσεως ἀδίκου καὶ δόλῳ γενομένης κἂν ὑφέληταί τις ἀλλότριον κἂν ὃ μὴ κατέθηκεν ἀνέληται, πάντων εἰσὶ κολάσεις, οὐχ οἷαι παρ’ ἑτέροις, ἀλλ’ ἐπὶ τὸ μεῖζον. περὶ μὲν γὰρ γονέων ἀδικίας ἢ τῆς εἰς θεὸν ἀσεβείας, κἂν μέλλῃ τις, εὐθὺς ἀπόλλυται. τοῖς μέντοι γε κατὰ τοὺς νόμους πάντα πράττουσι γέρας ἐστὶν οὐκ ἀργύριον οὐδὲ χρυσός, οὐ μὴν οὐδὲ κοτίνου στέφανος ἢ σελίνου καὶ τοιαύτη τις ἀνακήρυξις, ἀλλ’ αὐτὸς ἕκαστος αὑτῷ τὸ συνειδὸς ἔχων μαρτυ-ροῦν πεπίστευκε (τοῦ μὲν νομοθέτου προφητεύσαντος, τοῦ δὲ θεοῦ τὴν πίστιν ἰσχυρὰν παρεσχηκότος) ὅτι τοῖς τοὺς νόμους διαφυλάξασι, κἂν εἰ δέοι θνήσκειν ὑπὲρ αὐτῶν, προθύμως ἀποθανοῦσιν ἔδωκεν ὁ θεὸς γενέσθαι τε πάλιν καὶ βίον ἀμείνω λαβεῖν ἐκ περιτροπῆς. ὤκνουν δ’ ἂν ἐγὼ νῦν ταῦτα γράφειν, εἰ μὴ διὰ τῶν ἔργων ἦν ἅπασι φανερὸν ὅτι πολλοὶ καὶ πολλάκις ἤδη τῶν ἡμετέρων περὶ τοῦ μηδὲ ῥῆμα μόνον φθέγξασθαι παρὰ τὸν νόμον πάντα παθεῖν γενναίως ὑπέστησαν. καίτοι γε εἰ μὴ συμβεβήκει γνώριμον ἡμῶν τὸ ἔθνος ἅπασιν ἀνθρώποις ὑπάρχειν κἀν φανερῷ κεῖσθαι τὴν ἐθελούσιον ἡμῶν τοῖς νόμοις ἀκολουθίαν, ἀλλά τις ἢ συγγράψαι λέγων αὐτὸς ἀνεγίνωσκε τοῖς Ἕλλησιν ἤ που περιτυχεῖν ἔξω τῆς γινωσκομένης γῆς ἔφασκεν ἀνθρώποις τοιαύτην μὲν ἔχουσι δόξαν οὕτω σεμνὴν περὶ τοῦ θεοῦ, τοιούτοις δὲ νόμοις πολὺν αἰῶνα βεβαίως ἐμμεμενηκόσι, πάντας ἂν οἶμαι θαυμάσαι διὰ τὰς συνεχεῖς παρ’ αὐτοῖς μεταβολάς· ἀμέλει τῶν γράψαι τι παραπλήσιον εἰς πολιτείαν καὶ νόμους ἐπι-χειρησάντων ὡς θαυμαστὰ συνθέντων κατηγοροῦσι, φάσκοντες αὐτοὺς λαβεῖν ἀδυνάτους ὑποθέσεις. καὶ τοὺς μὲν ἄλλους παραλείπω φιλοσόφους, ὅσοι τι τοιοῦτον ἐν τοῖς συγγράμμασιν ἐπραγματεύσαντο· Πλάτων δὲ θαυμαζό-μενος παρὰ τοῖς Ἕλλησιν, ὡς καὶ σεμνότητι βίου διενεγκὼν καὶ δυνάμει λόγων καὶ πειθοῖ πάντας ὑπεράρας τοὺς ἐν φιλοσοφίᾳ γεγονότας, ὑπὸ τῶν φασκόντων δεινῶν εἶναι τὰ πολιτικὰ μικροῦ δεῖν χλευαζόμενος καὶ κωμῳδούμενος διατελεῖ. καίτοι τἀκείνου σκοπῶν συχνῶς τις ἂν εὕροι ῥᾴον [α ὄντα] καὶ τῆς τῶν πολ-λῶν ἔγγιον συνηθείας. αὐτὸς δὲ Πλάτων ὡμολόγηκεν ὅτι τὴν ἀληθῆ περὶ τοῦ θεοῦ δόξαν εἰς τὴν τῶν ὄχλων ἄνοιαν οὐκ ἦν ἀσφαλὲς ἐξενεγκεῖν. ἀλλὰ τὰ μὲν Πλάτωνος λόγους τινὲς εἶναι κενοὺς νομίζουσι, κατὰ πολλὴν ἐξουσίαν κεκαλ-λιγραφημένους. μάλιστα δὲ τῶν νομοθετῶν Λυκοῦργον τεθαυμάκασι καὶ τὴν Σπάρτην ἅπαντες ὑμνοῦσιν, ὅτι τοῖς ἐκείνου νόμοις ἐπὶ πλεῖστον ἐνεκαρτέρησαν. οὐκοῦν τοῦτο μὲν ὡμολογήσθω τεκμήριον ἀρετῆς εἶναι, τὸ πείθεσθαι τοῖς νόμοις. οἱ δὲ Λακεδαιμονίους θαυμάζοντες τὸν ἐκείνων χρόνον ἀντιπαραβαλλέτω-σαν τοῖς πλείοσιν ἢ δισχιλίοις ἔτεσι τῆς ἡμετέρας πολιτείας· καὶ προσέτι λογι-ζέσθωσαν ὅτι Λακεδαιμόνιοι μέν, ὅσον ἐφ’ ἑαυτῶν χρόνον εἶχον τὴν ἐλευθερίαν, ἀκριβῶς ἔδοξαν τοὺς νόμους διαφυλάττειν, ἐπεὶ μέντοι περὶ αὐτοὺς ἐγένοντο μεταβολαὶ τῆς τύχης, μικροῦ δεῖν ἁπάντων ἐξελάθοντο τῶν νόμων· ἡμεῖς δὲ ἐν τύχαις μυρίαις γεγονότες διὰ τὰς τῶν βασιλευσάντων τῆς Ἀσίας μεταβολάς, οὐδ’ ἐν τοῖς ἐσχάτοις τῶν δεινῶν τοὺς νόμους προὔδομεν. Ταῦτα μὲν καὶ ὁ Ἰώσηπος περὶ τῆς κατὰ Μωσέα Ἰουδαίων πολιτείας. περὶ δὲ τῆς ἐν τοῖς ὑπ’ αὐτοῦ τεθεῖσι νόμοις ἐπεσκιασμένης καὶ ἀλληγορι-κῆς θεωρίας πολλὰ ἔχων εἰπεῖν ἐπαρκεῖν ἡγοῦμαι τὰς Ἐλεαζάρου καὶ Ἀριστοβούλου διηγήσεις, ἀνδρῶν τὸ μὲν γένος Ἑβραίων ἀνέκαθεν, τὸν δὲ χρόνον κατὰ τοὺς Πτολεμαίων χρόνους διαπρεψάντων. ὧν ὁ Ἐλεάζαρος καὶ τῷ τῆς ἀρχιερωσύνης ἀξιώματι τετιμημένος μικρῷ πρότερον ἡμῖν ἐδη-λοῦτο, ὃς δὴ τοῖς παρὰ βασιλέως ὡς αὐτὸν ἥκουσι [διὰ] πρεσβείας ἕνεκα τῆς τῶν Ἑβραϊκῶν λόγων ἐπὶ τὴν Ἑλλάδα μεταβολῆς, τὸν τρόπον ὑποτυπούμενος τῆς ἐν τοῖς ἱεροῖς νόμοις ἀλληγορουμένης ἰδέας, τοιαύτην πεποίηται τοῦ λόγου τὴν διδασκαλίαν· θ. ΕΛΕΑΖΑΡΟΥ ΑΡΧΙΕΡΕΩΣ ΥΠΟΤΥΠΩΣΙΣ ΤΗΣ ΕΝ ΤΟΙΣ ΙΕΡΟΙΣ ΝΟΜΟΙΣ ΑΛΛΗΓΟΡΟΥΜΕΝΗΣ ΔΙΑΝΟΙΑΣ Ἄξιον δὲ ἐπιμνησθῆναι [διὰ] βραχέων τῶν ὑποδειχθέντων ὑπ’ αὐτοῦ πρὸς τὰ δι’ ἡμῶν ἐπιζητηθέντα· νομίζειν γὰρ τοῖς πολλοῖς περιεργίαν ἔχειν τινὰ τῶν ἐν τῇ νομοθεσίᾳ, λέγω δὲ περί τε βρωτῶν καὶ ποτῶν καὶ τῶν νομιζομέ-νων ἀκαθάρτων εἶναι κνωδάλων. πυνθανομένων γὰρ ἡμῶν διὰ τί, μιᾶς κατα-βολῆς οὔσης, τὰ μὲν ἀκάθαρτα νομίζεται πρὸς βρῶσιν, τὰ δὲ καὶ πρὸς τὴν ἁφήν (δεισιδαιμόνως γὰρ τὰ πλεῖστα τὴν νομοθεσίαν ἔχειν, ἐν δὲ τούτοις πάλιν [πάνυ] δεισιδαιμόνως), πρὸς ταῦτα οὕτως ἐνήρξατο· Θεωρεῖς, ἔφη, τὰς ἀναστρο-
δέησις, οὐχ όπως διδῷ (16) τὰ ἀγαθά· δέδωκε γὰρ αὐτὸς ἑκὼν, καὶ πᾶσιν εἰς μέσον κατατέθεικεν· ἀλλ' ὅπως δέχεσθαι δυνώμεθα, καὶ λαβόντες φυλάττωμεν. Ἁγνείας ἐπὶ ταῖς θυσίαις διῄρηκεν (17) ὁ νόμος ἀπὸ κήδους (18), ἀπὸ λέχους, ἀπὸ κοινωνίας τῆς πρὸς γυναῖκα, καὶ πολλῶν ἄλλων, ἃ μακρὸν ἂν εἴη νῦν γράφειν. Τοιοῦτος μὲν ὁ περὶ Θεοῦ, καὶ τῆς ἐκείνου θεραπείας, λόγος ἡμῖν ἐστιν· ἡ δ' αὐτὸς ἅμα καὶ νό μος. Τίνες δὲ οἱ περὶ γάμον νόμοι (19) ; Μίξιν μόνην οἶδεν ὁ νόμος τὴν κατὰ φύσιν τὴν πρὸς γυναῖκα, καὶ ταύτην, εἰ μέλλοι τέκνων ἕνεκα γενήσεσθαι. Τὴν δὲ πρὸς ἄρρενα ἀῤῥένων ἐστύγηκε, καὶ θάνατος τὸ ἐπι- τίμιον, εἴ τις ἐπιχειρήσειε. Γαμεῖν δὲ κελεύει, μὴ προικὶ προσέχοντας, μηδὲ βιαίοις ἁρπαγαῖς, μηδ' αὖ θέλω καὶ δι' ἀπάτης πείσαντας· ἀλλὰ μνηστεύειν παρὰ τοῦ δοῦναι κυρίου, καὶ κατὰ συγγένειαν ἐπιτή δειο». «Γυνή χείρων, φησίν, ἀνδρὸς εἰς ἅπαν τα (20), ο τοιγαροῦν ὑπακουέτω, μὴ πρὸς ὕβριν, ἀλλ' ἵνα ἄρχηται· Θεὸς γὰρ ἀνδρὶ κράτος ἔδωκε. Ταύτη συνεῖναι δεῖ τὸν γήμαντα μόνῃ· τὸ δὲ τὴν ἄλλου πει ρἂν ἀνόσιον. Εἰ δέ τις τοῦτο πράξειεν, οὐδεμία 02- νάτου παραίτησις· οὔτε εἰ βιάσαιτο παρθένον ἑτέρῳ συνωμολογημένην, οὔτ᾽ εἰ πείσαι γεγαμημένην. Τέ ανα τρέφειν ἅπαντα προσέταξε. Καὶ γυναιξὶν ἀπεῖπε μήτ' ἀμβλοῦν τὸ σπαρέν, μήτε διαφθείρειν. ᾿Αλλὰ ἣν φανείη, τεχνοκτόνος ἂν εἴη, ψυχὴν ἀφανίζουσα, καὶ τὸ γένος ἐλαττοῦσα. Τοιγαροῦν οὐδ᾽ εἴ τις ἐπὶ λέχους φθοράν παρέλθοι, καθαρὸς εἶναι τότε προσ έχει (21). Καὶ μετὰ τὴν νόμιμον συνουσίαν ἀνδρὸς καὶ γυναικὸς ἀπολούεσθαι ψυχῆς ἔχειν τοῦτο μερισμὸν πρὸς ἄλλην χώραν ὑπέλαβε. Καὶ γὰρ ἐμφυομένη σύ μασι κακοπαθεῖ, καὶ τούτων αὖ πάλιν θανάτῳ δια- κριθεῖσα. Διόπερ ἁγνείας ἐπὶ πᾶσι (22) τοῖς τοιού- τοῖς ἔταξεν. Οὐ μὴν οὐδ' ἐπὶ ταῖς τῶν παίδων γενέ- σεσιν ἐπέτρεψεν εὐωχίαν συντελεῖν (23), καὶ προφά σεις ποιεῖσθαι μέθης· ἀλλὰ σώφρονα τὴν ἀρχὴν εὐ θὺς τῆς τροφῆς ἔταξε (24), καὶ γράμματα παιδεύειν ἐκέλευσε τὰ περὶ τοὺς νόμους (25), καὶ τῶν προγό νων τὰς πράξεις επίστασθαι· τὰς μὲν ἵνα μιμῶνται, τοῖς δ', ἵνα συντρεφόμενοι μήτε παραβαίνωσι, μήτε σκῆψιν ἀγνοίας ἔχωσι. Τῆς εἰς (26) τους τετελευτη κότας προενόησεν ὁσίας, οὐ πολυτελείαις ἐνταφίων, οὐδὲ κατασκευαῖς μνημείων ἐπιφανῶν· ἀλλὰ τὰ μὲν περὶ τὴν κηδείαν ἔταξε τοῖς οἰκειοτάτοις ἐπιτελεῖν, κάτι δὲ τοῖς παροῦσι (27), θαπτομένου τινὸς, καὶ κοίτης, λέχους. νόμος. λόγοι ; μίξιν μόνην οἶδεν ὁ νόμος. καὶ ἡ πονηρία αὐτοῦ ὑπὲρ ἀγαθοποιού γυναικός. Καθαρὸς εἶναι οἱ δύνατα: ᾗ καὶ μετὰ τὴν νόμιμον συνουσίαν ἀνδ. καὶ γυν. ἀπολούσασθαι κελεύει ὁ νόμος ψυχῆς τε γὰρ καὶ σώματος εγγίνεται μολυσμός, ὡς πρὸς ἄλλην χώραν, ὑποβαλόντων ἐπίτασιν. εὐωχίας συνάγειν. ἐκέλευσε, περί τε τοὺς νόμους ἀναστρέφεσθαι, φυού οἰκείοις. PRÆPAR. EVANG. LIB. VIII. A mum ; sibi ipsi ac cæteris omnibus satis unum B D bari potest. seph., sequitur enim delet Rectius, ut videtur; subintelligendum enim et proxime sequitur, est Apud Joseph. ita concipitur: quam lectionem Montac. ex PATROL. GR. XXI. C esse ; principium, medium finemque cunctorum ; eumdem ut operibus ac beneficiis conspicuum, imo rerum omnium longe notissimum, ita cum natura, tum etiam magnitudine obscurissimum ; materiam omnem, ut genere ipso pretiosissima videatur, vi- lem tamen et abjectam, si ad ejus imaginem exi- gatur, futuram ; artem similiter omnem, si ad illius imitationem aspiret, inertem jacere; nihil ejus si - mile nec videri a nobis, nec cogitari posse, imo ne leviter quidem animo informari fas esse. Hujus tamen opera sub aspectum cadere, lumen, calum, terram, solen, lunam, aquas, animantium procrea- tiones, fructuunique proventus : hæc autem a Deo, non manibus, non labore ullo, non precaria cujus- quam opera, sed uno voluntatis suæ nutu perfecta continuo, proque co ac statuerat, bonitatem sortita esse. Ad illum omnes adhærescere, unum virtutis cxercitio colere oportere, quod ea cultus divini ratio una omnium castissima sit atque sanctissima. Unius Dei templum unum esse, quod simili simile delectetur; adeoque commune cum omnibus, quia Numini omnium communi sacrum. Ac sacerdotum quidem proprias ejus placandi partes esse, iis la- men unum semper aliquem præcesse genere princi- pem, qui cum aliis sacerdotibus Deo sacrificet, leges custodial, si quid erit controversum, arbitrio deri- niat, peractos denique reos justo supplicio coerceat. Ei quisquis minus paruerit, pœnam huic luendam esse nihilo leviorem, quam si adversus Deum impie fecerit. Cæterum ea sacrificiorum nostrorum lex est, uti ne ipsis ad gulæ et crapulæ turpitudinem abutamur: cum enim horret ista Deus, tuin vero et injuriarum et luxus occasionem præberent: mo- dica igitur, honesta et sobria illa sint oportet, ut ii præsertim, qui sacris operam dant, castigatam modestiam præ se ferant. Jam inter sacrifi- candum in primis quidem pro communi, tum pro sua cuique salute nuncupanda vota sunt. Cum enim ad mutuam societatem nati simus, is pro- fecto Deum sibi maxime conciliet, qui eam vita sua potiorem habuerit. Porro votorum ac precationum summa hæc est, non uti beneficia nobis ipse con- ferat, confert enim ille per sese, atque omnibus passim ingerit; verum ut ea cum rite accipere, tum parte repræsentat: ego vero partem maximam se- cutus sum malui tamen exteram illam regionem uni animo tribuere, quo de solo postmodum etiam loquitur. Interpres Josephi alia omnia. Montac. Elige. sephum, quæ tamen sensus integritas requirit. rectius videtur. Quod opinor, verius est. tametsi vulgatan lection. retinuerim (16) Οὐχ όπως διδῷ, etc. Quis bic Josepho cre (17) Διήρηκεν. Joseph., διείρηκεν. Utrumque pro- (18) Κήδους. Rectius multo quam ut apud Jo- (19) Γάμον νόμοι; Joseph. cum altero manuscr. (20) Εἰς ἅπαντα. Joseph. et Montac. addunt, (21) Τότε προσήκει. Locus hic aperte vitiosus (22) Ἐπὶ πᾶσι. Vera lectio. Mendose Joseph. et (23) Εὐωχίαν συντελεῖν. Joseph. et Montac (24) Τῆς τροφῆς ἔταξε. Desunt hæc apud Jo- (25) Εκέλευσε τὰ περὶ τοὺς νόμους. Joseph., (26) Τῆς εἰς. Joseph., τῆς δὲ εἰς, melius. (27) Παριοῦσι. Joseph., περιοῦσι, nempe, τοῖς
PG 21:619φὰς καὶ τὰς ὁμιλίας οἷον ἐνεργάζονται πρᾶγμα, διότι κακοῖς ὁμιλήσαντες δια-στροφὰς ἐπιλαμβάνουσιν ἄνθρωποι καὶ ταλαίπωροι δι’ ὅλου τοῦ ζῆν εἰσιν· ἐὰν δὲ σοφοῖς καὶ φρονίμοις συζῶσιν, ἐξ ἀγνοίας ἐπανορθώσεως εἰς τὸν βίον ἔτυχον· διαστειλάμενος οὖν τὰ τῆς εὐσεβείας καὶ δικαιοσύνης πρῶτον ὁ νομοθέτης ἡμῶν καὶ διδάξας ἕκαστα περὶ τούτων οὐκ ἀπαγορευτικῶς μόνον, ἀλλ’ ἐνδει-κτικῶς, καὶ τὰς βλάβας προὐδήλου καὶ τὰς ὑπὸ θεοῦ γιγνομένας ἐπιπομπὰς τοῖς αἰτίοις. προϋπέδειξε γὰρ πρῶτον πάντων ὅτι μόνος ὁ θεός ἐστι καὶ διὰ πάντων ἡ δύναμις αὐτοῦ φανερὰ γίνεται, πεπληρωμένου παντὸς τόπου τῆς δυναστείας, καὶ οὐθὲν αὐτὸν λανθάνει τῶν ἐπὶ γῆς γιγνομένων ὑπ’ ἀνθρώπων κρυφίως, ἀλλ’ ὅσα ποιεῖ τις αὐτῷ φανερὰ καθέστηκε, καὶ τὰ μέλλοντα γίνεσθαι. ταῦτ’ οὖν ἐξεργαζόμενος ἀκριβῶς καὶ πρόδηλα θεὶς ἔδειξεν ὅτι καὶ ἐὰν ἐννοηθῇ τις κακίαν ἐπιτελεῖν, οὐκ ἂν λάθοι, μὴ ὅτι καὶ πράξας, δι’ ὅλης τῆς νομοθεσίας τὸ τοῦ θεοῦ δυνατὸν ἐνδεικνύμενος. ποιησάμενος οὖν τὴν καταρχὴν ταύτην καὶ δείξας ὅτι πάντες οἱ λοιποὶ παρ’ ἡμᾶς ἄνθρωποι πολλοὺς θεοὺς εἶναι νο-μίζουσιν, αὐτοὶ δυναμικώτεροι πολλῷ καθεστῶτες ὧν σέβονται ματαίως. ἀγάλ-ματα γὰρ ποιήσαντες ἐκ λίθων ἢ ξύλων εἰκόνας φασὶν εἶναι τῶν ἐξευρόντων τι πρὸς τὸ ζῆν αὐτοῖς χρήσιμον, οἷς προσκυνοῦσι παρὰ πόδας ἔχοντες τὴν ἀναι-σθησίαν. εἴτε γὰρ κατ’ ἐκεῖνό τις θείη, κατὰ τὴν ἐξεύρεσιν, παντελῶς ἀνόητον· τῶν γὰρ ἐν τῇ κτίσει λαβόντες τινὰ συνέθηκαν καὶ προσυπέδειξαν εὐχρη-στοτάτην τὴν κατασκευὴν αὐτῶν, οὐ ποιήσαντες αὐτοί· διὸ κενὸν καὶ μάταιον τοὺς ὁμοίους ἀποθεοῦν. καὶ γὰρ ἔτι καὶ νῦν εὑρετικώτεροι καὶ πολυμαθέ-στεροι τῶν ἀνθρώπων τῶν πρίν εἰσι πολλοί, καὶ οὐκ ἂν φθάνοιεν αὐτοὺς προσκυ-νοῦντες. καὶ νομίζουσιν οἱ ταῦτα διαπλάσαντες καὶ μυθοποιήσαντες τῶν Ἑλλήνων οἱ σοφώτατοι καθεστάναι. τῶν μὲν γὰρ ἄλλων πολυματαίων τί δεῖ καὶ λέγειν, Αἰγυπτίων τε καὶ τῶν παραπλησίων, οἵτινες ἐπὶ θηρία καὶ τῶν ἑρπετῶν τὰ πλεῖστα καὶ κνωδάλων τὴν ἀπέρεισιν πεποίηνται καὶ ταῦτα προσκυ-νοῦσι καὶ θύουσι τούτοις καὶ ζῶσι καὶ τελευτήσασι; συνθεωρήσας τοιγαρ-οῦν ἕκαστα σοφὸς ὢν ὁ νομοθέτης καὶ ὑπὸ θεοῦ κατεσκευασμένος εἰς ἐπί-γνωσιν τῶν ἁπάντων, περιέφραξεν ἡμᾶς ἀδιακόποις χάραξι καὶ σιδηροῖς τεί-χεσιν, ὅπως μηδενὶ τῶν ἄλλων ἐθνῶν ἐπιμισγώμεθα κατὰ μηδέν, ἁγνοὶ καθε-στῶτες κατὰ σῶμα καὶ κατὰ ψυχήν, ἀπολελυμένοι ματαίων δοξῶν, τὸν μόνον θεὸν καὶ δυνατὸν σεβόμενοι παρ’ ὅλην τὴν πᾶσαν κτίσιν. ὅθεν Αἰγυπτίων οἱ καθηγεμόνες ἱερεῖς ἐγκεκυφότες εἰς πολλὰ καὶ μετεσχηκότες πραγμάτων ἀνθρώπους θεοῦ προσονομάζουσιν ἡμᾶς. ὃ τοῖς λοιποῖς οὐ πρόσεστιν, εἰ μή τις σέβεται τὸν κατ’ ἀλήθειαν θεόν· ἀλλ’ εἰσὶν ἄνθρωποι βρωτῶν καὶ ποτῶν καὶ σκέπης· ἡ γὰρ πᾶσα διάθεσις αὐτῶν ἐπὶ ταῦτα καταφεύγει. τοῖς δὲ παρ’ ἡμῖν ἐν οὐδενὶ ταῦτα λελόγισται, περὶ δὲ τῆς τοῦ θεοῦ δυναστείας δι’ ὅλου τοῦ ζῆν ἡ σκέψις αὐτοῖς ἐστιν. ὅπως οὖν μηδενὶ συναλισγούμενοι μηδὲ ὁμιλοῦν-τες φαύλοις διαστροφὰς λαμβάνοιμεν, πάντοθεν ἡμᾶς περιέφραξεν ἁγνείαις καὶ διὰ βρωτῶν καὶ ποτῶν καὶ ἁφῶν καὶ ἀκοῆς καὶ ὁράσεως νομικῶς. τὸ γὰρ καθόλου πάντα πρὸς τὸν φυσικὸν λόγον ὅμοια καθέστηκεν, ὑπὸ μιᾶς δυνά-μεως οἰκονομούμενα, καὶ καθ’ ἓν ἕκαστον ἔχει λόγον βαθύν, ἀφ’ ὧν ἀπεχό-μεθα κατὰ τὴν χρῆσιν καὶ οἷς συγχρώμεθα. χάριν δὲ ὑποδείγματος ἓν ἢ δεύτερον ἐπιδραμών σοι σημανῶ. μὴ γὰρ εἰς τὸν καταπεπτωκότα λόγον ἔλθῃς, ὅτι μυῶν καὶ γαλῆς ἢ τῶν τοιούτων χάριν περιεργίας ποιούμενος ἐνο-μοθέτει ταῦτα Μωσῆς, ἀλλὰ πρὸς ἁγνὴν ἐπίσκεψιν καὶ τρόπων ἐξαίρετον ἐξαρτισμὸν δικαιοσύνης ἕνεκεν σεμνῶς πάντα ἀνατέτακται. τῶν γὰρ πε-τεινῶν οἷς χρώμεθα πάντα ἥμερα καθέστηκε καὶ διαφέρει καθαριότητι, πυροῖς καὶ ὀσπρίοις χρώμενα πρὸς τὴν τροφήν, οἷον περιστεραί, τρυγόνες, ἀττακοί, πέρδικες, ἔτι δὲ χῆνες καὶ τὰ ἄλλα ὅσα τοιαῦτα· περὶ ὧν δὲ ἀπηγόρευται πετει-νῶν, εὑρήσεις ἄγριά τε καὶ σαρκοφάγα καὶ καταδυναστεύοντα τῇ περὶ αὐτὰ δυνά-μει τὰ λοιπὰ καὶ τὴν τροφὴν ἔχοντα τὴν δαπάνησιν τῶν προειρημένων ἡμέρων μετὰ ἀδικίας. οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ τοὺς ἄρνας καὶ ἐρίφους ἁρπάζουσι καὶ τοὺς ἀνθρώπους δὲ ἀδικοῦσι, νεκρούς τε καὶ ζῶντας. παράσημον οὖν ἔθετο διὰ τούτων, ἀκάθαρτα προσονομάσας, ὅτι δέον ἐστὶ κατὰ ψυχὴν οἷς ἡ νομοθεσία διατέτακται, δικαιοσύνῃ συγχρῆσθαι καὶ μηδένα καταδυναστεύειν πεποιθότας ἰσχύϊ τῇ καθ’ ἑαυτοὺς μηδ’ ἀφαιρεῖσθαι μηδέν, ἀλλ’ ἐκ δικαίου τὰ τοῦ βίου κυβερνᾶν, ὡς τὰ τῶν προειρημένων πετεινῶν ἥμερα ζῷα τὰ φυόμενα τῶν ὀσπρίων ἐπὶ γῆς δαπανᾷ καὶ οὐ καταδυναστεύει πρὸς τὴν ἐπαναίρεσιν οὔτε τῶν ὑποβεβηκότων οὔτε τῶν συγγενικῶν. διὰ τῶν τοιούτων οὖν παρέδωκεν ὁ νομοθέτης σημειοῦσθαι τοῖς συνετοῖς εἶναι δικαίους τε καὶ μηδὲν ἐπιτελεῖν βίᾳ μηδὲ τῇ περὶ αὐτοὺς ἰσχύϊ πεποιθότας ἑτέρους καταδυνα-στεύειν. ὅπου γὰρ οὐδ’ ἅψασθαι καθῆκε τῶν προειρημένων διὰ τὴν περὶ ἕκαστα διάθεσιν, πῶς οὐ φυλακτέον παντάπασι τοὺς τρόπους εἰς τοῦτο κατα-κλασθῆναι; πάντα οὖν τῆς συγχωρήσεως ἡμῖν ἐπὶ τούτων καὶ τῶν κτη-νῶν τροπολογῶν ἐκτέθειται. τὸ γὰρ διχηλεύειν καὶ διαστέλλειν ὁπλῆς ὄνυχας σημεῖόν ἐστι τοῦ διαστέλλειν ἕκαστα τῶν πράξεων ἐπὶ τὸ καλῶς ἔχον. ἡ γὰρ ἰσχὺς τῶν ὅλων σωμάτων μετ’ ἐνεργείας ἀπέρεισιν ἐπὶ τοὺς ὤμους ἔχει καὶ τὰ σκέλη. μετὰ διαστολῆς οὖν ἅπαντα ἐπιτελεῖν πρὸς δικαιοσύνην ἀναγκάζει τῷ σημειοῦσθαι διὰ τούτων, ἔτι δὲ καὶ διότι παρὰ πάντας ἀνθρώπους διεστάλ-μεθα. οἱ γὰρ πλείονες τῶν λοιπῶν ἑαυτοὺς μολύνουσιν ἐπιμισγόμενοι, συντελοῦντες μεγάλην ἀδικίαν, καὶ χῶραι καὶ πόλεις ὅλαι σεμνύνονται ἐπὶ τούτοις. οὐ μόνον γὰρ πρὸς ἄρσενας προσάγουσιν, ἀλλὰ καὶ τεκούσας, ἔτι δὲ καὶ θυγατέρας μολύνουσιν. ἡμεῖς δὲ ἀπὸ τούτων διεστάλμεθα. περὶ ὃν δέ ἐστιν ὁ προειρημένος τῆς διαστολῆς τρόπος, περὶ τοῦτον εἶναι καὶ τὸν τῆς μνήμης κεχαρακτήρικεν. πάντα γὰρ ὅσα διχηλεῖ καὶ μηρυκισμὸν ἀνάγει, σα-φῶς τοῖς νοοῦσιν ἐκτίθεται τὸ τῆς μνήμης. ἡ γὰρ ἀναμηρύκισις οὐδὲν ἕτερον ἀλλ’ ἢ τῆς ζωῆς καὶ συστάσεως ὑπόμνησίς ἐστι. τὸ γὰρ ζῆν διὰ τῆς τρο-φῆς συνεστάναι νομίζει. διὸ παρακελεύεται διὰ τῆς γραφῆς λέγων οὕτως· Μνείᾳ μνησθήσῃ κυρίου τοῦ θεοῦ, τοῦ ποιήσαντος ἐν σοὶ τὰ μεγάλα καὶ θαυ-μαστά. κατανοούμενα γὰρ ἔνδοξα καὶ μεγάλα φαίνεται, πρῶτον μὲν ἡ σύμπηξις ἡ τοῦ σώματος καὶ ἡ τῆς τροφῆς διοίκησις καὶ ἡ περὶ ἕκαστον μέλος διαστολή, πολλῷ δὲ μᾶλλον ἡ τῶν αἰσθήσεων διακόσμησις, διανοίας ἐνέργημα καὶ κίνησις ἀόρατος ἥ τε ὀξύτης τοῦ πρὸς ἕκαστόν τι πράσσειν καὶ τεχνῶν εὕρεσις ἀπέραστον περιέχει τρόπον. διὸ παρακελεύεται μνείαν ἔχειν, ὡς συντηρεῖται τὰ προειρημένα συνεχόμενα θείᾳ δυνάμει σὺν κατασκευῇ. πάντα γὰρ χρόνον καὶ τόπον ὥρικε πρὸς τὸ διὰ παντὸς μνημονεύειν τοῦ κρατοῦντος θεοῦ, συντηροῦντος καὶ τὰς ἀρχὰς καὶ μεσότητας καὶ τελευτάς. καὶ γὰρ ἐπὶ τῶν βρωτῶν καὶ ποτῶν ἀπαρξαμένους εὐθέως τότε συγχρῆσθαι κελεύει. καὶ μὴν καὶ ἐκ τῶν περιβολαίων παράσημον ἡμῖν μνείας δέδωκεν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν πόλεων καὶ οἰκήσεων διὰ τὸ σκεπάζεσθαι καὶ ἐπὶ τῶν πυλῶν καὶ θυρῶν προστέταχεν ἡμῖν τιθέναι τὰ λόγια, πρὸς τὸ μνείαν εἶναι θεοῦ· καὶ ἐπὶ τῶν χειρῶν δὲ διαρρήδην τὸ σημεῖον κελεύει περιῆφθαι, σαφῶς ἀποδει-
PG 21:627κνὺς ὅτι πᾶσαν ἐνέργειαν μετὰ δικαιοσύνης ἐπιτελεῖν δεῖ, μνήμην ἔχοντας τῆς ἑαυτῶν κατασκευῆς, ἐπὶ πᾶσι δὲ τὸν περὶ θεοῦ φόβον. κελεύει δὲ καὶ κοιτα-ζομένους καὶ διανισταμένους καὶ πορευομένους μελετᾶν τὰς τοῦ θεοῦ κατα-σκευάς, οὐ λόγῳ μόνον, ἀλλὰ καὶ διαλήψει θεωροῦντας τὴν κίνησιν καὶ τὴν ὑπόληψιν ἑαυτῶν, ὅταν εἰς ὕπνον ἔρχωνται, καὶ τὴν ἔγερσιν, ὡς θεία τίς ἐστι καὶ ἀκατάληπτος ἡ τούτων μετάθεσις. Δέδεικται δέ σοι καὶ τὸ περισσὸν τῆς λογίας τῆς κατὰ τὴν διαστολὴν καὶ μνείαν, ὡς ἐξεθέμεθα τὴν διχηλίαν καὶ τὸν μηρυκισμόν. οὐ γὰρ εἰκῆ καὶ κατὰ τὸ ἐμπεσὸν εἰς ψυχὴν νενομοθέτηται, πρὸς δ’ ἀλήθειαν καὶ σημείωσιν ὀρθοῦ λόγου. διατάξας γὰρ ἐπὶ βρωτῶν καὶ ποτῶν καὶ τῶν κατὰ τὰς ἁφὰς ἕκαστα κελεύει μηθὲν εἰκῆ μήτε πράσσειν μήτε ἀκούειν μήτε τῇ τοῦ λόγου δυναστείᾳ συγχρωμένους ἐπὶ τὴν ἀδικίαν τρέπεσθαι. καὶ ἐπὶ τῶν κνωδά-λων δὲ ταὐτὸν ἔστιν εὑρεῖν. κακοποιητικὸς γὰρ ὁ τρόπος ἐστὶ καὶ γαλῆς καὶ μυῶν καὶ τῶν τούτοις ὁμοίων, ὅσα διηγόρευται. πάντα γὰρ λυμαίνονται καὶ κακοποιοῦσι μύες, οὐ μόνον πρὸς τὴν ἑαυτῶν τροφήν, ἀλλὰ καὶ εἰς τὸ παντελῶς ἄχρηστον γίνεσθαι ἀνθρώπῳ ὅ τι ἂν δή ποτ’ οὖν ἐπιβάλληται κακοποιεῖν. τό τε τῆς γαλῆς γένος ἰδιάζον ἐστί· χωρὶς γὰρ τοῦ προειρημένου ἔχει λυμαντικὸν κατάστημα. διὰ γὰρ τῶν ὤτων συλλαμβάνει, τεκνοποιεῖ δὲ τῷ στόματι. καὶ διὰ τοῦτ’ οὖν ὁ τοιοῦτος τρόπος τῶν ἀνθρώπων ἀκάθαρτός ἐστιν. ὅσα γὰρ δι’ ἀκοῆς λαβόντες, ταῦτα τῷ λόγῳ σωματοποιήσαντες κακοῖς ἑτέρους ἐνεκύλισαν ἀκαθαρσίαν τε οὐ τὴν τυχοῦσαν ἐπετέλεσαν, μιανθέντες αὐτοὶ παντάπασι τῷ τῆς ἀσεβείας μολυσμῷ. καλῶς δὲ ποιῶν ὁ βασιλεὺς ὑμῶν τοὺς τοιούτους ἀναιρεῖ, καθὼς μεταλαμβάνομεν.3 Ἐγὼ δὲ εἶπα· Τοὺς ἐμφανιστὰς οἴομαί σε λέγειν· καὶ γὰρ αἰκίαις καὶ θανάτοις ἐπαλγέσιν αὐτοὺς περιβάλλει συνεχῶς.3 Τούτους γάρ· ἐπαγρύπνησις γὰρ εἰς ἀνθρώπων ἀπώλειαν ἀνόσιος. ὁ δὲ νόμος ἡμῶν κελεύει μήτε λόγῳ μήτε ἔργῳ κακοποιεῖν μηδένα. καὶ περὶ τούτων οὖν, ὅσον ἐπὶ βραχὺ διεξελθεῖν, προσυποδείξαντά σοι διότι πάντα κεκανόνισται πρὸς δικαιοσύνην καὶ οὐδὲν εἰκῆ κατατέτακται διὰ τῆς γραφῆς οὐδὲ μυθωδῶς, ἀλλ’ ἵνα δι’ ὅλου τοῦ ζῆν καὶ ἐν ταῖς πράξεσιν ἀσκῶμεν δικαιοσύνην πρὸς πάν-τας ἀνθρώπους, μεμνημένοι τοῦ δυναστεύοντος θεοῦ. περὶ βρωτῶν οὖν καὶ τῶν ἀκαθάρτων, ἑρπετῶν καὶ κνωδάλων, ὁ πᾶς λόγος ἀνατείνει πρὸς δικαιοσύ-νην καὶ τὴν τῶν ἀνθρώπων συναναστροφὴν δικαίαν.3 Ἐμοὶ μὲν οὖν κα-λῶς ἐνόμιζε περὶ ἑκάστων ἀπολελογῆσθαι· καὶ γὰρ ἐπὶ τῶν προσφερομένων ἔλεγε μόσχων τε καὶ κριῶν καὶ χιμάρων ὅτι δεῖ ταῦτ’ ἐκ βουκολίων καὶ ποιμνίων λαμβάνοντας ἥμερα κατασκευάζειν καὶ μηθὲν ἄγριον, ὅπως οἱ προσφέροντες τὰς θυσίας μηθὲν ὑπερήφανον ἑαυτοῖς συνιστορῶσι, σημειώσει κεχρημένοι τοῦ διατάξαντος. τῆς γὰρ ἑαυτοῦ ψυχῆς τοῦ παντὸς τρόπου τὴν προσφορὰν ποι-εῖται ὁ τὴν θυσίαν προσάγων. καὶ περὶ τούτων οὖν νομίζω τὰ τῆς ὁμιλίας ἄξια λόγου καθεστάναι, διὰ τὴν σεμνότητα τοῦ νόμου, ἣν προῆγμαι διασαφῆσαί σοι, Φιλόκρατες, δι’ ἣν ἔχεις φιλομάθειαν. Ταῦτα μὲν ὁ ἀρχιερεὺς τοῖς ἥκουσιν ὡς αὐτὸν Ἕλλησι περὶ τῆς ἀλλη-γορουμένης ἐν τοῖς ἱεροῖς νόμοις ἰδέας διεστείλατο, ὡς ἂν μέλλουσι ταῖς ἐκδοθησομέναις περιτεύξεσθαι τῶν γραφῶν ἑρμηνείαις. ὁ δὲ Ἀριστόβουλος καὶ τῆς κατ’ Ἀριστοτέλην φιλοσοφίας πρὸς τῇ πατρίῳ μετειληχώς, ὁποῖα περὶ τῶν ἐν ταῖς ἱεραῖς βίβλοις φερομένων ὡς περὶ θεοῦ μελῶν διῆλθεν ἐπα-κοῦσαι καιρός· οὗτος δ’ (αὐτὸς ἐκεῖνος, οὗ καὶ ἡ δευτέρα τῶν Μακκαβαίων ἐν ἀρχῇ τῆς βίβλου μνημονεύει) ἐν τῷ πρὸς Πτολεμαῖον τὸν βασιλέα συγ-γράμματι τοῦτον καὶ αὐτὸς διασαφεῖ τὸν τρόπον· ι. ΑΡΙΣΤΟΒΟΥΛΟΥ ΠΕΡΙ ΤΩΝ ΟΝΟΜΑΖΟΜΕΝΩΝ ΩΣ ΘΕΟΥ ΜΕΛΩΝ Πλὴν ἱκανῶς εἰρημένων πρὸς τὰ προκείμενα ζητήματα ἐπεφώνησας καὶ σύ, βασιλεῦ, διότι σημαίνεται διὰ τοῦ νόμου τοῦ παρ’ ἡμῖν καὶ χεῖρες καὶ βραχίων καὶ πρόσωπον καὶ πόδες καὶ περίπατος ἐπὶ τῆς θείας δυνάμεως· ἃ τεύ-ξεται λόγου καθήκοντος καὶ οὐκ ἀντιδοξήσει τοῖς προειρημένοις ὑφ’ ἡμῶν οὐδέν. παρακαλέσαι δέ σε βούλομαι πρὸς τὸ φυσικῶς λαμβάνειν τὰς ἐκδοχὰς καὶ τὴν ἁρμόζουσαν ἔννοιαν περὶ θεοῦ κρατεῖν, καὶ μὴ ἐκπίπτειν εἰς τὸ μυθῶδες καὶ ἀνθρώπινον κατάστημα. πολλαχῶς γὰρ ὃ βούλεται λέγειν ὁ νομοθέτης ἡμῶν Μωσῆς ἐφ’ ἑτέρων πραγμάτων λόγους ποιούμενος (λέγω δὲ τῶν κατὰ τὴν ἐπιφάνειαν), φυσικὰς διαθέσεις ἀπαγγέλλει καὶ μεγάλων πραγμάτων κατα-σκευάς. οἷς μὲν οὖν πάρεστι τὸ καλῶς νοεῖν, θαυμάζουσι τὴν περὶ αὐτὸν σο-φίαν καὶ τὸ θεῖον πνεῦμα, καθ’ ὃ καὶ προφήτης ἀνακεκήρυκται· ὧν εἰσιν οἱ προειρημένοι φιλόσοφοι καὶ πλείονες ἕτεροι καὶ ποιηταὶ παρ’ αὐτοῦ μεγάλας ἀφορμὰς εἰληφότες, καθὸ καὶ θαυμάζονται. τοῖς δὲ μὴ μετέχουσι δυνά-μεως καὶ συνέσεως, ἀλλὰ τῷ γραπτῷ μόνον προσκειμένοις οὐ φαίνεται μεγα-λεῖόν τι διασαφῶν. ἄρξομαι δὲ λαμβάνειν καθ’ ἕκαστον σημαινόμενον, καθ’ ὅσον ἂν ὦ δυνατός. εἰ δὲ μὴ τεύξομαι τοῦ πράγματος μηδὲ πείσω, μὴ τῷ νομοθέτῃ προσάψῃς τὴν ἀλογίαν, ἀλλ’ ἐμοὶ τῷ μὴ δυναμένῳ διαιρεῖσθαι τὰ ἐκείνῳ νενοημένα. χεῖρες μὲν οὖν νοοῦνται προδήλως καὶ ἐφ’ ἡμῶν κοινότερον. ὅταν γὰρ δυνάμεις ἐξαποστέλλῃς σὺ βασιλεὺς ὤν, βουλόμενός τι κατεργάσασθαι, λέγομεν· μεγάλην χεῖρα ἔχει ὁ βασιλεύς, φερομένων τῶν ἀκουόντων ἐπὶ τὴν δύναμιν ἣν ἔχεις. ἐπισημαίνεται δὲ τοῦτο καὶ διὰ τῆς νομοθεσίας ἡμῶν λέγων ὁ Μωσῆς οὕτως· Ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ὁ θεός σε ἐξ Αἰγύπτου.3 καὶ πάλιν εἰρηκέναι αὐτῷ φησι τὸν θεόν· Ἀποστελῶ τὴν χεῖρά μου καὶ πατάξω τοὺς Αἰγυπτίους.3 καὶ ἐπὶ τοῦ γεγονότος θανάτου τῶν κτηνῶν καὶ τῶν ἄλλων φησὶ τῷ βασιλεῖ τῶν Αἰγυπτίων λέγων· Ἰδοὺ χεὶρ κυρίου ἐπέσται ἐν τοῖς κτήνεσί σου καὶ ἐν πᾶσι τοῖς ἐν τοῖς πεδίοις θάνατος μέγας,3 ὥστε δηλοῦσθαι τὰς χεῖρας ἐπὶ δυνάμεως εἶναι θεοῦ· καὶ γὰρ ἔστι μεταφέροντας νοῆσαι τὴν πᾶσαν ἰσχὺν τῶν ἀνθρώπων καὶ τὰς ἐνεργείας ἐν ταῖς χερσὶν εἶναι. διόπερ καλῶς ὁ νομοθέτης ἐπὶ τὸ μεγαλεῖον μετενήνοχε, λέγων τὰς συντε-λείας χεῖρας εἶναι θεοῦ. στάσις δὲ θεία καλῶς ἂν λέγοιτο κατὰ τὸ μεγαλεῖον ἡ τοῦ κόσμου κατασκευή. καὶ γὰρ ἐπὶ πάντων ὁ θεός, καὶ πάνθ’ ὑποτέτακται καὶ στάσιν εἴληφεν· ὥστε τοὺς ἀνθρώπους καταλαμβάνειν ἀκίνητα εἶναι ταῦτα. λέγω δὲ τὸ τοιοῦτον, ὡς οὐδέποτε γέγονεν οὐρανὸς γῆ, γῆ δ’ οὐρανός, οὐδ’ ἥλιος σελήνη λάμπουσα, οὐδὲ σελήνη πάλιν ἥλιος, οὐδὲ ποταμοὶ θάλασσα, οὐδὲ θά-λασσα ποταμοί. καὶ πάλιν ἐπὶ τῶν ζῴων ὁ αὐτός ἐστι λόγος. οὐ γὰρ ἄνθρωπος ἔσται θηρίον οὐδὲ θηρίον ἄνθρωπος. καὶ ἐπὶ τῶν λοιπῶν δὲ ταὐτὸν ὑπάρχει φυτῶν τε καὶ ἐπὶ τῶν ἄλλων· ἀμετάβλητα μέν ἐστι, τὰς αὐτὰς δ’ ἐν αὑτοῖς τροπὰς λαμβάνει καὶ φθοράς. ἡ στάσις οὖν ἡ θεία κατὰ ταῦτα ἂν λέγοιτο, πάντων ὑποκειμένων τῷ θεῷ. λέγεται δὲ καὶ κατάβασις ἐπὶ τὸ ὄρος θεία γεγονέναι διὰ τῆς γραφῆς τοῦ νόμου, καθ’ ὃν ἐνομοθέτει καιρόν, ἵνα πάν-τες θεωρήσωσι τὴν ἐνέργειαν τοῦ θεοῦ. κατάβασις γὰρ αὕτη σαφής ἐστι· καὶ περὶ τούτων οὖν οὕτως ἄν τις ἐξηγήσαιτο, βουλόμενος συντηρεῖν τὸν περὶ θεοῦ λόγον. δηλοῦται γὰρ ὡς τὸ ὄρος ἐκαίετο πυρί, καθώς φησιν ἡ νομοθεσία, διὰ τὸ τὸν θεὸν καταβεβηκέναι σαλπίγγων τε φωνὰς καὶ τὸ πῦρ φλε-γόμενον ἀνυποστάτως εἶναι. τοῦ γὰρ παντὸς πλήθους μυριάδων οὐκ ἔλατ-
καιοσύνης πρῶτον ὁ νομοθέτης ἡμῶν, καὶ δι δάξας ἕκαστα περὶ τούτων οὐκ ἀπαγορευτι χῶς μόνον, ἀλλ' ἐνδεικτικῶς (57), καὶ τὰς βλάβας προδήλους καὶ τὰς ὑπὸ Θεοῦ γενομένας ἐπιπομπάς τοῖς αἰτίοις (προϋπέδειξε γὰρ (58) πρῶτον πάντων, ὅτι μόνος ὁ Θεός ἐστι, καὶ διὰ πάντων ἡ δύο ναμις αὐτοῦ φανερὰ γίνεται, πεπληρωμένου παντός τόπου τῆς δυναστείας, καὶ οὐθὲν αὐτὸν λανθάνει τῶν ἐπὶ γῆς γινομένων ὑπ' ἀνθρώπων κρυφίως, ἀλλ' ὅσα ποιεῖ τις, αὐτῷ φανερὰ καθέστηκε, καὶ τὰ μέλη λοντα γίνεσθαι· ταῦτ᾽ οὖν ἐξεργαζόμενος ἀκριβῶς, καὶ πρόδηλα θείς, ἔδειξεν, ὅτι, καὶ ἐὰν ἐννοηθῇ τις κακίαν ἐπιτελεῖν, οὐκ ἂν λάθοι, μὴ ὅτι καὶ πράξας, δι' ὅλης τῆς νομοθεσίας τὸ τοῦ Θεοῦ δυνατὸν ἐνδεικνύο μενος). Ποιησάμενος οὖν τὴν καταρχὴν ταύτην, καὶ Β δείξας, ὅτι πάντες οἱ λοιποὶ παρ᾽ ἡμᾶς ἄνθρωποι πολλοὺς θεοὺς εἶναι νομίζουσιν, αὐτοὶ δυναμικώτεροι πολλῷ καθεστῶτες ὧν σέβονται ματαίως. Αγάλματα γὰρ ποιήσαντες ἐκ λίθων ἢ ξύλων, εἰκόνας φασὶν εἶναι τῶν ἐξευρόντων τι πρὸς τὸ ζῆν αὐτοῖς χρήσι μον, οἷς προσκυνοῦσι, παρὰ πόδας ἔχοντες τὴν ἀναι- σθησίαν. Εἴτε γὰρ (59) κατ' ἐκεῖνο τις θείη, κατά τὴν ἐξεύρεσιν, παντελῶς ἀνόητον· τῶν γὰρ ἐν τῇ κτίσει λαβόντες τινά, συνέθηκαν, καὶ προσαπέδει ξαν (60) εύχρηστοτάτην την κατασκευὴν αὐτῶν, οὐ ποιήσαντες αὐτοί· διὸ κενὸν καὶ μάταιον τοὺς ὁμοίους ἀποθεοῦν. Καὶ γὰρ ἔτι καὶ νῦν εὑρετικώτεροι καὶ πολυμαθέστερος τῶν ἀνθρώπων τῶν πρίν εἰσι πολλοί, καὶ οὐκ ἂν φθάνοιεν αὐτοὺς προσκυνοῦντες. Καὶ νο- μίζουσιν οἱ ταῦτα διαπλάσαντες καὶ μυθοποιήσαντες τῶν Ἑλλήνων οἱ σοφώτατοι καθεστάναι. Τῶν μὲν Εt γὰρ ἄλλων πολυματαίων τί δεῖ λέγειν, Αἰγυπτίων τε καὶ τῶν παραπλησίων, οἵτινες ἐπὶ θηρία καὶ τῶν ἑρπετῶν τὰ πλεῖστα, καὶ ἐπὶ κνωδάλων τὴν ἀπέρει σιν πεποίηνται, καὶ ταῦτα προσκυνοῦσι, καὶ θύουσι τούτοις καὶ ζῶσι καὶ τελευτήσασι ; Συνθεωρήσας ται γαροῦν (61) ἕκαστα σοφὸς ὢν ὁ νομοθέτης, καὶ ὑπὸ Θεοῦ κατεσκευασμένος εἰς ἐπίγνωσιν τῶν ἁπάντων, περιέφραξεν ἡμᾶς ἀδιακόποις χάραξι καὶ σιδηρεῖς τείχεσιν, ὅπως μηδενὶ τῶν ἄλλων ἐθνῶν ἐπιμισγώ μεθα κατὰ μηδέν, ἁγνοὶ καθεστῶτες κατὰ σῶμα καὶ κατὰ ψυχὴν, ἀπολελυμένοι ματαίων δοξῶν, τὸν μόνον Θεὸν καὶ δυνατόν σεβόμενοι παρ' ὅλην τὴν πᾶσαν κτίσιν. "Οθεν Αἰγυπτίων οἱ καθηγεμόνες ἱερεῖς ἐγὼ η κεκυφότες εἰς πολλὰ, καὶ μετεσχηκότες πραγμάτων, ἀνθρώπους Θεοῦ προσονομάζουσιν ἡμᾶς· δ τοῖς λογ τοῖς οὐ πρόσεστιν, εἰ μή τις σέβεται τὸν κατ' ἀλή θειαν Θεόν. 'Αλλ᾽ εἰσὶν ἄνθρωποι βρωτῶν, καὶ ποτῶν, καὶ σκέπης· ἡ γὰρ πᾶσα διάθεσις αὐτῶν ἐπὶ ταῦτα καταφεύγει. Τοῖς δὲ παρ᾽ ἡμῖν ἐν οὐδενὶ ταῦτα λελό γισται, περὶ δὲ τῆς τοῦ Θεοῦ δυναστείας δι᾿ ὅλου τοῦ ζῆν ἡ σκέψις αὐτοῖς ἐστιν. Ὅπως οὖν μηδενὶ συν εἴ τι γὰρ ἐκεῖνό τις εἶναι τίθησι, εἴ τῳ γὰρ ἐκεῖνο εἶναί τι δόξειεν. κατὰ τὴν ἐξεύρεσιν, ἐπεξήγησιν διδάξας, ἀπὸ δυνατὸν ἐνδεικνύμενος, εἴ τι γὰρ κατ' ἐκεῖνο τις θείη, καὶ προσυπέδειξαν εύχρηστα, τὴν κατασκευὴν αὐτῶν οὐ ποιήσαντες αὐτοί. ποιεῖν τὴν κατασκευήν, EUSEBII CÆSARIENSIS OPP. PARS II. - APOLOGETICA. modi, quæ in totius vitæ pestem redundet, auferre A vulgo soleant; et sapientium ac prudentium homi- num familiaritas, pulsis ignorantiæ tenebris, longe saniorem instituendæ vitæ rationem edoceat. Quare legislator noster, que ad religionem justitiamque pertinebant, ante omnia sigillatim et enucleate constitutis, atque ita, ut non modo criminis genus omne conceptis verbis prohiberet, sed etiam pœnas divinitus a scelerum auctoribus expetitas quasi digito indicaret (primum enim hoc posuit, Deum unum esse, cujus sese rebus in omnibus po- testas exerat, cum vis ipsius omnia permeet: ni- hil eum prorsus latere, quod in terris ab homini- bus obscure licet occulteque fiat : imo non ea tan- tum, quæ reipsa fiant, sed etiam quæ futura sint, ei cognita jam esse alque perspecta): quæ cuin ille tam accurrate persequeretur, et in omnium oculis collocaret, simul hoc profecto docuit, nullum om- nino scelus, vel animo tantum et cogitatione con- ceptum, nedum ut reipsa patratum, divini oculi aciem effugere posse: quem in finem, summi Nu- minis potestatem tota passim lege commonstrat. Inde igitur auspicatus, ostendit continuo, si nos tantum excipias, invectam ab reliquis omnibus deorum esse multitudinem, cum tamen ista collu- vie longe potentiores illi ipsi sint, qui divinos ei- dem bonores frustra stolideque tribuant. Nam quæ vel ex lapide, vel ex ligno simulacra conflaverint, imagines illorum esse dictitant, qui aliquid ducen- de vitæ commodum invenerint, quosque suis ipsi- met oculis omni sensų carere vident, eos flexo quo- que genu venerantur. quidem eo potissimum, quod alicujus rei auctores fuerint, ad hanc divini- talis opinionem adduci, prorsus insani capitis est : quippe qui ex iis duntaxat, quæ procreata jam erant, inter sese nonnulla conjunxerint, atque uti- li.at's aliquid afferre posse ostenderint, at molitio- nem eorum ne attigerint quidem. Vecordis igitur ac dementis fuerit, huic hominum generi divinitatem aflingere. Enimvero superioribus illis longe soler- tiores hodie quamplurimos, ac rerum cognitione præstantiores invenias, quos ab istis proinde tan- quam deos coli oportebit. Atque hi numinum ficto- res et architecti Græcorum sapientissimi audire vo- Iunt. Quid enim Ægyptiorum dicam, aliorumque similium, qui in feris, serpentibus ac spurcissimis animantibus spe omni collocata, eas divinis hono- ribus atque sacrificiis non viventes modo, sed etiam mortuas prosequuntur?) Ilis, inquam, omnibus le- gislator ille noster, uti sapientissimus erat, atque a Deo rerum ad omnium cognitionem factus, dili- genter expensis, inexpugnabili quodam vallo et quod vel Quod autem sequitur, per quamdam adjunctum videtur. Ego nihil muto, nec quidquam deesse arbitror: sequentes enim accusativi ad particip. xovou referuntur. usque verba, quæ habentur A. ult., parenthesi includendus est. Est autem idem fere C Recte, nisi quod paulo rarius videtur. (57) Ενδεικτικῶς. Aristeas uterque, ενδίκως. (58) Προϋπέδειξε γάρ. Totus hic locus, ad illa (59) Είτε γάρ. Aristeas, εἴ τι γάρ, longe melius. (60) Καὶ προσαπέδειξαν, etc. Aristeas uterque, (61) Τοιγαροῦν. Arist., οὖν, mclius.
τον ἑκατόν, χωρὶς τῶν ἀφηλίκων, ἐκκλησιαζομένων κυκλόθεν τοῦ ὄρους, οὐκ ἔλασσον ἡμερῶν πέντε οὔσης τῆς περιόδου περὶ αὐτό, κατὰ πάντα τόπον τῆς ὁράσεως πᾶσιν αὐτοῖς κυκλόθεν, ὡς ἦσαν παρεμβεβληκότες, τὸ πῦρ φλεγό-μενον ἐθεωρεῖτο· ὥστε τὴν κατάβασιν μὴ τοπικὴν εἶναι· πάντη γὰρ ὁ θεός ἐστιν. ἀλλὰ τὴν τοῦ πυρὸς δύναμιν, παρὰ πάντα θαυμάσιον ὑπάρχουσαν διὰ τὸ πάντ’ ἀναλίσκειν, ἔδειξε φλεγομένην ἀνυποστάτως, μηδὲν δ’ ἐξαναλίσκου-σαν, εἰ μὴ τὸ παρὰ τοῦ θεοῦ δυναμικὸν αὐτῇ προσείη. τῶν γὰρ φυομένων κατὰ τὸ ὄρος, τόπων φλεγομένων σφοδρῶς, οὐδὲν ἐξανάλωσεν, ἀλλ’ ἔμεινε τῶν ἁπάντων ἡ χλόη πυρὸς ἄθικτος, σαλπίγγων τε φωναὶ σφοδρότερον συνηκούοντο σὺν τῇ τοῦ πυρὸς ἀστραπηδὸν ἐκφάνσει, μὴ προκειμένων ὀργάνων τοιούτων μηδὲ τοῦ φωνήσοντος, ἀλλὰ θείᾳ κατασκευῇ γινομένων ἁπάντων· ὥστε σαφὲς εἶναι διὰ ταῦτα τὴν κατάβασιν τὴν θείαν γεγονέναι, διὰ τὸ τοὺς συνορῶντας ἐκφαντικῶς ἕκαστα καταλαμβάνειν, μήτε τὸ πῦρ κεκαυκός, ὡς προείρηται, μη-δὲν μήτε τὰς τῶν σαλπίγγων φωνὰς δι’ ἀνθρωπίνης ἐνεργείας ἢ κατασκευῆς ὀργάνων γίνεσθαι, τὸν δὲ θεὸν ἄνευ τινὸς δεικνύναι τὴν ἑαυτοῦ διὰ πάντων μεγαλειότητα. Ταῦτα καὶ ὁ Ἀριστόβουλος. ἐπεὶ δὲ διεληλύθαμεν τά τε τῶν ἱερῶν νόμων παραγγέλματα τόν τε τρόπον τῆς ἀλληγορουμένης παρ’ αὐτοῖς ἰδέας, ἑξῆς ἂν εἴη καὶ τόδε ἐπισημήνασθαι, ὡς τὸ πᾶν Ἰουδαίων ἔθνος εἰς δύο τμήματα διαιρῶν ὁ λόγος τὴν μὲν πληθὺν ταῖς τῶν νόμων κατὰ τὴν ῥητὴν διάνοιαν παρηγγελμέναις ὑποθήκαις ὑπῆγε, τὸ δ’ ἕτερον τῶν ἐν ἕξει τάγμα ταύτης μὲν ἠφίει, θειοτέρᾳ δέ τινι καὶ τοὺς πολλοὺς ἐπαναβεβηκυίᾳ φιλο-σοφίᾳ προσέχειν ἠξίου θεωρίᾳ τε τῶν ἐν τοῖς νόμοις κατὰ διάνοιαν σημαινο-μένων. ἦν δὲ τοῦτο φιλοσόφων Ἰουδαίων γένος, ὧν τὴν τοῦ βίου ἄσκη-σιν καὶ τῶν ἔξωθεν κατεπλάγησαν μυρίοι, τῶν δ’ οἰκείων οἱ περιφανέστατοι καὶ μνήμης ἀλήστου τούτους ἠξίωσαν, Ἰώσηπός τε καὶ Φίλων καὶ ἕτεροι πλείους· ὧν τὰ πολλὰ παρείς, δείγματος αὐτὸ μόνον ἕνεκα τῇ τοῦ Φίλωνος ἐπὶ τοῦ παρόντος ἀρκεσθήσομαι μαρτυρίᾳ, ἣν περὶ τῶν δηλουμένων κατὰ πολλὰ τῶν οἰκείων ὑπομνημάτων τέθειται. τούτων δ’ ἀπὸ τῆς Ὑπὲρ Ἰουδαίων ἀπολογίας λαβὼν σύ γε ἀνάγνωθι ταῦτα· ια. ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΤΟΝ ΒΙΟΝ ΑΡΕΤΗΣ ΤΩΝ ΠΑΡ’ ΙΟΥΔΑΙΟΙΣ ΤΟ ΠΑΛΑΙΟΝ ΦΙΛΟΣΟΦΟΥΝΤΩΝ Μυρίους δὲ τῶν γνωρίμων ὁ ἡμέτερος νομοθέτης ἤλειψεν ἐπὶ κοινωνίαν, οἳ καλοῦνται μὲν Ἐσσαῖοι, παρὰ τὴν ὁσιότητά μοι δοκῶ τῆς προσηγορίας ἀξιω-θέντες. οἰκοῦσι δὲ πολλὰς μὲν πόλεις τῆς Ἰουδαίας, πολλὰς δὲ κώμας καὶ μεγά-λους καὶ πολυανθρώπους ὁμίλους. ἔστι δ’ αὐτοῖς ἡ προαίρεσις οὐ γένει (γένος γὰρ ἐφ’ ἑκουσίοις οὐ γράφεται), διὰ δὲ ζῆλον ἀρετῆς καὶ φιλανθρωπίας ἵμερον. Ἐσσαίων γοῦν κομιδῇ νήπιος οὐδεὶς ἀλλ’ οὐδὲ πρωτογένειος ἢ μειράκιον, ἐπεὶ τά γε τούτων ἀβέβαια ἤθη τῷ τῆς ἡλικίας ἀτελεῖ συννεωτερί-ζονται· τέλειοι δ’ ἄνδρες καὶ πρὸς γῆρας ἀποκλίνοντες ἤδη, μηκέθ’ ὑπὸ τῆς τοῦ σώματος ἐπιρροῆς κατακλυζόμενοι μηδ’ ὑπὸ τῶν παθῶν ἀγόμενοι, τὴν ἀψευδῆ δὲ καὶ μόνην ὄντως ἐλευθερίαν καρπούμενοι. μάρτυς δὲ τῆς ἐλευ-θερίας αὐτῶν ὁ βίος. ἴδιον οὐδεὶς οὐδὲν ὑπομένει κτήσασθαι τὸ παράπαν, οὐκ οἰ-κίαν, οὐκ ἀνδράποδον, οὐ χωρίον, οὐ βοσκήματα, οὐχ ὅσα ἄλλα παρασκευαὶ καὶ χορηγίαι πλούτου· πάντα δ’ εἰς μέσον ἀθρόα καταθέντες κοινὴν καρποῦνται τὴν ἁπάντων ὠφέλειαν. οἰκοῦσι δ’ ἐν ταὐτῷ, κατὰ θιάσους ἑταιρίας καὶ συσσίτια πεποιημένοι, καὶ πάνθ’ ὑπὲρ τοῦ κοινωφελοῦς πραγματευόμενοι δια-τελοῦσιν. ἀλλ’ ἑτέρων ἕτεραι πραγματεῖαι, αἷς ἐπαποδύντες ἀόκνως δι-αθλοῦσιν, οὐ κρυμόν, οὐ θάλπος, οὐχ ὅσα ἀέρος νεωτερίσματα προφασιζόμενοι· πρὶν δ’ ἥλιον ἀνασχεῖν ἐπὶ τὰ συνήθη τρεπόμενοι, δυομένου μόλις ἐπανίασι χαίροντες οὐχ ἧττον τῶν ἐν τοῖς γυμνικοῖς ἐξεταζομένων ἀγῶσιν. ὑπο-λαμβάνουσι γὰρ ἅττ’ ἂν ἐπιτηδεύωσιν εἶναι βιωφελέστερα καὶ ἡδίω ψυχῇ καὶ σώματι τὰ γυμνάσματα καὶ πολυχρονιώτερα τῶν ἐν ἀθλήσεσι, μὴ συναφηβῶντα τῇ τοῦ σώματος ἀκμῇ. εἰσὶ γὰρ αὐτῶν οἱ μὲν γεηπόνοι, τῶν περὶ σπορὰν καὶ φυτουργίαν ἐπιστήμονες, οἱ δ’ ἀγελάρχαι, παντοδαπῶν θρεμμάτων ἡγε-μόνες, ἔνιοι δὲ σμήνη μελιττῶν ἐπιτροπεύουσιν. ἄλλοι δὲ δημιουργοὶ τῶν κατὰ τέχνας εἰσίν, ὑπὲρ τοῦ μηδὲν ὧν αἱ ἀναγκαῖαι χρεῖαι βιάζονται παθεῖν, οὐδὲν ἀναβαλλόμενοι τῶν εἰς πορισμὸν ἀνυπαίτιον. ἐκ δὴ τῶν οὕτως διαφερόντων ἕκαστοι τὸν μισθὸν λαβόντες ἑνὶ διδόασι τῷ χειροτονηθέντι τα-μίᾳ· λαβὼν δ’ ἐκεῖνος αὐτίκα τἀπιτήδεια ὠνεῖται καὶ παρέχει τροφὰς ἀφθό-νους καὶ τἄλλα ὧν ὁ ἀνθρώπινος βίος χρειώδης. οἱ δ’ ὁμοδίαιτοι καὶ ὁμοτρά-πεζοι καθ’ ἑκάστην ἡμέραν εἰσὶ τοῖς αὐτοῖς ἀσμενίζοντες, ὀλιγοδείας ἐρασταί, πολυτέλειαν ὡς ψυχῆς καὶ σώματος νόσον ἐκτρεπόμενοι. κοινὴ δ’ οὐ τρά-πεζα μόνον, ἀλλὰ καὶ ἐσθὴς αὐτοῖς ἐστι. πρόκεινται γὰρ χειμῶνι μὲν στι-φραὶ χλαῖναι, θέρει δ’ ἐξωμίδες εὐτελεῖς, ὡς εὐμαρῶς ἐξεῖναι τῷ βουλομένῳ ἣν ἂν ἐθελήσῃ λαβεῖν, ἐπειδὴ καὶ τὰ ἑνὸς ἁπάντων καὶ τὰ πάντων ἔμπαλιν ἑνὸς ὑπείληπται. καὶ μὴν εἴ τις αὐτῶν ἀσθενήσειεν, ἐκ τῶν κοινῶν νοσηλεύε-ται, θεραπευόμενος ταῖς ἁπάντων ἐπιμελείαις καὶ φροντίσιν. οἱ δὲ δὴ πρεσβῦται κἂν εἰ τύχοιεν ἄτεκνοι, καθάπερ οὐ πολύπαιδες μόνον, ἀλλὰ καὶ σφόδρα εὔπαιδες, ἐν εὐτυχεστάτῳ καὶ λιπαρωτάτῳ γήρᾳ τὸν βίον εἰώθασι καταλύειν, ὑπὸ τοσού-των προνομίας ἀξιούμενοι καὶ τιμῆς, ἑκουσίῳ γνώμῃ μᾶλλον ἢ φύσεως ἀνάγκῃ θεραπεύειν ἀξιούντων. ἔτι τοίνυν ὅπερ ἢ μόνον ἢ μάλιστα τὴν κοινωνίαν ἔμελλε διαλύειν, ὀξυδερκέστερον ἰδόντες γάμον παρῃτήσαντο μετὰ τοῦ καὶ διαφερόντως ἀσκεῖν ἐγκράτειαν. Ἐσσαίων γὰρ οὐδεὶς ἄγεται γυναῖκα, διότι φίλαυτον γυνὴ καὶ ζηλότυπον οὐ μετρίως καὶ δεινὸν ἀνδρὸς ἤθη παλεῦσαι καὶ συνεχέσι γοητείαις ὑπαγαγέσθαι. μελετήσασα γὰρ θῶπας λόγους καὶ τὴν ἄλλην ὑπόκρισιν, ὥσπερ ἐπὶ σκηνῆς, ὄψεις καὶ ἀκοὰς ὅταν δελεάσῃ, διηπατημένων οἷα ὑπηκόων τὸν ἡγεμόνα νοῦν φενακίζει. παῖδες δ’ εἰ γέ-νοιντο, φρονήματος ὑποπλησθεῖσα καὶ παρρησίας, ὅσα κατ’ εἰρωνείαν πρό-τερον ὑπούλως ὑπῃνίττετο, ταῦτα ἀπ’ εὐτολμοτέρου θράσους ἐκλαλεῖ καὶ ἀναι-σχυντοῦσα βιάζεται πράττειν, ὧν ἕκαστον κοινωνίας ἐχθρόν. ὁ γὰρ ἢ γυναι-κὸς φίλτροις ἐνδεθεὶς ἢ τέκνων ἀνάγκῃ φύσεως προκηδόμενος οὐκέτι πρὸς ἄλλους ὁ αὐτός ἐστιν, ἀλλ’ ἕτερος γέγονε λεληθώς, ἀντ’ ἐλευθέρου δοῦλος. οὕτως γοῦν ὁ βίος ἐστὶν αὐτῶν περιμάχητος, ὥστ’ οὐκ ἰδιῶται μόνον, ἀλλὰ καὶ μεγάλοι βασιλεῖς ἀγάμενοι τοὺς ἄνδρας τεθήπασι καὶ τὸ σεμνὸν αὐτῶν ἀποδοχαῖς καὶ τιμαῖς ἔτι μᾶλλον σεμνοποιοῦσι. Ταῦτα μὲν ἀπὸ τοῦ εἰρημένου κείσθω συγγράμματος· ἀπὸ δὲ τοῦ Περὶ τοῦ πάντα σπουδαῖον ἐλεύθερον εἶναι τὰ οὕτως ἔχοντα παραθήσομαι· ιβ. ΕΤΙ ΠΕΡΙ ΤΩΝ ΑΥΤΩΝ Ἔστι δὲ καὶ ἡ ἐν Παλαιστίνῃ Συρία καλοκαγαθίας οὐκ ἄγονος, ἣν πολυανθρωποτάτου ἔθνους τῶν Ἰουδαίων οὐκ ὀλίγη μοῖρα νέμεται. λέγον-ται δέ τινες παρ’ αὐτοῖς ὄνομα Ἐσσαῖοι, πλῆθος ὑπὲρ τετρακισχιλίους, κατ’ ἐμὴν δόξαν οὐκ ἀκριβεῖ τύπῳ διαλέκτου Ἑλληνικῆς παρώνυμοι ὁσιότητος, ἐπειδὴ κἀν τοῖς μάλιστα θεραπευταὶ θεοῦ γεγόνασιν, οὐ ζῷα καταθύοντες, ἀλλ’ ἱερο-πρεπεῖς τὰς ἑαυτῶν διανοίας κατασκευάζειν ἀξιοῦντες. οὗτοι τὸ μὲν πρῶτον κωμηδὸν οἰκοῦσι, τὰς πόλεις ἐκτρεπόμενοι διὰ τὰς τῶν πολιτευομένων χειροή-
καιοσύνης πρῶτον ὁ νομοθέτης ἡμῶν, καὶ δι δάξας ἕκαστα περὶ τούτων οὐκ ἀπαγορευτι χῶς μόνον, ἀλλ' ἐνδεικτικῶς (57), καὶ τὰς βλάβας προδήλους καὶ τὰς ὑπὸ Θεοῦ γενομένας ἐπιπομπάς τοῖς αἰτίοις (προϋπέδειξε γὰρ (58) πρῶτον πάντων, ὅτι μόνος ὁ Θεός ἐστι, καὶ διὰ πάντων ἡ δύο ναμις αὐτοῦ φανερὰ γίνεται, πεπληρωμένου παντός τόπου τῆς δυναστείας, καὶ οὐθὲν αὐτὸν λανθάνει τῶν ἐπὶ γῆς γινομένων ὑπ' ἀνθρώπων κρυφίως, ἀλλ' ὅσα ποιεῖ τις, αὐτῷ φανερὰ καθέστηκε, καὶ τὰ μέλη λοντα γίνεσθαι· ταῦτ᾽ οὖν ἐξεργαζόμενος ἀκριβῶς, καὶ πρόδηλα θείς, ἔδειξεν, ὅτι, καὶ ἐὰν ἐννοηθῇ τις κακίαν ἐπιτελεῖν, οὐκ ἂν λάθοι, μὴ ὅτι καὶ πράξας, δι' ὅλης τῆς νομοθεσίας τὸ τοῦ Θεοῦ δυνατὸν ἐνδεικνύο μενος). Ποιησάμενος οὖν τὴν καταρχὴν ταύτην, καὶ Β δείξας, ὅτι πάντες οἱ λοιποὶ παρ᾽ ἡμᾶς ἄνθρωποι πολλοὺς θεοὺς εἶναι νομίζουσιν, αὐτοὶ δυναμικώτεροι πολλῷ καθεστῶτες ὧν σέβονται ματαίως. Αγάλματα γὰρ ποιήσαντες ἐκ λίθων ἢ ξύλων, εἰκόνας φασὶν εἶναι τῶν ἐξευρόντων τι πρὸς τὸ ζῆν αὐτοῖς χρήσι μον, οἷς προσκυνοῦσι, παρὰ πόδας ἔχοντες τὴν ἀναι- σθησίαν. Εἴτε γὰρ (59) κατ' ἐκεῖνο τις θείη, κατά τὴν ἐξεύρεσιν, παντελῶς ἀνόητον· τῶν γὰρ ἐν τῇ κτίσει λαβόντες τινά, συνέθηκαν, καὶ προσαπέδει ξαν (60) εύχρηστοτάτην την κατασκευὴν αὐτῶν, οὐ ποιήσαντες αὐτοί· διὸ κενὸν καὶ μάταιον τοὺς ὁμοίους ἀποθεοῦν. Καὶ γὰρ ἔτι καὶ νῦν εὑρετικώτεροι καὶ πολυμαθέστερος τῶν ἀνθρώπων τῶν πρίν εἰσι πολλοί, καὶ οὐκ ἂν φθάνοιεν αὐτοὺς προσκυνοῦντες. Καὶ νο- μίζουσιν οἱ ταῦτα διαπλάσαντες καὶ μυθοποιήσαντες τῶν Ἑλλήνων οἱ σοφώτατοι καθεστάναι. Τῶν μὲν Εt γὰρ ἄλλων πολυματαίων τί δεῖ λέγειν, Αἰγυπτίων τε καὶ τῶν παραπλησίων, οἵτινες ἐπὶ θηρία καὶ τῶν ἑρπετῶν τὰ πλεῖστα, καὶ ἐπὶ κνωδάλων τὴν ἀπέρει σιν πεποίηνται, καὶ ταῦτα προσκυνοῦσι, καὶ θύουσι τούτοις καὶ ζῶσι καὶ τελευτήσασι ; Συνθεωρήσας ται γαροῦν (61) ἕκαστα σοφὸς ὢν ὁ νομοθέτης, καὶ ὑπὸ Θεοῦ κατεσκευασμένος εἰς ἐπίγνωσιν τῶν ἁπάντων, περιέφραξεν ἡμᾶς ἀδιακόποις χάραξι καὶ σιδηρεῖς τείχεσιν, ὅπως μηδενὶ τῶν ἄλλων ἐθνῶν ἐπιμισγώ μεθα κατὰ μηδέν, ἁγνοὶ καθεστῶτες κατὰ σῶμα καὶ κατὰ ψυχὴν, ἀπολελυμένοι ματαίων δοξῶν, τὸν μόνον Θεὸν καὶ δυνατόν σεβόμενοι παρ' ὅλην τὴν πᾶσαν κτίσιν. "Οθεν Αἰγυπτίων οἱ καθηγεμόνες ἱερεῖς ἐγὼ η κεκυφότες εἰς πολλὰ, καὶ μετεσχηκότες πραγμάτων, ἀνθρώπους Θεοῦ προσονομάζουσιν ἡμᾶς· δ τοῖς λογ τοῖς οὐ πρόσεστιν, εἰ μή τις σέβεται τὸν κατ' ἀλή θειαν Θεόν. 'Αλλ᾽ εἰσὶν ἄνθρωποι βρωτῶν, καὶ ποτῶν, καὶ σκέπης· ἡ γὰρ πᾶσα διάθεσις αὐτῶν ἐπὶ ταῦτα καταφεύγει. Τοῖς δὲ παρ᾽ ἡμῖν ἐν οὐδενὶ ταῦτα λελό γισται, περὶ δὲ τῆς τοῦ Θεοῦ δυναστείας δι᾿ ὅλου τοῦ ζῆν ἡ σκέψις αὐτοῖς ἐστιν. Ὅπως οὖν μηδενὶ συν εἴ τι γὰρ ἐκεῖνό τις εἶναι τίθησι, εἴ τῳ γὰρ ἐκεῖνο εἶναί τι δόξειεν. κατὰ τὴν ἐξεύρεσιν, ἐπεξήγησιν διδάξας, ἀπὸ δυνατὸν ἐνδεικνύμενος, εἴ τι γὰρ κατ' ἐκεῖνο τις θείη, καὶ προσυπέδειξαν εύχρηστα, τὴν κατασκευὴν αὐτῶν οὐ ποιήσαντες αὐτοί. ποιεῖν τὴν κατασκευήν, EUSEBII CÆSARIENSIS OPP. PARS II. - APOLOGETICA. modi, quæ in totius vitæ pestem redundet, auferre A vulgo soleant; et sapientium ac prudentium homi- num familiaritas, pulsis ignorantiæ tenebris, longe saniorem instituendæ vitæ rationem edoceat. Quare legislator noster, que ad religionem justitiamque pertinebant, ante omnia sigillatim et enucleate constitutis, atque ita, ut non modo criminis genus omne conceptis verbis prohiberet, sed etiam pœnas divinitus a scelerum auctoribus expetitas quasi digito indicaret (primum enim hoc posuit, Deum unum esse, cujus sese rebus in omnibus po- testas exerat, cum vis ipsius omnia permeet: ni- hil eum prorsus latere, quod in terris ab homini- bus obscure licet occulteque fiat : imo non ea tan- tum, quæ reipsa fiant, sed etiam quæ futura sint, ei cognita jam esse alque perspecta): quæ cuin ille tam accurrate persequeretur, et in omnium oculis collocaret, simul hoc profecto docuit, nullum om- nino scelus, vel animo tantum et cogitatione con- ceptum, nedum ut reipsa patratum, divini oculi aciem effugere posse: quem in finem, summi Nu- minis potestatem tota passim lege commonstrat. Inde igitur auspicatus, ostendit continuo, si nos tantum excipias, invectam ab reliquis omnibus deorum esse multitudinem, cum tamen ista collu- vie longe potentiores illi ipsi sint, qui divinos ei- dem bonores frustra stolideque tribuant. Nam quæ vel ex lapide, vel ex ligno simulacra conflaverint, imagines illorum esse dictitant, qui aliquid ducen- de vitæ commodum invenerint, quosque suis ipsi- met oculis omni sensų carere vident, eos flexo quo- que genu venerantur. quidem eo potissimum, quod alicujus rei auctores fuerint, ad hanc divini- talis opinionem adduci, prorsus insani capitis est : quippe qui ex iis duntaxat, quæ procreata jam erant, inter sese nonnulla conjunxerint, atque uti- li.at's aliquid afferre posse ostenderint, at molitio- nem eorum ne attigerint quidem. Vecordis igitur ac dementis fuerit, huic hominum generi divinitatem aflingere. Enimvero superioribus illis longe soler- tiores hodie quamplurimos, ac rerum cognitione præstantiores invenias, quos ab istis proinde tan- quam deos coli oportebit. Atque hi numinum ficto- res et architecti Græcorum sapientissimi audire vo- Iunt. Quid enim Ægyptiorum dicam, aliorumque similium, qui in feris, serpentibus ac spurcissimis animantibus spe omni collocata, eas divinis hono- ribus atque sacrificiis non viventes modo, sed etiam mortuas prosequuntur?) Ilis, inquam, omnibus le- gislator ille noster, uti sapientissimus erat, atque a Deo rerum ad omnium cognitionem factus, dili- genter expensis, inexpugnabili quodam vallo et quod vel Quod autem sequitur, per quamdam adjunctum videtur. Ego nihil muto, nec quidquam deesse arbitror: sequentes enim accusativi ad particip. xovou referuntur. usque verba, quæ habentur A. ult., parenthesi includendus est. Est autem idem fere C Recte, nisi quod paulo rarius videtur. (57) Ενδεικτικῶς. Aristeas uterque, ενδίκως. (58) Προϋπέδειξε γάρ. Totus hic locus, ad illa (59) Είτε γάρ. Aristeas, εἴ τι γάρ, longe melius. (60) Καὶ προσαπέδειξαν, etc. Aristeas uterque, (61) Τοιγαροῦν. Arist., οὖν, mclius.
PG 21:637θεις ἀνομίας, εἰδότες ἐκ τῶν συνόντων, ὡς ἀπὸ ἀέρος φθοροποιοῦ νόσον, ἐγγι-γνομένην προσβολὴν ψυχαῖς ἀνίατον. ὧν οἱ μὲν γεηπονοῦντες, οἱ δὲ τέχνας μετιόντες, ὅσαι συνεργάτιδες εἰρήνης, ἑαυτούς τε καὶ τοὺς πλησιάζοντας ὠφελοῦ-σιν, οὐκ ἄργυρον καὶ χρυσὸν θησαυροφυλακοῦντες οὐδ’ ἀποτομὰς γῆς μεγάλας κτώμενοι δι’ ἐπιθυμίαν προσόδων, ἀλλ’ ὅσα πρὸς τὰς ἀναγκαίας τοῦ βίου χρείας ἐκπορίζοντες. μόνοι γὰρ ἐξ ἁπάντων σχεδὸν ἀνθρώπων ἀχρήματοι καὶ ἀκτήματοι γεγονότες, ἐπιτηδεύσει τὸ πλέον ἢ ἐνδείᾳ εὐτυχίας, πλουσιώ-τατοι νομίζονται, τὴν ὀλιγοδέειαν καὶ εὐκολίαν, ὅπερ ἐστί, κρίνοντες περιουσίαν. βελῶν ἢ ἀκόντων ἢ ξιφιδίων ἢ κράνους ἢ θώρακος ἢ ἀσπίδος οὐδένα παρ’ αὐτοῖς ἂν εὕροις δημιουργὸν οὐδὲ συνόλως ὁπλοποιὸν ἢ μηχανο-ποιὸν ἤ τι τῶν κατὰ πόλεμον ἐπιτηδεύοντα, ἀλλ’ οὐδ’ ὅσα κατ’ εἰρήνην εὐόλισθα εἰς κακίαν· ἐμπορίας γὰρ ἢ καπηλείας ἢ ναυκληρίας οὐδ’ ὄναρ ἴσασι, τὰς εἰς πλεονεξίαν ἀφορμὰς ἀποδιοπομπούμενοι. δοῦλός τε παρ’ αὐτοῖς οὐδὲ εἷς ἐστιν, ἀλλ’ ἐλεύθεροι πάντες, ἀνθυπουργοῦντες ἀλλήλοις· καταγινώσκουσί τε τῶν δεσποτῶν οὐ μόνον ὡς ἀδίκων ἰσότητα λυμαινομένων, ἀλλὰ καὶ ὡς ἀσεβῶν, θεσμὸν φύσεως ἀναιρούντων, ἣ πάντας ὁμοίως γεννήσασα καὶ θρέψασα μητρὸς τρόπον ἀδελφοὺς γνησίους, οὐ λεγομένους, ἀλλ’ ὄντας ὄντως ἀπειργάσατο. ὧν τὴν συγγένειαν ἡ ἐπίβουλος πλεονεξία παρευημερήσασα διέσεισεν, ἀντ’ οἰκειότητος ἀλλοτριότητα καὶ ἀντὶ φιλίας ἔχθραν ἐργασαμένη. φιλοσοφίας τε τὸ μὲν λογικόν, ὡς οὐκ ἀναγκαῖον εἰς κτῆσιν ἀρετῆς, λογοθήραις, τὸ δὲ φυσι-κόν, ὡς μεῖζον ἢ κατὰ ἀνθρωπίνην φύσιν, μετεωρολέσχαις ἀπολιπόντες, πλὴν ὅσον αὐτοῦ περὶ ὑπάρξεως θεοῦ καὶ τῆς τοῦ παντὸς γενέσεως φιλοσοφεῖται, τὸ ἠθικὸν εὖ μάλα διαπονοῦσιν, ἀλείπταις χρώμενοι τοῖς πατρῴοις νόμοις, οὓς ἀμήχανον ἀνθρωπίνην ἐπινοῆσαι ψυχὴν ἄνευ κατακωχῆς ἐνθέου. τούτους ἀναδιδάσκονται μὲν καὶ παρὰ τὸν ἄλλον χρόνον, ἐν δὲ ταῖς ἑβδόμαις διαφερόντως. ἱερὰ γὰρ ἡ ἑβδόμη νενόμισται, καθ’ ἣν τῶν ἄλλων ἀνέχοντες ἔργων, εἰς ἱεροὺς ἀφικνούμενοι τόπους, οἳ καλοῦνται συναγωγαί, καθ’ ἡλικίας ἐν τάξεσιν ὑπὸ πρεσβυτέροις νέοι καθέζονται, μετὰ κόσμου τοῦ προσήκοντος ἔχοντες ἀκροατικῶς. εἷς μέν τις τὰς βίβλους ἀναγινώσκει λαβών, ἕτερος δὲ τῶν ἐμπειροτάτων ὅσα μὴ γνώριμα παρελθὼν ἀναδιδάσκει· τὰ γὰρ πλεῖστα διὰ συμβόλων ἀρχαιο-τρόπῳ ζηλώσει παρ’ αὐτοῖς φιλοσοφεῖται. παιδεύονται δὲ εὐσέβειαν, ὁσιό-τητα, δικαιοσύνην, οἰκονομίαν, πολιτείαν, ἐπιστήμην τῶν πρὸς ἀλήθειαν ἀγα-θῶν καὶ κακῶν καὶ ἀδιαφόρων, αἱρέσεις ὧν χρὴ καὶ φυγὰς τῶν ἐναντίων, νόμοις καὶ κανόσι τριττοῖς χρώμενοι, τῷ τε φιλοθέῳ καὶ φιλαρέτῳ καὶ φιλανθρώπῳ. τοῦ μὲν οὖν φιλοθέου δείγματα μυρία παρέχει ἡ παρ’ ὅλον τὸν βίον συνεχὴς καὶ ἐπάλληλος ἁγνεία, τὸ ἀνώμοτον, τὸ ἀψευδές, τὸ πάντων μὲν ἀγαθῶν αἴτιον, κακοῦ δὲ μηδενὸς νομίζειν εἶναι τὸ θεῖον· τοῦ δὲ φιλαρέτου τὸ ἀφιλοχρήματον, τὸ ἀφιλόδοξον, τὸ ἀφιλήδονον, τὸ ἐγκρατές, τὸ καρτερικόν, ἔτι δὲ ὀλιγοδέεια[ν], ἀφέλεια[ν], εὐκολία[ν], τὸ ἄτυφον, τὸ νόμιμον, τὸ εὐσταθὲς [καὶ] ὅσα τούτοις ὁμοιότροπα· τοῦ δὲ φιλανθρώπου εὔνοια, ἰσότης, ἡ παντὸς λόγου κρείττων κοινωνία, περὶ ἧς οὐκ ἄκαιρον βραχέα εἰπεῖν. πρῶτον μὲν τοίνυν οὐδενὸς οἰκία τίς ἐστιν ἰδία, ἣν οὐχὶ πάντων εἶναι [κοινὴν] συμβέβηκε. πρὸς γὰρ τῷ κατὰ θιάσους συνοικεῖν ἀναπέπταται καὶ τοῖς ἑτέρωθεν ἀφικνουμένοις τῶν ὁμοζήλων. εἶτ’ ἐστὶ ταμεῖον ἓν πάντων καὶ δαπάναι· καὶ κοιναὶ μὲν ἐσθῆ-τες, κοιναὶ δὲ τροφαὶ συσσίτια πεποιημένων. τὸ γὰρ ὁμωρόφιον ἢ ὁμοδίαιτον ἢ ὁμοτράπεζον οὐκ ἄν τις εὕροι παρ’ ἑτέροις μᾶλλον ἔργῳ βεβαιούμενον, καὶ μή-ποτ’ εἰκότως· ὅσα γὰρ ἂν μεθ’ ἡμέραν ἐργασάμενοι λάβωσιν ἐπὶ μισθῷ, ταῦτ’ οὐκ ἴδια φυλάττουσιν, ἀλλ’ εἰς μέσον προτιθέντες κοινὴν τοῖς ἐθέλουσι χρῆσθαι τὴν ἀπ’ αὐτῶν παρασκευάζουσιν ὠφέλειαν· οἵ τε νοσοῦντες οὐχ ὅτι πορίζειν ἀδυνατοῦσιν ἀμελοῦνται, πρὸς τὰς νοσηλείας ἐκ τῶν κοινῶν ἔχοντες ἐν ἑτοίμῳ, ὡς μετὰ πάσης ἀδείας ἐξ ἀφθονωτέρων ἀναλίσκειν. αἰδὼς δ’ ἐστὶ πρεσβυτέρων καὶ φροντίς, οἵα γονέων ὑπὸ γνησίων παίδων χερσὶ καὶ διανοίαις μυρίαις ἐν ἀφθονίᾳ τῇ πάσῃ γηροτροφουμένων. τοιούτους ἡ δίχα περιεργίας Ἑλληνικῶν ὀνομάτων ἀθλητὰς ἀρετῆς ἀπεργάζεται φιλο-σοφία, γυμνάσματα προτιθεῖσα τὰς ἐπαινετὰς πράξεις, ἐξ ὧν ἡ ἀδούλω-τος ἐλευθερία βεβαιοῦται. σημεῖον δέ· πολλῶν κατὰ καιροὺς ἐπαναστάντων τῇ χώρᾳ δυναστῶν καὶ φύσεσι καὶ προαιρέσεσι χρησαμένων διαφερούσαις (οἱ μὲν γὰρ εἰς τὸ ἀτίθασον ἀγριότητα θηρίων ἐκνικῆσαι σπουδάσαντες, οὐδὲν παραλιπόντες τῶν εἰς ὠμότητα, τοὺς ὑπηκόους ἀγεληδὸν ἱερεύοντες ἢ καὶ ζῶντας ἔτι μαγείρων τρόπον κατὰ μέρη καὶ μέλη κρεουργοῦντες, ἄχρι τοῦ τὰς αὐτὰς ὑπομεῖναι συμφορὰς ὑπὸ τῆς τὰ ἀνθρώπεια ἐφορώσης δίκης, οὐκ ἐπαύσαντο· οἱ δὲ τὸ παρακεκινημένον καὶ λελυττηκὸς εἰς ἑτέρας εἶδος κακίας μεθαρ-μοσάμενοι, πικρίαν ἄλεκτον ἐπιτηδεύσαντες ἡσυχῆ διαλαλοῦντες, ἠρεμαιοτέ-ρας φωνῆς ὑποκρίσει βαρύμηνον ἦθος ἐπιδεικνύμενοι, κυνῶν ἰοβόλων τρόπον προσσαίνοντες ἀνιάτων γενόμενοι κακῶν αἴτιοι κατὰ πόλεις μνημεῖα τῆς αὑτῶν ἀσεβείας καὶ μισανθρωπίας ἀπέλιπον τὰς τῶν πεπονθότων ἀλήστους συμφοράς)· ἀλλὰ γὰρ οὐδεὶς οὔτε τῶν σφόδρα ὠμοθύμων οὔτε τῶν πάνυ δολερῶν καὶ ὑπούλων ἴσχυσε τὸν λεχθέντα τῶν Ἐσσαίων ἢ Ὁσίων ὅμιλον αἰτιάσασθαι· πάντες δ’ ἀσθενέστεροι τῆς τῶν ἀνδρῶν καλοκαγαθίας γενόμενοι καθάπερ αὐτονόμοις καὶ ἐλευθέροις οὖσιν ἐκ φύσεως προσηνέχθησαν, ᾄδοντες αὐτῶν τὰ συσσίτια καὶ τὴν παντὸς λόγου κρείττονα κοινωνίαν, ἣ βίου τελείου καὶ σφόδρα εὐδαίμονός ἐστι σαφέστατον δεῖγμα. Τὰ μὲν οὖν τῆς φιλοσόφου παρὰ Ἰουδαίοις ἀσκήσεώς τε καὶ πολιτείας διὰ τῶνδε προκείσθω· τὰ δὲ τοῦ λοιποῦ βίου, ὃν δὴ τῷ πλήθει τοῦ παντὸς ἔθνους οἱ θεῖοι διηγόρευον νόμοι, τέθειται προλαβὼν ὁ λόγος. τί δῆτα λείπεται ἐπὶ τούτοις ἢ καὶ τὰ τῆς τῶν νέων θεολογίας σύμφωνα ταῖς τῶν προπατόρων εὐσεβείαις παραστήσασθαι, ὡς ἂν καὶ τῆσδε τῆς ὑποθέσεως ἐντελὴς ἡμῖν ὁ λόγος ἀποδεδομένος εἴη; ἐπεὶ τοίνυν τὰ τῆς ἐνθέου γραφῆς λόγια πρόκειται διὰ τοῦ πρὸ τούτου συγγράμματος, φέρ’ ἐπὶ τοῦ παρόντος τὰ τῆς διανοίας τῶν παρὰ Ἰουδαίοις σοφῶν ἐπαθρήσωμεν, ὡς ἂν μάθοιμεν ὁποῖοί τινες καὶ ἐν τῇ θεολογίᾳ κἀν τῇ περὶ λόγους ἀρετῇ παῖδες Ἑβραίων γεγόνασι. πάλιν οὖν τὸν Φίλωνα παρετέον ἀπὸ τοῦ πρώτου τῶν Εἰς τὸν Νόμον· ιγ. ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΘΕΟΥ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΓΕΝΗΤΟΝ ΕΙΝΑΙ ΤΟΝ ΚΟΣΜΟΝ Τινὲς γὰρ τὸν κόσμον μᾶλλον ἢ τὸν κοσμοποιὸν θαυμάσαντες τὸν μὲν ἀγένητόν τε καὶ ἀί̈διον ἀπεφήναντο, τοῦ θεοῦ πολλὴν ἀπραξίαν ἀνάγνως κατα-ψευσάμενοι, δέον ἔμπαλιν τούτου τὰς δυνάμεις ὡς ποιητοῦ καὶ πατρὸς κατα-πλαγῆναι, τὸν δὲ μὴ πλέον ἀποσεμνῦναι τοῦ μετρίου. Μωσῆς δὲ καὶ φιλο-σοφίας ἐπ’ αὐτὴν φθάσας ἀκρότητα καὶ χρησμοῖς τὰ πολλὰ καὶ συνεκτικώτατα τῶν τῆς φύσεως ἀναδιδαχθεὶς ἔγνω διότι ἀναγκαιότατόν ἐστιν ἐν τοῖς οὖσι τὸ μὲν εἶναι δραστήριον [αἴτιον, τὸ δὲ παθητόν· καὶ ὅτι τὸ μὲν δραστήριον] ὁ τῶν ὅλων νοῦς ἐστιν εἰλικρινέστατος καὶ ἀκραιφνέστατος, κρείττων ἢ ἐπιστήμη καὶ κρείττων ἢ αὐτὸ τὸ ἀγαθὸν καὶ αὐτὸ τὸ καλόν· τὸ δὲ παθητικὸν ἄψυχον
PG 21:645καὶ ἀκίνητον ἐξ αὑτοῦ, κινηθὲν δὲ καὶ σχηματισθὲν καὶ ψυχωθὲν ὑπὸ τοῦ νοῦ μετέβαλεν εἰς τὸ τελειότατον ἔργον τόνδε τὸν κόσμον· ὃν οἱ φάσκοντες ὡς ἔστιν ἀγένητος, λελήθασι τὸ ὠφελιμώτατον καὶ ἀναγκαιότατον τῶν εἰς εὐσέβειαν ὑπο-τεμνόμενοι, τὴν πρόνοιαν. τοῦ μὲν γὰρ γεγονότος ἐπιμελεῖσθαι τὸν πα-τέρα καὶ ποιητὴν αἱρεῖ λόγος. καὶ γὰρ πατὴρ ἐκγόνων καὶ δημιουργὸς τῶν δημιουργηθέντων στοχάζεται τῆς διαμονῆς, καὶ ὅσα μὲν ἐπιζήμια, μηχανῇ πάσῃ διωθεῖται, ὅσα δὲ ὠφέλιμα καὶ λυσιτελῆ, πάντα τρόπον ἐκπορίζειν ἐπι-ποθεῖ· πρὸς δὲ τὸ μὴ γεγονὸς οἰκείωσις οὐδεμία τῷ μὴ πεποιηκότι. περι-μάχητον δὲ δόγμα καὶ ἀνωφελὲς ἀναρχίαν ὡς ἐν πόλει κατασκευάζειν τῷδε τῷ κόσμῳ τὸν ἔφορον ἢ βραβευτὴν ἢ δικαστὴν οὐκ ἔχοντι, ὑφ’ οὗ πάντ’ οἰκονο-μεῖσθαι καὶ πρυτανεύεσθαι θέμις. ἀλλ’ ὅ γε μέγας Μωσῆς ἀλλοτριώτατον τοῦ ὁρατοῦ νομίσας εἶναι τὸ ἀγένητον (πᾶν γὰρ τὸ αἰσθητὸν ἐν γενέσει καὶ μεταβολαῖς οὐδέ ποτε κατὰ ταὐτὰ ὄν), τῷ μὲν ἀοράτῳ καὶ νοητῷ προσένειμεν ὡς ἀδελφὸν καὶ συγγενῆ ἀϊδιότητα, τῷ δ’ αἰσθητῷ οἰκεῖον ὄνομα ἐπεφήμισεν. ἐπεὶ οὖν ὁρατός τε καὶ αἰσθητὸς ὅδε ὁ κόσμος, ἀναγκαίως ἂν εἴη καὶ γενητός, ὅθεν οὐκ ἀπὸ σκοποῦ καὶ τὴν γένεσιν ἀνέγραψεν αὐτοῦ, μάλα σεμνῶς θεολογήσας. Ταῦτα μὲν οὖν περὶ τοῦ γενητὸν εἶναι τὸν κόσμον. ὁ δ’ αὐτὸς ἀνὴρ καὶ περὶ τοῦ προνοίᾳ διοικεῖσθαι τὸ πᾶν ἐν τῷ Περὶ προνοίας νεανικώτατα δι-έξεισι, τὰς τῶν ἀθέων ἀντιθέσεις προτάξας καὶ πρὸς αὐτὰς ἑξῆς ἀποκρινά-μενος. καὶ τούτων δέ, εἰ καὶ μακρότερα δόξειεν, ἀλλ’ ὡς ἀναγκαῖα τὰ πλεῖστα συντεμὼν ἐκθήσομαι. κατασκευάζει δὲ τὸν λόγον τοῦτον τὸν τρόπον· ιδ. ΠΕΡΙ ΤΟΥ ΠΡΟΝΟΙΑΙ ΘΕΟΥ ΔΙΟΙΚΕΙΣΘΑΙ ΤΟΝ ΚΟΣΜΟΝ Πρόνοιαν εἶναι λέγεις ἐν τοσαύτῃ τῶν πραγμάτων ταραχῇ καὶ συγχύ-σει; τί γὰρ τῶν κατὰ τὸν ἀνθρώπινον βίον διατέτακται; τί μὲν οὖν οὐκ ἀταξίας γέμει καὶ φθορᾶς; ἢ μόνος ἀγνοεῖς ὅτι τοῖς μὲν κακίστοις καὶ πονηροτάτοις ἄφθονα ἐπεισκωμάζει τὰ ἀγαθά, πλοῦτος, εὐδοξία, τιμαὶ παρὰ τοῖς πλήθεσιν· ἡγεμονία πάλιν, ὑγεία, εὐαισθησία, κάλλος, ἰσχύς, ἀπόλαυσις ἡδονῶν ἀκώλυ-τος διά τε παρασκευῶν περιουσίαν καὶ διὰ τὴν εἰρηνικωτάτην σώματος εὐμοι-ρίαν; οἱ δὲ φρονήσεως καὶ ἀρετῆς ἁπάσης ἐρασταί τε καὶ ἀσκηταὶ πάντες εἰσίν, ὀλίγου δέω φάναι, πένητες, ἄποροι, ἀφανεῖς, ἄδοξοι, ταπεινοί; Ταῦτα εἰς ἀνασκευὴν καὶ μυρία ἄλλα πλείω τούτων εἰπὼν ἑξῆς ἐπι-λύεται τὰς ἀντιθέσεις διὰ τούτων· Οὐ τύραννος ὁ θεός, ὠμότητα καὶ βίαν καὶ ὅσα δεσπότης ἀνημέρου ἀρχῆς ἔργα ἐπιτετηδευκώς, ἀλλὰ βασιλεὺς ἥμερον καὶ νόμιμον ἀνημμένος ἡγεμονίαν μετὰ δικαιοσύνης τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον βραβεύει. βασιλεῖ δὲ οὐκ ἔστι πρόσρησις οἰκειοτέρα πατρός. ὃ γὰρ ἐν ταῖς συγγενείαις πρὸς τέκνα γονεῖς, τοῦτο βασιλεὺς μὲν πρὸς πόλιν, πρὸς δὲ κόσμον ὁ θεός, δύο κάλλιστα φύσεως θεσμοῖς ἀκινήτοις ἀδιαλύτῳ ἑνώσει ἁρμοσάμενος, τὸ ἡγεμονικὸν μετὰ τοῦ κηδεμονικοῦ. καθάπερ οὖν τῶν ἀσώτων υἱέων οὐ περιορῶσιν οἱ τοκέες, ἀλλὰ τῆς ἀτυχίας οἶκτον λαμβάνοντες περιέπουσι καὶ τημελοῦσι, νομίζοντες ἐχθρῶν ἀσπόνδων ἔργον εἶναι κακοπραγίαις ἐπεμβαίνειν, φίλων δὲ καὶ συγγενῶν ἐπελαφρίζειν τὰ πταίσματα, πολλάκις δὲ καὶ τούτοις μᾶλλον ἢ τοῖς σώφροσιν ἐπιδαψιλευόμενοι χαρίζονται, σαφῶς εἰδότες ὡς ἐκεί-νοις μὲν ἄφθονος εἰς εὐπορίαν ἀφορμὴ πάρεστιν ἡ σωφροσύνη, τοῖς δ’ ἐλπὶς μία οἱ γονεῖς, ἧς εἰ σφαλεῖεν, ἀπορήσουσι καὶ τῶν ἀναγκαίων· τὸν αὐτὸν τρόπον καὶ ὁ θεός, λογικῆς συνέσεως πατὴρ ὤν, ἁπάντων μὲν τῶν λογισμοῦ μεμοιραμένων κήδεται, προμηθεῖται δὲ καὶ τῶν ὑπαιτίως ζώντων, ἅμα μὲν και-ρὸν εἰς ἐπανόρθωσιν αὐτοῖς διδούς, ἅμα δὲ καὶ τὴν ἵλεων φύσιν αὐτοῦ μὴ ὑπερβαίνων, ἧς ὀπαδὸς ἀρετὴ καὶ φιλανθρωπία γέγονεν, ἐπαξία τὸν θεῖον περιπολεῖν οἶκον. ἕνα μὲν δὴ λόγον τοῦτον, ὦ ψυχή, δέξαι τέως αὐτοῦ παρακαταθήκην, ἕτερον δὲ συνῳδὸν καὶ ἐναρμόνιον αὐτῷ τοιόνδε· μὴ τοσοῦτόν ποτε ψευσθείης τῆς ἀληθείας ὡς εὐδαίμονά τινα τῶν φαύλων εἶναι νομίσαι, κἂν πλουσιώτερος μὲν ᾖ Κροίσου, Λυγκέως δ’ ὀξυωπέστερος, ἀνδρειότερος δὲ τοῦ Κροτωνιάτου Μίλωνος, καλλίων δὲ Γανυμήδους, ὃν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν, κάλλεος εἵνεκα οἷο. τὸν γοῦν ἴδιον δαίμονα, λέγω δὲ τὸν ἑαυτοῦ νοῦν, μυρίων ὅσων δεσποτῶν δοῦλον ἀποφήνας, ἔρωτος, ἐπιθυμίας, ἡδονῆς, φόβου, λύπης, ἀφοσύνης, ἀκο-λασίας, δειλίας, ἀδικίας, οὐκ ἂν εἶναί ποτε δύναιτο εὐδαίμων, κἂν οἱ πολλοὶ σφαλ-λόμενοι κρίσεως ἀληθοῦς νομίζωσι, δεκασθέντες ὑπὸ κακοῦ διδύμου, τύφου καὶ κενῆς δόξης, δεινῶν παλεῦσαι καὶ παραγαγεῖν ἀνερματίστους ψυχάς, περὶ ἃ κηραίνει γένος τὸ πλεῖστον ἀνθρώπων. εἰ μέντοι τὸ τῆς ψυχῆς ὄμμα τείνας βουληθείης περιαθρῆσαι θεοῦ διάνοιαν, ὡς ἔνεστιν ἀνθρωπίνῳ λογισμῷ, τρανοτέραν τὴν τοῦ πρὸς ἀλήθειαν ἀγαθοῦ λαβὼν φαντασίαν, γελάσῃ τὰ παρ’ ἡμῖν, ἃ τέως ἐθαύμαζες. ἀεὶ γὰρ ἀπουσίᾳ τῶν κρειττόνων τιμᾶται τὰ χείρονα, τὴν ἐκείνων κληρονομοῦντα τάξιν· ἐπιφανέντων δὲ ὑποστέλλει, δευτερείοις ἄθλων ἀρκούμενα. καταπλαγεὶς οὖν τὸ θεοειδὲς ἐκεῖνο ἀγαθόν τε καὶ καλόν, πάν-τως ἐννοήσεις ὅτι παρὰ θεῷ τῶν εἰρημένων πρότερον οὐδὲν καθ’ ἑαυτὸ τῆς ἀγαθοῦ μοίρας ἠξίωται, διότι τὰ μὲν ἀργύρου μέταλλα καὶ χρυσοῦ γῆς ἐστιν ἡ φαυλοτάτη μοῖρα, τῆς πρὸς καρπῶν ἀνειμένης γένεσιν ὅλῳ καὶ τῷ παντὶ λειπομένη. οὐ γάρ ἐσθ’ ὅμοιον τροφῆς, ἧς ἄνευ ζῆν ἀδύνατον, εὐπορία χρημάτων. μία τούτων ἐστὶ βάσανος ἐναργεστάτη λιμός, ᾧ τὸ πρὸς ἀλήθειαν ἀναγκαῖον καὶ χρήσιμον δοκιμάζεται· θησαυροὺς γὰρ τοὺς πανταχοῦ πάντας ἀντικαταλλάξαιτ’ ἄν τις βραχείας ποτὲ τροφῆς ἄσμενος. ὅταν δὲ ἡ τῶν ἀναγκαίων ἀφθονία μυρίῳ φορᾶς ἀκατασχέτῳ πλήθει ῥυεῖσα κατὰ πόλεις ἀνα-χέηται, τοῖς τῆς φύσεως ἀγαθοῖς ἐντρυφῶντες ἐπ’ αὐτῶν μόνων οὐκ ἀξιοῦμεν ἵστασθαι, κόρον δ’ ὑβριστὴν ἡγεμόνα τοῦ βίου ποιησάμενοι ἀργύρου τε καὶ χρυσοῦ κτήσεσιν ἐπαποδύντες, ἅπασι, παρ’ ὧν ἄν τι κερδανεῖν ἐπελπίσω-μεν, κονιόμεθα, καθάπερ τυφλοὶ μηκέτι τῇ διανοίᾳ βλέποντες ὑπὸ φιλαργυρίας, ὅτι γῆς εἰσιν ὄγκοι, περὶ ὧν ἐκ μὲν εἰρήνης συνεχὴς καὶ ἀδιάστατος πόλεμος. ἐσθῆτές γε μὴν προβάτων εἰσίν, ὡς οἱ ποιηταί πού φασιν, ἄνθος, κατὰ δὲ τὴν δημιουργὸν τέχνην ὑφαντῶν ἔπαινος. εἰ δέ τις ἐπὶ δόξῃ μέγα φρονεῖ, τὴν παρὰ τῶν φαύλων ἀποδοχὴν ἀσπαζόμενος, ἴστω μὲν καὶ αὐτὸς φαῦλος ὤν· τὸ γὰρ ὅμοιον χαίρει τῷ ὁμοίῳ· εὐχέσθω δὲ καθαρσίων μεταλαχὼν ἰαθῆναι τὰ ὦτα, δι’ ὧν αἱ μεγάλαι ψυχῇ νόσοι κατασκήπτουσι. μαθέτωσαν δὲ καὶ ὅσοι ἐπ’ εὐτονίᾳ πεφύσηνται μὴ ὑψαυχενεῖν, ἀπιδόντες εἰς τὰς τῶν ἡμέρων καὶ ἀτιθάσων ζῴων ἀμυθήτους ἀγέλας, αἷς ἰσχὺς καὶ ῥώμη συγγεγένηνται· τῶν γὰρ ἀτοπωτάτων ἐστὶν ἐπὶ θηρίων ἀρεταῖς, καὶ ταῦτα παρευημερούμενον ὑπ’ αὐτῶν, ἄνθρωπον ὄντα σεμνύνεσθαι. διὰ τί δ’ ἄν τις εὖ φρονῶν ἐπὶ σώ-ματος εὐμορφίᾳ ἀγάλλοιτο, ἣν βραχὺς καιρὸς ἔσβεσε, πρὶν ἐπὶ μήκιστον ἀν-θῆσαι, τὴν ἀπατηλὸν αὐτῆς ἀκμὴν ἀμαυρώσας, καὶ ταῦθ’ ὁρῶν ἐν ἀψύχοις περιμάχητα καλλιγράφων ἔργα καὶ πλαστῶν καὶ ἄλλων τεχνιτῶν ἔν τε ζωγρα-φήμασι καὶ ἀνδριᾶσι καὶ ὑφασμάτων ποικιλίαις ἐν Ἑλλάδι καὶ βαρβάρῳ κατὰ πόλιν ἑκάστην εὐδοκιμοῦντα; τούτων οὖν, ὅπερ ἔφην, οὐδὲν παρὰ θεῷ
γονται δέ τινες παρ' αὐτοῖς ὄνομα Ἐσσαῖοι, πλῆθος ὑπὲρ τετρακισχιλίους (κατ' ἐμὴν δόξαν, οὐκ ἀκριβεῖ τύπῳ διαλέκτου Ἑλληνικῆς), παρώνυμοι οσιότητος ἐπειδὴ κάν τοῖς μάλιστα θεραπευταὶ Θεοῦ γεγόνασιν, οὐ ζῶα καταθύοντες, ἀλλ᾽ ἱεροπρεπεῖς τὰς ἑαυτῶν διανοίας κατασκευάζειν ἀξιοῦντες. Οὗτοι τὸ μὲν πρώτ τον κωμηδὸν οἰκοῦσι, τὰς πόλεις εκτρεπόμενοι διὰ τὰς τῶν πολιτευομένων χειροήθεις ἀνομίας (94)· εἰδότες ἐκ τῶν συνόντων, ὡς ἀπὸ ἀέρος φθοροποιοῦ νόσον ἐγγινομένην προσβολήν ψυχαῖς ἀνίατον. Ων οἱ μὲν γεηπονοῦντες, οἱ δὲ τέχνας μετιόντες, ὅσαι συνεργάτιδες εἰρήνης, ἑαυτούς τε καὶ τοὺς πλησιά ζοντας ὠφελοῦσιν· οὐκ ἄργυρον καὶ χρυσὸν θησαυ- ροφυλακοῦντες, οὐδ᾽ ἀποτομές γῆς μεγάλας κτώμε- ναι, δι' ἐπιθυμίαν προσόδων, ἀλλ᾽ ὅσα πρὸς τὰς ἀναγ καίας τοῦ βίου χρείας ἐκπορίζονται (95). Μόνοι γάρ ἐξ ἁπάντων σχεδὸν ἀνθρώπων ἀχρήματοι καὶ ἀκτή- ματοι αὐτοὶ γεγονότες (ἐπιτηδεύσει (96) τὸ πλεῖον ἡ ἐνδείᾳ εὐτυχίας), πλουσιώτατοι νομίζονται, τὴν ὀλιγοδέειαν καὶ εὐκολίαν, ὅπερ ἐστὶν, κρίνοντες περ ριουσίαν. Βελῶν, ἢ ἀκόντων, ἢ ξιφιδίων, ἢ κράνους, ἢ θώρακος, ἢ ἀσπίδος, οὐδένα παρ' αὐτοῖς ἂν εὔροις δημιουργόν, οὐδὲ συνόλως ὁπλοποιὸν, ἢ μηχανοποιόν, ἤ τι τῶν κατὰ πόλεμον ἐπιτηδεύοντα (97). 'Αλλ' οὐδ᾽ ὅσα κατ᾽ εἰρήνὴν εὐόλισθα εἰς κακίαν· ἐμπορίας γὰρ, ἢ καπηλείας, ἢ ναυκληρίας, οὐδ᾽ ὄναρ ἴσασι, τὰς εἰς πλεονεξίας ἀφορμὰς ἀποδιοπεμπούμενοι. Δοῦλός τε παρ' αὐτοῖς οὐδὲ εἷς ἐστιν, ἀλλ᾽ ἐλεύθεροι πάντες, ἀνθυπουργοῦντες ἀλλήλοις, καταγινώσκουσί τε τῶν δεσποτῶν, οὐ μόνον ὡς ἀδίκων, ισότητα (98) λυμαι- νομένων, ἀλλὰ καὶ ὡς ἀσεβῶν, θεσμὸν φύσεως αναι φούντων, ἢ, πάντας ὁμοίως γεννήσασα καὶ θρέψασα μητρὸς τρόπον, ἀδελφοὺς γνησίους, οὐ λεγομένους, ἀλλ᾽ ὄντας ὄντως ἀπειργάσατο· ὧν τὴν συγγένειαν ἡ επίβουλος πλεονεξία παρευημερήσασα διέσεισεν (99), ἀντ᾽ οἰκειότητος ἀλλοτριότητα, καὶ ἀντὶ φιλίας ἔχθραν ἐργασαμένη. Φιλοσοφίας τε (1) τὸ μὲν λογικόν, ὡς οὐκ ἀναγκαῖον εἰς κτῆσιν ἀρετῆς (2)· τὸ δὲ φυσικὸν, ὡς μείζον ἢ κατὰ ἀνθρωπίνην φύσιν, μετεωρολέσχαις ἀπολιπόντες, πλὴν ὅσον αὐτοῦ περὶ ὑπάρξεως Θεοῦ, καὶ τῆς τοῦ παντός γενέσεως φιλοσοφεῖται· τὸ ἠθικὸν εὖ μάλα διαπονοῦσιν, ἀλείπταις χρώμενοι τοῖς πα τρῴοις νόμοις, οὓς ἀμήχανον ἀνθρωπίνην ἐπινοῆσαι ψυχὴν ἄνευ κατοχῆς ἐνθέου. Τούτους ἀναδιδάσκονται μὲν καὶ παρὰ τὸν ἄλλον χρόνον, ἐν δὲ ταῖς ἑβδόμαις διαφερόντως. Ἱερὰ γὰρ ἡ ἑβδόμη νενόμισται, καθ' ην σημαντικός χειροήθεις χειροήθης, Εκπορίζονται. ἐκπορίζοντες, εὐτυχίας ἔνδεια, το ἀπὸ τῆς ὁσιότητος. ἢ τῶν κατὰ πόλεμον ἐπιτηδεύματα, Ισιότητα. φιλοσοφία; δέ. λογοθήραις, PRÆPAR. EVANG. LIB. VIII. tum A Apud eos genus quoddam hominum est, plus quatuor D men elegans, planeque vocis usus. Est enim, ut videtur, improbitas quæ facile usu quodam mutuoque consortio, vitæ hominum ac moribus adhærescat. Ita quod animan- tis, aut personæ proprium est, id virtuti vitioque tribuitur. (9:) Excus., re- clius. pres inentem ejus assequatur, dum hæc ita red- dit, et propter vitæ institutum divites habentur ma- gis, quam ob rerum copiam. An rum abundantia est? millia, Essos vocant, hoc est a sanctitate (non satis tainen, ut mihi quidem vide- tur, ad Græci vocabuli rationem accurate), quod præcipua Deum inter omnes religione venerentur, non jai victimas immolando, sed mentes ipsi suas, uti bomines sanctimoniæ professores decet, quain studiosissime informando. Ac primum quidem illi vicatim habitantes, sese ab urbibus segregant, cb facilia nimium et quotidiana oppidanorum vitia, cum probe intelligant, ex eorum quibuscum ver- semur usu, veluti ex corrupto pestiferoque cœlo morbum, ita contagionem iusanabilem in animum redundare. Alii colendis agris, alii pacis et otii sociis artibus factitandis occupati, ita cum suæ, B eorum etiam, qui ad sese ventitant, utilitati serviunt, ut nec argenti aurique thesauros recon- dant, nec immensa prædia fructuum ampliorum cupiditate possideant, sed ea modo comparent, quæ tolerandæ vitæ necessitas postulat. Soli enim ex omnibus prope hominibus, sine pecunia, sine pos- sessionibus (quibus tamen cos voluntas sua potius ' et instituti ratio quam iniquior fortuna spoliavit ), habentur locupletissimi, dum in usu rerum modico atque parabili sitam esse, uti est, veræ abundantiæ rationem intelligunt. Non telorum apud eos, non ja- culorum, non pugionum aut galearum, non lori- carum aut scutorum, denique non armorum cujusvis generis,aut machinæ cujusquam bellica fa- brun ullum reperias. Iuno nec eorum quidquam moliuntur, quorum, ut pacis amica sint, facilis ta- men ad improbitatem lapsus esse queat. Itaque de mercatura, cauponaria, navicularia ne per somnium quidem cogitant, pabula cupiditatis omnia longe liberi longius amandantes. Servus apud eos nemo, omnes: mutuam sibi navant operam : dominatus genus omne damnant, non modo quod injustus, æqualitate tollenda, sed etiam quod impius convel- lenda naturæ lege videatur. Nos enim ab ea, tan- quam a communi parente, procreatos atque educatos omnes, germanos proinde fratres, non verbo te- mus, sed reipsa constitutos esse : quam tamen co- gnationem insidiatrix.illa cupiditas, læto rerum suc- cessu felicior, alienationem pro necessitudine, pro benevolentia odium invehendo, distraxit. Philoso- phiæ partem eam, quæ in disserendi ratione versa - C corrigendus videtur excus., apud quem minus recte legi existimo, quod tamen etiam ferri potest. tur, mutilam quam tametsi legisse interpres videtur, tamen edidit hiantemque senteutiam. ticulam, qua sæpissime in disjunctissimis etiam vel argumentis, vel partibus copulandis uti solet. Ex- cusus tamen leg. cus. et recte. (94) Χειροήθεις ανομίας. Novus, opinor, sed ta- (96) Επιτηδεύσει, etc. Vide num Philonis inter- (97) Εἴ τι τῶν κατὰ πόλεμεν ἐπιτηδεύοντα. Hinc (98) Ισότητα. Melius quam, ut in excuso legi- (99) Διέσεισεν. Vocem hanc in excuso repone; (1) Φιλοσοφίας τε. Amal Thucydidles hanc par- (2) Ὡς κτῆσιν ἀρετῆς. Post ἀρετῆς addit es-
Liber Quintus
τῆς ἀγαθοῦ μοίρας ἠξίωται. καὶ τί θαυμάζομεν εἰ μὴ παρὰ θεῷ; οὐδὲ γὰρ παρὰ ἀνθρώποις τοῖς θεοφιλέσι, παρ’ οἷς τὰ πρὸς ἀλήθειαν ἀγαθὰ καὶ καλὰ τετίμηται, φύσεως μὲν εὐμοίρου λαχοῦσι, μελέτῃ δὲ μετ’ ἀσκήσεως τὴν φύσιν ἐπικοσμήσασιν, ὧν ἡ ἄνοθος φιλοσοφία δημιουργός. ὅσοι δὲ νόθου παιδείας ἐπεμελήθησαν, οὐδὲ τοὺς ἰατροὺς ἐμιμήσαντο τὸ δοῦλον ψυχῆς σῶμα θερα-πεύοντας οἱ τὴν δέσποιναν ἐπιφάσκοντες ἰᾶσθαι. ἐκεῖνοι μὲν γάρ, ἐπειδάν τις τῶν ἐπ’ εὐτυχίᾳ νοσήσῃ, κἂν ὁ μέγα ᾖ βασιλεύς, πάνθ’ ὑπερβάντες τὰ περί-στωα, τοὺς ἀνδρῶνας, τὰς γυναικωνίτιδας, γραφάς, ἄργυρον, χρυσὸν ἄση-μον ἐπίσημον, ἐκπωμάτων, ὑφασμάτων πλῆθος, τὸν ἄλλον τῶν βασιλέων ἀοίδι-μον κόσμον, ἔτι δὲ τὸν οἰκετικὸν ὄχλον καὶ τὴν φίλων καὶ συγγενῶν [καὶ] ὑπηκόων τῶν ἐν τέλει θεραπείαν ἄξαντες, τῶν σωματοφυλάκων, ἄχρι τῆς εὐνῆς ἀφικόμενοι καὶ τῶν περὶ αὐτὸ τὸ σῶμα ἀλογήσαντες, οὔθ’ ὅτι κλῖναι λιθοκόλλητοι καὶ ὁλόχρυσοι θαυμάσαντες οὔθ’ ὅτι ἀραχνοϋφεῖς ἢ λιθογραφη-μέναι στρωμναὶ οὔθ’ ὅτι ἐσθημάτων ἰδέαι διάφοροι, προσέτι δὲ τὰς περὶ αὐτὸν χλαίνας ἀπαμφιάσαντες ἅπτονται χειρῶν καὶ τὰς φλέβας προσπιεζοῦντες ἀκρι-βοῦσι τοὺς παλμοὺς εἰ σωτήριοι· πολλάκις δὲ καὶ τοὺς χιτωνίσκους ἀναστείλαν-τες εἰ περιπληθής ἐσθ’ ἡ γαστὴρ ἐξετάζουσιν, εἰ πεπυρωμένος ὁ θώραξ, εἰ ἄτακτα ἡ καρδία πηδᾷ· κἄπειτα τὴν οἰκείαν προσφέρουσι θεραπείαν. ἔδει δὲ καὶ τοὺς φιλοσόφους, ἰατρικὴν ὁμολογοῦντας ἐπιτηδεύειν τῆς φύσει βασι-λίδος ψυχῆς, καταφρονεῖν μὲν ἁπάντων ὅσα αἱ κεναὶ δόξαι τυφοπλαστοῦσιν, εἴσω δὲ προσιόντας ἅπτεσθαι διανοίας αὐτῆς, εἰ ὑπ’ ὀργῆς ἀνισοταχεῖς καὶ παρὰ φύσιν κεκινημένοι παλμοί· ἅπτεσθαι καὶ γλώττης, εἰ τραχεῖα καὶ κακή-γορος, εἰ πεπορνευκυῖα καὶ ἀταμίευτος· ἅπτεσθαι καὶ γαστρός, εἰ ἀπλήστῳ σχήματι ἐπιθυμίας διῴδηκε· καὶ συνόλως παθῶν καὶ νοσημάτων καὶ ἀρρω-στημάτων, εἰ κεκρᾶσθαι δοκεῖ, διερευνᾶν ἕκαστον, ἵνα μὴ διαμαρτάνωσι τῶν προσφόρων εἰς τὸ σῴζειν. νυνὶ δὲ ὑπὸ τῆς τῶν ἔξω περιαυγασθέντες λαμ-πρότητος, ἅτε νοητὸν φῶς ἰδεῖν ἀδυνατοῦντες, πλαζόμενοι διετέλεσαν τὸν αἰῶνα, πρὸς μὲν τὸν βασιλέα λογισμὸν φθάσαι μὴ δυνηθέντες, ἄχρι δὲ τῶν προπυ-λαίων μόλις ἀφικνούμενοι, καὶ τοὺς ἐπὶ θύραις ἀρετῆς, πλοῦτον, ἔτι καὶ δόξαν καὶ ὑγείαν καὶ τὰ συγγενῆ, τεθαυμακότες προσεκύνουν. ἀλλὰ γὰρ ὡς ὑπερ-βολὴ μανίας χρωμάτων κριταῖς χρῆσθαι τυφλοῖς ἢ κωφοῖς τῶν κατὰ μουσικὴν φθόγγων, οὕτως καὶ φαύλοις ἀνδράσι τῶν πρὸς ἀλήθειαν ἀγαθῶν. καὶ γὰρ οὗτοι τὸ κυριώτατον τῶν ἐν αὐτοῖς διάνοιαν πεπήρωνται, ἧς βαθὺ σκότος ἀφροσύνη κατέχεεν. ἔτι νῦν θαυμάζομεν εἰ Σωκράτης καὶ ὁ δεῖνα ἢ ὁ δεῖνα τῶν σπουδαίων ἐν πενίᾳ διετέλεσαν, ἄνθρωποι μηδὲν πώποτε τῶν εἰς πορισμὸν ἐπιτηδεύσαντες, ἀλλὰ μηδ’ ὅσα ἦ[ν] παρὰ φίλων πολυχρημάτων ἢ παρὰ βασιλέων δωρεὰς μεγάλας προτεινόντων λαβεῖν ἀξιώσαντες, ἕνεκα τοῦ μόνον ἀγαθὸν καὶ καλὸν τὴν τῆς ἀρετῆς κτῆσιν ἡγεῖσθαι, περὶ ἣν πονούμενοι τῶν ἄλλων ἀγαθῶν πάντων ἠλόγουν; τίς δ’ οὐκ ἂν ἀλογήσαι νόθων ἕνεκα προνοίας τῶν γνησίων; εἰ δὲ σώματος θνητοῦ μεταλαχόντες καὶ κηρῶν γέ-μοντες ἀνθρωπίνων καὶ μετὰ τοσούτου πλήθους ἀδίκων ζῶντες, ὧν οὐδ’ ἀριθ-μὸν εὑρεῖν εὔπορον, ἐπεβουλεύθησαν, τί τὴν φύσιν αἰτιώμεθα, δέον τὴν τῶν ἐπιθεμένων κακίζειν ὠμότητα; καὶ γὰρ εἰ ἐν ἀέρι γεγένηντο λοιμικῷ, πάντως ὤφειλον νοσῆσαι· καταστάσεως δὲ λοιμικῆς μᾶλλον ἢ οὐχ ἧττον φθοροποιός ἐστι κακία. ὡς δ’ [ὁπόταν] ὑετοῦ μὲν ὄντος ἀνάγκη τὸν σοφόν, εἰ ἐν ὑπαίθρῳ διάγοι, καταβρέχεσθαι, βορέου δὲ ψυχροῦ καταπνέοντος ῥίγει πιε-σθῆναι καὶ ψύχει, θέρους δ’ ἀκμάζοντος ἀλεαίνεσθαι (ταῖς γὰρ ἐτησίοις τρο-παῖς τὰ σώματα συμπάσχειν νόμος φύσεως), τὸν αὐτὸν τρόπον τὸν ἐν τοῖς τοιούτοις χωρίοις ἐνοικοῦντα, ἔνθα φόνοι τελοῦνται καὶ ἄλλων ἔθνεα κηρῶν,3 ἐναλλάττεσθαι τὰς ἀπὸ τῶν τοιούτων τιμὰς ἀναγκαῖον. ἐπεὶ Πολυκράτει γε ἐφ’ οἷς δεινοῖς ἠδίκησε καὶ ἠσέβησε, χορηγὸς ἀπήντησε χείρων μὲν ἡ τοῦ βίου βαρυδαιμονία, πρόσθες δ’ ὡς ὑπὸ μεγάλου βασιλέως ἐκολάζετο καὶ προς-ηλοῦτο, χρησμὸν ἐκπιπλάς (οἶδ’, ἔφη, κἀμαυτὸν οὐ πρὸ πολλοῦ θεωρῆσαι δόξαντα ὑπὸ μὲν ἡλίου ἀλείφεσθαι, λούεσθαι δ’ ὑπὸ Διός). αἱ γὰρ διὰ συμβόλων αἰνιγματώδεις αὗται φάσεις, ἀδηλούμεναι τὸ πάλαι, τὴν διὰ τῶν ἔργων ἀριδηλοτάτην ἐλάμβανον πίστιν. οὐκ ἐπὶ τελευτῇ δὲ μόνον, ἀλλὰ παρὰ πάντα τὸν ἐξ ἀρχῆς βίον λελήθει πρὸ τοῦ σώματος τὴν ψυχὴν κρεμάμενος. αἰεὶ γὰρ φοβούμενος καὶ τρέμων τὸ πλῆθος τῶν ἐπιτιθεμένων ἐπτόητο, σαφῶς ἐξ-επιστάμενος ὅτι εὔνους μὲν ἦν οὐδείς, ἐχθροὶ δὲ πάντες δυσπραξίᾳ ἀμείλικτοι. τῆς δὲ [Διονυσίου] ἀνηνύτου καὶ συνεχοῦς εὐλαβείας μάρτυρες οἱ τὰ Σικε-λικὰ συγγράψαντες, οἵ φασιν ὅτι καὶ τὴν θυμηρεστάτην ὕποπτον εἶχε γυναῖκα· σημεῖον δέ· τὴν εἰς τὸ δωμάτιον εἴσοδον, δι’ ἧς φοιτήσειν ἔμελλεν ὡς αὐτόν, ἐκέλευσε στορεσθῆναι σανίσιν, ἵνα μὴ λάθῃ ποτὲ παρεισερπύσασα, ψόφῳ δὲ καὶ κτύπῳ τῆς ἐπιβάσεως προμηνύῃ τὴν ἄφιξιν· εἶτ’ οὐκ ἀνείμονα μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς μέρεσι γυμνήν, ἃ μὴ θέμις ὑπ’ ἀνδρῶν ὁρᾶσθαι, παρέρ-χεσθαι· πρὸς δὲ τούτοις τὸ συνεχὲς τοῦ κατὰ τὴν ὁδὸν ἐδάφους εἰς τάφρου γεωργικῆς εὖρος καὶ βάθος διακοπῆναι, κατὰ δέος μή τι πρὸς ἐπιβουλὴν ἀφα-νῶς ἐπικρύπτηται, ὅπερ ἢ ἅλμασιν ἢ μακραῖς διαβάσεσιν ἔμελλε διελέγχε-σθαι. πόσων ἄρα κακῶν ὁ ταῦτα παρατηρῶν καὶ τεχνάζων ἐπὶ γυναικός, ᾗ πρὸ τῶν ἄλλων ὤφειλε πιστεύειν, μεστὸς ἦν; ἀλλὰ γὰρ ἐῴκει τοῖς δι’ ἀπορ-ρῶγος ὄρους ἐπὶ τῷ τὰς ἐν οὐρανῷ φύσεις ἀριδηλοτέρας κατανοῆσαι κρημνο-βατοῦσιν, οἳ μόλις φθάνοντες ἄχρι προνενευκότος αὐχένος οὔτ’ ἀναχωρεῖν ἔτι δύνανται, πρὸς τὸ λειπόμενον ὕψος ἀπειρηκότες, οὔτε καταβαίνειν θαρ-ροῦσι, πρὸς τὴν ὄψιν τῶν χασμάτων ἰλιγγιῶντες. ἐρασθεὶς γὰρ ὡς θείου πράγματος καὶ περιμαχήτου τυραννίδος οὔτε μένειν οὔτε ἀποδιδράσκειν ἀσφαλὲς εἶναι ὑπελάμβανε. μένοντι μὲν γὰρ ἀλλεπάλληλα ἐπέρρει κακὰ ἀμύθητα, βουλο-μένῳ δὲ ἀποδιδράσκειν ὁ περὶ τοῦ ζῆν ἐπεκρέματο κίνδυνος ὡπλισμένων, εἰ καὶ μὴ τοῖς σώμασιν, ἀλλά τοι ταῖς διανοίαις κατ’ αὐτοῦ. δηλοῖ δὲ καὶ τὸ ἔργον, ᾧ πρὸς τὸν μακαρίζοντα τὸν τῶν τυράννων βίον φασὶ χρήσασθαι Διονύσιον. καλέσας γὰρ αὐτὸν ἐπὶ λαμπροτάτου καὶ πολυτελεστάτου δείπνου παρασκευήν, ἐκ μηρίνθου πάνυ λεπτῆς προσέταξεν ἠκονημένον ὑπεραιωρη-θῆναι πέλεκυν. ἐπεὶ δὲ κατακλιθεὶς εἶδεν αἰφνίδιον, οὔτ’ ἐξαναστῆναι θαρρῶν διὰ τὸν τύραννον οὔτ’ ἀπολαῦσαί τινος τῶν παρεσκευασμένων διὰ δέος οἷός τε ὤν, ἀφθόνων καὶ πλουσίων ἀλογήσας ἡδονῶν ἀνατείνας τὸν αὐχένα καὶ τὰς ὄψεις ἐκαραδόκει τὸν οἰκεῖον ὄλεθρον. συνεὶς δ’ ὁ Διονύσιος· Ἆρ’ ἤδη κατα-νοεῖς,3 ἔφη, τὸν ἀοίδιμον καὶ περιμάχητον ἡμῶν βίον; ἔστι γὰρ τοιοῦτος, εἰ μὴ βούλοιτό τις ἑαυτὸν φενακίζειν, ἐπειδὴ περιέχει παμπληθεῖς μὲν χορηγίας, ἀπόλαυσιν δ’ οὐδενὸς χρηστοῦ, φόβους δ’ ἐπαλλήλους καὶ κινδύνους ἀνηκέστους καὶ νόσον ἑρπηνώδους καὶ φθινάδος χαλεπωτέραν, ἀθεράπευτον ἀεὶ φέρουσαν ὄλεθρον. οἱ δὲ πολλοὶ τῶν ἀνεξετάστων ὑπὸ τῆς λαμπρᾶς φανερότητος ἀπατώμενοι ταὐτὸν πεπόνθασι τοῖς ἀγκιστρευομένοις ὑπὸ τῶν εἰδεχθῶν ἑταιρι-δίων, ἃ τὴν δυσμορφίαν ἐσθῆτι καὶ χρυσῷ καὶ ταῖς τῆς ὄψεως ὑπογραφαῖς ἐπισκιάζοντα, γνησίου κάλλους ἀπορίᾳ νόθον ἐπ’ ἐνέδρᾳ τῶν θεωμένων δη-
γονται δέ τινες παρ' αὐτοῖς ὄνομα Ἐσσαῖοι, πλῆθος ὑπὲρ τετρακισχιλίους (κατ' ἐμὴν δόξαν, οὐκ ἀκριβεῖ τύπῳ διαλέκτου Ἑλληνικῆς), παρώνυμοι οσιότητος ἐπειδὴ κάν τοῖς μάλιστα θεραπευταὶ Θεοῦ γεγόνασιν, οὐ ζῶα καταθύοντες, ἀλλ᾽ ἱεροπρεπεῖς τὰς ἑαυτῶν διανοίας κατασκευάζειν ἀξιοῦντες. Οὗτοι τὸ μὲν πρώτ τον κωμηδὸν οἰκοῦσι, τὰς πόλεις εκτρεπόμενοι διὰ τὰς τῶν πολιτευομένων χειροήθεις ἀνομίας (94)· εἰδότες ἐκ τῶν συνόντων, ὡς ἀπὸ ἀέρος φθοροποιοῦ νόσον ἐγγινομένην προσβολήν ψυχαῖς ἀνίατον. Ων οἱ μὲν γεηπονοῦντες, οἱ δὲ τέχνας μετιόντες, ὅσαι συνεργάτιδες εἰρήνης, ἑαυτούς τε καὶ τοὺς πλησιά ζοντας ὠφελοῦσιν· οὐκ ἄργυρον καὶ χρυσὸν θησαυ- ροφυλακοῦντες, οὐδ᾽ ἀποτομές γῆς μεγάλας κτώμε- ναι, δι' ἐπιθυμίαν προσόδων, ἀλλ᾽ ὅσα πρὸς τὰς ἀναγ καίας τοῦ βίου χρείας ἐκπορίζονται (95). Μόνοι γάρ ἐξ ἁπάντων σχεδὸν ἀνθρώπων ἀχρήματοι καὶ ἀκτή- ματοι αὐτοὶ γεγονότες (ἐπιτηδεύσει (96) τὸ πλεῖον ἡ ἐνδείᾳ εὐτυχίας), πλουσιώτατοι νομίζονται, τὴν ὀλιγοδέειαν καὶ εὐκολίαν, ὅπερ ἐστὶν, κρίνοντες περ ριουσίαν. Βελῶν, ἢ ἀκόντων, ἢ ξιφιδίων, ἢ κράνους, ἢ θώρακος, ἢ ἀσπίδος, οὐδένα παρ' αὐτοῖς ἂν εὔροις δημιουργόν, οὐδὲ συνόλως ὁπλοποιὸν, ἢ μηχανοποιόν, ἤ τι τῶν κατὰ πόλεμον ἐπιτηδεύοντα (97). 'Αλλ' οὐδ᾽ ὅσα κατ᾽ εἰρήνὴν εὐόλισθα εἰς κακίαν· ἐμπορίας γὰρ, ἢ καπηλείας, ἢ ναυκληρίας, οὐδ᾽ ὄναρ ἴσασι, τὰς εἰς πλεονεξίας ἀφορμὰς ἀποδιοπεμπούμενοι. Δοῦλός τε παρ' αὐτοῖς οὐδὲ εἷς ἐστιν, ἀλλ᾽ ἐλεύθεροι πάντες, ἀνθυπουργοῦντες ἀλλήλοις, καταγινώσκουσί τε τῶν δεσποτῶν, οὐ μόνον ὡς ἀδίκων, ισότητα (98) λυμαι- νομένων, ἀλλὰ καὶ ὡς ἀσεβῶν, θεσμὸν φύσεως αναι φούντων, ἢ, πάντας ὁμοίως γεννήσασα καὶ θρέψασα μητρὸς τρόπον, ἀδελφοὺς γνησίους, οὐ λεγομένους, ἀλλ᾽ ὄντας ὄντως ἀπειργάσατο· ὧν τὴν συγγένειαν ἡ επίβουλος πλεονεξία παρευημερήσασα διέσεισεν (99), ἀντ᾽ οἰκειότητος ἀλλοτριότητα, καὶ ἀντὶ φιλίας ἔχθραν ἐργασαμένη. Φιλοσοφίας τε (1) τὸ μὲν λογικόν, ὡς οὐκ ἀναγκαῖον εἰς κτῆσιν ἀρετῆς (2)· τὸ δὲ φυσικὸν, ὡς μείζον ἢ κατὰ ἀνθρωπίνην φύσιν, μετεωρολέσχαις ἀπολιπόντες, πλὴν ὅσον αὐτοῦ περὶ ὑπάρξεως Θεοῦ, καὶ τῆς τοῦ παντός γενέσεως φιλοσοφεῖται· τὸ ἠθικὸν εὖ μάλα διαπονοῦσιν, ἀλείπταις χρώμενοι τοῖς πα τρῴοις νόμοις, οὓς ἀμήχανον ἀνθρωπίνην ἐπινοῆσαι ψυχὴν ἄνευ κατοχῆς ἐνθέου. Τούτους ἀναδιδάσκονται μὲν καὶ παρὰ τὸν ἄλλον χρόνον, ἐν δὲ ταῖς ἑβδόμαις διαφερόντως. Ἱερὰ γὰρ ἡ ἑβδόμη νενόμισται, καθ' ην σημαντικός χειροήθεις χειροήθης, Εκπορίζονται. ἐκπορίζοντες, εὐτυχίας ἔνδεια, το ἀπὸ τῆς ὁσιότητος. ἢ τῶν κατὰ πόλεμον ἐπιτηδεύματα, Ισιότητα. φιλοσοφία; δέ. λογοθήραις, PRÆPAR. EVANG. LIB. VIII. tum A Apud eos genus quoddam hominum est, plus quatuor D men elegans, planeque vocis usus. Est enim, ut videtur, improbitas quæ facile usu quodam mutuoque consortio, vitæ hominum ac moribus adhærescat. Ita quod animan- tis, aut personæ proprium est, id virtuti vitioque tribuitur. (9:) Excus., re- clius. pres inentem ejus assequatur, dum hæc ita red- dit, et propter vitæ institutum divites habentur ma- gis, quam ob rerum copiam. An rum abundantia est? millia, Essos vocant, hoc est a sanctitate (non satis tainen, ut mihi quidem vide- tur, ad Græci vocabuli rationem accurate), quod præcipua Deum inter omnes religione venerentur, non jai victimas immolando, sed mentes ipsi suas, uti bomines sanctimoniæ professores decet, quain studiosissime informando. Ac primum quidem illi vicatim habitantes, sese ab urbibus segregant, cb facilia nimium et quotidiana oppidanorum vitia, cum probe intelligant, ex eorum quibuscum ver- semur usu, veluti ex corrupto pestiferoque cœlo morbum, ita contagionem iusanabilem in animum redundare. Alii colendis agris, alii pacis et otii sociis artibus factitandis occupati, ita cum suæ, B eorum etiam, qui ad sese ventitant, utilitati serviunt, ut nec argenti aurique thesauros recon- dant, nec immensa prædia fructuum ampliorum cupiditate possideant, sed ea modo comparent, quæ tolerandæ vitæ necessitas postulat. Soli enim ex omnibus prope hominibus, sine pecunia, sine pos- sessionibus (quibus tamen cos voluntas sua potius ' et instituti ratio quam iniquior fortuna spoliavit ), habentur locupletissimi, dum in usu rerum modico atque parabili sitam esse, uti est, veræ abundantiæ rationem intelligunt. Non telorum apud eos, non ja- culorum, non pugionum aut galearum, non lori- carum aut scutorum, denique non armorum cujusvis generis,aut machinæ cujusquam bellica fa- brun ullum reperias. Iuno nec eorum quidquam moliuntur, quorum, ut pacis amica sint, facilis ta- men ad improbitatem lapsus esse queat. Itaque de mercatura, cauponaria, navicularia ne per somnium quidem cogitant, pabula cupiditatis omnia longe liberi longius amandantes. Servus apud eos nemo, omnes: mutuam sibi navant operam : dominatus genus omne damnant, non modo quod injustus, æqualitate tollenda, sed etiam quod impius convel- lenda naturæ lege videatur. Nos enim ab ea, tan- quam a communi parente, procreatos atque educatos omnes, germanos proinde fratres, non verbo te- mus, sed reipsa constitutos esse : quam tamen co- gnationem insidiatrix.illa cupiditas, læto rerum suc- cessu felicior, alienationem pro necessitudine, pro benevolentia odium invehendo, distraxit. Philoso- phiæ partem eam, quæ in disserendi ratione versa - C corrigendus videtur excus., apud quem minus recte legi existimo, quod tamen etiam ferri potest. tur, mutilam quam tametsi legisse interpres videtur, tamen edidit hiantemque senteutiam. ticulam, qua sæpissime in disjunctissimis etiam vel argumentis, vel partibus copulandis uti solet. Ex- cusus tamen leg. cus. et recte. (94) Χειροήθεις ανομίας. Novus, opinor, sed ta- (96) Επιτηδεύσει, etc. Vide num Philonis inter- (97) Εἴ τι τῶν κατὰ πόλεμεν ἐπιτηδεύοντα. Hinc (98) Ισότητα. Melius quam, ut in excuso legi- (99) Διέσεισεν. Vocem hanc in excuso repone; (1) Φιλοσοφίας τε. Amal Thucydidles hanc par- (2) Ὡς κτῆσιν ἀρετῆς. Post ἀρετῆς addit es-
PG 21:655μιουργεῖ.3 τοιαύτης γέμουσι βαρυδαιμονίας οἱ λίαν εὐτυχεῖς, ἧς τὰς ὑπερ-βολὰς αὐτοὶ δικάσαντες παρ’ ἑαυτοῖς οὐ στέγουσιν, ἀλλ’ ὥσπερ οἱ τὰ ἄρρητα ὑπ’ ἀνάγκης ἐκλαλοῦντες ἀφιᾶσι τὰς ἐκ πάθους ἀψευδεστάτας φωνάς, ἐπὶ συν-ουσίᾳ τιμωριῶν καὶ παρουσῶν καὶ προσδοκωμένων ζῶντες καθάπερ τῶν θρεμ-μάτων τὰ πρὸς ἱερουργίαν πιαινόμενα· καὶ γὰρ ταῦτα τῆς πλείστης ἐπιμελείας ἐπὶ τῷ σφαγῆναι τυγχάνει διὰ πολύκρεων εὐωχίαν. εἰσὶ δ’ οἳ καὶ περὶ χρημάτων ἀσεβῶν οὐκ ἀδήλους, ἀλλὰ φανερὰς ἔδοσαν δίκας, ὧν τὰ πλήθη καταλέγεσθαι περιττὸς πόνος, ἀπόχρη δ’ ἓν ἔργον παράδειγμα πάντων ἑστάναι. λέγεται τοίνυν ὑπὸ τῶν ἀναγεγραφότων τὸν ἱερὸν πόλεμον [τὸν] ἐν Φωκίδι, νόμου κειμένου τὸν ἱερόσυλον κατακρημνίζεσθαι ἢ καταποντοῦσθαι ἢ κατα-πίμπρασθαι, τρεῖς συλήσαντας τὸ ἐν Δελφοῖς ἱερόν, Φιλόμηλον καὶ Ὀνόμαρ-χον καὶ Φάϋλλον, διανείμασθαι τὰς τιμωρίας. τὸν μὲν γὰρ διὰ λόφου τραχέος καὶ λιθώδους ῥαγείσης πέτρας κατακρημνισθῆναί τε καὶ καταλευσθῆναι· τὸν δὲ ἀφηνιάσαντος τοῦ κομίζοντος ἵππου καὶ μέχρι θαλάττης καταβάντος, ἐπιδρα-μόντος τοῦ πελάγους εἰς ἀχανῆ βυθὸν αὐτῷ ζῴῳ καταδῦναι· Φάϋλλον δ’ [ἢ] φθινάδι νόσῳ (διττὸς γὰρ ὁ περὶ αὐτοῦ λόγος) συντακῆναι ἢ ἐν τῷ ἐν Ἄβαις ἱερῷ συνεμπρησθέντα ἀπολέσθαι. ταῦτα γὰρ φιλονεικότατον λέγειν ἀποβῆναι κατὰ τύχην. εἰ μὲν γάρ τινες ἢ ἐν διαφέρουσι καιροῖς ἢ ἑτέραις ἐκο-λάσθησαν τιμωρίαις, εἰκὸς ἦν τὸ ἄστατον τῆς τύχης προφασίζεσθαι· πάντων δὲ ἀθρόως καὶ ὑφ’ ἕνα καιρὸν καὶ μὴ ἑτέραις τιμωρίαις, ἀλλὰ ταῖς περιεχομέναις ἐν τοῖς νόμοις κολασθέντων εὔλογον φάσκειν ὅτι θεοῦ δικάσαντος ἑάλωσαν. εἰ δέ τινες τῶν ὑπολειφθέντων βιαίων καὶ τοῖς πλήθεσιν ἐπαναστάντων καὶ δουλωσαμένων οὐ μόνον δήμους ἑτέρους, ἀλλὰ καὶ πατρίδας τὰς ἑαυτῶν ἀτιμώ-ρητοι διετέλεσαν, θαυμαστὸν οὐδέν. πρῶτον μὲν γὰρ οὐχ ὁμοίως ἄνθρωπος δικάζει καὶ θεός, διότι τὰ μὲν φανερὰ ἡμεῖς ἐρευνῶμεν, ὁ δὲ ἄχρι μυχῶν ψυχῆς εἰσδυόμενος ἀψοφητὶ καθάπερ ἐν ἡλίῳ λαμπρὰν διάνοιαν αὐγάζει, ἀπαμπί-σχων μὲν τὰ περίαπτα, οἷς ἐγκατείληπται, γυμνὰ δὲ περιαθρῶν τὰ βουλήματα καὶ διαγινώσκων εὐθὺς τά τε παράσημα καὶ δόκιμα. μηδέποτ’ οὖν τὸ οἰκεῖον δικαστήριον τοῦ θείου προκρίναντες ἀψευδέστερον αὐτὸ καὶ εὐβουλότερον εἶναι φῶμεν· οὐ γὰρ ὅσιον. ἐν ᾧ μὲν γὰρ πολλὰ τὰ σφάλλοντα, ἀπατηλοὶ αἰσθή-σεις, πάθη ἐπίβουλα, κακιῶν ὁ βαρύτατος ἐπιτειχισμός, ἐν ᾧ δὲ οὐδὲν μὲν τῶν ἐπ’ ἐξαπάτῃ, δικαιότης δὲ καὶ ἀλήθεια, αἷς ἕκαστον βραβευόμενον ἐπαινετῶς ἐξορθοῦσθαι πέφυκεν. ἔπειτ’, ὦ γενναῖε, μὴ νομίσῃς ἀλυσιτελὲς ἐπὶ και-ρῶν εἶναι τυραννίδα. οὐδὲ γὰρ ἡ κόλασις ἀλυσιτελές, ἀλλὰ τιμωρίας διδόναι τοῖς ἀγαθοῖς ἢ ὠφελιμώτερον ἢ οὐκ ἀποδέον· οὗ χάριν ἐν ἅπασι μὲν τοῖς ὀρ-θῶς γραφεῖσι παρείληπται νόμοις, οἱ δὲ γράψαντες ὑπὸ πάντων ἐπαινοῦνται· ὅπερ γὰρ ἐν δήμῳ τύραννος, τοῦτ’ ἐν νόμῳ κόλασις. ἐπειδὰν οὖν ἔνδεια μὲν καὶ σπάνις δεινὴ καταλάβῃ τὰς πόλεις ἀρετῆς, ἀφθονία δ’ ἀφροσύνης ἐπι-πολάσῃ, τηνικαῦτα ὁ θεός, ὥσπερ ῥεῦμα χειμάρρου τὴν φορὰν τῆς κακίας ἀποχετεῦσαι γλιχόμενος, ἵνα καθάρῃ τὸ γένος ἡμῶν, ἰσχὺν καὶ κράτος δίδωσι τοῖς ἀρχικοῖς τὰς φύσεις. ὠμῆς γὰρ δίχα ψυχῆς οὐ καθαίρεται κακία. καὶ ὅνπερ τρόπον αἱ πόλεις ἐπ’ ἀνδροφόνοις καὶ προδόταις καὶ θεοσύλαις δη-μίους ἀνατρέφουσιν, οὐ τὴν γνώμην ἀποδεχόμεναι τῶν ἀνδρῶν, ἀλλὰ τὸ τῆς ὑπη-ρεσίας χρήσιμον ἐξετάζουσαι, τὸν αὐτὸν τρόπον καὶ ὁ τῆς μεγαλοπόλεως τοῦδε τοῦ κόσμου κηδεμὼν οἷα δημίους κοινοὺς ἐφίστησι τοὺς τυράννους ταῖς πόλεσιν, ἐν αἷς ἂν αἴσθηται βίαν, ἀδικίαν, ἀσέβειαν, τὰ ἄλλα κακὰ πλημμύροντα, ὅπως ἤδη ποτὲ στάντα λωφήσῃ. τηνικαῦτα μὲν καὶ τοὺς αἰτίους, ἅτ’ οὐκ ἀπὸ γνώμης ὑγιοῦς, ἀλλ’ ἐκ δυσκαθάρτου καὶ ἀνηλεοῦς ψυχῆς ὑπηρετήσαντας, ἐφ’ ἅπασιν ὥσπερ τινὰς κορυφαίους ἀξιοῖ μετέρχεσθαι. καθάπερ [γὰρ] ἡ τοῦ πυρὸς δύναμις, ὅταν παραβληθεῖσαν ὕλην ἀναλώσῃ, τελευταῖον αὑτὴν ἐπινέ-μεται, τοῦτον τὸν τρόπον καὶ οἱ ἐπὶ τοῖς πλήθεσι δυναστείας εἰληφότες, ὅταν δα-πανήσαντες τὰς πόλεις κενὰς ἀνδρῶν ἐργάσωνται, τὰς ὑπὲρ ἁπάντων τίνοντες δίκας ἐπιδιαφθείρονται. καὶ τί θαυμάζομεν εἰ διὰ τυράννων ὁ θεὸς κακίαν ἀναχυθεῖσαν ἐν πόλεσι καὶ χώραις καὶ ἔθνεσιν ἀποδιοπομπεῖται; πολλάκις γὰρ μὴ χρώμενος ὑπηρέταις ἄλλοις αὐτὸς δι’ ἑαυτοῦ τοῦτ’ ἐργάζεται, λιμὸν ἐπάγων ἢ λοιμὸν ἢ σεισμὸν καὶ ὅσα ἄλλα θεήλατα, οἷς ὅμιλοι μεγάλοι καὶ πολυ-άνθρωποι καθ’ ἑκάστην ἡμέραν ἀπόλλυνται, καὶ πολλὴ μοῖρα τῆς οἰκουμένης ἐρημοῦται διὰ προμήθειαν ἀρετῆς. Ἱκανῶς μὲν οὖν εἴς γε τὰ παρόντα περὶ τοῦ μή τινα τῶν φαύλων εὐδαιμονεῖν, ὡς οἶμαι, λέλεκται· δι’ οὗ μάλιστα παρίσταται τὸ εἶναι πρόνοιαν. εἰ δὲ μηδέπω πέπεισαι, τὸν ἔθ’ ὑποικουροῦντα ἐνδοιασμὸν εἰπὲ θαρρῶν· ἀμφότεροι γὰρ ᾗ τἀληθὲς ἔχει συνδιαπονήσαντες εἰσόμεθα. Καὶ μεθ’ ἕτερα πάλιν φησίν· Ἀνέμων καὶ ὑετῶν φορὰς οὐκ ἐπὶ λύμῃ τῶν πλεόντων, ὡς ἐνόμιζες, ἢ γεωργούντων, ἀλλ’ ἐπ’ ὠφελείᾳ τοῦ παντὸς ἡμῶν γένους ὁ θεὸς εἰργάζετο. ὕδασι μὲν γὰρ τὴν γῆν καθαίρει, τὸν δ’ ὑπὸ σελήνην ἅπαντα χῶρον πνεύμασιν· ἀμφοτέροις δὲ ζῷα καὶ φυτὰ τρέφει καὶ αὔξει καὶ τελειοῖ. εἰ δὲ τοὺς μὴ ἐν καιρῷ πλωτῆρας ἢ γεηπόνους ἔστιν ὅτε βλάπτει, θαυμαστὸν οὐδέν· βραχὺ γὰρ οὗτοι μέρος, ἡ δ’ ἐπιμέλεια τοῦ παντὸς ἀνθρώπων γένους. ὥσπερ οὖν τὸ ἐν τῷ γυμνασίῳ ἄλειμμα τίθεται μὲν ἐπ’ ὠφελείᾳ, πολλάκις δ’ ὁ γυμνασίαρχος ἕνεκα πολιτικῶν χρειῶν ὥρας τῆς ἐν ἔθει μετέθηκε τὴν τάξιν, δι’ ἧς ὑστέρη-σαν ἔνιοι τῶν ἀλειφομένων, οὕτω καὶ ὁ θεός, οἷα πόλεως τοῦ παντὸς ἐπιμελού-μενος κόσμου, θέρη χειμαίνοντα καὶ χειμῶνας ἐαρίζοντας εἴωθε ποιεῖν ἐπὶ τῇ τοῦ παντὸς ὠφελείᾳ, κἂν εἰ ναύκληροί τινες ἢ γῆς ἐργάται μέλλοιεν ταῖς τού-των ἀνωμαλίαις ζημιοῦσθαι. τὰς οὖν τῶν στοιχείων εἰς ἄλληλα μεταβολάς, ἐξ ὧν ὁ κόσμος ἐπάγη καὶ συνέστηκεν, εἰδὼς ἀναγκαιότατον ἔργον ἀκωλύτους παρέχεται· πάχναι δὲ καὶ χιόνες καὶ ὅσα ὁμοιότροπα, ἀέρος ἐπακολουθεῖ κατα-ψύξει, καὶ πάλιν προσαράξει καὶ παρατρίψει νεφῶν ἀστραπαί τε καὶ βρονταί· ὧν οὐδὲν ἴσως κατὰ πρόνοιαν, ἀλλ’ ὑετοὶ καὶ πνεύματα ζωῆς καὶ τροφῆς καὶ αὐξήσεως τοῖς περὶ γῆν αἴτια, ὧν ταῦτα ἐπακολουθήματα· οἷα γυμνασιάρ-χου φιλοτιμίαις πολλάκις ἀνειμένας ποιουμένου δαπάνας ἀνθ’ ὕδατος ἐλαίῳ καταιονούμενοί τινες τῶν ἀπειροκάλων εἰς τοὔδαφος ῥανίδας ἀποστάζουσιν, ὃ δ[ὴ] ὀλισθηρότατος αὐτίκα γίνεται πηλός, ἀλλ’ οὐκ ἄν τις εὖ φρονῶν εἴποι τὸν πηλὸν καὶ τὸν ὄλισθον προμηθείᾳ τοῦ γυμνασιάρχου γεγονέναι, παρηκολου-θηκέναι δὲ ἄλλως τῇ ἀφθονίᾳ τῶν χορηγιῶν ταῦτα. ἶρις δὲ καὶ ἅλως καὶ ὅσα ὁμοιότροπα, πάλιν ἐστὶν αὐγῶν ἐγκιρναμένων τοῖς νέφεσιν ἐπακολουθή-ματα, οὐκ ἔργα φύσεως προηγούμενα, φυσικοῖς δ’ ἐπισυμβαίνοντα ἔργοις· οὐ μὴν ἀλλὰ παρέχει τινὰ καὶ ταῦτα χρείαν ἀναγκαίαν τοῖς φρονιμωτέροις· νηνε-μίας γὰρ καὶ πνεύματα, εὐδίας τε καὶ χειμῶνας ἀπὸ τούτων τεκμαιρόμενοι προλέγουσι. τὰς κατὰ πόλιν στοὰς οὐχ ὁρᾷς; τούτων αἱ πλείους πρὸς μεσημ-βρίαν νενεύκασιν, ὑπὲρ τοῦ τοὺς ἐμπεριπατοῦντας χειμῶνι μὲν ἀλεαίνεσθαι, θέρους δὲ καταπνεῖσθαι. παρακολουθεῖ δέ τι καὶ ἕτερον, ὃ μὴ τῇ γνώμῃ τοῦ κατεσκευακότος ἐπιγίνεται. τί δὲ τοῦτ’ ἔστιν; αἱ ἀπὸ τῶν ποδῶν ἐκπίπτουσαι
PG 21:659σκιαί, τὰ ἡμέτερα μέτρα, διασημαίνουσι τὰς ὥρας. καὶ μὲν δὴ τὸ πῦρ φύ-σεως ἀναγκαιότατον ἔργον, ἐπακολούθημα δὲ τούτου καπνός· ἀλλ’ ὅμως παρέ-χεταί τινα ὠφέλειαν ἔστιν ὅτε καὶ αὐτός· ἐν γοῦν ταῖς μεθημεριναῖς πυρσείαις, ἡνίκα τὸ πῦρ ὑπὸ τῶν ἡλιακῶν καταλαμπόμενον αὐγῶν ἐξαμαυροῦται, καπνῷ μηνύεται πολεμίων ἔφοδος. οἷος οὖν ἐπὶ τῆς ἴριδος, τοιοῦτος καὶ ἐπὶ τῶν ἐκλείψεων ὁ λόγος· θείαις γὰρ φύσεσιν ἡλίου καὶ σελήνης ἐπακολουθοῦσιν ἐκλείψεις, αἱ δὲ μηνύματά εἰσιν ἢ βασιλέων τελευτῆς ἢ πόλεων φθορᾶς· ὃ καὶ Πίνδαρος ᾐνίξατο γενομένης ἐκλείψεως διὰ τῶν πρόσθεν εἰρημένων. ὁ δὲ δὴ τοῦ γάλακτος κύκλος τῆς μὲν αὐτῆς οὐσίας τοῖς ἄλλοις ἄστροις μετέσχηκε, δυσαιτιολόγητος δ’ εἴπερ ἐστί, μὴ ἀποκνείτωσαν οἱ τὰ φύσεως ἐρευνᾶν εἰωθότες· ὠφελιμώτατον γὰρ ἡ εὕρεσις, ἥδιστον δὲ καὶ καθ’ αὑτὸ τοῖς φιλομαθέσιν ἡ ζήτησις. ὥσπερ οὖν ἥλιος καὶ σελήνη προνοίᾳ γεγόνασιν, οὕτως καὶ τὰ ἐν οὐρανῷ πάντα, κἂν ἡμεῖς τὰς ἑκάστων φύσεις τε καὶ δυνάμεις ἰχνηλατεῖν ἀδυνατοῦντες ἡσυχάζωμεν. σεισμοί τε καὶ λοιμοὶ καὶ κεραυνῶν βολαὶ καὶ ὅσα τοιαῦτα, λέγεται μὲν εἶναι θεήλατα, πρὸς δ’ ἀλήθειαν οὐκ ἔστι (θεὸς γὰρ οὐδενὸς αἴτιος κακοῦ τὸ παράπαν), ἀλλ’ αἱ τῶν στοιχείων μεταβολαὶ ταῦτα γεννῶσιν, οὐ προηγούμενα ἔργα φύσεως, ἀλλ’ ἑπόμενα τοῖς ἀναγκαίοις καὶ τοῖς προηγουμένοις ἐπακολουθοῦντα. εἰ δέ τινες τῶν χαριεστέρων συναπολαύουσι τῆς ἀπὸ τούτων βλάβης, οὐκ αἰτιατέον τὴν διοίκησιν. πρῶτον μὲν γὰρ οὐκ εἴ τινες ἀγαθοὶ παρ’ ἡμῖν νομίζονται, καὶ πρὸς ἀλήθειάν εἰσιν, ἐπειδὴ τὰ θεοῦ κριτήρια τῶν κατὰ τὸν ἀνθρώπινον νοῦν πάντων ἀκριβέστερα· δεύτερον δὲ τὸ προμηθὲς ἐπὶ [τὸ] τῶν ἐν κόσμῳ συν-εκτικώτατον [ὁρᾶν] ἀγαπᾷ, καθάπερ ἐν ταῖς βασιλείαις καὶ στραταρχίαις ἐπὶ τὰς πόλεις καὶ τὰ στρατόπεδα, οὐκ ἐπί τινα τῶν ἠμελημένων καὶ ἀφανῶν ἕνα τὸν προστυχόντα. λέγουσι [δέ] τινες, καθάπερ ἐν ταῖς τυραννοκτονίαις καὶ τοὺς συγγενεῖς ἀναιρεῖσθαι νόμιμόν ἐστιν ὑπὲρ τοῦ μεγέθει τῆς τιμωρίας ἐπισχεθῆναι τὰ ἀδικήματα, τὸν αὐτὸν τρόπον κἀν ταῖς λοιμώδεσι νόσοις παραπ-όλλυσθαί τινας τῶν [μὴ] ὑπαιτίων, ἵνα πόρρωθεν οἱ ἄλλοι σωφρονίζωνται, δίχα τοῦ ἀναγκαῖον εἶναι τοὺς ἐμφερομένους ἀέρι νοσώδει νοσεῖν, ὥσπερ καὶ τοὺς ἐν νηὶ χειμαζομένους κινδυνεύειν ἐξίσου. τὰ δ’ ἄλκιμα τῶν θηρίων γέγονεν (οὐ γὰρ ὑποσιωπητέον, εἰ καὶ τῷ δεινὸς εἰπεῖν εἶναι προλαβὼν τὴν ἀπολογίαν διέσυρες) ἀσκήσεως ἕνεκα τῆς πρὸς τοὺς πολεμικοὺς ἀγῶνας. τὰ γὰρ γυμνάσια καὶ αἱ συνεχεῖς θῆραι συγκροτοῦσι καὶ νευροῦσιν εὖ μάλα τὰ σώματα καὶ πρὸ τῶν σωμάτων τὰς ψυχὰς ἐθίζουσιν ἐχθρῶν ἐξαπιναίους ἐφό-δους τῷ καρτερῷ τῆς ῥώμης ἀλογεῖν. τοῖς δὲ τὰς φύσεις εἰρηνικοῖς ἔξε-στιν οὐ μόνον τειχῶν ἐντός, ἀλλὰ καὶ κλισιάδων θαλαμευομένοις ἀποζῆν ἀνεπι-βουλεύτως, ἔχουσιν εἰς ἀπόλαυσιν ἀφθονωτάτας ἡμέρων ἀγέλας· ἐπειδὴ σῦς καὶ λέοντες καὶ ὅσα ὁμοιότροπαι, ἑκουσίῳ φύσει χρώμενα μακρὰν ἄστεος ἀπελή-λαται, τὸ μηδὲν παθεῖν ἀγαπῶντα τῆς ἀνθρώπων ἐπιβουλῆς. εἰ δέ τινες ὑπὸ ῥᾳθυμίας ἄοπλοι καὶ ἀπαράσκευοι ταῖς καταδύσεσι τῶν θηρίων ἀδεῶς ἐνδιαιτῶνται, τῶν συμβαινόντων ἑαυτούς, ἀλλὰ μὴ τὴν φύσιν αἰτιάσθωσαν, διότι φυλάξασθαι παρὸν ὠλιγώρησαν. ἤδη γοῦν καὶ ἐν ἱπποδρομίαις εἶδόν τινας εἴ-ξαντας ἀλογιστίᾳ, οἵ, δέον ἐγκαθέζεσθαι καὶ σὺν κόσμῳ θεωρεῖν, ἐν μέσῳ στάντες ὑπὸ τῆς ῥύμης τῶν τεθρίππων ἀνωσθέντες ποσὶ καὶ τροχοῖς κατηλοή-θησαν, ἀνοίας τἀπίχειρα εὑράμενοι. Περὶ μὲν οὖν τούτων ἀπόχρη τὰ λεχθέντα. τῶν δ’ ἑρπετῶν τὰ ἰοβόλα γέγονεν οὐ κατὰ πρόνοιαν, ἀλλὰ κατ’ ἐπακολούθησιν, ὡς καὶ πρότερον εἶπον. ζῳογονεῖται γάρ, ὅταν ἡ ἐνυπάρχουσα ἰκμὰς μεταβάλῃ πρὸς τὸ θερμότερον. ἔνια δὲ καὶ σῆψις ἐψύχωσεν, ὡς ἕλμινθας μὲν ἡ περὶ τροφήν, φθεῖρας δ’ ἡ ἀπὸ τῶν ἱδρώτων. ὅσα δ’ ἐξ οἰκείας ὕλης κατὰ φύσιν σπερματικὴν καὶ προηγουμένην ἔχει γένεσιν, εἰκότως ἐπιγέγραπται πρόνοιαν. ἤκουσα δὲ καὶ περὶ ἐκείνων διττοὺς λόγους ὡς ἐπ’ ὠφελείᾳ τοῦ ἀνθρώπου γεγονότων, οὓς οὐκ ἂν ἐπικρυψαίμην. ἦν δ’ ὁ μὲν ἕτερος τοιόσδε· πρὸς πολλὰ τῶν ἰατρικῶν ἔφασάν τινες τὰ ἰοβόλα συνεργεῖν καὶ τοὺς μεθοδεύον-τας τὴν τέχνην, εἰς ἃ δεῖ καταχρωμένους αὐτοῖς ἐπιστημόνως, ἀλεξιφαρμά-κων εὐπορεῖν ἐπὶ τῇ τῶν μάλιστα ἐπισφαλῶς ἐχόντων ἀπροσδοκήτῳ σωτηρίᾳ· καὶ μέχρι νῦν ἔστιν ἰδεῖν τοὺς μὴ ῥᾳθύμως καὶ ἀμελῶς ἰατρεύειν ἐπιχειροῦντας ἐν ταῖς συνθέσεσι τῶν φαρμάκων καταχρωμένους ἑκάστοις οὐ παρέργως. ὁ δ’ ἕτερος λόγος οὐκ ἰατρικός, ἀλλὰ φιλόσοφος ἦν, ὡς ἔοικε. τῷ γὰρ θεῷ ταῦτ’ ἔφασκεν ηὐτρεπίσθαι κατὰ τῶν ἁμαρτανόντων κολαστήρια, ὡς στρατη-γοῖς καὶ ἡγεμόσιν ὕστριχας ἢ σίδηρον· οὗ χάριν ἠρεμοῦντα τὸν ἄλλον χρόνον ἀνερεθίζεσθαι πρὸς ἀλκὴν ἐπὶ τοῖς κατακριθεῖσιν, ὧν ἡ φύσις ἐν τῷ ἀδωροδο-κήτῳ δικαστηρίῳ ἑαυτῆς κατέγνω θάνατον. τὸ δ’ ἐν ταῖς οἰκίαις πεφω-λευκέναι μᾶλλον, ἐστὶ μὲν ψεῦδος· ἔξω γὰρ ἄστεος ἐν ἀγρῷ καὶ ἐρημίαις θεωρεῖται, φεύγοντα ὡς δεσπότην τὸν ἄνθρωπον. οὐ μὴν ἀλλ’, εἰ καὶ ἀληθές ἐστιν, ἔχει τινὰ λόγον. ἐν γὰρ μυχοῖς σεσώρευται φορυτὸς καὶ σκυβάλων πλῆ-θος, οἷς εἰσδύεσθαι φιλεῖ δίχα τοῦ καὶ τὴν κνῖσαν ὁλκὸν ἔχειν δύναμιν. εἰ δὲ καὶ χελιδόνες ἡμῖν συνδιαιτῶνται, θαυμαστὸν οὐδέν· τῆς γὰρ τούτων θήρας ἀπεχόμεθα. σωτηρίας δὲ πόθος ἐν ταῖς ψυχαῖς οὐ λογικαῖς μόνον, ἀλλὰ καὶ ἀλόγοις ἐνίδρυται, τῶν δὲ πρὸς ἀπόλαυσιν οὐδὲν ὁμοδίαιτον διὰ τὰς ἐξ ἡμῶν ἐπιβουλάς, πλὴν παρ’ οἷς ἡ τῶν τοιούτων χρῆσις ἀπηγόρευται νόμῳ. τῆς Συρίας ἐπὶ θαλάττῃ πόλις ἐστὶν Ἀσκάλων ὄνομα· γενόμενος ἐν ταύτῃ, καθ’ ὃν χρόνον εἰς τὸ πατρῷον ἱερὸν ἐστελλόμην εὐξόμενός τε καὶ θύσων, ἀμήχανόν τι πελειάδων πλῆθος ἐπὶ τῶν τριόδων καὶ κατ’ οἰκίαν ἑκάστην ἐθεασάμην. πυνθανομένῳ δέ μοι τὴν αἰτίαν ἔφασαν οὐ θεμιτὸν εἶναι συλλαμβάνειν· ἀπειρῆ-σθαι γὰρ ἐκ παλαιοῦ τοῖς οἰκήτορσι τὴν χρῆσιν. οὕτως ἡμέρωται τὸ ζῷον ὑπ’ ἀδείας ὥστ’ οὐ μόνον ὑπωρόφιον, ἀλλὰ καὶ ὁμοτράπεζον ἀεὶ γίνεσθαι καὶ ταῖς ἐκεχειρίαις ἐντρυφᾶν. ἐν Αἰγύπτῳ δὲ καὶ θαυμασιώτερον ἰδεῖν ἔστι. τὸ γὰρ ἀνθρωποβόρον καὶ θηρίων ἀργαλεώτατον ὁ κροκόδειλος, γεννώμενος καὶ τρεφόμενος ἐν τῷ ἱερωτάτῳ Νείλῳ, τῆς ὠφελείας καίτοι βύθιος ὢν ἐπαι-σθάνεται. παρ’ οἷς μὲν γὰρ τιμᾶται πληθύνει μάλιστα, παρὰ δὲ τοῖς λυμαινο-μένοις οὐδ’ ὄναρ φαίνεται· ὡς τῶν πλεόντων ὅπου μὲν καὶ τοὺς πάνυ θρασεῖς μηδ’ ἄκρον ἐπιτολμᾶν καθιέναι δάκτυλον, ἀγεληδὸν ἐπιφοιτώντων, ὅπου δὲ καὶ τοὺς ἄγαν δειλοὺς ἐξαλλομένους νήχεσθαι μετὰ παιδιᾶς. χώρᾳ τῇ Κυ-κλώπων, ἐπειδὴ τὸ γένος αὐτῶν ἐστι πλάσμα μύθου, δίχα σπορᾶς καὶ γεηπό-νων ἀνδρῶν ἥμερος καρπὸς [οὐ] φύεται, καθάπερ οὐδ’ ἐκ τοῦ μὴ ὄντος τι γεν-νᾶται. τῆς [δ’] Ἑλλάδος [οὐ] κατηγορητέον ὡς λυπρᾶς καὶ ἀγόνου· πολὺ γὰρ κἀν ταύτῃ τὸ βαθύγειον. εἰ δ’ ἡ βάρβαρος διαφέρει ταῖς εὐκαρπίαις, πλεονεκτεῖ μὲν τροφαῖς, ἐλαττοῦται δὲ τοῖς τρεφομένοις, ὧν χάριν αἱ τροφαί. μόνη γὰρ ἡ Ἑλλὰς ἀψευδῶς ἀνθρωπογονεῖ φυτὸν οὐράνιον καὶ βλάστημα θεῖον ἠκριβωμένον, λογισμὸν ἀποτίκτουσα οἰκειούμενον ἐπιστήμῃ. τὸ δ’ αἴτιον· λεπτότητι ἀέρος ἡ διάνοια πέφυκεν ἀκονᾶσθαι. διὸ καὶ Ἡράκλειτος οὐκ ἀπὸ σκοποῦ φησιν· αὐγὴ ξηρὴ ψυχὴ σοφωτάτη καὶ ἀρίστη.3 τεκμηριώσαιτο δ’ ἄν τις
PG 21:665καὶ ἐκ τοῦ τοὺς μὲν νήφοντας καὶ ὀλιγοδεεῖς συνετωτέρους εἶναι, τοὺς δὲ ποτῶν ἀεὶ καὶ σιτίων ἐμπιπλαμένους ἥκιστα φρονίμους, ἅτε βαπτιζομένου τοῖς ἐπεισι-οῦσι τοῦ λογισμοῦ. διὸ κατὰ τὴν βάρβαρον ἔρνη μὲν ταῖς εὐστοχίαις καὶ εὐτροφίαις στελέχη περιμήκιστα καὶ ζῴων ἀλόγων σφόδρα τὰ γονιμώτατα, νοῦν δ’ ἥδε ἥκιστα γεννᾷ, διότι τὸ ὑψωθῆναι ἐξ ἀέρος ἀϊδίου αἱ γῆς καὶ ὕδατος ἐπάλληλοι καὶ συνεχεῖς ἀναθυμιάσεις κατεκράτησαν. ἰχθύων δὲ καὶ ὀρνί-θων καὶ χερσαίων γένη ζῴων οὐκ ἔστιν ἐγκλήματα φύσεως ἐφ’ ἡδονὴν παρα-καλούσης, ἀλλὰ δεινὸς ψόγος ἡμῶν αὐτῶν ἀκρασίας. ἀναγκαῖον μὲν γὰρ ἦν εἰς τὴν τοῦ ὅλου συμπλήρωσιν, ἵνα γένηται κόσμος, ἐν ἑκάστῳ μέρει φῦναι ζῴων ἰδέας ἁπάντων· οὐκ ἀναγκαῖον δὲ ἐπὶ τὴν τούτων ἀπόλαυσιν ὁρμῆσαι τὸ σοφίας συγγενέστατον χρῆμα τὸν ἄνθρωπον, μεταβαλόντα εἰς ἀγριότητα θηρίων. διὸ καὶ μέχρι νῦν, οἷς λόγος ἐγκρατείας, ἁπαξαπάντων ἀπέχονται, λαχανώ-δει χλόῃ καὶ καρποῖς δένδρων προσοψήμασιν ἡδίστῃ ἀπολαύσει χρώμενοι. τοῖς δὲ τὴν τῶν εἰρημένων θοίνην ἡγουμένοις εἶναι κατὰ φύσιν ἐπέστησαν διδά-σκαλοι, σωφρονισταί, νομοθέται κατὰ πόλεις, οἷς ἐμέλησε τὴν ἀμετρίαν τῶν ἐπιθυμιῶν στεῖλαι, μὴ ἐπιτρέψασι τὴν χρῆσιν ἀδεᾶ πᾶσι πάντων. ἴα δὲ καὶ ῥόδα καὶ κρόκος καὶ ἡ ἄλλη τῶν ἀνθέων ποικιλία πρὸς ὑγείαν, οὐ πρὸς ἡδονὴν γέγονεν. ἄπλετοι γὰρ τούτων αἱ δυνάμεις καὶ καθ’ αὑτὰς διὰ τῶν ὀσμῶν ὠφελοῦσιν, εὐωδίας πάντας ἀναπιμπλᾶσαι, καὶ πολὺ μᾶλλον ἐν ταῖς ἰατρικαῖς συνθέσεσι τῶν φαρμάκων. ἔνια γὰρ ἀναμιχθέντα τὰς ἑαυτῶν δυνά-μεις ἀριδηλοτέρας παρέχεται, καθάπερ εἰς ζῴου γένεσιν ἡ ἄρρενος καὶ θήλεος μῖξις, ἰδίᾳ ἑκατέρου μὴ πεφυκότος ποιεῖν ἅπερ ἄμφω συνελθόντα. ταῦτ’ ἀναγκαίως λέλεκται πρὸς τὰ λοιπὰ τῶν ὑπὸ σοῦ διαπορηθέντων, ἱκανὴν πίστιν ἐργάσασθαι δυνάμενα τοῖς μὴ φιλονείκως ἔχουσι περὶ τοῦ τὸν θεὸν τῶν ἀνθρωπίνων ἐπιμελεῖσθαι πραγμάτων. Ταῦτα μὲν οὖν ἐκ τοῦ δηλωθέντος ἀνδρὸς ἐπετεμόμην, ὁμοῦ μὲν δει-κνὺς οἷοι καὶ κατὰ τοὺς νέους γεγόνασιν Ἑβραίων παῖδες, ὁμοῦ δὲ καὶ τὰ τῆς εὐσεβοῦς αὐτῶν περὶ θεοῦ διαλήψεως τά τε τῆς πρὸς τοὺς προπάτορας ὁμοφωνίας ἐμφανῆ καθιστάς. ἤδη δ’ ἐντεῦθεν μεταβῆναι καιρὸς καὶ ἐπὶ τὰς τῶν ἔξωθεν περὶ τῶν αὐτῶν μαρτυρίας.
Book IXLiber Nonus
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 21:671Θ ΤΟ ΔΕΥΤΕΡΟΝ ΒΙΒΛΙΟΝ ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΑΔΕ ΤΟ ΕΝΑΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ α. Ὁπόσοι τῶν παρ’ Ἕλλησι λογογράφων τοῦ Ἰουδαίων ἔθνους μνείαν ἐποιήσαντο β. Θεοφράστου περὶ Ἰουδαίων, ἀπὸ τοῦ πρώτου τῶν Πορφυρίου Περὶ τῆς τῶν ἐμψύ-χων ἀποχῆς γ. Πορφυρίου περὶ τῆς τὸ παλαιὸν διαλαμψάσης παρὰ Ἰουδαίοις φιλοσοφίας δ. Ἑκαταίου περὶ Ἰουδαίων ε. Κλεάρχου περὶ τῶν αὐτῶν, ἀπὸ α περὶ ὕπνων 2. Κλήμεντος περὶ τῶν μνημονευσάντων τοῦ Ἰουδαίων ἔθνους, ἀπὸ τοῦ α Στρωμα-τέως ζ. Νομηνίου τοῦ Πυθαγορικοῦ φιλοσόφου περὶ Ἰουδαίων, ἀπὸ τοῦ α Περὶ τἀγαθοῦ η. Τοῦ αὐτοῦ περὶ Μωσέως ὁμοῦ καὶ περὶ Ἰουδαίων, ἀπὸ τοῦ τρίτου τῆς αὐτῆς ὑπο-θέσεως θ. Χοιρίλου ποιητοῦ περὶ Ἰουδαίων ι. Ἐκ τῶν Πορφυρίου τοῦ καθ’ ἡμᾶς χρησμοὶ τοῦ Ἀπόλλωνος περὶ Ἑβραίων ια. Ἀπὸ τῆς Ἰωσήπου ἀρχαιολογίας, ὁπόσοι τῶν ἔξωθεν συγγραφέων ἐμνήσθησαν τοῦ παρὰ Μωσεῖ κατακλυσμοῦ ιβ. Ἀπὸ τῆς Ἀβυδηνοῦ γραφῆς περὶ τοῦ κατακλυσμοῦ ιγ. Ἀπὸ τῆς Ἰωσήπου ἀρχαιολογίας, περὶ τοῦ πλείους μνημονεῦσαι τῆς τῶν παλαιῶν μακροβίου ζωῆς ιδ. Ἀπὸ τῆς Ἀβυδηνοῦ γραφῆς, περὶ τῆς τοῦ πύργου κατασκευῆς ιε. Ὡς καὶ ἕτεροι πλείους ἐμνήσθησαν τοῦ αὐτοῦ, ἀπὸ τῆς Ἰωσήπου ἀρχαιολογίας ι Περὶ τοῦ πάντων Ἑβραίων προπάτορος Ἁβραάμ, ἀπὸ τοῦ αὐτοῦ ιζ. Ἐυπολέμου περὶ Ἁβραάμ, ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Πολυί̈στορος περὶ Ἰουδαίων γραφῆς ιη. Ἀρταπάνου περὶ τοῦ αὐτοῦ, ἀπὸ τῆς αὐτῆς γραφῆς τοῦ Πολυί̈στορος ιθ. Μόλωνος περὶ τοῦ αὐτοῦ, ἀπὸ τῆς αὐτῆς γραφῆς κ. Φίλωνος περὶ τοῦ αὐτοῦ κα. Δημητρίου περὶ τοῦ Ἰακώβ κβ. Θεοδότου περὶ τοῦ αὐτοῦ κγ. Ἀρταπάνου περὶ τοῦ Ἰωσήφ κδ. Φίλωνος περὶ τοῦ αὐτοῦ κε. Ἀρισταίου περὶ τοῦ Ἰώβ κ. Εὐπολέμου περὶ Μωσέως κζ. Ἀρταπάνου περὶ τοῦ αὐτοῦ κη. Ἐζεκιήλου περὶ τοῦ αὐτοῦ κθ. Δημητρίου περὶ τοῦ αὐτοῦ λ. Ἐζεκιήλου περὶ τοῦ αὐτοῦ λα. Εὐπολέμου περὶ Δαβὶδ καὶ Σολομῶνος καὶ περὶ Ἱεροσολύμων λβ. Σολομῶνος ἐπιστολὴ πρὸς Οὐαφρῆν τὸν τῶν Αἰγυπτίων βασιλέα λγ. Οὐαφρέους ἐπιστολὴ πρὸς Σολομῶνα βασιλέα λδ. Σολομῶνος ἐπιστολὴ πρὸς Σούρωνα βασιλέα Φοινίκης λε. Σούρωνος ἐπιστολὴ πρὸς Σολομῶνα λ. Θεοφίλου περὶ Σολομῶνος λζ. Εὐπολέμου περὶ τοῦ αὐτοῦ λη. Τιμοχάρους περὶ τῆς Ἱερουσαλήμ, ἀπὸ τῶν περὶ Ἀντιόχου τῆς αὐτῆς γραφῆς λθ. Τοῦ τῆς Συρίας σχοινομέτρου περὶ τῆς αὐτῆς μ. Φίλωνος περὶ τῶν ἐν Ἱεροσολύμοις ὑδάτων μα. Ἀριστέου περὶ τῶν αὐτῶν μβ. Εὐπολέμου περὶ Ἱερεμίου τοῦ προφήτου μγ. Βηρωσσοῦ περὶ τῆς Ἰουδαίων αἰχμαλωσίας τῆς ὑπὸ Ναβουχοδονόσορ γενομένης μδ. Ἀβυδηνοῦ περὶ τοῦ Ναβουχοδονόσορ με. Τοῦ αὐτοῦ περὶ τῆς Βαβυλῶνος κτίσεως μ. Ἰωσήπου περὶ τῶν μνημονευσάντων τοῦ Ἰουδαίων ἔθνους, ἀπὸ τοῦ α τῆς Ἰωσήπου ἀρχαιολογίας Θ α. ΟΠΟΣΟΙ ΤΩΝ ΠΑΡ’ ΕΛΛΗΣΙ ΛΟΓΟΓΡΑΦΩΝ ΤΟΥ ΙΟΥΔΑΙΩΝ ΕΘΝΟΥΣ ΜΝΕΙΑΝ ΕΠΟΙΗΣΑΝΤΟ Καὶ τῆς τῶν παρ’ Ἑβραίοις λογίων ἀποδοχῆς οὐκ ἀσυλλογίστως ἡμῖν, κρίσει δὲ καὶ διανοίᾳ ἐξητασμένῃ γεγενημένης, ἐπειδὴ συνῶπται τὰ τῆς ἀποδείξεως, ὥρα συνιδεῖν ὡς καὶ αὐτῶν Ἑλλήνων οἱ μάλιστα διαφανεῖς τῶν καθ’ Ἑβραίους οὐκ ἄπειροι γεγόνασι πραγμάτων, ἀλλ’ οἱ μὲν καὶ τῷ βίῳ τῶν ἀνδρῶν ταῖς τε παρ’ αὐτοῖς φερομέναις ἱστορικαῖς διηγήσεσιν ἀλήθειαν ἐπεμαρτύρησαν, οἱ δὲ καὶ τῆς δογματικῆς ὁμοίως αὐτοῖς ἐφήψαντο θεολογίας. πρῶτα δὲ τὰ πρῶτα παραθήσομαι, δεικνὺς ὅσοι τῶν Ἑλληνικῶν συγγρα-φέων ἐπ’ ὀνόματος Ἰουδαίων τε καὶ Ἑβραίων τῆς τε παρ’ αὐτοῖς τὸ παλαιὸν ἀσκουμένης φιλοσοφίας καὶ τῆς ἀνέκαθεν τῶν προπατόρων αὐτῶν ἱστορίας ἐμνημόνευσαν. ἄρξεται δέ μοι ὁ λόγος ἀπὸ τοῦ τῶν ἀνδρῶν βίου, ὡς ἂν μάθοις ὅτι μὴ ἐκτὸς σώφρονος λογισμοῦ τὴν τῶν δηλουμένων φιλοσοφίαν τῆς Ἑλλήνων προτετιμήκαμεν. ἀκόλουθα γοῦν τοῖς προεξητασμένοις ἐν τῷ πρὸ τούτου συγγράμματι καὶ τὰ τῆς ἠθικῆς αὐτοῖς ἐπιτελεῖσθαι συνασκήσεως οὐ μόνον αἱ παρ’ αὐτοῖς ἱεραὶ βίβλοι, ἀλλὰ καὶ τῶν παρ’ Ἕλ-λησι φιλοσόφων οἱ μάλιστα διαφανεῖς καὶ καθ’ ἡμᾶς βεβοημένοι μαρτυροῦσι. καὶ δὴ λαβὼν ἀνάγνωθι τὰ Θεοφράστου ἐν τοῖς Πορφυρίῳ γραφεῖσι Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς κείμενα τοῦτον τὸν τρόπον· β. ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΙΟΥΔΑΙΩΝ Καίτοι Σύρων [ὧν] μὲν Ἰουδαῖοι, διὰ τὴν ἐξ ἀρχῆς θυσίαν ἔτι καὶ νῦν, φησὶν ὁ Θεόφραστος, ζῳοθυτούντων, εἰ τὸν αὐτὸν ἡμᾶς τρόπον τις κελεύοι θύειν, ἀποσταίημεν ἂν τῆς πράξεως. οὐ γὰρ ἑστιώμενοι τῶν τυθέντων, ὁλοκαυ-τοῦντες δὲ ταῦτα νυκτὸς καὶ κατ’ αὐτῶν πολὺ μέλι καὶ οἶνον λείβοντες ἀνή-λισκον τὴν θυσίαν θᾶττον, ἵνα τοῦ δεινοῦ μηδ’ ὁ πανόπτης γένοιτο θεατής. καὶ τοῦτο δρῶσι νηστεύοντες τὰς ἀνὰ μέσον τούτων ἡμέρας· κατὰ δὲ πάντα τοῦτον τὸν χρόνον, ἅτε φιλόσοφοι τὸ γένος ὄντες, περὶ τοῦ θείου μὲν ἀλλήλοις λαλοῦσι, τῆς δὲ νυκτὸς τῶν ἄστρων ποιοῦνται τὴν θεωρίαν, βλέποντες εἰς
PG 21:677αὐτὰ καὶ διὰ τῶν εὐχῶν θεοκλυτοῦντες. κατήρξαντο γὰρ οὗτοι πρῶτοι τῶν τε λοιπῶν ζῴων καὶ σφῶν αὐτῶν, ἀνάγκῃ καὶ οὐκ ἐπιθυμίᾳ τοῦτο πράξαντες. γ. ΠΟΡΦΥΡΙΟΥ ΠΕΡΙ ΤΗΣ ΤΟ ΠΑΛΑΙΟΝ ΠΑΡΑ ΙΟΥΔΑΙΟΙΣ ΔΙΑΛΑΜΨΑΣΗΣ ΦΙΛΟΣΟΦΙΑΣ Καὶ ἐν τῷ τετάρτῳ δὲ τῆς αὐτῆς ὑποθέσεως τοιαῦτα περὶ τῶν αὐτῶν ἱστορεῖ ὁ Πορφύριος· Εἰσὶ τοίνυν οἱ Ἐσσαῖοι Ἰουδαῖοι μὲν τὸ γένος, φιλάλληλοι δὲ καὶ τῶν ἄλλων πλέον. οὗτοι τὰς μὲν ἡδονὰς ὡς κακίαν ἀποστρέφονται, τὴν δὲ ἐγκρά-τειαν καὶ τὸ μὴ τοῖς πάθεσιν ὑποπίπτειν ἀρετὴν ὑπολαμβάνουσι. καὶ γάμου μὲν παρ’ αὐτοῖς ὑπεροψία, τοὺς δὲ ἀλλοτρίους παῖδας ἐκλαμβάνοντες ἁπα-λοὺς ἔτι πρὸς τὰ μαθήματα, συγγενεῖς ἡγοῦνται καὶ τοῖς ἤθεσιν ἑαυτῶν ἐντυ-ποῦσι, τὸν μὲν γάμον καὶ τὴν ἐξ αὐτοῦ διαδοχὴν οὐκ ἀναιροῦντες, τὰς δὲ τῶν γυναικῶν ἀσελγείας φυλαττόμενοι· καταφρονηταὶ δὲ πλούτου καὶ θαυμάσιον παρ’ αὐτοῖς τὸ κοινωνικὸν οὐδ’ ἔστιν εὑρεῖν κτήσει τινὰ παρ’ αὐτοῖς ὑπερέχοντα. νόμος γὰρ τοὺς εἰς τὴν αἵρεσιν εἰσιόντας δημεύειν τῷ τάγματι τὴν οὐσίαν, ὥστε ἐν ἅπασι μήτε πενίας ταπεινότητα φαίνεσθαι μήθ’ ὑπεροχὴν πλούτου, τῶν δὲ ἑκάστου κτημάτων ἀναμεμιγμένων μίαν ὥσπερ ἀδελφοῖς ἅπασιν οὐσίαν εἶναι. κηλῖδα δὲ ὑπολαμβάνουσι τοὔλαιον, κἂν ἀλειφθῇ τις ἄκων, σμήχεται τὸ σῶμα· τὸ γὰρ αὐχμεῖν ἐν καλῷ τίθενται λευχειμονεῖν τε διὰ παντός. χειροτονη-τοὶ δὲ τῶν κοινῶν οἱ ἐπιμεληταὶ καὶ ἀδιαίρετοι πρὸς ἁπάντων εἰς τὰς χρείας ἕκαστοι. μία δ’ οὐκ ἔστιν αὐτῶν πόλις, ἀλλ’ ἐν ἑκάστῃ μετοικοῦσι πολλοὶ καὶ τοῖς ἑτέρωθεν ἥκουσιν αἱρετισταῖς ἀναπέπταται τὰ παρ’ ἀλλήλοις· καὶ οἱ πρῶ-τον ἰδόντες εἰσίασιν ὡς πρὸς συνήθεις· διὸ οὐδὲν ἐπικομιζόμενοι ἀποδημοῦσιν ἀναλωμάτων ἕνεκα. οὔτε δὲ ἐσθῆτα οὔτε ὑποδήματα ἀμείβουσι, πρὶν διαρραγῆναι πρότερον παντάπασιν ἢ δαπανηθῆναι τῷ χρόνῳ. οὐδ’ ἀγοράζουσί τι οὐδὲ πωλοῦσιν, ἀλλὰ τῷ χρῄζοντι διδοὺς ἕκαστος τὰ παρ’ ἑαυτῷ τὸ παρ’ ἐκεί-νου χρήσιμον ἀντικομίζεται· καὶ χωρὶς τῆς μεταδόσεως ἀκώλυτος ἡ μετάληψις αὐτοῖς παρ’ ὧν ἂν ἐθέλωσι. πρός γε μὴν τὸ θεῖον ἰδίως εὐσεβεῖς. πρὶν γὰρ ἀνασχεῖν τὸν ἥλιον οὐδὲν φθέγγονται τῶν βεβήλων, πατρίους δέ τινας εἰς αὐτὸν εὐχὰς ὥσπερ ἱκετεύοντες ἀνατεῖλαι. μετὰ ταῦτα πρὸς ἃς ἕκαστοι τέ-χνας ἴσασιν ὑπὸ τῶν ἐπιμελητῶν ἀφεῖνται καὶ μέχρι πέμπτης ὥρας ἐργασά-μενοι συντόνως, ἔπειτα πάλιν εἰς ἓν ἀθροίζονται χωρίον ζωσάμενοί τε σκεπάσμα-σιν οὕτως ἀπολούονται τὸ σῶμα ψυχροῖς ὕδασι· καὶ μετὰ ταύτην τὴν ἁγνείαν εἰς ἴδιον οἴκημα συνίασιν, ἐν ᾧ μηδενὶ τῶν ἑτεροδόξων ἐπιτέτραπται παρελθεῖν. αὐτοὶ δὲ καθαροὶ καθάπερ εἰς ἅγιόν τι τέμενος παραγίνονται τὸ δειπνητή-ριον. καθεσθέντων δὲ μεθ’ ἡσυχίας ὁ μὲν σιτοποιὸς ἐν τάξει παρατίθησιν ἄρτους, ὁ δὲ μάγειρος ἓν ἀγγεῖον ἐξ ἑνὸς ἐδέσματος ἑκάστῳ. προκατεύχεται δὲ ὁ ἱερεὺς τῆς τροφῆς, ἁγνῆς οὔσης καὶ καθαρᾶς, καὶ γεύσασθαί τινα πρὶν τῆς εὐχῆς ἀθέμιτον· ἀριστοποιησάμενος δὲ ἐπεύχεται πάλιν, ἀρχόμενοί τε καὶ παυόμενοι γεραίρουσι τὸν θεόν. ἔπειθ’ ὡς ἱερὰς καταθέμενοι τὰς ἐσθῆτας πάλιν ἐπ’ ἔργα τρέπονται μέχρι δείλης. δειπνοῦσι δὲ ὑποστρέψαντες ὁμοίως, συγκαθε-ζομένων τῶν ξένων, οἳ τύχοιεν αὐτοῖς παρόντες. οὔτε δὲ κραυγή ποτε τὸν οἶκον οὔτε θόρυβος μιαίνει· τὰς δὲ λαλιὰς ἐν τάξει παραχωροῦσιν ἀλλήλοις, καὶ τοῖς ἔξωθεν ὡς μυστήριόν τι φρικτὸν ἡ τῶν ἔνδον σιωπὴ καταφαίνεται. τούτου δὲ αἴτιον ἡ διηνεκὴς νῆψις καὶ τὸ μετρεῖσθαι παρ’ αὐτοῖς τροφὴν καὶ ποτὸν μέχρι κόρου. τοῖς δὲ ζηλοῦσι τὴν αἵρεσιν οὐκ εὐθὺς ἡ πάροδος, ἀλλ’ ἐπ’ ἐνιαυτὸν ἔξω μένοντι τὴν αὐτὴν ὑποτίθενται δίαιταν, ἀξινάριόν τε καὶ περί-ζωμα δόντες καὶ λευκὴν ἐσθῆτα. ἐπειδὰν δὲ ἐν τούτῳ τῷ χρόνῳ πεῖραν ἐγκρα-τείας δῷ, πρόσεισι μὲν ἔγγιον τῇ διαίτῃ καὶ καθαρώτερον τῶν πρὸς ἁγνείαν ὑδάτων μεταλαμβάνει. παραλαμβάνεται δὲ εἰς τὰς συμβιώσεις οὐδέπω· μετὰ γὰρ τὴν τῆς καρτερίας ἐπίδειξιν δυσὶν ἄλλοις ἔτεσι τὸ ἦθος δοκιμάζεται, καὶ φανεὶς ἄξιος, οὕτως εἰς τὸν ὅμιλον ἐγκρίνεται. πρὶν δὲ τῆς κοινῆς ἅψασθαι τροφῆς, ὅρκους αὐτοῖς ὄμνυσι φρικώδεις· πρῶτον μὲν εὐσεβήσειν τὸ θεῖον, ἔπειτα τὰ πρὸς ἀνθρώπους δίκαια φυλάξειν καὶ μήτε κατὰ γνώμην βλάψειν τινὰ μήτ’ ἐξ ἐπιτάγματος, μισήσειν δ’ ἀεὶ τοὺς ἀδίκους καὶ συν[α]δική[σε]-σθαι τοῖς δικαίοις· τὸ πιστὸν πᾶσι μὲν παρέξειν, μάλιστα δὲ τοῖς κρατοῦσιν (οὐ γὰρ δίχα θεοῦ περιγίγνεσθαί τινι τὸ ἄρχειν)· κἂν αὐτὸς ἄρχῃ, μηδεπώ-ποτε ἐξυβρίσαι εἰς τὴν ἐξουσίαν μηδὲ ἐσθῆτι ἤ τινι πλέονι κόσμῳ τοὺς ὑποτε-ταγμένους ὑπερλαμπρύνεσθαι· τὴν ἀλήθειαν ἀγαπᾶν ἀεὶ καὶ τοὺς ψευδομέ-νους προβάλλεσθαι· χεῖρας κλοπῆς καὶ ψυχὴν ἀνοσίου κέρδους καθαρὰν φυλά-ξειν, καὶ μήτε κρύψειν τι τοὺς αἱρετιστὰς μήθ’ ἑτέροις αὐτῶν τι μηνύσειν, κἂν μέχρι θανάτου τις βιάζηται. πρὸς δὲ τούτοις ὄμνυσι μηδενὶ μὲν μετα-δοῦναι τῶν δογμάτων ἑτέρως ἢ ὡς αὐτὸς παρέλαβεν, ἀφέξεσθαι δὲ λῃστείας καὶ συντηρήσειν ὁμοίως τά τε τῆς αἱρέσεως αὐτῶν βιβλία καὶ τὰ τῶν ἀγγέ-λων ὀνόματα. τοιοῦτοι μὲν οἱ ὅρκοι· οἱ δὲ ἁλόντες καὶ ἐκβληθέντες κακῷ μόρῳ φθείρονται. τοῖς γὰρ ὄρκοις καὶ τοῖς ἔθεσιν ἐνδεδεμένοι οὐδὲ τῆς παρὰ τοῖς ἄλλοις τροφῆς δύνανται μεταλαμβάνειν, ποηφαγοῦντες δὲ καὶ λιμῷ διαφθειρόμενοι ἀπόλλυνται. διὸ δὴ πολλοὺς ἐλεήσαντες ἐν ταῖς ἐσχάταις ἀνάγκαις ἀνέλαβον, ἱκανὴν τιμωρίαν δεδωκέναι νομίζοντες ἐπὶ τοῖς ἁμαρτή-μασι τὴν μέχρι θανάτου βάσανον. τὴν δὲ σκαλίδα διδόασι τοῖς μέλλουσιν αἱρετισταῖς, ἐπεὶ καὶ αὐτοὶ ἄλλως οὐ θακεύουσιν ἢ βόθρον ὀρύξαντες εἰς βάθος ποδιαῖον περικαλύψαντές [τε] θοἰματίῳ, ὡς μὴ ταῖς αὐγαῖς ἐνυβρίζειν τοῦ θεοῦ. τοσαύτη δέ ἐστιν αὐτῶν ἡ λιτότης ἡ περὶ τὴν δίαιταν καὶ ἡ ὀλιγό-της ὡς ἐν τῇ ἑβδομάδι μὴ δεῖσθαι κενώσεως, ἣν τηρεῖν εἰώθασιν εἰς ὕμνους τῷ θεῷ καὶ εἰς ἀνάπαυσιν. ἐκ δὲ τῆς ἀσκήσεως ταύτης τοσαύτην πεποίην-ται καρτερίαν, ὡς στρεβλούμενοι καὶ λυγιζόμενοι καὶ καόμενοι καὶ διὰ πάντων ὁδεύοντες τῶν βασανιστηρίων ὀργάνων, ἵν’ ἢ βλασφημήσωσι τὸν νομοθέτην ἢ φάγωσί τι τῶν ἀσυνήθων, οὐδέτερον ὑπομένειν. διέδειξαν δὲ τοῦτο ἐν τῷ πρὸς Ῥωμαίους πολέμῳ. ἐπεὶ οὐδὲ κολακεῦσαι τοὺς αἰκιζομένους ἢ δα-κρῦσαι ὑπομένουσι, μειδιῶντες δὲ ἐν ταῖς ἀλγηδόσι καὶ κατειρωνευόμενοι τῶν τὰς βασάνους προσφερόντων, εὔθυμοι τὰς ψυχὰς ἠφίεσαν, ὡς πάλιν κομιού-μενοι· καὶ γὰρ ἔρρωται παρ’ αὐτοῖς ἥδε ἡ δόξα, φθαρτὰ μὲν εἶναι τὰ σώματα καὶ τὴν ὕλην οὐ μόνιμον αὐτῶν, τὰς δὲ ψυχὰς ἀθανάτους ἀεὶ διαμένειν· καὶ συμπλέκεσθαι μὲν ἐκ τοῦ λεπτοτάτου φοιτώσας αἰθέρος, ῥύμῃ φυσικῇ κα-τασπωμένας, ἐπειδὰν δὲ ἀνεθῶσι τῶν κατὰ σάρκα δεσμῶν, οἷον δὴ μακρᾶς δου-λείας ἀπηλλαγμένας, τότε χαίρειν καὶ μετεώρους φέρεσθαι. ἀπὸ δὴ τῆς τοι-αύτης διαίτης καὶ τῆς πρὸς ἀλήθειαν καὶ τὴν εὐσέβειαν ἀσκήσεως εἰκότως ἐν αὐτοῖς πολλοί, οἳ καὶ τὰ μέλλοντα προγινώσκουσιν, ὡς ἂν βίβλοις ἱεραῖς καὶ διαφόροις ἁγνείαις καὶ προφητῶν ἀποφθέγμασιν ἐμπαιδοτριβούμενοι· σπάνιον δέ, εἰ ἐν ταῖς προαγορεύσεσιν ἀστοχοῦσι. Ταῦτα μὲν ὁ Πορφύριος, ἐκ παλαιῶν, ὡς εἰκός, ἀναγνωσμάτων τῇ τῶν δηλουμένων ἀνδρῶν εὐσεβείᾳ τε ὁμοῦ καὶ φιλοσοφίᾳ ἐν τῷ τετάρτῳ συγγράμματι τῶν σπουδασθέντων αὐτῷ Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς ἐμαρτύρησεν.
PG 21:683Ἑκαταῖος δὲ ὁ Ἀβδηρίτης, ἀνὴρ φιλόσοφος ἅμα καὶ περὶ τὰς πράξεις ἱκανώτατος, ἰδίαν βίβλον ἀναθεὶς τῇ περὶ Ἰουδαίων ἱστορίᾳ, πλεῖστα περὶ αὐτῶν διέξεισιν, ἀφ’ ὧν ἐπὶ τοῦ παρόντος ἀρκέσει παρατεθέντα ταῦτα· δ. ΕΚΑΤΑΙΟΥ ΠΕΡΙ ΙΟΥΔΑΙΩΝ Ἔστι γὰρ τῶν Ἰουδαίων τὰ μὲν πολλὰ ὀχυρώματα κατὰ τὴν χώραν καὶ κῶμαι· μία δὲ πόλις ὀχυρά, πεντήκοντα μάλιστα σταδίων τὴν περίμετρον, ἣν οἰκοῦσι μὲν ἀνθρώπων περὶ δώδεκα μυριάδες, καλοῦσι δ’ αὐτὴν Ἱεροσόλυμα. ἐνταῦθα δέ ἐστι κατὰ μέσον μάλιστα τῆς πόλεως περίβολος λίθινος, μῆκος ὡς πεντάπλεθρος, εὖρος δὲ πήχεων ἑκατόν, ἔχων διπλᾶς πύλας, ἐν ᾧ βωμός ἐστι τετράγωνος, ἀτμήτων συλλέκτων ἀργῶν λίθων οὕτως συγκείμενος, πλευ-ρὰν δὲ ἑκάστην εἴκοσι πήχεων, ὕψος δεκάπηχυ. καὶ παρ’ αὐτὸν οἴκημα μέγα, οὗ βωμός ἐστι καὶ λυχνίον· ἀμφότερα χρυσᾶ, δύο τάλαντα τὴν ὁλκήν· ἐπὶ δὲ τούτων φῶς ἐστιν ἀναπόσβεστον καὶ τὰς νύκτας καὶ τὰς ἡμέρας. ἄγαλμα δ’ οὐκ ἔστιν οὐδ’ ἀνάθημα τὸ παράπαν οὐδὲ φύτευμα παντελῶς οὐδὲ οἷον ἀλσῶ-δες ἤ τι τοιοῦτον. διατρίβουσι δ’ ἐν αὐτῷ καὶ τὰς νύκτας καὶ τὰς ἡμέρας ἱερεῖς, ἁγνείας τινὰς ἁγνεύοντες καὶ τὸ παράπαν οἶνον οὐ πίνοντες ἐν τῷ ἱερῷ.3 Ταῦτα εἰπὼν ὑποβὰς ὅτι καὶ Ἀλεξάνδρῳ τῷ βασιλεῖ συνεστρατεύσαντο καὶ μετὰ ταῦτα τοῖς διαδόχοις αὐτοῦ, μεμαρτύρηκεν. οἷς δ’ αὐτὸς παρατυχεῖν φησιν ὑπ’ ἀνδρὸς Ἰουδαίου κατὰ τὴν στρατείαν γενομένοις, τοῦτο παραθή-σομαι. λέγει δὲ οὕτως· Ἐμοῦ γοῦν ἐπὶ τὴν Ἐρυθρὰν Θάλασσαν βαδίζοντος συνηκολούθει τις μετὰ τῶν ἄλλων τῶν παραπεμπόντων ἡμᾶς ἱππέων Ἰουδαίων ὄνομα Μοσόλ-λαμος, ἄνθρωπος ἱκανὸς κατὰ ψυχήν, εὔρωστος καὶ τοξότης ὑπὸ δὴ πάντων ὁμολογούμενος καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων ἄριστος. οὗτος οὖν ὁ ἄνθρωπος, βαδιζόντων πολλῶν κατὰ τὴν ὁδὸν καὶ μάντεώς τινος ὀρνιθευομένου καὶ πάντας ἐπισχεῖν ἀξιοῦντος, ἠρώτησε διὰ τί προσμένουσι· δείξαντος δὲ τοῦ μάντεως αὐτῷ τὸν ὄρνιθα καὶ φήσαντος· Ἐὰν μὲν αὐτοῦ μένῃ, προσμένειν συμφέρει πᾶσιν, ἐὰν δὲ ἀναστὰς εἰς τοὔμπροσθεν πέτηται, προάγειν, ἐὰν δὲ εἰς τοὔπισθεν, ἀναχωρεῖν αὖθις· σιωπήσας καὶ ἑλκύσας τὸ τόξον ἔβαλε καὶ τὸν ὄρνιθα πατάξας ἀπέκτεινεν. ἀγανακτούντων δὲ τοῦ μάντεως καί τινων ἄλλων καὶ καταρωμένων αὐτῷ· Τί μαίνεσθε, ἔφη, κακοδαίμονες; εἶτα τὸν ὄρ-νιθα λαβὼν εἰς τὰς χεῖρας· Πῶς γάρ, ἔφη, οὗτος τὴν αὑτοῦ σωτηρίαν οὐ προϊ-δών, περὶ τῆς ἡμετέρας πορείας ἡμῖν ἄν τι ὑγιὲς ἀνήγγειλεν; εἰ γὰρ ἠδύνατο προγινώσκειν τὸ μέλλον, εἰς τὸν τόπον τοῦτον οὐκ ἂν ἦλθε, φοβούμενος μὴ τοξεύσας αὐτὸν ἀποκτείνῃ Μοσόλλαμος ὁ Ἰουδαῖος.3 Ταῦτα καὶ ὁ Ἑκαταῖος· Καὶ Κλέαρχος δὲ ὁ περιπατητικὸς φιλόσοφος ἐν τῷ πρώτῳ Περὶ ὕπνου βιβλίῳ Ἀριστοτέλει τῷ φιλοσόφῳ τοιόνδε τινὰ περὶ Ἰουδαίων ἀνατίθησι λό-γον, ὧδε πρὸς ῥῆμα γράφων· ε. ΚΛΕΑΡΧΟΥ ΠΕΡΙ ΤΩΝ ΑΥΤΩΝ Ἀλλὰ τὰ μὲν πολλὰ μακρὸν ἂν εἴη λέγειν· ὅσα δ’ ἔχει τῶν ἐκείνου θαυ-μασιότητά τινα καὶ φιλοσοφίαν ὁμοίως, διελθεῖν οὐ χεῖρον. Σαφῶς δὲ ἴσθι, εἶπεν, Ὑπεροχίδη, θαυμαστόν, ὀνείροις ἴσα σοι δόξω λέγειν. καὶ ὁ Ὑπερ-οχίδης εὐλαβούμενος· Δι’ αὐτὸ γάρ, ἔφη, τοῦτο καὶ ζητοῦμεν ἀκοῦσαι πάντες. Οὐκοῦν, εἶπεν ὁ Ἀριστοτέλης, κατὰ τὸ τῶν ῥητορικῶν παράγγελμα γένος αὐτοῦ πρῶτον διέλθωμεν, ἵνα μὴ ἀπειθῶμεν τοῖς τῶν ἀπαγγελιῶν διδασκά-λοις. Λέγε, εἶπεν ὁ Ὑπεροχίδης, οὕτως εἰ δοκεῖ. [Ἐ]κεῖνος τοίνυν τὸ μὲν γένος ἦν Ἰουδαῖος, ἐκ τῆς Κοίλης Συρίας, οὗτοι δ’ εἰσὶν ἀπόγονοι τῶν ἐν Ἰνδοῖς φιλοσόφων· καλοῦνται δέ, ὥς φασιν, οἱ φιλόσοφοι παρὰ μὲν Ἰνδοῖς Καλανοί, παρὰ δὲ Σύροις Ἰουδαῖοι, τοὔνομα λαβόντες ἀπὸ τοῦ τόπου. προσα-γορεύεται γὰρ ὃν κατοικοῦσι τόπον Ἰουδαία· τὸ δὲ τῆς πόλεως αὐτῶν ὄνομα πάνυ σκολιόν ἐστιν, Ἱερουσαλὴμ γὰρ αὐτὴν καλοῦσιν. οὗτος οὖν ὁ ἄν-θρωπος ἐπιξενούμενός τε πολλοῖς κἀκ τῶν ἄνω τόπων εἰς τοὺς ἐπιθαλαττίους ὑποκαταβαίνων Ἑλληνικὸς ἦν οὐ τῇ διαλέκτῳ μόνον, ἀλλὰ καὶ τῇ ψυχῇ καὶ τότε διατριβόντων ἡμῶν περὶ τὴν Ἀσίαν, παραβαλὼν εἰς τοὺς αὐτοὺς τόπους ἅν-θρωπος ἐντυγχάνει ἡμῖν τε καί τισιν ἑτέροις τῶν σχολαστικῶν, πειρώμενος αὐ-τῶν τῆς σοφίας. ὡς δὲ πολλοῖς τῶν ἐν παιδείᾳ συνῳκείωτο, παρεδίδου τι μᾶλ-λον ὧν εἶχε.3 Ταῦτα καὶ ὁ Κλέαρχος. Τούτου δὲ μνημονεύει καὶ ὁ ἡμέτερος Κλήμης ἐν τῷ πρώτῳ Στρω-ματεῖ, δι’ ὧν ταῦτά φησι· 2. ΚΛΗΜΕΝΤΟΣ ΠΕΡΙ ΤΩΝ ΜΝΗΜΟΝΕΥΣΑΝΤΩΝ ΤΟΥ ΙΟΥΔΑΙΩΝ ΕΘΝΟΥΣ Κλέαρχος δὲ ὁ Περιπατητικὸς εἰδέναι φησί τινα Ἰουδαῖον, ὃς Ἀριστοτέλει συνεγένετο. Καὶ μεθ’ ἕτερα ἐπιλέγει· Νουμᾶς δὲ ὁ Ῥωμαίων βασιλεὺς Πυθαγόρειος μὲν ἦν, ἐκ δὲ τῶν Μωσέως ὠφεληθεὶς διεκώλυσεν ἀνθρωποειδῆ καὶ ζῳόμορφον εἰκόνα θεοῦ Ῥωμαίους κτίζειν. ἐν γοῦν ἑκατὸν καὶ ἑβδομήκοντα τοῖς πρώτοις ἔτεσι ναοὺς οἰκοδομού-μενοι ἄγαλμα οὐδὲν οὔτε πλαστὸν οὔτε μὴν γραπτὸν ἐποιήσαντο. ἐπεδεί-κνυτο γὰρ αὐτοῖς ὁ Νουμᾶς δι’ ἐπικρύψεως ὡς οὐκ ἐφάψασθαι τοῦ βελτίστου δυνατὸν γλώσσῃ, μόνῳ δὲ τῷ νῷ. Ἔτι πρὸς τούτοις ἑξῆς ὑποβὰς τάδε φησί· Φανερώτατα δὲ Μεγασθένης ὁ συγγραφεὺς ὁ Σελεύκῳ τῷ Νικάνορι συμ-βεβιωκὼς ἐν τῇ τρίτῃ τῶν Ἰνδικῶν ὧδε γράφει· Ἅπαντα μέντοι τὰ περὶ φύ-σεως εἰρημένα παρὰ τοῖς ἀρχαίοις λέγεται καὶ παρὰ τοῖς ἔξω τῆς Ἑλλάδος φιλοσοφοῦσι, τὰ μὲν παρ’ Ἰνδοῖς ὑπὸ τῶν Βραχμάνων, τὰ δὲ ἐν Συρίᾳ ὑπὸ τῶν καλουμένων Ἰουδαίων.3 Ἔτι πρὸς τούτοις ὁ Κλήμης Ἀριστοβούλου τοῦ Περιπατητικοῦ καὶ Νουμηνίου τοῦ Πυθαγορείου μνημονεύει λέγων· Ἀριστόβουλος δὲ ἐν τῷ πρώτῳ τῶν πρὸς τὸν Φιλομήτορα κατὰ λέξιν γράφει· Κατηκολούθηκε δὲ ὁ Πλάτων τῇ καθ’ ἡμᾶς νομοθεσίᾳ καὶ φανερός ἐστι περιειργασμένος ἕκαστα τῶν ἐν αὐτῇ λεγομένων. διηρμήνευται δὲ πρὸ Δη-μητρίου ὑφ’ ἑτέρων, πρὸ τῆς Ἀλεξάνδρου καὶ Περσῶν ἐπικρατήσεως, τά τε κατὰ τὴν ἐξ Αἰγύπτου ἐξαγωγὴν τῶν Ἑβραίων τῶν ἡμετέρων πολιτῶν καὶ ἡ τῶν γεγονότων ἁπάντων αὐτοῖς ἐπιφάνεια καὶ κράτησις τῆς χώρας καὶ τῆς ὅλης νομοθεσίας ἐπεξήγησις· ὥστε εὔδηλον εἶναι τὸν προειρημένον φιλό-σοφον εἰληφέναι πολλά· γέγονε γὰρ πολυμαθὴς καθὼς καὶ Πυθαγόρας, πολλὰ τῶν παρ’ ἡμῖν μετενέγκας εἰς τὴν ἑαυτοῦ δογματοποιίαν.3 Νουμήνιος δὲ ὁ Πυθαγορικὸς φιλόσοφος ἄντικρυς γράφει· Τί γάρ ἐστι Πλάτων ἢ Μωσῆς ἀττικίζων;3 Ταῦτα ὁ Κλήμης. Καὶ αὐτοῦ δὲ τοῦ Πυθαγορικοῦ φιλοσόφου, τοῦ Νουμηνίου λέγω, ἀπὸ τοῦ πρώτου Περὶ τἀγαθοῦ τάδε παραθήσομαι· ζ. ΝΟΥΜΗΝΙΟΥ ΤΟΥ ΠΥΘΑΓΟΡΙΚΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΕΡΙ ΙΟΥΔΑΙΩΝ Εἰς δὲ τοῦτο δεήσει εἰπόντα καὶ σημηνάμενον ταῖς μαρτυρίαις ταῖς Πλά-τωνος ἀναχωρήσασθαι καὶ ξυνδήσασθαι τοῖς λόγοις τοῦ Πυθαγόρου, ἐπικαλέσασθαι δὲ τὰ ἔθνη τὰ εὐδοκιμοῦντα, προσφερόμενον αὐτῶν τὰς τελε-τὰς καὶ τὰ δόγματα τάς τε ἱδρύσεις συντελουμένας Πλάτωνι ὁμολογου-μένως, ὁπόσας Βραχμᾶνες καὶ Ἰουδαῖοι καὶ Μάγοι καὶ Αἰγύπτιοι διέθεντο. Ταῦτα μὲν οὖν περὶ τῶνδε. Καὶ ἐν τῇ τρίτῃ δὲ βίβλῳ Μωσέως ὁ αὐτὸς τάδε λέγων μνημονεύει·
PG 21:695η. ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΜΩΣΕΩΣ ΟΜΟΥ ΚΑΙ ΠΕΡΙ ΙΟΥΔΑΙΩΝ Τὰ δ’ ἑξῆς Ἰαννῆς καὶ Ἰαμβρῆς Αἰγύπτιοι ἱερογραμματεῖς, ἄνδρες οὐδενὸς ἥττους μαγεῦσαι κριθέντες εἶναι, ἐπὶ Ἰουδαίων ἐξελαυνομένων ἐξ Αἰγύπτου. Μουσαίῳ γοῦν τῷ Ἰουδαίων ἐξηγησαμένῳ, ἀνδρὶ γενομένῳ θεῷ εὔξασθαι δυνατωτάτῳ, οἱ παραστῆναι ἀξιωθέντες ὑπὸ τοῦ πλήθους τοῦ τῶν Αἰγυπτίων οὗτοι ἦσαν τῶν τε συμφορῶν, ἃς ὁ Μουσαῖος ἐπῆγε τῇ Αἰγύπτῳ, τὰς νεανικωτάτας αὐτῶν ἐπιλύεσθαι ὤφθησαν δυνατοί. Διὰ δὴ τούτων ὁ Νουμήνιος καὶ τοῖς ὑπὸ Μωσέως ἐπιτελεσθεῖσι παραδόξοις θαύμασι καὶ αὐτῷ δὲ ὡς θεοφιλεῖ γενομένῳ μαρτυρεῖ. Τοῦ δὲ Ἰουδαίων ἔθνους καὶ Χοιρίλος, ἀρχαῖος γενόμενος ποιητής, μέμνη-ται καὶ ὡς συνεστράτευσαν τῷ βασιλεῖ Ξέρξῃ ἐπὶ τὴν Ἑλλάδα. λέγει δὲ οὕτως· θ. ΧΟΙΡΙΛΟΥ ΠΟΙΗΤΟΥ ΠΕΡΙ ΙΟΥΔΑΙΩΝ Τῶν δ’ ὄπιθεν διέβαινε γένος θαυμαστὸν ἰδέσθαι, γλῶσσαν μὲν Φοίνισσαν ἀπὸ στομάτων ἀφιέντες, ᾤκουν δ’ ἐν Σολύμοις ὄρεσι πλατέῃ παρὰ λίμνῃ, αὐχμαλέοι κεφαλάς, τροχοκουράδες· αὐτὰρ ὕπερθεν ἵππων δαρτὰ πρόσωπ’ ἐφόρουν ἐσκληκότα καπνῷ.3 δῆλον δ’ ἐστὶν ὅτι περὶ Ἰουδαίων αὐτῷ ταῦτ’ εἴρηται ἐκ τοῦ καὶ τὰ Ἱεροσόλυμα ἐν τοῖς παρ’ Ἕλλησι Σολύμοις ὀνομαζομένοις ὄρεσι κεῖσθαι, πλησίον δὲ εἶναι τὴν Ἀσφαλτῖτιν λίμνην, πλατυτάτην οὖσαν κατὰ τὸν ποιητὴν καὶ μείζονα πα-σῶν τῶν ἐν τῇ Συρίᾳ λιμνῶν. Ταῦτα μὲν οὖν καὶ οὗτος. Ὁ δὲ Πορφύριος ἐν τῷ πρώτῳ τῆς Ἐκ λογίων φιλοσοφίας αὐτὸν εἰσά-γει τὸν ἑαυτοῦ θεὸν τῷ Ἑβραίων γένει μετὰ τῶν ἄλλων τῶν ἐπὶ συνέσει βοωμένων ἐθνῶν σοφίαν ἐπιμαρτυροῦντα. λέγει δὲ ὁ παρ’ αὐτῷ Ἀπόλ-λων δι’ οὗ ἐκτίθεται χρησμοῦ τάδε· ι. ΕΚ ΤΩΝ ΠΟΡΦΥΡΙΟΥ ΧΡΗΣΜΟΙ ΤΟΥ ΑΠΟΛΛΩΝΟΣ ΠΕΡΙ ΕΒΡΑΙΩΝ Ἐκκειμένων δέ, ἔτι περὶ τῶν θυσιῶν ἐπάγει οἷς προσέχειν δεῖ, ἅτε μεστοῖς οὖσι πάσης θεοσοφίας· αἰπεινὴ μὲν ὁδὸς μακάρων τρηχεῖά τε πολλόν, χαλκοδέτοις τὰ πρῶτα διοιγομένη πυλεῶσιν· ἀτραπιτοὶ δὲ ἔασιν ἀθέσφατοι ἐγγεγαυῖαι, ἃς πρῶτοι μερόπων ἐπ’ ἀπείρονα πρῆξιν ἔφηναν οἱ τὸ καλὸν πίνοντες ὕδωρ Νειλώτιδος αἴης· πολλὰς καὶ Φοίνικες ὁδοὺς μακάρων ἐδάησαν, Ἀσσύριοι Λυδοί τε καὶ Ἑβραίων γένος ἀνδρῶν· καὶ τὰ τούτοις ἀκόλουθα. οἷς ὁ συγγραφεὺς ἐπιλέγει· Χαλκόδετος γὰρ ἡ πρὸς θεοὺς ὁδὸς αἰπεινή τε καὶ τραχεῖα, ἧς πολλὰς ἀτραποὺς βάρβαροι μὲν ἐξεῦρον, Ἕλληνες δὲ ἐπλανήθησαν, οἱ δὲ κρατοῦντες ἤδη καὶ διέφθειραν. τὴν δὲ εὕρεσιν Αἰγυπτίοις ὁ θεὸς ἐμαρτύρησε Φοίνιξί τε καὶ Χαλδαίοις (Ἀσσύριοι γὰρ οὗτοι) Λυδοῖς τε καὶ Ἑβραίοις. ἔτι πρὸς τούτοις καὶ ἐν ἑτέρῳ χρησμῷ φησιν ὁ Ἀπόλλων· μοῦνοι Χαλδαῖοι σοφίην λάχον ἠδ’ ἄρ’ Ἑβραῖοι, αὐτογένεθλον ἄνακτα σεβαζόμενοι θεὸν ἁγνῶς. καὶ πάλιν ἐρωτηθείς, τίνι λόγῳ πολλοὺς λέγουσιν οὐρανούς, ἔχρησε τάδε· εἷς ἐν παντὶ πέλει κόσμου κύκλος, ἀλλὰ σὺν ἑπτὰ ζώναισιν πεφόρηται ἐς ἀστερόεντα κέλευθα, ἃς δὴ Χαλδαῖοι καὶ ἀριζήλωτοι Ἑβραῖοι οὐρανίας ὀνόμηναν, ἐς ἑβδόματον δρόμον ἕρπειν. Περὶ μὲν οὖν τῆς Ἰουδαίων τε καὶ Ἑβραίων προσηγορίας τῆς τε παρ’ αὐτοῖς πάλαι διαπρεπούσης εὐσεβείας τε καὶ φιλοσοφίας ἐκκείσθω ταῦτα. περὶ δὲ τῆς πατρίου αὐτῶν ἱστορίας θέα ὁπόσοι συνεφώνησαν· Μωσέως ἐν ταῖς περὶ τοῦ παντὸς ἀρχαιολογίαις κατακλυσμὸν ἱστορήσαντος καὶ ὡς ὁ παρ’ Ἑβραίοις ὀνομαζόμενος Νῶε ἐν λάρνακι ξύλου πεποιημένῃ μετὰ τῶν οἰκείων διασέσωσται, Βηρωσσὸς ὁ Χαλδαῖος καὶ Ἱερώνυμος ὁ Αἰγύπτιος Νικό-λαός τε ὁ Δαμασκηνός, ἱστορικοὶ συγγραφεῖς, ὅπως τῶν αὐτῶν ἐμνημόνευ-σαν, Ἰώσηπος ἐν τῇ πρώτῃ τῆς Ἀρχαιολογίας τοῦτον παρατίθεται τὸν τρόπον· ια. ΑΠΟ ΤΗΣ ΙΩΣΗΠΟΥ ΑΡΧΑΙΟΛΟΓΙΑΣ, ΟΠΟΣΟΙ ΤΩΝ ΕΞΩΘΕΝ ΣΥΓΓΡΑΦΕΩΝ ΕΜΝΗΣΘΗΣΑΝ ΤΟΥ ΠΑΡΑ ΜΩΣΕΙ ΚΑΤΑΚΛΥΣΜΟΥ Τοῦ δὲ κατακλυσμοῦ τούτου καὶ τῆς λάρνακος μέμνηνται πάντες οἱ τὰς βαρβαρικὰς ἱστορίας ἀναγεγραφότες, ὧν ἐστι καὶ Βηρωσσὸς ὁ Χαλδαῖος. διη-γούμενος γὰρ τὰ περὶ τὸν κατακλυσμὸν οὕτω που διέξεισι· Λέγεται δὲ καὶ τοῦ πλοίου ἐν τῇ Ἀρμενίᾳ πρὸς τῷ ὄρει τῶν Κορδυαίων ἔτι μέρος τε εἶναι καὶ κομίζειν τινὰς τῆς ἀσφάλτου ἀφαιροῦντας· χρῶνται δὲ μάλιστα οἱ ἄνθρω-ποι τῷ κομιζομένῳ πρὸς τοὺς ἀποτροπιασμούς.3 μέμνηται δὲ τούτων καὶ Ἱερώνυμος ὁ Αἰγύπτιος, ὁ τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συγγραψάμενος, καὶ Μνασέας δὲ καὶ ἄλλοι πλείους. καὶ Νικόλαος δὲ ὁ Δαμασκηνὸς ἐν τῇ ἐνενη-κοστῇ καὶ ἕκτῃ βίβλῳ ἱστορεῖ περὶ αὐτῶν, λέγων οὕτως· Ἔστιν ὑπὲρ τὴν Μινυάδα μέγα ὄρος κατὰ τὴν Ἀρμενίαν, Βάρις λεγόμενον, εἰς ὃ πολλοὺς συμ-φυγόντας ἐπὶ τοῦ κατακλυσμοῦ λόγος ἔχει περισωθῆναι καί τινα ἐπὶ λάρνακος ὀχούμενον ἐπὶ τὴν ἀκρώρειαν ὀκεῖλαι καὶ τὰ λείψανα τῶν ξύλων ἐπὶ πολὺ σω-θῆναι. γένοιτο δ’ ἂν οὗτος ὅντινα καὶ Μωσῆς ἀνέγραψεν ὁ Ἰουδαίων νομο-θέτης.3 Ταῦτα μὲν ὁ Ἰώσηπος. Ἐγὼ δέ σοι τὰ Μηδικὰ καὶ Ἀσσύρια διελθὼν ἐκ τῆς Ἀβυδηνοῦ γρα-φῆς, περὶ τῆς αὐτῆς ἱστορίας τάσδε τοῦ ἀνδρὸς παραθήσομαι τὰς λέξεις· ιβ. ΑΠΟ ΤΗΣ ΑΒΥΔΗΝΟΥ ΓΡΑΦΗΣ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑΚΛΥΣΜΟΥ Μεθ’ ὃν ἄλλοι τε ἦρξαν καὶ Σείσιθρος, ᾧ δὴ Κρόνος προσημαίνει μὲν ἔσεσθαι πλῆθος ὄμβρων Δεσίου πέμπτῃ ἐπὶ δέκα, κελεύει δὲ πᾶν ὅ τι γραμ-μάτων ἦν ἐχόμενον ἐν Ἡλίου πόλει τῇ ἐν Σιππάροισιν ἀποκρύψαι. Σείσι-θρος δὲ ταῦτα ἐπιτελέα ποιήσας εὐθέως ἐπ’ Ἀρμενίης ἀνέπλωε, καὶ παραυ-τίκα μιν κατελάμβανε τὰ ἐκ θεοῦ. τρίτῃ δὲ ἡμέρῃ ἐπεί τε ὕων ἐκόπασε, μετίει τῶν ὀρνίθων πείρην ποιεύμενος, εἴ κου γῆν ἴδοιεν τοῦ ὕδατος ἐκδῦσαν. αἱ δὲ ἐκδεχομένου σφέας πελάγεος ἀχανέος ἀπορέουσαι ὅκη κατορμίσονται παρὰ τὸν Σείσιθρον ὀπίσω κομίζονται, καὶ ἐπ’ αὐτῇσιν ἕτεραι. ὡς δὲ τῇσι τρίτῃσιν εὐτύχεεν (ἀπίκατο γὰρ δὴ πηλοῦ κατάπλεοι τοὺς ταρσούς), θεοί μιν ἐξ ἀνθρώπων ἀφανίζουσι· τὸ δὲ πλοῖον ἐν Ἀρμενίῃ περίαπτα ξύλων ἀλεξι-φάρμακα τοῖσιν ἐπιχωρίοισι παρείχετο. Ταῦτα μὲν οὖν οὗτος. Πάλιν δὲ Μωσέως τοὺς πρώτους φύντας ἀνθρώπων μακροβίους γε-γονέναι φήσαντος, μάρτυρας καὶ τούτου παρατίθεται τοῦ λόγου τοὺς Ἑλ-λήνων συγγραφεῖς ὧδε λέγων ὁ Ἰώσηπος· ιγ. ΑΠΟ ΤΗΣ ΙΩΣΗΠΟΥ ΑΡΧΑΙΟΛΟΓΙΑΣ ΠΕΡΙ ΤΟΥ ΠΛΕΙΟΥΣ ΜΝΗΜΟΝΕΥΣΑΙ ΤΗΣ ΤΩΝ ΠΑΛΑΙΩΝ ΜΑΚΡΟΒΙΟΥ ΖΩΗΣ Μηδεὶς δὲ πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἐτῶν ἃ ζῶμεν συμ-βαλὼν τὸν τῶν παλαιῶν ψευδῆ νομιζέτω τὰ περὶ ἐκείνων λεγόμενα, τῷ μηδὲ νῦν τοσοῦτον ἐν τῷ βίῳ παρατείνειν χρόνον τεκμαιρόμενος μηδ’ ἐκείνους εἰς ἐκεῖνο τὸ μῆκος τῆς ζωῆς ἀφῖχθαι. οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες καὶ ὑπ’ αὐτοῦ τοῦ θεοῦ γενόμενοι καὶ διὰ [τὸ] τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς πλείονα χρόνον οὔσας εἰκότως ἔζων πλῆθος τοσούτων ἐτῶν. ἔπειτα καὶ δι’ ἀρετὴν καὶ δι’ εὐχρηστίαν ὧν ἐπενόουν ἀστρολογίας καὶ γεωμετρίας εἰς πλείονα ζῆν τὸν θεὸν αὐτοῖς παρασχεῖν, ἅπερ οὐκ ἦν ἀσφαλῶς αὐτοῖς προει-πεῖν μὴ ζήσασιν ἑξακοσίους ἐνιαυτούς· διὰ γὰρ τούτων ὁ μέγας ἐνιαυτὸς πλη-ροῦται. μαρτυροῦσι δέ μου τῷ λόγῳ πάντες οἱ παρ’ Ἕλλησι καὶ βαρβάροις συγγραψάμενοι τὰς ἀρχαιολογίας. καὶ γὰρ καὶ Μάνεθως ὁ τὴν τῶν Αἰγυπτια-
PG 21:697κῶν ποιησάμενος ἀναγραφὴν καὶ Βηρωσσὸς ὁ τὰ Χαλδαϊκὰ συναγαγὼν καὶ Μόλος καὶ Ἑστιαῖος καὶ πρὸς αὐτοῖς ὁ Αἰγύπτιος Ἱερώνυμος οἵ τε τὰ Φοι-νικικὰ συνταξάμενοι συμφωνοῦσι τοῖς ὑπ’ ἐμοῦ λεγομένοις· Ἡσίοδός τε καὶ Ἑκαταῖος καὶ Ἑλλάνικος καὶ Ἀκουσίλαος καὶ πρὸς τούτοις Ἔφορος καὶ Νικόλαος ἱστοροῦσι τοὺς ἀρχαίους ζήσαντας ἔτη χίλια. περὶ μὲν οὖν τούτων, ὡς ἂν ἑκάστοις ᾖ φίλον, οὕτως σκοπείτωσαν. Πάλιν Μωσέως περὶ τῆς τοῦ πύργου κατασκευῆς καὶ ὡς ἀπὸ μιᾶς γλώσσης εἰς πολλὰς συνεχύθησαν διαλέκτους ἱστορήσαντος, ἐν τῇ λεχ-θείσῃ Περὶ τῶν Ἀσσυρίων γραφῇ ὁ μικρῷ πρόσθεν δηλωθεὶς συγγραφεὺς τὰ ὅμοια μαρτυρεῖ λέγων ὧδε· ιδ. ΑΠΟ ΤΗΣ ΑΒΥΔΗΝΟΥ ΓΡΑΦΗΣ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΠΥΡΓΟΥ ΚΑΤΑΣΚΕΥΗΣ Ἐν τῇ δὴ λέγουσι τοὺς πρώτους ἐκ γῆς ἀνασχόντας, ῥώμῃ τε καὶ με-γέθει χαυνωθέντας καὶ δὴ θεῶν καταφρονήσαντας ἀμείνονας εἶναι, τύρσιν ἠλίβατον ἀείρειν, ἵνα νῦν Βαβυλών ἐστιν· ἤδη τε ἆσσον εἶναι τοῦ οὐρανοῦ, καὶ τοὺς ἀνέμους θεοῖσι βωθέοντας ἀνατρέψαι περὶ αὐτοῖσι τὸ μηχάνημα· τοῦ δὴ τὰ ἐρείπια λέγεσθαι Βαβυλῶνα. τέως δὲ ὄντας ὁμογλώσσους ἐκ θεῶν πολύθροον φωνὴν ἐνείκασθαι, μετὰ δὲ Κρόνῳ τε καὶ Τιτῆνι συστῆναι πόλεμον. ιε. ΩΣ ΚΑΙ ΕΤΕΡΟΙ ΠΛΕΙΟΥΣ ΕΜΝΗΣΘΗΣΑΝ ΤΟΥ ΑΥΤΟΥ· ΑΠΟ ΤΗΣ ΙΩΣΗΠΟΥ ΑΡΧΑΙΟΛΟΓΙΑΣ Ὁ δὲ τόπος, ἐν ᾧ τὸν πύργον ᾠκοδόμησαν, νῦν Βαβυλὼν καλεῖται, διὰ τὴν σύγχυσιν τοῦ περὶ τὴν διάλεκτον πρῶτον ἐναργοῦς· Ἑβραῖοι γὰρ τὴν σύγχυ-σιν Βαβὲλ καλοῦσι. Περὶ δὲ τοῦ πύργου τούτου καὶ τῆς ἀλλοφωνίας τῶν ἀνθρώπων μέμνηται καὶ Σίβυλλα, λέγουσα οὕτως· Πάντων ὁμοφώνων ὄντων τῶν ἀνθρώπων πύργον ᾠκοδόμησάν τινες ὑψηλότατον, ὡς ἐπὶ τὸν οὐρανὸν ἀναβησόμενοι δι’ αὐτοῦ. οἱ δὲ θεοὶ ἀνέμους ἐπιπέμψαντες ἀνέτρεψαν τὸν πύργον, καὶ ἰδίαν ἑκάστῳ φωνὴν ἔδωκαν, καὶ διὰ τοῦτο Βαβυλῶνα συνέβη κληθῆναι τὴν πόλιν.3 περὶ δὲ τοῦ πεδίου τοῦ λεγομένου Σενναὰρ ἐν τῇ Βαβυλωνίᾳ χώρᾳ μνημονεύει Ἑστιαῖος, λέγων οὕτως· Τῶν δὲ ἱερέων τοὺς διασωθέντας, τὰ τοῦ Ἐνυαλίου Διὸς ἱερώ-ματα λαβόντας, εἰς Σενναὰρ τῆς Βαβυλωνίας ἐλθεῖν· σκίδνανται δὴ τὸ λοιπὸν ἐντεῦθεν ὑπὸ τῆς ὁμογλωσσίας τὰς συνοικίας ποιησάμενοι πανταχοῦ, καὶ γῆν ἕκαστοι κατελάμβανον τὴν ἐντυχοῦσαν.3 Πάλιν Μωσέως τὴν κατὰ τὸν Ἑβραίων προπάτορα Ἁβραὰμ ἱστορίαν εἰς πλάτος ἐκθεμένου, μαρτυρεῖν αὐτῷ καὶ τοὺς ἔξωθεν ἱστορικοὺς ὁ Ἰώση-πος λέγει διὰ τούτων· ι. ΟΣΟΙ ΠΕΡΙ ΤΟΥ ΠΑΝΤΩΝ ΕΒΡΑΙΩΝ ΠΡΟΠΑΤΟΡΟΣ ΑΒΡΑΑΜ ΕΜΝΗΣΘΗΣΑΝ Μνημονεύει δὲ τοῦ πατρὸς ἡμῶν Ἁβραάμου Βηρωσσός, οὐκ ὀνομάζων, λέ-γων δὲ οὕτως· Μετὰ τὸν κατακλυσμὸν δεκάτῃ γενεᾷ παρὰ Χαλδαίοις τις ἦν δίκαιος ἀνὴρ καὶ μέγας καὶ τὰ οὐράνια ἔμπειρος.3 Ἑκαταῖος δὲ καὶ τοῦ μνησθῆναι πλεῖόν τι πεποίηκε· βιβλίον γὰρ περὶ αὐτοῦ συνταξάμενος κατέλιπε. Νικόλαος δὲ ὁ Δαμασκηνὸς ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν λέγει οὕτως· Ἁβρα-άμης ἐβασίλευε Δαμασκοῦ, ἔπηλυς σὺν στρατῷ ἀφιγμένος ἐκ τῆς γῆς τῆς ὑπὲρ Βαβυλῶνος, Χαλδαίων λεγομένης. μετ’ οὐ πολὺν δὲ χρόνον ἐξαναστὰς καὶ ἀπὸ ταύ-της τῆς χώρας σὺν τῷ σφετέρῳ λαῷ εἰς τὴν τότε μὲν Χαναναίαν λεγομένην, νῦν δὲ Ἰουδαίαν, μετῴκησε καὶ οἱ ἀπ’ ἐκείνου πληθύσαντες, περὶ ὧν ἐν ἑτέρῳ λόγῳ διέξειμι τὰ ἱστορούμενα.3 τοῦ τε Ἁβραάμου ἔτι καὶ νῦν ἐν τῇ Δα-μασκηνῇ τὸ ὄνομα δοξάζεται, καὶ κώμη ἀπ’ αὐτοῦ δείκνυται Ἁβραάμου οἴκησις λεγομένη. λιμοῦ δὲ χρόνοις ὕστερον τὴν Χαναναίαν καταλαβόντος, Ἅβραμος Αἰγυπτίους εὐδαιμονεῖν πυθόμενος διαίρειν πρὸς αὐτοὺς ἦν πρόθυμος, τῆς τε ἀφθονίας τῆς ἐκείνων μεθέξων καὶ τῶν ἱερέων ἀκροατὴς ἐσόμενος, ὧν λέγοιεν περὶ θεῶν· ἢ γὰρ κρείσσοσιν εὑρεθεῖσι κατακολουθήσειν ἢ μετακοσμήσειν αὐτοὺς ἐπὶ τὸ βέλτιον, αὐτὸς ἄμεινον φρονῶν. Εἶθ’ ἑξῆς ἐπιλέγει· Καὶ συνῆν Αἰγυπτίων τοῖς λογιωτάτοις, τήν τε ἀρετὴν αὐτῷ καὶ τὴν ἐπ’ αὐτῷ δόξαν ἐντεῦθεν ἐπιφανεστέραν συνέβη γενέσθαι. τῶν γὰρ Αἰγυ-πτίων διαφόροις ἀρεσκομένων ἔθεσι καὶ τὰ παρ’ ἀλλήλοις ἐκφαυλιζόντων νό-μιμα καὶ διὰ τοῦτο δυσμενῶς ἐχόντων πρὸς ἀλλήλους, συμβαλὼν αὐτῶν ἑκά-στοις καὶ διαπτύων τοὺς λόγους, οὓς ἐποιοῦντο περὶ τῶν ἰδίων, κενοὺς καὶ μηδὲν ἔχοντας ἀληθὲς ἀπέφαινε. θαυμασθεὶς οὖν ὑπ’ αὐτῶν ἐν ταῖς συνουσίαις ὡς συνετώτατος καὶ δεινὸς ἀνὴρ οὐ νοῆσαι μόνον, ἀλλὰ καὶ πεῖσαι λέγων περὶ ὧν ἂν ἐπιχειρήσειε διδάσκειν, τήν τε ἀριθμητικὴν αὐτοῖς χαρίζεται καὶ τὰ περὶ ἀστρολογίαν παραδίδωσι. πρὸ γὰρ τῆς Ἁβραάμου παρουσίας Αἰγύπτιοι τούτων εἶχον ἀμαθῶς. ἐκ Χαλδαίων γὰρ ταῦτ’ ἐφοίτησεν εἰς Αἴγυπτον, ὅθεν ἦλθε καὶ εἰς τοὺς Ἕλληνας. Ταῦτα ὁ Ἰώσηπος. Συνᾴδει δὲ τούτοις καὶ ὁ Πολυί̈στωρ Ἀλέξανδρος, πολύνους ὢν καὶ πολυμαθὴς ἀνὴρ τοῖς τε μὴ πάρεργον τὸν ἀπὸ παιδείας καρπὸν πεποιημένοις Ἕλλησι γνωριμώτατος, ὃς ἐν τῇ Περὶ Ἰουδαίων συντάξει τὰ κατὰ τὸν Ἁβραὰμ τοῦτον ἱστορεῖ κατὰ λέξιν τὸν τρόπον· ιζ. ΕΥΠΟΛΕΜΟΥ ΠΕΡΙ ΑΒΡΑΑΜ· ΑΠΟ ΤΗΣ ΑΛΕΞΑΝΔΡΟΥ ΤΟΥ ΠΟΛΥΙΣΤΟΡΟΣ ΠΕΡΙ ΙΟΥΔΑΙΩΝ ΓΡΑΦΗΣ Εὐπόλεμος δὲ ἐν τῷ περὶ Ἰουδαίων τῆς Ἀσσυρίας φησὶ πόλιν Βαβυλῶνα πρῶτον μὲν κτισθῆναι ὑπὸ τῶν διασωθέντων ἐκ τοῦ κατακλυσμοῦ· εἶναι δὲ αὐτοὺς γίγαντας, οἰκοδομεῖν δὲ τὸν ἱστορούμενον πύργον. πεσόντος δὲ τού-του ὑπὸ τῆς τοῦ θεοῦ ἐνεργείας τοὺς γίγαντας διασπαρῆναι καθ’ ὅλην τὴν γῆν. δεκάτῃ δὲ γενεᾷ, φησίν, ἐν πόλει τῆς Βαβυλωνίας Καμαρίνῃ, ἥν τινας λέ-γειν πόλιν Οὐρίην (εἶναι δὲ μεθερμηνευομένην Χαλδαίων πόλιν), [ἢ] ἐν τρισκαι-δεκάτῃ γενέσθαι Ἁβραὰμ γενεᾷ, εὐγενείᾳ καὶ σοφίᾳ πάντας ὑπερβεβηκότα, ὃν δὴ καὶ τὴν ἀστρολογίαν καὶ Χαλδαϊκὴν εὑρεῖν ἐπί τε τὴν εὐσέβειαν ὁρμήσαντα εὐαρεστῆσαι τῷ θεῷ. τοῦτον δὲ διὰ τὰ προστάγματα τοῦ θεοῦ εἰς Φοινίκην ἐλθόντα κατοικῆσαι, καὶ τροπὰς ἡλίου καὶ σελήνης καὶ τὰ ἄλλα πάντα διδά-ξαντα τοὺς Φοίνικας εὐαρεστῆσαι τῷ βασιλεῖ αὐτῶν. ὕστερον δὲ Ἀρμενίους ἐπι-στρατεῦσαι τοῖς Φοίνιξι· νικησάντων δὲ καὶ αἰχμαλωτισαμένων τὸν ἀδελφι-δοῦν αὐτοῦ τὸν Ἁβραὰμ μετὰ οἰκετῶν βοηθήσαντα ἐγκρατῆ γενέσθαι τῶν αἰχμαλωτισαμένων καὶ τῶν πολεμίων αἰχμαλωτίσαι τέκνα καὶ γυναῖκας. πρέσβεων δὲ παραγενομένων πρὸς αὐτὸν ὅπως χρήματα λαβὼν ἀπολυτρώσῃ ταῦτα, μὴ προελέσθαι τοῖς δυστυχοῦσιν ἐπεμβαίνειν, ἀλλὰ τὰς τροφὰς λαβόντα τῶν νεανίσκων ἀποδοῦναι τὰ αἰχμάλωτα ξενισθῆναί τε αὐτὸν ὑπὸ πόλεως ἱερὸν Ἀργαριζίν, ὃ εἶναι μεθερμηνευόμενον ὄρος ὑψίστου· παρὰ δὲ τοῦ Μελχισεδὲκ ἱερέως ὄντος τοῦ θεοῦ καὶ βασιλεύοντος λαβεῖν δῶρα. λιμοῦ δὲ γενομένου τὸν Ἁβραὰμ ἀπαλλαγῆναι εἰς Αἴγυπτον πανοικίᾳ κἀκεῖ κατοικεῖν τήν τε γυναῖκα αὐτοῦ τὸν βασιλέα τῶν Αἰγυπτίων γῆμαι, φάντος αὐτοῦ ἀδελ-φὴν εἶναι. περισσότερον δ’ ἱστόρησεν ὅτι οὐκ ἠδύνατο αὐτῇ συγγενέσθαι καὶ ὅτι συνέβη φθείρεσθαι αὐτοῦ τὸν λαὸν καὶ τὸν οἶκον, μάντεις δὲ αὐτοῦ καλέσαντος τούτους φάναι μὴ εἶναι χήραν τὴν γυναῖκα· τὸν δὲ βασιλέα τῶν Αἰγυπτίων οὕτως ἐπιγνῶναι ὅτι γυνὴ ἦν τοῦ Ἁβραὰμ καὶ ἀποδοῦναι αὐτὴν τῷ ἀνδρί. συζήσαντα δὲ τὸν Ἁβραὰμ ἐν Ἡλιουπόλει τοῖς Αἰγυπτίων ἱερεῦσι πολλὰ μεταδιδάξαι αὐτοὺς καὶ τὴν ἀστρολογίαν καὶ τὰ λοιπὰ τοῦτον αὐτοῖς εἰση-
Α αὖθις· σιωπήσας καὶ ἑλκύσας τὸ τόξον, ἔβαλε, καὶ τὸν ὄρνιθα πατάξας ἀπέκτεινεν. ᾿Αγανακτοῦντος δὲ τοῦ μάντεως καί τινων ἄλλων, καὶ καταρωμένων αὐτῷ· Τί μαίνεσθε, ἔφη, κακοδαίμονες; Εἶτα τὸν ὄρνιθα λαβὼν εἰς τὰς χεῖρας· Πῶς γὰρ οὗτος, ἔφη, τὴν αὐτοῦ σωτηρίαν οὐ προειδώς, περὶ τῆς ἡμετέρας ἡμῖν πορείας ἄν τι ὑγιὲς ἀνήγγειλεν ; Εἰ γὰρ ἐδύ νατο προγινώσκειν τὸ μέλλον, εἰς τὸν τόπον τοῦτον οὐκ ἂν ἦλθε, φοβούμενος μή τοξεύσας αὐτὸν ἀπο κτείνῃ Μοσόμαμος ὁ Ἰουδαῖος. Καὶ ταῦτα μὲν ὁ Ἑκαταῖος. Τu Κλέαρχος Σολεὺς ἔγραψε διάφορα, Οστᾶ ἓξ καὶ εἴκοσι εἶναί φησιν ὁ Σολεύς Κλέαρχος, εἷς τῶν ᾿Αριστοτέ- λους μαθητῶν. Περὶ γραφῶν, Περὶ παροιμιών, περιπατητικόν Περὶ σκελετῶν. Κλέαρχος, ὁ ᾿Αριστοτέλους ὢν μαθη- τῆς, καὶ τῶν ἐκ τοῦ Περιπάτου φιλοσόφων οὐδενὸς δεύτερος. ἐν τῷ πρώτῳ Περὶ ὕπνου βιβλίῳ, φησὶν Αριστοτέλην τὸν διδάσκαλον αὐτοῦ, περί τινος ἀν δρὸς Ἰουδαίου ταῦτα ἱστορεῖν, αὐτὸν τὸν λόγον Αρι- στοτέλει παρατιθείς. ΚΕΦΑΛΑΙΟΝ Ε. Κλεάρχου περὶ τῶν αὐτῶν, ἀπὸ τοῦ α' τῶν Περὶ ὕπνων. Κλέαρχος δὲ (78) ὁ Περιπατητικός φιλόσοφος ἐκ τῷ πρώτῳ Περὶ ὕπνου βιβλίῳ Αριστοτέλει τῷ φιλο σόφῳ τοιόνδε τινὰ περὶ Ἰουδαίων ἀνατίθησι λόγον, ὧδε πρὸς ῥῆμα γράφων· . Ἀλλὰ τὰ μὲν πολλὰ μακρόν ἂν εἴη λέγειν· ὅσα δὲ ἔχει τῶν ἐκείνου θαυμασιότητά τινα καὶ φιλοσοφίαν, ὁμοίως διελθεῖν οὐ χεῖρον. Σα φῶς δ᾽ ἴσθι (79), εἶπεν, Ὑπεροχίδη, θαυμαστὸν καὶ ὀνείροις ἴσα σοι δόξω λέγειν. Καὶ ὁ Ὑπεροχίδης εὐλα βούμενος · Δι᾿ αὐτὸ γὰρ, ἔφη, τοῦτο καὶ ζητοῦμεν ἀκοῦσαι πάντες. Οὐκοῦν, εἶπεν ὁ ᾿Αριστοτέλης, κατὰ τὸ τῶν ῥητορικῶν παράγγελμα, γένος αὐτοῦ πρῶτον διέλθωμεν· ἵνα μὴ ἀπειθῶμεν τοῖς τῶν ἀπαγγε λιῶν (80) διδασκάλοις. Λέγε, εἶπεν ὁ Ὑπεροχίδης, οὕτως εἰ δοκεῖ (81). Ἐκεῖνος τοίνυν τὸ μὲν γένος ἦν Ἰουδαῖος ἐκ τῆς Κοίλης Συρίας. Οὗτοι δ' εἰσὶν ἀπό γονοι τῶν ἐν Ἰνδοῖς Καλανῶν (82), παρὰ δὲ Σύρος Ἰουδαίων, τούνομα λαβόντων ἀπὸ τοῦ τόπου. Προσα γορεύεται γὰρ ἂν κατοικοῦσι τόπον Ἰουδαία· τὸ δὲ τῆς πόλεως αὐτῶν ὄνομα πάνυ σκολιόν ἐστιν· Ἱερου σαλήμ (85) γὰρ αὐτὴν καλοῦσιν. Οὗτος οὖν ὁ ἄνθρω πος ἐπιξενούμενος τοῖς πολλοῖς, κἂν τῶν ἄνω τόπων εἰς τοὺς ἐπιθαλαττίους υποκαταβαίνων, Ἑλληνικὸς ἦν οὐ τῇ διαλέκτῳ μόνον, ἀλλὰ καὶ τῇ ψυχῇ . Καὶ τότε διατριβόντων ἡμῶν περὶ τὴν ᾿Ασίαν, παραβαλὼν εἰς αὐτοὺς τοὺς τόπους ἄνθρωπος ἐντυγχάνει ἡμῖν τε καί τισιν ἑτέροις τῶν σχολαστικών, πειρώμενος αυ τῶν τῆς σοφίας. ὡς δὲ πολλοῖς (84) τῶν ἐν παιδεία σοι εἰπεῖν, Υπεροχίδη. καλοῦνται δὲ, ὥς φασιν, οἱ φιλόσο φοι, παρὰ μὲν Ἰνδοῖς Καλανοί, παρὰ δὲ Σύροις Ἰουδαῖοι, τοὔνομα λαβόντες ἐπὶ τοῦ τόπου. ἱερὸν Σολομῶνος, ἑ. π. συνῳκειοῦντο,quæ - APOLOGETICA. EUSEBII CASARIENSIS OPP. PARS II. simulque respondet, si quidem ibi resideret, om- nibus etiam ut eo in loco hærerent expedire ; sin protinus volando contenderet, porro pergerent ipsi quoque; sin denique retro, retro similiter illi redirent. Judæus nihil contra, sed intento arcu jaculatur, avemque configit. Hic indignante gra- viter augure, aliisque nonnullis, ipsique una diras imprecantibus : Quid, inquit, miseri, usque adeo furitis? simulque in manus sumpta volucre: Istane potuit, obsecro, quæ vitæ ipsa suæ providere non potuit, sani quidquam de suscepto a nobis itinere prænuntiare? Enimvero si prænosse futurum potuisset, nunquam utique hunc in locum venisset, ne, Mosomami Judæi sagittis confixa moreretur. › Hactenus Hecatæus. CAPUT V. De iisdem, ex primo Clearchi, de somno. At Clearchus, peripateticus philosophus, libro primo De somno, Aristotelem de Judæis in eum, qui sequitur, modum loquentem inducit: Longum esset, inquit, narrare quam plurima : sed quidquid hoc in homine admirationis aliquid habere, ac philosophum sapere videbitur, eodem modo perse- qui nihilominus utile fuerit. Tibi autem, Hypero- chida, res plane admirabiles, somniorumque per- similes referri abs me, sat scio, videbuntur. Cui Hyperochides verecunde : Quippe hæc enim, inquit, ipsa causa nobis omnibus audiendi appetitum ciet. Ergo, subjicit Aristoteles : Genus hominis, ut præci- piunt rhetores, in primis aperiamus, ne scilicet non auditi a nobis esse narrationum magistri vi- deantur. vero, uti libuerit, inquit Hyperochi- dles. Ille ergo gente Judaeus erat, ex Cclesyria. Hi porro a Calanis Indiæ populis originem ducunt, qui apud Syros Judæorum nomen a loco accepere. Quæ enim ab iis regio incolitur, Judæam vulgo nominant. Urbis autem ipsorum nomen tortuosum admodum et impeditum est, Hierusalem enim voca- tur. Is, cum a plerisque hospitio exciperetur, et a superioribus partibus ad maritima loca descen- deret, non sermone tantum, sed etiam animo Græcus erat. Nobis ergo tum in Asia forte degentibus accidit, ut eadem appulsus ad loca, nobiscum aliquandiu, simulque cum aliis qui dicis tantum causa Platonem audierit, quo de multa Suidas : sed ille, quem ita verbo uno per- stringit, Solensis erat, id est, Solis in Cilicia oriundus, Aristotelis discipulus. Pollux lib. ut, cap, : Εjus sepe meminit Athenaeus, eique varia tribuit opera, ut libro vit, item- que ubi et fuisse ait : et lib. rx, Quo ex opere illud fuerit, quod a Polluce laudatur. De somno eum- dem scripsisse, præter Eusebium nostrum Josephus auctor est, lib. cont. Apicnem, pag. 1047, edit. Græco-L. inquit, Tum Aristotelis verba subjun- fit, illa ipsa, quæ describit Eusebius. Meminit et B C D Clemens Alexandrinus, infr. pag. 410. ductu orationis, babilius, quo nonnihil a recta voce deflectit. Infra pag. Eupolemus argutam hujus vocis notatio- pem comminiscitur, quasi ut Sa- łomonici templi nomen in urbem ipsam corrupto vocabulo redundarit. longe aliam sententiam emi ciunt quasi eo libentius sua cum illis communi - caret, quo plures eruditione præstantes conveni - rent. (78) Κλέαρχος δέ. Clearchus hic, non Ponticus, (79) Σαφῶς· δ' ίσθι, etc. Joseph, ὡς σαφῶς δέ (80) Απαγγελιών. Joseph. ἐπαγγελιών. (81) Οὕτως εἰ δοκεῖ. Joseph. ὅ τί σοι δοκεῖ. (82) Καλανών. Joseph. φιλοσόφων. Tum longiore (85) Ἱερουσαλήμ. Joseph. Ἱεροσαλύμην, eo pre- (84) Ὡς δὲ πολλοῖς, etc, Joseph. ὡς δὲ πολλοὶ το
PG 21:703γήσασθαι, φάμενον Βαβυλωνίους ταῦτα καὶ αὑτὸν εὑρηκέναι, τὴν δὲ εὕρεσιν αὐτῶν εἰς Ἐνὼχ ἀναπέμπειν, καὶ τοῦτον εὑρηκέναι πρῶτον τὴν ἀστρολογίαν, οὐκ Αἰγυπτίους. Βαβυλωνίους γὰρ λέγειν πρῶτον γενέσθαι Βῆλον, ὃν εἶναι Κρό-νον· ἐκ τούτου δὲ γενέσθαι Βῆλον καὶ Χαναάν, τοῦτον δὲ τὸν Χαναὰν γεννῆσαι τὸν πατέρα τῶν Φοινίκων, τούτου δὲ Χοὺμ υἱὸν γενέσθαι, ὃν ὑπὸ τῶν Ἑλλήνων λέγεσθαι Ἄσβολον, πατέρα δὲ Αἰθιόπων, ἀδελφὸν δὲ τοῦ Μεστραείμ, πατρὸς Αἰγυπτίων· Ἕλληνας δὲ λέγειν τὸν Ἄτλαντα εὑρηκέναι ἀστρολογίαν, εἶναι δὲ τὸν Ἄτλαντα τὸν αὐτὸν καὶ Ἐνώχ· τοῦ δὲ Ἐνὼχ γενέσθαι υἱὸν Μαθουσάλαν, ὃν πάντα δι’ ἀγγέλων θεοῦ γνῶναι καὶ ἡμᾶς οὕτως ἐπιγνῶναι. ιη. ΑΡΤΑΠΑΝΟΥ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ· ΑΠΟ ΤΗΣ ΑΥΤΗΣ ΤΟΥ ΠΟΛΥΙΣΤΟΡΟΣ ΓΡΑΦΗΣ Ἀρτάπανος δέ φησιν ἐν τοῖς Ἰουδαϊκοῖς τοὺς μὲν Ἰουδαίους ὀνομάζεσθαι Ἑρμιούθ, ὃ εἶναι μεθερμηνευθὲν κατὰ τὴν Ἑλληνίδα φωνὴν Ἰουδαῖοι· κα-λεῖσθαι δὲ αὐτοὺς Ἑβραίους ἀπὸ Ἁβραάμου. τοῦτον δέ φησι πανοικίᾳ ἐλθεῖν εἰς Αἴγυπτον πρὸς τὸν τῶν Αἰγυπτίων βασιλέα Φαρεθώθην καὶ τὴν ἀστρολογίαν αὐτὸν διδάξαι· μείναντα δὲ ἔτη ἐκεῖ εἴκοσι πάλιν εἰς τοὺς κατὰ Συρίαν ἀπαλλα-γῆναι τόπους· τῶν δὲ τούτῳ συνελθόντων πολλοὺς ἐν Αἰγύπτῳ καταμεῖναι διὰ τὴν εὐδαιμονίαν τῆς χώρας. ἐν δὲ ἀδεσπότοις εὕρομεν τὸν Ἁβραὰμ ἀνα-φέροντα εἰς τοὺς γίγαντας, τούτους δὲ οἰκοῦντας ἐν τῇ Βαβυλωνίᾳ διὰ τὴν ἀσέ-βειαν ὑπὸ τῶν θεῶν ἀναιρεθῆναι, ὧν ἕνα Βῆλον ἐκφεύγοντα τὸν θάνατον ἐν Βα-βυλῶνι κατοικῆσαι πύργον τε κατασκευάσαντα ἐν αὐτῷ διαιτᾶσθαι, ὃν δὴ ἀπὸ τοῦ κατασκευάσαντος Βήλου Βῆλον ὀνομασθῆναι. τὸν δὲ Ἅβραμον τὴν ἀστρολογικὴν ἐπιστήμην παιδευθέντα πρῶτον μὲν ἐλθεῖν εἰς Φοινίκην καὶ τοὺς Φοίνικας ἀστρολογίαν διδάξαι, ὕστερον δὲ εἰς Αἴγυπτον παραγενέσθαι. ιθ. ΜΟΛΩΝΟΣ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ Ὁ δὲ τὴν συσκευὴν τὴν κατὰ Ἰουδαίων γράψας Μόλων μετὰ τὸν κατα-κλυσμόν φησιν ἀπὸ τῆς Ἀρμενίας ἀπελθεῖν τὸν περιλειφθέντα ἄνθρωπον μετὰ τῶν υἱῶν, ἐκ τῶν ἰδίων ἐξελαυνόμενον ὑπὸ τῶν ἐγχωρίων· διανύσαντα δὲ τὴν μεταξὺ χώραν ἐλθεῖν εἰς τὴν ὀρεινὴν τῆς Συρίας οὖσαν ἔρημον. μετὰ δὲ τρεῖς γενεὰς Ἁβραὰμ γενέσθαι, ὃν δὴ μεθερμηνεύεσθαι πατρὸς φίλον, ὃν δὴ σο-φὸν γενόμενον τὴν ἐρημίαν μεταδιώκειν· λαβόντα δὲ δύο γυναῖκας, τὴν μὲν ἐντο-πίαν, συγγενῆ, τὴν δὲ Αἰγυπτίαν, θεράπαιναν, ἐκ μὲν τῆς Αἰγυπτίας γεννῆσαι δώδεκα υἱούς, οὓς δὴ εἰς Ἀραβίαν ἀπαλλαγέντας διελέσθαι τὴν χώραν καὶ πρώ-τους βασιλεῦσαι τῶν ἐγχωρίων· ὅθεν ἕως καθ’ ἡμᾶς δώδεκα εἶναι βασιλεῖς Ἀρά-βων ὁμωνύμους ἐκείνοις. ἐκ δὲ τῆς γαμετῆς υἱὸν αὐτῷ γενέσθαι ἕνα, ὃν Ἑλληνιστὶ Γέλωτα ὀνομασθῆναι. καὶ τὸν μὲν Ἁβραὰμ γήρᾳ τελευτῆσαι, Γέ-λωτος δὲ καὶ γυναικὸς ἐγχωρίου υἱοὺς ἕνδεκα γενέσθαι καὶ δωδέκατον Ἰωσὴφ καὶ ἀπὸ τοῦδε τρίτον Μωσῆν. Τοσαῦτα ὁ Πολυί̈στωρ· οἷς μεθ’ ἕτερα ἐπιφέρει λέγων· Μετ’ οὐ πολὺν δὲ χρόνον τὸν θεὸν τῷ Ἁβραὰμ προστάξαι Ἰσαὰκ τὸν υἱὸν ὁλοκαρπῶσαι αὐτῷ. τὸν δὲ ἀναγαγόντα τὸν παῖδα ἐπὶ τὸ ὄρος πυρὰν νῆσαι καὶ ἐπιθεῖναι τὸν Ἰσαάκ· σφάζειν δὲ μέλλοντα κωλυθῆναι ὑπὸ ἀγγέλου, κριὸν αὐτῷ πρὸς τὴν κάρπωσιν παραστήσαντος· τὸν δὲ Ἁβραὰμ τὸν μὲν παῖδα καθελεῖν ἀπὸ τῆς πυρᾶς, τὸν δὲ κριὸν καρπῶσαι. Φησὶ δὲ περὶ τούτου καὶ Φίλων ἐν τῷ πρώτῳ τῶν Περὶ Ἱεροσόλυμα· κ. ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ Ἔκλυον ἀρχεγόνοισι τὸ μηρίον ὥς ποτε θεσμοῖς, Ἁβραὰμ κλυτοηχὲς ὑπερτέρῳ ἅμματι δεσμῶν, παμφαές, πλήμμυρε μεγαυχήτοισι λογισμοῖς, θειοφιλῆ θέλγητρα. λιπόντι γὰρ ἀγλαὸν ἕρκος αἰνοφύτων ἔκκαυμα βριήπυος αἰνετὸς ἴσχων ἀθάνατον ποίησεν ἑὴν φάτιν, ἐξότε κείνου ἔκγονος αἰνογόνοιο πολύμνιον ἔλλαχε κῦδος,3 καὶ τὰ ἑξῆς· οἷς μετ’ ὀλίγα ἐπιφέρει· Ἀρτίχερος θηκτοῖο ξιφηφόρον ἐντύνοντος λήματι καὶ σφαράγοιο παρακλιδὸν ἀθροισθέντος· ἀλλ’ ὁ μὲν ἐν χείρεσσι κερασφόρον ὤπασε κριόν,’ καὶ τὰ τούτοις ἑπόμενα. Ταῦτα μὲν δὴ ἀπὸ τῆς προειρημένης τοῦ Πολυί̈στορος γραφῆς. καὶ ὁ Ἰώσηπος δὲ ἐν τῇ πρώτῃ τῆς Ἀρχαιολογίας τοῦ αὐτοῦ μνημονεύει διὰ τούτων· Λέγεται δὲ ὡς οὗτος ὁ Ἀφρὴν στρατεύσας ἐπὶ τὴν Λιβύην κατέσχεν αὐτὴν καὶ οἱ υἱωνοὶ αὐτοῦ κατοικήσαντες ἐν αὐτῇ τὴν γῆν ἀπὸ τοῦ ἐκείνου ὀνό-ματος Ἀφρικὰ προσηγόρευσαν. μαρτυρεῖ δέ μου τῷ λόγῳ Ἀλέξανδρος ὁ Πο-λυί̈στωρ λέγων οὕτως· Κλεόδημος δέ φησιν ὁ προφήτης, ὁ καὶ Μαλχᾶς, ἱστο-ρῶν τὰ περὶ Ἰουδαίων, καθὼς καὶ Μωσῆς ἱστόρηκεν ὁ νομοθέτης αὐτῶν, ὅτι ἐκ τῆς Χεττούρας Ἁβραάμῳ ἐγένοντο παῖδες ἱκανοί· λέγει δὲ αὐτῶν καὶ τὰ ὀνόματα, ὀνομάζων τρεῖς, Ἀφέρ, Ἀσσουρί, Ἀφράν· καὶ ἀπὸ Ἀσσουρὶ μὲν τὴν Ἀσσυρίαν, ἀπὸ δὲ τῶν δύο, Ἀφρά τε καὶ Ἀφέρ, πόλιν τε Ἀφρὰν καὶ τὴν χώραν Ἀφρικὰ ὀνομασθῆναι. τούτους δὲ Ἡρακλεῖ συστρατεῦσαι ἐπὶ Λιβύην καὶ Ἀνταῖον· γήμαντα δὲ τὴν Ἀφρὰ θυγατέρα Ἡρακλέα γεννῆσαι υἱὸν ἐξ αὐτῆς Διόδωρον. τούτου δὲ γενέσθαι Σοφωνᾶν, ἀφ’ οὗ τοὺς βαρβάρους Σοφὰς λέγεσθαι.3 Τὰ μὲν οὖν περὶ τοῦ Ἀβραὰμ ὡς ἐν ὀλίγοις τοσαῦτα παρακείσθω. Ἀπίωμεν δὲ πάλιν ἐπὶ τὸν Πολυί̈στορα· κα. ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΤΟΥ ΙΑΚΩΒ· ΑΠΟ ΤΗΣ ΑΥΤΗΣ ΤΟΥ ΠΟΛΥΙΣΤΟΡΟΣ ΓΡΑΦΗΣ Δημήτριός φησι τὸν Ἰακὼβ γενόμενον ἐτῶν ἑβδομήκοντα πέντε φυγεῖν εἰς Χαρρὰν τῆς Μεσοποταμίας, ἀποσταλέντα ὑπὸ τῶν γονέων διὰ τὴν πρὸς τὸν ἀδελφὸν κρυφίαν ἔχθραν Ἡσαῦ, διὰ τὸ εὐλογῆσαι αὐτὸν τὸν πατέρα δοκοῦντα εἶναι τὸν Ἡσαῦ, καὶ ὅπως λάβῃ ἐκεῖθεν γυναῖκα. ἀφορμῆσαι οὖν τὸν Ἰακὼβ εἰς Χαρρὰν τῆς Μεσοποταμίας, τὸν μὲν πατέρα καταλιπόντα Ἰσαὰκ ἐτῶν ἑκατὸν τριάκοντα ἑπτά, αὐτὸν δὲ ὄντα ἐτῶν ἑβδομήκοντα ἑπτά. δια-τρίψαντα οὖν αὐτὸν ἐκεῖ ἑπτὰ ἔτη Λάβαν τοῦ μητρῴου δύο θυγατέρας γῆμαι, Λείαν καὶ Ῥαχήλ, ὄντα ἐτῶν ὀγδοήκοντα τεσσάρων· καὶ γενέσθαι ἐν ἑπτὰ ἔτεσιν ἄλλοις αὐτῷ παιδία ιβ· ὀγδόῳ μὲν ἔτει μηνὶ δεκάτῳ Ῥουβίν· καὶ τῷ ἔτει δὲ τῷ ἐνάτῳ μηνὶ ὀγδόῳ Συμεών· καὶ τῷ ἔτει δὲ τῷ δεκάτῳ μηνὶ ἕκτῳ Λευίν· τῷ δὲ ἑνδεκάτῳ ἔτει μηνὶ τετάρτῳ Ἰούδαν. Ῥαχήλ τε μὴ τίκτουσαν ζηλῶσαι τὴν ἀδελφὴν καὶ παρακοιμίσαι τῷ Ἰακὼβ τὴν ἑαυτῆς παιδίσκην Ζελ-φάν, τῷ αὐτῷ χρόνῳ ᾧ καὶ Βάλλαν συλλαβεῖν τὸν Νεφθαλείμ, τῷ ἑνδεκάτῳ ἔτει μηνὶ πέμπτῳ, καὶ τεκεῖν τῷ δωδεκάτῳ ἔτει μηνὶ δευτέρῳ υἱόν, ὃν ὑπὸ Λείας Γὰδ ὀνομασθῆναι· καὶ ἐκ τῆς αὐτῆς τοῦ αὐτοῦ ἔτους καὶ μηνὸς δωδεκάτου ἕτερον τεκεῖν, ὃν καὶ αὐτὸν προσαγορευθῆναι ὑπὸ Λείας Ἀσήρ. καὶ Λείαν πάλιν ἀντὶ τῶν μήλων τῶν μανδραγόρου, ἃ Ῥουβὴλ εἰσενεγκεῖν παρὰ Ῥαχήλ, συλλαβεῖν καὶ τὴν παιδίσκην Ζελφὰν τῷ αὐτῷ χρόνῳ, τῷ δωδεκάτῳ ἔτει μηνὶ τρίτῳ, καὶ τεκεῖν τοῦ αὐτοῦ ἔτους μηνὸς δωδεκάτου υἱὸν καὶ ὄνομα αὐτῷ θέσθαι Ἰσσάχαρ. καὶ πάλιν Λείαν τῷ τρισκαιδεκάτῳ ἔτει μηνὶ δεκάτῳ υἱὸν ἄλλον τεκεῖν, ᾧ ὄνομα Ζαβουλών, καὶ τὴν αὐτὴν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μηνὶ ὀγ-δόῳ τεκεῖν υἱὸν ὄνομα Δάν. ἐν ᾧ καὶ Ῥαχὴλ λαβεῖν ἐν γαστρὶ τῷ αὐτῷ χρόνῳ, ᾧ καὶ Λείαν τεκεῖν θυγατέρα Δείναν, καὶ τεκεῖν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει
Α διαλέκτους, ἱστορήσαντος· ἐν τῇ λεχθείσῃ περὶ τῶν Ασσυρίων γραφῇ ὁ μικρῷ πρόσθεν δηλωθεὶς συ γραφεὺς τὰ ὅμοια μαρτυρεί, λέγων ὧδε· Ἐντὶ δ᾽ οἱ (12) λέγουσι τους πρώτους ἐκ γῆς ἀνασχόντας (13), ῥώμῃ τε καὶ μεγέθει χαυνωθέντας, καὶ δὴ θεῶν κατα- φρονήσαντας ἀμείνονας εἶναι, πύργων τύρσιν (14) ἠλίβατον ἀείρειν, ἵνα νῦν Βαβυλών ἐστιν· ἤδη τε ἆσσον εἶναι τοῦ οὐρανοῦ· καὶ τοὺς ἀνέμους, θεοῖσι βωθέοντας (15) ανατρέψαι περὶ αὐτοῖσι τὸ μηχάνημα· τοῦ δῆτα (16) ἐρείπια λέγεσθαι Βαβυλῶνα. Τέως δὲ όντας ὁμογλώσσους ἐκ θεῶν (17) πολύθρα (18) φωνὴν ἐνείκασθαι, μετὰ δὲ Κρόνῳ (19) τε καὶ Τιτήνι συστῆναι πόλεμον. · Ὁ δὲ τόπος ἐν ᾧ τὸν πύργον ᾠκοδόμησαν, νῦν Βαβυλὼν καλεῖται διὰ τὴν σύγχυσιν τοῦ περὶ τὴν διάλεκτον πρῶτον ἐναργοῦς. Ἑβραῖοι γὰρ τὴν σύγχυσιν Βαβέλ καλοῦσι. ‹ ΚΕΦΑΛΑΙΟΝ ΙΕ'. Ὡς καὶ ἕτεροι πλείους ἐμνήσθησαν τοῦ αὐτοῦ, ἐν τῇ, εντί, λέγουσι ἐκ γῆς, πύργων τύρσιν, εἰσο- σε σωθέοντας, εἰς θέοντας, εἰσθέοντας. Μετὰ δὲ Κρό., ἀπὸ τῆς Ἰωσήπου Αρχαιολογίας. Περὶ δὲ τοῦ πύργου (20) τούτου καὶ τῆς ἀλλοφωνίας τῶν ἀνθρώπων μέμνηται καὶ Σιβύλλα λέγουσα οὕτως· • Πάντων ὁμοφώνων ὄντων τῶν ἀνθρώπων, πύργου ᾠκοδόμησάν τινες ὑψηλότατον, ὡς ἐπὶ τὸν οὐρανὸν ἀναβησόμενοι δι' αὐτοῦ. Οἱ δὲ θεοὶ ἀνέμους ἐπιπέμ ψαντες ἀνέτρεψαν τὸν πύργον, καὶ ἰδίαν ἑκάστῳ φω νὴν ἔδωκαν, καὶ διὰ τοῦτο Βαβυλῶνα συνέβη κλη- θῆναι τὴν πόλιν. » Περὶ δὲ τοῦ πεδίου τοῦ λεγομένου Σεναὰρ ἐν τῇ Βαβυλωνία χώρα μνημονεύει Εστιαῖος λέγων οὕτως· « Τῶν δὲ ἱερέων τοὺς διασωθέντας, τὰ τοῦ Ἐνυαλίου (21) Διὸς ἱερώματα λαβόντας, εἰς Σε ναὰρ τῆς Βαβυλωνίας ἐλθεῖν· σκίδνανται (22) δὴ τὸ λοιπὸν ἐντεῦθεν ὑπὸ τῆς ὁμογλωσσίας (25), τὰς συν- οικίας ποιησάμενοι πανταχοῦ, καὶ γῆν ἕκαστοι κατ ελάμβανον τὴν ἐντυχοῦσαν. » Εννελίου, Ενυάλιος Ενυάλιος, "Αρειος, Ηλιακ. α', Τον βωμόν, εἰσὶν Ηλείων οἱ ὀνομάζουσιν Αρείου Διός. Λέγουσι δὲ οἱ αὐτοὶ οὗτοι, καὶ ὡς ὑιω νόμαος ἐπὶ τοῦ βωμοῦ τούτου θύοι τῷ ᾿Αρείῳ Διΐ. γλωσσίας, EUSEBII CASARIENSIS OPP. PARS II. APOLOGETICA. - 70% sione narratur, is quem paulo ante nominavi, re- rum Assyriarum scriptor his verbis confirmavit : Sunt etiam, inquit ille, qui primos homines e terra natos, cum et viribus et corporis mole con- fiderent, potentiamque Superis ipsis majorem af- fectarent, immensæ altitudinis turrim, ubi nunc sita Babylon est, molitos esse dicant; quæ cum jam propius abesset a cœlo, ventos ipsos navata diis opera, vastam et immanem eorum in capita substructionem effudisse, cujus ex collapse rude- ribus ea, quam Babylonem vocant, exstiterit. Ho- mines porro, quorum ad id tempus una eadem- que lingua fuerat, multiplicem ac discrepantem ex eo vocem emisisse, ac postmodum Saturnum inter ac Titana bellum esse conflatum. › Cæte- rum locus, in quo turrim excitabant, hodie Baby- lon nominatur, propter eam, quæ contigit, purioris ante illustriorisque sermonis confusionem : Hebræis enim confusio Babel est. CAPUT XV. B Mullos etiam alios ejusdem meminisse, ex Josephi Antiquitatibus. Atque hujus etiam turris, et linguarum inter ho- mines divortii hunc in modum Sibylla meminit: • Cum eatenus eadem lingua universi homines ute- rentur, altissimam turrim ædificare nonnulli cœ- perunt, qua scilicet in cœlum usque conscende- rent. At dii ventis immissis turrim evertere, ac loquelam singulis propriam tribuere, quo factum, ut ea civitas Babylon vocaretur. Ejus quoque agri, quem Senaar nominant, in Babylonia regio ne siti mentionem Hestiæus facit his verbis: • Sa- cerdotibus, qui exitium effugerant, raptis secum Jovis Enyalii sacris, in Senaar Babyloniæ agrum sese primum receperunt; inde vero quaqua terrarum dissipantur, ac prout communem hi aut illi forte linguam sortiti erant, communia quoque domicilia passim collocant, oblatam quique casu regionem occupantes. » Alexandr. lib. contra Julian., fol. B codic. mia- nuscr., edit. autem Graeco-L. p. 9, ubi ex nostro corrigendum ac nutandum in quod Ionicum est, et of ante collocandum. apud Cyrill. unde plurimum ei lucis. (unde majore vitio exstiterat) merum esse glossema, quod Ionicam poeticamque vα cem, explicaret. Vestigium ejus iui Cyrillo nullum. Cyrillo manuscr. mixtim et confuse leguntur, unde Borbonius fecit vel potius derunt; verte si libet, Deorum consilio, numine, vo- luntate. conjecturam Cyrillus. ~ (19) etc. Hæc apud Cyrillum non C D habentur multo minus quæ sequuntur: sunt enim Eusebii, non Abydeni. paulo ante locum Abydeni, laudat Cyrillus ex Alexandro Polyhistore. At Joseph. perperam ut videtur. quidem Mars fere dicebatur : hoc tamen cogno- mentum Baccho non invidit, ut constat ex Macro- bio Saturn. lib. 1, c. initio. Cur invideret Jovi ? Atque is, si minus certe dictus reperitur apud Pausaniam, pag. 101. inquit, Neutrum in Jove cognomentum doctissimus Ġyral- dus agnoscit. choant apud Josephum, cujus et verba sunt, non Hestiaei. utrumque recto sensu probari potest. (12) Ἐντὶ δ' οἴ. Hæc ipsa laudantur a B. Cyrillo (15) Ἐκ γῆς ἀνασχ. Recte. Itaque reponendum (14) Πύργων τύρσιν. Satis intelligebam πύργον (15) Θεοῖσι βωθέοντας. Optime : quæ voces in (16) Δῆτα. Malim cum Cyrillo τοῦ δὴ τά. (17) Ἐκ Θεῶν. Duæ voces interpretanti exci- (18) Πολύθρα. Conjeceram πολύθροον, firmat (20) Περὶ δὲ τοῦ πυρ. Josephus loco citato. Quæ (21) Του Ενυαλίου. Male editum erat τῆς Ἐνυ. (22) Σκίδνανται. Sequentia caput sextum in- (25) Τῆς ὁμογλωσσίας. Joseph. contra, άλλο
PG 21:705μηνὶ ὀγδόῳ υἱόν, ὃν ὀνομασθῆναι Ἰωσήφ, ὥστε γεγονέναι ἐν τοῖς ἑπτὰ ἔτεσι τοῖς παρὰ Λάβαν δώδεκα παιδία. θέλοντα δὲ τὸν Ἰακὼβ πρὸς τὸν πατέρα εἰς Χαναὰν ἀπιέναι, ἀξιωθέντα ὑπὸ Λάβαν ἄλλα ἔτη ἓξ μεῖναι, ὥστε τὰ πάντα αὐτὸν μεῖναι ἐν Χαρρὰν παρὰ Λάβαν ἔτη εἴκοσι. πορευομένῳ δ’ αὐτῷ εἰς Χαναὰν ἄγγελον τοῦ θεοῦ παλαῖσαι καὶ ἅψασθαι τοῦ πλάτους τοῦ μηροῦ τοῦ Ἰακώβ, τὸν δὲ ναρκήσαντα ἐπισκάζειν· ὅθεν οὐκ ἐσθίεσθαι τῶν κτηνῶν τὸ ἐν τοῖς μηροῖς νεῦρον. καὶ φάναι αὐτῷ τὸν ἄγγελον ἀπὸ τοῦδε μηκέτι Ἰακώβ, ἀλλ’ Ἰσραὴλ ὀνομασθήσεσθαι. καὶ ἐλθεῖν αὐτὸν τῆς Χαναὰν γῆς εἰς ἑτέραν πόλιν Σικίμων, ἔχοντα παιδία Ῥουβὶμ ἐτῶν δώδεκα μηνῶν δυοῖν, Συμεῶνα ἐτῶν ἕνδεκα μηνῶν τεσσάρων, Λευὶν ἐτῶν δέκα μηνῶν ἕξ, Ἰούδαν ἐτῶν ἐννέα μηνῶν ὀκτώ, Νεφθαλεὶμ ἐτῶν ὀκτὼ μηνῶν δέκα, Γὰδ ἐτῶν ὀκτὼ μηνῶν δέκα, Ἀσὴρ ἐτῶν ὀκτώ, Ἰσσάχαρ ἐτῶν ὀκτώ, Ζαβουλὼν ἐτῶν ἑπτὰ μηνῶν δυοῖν, Δείναν ἐτῶν ἓξ μηνῶν τεσσάρων, Ἰωσὴφ ἐτῶν ἓξ μηνῶν τεσσάρων. παροι-κῆσαι δὲ Ἰσραὴλ παρὰ Ἐμμὼρ ἔτη δέκα, καὶ φθαρῆναι τὴν Ἰσραὴλ θυγα-τέρα Δείναν ὑπὸ Συχὲμ τοῦ Ἐμμὼρ υἱοῦ, ἐτῶν οὖσαν δεκαὲξ μηνῶν τεσσάρων. ἐξαλλομένους δὲ τοὺς Ἰσραὴλ υἱούς, Συμεῶνα μὲν ὄντα ἐτῶν εἰκοσιενὸς μηνῶν τεσσάρων, Λευὶν δὲ ἐτῶν εἴκοσι μηνῶν ἕξ, ἀποκτεῖναι τόν τε Ἐμμὼρ καὶ Συχὲμ τὸν υἱὸν αὐτοῦ καὶ πάντας τοὺς ἄρσενας διὰ τὴν Δείνας φθοράν· Ἰακὼβ δὲ τότε εἶναι ἐτῶν ἑκατὸν ἑπτά. ἐλθόντα τε οὖν αὐτὸν εἰς Λουζὰ τῆς Βαιθήλ, φάναι τὸν θεὸν μηκέτι Ἰακώβ, ἀλλ’ Ἰσραὴλ ὀνομάζεσθαι. ἐκεῖ-θεν δὲ ἐλθεῖν εἰς Χαφραθά, ἔνθεν παραγενέσθαι εἰς Ἐφραθά, ἣν εἶναι Βηθλεέμ, καὶ γεννῆσαι αὐτὸν ἐκεῖ Βενιαμίν, καὶ τελευτῆσαι Ῥαχήλ, τεκοῦσαν τὸν Βενια-μίν, συμβιῶσαι δ’ αὐτῇ τὸν Ἰακὼβ ἔτη εἴκοσι τρία. αὐτόθεν δὲ ἐλθεῖν τὸν Ἰακὼβ εἰς Μαμβρὶ τῆς Χεβρὼν πρὸς Ἰσαὰκ τὸν πατέρα. εἶναι δὲ τότε Ἰωσὴφ ἐτῶν δεκαεπτά, καὶ πραθῆναι αὐτὸν εἰς Αἴγυπτον καὶ ἐν τῷ δεσμωτηρίῳ μεῖναι ἔτη δεκατρία, ὥστ’ εἶναι αὐτὸν ἐτῶν τριάκοντα, Ἰακὼβ δὲ ἐτῶν ἑκατὸν εἴκο-σιν, ἐν ᾧ καὶ τελευτῆσαι τὸν Ἰσαὰκ ἔτει ἑνὶ ἔμπροσθεν, ἐτῶν ὄντα ἑκατὸν ὀγδοήκοντα. κρίναντα δὲ τῷ βασιλεῖ τὸν Ἰωσὴφ τὰ ἐνύπνια ἄρξαι Αἰγύπτου ἔτη ἑπτά, ἐν οἷς καὶ συνοικῆσαι Ἀσενέθ, Πεντεφρῆ τοῦ Ἡλιουπόλεως ἱερέως θυγατρί, καὶ γεννῆσαι Μανασσῆν καὶ Ἐφραί̈μ· καὶ τοῦ λιμοῦ ἐπιγενέσθαι ἔτη δύο. τὸν δὲ Ἰωσὴφ ἔτη ἐννέα εὐτυχήσαντα πρὸς τὸν πατέρα μὴ πέμψαι, διὰ τὸ ποιμένα αὐτόν τε καὶ τοὺς ἀδελφοὺς εἶναι· ἐπονείδιστον δὲ Αἰγυπτίοις εἶναι τὸ ποιμαίνειν. ὅτι δὲ διὰ τοῦτο οὐκ ἔπεμψεν αὐτὸν δεδηλωκέναι· ἐλθόντων γὰρ αὐτοῦ τῶν συγγενῶν φάναι αὐτοῖς, ἐὰν κληθῶσιν ὑπὸ τοῦ βασιλέως καὶ ἐρω-τῶνται τί διαπράσσονται, λέγειν κτηνοτρόφους αὐτοὺς εἶναι. διαπορεῖσθαι δὲ διὰ τί ποτε ὁ Ἰωσὴφ Βενιαμὶν ἐπὶ τοῦ ἀρίστου πενταπλασίονα μερίδα ἔδωκε, μὴ δυναμένου αὐτοῦ τοσαῦτα καταναλῶσαι κρέα. τοῦτο οὖν αὐτὸν πεποιηκέναι διὰ τὸ ἐκ τῆς Λείας τῷ πατρὶ αὐτοῦ γεγονέναι υἱοὺς ἑπτά, ἐκ δὲ Ῥαχὴλ τῆς μητρὸς αὐτοῦ δύο· διὰ τοῦτο τῷ Βενιαμὶν πέντε μερίδας παραθεῖναι καὶ αὐτὸν λαβεῖν δύο· γενέσθαι οὖν ἑπτά, ὅσας καὶ τοὺς ἐκ τῆς Λείας υἱοὺς λαβεῖν. ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ τὰς στολὰς δοῦναι ἑκάστῳ διπλᾶς, τῷ δὲ Βενιαμὶν πέντε καὶ τριακοσίους χρυσοῦς καὶ τῷ πατρὶ δὲ ἀποστεῖλαι κατὰ ταὐτά, ὥστε τὸν οἶκον αὐτοῦ τῆς μητρὸς εἶναι ἴσον. οἰκῆσαι δὲ αὐτοὺς ἐν γῇ Χαναάν, ἀφ’ οὗ ἐκλεγῆναι Ἁβραὰμ ἐκ τῶν ἐθνῶν καὶ μετελθεῖν εἰς Χαναάν, Ἁβραὰμ ἐτῶν εἴκοσι πέντε, Ἰσαὰκ ἐτῶν ἑξήκοντα, Ἰακὼβ ἐτῶν ἑκατὸν τριάκοντα· γίνεσθαι τὰ πάντα ἔτη ἐν γῇ Χαναὰν σιε. καὶ τῷ τρίτῳ ἔτει λιμοῦ οὔσης ἐν Αἰγύπτῳ ἐλθεῖν εἰς Αἴγυπτον τὸν Ἰακὼβ ὄντα ἐτῶν ἑκατὸν τριάκοντα, Ῥουβὶν ἐτῶν με, Συμεῶνα ἐτῶν μδ, Λευὶν ἐτῶν μγ, Ἰούδαν ἐτῶν μβ μηνῶν δύο, Νεφθαλεὶμ ἐτῶν μα μηνῶν ζ, Γὰδ ἐτῶν μα μηνῶν γ, Ἀσὴρ ἐτῶν μ μηνῶν ὀκτώ, Ζα-βουλὼν ἐτῶν μ, Δείναν ἐτῶν λθ, Βενιαμὶν ἐτῶν κη. τὸν δὲ Ἰωσήφ φησι γενέσθαι ἐν Αἰγύπτῳ ἔτη λθ. εἶναι δὲ ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ εἰσελθεῖν εἰς Αἴγυπτον τοὺς τοῦ Ἰωσὴφ συγγενεῖς ἔτη γχκδ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς Ἰακὼβ παρουσίας εἰς Αἴγυπτον ἔτη ατξ· ἀφ’ οὗ δὲ ἐκλεγῆναι Ἁβραὰμ ἐκ τῶν ἐθνῶν καὶ ἐλθεῖν ἐκ Χαρρὰν εἰς Χαναὰν ἕως εἰς Αἴγυπτον τοὺς περὶ Ἰακὼβ ἐλθεῖν, ἔτη σιε. Ἰακὼβ δὲ εἰς Χαρρὰν πρὸς Λάβαν ἐλθεῖν ἐτῶν ὄντα π καὶ γεννῆσαι Λευίν· Λευὶν δὲ ἐν Αἰγύπτῳ ἐπιγενέσθαι ἔτη ιζ, ἀφ’ οὗ ἐκ Χαναὰν αὐτὸν ἐλθεῖν εἰς Αἴγυπτον, ὥστε εἶναι αὐτὸν ἐτῶν ξ, καὶ γεννῆσαι Κλάθ, τῷ αὐτῷ δὲ ἔτει ᾧ γενέσθαι Κλάθ, τελευτῆσαι Ἰακὼβ ἐν Αἰγύπτῳ, εὐλογήσαντα τοὺς Ἰωσὴφ υἱούς, ὄντα ἐτῶν ρμζ, καταλιπόντα Ἰωσὴφ ὄντα ἐτῶν ν. Λευὶν δὲ γενόμενον ἐτῶν ρλζ τελευτῆσαι, Κλὰθ δὲ ὄντα ἐτῶν μ γεννῆ-σαι Ἀμβράμ, ὃν ἐτῶν εἶναι ιδ ἐν ᾧ τελευτῆσαι Ἰωσὴφ ἐν Αἰγύπτῳ ὄντα ρι ἐτῶν· Κλὰθ δὲ γενόμενον ἐτῶν ἑκατὸν λγ τελευτῆσαι. Ἀμβρὰμ δὲ λαβεῖν γυναῖκα τὴν τοῦ θείου θυγατέρα Ἰωχαβὲτ καὶ ὄντα ἐνιαυτῶν οε γεννῆσαι Ἀαρὼν [καὶ Μωσῆν]· γεννῆσαι δὲ Μωσῆν τὸν Ἀμβρὰμ ὄντα ἐτῶν οη, καὶ γενόμενον Ἀμβρὰμ ἐτῶν ρλ τελευτῆσαι. Ταῦτά μοι κείσθω ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Πολυί̈στορος γραφῆς. ἑξῆς δ’ ἐπισυνήφθω καὶ τάδε· κβ. ΘΕΟΔΟΤΟΥ ΠΕΡΙ ΤΟΥ ΙΑΚΩΒ Τὰ δὲ Σίκιμά φησι Θεόδοτος ἐν τῷ περὶ Ἰουδαίων ἀπὸ Σικιμίου τοῦ Ἑρ-μοῦ λαβεῖν τὴν ὀνομασίαν· τοῦτον γὰρ καὶ κτίσαι τὴν πόλιν· κεῖσθαι δ’ αὐτήν φησιν ἐν τῇ [περὶ] Ἰουδαίων οὕτως· Ἡ δ’ ἄρ’ ἔην ἀγαθή τε καὶ αἰγινόμος καὶ ὑδρηλή, οὐδὲ μὲν ἔσκεν ὁδὸς δολιχὴ πόλιν εἰσαφικέσθαι ἀγρόθεν· οὐδέ ποτε δρία λαχνήεντα πονεῦσιν. ἐξ αὐτῆς δὲ μάλ’ ἄγχι δύ’ οὔρεα φαίνετ’ ἐρυμνά, ποίης τε πλήθοντα καὶ ὕλης· τῶν δὲ μεσηγὺ ἀτραπιτὸς τέτμηται ἀραιή [αὐλῶπις]· ἐν δ’ ἑτέρωθι ἡ διερὴ Σικίμων καταφαίνεται, ἱερὸν ἄστυ, νέρθεν ὑπὸ ῥίζῃ δεδμημένον, ἀμφὶ δὲ τεῖχος λισσὸν ὑπώρειαν ὑποδέδρομεν αἰπύθεν ἕρκος.3 ὕστερον δέ φησιν αὐτὴν ὑπὸ Ἑβραίων κατασχεθῆναι, δυναστεύοντος Ἐμμώρ· τὸν γὰρ Ἐμμὼρ υἱὸν γεννῆσαι Συχέμ. φησὶ δέ· Ἐνθένδε, ξένε, ποιμενόφι πτόλιν ἤλυθ’ Ἰακὼβ εὐρεῖαν Σικίμων· ἐπὶ δ’ ἀνδράσι τοῖσιν ἔτῃσιν ἀρχὸς Ἐμὼρ σὺν παιδὶ Συχέμ, μάλ’ ἀτειρέε φῶτε.3 εἶτα περὶ Ἰακὼβ καὶ τὴν εἰς Μεσοποταμίαν αὐτοῦ παρουσίαν καὶ τὸν τῶν δύο γυναικῶν γάμον καὶ τὴν τῶν τέκνων γένεσιν καὶ τὴν παρουσίαν τὴν ἐκ Μεσο-ποταμίας ἐπὶ τὰ Σίκιμα. εἶπε δέ· Ἰακὼβ Συρίην κτηνοτρόφον ἷκτο καὶ εὐρὺ ῥεῖθρον Ἐϋφρήταο λίπεν ποταμοῦ κελάδοντος. ἤλυθε γὰρ κἀκεῖθι λιπὼν δριμεῖαν ἐνιπὴν αὐτοκασιγνήτοιο· πρόφρων ὑπέδεκτο δόμονδε Λάβαν, ὅς οἱ ἔην μὲν ἀνεψιός, ἀλλὰ τότ’ οἶος ἤνασσεν Συρίης, νειηγενὲς αἷμα λεγογχώς. τῷ δὲ γάμον κούρης μὲν ὑπέσχετο καὶ κατένευσεν ὁπλοτάτης· οὐ μὴν τελέθειν ἐπεμαίετο πάμπαν, ἀλλὰ δόλον τολύπευσε καὶ εἰς λέχος ἀνέρι πέμπε Λείαν, ἥ οἱ ἔην προγενεστέρη. οὐδέ μιν ἔμπης ἔλλαθεν, ἀλλ’ ἐνόησε κακορραφίην καὶ ἔδεκτο παῖδ’ ἑτέρην, ἀμφοῖν δ’ ἐμίγη σὺν ὁμαίμοσιν ᾗσι.
PG 21:711τῷ δ’ υἱεῖς ἐγένοντο νόῳ πεπνυμένοι αἰνῶς ἕνδεκα καὶ κούρη Δείνα περικαλλὲς ἔχουσα εἶδος, ἐπίστρεπτον δὲ δέμας καὶ ἀμύμονα θυμόν.3 ἀπὸ δὲ τοῦ Εὐφράτου φησὶ τὸν Ἰακὼβ ἐλθεῖν εἰς τὰ Σίκιμα πρὸς Ἐμμώρ· τὸν δὲ ὑποδέξασθαι αὐτὸν καὶ μέρος τι τῆς χώρας δοῦναι. καὶ αὐτὸν μὲν τὸν Ἰακὼβ γεωμορεῖν, τοὺς δὲ υἱοὺς αὐτοῦ ἕνδεκα τὸν ἀριθμὸν ὄντας ποιμαίνειν, τὴν δὲ θυγατέρα Δείναν καὶ τὰς γυναῖκας ἐριουργεῖν. καὶ τὴν Δείναν παρθένον οὖσαν εἰς τὰ Σίκιμα ἐλθεῖν πανηγύρεως οὔσης βουλομένην θεάσασθαι τὴν πόλιν· Συχὲμ δὲ τὸν τοῦ Ἐμμὼρ υἱὸν ἰδόντα ἐρασθῆναι αὐτῆς καὶ ἁρπάσαντα ὡς ἑαυτὸν διακομίσαι καὶ φθεῖραι αὐτήν. αὖθις δὲ σὺν τῷ πατρὶ ἐλθόντα πρὸς τὸν Ἰακὼβ αἰτεῖν αὐτὴν πρὸς γάμου κοινωνίαν· τὸν δὲ οὐ φάναι δώσειν, πρὶν ἂν ἢ πάντας τοὺς οἰκοῦντας τὰ Σίκιμα περιτεμνομένους Ἰουδαί̈σαι· τὸν δὲ Ἐμμὼρ φάναι πείσειν αὐτούς. φησὶ δὲ περὶ τοῦ δεῖν περιτέμνεσθαι αὐτοὺς ὁ Ἰακώβ· Οὐ γὰρ δὴ θεμιτόν γε τόδ’ Ἑβραίοισι τέτυκται, γαμβροὺς ἄλλοθεν εἴς γε νυούς τ’ ἀγέμεν ποτὶ δῶμα, ἀλλ’ ὅστις γενεῆς ἐξεύχεται εἶναι ὁμοίης.3 εἶτα ὑποβὰς περὶ τῆς περιτομῆς· Ὅς ποτ’, ἐπεὶ πάτρης ἐξήγαγε δῖον Ἀβραάμ, αὐτὸς ἀπ’ οὐρανόθεν κάλες’ ἀνέρα παντὶ σὺν οἴκῳ σάρκ’ ἀποσυλῆσαι πόσθης ἄπο, καί ῥ’ ἐτέλεσσεν· ἀστεμφὲς δὲ τέτυκται, ἐπεὶ θεὸς αὐτὸς ἔειπε.3 πορευθέντος οὖν εἰς τὴν πόλιν τοῦ Ἐμμὼρ καὶ τοὺς ὑποτασσομένους παρα-καλοῦντος περιτέμνεσθαι, ἕνα τῶν Ἰακὼβ υἱῶν τὸ ὄνομα Συμεῶνα διαγνῶναι τόν τε Ἐμμὼρ καὶ τὸν Συχὲμ ἀνελεῖν, τὴν ὕβριν τῆς ἀδελφῆς μὴ βουληθέντα πολιτικῶς ἐνεγκεῖν· ταῦτα δὲ διαγνόντα Λευὶν τῷ ἀδελφῷ κοινώσασθαι· λα-βόντα δ’ αὐτὸν συγκάταινον ἐπὶ τὴν πρᾶξιν παρορμῆσαι, λόγιον προφερόμενον τὸν θεὸν ἀνελεῖν φάμενον τοῖς Ἁβραὰμ ἀπογόνοις δέκα ἔθνη δώσειν. φησὶ δὲ οὕτως ὁ Συμεὼν πρὸς τὸν Λευίν· Εὖ γὰρ ἐγὼ μῦθόν [γε] πεπυσμένος εἰμὶ θεοῖο· δώσειν γάρ ποτ’ ἔφησε δέκ’ ἔθνεα παισὶν Ἁβραάμ.3 τὸν δὲ θεὸν αὐτοῖς τοῦτον τὸν νοῦν ἐμβαλεῖν διὰ τὸ τοὺς ἐν Σικίμοις ἀσεβεῖς εἶναι. φησὶ δέ· Βλάπτε θεὸς Σικίμων οἰκήτορας, οὐ γὰρ ἔτιον εἰς αὐτοὺς ὅστις κε μόλῃ κακὸς οὐδὲ μὲν ἐσθλός· οὐδὲ δίκας ἐδίκαζον ἀνὰ πτόλιν οὐδὲ θέμιστας· λοίγια δ’ ὠρώρει τοῖσιν μεμελημένα ἔργα.3 τὸν οὖν Λευὶν καὶ τὸν Συμεῶνα εἰς τὴν πόλιν καθωπλισμένους ἐλθεῖν καὶ πρῶτα μὲν τοὺς ἐντυγχάνοντας ἀναιρεῖν, ἔπειτα δὲ καὶ τὸν Ἐμμὼρ καὶ τὸν Συχὲμ φονεῦσαι. λέγει δὲ περὶ τῆς ἀναιρέσεως αὐτῶν οὕτως· Ὣς τότε δὴ Συμεὼν μὲν Ἐμὼρ ὤρουσεν ἐπ’ αὐτὸν πλῆξέ τέ οἱ κεφαλήν, δειρὴν δ’ ἕλεν ἐν χερὶ λαιῇ, λεῖψε δ’ ἔτι σπαίρουσαν, ἐπεὶ πόνος ἄλλος ὀρώρει. τόφρα δὲ καὶ Λευὶν μένος ἄσχετος ἔλλαβε χαίτης γούνων ἁπτόμενον Συχὲμ ἄσπετα μαργήναντα. ἤλασε δὲ κληῖ̈δα μέσην, δῦ δὲ ξίφος ὀξὺ σπλάγχνα διὰ στέρνων, λίπε δὲ ψυχὴ δέμας εὐθύς.3 πυθομένους δὲ καὶ τοὺς ἑτέρους ἀδελφοὺς τὴν πρᾶξιν αὐτῶν ἐπιβοηθῆσαι καὶ τὴν πόλιν ἐκπορθῆσαι καὶ τὴν ἀδελφὴν ἀναρρυσαμένους μετὰ τῶν αἰχμαλώτων εἰς τὴν πατρῴαν ἔπαυλιν διακομίσαι. Τούτοις καὶ τὰ ἑξῆς περὶ τοῦ Ἰωσὴφ ἐκ τῆς αὐτῆς τοῦ Πολυί̈στορος γραφῆς ἐπισυνήφθω· κγ. ΑΡΤΑΠΑΝΟΥ ΠΕΡΙ ΤΟΥ ΙΩΣΗΦ· ΑΠΟ ΤΗΣ ΑΥΤΗΣ ΤΟΥ ΠΟΛΥΙΣΤΟΡΟΣ ΓΡΑΦΗΣ Ἀρτάπανος δέ φησιν ἐν τῷ Περὶ Ἰουδαίων τῷ Ἁβραὰμ Ἰωσὴφ ἀπό-γονον γενέσθαι, υἱὸν δὲ Ἰακώβου· συνέσει δὲ καὶ φρονήσει παρὰ τοὺς ἄλλους διενεγκόντα ὑπὸ τῶν ἀδελφῶν ἐπιβουλευθῆναι· προϊδόμενον δὲ τὴν ἐπισύστασιν δεηθῆναι τῶν ἀστυγειτόνων Ἀράβων εἰς τὴν Αἴγυπτον αὐτὸν διακομίσαι· τοὺς δὲ τὸ ἐντυγχανόμενον ποιῆσαι· εἶναι γὰρ τοὺς τῶν Ἀράβων βασιλεῖς ἀπογόνους Ἰσραήλ, υἱοὺς τοῦ Ἁβραάμ, Ἰσαὰκ δὲ ἀδελφούς. ἐλθόντα δὲ αὐτὸν εἰς τὴν Αἴγυπτον καὶ συσταθέντα τῷ βασιλεῖ διοικητὴν τῆς ὅλης γενέσθαι χώρας. καὶ πρότερον ἀτάκτως τῶν Αἰγυπτίων γεωμορούντων, διὰ τὸ τὴν χώραν ἀδιαί-ρετον εἶναι καὶ τῶν ἐλασσόνων ὑπὸ τῶν κρεισσόνων ἀδικουμένων, τοῦτον πρῶ-τον τήν τε γῆν διελεῖν καὶ ὅροις διασημήνασθαι καὶ πολλὴν χερσευομένην γεωρ-γήσιμον ἀποτελέσαι καί τινας τῶν ἀρουρῶν τοῖς ἱερεῦσιν ἀποκληρῶσαι. τοῦ-τον δὲ καὶ μέτρα εὑρεῖν καὶ μεγάλως αὐτὸν ὑπὸ τῶν Αἰγυπτίων διὰ ταῦτα ἀγαπη-θῆναι. γῆμαι δ’ αὐτὸν Ἡλιουπολίτου ἱερέως Ἀσενὲθ θυγατέρα, ἐξ ἧς γεννῆσαι παῖδας. μετὰ δὲ ταῦτα παραγενέσθαι πρὸς αὐτὸν τόν τε πατέρα καὶ τοὺς ἀδελ-φοὺς κομίζοντας πολλὴν ὕπαρξιν καὶ κατοικισθῆναι ἐν τῇ Ἡλίου πόλει καὶ Σάει καὶ τοὺς Σύρους πλεονάσαι ἐν τῇ Αἰγύπτῳ. τούτους δέ φησι καὶ τὸ ἐν Ἀθὼς καὶ τὸ ἐν Ἡλιουπόλει ἱερὸν κατασκευάσαι τοὺς Ἑρμιοὺθ ὀνομαζο-μένους. μετὰ δὲ ταῦτα τελευτῆσαι τόν τε Ἰωσὴφ καὶ τὸν βασιλέα τῶν Αἰγυπτίων. τὸν οὖν Ἰωσὴφ κρατοῦντα τῆς Αἰγύπτου τὸν τῶν ἑπτὰ ἐτῶν σῖτον, γενόμενον κατὰ τὴν φορὰν ἄπλετον, παραθέσθαι καὶ τῆς Αἰγύπτου δεσπότην γενέσθαι. κδ. ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΤΟΥ ΙΩΣΗΦ· ΑΠΟ ΤΗΣ ΑΥΤΗΣ ΓΡΑΦΗΣ Μαρτυρεῖ δὲ ταῖς ἱεραῖς βίβλοις καὶ Φίλων ἐν τῇ ιδ τῶν Περὶ Ἱεροσόλυμα, λέγων οὕτως· Τοῖσιν ἕδος μακαριστὸν ὅλης μέγας ἔκτισεν ἄκτωρ ὕψιστος καὶ πρόσθεν ἀφ’ Ἁβραάμοιο καὶ Ἰσὰκ Ἰακὼβ εὐτέκνοιό θ’ ὅθεν Ἰωσήφ, ὃς ὀνείρων θεσπιστὴς σκηπτοῦχος ἐν Αἰγύπτοιο θρόνοισι, δινεύσας λαθραῖα χρόνου πλημμυρίδι μοίρης, καὶ τὰ ἑξῆς. ταῦτα καὶ περὶ τοῦ Ἰωσήφ. Ἄκουε δὲ οἷα καὶ περὶ τοῦ Ἰὼβ ὁ αὐτὸς ἱστορεῖ· κε. ΑΡΙΣΤΕΟΥ ΠΕΡΙ ΤΟΥ ΙΩΒ ΟΜΟΙΩΣ Ἀριστέας δέ φησιν ἐν τῷ Περὶ Ἰουδαίων τὸν Ἠσαῦ γήμαντα Βασσάραν υἱὸν ἐν Ἐδὼμ γεννῆσαι Ἰώβ· κατοικεῖν δὲ τοῦτον ἐν τῇ Αὐσίτιδι χώρᾳ ἐπὶ τοῖς ὅροις τῆς Ἰδουμαίας καὶ Ἀραβίας. γενέσθαι δ’ αὐτὸν δίκαιον καὶ πολύκτη-νον· κτήσασθαι γὰρ αὐτὸν πρόβατα μὲν ἑπτακισχίλια, καμήλους δὲ τρισχι-λίας, ζεύγη βοῶν πεντακόσια, ὄνους θηλείας νομάδας πεντακοσίας· εἶχε δὲ καὶ γεωργίας ἱκανάς. τοῦτον δὲ τὸν Ἰὼβ πρότερον Ἰωβὰβ ὀνομάζεσθαι. πειρά-ζοντα δ’ αὐτὸν τὸν θεὸν ἐμμεῖναι, μεγάλαις δὲ περιβαλεῖν αὐτὸν ἀτυχίαις. πρῶ-τον μὲν γὰρ αὐτοῦ τούς τε ὄνους καὶ τοὺς βοῦς ὑπὸ λῃστῶν ἀπολέσθαι, εἶτα τὰ πρόβατα ὑπὸ πυρὸς ἐκ τοῦ οὐρανοῦ πεσόντος κατακαῆναι σὺν τοῖς ποιμέσι· μετ’ οὐ πολὺ δὲ καὶ τὰς καμήλους ὑπὸ λῃστῶν ἀπελαθῆναι· εἶτα τὰ τέκνα αὐτοῦ ἀποθανεῖν, πεσούσης τῆς οἰκίας· αὐθημερὸν δὲ αὐτοῦ καὶ τὸ σῶμα ἑλκῶσαι. φαύλως δὲ αὐτοῦ διακειμένου ἐλθεῖν εἰς ἐπίσκεψιν Ἐλίφαν τὸν Θαιμανιτῶν βασιλέα καὶ Βαλδὰδ τὸν Σαυχαίων τύραννον καὶ Σωφὰρ τὸν Μινναίων βασιλέα, ἐλθεῖν δὲ καὶ Ἐλιοῦν τὸν Βαραχιὴλ τὸν Ζωβίτην· παρακαλούμενον δὲ φάναι καὶ χωρὶς παρακλήσεως ἐμμενεῖν αὑτὸν ἔν τε τῇ εὐσεβείᾳ καὶ τοῖς δεινοῖς. τὸν δὲ θεὸν ἀγασθέντα τὴν εὐψυχίαν αὐτοῦ τῆς τε νόσου αὐτὸν ἀπολῦσαι καὶ πολ-λῶν κύριον ὑπάρξεων ποιῆσαι. Τοσαῦτα καὶ περὶ τούτων ὁ Πολυί̈στωρ. Καὶ περὶ Μωσέως δὲ ὁ αὐτὸς πλεῖστα παρατίθεται, ὧν καὶ αὐτῶν ἐπακοῦσαι ἄξιον·
PG 21:717κ. ΕΥΠΟΛΕΜΟΥ ΠΕΡΙ ΜΩΣΕΩΣ Εὐπόλεμος δέ φησι τὸν Μωσῆν πρῶτον σοφὸν γενέσθαι καὶ γράμματα παραδοῦναι τοῖς Ἰουδαίοις πρῶτον, παρὰ δὲ Ἰουδαίων Φοίνικας παραλαβεῖν, Ἕλληνας δὲ παρὰ Φοινίκων, νόμους τε πρῶτον γράψαι Μωσῆν τοῖς Ἰουδαίοις. κζ. ΑΡΤΑΠΑΝΟΥ ΠΕΡΙ ΜΩΣΕΩΣ ΟΜΟΙΩΣ Ἀρτάπανος δέ φησιν ἐν τῇ Περὶ Ἰουδαίων, Ἁβραὰμ τελευτήσαντος καὶ τοῦ υἱοῦ αὐτοῦ Μεμψασθενώθ, ὁμοίως δὲ καὶ τοῦ βασιλέως τῶν Αἰγυπτίων, τὴν δυναστείαν παραλαβεῖν τὸν υἱὸν αὐτοῦ Παλμανώθην. τοῦτον δὲ τοῖς Ἰου-δαίοις φαύλως προσφέρεσθαι· καὶ πρῶτον μὲν τήν τε Σάιν οἰκοδομῆσαι τό τε ἐπ’ αὐτῇ ἱερὸν καθιδρύσασθαι, εἶτα τὸν ἐν Ἡλιουπόλει ναὸν κατασκευάσαι. τοῦτον δὲ γεννῆσαι θυγατέρα Μέρριν, ἣν Χενεφρῇ τινι κατεγγυῆσαι, τῶν ὑπὲρ Μέμφιν τόπων βασιλεύοντι· πολλοὺς γὰρ τότε τῆς Αἰγύπτου βασιλεύειν· ταύτην δὲ στεῖραν ὑπάρχουσαν ὑποβαλέσθαι τινὸς τῶν Ἰουδαίων παιδίον, τοῦτο δὲ Μώϋσον ὀνομάσαι· ὑπὸ δὲ τῶν Ἑλλήνων αὐτὸν ἀνδρωθέντα Μουσαῖον προς-αγορευθῆναι. γενέσθαι δὲ τὸν Μώϋσον τοῦτον Ὀρφέως διδάσκαλον. ἀν-δρωθέντα δ’ αὐτὸν πολλὰ τοῖς ἀνθρώποις εὔχρηστα παραδοῦναι· καὶ γὰρ πλοῖα καὶ μηχανὰς πρὸς τὰς λιθοθεσίας καὶ τὰ Αἰγύπτια ὅπλα καὶ τὰ ὄργανα τὰ ὑδρευτικὰ καὶ πολεμικὰ καὶ τὴν φιλοσοφίαν ἐξευρεῖν· ἔτι δὲ τὴν πόλιν εἰς λ νομοὺς διελεῖν καὶ ἑκάστῳ τῶν νομῶν ἀποτάξαι τὸν θεὸν σεφθήσεσθαι τά τε ἱερὰ γράμματα τοῖς ἱερεῦσιν, εἶναι δὲ καὶ αἰλούρους καὶ κύνας καὶ ἴβεις· ἀπονεῖ-μαι δὲ καὶ τοῖς ἱερεῦσιν ἐξαίρετον χώραν. ταῦτα δὲ πάντα ποιῆσαι χάριν τοῦ τὴν μοναρχίαν βεβαίαν τῷ Χενεφρῇ διαφυλάξαι. πρότερον γὰρ ἀδιατάκτους ὄντας τοὺς ὄχλους ποτὲ μὲν ἐκβάλλειν, ποτὲ δὲ καθιστάνειν βασιλεῖς, καὶ πολλά-κις μὲν τοὺς αὐτούς, ἐνιάκις δὲ ἄλλους. διὰ ταῦτα οὖν τὸν Μώϋσον ὑπὸ τῶν ὄχλων ἀγαπηθῆναι καὶ ὑπὸ τῶν ἱερέων ἰσοθέου τιμῆς καταξιωθέντα προσαγο-ρευθῆναι Ἑρμῆν, διὰ τὴν τῶν ἱερῶν γραμμάτων ἑρμηνείαν. τὸν δὲ Χενεφρῆν ὁρῶντα τὴν ἀρετὴν τοῦ Μωύ̈σου φθονῆσαι αὐτῷ καὶ ζητεῖν αὐτὸν ἐπ’ εὐλόγῳ αἰτίᾳ τινὶ ἀνελεῖν. καὶ δή ποτε τῶν Αἰθιόπων ἐπιστρατευσαμένων τῇ Αἰγύπτῳ τὸν Χενεφρῆν ὑπολαβόντα εὑρηκέναι καιρὸν εὔθετον πέμψαι τὸν Μώϋσον ἐπ’ αὐτοὺς στρατηγὸν μετὰ δυνάμεως· τὸ δὲ τῶν γεωργῶν αὐτῷ συστῆσαι πλῆθος, ὑπολαβόντα ῥᾳδίως αὐτὸν διὰ τὴν τῶν στρατιωτῶν ἀσθένειαν ὑπὸ τῶν πολε-μίων ἀναιρεθήσεσθαι. τὸν δὲ Μώϋσον ἐλθόντα ἐπὶ τὸν Ἑρμοπολίτην ὀνομαζόμενον νομόν, ἔχοντα περὶ δέκα μυριάδας γεωργῶν, αὐτοῦ καταστρα-τοπεδεῦσαι· πέμψαι δὲ στρατηγοὺς τοὺς προκαθεδουμένους τῆς χώρας, οὓς δὴ πλεονεκτεῖν ἐπιφανῶς κατὰ τὰς μάχας· λέγειν δέ φησιν Ἡλιουπολίτας γενέσθαι τὸν πόλεμον τοῦτον ἔτη δέκα. τοὺς οὖν περὶ τὸν Μώϋσον διὰ τὸ μέγεθος τῆς στρατιᾶς πόλιν ἐν τούτῳ κτίσαι τῷ τόπῳ καὶ τὴν ἶβιν ἐν αὐτῇ καθιερῶσαι, διὰ τὸ ταύτην τὰ βλάπτοντα ζῷα τοὺς ἀνθρώπους ἀναιρεῖν· προς-αγορεῦσαι δὲ αὐτὴν Ἑρμοῦ πόλιν. οὕτω δὴ τοὺς Αἰθίοπας, καίπερ ὄντας πολεμίους, στέρξαι τὸν Μώϋσον ὥστε καὶ τὴν περιτομὴν τῶν αἰδοίων παρ’ ἐκείνου μαθεῖν· οὐ μόνον δὲ τούτους, ἀλλὰ καὶ τοὺς ἱερεῖς ἅπαντας. τὸν δὲ Χενεφρῆν λυθέντος τοῦ πολέμου λόγῳ μὲν αὐτὸν ἀποδέξασθαι, ἔργῳ δὲ ἐπι-βουλεύειν. παρελόμενον γοῦν αὐτοῦ τοὺς ὄχλους τοὺς μὲν ἐπὶ τὰ ὅρια τῆς Αἰθιο-πίας πέμψαι προφυλακῆς χάριν, τοῖς δὲ προστάξαι τὸν ἐν Διὸς πόλει ναὸν ἐξ ὀπτῆς πλίνθου κατεσκευασμένον καθαιρεῖν, ἕτερον δὲ λίθινον κατασκευάσαι τὸ πλησίον ὄρος λατομήσαντας· τάξαι δὲ ἐπὶ τῆς οἰκοδομίας ἐπιστάτην Ναχέ-ρωτα. τὸν δὲ ἐλθόντα μετὰ Μωύ̈σου εἰς Μέμφιν πυθέσθαι παρ’ αὐτοῦ εἴ τι ἄλλο ἐστὶν εὔχρηστον τοῖς ἀνθρώποις· τὸν δὲ φάναι γένος τῶν βοῶν, διὰ τὸ τὴν γῆν ἀπὸ τούτων ἀροῦσθαι· τὸν δὲ Χενεφρῆν, προσαγορεύσαντα ταῦρον Ἆπιν, κελεῦσαι ἱερὸν αὐτοῦ τοὺς ὄχλους καθιδρύσασθαι καὶ τὰ ζῷα τὰ καθιερωθέντα ὑπὸ τοῦ Μωύ̈σου κελεύειν ἐκεῖ φέροντας θάπτειν, κατακρύπτειν θέλοντα τὰ τοῦ Μωύ̈σου ἐπινοήματα. ἀποξενωσάντων δὲ αὐτὸν τῶν Αἰγυπτίων ὁρκωμοτῆ-σαι τοὺς φίλους μὴ ἐξαγγεῖλαι τῷ Μωύ̈σῳ τὴν ἐπισυνισταμένην αὐτῷ ἐπιβου-λὴν καὶ προβαλέσθαι τοὺς ἀναιρήσοντας αὐτόν. μηδενὸς δ’ ὑπακούσαντος ὀνειδίσαι τὸν Χενεφρῆν Χανεθώθην, τὸν μάλιστα προσαγορευόμενον ὑπ’ αὐ-τοῦ· τὸν δὲ ὀνειδισθέντα ὑποσχέσθαι τὴν ἐπίθεσιν, λαβόντα καιρόν. ὑπὸ δὲ τοῦτον τὸν καιρὸν τῆς Μέρριδος τελευτησάσης ὑποσχέσθαι τὸν Χενεφρῆν τῷ τε Μωύ̈σῳ καὶ τῷ Χανεθώθῃ τὸ σῶμα διακομίσαντας εἰς τοὺς ὑπὲρ Αἴγυπτον τόπους θάψαι, ὑπολαβόντα τὸν Μώϋσον ὑπὸ τοῦ Χανεθώθου ἀναιρεθήσε-σθαι. πορευομένων δὲ αὐτῶν τὴν ἐπιβουλὴν τῷ Μωύ̈σῳ τῶν συνειδότων ἐξαγγεῖλαί τινα· τὸν δὲ φυλάσσοντα αὑτὸν τὴν μὲν Μέρριν θάψαι, τὸν δὲ ποτα-μὸν καὶ τὴν ἐν ἐκείνῳ πόλιν Μερόην προσαγορεῦσαι· τιμᾶσθαι δὲ τὴν Μέρριν ταύτην ὑπὸ τῶν ἐγχωρίων οὐκ ἐλαχίστως ἢ τὴν Ἶσιν. Ἀάρωνα δὲ τὸν τοῦ Μωύ̈σου ἀδελφὸν τὰ περὶ τὴν ἐπιβουλὴν ἐπιγνόντα συμβουλεῦσαι τῷ ἀδελφῷ φυ-γεῖν εἰς τὴν Ἀραβίαν· τὸν δὲ πεισθέντα, ἀπὸ Μέμφεως τὸν Νεῖλον διαπλεύ-σαντα ἀπαλλάσσεσθαι εἰς τὴν Ἀραβίαν. τὸν δὲ Χανεθώθην πυθόμενον τοῦ Μωύ̈σου τὴν φυγὴν ἐνεδρεύειν ὡς ἀναιρήσοντα· ἰδόντα δὲ ἐρχόμενον σπά-σασθαι τὴν μάχαιραν ἐπ’ αὐτόν, τὸν δὲ Μώϋσον προκαταταχήσαντα τήν τε χεῖρα κατασχεῖν αὐτοῦ καὶ σπασάμενον τὸ ξίφος φονεῦσαι τὸν Χανεθώθην· διεκδρᾶναι δὲ εἰς τὴν Ἀραβίαν καὶ Ῥαγουήλῳ τῷ τῶν τόπων ἄρχοντι συμ-βιοῦν, λαβόντα τὴν ἐκείνου θυγατέρα· τὸν δὲ Ῥαγουῆλον βούλεσθαι στρατεύειν ἐπὶ τοὺς Αἰγυπτίους, κατάγειν βουλόμενον τὸν Μώϋσον καὶ τὴν δυναστείαν τῇ τε θυγατρὶ καὶ τῷ γαμβρῷ κατασκευάσαι· τὸν δὲ Μώϋσον ἀποκωλῦσαι, στοχαζόμενον τῶν ὁμοφύλων· τὸν δὲ Ῥαγουῆλον διακωλύοντα στρατεύειν τοῖς Ἄραψι προστάξαι λῃστεύειν τὴν Αἴγυπτον. ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ τὸν Χενεφρῆν πρῶτον ἁπάντων ἀνθρώπων ἐλεφαντιάσαντα μεταλλάξαι· τούτῳ δὲ τῷ πάθει περιπεσεῖν διὰ τὸ τοὺς Ἰουδαίους προστάξαι σινδόνας ἀμφιέννυσθαι, ἐρεᾶν δὲ ἐσθῆτα μὴ ἀμπέχεσθαι, ὅπως ὄντες ἐπίσημοι κολάζωνται ὑπ’ αὐτοῦ. τὸν δὲ Μώϋσον εὔχεσθαι τῷ θεῷ, ἤδη ποτὲ τοὺς λαοὺς παῦσαι τῶν κακοπα-θειῶν. ἱλασκομένου δ’ αὐτοῦ αἰφνιδίως φησὶν ἐκ τῆς γῆς πῦρ ἀναφθῆναι καὶ τοῦτο κάεσθαι, μήτε ὕλης μήτε ἄλλης τινὸς ξυλείας οὔσης ἐν τῷ τόπῳ. τὸν δὲ Μώϋσον δείσαντα τὸ γεγονὸς φεύγειν· φωνὴν δ’ αὐτῷ θείαν εἰπεῖν στρατεύειν ἐπ’ Αἴγυπτον καὶ τοὺς Ἰουδαίους διασώσαντα εἰς τὴν ἀρχαίαν ἀγαγεῖν πα-τρίδα. τὸν δὲ θαρρήσαντα δύναμιν πολεμίαν ἐπάγειν διαγνῶναι τοῖς Αἰγυ-πτίοις· πρῶτον δὲ πρὸς Ἀάρωνα τὸν ἀδελφὸν ἐλθεῖν. τὸν δὲ βασιλέα τῶν Αἰγυ-πτίων πυθόμενον τὴν τοῦ Μωύ̈σου παρουσίαν καλέσαι πρὸς αὑτὸν καὶ πυνθά-νεσθαι ἐφ’ ὅ τι ἥκοι· τὸν δὲ φάναι, διότι προστάσσειν αὐτῷ τὸν τῆς οἰκουμέ-νης δεσπότην ἀπολῦσαι τοὺς Ἰουδαίους. τὸν δὲ πυθόμενον εἰς φυλακὴν αὐ-τὸν καθεῖρξαι· νυκτὸς δὲ ἐπιγενομένης τάς τε θύρας πάσας αὐτομάτως ἀνοιχ-θῆναι τοῦ δεσμωτηρίου καὶ τῶν φυλάκων οὓς μὲν τελευτῆσαι, τινὰς δὲ ὑπὸ τοῦ ὕπνου παρεθῆναι τά τε ὅπλα κατεαγῆναι. ἐξελθόντα δὲ τὸν Μώϋσον ἐπὶ τὰ βασίλεια ἐλθεῖν· εὑρόντα δὲ ἀνεῳγμένας τὰς θύρας εἰσελθεῖν καὶ ἐνθάδε τῶν φυλάκων παρειμένων τὸν βασιλέα ἐξεγεῖραι. τὸν δὲ ἐκπλαγέντα ἐπὶ τῷ γεγο-
PG 21:723νότι κελεῦσαι τῷ Μωύ̈σῳ τὸ τοῦ πέμψαντος αὐτὸν θεοῦ εἰπεῖν ὄνομα, διαχλευά-σαντα αὐτόν· τὸν δὲ προσκύψαντα πρὸς τὸ οὖς εἰπεῖν, ἀκούσαντα δὲ τὸν βασιλέα πεσεῖν ἄφωνον, διακρατηθέντα δὲ ὑπὸ τοῦ Μωύ̈σου πάλιν ἀναβιῶσαι· γράψαντα δὲ τοὔνομα εἰς δέλτον κατασφραγίσασθαι τῶν τε ἱερέων τὸν φαυλί-σαντα ἐν τῇ πινακίδι τὰ γεγραμμένα μετὰ σπασμοῦ τὸν βίον ἐκλιμπάνειν· εἰπεῖν τε τὸν βασιλέα σημεῖόν τι αὐτῷ ποιῆσαι· τὸν δὲ Μώϋσον ἣν εἶχε ῥάβ-δον ἐκβαλόντα ὄφιν ποιῆσαι· πτοηθέντων δὲ πάντων ἐπιλαβόμενον τῆς οὐρᾶς ἀνελέσθαι καὶ πάλιν ῥάβδον ποιῆσαι· προελθόντα δὲ μικρὸν τὸν Νεῖλον τῇ ῥάβδῳ πατάξαι, τὸν δὲ ποταμὸν πολύχουν γενόμενον κατακλύζειν ὅλην τὴν Αἴγυπτον· ἀπὸ τότε δὲ καὶ τὴν κατάβασιν αὐτοῦ γίνεσθαι· συναγαγὸν δὲ τὸ ὕδωρ ἐποζέσαι καὶ τὰ ποτάμια διαφθεῖραι ζῷα τούς τε λαοὺς διὰ τὴν δίψαν φθείρεσθαι. τὸν δὲ βασιλέα τούτων γενομένων τῶν τεράτων φάναι μετὰ μῆνα τοὺς λαοὺς ἀπολύσειν, ἐὰν ἀποκαταστήσῃ τὸν ποταμόν· τὸν δὲ Μώϋσον πάλιν τῇ ῥάβδῳ πατάξαντα τὸ ὕδωρ συστεῖλαι τὸ ῥεῦμα. τούτου δὲ γενομένου τὸν βασιλέα τοὺς ἱερεῖς τοὺς ὑπὲρ Μέμφιν καλέσαι καὶ φάναι αὐτοὺς ἀναιρήσειν καὶ τὰ ἱερὰ κατασκάψειν, ἐὰν μὴ καὶ αὐτοὶ τερατουργήσωσί τι. τοὺς δὲ τότε διά τινων μαγγάνων καὶ ἐπαοιδῶν δράκοντα ποιῆσαι καὶ τὸν ποταμὸν μεταχρῶσαι. τὸν δὲ βασιλέα φρονηματισθέντα ἐπὶ τῷ γεγονότι, πάσῃ τιμωρίᾳ καὶ κολάσει καταικίζειν τοὺς Ἰουδαίους. τὸν δὲ Μώϋσον ταῦτα ὁρῶντα ἄλλα τε σημεῖα ποιῆσαι καὶ πατάξαντα τὴν γῆν τῇ ῥάβδῳ ζῷόν τι πτηνὸν ἀνεῖναι λυμαίνεσθαι τοὺς Αἰγυπτίους, πάντας τε ἐξελκωθῆναι τὰ σώματα. τῶν δὲ ἰατρῶν μὴ δυναμέ-νων ἰᾶσθαι τοὺς κάμνοντας, οὕτως πάλιν ἀνέσεως τυχεῖν τοὺς Ἰουδαίους. πάλιν τε τὸν Μώϋσον βάτραχον διὰ τῆς ῥάβδου ἀνεῖναι, πρὸς δὲ τούτοις ἀκρί-δας καὶ σκνίφας. διὰ τοῦτο δὲ καὶ τοὺς Αἰγυπτίους τὴν ῥάβδον ἀνατιθέναι εἰς πᾶν ἱερόν, ὁμοίως δὲ καὶ τῇ Ἴσιδι, διὰ τὸ τὴν γῆν εἶναι Ἶσιν, παιομένην δὲ τῇ ῥάβδῳ τὰ τέρατα ἀνεῖναι. τοῦ δὲ βασιλέως ἔτι ἀφρονουμένου τὸν Μώϋσον χάλαζάν τε καὶ σεισμοὺς διὰ νυκτὸς ἀποτελέσαι, ὥστε τοὺς τὸν σεισμὸν φεύ-γοντας ἀπὸ τῆς χαλάζης ἀναιρεῖσθαι τούς τε τὴν χάλαζαν ἐκκλίνοντας ὑπὸ τῶν σεισμῶν διαφθείρεσθαι. συμπεσεῖν δὲ τότε τὰς μὲν οἰκίας πάσας τῶν τε ναῶν τοὺς πλείστους. τελευταῖον τοιαύταις συμφοραῖς περιπεσόντα τὸν βασι-λέα τοὺς Ἰουδαίους ἀπολῦσαι· τοὺς δὲ χρησαμένους παρὰ τῶν Αἰγυπτίων πολλὰ μὲν ἐκπώματα, οὐκ ὀλίγον δὲ ἱματισμὸν ἄλλην τε παμπληθῆ γάζαν, διαβάντας τοὺς κατὰ τὴν Ἀραβίαν ποταμοὺς καὶ διαβάντας ἱκανὸν τόπον ἐπὶ τὴν Ἐρυθρὰν τριταίους ἐλθεῖν Θάλασσαν. Μεμφίτας μὲν οὖν λέγειν ἔμπειρον ὄντα τὸν Μώϋσον τῆς χώρας τὴν ἄμπωτιν τηρήσαντα διὰ ξηρᾶς τῆς θαλάσσης τὸ πλῆθος περαιῶσαι. Ἡλιουπολίτας δὲ λέγειν ἐπικαταδραμεῖν τὸν βασιλέα μετὰ πολλῆς δυνάμεως, [ἅμα] καὶ τοῖς καθιερωμένοις ζῴοις, διὰ τὸ τὴν ὕπαρξιν τοὺς Ἰουδαίους τῶν Αἰγυπτίων χρησαμένους διακομίζειν. τῷ δὲ Μωύ̈σῳ φωνὴν θείαν γενέσθαι πατάξαι τὴν θάλασσαν τῇ ῥάβδῳ καὶ διαστῆσαι. τὸν δὲ Μώϋσον ἀκούσαντα ἐπιθιγεῖν τῇ ῥάβδῳ τοῦ ὕδατος, καὶ οὕτως τὸ μὲν νᾶμα διαστῆναι, τὴν δὲ δύναμιν διὰ ξηρᾶς ὁδοῦ πορεύεσθαι. συνεμβάντων δὲ τῶν Αἰγυπτίων καὶ διωκόντων φησὶ πῦρ αὐτοῖς ἐκ τῶν ἔμπροσθεν ἐκλάμψαι, τὴν δὲ θάλασσαν πάλιν τὴν ὁδὸν ἐπικλύσαι· τοὺς δὲ Αἰγυπτίους ὑπό τε τοῦ πυρὸς καὶ τῆς πλημμυρίδος πάντας διαφθαρῆναι· τοὺς δὲ Ἰουδαίους διαφυγόντας τὸν κίνδυνον τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ δια-τρῖψαι, βρέχοντος αὐτοῖς τοῦ θεοῦ κρίμνον ὅμοιον ἐλύμῳ, χιόνι παραπλήσιον τὴν χρόαν. γεγονέναι δέ φησι τὸν Μώϋσον μακρόν, πυρρακῆ, πολιόν, κομήτην, ἀξιωματικόν. ταῦτα δὲ πρᾶξαι περὶ ἔτη ὄντα ὀγδοήκοντα ἐννέα. κη. ΕΖΕΚ[Ι]ΗΛΟΥ ΠΕΡΙ ΜΩΣΕΩΣ Περὶ δὲ τοῦ τὸν Μώϋσον ἐκτεθῆναι ὑπὸ τῆς μητρὸς εἰς τὸ ἕλος καὶ ὑπὸ τῆς τοῦ βασιλέως θυγατρὸς ἀναιρεθῆναι καὶ τραφῆναι ἱστορεῖ καὶ Ἐζεκιῆλος ὁ τῶν τραγῳδιῶν ποιητής, ἄνωθεν ἀναλαβὼν τὴν ἱστορίαν ἀπὸ τῶν σὺν Ἰακὼβ παραγενομένων εἰς Αἴγυπτον πρὸς Ἰωσήφ. λέγει δὲ οὕτως, τὸν Μώϋσον παρεισάγων λέγοντα· Ἀφ’ οὗ δ’ Ἰακὼβ γῆν λιπὼν Χαναναίαν κατῆλθ’ ἔχων Αἴγυπτον ἑπτάκις δέκα ψυχὰς σὺν αὑτῷ καὶ ἐπεγέννησεν πολὺν λαὸν κακῶς πράσσοντα καὶ τεθλιμμένον, ἐς ἄχρι τούτων τῶν χρόνων κακούμενον κακῶν ὑπ’ ἀνδρῶν καὶ δυναστείας χερός. ἰδὼν γὰρ ἡμῶν γένναν ἅλις ηὐξημένην δόλον καθ’ ἡμῶν πολὺν ἐμηχανήσατο βασιλεὺς Φαραώ, τοὺς μὲν ἐν πλινθεύμασιν οἰκοδομίαις τε βαρέσιν αἰκίζων βροτοὺς πόλεις τ’ ἐπύργου σφῶν ἕκατι δυσμόρων. ἔπειτα κηρύσσει μὲν Ἑβραίων γένει τἀρσενικὰ ῥίπτειν ποταμὸν ἐς βαθύρροον. ἐνταῦθα μήτηρ ἡ τεκοῦς’ ἔκρυπτέ με τρεῖς μῆνας, ὡς ἔφασκεν. οὐ λαθοῦσα δὲ ὑπεξέθηκε, κόσμον ἀμφιθεῖσά μοι, παρ’ ἄκρα ποταμοῦ λάσιον εἰς ἕλος δασύ· Μαριὰμ δ’ ἀδελφή μου κατώπτευεν πέλας. κἄπειτα θυγάτηρ βασιλέως ἅβραις ὁμοῦ κατῆλθε λουτροῖς χρῶτα φαιδρῦναι νέον· ἰδοῦσα δ’ εὐθὺς καὶ λαβοῦς’ ἀνείλετο, ἔγνω δ’ Ἑβραῖον ὄντα· καὶ λέγει τάδε Μαριὰμ ἀδελφὴ προσδραμοῦσα βασιλίδι· θέλεις τροφόν σοι παιδὶ τῷδ’ εὕρω ταχὺ ἐκ τῶν Ἑβραίων;3 ἡ δ’ ἐπέσπευσεν κόρην. μολοῦσα δ’ εἶπε μητρὶ καὶ παρῆν ταχὺ αὐτή τε μήτηρ καὶ ἔλαβέν μ’ ἐς ἀγκάλας. εἶπεν δὲ θυγάτηρ βασιλέως· Τοῦτον, γύναι, τρόφευε, κἀγὼ μισθὸν ἀποδώσω σέθεν. ὄνομα δὲ Μωσῆν ὠνόμαζε, τοῦ χάριν ὑγρᾶς ἀνεῖλε ποταμίας ἀπ’ ᾐόνος.3 τούτοις μεθ’ ἕτερα ἐπιλέγει καὶ περὶ τούτων ὁ Ἐζεκιῆλος ἐν τῇ τραγῳδίᾳ, τὸν Μωυσῆν παρεισάγων λέγοντα· Ἐπεὶ δὲ καιρὸς νηπίων παρῆλθέ μοι, ἤγαγέ με μήτηρ βασιλίδος πρὸς δώματα, ἅπαντα μυθεύσασα καὶ λέξασά μοι γένος πατρῷον καὶ θεοῦ δωρήματα. ἕως μὲν οὖν τὸν παιδὸς εἴχομεν χρόνον, τροφαῖσι βασιλικαῖσι καὶ παιδεύμασιν ἅπανθ’ ὑπισχνεῖθ’, ὡς ἀπὸ σπλάγχνων ἑῶν· ἐπεὶ δὲ πλήρης κόλπος ἡμερῶν παρῆν, ἐξῆλθον οἴκων βασιλικῶν (πρὸς ἔργα γὰρ θυμός μ’ ἄνωγε καὶ τέχνασμα βασιλέως). ὁρῶ δὲ πρῶτον ἄνδρας ἐν χειρῶν νόμῳ, τὸν μέν γ’ Ἑβραῖον, τὸν δὲ γένος Αἰγύπτιον. ἰδὼν δ’ ἐρήμους καὶ παρόντα μηδένα ἐρρυσάμην ἀδελφόν, ὃν δ’ ἔκτειν’ ἐγώ, ἔκρυψα δ’ ἄμμῳ τοῦτον, ὥστε μὴ εἰσιδεῖν ἕτερόν τιν’ ἡμᾶς κἀπογυμνῶσαι φόνον. τῇ ’παύριον δὲ πάλιν ἰδὼν ἄνδρας δύο, μάλιστα δ’ αὐτοὺς συγγενεῖς, πατουμένους λέγω· Τί τύπτεις ἀσθενέστερον σέθεν; ὁ δ’ εἶπεν· Ἡμῖν τίς ς’ ἀπέστειλε κριτὴν ἢ ’πιστάτην ἐνταῦθα; μὴ κτενεῖς σύ με, ὥσπερ τὸν ἐχθὲς ἄνδρα; καὶ δείσας ἐγὼ ἔλεξα· Πῶς ἐγένετο συμφανὲς τόδε; καὶ πάντα βασιλεῖ ταῦτ’ ἀπήγγειλεν ταχύ· ζητεῖ δὲ Φαραὼ τὴν ἐμὴν ψυχὴν λαβεῖν· ἐγὼ δ’ ἀκούσας ἐκποδὼν μεθίσταμαι καὶ νῦν πλανῶμαι γῆν ἐπ’ ἀλλοτέρμονα.3 εἶτα περὶ τῶν τοῦ Ῥαγουὴλ θυγατέρων οὕτως ἐπιβάλλει· Ὁρῶ δὲ ταύτας ἑπτὰ παρθένους τινάς.3 ἐρωτήσαντός τε αὐτὰς τίνες εἴησαν αἱ παρθένοι, φησὶν ἡ Σεπφώρα· Λιβύη μὲν ἡ γῆ πᾶσα κλῄζεται, ξένε, οἰκοῦσι δ’ αὐτὴν φῦλα παντοίων γενῶν, Αἰθίοπες ἄνδρες μέλανες· ἄρχων δ’ ἐστὶ γῆς εἷς καὶ τύραννος καὶ στρατηλάτης μόνος. ἄρχει δὲ πόλεως τῆσδε καὶ κρίνει βροτοὺς ἱερεύς, ὅς ἐστ’ ἐμοῦ τε καὶ τούτων πατήρ.
PG 21:727εἶτα περὶ τοῦ ποτισμοῦ τῶν θρεμμάτων διελθὼν περὶ τοῦ Σεπφώρας ἐπιβάλλει γάμου, δι’ ἀμοιβαίων παρεισάγων τόν τε Χοὺμ καὶ τὴν Σεπφώραν λέγοντας· (Χ.) Ὅμως κατειπεῖν χρή σε, Σεπφώρα, τάδε. (Σ.) ξένῳ πατήρ με τῷδ’ ἔδωκεν εὐνέτιν.3 κθ. ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ ΟΜΟΙΩΣ Δημήτριος δὲ περὶ τῆς ἀναιρέσεως τοῦ Αἰγυπτίου καὶ τῆς διαφορᾶς τῆς πρὸς τὸν μηνύσαντα τὸν τελευτήσαντα ὁμοίως τῷ τὴν ἱερὰν βίβλον γράψαντι ἱστόρησε· φυγεῖν μέντοι γε τὸν Μωσῆν εἰς Μαδιὰμ καὶ συνοικῆσαι ἐκεῖ τῇ Ἰοθὼρ θυγατρὶ Σεπφώρᾳ, ἣν εἶναι, ὅσα στοχάζεσθαι ἀπὸ τῶν ὀνομάτων, τῶν γενομένων ἐκ Χεττούρας, τοῦ Ἁβραὰμ γένους, ἐκ τοῦ Ἰεζὰν τοῦ γενομένου Ἁβραὰμ ἐκ Χεττούρας· ἐκ δὲ τοῦ Ἰεζὰν γενέσθαι Δαδάν, ἐκ δὲ Δαδὰν Ῥα-γουήλ, ἐκ δὲ Ῥαγουὴλ Ἰοθὼρ καὶ Ὀβάβ, ἐκ δὲ τοῦ Ἰοθὼρ Σεπφώραν, ἣν γῆμαι Μωσῆν. καὶ τὰς γενεὰς δὲ συμφωνεῖν· τὸν γὰρ Μωσῆν εἶναι ἀπὸ Ἁβραὰμ ἕβδομον, τὴν δὲ Σεπφώραν ἕκτην. συνοικοῦντος γὰρ ἤδη τοῦ Ἰσαάκ, ἀφ’ οὗ Μωσῆν εἶναι, γῆμαι Ἁβραὰμ τὴν Χεττούραν ὄντα ἐτῶν ρμ καὶ γεννῆσαι Ἰσαὰρ ἐξ αὐτῆς δεύτερον· τὸν δὲ Ἰσαὰκ ὄντα ἐτῶν ἑκατὸν γεννῆσαι. ὥστε μβ ἐτῶν ὕστερον γεγονέναι τὸν Ἰσαάρ, ἀφ’ οὗ τὴν Σεπφώραν γεγενεαλογῆσθαι. οὐδὲν οὖν ἀντιπίπτει τὸν Μωσῆν καὶ τὴν Σεπφώραν κατὰ τοὺς αὐτοὺς γεγονέναι χρόνους. κατοικεῖν δὲ αὐτοὺς Μαδιὰμ πόλιν, ἣν ἀπὸ ἑνὸς τῶν Ἁβραὰμ παίδων ὀνομασθῆναι. φησὶ γὰρ τὸν Ἁβραὰμ τοὺς παῖδας πρὸς ἀνα-τολὰς ἐπὶ κατοικίαν πέμψαι· διὰ τοῦτο δὲ καὶ Ἀαρὼν καὶ Μαριὰμ εἰπεῖν ἐν Ἀσηρὼθ Μωσῆν Αἰθιοπίδα γῆμαι γυναῖκα. λ. ΕΖΕΚ[Ι]ΗΛΟΥ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ ΟΜΟΙΩΣ Λέγει δὲ περὶ τούτων καὶ Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ, προσπαρειληφὼς τὸν ὄνειρον τὸν ὑπὸ Μωσέως μὲν ἑωραμένον, ὑπὸ δὲ πενθεροῦ διακεκριμένον. λέγει δὲ αὐτὸς ὁ Μωσῆς δι’ ἀμοιβαίων πρὸς τὸν πενθερὸν οὕτως πως· Ἔδοξ’ ὄρους κατ’ ἄκρα Σιναίου θρόνον μέγαν τιν’ εἶναι μέχρις οὐρανοῦ πτυχός, ἐν τῷ καθῆσθαι φῶτα γενναῖόν τινα διάδημ’ ἔχοντα καὶ μέγα σκῆπτρον χερὶ εὐωνύμῳ μάλιστα. δεξιᾷ δέ μοι ἔνευσε, κἀγὼ πρόσθεν ἐστάθην θρόνου. σκῆπτρον δέ μοι παρέδωκε καὶ εἰς θρόνον μέγαν εἶπεν καθῆσθαι· βασιλικὸν δ’ ἔδωκέ μοι διάδημα καὶ αὐτὸς ἐκ θρόνων χωρίζεται. ἐγὼ δ’ ἐσεῖδον γῆν ἅπασαν ἔγκυκλον καὶ ἔνερθε γαίας καὶ ἐξύπερθεν οὐρανοῦ, καί μοί τι πλῆθος ἀστέρων πρὸς γούνατα ἔπιπτ’, ἐγὼ δὲ πάντας ἠριθμησάμην, κἀμοῦ παρῆγεν ὡς παρεμβολὴ βροτῶν. εἶτ’ ἐμφοβηθεὶς ἐξανίσταμ’ ἐξ ὕπνου.3 ὁ δὲ πενθερὸς αὐτοῦ τὸν ὄνειρον ἐπικρίνει οὕτως· Ὦ ξένε, καλόν σοι τοῦτ’ ἐσήμηνεν θεός· ζῴην δ’, ὅταν σοι ταῦτα συμβαί[ν]ῃ ποτέ. ἆρά γε μέγαν τιν’ ἐξαναστήσεις θρόνον καὶ αὐτὸς βραβεύσεις καὶ καθηγήσῃ βροτῶν; τὸ δ’ εἰσθεᾶσθαι γῆν ὅλην τ’ οἰκουμένην καὶ τὰ ὑπένερθε καὶ ὑπὲρ οὐρανὸν θεοῦ· ὄψει τά τ’ ὄντα τά τε προτοῦ τά θ’ ὕστερον.3 περὶ δὲ τῆς καιομένης βάτου καὶ τῆς ἀποστολῆς αὐτοῦ τῆς πρὸς Φαραὼ πάλιν παρεισάγει δι’ ἀμοιβαίων τὸν Μωσῆν τῷ θεῷ διαλεγόμενον. φησὶ δὲ ὁ Μωσῆς· Ἔα· τί μοι σημεῖον ἐκ βάτου τόδε, τεράστιόν τε καὶ βροτοῖς ἀπιστία; ἄφνω βάτος μὲν καίεται πολλῷ πυρί, αὐτοῦ δὲ χλωρὸν πᾶν μένει τὸ βλαστάνον. τί δή; προελθὼν ὄψομαι τεράστιον μέγιστον· οὐ γὰρ πίστιν ἀνθρώποις φέρει.3 εἶτα ὁ θεὸς αὐτῷ προσομιλεῖ· Ἔπισχες, ὦ φέριστε, μὴ προσεγγίσῃς, Μωσῆ, πρὶν ἢ τῶν σῶν ποδῶν λῦσαι δέσιν· ἁγία γὰρ ἧς σὺ γῆς ἐφέστηκας πέλει, ὁ δ’ ἐκ βάτου σοι θεῖος ἐκλάμπει λόγος. θάρσησον, ὦ παῖ, καὶ λόγων ἄκου’ ἐμῶν· ἰδεῖν γὰρ ὄψιν τὴν ἐμὴν ἀμήχανον θνητὸν γεγῶτα, τῶν λόγων δ’ ἔξεστί σοι ἐμῶν ἀκούειν, τῶν ἕκατ’ ἐλήλυθα. ἐγὼ θεὸς σῶν, ὧν λέγεις, γεννητόρων, Ἁβραάμ τε καὶ Ἰσαὰκ καὶ Ἰακώβου τρίτου. μνησθεὶς δ’ ἐκείνων καὶ ἔτ’ ἐμῶν δωρημάτων πάρειμι σῶσαι λαὸν Ἑβραίων ἐμόν, ἰδὼν κάκωσιν καὶ πόνον δούλων ἐμῶν. ἀλλ’ ἕρπε καὶ σήμαινε τοῖς ἐμοῖς λόγοις πρῶτον μὲν αὐτοῖς πᾶσιν Ἑβραίοις ὁμοῦ, ἔπειτα βασιλεῖ τὰ ὑπ’ ἐμοῦ τεταγμένα, ὅπως σὺ λαὸν τὸν ἐμὸν ἐξάγοις χθονός.3 εἶτα ὑποβάς τινα ἀμοιβαῖα αὐτὸς ὁ Μωσῆς λέγει· Οὐκ εὔλογος πέφυκα, γλῶσσα δ’ ἐστί μοι δύσφραστος, ἰσχνόφωνος, ὥστε μὴ λόγους ἐμοὺς γενέσθαι βασιλέως ἐναντίον.3 εἶτα πρὸς ταῦτα ὁ θεὸς αὐτῷ ἀποκρίνεται· Ἀάρωνα πέμψω σὸν κασίγνητον ταχύ, ᾧ πάντα λέξεις τἀξ ἐμοῦ λελεγμένα, καὶ αὐτὸς λαλήσει βασιλέως ἐναντίον, σὺ μὲν πρὸς ἡμᾶς, ὁ δὲ λαβὼν σέθεν πάρα.3 περὶ δὲ τῆς ῥάβδου καὶ τῶν ἄλλων τεράτων οὕτω δι’ ἀμοιβαίων εἴρηκε· 3(Θ.) τί δ’ ἐν χεροῖν σοῖν τοῦτ’ ἔχεις; λέξον τάχος. (Μ.) ῥάβδον τετραπόδων καὶ βροτῶν κολάστριαν. (Θ.) ῥῖψον πρὸς οὖδας καὶ ἀποχώρησον ταχύ. δράκων γὰρ ἔσται φοβερός, ὥστε θαυμάσαι. (Μ.) ἰδοὺ βέβληται· δέσποθ’, ἵλεως γενοῦ· ὡς φοβερός, ὡς πέλωρος· οἴκτειρον σύ με· πέφρικ’ ἰδών, μέλη δὲ σώματος τρέμει. (Θ.) μηδὲν φοβηθῇς, χεῖρα δ’ ἐκτείνας λαβὲ οὐράν, πάλιν δὲ ῥάβδος ἔσσεθ’ ὥσπερ ἦν. ἔνθες δὲ χεῖρ’ εἰς κόλπον ἐξένεγκέ τε. (Μ.) ἰδοὺ τὸ ταχθέν, γέγονεν ὡσπερεὶ χιών. (Θ.) ἔνθες πάλιν δ’ εἰς κόλπον, ἔσται δ’ ὥσπερ ἦν.3 Τούτοις ἐπάγει, μετά τινα τὰ μεταξὺ αὐτῷ εἰρημένα, λεγών· Ταῦτα δέ φησιν οὕτως καὶ Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ λέγων, περὶ μὲν τῶν σημείων τὸν θεὸν παρεισάγων λέγοντα οὕτως· Ἐν τῇδε ῥάβδῳ πάντα ποιήσεις κακά· πρῶτον μὲν αἷμα ποτάμιον ῥυήσεται πηγαί τε πᾶσαι καὶ ὑδάτων συστήματα· βατράχων τε πλῆθος καὶ σκνίπας ἐμβαλῶ χθονί. ἔπειτα τέφραν οἷς καμιναίαν πάσω, ἀναβρυήσει δ’ ἐν βροτοῖς ἕλκη πικρά. κυνόμυια δ’ ἥξει καὶ βροτοὺς Αἰγυπτίων πολλοὺς κακώσει. μετὰ δὲ ταῦτ’ ἔσται πάλιν λοιμός, θανοῦνται δ’ οἷς ἔνεστι καρδία σκληρά. πικράνω δ’ οὐρανόν· χάλαζα νῦν σὺν πυρὶ πεσεῖται καὶ νεκροὺς θήσει βροτούς. καρποί τ’ ὀλοῦνται τετραπόδων τε σώματα· σκότος τε θήσω τρεῖς ἐφ’ ἡμέρας ὅλας ἀκρίδας τε πέμψω, καὶ περισσὰ βρώματα ἅπαντ’ ἀναλώσουσι καὶ καρποῦ χλόην. ἐπὶ πᾶσι τούτοις τέκν’ ἀποκτενῶ βροτῶν πρωτόγονα. παύσω δ’ ὕβριν ἀνθρώπων κακῶν. Φαραὼ δὲ βασιλεὺς πείσετ’ οὐδὲν ὧν λέγω, πλὴν τέκνον αὐτοῦ πρωτόγονον ἕξει νεκρόν· καὶ τότε φοβηθεὶς λαὸν ἐκπέμψει ταχύ· πρὸς τοῖσδε λέξεις πᾶσιν Ἑβραίοις ὁμοῦ· Ὁ μεὶς ὅδ’ ὑμῖν πρῶτος ἐνιαυτῶν πέλει· ἐν τῷδ’ ἀπάξω λαὸν εἰς ἄλλην χθόνα, εἰς ἣν ὑπέστην πατράσιν Ἑβραίων γένους. λέξεις δὲ λαῷ παντί, μηνὸς οὗ λέγω διχομηνία τὸ πάσχα θύσαντας θεῷ τῇ πρόσθε νυκτὶ αἵματι ψαῦσαι θύρας, ὅπως παρέλθῃ σῆμα δεινὸς ἄγγελος. ὑμεῖς δὲ νυκτὸς ὀπτὰ δαίσεσθε κρέα. σπουδῇ δὲ βασιλεὺς ἐκβαλεῖ πρόπαντ’ ὄχλον. ὅταν δὲ μέλλητ’ ἀποτρέχειν, δώσω χάριν λαῷ, γυνή τε παρὰ γυναικὸς λήψεται σκεύη κόσμον τε πάνθ’, ὃν ἄνθρωπος φέρει, χρυσόν τε καὶ [τὸν] ἄργυρον ἠδὲ καὶ στολάς, ἵν’ ὧν ἔπραξαν μισθὸν ἀποδῶσι βροτοῖς. ὅταν δ’ ἐς ἴδιον χῶρον εἰσέλθηθ’, ὅπως ἀφ’ ἧσπερ ἠοῦς ἐφύγετ’, Αἰγύπτου δ’ ἄπο ἑπτὰ διοδοιποροῦντες ἡμέρας ὁδόν, πάντες τοσαύτας ἡμέρας ἔτος κάτα ἄζυμα ἔδεσθε καὶ θεῷ λατρεύσετε,
PG 21:737τὰ πρωτότευκτα ζῷα θύοντες θεῷ, ὅς’ ἂν τέκωσι παρθένοι πρώτως τέκνα τἀρσενικὰ διανοίγοντα μήτρας μητέρων.3 Καὶ πάλιν περὶ τῆς αὐτῆς ταύτης ἑορτῆς φησὶν ἐπεξεργαζόμενον ἀκρι-βέστερον εἰρηκέναι· Ἀνδρῶν Ἑβραίων τοῦδε τοῦ μηνὸς λαβὼν κατὰ συγγενείας πρόβατα καὶ μόσχους βοῶν ἄμωμα δεκάτῃ· καὶ φυλαχθήτω μέχρι τετρὰς ἐπιλάμψει δεκάδι, καὶ πρὸς ἑσπέραν θύσαντες ὀπτὰ πάντα σὺν τοῖς ἔνδοθεν οὕτως φάγεσθε ταῦτα· περιεζωσμένοι καὶ κοῖλα ποσσὶν ὑποδέδεσθε καὶ χερὶ βακτηρίαν ἔχοντες. ἐν σπουδῇ τε γὰρ βασιλεὺς κελεύσει πάντας ἐκβαλεῖν χθονός· κεκλήσεται δὲ πᾶς. καὶ ὅταν θύσητε δέ, δέσμην λαβόντες χερσὶν ὑσσώπου κόμης εἰς αἷμα βάψαι καὶ θιγεῖν σταθμῶν δυοῖν, ὅπως παρέλθῃ θάνατος Ἑβραίων ἄπο. ταύτην δ’ ἑορτὴν δεσπότῃ τηρήσετε, ἕφθ’ ἡμέρας ἄζυμα· καὶ οὐ βρωθήσεται ζύμη. κακῶν γὰρ τῶνδ’ ἀπαλλαγήσεται, καὶ τοῦδε μηνὸς ἔξοδον διδοῖ θεός· ἀρχὴ δὲ μηνῶν καὶ χρόνων οὗτος πέλει.3 πάλιν μεθ’ ἕτερα ἐπιλέγει· Φησὶ δὲ καὶ Ἐζεκιῆλος ἐν τῷ δράματι τῷ ἐπιγραφομένῳ Ἐξαγωγή, παρεισάγων ἄγγελον λέγοντα τήν τε τῶν Ἑβραίων διάθεσιν καὶ τὴν τῶν Αἰγυπτίων φθορὰν οὕτως· Ὡς γὰρ σὺν ὄχλῳ τῷδ’ ἀφώρμησεν δόμων βασιλεὺς Φαραὼ μυρίων ὅπλων μέτα ἵππου τε πάσης καὶ ἁρμάτων τετραόρων καὶ προστάταισι καὶ παραστάταις ὁμοῦ, ἦν φρικτὸς ἀνδρῶν ἐκτεταγμένων ὄχλος. πεζοὶ μὲν ἐν μέσοισι καὶ φαλαγγικοὶ διεκδρομὰς ἔχοντες ἅρμασιν τόπους· ἱππεῖς δ’ ἔταξε τοὺς μὲν ἐξ εὐωνύμων, ἐκ δεξιῶν δὲ πάντας Αἰγυπτίου στρατοῦ. τὸν πάντα δ’ αὐτῶν ἀριθμὸν ἠρόμην ἐγώ [στρατοῦ]· μυριάδες [ἦσαν] ἑκατὸν εὐάνδρου λεώ[ς]. ἐπεὶ δ’ Ἑβραίων οὑμὸς ἤντησε στρατός, οἱ μὲν παρ’ ἀκτὴν πλησίον βεβλημένοι Ἐρυθρᾶς Θαλάσσης ᾔεσαν ἠθροϊσμένοι· οἱ μὲν τέκνοισι νηπίοις δίδουν βορὰν ὁμοῦ τε καὶ δάμαρσιν, ἔμπονοι κόπῳ· κτήνη τε πολλὰ καὶ δόμων ἀποσκευή· αὐτοὶ δ’ ἄνοπλοι πάντες εἰς μάχην χέρας ἰδόντες ἡμᾶς ἠλάλαξαν ἔνδακρυν φωνὴν πρὸς αἰθέρα τ’ ἐτάθησαν ἀθρόοι. θεὸν πατρῷον. ἦν πολὺς δ’ ἀνδρῶν ὄχλος. ἡμᾶς δὲ χάρμα πάντας εἶχεν ἐν μέρει. ἔπειθ’ ὑπ’ αὐτοὺς θήκαμεν παρεμβολήν (Βεελζεφών τις κλῄζεται πόλις βροτοῖς). ἐπεὶ δὲ Τιτὰν ἥλιος δυσμαῖς προσῆν, ἐπέσχομεν, θέλοντες ὄρθριον μάχην, πεποιθότες λαοῖσι καὶ φρικτοῖς ὅπλοις. ἔπειτα θείων ἄρχεται τεραστίων θαυμάστ’ ἰδέσθαι. καί τις ἐξαίφνης μέγας στῦλος νεφώδης ἐστάθη πρὸ γῆς, μέγας, παρεμβολῆς ἡμῶν τε καὶ Ἑβραίων μέσος. κἄπειθ’ ὁ κείνων ἡγεμὼν Μωσῆς, λαβὼν ῥάβδον θεοῦ, τῇ δὴ πρὶν Αἰγύπτῳ κακὰ σημεῖα καὶ τεράατ’ ἐξεμήσατο, ἔτυψ’ Ἐρυθρᾶς νῶτα καὶ ἔσχισεν μέσον βάθος Θαλάσσης· οἱ δὲ σύμπαντες σθένει ὤρουσαν ὠκεῖς ἁλμυρᾶς δι’ ἀτραποῦ. ἡμεῖς δ’ ἐπ’ αὐτῆς ᾠχόμεσθα συντόμως κατ’ ἴχνος αὐτῶν· νυκτὸς εἰσεκύρσαμεν βοηδρομοῦντες· ἁρμάτων δ’ ἄφνω τροχοὶ οὐκ ἐστρέφοντο, δέσμιοι δ’ ὣς ἥρμοσαν. ἀπ’ οὐρανοῦ δὲ φέγγος ὡς πυρὸς μέγα ὤφθη τι ἡμῖν· ὡς μὲν εἰκάζειν, παρῆν αὐτοῖς ἀρωγὸς ὁ θεός. ὡς δ’ ἤδη πέραν ἦσαν θαλάσσης, κῦμα δ’ ἐρροίβδει μέγα σύνεγγυς ἡμῶν. καί τις ἠλάλαξ’ ἰδών· Φεύγωμεν οἴκοι πρόσθεν Ὑψίστου χέρας· οἷς μὲν γάρ ἐστ’ ἀρωγός, ἡμῖν δ’ ἀθλίοις ὄλεθρον ἕρδει. καὶ συνεκλύσθη πόρος Ἐρυθρᾶς Θαλάσσης καὶ στρατὸν διώλεσε.3 καὶ πάλιν μετ’ ὀλίγα· Ἐκεῖθεν ἦλθον ἡμέρας τρεῖς, ὡς αὐτός τε ὁ Δημήτριος λέγει καὶ συμφώ-νως τούτῳ ἡ ἱερὰ βίβλος. μὴ ἔχοντα δὲ ὕδωρ ἐκεῖ γλυκύ, ἀλλὰ πικρόν, τοῦ θεοῦ εἰπόντος ξύλον τι ἐμβαλεῖν εἰς τὴν πηγὴν καὶ γενέσθαι γλυκὺ τὸ ὕδωρ. ἐκεῖθεν δὲ εἰς Ἐλεὶμ ἐλθεῖν καὶ εὑρεῖν ἐκεῖ δώδεκα μὲν πηγὰς ὑδάτων, ἑβδομή-κοντα δὲ στελέχη φοινίκων. περὶ τούτων καὶ τοῦ φανέντος ὀρνέου Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ παρεισάγει τινὰ λέγοντα τῷ Μωσεῖ περὶ μὲν τῶν φοινίκων καὶ τῶν δώδεκα πηγῶν οὕτως· Κράτιστε Μωσῆ, πρόσχες, οἷον εὕρομεν τόπον πρὸς αὐτῇ τῇδέ γ’ εὐαεῖ νάπῃ. ἔστιν γάρ, ὥς που καὶ σὺ τυγχάνεις ὁρῶν, ἐκεῖ· τόθεν δὲ φέγγος ἐξέλαμψέ νυν κατ’ εὐφρόνης σημεῖον ὡς στῦλος πυρός. ἐνταῦθα λειμῶν’ εὕρομεν κατάσκιον ὑγράς τε λιβάδας· δαψιλὴς χῶρος βαθύς, πηγὰς ἀφύσσων δώδεκ’ ἐκ μιᾶς πέτρας, στελέχη δ’ ἐρυμνὰ πολλὰ φοινίκων πέλει ἔγκαρπα, δεκάκις ἑπτά, καὶ ἐπίρρυτος χλόη πέφυκε θρέμμασιν χορτάσματα.3 εἶτα ὑποβὰς περὶ τοῦ φανέντος ὀρνέου διεξέρχεται· Ἕτερον δὲ πρὸς τοῖσδ’ εἴδομεν ζῷον ξένον, θαυμαστόν, οἷον οὐδέπω ὥρακέ τις. διπλοῦν γὰρ ἦν τὸ μῆκος ἀετοῦ σχεδόν, πτεροῖσι ποικίλοισιν ἠδὲ χρώμασι. στῆθος μὲν αὐτοῦ πορφυροῦν ἐφαίνετο, σκέλη δὲ μιλτόχρωτα, καὶ κατ’ αὐχένων κροκωτίνοις μαλλοῖσιν εὐτρεπίζετο. κάρα δὲ κοττοῖς ἡμέροις παρεμφερές, καὶ μηλίνῃ μὲν τῇ κόρῃ προσέβλεπε κύκλῳ· κόρη δὲ κόκκος ὣς ἐφαίνετο. φωνὴν δὲ πάντων εἶχεν ἐκπρεπεστάτην. βασιλεὺς δὲ πάντων ὀρνέων ἐφαίνετο, ὡς ἦν νοῆσαι· πάντα γὰρ τὰ πτήν’ ὁμοῦ ὄπισθεν αὐτοῦ δειλιῶντ’ ἐπέσσυτο, αὐτὸς δὲ πρόσθεν, ταῦρος ὣς γαυρούμενος, ἔβαινε κραιπνὸν βῆμα βαστάζων ποδός.3 καὶ μετὰ βραχέα· Ἐπιζητεῖν δέ τινα πῶς οἱ Ἰσραηλῖται ὅπλα ἔσχον ἄνοπλοι ἐξελθόντες· ἔφασαν γὰρ τριῶν ἡμερῶν ὁδὸν ἐξελθόντες καὶ θυσιάσαντες πάλιν ἀνακάμ-ψειν. φαίνεται οὖν τοὺς μὴ κατακλυσθέντας τοῖς ἐκείνων ὅπλοις χρήσασθαι. λα. ΕΥΠΟΛΕΜΟΥ ΠΕΡΙ ΔΑΒΙΔ ΚΑΙ ΣΟΛΟΜΩΝΟΣ ΟΙ ΕΒΑΣΙΛΕΥΣΑΝ ΕΒΡΑΙΩΝ ΚΑΙ ΠΕΡΙ ΙΕΡΟΣΟΛΥΜΩΝ Εὐπόλεμος δέ φησιν ἔν τινι Περὶ τῆς Ἠλίου προφητείας Μωσῆν προ-φητεῦσαι ἔτη μ· εἶτα Ἰησοῦν, τὸν τοῦ Ναυῆ υἱόν, ἔτη λ· βιῶσαι δ’ αὐτὸν ἔτη ρι πῆξαί τε τὴν ἱερὰν σκηνὴν ἐν Σιλοῖ. μετὰ δὲ ταῦτα προφήτην γε-νέσθαι Σαμουήλ. εἶτα τῇ τοῦ θεοῦ βουλήσει ὑπὸ Σαμουὴλ Σαοῦλον βασιλέα αἱρεθῆναι, ἄρξαντα δὲ ἔτη κα τελευτῆσαι. εἶτα Δαβὶδ τὸν τούτου υἱὸν δυναστεῦσαι, ὃν καταστρέψασθαι Σύρους τοὺς παρὰ τὸν Εὐφράτην οἰκοῦντας ποταμὸν καὶ τὴν Κομμαγηνὴν καὶ τοὺς ἐν Γαλαδηνῇ Ἀσσυρίους καὶ Φοίνικας. στρατεῦσαι δ’ αὐτὸν καὶ ἐπὶ Ἰδουμαίους καὶ Ἀμμανίτας καὶ Μωαβίτας καὶ Ἰτουραίους καὶ Ναβαταίους καὶ Ναβδαίους, αὖθις δὲ ἐπιστρατεῦσαι ἐπὶ Σούρωνα βασιλέα Τύρου καὶ Φοινίκης· οὓς καὶ ἀναγκάσαι φόρους Ἰουδαίοις ὑποτελεῖν· πρός τε Οὐαφρῆν τὸν Αἰγύπτιον βασιλέα φιλίαν συνθέσθαι. βουλόμενόν τε τὸν Δαβὶδ οἰκοδομῆσαι ἱερὸν τῷ θεῷ ἀξιοῦν τὸν θεὸν τόπον αὐτῷ δεῖξαι τοῦ θυσιαστηρίου. ἔνθα δὴ ἄγγελον αὐτῷ ὀφθῆναι ἑστῶτα ἐπάνω τοῦ τόπου, οὗ τὸν βωμὸν ἱδρῦσθαι ἐν Ἱεροσολύμοις, καὶ κελεύειν αὐτὸν μὴ ἱδρύ[ε]-σθαι τὸ ἱερόν, διὰ τὸ αἵματι ἀνθρωπίνῳ πεφύρθαι καὶ πολλὰ ἔτη πεπολεμηκέναι· εἶναι δ’ αὐτῷ ὄνομα Διαναθάν· προστάξαι τε αὐτῷ τοῦτον ὅπως τῷ υἱῷ ἐπι-τρέψῃ τὴν οἰκοδομίαν, αὐτὸν δὲ εὐτρεπίζειν τὰ πρὸς τὴν κατασκευὴν ἀνήκοντα, χρυσίον, ἀργύριον, χαλκόν, λίθους, ξύλα κυπαρίσσινα καὶ κέδρινα. ἀκού-σαντα δὲ τὸν Δαβὶδ πλοῖα ναυπηγήσασθαι ἐν Ἐλάνοις πόλει τῆς Ἀραβίας καὶ πέμψαι μεταλλευτὰς εἰς τὴν Οὐρφῆ νῆσον, κειμένην ἐν τῇ Ἐρυθρᾷ Θαλάσσῃ, μέταλλα χρυσικὰ ἔχουσαν· καὶ τὸ χρυσίον ἐκεῖθεν μετακομίσαι τοὺς μεταλ-λευτὰς εἰς τὴν Ἰουδαίαν. βασιλεύσαντα δὲ τὸν Δαβὶδ ἔτη μ Σολομῶνι
ΙΧ. Κατήλθε λουτροῖς φαιδρῦναι τὸ ἐὰν δέμας. Νέον δ' ἰδοῦσα, καὶ λαβοῦσ᾽ ἀνείλετο. Εγνω δ᾽ Ἑβραῖον ὄντα· καὶ λέγει τάδε Μαριὰμ ἀδελφὴ προσδραμοῦσα βανιλίδι· Θέλεις τροφόν σοι τῷ παιδίῳ εὔρω ταχὺ Ἐκ τῶν Ἑβραίων; 'Η δὲ ἐπένευσεν κόρῃ. Μολοῦσα δ' εἶπε μητρί· καὶ παρῆν ταχὺ Αὐτή γε μήτηρ, καὶ ἔλαβέν μ' ἐς ἀγκάλας. Εἶπεν δὲ θυγάτηρ βασιλέως: Τοῦτον, γύναι, Τρόφευε, κἀγὼ μισθὸν ἀποδώσω σέθεν. Όνομα δὲ Μωσῆν ὠνόμαζε, τοῦ χάριν Υγρᾶς ἀνεῖλεν ποταμίας ἀπ' τόνος. Τούτοις μεθ' ἕτερα ἐπιλέγει, καὶ περὶ τούτων δ' Εζε- κιῆλος ἐν τῇ τραγωδία, τὸν Μωϋσῆν παρεισάγων λέ γοντα Ἐπεὶ δὲ καιρὸς νηπίων παρῆλθέ μοι, Η γέν με μήτηρ βασιλίδος πρὸς δώματα, "Απαντα μυθεύσασα, καὶ λέξασά μοι Γένος πατρῷον, καὶ Θεοῦ δωρήματα. Ἕως μὲν οὖν τὸν παιδὸς εἶχομεν χρόνον, Τροφαῖσι βασιλικαῖσι καὶ παιδεύμασιν Απανθ' ὑπισχνεῖθ', ὡς ἀπὸ σπλάγχνων ἑων· Ἐπεὶ δὲ πλήρης κόλπος ἡμερῶν παρῆν, Ἐξῆλθον οἴκων βασιλικών· (πρὸς ἔργα γὰρ Θυμός μ' άνωγε καὶ τέχνασμα βασιλέως·) Ὁρῶ δὲ πρῶτον ἄνδρας ἐν χειρῶν νόμῳ Τὸν μὲν γένος Ἑβραῖον, τὸν δ' Αιγύπτιον. Ἰδὼν δ' ἐρήμους, καὶ παρόντα μηδένα, Ἐῤῥυσάμην μὲν ἀδελφὸν, τὸν δ᾽ ἔκτειν' ἐγώ. 'Εκρυψα δ' ἄμμῳ τοῦτον, ὥστε μὴ εἰσιδεῖν Ετερόν τιν ἡμᾶς, κἀπογυμνώσαι φόνον. Τῇ ἐπαύριον δὲ πάλιν ἰδὼν ἄνδρας δύο, Μάλιστα δι' αὐτῶν (75) συγγενείς κακουμένους, Λέγω· Τί τύπτεις ἀσθενέστερον σέθεν ; Ὁ δ' εἶπεν· Ἡμῖν τίς σ' ἀπέστειλε κριτὴν, Η πιστάτην ἐνθαῦθα ; Μὴ κτενεῖς σὺ μὲ, Ὥσπερ τὸν ἐχθὲς ἄνδρα; Καὶ δείσας ἐγὼ Ελεξα· Πῶς ἐγένετο συμφανές τόδε ; Τις πάντα βασιλεῖ ταῦτ' ἀπήγγειλεν ταχύ; Ζητεῖ δὲ Φαραὼ τὴν ἐμὴν ψυχὴν λαβεῖν· Ἐγὼ δ' ἀκούσας, ἐκποδὼν μεθίσταμαι, Καὶ νῦν πλανώμαι γῆν ἐπ' ἀλλοτέρμονα. Εἶτα περὶ τῶν τοῦ Ραγουήλ θυγατέρων οὕτως ἐπι- βάλλει Ὁρῶ δὲ ταύτας ἑπτὰ παρθένους τινάς. Ερωτήσαντός τε αὐτοῦ, τίνος εἴησαν αἱ παρθένοι, φησὶν ἡ Σεπφώρα· Λιβύη μὲν ἡ γῆ πᾶσα κλήζεται, ξένε· Οἰκοῦσι δ' αὐτὴν φυλα παντοίων γενῶν, Αιθίοπες ἄνδρες μέλανες."Αρχων δ' ἐστὶ γῆς Εἰς, καὶ τύραννος, καὶ στρατηλάτης μόνος. Αρχει δὲ πόλεως τῆσδε, καὶ κρίνει βροτούς Ἱερεὺς, ὅς ἐστ' ἐμοῦ τε καὶ τούτων πατήρ. Εἶτα περὶ τοῦ ποτισμοῦ τῶν θρεμμάτων διελθών, περὶ τοῦ τῆς Σεπφώρας επιβάλλει γάμου, δι' ἀμοι- βαίων παρεισάγων τόν τε Χούμ καὶ τὴν Σεπφώραν λέγοντας· Όμως κατειπείν χρή σε, Σεπφώρα, τάδε Ξένῳ· Πατήρ με τῷδ' ἔδωκεν εὐνέτιν. ΚΕΦΑΛΑΙΟΝ ΚΘ'. Δημητρίου, περὶ τοῦ αὐτοῦ. Δημήτριος δὲ περὶ τῆς ἀναιρέσεως τοῦ Αἰγυπτίου, καὶ τῆς διαφορᾶς τῆς πρὸς τὸν μηνύσαντα τὸν τελευ PREPAR. EVANG. LIB. A B C D Lustrare liquido gestiens corpus vado. Puerum innatantem cernit, ac tollit manu, Facileque Hebræum agnoscit. Accurrens simul His ultro verbis principem affatur soror: Placetne puero gentis Hebrææ statim Vocem huc nutricem? Placuit. Hæc subito advolans Casum parenti pandit, et celeri gradu Jam mater adsiat, meque complexu fovet. Cui nata regis: Hunc mihi puerum educa, Curæ ac laboris digna te merces manet. Simul ipsa Moysis nomen imponit mihi, Quod abs liquenti tulerat incolumem vado. Quibus idem poeta Moysis ipsius quæ sequi- tur orationem adjungit: Matura vix me firmat infantem dies, Mora nulla, mater principis domum refert, Sed ante patrium sedulo pandit mihi Genus, ac potentis munus eximium Dei. Puerile donec tempus ætatis fluit, Regina, prorsus ac sua si me satum Fudisset alvo, regium quidquid genus, Tantaque sobolis cura poscebat, libens Volensque spondet. Ast ubi plenus mihi Sinus dierum, regio egressus lare, (Quo sponte rapior, quo vocal regis dolus) Duos in homines, pugna quos gravior ciet, Hebræus alter, aller est Egyptius, Incurro. Facti nemo cum testis foret, Fratrem eruturus, alterum trado neci : Mox illum arena condo, ne quisquam arbiter Oculo notatos prodat, ac cadem indicet. Iterum sequenti video gentiles die, Quos dirus in se mutuo armabat furor. Hic ego, Cruenta non parem quorsum manu, Vesane, pulsas? Ille tum contra ferox, Quis cognitorem te dedit? quis judicem? Men' ergo perimes, alteri qui jam necem Heri obtulisti? Trepidus ad vocem hæreo. Nota unde cædes? Principi cuncta ocius Quis gesta narrat? Interim Pharao mihi Eripere vitam cogital : sed rem audio, Diræque celeri me fuga morti eximo. Nunc ecce terris exsul alienis vagor. Quibus deinde ista de Raguelis filiabus attexit: Has ecce coram virgines septem intuor. Quærenti vero cujus essent illa virgines, ita Sep- phora respondet : . Hæc omnis, hospes, terra quam cernis procul, Libye vocatur, mille quam populi tenent, Ethiopes atro corpore. Hanc unus tamen Regit imperator, unus ac bellis praest. At urbis hujus rector ac judex sedet Almus sacerdos, meus, et istarum sutor Tum de aquatione pecorum locutus, Sepphora nu- ptias inserit, Chumumque simul ac Sepphoram mutuo colloquentes introducit : Sepphora, tamen id hospitem moneas decet, Huic a parente nuptui jam te datam. CAPUT XXIX. De eodem, ex Demetrio Demetrius autem et hominis Ægyptii cædem, et susceptæ a Moyse cum ev, a quo facti suggillatus (75) Δι' αὐτῶν. Recte manuscr. δ' αὐτῶν.
PG 21:741τῷ υἱῷ τὴν ἀρχὴν παραδοῦναι, ὄντι ἐτῶν ιβ, ἐνώπιον Ἠλεὶ τοῦ ἀρχιερέως καὶ τῶν δώδεκα φυλάρχων καὶ παραδοῦναι αὐτῷ τόν τε χρυσὸν καὶ ἄργυρον καὶ χαλκὸν καὶ λίθον καὶ ξύλα κυπαρίσσινα καὶ κέδρινα. καὶ αὐτὸν μὲν τελευτῆ-σαι, Σολομῶνα δὲ βασιλεύειν καὶ γράψαι πρὸς Οὐαφρῆν τὸν Αἰγύπτου βασιλέα τὴν ὑπογεγραμμένην ἐπιστολήν. λβ. ΕΠΙΣΤΟΛΗ ΣΟΛΟΜΩΝΟΣ Βασιλεὺς Σολομῶν Οὐαφρῇ βασιλεῖ Αἰγύπτου φίλῳ πατρικῷ χαίρειν Γίνωσκέ με παρειληφότα τὴν βασιλείαν παρὰ Δαβὶδ τοῦ πατρὸς διὰ τοῦ θεοῦ τοῦ μεγίστου, [καὶ] ἐπιτεταχότος μοι οἰκοδομῆσαι ἱερὸν τῷ θεῷ, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν, ἅμα δέ σοι γράψαι ἀποστεῖλαί μοι τῶν παρὰ σοῦ λαῶν, οἳ παραστήσονταί μοι μέχρι τοῦ ἐπιτελέσαι πάντα κατὰ τὴν χρείαν, καθότι ἐπιτέτακται. λγ. ΕΠΙΣΤΟΛΗ ΟΥΑΦΡΗ ΑΝΤΙΓΡΑΦΟΣ Βασιλεὺς Οὐαφρῆς Σολομῶνι βασιλεῖ μεγάλῳ χαίρειν Ἅμα τῷ ἀναγνῶναι τὴν παρὰ σοῦ ἐπιστολὴν σφόδρα ἐχάρην καὶ λαμ-πρὰν ἡμέραν ἤγαγον ἐγώ τε καὶ ἡ δύναμίς μου πᾶσα ἐπὶ τῷ παρειλη-φέναι σε τὴν βασιλείαν παρὰ χρηστοῦ ἀνδρὸς καὶ δεδοκιμασμένου ὑπὸ τηλι-κούτου θεοῦ. περὶ δὲ ὧν γράφεις μοι, περὶ τῶν κατὰ τοὺς λαοὺς τοὺς παρ’ ἡμῖν, ἀπέσταλκά σοι μυριάδας ὀκτώ, ὧν καὶ τὰ πλήθη ἐξ ὧν εἰσι διασεσάφηκά σοι· ἐκ μὲν τοῦ Σεβριθίτου νομοῦ μυρίους, ἐκ δὲ τοῦ Μενδησίου καὶ Σεβεννύ-του δισμυρίους· Βουσιρίτου, Λεοντοπολίτου καὶ Ἀθριβίτου ἀνὰ μυρίους. φρόν-τισον δὲ καὶ τὰ δέοντα αὐτοῖς καὶ τὰ ἄλλα, ὅπως εὐτακτῇ, καὶ ἵνα ἀποκατα-σταθῶσιν εἰς τὴν ἰδίαν, ὡς ἂν ἀπὸ τῆς χρείας γενόμενοι. λδ. ΕΠΙΣΤΟΛΗ ΣΟΛΟΜΩΝΟΣ Βασιλεὺς Σολομῶν Σούρωνι τῷ βασιλεῖ Τύρου καὶ Σιδῶνος καὶ Φοινίκης φίλῳ πατρικῷ χαίρειν Γίνωσκέ με παρειληφότα τὴν βασιλείαν παρὰ Δαβὶδ τοῦ πατρὸς διὰ τοῦ θεοῦ τοῦ μεγίστου, ἐπιτεταχότος μοι οἰκοδομῆσαι ἱερὸν τῷ θεῷ, ὃς τὸν οὐ-ρανὸν καὶ τὴν γῆν ἔκτισεν, ἅμα δὲ καὶ σοὶ γράψαι ἀποστεῖλαί μοι τῶν παρὰ σοῦ λαῶν, οἳ συμπαραστήσονται ἡμῖν μέχρι τοῦ ἐπιτελέσαι τὴν τοῦ θεοῦ χρείαν, καθότι μοι ἐπιτέτακται. γέγραφα δὲ καὶ εἰς τὴν Γαλιλαίαν καὶ Σαμα-ρεῖτιν καὶ Μωαβῖτιν καὶ Ἀμμανῖτιν καὶ Γαλαδῖτιν χορηγεῖσθαι αὐτοῖς τὰ δέοντα ἐκ τῆς χώρας, κατὰ μῆνα κόρους σίτου μυρίους· ὁ δὲ κόρος ἐστὶν ἀρταβῶν ἕξ· καὶ οἴνου κόρους μυρίους· ὁ δὲ κόρος τοῦ οἴνου ἐστὶ μέτρα δέκα. τὸ δὲ ἔλαιον καὶ τὰ ἄλλα χορηγηθήσεται αὐτοῖς ἐκ τῆς Ἰουδαίας, ἱερεῖα δὲ εἰς κρεωφαγίαν ἐκ τῆς Ἀραβίας. λε. ΕΠΙΣΤΟΛΗ ΣΟΥΡΩΝΟΣ Σούρων Σολομῶνι βασιλεῖ μεγάλῳ χαίρειν Εὐλογητὸς ὁ θεός, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν, ὃς εἵλετο ἄνθρωπον χρηστὸν ἐκ χρηστοῦ ἀνδρός· ἅμα τῷ ἀναγνῶναι τὴν παρὰ σοῦ ἐπιστολὴν σφόδρα ἐχάρην καὶ εὐλόγησα τὸν θεὸν ἐπὶ τῷ παρειληφέναι σὲ τὴν βασιλείαν. περὶ δὲ ὧν γράφεις μοι, περὶ τῶν κατὰ τοὺς λαοὺς τοὺς παρ’ ἡμῖν, ἀπέσταλκά σοι Τυρίων καὶ Φοινίκων ὀκτακισμυρίους καὶ ἀρχιτέκτονά σοι ἀπέσταλκα ἄνθρωπον Τύριον, ἐκ μητρὸς Ἰουδαίας, ἐκ τῆς φυλῆς τῆς Δαβίδ. ὑπὲρ ὧν ἂν αὐτὸν ἐρωτήσῃς τῶν ὑπὸ τὸν οὐρανὸν πάντων κατ’ ἀρχιτεκτονίαν, ὑφηγή-σεταί σοι καὶ ποιήσει. περὶ δὲ τῶν δεόντων καὶ ἀποστελλομένων σοι παίδων καλῶς ποιήσεις ἐπιστείλας τοῖς κατὰ τόπον ἐπάρχοις, ὅπως χορηγῆται τὰ δέοντα. Διελθὼν δὲ Σολομῶν, ἔχων τοὺς πατρικοὺς φίλους, ἐπὶ τὸ ὄρος τὸ τοῦ Λιβάνου μετὰ τῶν Σιδωνίων καὶ Τυρίων, μετήνεγκε τὰ ξύλα τὰ προκεκομ-μένα ὑπὸ τοῦ πατρὸς αὐτοῦ διὰ τῆς θαλάσσης εἰς Ἰόππην, ἐκεῖθεν δὲ πεζῇ εἰς Ἱεροσόλυμα. καὶ ἄρξασθαι οἰκοδομεῖν τὸ ἱερὸν τοῦ θεοῦ, ὄντα ἐτῶν τρις-καίδεκα, ἐργάζεσθαι δὲ τὰ ἔθνη τὰ προειρημένα καὶ φυλὰς δώδεκα τῶν Ἰουδαίων καὶ παρέχειν ταῖς ἑκκαίδεκα μυριάσι τὰ δέοντα πάντα, κατὰ μῆνα φυλὴν μίαν. θεμελιῶσαί τε τὸν ναὸν τοῦ θεοῦ, μῆκος πηχῶν ξ, πλάτος πηχῶν ξ, τὸ δὲ πλάτος τῆς οἰκοδομῆς καὶ τῶν θεμελίων πηχῶν ι· οὕτω γὰρ αὐτῷ προστάξαι Νάθαν τὸν προφήτην τοῦ θεοῦ. οἰκοδομεῖν δὲ ἐναλλὰξ δόμον λίθινον καὶ ἔνδεσμον κυπαρίσσινον, πελεκίνοις χαλκοῖς ταλαντιαίοις καταλαμ-βάνοντα[ς] τοὺς δύο δόμους. οὕτω δ’ αὐτὸν οἰκοδομήσαντα ξυλῶσαι ἔσωθεν κεδρίνοις ξύλοις καὶ κυπαρισσίνοις, ὥστε τὴν λιθίνην οἰκοδομὴν μὴ φαίνεσθαι· χρυσῶσαί τε τὸν ναὸν ἔσωθεν χωννύντα πλινθία χρυσᾶ πενταπήχη καὶ προς-τιθέναι προσηλοῦντα ἥλοις ἀργυροῖς, ταλαντιαίοις τὴν ὁλκήν, μαστοειδέσι τὸν ῥυθμόν, τέσσαρσι δὲ τὸν ἀριθμόν. οὕτω δ’ αὐτὸν χρυσῶσαι ἀπὸ ἐδά-φους ἕως τῆς ὀροφῆς τό τε ὀρόφωμα ποιῆσαι ἐκ φατνωμάτων χρυσῶν, τὸ δὲ δῶμα ποιῆσαι χαλκοῦν ἀπὸ κεραμίδων χαλκῶν, χαλκὸν χωνεύσαντα καὶ τοῦ-τον καταχέαντα. ποιῆσαι δὲ δύο στύλους χαλκοῦς καὶ καταχρυσῶσαι αὐτοὺς χρυσίῳ ἀδόλῳ, δακτύλου τὸ πάχος. εἶναι δὲ τοὺς στύλους τῷ ναῷ ἰσομεγέ-θεις, τὸ δὲ πλάτος κύκλῳ ἕκαστον κίονα πηχῶν δέκα· στῆσαι δὲ αὐτοὺς τοῦ οἴκου ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ εὐωνύμων. ποιῆσαι δὲ καὶ λυχνίας χρυσᾶς [δέκα], δέκα τάλαντα ἑκάστην ὁλκὴν ἀγούσας, ὑπόδειγμα λαβόντα τὴν ὑπὸ Μωσέως ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου τεθεῖσαν· στῆσαι δ’ ἐξ ἑκατέρου μέρους τοῦ σηκοῦ τὰς μὲν ἐκ δεξιῶν, τὰς δὲ ἐξ εὐωνύμων. ποιῆσαι δ’ αὐτὸν καὶ λύχνους χρυσοῦς ο, ὥστε καίεσθαι ἐφ’ ἑκάστης λυχνίας ἑπτά. οἰκοδομῆσαι δὲ καὶ τὰς πύλας τοῦ ἱεροῦ καὶ κατακοσμῆσαι χρυσίῳ καὶ ἀργυρίῳ· καὶ κατα-στεγάσαι φατνώμασι κεδρίνοις καὶ κυπαρισσίνοις. ποιῆσαι δὲ καὶ κατὰ τὸ πρὸς βορρᾶν μέρος τοῦ ἱεροῦ στοὰν καὶ στύλους αὐτῇ ὑποστῆσαι χαλκοῦς μη· κατασκευάσαι δὲ καὶ λουτῆρα χαλκοῦν, μῆκος πηχῶν κ καὶ πλάτος πη-χῶν κ, τὸ δὲ ὕψος πηχῶν ε· ποιῆσαι δὲ ἐπ’ αὐτῷ στεφάνην πρὸς τὴν βάσιν ἔξω ὑπερέχουσαν πῆχυν ἕνα πρὸς τὸ τοὺς ἱερεῖς τούς τε πόδας προσκλύζεσθαι καὶ τὰς χεῖρας νίπτεσθαι ἐπιβαίνοντας· ποιῆσαι δὲ καὶ τὰς βάσεις τοῦ λουτῆρος τορευτὰς χωνευτὰς δώδεκα καὶ τῷ ὕψει ἀνδρομήκεις καὶ στῆσαι ἐξ ὑστέρου μέρους ὑπὸ τὸν λουτῆρα, ἐκ δεξιῶν τοῦ θυσιαστηρίου. ποιῆσαι δὲ καὶ βάσιν χαλκῆν τῷ ὕψει πηχῶν δυοῖν κατὰ τὸν λουτῆρα, ἵν’ ἐφεστήκῃ ἐπ’ αὐτῆς ὁ βασιλεύς, ὅταν προσεύχηται, ὅπως ὀπτάνηται τῷ λαῷ τῶν Ἰουδαίων. οἰκο-δομῆσαι δὲ καὶ τὸ θυσιαστήριον πηχῶν κε ἐπὶ πήχεις κ, τὸ δὲ ὕψος πηχῶν δώδεκα. ποιῆσαι δὲ καὶ δακτυλίους δύο χαλκοῦς ἁλυσιδωτοὺς καὶ στῆσαι αὐτοὺς ἐπὶ μηχανημάτων ὑπερεχόντων τῷ ὕψει τὸν ναὸν πήχεις κ καὶ σκιά-ζειν ἐπάνω παντὸς τοῦ ἱεροῦ· καὶ προσκρεμάσαι ἑκάστῃ δίκτυϊ κώδωνας χαλ-κοῦς ταλαντιαίους τετρακοσίους· καὶ ποιῆσαι ὅλας τὰς δίκτυας πρὸς τὸ ψοφεῖν τοὺς κώδωνας καὶ ἀποσοβεῖν τὰ ὄρνεα, ὅπως μὴ καθίζῃ ἐπὶ τοῦ ἱεροῦ μηδὲ νοσσεύῃ ἐπὶ τοῖς φατνώμασι τῶν πυλῶν καὶ στοῶν καὶ μολύνῃ τοῖς ἀποπατήμασι τὸ ἱερόν. περιβαλεῖν δὲ καὶ τὰ Ἱεροσόλυμα τὴν πόλιν τείχεσι καὶ πύργοις καὶ τάφροις· οἰκοδομῆσαι δὲ καὶ βασίλεια ἑαυτῷ. προσαγορευθῆναι δὲ τὸ ἀνάκτορον πρῶτον μὲν ἱερὸν Σολομῶνος, ὕστερον δὲ παρεφθαρμένως τὴν πόλιν ἀπὸ τοῦ ἱεροῦ Ἱερουσαλὴμ ὀνομασθῆναι, ὑπὸ δὲ τῶν Ἑλλήνων φερωνύ-μως Ἱεροσόλυμα λέγεσθαι. συντελέσαντα δὲ τὸ ἱερὸν καὶ τὴν πόλιν τειχίσαντα ἐλθεῖν εἰς Σηλὼμ καὶ θυσίαν τῷ θεῷ εἰς ὁλοκάρπωσιν προσαγαγεῖν βοῦς χιλίους. λαβόντα δὲ τὴν σκηνὴν καὶ τὸ θυσιαστήριον καὶ τὰ σκεύη, ἃ
PG 21:747ἐποίησε Μωσῆς, εἰς Ἱεροσόλυμα ἐνεγκεῖν καὶ ἐν τῷ οἴκῳ θεῖναι. καὶ τὴν κιβωτὸν δὲ καὶ τὸν βωμὸν τὸν χρυσοῦν καὶ τὴν λυχνίαν καὶ τὴν τράπεζαν καὶ τὰ ἄλλα σκεύη ἐκεῖ καταθέσθαι, καθὼς προστάξαι αὐτῷ τὸν προφήτην. προσαγαγεῖν δὲ τῷ θεῷ θυσίαν μυρίαν, πρόβατα δισχίλια, μόσχους τρισχι-λίους πεντακοσίους. τὸ δὲ σύμπαν χρυσίον τὸ εἰς τοὺς δύο στύλους καὶ τὸν ναὸν καταχρησθὲν εἶναι τάλαντα μυριάδων υξ· εἰς δὲ τοὺς ἥλους καὶ τὴν ἄλλην κατασκευὴν ἀργυρίου τάλαντα χίλια διακόσια τριάκοντα δύο· χαλκοῦ δὲ εἰς τοὺς κίονας καὶ τὸν λουτῆρα καὶ τὴν στοὰν τάλαντα μύρια ὀκτακισχίλια πεντή-κοντα. ἀποπέμψαι δὲ τὸν Σολομῶνα καὶ τοὺς Αἰγυπτίους καὶ τοὺς Φοίνι-κας, ἑκάστους εἰς τὴν ἑαυτῶν, ἑκάστῳ χρυσοῦ σίκλους δόντα δέκα· τὸ δὲ τά-λαντον εἶναι σίκλον. καὶ τῷ μὲν Αἰγύπτου βασιλεῖ Οὐαφρῇ ἐλαίου μετρητὰς μυρίους, φοινικοβαλάνων ἀρτάβας χιλίας, μέλιτος δὲ ἀγγεῖνα ἑκατὸν καὶ ἀρώ-ματα πέμψαι· τῷ δὲ Σούρωνι εἰς Τύρον πέμψαι τὸν χρυσοῦν κίονα, τὸν ἐν Τύρῳ ἀνακείμενον ἐν τῷ ἱερῷ τοῦ Διός. λ. ΘΕΟΦΙΛΟΥ ΠΕΡΙ ΣΟΛΟΜΩΝΟΣ Θεόφιλος δέ φησι τὸν περισσεύσαντα χρυσὸν τὸν Σολομῶνα τῷ Τυρίων βασιλεῖ πέμψαι· τὸν δὲ εἰκόνα τῆς θυγατρὸς ζῷον ὁλοσώματον κατασκευάσαι, καὶ ἔλυτρον τῷ ἀνδριάντι τὸν χρυσοῦν κίονα περιθεῖναι. λζ. ΕΥΠΟΛΕΜΟΥ ΠΕΡΙ ΣΟΛΟΜΩΝΟΣ Ποιῆσαι δέ φησιν ὁ Εὐπόλεμος τὸν Σολομῶνα καὶ ἀσπίδας χρυσᾶς χι-λίας, ὧν ἑκάστην πεντακοσίων εἶναι χρυσῶν. βιῶσαι δὲ αὐτὸν ἔτη πεντήκοντα δύο, ὧν ἐν εἰρήνῃ βασιλεῦσαι ἔτη μ. λη. ΤΙΜΟΧΑΡΟΥΣ ΠΕΡΙ ΤΗΣ ΙΕΡΟΥΣΑΛΗΜ Τιμοχάρης δέ φησιν ἐν τοῖς Περὶ Ἀντιόχου τὰ Ἱεροσόλυμα τὴν μὲν περί-μετρον ἔχειν σταδίους μ· εἶναι δ’ αὐτὴν δυσάλωτον, πάντοθεν ἀπορρῶξι περι-κλειομένην φάραγξιν. ὅλην δὲ τὴν πόλιν ὕδασι καταρρεῖσθαι, ὥστε καὶ τοὺς κήπους ἐκ τῶν ἀπορρεόντων ὑδάτων ἐκ τῆς πόλεως ἄρδεσθαι. τὴν δὲ μεταξὺ ἀπὸ τῆς πόλεως ἄχρι τεσσαράκοντα σταδίων ἄνυδρον εἶναι, ἀπὸ δὲ τῶν μ στα-δίων πάλιν κάθυδρον ὑπάρχειν. λθ. ΤΟΥ ΤΗΣ ΣΥΡΙΑΣ ΣΧΟΙΝΟΜΕΤΡΟΥ ΠΕΡΙ ΤΗΣ ΙΕΡΟΥΣΑΛΗΜ Ὁ δὲ τῆς Συρίας [σχοινομέτρης] σχοινομέτρησιν γράψας ἐν τῇ πρώτῃ φησὶ κεῖσθαι Ἱεροσόλυμα ἐπὶ μετεώρου τε καὶ τραχέος τόπου· ᾠκοδομῆσθαι δέ τινα μὲν μέρη τοῦ τείχους ἀπὸ λίθου ξεστοῦ, τὰ δὲ πλείονα ἀπὸ χάλικος· καὶ ἔχειν τὴν περίμετρον τὴν πόλιν σταδίων κζ, ὑπάρχειν δὲ καὶ πηγὴν ἐν τῷ χωρίῳ ὕδωρ δαψιλὲς ἀναβλύζουσαν. μ. ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΤΩΝ ΕΝ ΙΕΡΟΣΟΛΥΜΟΙΣ ΥΔΑΤΩΝ Φησὶ δὲ ὁ Φίλων ἐν τοῖς Περὶ Ἱεροσολύμων κρήνην εἶναι, ταύτην δὲ ἐν μὲν τῷ χειμῶνι ξηραίνεσθαι, ἐν δὲ τῷ θέρει πληροῦσθαι. λέγει δὲ ἐν τῇ πρώτῃ οὕτως· Νηχόμενος δ’ ἐφύπερθε τὸ θαμβηέστατον ἄλλο δέρκηθρον· συναοιδὰ μεγιστούχοιο λοετροῖς ῥεύματος ἐμπίπλησι βαθὺν ῥόον ἐξανιείσης,3 καὶ τὰ ἑξῆς. οἷς πάλιν ὑποβὰς περὶ τῆς πληρώσεως ἐπιλέγει· Ῥεῦμα γὰρ ὑψιφάεννον, ἐν ὑετίοις νιφετοῖσιν ἱέμενον, πολυγηθές, ὑπαὶ πύργοις συνόροισιν στρωφᾶται, καὶ ξηρὰ πέδῳ κεκονιμένα κρήνης τηλεφαῆ δείκνυσιν ὑπέρτατα θάμβεα λαῶν,3 καὶ τὰ τούτοις ἀκόλουθα. εἶτα πάλιν περὶ τῆς τοῦ ἀρχιερέως κρήνης καὶ τῆς ἀποχετεύσεως διέξεισιν οὕτως· Αἰπὺ δ’ ἄρ’ ἐκπτύουσι διὰ χθονὸς ὑδροχόοισι σωλῆνες,3 καὶ ὅσα ἄλλα τούτοις ἕπεται. Τοσαῦτα μὲν δὴ τὰ ἀπὸ τῶν Ἀλεξάνδρου τοῦ Πολυί̈στορος. Περὶ δὲ τῶν ἐν τῇ Ἱερουσαλὴμ ὑδάτων καὶ ὁ Ἀριστέας ἐν τῷ γραφέντι αὐτῷ βιβλίῳ Περὶ τῆς ἑρμηνείας τοῦ τῶν Ἰουδαίων νόμου ταῦτα ἱστορεῖ· μα. ΑΡΙΣΤΕΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΙΕΡΟΥΣΑΛΗΜ ΥΔΑΤΩΝ Ὁ δὲ οἶκος ἀποβλέπει πρὸς ἠῶ, τὰ δ’ ὀπίσθια αὐτοῦ πρὸς ἑσπέραν. τὸ δὲ πᾶν ἔδαφος λιθόστρωτον καθέστηκε καὶ κλίματα πρὸς τοὺς καθήκοντας τό-πους ἔχει τῆς τῶν ὑδάτων ἐπιρροῆς ἕνεκεν, ἣ γίνεται διὰ τὴν σμῆξιν τῶν ἀπὸ τῶν θυσιῶν αἱμάτων· πολλαὶ γὰρ μυριάδες κτηνῶν προσάγονται κατὰ τὰς τῶν ἑορτῶν ἡμέρας. ὕδατος δὲ ἀνέκλειπτός ἐστι σύστασις, ὡς ἂν καὶ πηγῆς ἔσωθεν πολυρρύτου φυσικῶς ἐπιρρεούσης, ἔτι δὲ θαυμασίων καὶ ἀδιηγήτων ὑποδοχείων ὑπαρχόντων ὑπὸ γῆν, καθὼς ἐπέφαινον, πέντε σταδίων κυκλόθεν τῆς κατὰ τὸ ἱερὸν καταβολῆς, καὶ ἐκ τούτων σύριγγας ἀναρίθμους, καθ’ ἕκα-στον μέρος ἑαυτὰ[ς] συναπτόντων τῶν ῥευμάτων· καὶ ταῦτα πάντα μεμολιβῶ-σθαι κατ’ ἐδάφους καὶ τῶν τοίχων, ἐπὶ δὲ τούτων κεχύσθαι πολὺ πλῆθος κονιάσεως, ἐνεργῶς γεγενημένων ἁπάντων. Ἐπὶ τούτοις καὶ τῆς Ἱερεμίου προφητείας τοῦ Πολυί̈στορος μνήμην πεποιημένου, ἡμᾶς ἀποσιωπῆσαι ταύτην πάντων ἂν εἴη παραλογώτατον. κείσθω τοίνυν καὶ αὕτη· μβ. ΕΥΠΟΛΕΜΟΥ ΠΕΡΙ ΙΕΡΕΜΙΟΥ ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΟΜΟΙΩΣ Εἶτα Ἰωναχείμ· ἐπὶ τούτου προφητεῦσαι Ἱερεμίαν τὸν προφήτην. τοῦτον ὑπὸ τοῦ θεοῦ ἀποσταλέντα καταλαβεῖν τοὺς Ἰουδαίους θυσιάζοντας εἰδώλῳ χρυσῷ, ᾧ εἶναι ὄνομα Βάαλ. τοῦτον δὲ αὐτοῖς τὴν μέλλουσαν ἀτυχίαν δηλῶσαι. τὸν δὲ Ἰωναχεὶμ ζῶντα αὐτὸν ἐπιβαλέσθαι κατακαῦσαι· τὸν δὲ φάναι τοῖς ξύλοις τούτοις Βαβυλωνίοις ὀψοποιήσειν καὶ σκάψειν τὰς τοῦ Τίγριδος καὶ Εὐφράτου διώρυχας αἰχμαλωτισθέντας. τὸν δὲ τῶν Βαβυλωνίων βασιλέα ἀκούσαντα Ναβουχοδονόσορ τὰ ὑπὸ τοῦ Ἱερεμίου προμαντευθέντα παρακαλέσαι Ἀστιβάρην τὸν Μήδων βασιλέα συστρατεύειν αὐτῷ. παρα-λαβόντα δὲ Βαβυλωνίους καὶ Μήδους καὶ συναγαγόντα πεζῶν μὲν ὀκτωκαί-δεκα, ἱππέων δὲ μυριάδας δώδεκα καὶ πεζῶν ἅρματα μυρία, πρῶτον μὲν τὴν Σαμαρεῖτιν καταστρέψασθαι καὶ Γαλιλαίαν καὶ Σκυθόπολιν καὶ τοὺς ἐν τῇ Γαλααδίτιδι οἰκοῦντας Ἰουδαίους· αὖθις δὲ τὰ Ἱεροσόλυμα παραλαβεῖν καὶ τὸν Ἰουδαίων βασιλέα Ἰωναχεὶμ ζωγρῆσαι· τὸν δὲ χρυσὸν τὸν ἐν τῷ ἱερῷ καὶ ἄργυρον καὶ χαλκὸν ἐκλέξαντα εἰς Βαβυλῶνα ἀποστεῖλαι, χωρὶς τῆς κιβωτοῦ καὶ τῶν ἐν αὐτῇ πλακῶν· ταύτην δὲ τὸν Ἱερεμίαν κατασχεῖν. Τούτοις ἐπισυνάψαι ἀναγκαῖον καὶ τὰ περὶ τῆς Ἰουδαίων αἰχμαλω-σίας τῆς ὑπὸ Ναβουχοδονόσορ γεγενημένης· μγ. ΒΗΡΩΣΣΟΥ ΠΕΡΙ ΤΗΣ ΙΟΥΔΑΙΩΝ ΑΙΧΜΑΛΩΣΙΑΣ ΤΗΣ ΥΠΟ ΝΑΒΟΥΧΟΔΟΝΟΣΟΡ ΓΕΝΟΜΕΝΗΣ· ΑΠΟ ΤΟΥ ΠΡΩΤΟΥ ΤΗΣ ΙΩΣΗΠΟΥ ΑΡΧΑΙΟΛΟΓΙΑΣ Συμμίξας δὲ Ναβουχοδονόσορος τῷ ἀποστάτῃ καὶ παραταξάμενος αὐτοῦ τε ἐκυρίευσε καὶ τὴν χώραν ἐξ αὐτῆς ὑπὸ τὴν αὐτῶν βασιλείαν ἐποιήσατο. τῷ τε πατρὶ αὐτοῦ συνέβη Ναβοπαλλασάρῳ, κατὰ τοῦτον τὸν καιρὸν ἀρρω-στήσαντι, ἐν τῇ Βαβυλωνίων πόλει μεταλλάξαι τὸν βίον, ἔτη βεβασιλευκότι κα· αἰσθόμενος δὲ μετ’ οὐ πολὺν χρόνον τὴν τοῦ πατρὸς τελευτὴν Ναβουχοδονό-σορος, καταστήσας τὰ κατὰ τὴν Αἴγυπτον πράγματα καὶ τὴν λοιπὴν χώραν καὶ τοὺς αἰχμαλώτους Ἰουδαίων τε καὶ Φοινίκων καὶ Σύρων τῶν κατὰ τὴν Αἴγυπτον ἐθνῶν συντάξας τισὶ τῶν φίλων, εἰς τὴν Βαβυλωνίαν παρεγένετο. Καὶ μεθ’ ἕτερά φησι· Ναβουχοδονόσορος μὲν οὖν μετὰ τὸ ἄρξασθαι τοῦ προειρημένου τείχους ἐμπεσὼν εἰς ἀρρωστίαν μετήλλαξε τὸν βίον, βεβασιλευκὼς ἔτη μγ, τῆς δὲ βασιλείας κύριος ἐγένετο ὁ υἱὸς αὐτοῦ Εὐιλμαλούρουχος. οὗτος προστὰς τῶν πραγμάτων ἀνόμως καὶ ἀσελγῶς, ἐπιβουλευθεὶς ὑπὸ τοῦ τὴν ἀδελφὴν ἔχοντος αὐτοῦ Νηριγλισάρου ἀνῃρέθη, βασιλεύσας ἔτη β. μετὰ δὲ τὸ
PG 21:759ἀναιρεθῆναι τοῦτον διαδεξάμενος τὴν ἀρχὴν ὁ ἐπιβουλεύσας αὐτῷ Νηριγλί-σαρος ἐβασίλευσεν ἔτη δ. τούτου υἱὸς Λαβαεσσοάραχος ἐκυρίευσε μὲν τῆς βασιλείας, παῖς ὤν, μῆνας ἐννέα· ἐπιβουλευθεὶς δὲ διὰ τὸ πολλὰ ἐμφαίνειν κακοήθη ὑπὸ τῶν φίλων ἀπετυμπανίσθη. ἀπολομένου δὲ τούτου συνελθόντες οἱ ἐπιβουλεύσαντες αὐτῷ κοινῇ τὴν βασιλείαν περιέθηκαν Ναβοννήδῳ τινὶ τῶν ἐκ Βαβυλῶνος ὄντι ἐκ τῆς αὐτῆς ἐπισυστάσεως. ἐπὶ τούτου τὰ περὶ ποτα-μὸν τείχη τῆς Βαβυλωνίων πόλεως ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου κατεκο-σμήθη. οὔσης δὲ τῆς βασιλείας αὐτοῦ ἐν τῷ ἑπτακαιδεκάτῳ ἔτει προσεληλυ-θὼς Κῦρος ἐκ τῆς Περσίδος μετὰ δυνάμεως πολλῆς, καταστρεψάμενος τὴν λοιπὴν βασιλείαν ἅπασαν ὥρμησεν ἐπὶ τῆς Βαβυλωνίας. αἰσθόμενος δὲ Να-βόννηδος τὴν ἔφοδον αὐτοῦ, ἀπαντήσας μετὰ τῆς δυνάμεως καὶ παραταξάμενος ἡσσηθεὶς τῇ μάχη καὶ φυγὼν ὀλιγοστὸς συνεκλείσθη εἰς τὴν Βορσιππηνῶν πόλιν. Κῦρος δὲ Βαβυλῶνα καταλαβόμενος καὶ συντάξας τὰ ἔξω τῆς πό-λεως τείχη κατασκάψαι, διὰ τὸ λίαν αὐτῷ πραγματικὴν καὶ δυσάλωτον φανῆναι τὴν πόλιν, ἀνέζευξεν ἐπὶ Βόρσιππον, ἐκπολιορκήσων τὸν Ναβόννηδον. τοῦ δὲ Ναβοννήδου οὐχ ὑπομείναντος τὴν πολιορκίαν, ἀλλ’ ἐγχειρίσαντος αὑτὸν πρότερον, χρησάμενος Κῦρος φιλανθρώπως καὶ δοὺς οἰκητήριον αὐτῷ Καρ-μανίαν ἐξέπεμψεν ἐκ τῆς Βαβυλωνίας. Ναβόννηδος μὲν οὖν τὸν λοιπὸν τοῦ χρόνου διαγενόμενος ἐν ἐκείνῃ τῇ χώρᾳ κατέστρεψε τὸν βίον. Ταῦτα σύμφωνον ἔχει ταῖς ἡμετέραις βίβλοις τὴν ἀλήθειαν. γέγραπται γὰρ ἐν αὐταῖς ὅτι Ναβουχοδονόσορος ὀκτωκαιδεκάτῳ τῆς αὐτοῦ βασιλείας ἔτει τὸν παρ’ ἡμῖν ναὸν ἠρήμωσε, καὶ ἦν ἀφανὴς ἐπὶ ἔτη πεντήκοντα. δευτέρῳ δὲ τῆς Κύρου βασιλείας ἔτει τῶν θεμελίων ὑποβληθέντων, δεκάτῳ πάλιν τῆς Δαρείου βασιλείας ἐτελέσθη. Ταῦτα ὁ Ἰώσηπος. Εὗρον δὲ καὶ ἐν τῇ Ἀβυδηνοῦ περὶ Ἀσσυρίων γραφῇ περὶ τοῦ Να-βουχοδονόσορ ταῦτα· μδ. ΑΒΥΔΗΝΟΥ ΠΕΡΙ ΤΟΥ ΝΑΒΟΥΧΟΔΟΝΟΣΟΡ Μεγασθένης δέ φησι Ναβουκοδρόσορον Ἡρακλέος ἀλκιμώτερον γεγο-νότα ἐπί τε Λιβύην καὶ Ἰβηρίην στρατεῦσαι· ταύτας δὲ χειρωσάμενον ἀπό-δασμον αὐτέων εἰς τὰ δεξιὰ τοῦ Πόντου κατοικίσαι. μετὰ δὲ λέγεται πρὸς Χαλδαίων ὡς ἀναβὰς ἐπὶ τὰ βασιλήϊα κατασχεθείη θεῷ ὅτεῳ δή, φθεγξά-μενος δὲ εἶπεν· Οὗτος ἐγὼ Ναβουκοδρόσορος, ὦ Βαβυλώνιοι, τὴν μέλλουσαν ὑμῖν προαγγέλλω συμφορήν, τὴν οὔτε Βῆλος ἐμὸς πρόγονος οὔτε βασίλεια Βηλτὶς ἀποτρέψαι Μοίρας πεῖσαι σθένουσιν. ἥξει Πέρσης ἡμίονος, τοῖσιν ὑμετέροισι δαίμοσι χρεώμενος συμμάχοισιν· ἐπάξει δὲ δουλοσύνην. οὗ δὴ ἂν αἴτιος ἔσται Μήδης, τὸ Ἀσσύριον αὔχημα. ὡς εἴθε μιν, πρόσθεν ἢ [προ]δοῦναι τοὺς πολιήτας, Χάρυβδίν τινα ἢ θάλασσαν εἰσδεξαμένην ἀϊστῶσαι πρόρριζον· ἤ μιν ἄλλας ὁδοὺς στραφέντα φέρεσθαι διὰ τῆς ἐρήμου, ἵνα οὔτε ἄστεα οὔτε πάτος ἀνθρώπων, θῆρες δὲ νομὸν ἔχουσι καὶ ὄρνιθες πλάζονται, ἔν τε πέτρῃσι καὶ χαράδρῃσι μοῦνον ἀλώμενον· ἐμέ τε πρὶν εἰς νόον βαλέσθαι ταῦτα, τέλεος ἀμείνονος κυρῆσαι.3 ὁ μὲν θεσπίσας παραχρῆμα ἠφάνιστο· ὁ δέ οἱ παῖς Ἀμιλμαρούδοκος ἐβασίλευε. τὸν δ’ ὁ κηδεστὴς ἀποκτείνας Ἰγλισάρης λείπει παῖδα Λαβασσοάρασκον. τούτου δὲ ἀποθανόντος βιαίῳ μόρῳ Ναβαννήδοχον ἀποδείκνυσι βασιλέα, προσήκοντά οἱ οὐδέν. τὸν δὲ Κῦρος ἑλὼν Βαβυλῶνα Καρ-μανίης ἡγεμονίῃ δωρέεται. Καὶ περὶ τοῦ κτίσαι δὲ τὸν Ναβουχοδονόσορ τὴν Βαβυλῶνα ὁ αὐτὸς ταῦτα γράφει· με. ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΗΣ ΒΑΒΥΛΩΝΟΣ ΚΤΙΣΕΩΣ Λέγεται δὲ πάντα μὲν ἐξ ἀρχῆς ὕδωρ εἶναι, θάλασσαν καλεομένην. Βῆλον δέ σφεα παῦσαι, χώρην ἑκάστῳ ἀπονείμαντα, καὶ Βαβυλῶνα τείχει περιβαλεῖν, τῷ χρόνῳ δὲ τῷ ἱκνευμένῳ ἀφανισθῆναι. τειχίσαι δὲ αὖθις Να-βουχοδονόσορον τὸ μέχρι τῆς Μακεδονίων ἀρχῆς διαμεῖναν, ἐὸν χαλκόπυλον. Καὶ μεθ’ ἕτερα ἐπιλέγει· Ναβουχοδονόσορος δὲ διαδεξάμενος τὴν ἀρχὴν Βαβυλῶνα μὲν ἐτείχισε τριπλῷ περιβόλῳ ἐν πεντεκαίδεκα ἡμέρῃσι τόν τε Ἀρμακάλην ποταμὸν ἐξ-ήγαγεν, ἐόντα κέρας Εὐφρήτεω, τόν τε Ἀκράκανον. ὑπὲρ δὲ τῆς Σιππαρηνῶν πόλιος λάκκον ὀρυξάμενος, περίμετρον μὲν τεσσαράκοντα παρασαγγέων, βάθος δ’ ὀργυιέων εἴκοσι, πύλας ἐπέστησε, τὰς ἀνοίγοντες ἄρδεσκον τὸ πεδίον· καλέουσι δ’ αὐτὰς ὀχετογνώμονας. ἀπετείχισε δὲ καὶ τῆς Ἐρυθρῆς Θαλάσσης τὴν ἐπίκλυσιν καὶ Τερηδόνα πόλιν ἔκτισε κατὰ τὰς Ἀράβων εἰσβολάς· τά τε βασι-λήϊα δένδροις ἤσκησε, κρεμαστοὺς παραδείσους ὀνομάσας. Καὶ ταῦτα δέ μοι ἀπὸ τῆς δηλωθείσης κείσθω γραφῆς διὰ τὸ φέρεσθαι ἐν τῇ τοῦ Δανιὴλ προφητείᾳ ὡς ἄρα Ναβουχοδονόσορ ἐν τῷ ναῷ τῆς βασι-λείας αὐτοῦ τῷ ἐν Βαβυλῶνι περιπατῶν μέγα φρονήσας ἀπηυθαδίσατο εἰπών· Οὐχ αὕτη ἐστὶ Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασι-λείας, ἐν τῷ κράτει τῆς ἰσχύος μου, εἰς τιμὴν τῆς δόξης μου; ὅτε ἔτι τοῦ λόγου ἐπὶ στόματος ὄντος αὐτοῦ τὰ τῆς μετελθούσης καταστροφῆς αὐτῷ γέγονε. Ταῦτα μὲν οὖν ἡμῖν αὐτάρκως περὶ τῶνδε. προσκείσθω δὲ ἐπὶ πᾶσι καὶ τὰ ἀπὸ τῆς Ἰουδαίων Ἀρχαιότητος Ἰωσήπου, ἔνθα μυρίων συγγρα-φέων αὐτολεξεὶ παραθεὶς φωνὰς ταῦτα ἐπιλέγει· μ. ΙΩΣΗΠΟΥ ΠΕΡΙ ΤΩΝ ΜΝΗΜΟΝΕΥΣΑΝΤΩΝ ΤΟΥ ΙΟΥΛΑΙΩΝ ΕΘΝΟΥΣ Ἀρκοῦσι δ’ ὅμως εἰς τὴν ἀπόδειξιν τῆς ἀρχαιότητος αἵ τε Σύρων καὶ Χαλδαίων καὶ Φοινίκων ἀναγραφαὶ πρὸς ἐκείναις τε τοσοῦτοι τῶν Ἑλλήνων συγγραφεῖς, ἔτι δὲ πρὸς τοῖς εἰρημένοις Θεόφιλος καὶ Θεόδοτος καὶ Μνασέας καὶ Ἀριστοφάνης καὶ Ἑρμογένης Εὐήμερός τε καὶ Κόμων καὶ Ζωπυρίων καὶ πολλοί τινες ἄλλοι τάχα (οὐ γὰρ ἔγωγε πᾶσιν ἐντετύχηκα τοῖς βιβλίοις) οὐ παρέργως ἡμῶν μεμνημονεύκασιν. οἱ πολλοὶ δὲ τῶν εἰρημένων ἀνδρῶν τῆς μὲν ἀληθείας τῶν ἐξ ἀρχῆς πραγμάτων διήμαρτον, ὅτι μὴ ταῖς ἱεραῖς ἡμῶν βίβλοις ἐνέτυχον· κοινῶς μέντοι περὶ τῆς ἀρχαιότητος ἅπαντες μεμαρτυρή-κασιν, ὑπὲρ οὗ τὰ νῦν λέγειν προεθέμην. ὁ μέντοι Φαληρεὺς Δημήτριος καὶ Φίλων ὁ πρεσβύτερος καὶ Εὐπόλεμος οὐ πολὺ τῆς ἀληθείας διήμαρτον. οἷς συγγινώ-σκειν ἄξιον· οὐ γὰρ ἐνῆν αὐτοῖς μετὰ πάσης ἀκριβείας τοῖς ἡμετέροις γράμ-μασι παρακολουθεῖν. Ταῦτα καὶ ὁ Ἰώσηπος. ὅτῳ δὲ φίλον τοῖς περὶ τῆς Ἰουδαίων ἀρχαιότητος λόγοις ἐντυχεῖν τοῦ ἀνδρός, πλείστας ἂν εὕροι συμφώνους ταῖς ἐκτεθείσαις μαρτυρίας. καὶ πολὺς δὲ ἄλλος μαρτύρων ἡμῖν ὄχλος παλαιῶν τε καὶ νέων συγγραφέων ἐπιρρεῖ, τὴν ὁμοίαν τοῖς τεθεῖσι ψῆφον ἐπισφραγιζομένων, ὧν τὰς φωνάς, λόγου προνοούμενοι συμμετρίας, τοῖς φιλομαθέσι ζητεῖν τε καὶ διερευνᾶν ἀπολείψαντες ἐπὶ τὴν λείπουσαν αὐτοὶ μεταβησόμεθα ἐπαγ-γελίαν.
ΙΧ. ἱεροῦ στοὰν, καὶ στύλους αὐτῇ ὑποστῆσαι χαλκοῦς μηʹ. Κατασκευάσαι δὲ καὶ λουτῆρα χαλκοῦν μῆκος πηχῶν κ', καὶ πλάτος πηχῶν κ'· τὸ δὲ ὕψος πηχῶν ε'. Ποιῆσαι δὲ ἐπ' αὐτῷ στεφάνην πρὸς τὴν βάσιν ἔξω ὑπερέχουσαν πῆχυν ἕνα πρὸς τὸ τοὺς ἱερεῖς τούς τε πόδας προσκλύζεσθαι, καὶ τὰς χεῖρας νίπτεσθαι ἐπι βαίνοντας· ποιῆσαι δὲ καὶ τὰς βάσεις τοῦ λουτῆρος τορευτάς, χωνευτάς δώδεκα, καὶ τῷ ὕψει ἀνδρομή- κεις· καὶ στῆσαι ἐξ ὑστέρου μέρους ὑπὸ τὸν λουτῆρα, ἐκ δεξιῶν τοῦ θυσιαστηρίου. Ποιῆσαι δὲ καὶ βάσιν χαλκήν τῷ ὕψει πηχῶν δυοῖν, κατὰ τὸν λουτῆρα, ἶν' ἐφεστήκῃ ἐπ' αὐτῆς ὁ βασιλεὺς, ὅταν προσ- εύχηται, ὅπως ὀπτάνηται τῷ λαῷ τῶν Ἰουδαίων. Οἰκοδομῆσαι δὲ καὶ τὸ θυσιαστήριον, πηχῶν κε' ἐπὶ πήχεις κ', τὸ δ᾽ ὕψος πηχῶν ιδ'. Ποιῆσαι δὲ καὶ δα- κτυλίους δύο χαλκοῦς ἁλυσιδωτούς, καὶ στῆσαι αὐτοὺς ἐπὶ μηχανημάτων ὑπερεχόντων τῷ ὕψει τὸν ναὸν πήχεις κ', καὶ σκιάζειν ἐπάνω παντὸς τοῦ ἱεροῦ· καὶ προσκρεμάσαι ἑκάστῃ δικτύϊ κώδωνας χαλκοῦς τα λαντιαίους τετρακοσίους· καὶ ποιῆσαι ὅλας τὰς δι κτύας, πρὸς τὸ ψοφείν τοὺς κώδωνας, καὶ ἀποσοβεῖν τὰ ὄρνεα, ὅπως μὴ καθίζῃ ἐπὶ τοῦ ἱεροῦ, μηδὲ νοσο σεύῃ ἐπὶ τοῖς φατνώμασι τῶν πυλῶν καὶ στοῶν, καὶ μολύνῃ τοῖς ἀποπατήμασι τὸ ἱερόν. Περιβαλεῖν δὲ καὶ τὰ Ἱεροσόλυμα τὴν πόλιν τείχεσι, καὶ πύργοις, καὶ τάφροις. Οἰκοδομῆσαι δὲ καὶ βασίλεια ἑαυτῷ. Προσαγορευθῆναι δὲ πρῶτον μὲν τὸ ἀνάκτορον ἱερὸν Σολομῶνος, ὕστερον δὲ, παρεφθαρμένως τὴν πόλιν ἀπὸ τοῦ ἱεροῦ Ἱερουσαλὴμ ὀνομασθῆναι· ὑπὸ δὲ τῶν Ἑλλήνων φερωνύμως Ἱεροσόλυμα λέγεσθαι. Συντε λέσαντα δὲ τὸ ἱερὸν καὶ τὴν πόλιν τειχίσαντα, ελ- θεῖν εἰς Σηλώμ, καὶ θυσίαν τῷ Θεῷ εἰς ὁλοκάρπω σιν προσαγαγεῖν, βοῦς χιλίους. Λαβόντα δὲ τὴν σκη- γὴν καὶ τὸ θυσιαστήριον, καὶ τὰ σκεύη, ἃ ἐποίησε Μωσῆς, εἰς Ἱεροσόλυμα ἐνεγκεῖν, καὶ ἐν τῷ οἴκῳ θεῖναι. Καὶ τὴν κιβωτὸν δὲ καὶ τὸν βωμὸν τὸν χρυ- σοῦν, καὶ τὴν λυχνίαν, καὶ τὴν τράπεζαν, καὶ τὰ ἄλλα σκεύη ἐκεῖ κατατίθεσθαι, καθώς προστάξαι αὐτῷ τὸν προφήτην. Προσαγαγεῖν δὲ τῷ Θεῷ θυσίαν μυρίαν, πρόβατα δισχίλια, μόσχους τρισχιλίους πεν τακοσίους. Τὸ δὲ σύμπαν χρυσίον, τὸ εἰς τοὺς δύο στύλους καὶ τὸν ναὸν καταχρησθὲν, εἶναι τάλαντα μυριάδων υξ', εἰς δὲ τοὺς ἤλους καὶ τὴν ἄλλην κατα σκευὴν ἀργυρίου τάλαντα χίλια διακόσια τριάκοντα- δύο· χαλκοῦ δὲ εἰς τοὺς κίονας καὶ τὸν λουτῆρα καὶ τὴν στοὰν τάλαντα μύρια οκτακισχίλια πεντήκοντα.. Αποπέμψαι δὲ τὸν Σολομῶνα καὶ τοὺς Αἰγυπτίους, καὶ τοὺς Φοίνικας, ἑκάστους εἰς τὴν ἑαυτῶν, ἑκάστῳ χρυσοῦ σίκλους δόντα δέκα· τὸ δὲ τάλαντον εἶναι σί κλον. Καὶ τῷ μὲν Αἰγύπτου βασιλεῖ Οὐαφρῇ ἐλαίου μετρητὰς μυρίους, φοινικοβαλάνων ἀρτάδας χιλίας, μέλιτος δὲ ἀγγεῖα ἑκατὸν, καὶ ἀρώματα πέμψαι· τῷ δὲ Σούρωνι εἰς Τύρον πέμψαι τὸν χρυσοῦν κίονα, τὸν ἐν Τύρῳ ἀνακείμενον ἐν τῷ ἱερῷ τοῦ Διός. Θεόφιλος δέ φησι τὸν περισσεύσαντα χρυσὸν τὸν Σολομῶνα τῷ Τυρίῳ βασιλεῖ πέμψαι. Τὸν δὲ, εἰκόνα τῆς θυγατρός ζῶον ὁλοσώματον κατασκευάσαι, καὶ ἔλυτρον τῷ ἀν- δριάντι τὸν χρυσοῦν κίονα περιθεῖναι. Ποιῆσαι δέ φησιν ὁ Εὐπόλεμος τὸν Σολομῶνα καὶ ἀσπίδας χρυσάς , ἱερὸν Σολομῶνος, PREPAR. EVANG. LIB. A decem implerent. Aurea etiam candelabra fieri cy- B C D ravit, pondo singula talentum decem, que ad illius, quod in tabernaculo testimonii collocatum a Moyse fuerat, exemplar expressit. Hæc utraque similiter ædis ex parte constituta, ad dexteram alia, alia ad sinistram, additæque aureæ lucernæ septuaginta, ut septem accensas candelabra singula sustinerent. Templi quoque valvas auro argentoque texit, forni cemque desuper cedrinis ac cypressinis ex tabulis sinuavit. Jam ad septentrionalem ædis partem in- gentem porticum aperuit, columnis æreis octo et quadraginta suffultam. Labrum item adjunxit aneum, longitudinis quidem ac latitudinis viginti, altitudinis vero quinque duntaxat cubitos habens. Hoc limbus quidam exterius ad cubitum unum emi- nens ac versus basim circumductus ambiebat, quo facilius couscenso labro, sacerdotes pedum ma- nuumque sordes eluerent. Eidem gradus tornatiles fusilesque duodecim, cum justa hominis unius.ma- gnitudine adæquati, ad partem illius posteriorem, altaris vero dexteram suppositi. Addita insuper ba- sis ænea, non procul a labro, altitudine cubitos duos obtinens, cui rex oraturus insisteret., quo facilius a circumstante Judæo populo cerneretur. Ad hæc altare erexit, cujus ambitus cubito- rum quinque et quadraginta, altitudo vero duo- decim tantum esset. Postremo, annulos ex ære geminos catenis implicitos, machinis quibusdam supra templi fastigium viginti cubitis exstantibus impositis, quorum umbra in totuni desuper culmen incumberet eque singulis retibus seu catenis ænca tintinnabula, talenti pondo, quadringenta suspendit, quæ catenis commotis impulsa, tinnitu ac strepitu volucres abigerent, ne vel insiderent templo, vel nidos in valvarum aut porticuum tabulatis con- struerent, ædemque sacram sordibus inquinarent. Porro ipsam quoque Hierosolymæ urbem muris, turribus, fossisque vallavit, augustamque sibi ipsi regiam excitavit. At primum quidem sacra illa ædes, Salomonis templum, nominata est ; deinde vero, urbs ipsa Hierusalem, corrupto vitia- toque templi nomine appellata, quam Græci postea Hierosolymam affini geminoque vocabulo nuncupa- runt. Rex autem post templum adificatum, urbem- que munitam, Selomum profectus, Deo mille boun bolocaustum obtulit ; idemque postmodum, et ta- bernaculum, et aram, et quidquid sacræ supellecti- lis comparatum a Muse fuerat, arcam, altare aureum, candelabrum, mensam, et quidquid aliud fuit, Hie- rosolymam comportatum, sacra in de prophetæ jussu reposuit, simulque immensum Deo sacrificium fecit, ovibus ad duo ac juvencis ad tria millia et quingenta mactatis. Cæterum vis auri cuncta, in columnas duas, ac templum universum expens, talentum fuit quadragies sexies; argenti vero in clavos ac reliquum apparatum, ducentorum ac tri- ginta duum supra mille; æris denique, in columnas, labrum et porticum, quinquaginta supra octodecim millia. Porro Ægyptios ac Phoenices, divisis in
Book XLiber Decimus
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ι ΤΑΔΕ ΤΟ ΔΕΚΑΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ α. Ὡς παρὰ βαρβάρων εἰς Ἕλληνας τὰ σεμνὰ τῶν μαθημάτων παρῆλθε· καὶ περὶ τῆς Ἑβραίων ἀρχαιότητος β. Περὶ τῆς τῶν Ἑλληνικῶν συγγραφέων κλοπῆς· Κλήμεντος γ. Πορφυρίου περὶ τοῦ κλέπτας εἶναι τοὺς Ἕλληνας δ. Ὅτι μὴ ἀλόγως τὴν παρ’ Ἑβραίοις θεολογίαν τῆς Ἑλληνικῆς φιλοσοφίας προ-τετιμήκαμεν ε. Ὅτι τὰ πάντα παρὰ βαρβάρων Ἕλληνες ὠφέληνται 2. Περὶ τοῦ αὐτοῦ· ἀπὸ τῶν Κλήμεντος ζ. Ἰωσήπου περὶ τοῦ αὐτοῦ η. Διοδώρου τοῦ τὰς βιβλιοθήκας περὶ τοῦ αὐτοῦ θ. Περὶ τῆς ἀρχαιότητος Μωσέως καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν
ΙΧ. ἱεροῦ στοὰν, καὶ στύλους αὐτῇ ὑποστῆσαι χαλκοῦς μηʹ. Κατασκευάσαι δὲ καὶ λουτῆρα χαλκοῦν μῆκος πηχῶν κ', καὶ πλάτος πηχῶν κ'· τὸ δὲ ὕψος πηχῶν ε'. Ποιῆσαι δὲ ἐπ' αὐτῷ στεφάνην πρὸς τὴν βάσιν ἔξω ὑπερέχουσαν πῆχυν ἕνα πρὸς τὸ τοὺς ἱερεῖς τούς τε πόδας προσκλύζεσθαι, καὶ τὰς χεῖρας νίπτεσθαι ἐπι βαίνοντας· ποιῆσαι δὲ καὶ τὰς βάσεις τοῦ λουτῆρος τορευτάς, χωνευτάς δώδεκα, καὶ τῷ ὕψει ἀνδρομή- κεις· καὶ στῆσαι ἐξ ὑστέρου μέρους ὑπὸ τὸν λουτῆρα, ἐκ δεξιῶν τοῦ θυσιαστηρίου. Ποιῆσαι δὲ καὶ βάσιν χαλκήν τῷ ὕψει πηχῶν δυοῖν, κατὰ τὸν λουτῆρα, ἶν' ἐφεστήκῃ ἐπ' αὐτῆς ὁ βασιλεὺς, ὅταν προσ- εύχηται, ὅπως ὀπτάνηται τῷ λαῷ τῶν Ἰουδαίων. Οἰκοδομῆσαι δὲ καὶ τὸ θυσιαστήριον, πηχῶν κε' ἐπὶ πήχεις κ', τὸ δ᾽ ὕψος πηχῶν ιδ'. Ποιῆσαι δὲ καὶ δα- κτυλίους δύο χαλκοῦς ἁλυσιδωτούς, καὶ στῆσαι αὐτοὺς ἐπὶ μηχανημάτων ὑπερεχόντων τῷ ὕψει τὸν ναὸν πήχεις κ', καὶ σκιάζειν ἐπάνω παντὸς τοῦ ἱεροῦ· καὶ προσκρεμάσαι ἑκάστῃ δικτύϊ κώδωνας χαλκοῦς τα λαντιαίους τετρακοσίους· καὶ ποιῆσαι ὅλας τὰς δι κτύας, πρὸς τὸ ψοφείν τοὺς κώδωνας, καὶ ἀποσοβεῖν τὰ ὄρνεα, ὅπως μὴ καθίζῃ ἐπὶ τοῦ ἱεροῦ, μηδὲ νοσο σεύῃ ἐπὶ τοῖς φατνώμασι τῶν πυλῶν καὶ στοῶν, καὶ μολύνῃ τοῖς ἀποπατήμασι τὸ ἱερόν. Περιβαλεῖν δὲ καὶ τὰ Ἱεροσόλυμα τὴν πόλιν τείχεσι, καὶ πύργοις, καὶ τάφροις. Οἰκοδομῆσαι δὲ καὶ βασίλεια ἑαυτῷ. Προσαγορευθῆναι δὲ πρῶτον μὲν τὸ ἀνάκτορον ἱερὸν Σολομῶνος, ὕστερον δὲ, παρεφθαρμένως τὴν πόλιν ἀπὸ τοῦ ἱεροῦ Ἱερουσαλὴμ ὀνομασθῆναι· ὑπὸ δὲ τῶν Ἑλλήνων φερωνύμως Ἱεροσόλυμα λέγεσθαι. Συντε λέσαντα δὲ τὸ ἱερὸν καὶ τὴν πόλιν τειχίσαντα, ελ- θεῖν εἰς Σηλώμ, καὶ θυσίαν τῷ Θεῷ εἰς ὁλοκάρπω σιν προσαγαγεῖν, βοῦς χιλίους. Λαβόντα δὲ τὴν σκη- γὴν καὶ τὸ θυσιαστήριον, καὶ τὰ σκεύη, ἃ ἐποίησε Μωσῆς, εἰς Ἱεροσόλυμα ἐνεγκεῖν, καὶ ἐν τῷ οἴκῳ θεῖναι. Καὶ τὴν κιβωτὸν δὲ καὶ τὸν βωμὸν τὸν χρυ- σοῦν, καὶ τὴν λυχνίαν, καὶ τὴν τράπεζαν, καὶ τὰ ἄλλα σκεύη ἐκεῖ κατατίθεσθαι, καθώς προστάξαι αὐτῷ τὸν προφήτην. Προσαγαγεῖν δὲ τῷ Θεῷ θυσίαν μυρίαν, πρόβατα δισχίλια, μόσχους τρισχιλίους πεν τακοσίους. Τὸ δὲ σύμπαν χρυσίον, τὸ εἰς τοὺς δύο στύλους καὶ τὸν ναὸν καταχρησθὲν, εἶναι τάλαντα μυριάδων υξ', εἰς δὲ τοὺς ἤλους καὶ τὴν ἄλλην κατα σκευὴν ἀργυρίου τάλαντα χίλια διακόσια τριάκοντα- δύο· χαλκοῦ δὲ εἰς τοὺς κίονας καὶ τὸν λουτῆρα καὶ τὴν στοὰν τάλαντα μύρια οκτακισχίλια πεντήκοντα.. Αποπέμψαι δὲ τὸν Σολομῶνα καὶ τοὺς Αἰγυπτίους, καὶ τοὺς Φοίνικας, ἑκάστους εἰς τὴν ἑαυτῶν, ἑκάστῳ χρυσοῦ σίκλους δόντα δέκα· τὸ δὲ τάλαντον εἶναι σί κλον. Καὶ τῷ μὲν Αἰγύπτου βασιλεῖ Οὐαφρῇ ἐλαίου μετρητὰς μυρίους, φοινικοβαλάνων ἀρτάδας χιλίας, μέλιτος δὲ ἀγγεῖα ἑκατὸν, καὶ ἀρώματα πέμψαι· τῷ δὲ Σούρωνι εἰς Τύρον πέμψαι τὸν χρυσοῦν κίονα, τὸν ἐν Τύρῳ ἀνακείμενον ἐν τῷ ἱερῷ τοῦ Διός. Θεόφιλος δέ φησι τὸν περισσεύσαντα χρυσὸν τὸν Σολομῶνα τῷ Τυρίῳ βασιλεῖ πέμψαι. Τὸν δὲ, εἰκόνα τῆς θυγατρός ζῶον ὁλοσώματον κατασκευάσαι, καὶ ἔλυτρον τῷ ἀν- δριάντι τὸν χρυσοῦν κίονα περιθεῖναι. Ποιῆσαι δέ φησιν ὁ Εὐπόλεμος τὸν Σολομῶνα καὶ ἀσπίδας χρυσάς , ἱερὸν Σολομῶνος, PREPAR. EVANG. LIB. A decem implerent. Aurea etiam candelabra fieri cy- B C D ravit, pondo singula talentum decem, que ad illius, quod in tabernaculo testimonii collocatum a Moyse fuerat, exemplar expressit. Hæc utraque similiter ædis ex parte constituta, ad dexteram alia, alia ad sinistram, additæque aureæ lucernæ septuaginta, ut septem accensas candelabra singula sustinerent. Templi quoque valvas auro argentoque texit, forni cemque desuper cedrinis ac cypressinis ex tabulis sinuavit. Jam ad septentrionalem ædis partem in- gentem porticum aperuit, columnis æreis octo et quadraginta suffultam. Labrum item adjunxit aneum, longitudinis quidem ac latitudinis viginti, altitudinis vero quinque duntaxat cubitos habens. Hoc limbus quidam exterius ad cubitum unum emi- nens ac versus basim circumductus ambiebat, quo facilius couscenso labro, sacerdotes pedum ma- nuumque sordes eluerent. Eidem gradus tornatiles fusilesque duodecim, cum justa hominis unius.ma- gnitudine adæquati, ad partem illius posteriorem, altaris vero dexteram suppositi. Addita insuper ba- sis ænea, non procul a labro, altitudine cubitos duos obtinens, cui rex oraturus insisteret., quo facilius a circumstante Judæo populo cerneretur. Ad hæc altare erexit, cujus ambitus cubito- rum quinque et quadraginta, altitudo vero duo- decim tantum esset. Postremo, annulos ex ære geminos catenis implicitos, machinis quibusdam supra templi fastigium viginti cubitis exstantibus impositis, quorum umbra in totuni desuper culmen incumberet eque singulis retibus seu catenis ænca tintinnabula, talenti pondo, quadringenta suspendit, quæ catenis commotis impulsa, tinnitu ac strepitu volucres abigerent, ne vel insiderent templo, vel nidos in valvarum aut porticuum tabulatis con- struerent, ædemque sacram sordibus inquinarent. Porro ipsam quoque Hierosolymæ urbem muris, turribus, fossisque vallavit, augustamque sibi ipsi regiam excitavit. At primum quidem sacra illa ædes, Salomonis templum, nominata est ; deinde vero, urbs ipsa Hierusalem, corrupto vitia- toque templi nomine appellata, quam Græci postea Hierosolymam affini geminoque vocabulo nuncupa- runt. Rex autem post templum adificatum, urbem- que munitam, Selomum profectus, Deo mille boun bolocaustum obtulit ; idemque postmodum, et ta- bernaculum, et aram, et quidquid sacræ supellecti- lis comparatum a Muse fuerat, arcam, altare aureum, candelabrum, mensam, et quidquid aliud fuit, Hie- rosolymam comportatum, sacra in de prophetæ jussu reposuit, simulque immensum Deo sacrificium fecit, ovibus ad duo ac juvencis ad tria millia et quingenta mactatis. Cæterum vis auri cuncta, in columnas duas, ac templum universum expens, talentum fuit quadragies sexies; argenti vero in clavos ac reliquum apparatum, ducentorum ac tri- ginta duum supra mille; æris denique, in columnas, labrum et porticum, quinquaginta supra octodecim millia. Porro Ægyptios ac Phoenices, divisis in
PG 21:765ι. Ἀφρικανοῦ περὶ τοῦ αὐτοῦ ια. Τατιανοῦ περὶ τοῦ αὐτοῦ ιβ. Κλήμεντος περὶ τοῦ αὐτοῦ ιγ. Ἰωσήπου περὶ τοῦ αὐτοῦ ιδ. Ὡς ἁπάσης τῆς παρ’ Ἑβραίοις ἱστορίας νεώτεροι τυγχάνουσι τῶν παρ’ Ἕλλησι φιλοσόφων οἱ χρόνοι Ι α. ΩΣ ΠΑΡΑ ΒΑΡΒΑΡΩΝ ΕΙΣ ΕΛΛΗΝΑΣ ΤΑ ΣΕΜΝΑ ΤΩΝ ΜΑΘΗ-ΜΑΤΩΝ ΠΑΡΗΛΘΕ· ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΕΒΡΑΙΩΝ ΑΡΧΑΙΟΤΗΤΟΣ Τίσι ποτὲ λόγοις τὴν καθ’ Ἑβραίους φιλοσοφίαν τῆς Ἑλληνικῆς προ-τετιμήκαμεν ὁποίοις τε λογισμοῖς τὰς παρὰ τοῖς ἀνδράσιν ἱερὰς βίβλους ἀπε-δεξάμεθα προδιειληφότες κἄπειτα καὶ αὐτοὺς τοὺς Ἕλληνας μὴ ἀγνοῆσαι τοὺς ἄνδρας, μνημονεῦσαι δὲ ὀνομαστὶ καὶ τὸν βίον καταπλαγῆναι τῆς τε βασιλι-κῆς μητροπόλεως καὶ τῆς λοιπῆς αὐτῶν ἱστορίας πολὺν πεποιῆσθαι λόγον παραστήσαντες, φέρε ἐπιθεωρήσωμεν, ὡς οὐ μόνον τῶνδε γραφῆς ἠξίωσαν τὴν μνήμην, ἀλλὰ καὶ τῆς ὁμοίας αὐτοῖς διδασκαλίας τε καὶ μαθήσεως ἔν τισι τῶν εἰς βελτίωσιν ψυχῆς συντεινόντων δογμάτων ζηλωταὶ κατέστη-σαν. ὡς μὲν οὖν τὰ λοιπὰ τῶν μαθημάτων ἄλλοθεν ἄλλος τῶν θαυμα-στῶν Ἑλλήνων τοὺς βαρβάρους ἐκπεριιὼν συνελέξατο, γεωμετρίαν, ἀριθ-μητικήν, μουσικήν, ἀστρονομίαν, ἰατρικὴν αὐτά τε τὰ πρῶτα τῆς γραμ-ματικῆς στοιχεῖα μυρίας τε ἄλλας τεχνικὰς καὶ βιωφελεῖς ἐπιτηδεύσεις, αὐτίκα μάλα παραστήσω. ὥσπερ οὖν τὴν περὶ πλειόνων θεῶν δόξαν τά τε μυστήρια καὶ τὰς τελετὰς καὶ προσέτι τὰς ἱστορίας καὶ τὰς μυθικὰς περὶ θεῶν διηγήσεις τῶν τε μύθων τὰς ἀλληγορουμένας φυσιολογίας καὶ τὴν λοιπὴν δεισιδαίμονα πλάνην παρὰ βαρβάρων εἰλῆφθαι αὐτοῖς φθάσας ὁ λόγος ἀπέδειξεν, ὁπηνίκα τὰ πάντα τοὺς Ἕλληνας, γῆν πολλὴν πλανηθέντας, οὐκ ἀταλαιπώρως μέν, ἐξ ἐράνου δὲ τῶν παρὰ βαρβάροις μαθημάτων τὴν οἰκείαν ὑποστήσασθαι θεολογίαν ἐφωράσαμεν, ὡς δὲ τὰ περὶ εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ τά τε περὶ τῶν μάλιστα ζητουμένων εἰς ψυχῆς ὠφέ-λειαν δογμάτων, ἃ δὴ καὶ συνεκτικώτατα γένοιτ’ ἂν τῶν ἐν φιλοσοφίᾳ λόγων, οὐκ ἄλλοθεν εἶεν ἂν ἢ παρὰ μόνων Ἑβραίων πεπορισμένοι, οὐκ εἰς μακρὸν ἀποδειχθήσεται. ἢ εἰ μὴ τοῦτο, συνενεχθῆναι δὲ φαίη τις αὐτοὺς φυσικαῖς ὑποκινηθέντας ἐννοίαις, καὶ τοῦτο πρὸς ἡμῶν ἂν εἴη, εἰ τὰ μὴ μόνοις Ἑβραίοις ἄνωθεν ἐξ αἰῶνος ὑπὸ θεολόγων προφητῶν ἀνδρῶν παραδεδο-μένα, ἀλλὰ τὰ καί τισιν, εἰ καὶ μὴ πᾶσιν, αὐτοῖς δέ γε, ὧν μέγα κλέος καθ’ Ἑλλάδα, καὶ φιλοσόφων διατριβαῖς ἐξητασμένα ζηλοῦν προειλόμεθα. τού-τους δ’ ἂν εὕροις ἀριθμῷ μὲν ὄντας ληπτούς, ὅτι καὶ πάντα χαλεπά φασιν εἶναι τὰ καλά, οὐ μὴν ἀλλὰ πρωτείοις τῶν παρ’ Ἕλλησι φιλοσόφων τετιμη-μένους, ὡς διὰ τὴν πολλὴν εὐδοκίμησιν τῇ δόξῃ τοὺς ὁμοίους καλύπτειν. οὐ χρὴ δὲ θαυμάζειν, εἰ καὶ τὰ παρ’ Ἑβραίοις δόγματα δυνατὸν εἶναί φαμεν ἐσκευωρῆσθαι αὐτοῖς, ὅτε μὴ μόνον τὰ λοιπὰ τῶν μαθημάτων Αἰγυπτίους καὶ Χαλδαίους τά τε ἄλλα τῶν βαρβάρων ἐθνῶν συνίστανται ἀποσυλήσαντες, ἀλλ’ εἰσέτι καὶ νῦν ἁλίσκονται τὰς σφῶν αὐτῶν ἐν συγγράμμασι φιλοτι-μίας ἀποστεροῦντες ἀλλήλους. τὰς γοῦν τῶν πέλας ὁ καθ’ εἷς αὐτῶν λέ-ξεις ὁμοῦ καὶ διανοίας καὶ ὅλας λόγων συντάξεις ὑποκλέψας ὡς ἐπ’ οἰκείοις πόνοις ἐσεμνύνατο. μηδὲ τοῦτον δ’ ὑπολάβῃς ἐμὸν εἶναι τὸν λόγον· αὐτῶν γὰρ τῶν πανσόφων ἀκούσῃ πάλιν τῆς ἐν λόγοις κλοπῆς ἀλλήλους ἀπελεγχόν-των. τοῦτο δέ γε αὐτό, ἐπείπερ ἅπαξ ὡρμήθημεν, ἀναγκαῖον πρῶτον ἁπάντων συνιδεῖν εἰς ἔλεγχον τοῦ τῶν δηλουμένων τρόπου. ὁ μὲν οὖν ἡμέ-τερος Κλήμης ἐν ἕκτῳ Στρωματεῖ τὴν περὶ τούτου σύστασιν εἰς πλάτος ἀπηύθυνε. τούτου δέ μοι πρώτου λαβὼν ἀνάγνωθι τὰς τοιάσδε φωνάς· β. ΚΛΗΜΕΝΤΟΣ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΕΛΛΗΝΙΚΩΝ ΣΥΓΓΡΑΦΕΩΝ ΚΛΟΠΗΣ Παραστήσαντες δὲ τὴν ἔμφασιν τῆς Ἑλληνικῆς ἐπινοίας ἐκ τῆς διὰ τῶν γραφῶν εἰς ἡμᾶς δεδομένης ἀληθείας περιαυγασθεῖσαν, καθ’ ὃ σημαινόμενον διήκειν εἰς αὐτοὺς τὴν κλοπὴν τῆς ἀληθείας ἐκδεχόμενοι, εἰ μὴ ἐπαχθὲς εἰπεῖν, ἀπεδείξαμεν, φέρε μάρτυρας τῆς κλοπῆς αὐτοὺς καθ’ αὑτῶν παραστήσωμεν τοὺς Ἕλληνας. οἱ γὰρ τὰ οἰκεῖα οὕτως ἄντικρυς παρ’ ἀλλήλων ὑφαιρού-μενοι βεβαιοῦσι μὲν τὸ κλέπται εἶναι, σφετερίζεσθαι δ’ ὅμως καὶ ἄκοντες τὴν παρ’ ἡμῶν ἀλήθειαν εἰς τοὺς ὁμοφύλους λάθρα διαδείκνυνται. οἱ γὰρ μηδὲ ἑαυτῶν, σχολῇ γ’ ἂν τῶν ἡμετέρων ἀφέξονται. καὶ τὰ μὲν κατὰ φιλοσο-φίαν σιωπήσομαι δόγματα, αὐτῶν ὁμολογούντων ἐγγράφως τῶν τὰς αἱρέσεις διανενεμημένων, ὡς μὴ ἀχάριστοι ἐλεγχθεῖεν παρὰ Σωκράτους εἰληφέναι τὰ κυριώτατα τῶν δογμάτων· ὀλίγοις δὲ τῶν καθωμιλημένων καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκίμων ἀνδρῶν χρησάμενος μαρτυρίοις τὸ κλεπτικὸν διελέγξας εἶδος αὐτῶν, διαφόροις τοῖς χρόνοις καταχρώμενος, ἐπὶ τὰ ἑξῆς τρέψομαι. Ταῦθ’ ὡς ἐν προοιμίοις φήσας τοὺς ἐλέγχους ἑξῆς ἐπάγει, παντοίαις κεχρημένος ἀποδείξεσι καὶ πρώτους γε τοὺς ποιητὰς τὰ παρὰ τῶν ὁμοίων κεκλοφέναι διὰ παραθέσεως τῶν ἑκάστου φωνῶν εὐθύνει. εἶθ’ ἑξῆς ἐπιλέγει ταῦτα· Ὡς δὲ μὴ ἄμοιρον τήν τε φιλοσοφίαν τήν τε ἱστορίαν, ἀλλὰ μηδὲ τὴν ῥητορικὴν τοῦ ὁμοίου ἐλέγχου περιίδωμεν, καὶ τούτων ὀλίγα παραθέσθαι εὔλογον. Εἶτ’ ἀκολούθως Ὀρφέως, Ἡρακλείτου, Πλάτωνος, Πυθαγόρου, Ἡροδό-του, Θεοπόμπου, Θουκυδίδου, Δημοσθένους, Αἰσχίνου, Λυσίου, Ἰσοκράτους, μυρίων ἄλλων παρατίθησιν ὧν περιττὸν ἐμὲ καταλέγειν τὰς φωνάς, προ-κειμένης τῆς τἀνδρὸς γραφῆς, ἐν ᾗ μετὰ τοὺς ἐλέγχους τῶν εἰρημένων ταῦτα πάλιν φησίν· Αἱ μὲν οὖν ἰδέαι τῆς κατὰ διάνοιαν Ἑλληνικῆς κλοπῆς εἰς ὑπόδειγμα ἐναργὲς τῷ διορᾶν δυναμένῳ τοιαίδε οὖσαι ἅλις ἔστωσαν. ἤδη δὲ οὐ τὰς διανοίας μόνον καὶ τὰς λέξεις ὑφελόμενοι καὶ παραφράσαντες ἐφωράθησαν, ὡς δειχθή-σονται, αὐτοτελῶς δὲ τὰ ἑτέρων ὑφελόμενοι ὡς ἴδια ἐξήνεγκαν, καθάπερ Εὐ-γ[ρ]άμμων ὁ Κυρηναῖος ἐκ Μουσαίου τὸ Περὶ Θεσπρωτῶν βιβλίον ὁλόκληρον. Αὖθις δὲ τούτοις ἐπαγαγὼν πλείους ἀποδείξεις τοῦ λόγου πάλιν τελευ-τῶν προστίθησι τάδε· Ἐπιλείψει με ὁ βίος, εἰ καθ’ ἕκαστον ἐπεξιέναι πειρῴμην τὴν Ἑλληνι-κὴν διελέγχων φίλαυτον κλοπὴν καὶ ὡς σφετερίζονται τὴν εὕρεσιν τῶν παρ’ αὐ-τοῖς καλλίστων δογμάτων, ἣν παρ’ ἡμῶν εἰλήφασιν. ἤδη δὲ οὐ μόνον ὑφαι-ρούμενοι τὰ δόγματα παρὰ τῶν βαρβάρων διελέγχονται, ἀλλὰ καὶ προσέτι ἀπομιμούμενοι τὰ παρ’ ἡμῖν ἄνωθεν ἐκ τῆς θείας δυνάμεως διὰ τῶν ἁγίως βεβιωκότων εἰς τὴν ἡμετέραν ἐπιστροφὴν παραδόξως ἐνεργούμενα, Ἑλληνικῇ μυθολογίᾳ τερατευόμενοι. καὶ δὴ πευσόμεθα παρ’ αὐτῶν ἤτοι ἀληθῆ ταῦτά ἐστιν, ἃ ἱστοροῦσιν, ἢ ψευδῆ. ψευδῆ μὲν οὐκ ἂν φήσαιεν· οὐ γὰρ ἂν κα-ταψηφίσαιντο ἑαυτῶν ἑκόντες τὴν μεγίστην εὐήθειαν, τὸ ψευδῆ συγγράφειν· ἀληθῆ δ’ εἶναι ἐξ ἀνάγκης ὁμολογήσαιεν. καὶ πῶς ἔτι ἄπιστα αὐτοῖς κατα-φαίνεται τὰ διὰ Μωσέως καὶ τῶν ἄλλων προφητῶν τεραστίως ἐπιδεδειγμένα; πάντων γὰρ ἀνθρώπων ὁ παντοκράτωρ κηδόμενος θεὸς τοὺς μὲν ἐντολαῖς, τοὺς δ’ ἀπειλαῖς, ἔστι δ’ οὓς σημείοις τεραστίοις, ἐνίους δὲ ἠπίοις ἐπαγγελίαις ἐπιστρέφει πρὸς σωτηρίαν. πλὴν ἀλλ’ οἱ Ἕλληνες, αὐχμοῦ ποτὲ τὴν Ἑλλάδα πολυχρονίως φθείροντος καὶ ἐπεχούσης ἀγονίας καρπῶν, οἱ καταλειφθέντες, φασί, διὰ λιμὸν ἱκέται παραγενόμενοι εἰς Δελφοὺς ἤροντο τὴν Πυθίαν πῶς ἂν ἀπαλλαγεῖεν τοῦ δεινοῦ. μίαν δ’ αὐτοῖς ἔχρησεν ἀπαλλαγὴν τῆς συμφορᾶς, εἰ χρήσαιντο τῇ Αἰακοῦ εὐχῇ. πεισθεὶς
TUS PREPAR. EVANG. LIB. X. ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΒΙΒΛΙΟΝ ΔΕΚΑΤΟΝ. ΤΑΔΕ ΠΕΡΙΕΧΕΙ ΤΟ ΔΕΚΑΤΟΝ ΒΙΒΛΙΟΝ. Ως παρὰ βαρβάρων εἰς Ἕλληνας τὰ σεμνὰ τῶν μαθημάτων παρῆλθε, καὶ περὶ τῆς 'Εβραίων ἀρχαιότητος. β. Κλήμεντος, Περὶ τῆς τῶν Ἑλληνικῶν συγ γραφέων κλοπής. γ. Πορφυρίου, Περὶ τοῦ κλέπτας εἶναι τοὺς Ἕλ ληνας, ἀπὸ τοῦ α' τῆς Φιλολογίας ἀκροά σεως. δ. Οτι μὴ ἀλόγως τὴν παρ' Εβραίοις θεολογίας τῆς Ἑλληνικῆς φιλοσοφίας προτετιμήκα- μεν. ε. Οτι τὰ πάντα παρὰ βαρβάρων οἱ Ἕλληνες ὠφέληνται. Περὶ τοῦ αὐτοῦ, ἀπὸ τῶν Κλήμεντος. ζ. Ιωσήπου περὶ τοῦ αὐτοῦ. *. Διοδώρου τοῦ τὰς Βιβλιοθήκας συγγράψαν. τος, περὶ τοῦ αὐτοῦ. ν. Περὶ τῆς ἀρχαιότητος Μωσέως, καὶ τῶν παρ' Εβραίοις προφητών. Γ. Αφρικανοῦ, περὶ τοῦ αὐτοῦ. κ'. Τατιανού, περὶ τοῦ αὐτοῦ. ι6'. Κλήμεντος, περὶ τοῦ αὐτοῦ. γ. Ἰωσήπου, περὶ τοῦ αὐτοῦ. . Ὡς ἁπάσης τῆς παρ᾽ Ἑβραίοις ἱστορίας νεώτεροι τυγχάνουσι τῶν παρ' "Ελλησι φιλο σόφων οι χρόνοι. ΚΕΦΑΛΑΙΟΝ Α'. Ως παρὰ βαρβάρων εἰς Ελληνας τὰ σεμνὰ τῶν μαθημάτων παρῆλθε, καὶ περὶ τῆς Ἑβραίων ἀρχαιότητος. Τίσι ποτὲ λόγοις τὴν καθ᾽ Ἑβραίους φιλοσοφίαν τῆς Ἑλληνικῆς προτετιμήκαμεν, ὁποίοις τε λογι- σμοῖς τὰς παρὰ τοῖς ἀνδράσιν ἱερὰς βίβλους ἀπεδε ξάμεθα, προδιειληφότες· κάπειτα καὶ αὐτοὺς τοὺς Έλληνας μὴ ἀγνοῆσαι τοὺς ἄνδρας, μνημονεῦσαι δὲ ὀνομαστὶ, καὶ τὸν βίον καταπλαγήναι, τῆς τε βασι λικῆς μητροπόλεως καὶ τῆς λοιπῆς αὐτῶν ἱστορίας πολὺν πεποιῆσθαι λόγον παραστήσαντες· φέρε ἐπι- θεωρήσωμεν, ὡς οὐ μόνον τῶνδε γραφῆς ἠξίωσαν τὴν μνήμην, ἀλλὰ καὶ τῆς ὁμοίας αὐτοῖς διδασκα λίας τε καὶ μαθήσεως, ἔν τισι τῶν εἰς βελτίωσιν ψυ χῆς συντεινόντων δογμάτων, ζηλωταὶ κατέστησαν. ὺς μὲν οὖν τὰ λοιπὰ τῶν μαθημάτων, ἄλλοθεν ἄλ- λος τῶν θαυμαστῶν Ἑλλήνων, τοὺς βαρβάρους ἐκε περιιών, συνελέξατο γεωμετρίαν, ἀριθμητικήν, μου σικήν, ἀστρονομίαν, ἰατρικὴν, αυτά τε τὰ πρῶτα τῆς γραμματικής στοιχεία, μυρίας τε ἄλλας τεχνικὰς καὶ βιωφελεῖς ἐπιτηδεύσεις, αὐτίκα μάλα παρα- * ποιήσασθαι. τ PRÆPARATIONIS EVANGELICÆ LIBER DECIMUS. forte add. A C DECIMI LIBRI CAPITA. cos traducias esse, ac de antiquitate Hebræorum. auditu. Græcorum philosophiæ prætulerimus. rem. Græcorum philosophorum ætatem. CAPUT I. Eximias quasque disciplinas a barbaris ad Græcos traductus esse, ac de antiquitate Hebræorum. Quibus tandem adducti permotique rationibus philosophiam Hebræorum Græcæ prætulerimus, quove consilio sacras eorum litteras susceperimus, cum a nobis hactenus explicatum fuerit, ostensum- que præterea, ne Græcis quidem ignotum genus il- lud hominum fuisse, quippe qui nominatim eorum meminerint, vitæ rationes mirum in modum præ- dicarint; postremo cum de regia ipsorum metropo- li, tum etiam de rebus cæteris plurimam fecerint mentionen : age videamus quoque deinceps, quem- admodum non. suis modo scriptis eorum memo- riam celebrare voluerint, sed etiam in plerisque decretis ad animorum conformationein pertinenti- bus, affinem iis geminamque doctrinam æmulari. Et quidem ut reliquas artes, geometriam, musicam, astronomiam, medicinam, primaque adeo gramma - tices elementa, rerumque aliarum partim cum ar- tificio conjunctarum, partim humanæ vitæ utilium 1. Eximias quasque disciplinas a Barbaris ad Græ- 2. Εx Clemente, De Græcorum scriptorum furtis. 3. Græcos fures esse, ex Porphyrii primo, De erudito 4. Quod non sine causa, Hebræorum theologiam 5. Nihil non a barbaris Gracos accepisse. 6. In eamdem sententiam, Clementis verba. 7. Ex Josepho in eamdem sententiam, 8. Εx Diodoro Bibliothecarum scriplore, eamdem in 9. De Moysis et prophetarum Hebræorum antiquuate. 40. De eadem ex Africano. 11. De eadem, ex Taliano. 12. De eadem,ex Clemente. 13. De eadem, ex Josepho. 14. Universa Hebræorum historia recentiorem fuisse
PG 21:771οὖν αὐτοῖς Αἰακὸς ἀνελθὼν ἐπὶ τὸ Ἑλληνικὸν ὄρος, τὰς καθαρὰς χεῖρας ἐκτείνας εἰς οὐρανὸν κοινὸν ἀποκαλέσας πατέρα τὸν θεὸν ηὔξατο οἰκτεῖραι αὐτὸν τετρυχωμένην τὴν Ἑλλάδα. ἅμα δὲ εὐχομένου βροντὴ ἐξαίσιος ἐπε-κτύπει καὶ πᾶς ὁ πέριξ ἀὴρ ἐνεφοῦτο· λάβροι δὲ καὶ συνεχεῖς ὄμβροι καταρραγέντες ὅλην ἐπλήρωσαν τὴν χώραν. ἐντεῦθεν ἄφθονος καὶ πλουσία τελεσφο-ρεῖται εὐκαρπία, ταῖς Αἰακοῦ γεωργηθεῖσα εὐχαῖς. Καὶ ἐπεκαλέσατο, φησί, Σαμουὴλ τὸν κύριον, καὶ ἔδωκε κύριος φωνὰς καὶ ὑετὸν ἐν ἡμέρᾳ θερι-σμοῦ.3 ὁρᾷς ὅτι ὁ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους διὰ τῶν ὑποτεταγμένων δυνάμεων καὶ τὰ ἑξῆς. Τούτοις μυρία συνάψας ὁ Κλήμης κλέπτας γεγονέναι τοὺς Ἕλληνας ἀναμφιλέκτοις ἐλέγχοις κατεφώρασεν. εἰ δέ σοι μὴ πιστὸς οὗτος, ἅτε τῆς Ἑλληνικῆς καὶ αὐτὸς τὴν βάρβαρον ὁμοίως ἡμῖν προτετιμηκὼς φιλοσοφίαν, καὶ δὴ ἐάσθω, καίπερ οὐκ οἰκείαις φωναῖς, ταῖς δ’ αὐτῶν Ἑλλήνων ἀπευ-θύνας τὸν λόγον. τί δ’ ἂν εἴποις, εἰ τὰ ὅμοια καὶ παρ’ αὐτῶν μάθοις τῶν γενναίων σου φιλοσόφων; δέχου δῆτα καὶ τούτων τὰς μαρτυρίας· γ. ΠΟΡΦΥΡΙΟΥ ΠΕΡΙ ΤΟΥ ΚΛΕΠΤΑΣ ΕΙΝΑΙ ΤΟΥΣ ΕΛΛΗΝΑΣ· ΑΠΟ ΤΟΥ ΠΡΩΤΟΥ ΤΗΣ ΦΙΛΟΛΟΓΟΥ ΑΚΡΟΑΣΕΩΣ Τὰ Πλατώνεια ἑστιῶν ἡμᾶς Λογγῖνος Ἀθήνησι κέκληκεν ἄλλους τε πολλοὺς καὶ Νικαγόραν τὸν σοφιστὴν καὶ Μαί̈ορα Ἀπολλώνιόν τε τὸν γραμ-ματικὸν καὶ Δημήτριον τὸν γεωμέτρην Προσήνην τε τὸν Περιπατητικὸν καὶ τὸν Στωϊκὸν Καλλιέτην. μεθ’ ὧν ἕβδομος αὐτὸς κατακλινείς, τοῦ δείπνου προκόπτοντος καί τινος ζητήσεως περὶ Ἐφόρου ἐν τοῖς ἄλλοις γενομένης· Ἀκούσωμεν, ἔφη, τίς ὁ περὶ Ἐφόρου θόρυβος.3 ἦσαν δ’ οἱ ζητοῦντες Καύ̈-στριός τε καὶ Μάξιμος· ὁ μὲν γὰρ αὐτὸν καὶ Θεοπόμπου προὐτίθει, ὁ δὲ Καύ̈-στριος κλέπτην ἀπεκάλει. Καὶ τί γὰρ Ἐφόρου ἴδιον, [ἔφη], ἐκ τῶν Δαϊμάχου καὶ Καλλισθένους καὶ Ἀναξιμένους αὐταῖς λέξεσιν ἔστιν ὅτε τρισχι-λίους ὅλους μετατιθέντος στίχους; πρὸς ὃν ὁ γραμματικὸς Ἀπολλώνιος ἔφη· Οὐ γὰρ ἔγνως ὅτι καὶ τὸν Θεόπομπον, ὃν σὺ προτιμᾷς, κατείληφε τουτὶ τὸ πάθος, ἐν μὲν τῇ ἑνδεκάτῃ τῶν Περὶ Φίλιππον ἐκ τοῦ Ἰσοκράτους Ἀρεο-παγιτικοῦ μεταγράψαντα αὐτοῖς ὀνόμασιν ἐκεῖνα, ὅτι τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν αὐτὸ καθ’ αὑτὸ παραγίνεται τοῖς ἀνθρώποις,3 καὶ τὰ ἑξῆς. καί-τοι ὑπερφρονεῖ τὸν Ἰσοκράτην καὶ νενικῆσθαι ὑφ’ ἑαυτοῦ λέγει κατὰ τὸν ἐπὶ Μαυσώλῳ ἀγῶνα τὸν διδάσκαλον. πραγμάτων δ’ ὑφαίρεσιν πεποίηται, μετα-θεὶς τὰ ἐπ’ ἄλλων ἄλλοις, ἵνα καὶ ψεύστης ἁλῷ τοῦτον τὸν τρόπον. Ἄνδρω-νος γὰρ ἐν τῷ Τρίποδι περὶ Πυθαγόρου τοῦ φιλοσόφου τὰ περὶ τὰς προρρή-σεις ἱστορηκότος εἰπόντος τε ὡς διψήσας ποτὲ ἐν Μεταποντίῳ καὶ ἔκ τινος φρέατος ἀνιμήσας καὶ πιὼν προεῖπεν, ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμός, καὶ ἕτερά τινα τούτοις ἐπαγαγὼν ἐπιλέγει· Ταῦτ’ οὖν τοῦ Ἄνδρωνος περὶ Πυθαγόρου ἱστορηκότος πάντα ὑφείλετο Θεόπομπος· εἰ μὲν περὶ Πυθαγόρου λέγων, τάχα ἂν καὶ ἕτεροι ἠπίσταντο περὶ αὐτοῦ καὶ ἔλεγον· Ταῦτα καὶ αὐτὸς εἶπεν· νῦν δὲ τὴν κλοπὴν δήλην πεποίηκεν ἡ τοῦ ὀνόματος μετάθεσις· τοῖς μὲν γὰρ πράγμασι κέχρηται τοῖς αὐτοῖς, ἕτερον δ’ ὄνομα μετενήνοχε· Φερε-κύδην γὰρ τὸν Σύριον πεποίηκε ταῦτα προλέγοντα. οὐ μόνον δὲ τούτῳ τῷ ὀνόματι ἀποκρύπτει τὴν κλοπήν, ἀλλὰ καὶ τόπων μεταθέσει. τό τε γὰρ περὶ τῆς προρρήσεως τοῦ σεισμοῦ ἐν Μεταποντίῳ ὑπ’ Ἄνδρωνος ῥηθὲν ἐν Σύρ[ι]ῳ εἰρῆσθαί φησιν ὁ Θεόπομπος τό τε περὶ τὸ πλοῖον οὐκ ἀπὸ Μεγάρων τῆς Σικελίας, ἀπὸ δὲ Σάμου φησὶ θεωρηθῆναι· καὶ τὴν Συβάρεως ἅλωσιν ἐπὶ τὴν Μεσσήνης μετέθηκεν. ἵνα δέ τι δοκῇ λέγειν περιττόν, καὶ τοῦ ξένου προστέθεικε τοὔνομα, Περίλαον αὐτὸν καλεῖσθαι λέγων.3 Κἀγώ, φησὶν ὁ Νικαγόρας, ταῖς Ἑλληνικαῖς ἐντυγχάνων αὐτοῦ τε καὶ τοῦ Ξενοφῶν-τος πολλὰ τοῦ Ξενοφῶντος αὐτὸν μετατιθέντα κατείληφα, καὶ τὸ δεινόν, ὅτι ἐπὶ τὸ χεῖρον. τὰ γοῦν περὶ τῆς Φαρναβάζου πρὸς Ἀγησίλαον συνόδου δι’ Ἀπολλοφάνους τοῦ Κυζικηνοῦ καὶ τὰς ἀμφοῖν πρὸς ἀλλήλους ἐνσπόνδους διαλέξεις, ἃς ἐν τῇ τετάρτῃ Ξενοφῶν ἀνέγραψε πάνυ χαριέντως καὶ πρεπόν-τως ἀμφοῖν, εἰς τὴν ἑνδεκάτην τῶν Ἑλληνικῶν μεταθεὶς ὁ Θεόπομπος ἀργά τε καὶ ἀκίνητα πεποίηκε καὶ ἄπρακτα. λόγου γὰρ δύναμιν καὶ διὰ τὴν κλοπὴν ἐξεργασίαν ἐμβάλλειν καὶ ἐπιδείκνυσθαι σπουδάζων βραδὺς καὶ μέλλων καὶ ἀναβαλλομένῳ ἐοικὼς φαίνεται καὶ τὸ ἔμψυχον καὶ ἐνεργὸν τὸ Ξενοφῶντος διαφθείρων.3 Ταῦτ’ εἰπόντος τοῦ Νικαγόρου ὁ Ἀπολλώνιος· Καὶ τί θαυμά-ζομεν, ἔφη, εἰ Θεοπόμπου καὶ Ἐφόρου τὸ τῆς κλοπῆς πάθος ἥψατο, ἀργο-τέρων οὕτως ἀνδρῶν, ὅπου γε καὶ Μένανδρος τῆς ἀρρωστίας ταύτης ἐπλή-σθη, ὃν ἠρέμα μὲν ἤλεγξε διὰ τὸ ἄγαν αὐτὸν φιλεῖν Ἀριστοφάνης ὁ γραμμα-τικὸς ἐν ταῖς Παραλλήλοις αὐτοῦ τε καὶ ἀφ’ ὧν ἔκλεψεν ἐκλογαῖς; Λατῖνος δ’ ἓξ βιβλίοις, ἃ ἐπέγραψε Περὶ τῶν οὐκ ἰδίων Μενάνδρου, τὸ πλῆθος αὐτοῦ τῶν κλοπῶν ἐξέφηνε· καθάπερ ὁ Ἀλεξανδρεὺς Φιλόστρατος Περὶ τῆς τοῦ Σοφοκλέους κλοπῆς πραγματείαν κατεβάλετο. Κεκίλιος δέ, ὥς τι μέγα πεφωρα-κώς, ὅλον δρᾶμα ἐξ ἀρχῆς εἰς τέλος Ἀντιφάνους, τὸν Οἰωνιστήν, μεταγράψαι φησὶ τὸν Μένανδρον εἰς τὸν Δεισιδαίμονα.3 Ἐπεὶ δὲ τοὺς κλέπτας ἔδοξεν οὐκ οἶδ’ ὅπως ὑμῖν, φησίν, εἰς τὸ μέσον ἀγαγεῖν, μηνύω καὐτὸς Ὑπερείδην τὸν καλὸν πολλὰ παρὰ Δημοσθένους κεκλοφότα ἔν τε τῷ Πρὸς Διώνδαν λόγῳ κἀν τῷ Περὶ τῶν Εὐβούλου δωρεῶν. καὶ ὅτι μὲν ὁ ἕτερος παρὰ τοῦ ἑτέρου μετέθηκε πρόδηλον· συγχρονούντων δ’ αὐτῶν, ὑμῶν μὲν ἂν εἴη ἔργον, φησίν, ὦ Ἀπολλώνιε, ἐκ τῶν χρόνων ἀνιχνεῦσαι τὸν κλέπτην. ἐγὼ δὲ ὑποπτεύω μὲν τὸν ὑφῃρημένον εἶναι τὸν Ὑπερείδην· ἀδήλου δὲ ὄντος ὁπότερος, ἄγαμαι μὲν Δημοσθένην, εἰ λαβὼν παρὰ Ὑπερείδου πρὸς δέον διώρθωσε· μέμφομαι δὲ τὸν Ὑπερείδην, εἰ λαβὼν παρὰ Δημοσθένους πρὸς τὸ χεῖρον διέστρεψε.3 Καὶ μετὰ βραχέα φησί· Καὶ τί ὑμῖν λέγω ὡς τὰ Βαρβαρικὰ νόμιμα Ἑλλανίκου ἐκ τῶν Ἡροδό-του καὶ Δαμάς[τ]ου συνῆκται; ἢ ὡς Ἡρόδοτος ἐν τῇ δευτέρᾳ πολλὰ Ἑκαταίου τοῦ Μιλησίου κατὰ λέξιν μετήνεγκεν ἐκ τῆς Περιηγήσεως, βραχέα παρα-ποιήσας, τὰ τοῦ Φοίνικος ὀρνέου καὶ περὶ τοῦ ποταμίου ἵππου καὶ τῆς θήρας τῶν κροκοδείλων; ἢ ὡς τὰ περὶ βασάνων εἰρημένα παρ’ Ἰσαίῳ ἐν τῷ Περὶ τοῦ Κίλωνος κλήρου καὶ παρὰ Ἰσοκράτει ἐν τῷ Τραπεζιτικῷ κεῖται καὶ παρὰ τῷ Δημοσθένει ἐν τῷ Κατὰ Ὀνήτορος ἐξούλης σχεδὸν διὰ τῶν αὐτῶν εἴρηται; ἢ ὡς Δείναρχος ἐν τῷ πρώτῳ Κατὰ Κλεομέδοντος αἰκίας πολλὰ μετενήνοχεν αὐτοῖς ὀνόμασιν ἐκ τοῦ Δημοσθένους Κατὰ Κόνωνος αἰκίας; ἢ ὡς Ἡσιόδου οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληί̈ζετ’ ἄμεινον τῆς ἀγαθῆς, τῆς δ’ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο ταύτην τὴν διάνοιαν Σιμωνίδης ἐν τῷ ἑνδεκάτῳ μετήνεγκε λαβὼν οὕτως· γυναικὸς οὐδὲν χρῆμ’ ἀνὴρ ληί̈ζεται ἄμεινον ἐσθλῆς οὐδὲ ῥίγιον κακῆς, Εὐριπίδης δὲ ἐν Μελανίππῃ τῇ δεσμώτιδι· τῆς μὲν κακῆς κάκιον οὐδὲν γίνεται γυναικός, ἐσθλῆς δ’ οὐδὲν εἰς ὑπερβολὴν πέφυκ’ ἄμεινον· διαφέρουσι δ’ αἱ φύσεις. τοῦ δὲ Εὐριπίδου εἰπόντος· γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν, Θεοδέκτης ἐν Ἀλκμαίωνί φησι·
ραν ἐπιστροφὴν παραδόξως ενεργούμενα, Ελληνική μυθολογία (6) τερατευόμενοι. Καὶ δὴ, πευσόμεθα γὰρ αὐτῶν, ἤτοι ἀληθῆ ταῦτά ἐστιν, ὁ ἱστοροῦσιν, ἢ ψευδή. Ψευδῆ μὲν οὐκ ἂν φήσαιεν· οὐ γὰρ ἂν κατα- ψηφίσαιντο ἑαυτῶν ἑκόντες τὴν μεγίστην ευήθειαν, τὸ ψευδή συγγράφειν· ἀληθῆ δ᾽ εἶναι ἐξ ἀνάγκης ὁμολο- γήσαιεν. Καὶ πῶς ἔτι ἄπιστα αὐτοῖς καταφαίνεται τὰ διὰ Μωσέως, καὶ τῶν ἄλλων προφητῶν τεραστίως ἐπιδεδειγμένα ; Πάντων γὰρ ἀνθρώπων ὁ παντοκρά τωρ κηδόμενος θεὸς, τοὺς μὲν ἐντολαῖς, τοὺς δ᾽ ἀπει λαῖς, ἔστι δ' οὓς σημείοις τεραστίοις, ἐνίους δὲ ἡ πίοις ἐπαγγελίαις ἐπιστρέφει προς σωτηρίαν. Πλὴν ἀλλ' οι Ἕλληνες, αὐχμοῦ ποτε τὴν Ἑλλάδα πολυχρονίως φθείροντος, καὶ ἐπεχούσης ἁγονίας καρπῶν, οἱ κάτα λειφθέντες, φασὶ, διὰ λιμὸν ἱκέται παραγενόμενοι εἰς Δελφούς, ἤροντο τὴν Πυθίαν, πῶς ἂν ἀπαλλαγεῖεν τοῦ δεινοῦ. Μίαν δ᾽ αὐτοῖς ἔχρησεν ἀπαλλαγὴν τῆς συμφορᾶς, εἰ χρήσαιντο τῇ Αἰακοῦ εὐχῇ. Πεισθεὶς οὖν αὐτοῖς Αἰακὸς, ἀνελθὼν ἐπὶ τὸ ὄρος τὸ Ἑλλην κὸν, τὰς καθαρὰς χεῖρας ἐκτείνας εἰς οὐρανὸν, κοι- νὸν ἐπικαλέσας πατέρα τὸν Θεὸν, ηύξατο οἰκτεῖρας αὐτὸν τετρυχωμένην τὴν Ἑλλάδα. Αμα δὲ εὐχομέ νου, βροντὴ ἐξαίσιος ὑπεκτύπει, καὶ πᾶς ὁ πέριξ ἀὴρ ἐνεφοῦτο· λάβροι δὲ καὶ συνεχεῖς ὄμβροι, καταρ φαγέντες, ὅλην ἐπλήρωσαν τὴν χώραν. Ἐντεῦθεν ἄφθονος καὶ πλουσία τελεσφορείται εὐκαρπία ταῖς Αἰακοῦ γεωργηθεῖσα εὐχαῖς. «Καὶ ἐπεκαλέσατο, ο φησί, ο Σαμουήλ τὸν Κύριον, καὶ ἔδωκε Κύ ριος φωνάς, καὶ ὑετὸν ἐν ἡμέρᾳ θερισμού. Οράς, ὅτι ὁ «βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους διὰ τῶν ὑποτεταγμένων δυνάμεων ; » Καὶ τὰ ἑξῆς. Τούτοις μυρία συνάψας ὁ Κλήμης, κλέπτας γεγονέναι τοὺς Έλληνας ἀναμφιλέκτοις ἐλέγχοις κατεφώρασεν. Εἰ δέ σοι μὴ πιστὸς οὗτος, ἅτε τῆς Ἑλληνικῆς καὶ αὐτ τὸς τὴν βάρβαρον ὁμοίως ἡμῖν προτετιμηκώς φιλοσο φίαν· καὶ δὴ ἐάσθω, καίπερ οὐκ οἰκείαις φωναῖς, ταῖς δ᾽ αὐτῶν Ἑλλήνων ἀπευθύνας τὸν λόγον. Τί δ' ἂν εἴποις, εἰ τὰ ὅμοια καὶ παρ' αὐτῶν μάθοις τῶν γενναίων σου φιλοσόφων; Δέχου δῆτα και τούτων τὰς μαρτυρίας. Α πι, 18. @ ΚΕΦΑΛΑΙΟΝ Γ'. Πορφυρίου, περὶ τοῦ κλέπτας εἶναι τοὺς Ε.- λήνας, ἀπὸ τοῦ α' τῆς Φιλολογίας ἀκροά σεως. • Τὰ Πλατώνεια ἑστιῶν ἡμᾶς Λογγίνος Αθήνησι. κέκληκεν ἄλλους τε πολλοὺς, καὶ Νικαγόραν τὸν σου φιστὴν, καὶ Μαιύραν, Απολλώνιόν τε τὸν γραμματι κὸν, καὶ Δημήτριον τὸν γεωμέτρην, Προσήνην τε τὸν Περιπατητικὸν, καὶ τὸν Στωϊκὸν Καλιέτην. Μεθ' ὧν ἕβδομος αὐτὸς κατακλιθείς, τοῦ δείπνου προκόπτον τος, καί τινος ζητήσεως περὶ Ἐφόρου ἐν τοῖς ἄλλοις γενομένης, Ακούσωμεν, ἔφη, τίς ὁ περὶ Ἐφόρου θόρυβος. Ησαν δ' οἱ ζητοῦντες Καΐστριός τε καὶ B - EUSEBII CESARIENSIS OPP. PARS II. APOLOGETICA. constituta sumpserunt, pro suis postea venditarint. Nunc vero non satis ipsi barbarorum sen- tentias palam suffurari habuerunt; sed etiam res æmulati nostras, quæ nostri erudiendi causa viri sanctissimi, supra communem hominum opinio- nem, divina vi tanto ante perfecerant, ea Græcarum fabularum monstris induerunt. Enimvero, quære mus ex iis, verane sint an falsa quæ narrant. Falsa utique nunquam esse dixerint ; nec enim sententia sua tantæ se illi stultitiæ damnaverint, ut abs se falsa scribi fateantur. Vera igitur illa esse defen- dent. Cur ergo, quæ a Moyse prophetisque cateris · edita miracula sunt, fidem illis adhuc omnem su- perare videantur? Nam præpotens ille Deus, pro ea qua homines universos cura benevolentiaque complectitur, jussis alios, alios comminationilus, prodigiis etiam nonstrisque nonnullos, quosdara vero blandis promissionibus ad cogitationem salutis adducit. Græci enimvero, cum diuturniore quon- dam æstu Græcia passim exhausta squaleret, et longa frugum omnium inedia premeretur, qui su- perstites adhuc erant, famis, inquiunt, depellendæ causa, Delphos supplices adiere. His, quemadmo- dum tanto malo defungerentur, consulentibus, viam hanc unam Pythia levandæ calamitatis aperuit, si Laci precibus uterentur. Quibus ille obsecundans, aliquem in Græciæ montem conscendit ibique pu- ris in coelum manibus sublatis, communem Deum, uti eum perditæ Græciæ commiseratio caperet, oh- secravit. Precibus ille dum instaret, ingens illico tonitru exaudiri, nubibus circum undique obduci cœlum, immensa continuaque vis imbrium vasto impetu regionem universam inundare. Inde beata messis exsistens, Æaci culta sataque precibus, ad latam maturitatem perducitur. Nimirum, inquit Scriptura, invocavit Samuel Dominum, deditque Dominus voces et pluviam in die messis 01. Vides unum esse Deum, qui per subjectas virtutes ‹ pluit, super justos et injusto?? › Et quæ sequun- tur. Infinita quippe subjungit Clemens, quibus tanquam certissimis probationibus Græcorum furta manifeste coarguit. Qui si tibi forte suspectus eril, quod perinde ac nos barbarorum philosophiam Græcæ prætulerit ipse quoque omittatur ille quidem, tametsi non suis, sed Græcorum ipsorum vocibus hanc disputationem instruxerit. Quid responde- bis porro, si affinia prorsus ac gemina ex suis illis præstantibus egregiisque philosophis audieris. Age- sis ergo, et illorum etiam accipe testimonia. CAPUT III. Græcos fures esse, ex Porphyrii primo, De erudito auditu. • Athenis, inquit, ad celebrandam Platonis me- moriam convivio nos Longinus exceperat, interque complures alios, Nicagoram sophistam, Mæoram, Apollonium grammaticum, Demetrium geometram, Prosenem Peripateticum et Calietem Stoicum invi- tarat. Quibuscum septimus ipse accumbebat : qui fervente jam convivio, motaque inter alios de epho- ro questione, Audiamus, inquit, de Ephoro quid turbarum excitetur. Contendebant Caystrius et Reg. D (6) Ελληνική μυθολογία. Melius; ut existimo, quam ap. Clem. Ἑλληνικὴν μυθολογίαν.
PG 21:777σαφὴς μὲν ἐν βροτοῖσιν ὑμνεῖται λόγος, ὡς οὐδέν ἐστιν ἀθλιώτερον φυτὸν γυναικός. οὗτος οὐ μόνον τὴν ἐπιβολὴν ἐκεῖθεν εἴληφεν, ἀλλὰ καὶ ταῖς λέξεσιν αὐταῖς συγκέχρηται· καὶ ἠθέλησεν αὐτὸ πανούργως παροιμιακὸν μᾶλλον εἶναι καὶ ὡς ὑπὸ πολλῶν λεγομένῳ συγκεχρῆσθαι ἢ δοκεῖν εἰληφέναι παρὰ τοῦ γεγεν-νηκότος. ὁ δ’ Ἀντίμαχος τὰ Ὁμήρου κλέπτων παραδιορθοῖ. Ὁμήρου γὰρ εἰπόντος· Ἴδεώ θ’ ὃς κάρτιστος ἐπιχθονίων γένετ’ ἀνδρῶν Ἀντίμαχος λέγει· Ἴδεώ θ’ ὃς κάρτιστος ἐπιχθονίων ἦν ἀνδρῶν· καὶ Λυκόφρων ἐπαινεῖ τὴν μετάθεσιν, ὡς δι’ αὐτῆς ἐστ[ηρ]ιγμένου τοῦ στί-χου. τὸ γὰρ τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Διομήδης σιγῶ, Ὁμήρου κωμῳδηθέντος ὑπὸ Κρατίνου διὰ τὸ πλεονάσαι ἐν τῷ τὸν δ’ ἀπαμειβόμενος· ὅπερ οὕτως πεπατημένον οὐκ ὤκνησεν Ἀντίμαχος μεταθεῖναι. τοῦ δὲ λαῶν, οἷσιν ἄνασσε, πατὴρ δ’ ὣς ἤπιος ἦεν Ὁμηρικοῦ ὄντος καὶ πάλιν ἀλλαχοῦ που λεγομένου οἱ δ’ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας, ὁ Ἀντίμαχος μεταθεὶς ἡμιστίχια πεποίηκε λαῶν οἷσιν ἄνασσον ἐκαρτύναντο φάλαγγας. ἀλλ’ ἵνα μὴ καὶ αὐτὸς κλοπῆς ἄλλους αἰτιώμενος κλέπτης ἁλῶ, τοὺς πραγματευσαμένους τὰ περὶ τούτων μηνύσω. Λυσιμάχου μέν ἐστι δύο Περὶ τῆς Ἐφόρου κλοπῆς, Ἀλκαῖος δέ, ὁ τῶν λοιδόρων ἰάμβων καὶ ἐπιγραμμάτων ποιητής, παρῴδηκε τὰς Ἐφόρου κλοπὰς ἐξελέγχων, Πολλίωνος δὲ ἐπιστολὴ πρὸς Σωτηρίδαν Περὶ τῆς Κτησίου κλοπῆς, τοῦ δ’ αὐτοῦ καὶ Περὶ τῆς Ἡροδότου κλοπῆς ἐστι βιβλίον καὶ ἐν τῷ ἐπιγραφομένῳ Ἰχνευταί πολλὰ περὶ Θεοπόμπου λέγεται, Ἀρητάδου τέ ἐστι Περὶ συνεμπτώσεως πραγμα-τεία, ἐξ ὧν τοιαῦτα πολλὰ ἔστι γνῶναι.3 Καὶ μεθ’ ἕτερα· Καὶ ὁ Προσήνης· Τοὺς μὲν ἄλλους, ἔφη, κλέπτας ἐφωράσατε· ὅτι δὲ καὶ αὐτὸς οὗτος ὁ ἥρως Πλάτων, οὗ τὴν ἐπώνυμον ἑορτὴν σήμερον πανηγυρίζο-μεν, πολλοῖς καταχρῆται τῶν πρὸ αὐτοῦ (αἰδοῦμαι γὰρ τῷ τῆς κλοπῆς ὀνό-ματι ἐπὶ τούτου χρῆσθαι), οὐκέτι κατειλήφατε.3 Τί λέγεις;3 ἔφη ὁ Καλλιέτης. Οὐ λέγω μόνον, φησίν, ἀλλὰ καὶ τὴν πίστιν τῷ λόγῳ παρέχω. σπάνια δὲ τὰ τῶν πρὸ τοῦ Πλάτωνος γεγονότων βιβλία, ἐπεὶ ἴσως πλείους ἄν τις ἐφώ-ρασε τοῦ φιλοσόφου. ἐγὼ δ’ οὖν, ᾗ κατὰ τύχην περιπέπτωκα, Πρωταγόρου τὸν Περὶ τοῦ ὄντος ἀναγινώσκων λόγον πρὸς τοὺς ἓν τὸ ὂν εἰσάγοντας τοι-αύταις αὐτὸν εὑρίσκω χρώμενον ἀπαντήσεσιν· ἐσπούδασα γὰρ αὐταῖς λέξεσι τὰ ῥηθέντα μνημονεύειν.3 Καὶ ταῦτ’ εἰπὼν διὰ πλειόνων τίθησι τὰς ἀποδείξεις. ἀλλ’ ὁποῖος μὲν τῶν Ἑλληνικῶν συγγραφέων ὁ τρόπος ὅτι τε οὐδὲ τοῦ καθ’ ἑαυτῶν ἐφείσαντο ἐλέγχου, ἀρκεῖν ἀπὸ μυρίων ἡγοῦμαι τὰ εἰρημένα. ἔτι δὲ εἰς προ-παρασκευὴν τῆς ἀπὸ τῶν Ἑβραϊκῶν λόγων ἐπιρρυείσης εἰς Ἕλληνας ὠφε-λείας εὖ μοι δοκεῖ καὶ ἀναγκαίως καθόλου πᾶσαν ἀποδεῖξαι τὴν βοωμένην Ἑλλήνων παιδείαν τε καὶ φιλοσοφίαν τά τε πρῶτα αὐτῶν μαθήματα καὶ τὰ σεμνὰ τῆς λογικῆς ἐπιστήμης ἀπὸ βαρβάρων αὐτοῖς συμπεφορημένα, ὡς ἂν μηκέθ’ ἡμῖν ἐπιμέμφοιτό τις αὐτῶν, ὅτι δὴ τὴν παρὰ βαρβάροις εὐσέβειάν τε καὶ φιλοσοφίαν τῶν παρ’ αὐτοῖς σεμνῶν προτετιμήκαμεν. δ. ΟΤΙ ΜΗ ΑΛΟΓΩΣ ΤΗΝ ΠΑΡ’ ΕΒΡΑΙΟΙΣ ΘΕΟΛΟΓΙΑΝ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΦΙΛΟΣΟΦΙΑΣ ΠΡΟΤΕΤΙΜΗΚΑΜΕΝ Ὅτι μὴ ἄνευ λόγου σώφρονος δεύτερα θέμενοι τὰ τῆς Ἑλλήνων φιλο-σοφίας τὴν παρ’ Ἑβραίοις θεολογίαν προτετιμήκαμεν, γνοίης ἂν μαθὼν ὡς καὶ αὐτῶν Ἑλλήνων οἱ δὴ μάλιστα ὀρθότερον φιλοσοφίας ἁψάμενοι καί τι πλέον καὶ μεῖζον τῆς πανδήμου περὶ θεῶν ἀκοῆς διανοηθέντες οὐδ’ ἕτερα τῶν παρ’ αὐτοῖς Ἑβραίοις προκεκυρωμένων ἐφεῦρον ἀληθῆ δόγματα. οἱ μὲν γὰρ ἀλληνάλλως ποικίλαις ψευδοδοξίαις ἀπαχθέντες εἰς βυθὸν ἀδολε-σχίας περιετράπησαν, οἱ δέ γε ποσῶς εὐγνώμονι λογισμῷ κεχρημένοι, ἐν οἷς τῆς τἀληθοῦς ἐφήψαντο καταλήψεως, ἐν τούτοις τῆς Ἑβραίων κοινωνοὶ πεφήνασι διδασκαλίας. εἰκὸς γοῦν πολυμαθεῖς γεγονότας τά τε τῶν ἐθ-νῶν νόμιμά τε καὶ μαθήματα περιεργότερον ἐξητακότας, καὶ τὴν τῶν δηλουμέ-νων μὴ ἀγνοῆσαι φιλοσοφίαν, νέους μὲν τῷ χρόνῳ, ὡς ἔπος εἰπεῖν, ἁπάντων οὐχ Ἑβραίων μόνον οὐδέ γε Φοινίκων καὶ Αἰγυπτίων, ἀλλὰ καὶ αὐτῶν τῶν παλαιῶν Ἑλλήνων φύντας. οἷς τὰ μὲν ἐκ Φοινίκης Κάδμος ὁ Ἀγήνορος, τὰ δ’ ἐξ Αἰγύπτου περὶ θεῶν ἢ καί ποθεν ἄλλοθεν, μυστήρια καὶ τελετὰς ξοάνων τε ἱδρύσεις καὶ ὕμνους ᾠδάς τε καὶ ἐπῳδάς, ἤτοι ὁ Θρᾴκιος Ὀρφεὺς ἢ καί τις ἕτερος Ἕλλην ἢ βάρβαρος, τῆς πλάνης ἀρχηγοὶ γενόμενοι, συνεστή-σαντο· τούτων γὰρ οὐδένας καὶ αὐτοὶ ἂν ὁμολογήσαιεν Ἕλληνες παλαιοτέ-ρους εἰδέναι. πρῶτον γοῦν ἁπάντων Ὀρφέα, εἶτα δὲ Λίνον κἄπειτα Μουσαῖον ἀμφὶ τὰ Τρωϊκὰ γενομένους ἢ μικρῷ πρόσθεν ἠκμακέναι φασίν. ἀλλὰ κατά γε τούτους πλέον οὐδὲν τῆς Φοινίκων καὶ Αἰγυπτίων πολυπλανοῦς θεολογίας παρὰ τοῖς Ἕλλησιν ἐπολιτεύετο. καὶ δὴ καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι, κατὰ πάσας χώρας τε καὶ πόλεις, ἔν τε ἱεροῖς καὶ μυστηρίοις, αὐτὰ δὴ ταῦτα καὶ ὅσα τούτοις ὅμοια παρεφυλάττετο. πολὺς γοῦν παρὰ τοῖς πᾶσιν ὁ προδηλωθεὶς περὶ θεῶν ἐκράτει λόγος· νεώς τε περικαλλεῖς, παντοίοις ἀγάλμασι καὶ ἀναθήμασι κεκοσμημένοι, παρὰ τοῖς πᾶσιν ἐξήσκηντο· ἀτὰρ δὴ καὶ ξόανα παντοίας ὕλης εἰς πᾶσαν θνητῶν ζῴων ἰδέαν τετυπωμένα φιλοκάλως ἐξείργαστο. ναὶ μὴν καὶ μαντείων πλείστη τις ἦν καὶ ἄφθονος παρὰ τοῖς πᾶσι περιουσία. σεμνός γε μήν τις καὶ μέγας θεὸς παρὰ τοῖς Ἕλ-λησι διαφερόντως τὸ τηνικάδε μάλιστα ἦν ἀκμάζων, ὁ Πύθιος καὶ ὁ Κλάριος καὶ ὁ Δωδωναῖος, εἶτα δὲ Ἀμφιάρεως καὶ Ἀμφίλοχος καὶ ἐπὶ τούτοις μυρίος ἄλλος ἐπιρρέων χρησμῳδῶν μᾶλλον ἢ ποιητῶν τε καὶ ῥαψῳδῶν ὄχλος. ὧν μακροῖς ποθ’ ὕστερον χρόνοις εἰς Ἕλληνας παρελθοῦσα φιλοσοφία, μη-δὲν τῶν αὐτῇ προσηκόντων παρὰ τοῖς προπάτορσιν εὑροῦσα, τὰ μὲν σεμνὰ καὶ παλαιὰ τῆς πατρόθεν εἰς αὐτοὺς ἡκούσης θεολογίας αὐτά τε τὰ θαυμαστὰ καὶ παρὰ πᾶσι βοώμενα θεῖά τε καὶ χρηστήρια ἔργῳ περιττὰ καὶ ἀνω-φελῆ κατελάμβανε. διὸ ταῦτα μὲν εἰς δεύτερον ἀνεβάλλετο, ὡς ἂν οὐδὲν αὐτῇ πρὸς τὴν τῶν ἀναγκαίων καὶ ἀληθῶν εὕρεσιν λυσιτελεῖν δεδυνημένα, τὰ δὲ ὀθνεῖα λοιπὸν καὶ βάρβαρα, οἷά τις γυμνὴ καὶ οἰκείων πτωχεύουσα λόγων τε καὶ μαθημάτων, περιῄει διερευνωμένη τά τε χρήσιμα πανταχόθεν ἑαυτῇ πορίζουσα συνάγουσά τε καὶ ἐρανιζομένη, ὅ τι ποτὲ παρ’ ἑκάστοις εὕροι τῶν ἐθνῶν. οὐ γὰρ οὖν μόνα τὰ τῆς ἀληθοῦς θεολογίας λείποντα κατεμάνθανε τοῖς Ἕλλησιν, ἀλλὰ καὶ τῶν ἄλλων τεχνῶν τε καὶ ἐπιστημῶν τὰ βιωφελέστατα. συνομολογοῦσί γε τοι Ἕλληνες αὐτοὶ μετά γε Ὀρφέα Λίνον τε καὶ Μουσαῖον, οἳ δὴ πάντων μάλιστα θεολόγων παλαιότατοί τε καὶ πρῶτοι κατῆρξαν αὐτοῖς τῆς πολυθέου πλάνης, τοὺς ἑπτὰ παρ’ αὐτοῖς ἄνδρας ἐπὶ σοφίᾳ θαυμασθῆναι, οὓς δὴ καὶ ἐπονομάσαι σοφούς. ἀμφὶ Κῦρον δὲ οἵδε τὸν Περσῶν ἤκμασαν βασιλέα. οὗτος δ’ ἦν ὁ χρόνος, ἐν ᾧ τῶν παρ’ Ἑβραίοις προφητῶν οἱ πάντων ὕστατοι προεφήτευον, τῶν μὲν Τρωϊκῶν ὕστε-ρον ἔτεσι πλέον ἢ ἑξακοσίοις, τῆς δὲ Μωσέως ἡλικίας οὐκ ἔλαττον ἢ χιλίοις πεντακοσίοις γενόμενοι. τοῦτο δέ σοι τὰς τῶν χρόνων ἀναγραφὰς μικρὸν ὕστε-ρον διιόντι καταφανὲς ἔσται. ἐνταῦθά που νέοι τῷ χρόνῳ οἱ ἑπτὰ γενό-μενοι σοφοὶ ἐπὶ κατορθώσει μνημονεύονται ἀγωγῆς τῆς ἠθικωτέρας, ὧν πλέον
Τη Χ. ταύτην διάνοιαν Σιμωνίδης ἐν τῷ ἐνδεκάτῳ μετεν- Α ἤνεγκε λαβὼν οὕτως· Γυναικὸς οὐδὲν χρῆμ' ἀνὴρ ληίζεται Αμεινον ἐσθλῆς, οὐδὲ ῥίγιον κακῆς. Εὐριπίδης δὲ ἐν τῇ Μελανίππη δεσμώτιδι· Τῆς μὲν κακῆς κάκιον οὐδὲν γίνεται Γυναικός· ἐσθλῆς δ' οὐδὲν εἰς ὑπερβολὴν Πέφυκ' ἄμεινον· διαφέρουσι δ' αἱ φύσεις. Τοῦ δὲ Εὐριπίδου εἰπόντος· Γυναικές ἐσμεν αθλιώτατον φυτόν, Θεοδέκτης ἐν ᾿Αλκμαίωνί φησι· Σαφὴς μὲν ἐν βροτοῖσιν ὑμνεῖται λόγος, ὃς οὐδέν ἐστιν ἀθλιώτερον φυτόν Γυναικός. Οὗτος οὐ μόνον τὴν ἐπιβολὴν ἐκεῖθεν εἴληφεν, ἀλλὰ καὶ ταῖς λέξεσιν αὐταῖς συγκέχρηται, καὶ ἠθέλησεν αὐτὸ πανούργως παροιμιακὸν μᾶλλον εἶναι, καὶ ὡς ὑπὸ πολλῶν λεγομένῳ συγκεχρῆσθαι, ἢ δοκεῖν εἰλη- φέναι παρὰ τοῦ γεγεννηκότος. Ο δ' 'Αντίμαχος, τὰ Ομήρου κλέπτων, παραδιορθοῖ. Ομήρου γὰρ εἰπόν- τος Ιδεώ θ' δς κάρτιστος ἐπιχθονίων γένετ' ἀνδρῶν· Αντίμαχος λέγει· Ιδεώ (13) θ' δς κάρτιστος ἐπιχθονίων ἦν ἀν- [δρών. Καὶ Λυκόφρων ἐπαινεῖ τὴν μετάθεσιν, ὡς δι' αὐτῆς ἑστηριγμένου τοῦ στίχου. Τὸ γὰρ, Ιδεώ θ' δς κάρτιστος ἐπιχθονίων γένετ' ἀνδρῶν Ιδεώ θ᾽ ὅς κάρτιστος ἐπιχθονίων ἦν ἀνδρῶν. Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Διομή- Τὸν δ' απαμειβόμενος προσέφη κρείων Διομήδης, Γδης, σιγώ, Ομήρου κωμῳδηθέντος ὑπὸ Κρατίνου διὰ τὸ πλεονάσαι ἐν τῷ, τὸν δ᾽ ἀπαμειβόμενος· ὅπερ οὕτω πεπατημένον οὐκ ὤχνησεν Αντίμαχος μετα- θεῖναι. Τοῦ δέ· Λαών (14) οίσιν ἄνασσε, πατήρ δ' ώς ήπιος [ήεν, Ομηρικοῦ ὄντος· καὶ πάλιν ἀλλαχοῦ που λεγομέ- νου τὸν δ' ἀπα μειβόμενος, Ε Οἱ δ' ἐπεὶ (15) ἀμφοτέρωθεν ἐκαρτύναντο φά- Α' λαγγας, • Αντίμαχος μεταθεὶς ἡμιστίχια, πεποίηκε· Λαῶν οἶσιν ἄνασσον ἐκαρτύναντο φάλαγγας. Ἀλλ᾿ ἵνα μὴ καὶ αὐτὸς, κλοπῆς ἄλλους αἰτιώμενος, κλέπτης ἁλῶ, τοὺς πραγματευσαμένους τὰ περὶ τού των μηνύσω. Λυσιμάχου μὲν ἔστι δύο, Περὶ τῆς Ἐφά- ρου κλοπῆς· 'Αλκαῖος δὲ ὁ τῶν λοιδόρων ἰάμβων καὶ ἐπιγραμμάτων ποιητής, παρώδηκε τὰς Εφόρου κλο τὰς ἐξελέγχων. Πολίωνος δὲ Ἐπιστολὴ πρὸς Σωτη ρίνδαν Περὶ τῆς Κτησίου κλοπῆς· τοῦ δ᾽ αὐτοῦ καὶ Περὶ τῆς 'Ηροδότου κλοπῆς ἐστι βιβλίον· καὶ ἐν ἐπιγραφομένῳ Ἰχνευταὶ πολλὰ περὶ Θεοπόμπου λέγε- ται. ᾿Αρητάδου τέ ἐστι Περὶ συνεμπτώσεως πρα- γματεία, ἐξ ἧς τοιαῦτα πολλὰ ἔστι γνώναι. Καὶ μεθ' PRÆPAR. EVANG. LIB. ab Simonide libro undecimo bunc in modum usur- B palam, Uxore melius nil bona quidquam viro, Mala evenire tetrius possit nihil. Quem eumdem in sensum Euripides in Melaniope captiva, Mala inveniri femina pejus queat Nihil, bonaque melius oplari nihil, At iste varium sexus ingenium capit. Ejusdem Euripidis illud est, Nos heu! mulieres germen infelix sumus. Quod Theodectes in Alcmeone sic expressit, Hoc jure passim nemo non hominum canit, Haud esse germen ſemina infelicius. Qui quidem sententiæ hujus ansam non ex illo tantum Euripidis versu arripuit, sed illam iis- dem quoque verbis extulit, nisi quod versute quidem et callide, proverbii genus id facere, eoque tan- quam vulgi ore jam trito abuti maluit, quam ab ejus auctore mutuatus videri. Antimachus vero in quibus Homeri plagiarius est, in iis correctorem agit, nam illum Homeri versum, Atque Idæ, reliquos homines qui robore vicit, vocis unius mutatione sic usurpat Antimachus, Quam ejus emendationem Lycophron approbat, quod ea versum fulcire videatur. Nam alterum quidem illum, C His contra princeps Diomedes vocibus infit, facile prætereo, cum eo nomine Homerus Cratini comoedia traducatur, quod suum illud, ad satietatem inculcet. Quod usque adeo contritum licet, suis tamen inserere non eru- buit Antimachus. Præterea Homericum illud est : populis, patrio quos blandus amore regebat; itemque alterum hoc, postquam hinc atque hinc densam instruxere [ PATR. GR. XXI. [phalangem, Quo ex utroque sumptis hemistichiis Antimachus versum hunc conflavit : E regni populis densam instruxere phalangem. At enimvero, ne dum furti alios insimulo, furti crimen subeam ipse quoque, quinam furta ista pa- tefecerint indicabo. Lysimachi exstant De furtis Ephori libri duo. Eadem Alcæus contumeliosorum iamborum epigranimatumque scriptor, faceto car- minis genere coarguit. Polionis Ad Soterindam epi- stolam de Ctesiæ, itemque librum De Herodoti furtis habemus. In eo similiter, cui titulus est, Indaga- tores, de Theopompo multa leguntur. Exstat etiam Aretadis De fortuita convenientia opus aliquod, unde hujusmodi pleraque haurire liceat. Rursum- (13) Ιδεω. lliados Γ', 554. (14) Λαῶν. Odyss. Β', 234. (15) Οι δ' επεί. Passim, ut Iliad. Π', 563.
PG 21:783οὐδὲν τῶν βοωμένων ἀποφθεγμάτων μνημονεύεται. ὀψὲ δέ τι καὶ μᾶλλον τοῖς χρόνοις ὑποβεβηκότες οἱ παρ’ Ἕλλησι φιλόσοφοι διαπρέψαι μνημονεύον-ται. ὧν Πυθαγόρας πρῶτος, Φερεκύδου γνώριμος, τὸ φιλοσοφίας ἀνευρὼν ὄνομα, ὡς μέν τινες, Σάμιος, ὡς δ’ ἕτεροί φασι, Τυρρηνὸς ἦν· τινὲς δ’ αὐτὸν Σύριον ἢ Τύριον εἶναι λέγουσιν· ὥστε σε βάρβαρον, ἀλλ’ οὐχ Ἕλληνα γε-γονέναι ὁμολογεῖν τὸν πρῶτον τῶν φιλοσόφων, ἀνὰ στόμα πάντων Ἑλλήνων ᾀδόμενον. καὶ τὸν Φερεκύδην δὲ Σύριον ἀναγράφουσιν, ᾧ μαθητεῦσαι τὸν Πυθαγόραν φασίν. οὐ μόνῳ δὲ τούτῳ συγγενέσθαι ὁ Πυθαγόρας λέ-γεται, διατρῖψαι δὲ καὶ παρὰ τοῖς Περσῶν μάγοις καὶ τοῖς Αἰγυπτίων δὲ προφήταις μαθητεῦσαι, καθ’ ὃν χρόνον Ἑβραίων οἱ μὲν ἐπ’ Αἰγύπτου, οἱ δ’ ἐπὶ Βαβυλῶνος φαίνονται τὴν μετοικίαν πεποιημένοι. ἀλλὰ γὰρ ὁ δηλούμενος τὰ παρ’ ἑκάστοις σοφὰ πολυπραγμονῶν ἐπῆλθε Βαβυλῶνα καὶ Αἴγυπτον καὶ πᾶσαν τὴν Περσῶν, τοῖς τε μάγοις καὶ τοῖς ἱερεῦσι μαθη-τευόμενος, ἀκηκοέναι τε πρὸς τούτοις Βραχμάνων ἱστόρηται (Ἰνδῶν δέ εἰσιν οὗτοι φιλόσοφοι) καὶ παρ’ ὧν μὲν ἀστρολογίαν, παρ’ ὧν δὲ γεωμετρίαν ἀριθμητικήν τε παρ’ ἑτέρων καὶ μουσικὴν καὶ ἄλλα παρ’ ἄλλων συλλεξά-μενος, μόνον παρὰ τῶν σοφῶν Ἑλλήνων ἔσχεν οὐδέν, πενίᾳ σοφίας καὶ ἀπορίᾳ συνοικούντων· ἔμπαλιν δ’ οὖν τῶν ἔξωθεν αὐτῷ πεπορισμένων αἴτιος αὐτὸς τῆς μαθήσεως κατέστη τοῖς Ἕλλησιν. Ὁ μὲν οὖν Πυθαγόρας τοιοῦτος. πρώτη δ’ ἐκ τῆς τούτου διαδοχῆς ἡ κλη-θεῖσα Ἰταλικὴ φιλοσοφία συνέστη, τῆς ἐπωνυμίας ἐκ τῆς κατὰ τὴν Ἰτα-λίαν διατριβῆς ἀξιωθεῖσα· μεθ’ ἣν ἡ ἀπὸ Θαλοῦ τοῦ τῶν ἑπτὰ σοφῶν ἑνὸς Ἰωνικὴ προσαγορευθεῖσα· κἄπειτα ἡ Ἐλεατική, Ξενοφάνην τὸν Κολοφώ-νιον πατέρα ἐπιγραψαμένη. ἀλλὰ καὶ ὁ Θαλῆς, ὥς τινες ἱστοροῦσι, Φοῖνιξ ἦν, ὡς δέ τινες ὑπειλήφασι, Μιλήσιος· Αἰγυπτίων δὲ καὶ οὗτος λέ-γεται τοῖς προφήταις συμβεβληκέναι. Σόλωνα δὲ καὶ αὐτὸν τῶν ἑπτὰ σοφῶν, ὃν δὴ καὶ λόγος Ἀθηναίοις νομοθετῆσαι, Αἰγυπτίοις ὁμοίως φησὶν ὁ Πλάτων προσεσχηκέναι, ὁπηνίκα πάλιν ᾤκουν Ἑβραῖοι τὴν Αἴγυπτον. εἰσάγει γοῦν αὐτὸν ἐν Τιμαίῳ πρὸς τοῦ βαρβάρου παιδευόμενον, ἐν οἷς φη-σιν ὁ Αἰγύπτιος πρὸς αὐτόν· Ὦ Σόλων, Σόλων Ἕλληνες ἀεὶ παῖδές ἐστε, γέρων δὲ Ἑλλήνων οὐδὲ εἷς, οὐδέ ἐστι παρ’ ὑμῖν χρόνῳ πολιὸν μάθημα. καὶ οὗτος δὲ ὁ Πλάτων τοῖς ἐν Ἰταλίᾳ Πυθαγορείοις σχολάσας οὐ μόνῃ τῇ παρὰ τούτοις ἠρκέσθη διατριβῇ, λέγεται δὲ ἀπᾶραι εἰς Αἴγυπτον καὶ τῇ τούτων φιλοσοφίᾳ πλεῖστον ἀναθεῖναι χρόνον. τοῦτό τοι καὶ αὐτὸς τοῖς βαρβά-ροις πολλαχοῦ τῶν ἰδίων λόγων μαρτυρεῖ, εὖ μοι δοκεῖ ποιῶν καὶ τὰ κάλ-λιστα ἐμπορεύεσθαι εἰς φιλοσοφίαν παρὰ τῶν βαρβάρων εὐγνωμόνως οὐκ ἀπαρνούμενος. ἀκοῦσαι δ’ οὖν αὐτοῦ πολλαχοῦ μὲν πάρεστιν, οὐ μὴν ἀλλὰ καὶ ἐν Ἐπινομίδι, Σύρων ὁμοῦ καὶ Αἰγυπτίων ὧδέ πη μνημονεύοντος· Τούτου δ’ αἴτιος ὁ πρῶτος ταῦτα κατιδών, βάρβαρος ὤν. παλαιὸς γὰρ δὴ τόπος ἔθρεψε τοὺς πρώτους ταῦτα ἐννοήσαντας διὰ τὸ κάλλος τῆς θερινῆς ὥρας, ἣν Αἴγυπτός τε Συρία θ’ ἱκανῶς κέκτηται. ὅθεν καὶ πανταχόσε καὶ δεῦρο ἐξήκει, βεβασανισμένα χρόνῳ μυριετεῖ τε καὶ ἀπείρῳ. Καὶ ὑποβὰς ἑξῆς ἐπιλέγει· Λάβωμεν δὴ ὡς ὅ τι περ ἂν Ἕλληνες βαρβάρων παραλάβωσι, κάλλιον τοῦτο εἰς τέλος ἀπεργάζονται. Ταῦτα ὁ Πλάτων. καὶ Δημόκριτος δὲ ἔτι πρότερον τοὺς Βαβυλωνίων λόγους ἠθικοὺς πεποιῆσθαι λέγεται. καί που σεμνυνόμενος περὶ ἑαυτοῦ φησιν· Ἐγὼ δὲ τῶν κατ’ ἐμαυτὸν ἀνθρώπων πλείστην γῆν ἐπεπλανησάμην, ἱστορέων τὰ μήκιστα, καὶ ἀέρας τε καὶ γαίας πλείστας εἶδον καὶ λογίων ἀν-δρῶν πλείστων ἐπήκουσα καὶ γραμμέων συνθέσιος μετ’ ἀποδείξεως οὐδεὶς κἀ-μὲ παρήλλαξεν, οὔτε Αἰγυπτίων οἱ καλεόμενοι Ἁρπεδονάπται, οἷς ἐπὶ πᾶσιν ἐπ’ ἔτεα ὀγδώκοντα ἐπὶ ξένης ἐγενήθην. Ἐπῆλθε γὰρ καὶ οὗτος Βαβυλῶνά τε καὶ τὴν Περσίδα καὶ Αἴγυπτον, τοῖς τε Αἰγυπτίοις καὶ τοῖς ἱερεῦσι μαθητεύων· τί δ’ εἴ σοι καταλέγοιμι Ἡράκλειτον καὶ τοὺς ἄλλους Ἑλλήνων, δι’ ὧν ἀπελέγχεται ἡ παρ’ Ἕλλησι πολιτεία τὸν μακρὸν αἰῶνα πτωχεύουσα καὶ γυμνὴ παντὸς μαθήματος ἀπολει-φθεῖσα; ἱεροῖς μὲν οὖν θεῶν, ἀγάλμασί τε καὶ ἀφιδρύσεσι, μαντείαις τε καὶ χρησμοῖς, καὶ τῷ πολλῷ τύφῳ τῶν λαοπλάνων δαιμόνων ἐκαλλωπίζετο, σοφίας δὲ ἀληθοῦς καὶ μαθήματος βιωφελοῦς εἰς τὸ παντελὲς ἐχήρευεν. οὐδέ τι πρὸς ἀγαθῶν λόγων εὕρεσιν αὐτοῖς τὰ ἄχρηστα χρηστήρια συνε-βάλλετο, ἀλλ’ οὐδ’ αὐτὸς ὁ θαυμαστὸς Πύθιος εἰς φιλοσοφίαν αὐτοὺς τὸ παρά-παν ὠφέλει, οὐδέ τις ἄλλος θεῶν αὐτοῖς εἰς ἀναγκαίου τινὸς ἐπιτήδευσιν συνήργει· ἀλώμενοι δὲ ὧδε κἀκεῖσε καὶ τὸν βίον ἅπαντα περιτρέχοντες ἀλλοτρίοις πτίλοις σφᾶς αὐτοὺς ἐφαίδρυνον κατὰ τὸν μῦθον, ὥστε αὐτοῖς ἤδη τὴν πᾶσαν φιλοσοφίαν ἐξ ἐράνου συστῆναι. ἄλλα γὰρ παρ’ ἄλλων ἀπο-ματτόμενοι μαθήματα γεωμετρίαν μὲν παρ’ Αἰγυπτίων ἔσχον, ἀστρολογίαν δὲ παρὰ Χαλδαίων καὶ αὖ πάλιν ἕτερα παρ’ ἑτέρων· οὐδὲν δὲ παρά τισιν ἄλλοις οἷόν τινες αὐτῶν τὸ παρ’ Ἑβραίοις ἀγαθὸν εὕραντο. τοῦτο δὲ ἦν ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις καὶ ἡ τῶν οἰκείων θεῶν κατάγνωσις, ἣν μι-κρὸν μὲν ὅσον ὁ λόγος προϊὼν ἐπιδείξει· τοσοῦτον δὲ ἐπὶ τοῦ παρόντος τοὺς ἐντυγχάνοντας ἐπισημαίνεται, ὡς οὐ μόνης ἐστέρηντο τῆς ἀληθοῦς θεο-λογίας οἱ παλαιοὶ τῶν Ἑλλήνων, ἀλλὰ καὶ τῶν φιλοσοφίᾳ λυσιτελούντων μα-θημάτων, καὶ οὐδὲ μόνων τούτων, ἀλλὰ καὶ τῶν κοινῶν καὶ πολιτικῶν ἐπι-τηδευμάτων. ἡγοῦμαι δέ μοι τήνδε συμβαλεῖσθαι τὴν σημείωσιν εἰς ἀπόδειξιν τοῦ προκειμένου σκοποῦ, εἰ δὴ πρόκειται τὸν ἀπολογισμὸν ὑπο-σχεῖν τοῦ μὴ ἀλόγως ἡμᾶς τὴν παρ’ Ἑβραίοις θεολογίαν καὶ τὴν ὡς ἂν αὐτοὶ φαῖεν βάρβαρον τῆς Ἑλληνικῆς προτετιμηκέναι φιλοσοφίας. εἰ γοῦν ὀφθεῖεν αὐτοὶ πολὺ πρότερον τὰ πάντα παρὰ βαρβάρων ἐσκευωρη-μένοι, μηδὲν δὲ μηδ’ ὅλως παρὰ τῶν οἰκείων θεῶν εἰς φιλοσοφίαν ὠφελη-μένοι, ἀλλὰ καὶ τοῖς θεοῖς αὐτῶν ἐνδίκως ἐπιμεμψάμενοι καί τινες διὰ ταῦτα ἀθεότητα μᾶλλον τῆς τῶν θεῶν θεραπείας προτετιμηκότες, τί χρὴ λοιπὸν ἡμᾶς ἐπιμέμφεσθαι, οὐχὶ δὲ ἀποδέχεσθαι καὶ ἐπαινεῖν, ὅτι τὸ κρεῖττον ἀγαπήσαντες, μᾶλλον δὲ τὸ μόνον ἀληθὲς εὑρόντες καὶ ἀπειληφότες τοῦ ψεύδους ἀνεχωρήσαμεν, οὔτε εἰς ἄθεον λογισμὸν τοῖς σοφοῖς Ἑλλήνων ὁμοίως περιτραπέντες οὔτε πάλιν τοῖς θαυμαστοῖς παραπλησίως φιλοσόφοις ἀναμὶξ τὴν πλάνην τὴν πολύθεον τῇ γνώσει τοῦ ἐπὶ πάντων θεοῦ φύραντες οὐδέ γε τὸ ψεῦδος ἅμα τῷ ἀληθεῖ συγχέαντες; ἀλλὰ μήπω ταῦτα, ἐκεῖνα δέ μοι πρῶτα δίελθε, δι’ ὧν Ἕλληνες τὰ πάντα σεσυληκέναι βαρβά-ρους, οὐ μόνα τὰ φιλόσοφα μαθήματα, ἀλλὰ καὶ τὰς κοινὰς καὶ βιωφελεῖς εὑρέσεις ἀπελέγχονται. ε. ΩΣ ΤΑ ΠΑΝΤΑ ΠΑΡΑ ΒΑΡΒΑΡΩΝ ΕΛΛΗΝΕΣ ΩΦΕΛΗΝΤΑΙ Πρῶτος τοιγαροῦν ὁ τὰ κοινὰ γράμματα, αὐτὰ δὴ τὰ πρῶτα τῆς γραμ-ματικῆς στοιχεῖα, Ἕλλησιν εἰσηγησάμενος Κάδμος, τὸ γένος Φοῖνιξ ἦν, ὅθεν καὶ Φοινικήια τὰ γράμματά τινες τῶν παλαιῶν ἐπικεκλήκασιν. εἰσὶ δὲ οἳ Σύρους γράμματα ἐπινοῆσαι πρώτους λέγουσι. Σύροι δ’ ἂν εἶεν καὶ Ἑβραῖοι τὴν γείτονα Φοινίκης καὶ αὐτὴν τὸ μὲν παλαιὸν Φοινίκην, μετέ-πειτα δὲ Ἰουδαίαν, καθ’ ἡμᾶς δὲ Παλαιστίνην ὀνομαζομένην οἰκήσαντες, ὧν καὶ μάλιστα οὐκ ἀλλοτρία φαίνεται ἡ τῶν Ἑλληνικῶν γραμμάτων φωνή. ἕκαστον γοῦν τῶν στοιχείων παρ’ αὐτοῖς κατά τινος σημαντικῆς διανοίας
Ενταῦθά που νέοι τῷ χρόνῳ ἑπτὰ γενόμενοι Σοφού, ἐπὶ κατορθώσει μνημονεύονται ἀγωγῆς τῆς ἠθικωτέ- ρας, ὧν πλέον οὐδὲν τῶν βοωμένων ἀποφθεγμάτων μνημονεύεται. Οψὲ δέ τι, καὶ μᾶλλον τοῖς χρόνοις ὑποβεβηκότες, οἱ παρ' Έλλησι φιλόσοφοι διαπρέψαι μνημονεύονται. "Ων Πυθαγόρας πρῶτος Φερεκύδου γνώριμος, τὸ φιλοσοφίαν ἀνευρών ὄνομα, ὡς μέν τινες, Σάμιος, ὡς δ᾽ ἕτεροί φασι, Τυῤῥηνὸς ἦν. Τινὲς δ᾽ αὐτὸν Σύριον ἢ Τύριον εἶναι λέγουσιν· ὥστε σε βάρβαρον, ἀλλ' οὐχ Ελληνα γεγονέναι ὁμολογεῖν τὸν πρῶτον τῶν φιλοσόφων, ἀνὰ στόμα πάντων Ἑλλήνων ᾀδόμενον. Καὶ τὸν Φερεκύδην δὲ Σύριον ἀναγράφου σιν, ᾧ μαθητεῦσαι τὸν Πυθαγόραν φασίν. Οὐ μόνον δὲ τούτῳ συγγενέσθαι ὁ Πυθαγόρας λέγεται, διατρί ψαι δὲ καὶ παρὰ τοῖς Περσῶν μάγοις, καὶ τοῖς Αἰγυ πτίων δὲ προφήταις μαθητεῦσαι, καθ' όν χρόνον Ἑβραίων οἱ μὲν ἐπ᾽ Αἰγύπτου, οἱ δ᾽ ἐπὶ Βαβυλῶνος φαίνονται τὴν μετοικίαν πεποιημένοι. ᾿Αλλὰ γὰρ ὁ δηλούμενος, τὰ παρ' ἑκάστοις σοφὰ πολυπραγμονῶν, ἐπῆλθε Βαβυλῶνα καὶ Αἴγυπτον, καὶ Περσίδα, τοῖς τα μάγοις καὶ τοῖς ἱερεῦσι μαθητευόμενος. 'Ακηκοέ και τε πρὸς τούτοις Βραχμάνων ἱστόρηται· (Ἰνδῶν δέ εἰσιν οὗτοι φιλόσοφοι·) καὶ παρ᾽ ὧν μὲν ἀστρολο γίαν, παρ' ὧν δὲ γεωμετρίαν, ἀριθμητικήν τε παρ' ἄλλων καὶ μουσικὴν, καὶ ἄλλα παρ' ἄλλων συλλεξά μενος, μόνον παρὰ τῶν σοφῶν Ἑλλήνων ἔσχεν οὐδὲν πενία σοφίας καὶ ἀπορίᾳ συνοικούντων. Εμπαλιν δ' οὖν τῶν ἔξωθεν αὐτῷ πεπορισμένων, αἴτιος αὐτὸς τῆς μαθήσεως κατέστη τοῖς Ἕλλησιν. Ὁ μὲν οὖν Πυθα γόρας, τοιοῦτος. Πρώτη δ' ἐκ τῆς τούτου διαδοχῆς ἡ κληθεῖσα Ιταλική συνέστη φιλοσοφία, τῆς ἐπωνυμίας ἐκ τῆς κατὰ τὴν Ἰταλίαν διατριβῆς ἀξιωθεῖσα· μεθ' ἣν ἡ ἀπὸ Θαλοῦ τοῦ τῶν ἑπτὰ Σοφῶν ἑνὸς, Ιωνική προσαγορευθεῖσα· κάπειτα ἡ Ἐλεατική, Ξενοφάνην τὸν Κολοφώνιον πατέρα ἐπιγραφομένη. ᾿Αλλὰ καὶ ὁ Θαλῆς, ὥς τινες ἱστοροῦσι, Φοίνιξ ἦν· ὡς δέ τινες ὑπειλήφασι, Μιλήσιος. Αἰγυπτίων δὲ καὶ οὗτος λέγε- ται τοῖς προφήταις συμβεβληκέναι. Σόλωνα δὲ καὶ αὐτὸν τῶν ἑπτὰ Σοφῶν, ὃν δὴ καὶ λόγος 'Αθηναίοις νομοθετῆσαι, Αἰγυπτίοις ὁμοίως φησὶν ὁ Πλάτων προσ- εσχηκέναι, όπηνίκα πάλιν ᾤκουν Ἑβραῖοι τὴν Αἴ- γυπτον. Εἰσάγει δ᾽ οὖν αὐτὸν ἐν Τιμαίῳ πρὸς τοῦ βαρβάρου παιδευόμενον, ἐν οἷς φησιν ὁ Αἰγύπτιος Α γραφὰς μικρὸν ὕστερον διιόντι καταφανὲς ἔσται. πρὸς αὐτόν· ι Ω Σόλων, Σόλων, Ἕλληνες ἀεὶ παῖ- δές ἐστε, γέρων δὲ Ἑλλήνων οὐδεὶς, οὐδὲ ἔστι παρ' ὑμῖν χρόνῳ πολιὸν μάθημα. » Καὶ οὗτος δὲ ὁ Πλά- των, τοῖς ἐν Ἰταλία Πυθαγορείοις σχολάσας, οὐ μόνῃ τῇ παρὰ τούτοις ηρκέσθη διατριβῇ. Λέγεται δὲ ἀπα- ραι εἰς Αἴγυπτον, καὶ τῇ τούτων φιλοσοφίᾳ πλεῖστον ἀναθεῖναι χρόνον. Τοῦτό τοι καὶ αὐτὸς τοῖς βαρβάροις πολλαχοῦ τῶν ἰδίων λόγων μαρτυρεῖ, εὖ μοι δοκεῖ ποιῶν, καὶ τὰ κάλλιστα εμπορευθῆναι εἰς φιλοσοφίαν παρὰ τῶν βαρβάρων εὐγνωμόνως οὐκ ἀπαρνούμε νος. ᾿Ακοῦσαι δ᾽ οὖν αὐτοῦ πολλαχοῦ μὲν πάρεστιν, οὐ μὴν ἀλλὰ καὶ ἐν Ἐπιμενίδῃ, Σύρων ὁμοῦ καὶ Αἰγυπτίων ὧδε τη μνημονεύοντος· « Τούτου δὲ αἴτιος ὁ πρῶτος ταῦτα κατιδών, βάρβαρος ων. Πα- λαιὸς γὰρ δὴ τόπος ἔτρεψε τους πρώτους ταῦτα ἐν· EUSEBI CÆSARIENSIS OPP. PARS II. B APOLOGETICA i fundamenta jecerunt, viros illos omnino septen philosophiæ in Græcia laude claruisse, quos ipsi quoque Sapientes nominarint. Atqui Cyro Persis imperante floruerunt omnes: quo tempore prophe- larum apud Hebræos omnium novissimi exstitere, annis post Trojana quidem tempora amplius sex- centis; post Moysem vero non paucioribus mille ac quingentis, ut facile tibi paulo post ex temporum ratione serieque constabit. Cæterum eo circiter ævo, cum recentiores isti septem Sapientes emer- sissent, humanioris quidem et castigatioris disci- plinæ magistri fuisse perhibentur, sed tamen præ- ter celebres quasdam eruditasque sententias, ni- hil admodum reliquerunt. At longe serius philoso- phorum in Græcia vigere nomen ac prædicari cœ- pit. Horum princeps ille Pythagoras, Pherecydis ante discipulus, a quo philosophiæ nomen inven- tum est, Samius, ut nonnulli volunt, vel, ut aliis placet, Tuscus erat. Nec desunt qui Syrum eum aul Tyrium fuisse dicant. Ulut sit, illum et philo- sophorum principem, et Græcorum omnium ore celebratuin, non Græcum tamen, sed barbarum esse fatendum est. Quinetiam ipsum quoque Phe- recydem, cui Pythagoram operam dedisse ferunt, Syrum fuisse memorant. Quanquam non eo tan- tum doctore Pythagoram usum esse tradunt, sed etiam cum magis apud Persas, cum prophetis apud Egyptios consuetudinem habuisse; quo quidem tempore partim in Ægyptum, partim Babylonem Hebræos migrasse liquet. Ita noster bic phi- losophus, quid apud quosque præclarum et erudi- tum esset, diligenter explorans, Babylonem, Ægy- plum Persidemque peragravit, magorum ac sacer- dotum disciplinis imbutus. Idem præterea Brach- manas (Indorum philosophi illi sunt) audiisse fer- tur. Is ergo cum ab aliis astrologiam, geometriam ab aliis, ab aliis arithmeticam et musicam, alia- que ab aliis didicisset, a solis Græcis auferre nihil potuit ; tanta illi tum penuria sapientiæ, ac rerum omnium ignorantia laborabant. Contra peregrinis ipse artibus doctrinisque cumulatus, eruditionis omnis in Græcia fontem aperuit. Ac Pythagoras quidem ejusmodi fuit. Ab eo deinceps primum philosophiæ genus propagatum est, quod ab Italia, ubi plurimum viguerat, Italicum appellarunt. Tum D alterum illud secutum est, quod Thales e septem Sapientibus unus instituit, quodque dixerunt Ioni- cum. Huic successit Eleaticum, quod Xenophanem Colophonium parentem sibi vindicat. Porro Tha- les ipse quoque, vel Phoenix, ut nonnulli scribunt, vel ut alii, Milesius fuit: idemque cum Ægyptiis etiam prophetis commercium habuisse fertur. Jam Solonem, unum item e septem illis Sapientibus, quemque Atheniensibus leges tulisse fama com- munis est, Ægyptiis, quo tempore Hebræi rursus Ægyptum incolebant, similiter inhæsisse testis est Plato. Eum quidem in Timæo, quasi a barbaro quodam erudiatur, inducit, ubi Ægyptius inter cætera : Solon, inquit, Solon, pueri semper C
PG 21:789τὴν προσηγορίαν φέρει, ὅπερ οὐκ ἔνεστιν εὑρεῖν παρὰ τοῖς Ἕλλησι· διὸ καὶ μάλιστα μὴ ὄντα ἴδια Ἑλλήνων ὁμολογεῖται. ἔστι δὲ τὰ πάντα παρ’ Ἑβραίοις στοιχεῖα δύο καὶ εἴκοσιν, ὧν τὸ μὲν πρῶτόν ἐστιν Ἄλφ, ὃ μεταληφθὲν εἰς τὴν Ἑλλάδα φωνὴν λέγοιτ’ ἂν μάθησις· τὸ δὲ δεύτερον Βήθ, ὃ μεθερμηνεύεται οἴκου· τὸ τρίτον Γίμελ, ὅ ἐστι πλήρωσις· τὸ τέταρτον Δέλθ, ὃ σημαίνει δέλτων· τὸ πέμπτον Η, ὅ ἐστιν αὕτη· ὁμοῦ δὲ τὰ πάντα ἀπαρτίζει τοιαύτην τινὰ διάνοιαν· μάθησις οἴκου, πλήρωσις δέλτων αὕτη. εἶτα μετὰ ταῦτά ἐστι στοιχεῖον ἕκτον, λεγόμενον παρ’ αὐτοῖς Οὐαῦ, ὅ ἐστιν ἐν αὐτῇ· ἔπειτα Ζαί̈, ὅ ἐστι ζῇ· μεθ’ ὃ Ἥθ, ὅ ἐστιν ὁ ζῶν· ἵν’ ᾖ τὸ ὅλον ἐν αὐτῇ ζῇ ὁ ζῶν· μετὰ ταῦτα στοιχεῖον ἔνατον τὸ Τήθ, ὅ ἐστι καλή· ἔπειτα Ἰώθ, ὃ ἑρμηνεύεται ἀρχή· ὁμοῦ τὰ δύο καλὴ ἀρχή· ἐπὶ τούτοις Χάφ, ὅ ἐστιν ὅμως· ἔπειτα Λάβδ, ὅ ἐστι μάθε· τὸ ὅλον ὅμως μάθε. μετὰ ταῦτα τρισκαιδέκατον στοιχεῖόν ἐστι τὸ Μήμ, ὅ ἐστιν ἐξ αὐτῶν· ἔπειτα Νοῦν, ὅ ἐστιν αἰωνία· εἶτα Σάμχ, ὃ ἑρμηνεύεται βοήθεια· ἵν’ ᾖ τὸ λεγόμενον ἐξ αὐτῶν αἰωνία βοήθεια. ἐπὶ τούτοις τὸ Ἄϊν, ὃ μεταληφθὲν σημαίνει πηγὴν ἢ ὀφθαλμόν· ἔπειτα τὸ Φῆ, ὃ στόμα· εἶθ’ ἑξῆς τὸ Σάδη, ὃ δικαιοσύνην· ὧν ἡ διάνοιά ἐστι πηγὴ ἢ καὶ ὀφθαλμὸς καὶ στόμα δικαιοσύ-νης. μετὰ ταῦτα στοιχεῖόν ἐστι Κώφ, ὃ ἑρμηνεύεται κλῆσις· ἔπειτα Ῥής, ὅ ἐστι κεφαλή· καὶ μετὰ ταῦτα Σέν, ὅπερ ἐστὶν ὀδόντες· ἐπὶ πᾶσι τὸ εἰκοστὸν δεύτερον στοιχεῖον καλεῖται παρ’ αὐτοῖς Θαῦ, ὃ δηλοῖ σημεῖα. ἔχοι δ’ ἂν ἡ διάνοια· κλῆσιν κεφαλῆς καὶ ὀδόντων σημεῖα. καὶ παρὰ μὲν Ἑβραίοις τοιάδε τίς ἐστιν ἡ τῶν στοιχείων μετάφρασις καὶ ἑρμηνεία, λόγου διάνοιαν ἀπαρτίζουσα τῇ τῶν στοιχείων μαθήσει τε καὶ ἐπαγγελίᾳ προσήκουσαν. τὸ ὅμοιον δ’ οὐκ ἂν εὕροις καὶ παρ’ Ἕλλησιν, ὅθεν, ὡς ἔφην, ὁμολογεῖν ἀνάγκη μὴ ὄντα οἰκεῖα Ἑλλήνων, παραπεποιημένα δὲ ἄντικρυς ἀπὸ τῆς βαρβάρου φωνῆς. καὶ ἐξ αὐτῆς δὲ ἐλέγχεται τῆς καθ’ ἕκαστον στοιχεῖον ἐπωνυμίας. τί γὰρ τοῦ Ἄλφ τὸ Ἄλφα διενήνοχεν; ἢ τοῦ Βὴθ τὸ Βῆτα; ἢ τοῦ Γάμμα τὸ Γίμελ; ἢ τοῦ Δὲλθ τὸ Δέλτα; ἢ τοῦ Η τὸ Ε; ἢ τοῦ Ζαὶ̈ τὸ Ζῆτα; ἢ τοῦ Τὴθ τὸ Θῆτα; καὶ ὅσα τούτοις παραπλήσια. ὥστε ἀναμφίλεκτον εἶναι τὸ μὴ Ἑλλήνων οἰκείας εἶναι τὰς τοιάσδε φωνάς· Ἑβραίων ἄρα, παρ’ οἷς καὶ σημαῖνόν τι ἕκαστον αὐτῶν ἀποδείκνυται. παρὰ δὲ τούτοις πρώτοις ἀρξάμενα προῆλθεν εἴς τε ἄλλους καὶ δὴ καὶ εἰς Ἕλληνας. ταῦτα μὲν οὖν μοι περὶ τῶν πρώτων στοιχείων εἰρήσθω. τῆς δ’ αὐτῆς ἡμῖν ὑποθέσεως ἐφαψάμενος καὶ ὁ Κλήμης ἐπάκουσον ἅ φησιν· 2. ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ· ΑΠΟ ΤΩΝ ΚΛΗΜΕΝΤΟΣ Ἰατρικὴν δὲ Ἆπιν Αἰγύπτιον, μετὰ δὲ ταῦτα Ἀσκληπιὸν αὐξῆσαι τὴν τέχνην ἱστοροῦσιν. Ἄτλας δὲ ὁ Λίβυς πρῶτος ναῦν ἐναυπηγήσατο καὶ τὴν θά-λασσαν ἔπλευσε. καὶ ἀστρολογίαν δὲ πρῶτοι εἰς ἀνθρώπους ἐξήνεγκαν Αἰγύπτιοι, ὁμοίως δὲ καὶ Χαλδαῖοι. εἰσὶ δὲ οἳ Κᾶρας τὴν δι’ ἀστέρων πρόγνωσιν ἐπι-νενοηκέναι λέγουσι. πτήσεις δὲ ὀρνίθων παρεφύλαξαν πρῶτοι Φρύγες. καὶ θυτικὴν ἠκρίβωσαν Τοῦσκοι, Ἰταλίας γείτονες. Ἴσαυροι δὲ καὶ Ἄραβες ἐξε-πόνησαν τὴν οἰωνιστικήν, ὥσπερ ἀμέλει Τελμισσεῖς τὴν δι’ ὀνείρων μαντικήν. Τυρρηναῖοι δὲ σάλπιγγα ἐπενόησαν καὶ Φρύγες αὐλόν· Φρύγες γὰρ ἤστην Ὀλυμπός τε καὶ Μαρσύας. λύχνους τε αὖ καίειν πρῶτοι κατέδειξαν Αἰγύπτιοι καὶ τὸν ἐνιαυτὸν εἰς δώδεκα μῆνας διεῖλον καὶ ἐν ἱεροῖς γυναιξὶ μίσγεσθαι ἐκώ-λυσαν μηδὲ εἰς ἱερὰ εἰσιέναι ἀπὸ γυναικῶν ἀλούτους ἐνομοθέτησαν. γεω-μετρίας τε αὖ εὑρεταὶ οἱ αὐτοὶ γεγόνασι. Κέλμις τε καὶ Δαμναμενεὺς οἱ τῶν Ἰδαίων Δάκτυλοι πρῶτοι ἐν Κύπρῳ σίδηρον εὗρον. Δέλας δὲ ἄλλος Ἰδαῖος εὗρε χαλκοῦ κρᾶσιν, ὡς δὲ Ἡσίοδος, Σκύθης. ναὶ μὴν Θρᾷκες πρῶτοι τὴν καλουμένην ἅρπην εὗρον (ἔστι δὲ μάχαιρα καμπύλη) καὶ πρῶτοι πέλταις ἐπὶ τῶν ἵππων ἐχρήσαντο. ὁμοίως δὲ καὶ Ἰλλυριοὶ τὴν καλουμένην πέλτην ἐξεῦρον. ἔτι φασὶ Τουσκανοὺς πλαστικὴν ἐπινοῆσαι· Ἴτανόν τε (Σαυνίτης οὗτος ἦν) πρῶτον θυρεὸν κατασκευάσαι. Κάδμος γὰρ ὁ Φοῖνιξ λιθοτομίαν τε ἐξεῦρε καὶ μέταλλα χρυσοῦ τὰ περὶ τὸ Πάγγαιον ὄρος ἐπενόησεν. ἤδη δὲ καὶ ἄλλο ἔθνος Καππαδόκαι πρῶτοι εὗρον τὴν νάβλαν καλουμένην, ὃν τρόπον καὶ τὸ δίχορδον Ἀσσύριοι. Καρχηδόνιοι γὰρ πρῶτοι τετρήρη κατεσκεύασαν, ἐναυπήγησε δὲ αὐτὴν Βόσπορος αὐτόχθων. Μήδειά τε, ἡ Αἰήτου ἡ Κολχίς, πρώτη τριχῶν βαφὴν ἐπενόησεν. ἀλλὰ καὶ Νώροπες (ἔθνος ἐστὶ Παιονικόν, νῦν δὲ Νωρικὸν καλοῦνται) κατειργάσαντο χαλκὸν καὶ σίδηρον ἐκάθηραν πρῶτοι. Ἄμυκός τε ὁ Βεβρύκων βασιλεὺς ἱμάντας πυκτικοὺς εὗρε. περί τε μουσικὴν Ὄλυμπος ὁ Μυσὸς τὴν Λύδιον ἁρμονίαν ἐφιλοτέχνησεν· οἵ τε Τρωγλοδύται καλούμενοι σαμβύκην εὗρον, ὄργανον μουσικόν. φασὶ δὲ καὶ τὴν πλαγίαν σύριγγα Σάτυρον εὑρεῖν τὸν Φρύγα· τρίχορδον δὲ ὁμοίως καὶ τὴν διάτονον ἁρμονίαν Ἄγνιν τὸν καὶ αὐτὸν Φρύγα· κρούματα δὲ Ὄλυμπον ὁμοίως τὸν Φρύγα, καθάπερ Φρύγιον ἁρμονίαν καὶ μιξοφρύγιον καὶ μιξολύ-διον Μαρσύαν τῆς αὐτῆς ὄντα τοῖς προειρημένοις χώρας· καὶ τὴν Δώριον Θά-μυριν ἐπινοῆσαι τὸν Θρᾷκα. Πέρσας τε πρώτους ἀκηκόαμεν ἀπήνην καὶ κλίνην καὶ ὑποπόδιον ἐργάσασθαι τούς τε Σιδωνίους τρίκροτον ναῦν κατα-σκευάσαι. Σικελοί τε οἱ πρὸς τῇ Ἰταλίᾳ πρῶτοι φόρμιγγα εὗρον οὐ πολὺ τῆς κιθάρας λειπομένην καὶ κρόταλα ἐπενόησαν. ἐπί τε Σεμιράμεως βασιλέως Ἀσσυρίων τὰ βύσσινα ἱμάτια εὑρῆσθαι ἱστοροῦσι. καὶ πρώτην ἐπιστολὰς συντά-ξαι Ἄτοσσαν, τὴν Περσῶν βασιλεύσασαν, φησὶν Ἑλλάνικος. Σκάμμων μὲν οὖν ὁ Μιτυληναῖος καὶ Θεόφραστος ὁ Ἐρέσιος Κύδιππός τε ὁ Μαντινεὺς ἔτι τε Ἀντιφάνης καὶ Ἀριστόδημος καὶ Ἀριστοτέλης, πρὸς τούτοις δὲ Φιλοστέ-φανος, ἀλλὰ καὶ Στράτων ὁ Περιπατητικὸς ἐν τοῖς Περὶ εὑρεμάτων ταῦτα ἱστόρησαν. παρεθέμην δὲ αὐτῶν ὀλίγα εἰς σύστασιν τῆς παρὰ βαρβάροις εὑρετικῆς καὶ βιωφελοῦς φύσεως, παρ’ ὧν Ἕλληνες τὰ ἐπιτηδεύματα ὠφέ-ληνται. Ταῦτα ῥήμασιν αὐτοῖς ὁ Κλήμης ἐν Στρωματεῦσι. τοῖς δ’ εἰρημένοις δοκῶ μοι εὖ ἔχειν ἐπισυνάψαι καὶ τὰ ἀπὸ τῆς Ἰωσήπου τοῦ Ἑβραίου γρα-φῆς, ἣν Περὶ τῆς Ἰουδαίων ἀρχαιότητος ἐν δυσὶν ἐπραγματεύσατο βιβλίοις, περὶ τοῦ νέους γεγονέναι τοὺς Ἕλληνας καὶ παρὰ βαρβάρων ὠφελῆσθαι διά-φωνά τε ἑαυτοῖς γεγραφέναι. συμβαλεῖται γοῦν καὶ ταῦτα εἰς τὴν τῶν εἰρημένων ἀκριβῆ καὶ βεβαίαν πίστωσιν. ἄκουε τοίνυν οἷα καὶ οὗτος γράφει πρὸς λέξιν· ζ. ΙΩΣΗΠΟΥ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ Πρῶτον οὖν ἐπέρχεταί μοι πάνυ θαυμάζειν τοὺς οἰομένους δεῖν περὶ τῶν παλαιοτάτων ἔργων μόνοις προσέχειν τοῖς Ἕλλησι καὶ παρὰ τούτων πυνθάνεσθαι τὴν ἀλήθειαν, ἡμῖν δὲ καὶ τοῖς ἄλλοις ἀνθρώποις ἀπιστεῖν. πᾶν γὰρ ἐγὼ τοὐναντίον ὁρῶ συμβεβηκός, εἴ γε δεῖ μὴ ταῖς ματαίαις δόξαις ἐπακολουθεῖν, ἀλλ’ ἐξ αὐτῶν τὸ δίκαιον τῶν πραγμάτων λαμβάνειν. τὰ μὲν γὰρ παρὰ τοῖς Ἕλλησιν ἅπαντα νέα καὶ χθὲς καὶ πρώην, ὡς ἂν εἴποι τις, εὕροι γεγονότα· λέγω δὲ τὰς κτίσεις τῶν πόλεων καὶ τὰ περὶ τὰς ἐπινοίας τῶν τεχνῶν καὶ τὰ περὶ τὰς τῶν νόμων ἀναγραφάς· πάντων δὲ νεωτάτη σχεδόν ἐστι παρ’ αὐτοῖς ἡ
δ ἐστιν ὅμως· ἔπειτα λαδο (24), ὅ ἐστι μάθε· τὸ ὅλον, Όμως μάθε. Μετὰ ταῦτα τρισκαιδέκατον στοιχεῖόν ἐστι τὸ μήμ, ὅ ἐστιν ἐξ αὐτῶν· ἔπειτα νοῦν, ὅ ἐστιν αἰωνία· εἶτα σαμχ, ὁ ἑρμηνεύεται βοήθεια· ἵν' ᾗ τὸ λεγόμενον· Ἐξ αὐτῶν αἰωνία βοήθεια. Ἐπὶ τούτοις τὸ ἄῖν, ὅ μεταληφθέν σημαίνει πηγὴν, ἢ ὀφθαλμών Έπειτα τὸ φῆ, στόμα· εἶθ᾿ ἑξῆς, τὸ σάδη, ὃ δικαιο- σύνην· ὧν ἡ διάνοιά ἐστι· Πηγή, ἢ καὶ ὀφθαλμός, καὶ στόμα δικαιοσύνης. Μετὰ ταῦτα στοιχεῖόν ἐστι χώρ, ὁ ἑρμηνεύεται κλῆσις· ἔπειτα ῥῆς, ὅ ἐστι κε- φαλή· καὶ μετὰ ταῦτα δὲν, ὅπερ ἐστὶν ἐδόντες· ἐπὶ πᾶσι τὸ κ6' στοιχεῖον καλεῖται παρ' αὐτοῖς θαῦ, δ δη- λα σημεία· ἔχοι δ' ἂν ἡ διάνοια· Κλῆσις κεφαλῆς καὶ ἰδόντων σημεία. Καὶ παρὰ μὲν Ἑβραίοις τοιάδε τίς ἐστιν ἡ τῶν στοιχείων μετάφρασις καὶ ἑρμηνεία, λόγου διάνοιαν ἀπαρτίζουσα, τῇ τῶν στοιχείων μα θήσει τε καὶ ἐπαγγελία προσήκουσαν· τὸ ὅμοιον δ' οὐκ ἂν εὕροις παρ' Ἕλλησιν, ὅθεν, ὡς ἔφην, ὁμολο- γεῖν ἀνάγκη μὴ ὄντα οἰκεῖα Ἑλλήνων, παραπεποιη- μένα δὲ ἄντικρυς ἀπὸ τῆς βαρβάρου φωνῆς, καὶ ἐξ αὐτῆς δὲ ἐλέγχεται τῆς καθ' ἕκαστον στοιχεῖον ἐπωνυ- μίας. Τί γὰρ τοῦ ἂλφ τὸ ἄλφα διενήνοχεν; ἢ τοῦ βήθ τὸ βῆτα, ἢ τοῦ γάμμα τὸ γίμελ, ἢ τοῦ δὲλθ τὸ δέλτα, ἢ τοῦ η τὸ ς, ἢ τοῦ καὶ τὸ ζῆτα, ἢ τοῦ τὴν τὸ θῆτα, καὶ ὅσα τούτοις παραπλήσια; ὥστε ἀναμφίλεκτον εἶναι τὸ μὴ Ἑλλήνων οἰκείας εἶναι τὰς τοιαύτας φωνάς· Εβραίων ἄρα, παρ' οἷς καὶ σημαῖνόν τι ἕκαστον αὐτῶν ἀποδείκνυται. Παρὰ δὲ τούτοις πρώτοις ἀρξάμενα, προ- ἦλθεν εἰς τε ἄλλους καὶ δὴ καὶ εἰς Ἕλληνας. Ταῦτα μὲν οὖν μοι περὶ τῶν πρώτων στοιχείων εἰρήσθω. Τῆς δ' αὐτῆς ἡμῖν ὑποθέσεως εφαψάμενος καὶ ὁ Κλήμης, ἐπάκουσον ἅ φησιν. ΚΕΦΑΛΑΙΟΝ Γ'. Περὶ τοῦ αὐτοῦ, ἀπὸ τῶν Κλήμεντος. • Ἰατρικὴν (25) δὲ ᾿Απιν Αἰγύπτιον, μετὰ δὲ ταῦτα Ασκληπιὸν αὐξῆσαι τὴν τέχνην ἱστοροῦσιν. Ατλας δὲ ὁ Λίβυς πρῶτος ναῦν ἐναυπηγήσατο, καὶ τὴν θάλασσαν ἔπλευσε (26). Καὶ ἀστρολογίαν δὲ πρῶ τοι εἰς ἀνθρώπους ἐξήνεγκαν Αἰγύπτιοι, ὁμοίως δὲ καὶ Χαλδαίοι (27). Εἰσὶ δὲ οἱ Κάρας τὴν δι' ἀστέρων πρόγνωσιν ἐπινενοηκέναι λέγουσι. Πτήσεις δὲ ὀρνίθων παρεφύλαξαν πρῶτοι Φρύγες. Καὶ θυτικὴν ἠκρίβω- σαν Τούσκοι, Ἰταλίας γείτονες. Ισαυροι δὲ καὶ Αραβες ἐξεπόνησαν τὴν οἰωνιστικὴν, ὥσπερ ἀμέλει Τελμισσεῖς τὴν δι᾿ ὀνείρων μαντικήν. Τυῤῥηναῖοι δὲ σάλπιγγα ἐπενόησαν, καὶ Φρύγες αὐτόν· Φρύγες γὰρ ἤστην Ολυμπός τε καὶ Μαρσύας. Λύχνους τε αὖ (28) καίειν πρῶτοι κατέδειξαν Αἰγύπτιοι, καὶ τὸν του μ. ὁ Μακαρίτης Χαλ- δαῖοι, εἰσὶ δὲ οἱ Καρα: PREPAR. EVANG. LIB. X. B 790- A mum joth, quod redditur principium ; que duo, Bo- C num principium, efficiunt. Undecimum chaph, hoc est, verumtamen. Duodecimum labd, hoc est, disce : quod utrumque simul est : Verumtamen disce. De- cinium tertium, men, quod significat, ex ipsis. De- cimum quartum, nun, id est æternum. Decimum quintum sanch, quod exponitur auxilium, ut sen- sus hic exsistat : Ex ipsis æternum auxilium. Deci- mum sextum, ain, quod fontem vel oculum sigui- ficat. Decimum septimum, phe, os. Decimum octa- vum sade, hoc est, justitia; unde hanc sententiam elicias : Fons, vel oculus, et os justitiæ. Decimum nonum coph, id est appellatio. Vicesimum res, quod est caput. Vicesimum primum sen, hoc est dentes. Vicesimum secundum, idemque postremum, vocatur ab illis thau, quod signa interpretari queas: hoc sensu, Appellatio capitis, dentiumque signa. Hujusmodi ergo litterarum apud Hebræos appella- tio significationem habet, ex qua quidem integræ orationis exsistit ea sententia, quæ litterarum ista- rum cognitioni, ac promissioni cuidam belle admo- dum apteque conveniat. Cui simile apud Græcos nihil unquam reperias, ut eas, quod paulo ante di- cebam, fateri necesse sit Graecorum proprias non esse, sed palam ex barbara lingua levi quadam vo- cis mutatione traductas. Id quod ex Græca singu- lorum elementorum appellatione quivis intelligat. Quid enim alpha ab alpha magnopere differt? quid autem vel betha a beth, vel a gamma gimel, aut delta a delth, aut epsilon ab he, aut a zoi zela, aut theta a theth, cateraque deinceps ? Maneatergo, voces illas non Græcorum, sed Hebræorum esse, apud quos sua cuique significatio tribuitur. Ibi vero natæ cum essent, cum ad alios deinde,tum ad ipsos quoque Græcos pervenere. Atque hæc de primis litterarum elementis modo satis. Jam vero Clementem audi, in eadem mecum disputatione versantem. D subiit in locum Stromat. 1, pag. 225, edition, Græco-Lat. Qui locus subinde vel truncatur ab Eusebio, vel insigni mem- brorum ac periodorum trajectione mutatur. Porro Theodoret., Græcar. affect. lib. i, non procul ab initio, simili disputationis in genere versatur, sed brevius. Fronto noster dissimulato CAPUT VI. In eamdem sententiam Clementis verba. • Medicinam autem, inquit ille, primum ab Api quodam Ægyptio inventam, deinde ab sculapio auctam esse ferunt. Atlas ille Libycus et navim adificavit primus, et primus mare navigavit. Ægyptii cum Challæcis astrologiam in hominum genus principes invexerunt. Nec desunt, qui artem ex sideribus præsentiendi a Caribus excogitatam esse velint. Avium autem volatus primi Phryges ob- servarunt. Aruspicinam Tusci Italiæ finitimi ap- prime calluerunt. Isauri atque Arabes augurandi scientiam, Thelmnissenses divinationem ex somniis haustam coluere. Tyrrhen! tubam, Phryges tibiam invenere Olympus enim et Marsyas ex Phrygia oriundi erant. Lucernas item accendere primi om- nomine, locum illum Clementis crudite illustravit. Interim Plinium consule, lib. vit, cap. 56. tur, praecedunt apud Clementem, pag. 224. resecantur. Nain apud Clementem pag. 224, statim post ante illa, leguntur. (24) Λάβδ. Leg. λάμδ · τὸ β, vulgari errore, (25) Ιατρικήν. Exstat hic Clementis locus, (26) "Επλευσε. Post hoc verbum, quæ sequun- (27) Χαλδαῖοι. Mic etiam ab Eusebio nonnulla (28) Λύχνους τε αὖ. Hæc item loco mota suut.
PG 21:793περὶ τοῦ συγγράφειν τὰς ἱστορίας ἐπιμέλεια. τὰ μέντοι παρ’ Αἰγυπτίοις τε καὶ Χαλδαίοις καὶ Φοίνιξινἐῶ γὰρ νῦν ἡμᾶς ἐκείνοις συγκαταλέγειν αὐτοὶ δήπουθεν ὁμολογοῦσιν ἀρχαιοτάτην καὶ μονιμωτάτην ἔχειν τῆς μνήμης τὴν παράδοσιν. καὶ γὰρ τόπους ἅπαντες οἰκοῦσιν ἥκιστα ταῖς ἐκ τοῦ περιέχοντος φθοραῖς ὑποκειμένους καὶ πολλὴν ἐποιήσαντο πρόνοιαν τοῦ μη-δὲν ἄμνηστον τῶν παρ’ αὐτοῖς πραττομένων παραλιπεῖν, ἀλλ’ ἐν δημοσίαις ἀναγραφαῖς ὑπὸ τῶν σοφωτάτων ἀεὶ καθιεροῦσθαι. τὸν δὲ περὶ τὴν Ἑλλάδα τόπον μυρίαι μὲν φθοραὶ κατέσχον, ἐξαλείφουσαι τὴν μνήμην τῶν γεγονότων· ἀεὶ δὲ καινοὺς καθιστάμενοι βίους τοῦ παντὸς ἐνόμιζον ἄρχειν ἕκαστος τῶν ἀφ’ ἑαυτῶν· ὀψὲ δὲ καὶ μόλις ἔγνωσαν φύσιν γραμμάτων. οἱ γοῦν ἀρχαιο-τάτην αὐτῶν τὴν χρῆσιν εἶναι θέλοντες παρὰ Φοινίκων καὶ Κάδμου σεμνύνονται μαθεῖν. οὐ μὴν οὐδ’ ἀπ’ ἐκείνου τοῦ χρόνου δύναιτό τις ἂν δεῖξαι σῳζο-μένην ἀναγραφὴν οὔτ’ ἐν ἱεροῖς οὔτ’ ἐπὶ δημοσίοις ἀναθήμασιν· ὅπου γε καὶ περὶ τῶν ἐπὶ Τροίαν τοσούτοις ἔτεσι στρατευσάντων ὕστερον πολλὴ γέγονεν ἀπορία καὶ ζήτησις εἰ γράμμασιν ἐχρῶντο· καὶ τἀληθὲς ἐπικρατεῖ μᾶλλον περὶ τοῦ τὴν νῦν οὖσαν τῶν γραμμάτων χρῆσιν ἐκείνους ἀγνοεῖν. ὅλως δὲ παρὰ τοῖς Ἕλλησιν οὐδὲν ὁμολογούμενον εὑρίσκεται γράμμα τῆς Ὁμήρου ποιήσεως πρεσβύτερον· οὗτος δὲ καὶ τῶν Τρωϊκῶν ὕστερος φαίνεται γενόμενος. καί φασιν οὐδὲ τοῦτον ἐν γράμμασι τὴν αὑτοῦ ποίησιν καταλιπεῖν, ἀλλὰ διαμνημονευομένην ἐκ τῶν γραμμάτων ὕστερον συντεθῆναι καὶ διὰ τοῦτο πολλὰς ἐν αὐτῇ σχεῖν τὰς διαφωνίας. οἱ μέντοι τὰς ἱστορίας ἐπιχειρή-σαντες συγγράφειν παρ’ αὐτοῖς, λέγω δὲ τοὺς περὶ Κάδμον τε τὸν Μιλήσιον καὶ τὸν Ἀργεῖον Ἀκουσίλαον καὶ μετὰ τοῦτον εἴ τινες ἄλλοι λέγονται γενέσθαι, βραχὺ τῆς Περσῶν ἐπὶ τὴν Ἑλλάδα στρατείας τῷ χρόνῳ προέλαβον. ἀλλὰ μὴν καὶ τοὺς περὶ τῶν οὐρανίων τε καὶ θείων πρώτους παρ’ Ἕλλησι φιλοσοφή-σαντας, οἷον Φερεκύδην τε τὸν Σύριον καὶ Πυθαγόραν καὶ Θάλητα, πάντες συμφώνως ὁμολογοῦσιν Αἰγυπτίων καὶ Χαλδαίων γενομένους μαθητὰς ὀλίγα συγγράψαι· καὶ ταῦτα τοῖς Ἕλλησιν εἶναι δοκεῖ πάντων ἀρχαιότατα καὶ μόλις αὐτὰ πιστεύουσιν ὑπ’ ἐκείνων γεγράφθαι. Πῶς οὖν οὐκ ἔστιν ἄλογον τετυφῶσθαι τοὺς Ἕλληνας ὡς μόνους ἐπισταμέ-νους τὰ ἀρχαῖα καὶ τὴν ἀλήθειαν περὶ αὐτῶν ἀκριβῶς παραδιδόντας; ἢ τίς οὐ παρ’ αὐτῶν ἂν τῶν συγγραφέων μάθοι ῥᾳδίως ὅτι μηδὲν βεβαίως εἰδότες συνέ-γραφον, ἀλλ’ ὡς ἕκαστοι περὶ τῶν πραγμάτων εἴκαζον; πλέον γοῦν διὰ τῶν βιβλίων ἀλλήλους ἐλέγχουσι καὶ τἀναντιώτατα περὶ τῶν αὐτῶν λέγειν οὐκ ὀκνοῦσι. περίεργος δ’ ἂν εἴην ἐγὼ τοὺς ἐμοῦ μᾶλλον ἐπισταμένους διδάσκων, ὅσα μὲν Ἑλλάνικος Ἀκουσιλάῳ περὶ τῶν γενεαλογιῶν διαπεφώνηκεν, ὅσα δὲ διορθοῦται τὸν Ἡσίοδον Ἀκουσίλαος· ἢ τίνα τρόπον Ἔφορος μὲν Ἑλλάνικον ἐν τοῖς πλείστοις ψευδόμενον ἐπιδείκνυσιν, Ἔφορον δὲ Τίμαιος καὶ Τίμαιον οἱ μετ’ ἐκεῖνον γεγονότες, Ἡρόδοτον δὲ πάντες. ἀλλ’ οὐδὲ περὶ τῶν Σικελικῶν τοῖς περὶ Ἀντίοχον καὶ Φίλιστον ἢ Καλλίαν Τίμαιος συμφωνεῖν ἠξίωσεν, οὐδ’ αὖ περὶ τῶν Ἀττικῶν οἱ τὰς Ἀτθίδας συγγεγραφότες ἢ περὶ τῶν Ἀργολικῶν οἱ τὰ περὶ Ἄργος ἱστοροῦντες ἀλλήλοις ἠκολουθήκασι. καὶ τί δεῖ λέγειν περὶ τῶν κατὰ πόλεις καὶ βραχυτέρων, ὅπου γε περὶ τῆς Περσικῆς στρατείας καὶ τῶν ἐν αὐτῇ πραχθέντων οἱ δοκιμώτατοι διαπεφωνήκασι; πολλὰ δὲ καὶ Θουκυδίδης ὡς ψευδόμενος ὑπό τινων κατηγορεῖται, καίτοι δοκῶν ἀκριβεστά-την καθ’ ἑαυτὸν ἱστορίαν συγγράφειν. Αἰτίαι δὲ τῆς τοιαύτης διαφωνίας πολλαὶ μὲν ἴσως ἂν καὶ ἕτεραι τοῖς βουλομένοις ζητεῖν ἀναφανεῖεν, ἐγὼ δὲ δυσὶ ταῖς ἐκτεθησομέναις αἰτίαις τὴν μεγίστην ἰσχὺν ἀνατίθημι. καὶ προτέραν ἐρῶ τὴν κυριωτέραν εἶναί μοι δοκοῦσαν. τὸ γὰρ ἐξ ἀρχῆς μὴ σπου-δασθῆναι παρὰ τοῖς Ἕλλησι δημοσίᾳ γίνεσθαι τὰς περὶ τῶν ἑκάστοτε πρατ-τομένων ἀναγραφάς, τοῦτο μάλιστα δὴ καὶ τὴν πλάνην καὶ τὴν ἐξουσίαν τοῦ ψεύδεσθαι τοῖς μετὰ ταῦτα βουληθεῖσι περὶ τῶν παλαιῶν τι γράφειν παρέσχεν. οὐ γὰρ μόνον παρὰ τοῖς ἄλλοις Ἕλλησιν ἠμελήθη τὰ περὶ τὰς ἀναγραφάς, ἀλλ’ οὐδὲ παρ’ αὐτοῖς Ἀθηναίοις, οὓς αὐτόχθονας εἶναι λέγουσι καὶ παιδείας ἐπιμελεῖς, οὐδὲν τοιοῦτον εὑρίσκεται γενόμενον· ἀλλὰ τῶν δημοσίων γραμμάτων ἀρχαιοτάτους εἶναί φασι τοὺς ὑπὸ Δράκοντος αὐτοῖς περὶ τῶν φονικῶν γραφέντας νόμους, ὀλίγῳ πρότερον τῆς Πεισιστράτου τυραννίδος ἀνθρώπου γεγονότος. περὶ μὲν γὰρ Ἀρκάδων τί χρὴ λέγειν αὐχούντων ἀρχαιότητα; μόλις γὰρ οὗτοι καὶ μετὰ ταῦτα γράμμασιν ἐπαιδεύθησαν. Ἅτε δὴ τοίνυν οὐδεμιᾶς προβεβλημένης ἀναγραφῆς, ἣ καὶ τοὺς μαθεῖν βουλομένους διδάξειν ἔμελλε καὶ τοὺς ψευδομένους ἐλέγξειν, ἡ πολλὴ πρὸς ἀλλή-λους ἐγένετο διαφωνία τοῖς συγγραφεῦσι. δευτέραν δὲ πρὸς ταύτῃ θετέον ἐκείνην αἰτίαν· οἱ γὰρ ἐπὶ τὸ γράφειν ὁρμήσαντες οὐ περὶ τὴν ἀλήθειαν ἐσπού-δασανκαίτοι τοῦτο πρόχειρον αὐτοῖς ἐστιν ἀεὶ τὸ ἐπάγγελμαλόγων δὲ δύναμιν ἐπεδείκνυντο καὶ καθ’ ὅντινα τρόπον ἐν τούτῳ παρευδοκιμήσειν τοὺς ἄλλους ὑπελάμβανον, κατὰ τοῦτον ἡρμόζοντο, τινὲς μὲν ἐπὶ τὸ μυθολογεῖν τρα-πόμενοι, τινὲς δὲ πρὸς χάριν ἢ τὰς πόλεις ἢ τοὺς βασιλέας ἐπαινοῦντες· ἄλλοι δὲ ἐπὶ τὸ κατηγορεῖν τῶν πράξεων ἢ τῶν γεγραφότων ἐχώρησαν, εὐδοκιμή-σειν ἐν τούτῳ νομίζοντες. ὅλως δὲ τὸ πάντων ἐναντιώτατον ἱστορίᾳ πράτ-τοντες διατελοῦσι. τῆς μὲν γὰρ ἀληθοῦς ἐστι τεκμήριον ἱστορίας, εἰ περὶ τῶν αὐτῶν ἅπαντες τὰ αὐτὰ καὶ λέγοιεν καὶ γράφοιεν· οἱ δ’ εἰ μὴ τὰ αὐτὰ γράψειαν ἑτέροις, οὕτως ἐνόμιζον αὐτοὶ φαίνεσθαι πάντων ἀληθέστατοι. Τοσαῦτα καὶ ὁ Ἰώσηπος. εἴη δ’ ἂν τῶν εἰρημένων ἐπισφράγισμα καὶ ἡ Διοδώρου μαρτυρία, ἣν ἀπὸ τοῦ πρώτου τῆς συναχθείσης αὐτῷ Βι-βλιοθήκης παραθήσομαι, οὕτως ἔχουσαν πρὸς λέξιν· η. ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ· ΑΠΟ ΤΩΝ ΔΙΟΔΩΡΟΥ Τούτων δ’ ἡμῖν διευκρινημένων ῥητέον ὅσοι τῶν παρ’ Ἕλλησι δεδοξα-σμένων ἐπὶ συνέσει καὶ παιδείᾳ παρέβαλον εἰς Αἴγυπτον ἐν τοῖς ἀρχαίοις χρόνοις, ἵνα τῶν ἐνταῦθα νομίμων καὶ παιδείας μετάσχωσιν. οἱ γὰρ ἱερεῖς τῶν Αἰγυπτίων ἱστοροῦσιν ἐκ τῶν ἀναγραφῶν τῶν ἐν ταῖς ἱεραῖς βίβλοις παραβαλεῖν πρὸς ἑαυτοὺς Ὀρφέα τε καὶ Μουσαῖον καὶ Μελάμποδα καὶ Δαίδαλον, πρὸς δὲ τούτοις Ὅμηρόν τε τὸν ποιητὴν καὶ Λυκοῦργον τὸν Σπαρτιάτην, ἔτι δὲ Σό-λωνα τὸν Ἀθηναῖον καὶ Πλάτωνα τὸν φιλόσοφον· ἐλθεῖν δὲ καὶ Πυθαγόραν τὸν Σάμιον καὶ τὸν μαθηματικὸν Εὔδοξον, ἔτι δὲ Δημόκριτον τὸν Ἀβδηρίτην καὶ Οἰνοπίδην τὸν Χῖον. πάντων δὲ τούτων σημεῖα δεικνύουσι τῶν μὲν εἰκόνας, τῶν δὲ τόπων ἢ κατασκευασμάτων ὁμωνύμους προσηγορίας. ἔκ τε τῆς ἑκάστῳ ζηλωθείσης παιδείας ἀποδείξεις φέρουσι, συνιστάντες ἐξ Αἰγύπτου μετενηνοχέναι πάντα δι’ ὧν παρὰ τοῖς Ἕλλησιν ἐθαυμάσθησαν. Ὀρφέα μὲν γὰρ τῶν μυ-στικῶν τελετῶν τὰ πλεῖστα καὶ τὰ περὶ τὴν ἑαυτοῦ πλάνην ὀργιαζόμενα καὶ τὴν τῶν ἐν Ἅιδου μυθοποιίαν παρ’ Αἰγυπτίων ἀπενέγκασθαι. τὴν μὲν γὰρ Ὀσίριδος τελετὴν τῇ Διονύσου τὴν αὐτὴν εἶναι· τὴν δὲ τῆς Ἴσιδος τῇ τῆς Δήμητρος ὁμοιοτάτην ὑπάρχειν, τῶν ὀνομάτων μόνων ἐνηλλαγμένων· τὰς δὲ τῶν ἀσεβῶν ἐν Ἅιδου τιμωρίας καὶ τοὺς τῶν εὐσεβῶν λειμῶνας καὶ τὰς παρὰ τοῖς πολλοῖς εἰδωλοποιίας ἀναπεπλασμένας παρεισαγαγεῖν, μιμησάμενον τὰ
PG 21:799περὶ τὰς ταφὰς τὰς κατ’ Αἴγυπτον. τὸν μὲν γὰρ ψυχοπομπὸν Ἑρμῆν κατὰ τὸ παλαιὸν νόμιμον παρ’ Αἰγυπτίοις ἀναγαγόντα τοῦ Ἄπιδος τὸ σῶμα μέχρι τινὸς παραδιδόναι τῷ περικειμένῳ τὴν τοῦ Κερβέρου προτομήν. τοῦ δὲ Ὀρ-φέως τοῦτο καταδείξαντος παρὰ τοῖς Ἕλλησι τὸν Ὅμηρον ἀκολούθως τούτῳ θεῖναι κατὰ τὴν ποίησιν· Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο ἀνδρῶν ἡρώων· ἔχε δὲ ῥάβδον μετὰ χερσίν.3 Εἶτα πάλιν προβὰς ἐπιλέγει· Μελάμποδα δέ φασι μετενεγκεῖν ἐξ Αἰγύπτου τὰ Διονύσῳ νομιζόμενα τελεῖσθαι παρὰ τοῖς Ἕλλησι καὶ τὰ περὶ Κρόνου μυθολογούμενα καὶ τὰ περὶ τῆς Τιτανομαχίας καὶ τὸ σύνολον τὴν περὶ τὰ πάθη τῶν θεῶν ἱστορίαν. τὸν δὲ Δαίδαλον λέγουσιν ἀπομιμήσασθαι τὴν τοῦ λαβυρίνθου πλοκὴν τοῦ διαμένοντος μὲν μέχρι τοῦ νῦν καιροῦ, οἰκοδομηθέντος δέ, ὡς μέν τινές φασιν, ὑπὸ Μένδητος, ὡς δ’ ἔνιοι λέγουσιν, ὑπὸ Μάρου τοῦ βασιλέως, πολλοῖς ἔτεσι πρότερον τῆς Μίνω βασιλείας· τόν τε ῥυθμὸν τῶν ἀρχαίων κατ’ Αἴγυπτον ἀνδριάντων τὸν αὐτὸν εἶναι τοῖς ὑπὸ Δαιδάλου κατασκευασθεῖσι παρὰ τοῖς Ἕλλησι. τὸ δὲ κάλλιστον πρόπυλον ἐν Μέμφει τοῦ Ἡφαιστ[ε]ίου Δαίδαλον ἀρχιτεκτονῆσαι, καὶ θαυμασθέντα τυχεῖν εἰκόνος ξυλίνης κατὰ τὸ προειρημένον ἱερόν, ταῖς ἰδίαις χερσὶ δεδημιουργημένης· πέρας δὲ διὰ τὴν εὐφυί̈αν ἀξιωθέντα μεγά-λης δόξης καὶ πολλὰ προσεξευρόντα τυχεῖν ἰσοθέων τιμῶν. κατὰ γὰρ μίαν τῶν πρὸς τῇ Μέμφει νήσων ἔτι καὶ νῦν ἱερὸν εἶναι Δαιδάλου τιμώμενον ὑπὸ τῶν ἐγχωρίων. τῆς δ’ Ὁμήρου παρουσίας ἄλλα τε σημεῖα φέρουσι καὶ μάλιστα τὴν τῆς Ἑλένης γενομένην παρὰ Μενελάῳ Τηλεμάχῳ φαρμακείαν καὶ λήθην τῶν συμβεβηκότων κακῶν. τὸ γὰρ νηπενθὲς φάρμακον, ὃ λα-βεῖν φησιν ὁ ποιητὴς τὴν Ἑλένην ἐκ τῶν Αἰγυπτίων παρὰ τῆς Πολυμνήστης, τῆς Θῶνος γυναικός, ἀκριβῶς ἐξητακὼς φαίνεται. ἔτι γὰρ καὶ νῦν τὰς ἐν ταύτῃ γυναῖκας χρῆσθαι τῇ προειρημένῃ δυνάμει λέγουσι καὶ παρὰ μόναις ταῖς Διοσπολίτισιν ἐκ παλαιῶν χρόνων ὀργῆς καὶ λύπης φάρμακον εὑρῆσθαί φασι· τὰς δὲ Θήβας καὶ Διόσπολιν τὴν αὐτὴν ὑπάρχειν· τήν τε Ἀφροδίτην ὀνομάζεσθαι παρὰ τοῖς ἐγχωρίοις χρυσῆν ἐκ παλαιᾶς παραδόσεως· καὶ πεδίον εἶναι καλούμενον χρυσῆς Ἀφροδίτης περὶ τὴν ὀνομαζομένην Μώμεμφιν. τά τε περὶ τὸν Δία καὶ τὴν Ἥραν μυθολογούμενα περὶ τῆς συνουσίας καὶ τὴν εἰς Αἰθιοπίαν ἐκδημίαν ἐκεῖθεν αὐτὸν μετενεγκεῖν (κατ’ ἐνιαυτὸν γὰρ παρὰ τοῖς Αἰγυπτίοις τὸν νεὼν τοῦ Διὸς περαιοῦσθαι τὸν ποταμὸν εἰς τὴν Λιβύην καὶ μεθ’ ἡμέρας τινὰς πάλιν ἐπιστρέφειν, ὡς ἐξ Αἰθιοπίας τοῦ θεοῦ παρόντος) τήν τε συνουσίαν τῶν θεῶν τούτων, ἐν ταῖς πανηγύρεσι τῶν ναῶν ἀνακομιζομένων ἀμφοτέρων εἰς ὄρος ἄνθεσι παντοίοις ὑπὸ τῶν ἱερέων κατεστεμμένον. Καὶ Λυκοῦργον δὲ καὶ Πλάτωνα καὶ Σόλωνα πολλὰ τῶν ἐξ Αἰγύπτου νομίμων εἰς τὰς ἑαυτῶν κατατάξαι νομοθεσίας Πυθαγόραν τε τὰ κατὰ τὸν Ἱερὸν λόγον καὶ τὰ κατὰ γεωμετρίαν θεωρήματα καὶ τὰ περὶ τοὺς ἀριθμούς, ἔτι δὲ τὴν εἰς πᾶν ζῷον τῆς ψυχῆς μεταβολὴν μαθεῖν παρ’ Αἰγυπτίων. ὑπο-λαμβάνουσι δὲ καὶ Δημόκριτον παρ’ αὐτοῖς ἔτη διατρῖψαι πέντε καὶ πολλὰ διδαχθῆναι τῶν κατὰ ἀστρολογίαν τόν τε Οἰνοπίδην ὁμοίως συνδιατρίψαντα τοῖς ἱερεῦσι καὶ ἀστρολόγοις μαθεῖν ἄλλα τε καὶ μάλιστα τὸν ἡλιακὸν κύκλον, ὡς λοξὴν μὲν ἔχει τὴν πορείαν, ἐναντίαν δὲ τοῖς ἄλλοις ἄστροις τὴν φορὰν ποιεῖται. παραπλησίως δὲ καὶ τὸν Εὔδοξον ἀστρολογήσαντα παρ’ αὐτοῖς καὶ πολλὰ τῶν χρησίμων εἰς τοὺς Ἕλληνας ἐκδόντα τυχεῖν ἀξιολόγου δόξης. πάντων δὲ τῶν παλαιῶν ἀγαλματοποιῶν τοὺς μάλιστα διωνομασμένους δια-τετριφέναι παρ’ αὐτοῖς, Τηλεκλέα καὶ Θεόδωρον, τοὺς Ῥοίκου μὲν υἱούς, κατασκευάσαντας δὲ τοῖς Σαμίοις τὸ τοῦ Ἀπόλλωνος τοῦ Πυθίου ξόανον. Τοσαῦτα δὲ καὶ Διόδωρος. ἀλλ’ οὗτος μὲν ὁ λόγος ὧδέ πως ἀποδεδειγ-μένος ἐνταῦθά μοι εἰληφέτω τέλος. οὐ δεῖ δὴ λοιπὸν ἀλογίας ἡμῶν κατ-ηγορεῖν, εἰ δὴ τοὺς τῶν σοφῶν Ἑλλήνων καὶ αὐτῶν γε τῶν παρ’ αὐτοῖς φιλοσόφων διδασκάλους, τοὺς βαρβάρους λέγω, πόθῳ τῆς ἀληθοῦς εὐσεβείας καὶ αὐτοὶ μετήλθομεν, εἴ γε βάρβαροι Ἑβραῖοι. ὧν τοὺς χρόνους, καθ’ οὓς ἤκμασαν Μωσῆς τε καὶ οἱ μετὰ Μωσέα προφῆται, εὖ ἂν ἔχοι διελθεῖν, ἐπεὶ καὶ τοῦτ’ ἂν εἴη ἕν τι τῶν μάλιστα συνεκτικωτάτων τῇ προκειμένῃ πραγματείᾳ, τὸ μέλλοντας τῶν παρὰ τοῖς ἀνδράσι λογίων ἐφάπτεσθαι προ-διαλαβεῖν περὶ τῆς ἀρχαιότητος αὐτῶν, ἵν’, εἰ φανεῖεν τοῖς Ἑβραίων προ-φήταις τε καὶ θεολόγοις οἱ παρ’ Ἕλλησιν ὁμοδοξοῦντες, μηκέτ’ ἀμφιβάλ-λοις τίνας ἦν εἰκὸς τὰ παρὰ τίνων ἀναλέξασθαι, πότερα τοὺς πρεσβυτέρους τὰ τῶν νέων, Ἑβραίους τε τὰ Ἑλλήνων καὶ βαρβάρους τὰ φιλοσόφων, ὧν οὐδὲ τῆς γλώσσης εἰκὸς ἦν ἐπαί̈ειν, ἢ (ὅπερ καὶ μᾶλλον εἰκός) τοὺς νέους τὰ τῶν πρεσβυτέρων καὶ τοὺς τὰ πλεῖστα τῶν ἐθνῶν περιειργασμένους Ἕλληνας καὶ τὰ Ἑβραίων μὴ ἀγνοῆσαι, ἀρχῆθεν ἐπὶ τὴν Ἑλλάδα φωνὴν μεταβεβλημένα. θ. ΠΕΡΙ ΤΗΣ ΑΡΧΑΙΟΤΗΤΟΣ ΜΩΣΕΩΣ ΚΑΙ ΤΩΝ ΠΑΡ’ ΕΒΡΑΙΟΙΣ ΠΡΟΦΗΤΩΝ Μωσέως πέρι καὶ τῆς τῶν μετ’ αὐτὸν προφητῶν ἀρχαιότητος πλεῖστοι μὲν ἄλλοι διὰ σπουδῆς τὴν ἀπόδειξιν ἐν οἰκείοις καταβέβληνται συγγράμ-μασιν, ἀφ’ ὧν αὐτίκα μάλα σμικρὰ ἄττα παραθήσομαι. κἀγὼ δὲ καινο-τέραν παρὰ τοὺς εἰρημένους ὁδεύσας ταύτῃ χρήσομαι τῇ μεθόδῳ. συντρε-χόντων ὁμολογουμένως τῶν χρόνων Αὐγούστου Ῥωμαίων αὐτοκράτορος καὶ τῆς τοῦ σωτῆρος ἡμῶν γενέσεως ἀρχήν τε τῆς εὐαγγελικῆς διδασκαλίας τοῦ Χριστοῦ ποιησαμένου κατὰ τὸ πεντεκαιδέκατον ἔτος Τιβερίου Καί-σαρος, εἴ τις ἀπὸ τούτου συναγαγεῖν ἐθέλοι τὸν τῶν ἐτῶν ἀριθμόν, προϊὼν ἐπὶ τοὺς ἀνωτέρω χρόνους τοὺς μέχρι Δαρείου τοῦ Περσῶν βασιλέως καὶ τῆς κατ’ αὐτὸν ἀνανεώσεως τοῦ ἐν Ἱεροσολύμοις νεώ, ἣ γέγονε μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοῦ Ἰουδαίων ἔθνους, εὕροι ἂν ἀπὸ Τιβερίου ἐπὶ τὸ δεύτερον ἔτος Δαρείου ἔτη φμη· Δαρείου μὲν γὰρ τὸ δεύτερον κατὰ τὸ πρῶτον ἔτος τῆς ξε Ὀλυμπιάδος καταντᾷ, Τιβερίου δὲ τὸ πεντεκαιδέκατον τῆς Ῥωμαίων βασιλείας κατὰ τὸ δ τῆς σα Ὀλυμπιάδος συμπίπτει. γίνον-ται τοίνυν αἱ μεταξὺ Δαρείου τοῦ Πέρσου καὶ Τιβερίου τοῦ Ῥωμαίων βασι-λέως Ὀλυμπιάδες ρλζ, αἳ συνάγουσι χρόνον ἐτῶν φμη, τετραετίας τῇ Ὀλυμ-πιάδι λογιζομένης. ἐπεὶ δὲ κατὰ τὸ δεύτερον ἔτος Δαρείου τὸ ο ὑπῆρχε τῆς ἐρημίας τοῦ ἐν Ἱεροσολύμοις νεώ, καθὼς τὰ τῆς Ἑβραίων ἱστορίας παρίστησι, κἀντεῦθεν πάλιν ἀνατρεχόντων ἀπὸ μὲν τοῦ δευτέρου ἔτους Δα-ρείου ἐπὶ τὴν α Ὀλυμπιάδα ἔτη συνάγοιτ’ ἂν σν, Ὀλυμπιάδες ξδ, τος-αῦτα δ’ ἂν εὕροις τὰ ἀπὸ τοῦ ὑστάτου ἔτους τῆς ἐρημίας τοῦ δηλωθέντος ἱεροῦ ἐπὶ τὸ ν ἔτος Ὀζίου τοῦ τῶν Ἰουδαίων βασιλέως ἀνιών, καθ’ ὃν ἐπροφή-τευον Ἡσαί̈ας καὶ Ὠσηὲ ὅσοι τε τούτοις γεγόνασι σύγχρονοι, ὥστ’ εἶναι τὴν πρώτην καθ’ Ἕλληνας Ὀλυμπιάδα σύνδρομον Ἡσαί̈ᾳ τῷ προφήτῃ καὶ τοῖς τούτῳ συγχρόνοις. πάλιν δὲ ἀπὸ τῆς πρώτης Ὀλυμπιάδος ἐπὶ τοὺς ἔμπροσθεν ἀνιὼν χρόνους μέχρι τῆς Ἰλίου ἁλώσεως εὑρήσεις ἔτη συγκεφα-λαιούμενα υη, ὡς αἱ παρ’ Ἕλλησι τῶν χρόνων ἀναγραφαὶ περιέχουσι. καὶ καθ’ Ἑβραίους ἀπὸ ν ἔτους Ὀζίου τοῦ Ἰουδαίων βασιλέως ἀνιὼν ἐπὶ τὸ τρίτον ἔτος Λαβδὼν παρ’ Ἑβραίοις γενομένου κριτοῦ τὸν ἴσον συνάξεις ἀριθμὸν ἐτῶν υη· ὥστ’ εἶναι τὴν Ἰλίου ἅλωσιν κατὰ τοὺς Λαβδὼν τοῦ κρι-
Μελάμποδα, καὶ Δαίδαλον, πρὸς δὲ τούτοις Ομηρόν τε τὸν ποιητὴν, καὶ Λυκοῦργον τὸν Σπαρτιάτην· ἔτι δὲ Σόλωνα τὸν ᾿Αθηναῖον, καὶ Πλάτωνα τὸν φιλόσοφον. Ελθεῖν δὲ καὶ Πυθαγόραν τὸν Σάμιον, καὶ τὸν μαθηματικὸν Εὔδοξον, ἔτι δὲ καὶ Δημόκριτον τὸν ᾿Αβδηρίτην, καὶ Οἰνοπίδην τὸν Χῖον. Πάντων δὲ τούτων σημεῖα δεικνύουσι, τῶν μὲν, εἰκόνας, τῶν δὲ τόπων ἢ κατασκευασμάτων (46) ὁμωνύμους προσηγορίας. Εκ τε τῆς ἑκάστῳ ζηλωθείσης παι- δείας ἀποδείξεις φέρουσι, συνιστάντες ἐξ Αἰγύπτου μετενηνοχέναι πάντα, δι᾿ ὧν παρὰ τοῖς Ἕλλησιν έθαυμάσθησαν. Ορφέα μὲν γὰρ τῶν μυστικῶν τε- λετῶν τὰ πλεῖστα, καὶ τὰ περὶ τὴν ἑαυτοῦ πλάνην παρ' Αἰγυπτίων ἀπενέγκασθαι. Τὴν μὲν γὰρ Οσίριδος τελετὴν τῇ Διονύσου τὴν αὐτὴν εἶναι· τὴν δὲ τῆς Ἴσι- δος τῇ τῆς Δήμητρος ὁμοιωτάτην ὑπάρχειν, τῶν ὀνο μάτων μόνων ἐνηλλαγμένων· τὰς δὲ ἀσεβῶν ἐν ᾅδου τιμωρίας, καὶ τοὺς τῶν εὐσεβῶν λειμῶνας, καὶ τὰς παρὰ τοῖς πολλοῖς εἰδωλοποιίας ἀναπεπλασμένας παρ εισαγαγεῖν, μιμησάμενον τὰ περὶ τὰς ταφὰς τὰς κατ' Αἴγυπτον. Τὸν μὲν γὰρ ψυχοπομπὸν Ἑρμῆν, κατά τὸ παλαιὸν νόμιμον παρ' Αἰγυπτίοις, ἀναγαγόντα τοῦ *Απιδος τὸ σῶμα μέχρι τινός, παραδιδόναι τῷ περι κειμένῳ τὴν τοῦ Κερβέρου περιτομήν. Τοῦ δὲ Όρ ψέως τοῦτο καταδείξαντος παρὰ τοῖς Ἕλλησι, τὸν Ὅμηρον ἀκολούθως τούτῳ θεἶναι κατὰ τὴν ποίησιν Β Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο Ἐκεῖ οὖν Ανδρῶν ἡρώων· ἔχε δὲ ῥάβδον μετὰ χερσίν (48).» Εἶτα πάλιν προβὰς ἐπιλέγει· ι Μελάμποδα (49) δέ φασι μετενεγκεῖν ἐξ Αἰγύπτου τὰ Διονύσῳ νομικό- μενα τελεῖσθαι παρὰ τοῖς Ἕλλησι, καὶ τὰ περὶ Κρόν νου μυθολογούμενα, καὶ τὰ περὶ τῆς Τιτανομαχίας, καὶ τὸ σύνολον τὴν περὶ τὰ πάθη τῶν θεῶν ἱστορίαν. Τὸν δὲ Δαίδαλον λέγουσιν ἀπομιμήσασθαι τὴν τοῦ λαβυρίνθου πλοκήν, τοῦ διαμένοντος μὲν μέχρι τοῦ νῦν καιροῦ, οἰκοδομηθέντος δὲ, ὡς μέν τινές φασιν, ὑπὸ Μένδητος· ὡς δ᾽ ἔνιοι λέγουσιν, ὑπὸ Μάρου τοῦ βασιλέως, πολλοῖς ἔτεσι πρότερον τῆς Μίνω βασι- λείας· τόν τε ῥυθμὸν τῶν ἀρχαίων κατ' Αἴγυπτον ἀνδριάντων τὸν αὐτὸν εἶναι τοῖς ὑπὸ Δαιδάλου κατα σκευασθεῖσι παρὰ τοῖς Ἕλλησι. Τὸ δὲ κάλλιστον πρόπυλον ἐν Μέμφιδι τοῦ Ηφαίστου Δαίδαλον ἀρχι- τεκτονῆσαι, καὶ θαυμασθέντα, τυχεῖν εἰκόνος ξυλίνης κατὰ τὸ προειρημένον ἱερὸν, ταῖς ἰδίαις χερσὶ δεδη- μιουργημένης· πέρας δὲ διὰ τὴν εὐφυΐαν ἀξιωθέντα μεγάλης δόξης, καὶ πολλὰ προσεξευρόντα, τυχεῖν ισοθέων τιμῶν. Κατὰ γὰρ μίαν τῶν πρὸς τῇ Μέμ ἐδείκνυντο οἵ τε τῶν ἱερέων οἶκοι, καὶ Πλάτωνος, καὶ Εὐδόξου διατριβαί. πλάν. Ιd τὴν ὑπ' αὐτοῦ πεποιημένην. τὰ πρὸς τὴν νεκυίαν EUSEBII CAESARIENSIS OPP. PARS II. APOLOGETICA. - Melampodem, ac Dædalum, necnon et Homerum A poetam, Lycurgum Spartiatem, Solonem Athenien- sem, Platonem philosophum, Pythagoram Samium, Eudoxum mathematicum, Democritum Abderitam, et ŒEnopidam Chium accessisse. Quorum illi mo- numenta quædam etiamnum repræsentant, aliorum quidem imagines, aliorum vero, partim loca, par- tim opera quædam ipsorum cognomentis insignia. Quinetiam ex singulari cujusque ac proprio doetri- næ genere id ipsum manifeste colligunt, dum eos, quidquid tantum ipsis apud Græcos admirationis peperit, id totum ex Ægypto deportasse demon- strant. Quippe, Orpheum enim partem mysticorum sacrorum maximam, quæque de ipsius errore orgia celebrantur, ac totam illam inferorum fabulam ab Ægyptiis derivasse. Nam et Osiridis religiones, illas ipsas esse, quas Baccho attribuit, et Isidis inter Cererisque cultum affinitatem esse perma- gnam, adeoque solam nominum mutationem inter- esse. Quod autem et impiorum apud inferos sup- plicia, et prata piorum amoenissima, et fictitias las passimque vulgatas mortuorum umbras in- vexerit, in iis omnibus solemnes in funeribus Ægyptiorum ritus imitatum fuisse. Nam veteri Æ- gyptiorum instituto, Mercurium illum deducendis animabus præpositum, Apidis corpus,ubi ad certum usque locum perduxerit, tum nescio cui dimidii Cerberi larvam induto tradere solitum. Id Orpheus cum Græcis hominibus indicasset, Homerum ejus deinde secutum vestigia, suis ita versibus inseruisse : Heroumque animas Cyllenius evocat Hermes ; G Virgam dextra gerit. › Tum aliis eamdem in rem commemoratis, ita prosequitur: Melampodem quoque ferunt, stalas so - lemnesque Græcorum in sacris Bacchi cæremonias, cum iis quæ vel de Saturno, vel de commisso cum Titanibus certamine, vel omnino de numinum suo- rum casibus fabulantur, ex Ægypto transtulisse. At vero Dædalum ejus labyrinthi flexiones imitatum esse, qui a Mendete, ut nonnulli tradunt, vel ut ali- is placet, a Mari rege, multis antequam Minos re- guaret annis, ædificatus, ad hodiernum usque diem visitur. Quinetiam idem artis ingenium in antiquis Ægyptiorum signis etiamnum apparere, quo Dæ- dali apud Græcos statuæ commendantur: eumdem, quod elegantissimum apud Memphim Vulcani tem- D pli vestibulum admirabili artifcio construxisset, ligneam in eodem templo statuam suis ipsius ma- nibus elaboratam ; imo divinos etiam honores, ob singularem artis excellentiam, qua et magnum sibi nomen confecerat, et nova pleraque excogitaverat, desumptas a locis aut operibus appellationes. Rectius visum est, partim loca, partim opera quædam, ipso- rum cognominis insignia. Quomodo enim in Ægy- pto, Græcorum philosophorum appellationes osten- derent, a locis operibusve desuniptas? Facile au- tem, et loca quædam, et opera ipsorum cogno- mentis insignia ostendere potuerunt: cum ibi et perdiu versati essent, et nonnulla industriæ suæ monumenta reliquissent. Huc autem pertinet illud Strabonis, lib. xvii : (de Ægypto loquitur) est, Diodorum locus, ut in re fabulosa, perinsignis, ad eum fontem indicandum, unde Homerus, aliique deinceps poetz hausisse si- deantur. (47) ὀργιαζόμενα, καὶ τὴν τῶν ἐν ᾅδου μυθοποιίαν, (46) Τόπων ἢ κατασκευασμ. Interpres Diodori, (47) Τὴν ἑαυτοῦ πλάνην. Mallem τὴν αὐτοῦ (48) Μετὰ χερσίν. Post hæc verba, sequitur apud (49) Μελάμποδα. Diodor., pag. 87.
PG 21:805τοῦ χρόνους, ἑπτὰ ἔτεσι πρότερον ἢ Σαμψὼν ἄρξαι Ἑβραίων, ὃν κατὰ τὴν τοῦ σώματος ἀλκὴν ἀνυπόστατον γενέσθαι φασίν, ἐοικότα τῷ βοωμένῳ παρ’ Ἕλλησιν Ἡρακλεῖ. καὶ ἐντεῦθεν δὲ ἐπὶ τοὺς ἀνωτέρω βαδίζων σαυτῷ τε συναγαγὼν ἀριθμὸν ἐτῶν υ, εὕροις ἂν κατὰ μὲν Ἑβραίους Μωσέα, κατὰ δὲ Ἕλληνας Κέκροπα τὸν γηγενῆ. κατώτερα δὲ τῶν Κέκροπος ἱστο-ρεῖται χρόνων τὰ παρ’ Ἕλλησι θαυμαζόμενα. γίνεται γὰρ μετὰ Κέκροπα ὁ κατὰ Δευκαλίωνα κατακλυσμὸς καὶ ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις Ἐριχθο-νίου τε γένεσις Κόρης τε ἁρπαγὴ καὶ Δήμητρος μυστήρια, Ἐλευσινίων ἵδρυσις, Τριπτολέμου γεωργία, Εὐρώπης ὑπὸ Διὸς ἁρπαγή, Ἀπόλλωνος γένεσις, Κάδμου ἐπὶ Θήβας παρουσία καὶ ἔτι τούτων νεώτεροι Διόνυσος, Μίνως, Περσεύς, Ἀσκληπιός, Διόσκουροι, Ἡρακλῆς. τούτων δ’ ἁπάντων πρεσβύτερος γεγονὼς συνίσταται Μωσῆς, ὡς ἂν κατὰ Κέκροπα τὴν ἡλικίαν ἀκμάσας. ἀπὸ δὲ Μωσέως πάλιν ἀνιὼν ἐπὶ τὸ πρῶτον ἔτος ζωῆς Ἁβραὰμ εὑρήσεις ἔτη φε. τοσαῦτα δὲ ἀπὸ τοῦ δηλωθέντος ἔτους τῆς Κέκροπος βασι-λείας τὸν ἀνωτέρω χρόνον ἀπαριθμούμενος ἐπὶ Νίνον ἥξεις τὸν Ἀσσύριον, ὃν πρῶτόν φασιν ἁπάσης τῆς Ἀσίας πλὴν Ἰνδῶν κεκρατηκέναι· οὗ Νίνος ἐπώνυ-μος πόλις, ἣ Νινευὴ παρ’ Ἑβραίοις ὠνόμασται, καθ’ ὃν Ζωροάστρης ὁ μάγος Βακτρίων ἐβασίλευσε. Νίνου δὲ γυνὴ καὶ διάδοχος τῆς βασιλείας Σεμίραμις· ὥστ’ εἶναι τὸν Ἁβραὰμ κατὰ τούτους. Ταῦτα μὲν οὖν ἀποδεικτικῶς ἐν τοῖς πονηθεῖσιν ἡμῖν Χρονικοῖς Κα-νόσιν οὕτως ἔχοντα συνέστη. ἐπὶ δὲ τοῦ παρόντος πρὸς τοῖς εἰρημένοις μάρ-τυρι τῆς Μωσέως ἀρχαιότητος χρήσομαι τῷ πάντων δυσμενεστάτῳ καὶ πολεμιωτάτῳ Ἑβραίων τε καὶ ἡμῶν, φημὶ δὲ τῷ καθ’ ἡμᾶς φιλοσόφῳ, ὃς τὴν καθ’ ἡμῶν συσκευὴν ὑπερβολῇ μίσους προβεβλημένος οὐ μόνους ἡμᾶς, ἀλλὰ καὶ Ἑβραίους αὐτόν τε Μωσέα καὶ τοὺς μετ’ αὐτὸν προφήτας ταῖς ἴσαις ὑπηγάγετο δυσφημίαις. οὕτω γὰρ διὰ τῆς τῶν ἐχθρῶν ὁμολογίας ἀναμφηρίστως ἡγοῦμαι τὴν ἐπαγγελίαν πιστώσεσθαι. γράφει τοίνυν ἐν τῷ τετάρτῳ τῆς καθ’ ἡμῶν συσκευῆς ὁ Πορφύριος ῥήμασιν αὐτοῖς τάδε· Ἱστορεῖ δὴ τὰ περὶ Ἰουδαίων ἀληθέστατα, ὅτι καὶ τοῖς τόποις καὶ τοῖς ὀνόμασιν αὐτῶν τὰ συμφωνότατα, Σαγχουνιάθων ὁ Βηρύτιος, εἰληφὼς τὰ ὑπο-μνήματα παρὰ Ἱερομβάλου τοῦ ἱερέως θεοῦ Ἰευώ, ὃς Ἀβελβαλῷ τῷ βασιλεῖ Βηρυτίων τὴν ἱστορίαν ἀναθεὶς ὑπ’ ἐκείνου καὶ τῶν κατ’ αὐτὸν ἐξεταστῶν τῆς ἀληθείας παρεδέχθη. οἱ δὲ τούτων χρόνοι καὶ πρὸ τῶν Τρωϊκῶν πίπτουσι χρόνων καὶ σχεδὸν τοῖς Μωσέως πλησιάζουσιν, ὡς αἱ τῶν Φοινίκης βασιλέων μηνύουσι διαδοχαί. Σαγχουνιάθων δὲ ὁ κατὰ τὴν τῶν Φοινίκων διάλεκτον φιλαλήθως πᾶσαν τὴν παλαιὰν ἱστορίαν ἐκ τῶν κατὰ πόλιν ὑπομνημάτων καὶ τῶν ἐν τοῖς ἱεροῖς ἀναγραφῶν συναγαγὼν καὶ συγγράψας ἐπὶ Σεμιράμεως γέγονε τῆς Ἀσσυρίων βασιλίδος. Ταῦτα ὁ Πορφύριος. δεῖ δὴ συλλογίσασθαι τὰ προκείμενα ὧδέ πως· εἴπερ ὁ Σαγχουνιάθων ἐπὶ Σεμιράμεως γέγονεν, ἡ δὲ μακρῷ πρόσθεν τῶν Τρωϊκῶν ὁμολογεῖται, εἴη ἂν καὶ ὁ Σαγχουνιάθων τῶν Τρωϊκῶν παλαιότερος. ἀλλ’ οὗτος παρ’ ἑτέρων πρεσβυτέρων αὐτοῦ τοῖς χρόνοις εἰληφέναι λέγε-ται τὰ ὑπομνήματα· οἱ δὲ καὶ αὐτοὶ ἀρχαιότεροι ὄντες αὐτοῦ σχεδὸν τοῖς Μω-σέως πλησιάζειν χρόνοις εἴρηνται, οὐδὲ αὐτοὶ κατὰ Μωσέα γενόμενοι, ἀλλὰ σχεδὸν τοῖς ἐκείνου χρόνοις πλησιάζοντες· ὡς τοσοῦτον εἶναι πρεσβύτερον Μωσέα τοῦ Σαγχουνιάθωνος ὁπόσον ἂν οὗτος λείπηται τῶν αὐτοῦ πρες-βυτέρων, οἳ Μωσεῖ πλησιάζειν ὡμολογήθησαν. πόσοις δὲ ἄρα ἔτεσιν εἰκὸς ἦν Μωσέα ὑπεράγειν τοὺς δηλουμένους ἄπορον εἰπεῖν· διόπερ τοῦτό μοι δοκῶ παρήσειν. δοὺς δὲ κατ’ αὐτὸν ἐκεῖνον τὸν Σαγχουνιάθωνα Μωσέα γεγονέναι καὶ μὴ πρότερον, ὧδε τὸν ἔλεγχον ἐφοδεύσω· εἴπερ ἐπὶ Σεμιράμεως τῆς Ἀσσυρίων βασιλίδος ὁ Σαγχουνιάθων ἐγνωρίζετο, ἔστω δὲ καὶ Μωσῆς μηδὲν προάγων, κατὰ δὲ τοῦτον ἠκμακώς, γένοιτ’ ἂν οὖν καὶ αὐτὸς κατὰ Σεμίραμιν. ἀλλ’ ὁ μὲν ἡμέτερος λόγος ἐπὶ ταύτης ἐδή-λου γενέσθαι τὸν Ἁβραάμ, ὁ δὲ τοῦ φιλοσόφου παλαιότερον τὸν Μωσέα συνί-στησιν. ἡ δὲ Σεμίραμις τῶν Τρωϊκῶν ὀκτακοσίοις ὅλοις ἔτεσι δείκνυται προ-γενομένη. καὶ Μωσῆς ἄρα ἔσται τοσούτοις τὰ Τρωϊκὰ προάγων κατὰ τὸν φιλό-σοφον. πρῶτος δὲ βασιλεύει Ἀργείων Ἴναχος, οὔπω τότε Ἀθηναίων οὔτε τὴν πόλιν οὔτε τὴν προσηγορίαν ἐχόντων. ὁ δὲ πρῶτος Ἀργείων ἡγεῖ-ται κατὰ τὸν πέμπτον μετὰ Σεμίραμιν Ἀσσυρίων βασιλέα, πεντήκοντα δὲ καὶ ἑκατὸν ὕστερον ἔτεσιν αὐτῆς τε καὶ Μωσέως, ἐν οἷς οὐδὲν ἐπίσημον γεγο-νὸς ἱστορεῖται παρ’ Ἕλλησι. κατὰ τοῦτο δὲ τοῦ χρόνου παρ’ Ἑβραίοις ἡγοῦν-ται οἱ Κριταί. εἶτ’ αὖ πάλιν τριακοσίοις ἐτῶν ἄλλοις κατώτερον χρόνοις, ἤδη που πλέον ἢ τετρακοσίων ὅλων ἐτῶν συμπληρουμένων ἀπὸ Σεμιρά-μεως, πρῶτος Ἀθηναίων βασιλεύει Κέκροψ ὁ βοώμενος παρ’ αὐτοῖς αὐτόχθων, Ἄργους ἡγουμένου Τριόπα, ὃς ἦν ἕβδομος μετὰ τὸν πρῶτον Ἀργεῖον Ἴναχον. μεταξὺ δὲ τούτων ὁ ἐπὶ Ὠγύγου μνημονεύεται κατακλυσμὸς πρῶτός τε Ἆπις ἐν Αἰγύπτῳ θεὸς ὠνομάσθη καὶ Ἰὼ θυγάτηρ Ἰνάχου, ἣν Ἶσιν Αἰγύπτιοι μετονομάσαντες σέβουσι, Προμηθεύς τε καὶ Ἄτλας ἐγνωρίζοντο. ἀπὸ δὲ Κέκροπος ἐπὶ τὴν Ἰλίου ἅλωσιν ἄλλα συνάγεται μικρῷ δέοντα ἔτη υ, ἐν οἷς τὰ ἐν Ἕλλησι θαυμάσια μυθολογεῖται, ὁ ἐπὶ Δευκαλίωνος κατακλυσμὸς καὶ ὁ ἐπὶ Φαέθοντος ἐμπρησμός, πολλῶν, ὡς εἰκός, φθορῶν γῆς κατὰ τόπους γε-γενημένων. πρῶτος δὲ Κέκροψ λέγεται Ζῆνα κεκληκέναι τὸν θεόν, μὴ πρότερον οὕτω παρ’ ἀνθρώποις ὠνομασμένον· ἔπειτα βωμὸν παρ’ Ἀθηναίοις ἱδρῦσαι πρῶτος καὶ πάλιν πρῶτος Ἀθηνᾶς ἄγαλμα συστήσασθαι, ὡς οὐδὲ τού-των ἐκ παλαιοῦ ὑπαρχόντων. μετὰ δὲ τοῦτον καὶ οἱ παρ’ Ἕλλησι θεοὶ πάντες γενεαλογοῦνται. παρ’ Ἑβραίοις δὲ ἐν τούτῳ οἱ ἀπὸ γένους Δαβὶδ ἐβασί-λευον καὶ οἱ μετὰ Μωσέα διέλαμπον προφῆται· ὥστε τὰ πάντα ἀπὸ Μωσέως ἐπὶ τὴν Ἰλίου ἅλωσιν συνάγεσθαι πλεῖον ἢ ὀκτακόσια ἔτη κατὰ τὴν ἐκτε-θεῖσαν τοῦ φιλοσόφου μαρτυρίαν. ἔτι δὲ πολὺ τῶν Τρωϊκῶν νεώτερα τὰ κατὰ Ὅμηρον καὶ Ἡσίοδον καὶ τοὺς λοιποὺς μνημονεύεται. χθὲς δὲ καὶ πρώην μετὰ τούτους περὶ τὴν πεντηκοστὴν Ὀλυμπιάδα οἱ ἀμφὶ Πυθαγό-ραν καὶ Δημόκριτον καὶ τοὺς μετὰ ταῦτα φιλοσόφους ὠνομάσθησαν, ἐγγύς που μετὰ τὰ Τρωϊκὰ ἔτεσιν ψ. προτερεῖν ἄρα Μωσῆς καὶ οἱ μετ’ αὐτὸν Ἑβραίων προφῆται συνίστανται τῶν παρ’ Ἕλλησι φιλοσόφων χιλίοις πεντα-κοσίοις ἔτεσι κατὰ τὴν τοῦ δηλωθέντος ἀνδρὸς ὁμολογίαν. Καὶ ταῦτα μὲν ἡμεῖς ἐπιτόμως. σκέψασθαι δὲ καιρὸς καὶ τὰς τῶν πρὸ ἡμῶν περὶ τῆς αὐτῆς ὑποθέσεως ἀποδείξεις. γεγόνασι δὴ παρ’ ἡμῖν λόγιοι ἄν-δρες καὶ τῶν ἀπὸ παιδείας οὐδενὸς δεύτεροι τοῖς τε θείοις οὐ παρέργως καθ-ωμιληκότες, οἳ καὶ τὴν παροῦσαν ὑπόθεσιν ἐπ’ ἀκριβὲς διευκρινήσαντες τῇ παρ’ Ἑβραίοις συνέστησαν ἀρχαιολογίᾳ, πλουσίᾳ καὶ ποικίλῃ κατασκευῇ κεχρημένοι τῆς ἀποδείξεως. οἱ μὲν γὰρ ἔκ τινων ὁμολογουμένων ἱστο-ριῶν τοὺς χρόνους συνελογίσαντο, οἱ δὲ παλαιοτέροις ἀναγνώσμασι τὴν μαρτυρίαν ἐπιστώσαντο. καὶ οἱ μὲν Ἑλληνικοῖς, οἱ δὲ καὶ τοῖς τὰ Φοινίκων τά τε Χαλδαίων καὶ Αἰγυπτίων ἀναγράψασι συνεχρήσαντο· ὁμοῦ δὲ οἱ πάν-τες, τὰ Ἑλληνικὰ καὶ τὰ βάρβαρα τά τε παρ’ αὐτοῖς Ἑβραίοις συναγαγόν-τες καὶ τὰς παρὰ πᾶσιν ἱστορίας παραθέντες θατέρᾳ τε τὴν ἑτέραν συγκρού-
Χ. ρείου τοῦ Περσῶν βασιλέως, καὶ τῆς κατ' αὐτὸν ἀνανεώσεως τοῦ ἐν Ἱεροσολύμοις νεώ, ἢ γέγονε μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοῦ Ἰουδαίων ἔθνους· εὕροι ἂν ἀπὸ Τιβερίου ἐπὶ τὸ δεύτερον ἔτος Δα- ρείου ἔτη φμη. Δαρείου μὲν γὰρ τὸ δεύτερον κατὰ τὸ πρῶτον ἔτος τῆς ξε' Ολυμπιάδος καταντά Τιβερίου δὲ τὸ πεντεκαιδέκατον τῆς Ῥωμαίων βασι- λείας κατὰ τὸ δ' τῆς σγ' Ολυμπιάδος συμπίπτει. Γίνονται τοίνυν αἱ μεταξύ Δαρείου τοῦ Πέρσου, καὶ Τιβερίου τοῦ Ῥωμαίων βασιλέως Ολυμπιάδες ρλζ', αἱ συνάγουσι χρόνον ἐτῶν φμηʹ, τετραετίας τῇ Ολυμ- πιάδι λογιζομένης. Ἐπεὶ δὲ κατὰ τὸ δεύτερον ἔτος Δαρείου τὸ ἑβδομηκοστὸν ὑπῆρχε τῆς ἐρημίας τοῦ ἐν Ἱεροσολύμοις νεώ, καθὼς τὰ τῆς Ἑβραίων ἱστορίας παρίστησι, κἀντεῦθεν πάλιν ἀνατρεχόντων, ἀπὸ μὲν τοῦ δευτέρου ἔτους Δαρείου ἐπὶ τὴν πρώτην Ολυμ- Β πιάδα ἔτη συνάγοιτ' ἂν σνς', Ὀλυμπιάδες ξδ'· του σαῦτα δ' ἂν εὕροις τὰ ἀπὸ τοῦ ὑστάτου ἔτους τῆς ἐρημίας τοῦ δηλωθέντος ἱεροῦ ἐπὶ τὸ ν' ἔτος Οζίου τοῦ τῶν Ἰουδαίων βασιλέως ἀνιών, καθ᾿ ὃν προεφή- τενον Ησαΐας καὶ Ὠσηὲ, ὅσοι τε τούτοις γεγόνασι σύγχρονοι· ὥστ᾽ εἶναι τὴν πρώτην καθ' Ελληνας Ολυμπιάδα σύνδρομον τῷ προφήτη Ησαΐᾳ καὶ τοῖς τούτου συγχρόνοις. Πάλιν δὲ ἀπὸ τῆς πρώτης Ολυμ- πιάδος, ἐπὶ τοὺς ἔμπροσθεν ἀνιών χρόνους, μέχρι τῆς Ἰλίου ἁλώσεως εὑρήσεις ἔτη συγκεφαλαιούμενα νη', ὡς αἱ παρ' Έλλησι τῶν χρόνων ἀναγραφαὶ περι - ἔχουσι. Καὶ καθ᾽ Ἑβραίους, ἀπὸ πεντηκοστοῦ ἔτους Οζίου τοῦ Ἰουδαίων βασιλέως ἀνιὼν ἐπὶ τὸ τρίτον ἔτος Λαβδὼν παρ᾽ Ἑβραίοις γενομένου κριτοῦ, τὸν ἴσον συνάξεις ἀριθμὸν ἐτῶν υη'· ὥστ᾽ εἶναι τὴν Ἰλίου ἅλωσιν κατὰ τοὺς Λαβδὼν τοῦ κριτοῦ χρόνους, ἑπτὰ ἔτεσι πρότερον ἢ Σαμψών ἄρξαι Εβραίων, ὃν κατὰ τὴν τοῦ σώματος ἀλκὴν ἀνυπόστατον γενέσθαι φασὶν, εοικότα τῷ βοωμένῳ παρ' Ἕλλησιν Ηρακλεῖ. Καὶ ἐντεῦθεν δὲ ἐπὶ τοὺς ἀνωτέρω βαδίζων, ἐν ταὐτῷ τε συναγαγὼν ἀριθμὸν ἐτῶν υ', εὕροις ἂν κατὰ μὲν Εβραίους Μωϋσέα, κατὰ δὲ Ἕλληνας Κέκροπα τὸν γηγενή. Κατώτερα δὲ τῶν Κέκροπος ἱστορεῖται χρό νων τὰ παρ' Ἕλλησι θαυμαζόμενα. Γίνεται γὰρ μετὰ Κέκροπα ὁ κατὰ Δευκαλίωνα κατακλυσμὸς, καὶ ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις, Εριχθονίου τε γένεσις, Κόρης τε ἁρπαγὴ, καὶ Δήμητρος μυστήρια, Ελευ σινίων ίδρυσις, Τριπτολέμου γεωργία, Ευρώπης ὑπὸ Διὸς ἁρπαγή, Απόλλωνος γένεσις, Κάδμου ἐπὶ Θή- βας παρουσία, καὶ ἔτι τούτων νεώτεροι Διόνυσος, Μία νως, Περσεύς, Ασκληπιός, Διόσκουροι, Ἡρακλῆς. Τούτων δ᾽ ἁπάντων πρεσβύτερος γεγονώς συνίσταται Μωϋσῆς, ὡς ἂν κατὰ Κέκροπα τὴν ἡλικίαν ἀκμάσας. ᾿Απὸ δὲ Μωϋσέως πάλιν ἀνιὼν ἐπὶ τὸ πρῶτον ἔτος ζωῆς ᾿Αβραάμ, εὑρήσεις ἔτη φε'· τοσαῦτα δὲ ἀπὸ τοῦ δηλωθέντος ἔτους τῆς Κέκροπος βασιλείας (58-59), τὸν ἀνωτέρω χρόνον ἀπαριθμούμενος, ἐπὶ Νῖνον ἥξεις τὸν Ασσύριον, ὃν πρῶτόν φασιν ἁπάσης τῆς Ασίας πλὴν Ἰνδῶν κεκρατηκέναι· οὗ Νῖνος ἐπώνυ μος πόλις, ή Νινευΐ παρ' Εβραίοις ὠνόμασται, καθ᾽ ἂν Ζωροάστρης ὁ Μάγος Βακτρίων ἐβασίλευσε. Νίνου δὲ Εt ὦ (58-59) Βασιλείας. ἐπί, εἰς, τὸν ἀνωτ ' PRÆPAR. EVANG. LIB. annos A gere voluerit, ut per superiora retro tempora, ad D Darium usque Persarum regem, et instauratum Hie- rosolymis sub eo templum, id quod post Judaici populi ex Babylone reditum contigit, numerando perveniat; is a Tiberio ad Darii secundum, omnino reperiat quingentos et quadraginta octo. Nam Darii quidem secundus in primum olympiadis sexagesimæ quintæ, imperii vero Tiberii decimus quintus in quartum ducentesimæ tertia olympiadis incurrit. Quocirca Darium Persam inter, ac Tibe- rium Romanorum imperatorem, centum ac triginta septem olympiades intercedunt, quæ summam an- norum quingentorum et quadraginta octo conficiunt, quadriennio singulis olympiadibus attributo. quo- niam Darii secundus annus, cum Hierosolymitani templi vastitatis septuagesimo congruebat ut ex B Hebræorum historia liquet : si gradum etiam inde retro flectas, ab anno Darii secundo ad primam' us- que Olympiadem anni confient omnes quinquagin- ta sex supra ducentos, olympiades vero quatuor et sexaginta : quot plane ab ultimo excisi templi anno, ad Osiæ Judzorum regis quinquagesimum name- rantur; quo tempore Isaias, Oseas, aliique amborum æquales prophetæ claruerunt. Ita prima Græcorum olympias cum Isaia et ipsius æqualibus congruit. Rursus qui ad superiora tempora recur rere voluerit, is ab olympiade prima ad captam usque Trojam, annorum summam conficiet octo su- pra quadringentos, quem numerum chronologici Græcorum commentarii repræsentant. Similiter a- pud Hebræros, ab Osiæ Judæorum regis quinqua- gesimo, si gradum ad Labdonis Hebræi quondam judicis tertium feceris, æqualem annorum quadrin- gentorum et octo numerum colliges. Atque ita sub Labdonis judicis tempora llium fuerit, septem an- nis antequam Samson Hebræis imperaret, quem vi- ribus corporis nihil non superasse, adeoque omnium ore jactato Græcorum Herculi persimilem fuisse tradunt. Quodsi ab illo tempore, annos rursus qua- dringentos sursum versus numeraveris, Moysem apud Hebræos, apud Græcos Cecropem illum terrigenam reperies : quo quidem recentiora esse, quæcunque Græci tantopere celebrant, nemo non fatetur. Nam post illum, Deucalionis diluvium, Phaethontis in- cendium, ortus Erichthonii, Proserpinae raptus, my- steria Cereris, Eleusiniorum institutio, Triptolemi agricultura, Europæ ab Jove raptus,natalis Apollinis, Cadmi apud Thebanos adventus, atque iis omnibus juniores Bacchus, Minos, Perseus, sculapius, Cas tor, et Pollux, et Hercules exstitere. Quus proinde Moyses, cum Cecropis tempore floruerit, ætate omnes anteivit. Porro si ab eodem Moyse ad primum usque Abrahami vitæ annum recurreris, summamı colliges annorum quinque supra quingentos; item- que, totidem ab illo Cecropis regni anno superiora versus tempora numeratis, ad Ninum Assyrium per venies, quem omnium principem tota passim Asia C Addendum vel ante
PG 21:811σαντες, τὰ παρὰ τοῖς πᾶσιν ὑπὸ τοὺς αὐτοὺς χρόνους πραχθέντα συνεξητά-κασιν. εἶθ’ ἕκαστος οἰκείαις μεθόδοις τὴν τῶν ἀποδεικνυμένων κατασκευὴν πεποιημένος σύμφωνον καὶ ὁμολογουμένην τὴν ἀπόδειξιν εἰσηνέγκαντο. διὸ καὶ μάλιστα ταῖς αὐτῶν ἡγησάμην δεῖν παραχωρῆσαι φωναῖς τὸν παρόντα λόγον, ὅπως ὁμοῦ τῶν οἰκείων μὴ ἀποστεροῖντο καρπῶν οἱ τῶν λόγων πα-τέρες καὶ διὰ πλειόνων μαρτύρων, ἀλλὰ μὴ δι’ ἑνὸς ἐμοῦ, ἡ σύστασις τῆς ἀληθείας ἀναμφίλεκτον λάβοι τὴν ἐπικύρωσιν. ι. ΑΠΟ ΤΟΥ ΤΡΙΤΟΥ ΤΩΝ ΑΦΡΙΚΑΝΟΥ ΧΡΟΝΟΓΡΑΦΙΩΝ Μέχρι μὲν τῶν Ὀλυμπιάδων οὐδὲν ἀκριβὲς ἱστόρηται τοῖς Ἕλλησι, πάντων συγκεχυμένων καὶ κατὰ μηδὲν αὑτοῖς τῶν πρὸ τοῦ συμφωνούντων· αἱ δὲ ἠκρίβωνται πολλοῖς, τῷ μὴ ἐκ πλείστου διαστήματος, διὰ τετραετίας δὲ τὰς ἀναγραφὰς αὐτῶν ποιεῖσθαι τοὺς Ἕλληνας. οὗ δὴ χάριν τὰς ἐν-δοξοτάτας καὶ μυθώδεις ἐπιλεξάμενος ἱστορίας μέχρι τῆς πρώτης Ὀλυμ-πιάδος ἐπιδραμοῦμαι· τὰς δὲ μετὰ ταῦτα συζεύξας κατὰ χρόνον ἑκάστας, εἴ τινες ἐπίσημοι, ταῖς Ἑλληνικαῖς τὰς Ἑβραϊκάς, ἐξιστορῶν μὲν τὰ Ἑβραίων, ἐφαπτόμενος δὲ τῶν Ἑλληνικῶν, ἐφαρμόσω τόνδε τὸν τρόπον· λαβόμενος μιᾶς πράξεως Ἑβραϊκῆς ὁμοχρόνου πράξει ὑφ’ Ἑλλήνων ἱστορηθείσῃ καὶ ταύτης ἐχόμενος ἀφαιρῶν τε καὶ προστιθεὶς τίς τε Ἕλλην ἢ Πέρσης ἢ καὶ ὁστισοῦν τῇ Ἑβραίων συνεχρόνισεν ἐπισημειούμενος, ἴσως ἂν τοῦ σκοποῦ τύχοιμι. Ἑβραίων μὲν οὖν ἡ μετοικία ἐπισημοτάτη, αἰχμαλωτισθέντων ὑπὸ Να-βουχοδονόσορ βασιλέως Βαβυλῶνος, παρέτεινεν ἔτη ἑβδομήκοντα, καθὰ προ-εφήτευσεν Ἱερεμίας. τοῦ δὴ Ναβουχοδονόσορ μνημονεύει Βηρωσσὸς ὁ Βα-βυλώνιος. μετὰ δὲ τὰ ο τῆς αἰχμαλωσίας ἔτη Κῦρος Περσῶν ἐβασί-λευσεν, ᾧ ἔτει Ὀλυμπιὰς ἤχθη νε, ὡς ἐκ τῶν Βιβλιοθηκῶν Διοδώρου καὶ τῶν Θαλλοῦ καὶ Κάστορος ἱστοριῶν, ἔτι δὲ Πολυβίου καὶ Φλέγοντος ἔστιν εὑρεῖν, ἀλλὰ καὶ ἑτέρων, οἷς ἐμέλησεν Ὀλυμπιάδων· ἅπασι γὰρ συνεφώνησεν ὁ χρόνος. Κῦρος δ’ οὖν τῷ πρώτῳ τῆς ἀρχῆς ἔτει, ὅπερ ἦν Ὀλυμπιάδος νε ἔτος τὸ πρῶτον, διὰ Ζοροβάβελ, καθ’ ὃν Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, τὴν πρώτην καὶ μερικὴν ἀπόπεμψιν ἐποιήσατο τοῦ λαοῦ, πληρωθείσης τῆς ἑβδομηκον-ταετίας, ὡς ἐν τῷ Ἔσδρᾳ παρὰ τοῖς Ἑβραίοις ἱστόρηται. αἱ μὲν οὖν ἱστορίαι συντρέχουσι Κύρου τε βασιλείας καὶ αἰχμαλωσίας τέλους καὶ [τὰ] κατὰ τὰς Ὀλυμπιάδας οὕτως εἰς ἡμᾶς εὑρεθήσεται συμφωνήσαντα· τούτοις γὰρ ἑπόμενοι καὶ τὰς λοιπὰς ἱστορίας κατὰ τὸν αὐτὸν λόγον ἀλλήλαις ἐφαρμόσομεν. τὰς δὲ πρὸ τούτων ὡδί πως τῆς Ἀττικῆς χρονογραφίας ἀριθμουμένης, ἀπὸ Ὠγύγου τοῦ παρ’ ἐκείνοις αὐτόχθονος πιστευθέντος, ἐφ’ οὗ γέγονεν ὁ μέγας καὶ πρῶτος ἐν τῇ Ἀττικῇ κατακλυσμός, Φορωνέως Ἀργείων βασιλεύοντος, ὡς Ἀκουσίλαος ἱστορεῖ, μέχρι πρώτης Ὀλυμπιάδος, ὁπόθεν Ἕλληνες ἀκριβοῦν τοὺς χρόνους ἐνόμισαν, ἔτη συνάγεται χίλια εἴκοσιν, ὡς καὶ τοῖς προειρημένοις συμφωνεῖ καὶ τοῖς ἑξῆς δειχθήσεται. ταῦτα γὰρ [οἱ τὰ] Ἀθηναίων ἱστο-ροῦντες, Ἑλλάνικός τε καὶ Φιλόχορος οἱ τὰς Ἀτθίδας, οἵ τε τὰ Σύρια Κάστωρ καὶ Θαλλὸς καὶ [ὁ] τὰ πάντων Διόδωρος ὁ τὰς Βιβλιοθήκας Ἀλέξανδρός τε ὁ Πολυί̈στωρ καί τινες, [οἳ] τῶν καθ’ ἡμᾶς ἀκριβέστερον ἐμνήσθησαν καὶ τῶν Ἀττικῶν ἁπάντων. εἴ τις οὖν ἐν τοῖς χιλίοις εἴκοσιν ἔτεσιν ἐπίσημος ἱστορία τυγχάνει, κατὰ τὸ χρήσιμον ἐκλεγήσεται. Καὶ μετὰ βραχέα ἐπιλέγει· Φαμὲν τοίνυν ἔκ γε τοῦδε τοῦ συγγράμματος Ὤγυγον, ὃς τοῦ πρώ-του κατακλυσμοῦ γέγονεν ἐπώνυμος πολλῶν διαφθαρέντων διασωθείς, κατὰ τὴν Αἰγύπτου τοῦ λαοῦ μετὰ Μωσέως ἔξοδον γεγενῆσθαι, τόνδε τὸν τρόπον· ἐπὶ πρώτην Ὀλυμπιάδα τὴν προειρημένην ἀπὸ Ὠγύγου ἔτη δειχθήσεται χίλια εἴκοσιν· ἀπὸ δὲ πρώτης Ὀλυμπιάδος ἐπὶ τῆς νε ἔτος πρῶτον, τουτέστιν ἐπὶ Κύρου βασιλείας ἔτος πρῶτον, ὅπερ ἦν αἰχμαλωσίας τέλος, ἔτη σιζ. ἀπὸ Ὠγύγου τοίνυν ἐπὶ Κῦρον ἔτη χίλια διακόσια τριάκοντα ἑπτά. εἰ δ’ ἀναφέροι τις ἐπιλογιζόμενος ἀπὸ τοῦ τέλους τῆς αἰχμαλωσίας ασλζ ἔτη, κατὰ ἀνάλυσιν εὑρίσκεται ταὐτὸν διάστημα ἐπὶ τὸ πρῶτον ἔτος τῆς ἀπ’ Αἰγύπτου διὰ Μωσέως ἐξόδου Ἰσραήλ, ὅσον ἀπὸ τῆς νε Ὀλυμπιάδος ἐπὶ Ὤγυγον, ὃς ἔκτισεν Ἐλευσῖνα· ὅθεν ἐπισημότερόν ἐστι καταλαβεῖν τὴν Ἀττικὴν χρονογρα-φίαν. Καὶ μεθ’ ἕτερα· Καὶ τοσαῦτα μὲν πρὸ Ὠγύγου. κατὰ δὲ τοὺς τούτου χρόνους ἐξῆλθε Μωσῆς ἀπ’ Αἰγύπτου· καὶ ὡς οὐκ ἄπιστον τότε ταῦτα συμβῆναι, δείκνυμεν οὕτως· ἀπὸ τῆς ἐξόδου Μωσέως ἐπὶ Κῦρον, ὃς ἐβασίλευσε μετὰ τὴν αἰχμα-λωσίαν, ἔτη ασλζ· Μωσέως γὰρ ἔτη τὰ λοιπὰ μ· Ἰησοῦ τοῦ μετ’ ἐκεῖνον ἡγη-σαμένου κε· πρεσβυτέρων ἔτη λ τῶν μετὰ Ἰησοῦν Κριτῶν· τῶν τε ἐν τῇ βίβλῳ τῶν Κριτῶν περιεχομένων ἔτη υ· ἱερέων δὲ Ἠλεὶ καὶ Σαμουὴλ ἔτη 4· τῶν δ’ ἑξῆς βασιλέων Ἑβραίων ἔτη τετρακόσια 4· [τῆς δ’ αἰχμαλωσίας ἑβδομή-κοντα], ἧς τὸ τελευταῖον ἔτος ἦν Κύρου βασιλείας ἔτος πρῶτον, ὡς προειρήκαμεν. ἐπὶ δὲ πρώτην Ὀλυμπιάδα ἀπὸ Μωσέως ἔτη ακ, εἴπερ ἐπὶ πεντη-κοστῆς πέμπτης ἔτος πρῶτον ἔτη ασλζ, κἀν τοῖς Ἑλληνικοῖς συνέδραμεν ὁ χρόνος. μετὰ δὲ Ὤγυγον, διὰ τὴν ἀπὸ τοῦ κατακλυσμοῦ πολλὴν φθοράν, ἀβασίλευτος ἔμεινεν ἡ νῦν Ἀττικὴ μέχρι Κέκροπος ἔτη ρπθ. τὸν γὰρ μετὰ Ὤγυγον Ἀκταῖον ἢ τὰ πλασσόμενα τῶν ὀνομάτων οὐδὲ γενέσθαι φησὶ Φι-λόχορος. Καὶ αὖθις· Ἀπὸ Ὠγύγου τοίνυν ἐπὶ Κῦρον, ὁπόσα ἀπὸ Μωσέως ἐπὶ τὸν αὐτὸν χρόνον, ἔτη ασλζ. καὶ Ἑλλήνων δέ τινες ἱστοροῦσι κατὰ τοὺς αὐτοὺς χρό-νους γενέσθαι Μωσέα· Πολέμων μὲν ἐν τῇ πρώτῃ τῶν Ἑλληνικῶν ἱστοριῶν λέ-γων· Ἐπὶ Ἄπιδος τοῦ Φορωνέως μοῖρα τοῦ Αἰγυπτίων στρατοῦ ἐξέπεσεν Αἰγύ-πτου, οἳ ἐν τῇ Παλαιστίνῃ καλουμένῃ Συρίᾳ οὐ πόρρω Ἀραβίας ᾤκησαν, αὐτοὶ δηλονότι οἱ μετὰ Μωσέως· Ἀπίων δὲ ὁ Ποσειδωνίου, περιεργό-τατος γραμματικῶν, ἐν τῇ κατὰ Ἰουδαίων βίβλῳ καὶ ἐν τῇ τετάρτῃ τῶν ἱστο-ριῶν φησι κατὰ Ἴναχον Ἄργους βασιλέα, Ἀμώσιος Αἰγυπτίων βασιλεύοντος, ἀποστῆναι Ἰουδαίους, ὧν ἡγεῖσθαι Μωσέα. μέμνηται δὲ καὶ Ἡρόδοτος τῆς ἀποστασίας ταύτης καὶ Ἀμώσιος ἐν τῇ δευτέρᾳ· τρόπῳ δέ τινι καὶ Ἰουδαίων αὐτῶν, ἐν τοῖς περιτεμνομένοις αὐτοὺς καταριθμῶν καὶ Ἀσσυρίους τοὺς ἐν τῇ Παλαιστίνῃ ἀποκαλῶν, τάχα δι’ Ἁβραάμ. Πτολεμαῖος δὲ ὁ Μενδήσιος τὰ Αἰγυπτίων ἀνέκαθεν ἱστορῶν ἅπασι τούτοις συντρέχει· ὥστ’ οὐδ’ ἐπίσημος ἐπὶ πλέον ἡ τῶν χρόνων παραλλαγή. σημειωτέον δὲ ὡς ὅ τι ποτὲ ἐξαίρετον Ἕλλησι δι’ ἀρχαιότητα μυθεύεται, μετὰ Μωσέα τοῦθ’ εὑρίσκεται, κατακλυσμοί τε καὶ ἐκπυρώσεις, Προμηθεύς, Ἰώ, Εὐρώπη, Σπαρτοί, Κόρης ἁρπαγή, μυστήρια, νομοθεσίαι, Διονύσου πράξεις, Περσεύς, ἆθλοι Ἡράκλειοι, Ἀργοναῦται, Κένταυροι, Μινώταυρος, τὰ περὶ Ἴλιον, Ἡρακλειδῶν κάθοδος, Ἰώνων ἀποικία καὶ Ὀλυμπιάδες. ἔδοξε δή μοι τῆς Ἀττικῆς βασιλείας τὸν προειρημένον ἐκτιθέναι χρόνον, παρατιθέναι μέλλοντι ταῖς Ἑβραϊκαῖς ἱστορίαις τὰς Ἑλλη-νικάς. ἐξέσται γὰρ τῷ βουλομένῳ, παρ’ ἐμοῦ τὴν ἀρχὴν κομιζομένῳ, λογί-ζεσθαι τὸν ἀριθμὸν ὁμοίως ἐμοί. Οὐκοῦν τῶν χιλίων καὶ εἴκοσιν ἐτῶν, τῶν μέχρι πρώτης Ὀλυμπιάδος ἀπὸ Μωσέως τε καὶ Ὠγύγου ἐκκειμένων, πρώτῳ μὲν ἔτει τὸ Πάσχα καὶ τῶν Ἑβραίων ἔξοδος ἡ ἀπ’ Αἰγύπτου, ἐν δὲ τῇ Ἀττικῇ ὁ ἐπὶ Ὠγύγου γίνεται κατα-
Ομοῦ δὲ οἱ πάντες, τὰ Ἑλληνικὰ καὶ τὰ βάρβαρα, τα τε παρ' αὐτοῖς Εβραίοις συναγαγόντες, καὶ τὰς παρὰ πᾶσιν ἱστορίας παραθέντες, θατέρα τε τὴν ἑτέραν συγκρούσαντες, τὰ παρὰ τοῖς πᾶσιν ὑπὸ τοὺς αὐτοὺς χρόνους πραχθέντα συνεξητάκασιν. Εἶθ᾽ ἕκαστος οἱ κείαις μεθόδοις τὴν τῶν ἀποδεικνυμένων κατασκευὴν πεποιημένος, σύμφωνον καὶ ὁμολογουμένην τὴν ἀπό- δειξιν εἰσηνέγκαντο. Διὸ καὶ μάλιστα ταῖς αὐταῖς ήγησάμην δεῖν παραχωρῆσαι φωναῖς τὸν παρόντα λόγον, ὅπως ὁμοῦ τῶν οἰκείων μὴ ἀποστεροῖντο καρ πῶν οἱ τῶν λόγων πατέρες, καὶ διὰ πλειόνων μας τύρων, ἀλλὰ μὴ δὴ ἑνὸς ὁμοῦ ἡ σύστασις τῆς ἀληθείας ἀναμφίλεκτον λάβοι τὴν ἐπικύρωσιν. Εt γρ. συνεχρόνισαν ΚΕΦΑΛΑΙΟΝ Ι'. Ἀπὸ τοῦ τρίτου τῶν Ἀφρικανοῦ Χρονογραφιών. • Μέχρι μὲν Ολυμπιάδων οὐδὲν ἀκριβὲς ἱστόρηται τοῖς Ἕλλησι, πάντων συγκεχυμένων, καὶ κατὰ μηδὲν αὑτοῖς τῶν προτοῦ συμφωνούντων· αἱ δὲ ἠκρίβωντο πολλοῖς, τῷ μὴ ἐκ πλείστου διαστήματος, διὰ τετρα ετίας δὲ, τὰς ἀναγραφὰς αὐτῶν ποιεῖσθαι τοὺς Ἕλλη νας. Οὗ δὴ χάριν τὰς ἐνδοξοτάτας καὶ μυθώδεις ἐπι- λεξάμενος ἱστορίας, μέχρι τῆς πρώτης Ολυμπιάδος επιδραμοῦμαι· τὰς δὲ μετὰ ταῦτα, συζεύξας κατὰ χρόνον ἑκάστας, εἴ τινες ἐπίσημοι, ταῖς Ἑλληνικαῖς τὰς Εβραϊκάς, ἐξιστορῶν μὲν τὰ Ἑβραίων, εφαπτό μενος δὲ τῶν Ἑλληνικῶν, ἐφαρμόσω τόνδε τον τρό πον· λαβόμενος μιᾶς πράξεως Ἑβραϊκῆς ὁμοχρόνου πράξει ὑφ' Ελλήνων ἱστορηθείσῃ, καὶ ταύτης ἐχόμε νος, ἀφαιρῶν τε καὶ προστιθεὶς, τίς τε Ελλην, ἢ Πέρσης, ἢ καὶ όστισοῦν τῇ Ἑβραίων συνεχρόνησεν, ἐπισημειούμενος, ἴσως ἂν τοῦ σκοποῦ τύχοιμι. Εβραίων μὲν οὖν ἡ μετοικία ἐπισημοτάτη, αἰχμα λωτισθέντων ὑπὸ Ναβουχοδονόσορ βασιλέως Βαβυλώ νος, παρέτεινεν ἔτη ο', καθὰ προεφήτευσεν Ιερεμίας. Τοῦ δὴ Ναβουχοδονόσορ μνημονεύει Βηρωσσὸς ὁ Βα- βυλώνιος. Μετὰ δὲ τὰ σ' τῆς αἰχμαλωσίας ἔτη Κύρος Περσῶν ἐβασίλευεν, ᾧ ἔτει Ολυμπιάς ἤχθη νε', ὡς ἐκ τῶν Βιβλιοθηκῶν Διοδώρου, καὶ τοῦ Θαλλοῦ καὶ Κάστορος ἱστοριῶν, ἔτι δὲ Πολυβίου καὶ Φλέγοντος ἔστιν εὑρεῖν, ἀλλὰ καὶ ἑτέρων, οἷς ἐμέλησεν Ολυμ- πιάδων· ἅπασι γὰρ συνεφώνησεν ὁ χρόνος. Κῦρος δ᾽ οὖν τῷ πρώτῳ τῆς ἀρχῆς ἔτει, ὅπερ ἦν Ολυμπιά- δος νε' ἔτος τὸ πρῶτον, διὰ Ζοροβάβελ, καθ᾿ ὃν Ἰη σοῦς ὁ τοῦ Ἰωσεδέκ, την πρώτην και μερικὴν ἀπό πεμψιν ἐποιήσατο τοῦ λαοῦ, πληρωθείσης τῆς ἑβδο μηκονταετίας, ὡς ἐν τῷ Εσδρα παρὰ τοῖς Εβραίοις ἱστόρηται. Αἱ μὲν οὖν ἱστορίαι συντρέχουσι, Κύρου τε βασιλείας καὶ αἰχμαλωσίας τέλους· καὶ κατὰ τὰς Ολυμπιάδας οὕτως εἰς ἡμᾶς εὑρεθήσεται συμφωνή σαντα· τούτοις γὰρ ἑπόμενοι, καὶ τὰς λοιπὰς ἱστο ρίας κατὰ τὸν αὐτὸν λόνον ἀλλήλαις εφαρμόσομεν EUSEBII CAESARIENSIS OPP. PARS II. APOLOGETICA. - tione secundi, quique plurimum divinis in litteris A operæ studiique posuerunt. li rem istam accurate admodum et enucleate persecuti, antiquitatis He- braicæ fidem magna rationum vi ac singulari va- rictate fecerunt. Alii quippe certis quibusdam ex historiis et omnium consensu approbatis, tempo- rum seriem ordiuemque duxerunt : alii suis ipsi testimoniis firmitatem ac robur ex antiquiorum scriptorum auctoritate quæsierunt. alii quidem Et adhæsere Græcis, alii vero ex rerum etiam Phoeni- ciarum, Chaldæarum et Ægyptiarum historicis argumenta petierunt : at simul universi, Græcis, barbaris, Hebraicisque rebus sub uno collocatis aspectu, omniumque populorum historiis inter se propiusque commissis, quæ apud quosque sub idem tempus gesta fuerint, cum aliis alia diligenter expensa contulerunt. Tum suam quique viam ac me- thodum secuti, partes suscepti operis singulas ita digesserunt, ut omnes inter sese constanti fuerint ac certa demonstratione complexi. Quocirca locum verbis auctorum ipsissimis hac in disputatione re- linquendum putavi, simul ut ne suorum ipsis laborum fructus præripiatur, simul ut suscepta pro veritate defensio, non ex unius, sed ex plurium testium ore fidem omni dubitatione majorem acci- piat. Ordiamur ab Africano. CAPUT X. Ex Africani Chronographiæ tertio. • Ante olympiadum seriem, inquit ille, Græco- rum in historia certi nihil exploratique reperias, usque adeo perturbata sunt omnia, nec ulla secuin ex parte consentiunt, quæ antea contigisse memo- rantur. At in olympiadibus digerendis accurate multi diligenterque versati sunt, quod non longo intervallo, sed tantum suo cujusque res qua- driennio definitas Greci comprehensasque perscri- pserint. Quamobrem ex fabulosis illis, quæ ad pri- mam usque olympiadem fama cæteris et hominum opinione præstiterint, breviter cursimque libatis, quæ postea contigerint, ea si modo insignia vide. buntur, ita cum Græcis Hebræa contexam, ut Græ- cis obiter duntaxat perstrictis, historici more fu- sius Hebræa pertexam. In quo ejusmodi futura mea ratio est, ut quoties Hebraicam historian), quæ cum Græca aliqua tempore conveniat, tractandam sus- cepero, toties in ea constanter hærens, detractis, ubi res tulerit, adjectisve nonnullis, quinam aut Græcorum, aut Persarum, aut populi cujusvis alte- rius, ejusdem tempore floruerit, aperiam : sic enim ejus me demum, quod propositum mibi est, com- potem futurum existimo. Primum igitur celebra- tissima illa Hebræorum migratio, cum a Nabucho- donosore Babylonis rege in servitutem abducti sunt, annos tenuit septuaginta, uti futurum Jere- mias ante prædixerat. Porro Nabuchodonosoris Be- rosus quoque Babylonius meminit. Exactis illis septuaginta captivitatis annis, Cyrus Persicum re- gnum obtinuit, cum olympias ageretur quinquage- sima quinta, uti ex Diodori Bibliotheca, Thalli et Castoris, nec non Polybii et Phlegontis historiis, auferre licet; aliisque præterea, qui olympiadum seriem texuerunt : omnibus enim in eo tempore definiendo convenit. Cyrus igitur anno imperii sui primo, qui olympiadis quinquagesimæ quintæ pri- • B C D
PG 21:817κλυσμός· καὶ κατὰ λόγον· τῶν γὰρ Αἰγυπτίων ὀργῇ θεοῦ χαλάζαις τε καὶ χειμῶσι μαστιζομένων εἰκὸς ἦν μέρη τινὰ συμπάσχειν τῆς γῆς, ὅτε γε Ἀθη-ναίους τῶν αὐτῶν Αἰγυπτίοις ἀπολαύειν εἰκὸς ἦν, ἀποίκους ἐκείνων ὑπονοου-μένους, ὥς φασιν ἄλλοι τε καὶ ἐν τῷ Τρικαράνῳ Θεόπομπος. ὁ δὲ μεταξὺ χρόνος παραλέλειπται, ἐν ᾧ μηδὲν ἐξαίρετον Ἕλλησιν ἱστόρηται. μετὰ δὲ τές-σαρα καὶ ἐνενήκοντα ἔτη ἦν Προμηθεύς, ὥς τινες, ὃς πλάσσειν ἀνθρώπους ἐμυθεύετο· σοφὸς γὰρ ὢν εἰς παιδείαν αὐτοὺς ἀπὸ τῆς ἄγαν ἰδιωτείας μετέ-πλασσε. Ταῦτα μὲν ὁ Ἀφρικανός. μεταβῶμεν δ’ ἡμεῖς ἐφ’ ἕτερον· ια. ΑΠΟ ΤΟΥ ΠΡΟΣ ΕΛΛΗΝΑΣ ΤΑΤΙΑΝΟΥ Νῦν δὲ προσήκειν μοι νομίζω παραστῆσαι πρεσβυτέραν τὴν ἡμετέραν φιλοσοφίαν τῶν παρ’ Ἕλλησιν ἐπιτηδευμάτων. ὅροι δ’ ἡμῖν κείσονται Μωσῆς καὶ Ὅμηρος. τῷ γὰρ ἑκάτερον αὐτῶν εἶναι παλαίτατον καὶ τὸν μὲν ποιητῶν καὶ ἱστορικῶν εἶναι πρεσβύτατον, τὸν δὲ πάσης σοφίας βαρβάρου ἀρχηγόν, καὶ ὑφ’ ἡμῶν νῦν εἰς σύγκρισιν παραλαμβανέσθωσαν. εὑρήσομεν γὰρ οὐ μόνον τῆς Ἑλλήνων παιδείας τὰ παρ’ ἡμῖν, ἔτι δὲ καὶ τῆς τῶν γραμμάτων εὑρέσεως ἀνώτερα· μάρτυρας δὲ οὐ τοὺς οἴκοι παραλήψομαι, βοηθοῖς δὲ μᾶλ-λον Ἕλλησι καταχρήσομαι. τὸ μὲν γὰρ ἄγνωμον, ὅτι μηδ’ ὑφ’ ὑμῶν παραδεκτόν· τὸ δὲ ἂν ἀποδεικνύηται, θαυμαστόν, ὁπόταν ὑμῖν διὰ τῶν ὑμετέρων ὅπλων ἀντ-ερείδων ἀνυπόπτους καθ’ ὑμῶν τοὺς ἐλέγχους παραλαμβάνω. περὶ γὰρ τῆς Ὁμήρου ποιήσεως γένους τε αὐτοῦ καὶ χρόνου καθ’ ὃν ἤκμασε προηρεύνησαν πρεσβύτατοι μὲν Θεαγένης τε ὁ Ῥηγῖνος, κατὰ Καμβύσην γεγονώς, καὶ Στησίμ-βροτος ὁ Θάσιος καὶ Καλλίμαχος ὁ Κολοφώνιος Ἡρόδοτός τε Ἁλικαρνασεὺς καὶ Διονύσιος Ὀλύνθιος· μετὰ δὲ ἐκείνους Ἔφορος ὁ Κυμαῖος καὶ Φιλόχορος ὁ Ἀθηναῖος Μεγακλείδης τε καὶ Χαμαιλέων οἱ Περιπατητικοί· ἔπειτα γραμ-ματικοὶ Ζηνόδοτος, Ἀριστοφάνης, Καλλίμαχος, Κράτης, Ἐρατοσθένης, Ἀρίστ-αρχος, Ἀπολλόδωρος. τούτων δὲ οἱ μὲν περὶ Κράτητα πρὸ τῆς Ἡρα-κλειδῶν καθόδου φασὶν αὐτὸν ἠκμακέναι, μετὰ τὰ Τρωϊκὰ ἐνδοτέρω τῶν ὀγδοή-κοντα ἐτῶν· οἱ δὲ περὶ τὸν Ἐρατοσθένην μετὰ ἑκατοστὸν ἔτος τῆς Ἰλίου ἁλώ-σεως· οἱ δὲ περὶ τὸν Ἀρίσταρχον κατὰ τὴν Ἰωνικὴν ἀποικίαν, ἥ ἐστι μετὰ ἑκατὸν τεσσαράκοντα ἔτη τῶν Ἰλιακῶν· Φιλόχορος δὲ μετὰ τὴν Ἰωνικὴν ἀποικίαν ἔτεσι τεσσαράκοντα, ἐπὶ ἄρχοντος Ἀθήνησιν Ἀρξίππου, τῶν Ἰλιακῶν ὕστερον ἔτεσιν ἑκατὸν ὀγδοήκοντα· οἱ δὲ περὶ Ἀπολλόδωρον μετὰ τὴν Ἰωνικὴν ἀποι-κίαν ἔτεσιν ἑκατόν, ὃ γένοιτ’ ἂν ὕστερον τῶν Ἰλιακῶν ἔτεσι διακοσίοις τεσσαρά-κοντα· τινὲς δὲ πρὸ τῶν Ὀλυμπιάδων ἔφασαν αὐτὸν γεγονέναι, τουτέστι μετὰ τὴν Ἰλίου ἅλωσιν ἔτεσι τετρακοσίοις· ἕτεροι δὲ κάτω τὸν χρόνον ὑπήγαγον, σὺν Ἀρχιλόχῳ γεγονέναι τὸν Ὅμηρον εἰπόντες· ὁ δὲ Ἀρχίλοχος ἤκμασε περὶ Ὀλυμπιάδα τρίτην καὶ εἰκοστήν, κατὰ Γύγην τὸν Λυδόν, ὕστερον τῶν Ἰλιακῶν ἔτεσι πεντακοσίοις. καὶ περὶ μὲν τῶν χρόνων τοῦ προειρημένου ποιητοῦ, λέγω δὴ Ὁμήρου, στάσεώς τε καὶ τῶν εἰπόντων τὰ περὶ αὐτὸν ἀσυμφωνίας τοῖς ἐπ’ ἀκριβὲς ἐξετάζειν δυναμένοις αὐτάρκως ἡμῖν ὡς ἐπὶ κεφαλαίῳ εἰρήσθω. δυνατὸν γὰρ παντὶ ψευδεῖς ἀποφαίνεσθαι καὶ τὰς περὶ τοὺς λόγους δόξας. παρ’ οἷς γὰρ ἀσυνάρτητός ἐστιν ἡ τῶν χρόνων ἀναγραφή, παρὰ τούτοις οὐδὲ τὰ τῆς ἱστορίας ἀληθεύειν δύναται. Καὶ μετὰ βραχέα· Πλὴν Ὅμηρος ἔστω μὴ μόνον ὕστερος τῶν Ἰλιακῶν, ἀλλὰ κατ’ ἐκεῖνον αὐτὸν ὑπειλήφθω γεγονέναι τὸν τοῦ πολέμου καιρόν, ἔτι δὲ καὶ τοῖς περὶ Ἀγα-μέμνονα συνεστρατεῦσθαι καί, εἰ βούλεταί τις, καὶ πρὶν τῶν στοιχείων τὴν εὕρεσιν γεγονέναι· φανήσεται γὰρ ὁ προειρημένος Μωσῆς αὐτῆς μὲν τῆς Ἰλια-κῆς ἁλώσεως πρεσβύτερος πάνυ πολλοῖς ἔτεσι, τῆς δὲ γεγονυίας Ἰλίου κτίσεως καὶ τοῦ Τρωὸς καὶ Δαρδάνου λίαν ἀρχαιότερος. ἀποδείξεως δὲ ἕνεκεν μάρ-τυσι χρήσομαι Χαλδαίοις, Φοίνιξιν, Αἰγυπτίοις. καὶ τί μοι λέγειν πλείονα; χρὴ γὰρ τὸν πείθειν ἐπαγγελλόμενον συντομωτέρας ποιεῖσθαι τὰς περὶ τῶν πραγμά-των πρὸς τοὺς ἀκούοντας διηγήσεις. Βηρωσσὸς ἀνὴρ Βαβυλώνιος, ἱερεὺς τοῦ παρ’ αὐτοῖς Βήλου κατ’ Ἀλέξανδρον γενόμενος, Ἀντιόχῳ τῷ μετὰ Σέλευκον τρίτῳ τὴν Χαλδαίων ἱστορίαν ἐν τρισὶ βιβλίοις κατατάξας καὶ τὰ περὶ τῶν βασι-λέων ἐκτιθέμενος ἀφηγεῖταί τινος αὐτῶν ὄνομα Ναβουχοδονόσορ, τοῦ συστρα-τεύσαντος ἐπὶ Φοίνικας καὶ Ἰουδαίους, ἅτινα διὰ τῶν καθ’ ἡμᾶς προφητῶν ἴσμεν κεκηρυγμένα, γεγονότα μὲν πολὺ τῆς Μωσέως ἡλικίας κατώτερα, πρὸ δὲ τῆς Περσῶν ἡγεμονίας ἔτεσιν ἑβδομήκοντα. Βηρωσσὸς δέ ἐστιν ἀνὴρ ἱκανώ-τατος· καὶ τούτου τεκμήριον Ἰόβας, ὃς Περὶ Ἀσσυρίων γράφων παρὰ Βηρως-σοῦ φησι μεμαθηκέναι τὴν ἱστορίαν· εἰσὶ δ’ αὐτῷ βίβλοι Περὶ Ἀσσυρίων δύο. Μετὰ δὲ τοὺς Χαλδαίους τὰ Φοινίκων οὕτως ἔχει· γεγόνασι παρ’ αὐτοῖς ἄνδρες τρεῖς, Θεόδοτος, Ὑψικράτης, Μῶχος. τούτων τὰς βίβλους εἰς Ἑλληνίδα κατέταξε φωνὴν Λαῖτος, ὁ καὶ τοὺς βίους τῶν φιλοσόφων ἐπ’ ἀκριβὲς πραγμα-τευσάμενος. ἐν δὴ ταῖς τῶν προειρημένων ἱστορίαις δηλοῦται, κατὰ τίνα τῶν βασιλέων Εὐρώπης ἁρπαγὴ γέγονεν[αι], Μενελάου τε εἰς τὴν Φοινίκην ἄφιξις καὶ τὰ περὶ Εἴραμον, ὅστις Σολομῶνι τῷ Ἰουδαίων βασιλεῖ πρὸς γάμον δοὺς τὴν ἑαυτοῦ θυγατέρα καὶ ξύλων παντοδαπῶν ὕλην εἰς τὴν τοῦ νεὼ κατα-σκευὴν ἐδωρήσατο. καὶ Μένανδρος δὲ ὁ Περγαμηνὸς περὶ τῶν αὐτῶν τὴν ἀναγραφὴν ἐποιήσατο. τοῦ δὲ Εἰράμου ὁ χρόνος ἤδη που τοῖς Ἰλιακοῖς ἐγγίζει· Σολομῶν δὲ ὁ κατ’ Εἴραμον πολὺ κατώτερός ἐστι τῆς Μωσέως ἡλικίας. Αἰγυπτίων δέ εἰσιν ἀκριβεῖς χρόνων ἀναγραφαί. καὶ τῶν κατ’ αὐτοὺς γραμμάτων ἑρμηνεὺς Πτολεμαῖος (οὐχ ὁ βασιλεύς, ἱερεὺς δὲ Μένδητος), οὗτος τὰς τῶν βασιλέων πράξεις ἐκτιθέμενος κατὰ Ἄμωσιν Αἰγύπτου βασιλέα γε-γονέναι Ἰουδαίοις φησὶ τὴν ἐξ Αἰγύπτου πορείαν εἰς ἅπερ ἤθελον χωρία, Μω-σέως ἡγουμένου. λέγει δὲ οὕτως· Ὁ δὲ Ἄμωσις ἐγένετο κατὰ Ἴναχον τὸν βασιλέα. μετὰ δὲ τοῦτον Ἀπίων ὁ γραμματικός, ἀνὴρ δοκιμώτατος, ἐν τῇ τετάρτῃ τῶν Αἰγυπτιακῶν (πέντε δέ εἰσιν αὐτῷ γραφαί) πολλὰ μὲν καὶ ἄλλα, φησὶ δ’ ὅτι κατέσκαψε τὴν Αὔαριν Ἄμωσις, κατὰ τὸν Ἀργεῖον γενόμενος Ἴναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραψεν ὁ Μενδήσιος Πτολεμαῖος.3 ὁ δὲ ἀπὸ Ἰνάχου χρόνος ἄχρι τῆς Ἰλίου ἁλώσεως ἀποπληροῖ γενεὰς εἴκοσι. καὶ τὰ τῆς ἀποδείξεως τοῦτον ἔχει τὸν τρόπον. Γεγόνασιν Ἀργείων βασιλεῖς οἵδε· Ἴναχος, Φορωνεύς, Ἆπις, Ἀργεῖος, Κρίασος, Φόρβας, Τριόπας, Κροτωπός, Σθενέλαος, Δαναός, Λυγκεύς, Ἄβας, Προῖτος, Ἀκρίσιος, Περσεύς, Σθενέλαος, Εὐρυσθεύς, Ἀτρεύς, Θυέστης, Ἀγαμέμνων, οὗ κατὰ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς βασιλείας Ἴλιον ἑάλω. καὶ χρὴ τὸν νουνεχῆ συνεῖναι μετὰ πάσης ἀκριβείας ὅτι κατὰ τὴν Ἑλλή-νων παράδοσιν οὐδ’ ἱστορίας τις ἦν παρ’ αὐτοῖς ἀναγραφή. Κάδμος γὰρ ὁ τὰ στοιχεῖα τοῖς προειρημένοις παραδοὺς μετὰ πολλὰς γενεὰς τῆς Βοιωτίας ἐπέβη. μετὰ δὲ Ἴναχον ὑπὸ Φορωνέως μόλις τοῦ θηριώδους βίου καὶ νομάδος περιγραφὴ γέγονε μετεκοσμήθησάν τε οἱ ἄνθρωποι. διόπερ εἰ κατὰ Ἴναχον πέφηνεν ὁ Μωσῆς γεγονώς, πρεσβύτερός ἐστι τῶν Ἰλιακῶν ἔτεσι τετρακοσίοις. ἀποδείκνυται δὲ τοῦθ’ οὕτως ἔχον ἀπό τε τῆς τῶν Ἀττικῶν βασιλέων διαδοχῆς Μακεδονικῶν τε καὶ Πτολεμαϊκῶν, ἔτι δὲ καὶ Ἀντιοχικῶν·
Χ. ΚΕΦΑΛΑΙΟΝ ΙΑ'. Ἀπὸ τοῦ πρὸς Ἕλληνας Τατιανοῦ, περὶ τοῦ αὐτοῦ. η Νῦν δὲ προσήκειν (70) μοι νομίζω παραστῆσαι πρεσβυτέραν τὴν ἡμετέραν φιλοσοφίαν τῶν παρ' Ελλησιν ἐπιτηδευτῶν. Ὅροι δ' ἡμῖν κείσονται Μωτῆς καὶ ῾Ομηρος. Τῷ γὰρ ἑκάτερον αὐτῶν εἶναι παλαί τατον, καὶ τὸν μὲν ποιητῶν καὶ ἱστορικῶν εἶναι πρεσβύτατον, τὸν δὲ πάσης σοφίας βαρβάρου ἀρχη γὸν, καὶ ὑφ᾽ ἡμῶν εἰς σύγκρισιν παραλαμβανέσθω σαν. Εὑρήσομεν γὰρ οὐ μόνον τῆς Ἑλλήνων παιδείας τὰ παρ' ἡμῖν, ἔτι δὲ καὶ τῆς τῶν γραμμάτων εὑρέ σεως ἀνώτερα· μάρτυράς τε οὐ τοὺς οἴκοι παραλή- ψομαι, βοηθοῖς δὲ μᾶλλον Ἕλλησι καταχρήσομαι. Τὸ μὲν γὰρ ἄγνωμον (71), ὅτι μηδ' ὑφ᾽ ὑμῶν παρά- δεκτον· τὸ δὲ, ἂν ἀποδεικνύηται, θαυμαστὸν, ὁπότ' ἂν, ὑμῖν διὰ τῶν ὑμετέρων ὅπλων αντερείδων (72), ἀνυπόπτους καθ᾽ ὑμῶν τοὺς ἐλέγχους παραλαμβάνω. Περὶ γὰρ τῆς Ὁμήρου ποιήσεως, γένους τε αὐτοῦ, καὶ χρόνου καθ᾽ ἂν ἤκμασε, προηρεύνησαν πρε σβύτατοι μὲν Θεαγένης τε ὁ Ρηγίνος κατὰ Καμβύ την γεγονώς, καὶ Στησίμβροτος ὁ Θάσιος, καὶ Καλλί μαχος ὁ Κολοφώνιος, Ηρόδοτός τε 'Αλικαρνασσεύς, καὶ Διονύσιος Ολύνθιος· μετὰ δὲ ἐκείνους Έφορος ὁ Κυμαῖος, καὶ Φιλόχορος ὁ ᾿Αθηναῖος, Μεγακλείδης τε καὶ Χαμαιλέων (73) οι περιπατητικοί· ἔπειτα γραμματικοί, Ζηνόδοτος, Αριστοφάνης, Καλλίμαχος, Κράτης, Ερατοσθένης, Αρίσταρχος, Απολλόδωρος. Τούτων δὲ οἱ μὲν περὶ Κράτητα, πρὸ τῆς Ἡρα- κλειδῶν καθόδου φασὶν αὐτὸν ἡκμακέναι, μετὰ τὰ Τρωϊκὰ ἐνδοτέρω τῶν ὀγδοήκοντα ἐτῶν· οἱ δὲ περὶ τὸν Ἐρατοσθένην μετὰ ἑκατοστὸν ἔτος τῆς Ἰλίου ἁλώσεως· οἱ δὲ περὶ τὸν Ἀρίσταρχον κατὰ τὴν ἀντικείμενα, τὸ μὲν ἄγνώμον, τὸ δ' ἄν, ὅλων ἀναντιῤῥήτων. Μεγακλείδης τε ὁ Χαμα λαιέων· Χαμαιλέων, υι Α, 1, Τὸ μὲν οὖν Γνῶθι σαυτόν, μὲν Χίλωνος ὑπειλήφασι, Χαμαιλέων δὲ ἐν τῷ περὶ θεῶν, Θαλοῦ. μαιλέων τε ὁ Ἡρακλεώτης ἐν τῷ Περὶ μέθης. Χαμαιλέων γοῦν, πρῶτ τον αὐτόν φησιν σχηματίσαι τοὺς χορούς, PRÆPAR. ΕVANG. LIB. ecrtamina, Heraclidarum reditum, lonum migrationem, et Olympiadas. Ac mibi quidem Græcas historias cum Hebraicis committere statuenti, ea potissimum Attici regni tempora describere visum est. Sic enim cuivis omnino liceat, qui modo principium ex meis ducere voluerit, eamdem mecum in colligendo numero rationem inire. Illorum igitur mille ac viginti annorum, quos ab Mose et Ogyge ad primam usque olympiadem fluxisse diximus, anno primo, uti Hebræorum Pascha, et disces- sus ab Egypto, sic Ogygium in Attica diluvium contingit. Et convenienter id quidem. Nam cum Egyptios grandinibus, ac tempestatibus Dei præpotentis ira percelleret, fieri vix poterat, quin si- mul in quasdam terræ partes calamitatis inde aliquid redundaret. Ac præsertim Athenienses Ægy- ptiacæ cladis partem aliquam subire verius erat, quos Ægyptiorum coloniam habitos esse, cum alii, tum vero Theopompus in Tricareno commemorat. Tempus inde medium prætermissum est, quod in eo nihil a Græcis memoria dignum referatur. Post annos vero quatuor et nonaginta, ut nonnulli tra- dunt, Prometheus exstitit, quem, quod homines ad disciplinæ cultum ab nimia simplicitate solerter in- genioseque traduxerit, homines propterea finxisse fabulantur. » Hactenus Africanus. Jam vero Tatia- num audiamus. B • C tomo I Bibliotheca Patrum Græco-Lat., pag. 180. hæc, ut arbitror, minus auctoris ex mente reddit, ne quid nobis suspectum, vel merito rejiciendum esse possit : membra enim sunt prius illud posterius hoc etc. Tatianus emendari possit, apud quem vitiose quam ut apud Talianum, posterior enim hæc lectio eidem homini CAPUT XI. Eamdem in rem ex Tatiani adversus Græcos opere. ‹ Jam, inquit, agendum nobis id videtur, ut no- stram quoque philosophiam exquisitis illis Græcorum artibus antiquiorem esse demonstremus. Qua in re Mosem et Homerum summos veluti cardines terminosque statuemus. Cum enim sit uterque ve- tustissimus, et alter quidem poetas et historicos omnes tempore antecedat, alter vero barbaræ om- nis sapientiæ dux princepsque fuerit, juvat etiam amborum contentionem instituere. Enimvero non doctrina modo Græcorum, sed ipsa quoque litte- rarum inventione res nostras priores esse cogno- scemus. Neque tamen domesticos eam in rem testes dabimus, sed Græcorum ipsorum auctoritate ab- utemur. Nam ut illud minus consultum foret, quod minime vobis probaretur; ita hoc si efficere modo poterimus, singulare prorsus egregiumque futurum est, ut vestris vos armis oppugnando, argumentis extra suspicionem omnein positis urgeamus. Ac de Homeri quidem poesi, genereque simul ac tempore quo floruerit, omnium antiquissimi Rheginus ille Theagenes, qui sub Cambyse vixit, Slesymbrolus Thasius, Callimachus Colophonius, Herodotus Ha- licarnassensis, et Dionysius Olynthius jau diligenter ante quæsierunt. Quibus eadem in opera successere Ephorus Cumæus, Philochorus Athenien- sis, Megaclides et Chameleon peripatetici tum Zenodotus, Aristophanes, Callimachus, Crates, Eratosthenes, Aristarchus, Apollodorus, gramma- tici omnes. Quos inter, Crates ipsum ante Heracli- darum reditum, intra annos a Trojanis temporibus octoginta floruisse auctor est. Eratosthenes vero utrumque nomen attribuit, cum tamen duo illi fuerint. Corrigendum tamen videtur babetur in altero manuscr. et legitur apud Clemen- tem Alexandrin. Strom. 1, pag. edition. Graeco-Lat. : inquit, ol Et infra eodem libro, pag. 258: Xa- Fuit igitur Heracleotes, qui inter alia, de diis ac de ebrietate scripsit. Idem nomen legitur apud Athe- næum lib. 1, p. : inquit, etc, ubi ce Aischylo poeta loquitur. (70) Νῦν δὲ προσήκειν. Hic Taliani locus exstat (71) Τὸ μὲν γὰρ ἄγνωμον, etc. Interpres Tatiani (72) Όπλων ἀντερείδων. Vera lectio, ex qua (75) Μεγακλείδης τε καὶ Χαμαιλέων. Rectius,
PG 21:823ὅθεν εἰ μετὰ τὸν Ἴναχον αἱ διαφανέστατοι πράξεις παρ’ Ἕλλησιν ἐγράφησάν τε καὶ γινώσκονται, δῆλον ὡς καὶ μετὰ Μωσέα. κατὰ μὲν γὰρ Φορωνέα τὸν μετ’ Ἴναχον μνημονεύεται παρ’ Ἀθηναίοις Ὤγυγος, ἐφ’ οὗ κατακλυσμὸς ὁ πρῶτος, κατὰ δὲ Φόρβαντα Ἀκταῖος, ἀφ’ οὗ Ἀκταία ἡ Ἀττική· κατὰ δὲ Τριόπαν Προμηθεὺς καὶ Ἐπιμηθεὺς καὶ Ἄτλας καὶ ὁ διφυὴς Κέκροψ καὶ ἡ Ἰώ· κατὰ δὲ Κροτωπὸν ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις καὶ ἡ ἐπὶ Δευ-καλίωνος ἐπομβρία· κατὰ δὲ Σθενέλαον ἥ τε Ἀμφικτύονος βασιλεία καὶ ἡ εἰς Πελοπόννησον Δαναοῦ παρουσία καὶ ἡ ὑπὸ Δαρδάνου τῆς Δαρδανίας κτίσις ἥ τε ἐκ Φοινίκης τῆς Εὐρώπης εἰς τὴν Κρήτην ἀνακομιδή· κατὰ δὲ Λυγκέα τῆς Κόρης ἡ ἁρπαγὴ καὶ ἡ τοῦ ἐν Ἐλευσῖνι τεμένους καθίδρυσις καὶ ἡ Τριπτολέμου γεωργία καὶ ἡ Κάδμου εἰς Θήβας παρουσία Μίνωός τε βασι-λεία· κατὰ δὲ Προῖτον ὁ Εὐμόλπου πρὸς Ἀθηναίους πόλεμος· κατὰ δὲ Ἀκρίσιον Πέλοπος ἀπὸ Φρυγίας διάβασις καὶ Ἴωνος εἰς τὰς Ἀθήνας ἄφιξις καὶ ὁ δεύτερος Κέκροψ αἵ τε Περσέως πράξεις· κατὰ δὲ τὴν Ἀγαμέμνονος βασιλείαν Ἴλιον ἑάλω. Οὐκοῦν πέφηνεν ὁ Μωσῆς ἀπό γε τῶν προειρημένων πρεσβύτατος ἡρώων, πόλεων, δαιμόνων. καὶ χρὴ τῷ πρεσβεύοντι κατὰ τὴν ἡλικίαν πιστεύειν ἤπερ τοῖς ἀπὸ πηγῆς ἀρυσαμένοις Ἕλλησιν οὐ κατ’ ἐπίγνωσιν τἀκείνου δόγματα. πολλοὶ γὰρ οἱ κατ’ αὐτοὺς σοφισταὶ κεχρημένοι περιεργίᾳ, οἳ ὅσα παρὰ τῶν κατὰ Μωσέα καὶ τῶν ὁμοίως αὐτῷ φιλοσοφούντων ἔγνωσαν, παραχαράττειν ἐπειράθησαν, πρῶτον μὲν ἵνα τι λέγειν ἴδιον νομισθῶσι, δεύτερον δ’ ὅπως τὰ ὅσα μὴ συνίεσαν, διά τινος ἐπιπλάστου ῥητολογίας παρακαλύπτοντες ὡς μυθο-λογίαν τὴν ἀλήθειαν παραβραβεύσωσι. Περὶ μὲν οὖν τῆς καθ’ ἡμᾶς πολιτείας ἱστορίας τε τῆς κατὰ τοὺς ἡμετέ-ρους νόμους ὅσα τε εἰρήκασιν οἱ παρὰ τοῖς Ἕλλησι λόγιοι καὶ πόσοι καὶ τίνες εἰσὶν οἱ μνημονεύσαντες, ἐν τῷ πρὸς τοὺς ἀποφηναμένους τὰ περὶ θεοῦ δειχθή-σεται· τὸ δὲ νῦν ἔχον, σπευστέον μετὰ πάσης ἀκριβείας σαφηνίζειν ὡς οὐχ Ὁμήρου μόνον πρεσβύτερός ἐστιν ὁ Μωσῆς, ἔτι δὲ καὶ τῶν πρὸ αὐτοῦ συγγραφέων, Λίνου, Φιλάμμωνος, Θαμύριδος, Ἀμφίονος, Ὀρφέως, Μουσαίου, Δημοδόκου, Φημίου, Σιβύλλης, Ἐπιμενίδου τοῦ Κρητός, ὅστις εἰς τὴν Σπάρ-την ἀφίκετο, Ἀρισταίου τοῦ Προκοννησίου καὶ τοῦ τὰ Ἀριμάσπια συγγράψαν-τος Ἀσβόλου τε τοῦ Κενταύρου καὶ Ἰσάτιδος Δρύμωνός τε καὶ Εὔκλου τοῦ Κυπρίου καὶ Ὥρου τοῦ Σαμίου καὶ Προναπίδου τοῦ Ἀθηναίου. Λίνος μὲν γὰρ Ἡρακλέους ἐστὶ διδάσκαλος, ὁ δὲ Ἡρακλῆς μιᾷ τῶν Τρωϊκῶν προγενέστε-ρος πέφηνε γενεᾷ. τοῦτο δέ ἐστι φανερὸν ἀπὸ τοῦ παιδὸς αὐτοῦ Τληπολέμου, τοῦ στρατεύσαντος ἐπὶ Ἴλιον. Ὀρφεὺς δὲ κατὰ τὸν αὐτὸν χρόνον Ἡρα-κλεῖ γέγονεν, ἄλλως τε καὶ τὰ εἰς αὐτὸν ἐπεισφερόμενά φασιν ὑπὸ Ὀνομακρί-του τοῦ Ἀθηναίου συντετάχθαι, γενομένου κατὰ τὴν Πεισιστρατιδῶν ἀρχήν, περὶ τὴν πεντηκοστὴν Ὀλυμπιάδα. τοῦ δ’ Ὀρφέως Μουσαῖος μαθητής. Ἀμφίων δὲ δυσὶ προάγων γενεαῖς τῶν Τρωϊκῶν τοῦ πλείονα πρὸς τοὺς φιλομα-θεῖς συντάττειν ἡμᾶς ἀπείργει. Δημόδοκος δὲ καὶ Φήμιος κατ’ αὐτὸν τὸν Τρωϊ-κὸν πόλεμον γεγόνασι· διέτριβον γὰρ ὁ μὲν παρὰ τοῖς μνηστῆρσιν, ὁ δὲ παρὰ τοῖς Φαίαξι. καὶ ὁ Θάμυρις καὶ ὁ Φιλάμμων οὐ πολὺ τούτων εἰσὶν ἀρχαιότεροι. περὶ μὲν οὖν τῆς καθ’ ἕκαστον λόγον πραγματείας χρόνων τε καὶ ἀναγρα-φῆς αὐτῶν, ὡς οἶμαι, σφόδρα μετὰ πάσης ὑμῖν ἀκριβείας ἀνεγράψαμεν· ἵνα δὲ καὶ τὸ μέχρι νῦν ἐνδέον ἀποπληρώσωμεν, ἔτι καὶ περὶ τῶν νομιζομένων σοφῶν ποιή-σομαι τὴν ἀπόδειξιν. Μίνως μὲν γάρ, ὁ πάσης προὔχειν νομισθεὶς σοφίας ἀγχινοίας τε καὶ νομοθεσίας, ἐπὶ Λυγκέως τοῦ μετὰ Δαναὸν βασιλεύσαντος γέ-γονεν, ἑνδεκάτῃ γενεᾷ μετὰ Ἴναχον. Λυκοῦργος δέ, πολὺ μετὰ τὴν Ἰλίου γεννη-θεὶς ἅλωσιν, πρὸ τῶν Ὀλυμπιάδων ἔτεσιν ἑκατὸν νομοθετεῖ Λακεδαιμονίοις. Δράκων δὲ περὶ Ὀλυμπιάδα τριακοστὴν καὶ ἐνάτην εὑρίσκεται γεγονώς· Σόλων περὶ τεσσαρακοστὴν καὶ ἕκτην· Πυθαγόρας κατὰ τὴν ἑξηκοστὴν δευ-τέραν· τὰς δὲ Ὀλυμπιάδας ὕστερον τῶν Ἰλιακῶν ἔτεσιν ἀπεδείξαμεν γεγονυίας τετρακοσίοις ἑπτά. καὶ δὴ τούτων οὕτως ἀποδεδειγμένων διὰ βραχέων ἔτι καὶ περὶ τῆς τῶν ἑπτὰ σοφῶν ἡλικίας ἀναγράψομεν. τοῦ γὰρ πρεσβυτάτου τῶν προειρημένων Θάλητος γενομένου περὶ τὴν πεντηκοστὴν Ὀλυμπιάδα καὶ τὰ περὶ τῶν μετ’ αὐτὸν σχεδὸν ἡμῖν συντόμως εἴρηται. Ταῦθ’ ὑμῖν, ἄνδρες Ἕλληνες, ὁ κατὰ βαρβάρους φιλοσοφῶν Τατιανὸς συνέταξα, γεννηθεὶς μὲν ἐν τῇ τῶν Ἀσσυρίων γῇ, παιδευθεὶς δὲ πρῶτον μὲν τὰ ὑμέτερα, δεύτερον δὲ ἅτινα νῦν κηρύττειν ἐπαγγέλλομαι. γινώσκων δὲ λοιπὸν τίς ὁ θεὸς καὶ τίς ἡ κατ’ αὐτὸν ποίησις, ἕτοιμον ἐμαυτὸν ὑμῖν πρὸς τὴν ἀνάκρισιν τῶν δογμάτων παρίστημι, μενούσης μοι τῆς κατὰ θεὸν πολιτείας ἀνεξαρνή-του. Τοσαῦτα καὶ ὁ Τατιανός. μετίωμεν δὲ καὶ ἐπὶ Κλήμεντα· ιβ. ΑΠΟ ΤΟΥ ΠΡΩΤΟΥ ΤΩΝ ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΝ Εἴρηται μὲν οὖν περὶ τούτων ἀκριβῶς Τατιανῷ ἐν τῷ Πρὸς τοὺς Ἕλ-ληνας, εἴρηται δὲ καὶ Κασσιανῷ ἐν τῷ πρώτῳ τῶν Ἐξηγητικῶν. ἀπαιτεῖ δ’ ὅμως τὸ ὑπόμνημα καὶ ἡμᾶς ἐπιδραμεῖν τὰ κατὰ τὸν τόπον εἰρημένα. Ἀπίων τοίνυν ὁ γραμματικός, ὁ Πλειστονίκης ἐπικληθείς, ἐν τῇ δ τῶν Αἰγυπτιακῶν ἱστοριῶν, καίτοι φιλαπεχθημόνως πρὸς Ἑβραίους διακείμενος, ἅτε Αἰγύπτιος τὸ γένος, ὡς καὶ κατὰ Ἰουδαίων συντάξασθαι βιβλίον, Ἀμώσιος τοῦ Αἰγυ-πτίων βασιλέως μεμνημένος καὶ τῶν κατ’ αὐτὸν πράξεων μάρτυρα παρατίθεται Πτολεμαῖον τὸν Μενδήσιον. καὶ τὰ τῆς λέξεως αὐτοῦ ὧδε ἔχει· Κατέσκαψε δὲ τὴν Ἀούαριν Ἄμωσις, κατὰ τὸν Ἀργεῖον γενόμενος Ἴναχον, ὡς ἐν τοῖς Χρό-νοις ἀνέγραψεν ὁ Μενδήσιος Πτολεμαῖος.3 ὁ δὲ Πτολεμαῖος οὗτος ἱερεὺς μὲν ἦν, τὰς δὲ τῶν Αἰγυπτίων βασιλέων πράξεις ἐν τρισὶν ὅλαις ἐκθέμενος βίβλοις κατὰ Ἄμωσίν φησιν Αἰγύπτου βασιλέα Μωσέως ἡγουμένου γεγονέναι Ἰου-δαίοις τὴν ἐξ Αἰγύπτου πορείαν, ἐξ ὧν συνῶπται κατὰ Ἴναχον ἠκμακέναι τὸν Μωσέα. παλαίτερα δὲ τῶν Ἑλληνικῶν μνημονεύεσθαι τὰ Ἀργολικά, τὰ ἀπὸ Ἰνάχου λέγω, Διονύσιος ὁ Ἁλικαρνασεὺς ἐν τοῖς Χρόνοις διδάσκει. τούτων δὲ τεσσαράκοντα μὲν γενεαῖς νεώτερα τὰ Ἀττικά, τὰ ἀπὸ Κέκροπος τοῦ διφυοῦς δὴ καὶ αὐτόχθονος, ὥς φησι κατὰ λέξιν ὁ Τατιανός· ἐννέα δὲ τὰ Ἀρκαδικὰ τὰ ἀπὸ Πελασγοῦ· λέγεται δὲ καὶ οὗτος αὐτόχθων. τούτων δὲ ἄλλαιν δυοῖν νεώτερα τὰ Φθιωτικὰ τὰ ἀπὸ Δευκαλίωνος. εἰς δὲ τὸν χρόνον τῶν Τρωϊκῶν ἀπὸ Ἰνάχου γενεαὶ μὲν εἴκοσιν ἢ μιᾷ πλείους διαριθμοῦνται, ἔτη δέ, ὡς ἔπος εἰπεῖν, τετρακόσια καὶ πρόσω. εἰ δὲ τὰ Ἀσσυρίων πολλοῖς ἔτεσι πρεσβύτερα τῶν Ἑλληνικῶν Κτησίας λέγει, φανήσεται τῷ δευτέρῳ καὶ τε-τρακοσιοστῷ ἔτει τῆς Ἀσσυρίων ἀρχῆς, τῆς δὲ Βηλούχου τοῦ ὀγδόου δυναστείας τῷ δευτέρῳ καὶ τριακοστῷ ἡ Μωσέως κατὰ Ἄμωσιν τὸν Αἰγύπτιον καὶ κατὰ Ἴναχον τὸν Ἀργεῖον ἐξ Αἰγύπτου κίνησις. ἦν δὲ κατὰ τὴν Ἑλλάδα κατὰ μὲν Φορωνέα τὸν μετ’ Ἴναχον ὁ ἐπὶ Ὠγύγου κατακλυσμὸς καὶ ἡ ἐν Σικυῶνι βασιλεία, πρώτου μὲν Αἰγιαλέως, εἶτα δὲ Εὔρωπος, εἶτα Τελχῖνος, καὶ ἡ Κρητὸς ἐν Κρήτῃ. Ἀκουσίλαος γὰρ Φορωνέα πρῶτον ἀνθρώπων γενέσθαι λέγει· ὅθεν καὶ ὁ τῆς Φορωνίδος ποιητὴς εἶναι αὐτὸν ἔφη πατέρα θνητῶν ἀνθρώπων.
Α καιδέκατον ἔτος τῆς βασιλείας Ιλιον ἐάλω. Καὶ χρὴ Κατὰ τὸν Ἴναχον. μετὰ τὸν Ίναχον, καὶ μετὰ Μωσέα. τὸν νουνεχῆ συνιέναι μετὰ πάσης ἀκριβείας, ὅτι κατὰ τὴν τῶν Ἑλλήνων παράδοσιν οὐδ᾽ ἱστορίας τις ἦν παρ' αὐτοῖς ἀναγραφή. Κάδμος γὰρ, ὁ τὰ στοιχεῖα τοῖς προειρημένοις παραδούς, μετὰ πολλὰς γενεὰς τῆς Βοιωτίας ἐπέβη. Μετὰ δὲ Ιναχον ὑπὸ Φορωνέως μόλις τοῦ θηριώδους βίου καὶ νομάδος περιγραφή γέγονε, μετεκοσμήθησάν τε οἱ ἄνθρωποι. Διόπερ εἰ κατὰ Ἵναχον πέφηνεν ὁ Μωσῆς γεγονώς, πρε- σβύτερος ἐστι τῶν Ἰλιακῶν ἔτεσι τετρακοσίοις. Απο- δείκνυται δὲ τοῦθ' οὕτως ἔχον ἀπό τε τῆς τῶν Ἀττικῶν βασιλέων διαδοχῆς, Μακεδονικῶν τε καὶ Πτολεμαῖ κῶν, ἔτι δὲ καὶ ᾿Αντιοχικῶν. Οθεν εἰ κατὰ τὸν Ινα- χον (87-88) αἱ διαφανέστατοι πράξεις παρ' Ἕλλησιν ἐγράφησάν τε καὶ γινώσκονται, δῆλον, ὡς καὶ μετὰ Μωσέα. Κατὰ μὲν γὰρ Φορωνέα τὸν μετ' Ιναχον μνημονεύεται παρ' Αθηναίοις "Ωγυγος, ἐφ' οὗ κατα- κλυσμὸς ὁ πρῶτος· κατὰ δὲ Φόρβαντα ᾿Ακταῖος, ἀφ᾽ οὗ Ακταία ἡ Αττική· κατὰ δὲ Τριόπαν Προμηθεὺς καὶ Επιμηθεὺς, καὶ "Ατλας, καὶ ὁ διφυής Κέκροψ, καὶ ἡ Ἰώ· κατὰ δὲ Κροτωπὸν ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις, καὶ ἡ ἐπὶ Δευκαλίωνος ἐπομβρία· κατὰ δὲ Σθενέλαον ἥ τε τοῦ Ἀμφικτύονος βασιλεία, καὶ ἡ εἰς Πελοπόν νησον Δαναοῦ παρουσία, καὶ ἡ ὑπὸ Δαρδάνου τῆς Δαρδανίας κτίσις, ἤ τε ἐκ Φοινίκης τῆς Εὐρώπης εἰς τὴν Κρήτην ἀνακομιδή· κατὰ δὲ Λυγκέα τῆς Κόρης ἡ ἁρπαγὴ, καὶ ἡ τοῦ ἐν Ἐλευσῖνι τεμένους καθίδρυσις, καὶ ἡ Τριπτολέμου γεωργία, καὶ ἡ Κά δμου εἰς Θήβας παρουσία, Μίνωός τε βασιλεία· κατὰ ι δὲ Προῖτον, ὁ Εὐμόλπου πρὸς Αθηναίους πόλεμος κατὰ δὲ Ακρίσιον, Πέλοπος ἀπὸ Φρυγίας διάβασις, καὶ Ἴωνος εἰς τὰς Αθήνας ἄφιξις, καὶ ὁ δεύτερος Κέκροψ, αί τε Περσέως πράξεις· κατὰ δὲ τὴν ᾿Αγα- μέμνονος βασιλείαν Ἴλιον βάλω. Οὐκοῦν πέφηνεν ὁ Μωσῆς ἀπό γε τῶν προειρημένων πρεσβύτατος ἡρώων, πόλεων, δαιμόνων. Καὶ χρὴ τῷ πρεσβεύοντα κατὰ τὴν ἡλικίαν πιστεύειν μᾶλλον ἤπερ τοῖς ἀπὸ πηγῆς ἀρυσαμένοις Ἕλλησιν, οὐ κατ᾽ ἐπίγνωσιν, τἀκείνου δόγματα. Πολλοὶ γὰρ οἱ κατ᾿ αὐτοὺς σου φισταὶ κεχρημένοι περιεργίᾳ, οἱ ὅσα παρὰ τῶν κατὰ Μωσέα καὶ τῶν ὁμοίως αὐτῷ φιλοσοφούντων ἔγνω σαν, παραχαράττειν ἐπειράθησαν· πρῶτον μὲν ἵνα τι λέγειν ἴδιον νομισθῶσι, δεύτερον δ' ὅπως τὰ ὅσα μὴ συνίεσαν, διά τινος ἐπιπλάστου ῥητολογίας πα ρακαλύπτοντες, ὡς μυθολογίαν (89) τὴν ἀλήθειαν παραβραβεύσωσι. Περὶ μὲν οὖν τῆς καθ' ἡμᾶς που λιτείας, ἱστορίας τε τῆς κατὰ τοὺς ἡμετέρους νό μους, ὅσα τε εἰρήκασιν οἱ παρὰ τοῖς Ἕλλησι λόγιοι, καὶ πόσοι, καὶ τίνες εἰσὶν οἱ μνημονεύσαντες, ἐν τῷ πρὸς τοὺς ἀποφηναμένους τὰ περὶ Θεοῦ δειχθή σεται· τὸ δὲ νῦν ἔχον, σπευστέον μετὰ πάσης ἀκρι βείας σαφηνίζειν, ὡς οὐχ Ὁμήρου μόνον πρεσβύτερος ἐστιν ὁ Μωσῆς, ἔτι δὲ καὶ τῶν πρὸ αὐτοῦ συγγρα φέων, Λίνου, Φιλάμμωνος, Θαμύριδος, Αμφίονος, Ορφέως, Μουσαίου, Δημοδόκου, Φημίου, Σιβύλλης, κατά, EUSEBI CÆSARIENSIS OPP. PARS II. - APOLOGETICA. sequuntur : Inachus, Phoroneus, Apis, Argius, Cria- sus, Phorbas, Triopas, Cretopus, Sthenelaus, Da- naus, Lynceus, Abas, Pratus, Aerisius, Perseus, Eurystheus, Atreus, Thyestes, Agamemnon, cujus anno decimo octavo Troja capta est. Atque hic pru- denti et ingenioso lectori diligenter in primis obser- vandum erit, vel ex ipsa Græcorum hominum tra- ditione constare, nullam tum apud illos perscriptam adhuc historiam fuisse. Nam qui litterarum formam ipsis et rationem tradidit Cadmus, non nisi multis post ætatibus pervenit in Boeotiam. Post Inachum vero, Phoronei ductu atque auspiciis, homines ab ferino vagoque vitæ genere ad humaniorem ac libe- raliorem cultum vix tandem aliquando traducti sunt. Quare si Mosem Inacho æqualem fuisse ha- bebimus, idem Trojana tempora quadringentis an- tecesserit, necesse est. Id vero manifeste ex regum non Atticorum modo, sed etiam Macedonicorum, Ptolemaicorum et Antiochenorum successione con- Gcitur. Unde illud etiam colligas, si clarissima quæ- que Græcorum sub Inachi tempus et scriptis man- dari, et in hominum cognitione versari cœpere, id ipsum pariter sub Mosis ætatem contigisse. Nam Phoroneo, qui post Inachum regnavit, supparem Athenienses Ogygem faciunt, sub quo primum di- luvium accidit; tum Phorbanti Actæum, a quo At- tica Actae nomen habuerit : Triopæ deinde Pro- metheum, Epimetheum, Atlantem, geminum Cecro- pem, et Io. Ad Crotopi avum et Phaetontis incen- dium, et Deucalionis diluvium referunt : cum Sthe- nelao, Amphictyonis regnum, Danai in Peloponne- sum adventum, conditam a Dardano Dardaniam, et Europa ex Phenicia deportationem in Cretam temporis societate conjungunt. Sub Lynces, Pro- serpina raptum, Eleusynii delubri ædificationem, agriculturam Triptolemi, Cadmi Thebanam in ci- vitatem adventum, et Minois regnum collocant. Ad Prœtum Eumolpi bellum adversus Athenienses ; ad Acrisium Pelopis trajectionem ex Phrygia, lo- nis Athenas adventum, Cecropem alterum juniorem, Perseique res gestas revocant. Postremo regnante Agamemnone captum est llium. Ergo ex su- perioribus, Mosem, heroibus, civitatibus, ac da- monibus ipsis antiquiorem fuisse, manifesto intelli- gitur. Verius autem profecto est, homini ætate plu- rimum antegresso Gi«lem habere, quam Græcis, qui ejus dogmata ut ex ipsomet fonte hauserint, minus tamen veræ scientiæ ductum secuti sunt. Sophi- stas enim permultos habuere, qui curiositati suæ obsecuti, quæcunque vel a Mose, vel ab similis philosophiæ professoribus acceperant, adulterare omnia conati sunt : primum ut singulare aliquid ac Proprium dicere viderentur, deinde ut quæ minus assequerentur, ea commentitiæ dictionis specie in- solvendo, fabularum instar veritatem ipsam tradu- (87-88) Talian., rectius, ut existimo, quia sequitur paulo post, Tametsi, cum Græcorum historiam ab Inacho fere duci confirmet, utrobique, B C D non incommode legi possit. Atque hanc lectio- nem secuti sumus. 189) Ὡς μυθολογίαν. Tatian., ταῖς μυθολογίαις.
PG 21:829ἐντεῦθεν ὁ Πλάτων ἐν Τιμαίῳ κατακολουθήσας Ἀκουσιλάῳ γράφει· Καί ποτε προαγαγεῖν βουληθεὶς αὐτοὺς περὶ τῶν ἀρχαίων εἰς λόγους, τῶν τῇδε τῇ πόλει τὰ ἀρχαιότατα λέγειν ἐπιχειρεῖν, περὶ Φορωνέως τε τοῦ πρώτου λεχθέντος καὶ Νιόβης καὶ τὰ μετὰ τὸν κατακλυσμόν.3 κατὰ δὲ Φόρβαντα Ἀκταῖος, ἀφ’ οὗ Ἀκταία ἡ Ἀττική· κατὰ δὲ Τριόπαν Προμηθεὺς καὶ Ἄτλας καὶ Ἐπιμηθεὺς καὶ ὁ διφυὴς Κέκροψ καὶ Ἰώ· κατὰ δὲ Κροτωπὸν ἡ ἐπὶ Φαέθον-τος ἐκπύρωσις καὶ ἡ ἐπὶ Δευκαλίωνος ἐπομβρία· κατὰ δὲ Σθένελον ἥ τε Ἀμφι-κτύονος βασιλεία καὶ ἡ εἰς Πελοπόννησον Δαναοῦ παρουσία καὶ ἡ ὑπὸ Δαρ-δάνου τῆς Δαρδανίας κτίσις, ὃν πρῶτον (φησὶν Ὅμηρος) τέκετο νεφεληγε-ρέτα Ζεύς, ἥ τε ἐκ Κρήτης εἰς Φοινίκην ἀνακομιδή· κατὰ δὲ Λυγκέα τῆς κόρης ἡ ἁρπαγὴ καὶ ἡ τοῦ ἐν Ἐλευσῖνι τεμένους καθίδρυσις καὶ ἡ Τριπτο-λέμου γεωργία καὶ ἡ Κάδμου εἰς Θήβας παρουσία Μίνωός τε βασιλεία· κατὰ δὲ Προῖτον ὁ Εὐμόλπου πρὸς Ἀθηναίους πόλεμος· κατὰ δὲ Ἀκρίσιον Πέλοπος ἀπὸ Φρυγίας διάβασις καὶ Ἴωνος εἰς Ἀθήνας ἄφιξις καὶ ὁ δεύτερος Κέκροψ αἵ τε Περσέως καὶ Διονύσου πράξεις Ὀρφεύς τε καὶ Μουσαῖος· κατὰ δὲ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς Ἀγαμέμνονος βασιλείας Ἴλιον ἑάλω, Δημοφῶν-τος τοῦ Θησέως βασιλεύοντος Ἀθήνησι τῷ πρώτῳ ἔτει, Θαργηλιῶνος μηνὸς δευ-τέρᾳ ἐπὶ δέκα, ὥς φησι Διονύσιος ὁ Ἀργεῖος· Ἄγις δὲ καὶ Δερκύλος ἐν τῇ τρίτῃ, μηνὸς Πανέμου ὀγδόῃ φθίνοντος· Ἑλλάνικος δωδεκάτῃ Θαργηλιῶνος καί τινες τῶν τὰ Ἀττικὰ συγγραψαμένων ὀγδόῃ φθίνοντος, βασιλεύοντος τὸ τελευταῖον ἔτος Μενεσθέως, πληθυούσης σελήνης· νὺξ μὲν ἔην (φησὶν ὁ τὴν Μικρὰν Ἰλιάδα πεποιηκώς) μεσάτα, λαμπρὰ δ’ ἐπέτελλε σελάνα· ἕτεροι Σκιροφοριῶνος τῇ αὐτῇ ἡμέρᾳ. Θησεὺς δὲ Ἡρακλέους ζηλωτὴς ὢν πρεσβύτερός ἐστι τῶν Τρωϊκῶν μιᾷ γενεᾷ· τοῦ γοῦν Τληπολέμου, ὃς ἦν υἱὸς Ἡρακλέους, Ὅμηρος μέμνηται ἐπὶ Ἴλιον στρατεύσαντος. προτερεῖν ἄρα Μωσῆς ἀποδείκνυται τῆς μὲν Διονύσου ἀποθεώσεως ἔτη ἑξακόσια τές-σαρα, εἴ γε τῆς Περσέως βασιλείας τῷ τριακοστῷ δευτέρῳ ἔτει ἐκθεοῦται, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς. ἀπὸ δὲ Διονύσου ἐπὶ Ἡρακλέα καὶ τοὺς περὶ Ἰάσονα ἀριστεῖς, τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας, συνάγεται ἔτη ἑξήκοντα τρία· Ἀσκληπιός τε καὶ Διόσκουροι συνέπλεον αὐτοῖς, ὡς μαρτυρεῖ ὁ Ῥόδιος Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς. ἀπὸ δὲ τῆς Ἡρακλέους ἐν Ἄργει βασιλείας ἐπὶ τὴν Ἡρακλέους αὐτοῦ καὶ Ἀσκληπιοῦ ἀποθέωσιν ἔτη συνάγεται τριάκοντα ὀκτὼ κατὰ τὸν χρονογράφον Ἀπολλόδωρον. ἐντεῦθεν δὲ ἐπὶ τὴν Κάστορος καὶ Πολυδεύκους ἀποθέωσιν ἔτη πεντήκοντα τρία· ἐν-ταῦθά που καὶ ἡ Ἰλίου κατάληψις. εἰ δὲ χρὴ πείθεσθαι καὶ Ἡσιόδῳ τῷ ποιητῇ, ἀκούσωμεν αὐτοῦ· Ζηνὶ δ’ ἄρ’ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν, κήρυκ’ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα. Καδμείη δ’ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν μιχθεῖς’ ἐν φιλότητι, Διώνυσον πολυγηθῆ. Κάδμος μὲν ὁ Σεμέλης πατὴρ ἐπὶ Λυγκέως εἰς Θήβας ἔρχεται καὶ τῶν Ἑλληνικῶν γραμμάτων εὑρετὴς γίνεται. Τριόπας δὲ συγχρονεῖ [Ἴσιδι] ἑβδόμῃ γενεᾷ ἀπὸ Ἰνάχου· εἰσὶ δὲ οἳ τὴν [Ἶσιν] Ἰώ φασι, διὰ τὸ ἰέναι αὐτὴν διὰ πάσης τῆς γῆς πλανωμένην. ταύτην δ’ Ἴστρος ἐν τῷ Περὶ τῆς Αἰγυπτίων ἀποικίας Προμηθέως θυγατέρα φησί. Προμηθεὺς δὲ κατὰ Τριόπαν, ἑβδόμῃ γενεᾷ μετὰ Μωσέα· ὥστε καὶ πρὸ τῆς καθ’ Ἕλληνας ἀνθρωπογονίας ὁ Μωσῆς. Λέων δὲ ὁ τὰ περὶ τῶν κατ’ Αἴγυπτον θεῶν πραγματευσά-μενος τὴν Ἶσιν ὑπὸ Ἑλλήνων Δήμητραν καλεῖσθαί φησιν, ἣ κατὰ Λυγκέα γίνεται ἑνδεκάτῃ ὕστερον Μωσέως γενεᾷ. Ἆπίς τε ὁ Ἄργους βασιλεὺς Μέμφιν οἰκίζει, ὥς φησιν Ἀρίστιππος ἐν πρώτῃ Ἀρκαδικῶν· τοῦτον δὲ Ἀρι-στέας ὁ Ἀργεῖος ἐπονομασθῆναί φησι Σάραπιν, καὶ τοῦτον εἶναι ὃν Αἰγύ-πτιοι σέβουσι. Νυμφόδωρος δὲ ὁ Ἀμφιπολίτης ἐν τρίτῳ Νομίμων Ἀσίας τὸν Ἆπιν τὸν ταῦρον τελευτήσαντα καὶ ταριχευθέντα εἰς σορὸν ἀποτεθεῖσθαι ἐν τῷ ναῷ τοῦ τιμωμένου δαίμονος, κἀντεῦθεν Σορόαπιν κληθῆναι καὶ Σάρα-πιν ὕστερον· Ἆπις δὲ τρίτος ἀπὸ Ἰνάχου. ναὶ μὴν ἡ Λητὼ κατὰ Τιτυὸν γίνεται· Λητὼ γὰρ ἥλκησε Διὸς κυδρὴν παράκοιτιν. Τιτυὸς δὲ συνεχρόνισε Ταντάλῳ. εἰκότως ἄρα καὶ ὁ Βοιώτιος Πίνδαρος γράφει· ἐν χρόνῳ δὲ γένετ’ Ἀπόλλων· καὶ οὐδὲν θαυμαστόν, ὅπου γε καὶ Ἀδμήτῳ θητεύων εὑρίσκεται σὺν καὶ Ἡρα-κλεῖ μέγαν εἰς ἐνιαυτόν. Ζῆθος δὲ καὶ Ἀμφίων, οἱ μουσικῆς εὑρεταί, περὶ τὴν Κάδμου γεγόνασιν ἡλικίαν. κἄν τις ἡμῖν λέγῃ Φημονόην πρώτην χρησμῳδῆσαι Ἀκρισίῳ, ἀλλ’ ἴστω γε ὅτι μετὰ Φημονόην ἔτεσιν ὕστερον εἴκοσιν ἑπτὰ οἱ περὶ Ὀρφέα καὶ Μουσαῖον καὶ Λίνον τὸν Ἡρακλέους διδάσκαλον. Ὅμηρος δὲ καὶ Ἡσίοδος πολλῷ νεώτεροι τῶν Ἰλιακῶν, μεθ’ οὓς μακρῷ νεώτεροι οἱ παρ’ Ἕλλησι νομοθέται, Λυκοῦργός τε καὶ Σόλων, καὶ οἱ ἑπτὰ σοφοὶ οἵ τε ἀμφὶ τὸν Σύριον Φερεκύδην καὶ Πυθαγόραν τὸν μέγαν κάτω που περὶ τὰς Ὀλυμπιάδας γενόμενοι, ὡς παρεστήσαμεν. καὶ θεῶν ἄρα τῶν πλείστων παρ’ Ἕλλησιν, οὐ μόνον τῶν λεγομένων σοφῶν τε καὶ ποιητῶν, ὁ Μωσῆς ἡμῖν ἀποδέδεικται πρεσβύτερος. Ταῦτα καὶ ὁ Κλήμης. ἀλλ’ ἐπεὶ πρὸ τῶν ἡμετέρων ἐσπουδάσθη καὶ αὐτοῖς Ἑβραίων παισὶν ἡ προκειμένη πραγματεία, καλῶς ἂν ἔχοι καὶ τὰ τούτων συνιδεῖν. χρήσομαι δὲ ἀντὶ πάντων ταῖς Φλαυίου Ἰωσήπου φωναῖς· ιγ. ΑΠΟ ΤΟΥ ΠΡΩΤΟΥ ΦΛΑΥΙΟΥ ΙΩΣΗΠΟΥ ΠΕΡΙ ΤΗΣ ΙΟΥΔΑΙΩΝ ΑΡΧΑΙΟΤΗΤΟΣ Ἄρξομαι δὲ πρῶτον ἀπὸ τῶν παρ’ Αἰγυπτίοις γραμμάτων. αὐτὰ μὲν οὖν οὐχ οἷόν τε παρατίθεσθαι τἀκείνων. Μάνεθως δή, τὸ γένος ἀνὴρ Αἰγύπτιος τῆς Ἑλληνικῆς μετεσχηκὼς παιδείας, ὡς δῆλός ἐστι (γέγραφε γὰρ Ἑλλάδι φωνῇ τὴν πάτριον ἱστορίαν ἔκ τε τῶν ἱερῶν, ὥς φησιν αὐτός, μεταφράσας, ὃς καὶ πολλὰ τὸν Ἡρόδοτον ἐλέγχει τῶν Αἰγυπτιακῶν ὑπ’ ἀγνοίας ἐψευσμένον)· οὗτος δὴ τοίνυν ὁ Μάνεθως ἐν τῇ δευτέρᾳ τῶν Αἰγυπτιακῶν ταῦτα περὶ ἡμῶν γράφει· παραθήσομαι δὲ τὴν λέξιν αὐτοῦ, καθάπερ αὐτὸν ἐκεῖνον παραγαγὼν μάρ-τυρα· ... τοῦ Τίμαιος ὄνομα. ἐπὶ τούτου οὐκ οἶδ’ ὅπως θεὸς ἀντέπνευσε, καὶ παραδόξως ἐκ τῶν πρὸς ἀνατολὴν μερῶν ἄνθρωποι τὸ γένος ἄσημοι κατα-θαρρήσαντες ἐπὶ τὴν χώραν ἐστράτευσαν καὶ ῥᾳδίως ἀμαχητὶ ταύτην κατὰ κράτος εἷλον.3 Καὶ ἐπιλέγει μετὰ βραχέα· Ἐκαλεῖτο δὲ τὸ σύμπαν αὐτῶν ἔθνος Ὑκουσσώς· τοῦτο δέ ἐστι βα-σιλεῖς ποιμένες. τὸ γὰρ Ὓκ καθ’ ἱερὰν γλῶσσαν βασιλέα σημαίνει, τὸ δὲ Οὐς-σὼς ποιμήν ἐστι καὶ ποιμένες κατὰ τὴν κοινὴν διάλεκτον· καὶ οὕτω συντιθέ-μενον γίνεται Ὑκουσσώς. τινὲς δὲ λέγουσιν αὐτοὺς Ἄραβας εἶναι, ἐν δ’ ἄλλῳ ἀντιγράφῳ οὐ βασιλεῖς σημαίνεσθαι διὰ τῆς τοῦ Ὓκ προσηγορίας, ἀλλὰ τοὐναντίον αἰχμαλώτους δηλοῦσθαι ποιμένας. τὸ γὰρ Ὓκ πάλιν Αἰγυπτιστὶ καὶ τὸ Ἃκ δασυνόμενον αἰχμαλώτους ῥητῶς μηνύει. καὶ τοῦτο μᾶλλον πι-θανώτερόν μοι φαίνεται καὶ παλαιᾶς ἱστορίας ἐχόμενον. Τούτους τοὺς προκατ-ωνομασμένους βασιλέας καὶ τοὺς τῶν ποιμένων καλουμένων καὶ τοὺς ἐξ αὐτῶν γενομένους κρατῆσαι τῆς Αἰγύπτου φησὶν ἔτη πρὸς τοῖς πεντακοσίοις ἕνδεκα. μετὰ ταῦτα δὲ τῶν ἐκ τῆς Θηβαί̈δος καὶ τῆς ἄλλης Αἰγύπτου βασιλέων
PRÆPAR. EVANG. LIB. X. αὐτοὺς περὶ τῶν ἀρχαίων εἰς λόγους, τῶν τῇδε τῇ πόλει (95) τὰ ἀρχαιότατα λέγειν ἐπιχειρεῖν (96-97), περὶ Φορωνέως τε τοῦ πρώτου λεχθέντος, καὶ Νιό της, καὶ τὰ μετὰ τὸν κατακλυσμόν. Κατὰ δὲ Φόρ- βαντα ᾿Ακταῖος, ἀφ᾽ οὗ ᾿Ακταία ἡ Αττική· κατὰ δὲ Τριόπαν Προμηθεύς, καὶ "Ατλας, καὶ Ἐπιμηθεὺς, καὶ ὁ διφυὴς Κέκροψ, καὶ Ιώ· κατὰ δὲ Κροτωπὸν ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις, καὶ ἡ ἐπὶ Δευκαλίωνος ἐπομβρία· κατὰ δὲ Σθενέλαον ἥ τε Αμφικτύονος βασιλεία, καὶ ἡ εἰς Πελοπόννησον Δαναοῦ παρουσία, καὶ ἡ ὑπὸ Δαρδάνου τῆς Δαρδανίας κτίσις, ἂν πρῶτον, φησὶν "Ομηρος, τέκετο νεφεληγερέτα Ζεύς· ἥ τε ἐκ Κρήτης (98) εἰς Φοινίκην ἀνακομιδή · κατὰ δὲ Λυγκέα, τῆς Κόρης ἡ ἁρπαγή, καὶ ἡ τοῦ ἐν Ελευσίνι τεμένους καθίδρυσις, καὶ ἡ Τριπτολέμου γεωργία, καὶ ἡ Κάδμου εἰς Θήβας παρουσία, Μίνωος τε βασιλεία· κατὰ δὲ Προῖτον ὁ Εὐμόλπου πρὸς Αθηναίους πόλεμος· κατὰ δὲ ᾿Ακρίσιον Πέλοπος ἀπὸ Φρυγίας διάβασις, καὶ Ἴωνος εἰς ᾿Αθήνας ἄφιξις, καὶ ὁ δεύτερος Κέκροψ, αί τε Περσέως καὶ Διονύσου πράξεις, Ορφεύς τε καὶ Μουσαίος. Κατὰ δὲ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς ᾿Αγαμέμνονος βασιλείας Ιλιον ἐάλω, Δημοφώντος τοῦ Θησέως βασιλεύοντος ᾿Αθήνῃσι, τῷ πρώτῳ ἔτει, Θαργηλιώνος μηνός δευτέρᾳ ἐπὶ δέκα, ὥς φησι Διονύσιος ὁ ᾿Αργείος Αγις δὲ καὶ Κέρκυλος (99) ἐν τῇ τρίτῃ, μηνός Πανέμου ὀγδόη φθίνοντος· Ἑλλάνικος δωδεκάτῃ θαρ- γηλιώνος καί τινες τῶν τὰ ᾿Αττικὰ συγγραψαμένων ὀγδόη φθίνοντος, βασιλεύοντος τὸ τελευταῖον ἔτος Μενεσθέως, πληθυούσης σελήνης- Νυξ μεν δην, φη- & σὶν ὁ τὴν μικρὰν Ιλιάδα πεποιηκώς, Μεσάτα, λαμπρὰ δ᾽ ἐπέτελλε σελάνα ἕτεροι δὲ Σκιροφοριῶνος τῇ αὐτῇ ἡμέρᾳ. Θησεὺς δὲ, Ἡρακλέους ζηλωτὴς ὤν, πρεσβύτερος ἐστι τῶν Τρωΐ- κῶν μιᾷ γενεᾷ τοῦ γοῦν Τληπολέμου, ὃς ἦν υἱὸς Ηρακλέους, "Ομηρος μέμνηται (1), ἐπὶ Ιλιον στρα- τεύσαντος. Προτερεῖν ἄρα Μωσῆς ἐπιδείκνυται τῆς μὲν Διονύσου ἀποθεώσεως ἔτη χδ'· είγε τῆς Περσέως βασιλείας τῷ τριακοστῷ δευτέρῳ ἔτει ἀποθεοῦται, ὥς φησιν ᾿Απολλόδωρος ἐν τοῖς Χρονικοῖς. Ἀπὸ δὲ Διο- νύσου ἐπὶ Ἡρακλέα καὶ τοὺς περὶ Ἰάσονα ἀριστεῖς, τοὺς ἐν τῇ ᾿Αργοί πλεύσαντας, συνάγεται ἔτη ξγ. Ασκληπιός τε καὶ Διόσκουροι συνέπλεον αὐτοῖς, ὡς μαρτυρεῖ ὁ Ρόδιος ᾿Απολλώνιος ἐν τοῖς Αργοναυτι- λόγος, τῇδε έχει, Επιχειρείν. ἐπιχειρεῖ. ἔφη, τὸ ἐπιχειρεῖν ἀπὸ κοινοῦ. ἥ τε ἐκ Φοινίκης, τῆς Εὐρώπης, εἰς τὴν Κρήτην ανακομιδή. Δερκύλος. Δερ- κύλλους, Δερκύλους, Κερκύλους, γ. 554: Τληπόλεμος δ' Ηρακλείδης, ἠς τε, μέγας τε, pterea mortalium parens omnium, ab eo poeta, qui Phoronidem scripsit, appellatur. Quare Plato ipse in Timmo Acusilaum secutus : Cumque id ageret, inquit, ut illos ad sermonem de rebus antiquis sus- cipiendum adduceret, eorum, quæ apud nos velu- stissima haberentur, mentionem injecisse se, cujus- modi sunt, quæ de Phoroneo, quem primum nomi- nant, deque Niobe, nec non de rebus diluvium il- lud consecutis jactari solent. Praeterea Pherban- tis tempore Actæus vixit, a quo Attica Actææ nomen invenit : Triopæ deinde Prometheus, Atlas, Epimetheus, geminus Cecrops, et lo suppares fu- ere. Ad Crotopi avum, et Phaethontis incendium, et Deucalionis diluvium referunt. Cum Sthenelao, re- gnum Amphictyonis, Danai in Peloponnesum ad- ventus, condita a Dardano Dardania, quem ab Jove nubicogo primum Homerus ait procreatum fuisse, et Europe in Cretam deportatio, temporis societate junguntur. Sub Lynceo Proserpinæ raplus, Eleusi- nii delubri ædificatio, agricultura Triptolemi, Cadmi Thebanam in civitatem adventus, et Minois regnum collocantur. Ad Proti tempora, Eupolemi bellum adversus Athenienses; ad Acrisium, Pelopis traje- etionem ex Phrygia, Iouis Athenas adventum, Ce- cropem alterum juniorem, Persei Bacchique res ge slas, Orpheum denique ac Musæum revocant. Anuo regni Agamemnonis decimo octavo captum est llium, Demophonte Thesei filio Athenis regnante, A num omnium principem exstitisse ait : isque pro- primo ejus anno, die vero Thargeliouis mensis duo- decimo, ut Dionysius Argivus auctor est; ut autem Agis ac Cercylus libro tertio scribunt, Panemi vicesimo secundo: Hellanicus Dionysio subscribens, duodecimo Thargelionis, alii vero nonnulli, qui res Atticas scripserunt, ejusdem vigesimo secundo, postremum regui sui annum agente Menestheo, sub plenilunium; ex quo illud poetæ, qui minorem Ilia- dem scripsit, .. D Plato non habet. Tantumn post distinguendum nonnihil. Ait enim Solonem, ut in eam de rebus antiquis disputationem Ægyptios sacerdotes pelli- cerei, de Græcanica antiquitate sermonem injecisse. Sunt qui accipiant pro sed perperam. Locum integrum Serranus misere depravavit. (96-97) Clemens, Nihil mutandum est; nam apud Platonem præcessit ad quod refertur est. Lege, ut supra pag. ex Taliano. unde ista Jam nocte in media, pleno sese aurea vultu Cynthia tollebat: alii denique eodem Scirophorionis die. Porro Theseus, Herculis æmulus, Trojana illa tempora ætate duntaxat una superavit, cum Tlepolemi ejus- dem Herculis filii, tanquam expeditionis in Troja- nos susceptæ socii Homerus ipse meminerit. Cer- tum igitur exploratumque manet, Bacchi consecra- tionem, annis omnibus quatuor supra sexcentis antegressum Mosem fuisse, cum is, ut Apollodorus in Chronico statuit, anno regni Persei secundo su- pra tricesimum, diis ascriptus fuerit. Ab eodem Baccho ad Herculem ac strenuos illos princi- pes Jasonis in Argonautica expeditione socios, Clemens : Difficile est statuere, utra lectio vera sit. Posterius nomen quod attinet, plures opinor seu quam vocatos reperias. Heraclide appellat Iliad. B, et Iliad. E, 628. (95) Τη πόλει. Irreptitias voces expunge, quas (98) Η τε ἐκ Κρήτης. Hoc fabulae monstrum (99) Αγις... καὶ Κέρκυλος. Clemens, Αἰγίας καὶ (1) Ὅμηρος μέμνηται. Iliad. B et E sæpissime.
PG 21:835γενέσθαι φησὶν ἐπὶ τοὺς ποιμένας ἐπανάστασιν, καὶ πόλεμον συρραγῆναι μέγαν καὶ πολυχρόνιον. ἐπὶ δὲ βασιλέως, ᾧ ὄνομα εἶναι Μισφραγμούθωσις, ἡττωμένους φησὶ τοὺς ποιμένας ἐκ μὲν τῆς ἄλλης Αἰγύπτου ἐκπεσεῖν, κατακλεισθῆναι δὲ εἰς τόπον ἀρουρῶν ἔχοντα μυρίων τὴν περίμετρον· Αὔαρις ὄνομα τῷ τόπῳ. τοῦτόν φησιν ὁ Μάνεθως ἅπαντα τείχει τε μεγάλῳ καὶ ἰσχυρῷ περιλαβεῖν τοὺς ποιμένας, ὅπως τήν τε κτῆσιν ἅπασαν ἔχωσιν ἐν ὀχυρῷ καὶ τὴν λείαν τὴν ἑαυτῶν. τὸν δὲ Μισφραγμουθώσεως υἱὸν Θμούθωσιν ἐπιχειρῆσαι μὲν αὐτοὺς διὰ πολιορκίας ἑλεῖν κατὰ κράτος, ὀκτὼ καὶ τεσσαράκοντα μυριάσι στρατοῦ προσεδρεύσαντα τοῖς τείχεσιν· ἐπεὶ δὲ τὴν πολιορκίαν ἀπέγνω, ποιή-σασθαι συμβάσεις, ἵνα τὴν Αἴγυπτον ἐκλιπόντες ὅποι βούλονται πάντες ἀβλα-βεῖς ἀπέλθωσι. τοὺς δὲ ἐπὶ ταῖς ὁμολογίαις πανοικεσίᾳ μετὰ τῶν κτή-σεων, οὐκ ἐλάσσους μυριάδων ὄντας εἰκοσιτεσσάρων, ἀπὸ τῆς Αἰγύπτου τὴν ἔρημον εἰς Συρίαν διοδοιπορῆσαι· φοβουμένους δὲ τὴν Ἀσσυρίων δυνα-στείαν (τότε γὰρ ἐκείνους τῆς Ἀσίας κρατεῖν) ἐν τῇ νῦν Ἰουδαίᾳ καλουμένῃ πόλιν οἰκοδομησαμένους τοσαύταις μυριάσιν ἀνθρώπων ἀρκέσουσαν, Ἱεροσό-λυμα ταύτην ὀνομάσαι. Τούτοις ἑξῆς τὴν διαδοχὴν τῶν κατ’ Αἴγυπτον βασιλέων μετὰ τοῦ χρόνου τῆς ἀρχῆς αὐτῶν ἀπαριθμησάμενος ἐπιλέγει· Ταῦτα μὲν ὁ Μάνεθως. δῆλον δέ ἐστιν, ἐκ τῶν εἰρημένων ἐτῶν τοῦ χρό-νου συλλογισθέντος, ὅτι οἱ καλούμενοι ποιμένες, ἡμέτεροι δὲ πρόγονοι, τρισὶ καὶ ἐνενήκοντα καὶ τριακοσίοις πρόσθεν ἔτεσιν ἐκ τῆς Αἰγύπτου ἀπαλλαγέντες τὴν χώραν ταύτην ἐπῴκησαν ἢ Δαναὸν εἰς Ἄργος ἀφικέσθαι· καίτοι τοῦτον ἀρχαιότατον Ἀργεῖοι νομίζουσι. δύο τοίνυν ὁ Μάνεθως ἡμῖν τὰ μέγιστα μεμαρτύρηκεν ἐκ τῶν παρὰ τοῖς Αἰγυπτίοις γραμμάτων· πρῶτον μὲν τὴν ἑτέ-ρωθεν ἄφιξιν εἰς Αἴγυπτον, ἔπειτα δὲ τὴν ἐκεῖθεν ἀπαλλαγὴν οὕτως ἀρχαίαν τοῖς χρόνοις ὡς ἐγγύς που προτερεῖν αὐτὴν τῶν Ἰλιακῶν ἔτεσι χιλίοις. Ἀλλὰ τὰ μὲν ἀπὸ τῆς Αἰγυπτιακῆς ἱστορίας ταύτη πη τῷ Ἰωσήπῳ κατὰ πλάτος ἀνιστόρηται. ἀπὸ δὲ τῆς Φοινίκων, μάρτυσι χρησάμενος τοῖς τὰ Φοινικικὰ συγγραψαμένοις, παρίστησι τὸν ἐν Ἱεροσολύμοις νεὼν ὑπὸ Σολομῶνος τοῦ βασιλέως ᾠκοδομῆσθαι ἔτεσι θᾶττον ἑκατὸν τεσσαράκοντα τρισὶ καὶ μησὶν ὀκτὼ τοῦ κτίσαι Τυρίους Καρχηδόνα· εἶτα μεταβὰς καὶ ἀπὸ τῆς περὶ Χαλδαίων ἱστορίας τὰς περὶ τῆς Ἑβραίων ἀρχαιότητος παρατίθεται μαρτυρίας. ιδ. [ΩΣ ΑΠΑΣΗΣ ΤΗΣ ΠΑΡ’ ΕΒΡΑΙΟΙΣ ΙΣΤΟΡΙΑΣ ΝΕΩΤΕΡΟΙ ΤΥΓΧΑΝΟΥΣΙ ΤΩΝ ΠΑΡ’ ΕΛΛΗΣΙ ΦΙΛΟΣΟΦΩΝ ΟΙ ΧΡΟΝΟΙ] Ἀλλὰ τί δεῖ πλῆθος ταῖς ἀποδείξεσιν ἐπισωρεύειν, τοῦ φιλαλήθους, ἀλλὰ μὴ φιλαπεχθήμονος καὶ τοῖς εἰρημένοις ἀρκουμένου ποικίλην περιέ-χουσι τὴν περὶ τοῦ προκειμένου σύστασιν; προὔκειτο δὲ ἡμῖν τὰ Μωσέως καὶ τῶν προφητῶν παλαίτερα τῶν Ἑλληνικῶν ἀποδεῖξαι. ἐπειδὴ τοίνυν μακρῷ πρόσθεν τῶν Τρωϊκῶν Μωσῆς γεγονὼς ἀποδέδεικται, φέρ’ ἴδωμεν καὶ τοὺς μετ’ αὐτὸν ἅπαντας. Μωσῆς δ’ ὅτι τῶν πρὶν ἀληθῶς Ἑβραίων, Ἕβερ τε καὶ Ἁβραάμ, ἀφ’ ὧν καὶ τὸ παρώνυμον τοῖς ἀνδράσιν ἐπιτέθειται, τῶν τε λοιπῶν θεοφιλῶν τε καὶ παλαιῶν ἀνδρῶν, ὕστατος τοῖς χρόνοις παρεφάνη τῷ βίῳ, δῆλον ἀπὸ τῆς κατ’ αὐτὸν ἱστορίας τυγχάνει. μετὰ Μωσέα τοίνυν προέστη τοῦ Ἰουδαίων ἔθνους Ἰησοῦς, ὥς τινες, ἔτεσι λ· εἶθ’, ὥς φησιν ἡ γραφή, ἐκράτησαν ἀλλόφυλοι ἔτεσιν ὀκτώ. ἔπειτα Γο-θονιὴλ ἔτεσι πεντήκοντα. μεθ’ ὃν Ἐγλώμ, βασιλεὺς Μωάβ, ἔτη ιη. μεθ’ ὃν Ἀὼδ ἔτη π. μεθ’ ὃν πάλιν ἀλλόφυλοι ἔτη κ. ἔπειτα Δεββώρα καὶ Βαρὰκ ἔτη μ· ἔπειτα Μαδιηναῖοι ἔτη ζ· ἔπειτα Γεδεὼν ἔτη μ· Ἀβιμέλεχ ἔτη τρία· Θωλὰ κγ· Ἰαεὶρ κβ· Ἀμμανῖται ιη· Ἰεφθάε ἔτη 2· Ἐσβὼν ἔτη ζ· Αἰαλὼν ἔτη ι· Λαβδὼν ἔτη η· ἀλλόφυλοι ἔτη μ· Σαμψὼν ἔτη κ· ἔπειτα Ἠλεὶ ἱερεύς, ὡς τὸ Ἑβραϊκόν, ἔτη μ· περὶ ὃν συμβαίνει τὴν Ἰλίου καταν-τᾶν ἅλωσιν. μετὰ δὲ Ἠλεὶ τὸν ἱερέα ἡγεῖται τοῦ λαοῦ Σαμουήλ. μεθ’ ὃν πρῶτος αὐτῶν βασιλεύει Σαοὺλ ἔτεσι μ· ἔπειτα Δαβὶδ ἔτεσι μ· ἔπειτα Σολομῶν ἔτεσι μ· ὃς καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν ἐδείματο πρῶτος. μετὰ δὲ Σολομῶνα βασιλεύει Ῥοβοὰμ ἔτη ιζ· Ἀβιὰ ἔτη γ· Ἄσα ἔτη μα· Ἰωσαφὰθ ἔτη κε· Ἰωρὰμ ἔτη η· Ὀχοζίας ἔτος α· Γοθολιὰ ἔτη ζ· Ἰωὰς ἔτη μ· Ἀμασίας ἔτη κθ· Ὀζίας ἔτη νβ· καθ’ ὃν προφητεύουσιν Ὠσηέ, Ἀμώς, Ἡσαί̈ας, Ἰωνᾶς· μετὰ δὲ Ὀζίαν βασι-λεύει Ἰωάθαμ ἔτη ι· μεθ’ ὃν Ἄχαζ ἔτη ι· κατὰ τοῦτον ἡ πρώτη Ὀλυμπιὰς ἤχθη, ἣν ἐνίκα στάδιον Κόρο[ι]βος Ἠλεῖος· διαδέχεται δὲ τὸν Ἄχαζ Ἐζεκίας ἔτεσι κθ· καθ’ ὃν Ῥωμύλος Ῥώμην ἔκτισε καὶ ἐβασί-λευσε. μετὰ δὲ Ἐζεκίαν βασιλεύει Μανασσῆς ἔτη νε· ἔπειτα Ἀμὼν ἔτη β· ἔπειτα Ἰωσίας ἔτη λα· καθ’ ὃν προφητεύουσιν Ἱερεμίας, Βαρούχ, Ὀλδᾶ καὶ ἄλλοι προφῆται· ἔπειτα Ἰωάχαζ μῆνας τρεῖς· μεθ’ ὃν Ἰωακεὶμ ἔτη ια· μεθ’ ὃν πάντων ὕστατος Σεδεκίας ἔτη ιβ· κατὰ τοῦτον πολιορκηθείσης τῆς Ἱερουσαλὴμ ὑπὸ Ἀσσυρίων καὶ τοῦ ἱεροῦ ἐμπρησμὸν ὑπομείναντος τὸ πᾶν Ἰουδαίων ἔθνος ἀπάγεται εἰς Βαβυλῶνα, προφητεύει τε αὐτόθι Δανιὴλ καὶ Ἰεζεκιήλ. μετὰ δὲ ἐτῶν ἀριθμὸν ο ὁ Κῦρος βασιλεύει Περσῶν, ὃς καὶ ἀνῆκε τὴν αἰχμαλωσίαν τῶν Ἰουδαίων, ἐπιτρέψας τοῖς θέλου-σιν αὐτῶν παλινοστεῖν ἐπὶ τὴν οἰκείαν γῆν καὶ τὸ ἱερὸν ἀνεγείρειν· ὅτε καὶ ἄνεισιν Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καταβάλ-λονταί τε θεμελίους, προφητευόντων ὕστατα πάντων Ἀγγαίου καὶ Ζαχα-ρίου καὶ Μαλαχίου, μεθ’ οὓς οὐκέτι προφήτης παρ’ αὐτοῖς γέγονε. κατὰ δὲ Κῦρον Σόλων Ἀθηναῖος ἐγνωρίζετο καὶ οἱ κληθέντες ἑπτὰ σοφοὶ παρ’ Ἕλλησιν, ὧν παλαιότερος οὐδεὶς παρ’ αὐτοῖς φιλόσοφος μνημονεύεται. τούτων δὴ τῶν ἑπτὰ Θαλῆς ὁ Μιλήσιος φυσικὸς πρῶτος Ἑλλήνων γεγο-νὼς περὶ τροπῶν ἡλίου καὶ ἐκλείψεως καὶ φωτισμῶν σελήνης καὶ ἰσημερίας διελέχθη· ἐγένετο δ’ ὁ ἀνὴρ ἐπισημότατος ἐν τοῖς Ἕλλησι. Θάλεω δὲ γίνεται ἀκουστὴς Ἀναξίμανδρος, Πραξιάδου μὲν παῖς, γένος δὲ καὶ αὐτὸς Μιλήσιος. οὗτος πρῶτος γνώμονας κατεσκεύασε πρὸς διάγνωσιν τροπῶν τε ἡλίου καὶ χρόνων καὶ ὡρῶν καὶ ἰσημερίας. Ἀναξιμάνδρου δὲ γνώριμος ἐγένετο Ἀναξιμένης Εὐρυστράτου Μιλήσιος· τούτου δὲ Ἀναξαγόρας Ἡγησι-βούλου Κλαζομένιος. οὗτος δὴ πρῶτος διήρθρωσε τὸν περὶ ἀρχῶν λόγον. οὐ γὰρ μόνον περὶ τῆς πάντων οὐσίας ἀπεφήνατο, ὡς οἱ πρὸ αὐτοῦ, ἀλλὰ καὶ περὶ τοῦ κινοῦντος αὐτὴν αἰτίου. Ἦν γὰρ ἀρχήν, φησί, τὰ πράγματα ὁμοῦ πεφυρμένα· Νοῦς δὲ εἰσελθὼν αὐτὰ ἐκ τῆς ἀταξίας εἰς τάξιν ἤγαγεν. Ἀναξαγόρου δὲ ἐγένοντο γνώριμοι τρεῖς, Περικλῆς, Ἀρχέλαος, Εὐριπίδης. Περικλῆς μὲν οὖν Ἀθηναίων πρῶτος ἐγένετο καὶ πλούτῳ καὶ γένει τῶν καθ’ ἑαυτὸν διήνεγκεν· Εὐριπίδης δὲ ἐπὶ ποιητικὴν μεταβὰς ὑπό τινων σκηνικὸς φιλόσοφος ἐκλήθη· ὁ δὲ Ἀρχέλαος ἐν Λαμψάκῳ διεδέξατο τὴν σχολὴν τοῦ Ἀναξαγόρου, μεταβὰς δ’ εἰς Ἀθήνας ἐκεῖ ἐσχόλασε καὶ πολ-λοὺς ἔσχεν Ἀθηναίων γνωρίμους, ἐν οἷς καὶ Σωκράτην. κατὰ δὲ τὸν αὐτὸν τῷ Ἀναξαγόρᾳ χρόνον ἤκμασαν ἄνδρες φυσικοὶ Ξενοφάνης τε καὶ Πυθα-γόρας. τὸν μὲν οὖν Πυθαγόραν διεδέξατο Θεανὼ ἡ γυνὴ οἵ τε υἱοὶ αὐτοῦ, Τηλαύγης καὶ Μνήσαρχος. Τηλαύγους δὲ Ἐμπεδοκλῆς ἀκουστὴς γί-
δὲ βασιλέως, ᾧ ὄνομα εἶναι Μισφραγούθωσι; (15), ἡττωμένους φησὶ τοὺς ποιμένας, καὶ ἐκ μὲν τῆς ἄλλης Αἰγύπτου ἐκπεσεῖν, κατακλεισθῆναι δὲ εἰς τό πον ἀρουρῶν ἔχοντα μυρίων τὴν περίμετρον. Αβαρις ὄνομα τῷ τόπῳ· τοῦτόν φησιν ὁ Μάνεθως ἅπαντα τείχει τε μεγάλῳ καὶ ἰσχυρῷ περιβαλεῖν τοὺς ποιμέ νας, ὅπως τήν τε κτίσιν ἅπασαν ἔχωσιν ἐν ἐχυρῷ, καὶ τὴν λείαν τὴν ἑαυτῶν. Τὴν δὲ Μισφραγουθώσεως υἱὸν Θμούθωσιν (16), ἐπιχειρῆσαι μὲν αὐτοὺς διὰ πολιορ κίαν (17) ἑλεῖν κατὰ κράτος, ὀκτὼ καὶ τεσσαράκοντα μυριάσι στρατοῦ προσεδρεύσαντα τοῖς τείχεσιν· ἐπεὶ δὲ τὴν πολιορκίαν ἀπέγνω, ποιήσασθαι συμβάσεις, ἵνα τὴν Αἴγυπτον ἐκλιπόντες, ὅποι βούλονται, πάντες ἀβλαβεῖς ἀπέλθωσι. Τοὺς δὲ ἐπὶ ταῖς ὁμολογίαις παν- οικεσίᾳ μετὰ τῶν κτήσεων, οὐκ ἐλάσσους μυριάδων ὄντας εἴκοσι τεσσάρων, ἀπὸ τῆς Αἰγύπτου τὴν ἔρη μον εἰς Συρίαν διοδοιπορῆσαι. Φοβουμένους δὲ τὴν Ασσυρίων δυναστείαν (τότε γὰρ ἐκείνους τῆς Ασίας κρατεῖν), ἐν τῇ νῦν Ἰουδαίᾳ καλουμένῃ πόλιν οἶκο- δομησαμένους, τοσαύταις μυριάσιν ἀνθρώπων ἀρχέ- σουσαν, Ἱεροσόλυμα ταύτην ὀνομάσαι. » Τούτοις ἑξῆς τὴν διαδοχὴν τῶν κατ' Αἴγυπτον βασιλέων μετά τοῦ χρόνου τῆς ἀρχῆς αὐτῶν ἀπαριθμησάμενος, ἐπι λέγει « Ταῦτα μὲν (18) ὁ Μάνεθως. Δῆλον δ' ἐστὶν, ἐκ τῶν εἰρημένων ἐτῶν τοῦ χρόνου συλλογισθέντος, ὅτι οἱ καλούμενοι ποιμένες, ἡμέτεροι δὲ πρόγονοι, τρισὶ καὶ ἐννενήκοντα καὶ τριακοσίοις πρόσθεν ἔτεσιν, ἐκ τῆς Αἰγύπτου ἀπαλλαγέντες, τὴν χώραν ταύτην ἀπὸ ᾤχησαν (19), ἢ Δαναὸν εἰς ῎Αργος ἀφικέσθαι· καίτοι τοῦτον ἀρχαιότατον Αργείοι νομίζουσι. Δύο τοίνυν ὁ Μάνεθως ἡμῖν τὰ μέγιστα μεμαρτύρηκεν ἐκ τῶν παρὰ τοῖς Αἰγυπτίοις γραμμάτων· πρῶτον μὲν τὴν ἑτέρωθεν ἄφιξιν εἰς Αἴγυπτον, ἔπειτα δὲ τὴν ἐκεῖθεν ἀπαλλαγὴν, οὕτως ἀρχαίαν τοῖς χρόνοις ὡς ἐγγύς που προτερεῖν αὐτὴν τῶν Ἰλιακῶν ἔτεσι χιλίοις. » ᾿Αλλὰ τὰ μὲν ἀπὸ τῆς Αἰγυπτιακῆς ἱστορίας ταύτῃ πη τῷ Ιωσήπῳ κατὰ πλάτος ἀνιστόρηται· ἀπὸ δὲ τῆς Φοι νίκων μάρτυσι χρησάμενος τοῖς τὰ Φοινικικὰ συγγρα ψαμένοις, παρίστησι τὸν ἐν Ἱεροσολύμοις νεὼν ὑπὸ Σολομῶνος τοῦ βασιλέως ᾠκοδομῆσθαι ἔτεσι θᾶττον ἑκατὸν τεσσαράκοντα καὶ τρισὶ, καὶ μησὶν ὀκτὼ, τοῦ κτίσαι Τυρίους Καρχηδόνα. Εἶτα μεταβὰς, καὶ ἀπὸ τῆς περὶ Χαλδαίων ἱστορίας τὰς περὶ τῆς Ἑβραίων ἀρχαιότητος παρατίθεται μαρτυρίας. πόλεμον συῤῥαγῆναι μέγαν καὶ πολυχρόνιον. Ἐπὶ ΚΕΦΑΛΑΙΟΝ ΙΔ'. ὡς ἁπάσης τῆς παρ' Εβραίοις ἱστορίας νεώτεροι τυγχάνουσι τῶν παρ' Ἕλλησι φιλοσόφων οἱ χρόνοι. ᾿Αλλὰ τί δεῖ πλῆθος ταῖς ἀποδείξεσιν ἐπισωρεύειν, τοῦ φιλαλήθους, ἀλλὰ μὴ φιλαπεχθήμονος καὶ τοῖς εἰρημένοις ἀρχουμένου, ποικίλην περιέχουσι τὴν περὶ • "Αβαριν. θωσις. 11, Τέθμωσιν ᾤκησαν, εἰς τὴν χώραν τ. ἀπῴκ. EUSEBII CASARIENSIS OPP. PARS II. — APOLOGETICA. B - sceptam adversus eos ab Thebaidis ac reliquæ A Egypti regibus expeditionem, bellumque grave ac diuturnum inter ipsos couflatum fuisse. Tandem sub rege quodam, cui Misphraguthosis nomen erat, debellatos pastores illos, ac reliqua Ægy- pto pulsos, unum in locum inclusos esse tradit, cujus ambitus decem jugerum millia contineret. Avaris locus ille dicebatur, quem a pastoribus universum ingenti validoque muro septum ac munitum idem scriptor ait, ut quidquid sibi for- tunarum esset ac prædæ, id omne tutum ac se- curum habere possent. At vero Misphraguthosis. filium Thmuthosin nomine, quadringentorum et octoginta millium hominum exercitu muros obse- disse atque ipsos per vim expugnare conatum il- lum quidem, sed obsidionis exitu desperato, cum iisdem ea conditione pepigisse, uti Ægypto reli- cla, quocunque vellent, omnes sine ullo suo de- trimento commigrarent. Eos igitur cum univer- sis familiis, atque omni possessione sua, uti per ictum fœdus poterant, haud pauciores ducentis el quadraginta millibus, ab Ægypto per solitudi- nem in Syriam tetendisse. Quod autem sibi ab Assyriorum principatu metuerent, tum enim Asiam tenebant, in ea, quam hodie Judæam appellamus, regione urbem ædificasse, quæ tot hominum mil- lia caperet, eamdemque Hierosolyma ncminasse. » Quibus deinde regum Ægyptiorum successionem ■mpusque, quo singuli regnarunt, ubi Manethus subjunxit, tum denum ita concludit : « Ergo si tem- pus ad initam annorum istorum rationem exige- mus, constabit omnino, quos pastores ipsi voca- bam, majores nostros, annis ante tribus et nona- ginta supra trecentos, ubi ex Ægypto migrassent, regionem illam insedisse, quam Danaus Argos ve- nisset, qui tamen ab Argivis pro antiquissimo ce- lebratur. Ita duo nobis eaque sane præci- pua, hoc Manethi, quod Ægyptiarum litterarum fidem sequitur, testimonio confecta sunt: alterum, eus in Ægyptum aliunde profectos esse; alterum, indidem ipsos alio commigrasse, quod etiam po- sterius adeo vetustum esset, ut Trojana tempora annis prope mille antecederet. Hæc Josephus ex Ægyptiaca historia paulo solutius. ldem ex Phæ- nicia, productis ipsismet rerum Pheniciarum scri- ptoribus, manifesto probat, templum Hierosolymitanum ab Salomone rege annis centum et quadra- ginta tribus, cum octo insuper mensibus, ante conditam a Tyriis Carthaginensem, ædificatum fuisse. Tum progressus ad Chaldæos, ex eorum ctiam monimentis Hebræorum antiquitatis testimonia repetit. CAPUT XIV. Universa Hebræorum historia recentiorem fuisse Græcorum philosophorum ætatem. Verum enim, quid porro demonstrationes de- monstrationibus cumulare necesse est, cum nemo • C D sit, qui modo veritatis amantior esse velit, quam Jos. appellat. nisi malis (15) Μισφραγνύθωσις. Joseph. Αλιφραγ (16) Θμούθωσιν. Joseph. Θούμωσιν, quem pag. (17) Πολιορκίαν. Repone πολιορκίας, ex Josepao. (18) Ταῦτα μέν, etc. Adi Joseph. pag. 1041. (19) Ἀπῴκησαν. Corrigendum ex Josepho έπ-
PG 21:839νεται, καθ’ ὃν Ἡράκλειτος ὁ σκοτεινὸς ἐγνωρίζετο. τὸν δὲ Ξενοφάνην λέ-γεται ὁ Παρμενίδης διαδέξασθαι, Παρμενίδην δὲ Μέλισσος, Μέλισσον δὲ Ζήνων ὁ Ἐλεάτης· ὅν φασιν ἐπιβουλὴν κατὰ τοῦ τότε τυράννου συστησά-μενον ἁλῶναι, στρεβλούμενον δ’ ὑπὸ τοῦ τυράννου, ὅπως τοὺς σὺν αὐτῷ γενομένους ἄνδρας ἀπογράψηται, οὐ προσποιηθέντα τὰς τοῦ τυράννου τιμω-ρίας διαμασησάμενον τὴν γλῶσσαν προσπτύσαι αὐτῷ καὶ οὕτως ἐγκαρτερή-σαντα ταῖς βασάνοις ἀποθανεῖν. τούτου δὲ Λεύκιππος ἀκουστὴς γέ-γονε, Λευκίππου δὲ Δημόκριτος, οὗ Πρωταγόρας, καθ’ ὃν ἤκμασε Σω-κράτης. καὶ ἄλλους δὲ σποράδην ἔστιν εὑρεῖν φυσικοὺς φιλοσόφους πρὸ Σωκράτους γενομένους· πλὴν ἀλλὰ πάντες ἀπὸ Θαλοῦ ἀρξάμενοι κατώτεροι Κύρου τοῦ Περσῶν βασιλέως φαίνονται ἠκμακότες. ὁ δὲ Κῦρος μετὰ πλεῖ-στον τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ Ἰουδαίων ἔθνους δῆλός ἐστι γεγονώς, διαλελοιπότων ἤδη τῶν παρ’ Ἑβραίοις προφητῶν καὶ τῆς ἱερᾶς μητροπόλεως αὐτῶν πεπολιορκημένης· ὥστε σε ὁμολογεῖν πολὺ νεώτερα Μω-σέως καὶ τῶν μετ’ αὐτὸν προφητῶν τὰ τῆς Ἑλλήνων γεγονέναι φιλοσοφίας καὶ μάλιστα τῆς κατὰ Πλάτωνα, ὃς ἀκουστὴς τὰ πρῶτα γενόμενος Σωκράτους κἄπειτα τοῖς Πυθαγορείοις ὁμιλήσας τοὺς πρὸ αὐτοῦ πάντας λόγῳ τε καὶ συνέσει καὶ τοῖς ἐν φιλοσοφίᾳ δόγμασιν ὑπερηκόντισε. γέγονε δὲ ὁ Πλάτων ἀμφὶ τὰ ὕστατα τῆς Περσῶν βασιλείας, μικρῷ θᾶττον Ἀλεξάν-δρου τοῦ Μακεδόνος, Αὐγούστου δὲ τοῦ Σεβαστοῦ οὐ πολὺ πρόσθεν ἔτεσι τετρακοσίοις. εἰ δή σοι τοιγαροῦν ὁ Πλάτων οἵ τε μετ’ αὐτὸν δειχθεῖεν τὰ σύμφωνα Ἑβραίοις πεφιλοσοφηκότες, ὥρα σκοπεῖν τὸν χρόνον, καθ’ ὃν οὗτος γέγονε, τῶν τε παρ’ Ἑβραίοις θεολόγων τε καὶ προφητῶν τὴν παλαιό-τητα τῇ πάντων τῶν Ἑλληνικῶν φιλοσόφων ἀντιπαραβάλλειν ἡλικίᾳ. ἀλλὰ γὰρ τούτων ἀποδειχθέντων καιρὸς ἐπανελθόντας τοὺς Ἑλλήνων σοφοὺς ζηλωτὰς θεάσασθαι τῶν Ἑβραϊκῶν γεγονότας δογμάτων, ὥστε μη-κέτ’ εὐλόγως ἡμῖν ἐπιμέμφεσθαι τοὺς συκοφάντας, εἰ δὴ καὶ αὐτοὶ τὰ ὅμοια τοῖς αὐτῶν φιλοσόφοις ἀγαπήσαντες τὰ Ἑβραίων λόγια τιμᾶν διανενοήμεθα.
Ἕλλησι. Θαλοῦ δὲ γίνεται ἀκουστής Αναξίμανδρος, διήνεγκεν Πραξιάδου μὲν παῖς, γένος δὲ καὶ αὐτὸς Μιλήσιος Οὗτος πρῶτος γνώμονας κατεσκεύασε πρὸς διάγνωσιν τροπῶν τε ἡλίου, καὶ χρόνων, καὶ ὡρῶν, καὶ ἴσημε ρίας. ᾿Αναξιμάνδρου δὲ γνώριμος ἐγένετο ᾿Αναξιμέ της Ευρυστράτου, Μιλήσιος· τούτου δὲ ᾿Αναξαγόρας Ἡγησιβούλου, Κλαζομένιος. Οὗτος δὴ πρῶτος διήρ θρωσε τὸν περὶ ἀρχῶν λόγον. Οὐ γὰρ μόνον περὶ τῆς πάντων οὐσίας ἀπεφήνατο, ὡς οἱ πρὸ αὐτοῦ, ἀλλὰ καὶ περὶ τοῦ κινοῦντος αὐτὴν αἰτίου. « Ην γὰρ τὴν ἀρ χήν, ο φησί, « τὰ πράγματα ὁμοῦ πεφυρμένα· Νοῦ; δ' εἰσελθὼν, αὐτὰ ἐκ τῆς ἀταξίας εἰς τάξιν ήγαγεν. Ο ᾿Αναξαγόρου δὲ ἐγένοντο γνώριμοι τρεῖς, Περικλῆς, Αρ χέλαος, Εὐριπίδης. Περικλῆς μὲν οὖν Αθηναίων πρῶτ τος ἐγένετο, καὶ πλούτῳ καὶ γένει τῶν καθ' ἑαυτῶν (20') περιήνεγκεν α' Εὐριπίδης δὲ, ἐπὶ ποιητικὴν μεταβὰς, ὑπό τινων σκηνικός φιλόσοφος εκλήθη· ὁ δὲ ᾿Αρχέ λαος ἐν Λαμψάκω διεδέξατο τὴν σχολὴν τοῦ. Ἀναξα- γόρου. Μεταβὰς δ' εἰς ᾿Αθήνας ἐκεῖ ἐσχόλασε, καὶ πολλοὺς ἔσχεν Αθηναίων γνωρίμους, ἐν οἷς καὶ Σω- κράτην. Κατὰ δὲ τὸν αὐτὸν τῷ ᾿Αναξαγόρα χρόνον ήκμασαν ἄνδρες φυσικοί, Ξενοφάνης τε καὶ Πυθα· γόρας. Τὸν μὲν οὖν Πυθαγόραν διεδέξατο Θεανώ ή γυνή, οἵ τε υἱοὶ αὐτοῦ, Τηλαυγής καὶ Μνήσαρχος. Τηλαυγοῦς δὲ Εμπεδοκλῆς ἀκουστής γίνεται, καθ' δν Ηράκλειτος ὁ σκοτεινὸς ἐγνωρίζετο. Τὸν δὲ Ξενοφά νην λέγεται ὁ Παρμενίδης διαδέξασθαι, Παρμενίδην δὲ Μέλισσος, Μέλισσον Ζήνων ὁ Ἐλεάτης· ὅν φασιν ἐπιβουλὴν κατὰ τοῦ τότε τυράννου συστησάμενον ἁλῶναι, στρεβλούμενον δὲ ὑπὸ τοῦ τυράννου, ὅπως τοὺς σὺν αὐτῷ γενομένους ἄνδρας ἀπογράψηται, οὐ προσποιηθέντα τὰς τοῦ τυράννου τιμωρίας, διαμα σησάμενον τὴν γλῶσσαν προσπτύσαι αὐτῷ, καὶ οὕτως έγκαρτερήσαντα ταῖς βασάνοις ἀποθανεῖν. Τούτου δὲ Λεύκιππος ἀκουστής γέγονε, Λευκίππου δὲ Δημό- κριτος, οὗ Πρωταγόρας, καθ᾿ ὃν ἧκμασε Σωκράτης. Καὶ ἄλλους δὲ σποράδην ἔστιν εὑρεῖν φυσικούς φι- λοσόφους πρὸ Σωκράτους γενομένους· πλὴν ἀλλὰ πάντες, ἀπὸ θαλοῦ ἀρξάμενοι, κατώτερον Κύρου τοῦ Περσῶν βασιλέως φαίνονται ἡκμακότες. Ὁ δὲ Κῦρος μετὰ πλεῖστον τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ Ἰουδαίων ἔθνους δῆλός ἐστι γεγονώς, διαλελοιπότων ἤδη τῶν παρ' Εβραίοις προφητῶν, καὶ τῆς ἱερᾶς μητροπόλεως αὐτῶν πεπολιορκημένης· ὥστε σε όμη λογεῖν πολὺ νεώτερα Μωσέως καὶ τῶν μετ' αὐτὸν προφητῶν τὰ τῆς Ἑλλήνων γεγονέναι φιλοσοφίας, καὶ μάλιστα τῆς κατὰ Πλάτωνα, ὅς, ἀκουστὴς τὰ πρῶτα γενόμενος Σωκράτους, κάπειτα τοῖς Πυθαγο ρείοις ὁμιλήσας, τοὺς πρὸ αὐτοῦ πάντας λόγῳ τε καὶ συνέσει, καὶ τοῖς ἐν φιλοσοφίᾳ δόγμασιν ὑπερηκόν τισε. Γέγονε δ' ὁ Πλάτων ἀμφὶ τὰ ὕστατα τῆς Περ- σῶν βασιλείας, μικρῷ θᾶττον ᾿Αλεξάνδρου τοῦ Μακε- δόνος, Αὐγούστου δὲ τοῦ Σεβαστοῦ οὐ πρόσθεν ἔτη ν'. Εἰ δή σοι τοιγαροῦν ὁ Πλάτων, οἵ τε μετ᾿ αὐτὸν δειχθεῖεν τὰ σύμφωνα Εβραίοις πεφιλοσοφηκότες, ὥρα σκοπεῖν τὸν χρόνον καθ᾽ ἂν οὗτος γέγονε· τῶν δὲ παρ' Εβραίοις θεολόγων τε καὶ προφητῶν τὴν παι (20') 'Εαυτῶν. ἑαυτόν. Eπιτ. EUSEBI CASARIENSIS OPP. PARS II. - B APOLOGETICA. 8.40 deundi templique instaurandi potestate facta. Cum A etiam Jesus Josedeci, et Zorobabel Salathielis filius reverterunt, novique templi fundamenta po- suerunt, quo tempore Aggæus, Zacharias et Ma- lachias omnium novissimi prophetabant, nemi- nem enim post illos Judæi prophetam habuere. Jam Cyro regnante Solon Atheniensis, quosque septem sapientes Græci vocant, foruere, quibus sane vetustior apud eos philosophus nemo cele- bratur. Ex iis Thales Milesius princeps inter Græ- cos de rebus naturalibus philosophari coepit, de- que solis conversionibus, lunæque cum de- fectione, tum illustratione, nec non de æquinoctio disputavit. Quare clarissimus in Græcia semper habitus est. Thaletis auditor fuit Anaximander, Praxiada filius, genere Milesius ipse quoque. Is omnium primus stylos ad dignoscendas solis, tem- porum, tempestatum, et æquinoctii conversiones elaboravit. Huic operam dedit Anaximenes item Milesius Eurystrati filius, quem audivit Anaxago- ras Clazomenius, Hegesibuli filius. Is de princi- piis distincte primus et enucleate disputavit. Ne- que enim de universi tantum natura, uti prio- res illi, sed etiam de ipso motus ejus auctore philosophatus est. Cum enim res omnes, inquit, confusæ simul permistæque ab initio forent, Mens penitus eas permeans, ab illa perturbatione in or- dinem elegantiamque vindicavit.» Anaxagoræ disci- puli tres fuere, Pericles, Archelaus, et Euripides. Pericles uon Atheniensium modo, facile princeps fuit, verum etiam æquales suos omnes opibus ac nobilitate superavit. Euripides cum ad poeticam sese contulisset, scenicus a nonnullisgphilosophus vocatus est. Archelaus denique Lampsaci Anaxagora suo in ludo successit. Inde cum Athenas migras- set, easdem ibi docendi partes munusque susti- nuit, et quamplurimos Athenienses discipulos, in- terque cæteros Socratem habuit. Ejusdem Anasa- goræ tempore, Xenoplanes et Pythagoras physici claruere. Ac Pythagorae quidem Theano uxor, ejus- que filii, Telauges et Mnesarchus, successerunt. Te- laugis auditor Empedocles fuit, cujus ætate Hera- clitus ille tenebricosus in hominum ore versari capit. Xenophani vero Parmenidem, Parmenidi Melissum, Melisso Zenonem Eleatem successisse D ferunt. De quo Zenone illud etiam narratur, cum is conjurationis adversus tyrannum ejus temporis initæ princeps auctorque deprehensus esset, ab eoque uti consilii socios indicaret, torqueretur, tyranni suppliciis tanquam minus ad sese perti- nentibus omnino contemptis, præmansam denti- bus linguam in eum exspuisse, atque ita mediis in cruciatibus constantissimum obiisse. Ejusdem auditor Leucippus fuit, Leucippi Democritus, De- mocriti Protagoras, cujus ætate Socrates flo- ruit. Ut enim ante Socratem physicos sparsim nonnullos reperias, omnes tamen cum initium • ms. C Lege
Book XILiber Undecimus
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 21:841ΙΑ ΤΑΔΕ ΤΟ ΕΝΔΕΚΑΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ α. Προοίμιον περὶ τῆς ὑποθέσεως β. Ὡς ἡ κατὰ Πλάτωνα φιλοσοφία τῇ καθ’ Ἑβραίους ἐν ἀναγκαιοτάτοις ἐπη-κολούθησεν γ. Περὶ τοῦ τριμεροῦς τῆς κατὰ Πλάτωνα φιλοσοφίας· ἀπὸ τῶν Ἀττικοῦ δ. Ἀριστοκλέους περὶ τῆς κατὰ Πλάτωνα φιλοσοφίας ε. Περὶ τῶν παρ’ Ἑβραίοις ἠθικῶν δογμάτων 2. Περὶ τῆς παρ’ Ἑβραίοις λογικῆς πραγματείας ζ. Περὶ τῆς παρ’ Ἑβραίοις τῶν ὀνομάτων ὀρθότητος η. Περὶ τῆς καθ’ Ἑβραίους φυσιολογίας θ. Περὶ τῆς τῶν νοητῶν φυσιολογίας ι. Περὶ τοῦ ὄντος, Μωσέως καὶ Πλάτωνος ια. Νουμηνίου τοῦ Πυθαγορείου περὶ τοῦ αὐτοῦ ιβ. Πλουτάρχου περὶ τοῦ αὐτοῦ ιγ. Ὅτι ἄρρητον τὸ θεῖον ιδ. Ὅτι θεὸς εἷς ἐστι μόνος ιε. Περὶ τοῦ δευτέρου αἰτίου Ἑβραίων καὶ Πλάτωνος ι. Φίλωνος περὶ τοῦ δευτέρου αἰτίου ιζ. Πλάτωνος περὶ τοῦ δευτέρου αἰτίου ιη. Πλωτίνου περὶ τοῦ αὐτοῦ ιθ. Νουμηνίου περὶ τοῦ αὐτοῦ κ. Ἀμελίου περὶ τῆς τοῦ Ἑβραίου θεολογίας κα. Περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων κβ. Περὶ τῆς τἀγαθοῦ οὐσίας κγ. Νουμηνίου περὶ τἀγαθοῦ κδ. Περὶ τῶν παρὰ Πλάτωνι ἰδεῶν κε. Φίλωνος περὶ τῶν παρὰ Μωσεῖ ἰδεῶν κ. Κλήμεντος περὶ τοῦ αὐτοῦ κζ. Ἑβραίων καὶ Πλάτωνος περὶ τῶν ἐναντίων δυνάμεων κη. Περὶ ψυχῆς ἀθανασίας Ἑβραίων καὶ Πλάτωνος κθ. Πορφυρίου περὶ τοῦ αὐτοῦ λ. Περὶ τοῦ γενητὸν εἶναι τὸν κόσμον λα. Περὶ τῶν κατ’ οὐρανὸν φωστήρων λβ. Ὅτι πάντα καλὰ τὰ ἔργα τοῦ θεοῦ λγ. Περὶ τῆς ἀλλοιώσεως καὶ μεταβολῆς τοῦ κόσμου λδ. Περὶ τῆς τῶν τετελευτηκότων ἀναβιώσεως λε. Πάλιν περὶ συντελείας κόσμου λ. Ὡς καί νεκροὺς ἐγηγέρθαι ὁ Πλάτων ὁμοίως τοῖς Ἑβραίων λόγοις ἱστορεῖ λζ. Πλουτάρχου περὶ τοῦ ὁμοίου λη. Ὡς καὶ τὰ περὶ τῆς λεγομένης ἐπουρανίου γῆς ὁ Πλάτων ὁμοίως Ἑβραίοις διέξεισιν λθ. Ὡς καὶ τὰ περὶ τῆς μετὰ θάνατον κρίσεως ὁμοίως Ἑβραίοις καὶ ὁ Πλάτων ἔσεσθαι πιστεύει ΙΑ α. ΠΡΟΟΙΜΙΟΝ ΠΕΡΙ ΤΗΣ ΥΠΟΘΕΣΕΩΣ Ὁ μὲν δὴ τοῦ μετὰ χεῖρας προάγων τῆς Εὐαγγελικῆς Προπαρασκευῆς δέκατος ὢν τόμος οὐκ ἐμαῖς φωναῖς, ταῖς δ’ ἔξωθεν συνίστη μαρτυρίαις τὸ μὴ ἀπεικὸς εἶναι τοὺς Ἕλληνας, μηδὲν οἴκοθεν σοφὸν ἐπενηνεγμένους, εἰ μὴ ὅτι μόνην τὴν ἐν λόγοις δεινότητά τε καὶ εὐγλωττίαν, τὰ πάντα δὲ παρὰ βαρ-βάρων ἐσκευωρημένους, μηδὲ τὰ Ἑβραίων ἀγνοῆσαι λόγια καὶ τούτων δὲ ἐν μέρει καθάψασθαι, ὅτι μηδὲ τῆς τῶν σφετέρων ἐν συγγράμμασι φιλοτι-μίας καθαρὰς ἐφυλάξαντο κλοπῆς τὰς χεῖρας. κλέπτας γὰρ αὐτοὺς οὐχ ὁ παρ’ ἡμῶν, ὡς ἔφην, λόγος, ὁ δ’ ἐξ αὐτῶν παρεστήσατο. οὐ μὴν ἀλλὰ καὶ σφόδρα νέους ὁμοῦ τῇ φρονήσει καὶ τὴν ἡλικίαν αὐτούς, παρὰ πλεῖστον ὅσον τῆς Ἑβραϊκῆς λειπομένους ἀρχαιολογίας, ἐν ταὐτῷ διὰ τῆς τῶν χρό-νων παραθέσεως ἔγνωμεν. ταῦτα μὲν οὖν ὁ πρὸ τούτου· ὁ δέ γε παρὼν ἐπείγεται λοιπὸν ἤδη, ὥσπερ τι χρέος, τὴν ἐπηγγελμένην ὑπόσχεσιν ἀποδοῦ-ναι καὶ τὴν ἔν τισιν, εἰ καὶ μὴ ἐν πᾶσι, τοῖς δογματικοῖς θεωρήμασι πρὸς τὰ Ἑβραίων λόγια συμφωνίαν τῶν παρ’ Ἕλλησι φιλοσόφων ἐκφᾶναι· ὧν τοὺς περιττοὺς παραιτησάμενος τὸν κορυφαῖον ἁπάντων ἀνακαλεῖται, μόνῳ χρῆναι δεῖν ἀντὶ πάντων ἡγούμενος γνώμονι χρήσασθαι τοῦ προβλήματος Πλά-τωνι, ἐπεὶ καὶ οὗτος μόνος ἔοικε τῇ δόξῃ τοὺς πάντας ὑπερακοντίσας αὐτάρκης ἡμῖν ἔσεσθαι πρὸς τὴν τοῦ ζητουμένου σύστασιν. εἰ δέ που δέοι, σαφηνείας ἕνεκα τῆς τοῦ ἀνδρὸς διανοίας, καὶ τοῖς τὴν κατ’ αὐτὸν ἐζηλωκόσι φιλοσοφίαν μάρτυσι χρήσομαι, τὰς αὐτῶν ἐκθησόμενος φωνὰς ἐπὶ συστάσει τοῦ προκειμένου. τετηρήσθω δέ μοι τὸ μὴ πάντ’ ἐπὶ πάντ’ ἐπιτυχῶς εἰρῆσθαι τῷ ἀνδρί, εἰ καὶ τὰ πλεῖστα αὐτῷ σὺν ἀληθείᾳ ἐκπεφώνηται. ὃ δὴ καὶ αὐτὸ κατὰ τὸν δέοντα καιρὸν παραστήσομεν, οὐκ αὐτοῦ διαβολῆς, ἀπολογίας δὲ ἡμετέρας χάριν, δι’ ἣν τὴν βάρβαρον φιλο-σοφίαν τῆς Ἑλληνικῆς ὁμολογοῦμεν προησμενικέναι. β. ΩΣ Η ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΦΙΛΟΣΟΦΙΑ ΤΗΙ ΚΑΘ’ ΕΒΡΑΙΟΥΣ ΕΝ ΤΟΙΣ ΑΝΑΓΚΑΙΟΤΑΤΟΙΣ ΕΠΗΚΟΛΟΥΘΗΣΕΝ Εἰς τρία διελόντος μέρη τοῦ Πλάτωνος τὸν πάντα τῆς φιλοσοφίας λόγον, εἰς φυσικόν, ἠθικόν, λογικόν, εἶτ’ αὖ πάλιν τὸν φυσικὸν διελομένου εἴς τε τὴν τῶν αἰσθητῶν θεωρίαν καὶ τὴν τῶν ἀσωμάτων κατανόησιν, εὕροις ἂν καὶ παρ’ Ἑβραίοις τὸ τριμερὲς τοῦτο τῆς διδασκαλίας εἶδος, ὅτι δὴ καὶ παρ’ αὐτοῖς τὰ ὅμοια πρόσθεν ἢ Πλάτωνα γενέσθαι πεφιλοσόφητο. πρῶ-τον δὲ τῶν Πλάτωνος ἀκοῦσαι ἄξιον, εἶθ’ οὕτως καὶ τὰ Ἑβραίων ἐπισκο-πῆσαι. θήσω δὲ τὰ ἀρέσκοντα Πλάτωνι ἀπὸ τῶν τὰ αὐτοῦ πρεσβευόντων, ὧν Ἀττικὸς διαφανὴς ἀνὴρ τῶν Πλατωνικῶν φιλοσόφων ὧδέ πη τὰ δοκοῦντα τῷ ἀνδρὶ διέξεισιν, ἐν οἷς ἵσταται Πρὸς τοὺς διὰ τῶν Ἀριστοτέλους τὰ Πλάτωνος ὑπισχνουμένους. γ. ΑΤΤΙΚΟΥ ΠΕΡΙ ΤΟΥ ΤΡΙΜΕΡΟΥΣ ΤΗΣ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΦΙΛΟΣΟΦΙΑΣ Τριχῆ τοίνυν διαιρουμένης τῆς ἐντελοῦς φιλοσοφίας, εἴς τε τὸν ἠθικὸν καλούμενον τόπον καὶ τὸν φυσικὸν καὶ ἔτι τὸν λογικόν, καὶ τοῦ μὲν πρώτου κατασκευάζοντος ἡμῶν ἕκαστον καλὸν καὶ ἀγαθὸν καὶ τοὺς οἴκους ὅλους εἰς
PG 21:845τὸ ἄριστον ἐπανορθοῦντος, ἤδη δὲ καὶ δῆμον σύμπαντα πολιτείᾳ τῇ διαφερούσῃ καὶ νόμοις τοῖς ἀκριβεστάτοις κοσμοῦντος, τοῦ δευτέρου δὲ πρὸς τὴν περὶ τῶν θείων γνῶσιν διήκοντος αὐτῶν τε τῶν πρώτων καὶ τῶν αἰτίων καὶ τῶν ἄλλων, ὅσα ἐκ τούτων γίνεται, ἃ δὴ περὶ φύσεως ἱστορίαν ὁ Πλάτων ὠνόμακεν, εἰς δὲ τὴν περὶ τούτων ἀμφοτέρων διάκρισίν τε καὶ εὕρεσιν τοῦ τρίτου παραλαμ-βανομένου· ὅτι μὲν Πλάτων πρῶτος καὶ μάλιστα συναγείρας εἰς ἓν πάντα τὰ τῆς φιλοσοφίας μέρη, τέως ἐσκεδασμένα καὶ διερριμμένα ὥσπερ τὰ τοῦ Πεν-θέως μέλη, καθάπερ εἶπέ τις, σῶμά τι καὶ ζῷον ὁλόκληρον ἀπέφηνε τὴν φιλο-σοφίαν, δῆλα παντὶ λεγόμενα. οὔτε γὰρ οἱ περὶ Θαλῆν καὶ Ἀναξιμένην καὶ Ἀναξαγόραν καὶ ὅσοι κατὰ ταὐτὸ γεγόνασι τούτοις, ἀγνοοῦνται περὶ μόνην τὴν ὑπὲρ τῆς φύσεως τῶν ὄντων σκέψιν διατρίψαντες· οὐ μὴν οὐδὲ Πιττα-κὸς καὶ Περίανδρος καὶ Σόλων καὶ Λυκοῦργος καὶ οἱ παραπλήσιοι τούτοις λανθάνουσί τινας τὴν αὑτῶν φιλοσοφίαν εἰς πολιτείαν καταθέντες· Ζήνων δὲ καὶ πᾶν τὸ Ἐλεατικὸν τοῦτο διδασκαλεῖον καὶ αὐτὸ γνώριμον ἐπὶ τῇ τέχνῃ τῶν λόγων μάλιστα σπουδάσαν. τούτοις δὲ ἐπιγενόμενος Πλάτων, ἀνὴρ ἐκ φύσεως ἀρτιτελὴς καὶ πολὺ διενεγκών, οἷα κατάπεμπτος ὡς ἀληθῶς ἐκ θεῶν, ἵν’ ὁλόκληρος ὀφθῇ ἡ δι’ αὐτοῦ φιλοσοφία, παρῆκέ τε οὐδὲν καὶ ἕκαστα ἠκρίβωσε, μήτε ἐλλείπων πρὸς τὸ ἀναγκαῖον μήτε πρὸς τὸ ἄχρηστον ἐξενεχθείς. ἐπεὶ τοίνυν πάντων ἔφαμεν μετεῖναι τῷ Πλατωνικῷ καὶ φυσιολο-γοῦντι καὶ περὶ ἠθῶν λέγοντι καὶ διαλεγομένῳ, φέρε καθ’ ἕκαστον ἐπισκεψώ-μεθα. Ταῦτα μὲν ὁ Ἀττικός· ἐπιμαρτυρεῖ δὲ τοῖς αὐτοῖς καὶ ὁ Περιπατητι-κὸς Ἀριστοκλῆς, ἐν ἑβδόμῳ συγγράμματι ὧν Περὶ φιλοσοφίας συνέταξεν ὧδε λέγων πρὸς ῥῆμα· δ. ΑΡΙΣΤΟΚΛΕΟΥΣ ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΦΙΛΟΣΟΦΙΑΣ Ἐφιλοσόφησε δὲ Πλάτων, εἰ καί τις ἄλλος τῶν πώποτε, γνησίως καὶ τελείως. οἱ μὲν γὰρ ἀπὸ Θάλεω φυσιολογοῦντες διετέλεσαν, οἱ δὲ περὶ Πυ-θαγόραν ἐπεκρύψαντο πάντα· Ξενοφάνης δὲ καὶ οἱ ἀπ’ ἐκείνου τοὺς ἐριστι-κοὺς κινήσαντες λόγους πολὺν μὲν ἐνέβαλον ἴλιγγον τοῖς φιλοσόφοις, οὐ μὴν ἐπόρισάν γέ τινα βοήθειαν. οὐχ ἥκιστα δὲ καὶ Σωκράτης, αὐτὸ δὴ τὸ λεγόμενον, ἐγένετο πῦρ ἐπὶ πυρί, καθάπερ αὐτὸς ἔφη Πλάτων. εὐφυέστατος γὰρ ὢν καὶ δεινὸς ἀπορῆσαι περὶ παντὸς ὁτουοῦν ἐπεισήνεγκε τάς τε ἠθικὰς καὶ πολιτικὰς σκέψεις, ἔτι δὲ τὴν περὶ τῶν ἰδεῶν, πρῶτος ἐπιχειρήσας ὁρίζε-σθαι· πάντα δὲ ἐγείρων λόγον καὶ περὶ πάντων ζητῶν ἔφθη τελευτήσας. ἄλ-λοι δ’ ἀποτεμόμενοι μέρη τινὰ περὶ ταῦτα διέτριψαν, οἱ μὲν ἰατρικήν, οἱ δὲ τὰς μαθηματικὰς ἐπιστήμας, ἔνιοι δὲ περὶ τοὺς ποιητὰς καὶ τὴν μουσικήν. οἱ μέντοι πολλοὶ τὰς τῶν λόγων δυνάμεις ἐθαύμασαν, ὧν οἱ μὲν ῥήτορας, οἱ δὲ διαλεκτικοὺς προσεῖπον ἑαυτούς. οἱ μέντοι Σωκράτην διαδεξάμενοι καὶ πάνυ τινὲς ἐγένοντο παντοῖοι καὶ ὑπεναντίοι τὰς γνώμας. οἱ μὲν γὰρ κυ-νισμοὺς καὶ ἀτυφίας καὶ ἀπαθείας ὕμνουν, ἄλλοι δ’ αὖ πάλιν ἡδονάς. καὶ οἱ μὲν εἰδέναι πάντα ἐκόμπαζον, οἱ δὲ ἁπλῶς μηθέν. ἔτι δ’ οἱ μὲν ἐν μέσῳ καὶ ἐν ὄψει πάντων ἐκαλινδοῦντο, τοῖς πολλοῖς ἐξομιλοῦντες, ἄλλοι δ’ αὖ τοὐναντίον ἀπρόσιτοι καὶ ἀπροσαύδητοι διετέλουν ὄντες. Πλάτων μέντοι κατανοήσας ὡς εἴη μία τις ἡ τῶν θείων καὶ ἀνθρωπείων ἐπιστήμη, πρῶτος διεῖλε καὶ ἔφη τὴν μέν τινα περὶ τῆς τοῦ παντὸς φύσεως εἶναι πραγματείαν, τὴν δὲ περὶ τῶν ἀνθρωπείων, τρίτην δὲ τὴν περὶ τοὺς λόγους. ἠξίου δὲ μὴ δύνασθαι τὰ ἀνθρώπεια κατιδεῖν ἡμᾶς, εἰ μὴ τὰ θεῖα πρότερον ὀφθείη· καθάπερ γὰρ οἱ ἰατροὶ μέρη τινὰ θεραπεύοντες ἐπιμελοῦνται τῶν ὅλων σω-μάτων πρῶτον, οὕτω χρῆναι καὶ τὸν μέλλοντα τἀνθάδε κατόψεσθαι τὴν τῶν ὅλων φύσιν εἰδέναι πρότερον· μέρος τε εἶναι τῶν ὄντων τὸν ἄνθρωπον καὶ τἀγαθὸν διττόν, τὸ μὲν ἡμέτερον, τὸ δὲ τοῦ παντός, κυριώτερον δὲ τὸ τοῦ παν-τός· διὰ γὰρ ἐκείνου καὶ τοῦτο γίγνεσθαι. φησὶ δ’ Ἀριστόξενος ὁ μουσι-κὸς Ἰνδῶν εἶναι τὸν λόγον τοῦτον. Ἀθήνησι γὰρ ἐντυχεῖν Σωκράτει τῶν ἀνδρῶν ἐκείνων ἕνα τινὰ κἄπειτα αὐτοῦ πυνθάνεσθαι τί ποιῶν φιλοσοφοίη· τοῦ δὲ εἰπόντος ὅτι ζητῶν περὶ τοῦ ἀνθρωπείου βίου, καταγελάσαι τὸν Ἰνδόν, λέγοντα μὴ δύνασθαί τινα τὰ ἀνθρώπεια κατιδεῖν ἀγνοοῦντά γε τὰ θεῖα. τοῦτο μὲν οὖν εἰ ἀληθές ἐστιν, οὐκ ἂν δύναιτό τις διατεινόμενος εἰπεῖν. διεῖλε δ’ οὖν ὁ Πλάτων τήν τε περὶ τῶν ὅλων φιλοσοφίαν καὶ τὴν πολιτικήν, ἔτι δὲ τὴν λογικήν. Τοιαύτης οὔσης τῆς κατὰ Πλάτωνα φιλοσοφίας καιρὸς καὶ τὴν Ἑβραί-ων ἐπισκέψασθαι, μακρῷ πρόσθεν ἢ Πλάτωνα γενέσθαι τὸν ὅμοιον πε-φιλοσοφηκότων τρόπον. εὕροις δ’ οὖν καὶ παρ’ αὐτοῖς τήνδε σύμφωνον τὴν τριμέρειαν ἠθικῶν τε καὶ λογικῶν καὶ φυσικῶν μαθημάτων, τόνδε ἐπι-στήσας τὸν τρόπον· ε. ΠΕΡΙ ΤΩΝ ΠΑΡ’ ΕΒΡΑΙΟΙΣ ΗΘΙΚΩΝ ΔΟΓΜΑΤΩΝ Τὰ μὲν οὖν ἠθικὰ πρώτιστα πάντων φιλοτίμως ἐσπουδασμένα παρ’ αὐτοῖς ἔργοις πολὺ πρότερον τῶν λόγων μάθοις ἂν τὰ κατὰ τοὺς ἄνδρας διασκοπούμενος, ἐπεὶ καὶ τέλος ἀγαθῶν τοῦ τε μακαρίως ζῆν ὕστατον ὅρον τὴν εὐσέβειαν τήν τε διὰ τῆς τῶν ἠθῶν κατορθώσεως πρὸς τὸν θεὸν φιλίαν ἡγήσαντό τε καὶ μετεδίωξαν, ἀλλ’ οὐ σωμάτων ἡδονὴν κατ’ Ἐπί-κουρον οὐδ’ αὖ τὴν τριγένειαν τῶν ἀγαθῶν κατ’ Ἀριστοτέλην, τὰ περὶ σῶμα καὶ τὰ ἐκτὸς ἐν ἴσῳ τοῖς τῆς ψυχῆς ἀγαθοῖς ἐκτετιμηκότα, οὐ μὴν οὐδὲ τὴν ἐσχάτην ἄγνοιάν τε καὶ ἀμαθίαν, ἣν ὀνόματι σεμνοτέρῳ τινὲς ἐποχὴν ἀνειρήκασιν, ἀλλ’ οὐδ’ αὖ τῆς ψυχῆς τὴν ἀρετήν· πόση γὰρ ἐν ἀν-θρώποις αὕτη καὶ τί καθ’ ἑαυτὴν ἄνευ θεοῦ πρὸς τὸν ἄλυπον συντείνοι ἂν βίον; δι’ ὃν τὰ πάντα τῆς εἰς τὸν θεὸν ἐλπίδος, πείσματος ὥσπερ ἀρραγοῦς, ἐξάψαντες, τὸν θεοφιλῆ μόνον ἀπέφηναν εἶναι μακάριον· ὅτι δὴ ὁ πάν-των ἀγαθῶν ταμίας θεός, ζωῆς ὢν πάροχος καὶ αὐτῆς ἀρετῆς πηγὴ τῶν τε περὶ σῶμα καὶ τῶν ἐκτὸς ἁπάντων χορηγὸς ὑπάρχων, μόνος ἂν εἴη πρὸς τὸν μακάριον βίον τῷ τὴν πρὸς αὐτὸν φιλίαν διὰ τῆς παναληθοῦς εὐσεβείας στειλαμένῳ αὐτάρκης. ἔνθεν ὁ πάνσοφος Μωσῆς πρῶτος ἁπάντων ἀνθρώπων γραφῇ παραδοὺς τὸν τῶν πρὸ αὐτοῦ θεοφιλῶν Ἑβραίων βίον, τὸν πολιτικὸν ὁμοῦ καὶ πρακτικὸν δι’ ὑφηγήσεως ἱστορικῆς ὑποτέθειται τρόπον. ἧς ἀρχόμενος ἀπὸ τῶν καθόλου τὴν διδασκαλίαν ἐποιήσατο, θεὸν τῶν ὅλων αἴτιον ὑποστησάμενος κοσμογονίαν τε καὶ ἀνθρωπογονίαν ὑπο-γράψας. εἶθ’ οὕτως ἀπὸ τῶν καθόλου ἐπὶ τὰ κατὰ μέρος προελθὼν τῷ λόγῳ καὶ διὰ τῆς τῶν παλαιῶν ἀνδρῶν μνήμης εἰς τὸν τῆς ἐκείνων ἀρε-τῆς τε καὶ θεοσεβείας ζῆλον τοὺς φοιτητὰς παρορμήσας, οὐ μὴν ἀλλὰ καὶ αὐτὸς αὐθέντης νόμων εὐσεβῶν τῶν πρὸς αὐτοῦ τεθέντων ἀποφανθείς, κατὰ πάντα δῆλος ἂν εἴη τοῦ φιλοθέου τρόπου διὰ τῆς τῶν ἠθῶν ἐπιμελείας πρόνοιαν πεποιημένος, ὥσπερ οὖν καὶ τοῦτο προλαβὼν ὁ λόγος ἐν τοῖς πρόσθεν φανερὸν κατεστήσατο. μακρὸν δ’ ἂν εἴη καὶ τοὺς ἑξῆς μετὰ Μωσέα προφήτας τούς τε τούτων προτρεπτικοὺς μὲν ἀρετῆς, ἀποτρεπτι-κοὺς δὲ κακίας ἁπάσης λόγους ἐν τῷδε καταβάλλεσθαι. τί δ’ εἴ σοι τοῦ σοφωτάτου Σολομῶνος τὰς ἠθικὰς παραφέροιμι διδασκαλίας, αἷς καὶ οἰ-κείων λόγων ἀνέθηκε σύγγραμμα, Παροιμίας ἐπονομάσας, ἐπιτόμους γνώμας ἀποφθέγμασιν ἐοικυίας ὑποθέσει περιλαβὼν μιᾷ; καὶ τὸν μὲν ἠθικὸν τρόπον ταύτη πη παῖδες Ἑβραίων ἐκ παλαιῶν πρὶν ἢ καὶ τὰ πρῶτα
ΚΕΦΑΛΑΙΟΝ Α'. 'Ως ἡ κατὰ Πλάτωνα φιλοσοφία τῇ καθ' Εβραίους ἐν τοῖς ἀναγκαιοτάτοις ἐπηκολούθησεν. Εἰς τρία διελόντος μέρη τοῦ Πλάτωνος τὸν πάντα τῆς φιλοσοφίας λόγον, εἰς φυσικόν, ἠθικὸν, λογικόν εἶτ᾽ αὖ πάλιν τὸν φυσικὸν διελομένου εἰς τε τὴν τῶν αἰσθητῶν θεωρίαν, καὶ τὴν τῶν ἀσωμάτων κατανόησιν· εὕροις ἂν καὶ παρ᾽ Ἑβραίοις τὸ τρι μερὲς τοῦτο τῆς διδασκαλίας εἶδος, ὅτι δὴ καὶ παρ' αὐτοῖς τὰ ὅμοια, πρόσθεν ἢ Πλάτωνα γενέσθαι, πεφιλοσόφηται. Πρῶτον δὲ τῶν Πλάτωνος ἀκοῦσαι ἄξιον, εἶθ᾽ οὕτω καὶ τὰ Ἑβραίων ἐπισκοπῆσαι. Θήσω δὲ τὰ ἀρέσκοντα Πλάτωνι ἀπὸ τῶν τὰ αὐτοῦ πρε- σβευόντων, ὧν Αττικός, διαφανὴς ἀνὴρ τῶν Πλατω- νικῶν φιλοσόφων, ὧδέ πη τὰ δοκοῦντα τῷ ἀνδρὶ διέξ- εἰσιν, ἐν οἷς ἵσταται πρὸς τοὺς διὰ τῶν Ἀριστοτέλους " τὰ Πλάτωνος ὑπισχνουμένους. ΚΕΦΑΛΑΙΟΝ Β'. Αττικοῦ Περὶ τοῦ τριμεροῖς τῆς κατὰ Πλάτωνα φιλοσοφίας. Τριχή τοίνυν διαιρουμένης τῆς ἐντελοῦς φιλοσο φίας, εἰς τε τὸν ἠθικὴν καλούμενον τρόπον, καὶ τὸν φυσικὸν, καὶ ἔτι τὸν λογικόν· καὶ τοῦ μὲν πρώτου κατασκευάζοντος ἡμῶν ἕκαστον καλὸν καὶ ἀγαθὸν, καὶ τοὺς οἴκους ὅλους εἰς τὸ ἄριστον επανορθοῦντος, ἤδη δὲ καὶ δῆμον σύμπαντα πολιτείᾳ τῇ διαφερούσῃ, καὶ νόμοις τοῖς ἀκριβεστάτοις κοσμοῦντος· τοῦ δευ- τέρου δὲ πρὸς τὴν περὶ τῶν θείων γνῶσιν διήκοντος, αὐτῶν τε τῶν πρώτων, καὶ τῶν αἰτίων, καὶ τῶν ἄλλων, ὅσα ἐκ τούτων γίνεται, & δὴ περὶ φύσεως ἱστορίαν ὁ Πλάτων ὠνόμακεν· εἰς δὲ τὴν περὶ τού των ἀμφοτέρων διάκρισίν τε καὶ εὕρεσιν τοῦ τρίτου παραλαμβανομένου· ὅτι μὲν Πλάτων πρῶτος, καὶ μάλιστα συναγείρας εἰς ἓν πάντα τὰ τῆς φιλοσοφίας μέρη, τέως ἐσκεδασμένα καὶ διεῤῥιμμένα, ὥσπερ τὰ τοῦ Πενθέως μέλη, καθάπερ εἶπέ τις, σῶμά τε καὶ ζῶον ὁλόκληρον ἀπέφηνε τὴν φιλοσοφίαν, δῆλα παντί λεγόμενα. Οὔτε γὰρ οἱ περὶ Θαλῆν, καὶ ᾿Αναξιμένην, καὶ ᾿Αναξαγόραν, καὶ ὅσοι κατὰ ταυτὸν γεγόνασι τούτοις, ἀγνοοῦνται περὶ μόνην τὴν ὑπὲρ τῆς φύσεως τῶν ὄντων σκέψιν διατρίψαντες· οὐ μὴν οὐδὲ Πιτ- τακὸς, καὶ Περίανδρος, καὶ Σόλων, καὶ Λυκοῦργος, καὶ οἱ παραπλήσιοι τούτοις, λανθάνουσί τινας τὴν αὐτῶν φιλοσοφίαν εἰς πολιτείαν καταθέντες· Ζήνων δὲ, καὶ πᾶν τὸ Ελεατικὸν τοῦτο διδασκαλεῖον, καὶ αὐτὸ γνώριμον ἐπὶ τῇ τέχνῃ τῶν λόγων μάλιστα σπου- δάσαν. Τούτοις δὲ ἐπιγενόμενος Πλάτων, ἀνὴρ ἐκ φύσεως ἀρτιτελὴς, καὶ πολὺ διενεγκών, οἷα κατάπεμ πτης, ὡς ἀληθῶς, ἐκ θεῶν, ἵν᾿ ὁλόκληρος ὀφθῇ ἡ δι' αὐτοῦ (21) φιλοσοφία, παρῆκε τε οὐδὲν, καὶ ἕκαστα ἠκρίβωσε, μήτε ἐλλείπων πρὸς τὸ ἀναγκαῖον, μήτε πρὸς τὸ ἄχρηστον ἐξενεχθείς. Ἐπεὶ τοίνυν πάντων ἔφαμεν μετεῖναι τῷ Πλατωνικῷ, καὶ φυσιολογοῦντι, καὶ περὶ ἠθῶν λέγοντι, καὶ διαλεγομένῳ, φέρε, καθ᾿ ἕκαστον ἐπισκεψώμεθα. » Ταῦτα μὲν ὁ ᾿Αττικός. Επιμαρτυ- & ἰσ. τι 8:5 PREPAR. EVANG. LIB. XI. A CAPUT I. Platonis philosophiam, in iis quæ omnium maxime necessaria sunt, cum illa Hebræorum convenire. Ac primum quidem, cum tres in partes a Plato- ne universa philosophiæ ratio dividatur, in nalu- ram, mores, ac disserendi vim : deinde pars illa rursus, quæ de natura disputat, in eorum, quæ sen- sibus usurpantur, tractationem et naturarum corpo- ris expertium intelligentiam ab eodem tribuatur: apud Hebræos quoque tripartitum illud doctring genus reperias, quod nimirum antequam Plato nasceretur, affinia prorsus ae gemina disputarint. Ac Platonem quidem ipsum in primis audiamus, ut Hebraica dogmata contemplemur. Nos vero Platonis hoc in genere sententiam, ex eorum qui studiosissime hominis decreta defendunt, erae mus. Ex iis autem Atticus, vir Platonicos inter pli - losophos clarissimus, hunc in modum mentem ipsius doctrinamque prosequitur, ubi adversus illos disputat, qui Aristotelis doctrina Platonis sese philosophiam tueri profitentur. B CAPUT II. De tripartita Platonis philosophia, ex Attico. • Cum igitur, inquit, tres in partes integra perfe- ctaque philosophia dividatur, hoc est in morum, naturæ, disserendique doctrinam; quarum prima illa non singulos modo nostrum bonos ac probos eliciat, verum etiam familias integras ad castissi- mam vitæ rationem informet, adeoque populum uni- versum excellenti quodam reipublicæ genere, et ac- C curatissimis legibus instituat; secunda vero ad re- rum divinarum cognitionem ita pertineat, uti simul et principes illas causasque cæterarum, quæque ex illis fiunt, reliquas omnes co:templetur, quam na- turæ historiam Plato nuncupavit; tertia denique ad certiorem superioris utriusque discussionem et inventionem assumatur: Platonem exstitisse, qui partes illas omnes philosophiæ dissipatas eatenus atque disjectas, sic tanquam Penthei membra, ut nonnemo dixit, primus idem maximeque comple- rus, philosophiam in unius cujusdam corporis, at que integri animantis speciem conflaverit, ab om- nibus prædicari constat. Nemini quippe dubium est quin Thales, Anaximenes, Anaxagoras, et quotquot præterea sub idem vixere tempus, in sola fuerint naturæ rerum consideratione versati. Pit- tacus autem, l'eriauder, Solon, Lycurgus, ac cæteri id genus, suam omnem philosophiam in reipublicæ curam ac studium aperte contulerunt. Zeno deni- que et illa omnis Eleatica schola, quin potis- simum in disserendi artem incubuerit, nemo etiam est, qui nesciat. At vero his omnibus Plato succedens, vir a natura partibus omnibus ac numeris absolutus, longeque cæteris antecellens, ut- pote deorum plane munere donoque missus, per quem integra tandem aliquando philosophia cerne- retur, et præteriit omnino nihil, et singula suam ad maturitatem ita perduxit, ut neque necessarii quid- • D (21) Ἡ δι' αὐτοῦ. Malim abesse articulum ή.
PG 21:851στοιχεῖα μαθεῖν Ἕλληνας, αὐτοί τε ἐπαιδεύοντο καὶ τοῖς προσιοῦσι τῆς αὐτῆς ἀφθόνως ἐκοινώνουν παιδείας. 2. ΠΕΡΙ ΤΗΣ ΠΑΡ’ ΕΒΡΑΙΟΙΣ ΛΟΓΙΚΗΣ ΠΡΑΓΜΑΤΕΙΑΣ Καὶ τὸν λογικὸν δὲ τρόπον τῆς Ἑβραίων φιλοσοφίας οὐ, καθάπερ Ἕλλησι φίλον, δεινότητι σοφισμάτων καὶ λογισμοῖς πρὸς ἀπάτην τετεχνα-σμένοις δεῖν ᾤοντο μετιέναι, καταλήψει δὲ αὐτῆς ἀληθείας, ἣν ὑπὸ θείου φωτὸς τὰς ψυχὰς καταυγασθέντες οἱ παρ’ αὐτοῖς θεόσοφοι εὕραντό τε καὶ ἐφωτίσθησαν. ἐφ’ ἣν ἀκονῶντες τοὺς τὰ οἰκεῖα μαθήματα παιδευο-μένους, λόγων τε αὐτοῖς ἱερῶν ἀπαγγελίας ἱστοριῶν τε σεμνῶν διηγήματα ᾠδῶν τε καὶ ἐπῳδῶν ἐμμέτρους συνθέσεις καὶ ἔτι προβλήματα καὶ αἰνίγματα καί τινας σοφὰς καὶ ἀλληγορικὰς θεωρίας μετὰ κάλλους εὐεπείας καὶ τῆς κατὰ τὴν οἰκείαν γλῶτταν εὐφραδοῦς ἀπαγγελίας ἐξέτι νηπίας αὐτοῖς παρε-δίδοσαν ἡλικίας. ναὶ μὴν καὶ τῶν πρώτων μαθημάτων δευτερωταί τινες ἦσαν αὐτοῖς (οὕτω δὲ φίλον τοὺς ἐξηγητὰς τῶν παρ’ αὐτοῖς γραφῶν ὀνο-μάζειν), οἳ τὰ δι’ αἰνιγμῶν ἐπεσκιασμένα, εἰ καὶ μὴ τοῖς πᾶσι, τοῖς γοῦν πρὸς τὴν τούτων ἀκοὴν ἐπιτηδείοις δι’ ἑρμηνείας καὶ σαφηνείας ἐξέφαινον. ταύτη τοι πάλιν ὁ σοφώτατος παρὰ τοῖσδε Σολομῶν ἐνθένδε ποθὲν τὴν καταρχὴν τοῦ τῶν Παροιμιῶν ἐποιήσατο συγγράμματος, μονονουχὶ τὴν αἰτίαν αὐτῷ τῆς γραφῆς ταύτην εἶναι διδάξας δι’ ὧν αὐτοῖς ῥήμασι δεῖν ἔφησε πάντα ἄνδρα γνῶναι σοφίαν καὶ παιδείαν καὶ νοῆσαι λόγους φρονή-σεως δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν, ἵνα δῶ, φησίν, ἀκάκοις πανουργίαν παιδί τε νέῳ αἴσθησιν καὶ ἔννοιαν. τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυ-βέρνησιν κτήσεται νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. καὶ τὰ μὲν τῆς τοῦ δηλωθέντος συγγράμματος ἐπαγγελίας τοιαῦτά τινα ἦν· τὰς δ’ ἐν μέρει τῶν λεχθέντων προτάσεις καὶ τούτων τὰς ἐπιλύσεις τήν τε λογικὴν πραγματείαν οἰκείως τῇ τῶν ἀνδρῶν σοφίᾳ τε καὶ φωνῇ διὰ πασῶν τῶν παρ’ αὐτοῖς προφητικῶν γραφῶν φερο-μένην, ὅτῳ φίλον, τῆς τούτων ἐντεύξεως τὰς βίβλους ἐπὶ σχολῆς μετὰ χεῖ-ρας λαβὼν εἴσεται. εἰ δέ τις καὶ τῆς γλώσσης αὐτῆς φιλοκάλως γέ-νοιτο ἐν πείρᾳ, ἴδοι ἄν, οἷα παρὰ βαρβάροις, ἄνδρας λογικωτάτους οὐδὲν σοφιστῶν οὐδὲ ῥητόρων ἀποδέοντας τῇ οἰκείᾳ γλώσσῃ. εἶεν δ’ ἂν αὐτοῖς καὶ ἔμμετροι ποιήσεις, ὡς ἡ μεγάλη Μωσέως ᾠδὴ καὶ τοῦ Δαβὶδ ὁ ριη Ψαλμός, τῷ καλουμένῳ παρ’ Ἕλλησιν ἡρῴῳ μέτρῳ συντεταγμένοι. φασὶ γοῦν ἑξάμετρα εἶναι ταῦτα, δι’ ἑκκαίδεκα συλλαβῶν πεποιημένα. καὶ τὰ λοιπὰ δὲ τὰ παρ’ αὐτοῖς στιχήρη δι’ ἐπῶν λέγεται τριμέτρων τε καὶ τετραμέτρων κατὰ τὴν οἰκείαν αὐτῶν συγκεῖσθαι φωνήν. καὶ τὰ μὲν τῆς λέξεως αὐτοῖς ὧδέ πη λογικῆς συνέσεως ἔχει, τὰ δὲ δὴ τῆς διανοίας οὐδ’ ἔστι παραβαλεῖν ἀνθρώποις· θεοῦ γὰρ καὶ αὐτῆς ἀληθείας λόγια δι’ αὐτῶν ἐκπεφωνημένα, θεσπίσματα καὶ προρρήσεις μαθήματά τε εὐσεβῆ καὶ τῆς τῶν ὄντων ἐπιγνώσεως δόγματα, περιειλήφασι. τεκμήρια δ’ ἂν λάβοις τῆς παρὰ τοῖς ἀνδράσι λογικῆς ἀκριβείας ἀπὸ τῆς ὀρθότητος τῆς τῶν ὀνομάτων θέσεως, ἧς πέρι καὶ ὁ Πλάτων τῇ Ἑβραίων μαρτυρῶν δόξῃ δῆλος ἂν εἴη καὶ κατ’ αὐτό γε τοῦτο σύμφωνος ὢν τῇ κατὰ τοὺς ἄνδρας φιλοσοφίᾳ, ὡς γοῦν ἐκ τούτων διαγνῶναι ῥᾴδιον· ζ. ΠΕΡΙ ΤΗΣ ΠΑΡ’ ΕΒΡΑΙΟΙΣ ΤΩΝ ΟΝΟΜΑΤΩΝ ΟΡΘΟΤΗΤΟΣ Πρώτου Μωσέως μακρῷ πρόσθεν ἢ τὸ φιλοσοφίας ὄνομα εἰς Ἕλληνας ἐλθεῖν διὰ πάσης αὐτοῦ τῆς γραφῆς μυρία περὶ τῆς τῶν ὀνομάτων θέσεως πεπραγματευμένου καὶ τοτὲ μὲν φυσικώτατα τῶν παρ’ αὐτῷ πάντων τὰς ἐπωνυμίας διατεταγμένου, τοτὲ δὲ τῷ θεῷ τὴν κρίσιν τῆς τῶν εὐσεβῶν ἀνδρῶν μετωνυμίας ἀναθέντος φύσει τε, ἀλλ’ οὐ θέσει τὰ ὀνόματα κατὰ τῶν πραγμάτων κεῖσθαι πεπαιδευκότος, ἑπόμενος ὁ Πλάτων συμφέρεται τοῖς αὐτοῖς, οὐκ ἄλλως ἢ βαρβάρων μνησθεὶς καὶ παρὰ τοῖσδε φήσας τόνδε σῴζεσθαι τὸν τρόπον, τάχα που τοὺς Ἑβραίους αἰνιττόμενος, ἐπεὶ μηδὲ παρ’ ἑτέροις βαρβάροις ῥᾴδιον τὴν τοιάνδε παραφυλάξαι θεωρίαν. λέγει δ’ οὖν ἐν Κρατύλῳ· Καὶ οὐ τοῦτο εἶναι ὄνομα ὃ ἄν τινες συνθέμενοι καλεῖν καλῶσι, τῆς αὑτῶν φωνῆς μόριον ἐπιφθεγγόμενοι, ἀλλ’ ὀρθότητά τινα τῶν ὀνομάτων πεφυκέναι καὶ Ἕλλησι καὶ βαρβάροις τὴν αὐτὴν ἅπασι. Καὶ προϊὼν ἑξῆς φησιν· Οὐκοῦν οὕτως ἀξιώσεις καὶ τὸν νομοθέτην τόν τε ἐνθάδε καὶ τὸν ἐν τοῖς βαρβάροις, ἕως ἂν τὸ τοῦ ὀνόματος εἶδος ἀποδιδῷ τὸ προσῆκον ἑκάστῳ ἐν ὁποιαισοῦν συλλαβαῖς, οὐδὲν χείρω νομοθέτην εἶναι τὸν ἐνθάδε ἢ τὸν ὁπου-οῦν ἄλλοθι. Εἶθ’ ἑξῆς πάλιν τὸν ἐπιστήμονα τῆς ὀρθότητος τῶν ὀνομάτων δια-λεκτικὸν εἶναι φήσας καὶ νομοθέτην οὕτω λέγει· Τέκτονος μὲν ἄρα ἔργον ἐστὶ τὸ ποιῆσαι πηδάλιον ἐπιστατοῦντος κυ-βερνήτου, εἰ μέλλει καλὸν εἶναι τὸ πηδάλιον. Φαίνεται. Νομοθέτου δέ γε, ὡς ἔοικεν, ὄνομα, ἐπιστάτην ἔχοντος διαλεκτικὸν ἄνδρα, εἰ μέλλει καλῶς ὄνομα τεθήσεσθαι. Ἔστι ταῦτα. Κινδυνεύει ἄρα, ὦ Ἑρμόγενες, εἶναι οὐ φαῦλον, ὡς σὺ οἴει, ἡ τοῦ ὀνό-ματος θέσις οὐδὲ φαύλων ἀνδρῶν οὐδὲ τῶν ἐπιτυχόντων. καὶ Κρατύλος ἀληθῆ λέγει, λέγων φύσει τὰ ὀνόματα εἶναι τοῖς πράγμασι, καὶ οὐ πάντα δημιουργὸν ὀνομάτων εἶναι, ἀλλὰ μόνον ἐκεῖνον τὸν ἀποβλέποντα εἰς τὸ τῇ φύσει ὄνομα ὂν ἑκάστῳ καὶ δυνάμενον αὐτοῦ τὸ εἶδος τιθέναι εἴς τε τὰ γράμματα καὶ τὰς συλλαβάς. Τοσαῦτα εἰπὼν μετὰ πλεῖστα βαρβάρων αὖθις ἀναφέρει τὴν μνήμην κἄπειτα εἰς Ἕλληνας παρὰ βαρβάρων ἥκειν τὰ πολλὰ τῶν ὀνομάτων διαρ-ρήδην ὁμολογεῖ, φάσκων αὐτοῖς ῥήμασιν· Ἐννοῶ ὅτι πολλὰ οἱ Ἕλληνες ὀνόματα, ἄλλως τε καὶ [οἱ] ὑπὸ τοῖς βαρβάροις οἰκοῦντες, παρὰ τῶν βαρβάρων εἰλήφασι. Τί οὖν δή; Εἴ τις ζητοῖ ταῦτα κατὰ τὴν Ἑλληνικὴν φωνὴν ὡς ἐοικότως κεῖται, ἀλλὰ μὴ κατ’ ἐκείνην ἐξ ἧς τὸ ὄνομα τυγχάνει ὄν, οἶσθα ὅτι ἀποροῖ ἄν. Εἰκότως. Ταῦτα ὁ Πλάτων. φθάνει γε μὴν αὐτὸν ὁ Μωσῆς, ὃς οἷα δὴ σοφὸς νομοθέτης ὢν ὁμοῦ καὶ διαλεκτικὸς ἐπάκουσον τί φησί· Καὶ ἔπλασεν ὁ θεὸς ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδάμ, ἰδεῖν τί καλέσει αὐτά. καὶ πᾶν ὃ ἂν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ἦν ὄνομα αὐτοῦ. διὰ γὰρ τοῦ φάναι τοῦτο ἦν ὄνομα αὐτοῦ τί ἄλλο ἢ κατὰ φύσιν τεθεῖσθαι τὰς προσηγορίας παρίστησι; τὸ γὰρ ἐπικληθὲν ἄρτι φησὶ τοῦτο καὶ πάλαι πρότερον ἐν τῇ φύσει περιέχεσθαι εἶναί τε καὶ προϋπάρχειν ἑκάστῳ τῶν ἐπωνομασμένων τοῦτο ὄνομα, ὅπερ ὁ δηλούμενος ἄνθρωπος ἐπιθειάσας δυνάμει κρείττονι τέθειται. καὶ αὐτὸ δὲ τὸ Ἀδάμ, Ἑβραῖον ὑπάρχον ὄνομα, παρὰ τῷ Μωσεῖ τοῦ γηγενοῦς ἀνθρώπου γένοιτ’ ἂν ἐπώνυμον, ὅτι δὴ παρ’ Ἑβραίοις Ἀδὰμ ἡ γῆ καλεῖται, παρ’ ὃ καὶ ὁ πρῶτος γηγενὴς ἐτύμως Ἀδὰμ ὑπὸ Μωσέως ἀνείρηται. ἔχοι δ’ ἂν καὶ ἄλλην ἡ προσηγορία διά-νοιαν, εἰς τὸ ἐρυθρὸν μεταλαμβανομένη καὶ τὴν τοῦ σώματος παριστῶσα φύσιν, ἀλλὰ τὸν μὲν γεώδη καὶ γήινον καὶ γηγενῆ ἢ τὸν σωματικὸν καὶ σάρκινον ἄνθρωπον τῷ τοῦ Ἀδὰμ ἐπεσημήνατο προσρήματι. καλοῦσι δὲ καὶ ἄλλως παῖδες Ἑβραίων τὸν ἄνθρωπον, Ἐνὼς ἐπονομάζοντες, ὃν δή φασιν εἶναι τὸ ἐν ἡμῖν λογικόν, ἕτερον ὄντα τὴν φύσιν τοῦ
Αt μας ἀποφθέγμασιν εοικυίας ὑποθέσει περιλαβὼν μια. Καὶ τὸν μὲν ἠθικὸν τρόπον ταύτῃ πη παῖδες Εβραίων ἐκ παλαιῶν, πρὶν ἢ καὶ τὰ πρῶτα στοιχεῖα μαθεῖν Ἕλληνας, αὐτοί τε ἐπαιδεύοντο, καὶ τοῖς προσιοῦσι τῆς αὐτῆς ἀφθόνως ἐκοινώνουν παιδείας. Β ΚΕΦΑΛΑΙΟΝ Ε΄. Περὶ τῆς παρ' Εβραίοις λογικῆς πραγματείας. Καὶ τὸν λογικὸν δὲ τρόπον τῆς Ἑβραίων φιλοσο φίας οὐ καθάπερ Ελλησι φίλον, δεινότητι σοφισμά των καὶ λογισμοῖς πρός ἀπάτην τετεχνασμένοις, δεῖν ᾤοντο μετιέναι, καταλήψει δὲ αὐτῆς ἀληθείας, ἣν ὑπὸ θείου φωτὸς τὰς ψυχὰς καταυγασθέντες οἱ παρ' αὐτοῖς θεόσοφοι, εὗρον τε καὶ ἐφωτίσθησαν. Ἐφ᾿ ἣν ἀκονῶντες τοὺς τὰ οἰκεῖα μαθήματα παιδευομένους, λόγων τε αὐτοῖς ἱερῶν ἀπαγγελίας, ἱστοριῶν τε σε μνῶν διηγήματα, ᾠδῶν τε καὶ ἐπῳδῶν ἐμμέτρους συνθέσεις, καὶ ἔτι προβλήματα καὶ αἰνίγματα, και τινας σοφὰς καὶ ἀλληγορικὰς θεωρίας μετὰ κάλλους εὐεπείας, καὶ τῆς κατὰ τὴν οἰκείαν γλῶτταν εὐφρα- δοῦς ἀπαγγελίας, ἐξ ἔτι νηπίας αὐτοῖς παρεδίδοσαν ἡλικίας. Ναὶ μὴν καὶ τῶν πρώτων μαθημάτων δεν τερωταί τινες ἦσαν αὐτοῖς· οὕτω δὲ φίλον τοὺς ἑξη- γητὰς τῶν παρ' αὐτοῖς Γραφῶν ὀνομάζειν· οἱ τὰ δι' αἰνιγμάτων ἐπεσκιασμένα, εἰ καὶ μὴ τοῖς πᾶσι, τοῖς γοῦν πρὸς τὴν τούτων ἀκοὴν ἐπιτηδείοις, δ' ἑρμηνείας καὶ σαφηνείας ἐξέφαινον. Ταύτῃ τοῦ πάλιν ὁ σοφώτατος παρὰ τοῖσδε Σολομών, ἐνθένδε ποθὲν τὴν καταρχὴν τοῦ τῶν Παροιμιῶν ἐποιήσατο συγγράμματ τος, μονονουχί τὴν αἰτίαν αὐτῷ τῆς γραφῆς ταύτην εἶναι διδάξας, δι' ὧν αὐτοῖς ῥήμασι, ο δεῖν . ἔφησε • πάντα άνδρα γνῶναι σοφίαν καὶ παιδείαν, καὶ νοή- σαι λόγους φρονήσεως, δέξασθαί τε στροφὰς λόγων, νοῆσαί τε δικαιοσύνην ἀληθῆ, καὶ κρῖμα κατευθύνειν. ἵνα δῷ, φησὶν, ἀκάκοις πανουργίαν, παιδί τε νέω αἴσθησιν καὶ ἔννοιαν. Τῶνδε γὰρ ἀκούσας σοφός, σοφώτερος ἔσται· ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται, νοήσει τε παραβολὴν, καὶ σκοτεινὸν λόγον, ῥήσεις το σοφῶν, καὶ αἰνίγματα. » Καὶ τὰ μὲν τῆς τοῦ δηλον θέντος συγγράμματος Επαγγελίας τοιαῦτά τινα ἦν τὰς δ' ἐν μέρει τῶν λεχθέντων προτάσεις, καὶ τούτων τὰς ἐπιλύσεις, τήν τε λογικήν πραγματείαν, οἰκείως τῇ τῶν ἀνδρῶν σοφίᾳ τε καὶ φωνῇ διὰ πασῶν τῶν παρ' αὐτοῖς προφητικών Γραφών φερομένην, ὅτῳ φίλον, τῆς τούτων ἐντεύξεως τὰς βίβλους ἐπὶ σχολῆς μετὰ χεῖρας λαβὼν εἴσεται. Εἰ δέ τις καὶ τῆς γλώτ της αὐτῆς φιλοκάλως γένοιτο ἐν πείρᾳ, ἴδοι ἂν οἷα παρὰ βαρβάροις, ἄνδρας λογικωτάτους, οὐδὲν σοφι- στῶν οὐδὲ ῥητόρων ἀποδέοντας τῇ οἰκείᾳ γλώττῃ. Εἶεν δ' ἂν αὐτοῖς καὶ ἔμμετροι ποιήσεις, ὡς ἡ μετ γάλη Μωσέως ᾠδὴ καὶ τοῦ Δαβὶδ ὁ ριη' ψαλμός, τῷ καλουμένῳ παρ' Ἕλλησιν ἡρώω μέτρῳ συντετα γμένοι. Φασὶ γοῦν ἐξάμετρα εἶναι ταῦτα, δι' ἐκκαί - APOLOGETICA. EUSEBII CASARIENSIS OPP. PARS 11. perioribus libris ostendimus. longum sane foret, A cum alios deinceps prophetas, qui Mosem secuti sunt, tum singulos ipsorum, quibus vel ad virtu- tem adhortantur, vel dehortantur a vitiis, oratio- nes hoc in volumen includere. Quid porro, si tibi moralia sapientissimi Salomonis præcepta commemorem, quibus peculiare quoddam familiarium dictorum opus addictum voluit, quæ Proverbia nuncupavit, concisas brevesque sententias apophthegmatum similes, uno quodam argumenti genere complexus? Atque ita Hebræi jam olim, priusquam Græci prima elementa didicissent, cum optimis ipsi moribus instituti sunt, tum in ejusdem etiam disciplinæ communio. nem, quotquot sese convenirent, prolixe admodum ac liberaliter acceperunt. CAPUT V. B G De Hebræorum philosophia in disserendo posita. Jam vero partem illam philosophiæ, quæ in dis- serendi ratione versatur, non contortis sophisma- tis, et fallacibus conclusiunculis, ut Græci solent, excolendam ipsi tractandanique putaverunt, sed percipiendæ studio veritatis: ad quam ii sane, qui divinam apud illos sapientiam profitebantur, intel- ligentia diviniori luce collustrata, feliciter aspira- runt. Iidem, uti eorum etiam animos, quos disci- plinis suis imbuendos suscipiebant, ad illam capes- sendam acuerent, sacras iis sententias, plenasque gravitatis et honestatis historias, cum modulatis alternisque carminibus, certa numerorum lege comprehensis, problemata insuper atque anigmata, nonnullasque eruditas, et allegoriis involutas quæ- εtiones, cum verborum elegantia, et suavi pro lin- guæ ratione dictionis lepore conjunctas, a teneris unguiculis ingerebant. Imo primariarum etiam di- sciplinarum deuterotas quosdam habuere (sic enim fitterarum suarum interpretes vocare soliti erant), qui res ænigmatis adumbratas, non vulgo quidem ac promiscue omnibus, sed iis tamen, qui ad eo- rum intelligentiam idonei censerentur, illustriori explicatione aperirent. ld plane secutus sapientis simus apud eos Salomon, inde quoque sui Pro- verbiorum operis initium fecit, hac fere de causa ad hoc scribendi genus adductum se esse testatus, cum disertis conceptisque verbis oportere ait”, quemlibet hominem scire sapientiam, et disci- plinam, et intelligere verba prudentiæ: suscipere cavillationes sermonum, et intelligere justitiam ve- ram, et judicium dirigere. Ut det, inquit, innocen- tibus astutiam, et adolescenti sensum, et intelli- gentiam. Hæc enim audiens sapiens, sapientior erit, et intelligens gubernacula possidebit. Et animad- vertet parabolam, et tenebrosum sermonem, verba sapientum, et ænigmata. › Quæ quidem operis hu- jus promissa ejusmodi cum sint: tum vero singu- fas eorum, quæ dicta sint, propositiones, earum- que solutiones, illam denique disserendi artem, cum hominum illorum sapientia linguaque congruentem, quæ passim in propheticis omnibus ipsorum litteris exsistit, observare quilibet poterit, qui modo libros orationis suæ monimenta comple- xos otiose volutare ac perlegere voluerit. Præterea, si cui forte honesta cupiditas ipsius quoque linguæ " Prov. 1, 1. D
PG 21:857γεώδους Ἀδάμ. διάνοιαν δὲ περιέχει καὶ ὁ Ἐνὼς οἰκείαν, ἐπιλήσμων τῇ Ἑλλήνων ἑρμηνευόμενος φωνῇ. τοιοῦτον δὲ πέφυκεν ὑπάρχειν τὸ ἐν ἡμῖν λογικὸν τῆς πρὸς τὸ θνητὸν καὶ ἄλογον συμπλοκῆς ἕνεκα. τὸ μὲν γὰρ πάντη καθαρὸν καὶ ἀσώματον καὶ θεῖον λογικὸν οὐ μόνον τῶν πρό-σθεν γενομένων τὴν μνήμην, ἀλλὰ καὶ τῶν μελλόντων ἔσεσθαι τὴν γνῶσιν δι’ ἄκραν ἀρετὴν θεωρίας περιείληφε. τὸ δ’ ἐν σαρξὶ πεπιλημένον ὀστέοις τε καὶ νεύροις καταπεπαρμένον ὄγκον τε μέγαν καὶ βαρὺν ἐπηχθισμένον τὸ σῶμα λήθης πολλῆς καὶ ἀμαθίας συνιδὼν ὁ παρ’ Ἑβραί-οις λόγιος εὐθυβόλῳ κέκληκε προσρήματι Ἐνὼς ἐπονομάσας, ὅπερ δηλοῖ τὸν ἐπιλήσμονα. κεῖται γοῦν παρά τινι προφήτῃ· Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; ἀνθ’ οὗ τὸ Ἑβραϊκὸν ἐπὶ μὲν τῆς πρώτης τοῦ ἀνθρώπου κλήσεως τὸ Ἐνὼς περιείληφεν, ὡσεὶ ἔλεγε σαφέστερον· Τί οὗτός ἐστιν ὁ ἐπιλήσμων, ὅτι σύ, ὦ θεέ, μιμνήσκῃ αὐτοῦ, καίπερ ὄντος ἐπιλήσμονος; τὸ δὲ ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν· ἢ υἱὸς Ἀδάμ κεῖται παρὰ τοῖς δηλουμέ-νοις, ὡς εἶναι τὸν αὐτὸν καὶ Ἀδὰμ καὶ Ἐνώς, τοῦ μὲν σαρκικοῦ διὰ τοῦ Ἀδάμ, τοῦ δὲ λογικοῦ διὰ τοῦ Ἐνὼς παρισταμένου. Καὶ τὰ μὲν Ἑβραίων λόγια οὕτω πως διαιρεῖ τὴν ἐτυμολογίαν· ὁ δὲ Πλάτων τὸν ἄνθρωπον τῇ Ἑλλήνων φωνῇ παρὰ τὸ ἀναθρεῖν φησι κεκλῆσθαι λέγων· Ὁ δὲ ἄνθρωπος ἅμα ἑώρακε, τοῦτο δέ ἐστιν ὄπωπε, καὶ ἀναθρεῖ καὶ λογίζεται τοῦτο ὃ ὄπωπεν, ἵνα ᾖ ἀναθρῶν ἃ ὄπωπε. Πάλιν Ἑβραῖοι τὸν ἄνδρα ΕΙΣ καλοῦσι. παρῆκται δὲ αὐτοῖς τοὔνομα ἀπὸ τοῦ ΕΣ, δι’ οὗ σημαίνουσι τὸ πῦρ, ἵνα ᾖ παρὰ τὸ θερμὸν καὶ διάπυρον τῆς τοῦ ἀνδρὸς φύσεως ὁ ἀνὴρ ὠνομασμένος. ἡ δὲ γυνή, ἐπείπερ εἴρηται ἐκ τοῦ ἀνδρὸς εἰλῆφθαι, καὶ τὴν προσηγορίαν ἐπικοινωνεῖ τῷ ἀνδρί. ΕΣΣΑ γὰρ ἡ γυνὴ λέγεται παρ’ αὐτοῖς, ὥσπερ ΕΙΣ ὁ ἀνήρ. ὁ δὲ Πλάτων τὸν ἄνδρα παρὰ τὴν ἄνω ῥοὴν ὀνομάζεσθαι λέγει· καὶ ἐπιλέγει· Ἡ δὲ γυνὴ γονή μοι φαίνεται βούλεσθαι εἶναι. Πάλιν Μωσῆς τὸν οὐρανὸν ἐτύμως τῇ Ἑβραίων γλώσσῃ στερέωμα προσαγορεύει, παρὰ τὸ πρῶτον εἶναι μετὰ τὴν ἀσώματον καὶ νοερὰν οὐσίαν τοῦδε τοῦ κόσμου στερεὸν καὶ αἰσθητὸν σῶμα. ὁ δὲ Πλάτων τῷ οὐρανῷ φησιν ὀρθῶς ὄνομα κεῖσθαι διὰ τὸ ἄνω ὁρᾶν ποιεῖν. πάλιν Ἑβραῖοι τὸ μὲν ἀνωτάτω τοῦ θεοῦ κύριον ὄνομα ἄρρητον εἶναι καὶ ἄφθεγκτον οὐδὲ φαντασίᾳ διανοίας ληπτὸν εἶναί φασιν· αὐτὸ δὲ τοῦτο καθ’ ὃ θεὸν ὀνομάζο-μεν, Ἐλωεὶμ καλοῦσι, παρὰ τὸ ἤλ, ὡς ἔοικε· τοῦτο δ’ ἑρμηνεύουσιν ἰσχὺν καὶ δύναμιν· ὥστ’ εἶναι τοῦ θεοῦ τοὔνομα παρ’ αὐτοῖς ἀπὸ τῆς ἀμφ’ αὐτὸν δυνάμεώς τε καὶ ἰσχύος ἐπιλελογισμένον, δι’ ἧς νοεῖται παντοδύναμος καὶ πάντα ἰσχύων, ὡς ἂν τὰ πάντα συστησάμενος. ὁ δὲ Πλάτων θεὸν καὶ θεοὺς παρὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, τοὺς ἐν οὐρανῷ φωστῆρας ἐπικεκλῆσθαί φησι. Τοιαῦτα δή τινα, ὡς ἐν τύπῳ φάναι, τὰ παρ’ Ἑβραίοις καὶ τὰ παρὰ Πλάτωνι περὶ ὀρθότητος ὀνομάτων διηκρίβωται. καὶ τὰς ἐν ἀνθρώποις δὲ προσηγορίας μετά τινος διανοίας φησὶν ὁ Πλάτων τεθεῖσθαι καὶ τόν γε λόγον ἀποδιδόναι πειρᾶται, οὐκ οἶδ’ ὅπως τὸν μὲν Ἕκτορα κεκλῆσθαι εἰπὼν ἀπὸ τοῦ ἔχειν καὶ κρατεῖν, διὰ τὸ βασιλέα εἶναι τῶν Τρώων· τὸν δὲ Ἀγαμέ-μνονα διὰ τὸ ἄγαν μένειν καὶ τοῖς δόξασι περὶ τῶν Τρώων εὐτόνως καὶ καρ-τερῶς παραμένειν· τὸν δὲ Ὀρέστην διὰ τὸ ὀρεινὸν καὶ ἄγριον καὶ θηριῶδες τοῦ τρόπου· καὶ τὸν μὲν Ἀτρέα διὰ τὸ ἀτηρόν τινα γεγονέναι τὸ ἦθος· τὸν δὲ Πέλοπα οἷόν τινα οὐ τὰ πόρρω, ἀλλὰ μόνα τὰ πέλας καὶ ἐγγὺς ὁρῶντα· τὸν δὲ Τάνταλον ταλάντατόν τινά φησι διὰ τὰ περὶ αὐτὸν δυστυχήματα ση-μαίνειν. ταῦτα καὶ τοιαῦτα μυρία ἄλλα εὕροις ἂν εἰρημένα τῷ Πλά-τωνι, φύσει τεθεῖσθαι, ἀλλ’ οὐ θέσει τοῖς πρώτοις τὰ ὀνόματα διδάσκειν πειρωμένῳ. ἀλλ’ οὐ καὶ τὰ παρὰ Μωσεῖ βεβιασμένα ἂν εἴποις οὐδέ γε κατά τινα σοφιστικὴν εὑρεσιλογίαν πεποιημένα, μαθὼν ὡς ὁ μὲν παρ’ Ἑβραίοις Κάϊν ζῆλος παρ’ Ἕλλησι μεταλαμβάνεται, τούτου δ’ ἠξιώθη τοῦ προσρήματος ὁ δηλούμενος διὰ τὸ ζηλῶσαι τὸν ἀδελφὸν τὸν Ἄβελ. καὶ ὁ Ἄβελ δὲ ἑρμηνεύεται πένθος, τοῦ τοιοῦδε πάθους γεγονὼς καὶ αὐτὸς τοῖς γονεῦσιν αἴτιος, οἳ κατά τινα θειοτέραν προμήθειαν γενομένοις τοῖς παισὶ ταύτας τέθεινται ἐπωνυμίας. τί δ’ εἴ σοι τὸν Ἁβραὰμ παρα-φέροιμι; μετεωρολόγος τις οὗτος καὶ τῆς τῶν ἄστρων θεωρίας τῶν τε κατ’ οὐρανὸν μαθημάτων εἰδήμων τὸ πρίν, ὅτε τῆς Χαλδαϊκῆς μετεποιεῖτο σοφίας, γεγονὼς Ἅβραμ ἐκαλεῖτο· τοῦτο δ’ Ἑλλήνων φωνῇ πατέρα μετέωρον ση-μαίνει. ἀλλ’ ὁ θεός γε αὐτὸν τῶν τῇδε ἐπὶ τὰ ἀφανῆ καὶ τῶν ὁρωμένων ἐπέκεινα προάγων εὐθυβόλῳ κέχρηται μετωνυμίᾳ, Οὐκέτι, φήσας, κλη-θήσεται τὸ ὄνομά σου Ἅβραμ, ἀλλ’ Ἁβραὰμ ἔσται τὸ ὄνομά σου, ὅτι πα-τέρα πολλῶν ἐθνῶν τέθεικά σε. τοῦτο δὲ ὁποίας ἔχεται διανοίας μα-κρὸς ἂν εἴη λόγος. ἀπαρκεῖ δὲ κἀν τούτῳ τὸν Πλάτωνα μάρτυρα τοῦ λόγου παραθέσθαι, ὑπὸ θειοτέρας δυνάμεως ἔνια τῶν ὀνομάτων τεθεῖσθαι φάμενον. λέγει δ’ οὖν αὐτοῖς ῥήμασιν· Ἐσπουδάσθαι γὰρ ἐνταῦθα μάλιστα πρέπει τὴν θέσιν τῶν ὀνομάτων· ἴσως δὲ ἔνια αὐτῶν καὶ ὑπὸ θειοτέρας δυνάμεως ἢ τῆς τῶν ἀνθρώπων ἐγε-νήθη. Τοῦτό γέ τοι αὐτὸ διὰ πλειόνων καὶ ἡ παρ’ Ἑβραίοις ἱερὰ πιστοῦται γραφή· πρῶτός τε Μωσῆς ἁπάντων, ὃς ἐκ θειοτέρας δυνάμεως τὸν Ἁβραὰμ καὶ τὸν τούτου παῖδα τὸν Ἰσαὰκ καὶ ἔτι τὸν Ἰσραὴλ ἐπωνομάσθαι ἐδίδαξε. γέλως δὲ ὁ Ἰσαὰκ ἑρμηνεύεται, τὸ τῆς ἐναρέτου χαρᾶς ἐπαγόμενος σύμ-βολον, ἣν τοῖς θεοφιλέσι γέρας ἐξαίρετον δώσειν ὁ θεὸς ἐπήγγελται. ὁ δὲ τούτου παῖς Ἰσραὴλ ἦν μὲν τὸ πρὶν τὸ τοῦ Ἰακὼβ ὄνομα ἐπενηνεγμένος, ἀντὶ δὲ τοῦ Ἰακὼβ ὁ θεὸς αὐτῷ τὸ τοῦ Ἰσραὴλ ὄνομα δωρεῖται, τὸν ἀσκη-τὴν καὶ πρακτικὸν ἐπὶ τὸν θεωρητικὸν μεταστησάμενος. πτερνιστὴς γὰρ ὁ Ἰακὼβ ἑρμηνεύεται ὡς τὸν ἀρετῆς ἐναθλῶν ἀγῶνα· Ἰσραὴλ δὲ ὁρῶν θεόν, ὁποῖος ἂν εἴη ὁ γνωστικὸς καὶ θεωρητικὸς ἐν ἀνθρώπῳ νοῦς. τί με δεῖ νῦν τοῦ πανσόφου Μωσέως ἢ τῶν παρ’ Ἑβραίοις ἱερῶν λόγων διὰ μυ-ρίων ἄλλων τὴν ὀρθότητα τῆς τῶν οἰκείων ὀνομάτων θέσεως ἐξαπλοῦν, μακροτέρας σχολῆς δεομένων τῶν κατὰ τὸν τόπον; αὐτίκα δὴ καὶ τῶν πρώτων τῆς γραμματικῆς στοιχείων Ἕλληνες μὲν οὐκ ἂν ἔχοιεν τὰς ἐτυμολο-γίας εἰπεῖν, οὐδ’ αὐτός γ’ ἂν φαίη Πλάτων τὸν λόγον ἢ τὸν λογισμὸν τῶν φωνηέντων ἢ τῶν συμφώνων. Ἑβραίων δ’ ἂν εἴποιεν παῖδες τοῦ τε Ἄλφα τὴν αἰτίαν, ὃ παρ’ αὐτοῖς καλεῖται Ἄλφ, τοῦτο δὲ σημαίνει μάθησιν· καὶ τὸ Βῆτα, ὅπερ Βὴθ φίλον αὐτοῖς προσαγορεύειν, οὕτω δὲ τὸν οἶκον ὀνομάζουσιν· ὥστε δηλοῦν τὴν διάνοιαν μάθησις οἴκου, ὡσεὶ σαφέστερον ἐλέγετο διδαχή τις καὶ μάθησις οἰκονομίας. καὶ τὸ Γάμμα δὲ παρ’ αὐτοῖς κέκληται Γίμελ· οὕτω δὲ τὴν πλήρωσιν ὀνομάζουσιν. εἶτ’ ἐπειδὴ τὰς δέλτους Δὲλθ καλοῦσι, τὸ τέταρτον στοιχεῖον οὕτω προσεῖπον, ὁμοῦ διὰ τῶν δύο στοιχείων σημαίνοντες ὡς ὅτι ἡ ἔγγραφος μάθησις πλήρωσίς ἐστι δέλτων. ἐπιὼν δέ τις καὶ τὰ λοιπὰ τῆς γραμματικῆς στοιχεῖα, μετά τινος αἰτίας καὶ λογισμοῦ εὕροι ἂν ἕκαστα παρ’ αὐτοῖς ὠνομασμένα, ἐπεὶ καὶ τῶν ἑπτὰ φωνηέντων τὴν ἐπὶ ταὐτὸ σύνθεσιν μιᾶς τινος ἀπορρή-
λογικὸν τῆς πρὸς τὸ θνητὸν καὶ ἄλογον συμπλοκῆς ἕνεκα. Τὸ μὲν γὰρ πάντη καθαρὸν, καὶ ἀσώματον, καὶ θεῖον, καὶ λογικόν, οὐ μόνον τῶν πρόσθεν γενο- μένων τὴν μνήμην, ἀλλὰ καὶ τῶν μελλόντων ἔσεσθαι τὴν γνῶσιν δι᾿ ἄκραν ἀρετὴν θεωρίας περιείληφε· τὸ δ' ἐν σαρξὶ πεπιλημένον, ὀστέοις τε καὶ νεύροις και τα πε παραμένονα, ὄγκον τε μέγαν καὶ βαρὺν ἐπ- ηχθισμένον τὸ σῶμα, λήθης πολλῆς καὶ ἀμαθείας συνιδὼν ὁ παρ' Εβραίοις λόγος, εὐθυβόλῳ κέκληκε προσρήματι, Ενὼς ἐπονομάσας, ὅπερ δηλοῖ τὸν ἐπι λήσμονα. Κεῖται γοῦν παρά τινι προφήτῃ· « Τί ἐστι ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;» Ανθ᾽ οὗ τὸ Ἑβραϊκὸν ἐπὶ μὲν τῆς πρώτης τοῦ ἀνθρώπου κλήσεως τὸ Ενώς περιείληφεν· ὡσεὶ ἔλεγε σαφέστερον· Τί οὗτός ἐστιν ὁ ἐπιλήσμων, ὅτι σὺ, ὦ Θεέ, μιμνήσκῃ αὐτοῦ, καίπερ Β ὄντος ἐπιλήσμονος ; Τὸ δὲ, « "Η υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; ». Η υἱὸς Ἀδὰμ » κεῖται παρὰ τοῖς δηλουμένοις· ὡς εἶναι τὸν αὐτὸν καὶ Ἀδὰμ καὶ Ἐνώς· τοῦ μὲν σαρκικοῦ διὰ τοῦ ᾿Αδάμ, τοῦ δὲ λο- γικοῦ διὰ τοῦ Ἐνώς παρισταμένου. Καὶ τὰ μὲν Ἑβραίων λόγια οὕτω πως διαιρεῖ τὴν ἐτυμολογίαν. Ὁ δὲ Πλάτων τὸν ἄνθρωπον τῇ Ἑλλήνων φωνῇ παρὰ τὸ ἀναθρεῖν φησι κεκλῆσθαι, λέγων· Ὁ δὲ ἄνθρω- πος ἅμα ἑώρακε, τοῦτο δέ ἐστι ὅπωπε, καὶ ἀναθρεῖ καὶ λογίζεται τοῦτο δ ὅπωπεν, ἵνα ᾗ ἀναθρῶν & όπωπε. › Πάλιν Ἑβραῖοι τὸν ἄνδρα ἷς καλοῦσι. Παρο ἧκται δὲ αὐτοῖς τοὔνομα ἀπὸ τοῦ ἐς, δι' οὗ σημαί νουσι τὸ πῦρ, ἵνα ᾗ παρὰ τὸ θερμὸν καὶ διάπυρον τῆς τοῦ ἀνδρὸς φύσεως ὁ ἀνὴρ ὠνομασμένος. Ἡ δὲ γυνή, ἐπείπερ εἴρηται ἐκ τοῦ ἀνδρὸς εἰλῆφθαι, καὶ τὴν προσηγορίαν ἐπικοινωνεῖ τῷ ἀνδρί. Ἰσσὰ γὰρ ἡ γυνή λέγεται παρ' αὐτοῖς, ὥσπερ ἷς ὁ ἀνήρ. Ὁ δὲ Πλάτων τὸν ἄνδρα ο παρὰ τὴν ἄνω βοὴν ὀνομάζεσθαι λέγει. Καὶ ἐπιλέγει· « Ἡ δὲ γυνὴ γονή μοι φαίνεται βούλε- σθαι εἶναι. » Πάλιν Μωσῆς τὸν οὐρανὸν ἐτύμως τῇ Εβραίων γλώσσῃ στερέωμα προσαγορεύει, παρὰ τὸ πρῶτον εἶναι, μετὰ τὴν ἀσώματον καὶ νοερὰν οὐσίαν, τοῦδε τοῦ κόσμου στερεὸν καὶ αἰσθητὸν σῶμα. Ὁ δὲ Πλάτων τῷ οὐρανῷ φησιν ὀρθῶς ὄνομα κεῖσθαι, διὰ τὸ ἄνω ὁριν ποιεῖν. Πάλιν Ἑβραῖοι τῷ μὲν ἀνωτάτῳ (29') τοῦ Θεοῦ κύριον ὄνομα ἄῤῥητον εἶναι καὶ ἄφθεγκτον, οὐδὲ φαντασίᾳ διανοίας ληπτόν· αὐτὸ δὲ τοῦτο καθ᾽ ὅ θεὸν ὀνομάζομεν, Ἐλωΐμ καλοῦσι, παρὰ τὸ ἢλ (50), ὡς ἔοικε· τοῦτο δὲ ἑρμηνεύουσι ἰσχὺν, καὶ δύναμιν ὥστ᾽ εἶναι τοῦ Θεοῦ τοὔνομα παρ' αὐτοῖς, ἀπὸ τῆς ἀμφὶ αὐτὸν δυνάμεώς τε καὶ ἰσχύος ἐπιλελογισμένον, δι' ἧς νοεῖται παντοδύναμος, καὶ πάντα ἰσχύων, ὡς ἂν τὰ πάντα συστησάμενος. Ὁ δὲ Πλάτων Θεὸν καὶ θεούς, παρὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, τοὺς ἐν οὐρανῷ φωστῆρας κεκλῆσθαί φησι. Τοιαῦτα δὴ τινα, ὡς ἐν τύπῳ φάναι, τὰ παρ' Εβραίοις καὶ παρὰ Πλά- των περὶ ὀρθώσεως ονομάτων διηκρίβωται. Καὶ τὰς ἐν ἀνθρώποις δὲ προσηγορίας μετά τινος διανοίας φησὶν ὁ Πλάτων τεθεῖσθαι· καὶ τόν γε λόγον ἀποδι " Με., καταπεπαρμένον. (29') Τῷ ἀνωτάτῳ. τὸ ἀνωτάτω, όνομα. Επιτ. • ο ἄνθρωπον, παρὰ τὸ ἀναθρεῖν, (όπωπε άνθρωπος ἀναθρῶν ἃ όπωπε, ἄνδρα, παρὰ τὴν ἄνω βοήν, Γυνή γονή, PRÆPAR. EVANG. LIB. XI. « B A is a Mose Adamus vere ac proprie diceretur. Quan- Psal. viii, 5. • Sic editi. Forte legendum quod referatur ail quam et alia quoque appellationis hujus ratio esse potest, quasi ex rubro colore ducatur, et corporis naturam repræsentet. Cæterum hominem quidem Hebræi, sed terrenum, atque ex terra fictum na- tuinque, vel ex corpore carneque conflatum Adami nomine significant at hominem dum proprie ap- pellare volunt, vocem Enos usurpare solent, qua homo ille noster ratione præditus, atque ab terreno Adamo natura sejunctus exprimatur. Hoc etiam Enos singulare habet, ut immemorem Græca lingua signilicet. Enimvero id ei parti nostræ, quæ ad- junctam rationem habet, propter ejus ćum mortali et rationis experte commercium, usu venit. Nam id sane, quod purum omnnino, quod sine corpore, quod divinum ac ratione præditum est, non præter- itorum modo memoriam, sed etiam futurorum co- gnitionem, ob vim contemplandi summam con- plectitur. Quod autem carni tanquam luto immer- sum est, quod ex ossibus nervisque compactum, quod imposito corpore, velut ingenti quadam mole oppressum, id cum Hebræus multa cum oblivione, tum imperitia laborare intelligeret, Enos conve- nienti admodum, et oblivionem significante nomine appellavit. Et quidem apud aliquem prophetam legimus * : • Quid est homo, quod memor es ejus ? aut filius hominis, quoniam visitas eum ? » Quo loco Hebraica lingua pro illa priori hominis appel- latione, vocem Enos adhibuit ; quasi clarius dice- ret: Quid obliviosus iste est, ut ejus, Deus, meminisse velis, cum usque adeo sit immemor ? Quod autem subjungitur, • aut filius honi- nis, quoniam visitas eum ? » Hebræi legunt, c aut filius Adam. › Ita cum unum et eumdem vox utra- que significet, corporeus tamen Adami, Enos vero nomine, ratione præditus designatur. Atque hunc in modum Hebraicæ litteræ ambarum vocum ety- mologiam distinguunt. At vero Plato, hominem, Græca lingua a con- templando nominatum esse contendit : « Homo enim, inquit, simul atque vidit aliquid Græci di- cunt ), id ipsum quod viderit, contemplatur ac se- cum ipse reputat, ut dicatur, quasi contemplans ea quæ viderit. » Vi p rum præterea Hebræi vocant is ; quod nomen ab es, quod ignem significat, derivatur, ut viri nomen ab calida et ignea viri natura inditum fuerit. Mulier vero, uti ex viro sumpta perhibetur, ita in ejus nominis communionem vocata est; issa enim ab illis nuncupatur, ut vir is. At Plato, cum virum, hoc est ab superiore defluxu dictum esse defendit, tum ita subjungit : « autem, mulier, quasi fetus, aut senen appellata mili videtur. Rursus Moses cœlum vere ac proprie fir- mamentum Hebraica voce nuncupat, quod secun- C . unde nascitur quod præter fortitudinem, etiam fortem, Deumque significat. (30) Παρὰ τὸ ἦλ. Recte. Est enim si fortitudo
PG 21:863του προσηγορίας περιέχειν φασὶν ἐκφώνησιν, ἣν διὰ τεσσάρων στοιχείων παῖδες Ἑβραίων σημειούμενοι ἐπὶ τῆς ἀνωτάτω τοῦ θεοῦ δυνάμεως κατα-τάττουσιν, ἄλεκτόν τι τοῖς πολλοῖς καὶ ἀπόρρητον τοῦτ’ εἶναι παῖς παρὰ πατρὸς εἰληφότες. καὶ τῶν παρ’ Ἕλλησι δὲ σοφῶν οὐκ οἶδ’ ὁπόθεν τις τοῦτο μαθὼν ᾐνίξατο, ὧδέ πη δι’ ἐπῶν φήσας· ἑπτά με φωνήεντα θεὸν μέγαν ἄφθιτον αἰνεῖ γράμματα, τὸν πάντων ἀκάματον πατέρα. εἰμὶ δ’ ἐγὼ πάντων χέλυς ἄφθιτος, ἣ τὰ λυρώδη ἡρμοσάμην δίνης οὐρανίοιο μέλη. εὕροις δ’ ἂν καὶ τῶν λοιπῶν παρ’ Ἑβραίοις στοιχείων, ἐπιστήσας ἑκάστῳ, τὰ σημαινόμενα· τοῦτο δὲ ἤδη καὶ διὰ τῶν πρόσθεν ἡμῖν συνέστη, ὁπηνίκα παρὰ βαρβάρων τὰ πάντα ὠφελῆσθαι τοὺς Ἕλληνας ἀπεδείκνυμεν. πολ-λὴν δ’ ἄν τις καταμάθοι, τὴν Ἑβραίων γλῶτταν πολυπραγμονῶν, ὀνομάτων ὀρθότητα παρὰ τοῖς ἀνδράσι φερομένην, ἐπεὶ καὶ αὐτὸ τοῦ παντὸς ἔθνους τὸ προσηγορικὸν ὄνομα ἀπὸ τοῦ Ἕβερ τὸ παρωνύμιον εἴληφε· σημαίνει δὲ τοῦτο τὸν διαπερῶντα, ἐπεὶ καὶ διάβασις καὶ διαπερῶν τῇ Ἑβραίων φωνῇ Ἕβερ ὀνομάζεται. διδάσκει δὲ ὁ λόγος περᾶν καὶ διαβαίνειν ἀπὸ τῶν τῇδε ἐπὶ τὰ θεῖα μηδαμῶς τε ἐναπομένειν καὶ ἵστασθαι ἐπὶ τῇ θέᾳ τῶν ὁρω-μένων, ἀπὸ δὲ τούτων ἐπὶ τὰ ἀφανῆ καὶ ἀόρατα τῆς περὶ τοῦ τῶν ὅλων ποιη-τοῦ τε καὶ δημιουργοῦ θεολογίας διαβαίνειν. ταύτη τοι τοὺς πρώτους μόνῳ τῷ πανηγεμόνι καὶ αἰτίῳ τῶν ὅλων ἀνακειμένους εὐσεβείᾳ τε καθαρᾷ καὶ ἀληθεῖ προσανέχοντας Ἑβραίους ἐφώνουν, περατικούς τινας καὶ διαβεβη-κότας τῇ διανοίᾳ τοὺς τοιούσδε ἀποκαλοῦντες. τί με δεῖ νῦν ἐπὶ πλεῖον μηκύνειν τὰ πάντα συνάγοντα τῆς τῶν Ἑβραϊκῶν ὀνομάτων ὀρθότητός τε καὶ ἀκριβείας, τοῦ προβλήματος οἰκείας δεομένου πραγματείας; πλὴν ὡς ἐν τύπῳ φάναι, ἡγοῦμαι καὶ διὰ τῶν λεχθέντων τῆς παρ’ Ἑβραίοις λογικῆς διδασκαλίας τὴν ἀπόδειξιν παρεσχηκέναι, εἰ δὴ κατὰ τὸν Πλάτωνα οὐ φαύ-λων ἦν ἀνδρῶν οὐδὲ τῶν τυχόντων, ἀλλὰ σοφοῦ καὶ διαλεκτικοῦ τινος νομο-θέτου φύσιν ὀνομάτων οἰκείαν τοῖς πράγμασιν εὑρέσθαι, οἷος ἡμῖν ὁ Μω-σῆς καὶ τὰ Ἑβραίων ἀποδέδεικται λόγια. τί δὴ οὖν μετὰ τὰ λογικὰ ἕπεται ἢ τὰ φυσικὰ ἐπισκέψασθαι, ὅπως ποτὲ καὶ περὶ ταῦτα εἶχον Ἑβραίων παῖδες; η. ΠΕΡΙ ΤΗΣ ΚΑΘ’ ΕΒΡΑΙΟΥΣ ΦΥΣΙΟΛΟΓΙΑΣ Καὶ τὸ τρίτον δὲ μέρος τῆς καθ’ Ἑβραίους φιλοσοφίας (τοῦτο δ’ ἦν τὸ φυσικόν, διαιρούμενον καὶ παρ’ αὐτοῖς εἴς τε τὴν τῶν νοητῶν καὶ ἀσωμά-των ἐποπτείαν καὶ εἰς τὴν τῶν αἰσθητῶν φυσιολογίαν) οἱ κατὰ πάντα τέ-λειοι προφῆται ᾔδεσάν τε καὶ τοῖς οἰκείοις, ὅτε δὴ καιρὸς ἐκάλει, κατεμί-γνυον λόγοις, οὐ στοχασμοῖς καὶ θνητῆς διανοίας ἐπιτηδεύσει μαθόντες οὐδ’ ἐπὶ διδασκάλοις ἀνδράσι σεμνυνόμενοι, θεοφορήσει δὲ κρείττονος δυνά-μεως καὶ θείου πνεύματος ἐπιπνοίᾳ τὴν γνῶσιν ἀνατιθέντες. ἔνθεν μυρία μὲν αὐτοῖς περὶ τῶν μελλόντων τεθέσπιστο, μυρία δὲ περὶ τῆς τοῦ παν-τὸς συστάσεως πεφυσιολόγητο, καὶ αὖ πάλιν μυρία περὶ ζῴων φύσεως διεί-ληπτο, πλεῖστα δὲ ὅσα καὶ περὶ φυτῶν ταῖς οἰκείαις ἕκαστος προφητείαις καταβέβλητο. Μωσῆς δὲ καὶ λίθων δυνάμεις εὖ μάλα ἐξεπιστάμενος οὐ παρέργως ἐπὶ τῆς τοῦ ἀρχιερέως στολῆς τῇ τούτων κέχρητο θεωρίᾳ. καὶ αὖ πάλιν Σολομῶν, εἰ καί τις ἄλλος, ἐν τῇ περὶ τούτων διαπρέψαι φυσιο-λογίᾳ πρὸς τῆς θείας μαρτυρεῖται γραφῆς, ὧδε περιεχούσης· Καὶ ἐλάλησε Σολομῶν τρισχιλίας παραβολάς, καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι, καὶ ἐλάλησε περὶ τῶν ξύλων, ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως ὑσσώ-που τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου. καὶ ἐλάλησε περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων, καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σολομῶν καὶ παρὰ πάντων τῶν βασιλέων τῆς γῆς, ὅσοι ἤκουσαν τὴν σοφίαν αὐτοῦ. ἐντεῦθεν ὁρμώμενος καὶ ὁ τὴν πανάρετον σοφίαν εἰς αὐτοῦ πρόσωπον ἀναθεὶς ἔφη· Αὐτὸς γάρ μοι ἔδωκε τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοι-χείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶν ἀλλαγὰς καὶ μετα-βολὰς καιρῶν, ἐνιαυτοῦ κύκλους καὶ ἀστέρων θέσεις, φύσεις ζῴων καὶ θυ-μοὺς θηρίων, πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων, διαφορὰς φυ-τῶν καὶ δυνάμεις ῥιζῶν ὅσα τέ ἐστι κρυπτὰ καὶ ἀφανῆ ἔγνων. ἡ γὰρ πάν-των τεχνῖτις ἐδίδαξέ με σοφία. πάλιν τε ὁ αὐτὸς Σολομῶν τὴν ῥευ-στὴν τῶν σωμάτων οὐσίαν φυσιολογῶν ἐν Ἐκκλησιαστῇ φησι· Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; καὶ ἐπιλέγει· Τί τὸ γεγονός; αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον. καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον. ταῦτα γὰρ αὐτῷ καὶ τὰ τοιαῦτα πεφυσιολόγητο περὶ τῆς σωματικῆς οὐσίας. εὕροις δ’ ἂν ἐπιὼν καὶ τοὺς ἄλλους Ἑβραίων σοφοὺς τῆς ὁμοίας οὐκ ἀμοίρους ἐπιστήμης. φυτῶν γοῦν, ὡς ἔφην ἤδη πρότερον, μυρία καὶ ζῴων πέρι, χερσαίων τε καὶ ἐνύδρων, καὶ προσέτι πτηνῶν φύσεως εἴρηται αὐτοῖς. ναὶ μὴν καὶ περὶ τῶν ἐν οὐρανῷ ἄστρων, ἐπεὶ καὶ Ἄρκτου καὶ Πλειάδος Ὠρίωνός τε καὶ Ἀρκτούρου, ὃν Ἀρκτοφύλακα καὶ Βοώτην ὀνομάζειν Ἕλλησι φίλον, μνήμη τις οὐχ ἡ τυ-χοῦσα τοῖς τῶν δηλουμένων ἐμφέρεται γράμμασιν. ἀλλὰ καὶ τὰ περὶ συ-στάσεως κόσμου τά τε περὶ τῆς τοῦ παντὸς τροπῆς τε καὶ ἀλλοιώσεως ψυχῆς τε περὶ οὐσίας καὶ λογικῶν ἁπάντων φύσεως ὁρωμένης τε καὶ ἀφανοῦς δημιουργίας τῆς τε καθόλου προνοίας καὶ τούτων ἔτι πρότερον τὰ περὶ τοῦ πρώτου τῶν ὅλων αἰτίου τῆς τε τοῦ δευτέρου θεολογίας καὶ τῶν ἄλλων τῶν διανοίᾳ μόνῃ ληπτῶν τοὺς λόγους καὶ τὰς θεωρίας εὖ μάλα καὶ ἀκριβῶς περιειλήφασιν, ὡς μὴ ἂν ἁμαρτεῖν τοὺς μετὰ ταῦτα παρ’ Ἕλλησι τὴν τού-των φύσιν ἀνηρευνηκότας πρεσβύταις οἷα νεωτέρους κατηκολουθηκέναι φάναι. ταῦτα μὲν δὴ καὶ περὶ τῆς τοῦ παντὸς φυσιολογίας. διχῆ δὲ καὶ τὸν περὶ τούτων διαστειλάμενοι λόγον, τὸν μὲν περὶ τῶν αἰσθητῶν οὐκ εἰς ἄκρον ᾤοντο δεῖν εἰς τοὺς πολλοὺς ἐκφέρειν οὐδέ γε τὰς αἰτίας τῆς τῶν ὄντων φύσεως τὸ δημῶδες πλῆθος ἐκδιδάσκειν, πλὴν ὅσον ἦν ἀναγκαῖον εἰδέναι, ὅτι γε μὴ ἀπηυτομάτισται τὸ πᾶν μηδ’ εἰκῆ καὶ ὡς ἔτυχεν ἐξ ἀλόγου φορᾶς ὑφέστηκεν, ἄγεται δ’ ὑφ’ ἡνιόχῳ θεοῦ λόγῳ καὶ δυνάμει σοφίας ἀρρήτου διακυβερνᾶται. περὶ δὲ τῶν νοητῶν, ὅτι μέν ἐστι καὶ τίνα ὅπη τε διατάξεως ἔχει δυνάμεώς τε καὶ διαφορᾶς, εἴρηται μὲν καὶ ταῖς ἱεραῖς βίβλοις ἐγκαταβέβληται εἰς ἐξάκουστόν τε τοῖς πᾶσι παραδέδοται, καθ’ ὅσον εἰδέναι χρῆν τοὺς εὐσεβείας μεταποιουμένους εἰς ἀνάληψιν εὐλαβοῦς καὶ σώφρονος βίου. τὸν δὲ δὴ βαθὺν καὶ λεληθότα περὶ τούτων λόγον ἐν ἀπορρήτοις ζητεῖν τε καὶ διδάσκεσθαι κατελίμπανον τοῖς οἵοις τε τὰ τοιάδε μυεῖσθαι. βραχέα δέ, ὡς ἐν τύπῳ φάναι, εὖ ἂν ἔχοι καὶ τῆς τούτων διελθεῖν ἐποπτείας τόν τε Πλάτωνα κἀν τούτῳ τὰ φίλα πεφρονηκότα τοῖς δηλουμέ-νοις παραστῆσαι. θ. ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΝΟΗΤΩΝ ΦΥΣΙΟΛΟΓΙΑΣ Οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τῆς τῶν νοητῶν καὶ ἀσωμάτων παιδεύσεώς τε καὶ θεωρίας τῷ πανσόφῳ Μωσεῖ καὶ τοῖς Ἑβραίων προφήταις Πλάτων ὁ θαυμάσιος ἐπηκολουθηκέναι διὰ τῶν οἰκείων φωνῶν ἐστι δῆλος, εἴτ’ ἐξ ἀκοῆς εἰς αὐτὸν ἡκούσης μαθών (ἐπεὶ καὶ συνίσταται παρ’ Αἰγυπτίοις τηνι-
διαπερῶντα· ἐπεὶ καὶ διάβασις καὶ διαπερῶν τῇ 'Εβραίων φωνῇ Ἔβερ ὀνομάζεται. Διδάσκει δὲ ὁ λόγος περᾷν καὶ διαβαίνειν ἀπὸ τῶν τῇδε ἐπὶ τὰ θεῖα, μηδαμῶς τε ἐναπομένειν καὶ ἴστασθαι ἐπὶ τῇ θέᾳ τῶν ὁρωμένων· ἀπὸ δὲ τούτων ἐπὶ τὰ ἀφανῆ καὶ ἀόρατα τῆς περὶ τοῦ τῶν ὅλων ποιητοῦ τε καὶ δημιουργοῦ θεολογίας διαβαίνειν. Ταύτῃ τοι τοὺς πρώτους μόνῳ τῷ πανηγεμόνι καὶ αἰτίῳ τῶν ὅλων άνακειμένους, εὐσεβείᾳ τε καθαρᾷ καὶ ἀληθεῖ προς- ανέχοντας, Εβραίους ἐφώνουν, περατικούς τινας καὶ διαβεβηκότας τῇ διανοίᾳ τοὺς τοιούτους ἀποκα λοῦντες. Καὶ τί με δεῖ ἐπὶ πλεῖον μηκύνειν, τὰ πάντα συνάγοντα τῆς τῶν Ἑβραίων ὀνομάτων ὀρθότητές τε καὶ ἀκριβείας, τοῦ προβλήματος οἰκείας δεομένου πραγματείας ; Πλὴν, ὡς ἐν τύπῳ φάναι, ἡγοῦμαι καὶ διὰ τῶν λεχθέντων τῆς παρ᾽ Ἑβραίοις λογικῆς δι- δασκαλίας τὴν ἀπόδειξιν παρεσχηκέναι· εἰ δή, κατὰ τὸν Πλάτωνα, οὐ φαύλων ἦν ἀνδρῶν οὐδὲ τῶν τυχόν των, ἀλλὰ σοφοῦ καὶ διαλεκτικοῦ τινος νομοθέτου, φύσιν ονομάτων οἰκείαν τοῖς πράγμασιν εὑρέσθαι, οἷος ἡμῖν ὁ Μωσῆς καὶ τὰ Εβραίων ἀποδέδεικται λό για. Τί δὴ οὖν μετὰ τὰ λογικὰ ἕπεται, ἢ τὰ φυσικά ἐπισκέψασθαι, ὅπως ποτὲ καὶ περὶ ταῦτα εἶχαν Ἑβραίων παῖδες ; Εβερ τὸ παρώνυμον είληφε. Σημαίνει δὲ τοῦτο τὸν Β ΚΕΦΑΛΑΙΟΝ Ζ'. Περὶ τῆς καθ' Ἑβραίους φυσιολογίας. Καὶ τὸ τρίτον δὲ μέρος τῆς καθ᾽ Ἑβραίους φιλοσο φίας (τοῦτο δ' ἦν τὸ φυσικὸν, διαιρούμενον καὶ παρ' αὐτοῖς εἰς τε τὴν τῶν νοητῶν καὶ ἀσωμάτων ἐπ οπτείαν, καὶ εἰς τὴν τῶν αἰσθητῶν φυσιολογίαν) οι κατὰ πάντα τέλειοι προφῆται ᾔδεσάν τε, καὶ τοῖς οἰκείοις, ὅτε δὴ καιρὸς ἐκάλει, κατεμίγνυον λόγοις οὐ στοχασμοῖς καὶ θνητῆς διανοίας ἐπιτηδεύσει μα θόντες, οὐδ᾽ ἐπὶ διδασκάλοις ἀνδράσι σεμνυνόμενοι, θεοφορήσει δὲ κρείττονος δυνάμεως, καὶ θείου Πνεύ ματος ἐπινοίᾳ τὴν γνῶσιν ἀνατιθέντες. Ενθεν μυρία μὲν αὐτοῖς περὶ τῶν μελλόντων τεθέσπιστο, μυρία δὲ περὶ τῆς τοῦ παντὸς συστάσεως πεφυσιολόγητο· καὶ αὖ πάλιν μυρία περὶ ζώων φύσεως διείληπτοι πλεί- στα δὲ ὅσα καὶ περὶ φυτῶν ταῖς οἰκείαις ἕκαστος προφητείαις κατεβέβλητο. Μωσῆς δὲ, καὶ λίθων δι νάμεις εὖ μάλα ἐξεπιστάμενος, οὐ παρέργως ἐπὶ τῆς τοῦ ἀρχιερέως στολῆς τῇ τούτων κέχρητο θεωρίᾳ· καὶ αὖ πάλιν Σολομών, εἰ καί τις ἄλλος, ἐν τῇ τούτων διαπρέψαι φυσιολογία πρὸς τῆς θείας μαρτυρεῖται Γραφῆς, ὧδε περιεχούσης· « Καὶ ἐλάλησε Σολομών τρισχιλίας παραβολάς, καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεν τακισχίλιαι. Καὶ ἐλάλησε περὶ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου. Καὶ ἐλάλησε περὶ τῶν κτηνῶν, καὶ περὶ τῶν πετεινῶν, καὶ περὶ τῶν ἑρπετῶν, καὶ περὶ τῶν ἰχθύων. Καὶ παρεγένοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σολομῶντος, καὶ EUSEBI CÆSARIENSIS OPP. PARS II. AFOLOGETICA. - gentis universa nomine constare potest, quod al A Hebere derivatur. Transeuntem enim significat, cum et transitum et transeuntem Hebraica lingua, voce unica, Heber appellet. Et ea quidem nominis hujus ratio est, uti ab rerum præsentium vanitate ad di- vinarum studia sese conferre, nec in eorum, quæ videntur, contemplatione ullo modo acquiescere ac sistere, sed ab iis potius ad semota illa penitusque recondita de universi Conditore ac molitore, theo logiæ mysteria transire doceantur. Ita plane primos. illos qui sese præpotenti rerum omnium modera- tori auctorique Deo consecrarent, et sinceram veramque religionem diligenter excolerent, He- fraos, quasi mente transeuntes ac trajicientes nuncuparunt. Sed quorsum in colligenda. nominum apud Hebræos omnium proprietate, maturaque ad- modum impositione diutius immoremur, cum ad banc quaestionem integra quædam ac singularis opera requiratur? Caterum, mihi quidem videor, quomodo saltem informanda re fieri potuit, He- bræorum in disserendo vim atque facultatem, vel paucis iis, quæ abs me commemorata sunt, satis illustrasse siquidem ea Platonis sententia placet, dum is plebeiorum ac vulgarium hominum esse negat, propria nativaque rerum nomina invenire, sed tantum sapientis legislatoris, et scienter periteque ratiocinantis, qualem profecto cum Mosem îpsum, tum Hebraicorum oraculorum vim esse demonstravi. Quid ergo proximum est, nisi ut quem- admodum ipsi de rerum natura philosophati sint, exquiramus? CAPUT VII. De naturali Hebræorum philosophia. Tertiam hanc Hebraicæ philosophiæ partein, quæ naturalis vocatur, quæque ab iisdem quoque, in rerum sola mente perceptarum, et corporis omnis expertium contemplationem, et in earum, quæ sen- sibus usurpantur, tractationem dividitur, laudatis- sini prophetæ cum noverant ipsi per sese, tum, ubi postularet occasio, suis passim oraculis asperge- bant: quam illi tamen neque conjecturis quibus- dam, aut mortalis cogitationis industria didicerant, neque ullius sese humani præceptoris auctoritate jactabant : sed divinæ cuidam superioris potestatis vi, divinique Spiritus allatui totam illam cognitio- C nem acceptam ferebant. Quem illi quidem secuti, D ut de rebus futuris infinita divinitus prædixerunt, sic etiam et de universi molitione infinita, quo mo- do natura postulabat, disputarunt, et de animantium ipsarum naturis infinita tractarunt ; quibus et sex- centa de plantis in suis quique prophetiis addide- runt. Et sane Moses, qui lapidum etiam vires appri- me calleret, non obiter aut perfunctorie, cum de summi sacerdotis cultu dissereret, in eorum con- sideratione versatus est. At vero Salomon, si quis- quam alius, in hac physiologiæ parte summam om- nino laudem est, vel ipso divinæ Scripturæ testi- monio, consecutus. Sic enim illa : • Locutus est quoque Salomon, inquit, tria millia parabolas, et fuerunt carmina ejus quinque et mille. Et disputa- ·