Excerpts from Theophylact Simocatta on Embassies of the Romans to NationsExcerpta ex Theophylacto Simocatta de legationibus Romanorum ad gentes
Excerpts from the Same on Embassies of Nations to the RomansExcerpta ex edoem de legationibus gentium ad Romanos
Argument of Book I of the Virtues and Vices of Constantine PorphyrogenitusArgumentum libri primi de virtutibus et vitiis Constantinni Porphyrogeniti
Notes of Henri de Valois on Excerpts of EmbassiesNotæ Henrici Valesii in excerpta de legationibus
Second witness · khazarzar edition
De legationibus ̔Υπόθεσις τοῦ περὶ πρέσβεων τεύχους Ῥωμαίων πρὸς ἐθνικούς. Προοίμιον. Ὅσοι τῶν πάλαι ποτὲ βασιλέων τε καὶ ἰδιωτῶν μὴ τὸν νοῦν παρεσύρησαν ἡδοναῖς, ἢ κατεμαλακίσθησαν, ἀλλὰ τὸ τῆς ψυχῆς εὐγενὲς ἀκηλίδωτον ἀρετῇ συνετήρησαν, οὗτοι δὴ οὗτοι καὶ πόνοις ἐνεκαρτέρησαν καὶ λόγοις ἐνησχολήθησαν, καὶ ἄλλος ἄλλο τι τῶν ὅσοι λογικώτερον ἐπεβίωσαν παιδείας ἐρασταὶ γεγονότες σπουδαιότερόν τινα συνεγράψαντο, τοῦτο μὲν τῆς σφῶν αὐτῶν πολυμαθίας δεῖγμα ἐναργὲς τοῖς μετέπειτα καταλιπεῖν ἱμειρόμενοι, τοῦτο δὲ καὶ εὔκλειαν ἀείμνηστον ἐκ τῶν ἐντυγχανόντων καρπώσασθαι μνώμενοι. ἐπεὶ δὲ ἐκ τῆς τῶν τοσούτων ἐτῶν περιδρομῆς ἄπλετόν τι χρῆμα καὶ πραγμάτων ἐγίγνετο καὶ λόγων ἐπλέκετο, ἐπ' ἄπειρόν τε καὶ ἀμήχανον ἡ τῆς ἱστορίας ηὐρύνετο συμπλοκή, ἔδει δ' ἐπιρρεπέστερον πρὸς τὰ χείρω τὴν τῶν ἀνθρώπων προαίρεσιν μετατίθεσθαι χρόνοις ὕστερον καὶ ὀλιγώρως ἔχειν πρὸς τὰ καλὰ καὶ ῥᾳθυμότερον διακεῖσθαι πρὸς τὴν τῶν φθασάντων γενέσθαι κατάληψιν, κατόπιν γινομένης τῆς ἀληθοῦς ἐπιτεύξεως, ὡς ἐντεῦθεν ἀδηλίᾳ συσκιάζεσθαι τὴν τῆς ἱστορίας ἐφεύρεσιν, πῆ μὲν σπάνει βίβλων ἐπωφελῶν, πῆ δὲ πρὸς τὴν ἐκτάδην πολυλογίαν δειμαινόντων καὶ κατορρωδούντων, ὁ τῆς πορφύρας ἀπόγονος Κωνσταντῖνος, ὁ ὀρθοδοξότατος καὶ χριστιανικώτατος τῶν πώποτε βεβασιλευκότων, ὀξυωπέστερον πρὸς τὴν τῶν καλῶν κατανόησιν διακείμενος καὶ δραστήριον ἐσχηκὼς νοῦν ἔκρινε βέλτιστον εἶναι καὶ κοινωφελὲς τῷ τε βίῳ ὀνησιφόρον, πρότερον μὲν ζητητικῇ διεγέρσει βίβλους ἄλλοθεν ἄλλας ἐξ ἁπάσης ἑκασταχοῦ οἰκουμένης συλλέξασθαι παντοδαπῆς καὶ πολυειδοῦς ἐπιστήμης ἐγκύμονας, ἔπειτα τὸ τῆς πλατυεπείας μέγεθος καὶ ἀκοὰς ἀποκναῖον ἄλλως τε καὶ ὀχληρὸν καὶ φορτικὸν φαινόμενον τοῖς πολλοῖς δεῖν ᾠήθη κατα 2 μερίσαι τοῦτο εἰς λεπτομέρειαν ἀνεπιφθόνως τε προθεῖναι κοινῇ τὴν ἐκ τούτων ἀναφυομένην ὠφέλειαν, ὡς ἐκ μὲν τῆς ἐκλογῆς προσεκτικωτέρως καὶ ἐνδελεχέστερον κατεντυγχάνειν εἰς τοὺς τροφίμους τῶν λόγων καὶ μονιμώτερον ἐντυποῦσθαι τούτοις τὴν τῶν λόγων εὐφράδειαν, μεγαλοφυῶς τε καὶ εὐεπιβόλως πρὸς ἐπὶ τούτοις καταμερίσαι εἰς ὑποθέσεις διαφόρους, τρεῖς ἐπὶ τοῖς πεντήκοντα τὸν ἀριθμὸν οὔσας, ἐν αἷς καὶ ὑφ' αἷς ἅπασα ἱστορικὴ μεγαλουργία συγκλείεται. κοὐκ ἔστιν οὐδὲν τῶν ἐγκειμένων, ὃ διαφεύξεται τὴν τοιαύτην τῶν ὑποθέσεων ἀπαρίθμησιν, οὐδὲν τὸ παράπαν ἀφαιρουμένης τῆς τοῦ λόγου ἀκολουθίας τῇ διαιρέσει τῶν ἐννοιῶν, ἀλλὰ σύσσωμον σωζούσης, καὶ ἑκάστῃ ὑποθέσει προσαρμοζομένης τῆς τηλικαύτης οὐ συνόψεως, ἀληθέστερον δ' εἰπεῖν οἰκειώσεως. ὧν κεφαλαιωδῶν ὑποθέσεων ἡ προκειμένη αὕτη καὶ ἐπιγραφομένη περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικοὺς τυγχάνει οὖσα ἑβδόμη ἐπὶ τοῖς εἴκοσι, τῆς πρώτης τὸ ἐπώνυμον λαχούσης περὶ βασιλέων ἀναγορεύσεως. ἐμφαίνει δὲ τουτὶ τὸ προοίμιον, τίνας οἱ λόγοι πατέρας κέκτηνται, καὶ ὅθεν ἀποκυΐσκονται, ὡς ἂν μὴ ὦσιν αἱ κεφαλαιώδεις ὑποθέσεις ἀκατονόμαστοι καὶ μὴ γνήσιοι, ἀλλὰ νόθοι τε καὶ ψευδώνυμοι. εἰσὶ δὲ ἐκ τῶν ὑποτεταγμένων χρονικῶν· αʹ. Πέτρου πατρικίου καὶ μαγίστρου. βʹ. Γεωργίου μοναχοῦ χρονικῆς. γʹ. Ἰωάννου Ἀντιοχέως. δʹ. Διονυσίου Ἁλικαρνασέως Ῥωμαϊκῆς ἀρχαιολογίας. εʹ. Πολυβίου Μεγαλοπολίτου. ϛʹ. Ἀππιανοῦ. ζʹ. Ζωσίμου Ἀσκαλωνίτου. ηʹ. Ἰωσήπου Ἰουδαϊκῆς ἀρχαιολογίας. θʹ. Διοδώρου Σικελιώτου. ιʹ. Δίωνος Κοκκιανοῦ. ιαʹ. Προκοπίου Καισαρέως. ιβʹ. Πρίσκου ῥήτορος. ιγʹ. Μάλχου σοφιστοῦ. ιδʹ. Μενάνδρου προτίκτορος. ιεʹ. Θεοφυλάκτου ἀπὸ ἐπάρχων καὶ ἀντιγραφέως τοῦ Σιμοκάττου. 3 Ὅσους ἐδέξαντο πρέσβεις βασιλέων Ῥωμαίων ἐθνικοί, καὶ ποίῳ σχήματι τούτους ἐδέξαντο, καὶ μεθ' ὁποίας δοχῆς. Ἐκ τῆς ἱστορίας Πέτρου πατρικίου καὶ μαγίστρου.
1. Ὅτι Βαλλεριανὸς εὐλαβηθεὶς τὴν ἔφοδον τῶν Περσῶν, (ἐλοίμωξε γὰρ τὸ στράτευμα αὐτοῦ, καὶ μᾶλλον οἱ Μαυρούσιοι), χρυσίον ἄφατον συναγαγὼν ἔπεμψε πρέσβεις πρὸς Σαπώρην ἐπὶ μεγάλαις δόσεσι τὸν πόλεμον καταλῦσαι βουλόμενος. ὁ δὲ τά τε περὶ τοῦ λοιμοῦ μαθὼν τῇ τε παρακλήσει Βαλλεριανοῦ πλέον ἐπαρθείς, τοὺς πρέσβεις παρελκύσας, ἀπράκτους αὐτοὺς ἀπολύσας εὐθὺς ἐπηκολούθησεν. 2. Ὅτι Ὀδέναθος τὸν Σαπώρην πολὺ ἐθεράπευεν ὡς ὑπερβεβηκότα κατὰ πολὺ τοὺς Ῥωμαίους. βουλόμενος δὲ αὐτὸν ὑπαγαγέσθαι πέμπει δῶρα μεγαλοπρεπῆ καὶ ἄλλα ἀγώγιμα, ὧν ἡ Περσὶς οὐκ ἦν εὔφορος, καμήλοις ἐπιθείς. καὶ γράμματα πέμπει δεήσεως δύναμιν ἔχοντα, καὶ ὅτι οὐδὲν Πέρσαις ὑπεναντίον αὐτὸς εἰργάσατο. ὁ δὲ τοὺς οἰκέτας ἐπέτασσεν δεξαμένους τὰ δῶρα ῥίπτειν εἰς τὸν ποταμόν, καὶ τὰς ἐπιστολὰς διαρρήξας συνέτριψε καὶ ἐδήλωσεν· τίς ὢν καὶ πόθεν ἐτόλμησε πρὸς τὸν οἰκεῖον δεσπότην γράψαι; καὶ νῦν εἰ βούλεται ἐλαφροτέρας κολάσεως τυχεῖν, ὀπίσω τὰς χεῖρας δήσας προσπεσέτω· εἰ δὲ μή, ἴστω ὡς καὶ αὐτὸν καὶ τὸ γένος καὶ τὴν πατρίδα ἀπολῶ. 3. Ὅτι Γαλέριος καὶ Διοκλητιανὸς εἰς Νίσιβιν συνῆλθον, ἔνθα κοινῇ βουλευσάμενοι στέλλουσιν εἰς Περσίδα πρεσβευτὴν Σικόριον Πρόβον ἀντιγραφέα τῆς μνήμης. τοῦτον ὁ Ναρσαῖος τῇ τῶν ἐπαγγελθέντων ἐλπίδι φιλοφρόνως ἐδέξατο. χρῆται δὲ καί τινι ἀναβολῇ ὁ Ναρσαῖος. ὡς γὰρ βουλόμενος δῆθεν τοὺς περὶ Σικόριον πρέσβεις, οἷα δὴ κεκοπωμένους, ἀνακτήσασθαι, μέχρι τοσούτου περὶ τὸν Ἀσπροῦδιν ποταμὸν τῆς Μηδικῆς τὸν Σικόριον παρείλκυσεν, οὐκ ἀγνοοῦντα μέντοι τὸ γινόμενον, ἕως οἱ τῇδε κἀκεῖσε διὰ τὸν πόλεμον σκορπισθέντες συνελέγησαν. καὶ τηνι 4 καῦτα ἐν τοῖς ἐνδοτέρω τῶν βασιλείων, πάντας τοὺς ἄλλους χωρίσας καὶ ἀρκεσθεὶς τῇ παρουσίᾳ Ἀφφαφάρβα καὶ Ἀρχαπέτου καὶ Βαρσαβώρσου, ὧν ὁ μὲν ἕτερος ὕπαρχος ἦν πραιτωρίων, ὁ δὲ ἕτερος τὴν τοῦ Συμίου εἶχεν ἀρχήν, ἐπέτρεψε τῷ Πρόβῳ τὴν πρεσβείαν διεξιέναι. ἦν δὲ τὰ κεφάλαια τῆς πρεσβείας ταῦτα, ὥστε κατὰ τὸ ἀνατολικὸν κλίμα τὴν Ἰντηληνὴν μετὰ Σοφηνῆς καὶ Ἀρζανηνὴν μετὰ Καρδουηνῶν καὶ Ζαβδικηνῆς Ῥωμαίους ἔχειν, καὶ τὸν Τίγριν ποταμὸν ἑκατέρας πολιτείας ὁροθέσιον εἶναι, Ἀρμενίαν δὲ Ζίνθα τὸ κάστρον ἐν μεθορίῳ τῆς Μηδικῆς κείμενον ὁρίζειν, τὸν δὲ Ἰβηρίας βασιλέα τῆς οἰκείας βασιλείας τὰ σύμβολα Ῥωμαίοις ὀφείλειν, εἶναι δὲ τόπον τῶν συναλλαγμάτων Νίσιβιν τὴν πόλιν παρακειμένην τῷ Τίγριδι. τούτων ὁ Ναρσαῖος ἀκούσας, ἐπειδὴ πρὸς μηδὲν τούτων ἡ παροῦσα τύχη ἀρνεῖσθαι αὐτὸν συνεχώρει, συνέθετο τούτοις ἅπασιν, πλήν, ἵνα μὴ δόξῃ ἀνάγκῃ πάντα ποιεῖν, διηρνήσατο μόνον τὸ τόπον εἶναι τῶν συναλλαγμάτων τὴν Νίσιβιν. ὁ δὲ Σικόριος· ἐνδεδωκέναι χρὴ πρὸς τοῦτο· οὔτε γὰρ αὐτοκράτωρ ἡ πρεσβεία, καὶ περὶ τούτου ἐκ τῶν αὐτοκρατόρων οὐδὲν ἐπετέτραπτο. τούτων οὖν συντεθέντων, ἀπεδόθησαν τῷ Ναρσαίῳ αἵ τε γαμεταὶ καὶ οἱ παῖδες, μετὰ φιλοτιμίας τῶν βασιλέων τῆς σωφροσύνης αὐταῖς καθαρᾶς φυλαχθείσης. Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς ἱστορίας Γεωργίου μοναχοῦ. 1. Ὅτι ὁ τῶν Περσῶν βασιλεὺς Χοσρόης ἀποστείλας κατὰ Ῥωμαίων Σάιτον καλούμενον μετὰ πολλῆς δυνάμεως πᾶσαν τὴν ἀνατολὴν ἠφάνισεν. ἐλθὼν δὲ καὶ ἐν Κωνσταντινουπόλει ἱκανὸν χρόνον 5 ἐν Χαλκηδόνι ἐκάθισεν. ὃς τὸν Ἡράκλειον μεθ' ὑποκρίσεως εἰρηνικῶς προσκαλεσάμενος τὰ πρὸς ἀγάπην ὡμίλησεν. τοῖς δὲ ἀπατηλοῖς αὐτοῦ καὶ δολίοις λόγοις πιστεύσας ὁ βασιλεὺς ἐκπέμπει σὺν αὐτῷ πρὸς Χοσρόην πρέσβεις περὶ εἰρήνης μεγιστάνας οʹ, οὓς παραλαβὼν Σάιτος ἐκ Χαλκηδόνος καὶ τὴν Ῥωμαϊκὴν ἀρχὴν διελθὼν ἀτίμους ἅμα καὶ δεσμίους ἀπήγαγεν. ὁ δὲ Χοσρόης τὸν μὲν Σάιτον ὡς τὸν Ἡράκλειον ἰδόντα καὶ μὴ συλλαβόντα ἀποδεῖραι ἐκέλευσεν, τοὺς δὲ πρέσβεις ἐν φρουραῖς καὶ μεγίσταις κακουχίαις κατεδίκασεν. περὶ ὧν ἀθυμία καὶ θλίψις πολλὴ κατεῖχε τὸν βασιλέα καὶ πᾶσαν τὴν πόλιν. Ὅτι ἐπὶ Ἡρακλείου καὶ οἱ Ἄβαροι πρὸς τὸν Ἡράκλειοἦλθον εἰρήνην αἰτούμενοι δῆθεν. οὓς δεξάμενος καὶ πρόκενσον πρὸς τὴν Ἡράκλειαν ποιησάμενος τοὺς ἀποκρισιαρίους
ἀνέπαυεν. οἱ δὲ τὸ κακὸν ἐν ταῖς καρδίαις ἔχοντες τοῖς ὁμοφύλοις ἐδήλωσαν· τάχιστα φθάσατε. ἰδοὺ γὰρ ὁ βασιλεὺς καὶ ὁ πλοῦτος αὐτοῦ παρ' ἡμῖν ἐστιν. τῶν δὲ ἀγρύπνων δαιμόνων μηδ' ὅλως ἀμελησάντων, τὸν τόπον κατέλαβον. τότε προμηθείᾳ τοῦ θεοῦ μόλις εἰς τὸ Βυζάντιον διαλαθὼν αὐτοὺς ἀποκαθίσταται ὁ βασιλεύς. οἱ δὲ τοῦτον ἐκδιώξαντες ἕως τόπου πολλοῦ καὶ μὴ φθάσαντες, πᾶσαν τὴν ὑπηρεσίαν αὐτοῦ εἰληφότες καὶ τὰ Θρᾳκῷα μέρη δῃώσαντες ᾐχμαλώτευσαν ἄνδρας τε καὶ γυναῖκας χιλίους οʹ. 3. Ὅτι ἐπὶ Κωνσταντίνου καὶ Εἰρήνης τῶν εὐσεβῶν βασιλέων ἐξοπλισάμενος Ἀαρὼν ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς κατὰ τῆς πόλεως ἦλθεν ἐν μεγάλῃ δυνάμει καὶ περιεκάθισεν ἐν Χρυσοπόλει. ὁ δὲ βασιλεὺς πέμψας λαὸν καὶ τὸν Βαάνην κρατήσας, εἰρήνην Ἀαρὼν αἰτεῖται μεταξὺ Ῥωμαίων τε καὶ Σαρακηνῶν γενέσθαι. συναρπασθέντες οὖν ἐπὶ τούτοις Σταυράκιος ὁ λογοθέτης καὶ Πέτρος ὁ μάγιστρος καὶ Ἀντώνιος ὁ δομέστικος καὶ τέκνα τῶν πρωτευόντων καὶ ἄνευ λόγου πρὸς αὐτὸν ἐξελθόντες ἐκρατήθησαν ὑπ' αὐτοῦ. διόπερ ἀναγκασθέντες οἱ τῆς πόλεως δῶρα πλεῖστα ἔδωκαν, καὶ ἀνεχώρησεν Ἀαρὼν μετὰ τῶν χριστιανῶν εἰρήνην ποιήσας. 4. Ὅτι ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας Νικηφόρου τοῦ βασιλέως ὁ τῶν Σαρακηνῶν φύλαρχος κατ' αὐτοῦ παρεγένετο ἐν τῷ 6 Ἀμορίῳ μετὰ δυνάμεως πολλῆς. ἐξῆλθε δὲ καὶ Νικηφόρος ἐν ὄχλῳ βαρεῖ πρὸς τὸ Δορυλάειον δηλοποιῶν τῷ πρωτοσυμβούλῳ ταῦτα· ἵνα τί ἐπιχαίρεις ταῖς ἀδικίαις καὶ ταῖς αἱματεκχυσίαις τῶν ἀνθρώπων μὴ ἀρκούμενος εἰς τὰ ἴδια, ἀλλὰ παραβαίνεις ὅρους ἀρχαίους καὶ πατρῴους; ποῖος γάρ σοι προφήτης ἢ διδάσκαλος θεῖος ταῦτα ποιεῖν ἐδίδαξεν; οὐχὶ Μουχούμεδ ὁ προφήτης σου παρήγγειλε χριστιανὸν ὡς ἀδελφὸν ἔχειν καὶ λέγειν; μὴ γὰρ ὁ πάντων δημιουργὸς καὶ προνοητὴς ἀνθρώπων αἵμασιν ἐκχυνομένων χαίρει, μὴ γένοιτο. ἢ ἀργυρίου καὶ χρυσίου καὶ τῶν λοιπῶν ὑστερούμενος ἐξῆλθες ἀδικήσων τοὺς μὴ ἀδικοῦντάς σε; καίτοι γε τὰ κάλλιστα καὶ δυσπόριστα καὶ ἡμῖν ἐπέραστα κατακύρως ἔχων ἐκ τῆς ἱερᾶς γῆς καὶ πλουσιωτάτης. εἰ δέ τι τῶν ἡμετέρων ἐνδεῶς ἔχεις, αὐτίκα μάλα παρέξομεν φιλοστοργίας τρόπῳ. μὴ τοίνυν ὡς ἄθεοι καὶ ἀθάνατοι κατ' ἀλλήλων ἀντιστρατευόμεθα καὶ τὸν κατὰ τῶν ἀνθρώπων πόλεμον ἐκ φθόνου καὶ μισανθρωπίας ἀναδεχόμεθα, γινώσκοντες ὅτι μικρὸν ὕστερον τελευτήσομεν καὶ πρὸς κριτὴν ἀδέκαστον ἀπελευσόμεθα, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ταῦτα ὁ βασιλεὺς Νικηφόρος ἀποστείλας μετὰ δώρων τινῶν, ὁ Σαρακηνὸς ἀγαθυνθεὶς καὶ ἀνταμείψας δῶρα πλεῖστα καὶ θαυμάσια μετ' εἰρήνης ὑπέστρεψε τὴν Νικηφόρου σύνεσιν καὶ φρόνησιν ὑπερθαυμάσας. Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς χρονικῆς Ἰωάννου ἱστορίας. Ὅτι ἐπὶ Λευκίου Ποστουμίου καὶ Γαΐου Κλαυδίου ὑπάτων Ταραντίνοις μὲν ἀποίκοις οὖσιν Ἑλλήνων, οἰκοῦσι δὲ τῆς Ἰταλίαςτὰ ἔσχατα, Ῥωμαῖοι πολεμεῖν ἔγνωσαν, ὅτι δὴ πρεσβευτὰς σφῶν παρὰ τὸν κοινὸν ἁπάντων ἀνθρώπων νόμον λόγοις τε καὶ ἔργοις ἀσχήμοσι περιύβρισαν, Ποστουμίου τε τοῦ ναυαρχήσαντος τὴν τήβηνον ἀλλὰ *** 7 [Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς.] [̓Εκ τῆς Διονυσίου Ἁλικαρνασέως Ῥωμαϊκῆς ἀρχαιολογίας.] 1. *** καὶ διότι τοὺς φίλους αὐτῶν Καμπανοὺς πολλὰ καὶ μεγάλα ἔβλαπτον. ἡ δὲ βουλὴ τῶν Ῥωμαίων, Καμπανῶν πολλάκις ἐμφανιζόντων καὶ ἀποδυρομένων κατὰ τῶν Νεαπολιτῶν, πρέσβεις ἐψηφίσατο πρὸς τοὺς Νεαπολίτας ἀποστεῖλαι τοὺς ἀξιώσοντας αὐτοὺς μηθὲν εἰς τοὺς ὑπηκόους τῆς τῶν Ῥωμαίων ἡγεμονίας παρανομεῖν, ἀλλὰ καὶ διδόναι τὰ δίκαια καὶ λαμβάνειν, καί, εἴ γε διαφέρονται πρὸς ἀλλήλους, μὴ δι' ὅπλων, ἀλλὰ διὰ λόγων *, σύμβολα ποιησαμένους πρὸς αὐτούς, καὶ τὸ λοιπὸν εἰρήνην ἄγειν πρὸς ἅπαντας τοὺς περιοικοῦντας τὸ Τυρρηνικὸν πέλαγος, μήτε αὐτοὺς ἔργα πράττοντας, ἃ μὴ προσήκει Ἕλλησιν, μήτε τοῖς πράττουσι συνεργοῦντας· μάλιστα δ' εἰ δύναιντο θεραπείαις τῶν δυνατῶν παρασκευάσοντας ἀποστῆναι μὲν ἀπὸ Σαυνιτῶν τὴν πόλιν, σφίσι δ' αὐτοῖς γενέσθαι φίλην. ἔτυχον δὲ κατὰ τὸν αὐτὸν χρόνον ἀφιγμένοι πρὸς τοὺς Νεαπολίτας πρέσβεις ὑπὸ Ταραντίνων ἀποσταλέντες, ἄνδρες ἐπιφανεῖς καὶ πρόξενοι διὰ γένους τῶν Νεαπολιτῶν, καὶ ἕτεροι ὑπὸ Νωλάνων ὁμόρων ὄντων καὶ σφόδρα τοὺς
Ἕλληνας ἀσπαζομένων, τἀναντία τοὺς Νεαπολίτας ἀξιώσοντες μήτε σύμβολα ποιεῖσθαι πρὸς τοὺς Ῥωμαίους ἢ τοὺς ὑπηκόους αὐτῶν μήτε διαλύεσθαι τὴν πρὸς Σαυνίτας φιλίαν. ἐὰν δὲ ταύτην ποιήσωνται Ῥωμαῖοι τοῦ πολέμου τὴν πρόφασιν, μὴ ὀρρωδεῖν, μηδ' ὡς ἄμαχόν τινα τὴν ἰσχὺν αὐτῶν καταπεπλῆχθαι, ἀλλὰ μένειν γενναίως καὶ ὡς προσῆκεν Ἕλλησι πολεμεῖν, τῇ τε οἰκείᾳ πιστεύοντας δυνάμει καὶ τῇ παρὰ Σαυνιτῶν ἀφιξομένῃ βοηθείᾳ, ναυτικήν τε ἰσχὺν προσληψομένους ἔξω τῆς ἑαυτῶν, ἣν Ταραντῖνοι πέμψουσιν, ἐὰν ἄρα καὶ ταύτης δέωνται, πολλὴν καὶ ἀγαθήν. Συναχθείσης δὲ βουλῆς καὶ πολλῶν ῥηθέντων ἐν αὐτῇ λόγων, οὓς αἵ τε πρεσβεῖαι διεξῆλθον καὶ οἱ συναγορεύοντες αὐταῖς, διέστησαν αἱ γνῶμαι τῶν συνέδρων· καὶ οἵ γε χαριέστατοι τὰ τῶν 8 Ῥωμαίων ἔδοξαν φρονεῖν. ἐκείνην μὲν οὖν τὴν ἡμέραν οὐδὲν ἐξηνέχθη προβούλευμα, εἰς ἑτέραν δὲ πάλιν ἕδραν ἀναβληθείσης τῆς περὶ τῶν πρεσβειῶν διαγνώσεως, ἀφικόμενοι κατὰ πλῆθος εἰς τὴν Νεάπολιν Σαυνιτῶν οἱ δυνατώτατοι καὶ τοὺς προεστηκότας τῶν κοινῶν θεραπείαις τισὶν οἰκειωσάμενοι πείθουσι τὴν βουλὴν ἐπὶ τῷ δήμῳ ποιῆσαι τὴν τοῦ συμφέροντος αἵρεσιν. καὶ παρελθόντες εἰς τὴν ἐκκλησίαν πρῶτον μὲν τὰς ἑαυτῶν εὐεργεσίας διεξῄεσαν, ἔπειτα τῆς Ῥωμαίων πόλεως πολλὰ κατηγόρουν ὡς ἀπίστου καὶ δολίου, τελευτῶντες δὲ τοῦ λόγου θαυμαστὰς ἐποιοῦντο τοῖς Νεαπολίταις ὑποσχέσεις, ἐὰν εἰς τὸν πόλεμον καταστῶσιν, στρατιάν τε πέμψειν, ὅσης ἂν δέωνται, τὴν φυλάξουσαν αὐτῶν τὰ τείχη, καὶ ταῖς ναυσὶν ἐπιβάτας καὶ τὴν εἰρεσίαν ἅπασαν παρέξειν, οὐ μόνον καταγγέλλοντες τοῖς ἰδίοις στρατεύμασιν, ἀλλὰ κἀκείνοις ἁπάσας τὰς εἰς πόλεμον δαπάνας ἐπιχορηγοῦντες· ἀπωσαμένοις τε τὸ Ῥωμαϊκὸν στράτευμα Κύμην τε ἀνασώσειν, ἣν δευτέρᾳ γενεᾷ πρότερον ἐξελάσαντες τοὺς Κυμαίους Καμπανοὶ κατέσχον, καὶ συγκατάξειν ἐπὶ τὰ σφέτερα τοὺς περιόντας ἔτι Κυμαίων, οὓς οἱ Νεαπολῖται τῆς πατρίδος ἐκπεσόντας ὑπεδέξαντο καὶ πάντων ἐποιήσαντο κοινωνοὺς τῶν ἰδίων ἀγαθῶν, χώραν τε προσθήσειν τοῖς Νεαπολίταις ἐξ ἧς οἱ Καμπανοὶ κατεῖχον πάνυ πολλήν. τῶν δὲ Νεαπολιτῶν ὅσον μὲν ἦν μέρος εὔλογον καὶ πρὸ πολλοῦ δυνάμενον ὁρᾶν τὰς καταληψομένας τὴν πόλιν ἐκ τοῦ πολέμου συμφοράς, εἰρήνην ἄγειν ἠξίου, τὸ δὲ φιλόκαινον καὶ τὰς ἐκ τῆς ταραχῆς πλεονεξίας διῶκον ἐπὶ τὸν πόλεμον συνελάμβανον· καταβοαί τε ἀλλήλων ἐγίνοντο καὶ χειροκρασίαι, καὶ προέβη τὸ νεῖκος εἰς λίθων βολάς, καὶ τελευτῶντες ἐκράτησαν οἱ κακίους τῶν κρειττόνων, ὥστε τοὺς πρέσβεις τῶν Ῥωμαίων ἀπράκτους ἀπελθεῖν. διὰ ταύτας τὰς αἰτίας ἡ βουλὴ τῶν Ῥωμαίων στρατιὰν ἐπὶ Νεαπολίτας ἀποστεῖλαι ἐβουλεύθη. 2. Ὅτι μαθόντες οἱ Ῥωμαῖοι Σαυνίτας στρατιὰν ἀγείρειν τὸ μὲν πρῶτον πρέσβεις ἔπεμψαν· οἱ δὲ προχειρισθέντες ἐκ τῶν βουλευτῶν πρέσβεις ἐλθόντες ἐπὶ τοὺς προβούλους τῶν Σαυνιτῶν ἔλεξαν· ἀδικεῖτε, ἄνδρες Σαυνῖται, παραβαίνοντες τὰς ὁμολογίας, ἃς ἐποιήσασθε πρὸς ἡμᾶς, ὀνόματα μὲν ὑποδυόμενοι συμμάχων, 9 ἔργα δὲ πράττοντες πολεμίων, πολλαῖς μὲν ἡττηθέντες ὑπὸ Ῥωμαίων μάχαις, δεήσει δὲ μεγάλῃ καταλυσάμενοι τὸν πόλεμον καὶ τυχόντες εἰρήνης οἵας ἐβούλεσθε, τὰ δὲ τελευταῖα φίλοι γενέσθαι τῆς πόλεως ἡμῶν προθυμηθέντες καὶ σύμμαχοι καὶ τοὺς αὐτοὺς Ῥωμαίοις ὀμόσαντες ἕξειν ἐχθροὺς καὶ φίλους. ὧν ἁπάντων ἐπιλαθόμενοι καὶ παρ' οὐδὲν ἡγησάμενοι τοὺς ὅρκους ἐγκατελείπετε μὲν ἡμᾶς ἐν τῷ πρὸς Λατίνους πολέμῳ καὶ πρὸς Οὐολούσκους συστάντι, οὓς δι' ὑμᾶς ἐχθροὺς ἔχομεν οὐ βουλόμενοι τοῦ καθ' ὑμῶν αὐτοῖς συνάρασθαι πολέμου, ἐν δὲ τῷ παρελθόντι ἐνιαυτῷ Νεαπολίτας δεδιότας ἀναδεῖξαι τὸν καθ' ἡμῶν πόλεμον ἁπάσῃ σπουδῇ καὶ προθυμίᾳ χρώμενοι παρωρμήσατε, μᾶλλον δὲ ἠναγκάσατε καὶ τὰς δαπάνας ἐπιχορηγεῖτε, καὶ τὴν πόλιν δι' ὑμῶν αὐτῶν ἔχετε. νῦν δὲ παρασκευάζεσθε στρατιὰν ἐκ παντὸς ἀγείροντες τόπου, πρόφασιν μὲν ἑτέραν ποιούμενοι, τὸ δ' ἀληθὲς ἐπὶ τοὺς ἡμετέρους ἐγνωκότες ἄγειν ἀποίκους· καὶ ἐπὶ ταύτας τὰς ἀδίκους πλεονεξίας Φονδανοὺς παρακαλεῖτε καὶ Φορμιανοὺς καὶ ἄλλους τινας, οἷς ἡμεῖς ἰσοπολιτείας μετεδώκαμεν. οὕτω δὲ φανερῶς καὶ ἀναισχύντως συγχεόντων ὑμῶν τὰ περὶ τῆς φιλίας καὶ συμμαχίας ὅρκια, ** ποιοῦντες πρεσβείαν πρὸς ὑμᾶς ἔκριναν ἀποστεῖλαι πρῶτον, καὶ μὴ πρότερον ἄρξαι τῶν ἔργων, πρὶν ἢ πειραθῆναι τῶν λόγων. ἃ δὲ προκαλούμεθα ὑμᾶς, καὶ ὧν τυχόντες τὴν ἐπὶ τοῖς παρελθοῦσιν ὀργὴν ἀποπληρώσειν οἰόμεθα, ταῦτά ἐστιν· πρῶτον μὲν ἀπάγειν ὑμᾶς ἀξιοῦμεν τὴν ἀποσταλεῖσαν Νεαπολίταις συμμαχίαν· ἔπειτα μηδεμίαν ἐκπέμπειν στρατιὰν κατὰ τῶν
ἀποίκων τῶν ἡμετέρων, μηδὲ τοὺς ὑπηκόους ἐπὶ πάσας τὰς πλεονεξίας παρακαλεῖν· εἰ δὲ μὴ πᾶσι δόξαντα ταῦτα ὑμῖν, ἃ ἔπραττόν τινες, ἀλλ' ἀπὸ τῆς ἑαυτῶν γνώμης ** παραδοῦναι τοὺς ἄνδρας ἡμῖν ἐπὶ δίκην. τούτων τυχόντες ἀρκούμεθα, μὴ τυχόντες δὲ θεοὺς καὶ δαίμονας, οὓς ἐν ταῖς συνθήκαις ὠμόσατε, μαρτυρόμεθα, καὶ τοὺς εἰρηνοδίκας ἐπὶ τοῦτ' ἄγοντες ἐληλύθαμεν. Τοιαῦτα τοῦ Ῥωμαίου λέξαντος, βουλευσάμενοι καθ' αὑτοὺς οἱ πρόβουλοι τῶν Σαυνιτῶν τοιαύτην ἐξήνεγκαν ἀπόκρισιν· τοῦ μὲν ὀψισμοῦ τῆς ἐπὶ τὸν κατὰ Λατίνων πόλεμον συμμαχίας οὐ 10 τὸ κοινὸν αἴτιον· (ἐψηφισάμεθα γὰρ ἀποσταλῆναι τὴν στρατιὰν ὑμῖν) οἱ δὲ τὴν ἡγεμονίαν ἔχοντες αὐτῆς πλείονα χρόνον ἀναλώσαντες ἐν τῇ παρασκευῇ, καὶ ὑμεῖς αὐτοὶ θᾶττον ἐπειχθέντες ἐπὶ τὸν ἀγῶνα. τρισὶ γοῦν ἢ τέτταρσιν ἡμέραις ὕστερον τῆς μάχης οἱ πεμφθέντες ὑφ' ἡμῶν ἀφίκοντο. περὶ δὲ τῆς Νεαπολιτῶν πόλεως, ἐν ᾗ τῶν ἡμετέρων τινές εἰσιν, τοσοῦτον δέομεν ἀδικεῖν ὑμᾶς, εἴ τινα τοῖς κινδυνεύουσι βοήθειαν εἰς σωτηρίαν κοινῇ παρεχόμεθα, ὥστε αὐτοὶ δοκοῦμεν ὑφ' ὑμῶν ἀδικεῖσθαι μεγάλα. φίλην γὰρ ἡμῶν καὶ σύμμαχον οὖσαν τὴν πόλιν ταύτην οὐκ ἔναγχος οὐδ' ἀφ' οὗ τὰς πρὸς ὑμᾶς ἐποιησάμεθα ὁμολογίας, ἀλλὰ δευτέρᾳ γενεᾷ πρότερον διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας, οὐθὲν ἀδικηθέντες ὑμεῖς κατεδουλώσασθε. οὐ μὴν οὐδὲ τούτῳ γε τῷ ἔργῳ τὸ κοινὸν ὑμᾶς τῶν Σαυνιτῶν ἠδίκησεν· ἰδιόξενοι δέ τινές εἰσιν, ὡς πυνθανόμεθα, καὶ φίλοι τῶν Νεαπολιτῶν οἱ κατὰ τὴν ἑαυτῶν προαίρεσιν τῇ πόλει βοηθοῦντες, καί τινες καὶ δι' ἀπορίαν ἴσως βίου μισθοφόροι. φέρειν δὲ τοὺς ὑπηκόους ὑμῶν οὐθὲν δεόμεθα· καὶ γὰρ ἄνευ Φονδανῶν καὶ Φορμιανῶν ἱκανοὶ βοηθεῖν αὑτοῖς ἐσμεν, ἐὰν καταστῶμεν εἰς ἀνάγκην πολέμου. ἡ δὲ παρασκευὴ τῆς στρατιᾶς ἡμῶν ἐστιν οὐχ ὡς ἀφαιρησομένων τοὺς ὑμετέρους ἀποίκους τὰ ἴδια, ἀλλ' ὡς τὰ ἴδια ἑξόντων διὰ φυλακῆς. ἀντιπροκαλούμεθά τε ὑμᾶς, εἰ βούλεσθε τὰ δίκαια ποιεῖν, ἐκχωρεῖν Φρεγέλλης, ἣν οὐ πρὸ πολλοῦ πολέμου κρατησάντων ἡμῶν νόμῳ, ὅσπερ ἐστὶ νόμος κτήσεως δικαιότατος, ὑμεῖς οὐδενὶ δικαίῳ σφετερισάμενοι δεύτερον ἔτος ἤδη κατέχετε. τούτων ἡμεῖς τυχόντες οὐδὲν ὑποληψόμεθα ἀδικεῖσθαι. Μετὰ τοῦτο παραλαβὼν τὸν λόγον ὁ τῶν Ῥωμαίων εἰρηνοδίκης εἶπεν· οὐθὲν ἔτι τὸ κωλῦσον ἐστίν, οὕτω φανερῶς ἀνῃρηκότων ὑμῶν τὰ περὶ τῆς εἰρήνης ὅρκια *** βουλεύεσθε τὸν Ῥωμαίων δῆμον αἰτιάσασθαι. πάντα γὰρ αὐτῷ πέπρακται κατὰ τοὺς ἱερούς τε καὶ πατρικοὺς νόμους τά τε πρὸς τοὺς θεοὺς ὅσια καὶ τὰ πρὸς ἀνθρώπους δίκαια. δικασταὶ δὲ τῶν μενόντων ἐν ταῖς ὁμολογίαις οἱ λαχόντες πολέμους ἐπισκοπεῖν ἔσονται θεοί. μέλλων δὲ ἀπιέναι τήν τε περιβολὴν κατὰ κεφαλῆς εἵλκυσε καὶ τὰς χεῖρας ἀνασχὼν εἰς τὸν οὐρανόν, ὡς ἔθος ἐστίν, ἀρὰς ἐποιήσατο τοῖς θεοῖς· εἰ μὲν ἄδικα πάσχουσα ὑπὸ Σαυνιτῶν ἡ Ῥωμαίων πόλις καὶ μὴ δυναμένη μετὰ λόγου καὶ κρίσεως διαλῦσαι τὰς διαφορὰς ἐπὶ τὰ ἔργα χωρήσαι, βουλάς τε ἀγαθὰς αὐτῇ θεοὺς καὶ δαίμονας ἐπὶ νοῦν ἄγειν, καὶ † πράξειεν πᾶσι διδόναι τοῖς πολεμίοις ἐντυχεῖν· εἰ δὲ αὐτή τι πλημμελοῦσα τὰ περὶ τῆς φιλίας ὅρκια προφάσεις κατασκευάζεται τῆς ἔχθρας οὐκ ἀληθεῖς, μήτε βουλὰς ὀρθοῦν αὐτοῖς μήτε πράξεις. Ὡς διελύθησαν ἐκ τοῦ συλλόγου καὶ τὰ λεχθέντα ἐδήλωσαν ἑκάτεροι ταῖς ἑαυτῶν πόλεσιν, τὰς ἐναντίας ἔσχον ὑπὲρ ἀλλήλων δόξας ἀμφότεροι, Σαυνῖται μὲν βραδύτερα τὰ τῶν Ῥωμαίων ἔσεσθαι νομίζοντες, ὥσπερ αὐτοῖς ἔθος ἐστὶ ποιεῖν, ὅτε μέλλοιεν ἄρχειν πολέμου, Ῥωμαῖοι δ' ἐν ὀλίγῳ τὴν Σαυνιτῶν στρατιὰν ἥξειν ἐπὶ τοὺς αὑτῶν ἀποίκους Φρεγελλάνους οἰόμενοι. ἔπειτ' αὐτοῖς τὰ εἰκότα παθεῖν συνέβη. οἱ μὲν γὰρ παρασκευαζόμενοι καὶ μέλλοντες ἀπώλεσαν τοὺς καιροὺς τῶν πράξεων· Ῥωμαῖοι δ' ἐν ἑτοίμῳ πᾶσαν ἔχοντες παρασκευὴν ἅμα τῷ πυθέσθαι τὰς ἀποκρίσεις τόν τε πόλεμον ἐψηφίσαντο καὶ τοὺς ὑπάτους ἀπέστειλαν ἀμφοτέρους· καὶ πρὶν αἰσθέσθαι τοὺς πολεμίους τὴν ἔξοδον, ἥ τε νεωστὶ καταγραφεῖσα καὶ ἡ περὶ Οὐολούσκους χειμερίζουσα δύναμις, ἣν εἶχε Κορνήλιος, ἐντὸς ἦν τῶν Σαυνιτικῶν ὅρων. 3. Ὅτι ὁ Σαυνιτικὸς αὖθις ἀνερριπίσθη πόλεμος ἀπὸ τοιαύτης αἰτίας ἀρξάμενος. μετὰ τὰς σπονδάς, ἃς ἐποιήσαντο πρὸς τὴν Ῥωμαίων πόλιν οἱ Σαυνῖται, χρόνον ὀλίγον ἐπισχόντες ἐπὶ Λευκανοὺς ἐστράτευσαν ὁμόρους ὄντας ἐκ παλαιᾶς τινος ὁρμηθέντες ἔχθρας. κατ' ἀρχὰς μὲν οὖν ταῖς ἑαυτῶν δυνάμεσι πιστεύοντες οἱ Λευκανοὶ τόν [τε] πόλεμον διέφερον· ἐν ἁπάσαις δὲ μειονεκτοῦντες ταῖς μάχαις καὶ πολλὰ μὲν ἀπολωλεκότες ἤδη χωρία, κινδυνεύοντες δὲ καὶ περὶ τῆς ἄλλης γῆς ἁπάσης, ἐπὶ τὴν Ῥωμαίων βοήθειαν ἠναγκάσθησαν καταφυγεῖν, συνειδότες μὲν
ἑαυτοῖς ἐψευσμένοις ἃς πρότερον ἐποιήσαντο πρὸς αὐτοὺς ὁμο 12 λογίας, ἐν αἷς φιλίαν συνέθεντο καὶ συμμαχίαν, οὐκ ἀπογνόντες δὲ συμπείσειν αὐτούς, ἐὰν ἐξ ἁπάσης τῆς πόλεως τοὺς ἐπιφανεστάτους παῖδας ὁμήρους ἅμα τοῖς πρεσβευταῖς ἀποστείλωσιν. ὅπερ καὶ συνέβη. ἀφικομένων γὰρ τῶν πρέσβεων καὶ πολλὰ δεομένων, ἥ τε βουλὴ δέχεσθαι τὰ ὅμηρα ἔγνω καὶ τὴν φιλίαν πρὸς τοὺς Λευκανοὺς συνάψαι, καὶ ὁ δῆμος ἐπεκύρωσε τὰ ψηφισθέντα ὑπ' αὐτῆς. γενομένων δὲ τῶν συνθηκῶν πρὸς τοὺς ἀποσταλέντας ὑπὸ τῶν Λευκανῶν ἄνδρας, οἱ πρεσβύτατοι Ῥωμαίων καὶ τιμιώτατοι προχειρισθέντες ὑπὸ τῆς βουλῆς πρέσβεις ἀπεστάλησαν ἐπὶ τὴν κοινὴν τῶν Σαυνιτῶν σύνοδον δηλώσοντες αὐτοῖς, ὅτι φίλοι καὶ σύμμαχοι Ῥωμαίων εἰσὶ Λευκανοί, καὶ τήν τε χώραν, ἣν ἔτυχον αὐτῶν ἀφῃρημένοι, παρακαλέσοντες ἀποδιδόναι καὶ μηδὲν ἔτι πράττειν ἔργον πολεμίων, ὡς οὐ περιοψομένης τῆς Ῥωμαίων πόλεως τοὺς ἑαυτῆς ἱκέτας ἐξελαυνομένους ἐκ τῆς σφετέρας. Οἱ δὲ Σαυνῖται τῶν πρέσβεων ἀκούσαντες ἠγανάκτουν τε καὶ ἀπελογοῦντο, πρῶτον μὲν οὐκ ἐπὶ τούτῳ πεποιῆσθαι λέγοντες τὰς περὶ τῆς εἰρήνης ὁμολογίας, ἐπὶ τῷ μηδένα μήτε φίλον ἴδιον ἡγήσασθαι μήτε ἐχθρόν, ἐὰν μὴ Ῥωμαῖοι κελεύσωσιν· ἔπειθ' ὅτι Λευκανοὺς οὐ πρότερον ἐποιήσαντο Ῥωμαῖοι φίλους, ἀλλ' ἔναγχος πολεμίους ἤδη σφῶν ὄντας, πρόφασιν οὔτε δικαίαν οὔτε εὐσχήμονα κατασκευαζόμενοι τοῦ καταλῦσαι τὰς σπονδάς. ἀποκρινομένων δὲ τῶν Ῥωμαίων, ὅτι τοὺς ὑπηκόους ὁμολογήσαντας ἔσεσθαι καὶ ἐπὶ τούτῳ τῷ δικαίῳ καταλυσαμένους τὸν πόλεμον ἅπαντα πείσεσθαι δεῖ τοῖς παρειληφόσι τὴν ἀρχήν, καὶ εἰ μὴ ποιήσωσι τὰ κελευόμενα ἑκόντες, πολεμήσειν αὐτοῖς ἀπειλούντων, ἀφόρητον ἡγησάμενοι τὴν αὐθάδειαν τῆς πόλεως οἱ Σαυνῖται τοὺς μὲν πρέσβεις ἐκέλευσαν ἀπαλλάττεσθαι παραχρῆμα, αὐτοὶ δὲ τὰ πρὸς τὸν πόλεμον ἐψηφίσαντο κοινῇ τε καὶ κατὰ πόλεις εὐτρεπίζεσθαι. Ἡ μὲν δὴ φανερὰ τοῦ Σαυνιτικοῦ πολέμου πρόφασις καὶ πρὸς ἅπαντας εὐπρεπὴς λέγεσθαι ἡ Λευκανῶν ἐγένετο βοήθεια τῶν καταφυγόντων ἐπ' αὐτούς, ὡς κοινὸν δή τι τοῦτο καὶ πάτριον ἔθος τῇ Ῥωμαίων πόλει τοῖς ἀδικουμένοις καὶ καταφεύγουσιν ἐπ' αὐτὴν βοηθεῖν· ἡ δ' ἀφανὴς καὶ μᾶλλον αὐτοὺς ἀναγκάζουσα διαλύεσθαι τὴν φιλίαν ἡ τῶν Σαυνιτῶν ἰσχὺς πολλή τε ἤδη 13 γεγονυῖα καὶ ἐπὶ πλεῖον γενήσεσθαι νομιζομένη, εἰ, Λευκανῶν τε χειρωθέντων καὶ δι' αὐτοὺς τῶν προσοίκων, ἀκολουθήσειν ἔμελλε τά [τε] βαρβαρικὰ ἔθνη τὰ προσεχῆ τούτοις. αἵ τε δὴ σπονδαὶ μετὰ τὴν ἄφιξιν τῶν πρεσβευτῶν εὐθὺς ἐλέλυντο, καὶ στρατιαὶ δύο κατεγράφοντο. 4. Ὅτι Ποστόμιος πρέσβις ἐστάλη πρὸς Ταραντίνους· καί τινα αὐτοῦ διεξιόντος, οὐχ ὅπως προσεῖχον αὐτῷ τὴν διάνοιαν ἢ λογισμοὺς ἐλάμβανον οἱ Ταραντῖνοι σωφρόνων ἀνθρώπων καὶ περὶ πόλεως κινδυνευούσης βουλευομένων, ἀλλ' εἴ τι μὴ κατὰ τὸν ἀκριβέστατον τῆς Ἑλληνικῆς διαλέκτου χαρακτῆρα ὑπ' αὐτοῦ λέγοιτο παρατηροῦντες ἐγέλων, καὶ πρὸς τὰς ἀνατάσεις ἐτραχύνοντο, καὶ βαρβάρους ἀπεκάλουν, καὶ τελευτῶντες ἐξέβαλλον ἐκ τοῦ θεάτρου. ἀπιόντων δὲ αὐτῶν, εἷς τῶν ἐφεστηκότων ἐν τῇ παρόδῳ Ταραντίνων, Φιλωνίδης ὄνομα, σπερμολόγος ἄνθρωπος, ὃς ἀπὸ τῆς οἰνοφλυγίας, ᾗ παρὰ πάντα τὸν βίον ἐκέχρητο, προσηγορεύετο Κοτύλη, μεστὸς ὢν ἔτι τῆς χθιζῆς μέθης, ὡς ἐγγὺς ἦσαν οἱ πρέσβεις, ἀνασυράμενος τὴν περιβολὴν καὶ σχηματίσας ἑαυτὸν ὡς αἴσχιστον ὀφθῆναι, τὴν οὐ λέγεσθαι πρέπουσαν ἀκαθαρσίαν κατὰ τῆς ἱερᾶς ἐσθῆτος τοῦ πρεσβευτοῦ κατεσκέδασεν. γέλωτος δὲ καταρραγέντος ἐξ ὅλου τοῦ θεάτρου, καὶ συγκροτούντων τὰς χεῖρας τῶν ἀγερωχοτάτων, ἐμβλέψας εἰς τὸν Φιλωνίδην ὁ Ποστόμιος εἶπεν· δεξόμεθα τὸν οἰωνόν, ὦ σπερμολόγε ἄνθρωπε, ὅτι καὶ τὰ μὴ αἰτούμενα δίδοτε ἡμῖν. ἔπειτα εἰς τὸν ὄχλον ἐπιστραφεὶς καὶ τὴν ὑβρισμένην ἐσθῆτα δεικνύς, ὡς ἔμαθεν ἔτι πλείονα γινόμενον ἐξ ἁπάντων γέλωτα καὶ φωνὰς ἤκουσεν ἐνίων ἐπιχαιρόντων καὶ τὴν ὕβριν ἐπαινούντων· γελᾶτε, ἔφησεν, ἕως ἔξεστιν ὑμῖν, ἄνδρες Ταραντῖνοι, γελᾶτε· πολὺν γὰρ τὸν μετὰ ταῦτα χρόνον κλαύσετε. ἐκπικρανθέντων δέ τινων πρὸς τὴν ἀπειλήν· καὶ ἵνα γε μᾶλλον, ἔφησεν, ἀγανακτήσητε, καὶ τοῦθ' ὑμῖν λέγομεν, ὅτι πολλῷ τὴν ἐσθῆτα 14 ταύτην αἵματι ἐκπλυνεῖτε. ταῦτα οἱ τῶν Ῥωμαίων πρέσβεις ὑβρισθέντες ὑπὸ τῶν Ταραντίνων ἰδίᾳ τε καὶ δημοσίᾳ καὶ ταύτας τὰς φωνὰς ἐπιθεσπίσαντες ἀπέπλευσαν ἐκ τῆς πόλεως. Ἄρτι δὲ Αἰμιλίου Βαρβόλα ἐπίκλησιν τὴν ἀρχὴν παρειληφότος, παρῆσαν οἱ σὺν τῷ Ποστομίῳ πεμφθέντες εἰς τὸν Τάραντα πρέσβεις, ἀπόκρισιν μὲν οὐδεμίαν φέροντες, τὰς δὲ
ὕβρεις ἃς ἦσαν ὑβρισμένοι πρὸς αὐτῶν διεξιόντες καὶ τὴν ἐσθῆτα τοῦ Ποστομίου πίστιν τῶν λόγων παρεχόμενοι. ἀγανακτήσεως δὲ μεγάλης ἐξ ἁπάντων γενομένης, συναγαγόντες τὴν βουλὴν οἱ περὶ τὸν Αἰμίλιον ὕπατοι τί χρὴ πράττειν ἐσκόπουν, ἕωθεν ἀρξάμενοι μέχρι δύσεως ἡλίου· καὶ τοῦτ' ἐποίησαν ἐφ' ἡμέρας συχνάς. ἦν δὲ ἡ ζήτησις οὐχ ὑπὲρ τοῦ λελύσθαι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας ὑπὸ τῶν Ταραντίνων, (τοῦτο γὰρ ἅπαντες ὡμολόγουν) ἀλλ' ὑπὲρ τοῦ χρόνου τῆς ἀποσταλησομένης ἐπ' αὐτοὺς στρατιᾶς. ἦσαν γάρ τινες οἱ παραινοῦντες μήπω τοῦτον ἀναλαμβάνειν τὸν πόλεμον, ἕως Λευκανοί τε ἀφεστήκασι καὶ Βρέττιοι καὶ τῶν Σαυνιτῶν πολὺ καὶ φιλοπόλεμον ἔθνος, καὶ Τυρρηνία παρ' αὐταῖς οὖσα ταῖς θύραις ἔτι ἀχείρωτος ἦν, ἀλλ' ὅταν ὑποχείρια γένηται τάδε τὰ ἔθνη, μάλιστα μὲν ἅπαντα, εἰ δὲ μή γε, τὰ πρὸς ἀνατολὰς καὶ πλησίον τοῦ Τάραντος κείμενα. τοῖς δὲ τἀναντία τούτοις ἐφαίνετο συμφέρειν μηδὲ τὸν ἐλάχιστον χρόνον ἀναμένειν, ἀλλ' ἐπιψηφίζειν τὸν πόλεμον ἤδη. καὶ ἐπεὶ τὰς γνώμας ἔδει διαριθμεῖσθαι, πλείους ἐφάνησαν οὗτοι τῶν ἀναβάλλεσθαι τὸν πόλεμον εἰς ἑτέρους καιροὺς παραινούντων· καὶ ὁ δῆμος ἐπεκύρωσε τὰ δόξαντα τῇ βουλῇ. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΣΤΡΑΤΗΓΗΜΑΤΩΝ]. 5. Ὅτι Πύρρου τοῦ Ἠπειρώτου βασιλέως ἐπὶ τὴν Ῥώμηνστρατιὰν ἐξαγαγόντος, ἐβουλεύσαντο πρεσβευτὰς ἀποστεῖλαι τοὺς ἀξιώσοντας Πύρρον ἀπολυτρῶσαι σφίσι τοὺς αἰχμαλώτους εἴτε ἀντιδιαλλαξάμενον ἑτέρων σωμάτων εἴτε ἀργύριον κατ' ἄνδρα ὁρίσαντα. καὶ ἀποδεικνύουσι πρέσβεις Γάιον Φαβρίκιον, ὃς ἐνιαυτῷ τρίτῳ πρότερον ὑπατεύων Σαυνίτας καὶ Λευκανοὺς καὶ Βρεττίους ἐνίκησε μεγάλαις μάχαις καὶ τὴν Θουρίων πολιορκίαν ἔλυσεν, καὶ Κόιντον Αἰμίλιον τὸν συνάρξαντα τῷ Φαβρικίῳ καὶ τὴν ἡγεμονίαν τοῦ Τυρρηνικοῦ πολέμου σχόντα, καὶ Πόπλιον Κορνήλιον, ὃς ἐνι 15 αυτῷ τετάρτῳ πρότερον ὑπατεύων Κελτῶν ἔθνος ὅλον τοὺς καλουμένους Σένωνας ἐχθίστους Ῥωμαίων ὄντας πολεμῶν ἅπαντας ἡβηδὸν κατέσφαξεν. οὗτοι πρὸς Πύρρον ἀφικόμενοι καὶ διαλεχθέντες ὅσα τῇ τοιαύτῃ χρείᾳ πρόσφορα ἦν, ὡς ἀτέκμαρτον πρᾶγμα τύχη, καὶ ταχεῖαι τῶν πολέμων αἱ τροπαί, καὶ τῶν συμβησομένων οὐδὲν ἀνθρώποις προειδέναι ῥᾴδιον, ἐπ' ἐκείνῳ τὴν αἵρεσιν ἐποίουν, εἴτε ἀργύριον ἀντὶ τῶν αἰχμαλώτων ἐβούλετο λαβεῖν εἴτε ἑτέρους αἰχμαλώτους. Πύρρος δὲ μετὰ τῶν φίλων βουλευσάμενος ἀποκρίνεται τάδε αὐτοῖς· Σχέτλιόν τι πρᾶγμα ποιεῖτε, ὦ ἄνδρες Ῥωμαῖοι, φιλίαν μὲν οὐ βουλόμενοι συνάψαι πρὸς ἐμέ, τοὺς δὲ ἁλόντας κατὰ πόλεμον ἀξιοῦντες ἀπολαβεῖν, ἵνα τοῖς αὐτοῖς τούτοις σώμασιν εἰς τὸν κατ' ἐμοῦ πόλεμον ἔχοιτε χρῆσθαι. ἀλλ' εἰ τὰ κράτιστα βουλεύεσθε πράττειν καὶ τὸ κοινῇ συμφέρον ἀμφοτέροις ἡμῖν σκοπεῖτε, σπεισάμενοι τὸν πόλεμον τὸν πρὸς ἐμὲ καὶ τοὺς ἐμοὺς συμμάχους ἀπολάβετε τοὺς ἰδίους προῖκα παρ' ἐμοῦ πολίτας τε καὶ συμμάχους ἅπαντας· ἄλλως δ' οὐκ ἂν ὑπομείναιμι πολλοὺς καὶ ἀγαθοὺς ὑμῖν προέσθαι. Ταῦτα μὲν τῶν τριῶν πρεσβευτῶν παρόντων ἔλεξεν· ἰδίᾳ δὲ τὸν Φαβρίκιον ἀπολαβών· ἐγὼ σέ, φησίν, ὦ Φαβρίκιε, πυνθάνομαι κράτιστον ἐν ἡγεμονίαις πολέμων εἶναι καὶ τῷ βίῳ δίκαιον καὶ σώφρονα καὶ τὰς ἄλλας ἁπάσας ἔχοντα ἀρετάς, χρημάτων τε ἄπορον καὶ καθ' ἓν τὸ μέρος τοῦτο ἐλασσούμενον ὑπὸ τῆς τύχης, ὥστε μηδὲν ἄμεινον τῶν πενεστάτων βουλευτῶν ἐν τοῖς κατὰ τὸν βίον διατελεῖν. τοῦτο δὴ τὸ μέρος ἐκπληρῶσαι προθυμούμενος ἕτοιμός εἰμι διδόναι σοὶ πλῆθος ἀργυρίου καὶ χρυσίου τοσοῦτον, ὅσον κτησάμενος ἅπαντας ὑπερβαλεῖς πλούτῳ τοὺς μάλιστα δοκοῦντας Ῥωμαίων εὐπορεῖν, καλὸν νομίσας ἀνάλωμα καὶ πρέπον ἡγεμόνι τοὺς ἀγαθοὺς ἄνδρας ἀναξίως τῆς ἀρετῆς διὰ πενίαν πράττοντας εὐεργετεῖν καὶ βασιλικοῦ πλούτου τοῦτ' ἀνάθημα καὶ κατασκεύασμα λαμπρότατον. μαθὼν δὲ τὴν ἐμὴν προαίρεσιν, Φαβρίκιε, καὶ πᾶσαν ἀποθέμενος αἰδῶ μέτεχε τῶν παρ' ἡμῖν ὑπαρχόντων ἀγαθῶν, ὡς ἐμοῦ μέλλοντος εἴσεσθαι καὶ μεγάλην σοι χάριν, καὶ μὰ Δί' οὐκ ἐλάττω *** καὶ ξένων τοὺς τιμιωτάτους εἶναι νόμιζε. ἐμοὶ δὲ 16 ἀντὶ τούτων μήτε ἄδικον μήτε αἰσχρὰν πρᾶξιν ὑπηρετήσῃς μηδεμίαν, ἀλλ' ἐξ ὧν αὐτὸς κρείττων ἔσῃ καὶ τιμιώτερος ἐν τῇ ἑαυτοῦ πατρίδι. καὶ πρῶτον μὲν ἐπὶ τὰς διαλλαγάς, ὅση δύναμις ἐν σοί, παρόρμησον τὴν ἄχρι τοῦδε δύσεριν καὶ οὐδὲν τῶν μετρίων φρονοῦσαν βουλήν, διδάσκων, ὡς ἐπὶ κακῷ τῆς πόλεως ὑμῶν ἀφῖγμαι Ταραντίνοις καὶ τοῖς ἄλλοις Ἰταλιώταις ὑποσχόμενος βοηθήσειν, οὓς οὔτε ὅσιον οὔτε εὔσχημόν ἐστί μοι παρόντι μετὰ δυνάμεως καὶ τὴν πρώτην νενικηκότι μάχην ἐγκαταλιπεῖν. καὶ πάνυ πολλὰ καὶ ἀναγκαῖα
πράγματα κατὰ τοῦτον γενόμενα τὸν καιρὸν ἐπὶ τὴν ἰδίαν με ἀρχὴν μετακαλεῖ. πίστεις τε ὑπέχομαι πάσας, ὁπόσαι βεβαιοῦσιν ἀνθρώπων ὁμολογίας, καὶ μόνῳ καὶ μετὰ τῶν ἄλλων πρεσβευτῶν περὶ τῆς οἴκαδε ἀνακομιδῆς † εἶναι Ῥωμαῖοι ποιήσαιντο φίλοι, ἵνα θαρρῶν πρὸς τοὺς ἑαυτοῦ πολίτας λέγῃς, εἰ δή τισι τὸ τῆς βασιλείας ὄνομα ὕποπτόν ἐστιν ὡς ἀπατηλὸν ἐν ὁμολογίαις, ἐξ ὧν ἕτεροί τινες ἐν ὅρκοις καὶ σπονδαῖς παρανομεῖν ἔδοξαν ὅμοια καὶ περὶ ἐμοῦ τεκμαιρομένοις. γενομένης δὲ τῆς εἰρήνης, ἴθι μετ' ἐμοῦ σύμβουλός τε ἁπάντων ἐσόμενος ἐμοὶ καὶ ὑποστράτηγος καὶ τῆς βασιλικῆς εὐτυχίας μέτοχος. ἐμοί τε γὰρ ἀνδρὸς ἀγαθοῦ καὶ πιστοῦ φίλου δεῖ, σοί τε χορηγίας βασιλικῆς καὶ πραγμάτων βασιλικῶν· ἐὰν δὴ συνενέγκωμεν ταῦτ' εἰς τὸ κοινόν, τὰ μέγιστα τῶν ἀγαθῶν παρ' ἀλλήλων ἀποισόμεθα. Παυσαμένου δὲ αὐτοῦ, μικρὸν ἐπισχὼν ὁ Φαβρίκιος εἶπεν· περὶ μὲν τῆς ἀρετῆς, ἥτις ἐστὶ περὶ ἡμᾶς, ἢ κατὰ τὰς κοινὰς πράξεις, ἢ κατὰ τὸν ἴδιον βίον, οὐδὲν ἐμὲ δεῖ ἐπ' ἐμαυτοῦ λέγειν, ἐπειδὴ πέπυσαι παρ' ἑτέρων· οὐδέ γε περὶ τῆς πενίας, ὅτι μοι γήδιον μικρόν ἐστι κομιδῇ καὶ φαῦλον οἰκίδιον καὶ οὔτε ἀπὸ δανεισμάτων οὔτε ἀπ' ἀνδραπόδων ὁ βίος· φαίνῃ γὰρ καὶ τούτων ἀκριβῶς ἀκηκοέναι παρ' ἑτέρων. περὶ δὲ τοῦ κάκιόν με Ῥωμαίων τινὸς πράττειν δι' ἀπορίαν καὶ μηδὲν εἶναί μοι πλέον ἀσκοῦντι καλοκαγαθίαν, ὅτι τῶν πλουσίων οὐκ εἰμί, κακῶς ὑπείληφας, εἴτε ἀκούσας τινὸς εἴτε αὐτὸς εἰκάζων. ἐμοὶ γὰρ οὐδεμία πώποτε κακοδαιμονίας αἴσθησις παρὰ τὸ μὴ πολλὰ κεκτῆσθαι γέγονεν οὐδ' ἔστιν, οὐδὲ ὠδυράμην τὴν ἐμαυτοῦ τύχην οὔτ' ἐν τοῖς κοινοῖς 17 πράγμασιν οὔτ' ἐν τοῖς ἰδίοις. τί γὰρ καὶ παθὼν ἐγκαλοίην ἂν αὐτῇ; πότερον, ὅτι μοι τῶν καλῶν καὶ περιμαχήτων, ἐφ' οἷς ἅπασα φύσις ἐσπούδακεν εὐγενής, οὐδενὸς ἐξεγένετο παρὰ τῆς πατρίδος μεταλαβεῖν διὰ πενίαν; ὃς ἄρχω τε τὰς μεγίστας ἀρχὰς καὶ πρεσβεύω τὰς ἐπιφανεστάτας πρεσβείας καὶ σεβασμοὺς ἱερῶν πιστεύομαι τοὺς ἁγιωτάτους καὶ γνώμην ἀγορεύειν ἀξιούμενος περὶ τῶν ἀναγκαιοτάτων καλοῦμαι ἐν ᾧ προσήκει με τόπῳ, ἐπαινοῦμαί τε καὶ ζηλοῦμαι καὶ οὐδενὸς δεύτερος εἰμὶ τῶν μέγιστα δυναμένων, καὶ παράδειγμα τοῖς ἄλλοις εἶναι δοκῶ καλοκαγαθίας, οὐδὲν ἐκ τῆς ἐμῆς οὐσίας εἰς ταῦτα δαπανῶν, ὥσπερ οὐδὲ τῶν ἄλλων οὐδείς. οὐ γὰρ ἐνοχλεῖ τοῖς ἑκάστου βίοις ἡ πόλις ἡ Ῥωμαίων, ὥσπερ τινὲς ἕτεραι, ἐν αἷς ὁ κοινὸς μὲν πλοῦτος ὀλίγος ἐστιν, ὁ δὲ τῶν ἰδιωτῶν πολύς· ἀλλ' αὐτὴ παρέχει τοῖς πρὸς τὰ κοινὰ προσιοῦσιν ἅπαντα ὅσων δέονται, λαμπρὰς καὶ μεγαλοπρεπεῖς ὑποτιθεῖσα χορηγίας· ὥστε μηδὲν ἀτιμότερον εἶναι τὸν πενέστατον τοῦ πλουσιωτάτου κατὰ τὴν ἀπαξίωσιν τῶν καλῶν, ἀλλὰ πάντας εἶναι Ῥωμαίους, ὅσοι ἂν ὦσι διὰ καλοκαγαθίαν τούτων ἄξιοι τῶν τιμῶν, ἀλλήλοις ἴσους. ὁπότε δὲ πενόμενος οὐδὲν παρὰ τοῦτ' ἔλαττον ἔχω τῶν πολλὰ κεκτημένων, τί παθὼν ἂν κατηγόρηκα τῆς τύχης, ὅτι οὐχ ὑμῖν † ἐποίησε τοῖς βασιλεῦσιν, οἷς ὁ πολὺς θησαυρίζεται χρυσός; ἀλλὰ μὴν ἔν γε τοῖς ἰδίοις τοσοῦτον ἀπέχω κακοδαιμονίας, ὥστε ἐν ὀλίγοις πάνυ τῶν μακαρίων ἐμαυτὸν εἶναι δοκῶ παρὰ τοὺς πλουσίους ἐξετάζων, καὶ ἐπὶ τούτῳ μέγιστον φρονῶ, ἐπειδὴ τὰ μὲν ἀναγκαῖα τὸ λυπρὸν ἀπόχρη μοι γήδιον φιλεργοῦντι καὶ ταμιευομένῳ παρέχειν, τὰ δ' ἔξω τῶν ἀναγκαίων οὐ βιάζεται ζητεῖν ἡ φύσις, ἀλλὰ καὶ τροφὴ πᾶσα ἡδεῖά μοι, ἣν ἂν ὁ λιμὸς σκευάσῃ, καὶ ποτὸν ἅπαν γλυκύ, ὅταν ἡ δίψα πορίσῃ, καὶ ὕπνος μαλθακός, ὅταν ἡγήσηται κόπος, ἐσθής τε ἡ παρέχουσα μὴ ῥιγοῦν αὐταρκεστάτη, καὶ σκεῦος ὅ τι ἂν εὐτελέστατον τῶν δυναμένων τὰς αὐτὰς παρέχειν χρείας οἰκειότατον. ὥστε οὐδὲ κατὰ τοῦτο δίκαιος εἴην τῆς τύχης κατηγορεῖν, ἥ μοι τοσαύτην παρέσχεν 18 οὐσίαν, ὅσην ἡ φύσις ἐβούλετο ἔχειν, τῶν δ' ὑπερβαλλόντων οὔτε πόθον ἐνέφυσεν οὔτε εὐπορίαν ἔδωκεν. Νὴ Δί', ἀλλ' οὐ περίεστί μοι τοῖς πλησίον ἐπαρκεῖν, οὐδ' ἐκ περιουσίας ἐπιστήμην ἔδωκέ μοι θεὸς ἔχειν οὐδὲ μαντικήν, αἷς ὠφέλουν ἂν τοὺς δεομένους, οὐδὲ ἄλλα πολλά· ἃ δ' ἐστὶν ἐν ἐμοί, τούτων μεταδιδοὺς καὶ πόλει καὶ φίλοις, καὶ ἀφ' ὧν δύναμαι ποιεῖν εὖ τινας, ταῦτα κοινὰ τοῖς δεομένοις παρέχων, οὐκ ἂν ἡγησαίμην αἴτιον ἐμαυτόν. ταῦτα δ' ἐστίν, ἃ σὺ κράτιστα νομίζεις εἶναι καὶ πολλῶν χρημάτων αἴτιος εἶ πρίασθαι. εἰ δὲ δὴ καὶ τὰ μάλιστα διὰ τὰς εὐεργεσίας τῶν δεομένων τὸ πολλὰ κεκτῆσθαι χρήματα μεγάλης ἦν σπουδῆς καὶ φιλοτιμίας ἄξιον, καὶ μακαριωτάτους ὑπῆρχεν εἶναι τοὺς πλουσιωτάτους, ὡς τοῖς βασιλεῦσιν ὑμῖν δοκεῖ, πότερος ἦν μοι τρόπος εὐπορίας κρείττων; ἀφ' ὧν σύ μοι νῦν μεταδίδως αἰσχρῶς, ἢ ἀφ' ὧν αὐτὸς ἐκτησάμην καλῶς πρότερον; παρέσχε γάρ μοι τὰ πολιτικὰ πράγματα χρηματισμῶν ἀφορμὰς δικαίας, πολλάκις μὲν καὶ
πρότερον, μάλιστα δ', ἐπεὶ ἐπὶ Σαυνίτας καὶ Λευκανοὺς καὶ Βρεττίους στρατιὰν ἄγων ἐστάλην τετάρτῳ πρότερον ἐνιαυτῷ τὴν ὕπατον ἀρχὴν ἔχων, καὶ πολλὴν μὲν χώραν ἐλεηλάτησα, πολλαῖς δὲ μάχαις τοὺς ἀντιταξαμένους ἐνίκησα, πολλὰς δὲ καὶ εὐδαίμονας πόλεις κατὰ κράτος ἑλὼν ἐξεπόρθησα, ἐξ ὧν τὴν στρατιὰν ἅπασαν ἐπλούτισα, καὶ τὰς εἰσφορὰς τοῖς ἰδιώταις, ἃς εἰς τὸν πόλεμον προεισήνεγκαν, ἀπέδωκα, καὶ υʹ τάλαντα μετὰ τὸν θρίαμβον εἰς τὸ ταμιεῖον εἰσήνεγκα. ἔπειτ', ἐκείνων τῶν δορυκτήτων ἐξόν μοι λαβεῖν ὁπόσα βουλοίμην, οὐ λαβών, ἀλλὰ καὶ τὸν ἐκ τοῦ δικαίου πλοῦτον ὑπεριδὼν ἕνεκα δόξης, ὡς Οὐαλέριος Ποπλικόλας ἐποίησε καὶ ἄλλοι πλεῖστοι πρὸς τούτοις συχνοί, δι' οὓς ἡ πόλις ἡμῶν τηλικαύτη γέγονε, τὰς παρὰ σοῦ δέξομαι δωρεάς, καὶ ἀντὶ τῆς κρείττονος εὐπορίας ἀλλάξομαι τὴν χείρονα; ἐκείνῃ μέν γε τῇ κτήσει καὶ τὸ μεθ' ἡδονῆς ποιεῖσθαι τὰς ἀπολαύσεις πρὸς τῷ καλῶς καὶ δικαίως προσῆν· ταύτης δὲ καὶ τοῦτ' ἄπεστι. δανείσματα 19 γάρ ἐστιν, ὅσα προσλαμβάνουσιν ἄνθρωποι παρ' ἑτέρων, βαρύ νοντα τὴν ψυχὴν ἕως ἂν ἀποδοθῇ, κἂν ὀνόμασι καλοῖς αὐτὰ κοσμήσῃ τις φιλανθρωπίας καλῶν καὶ δωρεὰς ἢ χάριτας. φέρε, ἐὰν δὲ μανεὶς δέξωμαι χρυσόν, ὃν δίδως μοι, καὶ τοῦθ' ἅπασι Ῥωμαίοις γένηται φανερόν, ἔπειθ' οἱ τὴν ἀνυπεύθυνον ἔχοντες ἀρχήν, οὓς ἡμεῖς τιμητὰς καλοῦμεν, οἷς ἀποδέδοται τοὺς ἁπάντων Ῥωμαίων ἐξετάζειν βίους καὶ τοὺς ἐκβαίνοντας ἐκ τῶν πατρίων ἐθῶν ζημιοῦν, καλέσαντές με λόγον ἀποδοῦναι κελεύσωσι τῆς δωροδοκίας ἁπάντων παρόντων. Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς ἱστορίας Πολυβίου. Λόγος αʹ. 1. Ὅτι ὁ Μάρκος ὁ στρατηγὸς Ῥωμαίων ὁρῶν τοὺς Καρχηδονίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐσφαλμένους καὶ νομίζων ὅσον οὔπω κρατήσειν τῆς πόλεως, ἀγωνιῶν δὲ μὴ συμβῇ τὸν ἐπιπαραγινόμενον στρατηγὸν ἐκ τῆς Ῥώμης φθάσαντα τὴν ἐπιγραφὴν τῶν πραγμάτων λαβεῖν, προυκαλεῖτο τοὺς Καρχηδονίους εἰς διαλύσεις. οἱ δ' ἀσμένως ἀκούσαντες ἐξέπεμψαν αὑτῶν τοὺς πρώτους ἄνδρας, οἳ καὶ συμμίξαντες αὐτῷ τοσοῦτον ἀπέσχον τοῦ ῥέπειν ταῖς γνώμαις ἐπὶ τὸ ποιεῖν τι τῶν λεγομένων, ὥστ' οὐδ' ἀκούοντες ὑπομένειν ἐδύναντο τὸ βάρος τῶν ἐπιταγμάτων. ὁ μὲν γὰρ Μάρκος ὡς ἤδη κεκρατηκὼς τῶν ὅλων, ὅ τι ποτὲ συνεχώρει, πᾶν ᾤετο δεῖν αὐτοὺς ἐν χάριτι καὶ δωρεᾷ λαμβάνειν· οἱ δὲ Καρχηδόνιοι θεωροῦντες ὅτι καὶ γενομένοις ὑποχειρίοις οὐδὲν ἂν ξυνακολουθῆσαι βαρύτερον τῶν τότε προσταγμάτων, οὐ μόνον δυσαρεστήσαντες τοῖς προτεινομένοις ἐπανῆλθον, ἀλλὰ καὶ προσκόψαντες τῇ βαρύτητι τοῦ Μάρκου. τὸ δὲ συνέδριον τῶν Καρχηδονίων διακοῦσαν τὰ προτεινόμενα παρὰ τοῦ στρατηγοῦ Ῥωμαίων, καίπερ σχεδὸν ἀπεγνωκὸς τὰς τῆς σωτηρίας ἐλπίδας, ὅμως οὕτως ἀνδρωδῶς ἔστη 20 καὶ γενναίως, ὥστε πᾶν ὑπομένειν εἵλετο καὶ παντὸς ἔργου καὶ καιροῦ πεῖραν λαμβάνειν ἐφ' ᾧ μηδὲν ἀγεννὲς μηδ' ἀνάξιον τῶν πρὸ τοῦ πράξεων ὑπομεῖναι. 2. Ὅτι οἱ Ἰλλυριοὶ κατὰ τοὺς ἀνωτέρω χρόνους συνεχῶς ἠδίκουν τοὺς πλοϊζομένους ἀπ' Ἰταλίας, καθ' οὓς δὲ καιροὺς περὶ τὴν Φοινίκην διέτριβον, καὶ πλείους ἀπὸ τοῦ στόλου χωριζόμενοι πολλοὺς τῶν Ἰταλικῶν ἐμπόρων εὐθὺς μὲν ἐσύλησαν, οὓς δ' ἀπέσφαξαν, οὐκ ὀλίγους δὲ καὶ ζωγρίᾳ τῶν ἁλισκομένων ἀνῆγον. οἱ δὲ Ῥωμαῖοι παρακούοντες τὸν πρὸ τοῦ χρόνον τῶν ἐγκαλούντων τοῖς Ἰλλυριοῖς, τότε καὶ πλειόνων ἐπελθόντων ἐπὶ τὴν σύγκλητον κατέστησαν πρεσβευτὰς εἰς τὴν Ἰλλυρίδα τοὺς ἐπίσκεψιν ποιησομένους περὶ τῶν προειρημένων Γάιον καὶ Λεύκιον Κορογκανίους. ἡ δὲ Τεῦτα, καταπλευσάντων πρὸς αὐτὴν τῶν ἐκ τῆς Ἠπείρου λέμβων, καταπλαγεῖσα τὸ πλῆθος καὶ τὸ κάλλος τῆς ἀγομένης κατασκευῆς (πολὺ γὰρ ἡ Φοινίκη τότε διέφερε τῶν κατὰ τὴν Ἤπειρον πόλεων εὐδαιμονίᾳ) διπλασίως ἐπερρώσθη πρὸς τὴν κατὰ τῶν Ἑλλήνων ἀδικίαν. οὐ μὴν ἀλλὰ τότε μὲν ἐπέσχε διὰ τὰς ἐγχωρίους ταραχάς, καταστησαμένη δὲ ταχέως τὰ κατὰ τοὺς ἀποστάντας Ἰλλυριοὺς ἐπολιόρκει τὴν Ἴσσαν. κατὰ δὲ τὸν καιρὸν τοῦτον κατέπλευσαν οἱ τῶν Ῥωμαίων πρέσβεις, καὶ δοθέντος αὐτοῖς καιροῦ πρὸς ἔντευξιν διελέγοντο περὶ τῶν εἰς αὐτοὺς γεγονότων ἀδικημάτων. ἡ δὲ Τεῦτα καθόλου μὲν παρ' ὅλην τὴν κοινολογίαν ἀγερώχως καὶ λίαν ὑπερηφάνως αὐτῶν διήκουσεν, καταπαυσάντων δὲ
τὸν λόγον κοινῇ μὲν ἔφη πειρᾶσθαι φροντίζειν, ἵνα μηδὲν ἀδίκημα γίνηται Ῥωμαίοις ἐξ Ἰλλυριῶν, ἰδίᾳ γε μὴν οὐ νόμιμον εἶναι τοῖς βασιλεῦσι κωλύειν Ἰλλυριοῖς τὰς κατὰ θάλατταν ὠφελείας. ὁ δὲ νεώτερος τῶν πρεσβευτῶν δυσχεράνας ἐπὶ τοῖς εἰρημένοις ἐχρήσατο παρρησίᾳ καθηκούσῃ μέν, οὐδαμῶς δὲ πρὸς καιρόν. εἶπε γὰρ ὅτι· Ῥωμαίοις μέν, ὦ Τεῦτα, κάλλιστον ἔθος ἐστὶ τὰ κατ' ἰδίαν ἀδικήματα κοινῇ μεταπορεύεσθαι καὶ βοηθεῖν τοῖς ἀδικουμένοις· πειρασόμεθα δὴ θεοῦ βουλομένου ταχέως ἀναγκάσαι σε τὰ βασιλικὰ νόμιμα διορθώσασθαι πρὸς Ἰλλυριούς. ἡ δὲ γυναικοθύμως καὶ ἀλογίστως δεξαμένη τὴν παρρησίαν ἐπὶ τοσοῦτον ἐξωργίσθη πρὸς τὸ ῥηθέν, ὡς ὀλιγωρήσασα τῶν παρ' ἀνθρώποις ὡρισμένων δικαίων ἀποπλέουσιν αὐτοῖς ἐπαποστεῖλαί τινας τὸν παρρησιασάμενον τῶν 21 πρέσβεων ἀποκτεῖναι. προσπεσόντος δὲ τοῦ γεγονότος εἰς τὴν Ῥώμην, διοργισθέντες ἐπὶ τῇ παρανομίᾳ τῆς γυναικὸς εὐθέως περὶ παρασκευὴν ἐγίνοντο καὶ στρατόπεδα κατέγραφον καὶ στόλον συνήθροιζον. 3. Ὅτι Ζακανθαῖοι ὑπὸ Καρχηδονίων πολιορκούμενοι συνεχῶς ἔπεμπον εἰς τὴν Ῥώμην, ἅμα μὲν ἀγωνιῶντες περὶ σφῶν καὶ προορώμενοι τὸ μέλλον, ἅμα δὲ βουλόμενοι μὴ λανθάνειν Ῥωμαίους τὴν γινομένην εὔροιαν Καρχηδονίοις τῶν κατ' Ἰβηρίαν πραγμάτων. Ῥωμαῖοι δὲ πλεονάκις αὐτῶν παρακηκοότες τότε πρεσβευτὰς ἐξαπέστειλαν τοὺς ἐπισκεψομένους ὑπὲρ τῶν προσπιπτόντων. Ἀννίβας δὲ κατὰ τοὺς αὐτοὺς καιροὺς πεποιημένος ὑφ' αὑτὸν οὓς προέθετο, παρῆν αὖθις μετὰ τῶν δυνάμεων παραχειμάζων εἰς Καινὴν πόλιν, ἥ τε σωμανει πρόσχημα καὶ βασίλειον ἦν Καρχηδονίων ἐν τοῖς κατὰ τὴν Ἰβηρίαν τόποις. καταλαβὼν δὲ τὴν παρὰ τῶν Ῥωμαίων πρεσβείαν καὶ δοὺς αὑτὸν εἰς ἔντευξιν διήκουε περὶ τῶν ἐνεστώτων. Ῥωμαῖοι μὲν οὖν διεμαρτύροντο Ζακανθαίων ἀπέχεσθαι (κεῖσθαι γὰρ αὐτοὺς ἐν τῇ σφετέρᾳ πίστει) καὶ τὸν Ἴβηρα ποταμὸν μὴ διαβαίνειν κατὰ τὰς ἐπ' Ἀσδρούβαν γενομένας ὁμολογίας ὁ δὲ Ἀννίβας ἅτε νέος μὲν ὤν, πλήρης δὲ πολεμικῆς ὁρμῆς, ἐπιτυχὴς δ' ἐν ταῖς ἐπιβολαῖς, πάλαι δὲ παρωρμημένος πρὸς τὴν κατὰ Ῥωμαίων ἔχθραν, πρὸς μὲν ἐκείνους ὡς κηδόμενος Ζακανθαίων ἐνεκάλει Ῥωμαίοις, διότι μικροῖς ἔμπροσθεν χρόνοις στασιαζόντων αὐτῶν λαβόντες τὴν ἐπιτροπὴν εἰς τὸ διαλῦσαι ἀδίκως ἐπανέλοιντό τινας τῶν προεστώτων, οὓς οὐ περιόψεσθαι παρεσπονδημένους (πάτριον γὰρ εἶναι Καρχηδονίοις τὸ μηδένα τῶν ἀδικουμένων περιορᾶν), πρὸς δὲ Καρχηδονίους διεπέμπετο πυνθανόμενος τί δεῖ ποιεῖν, ὅτι Ζακανθαῖοι πιστεύοντες τῇ Ῥωμαίων συμμαχίᾳ τινὰς τῶν ὑφ' αὑτοὺς ταττομένων ἀδικοῦσιν. καθόλου δ' ἦν πλήρης ἀλογίας καὶ θυμοῦ βιαίου. διὸ καὶ ταῖς μὲν ἀληθιναῖς αἰτίαις οὐκ ἐχρῆτο, κατέφευγε δ' εἰς προφάσεις ἀλόγους, ἅπερ εἰώθασι ποιεῖν οἱ διὰ τὰς προεγκαθημένας αὐτοῖς ὁρμὰς ὀλιγωροῦντες τοῦ καθήκοντος. πόσῳ γὰρ ἦν ἄμεινον οἴεσθαι δεῖν Ῥωμαίους ἀποδοῦναι σφίσι Σαρδόνα καὶ τοὺς ἐπιταχθέντας ἅμα ταύτῃ φόρους, οὓς τοὺς καιροὺς συνεπιθέμενοι πρότερον ἀδίκως 22 παρ' αὐτῶν ἔλαβον· εἰ δὲ μή, φάναι πολεμήσειν. νῦν δὲ τὴν μὲν οὖσαν αἰτίαν ἀληθινὴν παρασιωπῶν, τὴν δ' οὐχ ὑπάρχουσαν περὶ Ζακανθαίων πλάττων, οὐ μόνον ἀλόγως, ἔτι δὲ μᾶλλον ἀδίκως κατάρχειν ἐδόκει τοῦ πολέμου. οἱ δὲ τῶν Ῥωμαίων πρέσβεις, ὅτι μὲν εἴη πολεμητέον σαφῶς εἰδότες, ἀπέπλευσαν εἰς Καρχηδόνα τὰ παραπλήσια θέλοντες ἐπιμαρτύρασθαι κἀκείνους· οὐ μὴν ἐν Ἰταλίᾳ γε πολεμήσειν ἤλπισαν, ἀλλ' ἐν Ἰβηρίᾳ, χρήσεσθαι δὲ πρὸς τὸν πόλεμον ὁρμητηρίῳ τῇ Ζακανθαίων πόλει. διὸ καὶ πρὸς ταύτην ἁρμοζόμενοι τὴν ὑπόθεσιν ἡ σύγκλητος ἔκρινεν ἀσφαλίσασθαι τὰ κατὰ τὴν Ἰλλυρίδα πράγματα προορωμένη διότι μέγας ἔσται καὶ πολυχρόνιος καὶ μακρὰν ἀπὸ τῆς οἰκείας ὁ πόλεμος. 4. Ὅτι Ῥωμαῖοι, προσπεσόντος σφίσι τοῦ γεγονότος κατὰ τοὺς Ζακανθαίους ἀτυχήματος, παραχρῆμα πρεσβευτὰς ἑλόμενοι κατὰ σπουδὴν ἐξαπέστειλαν εἰς τὴν Καρχηδόνα, δύο προτείνοντες αὐτοῖς, ὧν τὸ μὲν αἰσχύνην ἅμα καὶ βλάβην ἐδόκει φέρειν δεξαμένοις τοῖς Καρχηδονίοις, τὸ δ' ἕτερον πραγμάτων καὶ κινδύνων ἀρχὴν μεγάλων· ἢ γὰρ τὸν στρατηγὸν Ἀννίβαν καὶ τοὺς μετ' αὐτοῦ συνέδρους ἐκδότους διδόναι Ῥωμαίοις ἐπαιτέον, ἢ προήγγελλον τὸν πόλεμον. παραγενομένων δὲ τῶν Ῥωμαίων καὶ παρελθόντων εἰς τὸ συνέδριον καὶ διασαφούντων ταῦτα, δυσχερῶς ἤκουον οἱ Καρχηδόνιοι τὴν αἵρεσιν τῶν προτεινομένων. ὅμως δὲ προστησάμενοι τὸν ἐπιτηδειότατον ἐξ αὑτῶν ἤρξαντο περὶ σφῶν δικαιολογεῖσθαι. τὰς μὲν οὖν πρὸς Ἀσδρούβαν ὁμολογίας παρεσιώπων ὡς οὔτε γεγενημένας, εἴ τε γεγόνασιν, οὐδὲν
10
οὔσας πρὸς αὑτοὺς διὰ τὸ χωρὶς τῆς σφετέρας πεπρᾶχθαι γνώμης. ἐχρῶντο δ' ἐξ αὐτῶν Ῥωμαίων εἰς τοῦτο παραδείγματι· τὰς γὰρ ἐπὶ Λουτατίου γενομένας συνθήκας ἐν τῷ πολέμῳ τῷ περὶ τῆς Σικελίας ταύτας ἔφασαν ἤδη συνωμολογημένας ὑπὸ Λουτατίου μετὰ ταῦτα τὸν δῆμον τῶν Ῥωμαίων ἀκύρους ποιῆσαι διὰ τὸ χωρὶς τῆς αὑτοῦ γενέσθαι γνώμης. ἐπίεζον δὲ καὶ προσαπηρείδοντο παρ' ὅλην τὴν δικαιολογίαν ἐπὶ τὰς τελευταίας συνθήκας τὰς γενομένας ἐν τῷ περὶ Σικελίας πολέμῳ, ἐν αἷς περὶ μὲν Ἰβηρίας οὐκ ἔφασαν ὑπάρχειν ἔγγραφον οὐδέν, περὶ δὲ τοῦ τοῖς ἑκατέρων συμμάχοις τὴν παρ' αὐτῶν ἀσφάλειαν εἶναι ῥητῶς κατατετάχθαι. Ζακανθαίους δὲ 23 παρεδείκνυον οὐκ ὄντας τότε Ῥωμαίων συμμάχους, καὶ παρανεγίνωσκον πρὸς τοῦτο πλεονάκις τὰς συνθήκας. Ῥωμαῖοι δὲ τὸ μὲν δικαιολογεῖσθαι καθάπαξ ἀπεγίνωσκον φάσκοντες ἀκεραίου μὲν ἔτι μενούσης τῆς τῶν Ζακανθαίων πόλεως ἐπιδέχεσθαι τὰ πράγματα δικαιολογίαν καὶ δυνατὸν εἶναι λόγῳ περὶ τῶν ἀμφισβητουμένων διεξάγειν, ταύτης δὲ παρεσπονδημένης ἢ τοὺς αἰτίους ἐκδοτέον εἶναι σφίσιν, δι' οὗ φανερὸν ἔσται πᾶσιν, ὡς οὐ μετεσχήκασι τῆς ἀδικίας, ἀλλ' ἄνευ τῆς αὐτῶν γνώμης πεπρᾶχθαι τοῦτο τὸ ἔργον, ἢ μὴ βουλομένους τοῦτο ποιεῖν, ὁμολογοῦντας δὲ κοινωνεῖν ** συγκαθολικώτερόν πως ἐχρήσαντο τοῖς λόγοις· ἡμῖν δ' ἀναγκαῖον εἶναι δοκεῖ τὸ μὴ παραλιπεῖν ἄσκεπτον τοῦτο τὸ μέρος, ἵνα μήτε, οἷς καθήκει καὶ διαφέρει τὸ σαφῶς εἰδέναι τὴν ἐν τούτοις ἀκρίβειαν, παραπταίωσι τῆς ἀληθείας ἐν τοῖς ἀναγκαιοτάτοις διαβουλίοις, μήθ' οἱ φιλομαθοῦντες περὶ τούτων ἀστοχῶσι συμπλανώμενοι ταῖς ἀγνοίαις καὶ φιλοτιμίαις τῶν συγγραφέων, ἀλλ' ἢ τῆς ὁμολογουμένης θεωρίας τῶν ἀπὸ τῆς ἀρχῆς ὑπαρξάντων δικαίων Ῥωμαίοις καὶ Καρχηδονίοις πρὸς ἀλλήλους ἕως εἰς τοὺς καθ' ἡμᾶς καιρούς. Γίνονται τοιγαροῦν συνθῆκαι Ῥωμαίοις καὶ Καρχηδονίοις πρῶται κατὰ Λεύκιον Ἰούνιον Βροῦτον καὶ Μάρκον Ὡράτιον τοὺς πρώτους κατασταθέντας ὑπάτους μετὰ τὴν τῶν βασιλέων κατάλυσιν· ταῦτα δ' ἐστὶ πρότερα τῆς Ξέρξου διαβάσεως εἰς τὴν Ἑλλάδα τριάκοντα ἔτεσι λείπουσι δυοῖν. ἃς καθ' ὅσον ἦν δυνατὸν ἀκριβέστατα διερμηνεύσαντες ἡμεῖς ὑπογεγράφαμεν· τηλικαύτη γὰρ ἡ διαφορὰ γέγονε τῆς διαλέκτου καὶ παρὰ Ῥωμαίοις τῆς νῦν πρὸς τὴν ἀρχαίαν, ὥστε τοὺς συνετωτάτους ἔνια μόλις ἐξ ἐπιστάσεως διευκρινεῖν. εἰσὶ δ' αἱ συνθῆκαι τοιαίδε τινές· ἐπὶ τοῖσδε φιλίαν εἶναι Ῥωμαίοις καὶ τοῖς Ῥωμαίων συμμάχοις καὶ Καρχηδονίοις καὶ τοῖς Καρχηδονίων συμμάχοις. μὴ πλεῖν Ῥωμαίους μηδὲ τοὺς Ῥωμαίων συμμάχους ἐπέκεινα τοῦ Καλοῦ ἀκρωτηρίου, ἐὰν μὴ ὑπὸ χειμῶνος ἢ πολεμίων ἀναγκασθῶσιν· ἐὰν δέ τις βίᾳ κατενεχθῇ, μὴ ἐξέστω αὐτῷ μηδὲν ἀγοράζειν μηδὲ λαμβάνειν, πλὴν ὅσα πρὸς πλοίου ἐπισκευὴν ἢ πρὸς ἱερά. τοῖς δὲ κατ' ἐμπορίαν παραγενομένοις μηδὲν ἔστω τέλος πλὴν ἐπὶ κήρυκι ἢ γραμματεῖ· ὅσα δ' ἂν τούτων παρόντων πραθῇ, δημοσίᾳ πίστει ὀφειλέσθω τῷ ἀποδομένῳ, ὅσα δ' ἂν ἢ ἐν Λιβύῃ ἢ ἐν Σαρδόνι πραθῇ. ἐὰν Ῥωμαίων 24 τις εἰς Σικελίαν παραγένηται, ἧς Καρχηδόνιοι ἐπάρχουσιν, ἴσα ἔστω τὰ Ῥωμαίων πάντα. Καρχηδόνιοι δὲ μὴ ἀδικείτωσαν δῆμον Ἀρδεατῶν Ἀντιατῶν Ἀρεντίνων Κιρκαιιτῶν Ταρρακινητῶν, μηδ'ἄλλον μηδένα Λατίνων, ὅσοι ἂν ὑπήκοοι. ἐὰν δέ τινες μὴ ὦσιν ὑπήκοοι, τῶν πόλεων ἀπεχέσθωσαν· ἂν δὲ λάβωσι, Ῥωμαίοις ἀποδιδότωσαν ἀκέραιον. φρούριον μὴ οἰκοδομείτωσαν ἐν τῇ Λατίνῃ. ἐὰν ὡς πολέμιοι εἰς τὴν χώραν εἰσέλθωσιν, ἐν τῇ χώρᾳ μὴ ἐννυκτερευέτωσαν. Τὸ μὲν οὖν Καλὸν ἀκρωτήριόν ἐστι τὸ προκείμενον αὐτῆς τῆς Καρχηδόνος ὡς πρὸς τὰς ἄρκτους· οὗ καθάπαξ ἐπέκεινα πλεῖν ὡς πρὸς μεσημβρίαν οὐκ οἴονται δεῖν οἱ Καρχηδόνιοι τοὺς Ῥωμαίους μακραῖς ναυσὶ διὰ τὸ μὴ βούλεσθαι γινώσκειν αὐτούς, ὡς ἐμοὶ δοκεῖ, μήτε τοὺς κατὰ τὴν Βυσσάτιν μήτε τοὺς κατὰ τὴν μικρὰν Σύρτιν τόπους, ἃ δὴ καλοῦσιν Ἐμπορεῖα, διὰ τὴν ἀρετὴν τῆς χώρας. ἐὰν δέ τις ὑπὸ χειμῶνος ἢ πολεμίων βίᾳ κατενεχθεὶς δέηταί του τῶν ἀναγκαίων πρὸς ἱερὰ καὶ πρὸς ἐπισκευὴν πλοίου, ταῦτα, πάρεξ δὲ μηδὲν οἷόν τε δεῖν λαμβάνειν κατ' ἀνάγκην, ἐν πένθ' ἡμέραις ἀπαλλάττεσθαι τοὺς καθορμισθέντας. εἰς δὲ Καρχηδόνα καὶ πᾶσαν τὴν ἐπὶ τάδε τοῦ Καλοῦ ἀκρωτηρίου τῆς Λιβύης καὶ Σαρδόνα καὶ Σικελίαν ἐπάρχουσι Καρχηδόνιοι, κατ' ἐμπορίαν πλεῖν Ῥωμαίοις ἔξεστι, καὶ τὸ δίκαιον ὑπισχνοῦνται βεβαιώσειν οἱ Καρχηδόνιοι πίστει. ἐκ δὲ τούτων τῶν συνθηκῶν περὶ μὲν Σαρδόνος καὶ Λιβύης ἐμφαίνουσιν ὥσπερ ἰδίας ποιούμενοι τὸν λόγον, ὑπὲρ δὲ Σικελίας τἀναντία διαστέλλονται ῥητῶς, ὑπὲρ αὐτῶν τούτων ποιούμενοι τὰς συνθήκας, ὅσα τῆς Σικελίας ὑπὸ τὴν Καρχηδονίων
11
πίπτει δυναστείαν. ὁμοίως δὲ καὶ Ῥωμαῖοι περὶ τῆς Λατίνης αὐτῆς χώρας ποιοῦνται τὰς συνθήκας, τῆς δὲ λοιπῆς Ἰταλίας οὐ μνημονεύουσι διὰ τὸ μὴ πίπτειν ὑπὸ τὴν αὑτῶν ἐξουσίαν. Μετὰ δὲ ταύτας ἑτέρας ποιοῦνται συνθήκας, ἐν αἷς προσπεριειλήφασι Καρχηδόνιοι Τυρίους καὶ τὸν Ἰτυκαίων δῆμον· πρόκειται δὲ καὶ τῷ Καλῷ ἀκρωτηρίῳ Μαστία Ταρσήιον, ὧν ἐκτὸς οἴονται 25 δεῖν Ῥωμαίους μήτε ληίζεσθαι μήτε πόλιν κτίζειν. εἰσὶ δὲ τοιαίδε τινές· ἐπὶ τοῖσδε φιλίαν εἶναι Ῥωμαίοις καὶ τοῖς Ῥωμαίων συμμάχοις καὶ Καρχηδονίων καὶ Τυρίων καὶ Ἰτυκαίων δήμῳ καὶ τοῖς τούτων συμμάχοις. τοῦ Καλοῦ ἀκρωτηρίου, Μαστίας, Ταρσηίου μὴ ληίζεσθαι ἐπέκεινα Ῥωμαίους μηδ' ἐμπορεύεσθαι μηδὲ πόλιν κτίζειν. ἐὰν δὲ Καρχηδόνιοι λάβωσιν ἐν τῇ Λατίνῃ πόλιν τινὰ μὴ οὖσαν ὑπήκοον Ῥωμαίοις, τὰ χρήματα καὶ τοὺς ἄνδρας ἐχέτωσαν, τὴν δὲ πόλιν ἀποδιδότωσαν. ἐὰν δέ τινες Καρχηδονίων λάβωσί τινας πρὸς οὓς εἰρήνη μέν ἐστιν ἔγγραπτος Ῥωμαίοις, μὴ ὑποτάττονται δέ τι αὐτοῖς, μὴ καταγέτωσαν εἰς τοὺς Ῥωμαίων λιμένας· ἐὰν δὲ καταχθέντος ἐπιλάβηται ὁ Ῥωμαῖος, ἀφιέσθω· ὡσαύτως δὲ μηδ' οἱ Ῥωμαῖοι ποιείτωσαν. ἂν ἔκ τινος χώρας, ἧς Καρχηδόνιοι ἐπάρχουσιν, ὕδωρ ἢ ἐφόδια λάβῃ ὁ Ῥωμαῖος, μετὰ τούτων τῶν ἐφοδίων μὴ ἀδικείτω μηδένα πρὸς οὓς εἰρήνη καὶ φιλία ἐστὶ ** Καρχηδόνος ποιείτω. εἰ δέ, μὴ ἰδίᾳ μεταπορευέσθω· ἐὰν δέ τις τοῦτο ποιήσῃ, δημόσιον γινέσθω τὸ ἀδίκημα. ἐν Σαρδόνι καὶ Λιβύῃ μηδεὶς Ῥωμαίων μήτ' ἐμπορευέσθω μήτε πόλιν κτιζέτω, ** εἰ μὴ ἕως τοῦ ἐφόδια λαβεῖν ἢ πλοῖον ἐπισκευάσαι. ἐὰν δὲ χειμὼν κατενέγκῃ, ἐν πένθ' ἡμέραις ἀποτρεχέτω. ἐν Σικελίᾳ, ἧς Καρχηδόνιοι ἐπάρχουσι, καὶ ἐν Καρχηδόνι πάντα καὶ ποιείτω καὶ πωλείτω, ὅσα καὶ τῷ πολίτῃ ἔξεστιν. ὡσαύτως δὲ καὶ ὁ Καρχηδόνιος ποιείτω ἐν Ῥώμῃ. Πάλιν ἐν ταύταις ταῖς συνθήκαις τὰ μὲν κατὰ Λιβύην καὶ Σαρδόνα προσεπιτείνουσιν ἐξιδιαζόμενοι καὶ πάσας ἀφαιρούμενοι τὰς ἐπιβάθρας Ῥωμαίων, περὶ δὲ Σικελίας τἀναντία προσδιασαφοῦσι περὶ τῆς ὑπ' αὐτοὺς ταττομένης. ὁμοίως δὲ καὶ Ῥωμαῖοι περὶ τῆς Λατίνης· οὐκ οἴονται δεῖν τοὺς Καρχηδονίους ἀδικεῖν Ἀρδεάτας Ἀντιάτας Κιρκαιίτας Ταρρακηνίτας. αὗται δ' εἰσὶν αἱ πόλεις αἱ περιέχουσαι παρὰ θάλατταν τὴν Λατίνην χώραν, ὑπὲρ ἧς ποιοῦνται τὰς συνθήκας. Ἔτι τοιγαροῦν τελευταίας συνθήκας ποιοῦνται Ῥωμαῖοι κατὰ τὴν Πύρρου διάβασιν πρὸ τοῦ συστήσασθαι τοὺς Καρχηδονίους τὸν περὶ Σικελίας πόλεμον· ἐν αἷς τὰ μὲν ἄλλα τηροῦσι πάντα κατὰ τὰς ὑπαρχούσας ὁμολογίας, πρόσκειται δὲ τούτοις τὰ ὑπογεγραμμένα· ἐὰν συμμαχίαν ποιῶνται πρὸς Πύρρον, ἔγγραπτον 26 ποιείσθωσαν ἀμφότεροι, ἵνα ἐξῇ βοηθεῖν ἀλλήλοις ἐν τῇ τῶν πολεμουμένων χώρᾳ. ὁπότεροι δ' ἂν χρείαν ἔχωσι τῆς βοηθείας, τὰ πλοῖα παρεχέτωσαν Καρχηδόνιοι καὶ εἰς τὴν ὁδὸν καὶ εἰς τὴν ἔφοδον, τὰ δὲ ὀψώνια τοῖς αὑτῶν ἑκάτεροι. Καρχηδόνιοι δὲ καὶ κατὰ θάλατταν Ῥωμαίοις βοηθείτωσαν, ἂν χρεία ᾖ. τὰ δὲ πληρώματα μηδεὶς ἀναγκαζέτω ἐκβαίνειν ἀκουσίως. Τὸν δὲ ὅρκον ὀμνύειν ἔδει τοιοῦτον, ἐπὶ μὲν τῶν πρώτων συνθηκῶν Καρχηδονίους μὲν τοὺς θεοὺς τοὺς πατρῴους, Ῥωμαίους δὲ διὰ λίθων κατά τι παλαιὸν ἔθος, ἐπὶ δὲ τούτων τὸν Ἄρην καὶ τὸν Ἐνυάλιον. τὸ δὲ διὰ λίθων ζήτει ἐν τῷ περὶ ἐθῶν. Τούτων δὴ τοιούτων ὑπαρχόντων καὶ τηρουμένων συνθηκῶν τίς οὐκ ἂν εἰκότως θαυμάσειε Φιλίνου τοῦ συγγραφέως, οὐ διότι ταῦτ' ἠγνόει (τοῦτο μὲν γὰρ οὐ θαυμαστόν) ἀλλὰ πόθεν ἢ πῶς ἐθάρρησε γράψαι τἀναντία τοῖς πρεσβυτάτοις Ῥωμαίων καὶ Καρχηδονίων, διότι Ῥωμαίοις καὶ Καρχηδονίοις ὑπάρχοιεν συνθῆκαι, καθ' ἃς ἔδει Ῥωμαίους μὲν ἀπέχεσθαι Σικελίας ἁπάσης, Καρχηδονίους δ' Ἰταλίας, καὶ διότι ὑπερέβαινον Ῥωμαῖοι τὰςσυνθήκας καὶ τοὺς ὅρκους, ἐπεὶ ἐποιήσαντο τὴν πρώτην εἰς Σικελίαν διάβασιν, μήτε γεγονότος μήθ' ὑπάρχοντος παράπαν ἐγγράφου τοιούτου μηδενός. ταῦτα γὰρ ἐν τῇ δευτέρᾳ λέγει βίβλῳ διαρρήδην. περὶ ὧν ἡμεῖς ἐν τῇ παρασκευῇ τῆς ἰδίας πραγματείας μνησθέντες εἰς τοῦτον ὑπερεθέμεθα τὸν καιρὸν κατὰ μέρος περὶ αὐτῶν ἐξεργάσασθαι διὰ τὸ καὶ πλείους διεψεῦσθαι τῆς ἀληθείας ἐν τούτοις πιστεύσαντας τῇ Φιλίνου γραφῇ. οὐ μὴν ἀλλὰ κατὰ τοῦτό τις ἐπιλαμβάνεται Ῥωμαίων περὶ τῆς εἰς Σικελίαν διαβάσεως, ὅτι καθόλου Μαμερτίνους προσέλαβον εἰς τὴν φιλίαν καὶ μετὰ ταῦτα δεομένοις ἐβοήθησαν, οἵτινες οὐ μόνον τὴν Μεσσηνίων πόλιν, ἀλλὰ καὶ τὴν Ῥηγίνων παρεσπόνδησαν, εἰκότως ἂν δόξειε δυσαρεστεῖν· εἰ δὲ παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας ὑπολαμβάνει τις αὐτοὺς πεποιῆσθαι τὴν διάβασιν, ἀγνοεῖ προφανῶς. Συντελεσθέντος τοίνυν τοῦ περὶ Σικελίας πολέμου ποιοῦνται συνθήκας ἄλλας, ἐν
12
αἷς τὰ συνέχοντα τῶν ἐγγράπτων ἦν ταῦτα· ἐκχωρεῖν Καρχηδονίους τῶν νήσων ἁπασῶν τῶν κειμένων Ἰταλίας 27 μεταξὺ καὶ Σικελίας· τὴν ἀσφάλειαν ὑπάρχειν παρ' ἑκατέρων τοῖς ἑκατέρων συμμάχοις· μηδετέρους ἐν ταῖς ἀλλήλων ἐπαρχίαις μηδὲν ἐπιτάττειν μηδ' οἰκοδομεῖν δημοσίᾳ μηδὲ ξενολογεῖν μηδὲ προσλαμβάνειν εἰς φιλίαν τοὺς ἀλλήλων συμμάχους· ἐξενεγκεῖν Καρχηδονίους ἐν ἔτεσι δέκα δισχίλια καὶ σʹ τάλαντα, παραυτίκα δὲ δοῦναι χίλια· τοὺς αἰχμαλώτους χωρὶς λύτρων ἀποδοῦναι πάντας Καρχηδονίους τοῖς Ῥωμαίοις. μετὰ δὲ ταῦτα πάλιν, λήξαντος τοῦ Λιβυκοῦ πολέμου, Ῥωμαῖοι Καρχηδονίοις πόλεμον ἐξενέγκαντες ἕως δόγματος ἐπισυνθήκας ἐποίησαν τοιαύτας, ἐκχωρεῖν Καρχηδονίους Σαρδόνος καὶ προσεξενεγκεῖν ἄλλα χίλια καὶ σʹ τάλαντα, ὡς προείπαμεν. ἐπὶ δὲ τοῖς προειρημένοις τελευταῖαι πρὸς Ἀσδρούβαν ἐν Ἰβηρίᾳ γίνονται διομολογήσεις, ἐφ' ᾧ μὴ διαβαίνειν Καρχηδονίους ἐπὶ πολέμῳ τὸν Ἴβηρα ποταμόν. ταῦθ' ὑπῆρχε τὰ δίκαια Ῥωμαίοις καὶ Καρχηδονίοις ἀπὸ τῆς ἀρχῆς ἕως εἰς τοὺς κατ' Ἀννίβαν καιρούς. Ὥσπερ οὖν τὴν εἰς Σικελίαν διάβασιν Ῥωμαίων οὐ παρὰ τοὺς ὅρκους εὑρίσκομεν γεγενημένην, οὕτω ὑπὲρ τοῦ δευτέρου πολέμου, καθ' ὃν ἐποιήσαντο τὰς περὶ Σαρδόνος συνθήκας, οὔτε πρόφασιν οὔτ' αἰτίαν εὕροι τις ἂν εὔλογον, ἀλλ' ὁμολογουμένως τοὺς Καρχηδονίους ἠναγκασμένους παρὰ πάντα τὰ δίκαια διὰ τὸν καιρὸν ἐκχωρῆσαι μὲν Σαρδόνος, ἐξενεγκεῖν δὲ τὸ προειρημένον πλῆθος τῶν χρημάτων. τὸ μὲν γὰρ ὑπὸ Ῥωμαίων περὶ τούτων λεγόμενον ἔγκλημα, διότι τοὺς παρὰ σφῶν πλοϊζομένους ἠδίκουν κατὰ τὸν Λιβυκὸν πόλεμον, ἐλύθη καθ' οὓς καιροὺς κομισάμενοι παρὰ Καρχηδονίων ἅπαντας τοὺς κατηγμένους ἀντεδωρήσαντο χωρὶς αὐτῶν ἐν χάριτι τοὺς παρὰ σφίσιν ὑπάρχοντας αἰχμαλώτους· ὑπὲρ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τῇ πρὸ ταύτης βίβλῳ δεδηλώκαμεν. Τούτων δὴ τοιούτων ὑπαρχόντων, λοιπὸν διευκρινῆσαι καὶ σκέψασθαι περὶ τοῦ κατ' Ἀννίβαν πολέμου, ποτέροις αὐτῶν τὴν αἰτίαν ἀναθετέον. τὰ μὲν οὖν ὑπὸ Καρχηδονίων τότε ῥηθέντα δεδηλώκαμεν, τὰ δ' ὑπὸ Ῥωμαίων λεγόμενα νῦν ἐροῦμεν· οἷς τότε μὲν οὐκ ἐχρήσαντο διὰ τὸν ἐπὶ τῇ Ζακανθαίων ἀπωλείᾳ θυμόν, λέγεται δὲ πολλάκις καὶ ὑπὸ πολλῶν παρ' αὐτοῖς, πρῶτον μὲν ὅτι τὰς πρὸς Ἀσδρούβαν γενομένας ὁμολογίας οὐκ ἀθετητέον, καθάπερ οἱ Καρχηδόνιοι 28 λέγειν ἐθάρρουν· οὐ γὰρ προσέκειτο, καθάπερ ἐπὶ τοὺς Λουτατέου, κυρίας εἶναι ταύτας, ἐὰν καὶ τῷ δήμῳ δόξῃ τῶν Ῥωμαίων, ἀλλ' αὐτοτελῶς ἐποιήσατο τὰς ὁμολογίας Ἀσδρούβας, ἐν αἷς ἦν τὸν Ἴβηρα ποταμὸν μὴ διαβαίνειν ἐπὶ πολέμῳ Καρχηδονίους. καὶ μὴν ἐν ταῖς περὶ Σικελίαν συνθήκαις ἦν ἔγγραπτον, καθάπερ κἀκεῖνοι φασίν, ὑπάρχειν τοῖς ἀμφοτέρων συμμάχοις τὴν παρ' ἑκατέρων ἀσφάλειαν, οὐκ αὐτοῖς μόνον τοῖς τότε συμμάχοις, καθάπερ ἐποιοῦντο τὴν ἐκδοχὴν οἱ Καρχηδόνιοι· προσέκειτο γὰρ ἂν ἤτοι τὸ μὴ προσλαμβάνειν ἑτέρους συμμάχους παρὰ τοὺς ὑπάρχοντας, ἢ τὸ μὴ παραλαμβάνεσθαι τοὺς ὕστερον προσληφθέντας τούτων τῶν συνθηκῶν. ὅτε δὲ τούτων οὐδέτερον ἐγράφη, προφανὲς ἦν ἔτι πᾶσι τοῖς ἑκατέρων συμμάχοις, καὶ τοῖς οὖσι τότε καὶ τοῖς μετὰ ταῦτα προσληφθησομένοις, τὴν παρ' ἀμφοῖν ἀσφάλειαν ἀεὶ δέον ἦν ὑπάρχειν. ὃ δὴ καὶ πάντως ἂν εἰκὸς εἶναι δόξειεν. οὐ γὰρ δήπου τοιαύτας ἔμελλον ποιήσεσθαι συνθήκας, δι' ὧν ἀφελοῦνται τὴν ἐξουσίαν σφῶν αὐτῶν τοῦ προσλαμβάνειν κατὰ καιρούς, ἄν τινες ἐπιτήδειοι φανῶσιν αὐτοῖς φίλοι καὶ σύμμαχοι, οὐδὲ μὴν προσλαβόντες εἰς τὴν σφετέραν πίστιν περιόψεσθαι τούτους ὑπό τινων ἀδικουμένους· ἀλλ' ἦν ἀμφοτέρων τὸ συνέχον τῆς ἐννοίας τῆς ἐν ταῖς συνθήκαις, τῶν μὲν ὑπαρχόντων ἀμφοτέροις τότε συμμάχων ἀφέξεσθαι καὶ κατὰ μηδένα τρόπον τοὺς ἑτέρους παρὰ τῶν ἑτέρων ἐπιδέξασθαί τινας τούτων εἰς συμμαχίαν, περὶ δὲ τῶν μετὰ ταῦτα προσληφθησομένων αὐτὸ τοῦτο, μήτε ξενολογεῖν μήτ' ἐπιτάττειν μηδετέρους μηδὲν ἐν ταῖς ἀλλήλων ἐπαρχίαις καὶ συμμαχίαις, ὑπάρχειν τε τὴν ἀσφάλειαν πᾶσι τὴν παρ' ἀμφοῖν. τούτων δὴ τοιούτων ὑπαρχόντων, ὁμολογούμενον ἦν κἀκεῖνο, διότι Ζακανθαῖοι πλείοσιν ἔτεσιν ἤδη πρότερον τῶν κατ' Ἀννίβαν καιρῶν ἐδεδώκεισαν αὑτοὺς εἰς τὴν τῶν Ῥωμαίων πίστιν. σημεῖον δὲ τοῦτο μέγιστον καὶ παρ' αὐτοῖς τοῖς Καρχηδονίοις ὁμολογούμενον, ὅτι στασιάσαντες Ζακανθαῖοι πρὸς σφᾶς οὐ Καρχηδονίοις ἐπέτρεψαν, καίπερ ἐγγὺς ὄντων αὐτῶν καὶ τὰ κατὰ τὴν Ἰβηρίαν ἤδη πραττόντων, ἀλλὰ Ῥωμαίοις, καὶ διὰ τούτων ἐποιήσαντο τὴν κατόρθωσιν τῆς πολιτείας. διόπερ, εἰ μέν τις τὴν Ζακάνθης ἀπώλειαν αἰτίαν τίθησι τοῦ πολέμου, συγχωρητέον ἀδίκως ἐξενηνοχέναι τὸν
13
πόλεμον Καρχηδονίους κατά τε τὰς ἐπὶ τοῦ Λουτατίου συνθήκας, καθ' ἃς ἔδει τοῖς ἑκατέρων συμμάχοις τὴν ὑφ' ἑκατέρων ὑπάρχειν ἀσφάλειαν, κατά τε τὰς ἐπ' Ἀσδρούβου, καθ' ἃς οὐκ ἔδει διαβαίνειν τὸν Ἴβηρα ποταμὸν ἐπὶ πολέμῳ Καρχηδονίους· εἰ δὲ τὴν Σαρδόνος ἀφαίρεσιν καὶ τὰ σὺν ταύτῃ χρήματα, πάντως ὁμολογητέον εὐλόγως πεπολεμηκέναι τὸν κατ' Ἀννίβαν πόλεμον τοὺς Καρχηδονίους· καιρῷ γὰρ πεισθέντες ἠμύνοντο σὺν καιρῷ τοὺς βλάψαντας. Ἔνιοι δὲ τῶν ἀκρίτως ταῦτα θεωμένων τάχ' ἂν φήσαιεν ἡμᾶς οὐκ ἀναγκαίως ἐπὶ πλεῖον ἐξακριβοῦν τοὺς ὑπὲρ τῶν τοιούτων λόγους. Οἱ δὲ τῶν Ῥωμαίων πρέσβεις διακούσαντες τὰ παρὰ τῶν Καρχηδονίων ἄλλο μὲν οὐδὲν εἶπον, ὁ δὲ πρεσβύτατος αὐτῶν δείξας τοῖς ἐν τῷ συνεδρίῳ τὸν κόλπον, ἐνταῦθα καὶ τὸν πόλεμον αὐτοῖς ἔφη καὶ τὴν εἰρήνην φέρειν· ἐκβαλὼν οὖν, ὁπότερον ἂν κελεύσωσιν, ἀπολείψειν. ὁ δὲ βασιλεὺς τῶν Καρχηδονίων, ὁπότερον αὐτοῖς φαίνεται, τοῦτ' ἐκβαλεῖν ἐκέλευσε. τοῦ δὲ Ῥωμαίου φήσαντος τὸν πόλεμον ἐκβαλεῖν, ἀνεφώνησαν ἅμα καὶ πλείους τῶν ἐκ τοῦ συνεδρίου, φάσκοντες δέχεσθαι. οἱ μὲν οὖν πρέσβεις καὶ τὸ συνέδριον ἐπὶ τούτοις ἐχωρίσθησαν. 5. Ὅτι Φίλιππος ὁ βασιλεὺς συνελθὼν πρὸς Κερδιλαΐδαν διελέγετο περὶ φιλίας καὶ συμμαχίας καὶ τοῦτον ἔπεισε μεθέξειν τῆς κοινῆς συμμαχίας. καὶ οἱ ἀποσταλέντες πρέσβεις πρὸς τοὺς συμμάχους ἀφικόμενοι πρῶτον εἰς Ἀκαρνανίαν ἐνετύγχανον τούτοις. οἱ δ' Ἀκαρνανεῖς τό τε δόγμα γνησίως συνεπεκύρωσαν καὶ τὸν ἀπὸ χώρας πόλεμον ἐξήνεγκαν τοῖς Αἰτωλοῖς· καίπερ τούτοις, εἰ καί τισιν ἑτέροις, δίκαιον ἦν συγγνώμην ἔχειν ὑπερτιθεμένοις καὶ καταμέλλουσι καὶ καθόλου δεδιόσι τὸν ἀπὸ τῶν ἀστυγειτόνων πόλεμον καὶ διὰ τὸ παρακεῖσθαι μὲν συντερμονοῦντας τῇ τῶν Αἰτωλῶν χώρᾳ, πολὺ δὲ μᾶλλον διὰ τὸ κατ' ἰδίαν εὐχειρώτους ὑπάρχειν, τὸ δὲ μέγιστον, διὰ τὸ μικροῖς ἔμπροσθεν χρόνοις πεῖραν εἰληφέναι τῶν δεινοτάτων διὰ τὴν πρὸς Αἰτωλοὺς ἀπέχθειαν. ἀλλά μοι δοκοῦσιν οἱ γνήσιοι τῶν ἀνδρῶν καὶ κοινῇ καὶ κατ' ἰδίαν οὐδέποτε περὶ πλείονος οὐθὲν ποιεῖσθαι τοῦ καθήκοντος. Ἠπειρῶται δ' ἐκ παραθέσεως διακούσαντες τῶν πρέσβεων τὸ μὲν δόγμα παραπλησίως ἐπεκύρωσαν, τὸν δὲ πόλεμον ἐκφέρειν ἐψηφίσαντο τοῖς Αἰτωλοῖς, ἐπειδ' ἂν καὶ Φίλιππος ὁ βασιλεὺς ἐξενέγκῃ, τοῖς δὲ παρὰ τῶν Αἰτωλῶν πρεσβευταῖς ἀπεκρίθησαν, 30 ὅτι δέδοκται τοῖς Ἠπειρώταις διατηρεῖν πρὸς αὐτοὺς τὴν εἰρήνην, ἀγεννῶς καὶ ποικίλως χρώμενοι τοῖς πράγμασιν. ἀπεστάλησαν δὲ καὶ πρὸς βασιλέα Πτολεμαῖον πρέσβεις οἱ παρακαλέσοντες αὐτὸν μήτε χρήματα πέμπειν τοῖς Αἰτωλοῖς μήτ' ἄλλο μηδὲν χορηγεῖν κατὰ Φιλίππου καὶ τῶν συμμάχων. Μεσσήνιοι δέ, δι' οὓς ὁ πόλεμος τὴν ἀρχὴν ἔλαβεν, ἀπεκρίθησαν, ὅτι, τῆς Φιγαλείας κειμένης ἐπὶ τοῖς ὅροις αὐτῶν καὶ ταττομένης ὑπ' Αἰτωλούς, οὐκ ἂν ἐπιδέξαιντο τὸν πόλεμον πρὶν ἢ ταύτην ἀπ' Αἰτωλῶν ἀποσπασθῆναι τὴν πόλιν. περὶ δὲ τῆς ἀποφάσεως ταύτης κατίσχυσαν, οὐδαμῶς εὐδοκούντων τῶν πολλῶν Αἰτωλῶν, οἱ ἐφορεύοντες ἀγνοοῦντες καὶ πολὺ παραπαίοντες τοῦ δέοντος κατά γε τὴν ἐμὴν γνώμην. ἐγὼ μὲν γὰρ φοβερὸν εἶναί φημι τὸν πόλεμον, οὐ μὴν οὕτω γε φοβερὸν ὥστε πᾶν ὑπομένειν χάριν τοῦ μὴ προσδέξασθαι πόλεμον. Λακεδαιμόνιοι δὲ τῶν εἰθισμένων ἐποίησάν τι· τέλος γὰρ τοὺς παρὰ τῶν συμμάχων πρέσβεις ἀναποκρίτους ἀπέστειλαν. οὕτως ἐξηπόρησαν ὑπὸ τῆς ἀλογίας καὶ κακίας τῆς αὑτῶν. Ὁ δὲ Μάχατις ἐκκλησίαν συναγαγὼν παρεκάλει διὰ πλειόνων αὐτοὺς αἱρεῖσθαι τὴν πρὸς Αἰτωλοὺς συμμαχίαν, εἰκῇ μὲν καὶ θρασέως κατηγορῶν Μακεδόνων, ἀλόγως δὲ καὶ ψευδῶς ἐγκωμιάζων τοὺς Αἰτωλούς. μεταστάντος δὲ τούτου, πολλῆς ἀμφισβητήσεως ἐτύγχανε τὸ πρᾶγμα· τινὲς μὲν γὰρ συνηγόρουν τοῖς Αἰτωλοῖς καὶ συντίθεσθαι πρὸς αὐτοὺς παρῄνουν τὴν συμμαχίαν, ἔνιοι δὲ τούτοις ἀντέλεγον. οὐ μὴν ἀλλὰ τῶν πρεσβυτέρων τινὲς ἐπιστήσαντες τὸ πλῆθος ἐπί τε τὰς Ἀντιγόνου καὶ Μακεδόνων εὐεργεσίας ἐπί τε τὰς διὰ Χαριξένου καὶ Τιμαίου βλάβας, ὅτε στρατεύσαντες Αἰτωλοὶ πανδημεὶ κατέφθειραν μὲν αὐτῶν τὴν χώραν, ἐξηνδραποδίσαντο δὲ τὰς περιοίκους, ἐπεβούλευσαν δὲ τῇ Σπάρτῃ μετὰ δόλου καὶ βίας τοὺς φυγάδας ἐπαναγαγόντες, ἐπ' ἄλλης ἐγένοντο γνώμης. τέλος ἐπείσθησαν τηρεῖν τὴν πρὸς Φίλιππον καὶ Μακεδόνας συμμαχίαν, καὶ ὁ Μαχατᾶς ἄπρακτος ἐπανῄει εἰς τὴν οἰκείαν. οἱ δὲ ἐξ ἀρχῆς αἴτιοι γεγονότες τῆς κινήσεως οὐδαμῶς εἶξαι δυνάμενοι τοῖς παροῦσιν αὖθις ἐπεβάλοντο πρᾶγμα ποιεῖν πάντων ἀσεβέστατον, φθείραντές τινας τῶν νέων. κατὰ γάρ τινα θυσίαν πάτριον ἔδει τοὺς μὲν ἐν ταῖς ἡλικίαις μετὰ τῶν ὅπλων πομπεύειν
14
ἐπὶ τὸν τῆς Ἀθηνᾶς τῆς Χαλκιοίκου νεών, τοὺς δ' ἐφόρους συντελεῖν τὰ περὶ τὴν θυσίαν αὐτοῦ περὶ τὸ τέμενος διατρίβοντας. ἐν τούτῳ τῷ καιρῷ τῶν πομπευόντων ἐν τοῖς ὅπλοις τινὲς νεανίσκων ἄφνω προσπεσόντες θύουσι τοῖς ἐφόροις ἀπέσφαξαν αὐτούς. καίτοι πᾶσι τοῖς καταφυγοῦσι τὴν ἀσφάλειαν παρεσκεύαζε τὸ ἱερόν, κἂν θανάτου τις ᾖ κατακεκριμένος· τότε δὲ διὰ τὴν ὠμότητα τῶν τολμώντων εἰς τοῦτ' ἦλθε καταφρονήσεως ὥστε περὶ τὸν βωμὸν καὶ τὴν τράπεζαν τῆς θεοῦ κατασφαγῆναι τοὺς ἐφόρους ἅπαντας. ἑξῆς δὲ τούτου τἀκόλουθον τῇ προθέσει ποιοῦντες ἀνεῖλον μὲν τοὺς περὶ Γυρίδαν τῶν γερόντων, ἐφυγάδευσαν δὲ τοὺς ἀντειπόντας τοῖς Αἰτωλοῖς, εἵλοντο δ' ἐξ αὑτῶν ἐφόρους, συνέθεντο δὲ πρὸς τοὺς Αἰτωλοὺς τὴν συμμαχίαν. ἐποίουν δὲ ταῦτα διὰ τήν τε πρὸς Ἀχαιοὺς ἀπέχθειαν καὶ τὴν πρὸς Μακεδόνας ἀχαριστίαν καὶ καθόλου τὴν πρὸς πάντας ἀλογίαν ὑπέμενον, οὐχ ἥκιστα δὲ διὰ Κλεομένη καὶ τὴν πρὸς ἐκεῖνον εὔνοιαν, ἐπελπίζοντες ἀεὶ καὶ προσδοκίαν ἔχοντες τῆς ἐκείνου παρουσίας ἅμα καὶ σωτηρίας. 6. Ὅτι ὁ Μαχατᾶς πυθόμενος τὰ γεγονότα περὶ τοὺς Λακεδαιμονίους καὶ τοὺς βασιλεῖς ἧκε πάλιν ὑποστρέψας εἰς τὴν Σπάρτην καὶ παρεκάλει τοὺς ἐφόρους καὶ τοὺς βασιλέας ἐξενεγκεῖν τοῖς Ἀχαιοῖς τὸν πόλεμον· μόνως γὰρ οὕτως ἔφη λῆξαι τὴν τῶν Λακεδαιμονίων φιλονεικίαν τῶν ἐκ παντὸς τρόπου διακοπτόντων τὴν πρὸς Αἰτωλοὺς συμμαχίαν, τήν τε τῶν ἐν Αἰτωλίᾳ τὰ παραπλήσια τούτοις πραττόντων. πεισθέντων δὲ τῶν ἐφόρων καὶ τῶν βασιλέων, ὁ μὲν Μαχατᾶς ἐπανῆλθε συντετελεσμένος τὴν πρόθεσιν διὰ τὴν ἄγνοιαν τῶν συμπραττόντων. 7. Ὅτι Ῥωμαῖοι, προσπεσούσης αὐτοῖς τῆς Ζακανθαίων ἁλώσεως τῆς ὑπὸ Ἀννίβου γενομένης, πρεσβευτὰς ἔπεμπον ἐξαιτήσοντας Ἀννίβαν παρὰ Καρχηδονίων. ἅμα δὲ πρὸς τὸν πόλεμον παρεσκευάζοντο καταστήσαντες ὑπάτους Πόπλιον Κορνήλιον καὶ Τιβέριον Σεμπρώνιον. 8. Ὅτι μετὰ τὴν ἐπιβουλὴν τὴν κατὰ Ἱερωνύμου τοῦ βασιλέως Συρακουσίων ἐκχωρήσαντος τοῦ Θράσωνος, οἱ περὶ τὸν Ζώιππον καὶ Ἀδρανόδωρον πείθουσι τὸν Ἱερώνυμον εὐθέως 32 πρεσβευτὰς πρὸς τὸν Ἀννίβαν πέμψαι. προχειρισάμενος δὲ Πολύκλειτον Κυρηναῖον καὶ Φιλόδημον τὸν Ἀργεῖον τούτους μὲν εἰς Ἰταλίαν ἀπέστειλε δοὺς ἐντολὰς λαλεῖν ὑπὲρ κοινοπραγίας τοῖς Καρχηδονίοις, ἅμα δὲ καὶ τοὺς ἀδελφοὺς εἰς Ἀλεξάνδρειαν ἐπέπεμψεν. Ἀννίβας δὲ τοὺς περὶ Πολύκλειτον καὶ Φιλόδημον ἀποδεξάμενος φιλανθρώπως καὶ πολλὰς ἐλπίδας ὑπογράψας τῷ μειρακίῳ Ἱερωνύμῳ σπουδῇ πάλιν ἀπέπεμπε τοὺς πρέσβεις, σὺν δὲ τούτοις Ἀννίβαν τὸν Καρχηδόνιον ὄντα τότε τριήραρχον καὶ τοὺς Συρακουσίους Ἱπποκράτην καὶ τὸν ἀδελφὸν αὐτοῦ τὸν νεώτερον Ἐπικύδην. συνέβαινε δὲ τούτους τοὺς ἄνδρας καὶ πλείω χρόνον ἤδη στρατεύεσθαι μετ' Ἀννίβου, πολιτευομένους παρὰ Καρχηδονίοις διὰ τὸ φεύγειν αὐτῶν τὸν πάππον ἐκ Συρακουσῶν δόξαντα προσενηνοχέναι τὰς χεῖρας ἑνὶ τῶν Ἀγαθοκλέους υἱῶν Ἀγαθάρχῳ. παραγενομένων δὲ τούτων εἰς τὰς Συρακούσας, καὶ τῶν μὲν περὶ Πολύκλειτον ἀποπρεσβευσάντων, τοῦ δὲ Καρχηδονίου διαλεχθέντος κατὰ τὰς ὑπ' Ἀννίβου δεδομένας ἐντολάς, εὐθέως ἕτοιμος ἦν κοινωνεῖν Καρχηδονίοις τῶν πραγμάτων, καὶ τόν τε παραγεγονότα πρὸς αὑτὸν Ἀννίβαν ἔφη δεῖν πορεύεσθαι κατὰ τάχος εἰς τὴν Καρχηδόνα, καὶ παρ' αὑτοῦ συμπέμπειν ἐπηγγείλατο τοὺς διαλεχθησομένους τοῖς Καρχηδονίοις. Κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ τεταγμένος ἐπὶ Λιλυβαίου στρατηγὸς τῶν Ῥωμαίων *** εἴτ' ἐν μίσει ὄντων τῶν πρεσβευτῶν, εἴτ' ἐν μίσει ὄντων τῶν Καρχηδονίων, ἔφη συλλυπεῖσθαι τοῖς Ῥωμαίοις, ὅτι κακοὶ κακῶς ἐν ταῖς κατὰ τὴν Ἰταλίαν μάχαις ἀπολώλασιν ὑπὸ Καρχηδονίων. τῶν δὲ καταπλαγέντων τὴν ἀστοχίαν, ὅμως δὲ προσπυθομένων τίς λέγει ταῦτα περὶ αὐτῶν, ἔδειξε τοὺς Καρχηδονίους παρόντας καὶ τούτους ἐκέλευσε διελέγχειν, εἴ τι τυγχάνουσι ψευδόμενοι. τῶν δὲ φησάντων οὐ πάτριον εἶναι σφίσι πιστεύειν τοῖς πολεμίοις, παρακαλούντων δὲ μηδὲν ποιεῖν παρὰ τὰς συνθήκας, ὅτι τοῦτο καὶ δίκαιόν ἐστι καὶ συμφέρον αὐτῷ μάλιστ' ἐκείνῳ, περὶ μὲν τούτων ἔφη βουλευσάμενος αὐτοῖς πάλιν διασαφήσειν, ἤρετο δὲ πῶς πρὸ τῆς τελευτῆς τοῦ πάππου πλεύσαντες ἕως τοῦ Παχύνου πεντήκοντα ναυσὶ πάλιν ἀνακάμψαιεν. συμβεβήκει δὲ Ῥωμαίους βραχεῖ χρόνῳ πρότερον ἀκούσαντας 33 Ἱέρωνα μετηλλαχέναι καὶ διαγωνιάσαντας, μή τι νεωτερίσωσιν ἐν ταῖς Συρακούσαις καταφρονήσαντες τῆς τοῦ καταλελειμμένου παιδὸς ἡλικίας, πεποιῆσθαι τὸν ἐπίπλουν, πυθομένους δὲ τὸν Ἱέρωνα ζῆν αὖθις εἰς τὸ Λιλύβαιον ἀναδραμεῖν.
15
διὸ καὶ τότε παρομολογούντων πεποιῆσθαι μὲν τὸν ἐπίπλουν θέλοντας ἐφεδρεῦσαι τῇ νεότητι τῇ ἐκείνου καὶ συνδιαφυλάξαι τὴν ἀρχὴν αὐτῷ, προσπεσόντος δὲ ζῆν τὸν πάππον ἀποπλεῦσαι πάλιν, ῥηθέντων δὲ τούτων πάλιν ὑπολαβὸν τὸ μειράκιον· ἐάσατε τοίνυν, ἔφη, κἀμὲ νῦν, ἄνδρες Ῥωμαῖοι, διαφυλάξαι τὴν ἀρχὴν παλινδρομήσαντα πρὸς τὰς Καρχηδονίων ἐλπίδας. οἱ δὲ Ῥωμαῖοι συνέντες τὴν ὁρμὴν αὐτοῦ τότε μὲν κατασιωπήσαντες ἐπανῆλθον καὶ διεσάφουν τὰ λεγόμενα τῷ πέμψαντι, τὸ δὲ λοιπὸν ἤδη προσεῖχον καὶ παρεφύλαττον ὡς πολέμιον. Ἱερώνυμος δὲ προχειρισάμενος Ἀγάθαρχον καὶ Ὀνησιγένη καὶἹπποσθένη πέμπει μετ' Ἀννίβου πρὸς Καρχηδονίους δοὺς ἐντολὰς ἐπὶ τοῖσδε ποιεῖσθαι τὰς συνθήκας, ἐφ' ᾧ Καρχηδονίους βοηθεῖν καὶ πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσι καὶ συνεκβαλόντας Ῥωμαίους ἐκ Σικελίας οὕτω διελέσθαι τὰ κατὰ τὴν νῆσον ὥστε τῆς ἑκατέρων ἐπαρχίας ὅρον εἶναι τὸν Ἱμέραν ποταμόν, ὃς μάλιστά πως δίχα διαιρεῖ τὴν ὅλην Σικελίαν. οὗτοι μὲν οὖν ἀφικόμενοι πρὸς Καρχηδονίους διελέγοντο περὶ τούτων καὶ ταῦτ' ἔπραττον, εἰς πᾶν ἑτοίμως συγκαταβαινόντων τῶν Καρχηδονίων· οἱ δὲ περὶ τὸν Ἱπποκράτην λαμβάνοντες εἰς τὰς χεῖρας τὸ μειράκιον τὰς μὲν ἀρχὰς ἐψυχαγώγουν ἐξηγούμενοι τὰς ἐν Ἰταλίᾳ πορείας Ἀννίβου καὶ παρατάξεις καὶ μάχας, μετὰ δὲ ταῦτα φάσκοντες μηδενὶ καθήκειν μᾶλλον τὴν ἁπάντων Σικελιωτῶν ἀρχὴν ὡς ἐκείνῳ, πρῶτον μὲν διὰ τὸ τῆς Πύρρου θυγατρὸς υἱὸν εἶναι Νηρηίδος, ὃν μόνον κατὰ προαίρεσιν καὶ κατ' εὔνοιαν Σικελιῶται πάντες εὐδόκησαν σφῶν αὐτῶν ἡγεμόνα εἶναι καὶ βασιλέα, δεύτερον δὲ κατὰ τὴν Ἱέρωνος τοῦ πάππου δυναστείαν. καὶ τέλος ἐπὶ τοσοῦτον ἐξωμίλησαν τὸ μειράκιον ὥστε καθόλου μηδενὶ προσέχειν τῶν ἄλλων διὰ τὸ καὶ φύσει μὲν ἀκατάστατον ὑπάρχειν, ἔτι δὲ μᾶλλον ὑπ' ἐκείνων τότε μετεωρισθέν, † ἀκμὴν τῶν περὶ Ἀγάθαρχον ἐν τῇ Καρχηδόνι τὰ προειρημένα διαπραττομένων, ἐπιπέμπει πρεσβευτὰς τὴν μὲν τῆς Σικελίας ἀρχὴν φάσκων αὑτῷ καθήκειν ἅπασαν, ἀξιῶν δὲ Καρχηδονίους μὲν βοηθεῖν περὶ Σικελίας, αὐτὸς δὲ Καρχηδονίοις ὑπισχνούμενος ἐπαρκεῖν 34 εἰς τὰς κατὰ τὴν Ἰταλίαν πράξεις. τὴν μὲν οὖν ὅλην ἀκαταστασίαν καὶ μανίαν καλῶς συνθεωρούμενοι Καρχηδόνιοι τοῦ μειρακίου, νομίζοντες δὲ κατὰ πολλοὺς τρόπους συμφέρειν σφίσι τὸ μὴ προέσθαι τὰ κατὰ τὴν Σικελίαν, ἐκείνῳ μὲν ἅπαντα συγκατένευον, αὐτοὶ δὲ καὶ πρότερον ἤδη παρασκευασάμενοι ναῦς καὶ στρατιώτας ἐγίνοντο πρὸς τὸ διαβιβάζειν τὰς δυνάμεις εἰς τὴν Σικελίαν. οἱ δὲ Ῥωμαῖοι ταῦτα πυνθανόμενοι πάλιν ἔπεμψαν πρὸς αὐτὸν πρέσβεις διαμαρτυρόμενοι μὴ παραβαίνειν τὰς πρὸς τοὺς προγόνους αὐτοῦ τεθειμένας συνθήκας. ὑπὲρ ὧν Ἱερώνυμος ἀθροίσας τὸ συνέδριον ἀνέδωκε διαβούλιον τί δέει ποιεῖν. οἱ μὲν οὖν ἐγχώριοι τὴν ἡσυχίαν ἦγον δεδιότες τὴν τοῦ προεστῶτος ἀκρισίαν· Ἀριστόμαχος δ' ὁ Κορίνθιος καὶ Δάμιππος ὁ Λακεδαιμόνιος καὶ Αὐτόνους ὁ Θετταλὸς ἠξίουν ἐμμένειν ταῖς πρὸς Ῥωμαίους συνθήκαις. Ἀδρανόδωρος δὲ μόνος οὐκ ἔφη δεῖν παριέναι τὸν καιρόν· εἶναι δὲ τὸν ἐνεστῶτα μόνον, ἐν ᾧ κατακτήσασθαι δυνατόν ἐστι τὴν τῆς Σικελίας ἀρχήν. τοῦ δὲ ταῦτα εἰπόντος, ἤρετο τοὺς περὶ τὸν Ἱπποκράτην ποίας μετέχουσι γνώμης· τῶν δὲ φησάντων τῆς Ἀδρανοδώρου, πέρας εἶχε τὸ διαβούλιον. καὶ τὰ μὲν τοῦ πολέμου τοῦ πρὸς Ῥωμαίους ἐκεκύρωτο τὸν τρόπον τοῦτον· βουλόμενος δὲ μὴ σκαιῶς δοκεῖν ἀποκρίνεσθαι τοῖς πρεσβευταῖς εἰς τηλικαύτην ἀστοχίαν ἐνέπεσε, δι' ἧς τοῖς Ῥωμαίοις οὐ μόνον δυσαρεστήσειν ἀλλὰ καὶ προσκόπτειν ἔμελλε προφανῶς. ἔφη γὰρ ἐμμένειν ἐν ταῖς συνθήκαις, ἐὰν αὐτῷ πρῶτον μὲν τὸ χρυσίον ἀποδῶσι πᾶν, ὃ παρὰ Ἱέρωνος ἔλαβον τοῦ πάππου, δεύτερον δὲ τὸν σῖτον ἐκ παντὸς ἀποκαταστήσωσι τοῦ χρόνου καὶ τὰς ἄλλας δωρεάς, ἃς εἶχον παρ' ἐκείνου, τὸ δὲ τρίτον ὁμολογήσωσι τὴν ἐντὸς Ἱμέρα ποταμοῦ χώραν καὶ πόλεις εἶναι Συρακουσίων. οἱ μὲν οὖν πρεσβευταὶ καὶ τὸ συνέδριον ἐπὶ τούτοις ἐχωρίσθησαν· οἱ δὲ περὶ τὸν Ἱερώνυμον ἀπὸ τούτων τῶν καιρῶν ἐνήργουν τὰ τοῦ πολέμου, καὶ τάς τε δυνάμεις ἤθροιζον καὶ καθώπλιζον, τάς τε λοιπὰς χορηγίας ἡτοίμαζον. 9. Ὅτι οἱ Ῥωμαῖοι πρεσβευτὰς ἐξαπέστειλαν πρὸς Πτολεμαῖον βουλόμενοι σίτῳ χορηγηθῆναι διὰ τὸ μεγάλην εἶναι παρ' αὐτοῖς σπάνιν, ὡς ἂν τοῦ μὲν κατὰ τὴν Ἰταλίαν ὑπὸ τῶν στρατοπέδων ἅπαντος ἐφθαρμένου μέχρι τῶν τῆς Ῥώμης πυλῶν, ἔξωθεν 35 δὲ μὴ γενομένης ἐπικουρίας, ἅτε κατὰ πάντα τὰ μέρη τῆς οἰκουμένης πολέμων ἐνεστώτων καὶ στρατοπέδων παρακαθημένων, πλὴν τῶν κατ' Αἴγυπτον τόπων. εἰς γὰρ τοσοῦτον κατὰ τὴν Ῥώμην
16
προεβεβήκει τὰ τῆς ἐνδείας ὥστε τὸν Σικελικὸν μέδιμνον πεντεκαίδεκα δραχμῶν ὑπάρχειν. ἀλλ' ὅμως τοιαύτης οὔσης τῆς περιστάσεως οὐκ ἠμέλουν τῶν πολεμικῶν. Λόγος ιαʹ. 10. Ὅτι τῶν Καρχηδονίων λαβόντων αἰχμαλώτους τὰς φορτηγοὺς νῆας τῶν Ῥωμαίων καὶ χορηγίας πλῆθος ἐξαίσιον, ὁ Πόπλιος βαρέως ἔφερεν ἐπὶ τῷ μὴ μόνον σφίσι παρῃρῆσθαι τὴν χορηγίαν, ἀλλὰ καὶ τοῖς ἐχθροῖς παρεσκευάσθαι δαψίλειαν τῶν ἀναγκαίων, καὶ ἐπὶ τῷ παραβεβηκέναι τοὺς ὅρκους καὶ τὰς συνθήκας τοὺς Καρχηδονίους καὶ πάλιν ἐξ ἄλλης ἀρχῆς ἐγείρεσθαι τὸν πόλεμον. διὸ καὶ παραυτίκα προχειρισάμενος πρεσβευτὰς Λεύκιον Σερούιον καὶ Λεύκιον Σιτίον καὶ Λεύκιον Φάβιον ἐξαπέστειλε διαλεξομένους τοῖς Καρχηδονίοις ὑπὲρ τῶν γεγονότων, ἅμα δὲ καὶ δηλώσοντας, ὅτι κεκύρωκε τὰς συνθήκας ὁ δῆμος ὁ τῶν Ῥωμαίων· ἄρτι γὰρ ἧκε τῷ Ποπλίῳ γράμματα διασαφοῦντα περὶ τῶν προειρημένων. οἱ δὲ παραγενηθέντες εἰς τὴν Καρχηδόνα τὸ μὲν πρῶτον εἰς τὴν σύγκλητον, μετὰ δὲ ταῦτα πάλιν ἐπὶ τοὺς πολλοὺς ἀπαχθέντες ἔλεγον ὑπὲρ τῶν ἐνεστώτων μετὰ παρρησίας, πρῶτον μὲν ἀναμιμνήσκοντες, ὡς οἱ παρ' ἐκείνων πρεσβευταὶ παραγενηθέντες εἰς Τύνητα πρὸς σφᾶς καὶ παρελθόντες εἰς τὸ συνέδριον οὐ μόνον τοὺς θεοὺς σπείσαιντο καὶ τὴν γῆν προσκυνήσαιεν, καθάπερ ἐστὶν ἔθος τοῖς ἄλλοις ἀνθρώποις, ἀλλὰ καὶ πεσόντες ἐπὶ τὴν γῆν ἀγεννῶς τοὺς πόδας καταφιλοῖεν τῶν ἐν τῷ συνεδρίῳ, μετὰ δὲ ταῦτα πάλιν ἀναστάντες ὡς κατηγορήσαιεν σφῶν αὐτῶν, διότι καὶ τὰς ἐξ ἀρχῆς γενομένας συνθήκας Ῥωμαίοις καὶ Καρχηδονίοις ἀθετήσαιεν αὐτοί. διόπερ ἔφασαν οὐκ ἀγνοεῖν, ὅτι πᾶν εἰκότως ἂν πάθοιεν ὑπὸ Ῥωμαίων, ἀλλὰ τῆς τύχης ἕνεκα τῶν ἀνθρώπων ἐδέοντο μηδὲν παθεῖν ἀνήκεστον· ἔσεσθαι γὰρ τὴν σφετέραν ἀβουλίαν ἀπόδειξιν τῆς Ῥωμαίων καλοκαγαθίας. ὧν μνημονεύοντα τὸν στρατηγὸν ἔφασαν τὸν αὐτὸν οἱ πρέσβεις καὶ τοὺς ἐν τῷ συνεδρίῳ τότε γεγονότας ἐκπλήττεσθαι, τίνι ποτὲ πιστεύοντες ἐπιλανθάνονται μὲν τῶν τότε ῥηθέντων, ἀθετεῖν δὲ τολμῶσι τοὺς ὅρκους 36 καὶ τὰς συνθήκας. σχεδὸν δὲ τοῦτ' εἶναι δῆλον, ὡς Ἀννίβᾳ πεποιθότες καὶ ταῖς μετὰ τούτου παρούσαις δυνάμεσι ταῦτα τολμῶσι ποιεῖν κακῶς φρονοῦντες· σαφῶς γὰρ εἰδέναι πάντας, ὅτι ἐκεῖνοι δεύτερον ἔτος ἤδη φεύγοντες ἐκ πάσης Ἰταλίας εἰς τοὺς περὶ Λακίνιον τόπους κἀκεῖ συγκεκλειμένοι καὶ μόνον οὐ πολιορκούμενοι, μόλις ἑαυτοὺς ἐκσεσωκότες ἥκουσι νῦν. οὐ μὴν ἀλλ' εἰ καὶ νενικηκότες τοὺς ἐκεῖ παρῆσαν καὶ πρὸς ἡμᾶς ἔμελλον διακινδυνεύειν τοὺς δυσὶ μάχαις ἑξῆς ὑμᾶς ἤδη νενικηκότας, ὅμως ἀμφιδόξους ἔχειν δεῖ τὰς ἐλπίδας ὑπὲρ τοῦ μέλλοντος, καὶ μὴ μόνον τοῦ νικᾶν ἔννοιαν λαμβάνειν, ἀλλὰ καὶ τοῦ σφαλῆναι πάλιν. οὗ συμβάντος ποίους ἐπικαλέσασθε, ἔφη, θεούς; ποίοις δὲ χρώμενοι λόγοις τὸν ἐκ τῶν κρατούντων ἔλεον ἐπισπάσασθε πρὸς τὰς ἑαυτῶν συμφοράς; πάσης ὑμᾶς εἰκὸς ἐλπίδος ἀποκλεισθήσεσθαι καὶ παρὰ θεῶν καὶ παρ' ἀνθρώπων διὰ τὴν ἀθεσίαν καὶ τὴν ἀβουλίαν. Οἱ μὲν οὖν πρέσβεις τοιαῦτα διαλεχθέντες ἀνεχώρησαν· τῶν δὲ Καρχηδονίων ὀλίγοι μὲν ἦσαν οἱ συναινοῦντες μὴ παραβαίνειν τὴν ὁμολογίαν, οἱ δὲ πλείους καὶ τῶν πορευομένων καὶ τῶν βουλευομένων βαρέως μὲν ἔφερον τὰς ἐν ταῖς συνθήκαις ἐπιταγάς, δυσχερῶς δ' ἀνείχοντο τὴν τῶν πρεσβευτῶν παρρησίαν, πρὸς δὲ τούτοις οὐχ οἷοί τ' ἦσαν προέσθαι τὰ κατηγμένα πλοῖα καὶ τὰς ἐκ τούτων χορηγίας. τὸ δὲ συνέχον, οὐ μικρὰς ἀλλὰ μεγάλας εἶχον ἐλπίδας νικήσειν διὰ τῶν περὶ τὸν Ἀννίβαν. τοῖς μὲν οὖν πολλοῖς ἔδοξε τοὺς πρέσβεις ἀναποκρίτους ἐξαποστέλλειν· τῶν δὲ πολιτευομένων οἷς ἦν προκείμενον ἐκ παντὸς τρόπου συγχέαι πάλιν τὸν πόλεμον, οὗτοι συνεδρεύσαντες μηχανῶνταί τι τοιοῦτον. ἔφασαν δεῖν πρόνοιαν ποιήσασθαι τῶν πρεσβευτῶν, ἵνα μετ' ἀσφαλείας ἀνακομισθῶσιν εἰς τὴν ἰδίαν παρεμβολήν. καὶ παραυτίκα τούτοις μὲν ἡτοίμαζον δύο τριήρεις παραπομπούς, πρὸς δὲ τὸν ναύαρχον Ἀσδρούβαν διεπέμψαντο παρακαλοῦντες ἑτοιμάσαι πλοῖα μὴ μακρὰν τῆς τῶν Ῥωμαίων παρεμβολῆς, ἵν', ἐπειδ' ἂν αἱ παραπέμπουσαι νῆες ἀπολείπωσι τοὺς Ῥωμαίους, ἐπαναχθέντα ταῦτα καταποντίσῃ τοὺς πρεσβευτάς· ἐφώρμει γὰρ αὐτοῖς τὸ ναυτικὸν κατὰ τοὺς πρὸ τῆς Ἰτύκης ἐγκειμένους τόπους. οὗτοι μὲν οὖν ταῦτα διαταξάμενοι πρὸς τὸν Ἀσδρούβαν ἐξέπεμπον τοὺς Ῥωμαίους ἐντειλάμενοι τοῖς ἐπὶ τῶν τριήρων, ὡς, ἐὰν παραλλάξωσι τὸν Μά 37 κραν ποταμόν, αὖθις ἀπολιπόντας ἀποπλεῖν ἐν τῷ ὅρῳ τοὺς πρεσβευτάς· καὶ γὰρ ἦν ἐκ τούτων
17
τῶν τόπων συνορᾶν ἤδη τὴν τῶν ἐναντίων παρεμβολήν. οἱ δὲ παραπέμποντες, ἐπεὶ κατὰ τὸ συνταχθὲν παρήλλαξαν τὸν ποταμόν, ἀσπασάμενοι τοὺς Ῥωμαίους αὖθις ἐπανέπλεον. οἱ δὲ περὶ τὸν Λούκιον ἄλλο μὲν οὐδὲν ὑφεωρῶντο δεινόν, νομίσαντες δὲ τοὺς παραπέμποντας δι' ὀλιγωρίαν αὐτοὺς προαπολείπειν ἐπὶ ποσὸν ἐδυσχέραινον. ἅμα δὲ τῷ μονωθέντας αὐτοὺς πλεῖν ἐπανάγονται τρισὶ τριήρεσιν ἐξ ὑπερβολῆς οἱ Καρχηδόνιοι, καὶ παραβαλόντες τῇ Ῥωμαϊκῇ πεντήρει τρῶσαι μὲν οὐχ οἷοί τ' ἦσαν, ὑποχωρούσης τῆς νεώς, οὐδὲ τοῦ καταστρώματος ἐπιβῆναι διὰ τὸ γενναίως ἀμύνεσθαι τοὺς ἄνδρας, ἐκ παραβολῆς δὲ καὶ πέριξ προσμαχόμενοι κατετίτρωσκον τοὺς ἐπιβάτας καὶ διέφθειρον πολλοὺς αὐτῶν, ἕως οὗ κατιδόντες οἱ Ῥωμαῖοι τοὺς προνομεύοντας τὴν παραλίαν ἀπὸ τῆς ἰδίας στρατοπεδείας παραβοηθοῦντας ἐπὶ τὸν αἰγιαλὸν ἐξέβαλον τὴν ναῦν εἰς τὴν γῆν. τῶν μὲν οὖν ἐπιβατῶν οἱ πλεῖστοι διεφθάρησαν, οἱ δὲ πρεσβευταὶ παραδόξως ἐξεσώθησαν. Γενομένων δὲ τούτων, αὖθις ὁ πόλεμος ἄλλην ἀρχὴν εἰλήφει βαρυτέραν τῆς πρόσθεν καὶ δυσμενικωτέραν· οἵ τε γὰρ Ῥωμαῖοι δοκοῦντες παρεσπονδῆσθαι φιλοτίμως διέκειντο πρὸς τὸ περιγενέσθαι τῶν Καρχηδονίων, οἵ τε Καρχηδόνιοι συνιδόντες σφίσι τὰ πεπραγμένα πρὸς πᾶν ἑτοίμως εἶχον πρὸς τὸ μὴ τοῖς ἐχθροῖς ὑποχείριοι γενέσθαι. τοιαύτης δὲ τῆς ἐξ ἀμφοῖν παραστάσεως ὑπαρχούσης, προφανὲς ἦν, ὅτι δεήσει διὰ μάχης κρίνεσθαι περὶ τῶν ἐνεστώτων. ἐξ οὗ συνέβαινε μὴ μόνον τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην πάντας, ἀλλὰ καὶ τοὺς κατὰ τὴν Ἰβηρίαν καὶ Σικελίαν καὶ Σαρδόνα μετεώρους εἶναι καὶ περισπᾶσθαι ταῖς διανοίαις καραδοκοῦντας τὸ συμβησόμενον. Συνέτυχε δὲ τοὺς ἐκ Ῥώμης πρεσβευτὰς περὶ τοὺς αὐτοὺς καιροὺς εἰς τὸν ναυτικὸν χάρακα τὸν τῶν Ῥωμαίων καταπλεῦσαι. τοὺς μὲν οὖν παρ' αὑτῶν ὁ Βαίβιος παραχρῆμα πρὸς τὸν Πόπλιον ἐξέπεμψεν, τοὺς δὲ τῶν Καρχηδονίων παρακατεῖχε τά τε λοιπὰ δυσθύμως διακειμένους καὶ νομίζοντας ἐν τοῖς μεγίστοις εἶναι κινδύνοις· πυθόμενοι γὰρ τὴν γεγενημένην ἐκ τῶν Καρχηδονίων ἀσέβειαν εἰς τοὺς τῶν Ῥωμαίων πρέσβεις πρόδηλον ἐδόκουν εἶναι σφίσι τὴν ἐκ τούτων τιμωρίαν. ὁ δὲ Πόπλιος διακούσας τῶν 38 παραγεγονότων, ὅτι προθύμως ἥ τε σύγκλητος. ὅ τε δῆμος ἀποδέξαιντο τὰς γενομένας δι' αὑτοῦ συνθήκας, τούτους φιλανθρώπως ἐδέξατο. 11. Ὅτι ὁ τῶν Ἀθηναίων δῆμος ἐξέπεμπε πρεσβευτὰς πρὸς Ἄτταλον τὸν βασιλέα τοὺς ἅμα μὲν εὐχαριστήσοντας ἐπὶ τοῖς γεγονόσιν, ἅμα δὲ παρακαλέσοντας αὐτὸν ἐλθεῖν Ἀθήναζε χάριν τοῦ συνδιαλαβεῖν περὶ τῶν ἐνεστώτων. ὁ δὲ βασιλεὺς μετά τινας ἡμέρας πυθόμενος καταπεπλευκέναι Ῥωμαίων πρεσβευτὰς εἰς τὸν Πειραιᾶ καὶ νομίζων ἀναγκαῖον εἶναι τὸ συμμῖξαι τούτοις ἀνήχθη κατὰ σπουδήν. ὁ δὲ τῶν Ἀθηναίων δῆμος γνοὺς τὴν παρουσίαν αὐτοῦ μεγαλομερῶς ἐψηφίσατο περὶ τῆς ἀπαντήσεως καὶ τῆς ὅλης ἀποδοχῆς τοῦ βασιλέως. Ἄτταλος δὲ καταπλεύσας εἰς τὸν Πειραιᾶ τὴν μὲν πρώτην ἡμέραν ἐχρημάτισε τοῖς ἐκ τῆς Ῥώμης πρεσβευταῖς, θεωρῶν δ' αὐτοὺς καὶ τῆς προγεγενημένης κοινοπραγίας μνημονεύοντας καὶ πρὸς τὸν κατὰ τοῦ Φιλίππου πόλεμον ἑτοίμους ὄντας περιχαρὴς ἦν. τῇ δ' ἐπαύριον ἅμα τοῖς Ῥωμαίοις καὶ τοῖς τῶν Ἀθηναίων ἄρχουσιν ἀνέβαινεν εἰς ἄστυ μετὰ μεγάλης προσδοκίας· οὐ γὰρ μόνον οἱ τὰς ἀρχὰς ἔχοντες μετὰ τῶν ἱππέων, ἀλλὰ καὶ πάντες οἱ πολῖται μετὰ τέκνων καὶ γυναικῶν ἀπήντων αὐτοῖς. ὡς δὲ συνέμιξαν, τοιαύτη παρὰ τῶν πολλῶν ἐγένετο κατὰ τὴν ἀπάντησιν φιλανθρωπία πρός τε Ῥωμαίους καὶ ἔτι μᾶλλον πρὸς τὸν Ἄτταλον ὥσθ' ὑπερβολὴν μὴ καταλιπεῖν. ἐπεὶ δ' εἰσῄει κατὰ τὸ Δίπυλον, ἐξ ἑκατέρου τοῦ μέρους παρέστησαν τὰς ἱερείας καὶ τοὺς ἱερεῖς. μετὰ δὲ ταῦτα πάντας μὲν τοὺς ναοὺς ἠνέῳξαν, ἐπὶ δὲ πᾶσι θύματα τοῖς βωμοῖς παραστήσαντες ἠξίωσαν αὐτὸν θῦσαι. τὸ δὲ τελευταῖον ἐψηφίσαντο τιμὰς τηλικαύτας ἡλίκας οὐδενὶ ταχέως τῶν πρότερον εἰς αὐτοὺς εὐεργετῶν γεγονότων· πρὸς γὰρ τοῖς ἄλλοις καὶ φυλὴν ἐπώνυμον ἐποίησαν Ἀττάλῳ καὶ κατένειμαν αὐτὸν εἰς τοὺς ἐπωνύμους τῶν ἀρχηγετῶν. Μετὰ δὲ ταῦτα συναγαγόντες ἐκκλησίαν ἐκάλουν τὸν προειρημένον. παραιτουμένου δὲ καὶ φάσκοντος εἶναι φορτικὸν τὸ κατὰ πρόσωπον εἰσελθόντα διαπορεύεσθαι τὰς εὐεργεσίας τὰς αὑτοῦ τοῖς εὖ πεπονθόσι, τῆς μὲν εἰσόδου παρῆκαν, γράψαντα δ' αὐτὸν ἠξίουν ἐκδοῦναι περὶ ὧν ὑπολαμβάνει συμφέρειν πρὸς τοὺς ἐνεστῶτας καιρούς. τοῦ δὲ πεισθέντος καὶ γράψαντος εἰσήνεγκαν 39 τὴν ἐπιστολὴν οἱ προεστῶτες. ἦν δὲ τὰ κεφάλαια τῶν γεγραμμένων ἀνάμνησις
18
τῶν πρότερον ἐξ αὐτοῦ γεγονότων εὐεργετημάτων εἰς τὸν δῆμον, ἐξαρίθμησις τῶν πεπραγμένων αὐτῷ πρὸς Φίλιππον κατὰ τοὺς ἐνεστῶτας καιρούς, τελευταία δὲ παράκλησις εἰς τὸν κατὰ Φιλίππου πόλεμον καὶ διορκισμός, ὡς, ἐὰν μὴ νῦν ἕλωνται συνεμβαίνειν εὐγενῶς εἰς τὴν ἀπέχθειαν ἅμα Ῥοδίοις καὶ Ῥωμαίοις καὶ αὐτῷ, μετὰ δὲ ταῦτα παρέντες τοὺς καιροὺς κοινωνεῖν βούλωνται τῆς εἰρήνης, ἄλλων αὐτὴν κατεργασαμένων, ἀστοχήσειν αὐτοὺς τοῦ τῇ πατρίδι συμφέροντος. τῆς δὲ ἐπιστολῆς ταύτης ἀναγνωσθείσης, ἕτοιμον ἦν τὸ πλῆθος ψηφίζεσθαι τὸν πόλεμον καὶ διὰ τὰ λεγόμενα καὶ διὰ τὴν εὔνοιαν τὴν πρὸς τὸν Ἄτταλον. οὐ μὴν ἀλλὰ καὶ τῶν Ῥοδίων ἐπεισελθόντων καὶ πολλοὺς πρὸς τὴν αὐτὴν ὑπόθεσιν διαθεμένων λόγους, ἔδοξε τοῖς Ἀθηναίοις ἐκφέρειν τῷ Φιλίππῳ τὸν πόλεμον. ἀπεδέξαντο δὲ καὶ τοὺς Ῥοδίους μεγαλομερῶς, καὶ τόν τε δῆμον ἐστεφάνωσαν ἀριστείων στεφάνῳ καὶ πᾶσι Ῥοδίοις ἰσοπολιτείαν ἐψηφίσαντο διὰ τὸ κἀκείνους αὐτοῖς χωρὶς τῶν ἄλλων τάς τε ναῦς ἀποκαταστῆσαι τὰς αἰχμαλώτους γενομένας καὶ τοὺς ἄνδρας. οἱ μὲν οὖν πρέσβεις οἱ παρὰ τῶν Ῥοδίων ταῦτα διαπράξαντες ἀνήχθησαν εἰς τὴν Κίον ἐπὶ τὰς νήσους μετὰ τοῦ στόλου. 12. Ὅτι καθ' ὃν χρόνον οἱ τῶν Ῥωμαίων πρέσβεις ἐν ταῖς Ἀθήναις ἐποιοῦντο τὴν διατριβήν, Νικάνορος τοῦ παρὰ Φιλίππου κατατρέχοντος τὴν Ἀττικὴν ἕως τῆς Ἀκαδημίας, προδιαπεμψάμενοι πρὸς αὐτὸν οἱ Ῥωμαῖοι κήρυκα συνέμιξαν αὐτῷ καὶ παρεκάλεσαν ἀναγγεῖλαι τῷ Φιλίππῳ, διότι Ῥωμαῖοι παρακαλοῦσι τὸν βασιλέα τῶν μὲν Ἑλλήνων μηδενὶ πολεμεῖν, τῶν δὲ γεγονότων εἰς Ἄτταλον ἀδικημάτων δίκας ὑπέχειν ἐν ἴσῳ κριτηρίῳ, καὶ διότι πράξαντι μὲν ταῦτα τὴν εἰρήνην ἄγειν ἔξεστι πρὸς Ῥωμαίους, μὴ βουλομένῳ δὲ πείθεσθαι τἀναντία συνεξακολουθήσειν ἔφασαν. ὁ μὲν οὖν Νικάνωρ ταῦτα ἀκούσας ἀπηλλάγη· τὸν αὐτὸν δὲ λόγον τοῦτον οἱ Ῥωμαῖοι καὶ πρὸς Ἠπειρώτας εἶπαν περὶ Φιλίππου παραπλέοντες ἐν Φοινίκῃ καὶ πρὸς Ἀμύνανδρον ἀναβάντες εἰς Ἀθαμανίαν· 40 παραπλησίως καὶ πρὸς Αἰτωλοὺς ἐν Ναυπάκτῳ καὶ πρὸς τοὺς Ἀχαιοὺς ἐν Αἰγίῳ. τότε δὲ διὰ τοῦ Νικάνορος τῷ Φιλίππῳ ταῦτα δηλώσαντες αὐτοὶ μὲν ἀπέπλευσαν ὡς Ἀντίοχον καὶ Πτολεμαῖον ἐπὶ τὰς διαλύσεις. 13. Ὅτι Ἄτταλος ὁ βασιλεὺς ἀκούσας πολιορκεῖσθαι τοὺς Ἀβυδηνοὺς ὑπὸ Φιλίππου δι' Αἰγαίου ποιησάμενος τὸν πλοῦν ἧκεν εἰς Τένεδον, ὁμοίως δὲ καὶ τῶν Ῥωμαίων πρέσβις ἧκε Μάρκος Αἰμίλιος ὁ νεώτατος καταπλέων εἰς τὴν Ἄβυδον. οἱ γὰρ Ῥωμαῖοιτὸ σαφὲς ἀκούσαντες ἐν τῇ Ῥόδῳ περὶ τῶν Ἀβυδηνῶν πολιορκίας καὶ βουλόμενοι πρὸς αὐτὸν τὸν Φίλιππον ποιήσασθαι τοὺς λόγους κατὰ τὰς ἐντολάς, ἐπιστήσαντες τὴν πρὸς τοὺς βασιλέας ὁρμὴν ἐξέπεμψαν τὸν προειρημένον, ὃς καὶ συμμίξας περὶ τὴν Ἄβυδον διεσάφει τῷ βασιλεῖ, διότι δέδοκται τῇ συγκλήτῳ παρακαλεῖν αὐτὸν μήτε τῶν Ἑλλήνων μηδενὶ πολεμεῖν μήτε τοῖς Πτολεμαίου πράγμασιν ἐπιβάλλειν τὰς χεῖρας, περὶ δὲ τῶν εἰς Ἄτταλον καὶ Ῥοδίους ἀδικημάτων δίκας ὑποσχεῖν, καὶ διότι ταῦτα μὲν οὕτω πράττοντι τὴν εἰρήνην ἄγειν ἐξέσται, μὴ βουλομένῳ δὲ πειθαρχεῖν ἑτοίμως ὑπάρξειν τὸν πρὸς Ῥωμαίους πόλεμον. τοῦ δὲ Φιλίππου βουλομένου διδάσκειν, ὅτι Ῥόδιοι τὰς χεῖρας ἐπιβάλοιεν αὐτῷ, μεσολαβήσας ὁ Μάρκος ἤρετο· τί δὲ Ἀθηναῖοι; τί δὲ Κιανοί; τί δὲ νῦν Ἀβυδηνοί; καὶ τούτων τίς, ἔφη, σοὶ πρότερος ἐπέβαλε τὰς χεῖρας; ὁ δὲ βασιλεὺς ἐξαπορήσας κατὰ τρεῖς τρόπους ἔφησεν αὐτῷ συγγνώμην ἔχειν ὑπερηφάνως ὁμιλοῦντι, πρῶτον μὲν ὅτι νέος ἐστὶ καὶ πραγμάτων ἄπειρος, βʹ ὅτι κάλλιστος ὑπάρχει τῶν καθ' αὑτόν (καὶ γὰρ ἦν τοῦτο κατ' ἀλήθειαν). ** μάλιστα μὲν ἀξιῶ Ῥωμαίους, ἔφη, μὴ παραβαίνειν τὰς συνθήκας μηδὲ πολεμεῖν ἡμῖν· ἐὰν δὲ καὶ τοῦτο ποιῶσιν, ἀμυνούμεθα γενναίως παρακαλέσαντες τοὺς θεούς. οὗτοι μὲν οὖν ταῦτα εἰπόντες διεχωρίσθησαν ἀπ' ἀλλήλων. 14. Ὅτι παρῆσαν μετὰ τὴν ἅλωσιν Ἀβύδου παρὰ τοῦ τῶν Ἀχαιῶν ἔθνους εἰς τὴν Ῥόδον πρεσβευταὶ παρακαλοῦντες τὸν δῆμον εἰς τὰς πρὸς τὸν Φίλιππον διαλύσεις. οἷς ἐπελθόντων ἐκ τῆς Ῥώμης πρεσβευτῶν καὶ διαλεγομένων ὑπὲρ τοῦ μὴ ποεῖσθαι διαλύσεις πρὸς Φίλιππον ἄνευ Ῥωμαίων, ἔδοξε προσέχειν τῷ δήμῳ τοῖς Ῥωμαίοις καὶ στοχάζεσθαι τῆς τούτων φιλίας. 41 15. Ὅτι προχωρούσης τῷ Ἀντιόχῳ κατὰ νοῦν τῆς ἐπιβολῆς, παρόντι ἐν Θρᾴκῃ τῷ Ἀντιόχῳ κατέπλευσαν εἰς Σηλυβρίαν οἱ περὶ Λεύκιον [καὶ] Κορνήλιον. οὗτοι δ' ἦσαν παρὰ τῆς συγκλήτου πρέσβεις ἐπὶ τὰς διαλύσεις ἐξαπεσταλμένοι τὰς Ἀντιόχου καὶ Πτολεμαίου. κατὰ δὲ
19
τὸν αὐτὸν καιρὸν ἧκον καὶ τῶν δέκα Πόπλιος μὲν Λέντλος ἐκ Βαργυλίων, Λεύκιος δὲ Τερέντιος καὶ Πόπλιος Ὁίλιος ἐκ Θάσου. ταχὺ δὲ τῷ βασιλεῖ διασαφηθείσης τῆς τούτων παρουσίας, πάντες ἐν ὀλίγαις ἡμέραις ἠθροίσθησαν εἰς τὴν Λυσιμαχίαν. συνεκύρησαν δὲ καὶ οἱ περὶ τὸν Ἡγησιάνακτα καὶ Λυσίαν οἱ πρὸς τὸν Τίτον ἀποσταλέντες εἰς τὸν καιρὸν τοῦτον. αἱ μὲν οὖν κατ' ἰδίαν ἐντεύξεις τοῦ τε βασιλέως καὶ τῶν Ῥωμαίων τελέως ἦσαν ἀφελεῖς καὶ φιλάνθρωποι· μετὰ δὲ ταῦτα γενομένης συνεδρίας κοινῆς ὑπὲρ τῶν ὅλων ἀλλοιοτέραν ἔλαβε τὰ πράγματα διάθεσιν. ὁ γὰρ Λεύκιος ὁ Κορνήλιος ἠξίου μὲν καὶ τῶν ὑπὸ Πτολεμαῖον ταττομένων πόλεων, ὅσας νῦν εἴληφε κατὰ τὴν Ἀσίαν· παραχωρεῖν τὸν Ἀντίοχον, τῶν δ' ὑπὸ Φίλιππον διεμαρτύρετο φιλοτίμως ἐξίστασθαι· γελοῖον γὰρ εἶναι τὰ Ῥωμαίων ἆθλα τοῦ γεγονότος αὐτοῖς πολέμου πρὸς Φίλιππον Ἀντίοχον ἐπελθόντα παραλαμβάνειν· παρῄνει δὲ καὶ τῶν αὐτονόμων ἀπέχεσθαι πόλεων. καθόλου δ' ἔφη θαυμάζειν τίνι λόγῳ τοσαύταις μὲν πεζικαῖς τοσαύταις δὲ ναυτικαῖς δυνάμεσι πεποίηται τὴν εἰς τὴν Εὐρώπην διάβασιν· πλὴν γὰρ τοῦ προτίθεσθαι Ῥωμαίοις ἐγχειρεῖν αὐτόν, οὐδ' ἔννοιαν ἑτέραν καταλείπεσθαι παρὰ τοῖς ὀρθῶς λογιζομένοις. οἱ μὲν οὖν Ῥωμαῖοι ταῦτ' εἰπόντες ἀπεσιώπησαν· ὁ δὲ βασιλεὺς πρῶτον μὲν διαπορεῖν ἔφη κατὰ τίνα λόγον ἀμφισβητοῦσι πρὸς αὐτὸν ὑπὲρ τῶν ἐπὶ τῆς Ἀσίας πόλεων· πᾶσι γὰρ μᾶλλον ἐπιβάλλειν τοῦτο ποιεῖν ἢ Ῥωμαίοις. δεύτερον δ' ἠξίου μηδὲν αὐτοὺς πολυπραγμονεῖν καθόλου τῶν κατὰ τὴν Ἀσίαν· οὐδὲ γὰρ αὐτὸς περιεργάζεται τῶν κατὰ τὴν Ἰταλίαν ἁπλῶς οὐδέν. εἰς δὲ τὴν Εὐρώπην ἔφη διαβεβηκέναι μετὰ τῶν δυνάμεων ἀνακτησόμενος τὰ κατὰ τὴν Χερρόνησον καὶ τὰς ἐπὶ Θρᾴκης πόλεις· τὴν γὰρ τῶν τόπων τούτων ἀρχὴν μάλιστα πάντων αὑτῷ καθήκειν. εἶναι μὲν γὰρ ἐξ ἀρχῆς τὴν δυναστείαν ταύτην Λυσιμάχου, Σελεύκου δὲ πολεμήσαντος πρὸς αὐτὸν καὶ κρατήσαντος τῷ πολέμῳ πᾶσαν τὴν Λυσιμάχου βασιλείαν δορίκτητον 42 γενέσθαι Σελεύκου. κατὰ δὲ τοὺς τῶν αὑτοῦ προγόνων περισπασ μοὺς ἐν τοῖς ἑξῆς χρόνοις πρῶτον μὲν Πτολεμαῖον παρασπασάμενον σφετερίσασθαι τοὺς τόπους τούτους, δεύτερον δὲ Φίλιππον. αὐτὸς δὲ νῦν οὐ κτᾶσθαι τοῖς Φιλίππου καιροῖς συνεπιτιθέμενος, ἀλλ' ἀνακτᾶσθαι τοῖς ἰδίοις δικαίοις συγχρώμενος. Λυσιμαχεῖς δὲ παραλόγως ἀναστάτους γεγονότας ὑπὸ Θρᾳκῶν οὐκ ἀδικεῖν Ῥωμαίους κατάγων καὶ συνοικίζων· ποιεῖν γὰρ τοῦτ' ἔφη βουλόμενος οὐ Ῥωμαίοις τὰς χεῖρας ἐπιβαλεῖν, Σελεύκῳ δ' οἰκητήριον ἑτοιμάζειν. τὰς δ' αὐτονόμους τῶν κατὰ Ἀσίαν πόλεων οὐ διὰ τῆς Ῥωμαίων ἐπιταγῆς δέον εἶναι τυγχάνειν τῆς ἐλευθερίας, ἀλλὰ διὰ τῆς αὑτοῦ χάριτος. τὰ δὲ πρὸς Πτολεμαῖον αὐτὸς ἔφη διεξάξειν εὐδοκουμένως ἐκείνῳ· κρίνειν γὰρ οὐ φιλίαν μόνον, ἀλλὰ καὶ μετὰ φιλίας ἀναγκαιότατα συντίθεσθαι πρὸς αὐτόν. Τῶν δὲ περὶ Λεύκιον οἰομένων δεῖν καλεῖσθαι τοὺς Λαμψακινοὺς καὶ τοὺς Σμυρναίους καὶ δοῦναι λόγον αὐτοῖς, ἐγένετο τοῦτο. παρῆσαν δὲ παρὰ μὲν Λαμψακηνῶν οἱ περὶ τὸν Παρμενίωνα καὶ Πυθόδωρον, παρὰ δὲ Σμυρναίων οἱ περὶ Κοίρανον, ὧν μετὰ παρρησίας διαλεγομένων, δυσχεράνας ὁ βασιλεὺς ἐπὶ τῷ δοκεῖν λόγον ὑπέχειν ἐπὶ Ῥωμαίων τοῖς πρὸς αὐτὸν ἀμφισβητοῦσι μεσολαβήσας τὸν Παρμενίωνα· παῦσαι, φησίν, τῶν πολλῶν· οὐ γὰρ ἐπὶ Ῥωμαίων ἀλλ' ἐπὶ Ῥοδίων ὑμῖν εὐδοκῶ διακριθῆναι περὶ τῶν ἀντιλεγομένων. καὶ τότε μὲν ἐπὶ τούτοις διέλυσαν τὸν σύλλογον οὐδαμῶς εὐδοκήσαντες ἀλλήλοις. Λόγος καʹ. 16. Ὅτι Ἀντίοχος ὁ βασιλεὺς παραγενόμενος εἰς τὰς Σάρδεις ἀπὸ τῆς προρρηθείσης στρατείας διεπέμπετο συνεχῶς πρὸς Προυσίαν παρακαλῶν αὐτὸν εἰς τὴν σφετέραν συμμαχίαν. ὁ δὲ Προυσίας κατὰ μὲν τοὺς ἀνώτερον χρόνους οὐκ ἀλλότριος ἦν τοῦ κοινωνεῖν τοῖς περὶ τὸν Ἀντίοχον· πάνυ γὰρ ἐδεδίει τοὺς Ῥωμαίους, μὴ ποιῶνται εἰς τὴν Ἀσίαν διάβασιν ἐπὶ καταλύσει πάντων τῶν δυναστῶν. παραγενομένης δ' ἐπιστολῆς αὐτῷ παρά τε Λευκίου καὶ Ποπλίου τῶν ἀδελφῶν, κομισάμενος ταύτην καὶ διαγνοὺς ἐπὶ 43 ποσὸν ἔστη τῇ διανοίᾳ καὶ προεῖδε τὸ μέλλον ἐνδεχομένως, ἅτε τῶν περὶ τὸν Πόπλιον ἐναργέσι κεχρημένων καὶ πολλοῖς μαρτυρίοις πρὸς πίστιν διὰ τῶν ἐγγράπτων. οὐ γὰρ μόνον ὑπὲρ τῆς ἰδίας προαιρέσεως ἔφερον ἀπολογισμούς, ἀλλὰ καὶ περὶ τῆς κοινῆς ἁπάντων Ῥωμαίων, δι' ὧν παρεδείκνυον οὐχ οἷον ἀφῃρημένοι τινὸς τῶν ἐξ ἀρχῆς βασιλέων τὰς δυναστείας, ἀλλὰ τινὰς μὲν καὶ
20
προσκατεσκευακότες αὐτοὶ δυνάστας, ἐνίους δ' ηὐξηκότες εἰς πολλαπλασίους αὐτῶν τὰς ἀρχὰς πεποιηκότες. ὧν κατὰ μὲν τὴν Ἰβηρίαν Ἀνδοβάλην καὶ Κολίχαντα προεφέροντο, κατὰ δὲ τὴν Λιβύην Μασσανάσσην, ἐν δὲ τοῖς κατὰ τὴν Ἰλλυρίδα τόποις Πλευράτον· οὓς ἅπαντας ἔφασαν ἐξ ἐλαφρῶν καὶ τῶν τυχόντων δυναστῶν πεποιηκέναι βασιλεῖς ὁμολογουμένως. ὁμοίως κατὰ τὴν Ἑλλάδα Φίλιππον καὶ Νάβιν, ὧν Φίλιππον μὲν καταπολεμήσαντες καὶ συγκλείσαντες εἰς ὅμηρα καὶ φόρους, βραχεῖαν αὐτοῦ νῦν λαβόντες ἀπόδειξιν εὐνοίας ἀποκαθεστακέναι μὲν αὐτῷ τὸν υἱὸν καὶ τοὺς ἅμα τούτῳ συνομηρεύοντας νεανίσκους, ἀπολελυκέναι δὲ τῶν φόρων. πολλὰς δὲ τῶν πόλεων ἀποδεδωκέναι τῶν ἁλουσῶν κατὰ πόλεμον· Νάβιν δὲ δυνηθέντες ἄρδην ἐπανελέσθαι τοῦτο μὲν οὐ ποιῆσαι, φείσασθαι δ' αὐτοῦ καίπερ ὄντος τυράννου λαβόντες πίστεις τὰς εἰθισμένας. εἰς ἃ βλέποντα παρεκάλουν τὸν Προυσίαν διὰ τῆς ἐπιστολῆς μὴ δεδιέναι περὶ τῆς ἀρχῆς, θαρροῦντα δὲ αἱρεῖσθαι τὰ Ῥωμαίων· ἔσεσθαι γὰρ ἀμεταμέλητον αὐτῷ τὴν τοιαύτην προαίρεσιν. ὧν ὁ Προυσίας διακούσας ἐπ' ἄλλης ἐγένετο γνώμης. ὡς δὲ καὶ παρεγενήθησαν πρὸς αὐτὸν πρέσβεις οἱ περὶ τὸν Γάιον Λίβιον, τελέως ἀπέστη τῶν κατὰ τὸν Ἀντίοχον ἐλπίδων συμμίξας τοῖς προειρημένοις ἀνδράσιν· Ἀντίοχος δὲ ταύτης ἀποπεσὼν τῆς ἐλπίδος παρῆν εἰς Ἔφεσον, καὶ συλλογιζόμενος ὅτι μόνως ἂν οὕτω δύναιτο κωλύσειν τὴν τῶν πεζικῶν στρατοπέδων διάβασιν καὶ καθόλου τὸν πόλεμον ἀπὸ τῆς Ἀσίας ἀποτρίβεσθαι, εἰ βεβαίως κρατοίη τῆς θαλάττης, προέθετο ναυμαχεῖν καὶ κρίνειν τὰ πράγματα διὰ τῶν κατὰ θάλατταν κινδύνων. 17. Ὅτι Γνάιος ὁ στρατηγὸς τῶν Ῥωμαίων πρέσβεις ἐξαπέστειλε πρὸς τὸν Ἐποσόγνατον τὸν Γαλάτην, ὅπως πρεσβεύσῃ πρὸς 44 τοὺς τῶν Γαλατῶν βασιλεῖς. καὶ ὁ Ἐποσόγνατος ἔπεμψε πρὸς Γνάιον πρέσβεις καὶ παρεκάλει τὸν Γνάιον τὸν τῶν Ῥωμαίων στρατηγὸν μὴ προεξαναστῆναι μηδ' ἐπιβαλεῖν χεῖρας τοῖς Τολιστοβογίοις Γαλάταις, καὶ διότι πρεσβεύσει πρὸς τοὺς βασιλεῖς αὐτῶν Ἐποσόγνατος καὶ ποιήσεται λόγους ὑπὲρ τῆς φιλίας, καὶ πεπεῖσθαι πρὸς πᾶν αὐτοὺς παραστήσεσθαι τὸ καλῶς ἔχον. ὄντος δὲ τοῦ Γναίου πρὸς τὸ πολισμάτιον τὸ καλούμενον Γορδιεῖον, ἧκον παρ' Ἐποσογνάτου πρέσβεις ἀποδηλοῦντες ὅτι πορευθεὶς διαλεχθείη τοῖς τῶν Γαλατῶν βασιλεῦσιν, οἱ δ' ἁπλῶς εἰς οὐδὲν συγκαταβαίνοιεν φιλάνθρωπον, ἀλλ' ἠθροικότες ὁμοῦ τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ἅπασαν εἰς τὸ καλούμενον ὄρος Ὄλυμπον ἕτοιμοι πρὸς μάχην εἰσίν. 18. Ὅτι κατὰ τὴν ὀγδόην καὶ μʹ ὀλυμπιάδα πρὸς ταῖς ρʹ παρουσία ἐγένετο πρεσβευτῶν Ῥωμαίων εἰς Κλείτορα καὶ σύνοδος τῶν Ἀχαιῶν. καὶ οἱ ῥηθέντες ὑπὸ ἀμφοτέρων λόγοι περὶ τῶν κατὰ Λακεδαίμονα πραγμάτων καὶ τὰ δόξαντα τοῖς Ἀχαιοῖς. ταῦτα κεφαλαιωδῶς. 19. Ὅτι Φίλιππος ὁ βασιλεύς, διαπεμψαμένων πρὸς αὐτὸν ἐκ τῆς Ῥώμης τῶν ἰδίων πρεσβευτῶν καὶ δηλούντων, ὅτι δεήσει κατ' ἀνάγκην ἀποβαίνειν ἀπὸ τῶν ἐπὶ Θρᾴκης πόλεων, πυθόμενος ταῦτα καὶ βαρέως φέρων ἐπὶ τῷ δοκεῖν πανταχόθεν αὐτοῦ περιτέμνεσθαι τὴν ἀρχήν, ἐναπηρείσατο τὴν ὀργὴν εἰς τοὺς ταλαιπώρους Μαρωνίτας. μεταπεμψάμενος γὰρ Ὀνομαστὸν τὸν ἐπὶ Θρᾴκης τεταγμένον ἐκοινολογήθη τούτῳ περὶ τῆς πράξεως. ὁ δ' Ὀνομαστὸς ἀναχωρήσας εἰσαπέστειλε Κάσανδρον εἰς Μαρώνειαν συνήθη τοῖς πολλοῖς ὑπάρχοντα διὰ τὸ ποιεῖσθαι τὸν πλείονα χρόνον ἐκεῖ τὴν διατριβήν, ἅτε τοῦ Φιλίππου πάλαι τοὺς αὐλικοὺς ἐγκαθεικότος εἰς τὰς πόλεις ταύτας καὶ συνήθεις πεποιηκότος τοὺς ἐγχωρίους ταῖς τούτων παρεπιδημίαις. μετὰ δέ τινας ἡμέρας ἑτοιμασθέντων τῶν Θρᾳκῶν, καὶ τούτων ἐπεισελθόντων διὰ τοῦ Κασάνδρου νυκτός, ἐγένετο μεγάλη σφαγή, καὶ πολλοὶ τῶν Μαρωνιτῶν ἀπέθανον. κολασάμενος δὲ τῷ τοιούτῳ τρόπῳ τοὺς ἀντιπράττοντας ὁ Φίλιππος καὶ πληρώσας τὸν ἴδιον θυμὸν ἐκαραδόκει τὴν 45 τῶν πρεσβευτῶν παρουσίαν, πεπεισμένος μηδένα τολμήσειν κατηγορήσειν αὐτοῦ διὰ τὸν φόβον. μετὰ δέ τινα χρόνον παραγενομένων τῶν περὶ τὸν Ἄππιον καὶ ταχέως πυθομένων τὰ γεγονότα κατὰ τὴν Μαρώνειαν καὶ πικρῶς τῷ Φιλίππῳ μεμψιμοιρούντων ἐπὶ τούτοις, ἐβούλετο μὲν ἀπολογεῖσθαι φάσκων μὴ κεκοινωνηκέναι τῆς παρανομίας, ἀλλ' αὐτοὺς ἐν αὐτοῖς στασιάζοντας Μαρωνίτας καὶ τοὺς μὲν ἀποκλίνοντας πρὸς Εὐμένη κατὰ τὴν εὔνοιαν τοὺς δὲ πρὸς ἑαυτὸν εἰς ταύτην ἐκπεπτωκέναι τὴν ἀτυχίαν. καλεῖν δ' ἐκέλευε κατὰ πρόσωπον εἴ τις αὐτοῦ κατηγορεῖ. τοῦτο δ' ἐποίει πεπεισμένος μηδένα τολμήσειν
21
διὰ τὸν φόβον, τῷ δοκεῖν τὴν μὲν ἐκ Φιλίππου τιμωρίαν ἐκ χειρὸς ἔσεσθαι τοῖς ἀντιπράξασιν, τὴν δὲ Ῥωμαίων ἐπικουρίαν μακρὰν ἀφεστάναι. τῶν δὲ περὶ τὸν Ἄππιον οὐ φασκόντων προσδεῖσθαι δικαιολογίας (σαφῶς γὰρ εἰδέναι τὰ γεγονότα καὶ τὸν αἴτιον τούτων), εἰς ἀπορίαν ἐνέπιπτεν ὁ Φίλιππος. καὶ τὴν μὲν πρώτην ἔντευξιν ἄχρι τούτου προβάντες ἔλυσαν· κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέραν οἱ περὶ τὸν Ἄππιον πέμπειν ἐπέταττον τῷ Φιλίππῳ τὸν Ὀνομαστὸν καὶ τὸν Κάσανδρον ἐξ αὐτῆς εἰς τὴν Ῥώμην, ἵνα πύθηται περὶ τῶν γεγονότων. ὁ δὲ βασιλεὺς διατραπεὶς ὡς ἔνι μάλιστα καὶ ἀπορήσας ἐπὶ πολὺν χρόνον τὸν μὲν Κάσανδρον ἔφη πέμψειν τὸν αὐθέντην γεγονότα τῆς πράξεως, ὡς ἐκεῖνοί φασιν, ἵνα πύθηται παρὰ τούτου τὰς ἀληθείας ἡ σύγκλητος, τὸν δ' Ὀνομαστὸν ἐξῃρεῖτο καὶ παρ' αὐτὰ καὶ μετὰ ταῦτα τοῖς πρεσβευταῖς ἐντυγχάνων, ἀφορμῇ μὲν χρώμενος τῷ μὴ οἷον ἐν τῇ Μαρωνείᾳ παραγεγονέναι τὸν Ὀνομαστὸν κατὰ τὸν τῆς σφαγῆς καιρόν, ἀλλὰ μηδ' ἐπὶ τῶν σύνεγγυς τόπων γεγονέναι, τῇ δ' ἀληθείᾳ δεδιώς, μὴ παραγενηθεὶς εἰς τὴν Ῥώμην καὶ πολλῶν ἔργων αὐτῷ κεκοινωνηκὼς τοιούτων οὐ μόνον τὰ κατὰ τοὺς Μαρωνίτας, ἀλλὰ καὶ τἄλλα πάντα διασαφήσῃ τοῖς Ῥωμαίοις καὶ τέλος τὸν μὲν Ὀνομαστὸν ἐξείλετο, τὸν δὲ Κάσανδρον μετὰ τὸ τοὺς πρεσβευτὰς ἀπελθεῖν ἀποστείλας καὶ παραπέμψας ἕως Ἠπείρου φαρμάκῳ διέφθειρεν. οἱ δὲ περὶ τὸν Ἄππιον κατεγνωκότες τοῦ Φιλίππου καὶ περὶ τῆς εἰς τοὺς Μαρωνίτας παρανομίας καὶ περὶ τῆς πρὸς Ῥωμαίους ἀλλοτριότητος τοιαύτας ἔχοντες διαλήψεις ἐχωρίσθησαν. Ὁ δὲ βασιλεὺς γενόμενος καθ' ἑαυτὸν καὶ συμμεταδοὺς τῶν φίλων Ἀπελλεῖ καὶ Φιλοκλεῖ περὶ τῶν ἐνεστώτων, ἔγνω σαφῶς 46 ἐπὶ πολὺ προβεβηκυῖαν αὑτοῦ τὴν πρὸς Ῥωμαίους διαφοράν, καὶ ταύτην οὐκ ἔτι λανθάνουσαν, ἀλλὰ καταφανῆ τοῖς πλείστοις οὖσαν. καθόλου μὲν οὖν πρόθυμος ἦν εἰς τὸ κατὰ πάντα τρόπον ἀμύνασθαι καὶ μετελθεῖν αὐτούς, πρὸς ἔνια δὲ τῶν ἐπινοουμένων ἀπόχειρος ὢν ἐπεβάλετο πῶς ἂν ἐπιγένοιτό τις ἀναστροφὴ καὶ λάβοι χρόνον πρὸς τὰς εἰς τὸν πόλεμον παρασκευάς. 20. Ὅτι κατὰ τὴν Κρήτην, κοσμοῦντος ἐν Γορτύνῃ Κύδα τοῦ Ἀντάλκους, κατὰ πάντα τρόπον ἐλαττούμενοι Γορτύνιοι τοὺς Κνωσίους, ἀποτεμόμενοι τῆς χώρας αὐτῶν τὸ μὲν καλούμενον Λυκάστιον προσένειμαν Ῥαυκίοις, τὸ δὲ Διατόνιον Λυκτίοις. κατὰ δὲ τὸν καιρὸν τοῦτον παραγενομένων πρεσβευτῶν ἐκ τῆς Ῥώμης εἰς τὴν Κρήτην τῶν περὶ τὸν Ἄππιον χάριν τοῦ διαλῦσαι τὰς ἐνεστώσας αὐτοῖς πρὸς ἀλλήλους διαφορὰς καὶ ποιησαμένων λόγους ὑπὲρ τούτων τῇ Κνωσίων καὶ Γορτύνῃ, πεισθέντες οἱ Κρηταιεῖς ἐπέτρεψαν τὰ καθ' αὑτοὺς τοῖς περὶ τὸν Ἄππιον. οἱ δὲ πεισθέντες Κνωσίοις μὲν ἀπεκατέστησαν τὴν χώραν, Κυδωνιάταις δὲ προσέταξαν τοὺς μὲν ὁμήρους ἀπολαβεῖν, οὓς ἐγκατέλιπον δόντες τοῖς περὶ Χαρμίωνα πρότερον, τὴν δὲ Φαλασάρναν ἀφεῖναι μηδὲν ἐξ αὐτῆς νοσφισαμένους. περὶ δὲ τῶν κατὰ κοινοδίκαιον συνεχώρησαν αὐτοῖς, βουλομένοις μὲν αὐτοῖς ἐξεῖναι μετέχειν, μὴ βουλομένοις δὲ καὶ τοῦτ' ἐξεῖναι, πάσης ἀπεχομένοις τῆς ἄλλης Κρήτης αὐτοῖς τε καὶ τοῖς ἐκ Φαλασάρνης φυγάσιν *** ἀπέκτειναν τοὺς περὶ Μενήτιον ἐπιφανεστάτους ὄντας τῶν πολιτῶν. 21. Ὅτι τῶν περὶ τὸν Κόιντον τὸν Μάρκιον πρεσβευσάντων εἰς Μακεδονίαν ἀπέβη μὲν ἀπὸ τῶν ἐπὶ Θρᾴκης Ἑλληνίδων πόλεων ὁλοσχερῶς ὁ Φίλιππος καὶ τὰς φρουρὰς ἐξήγαγεν, ἀπέβη δὲ βαρυνόμενος καὶ στένων, διωρθώσατο δὲ καὶ τἄλλα πάντα, περὶ ὧν οἱ Ῥωμαῖοι ἐπέταττον, βουλόμενος ἐκείνοις μὲν μηδεμίαν ἔμφασιν ποιεῖν ἀλλοτριότητος, λαμβάνειν δὲ ἀναστροφὴν πρὸς τὰς εἰς τὸν πόλεμον παρασκευάς. τηρῶν δὲ τὴν προκειμένην ὑπόθεσιν ἐξῆγε στρατιὰν ἐπὶ τοὺς βαρβάρους, διελθὼν δὲ διὰ μέσης τῆς Θρᾴκης 47 ἐνέβαλεν εἰς Ὀδρύσας Βέσσους καὶ Δενθηλήτους. παραγενόμενος δὲ ἐπὶ τὴν προσαγορευομένην Φιλίππου πόλιν, φυγόντων τῶν ἐνοικούτων εἰς τὰς ἀκρωρείας, ἐξ ἐφόδου κατέσχε τὴν πόλιν. μετὰ δὲ ταῦτα πᾶν τὸ πεδίον ἐπιδραμὼν καὶ τοὺς μὲν ἐκπορθήσας, παρ' ὧν δὲ πίστεις λαβών, ἐπανῆλθε φρουρὰν καταλιπὼν ἐν τῇ Φιλίππου πόλει. ταύτην δὲ συνέβη μετά τινα χρόνον ἐκπεσεῖν ὑπὸ τῶν Ὀδρυσῶν ἀθετησάντων τὰς πρὸς τὸν βασιλέα πίστεις. 22. Ὅτι κατὰ τὴν Ἀσίαν Φαρνάκης ὁ βασιλεὺς πάλιν ὀλιγωρήσας τῆς γεγενημένης ἐπὶ Ῥωμαίους ἀναφορᾶς Λεώκριτον μὲν ἔτι κατὰ χειμῶνα μετὰ μυρίων στρατιωτῶν ἐξαπέστειλε πορθήσοντα τὴν Γαλατίαν, αὐτὸς δὲ τῆς ἐαρινῆς ὥρας ὑποφαινούσης ἤθροιζε τὰς δυνάμεις ὡς ἐμβαλῶν εἰς τὴν Καππαδοκίαν. ἃ πυνθανόμενος Εὐμένης δυσχερῶς μὲν ἔφερε τὸ συμβαῖνον διὰ
22
τὸ πάντας τοὺς τῆς πίστεως ὅρους ὑπερβαίνειν τὸν Φαρνάκην, ἠναγκάζετο δὲ τὸ παραπλήσιον ποιεῖν. ἤδη δ' αὐτοῦ συνηθροικότος τὰς δυνάμεις, κατέπλευσαν ἐκ τῆς Ῥώμης οἱ περὶ τὸν Ἄτταλον· ὁμοῦ δὲ γενόμενοι καὶ κοινολογηθέντες ἀλλήλοις ἀνέζευξαν παραχρῆμα μετὰ τῆς στρατιᾶς. ἀφικόμενοι δὲ εἰς τὴν Γαλατίαν τὸν μὲν Λεώκριτον οὐκ ἔτι κατέλαβον· τοῦ δὲ Καρσιγνάτου καὶ τοῦ Γαιζοτόριος διαπεμπομένων πρὸς αὐτοὺς ὑπὲρ ἀσφαλείας, οἵτινες ἐτύγχανον ἔτι πρότερον ᾑρημένοι τὰ Φαρνάκου, καὶ πᾶν ὑπισχνουμένων ποιήσειν τὸ προσταττόμενον, ἀπειπάμενοι τούτους διὰ τὴν προγεγενημένην ἀθεσίαν ἐξάραντες παντὶ τῷ στρατεύματι προῆγον ἐπὶ τὸν Φαρνάκην. παραγενόμενοι δ' ἐκ Καλπίτου πεμπταῖοι πρὸς τὸν Ἅλυν ποταμόν, ἑκταῖοι πάλιν ἀνέζευξαν εἰς Παρνασσόν, ἔνθα καὶ Ἀριαράθης ὁ τῶν Καππαδοκῶν βασιλεὺς συνέμιξεν αὐτοῖς μετὰ τῆς οἰκείας δυνάμεως, καὶ ἦλθον εἰς τὴν Κάμησιν χώραν. ἄρτι δὲ κατεστρατοπεδευκότων αὐτῶν προσέπεσε παραγενέσθαι τοὺς ἐκ τῆς Ῥώμης πρεσβευτὰς ἐπὶ τὰς διαλύσεις. ὧν ἀκούσας ὁ βασιλεὺς Εὐμένης Ἄτταλον μὲν ἐξαπέστειλε τούτους ἐκδεξόμενον, αὐτὸς δὲ τὰς δυνάμεις ἐδιπλασίαζε καὶ διεκόσμει φιλοτίμως, ἅμα μὲν ἁρμοζόμενος πρὸς τὰς ἀληθινὰς χρείας, ἅμα δὲ βουλόμενος ἐνδείκνυσθαι τοῖς Ῥωμαίοις ὅτι δι' αὑτοῦ δυνατός ἐστι τὸν Φαρνάκην ἀμύνασθαι καὶ καταπολεμεῖν. παραγενομένων δὲ τῶν πρέσβεων 48 καὶ παρακαλούντων λύειν τὸν πόλεμον, ἔφασαν μὲν οἱ περὶ τὸν Εὐμένη καὶ τὸν Ἀριαράθην ἕτοιμοι πρὸς πᾶν εἶναι τὸ παρακαλούμενον, ἠξίουν δὲ τοὺς Ῥωμαίους, εἰ μὲν ἔτι δυνατόν, εἰς σύλλογον αὐτοὺς συναγαγεῖν πρὸς τὸν Φαρνάκην, ἵνα κατὰ πρόσωπον λεγομένων τῶν λόγων ἴδωσι τὴν ἀθεσίαν αὐτοῦ καὶ τὴν ὠμότητα διὰ πλειόνων, εἰ δὲ μὴ τοῦτ' εἴη δυνατόν, αὐτοὺς γενέσθαι κριτὰς τῶν πραγμάτων ἴσους καὶ δικαίους. τῶν δὲ πρεσβευτῶν ἀναδεχομένων πάντα τὰ δυνατὰ καὶ καλῶς ἔχοντα ποιήσειν, ἀξιούντων δὲ τὴν στρατιὰν ἀπάγειν ἐκ τῆς χώρας (ἄτοπον γὰρ εἶναι, παρόντων αὐτῶν καὶ λόγους ποιουμένων ὑπὲρ διαλύσεων, ἅμα παρεῖναι τὰ τοῦ πολέμου καὶ κακοποιεῖν ἀλλήλους) συνεχώρησαν οἱ περὶ τὸν Εὐμένη, καὶ τῇ κατὰ πόδας εὐθέως ἀναζεύξαντες οὗτοι προῆγον ὡς ἐπὶ Γαλατίας. οἱ δὲ Ῥωμαῖοι πρὸς τὸν Φαρνάκην συμμίξαντες πρῶτον μὲν ἠξίουν αὐτὸν εἰς λόγους ἐλθεῖν τοῖς περὶ τὸν Εὐμένη· μάλιστα γὰρ ἂν οὕτω τυχεῖν τὰ πράγματα διεξαγωγῆς. τοῦ δὲ πρὸς τοῦτο τὸ μέρος ἀντιβαίνοντος καὶ τέλος ἀπειπαμένου, δῆλον μὲν εὐθέως ἦν τοῦτο καὶ Ῥωμαίοις, ὅτι καταγινώσκει προφανῶς ἑαυτοῦ καὶ διαπιστεῖ τοῖς σφετέροις πράγμασιν· πάντη δὲ πάντως βουλόμενοι λῦσαι τὸν πόλεμον προσεκαρτέρουν, ἕως οὗ συνεχώρησε πέμψειν αὐτοκράτορας ἐπὶ θάλατταν τοὺς συνθησομένους τὴν εἰρήνην, ἐφ' οἷς ἂν οἱ πρεσβευταὶ κελεύσωσιν. 23. Ὅτι ἀφικομένων τῶν πρέσβεων καὶ συνελθόντων ὁμοῦ τῶν τε Ῥωμαίων καὶ τῶν περὶ Εὐμένη, καὶ τούτων μὲν εἰς ἅπαν ἑτοίμως συγκαταβαινόντων χάριν τοῦ συντελεσθῆναι τὴν εἰρήνην, τῶν δὲ παρὰ τοῦ Φαρνάκου πρὸς πᾶν διαφερομένων καὶ τοῖς ὁμολογηθεῖσιν οὐκ ἐμμενόντων, ἀλλ' ἀεί τι προσεπιζητούντων καὶ μεταμελομένων, ταχέως τοῖς Ῥωμαίοις ἐγένετο δῆλον ὅτι ματαιοπονοῦσιν. οὐ γὰρ οἷος ἦν συγκαταβαίνειν ὁ Φαρνάκης εἰς τὰς διαλύσεις. ὅθεν ἀπράκτου γενομένης τῆς κοινολογίας, καὶ τῶν Ῥωμαίων ἀπαλλαγέντων ἐκ τοῦ Περγάμου, καὶ τῶν παρὰ τοῦ Φαρνάκου πρέσβεων ἀπολυθέντων εἰς τὴν οἰκείαν, ὁ μὲν πόλεμος ἐγεγένητο κατάμονος, οἱ δὲ περὶ τὸν Εὐμένη πάλιν ἐγίνοντο περὶ τὰς εἰς τοῦτον παρασκευάς. ἐν ᾧ καιρῷ τῶν Ῥοδίων ἐπισπασαμένων τὸν Εὐμένη καὶ φιλοτίμως, οὗτος μὲν ἐξώρμησε μετὰ πολλῆς σπουδῆς πράξων τὰ κατὰ τοὺς Λυκίους. Λόγος κζʹ. 24. Ὅτι οἱ περὶ τὸν Τιβέριον καὶ Ποστόμιον κατὰ τοὺς αὐτοὺς καιροὺς ἐπιπορευόμενοι τὰς νήσους καὶ τὰς κατὰ τὴν Ἀσίαν πόλεις, πλεῖστον δ' ἐν τῇ Ῥόδῳ, καίπερ οὐ προσδεομένων τῶν Ῥοδίων κατὰ τοὺς τότε χρόνους. Ἀγησίλοχος γὰρ τότε πρυτανεύων, ἀνὴρ τῶν εὐδοκιμούντων, ὁ καὶ μετὰ ταῦτα πρεσβεύσας εἰς τὴν Ῥώμην, ἔτι πρότερον ἅμα τῷ φανερὸν γενέσθαι, διότι μέλλουσι πολεμεῖν Ῥωμαῖοι τῷ Περσεῖ, τἄλλα τε παρακεκλήκει τοὺς πολλοὺς ὑπὲρ τοῦ κοινωνεῖν τῶν αὐτῶν ἐλπίδων, καὶ μʹ ναῦς συμβουλεύσας τοῖς Ῥοδίοις ὑποζωννύειν, ἵνα, ἐάν τις ἐκ τῶν καιρῶν γένηται χρεία, μὴ τότε παρασκευάζωνται πρὸς τὸ παρακαλούμενον,
23
ἀλλ' ἑτοίμως διακείμενοι πράττωσι τὸ κριθὲν ἐξ αὐτῆς. ἃ τότε προφερόμενος τοῖς Ῥωμαίοις καὶ δεικνὺς ὑπὸ τὴν ὄψιν τὰς παρασκευὰς εὐδοκουμένους τῇ πόλει τοὺς πρεσβευτὰς ἐξαπέστειλεν. οἱ δὲ περὶ τὸν Τιβέριον ἀποδεδεγμένοι τὴν τῶν Ῥοδίων εὔνοιαν ἐκομίζοντο εἰς τὴν Ῥώμην. 25. Ὅτι Γάιος ἔτι περὶ τὴν Κεφαλληνίαν ὁρμῶν ἐξέπεμψε τοῖς Ῥοδίοις γράμματα περὶ πλοίων ἐξαποστολῆς, συνθεὶς τὴν ἐπιστολὴν ἀλείπτῃ τινὶ Σωκράτει. παραγενομένων δὲ τῶν γραμμάτων εἰς τὴν Ῥόδον Στρατοκλέους πρυτανεύοντος τὴν δευτέραν ἕκμηνον, καὶ τοῦ διαβουλίου προτεθέντος, τοῖς μὲν περὶ τὸν Ἀγαθάγητον καὶ Ῥοδοφῶντα καὶ Ἀστυμήδην καὶ ἑτέροις πλείοσιν ἐδόκει πέμπειν τὰς ναῦς καὶ συνάπτεσθαι τῆς ἀρχῆς εὐθέως τοῦ πολέμου μηδεμίαν πρόφασιν ποιουμένους· οἱ δὲ περὶ τὸν Δείνωνα καὶ Πολυάρατον δυσαρεστοῦντες μὲν καὶ τοῖς ἤδη γεγονόσι φιλανθρώποις πρὸς Ῥωμαίους, τότε δὲ προθέμενοι τὸ τοῦ βασιλέως Εὐμένους πρόσωπον, ἤρξαντο λυμαίνεσθαι τὴν τῶν πολλῶν προαίρεσιν. ὑπαρχούσης γὰρ τοῖς Ῥοδίοις ὑποψίας καὶ διαφορᾶς πρὸς τὸν Εὐμένη, πάλαι μὲν ἐκ τοῦ πολέμου τοῦ πρὸς Φαρνάκην, ὅτε, τοῦ βασιλέως Εὐμένους ἐφορμοῦντος ἐπὶ τοῦ κατὰ τὸν Ἑλλήσποντον στόματος χάριν τοῦ κωλύειν τοὺς πλέοντας εἰς τὸν Πόντον, ἐπελάβοντο τῆς ὁρμῆς αὐτοῦ καὶ διεκώλυσαν Ῥόδιοι, μικροῖς δ' 50 ἀνώτερον χρόνοις ἐκ τῶν Λυκιακῶν ἀναξαινομένης τῆς διαφορᾶς ἔκ τινων ἐρυμάτων καὶ χώρας, ἣν συνέβαινε κεῖσθαι μὲν ἐπὶ τῆς ἐσχατιᾶς τῆς τῶν Ῥοδίων Περαίας, κακοποιεῖσθαι δὲ συνεχῶς διὰ τῶν ὑπ' Εὐμένη ταττομένων· ἐκ πάντων δὲ τούτων εὐηκόως διέκειντο πρὸς πᾶν τὸ λεγόμενον κατὰ τοῦ βασιλέως. διὸ ταύτης ἐπιλαβόμενοι τῆς ἀφορμῆς οἱ περὶ τὸν Δείνωνα διέσυρον τὴν ἐπιστολήν, φάσκοντες οὐ παρὰ Ῥωμαίων αὐτὴν ἥκειν ἀλλὰ παρ' Εὐμένους, θέλοντος αὐτοὺς ἐκείνου κατὰ πάντα τρόπον ἐμβιβάζειν εἰς τὸν πόλεμον καὶ προσάπτειν τῷ δήμῳ δαπάνας καὶ κακοπαθείας οὐκ ἀναγκαίας. καὶ μαρτύριον ἐποίουν τῆς ἑαυτῶν ἀποφάσεως τὸ παραγεγονέναι φέροντα τὴν ἐπιστολὴν ἀλείπτην τινὰ καὶ τοιοῦτον ἄνθρωπον, οὐκ εἰωθότων τοῦτο ποιεῖν Ῥωμαίων, ἀλλὰ καὶ λίαν μετὰ πολλῆς σπουδῆς καὶ προστασίας διαπεμπομένων ὑπὲρ τῶν τοιούτων. ἔλεγον δὲ ταῦτα καλῶς μὲν εἰδότες ὅτι συμβαίνει γεγράφθαι τὴν ἐπιστολὴν ὑπὸ τοῦ Λοκρητίου, βουλόμενοι δὲ τοὺς πολλοὺς διδάσκειν μηδὲν ἐξ ἑτοίμου ποιεῖν Ῥωμαίοις, ἀλλ' ἐν πᾶσι δυσχρηστεῖν καὶ διδόναι προσκοπῆς καὶ δυσαρεστήσεως ἀφορμάς. ἦν γὰρ τὸ προκείμενον αὐτοῖς ἀπὸ μὲν τῆς πρὸς Ῥωμαίους εὐνοίας ἀλλοτριοῦν τὸν δῆμον, εἰς δὲ τὴν τοῦ Περσέως φιλίαν ἐμπλέκειν, καθ' ὅσον οἷοί τ' ἦσαν. συνέβαινε δὲ τοὺς προειρημένους οἰκείους ὑπάρχειν διὰ τὸ τὸν μὲν Πολυάρατον ἀλαζονικώτερον ὄντα καὶ κενόδοξον ὑπόχρεων πεποιηκέναι τὴν οὐσίαν, τὸν δὲ Δείνωνα φιλάργυρον ὄντα καὶ θρασὺν ἐξ ἀρχῆς οἰκεῖον εἶναι τῆς ἐκ τῶν δυναστῶν καὶ βασιλέων ἐπανορθώσεως. ἐφ' οἷς Στρατοκλῆς ὁ πρύτανις ἐπαναστὰς καὶ πολλὰ μὲν κατὰ τοῦ Περσέως εἰπών, πολλὰ δὲ περὶ Ῥωμαίων ἐπ' ἀγαθῷ, παρώρμησε τοὺς πολλοὺς εἰς τὸ κυρῶσαι τὸ ψήφισμα τὸ περὶ τῆς ἐξαποστολῆς τῶν πλοίων. καὶ παραυτίκα καταρτίσαντες τετρήρεις ἓξ εʹ μὲν ἐξαπέστειλαν ἐπὶ Χαλκίδος ἡγεμόνα συστήσαντες ἐπ' αὐτῶν Τιμαγόραν, τὴν δὲ μίαν εἰς Τένεδον, ἐφ' ἧς ἄρχων ἐπέπλει Τιμαγόρας, ὃς καὶ καταλαβὼν ἐν Τενέδῳ Διοφάνην ἀπεσταλμένον ὑπὸ τοῦ Περσέως πρὸς Ἀντίοχον αὐτοῦ μὲν οὐκ ἐγενήθη κύριος, τοῦ δὲ πληρώματος. ὁ δὲ Λοκρήτιος πάντας ἀποδεξάμενος φιλανθρώπως τοὺς 51 κατὰ θάλατταν παραγεγονότας συμμάχους ἀπέλυσε τῆς χρείας φήσας οὐ προσδεῖσθαι τὰ πράγματα τῆς κατὰ θάλατταν βοηθείας. 26. Ὅτι Αὖλος κατὰ τοῦτον τὸν χρόνον ἀντιστράτηγος ὢν καὶ παραχειμάζων ἐν Θετταλίᾳ μετὰ τῶν δυνάμεων ἐξέπεμψε πρεσβευτὰς εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους Γάιον Πόπλιον καὶ Γνάιον Ὀκταούιον· οἳ πρῶτον μὲν εἰς Θήβας ἐλθόντες ἐπῄνεσαν καὶ παρεκάλεσαν τοὺς Θηβαίους διαφυλάττειν τὴν πρὸς Ῥωμαίους εὔνοιαν, ἑξῆς δὲ τούτοις ἐπιπορευόμενοι τὰς ἐν Πελοποννήσῳ πόλεις ἐπιδεικνύειν ἐπειρῶντο τοῖς ἀνθρώποις τὴν τῆς συγκλήτου πρᾳότητα καὶ φιλανθρωπίαν προφερόμενοι τὰ δόγματα τὰ μικρῷ πρότερον ῥηθέντα· ἅμα δὲ διὰ τῶν λόγων παρενέφαινον ὡς εἰδότες τοὺς ἐν ἑκάσταις τῶν πόλεων παρὰ τὸ δέον ἀναχωροῦντας, ὡσαύτως δὲ καὶ τοὺς προπίπτοντας, καὶ δῆλοι πᾶσιν ἦσαν δυσαρεστούμενοι τοῖς ἀναχωροῦσιν οὐχ ἧττον ἢ τοῖς ἐκφανῶς ἀντιπράττουσιν. ἐξ ὧν τοὺς πολλοὺς εἰς ἐπίστασιν καὶ διαπόρησιν ἦγον ὑπὲρ τοῦ τί ποτ' ἂν ἢ λέγοντες ἢ πράττοντες εὐστοχοῖεν τῶν παρεστώτων
24
καιρῶν. οἱ δὲ περὶ τὸν Γάιον, συναχθείσης τῆς τῶν Ἀχαιῶν ἐκκλησίας, ἐλέγοντο μὲν βεβουλεῦσθαι κατηγορήσειν τῶν περὶ τὸν Λυκόρταν καὶ τὸν Ἄρχωνα καὶ Πολύβιον καὶ παραδείξειν ἀλλοτρίους ὑπάρχοντας τῆς τῶν Ῥωμαίων αἱρέσεως, καὶ τὴν ἡσυχίαν ἄγοντας κατὰ τὸ παρὸν οὐ φύσει τοιούτους ὄντας, ἀλλὰ παρατηροῦντας τὰ συμβαίνοντα καὶ τοῖς καιροῖς ἐφεδρεύοντας· οὐ μὴν ἐθάρρησαν τοῦτο ποιῆσαι διὰ τὸ μηδεμίαν εὔλογον ἀφορμὴν ἔχειν κατὰ τῶν προειρημένων ἀνδρῶν. διὸ συναχθείσης αὐτοῖς τῆς βουλῆς εἰς Αἴγιον, ἀσπαστικήν τε καὶ παρακλητικὴν ποιησάμενοι τὴν πρὸς τοὺς Ἀχαιοὺς ἔντευξιν ἀπέπλευσαν εἰς τὴν Αἰτωλίαν. Καὶ πάλιν ἐκεῖ συναχθείσης αὐτοῖς τῆς ἐκκλησίας εἰς Θέρμον, παρελθόντες εἰς τοὺς πολλοὺς παρακλητικοὺς καὶ φιλανθρώπους διετίθεντο λόγους, τὸ δὲ συνέχον αὐτοῖς τῆς ἐκκλησίας, ὁμήρους ἔφασαν δεῖν δοθῆναι σφίσι παρὰ τῶν Αἰτωλῶν. τούτων δὲ καταβάντων, Πρόανδρος ἐπαναστὰς ἐβούλετό τινας εὐχρηστίας πρὸς αὑτοῦ γεγενημένας εἰς τοὺς Ῥωμαίους προφέρεσθαι καὶ κατηγορεῖν τῶν διαβαλλόντων αὐτόν· ἐφ' ὃν Γάιος πάλιν ἐπαναστὰς καὶ 52 καλῶς εἰδὼς ἀλλότριον αὐτὸν ὄντα Ῥωμαίων, ὅμως ἐπῄνεσε καὶ πᾶσι τοῖς εἰρημένοις ἀνθωμολογήσατο. μετὰ δὲ τοῦτον προελθὼν Λυκίσκος ἐπ' ὀνόματος μὲν οὐδενὸς ἐποιήσατο κατηγορίαν, καθ' ὑπόνοιαν δὲ πολλῶν. ἔφη γὰρ περὶ μὲν τῶν κορυφαίων καλῶς βεβουλεῦσθαι Ῥωμαίους ἀπαγαγόντας αὐτοὺς εἰς τὴν Ῥώμην, λέγων τοὺς περὶ τὸν Εὐπόλεμον καὶ Νίκανδρον· τοὺς δὲ συναγωνιστὰς καὶ τοὺς παραστάτας τοὺς ἐκείνων ἔτι μένειν κατὰ τὴν Αἰτωλίαν, οὓς δεῖν ἅπαντας τῆς αὐτῆς τυχεῖν ἐκείνοις ἐπιστροφῆς, ἂν μὴ προῶνται τὰ τέκνα Ῥωμαίοις εἰς ὁμηρείαν. μάλιστα δὲ κατ' Ἀρχεδάμου καὶ Πανταλέοντος ἐποίει τὰς ἐμφάσεις. τούτου δὲ παραχωρήσαντος, Πανταλέων ἀναστὰς τὸν μὲν Λυκίσκον διὰ βραχέων ἐλοιδόρησε φήσας αὐτὸν ἀναισχύντως καὶ ἀνελευθέρως κολακεύειν τοὺς ὑπερέχοντας, ἐπὶ δὲ τὸν Θόαντα μετέβη τοῦτον ὑπολαμβάνων εἶναι τὸν ἀξιοπίστως ἐνιέντα τὰς κατ' αὐτῶν διαβολὰς τῷ δοκεῖν μηδεμίαν ὑπάρχειν αὐτοῖς πρὸς τοῦτον διαφοράν. καὶ τὰ μὲν ὑπομνήσας τῶν κατ' Ἀντίοχον καιρῶν, τὰ δὲ ὀνειδίσας εἰς ἀχαριστίαν αὐτῷ, διότι δοθεὶς ἔκδοτος Ῥωμαίοις, πρεσβεύσαντος αὐτοῦ καὶ Νικάνδρου, τύχῃ τῆς σωτηρίας ἀνελπίστως, ταχέως ἐξεκαλέσατο τοὺς Αἰτωλοὺς εἰς τὸ μὴ μόνον θορυβεῖν τὸν Θόαντα, ὅτε βουληθείη τι λέγειν, ἀλλὰ καὶ βάλλειν ὁμοθυμαδόν. γενομένων δὲ τούτων, βραχέα καταμεμψάμενος ὁ Γάιος τοὺς Αἰτωλοὺς ἐπὶ τῷ βάλλειν τὸν Θόαντα οὗτος μὲν εὐθέως μετὰ τοῦ συμπρεσβευτοῦ ἀπῆρεν εἰς Ἀκαρνανίαν ἐκσιωπηθεὶς περὶ τῶν ὁμήρων, τὰ δὲ κατὰ τὴν Αἰτωλίαν ἐν ὑποψίαις ἦν πρὸς ἀλλήλους καὶ ταραχαῖς ὁλοσχερέσιν. Κατὰ δὲ τὴν Ἀκαρνανίαν, ὅτι ἔδοξε τοῖς Ἕλλησι περὶ τῆςπρεσβείας ἐπιστάσεως χρείαν ἔχειν τὸ γινόμενον. παραλαβόντες οὖν τοὺς κατὰ τὴν ἄλλην πολιτείαν ὁμογνωμονοῦντας (οὗτοι δ' ἦσαν Ἀρκεσίλαος Ἀρίστων Μεγαλοπολῖται, Στράτιος Τριταιεύς, Ξένων Πατρεύς, Ἀπολλωνίδης Σικυώνιος) ἐβουλεύοντο περὶ τῶν ἐνεστώτων. ὁ οὖν Λυκόρτας ἔμεινεν ἐπὶ τῆς ἐξ ἀρχῆς προθέσεως κρίνων μήτε Περσεῖ μήτε Ῥωμαίοις συνεργεῖν μηδέν, ὁμοίως μηδ' 53 ἀντιπράττειν μηδετέροις· τὸ μὲν γὰρ συνεργεῖν ἀλυσιτελὲς ἐνόμιζε πᾶσιν εἶναι τοῖς Ἕλλησι προορώμενος τὸ μέγεθος τῆς ἐσομένης ἐξουσίας περὶ τοὺς κρατήσαντας, τὸ δ' ἀντιπράττειν ἐπισφαλὲς διὰ τὸ πολλοῖς καὶ τοῖς ἐπιφανεστάτοις Ῥωμαίων ἀντωφθαλμηκέναι περὶ τῶν κοινῶν πραγμάτων κατὰ τοὺς ἀνώτερον καιρούς. ὁ δ' Ἀπολλωνίδης καὶ Στράτιος ἀντιπράττειν μὲν ἐπίτηδες Ῥωμαίοις οὐκ ᾤοντο δεῖν, τοὺς δ' ὑπερκυβιστῶντας καὶ διὰ τῶν κοινῶν πραγμάτων ἰδίαν χάριν ἀποτιθεμένους παρὰ Ῥωμαίοις καὶ τοῦτο πράττοντας παρὰ τοὺς νόμους καὶ παρὰ τὸ κοινῇ συμφέρον τούτους ἔφασαν δεῖν κωλύειν καὶ πρὸς τούτους ἀντοφθαλμεῖν εὐγενῶς. ὁ δ' Ἄρχων ἀκολουθεῖν ἔφη δεῖν τοῖς καιροῖς καὶ μὴ διδόναι τοῖς ἐχθροῖς ἀφορμὴν εἰς διαβολήν, μηδὲ προέσθαι σφᾶς αὐτοὺς εἰς τὴν αὐτὴν ἐλθεῖν διάθεσιν τοῖς περὶ Νίκανδρον, οἵτινες, πρὶν ἢ λαβεῖν πεῖραν τῆς τούτων ἐξουσίας, ἐν ταῖς μεγίσταις εἰσὶ ταλαιπωρίαις. ταύτης δὲ τῆς γνώμης μετέσχον Πολύαιος Ἀρκεσίλαος Ἀρίστων Ξένων. διὸ καὶ τὸν μὲν Ἄρχωνα πρὸς τὴν στρατηγίαν ἔδοξεν αὐτοῖς εὐθέως προπορεύεσθαι, τὸν δὲ Πολύβιον πρὸς τὴν ἱππαρχίαν. Τούτων δὴ νεωστὶ γεγονότων καὶ προδιειληφότων τῶν περὶ τὸν Ἄρχωνα, διότι δεῖ συμπράττειν Ῥωμαίοις καὶ τοῖς τούτων φίλοις, τυχικῶς πως συνέβη τὸν Ἄτταλον πρὸς ἑτοίμους ὄντας ποιήσασθαι τοὺς λόγους. διὸ καὶ προθύμως αὐτῷ κατανεύσαντες ὑπέσχοντο συμπράξειν ὑπὲρ τῶν παρακαλουμένων. τοῦ
25
δ' Ἀττάλου πέμψαντος πρεσβευτάς, καὶ παραγενομένων τούτων εἰς τὴν πρώτην ἀγοράν, καὶ διαλεγομένων τοῖς Ἀχαιοῖς περὶ τοῦ τὰς τιμὰς ἀποκατασταθῆναι τῷ βασιλεῖ, καὶ παρακαλούντων ποιῆσαι τοῦτο διὰ τῆς Ἀττάλου χάριτος, ὁ μὲν ὄχλος ἄδηλος ἦν ἐπὶ τίνος ὑπάρχει γνώμης, πρὸς δὲ τὴν ἀντιλογίαν ἀνίσταντο πολλοὶ καὶ διὰ πολλὰς αἰτίας. οἱ μὲν γὰρ ἐξ ἀρχῆς αἴτιοι γενόμενοι τῆς ἀναιρέσεως τῶν τιμῶν βεβαιοῦν ἐβούλοντο τὴν αὑτῶν γνώμην, οἱ δὲ ἐκ τῶν κατ' ἰδίαν ἐγκλημάτων ὑπέλαβον καιρὸν ἔχειν ἀμύνεσθαι τὸν βασιλέα, τινὲς δὲ διὰ τὸν πρὸς τοὺς συμπράττοντας φθόνον ἐφιλοτιμοῦντο μὴ κρατῆσαι τὸν Ἄτταλον τῆς ἐπιβολῆς. ὁ δ' Ἄρχων ἀνέστη μὲν βοηθήσων τοῖς πρεσβευταῖς (ἐκάλει γὰρ τὰ 54 πράγματα τὴν τοῦ στρατηγοῦ γνώμην), βραχέα δ' εἰπὼν ἀνεχώρησε διευλαβηθεὶς μὴ δόξῃ κέρδους τινὸς ἕνεκεν συμβουλεύειν διὰ τὸ πλῆθος ἱκανὸν χρημάτων εἰς τὴν ἀρχὴν δεδαπανηκέναι. πολλῆς δ' οὔσης ἀπορίας, ὁ Πολύβιος ἀναστὰς ἐποιήσατο μὲν καὶ πλείονας λόγους, μάλιστα δὲ προσέδραμε πρὸς τὴν τῶν πολλῶν γνώμην ὑποδείξας τὸ γεγονὸς ἐξ ἀρχῆς ψήφισμα τῶν Ἀχαιῶν ὑπὲρ τῶν τιμῶν, ἐν ᾧ γεγραμμένον ἦν, ὅτι δεῖ τὰς ἀπρεπεῖς ἀρθῆναι τιμὰς καὶ τὰς παρανόμους, οὐ μὰ Δί' ἁπάσας. τοὺς δὲ περὶ Σωσιγένη καὶ Διοπείθη δικαστὰς Ῥοδίους ὑπάρχοντας κατ' ἐκεῖνον τὸν καιρὸν καὶ διαφερομένους ἔκ τινων ἰδίων πρὸς τὸν Εὐμένη λαβομένους ἔφη τῆς ἀφορμῆς ταύτης πάσας ἀνατετροφέναι τὰς τιμὰς τοῦ βασιλέως, καὶ τοῦτο πεποιηκέναι παρὰ τὸ τῶν Ἀχαιῶν δόγμα καὶ παρὰ τὴν δοθεῖσαν αὐτοῖς ἐξουσίαν, καὶ τὸ μέγιστον, παρὰ τὸ δίκαιον καὶ τὸ καλῶς ἔχον· οὐ γὰρ ὡς ἠδικημένους τι τοὺς Ἀχαιοὺς βουλεύσασθαι τὰς τιμὰς αἴρειν τὰς Εὐμένους, ἀλλὰ μείζους αὐτοῦ ζητοῦντος τῶν εὐεργεσιῶν, τούτῳ προσκόψαντας ψηφίσασθαι τὸ πλεονάζον παρελεῖν. διόπερ ἔφη δεῖν, καθάπερ οἱ δικασταὶ τὴν ἰδίαν ἔχθραν ἐπίπροσθεν ποιήσαντες τοῦ τῶν Ἀχαιῶν εὐσχήμονος ἀνέτρεψαν πάσας τὰς τιμάς, οὕτω τοὺς Ἀχαιοὺς κυριώτατον ἡγησαμένους τὸ σφίσι καθῆκον καὶ πρέπον διορθώσασθαι τὴν τῶν δικαστῶν ἁμαρτίαν καὶ καθόλου τὴν πρὸς τὸν Εὐμένη γεγενημένην ἀλογίαν, ἄλλως τε καὶ μέλλοντας μὴ μόνον ἐπ' αὐτὸν τὸν βασιλέα τὴν χάριν ἀπερείδεσθαι ταύτην, ἔτι δὲ μᾶλλον εἰς τὸν ἀδελφὸν Ἄτταλον. τοῦ δὲ πλήθους εὐδοκήσαντος τοῖς λεγομένοις, ἐγράφη δόγμα προστάττον τοῖς ἄρχουσι πάσας ἀποκαταστῆσαι τὰς Εὐμένους τοῦ βασιλέως τιμάς, πλὴν εἴ τινες ἀπρεπές τι περιέχουσι τῷ κοινῷ τῶν Ἀχαιῶν ἢ παράνομον. τοῦτον μὲν δὴ τὸν τρόπον καὶ κατὰ τοῦτον τὸν καιρὸν Ἄτταλος διωρθώσατο τὴν γενομένην ἀλογίαν περὶ τὰς ὑπαρχούσας Εὐμένει τἀδελφῷ τιμὰς κατὰ τὴν Πελοπόννησον. 27. Ὅτι ἡ σύγκλητος πυνθανομένη τὸν Ἀντίοχον τῆς μὲν Αἰγύπτου κύριον γεγονέναι, τῆς δ' Ἀλεξανδρείας παρ' ὀλίγον, νομίζουσα πρὸς αὑτήν τι διατείνειν τὴν αὔξησιν τοῦ προειρημένου βασιλέως, κατέστησε πρεσβευτὰς τοὺς περὶ Γάιον Πόπλιον τόν τε 55 πόλεμον λύσοντας καὶ καθόλου θεασομένους τὴν τῶν πραγμάτων διάθεσιν, ποία τις ἐστίν. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν. 28. Ὅτι τοῦ Ἀντιόχου πρὸς Πτολεμαῖον ἕνεκεν τοῦ Πηλούσιον κατασχεῖν ἀφικομένου, ὁ Πόπλιος ὁ τῶν Ῥωμαίων στρατηγός, τοῦ βασιλέως πόρρωθεν ἀσπαζομένου διὰ τῆς φωνῆς καὶ τὴν δεξιὰν προτείνοντος, πρόχειρον ἔχων τὸ δελτάριον, ἐν ᾧ τὸ τῆς συγκλήτου δόγμα κατατέτακτο, προύτεινεν αὐτῷ καὶ τοῦτ' ἐκέλευσε πρῶτον ἀναγνῶναι τὸν Ἀντίοχον, ὡς μὲν ἐμοὶ δοκεῖ, μὴ πρότερον ἀξιώσας τὸ τῆς φιλίας σύνθημα ποιεῖν πρὶν ἢ τὴν προαίρεσιν ἐπιγνῶναι τοῦ δεξιουμένου, πότερα φίλιος ἢ πολέμιός ἐστιν. ἐπεὶ δ' ὁ βασιλεὺς ἀναγνοὺς ἔφη βούλεσθαι μεταδοῦναι τοῖς φίλοις ὑπὲρ τῶν προσπεπτωκότων, ἀκούσας ὁ Πόπλιος ἐποίησε πρᾶγμα βαρὺ μὲν δοκοῦν εἶναι καὶ τελέως ὑπερήφανον· ἔχων γὰρ προχείρως ἀμπελίνην βακτηρίαν περιέγραφε τῷ κλήματι τὸν Ἀντίοχον ἐν τούτῳ τε τῷ γύρῳ τὴν ἀπόφασιν ἐκέλευσε δοῦναι περὶ τῶν γεγραμμένων. ὁ δὲ βασιλεὺς ξενισθεὶς τὸ γινόμενον καὶ τὴν ὑπεροχήν, βραχὺν χρόνον ἐναπορήσας ἔφη ποιήσειν πᾶν τὸ παρακαλούμενον ὑπὸ Ῥωμαίων. οἱ δὲ περὶ τὸν Πόπλιον τότε τὴν δεξιὰν αὐτοῦ λαμβάνοντες ἅμα πάντες ἠσπάζοντο φιλοφρόνως. ἦν δὲ τὰ γεγραμμένα λύειν ἐξ αὐτῆς τὸν πρὸς Πτολεμαῖον πόλεμον. διὸ καὶ δοθεισῶν αὐτῷ τακτῶν ἡμερῶν οὗτος μὲν ἀπῆγε τὰς δυνάμεις εἰς τὴν Συρίαν βαρυνόμενος καὶ στένων, εἴκων δὲ τοῖς καιροῖς κατὰ τὸ παρόν· οἱ δὲ περὶ τὸν Πόπλιον καταστησάμενοι τὰ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ παρακαλέσαντες τοὺς βασιλεῖς ὁμονοεῖν, ἅμα δὲ προστάξαντες αὐτοῖς Πολυάρατον ἀναπέμπειν εἰς Ῥώμην,
26
ἀνέπλευσαν ἐπὶ τῆς Κύπρου βουλόμενοι καὶ τὰς ἐκεῖ ὑπαρχούσας δυνάμεις ἐκβαλεῖν ἐκ τῆς νήσου κατὰ σπουδήν. ἀφικόμενοι δὲ καὶ καταλαβόντες ἡττημένους μάχῃ τοὺς τοῦ Πτολεμαίου στρατηγοὺς καὶ καθόλου φερόμενα τὰ κατὰ τὴν Κύπρον ταχέως ἀνέστησαν τὸ στρατόπεδον ἐκ τῆς χώρας καὶ παρήδρευσαν, ἕως ἀπέπλευσαν αἱ δυνάμεις ἐπὶ Συρίας. καὶ Ῥωμαῖοι μὲν ὅσον οὔπω καταπεπονημένην τὴν Πτολεμαίου βασιλείαν τούτῳ τῷ τρόπῳ διέσωσαν, τῆς τύχης οὕτω βραβευούσης τὰ κατὰ τὸν Περσέα πράγματα καὶ τοὺς Μακεδόνας 56 ὥστε καὶ πρὸς τὸν ἔσχατον καιρὸν ἐλθόντα τὰ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ τὴν ὅλην Αἴγυπτον παρὰ τοῦτο πάλιν ὀρθωθῆναι, παρὰ τὸ φθάσαι κριθέντα τὰ κατὰ τὸν Περσέα πράγματα· μὴ γὰρ γενομένου τούτου καὶ πιστευθέντος, οὐκ ἄν μοι δοκεῖ πειθαρχῆσαι τοῖς ἐπιταττομένοις Ἀντίοχος. Τέλος τοῦ λʹ λόγου. 29. Ὅτι κατὰ τοὺς καιροὺς τούτους παρεγένοντο πρέσβεις ἐκ τῆς Ῥώμης πρῶτον μὲν οἱ περὶ τὸν Μάρκον Ἰούνιον διευκρινήσοντες τὰ πρὸς τοὺς Γαλάτας διαφέροντα τῷ βασιλεῖ. ἐπειδὴ γὰρ οὐκ ἠδυνήθησαν οἱ Τρόκμοι δι' αὑτῶν ἀποτεμέσθαι τῆς Καππαδοκίας οὐδέν, ἀλλ' ἐκ χειρὸς ᾠκοδομήσαντο τὴν δίκην ἐπιβαλλόμενοι τόλμαν, καταφυγόντες ἐπὶ Ῥωμαίους διαβάλλειν ἐπειρῶντο τὸν Ἀριαράθην. ὧν χάριν ἀπεστάλησαν οἱ περὶ τὸν Ἰούνιον. πρὸς οὓς ὁ βασιλεὺς ποιησάμενος τοὺς ἁρμόζοντας λόγους καὶ τἄλλα φιλανθρώπως ὁμιλήσας ἐκείνους μὲν εὐλογοῦντας ἀπέστειλε, μετὰ δὲ ταῦτα, παραγενομένων πρεσβευτῶν τῶν περὶ Γνάιον Ὀκταούιον καὶ Σπόριον Λοκρήτιον καὶ διαλεγομένων τῷ βασιλεῖ πάλιν περὶ τῶν πρὸς τοὺς Γαλάτας αὐτῷ διαφερόντων, βραχέα περὶ τούτων κοινολογησάμενος καὶ φήσας εὐεπάγωγος εἶναι πρὸς τὸ κριθὲν λοιπὸν ἤδη τὸν πλείω λόγον ὑπὲρ τῶν κατὰ Συρίαν ἐποιεῖτο πραγμάτων, εἰδὼς ἐκεῖσε προάγοντας τοὺς περὶ τὸν Ὀκταούιον, ὑποδεικνύων αὐτοῖς τὴν ἀκαταστασίαν τῆς βασιλείας καὶ τὴν εἰκαιότητα τῶν προεστώτων αὐτῆς καὶ προσεπαγγελλόμενος ἀκολουθήσειν μετὰ δυνάμεως καὶ συνεφεδρεύσειν τοῖς καιροῖς, ἕως ἂν ἐπανέλθωσι πάλιν ἐκ τῆς Συρίας ἀσφαλῶς. οἱ δὲ περὶ τὸν Γνάιον ἐν πᾶσιν ἀποδεχόμενοι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ προθυμίαν κατὰ μὲν τὸ παρὸν οὐκ ἔφασαν προσδεῖσθαι τῆς παραπομπῆς, εἰς δὲ τὸ μέλλον, ἐάν τις ὑποπίπτῃ χρεία, διασαφήσειν ἀόκνως· κρίνειν γὰρ αὐτὸν ἕνα τῶν ἀληθινῶν Ῥωμαίοις φίλων. 30. Ὅτι τῶν περὶ τὸν Γάιον Φάννιον παραγεγονότων ἐκ τῆς Ἰλλυρίδος καὶ διασαφούντων, ὅτι τοσοῦτον ἀπέχοιεν οἱ Δελματεῖς τοῦ διορθοῦσθαί τι τῶν ἐγκαλουμένων πρὸς τοὺς ὑπ' αὐτῶν φά 57 σκοντας ἀδικεῖσθαι συνεχῶς, ὥστ' οὐδὲ λόγον ἐπιδέχοιντο καθόλου παρ' αὐτῶν λέγοντες οὐδὲν αὑτοῖς εἶναι καὶ Ῥωμαίοις κοινόν. πρὸς δὲ τούτοις διεσάφουν μήτε κατάλυμα δοθῆναι σφίσι μήτε παροχήν, ἀλλὰ καὶ τοὺς ἵππους, οὓς εἶχον παρ' ἑτέρας πόλεως, ἀφελέσθαι τοὺς Δελματεῖς μετὰ βίας αὐτῶν· ἑτοίμους δ' εἶναι καὶ τὰς χεῖρας προσάγειν, εἰ μὴ συνείξαντες τῷ καιρῷ μετὰ πολλῆς ἡσυχίας ἐποιήσαντο τὴν ἀπόλυσιν. ὧν ἡ σύγκλητος ἀκούσασα μετ' ἐπιστάσεως ἠγανάκτει μὲν καὶ ἐπὶ τῇ τῶν Δελματέων ἀπειθείᾳ καὶ σκαιότητι, τὸ δὲ πλεῖστον ὑπέλαβε τὸν καιρὸν ἐπιτήδειον εἶναι πρὸς τὸ πολεμῆσαι τοῖς προειρημένοις διὰ πλείους αἰτίας. τά τε γὰρ μέρη ταῦτα τῆς Ἰλλυρίδος τὰ νεύοντα πρὸς τὸν Ἀδρίαν ἀνεπίσκεπτα τελέως ἦν αὐτοῖς, ἐξ οὗ Δημήτριον τὸν Φάριον ἐξέβαλον, τούς τε κατὰ τὴν Ἰταλίαν ἀνθρώπους οὐκ ἐβούλοντο κατ' οὐδένα τρόπον ἀπόλλυσθαι διὰ τὴν πολυχρόνιον εἰρήνην· ἔτος γὰρ ἦν τότε δωδέκατον ἀπὸ τοῦ πρὸς Περσέα πολέμου καὶ τῶν ἐν Μακεδονίᾳ πράξεων. διόπερ ἐβουλεύοντο πόλεμον ἐνστησάμενοι πρὸς τοὺς προειρημένους ἅμα μὲν ὡσανεὶ καινοποιῆσαι τὰς ὁρμὰς καὶ προθυμίας τῶν ἰδίων ὄχλων, ἅμα δὲ καταπληξάμενοι τοὺς Ἰλλυριοὺς ἀναγκάσαι πειθαρχεῖν τοῖς ὑπ' αὐτῶν παραγγελλομένοις. αὗται μὲν οὖν ἦσαν αἰτίαι, δι' ἃς ἐπολέμησαν Ῥωμαῖοι Δελματεῦσι· τοῖς γε μὴν ἐκτὸς τὸν πόλεμον ἀνεδείκνυον ὡς διὰ τὴν εἰς τοὺς πρεσβευτὰς ὕβριν κεκρικότες πολεμεῖν. 31. Ὅτι τῶν περὶ τὸν Ὀρτήσιον καὶ Αὐρουκολήιον παραγεγονότων ἐκ τοῦ Περγάμου καὶ διασαφούντων τήν τε τοῦ Προυσίου καταφρόνησιν τῶν τῆς συγκλήτου παραγγελμάτων, καὶ διότι παρασπονδήσας καὶ συγκλείσας εἰς τὸ Πέργαμον αὐτούς τε καὶ τοὺς περὶ τὸν Ἄτταλον
27
πᾶσαν βίαν ἐνεδείξατο καὶ παρανομίαν, ἡ σύγκλητος ὀργισθεῖσα καὶ βαρέως φέρουσα τὸ γεγονὸς ἐξ αὐτῆς δέκα πρεσβευτὰς κατέστησε τοὺς περὶ Λεύκιον Ἀνίκιον καὶ Γάιον Φάννιον καὶ Κόιντον Φάβιον Μάξιμον, καὶ παραχρῆμα ἐξαπέστειλεν ἐντολὰς αὐτοῖς δοῦσα διαλῦσαι τὸν πόλεμον καὶ τὸν Προυσίαν ἀναγκάσαι δίκας ὑποσχεῖν Ἀττάλῳ τῶν κατὰ πόλεμον ἀδικημάτων. 32. Ὅτι τῶν Μασσαλιητῶν διαπρεσβευσαμένων πρὸς Ῥωμαίους κακῶς πάσχειν αὑτοὺς ὑπὸ τῶν Λιγυστινῶν, παραχρῆμα κατέστησαν Φλαμίνιον καὶ Πόπλιον Λαινάτον καὶ Λεύκιον Πόπιον πρεσβευτάς, οἳ καὶ πλέοντες μετὰ τῶν Μασσαλιητῶν προσέσχον τῆς Ὀξυβίων χώρας κατὰ πόλιν Αἴγιτναν· οἱ δὲ Λιγυστινοὶ προακηκοότες, ὅτι πάρεισιν ἐπιτάξοντες αὐτοῖς λύειν τὴν πολιορκίαν, τοὺς μὲν ἄλλους ἔτι καθορμιζομένους ἐπελθόντες ἐκώλυσαν τῆς ἀποβάσεως, τὸν δὲ Φλαμίνιον καταλαβόντες ἀποβεβηκότα καὶ τὰς ἀποσκευὰς ἀποτεθειμένον τὰς μὲν ἀρχὰς ἐκέλευον αὐτὸν ἐκ τῆς χώρας ἀπολύεσθαι, τοῦ δὲ παρακούοντος, ἤρξαντο τὰ σκεύη διαρπάζειν. τῶν δὲ παίδων καὶ τῶν ἀπελευθέρων ἀντιποιουμένων καὶ κωλυόντων, ἀπεβιάζοντο καὶ προσέφερον τούτοις τὰς χεῖρας. ἐν ᾧ καιρῷ καὶ τοῦ Φλαμινίου βοηθοῦντος τοῖς ἰδίοις, τοῦτον μὲν κατέτρωσαν, δύο δὲ τῶν οἰκετῶν κατέβαλον, τοὺς δὲ λοιποὺς κατεδίωξαν εἰς τὴν ναῦν, ὡς τὸν Φλαμίνιον μόγις ἀποκόψαντα τἀπόγαια καὶ τὰς ἀγκύρας διαφυγεῖν τὸν κίνδυνον. οὗτος μὲν ἀποκομισθεὶς εἰς Μασσαλίαν ἐθεραπεύετο μετὰ πάσης ἐπιμελείας· ἡ δὲ σύγκλητος πυθομένη τὰ γεγονότα παραχρῆμα τὸν ἕνα τῶν ὑπάτων Κόιντον Ὀπίμιον ἐξαπέστειλε μετὰ δυνάμεως πολεμήσοντα τοῖς Ὀξυβίοις καὶ Δεκιήταις. Ὁ δὲ Κόιντος συναθροίσας τὰς δυνάμεις εἰς τὴν τῶν Πλακεντίνων πόλιν καὶ ποιησάμενος τὴν πορείαν διὰ τῶν Ἀπεννίνων ὀρῶν ἧκεν εἰς τοὺς Ὀξυβίους, στρατοπεδεύσας δὲ παρὰ τὸν Ἄπρωνα ποταμὸν ἀνεδέχετο τοὺς πολεμίους πυνθανόμενος αὐτοὺς ἀθροίζεσθαι καὶ προθύμους εἶναι πρὸς τὸ διακινδυνεύειν. καὶ προσαγαγὼν τὴν στρατιὰν ὁ Κόιντος πρὸς τὴν Αἴγιτναν, ἐν ᾗ συνέβη τοὺς πρεσβευτὰς παρασπονδηθῆναι, τὴν πόλιν κατὰ κράτος ἑλὼν ἐξηνδραποδίσατο καὶ τοὺς ἀρχηγοὺς τῆς ὕβρεως ἀπέστειλε δεσμίους εἰς τὴν Ῥώμην. καὶ ταῦτα διαπραξάμενος ἀπήντα τοῖς πολεμίοις. οἱ δ' Ὀξύβιοι νομίζοντες ἀπαραίτητον αὑτοῖς εἶναι τὴν εἰς τοὺς πρεσβευτὰς ἁμαρτίαν, παραλόγῳ τινὶ χρησάμενοι θυμῷ 59 καὶ λαβόντες ὁρμὴν παραστατικήν, πρὶν ἢ τοὺς Δεκιήτας αὐτοῖς συμμῖξαι, περὶ τετρακισχιλίους ἀθροισθέντες ὥρμησαν ἐπὶ τοὺς πολεμίους. ὁ δὲ Κόιντος ἰδὼν τὴν ἔφοδον καὶ τὸ θράσος τῶν βαρβάρων τὴν μὲν ἀπόνοιαν αὐτῶν κατεπλάγη, θεωρῶν δὲ μηδενὶ λόγῳ ταύτῃ χρωμένους τοὺς ἐχθροὺς εὐθαρσὴς ἦν ἅτε τριβὴν ἐν πράγμασιν ἔχων καὶ τῇ φύσει διαφερόντως ἀγχίνους ὑπάρχων. διόπερ ἐξαγαγὼν τὴν αὑτοῦ στρατιὰν καὶ παρακαλέσας τὰ πρέποντα τοῖς καιροῖς ᾔει βάδην ἐπὶ τοὺς πολεμίους. χρησάμενος δὲ συντόνῳ προσβολῇ ταχέως ἐνίκησε τοὺς ἀντιταξαμένους καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ λοιποὺς ἠνάγκασε φυγεῖν προτροπάδην. οἱ δὲ Δεκιῆται ἠθροισμένοι παρῆσαν ὡς μεθέξοντες τοῖς Ὀξυβίοις τῶν αὐτῶν κινδύνων· ὑστερήσαντες δὲ τῆς μάχης τούς τε φεύγοντας ἐξεδέξαντο καὶ μετ' ὀλίγον συνέβαλον τοῖς Ῥωμαίοις μετὰ μεγάλης ὁρμῆς καὶ προθυμίας· ἡττηθέντες δὲ τῇ μάχῃ παραυτίκα πάντες παρέδωκαν σφᾶς αὐτοὺς καὶ τὴν πόλιν εἰς τὴν Ῥωμαίων πίστιν. ὁ δὲ Κόιντος κύριος γενόμενος τούτων τῶν ἐθνῶν παραυτίκα μὲν τῆς χώρας ὅσην ἐνεδέχετο προσέθηκε τοῖς Μασσαλιήταις, εἰς δὲ τὸ μέλλον ὅμηρα τοὺς Λιγυστινοὺς ἠνάγκασε διδόναι κατά τινας τακτοὺς χρόνους τοῖς Μασσαλιήταις· αὐτὸς δὲ παροπλίσας τοὺς ἀντιταξαμένους καὶ διελὼν τὴν δύναμιν ἐπὶ τὰς πόλεις αὐτοῦ τὴν παραχειμασίαν ἐποιήσατο. καὶ ταῦτα μὲν ὀξεῖαν ἔλαβε καὶ τὴν ἀρχὴν καὶ τὴν συντέλειαν. 33. Ὅτι κατὰ τὴν Ἀσίαν Ἄτταλος ἔτι κατὰ χειμῶνα συνήθροιζε μεγάλας δυνάμεις ἅτε καὶ τῶν περὶ Ἀριαράθην καὶ τὸν Μιθριδάτην ἐξαπεσταλκότων αὐτῷ στρατιὰν ἱππέων καὶ πεζῶν κατὰ τὴν συμμαχίαν, ὧν ἡγεῖτο Δημήτριος Ἀριαράθου. ὄντος δὲ περὶ ταύτας αὐτοῦ τὰς κατασκευὰς ἧκον ἐκ τῆς Ῥώμης οἱ ιʹ πρέσβεις, οἳ καὶ συμμίξαντες αὐτῷ περὶ Κάδους καὶ κοινολογηθέντες περὶ τῶν πραγμάτων ὥρμησαν πρὸς τὸν Προυσίαν. ἐπειδὴ δὲ συνέμιξαν, διεσάφουν αὐτῷ τὰ παρὰ τῆς συγκλήτου μετὰ πολλῆς ἐπιστάσεως. ὁ δὲ Προυσίας ἔνια μὲν τῶν προσταττομένων προσεδέχετο, τοῖς δὲ πλείστοις ἀντέλεγε. διόπερ οἱ Ῥωμαῖοι προσκό 60 ψαντες αὐτῷ τήν τε φιλίαν ἀπείποντο καὶ τὴν συμμαχίαν, καὶ πάντες ἐξ αὐτῆς ἀπηλλάττοντο πάλιν ὡς
28
τὸν Ἄτταλον. ὁ δὲ Προυσίας μετανοήσας μέχρι μέν τινος ἐπηκολούθει λιπαρῶν, ἐπεὶ δ' οὐδὲν ἤνυεν, ἀπαλλαγεὶς ἐν ἀμηχανίαις ἦν. οἱ δὲ Ῥωμαῖοι τὸν μὲν Ἄτταλον ἐκέλευον προκαθίσαντα τῆς αὑτοῦ χώρας μετὰ δυνάμεως αὐτὸν μὲν μὴ κατάρχειν τοῦ πολέμου, ταῖς δὲ πόλεσι ταῖ αὑτοῦ καὶ ταῖς κώμαις τὴν ἀσφάλειαν παρασκευάζειν· αὐτοὶ δὲ μερίσαντες σφᾶς αὐτούς, οἱ μὲν ἔπλεον κατὰ σπουδὴν ἀπαγγέλλοντες τῇ συγκλήτῳ τὴν ἀπείθειαν τοῦ Προυσίου, τινὲς δὲ ἐπὶ τῆς Ἰωνίας ἐχωρίσθησαν, ἕτεροι δὲ ἐφ' Ἑλλησπόντου καὶ τῶν κατὰ τὸ Βυζάντιον τόπων, μίαν ἔχοντες καὶ τὴν αὐτὴν πρόθεσιν ἅπαντες, ἀπὸ μὲν τῆς Προυσίου φιλίας καὶ συμμαχίας ἀποκαλεῖν τοὺς ἀνθρώπους, Ἀττάλῳ δὲ προσνέμειν τὴν εὔνοιαν καὶ συμμαχεῖν κατὰ δύναμιν. Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀθήναιος κατέπλευσε ναυσὶ καταφράκτοις πʹ, ὧν αἱ εʹ μὲν τετρήρεις ἦσαν Ῥοδίων τῶν ἀποσταλεισῶν εἰς τὸν Κρητικὸν πόλεμον, κʹ δὲ Κυζικηνῶν, ζʹ δὲ ἐπὶ ταῖς εἴκοσι τῶν περὶ τὸν Ἄτταλον, αἱ δὲ λοιπαὶ τῶν ἄλλων συμμάχων. ποιησάμενος δὲ τὸν πλοῦν ἐφ' Ἑλλησπόντου καὶ συνάψας ταῖς πόλεσι ταῖς ὑπὸ Προυσίαν ταττομέναις ἀποβάσεις τε συνεχεῖς ἐποιεῖτο καὶ κακῶς διετίθει τὴν χώραν. ἡ δὲ σύγκλητος διακούσασα τῶν παρὰ τοῦ Προυσίου πρεσβευτῶν ἀνακεχωρηκότων ἐξ αὐτῆς τρεῖς ἄλλους ἀπέστειλεν, Ἄππιόν τε τὸν Κλαύδιον καὶ Λεύκιον Ὄππιον καὶ Αὖλον Ποστόμιον· οἳ καὶ παραγενόμενοι εἰς τὴν Ἀσίαν διέλυσαν τὸν πόλεμον εἰς τὰς τοιαύτας συνθήκας ἐπαγαγόμενοι τοὺς βασιλέας ἀμφοτέρους, ὥστε παραχρῆμα μὲν κʹ καταφράκτους νῆας ἀποδοῦναι Προυσίαν Ἀττάλῳ, φʹ δὲ τάλαντα κατενεγκεῖν ἐν ἔτεσιν εἴκοσι· τὴν δὲ χώραν ἀμφοτέρους ἔχειν, ἣν καὶ πρότερον εἶχον, ὅτε εἰς τὸν πόλεμον ἐνέβαινον· διορθώσασθαι δὲ Προυσίαν καὶ τὴν καταφθορὰν τῆς χώρας τῆς τε Μηθυμναίων καὶ τῶν Αἰγαιέων καὶ τῆς Κυμαίων καὶ Ἡρακλειωτῶν ρʹ τάλαντα δόντα τοῖς προειρημένοις. γραφεισῶν δ' ἐπὶ τούτοις τῶν συνθηκῶν, ἀπῆγον τὰς δυνάμεις εἰς τὴν οἰκείαν οἱ περὶ τὸν Ἄτταλον, τὰς ναυτικὰς καὶ τὰς πεζικὰς καὶ τῆς μὲν Ἀττάλου καὶ Προυσίου διαφορᾶς τοιοῦτος ὅ τε κατὰ μέρος χειρισμὸς ἐγενήθη τῶν πράξεων. Λόγος ληʹ. 34. Ὅτι παραγενομένων ἐκ Πελοποννήσου τῶν περὶ τὸν Αὐρήλιον πρεσβευτῶν καὶ διασαφούντων τὰ συμβεβηκότα περὶ αὐτούς, ὅτι παρ' ὀλίγον τοῖς ὅλοις ἐκινδύνευσαν, καὶ λεγόντων μετ' αὐξήσεως καὶ καινολογίας (οὐ γὰρ ὡς κατὰ περιπέτειαν ἐπ' αὐτοὺς ἥκοντος τοῦ δεινοῦ διεσάφουν, ἀλλ' ὡς κατὰ πρόθεσιν ὡρμηκότων τῶν Ἀχαιῶν ἐπὶ τῷ παραδειγματίζειν αὐτούς), ἡ σύγκλητος ἠγανάκτησε μὲν ἐπὶ τοῖς γεγονόσιν ὡς οὐδέποτε καὶ παραχρῆμα πρεσβευτὰς κατεστήσατο τοὺς περὶ τὸν Ἰούλιον, καὶ τούτους ἔπεμπε δοῦσα τοιαύτας ἐντολάς, διότι δεῖ μετρίως ἐπιτιμήσαντας καὶ μεμψαμένους ἐπὶ τοῖς γεγονόσι τὸ πλεῖον παρακαλεῖν καὶ διδάσκειν τοὺς Ἀχαιοὺς μήτε τοῖς ἐπὶ τὰ χείριστα παρακαλοῦσι προσέχειν μήτ' αὐτοὺς λαθεῖν εἰς τὴν πρὸς Ῥωμαίους ἀλλοτριότητα διεμπεσόντας, ἀλλ' ἔτι καὶ νῦν ποιήσασθαί τινα διόρθωσιν τῶν ἠγνοημένων ἀπερεισαμένους τὴν ἄγνοιαν ἐπὶ τοὺς αἰτίους τῆς ἁμαρτίας. ἐξ ὧν καὶ λίαν δῆλον ἐγένετο, διότι καὶ τοῖς περὶ τὸν Αὐρήλιον ἔδωκε τὰς ἐντολὰς † διασπάσαι βουλομένη τὸ ἔθνος, ἀλλὰ πτοῆσαι καὶ καταπλήξασθαι βουλομένη τὴν αὐθάδειαν καὶ τὴν ἀπέχθειαν τῶν Ἀχαιῶν. τινὲς μὲν οὖν ὑπελάμβανον καθ' ὑπόκρισιν τοὺς Ῥωμαίους *** διὰ τὸ μένειν ἀτελῆ τὰ κατὰ Καρχηδόνα· τὸ δ' ἀληθὲς οὐχ οὕτως εἶχεν, ἀλλὰ παραδεδεγμένοι τὸ ἔθνος ἐκ πολλοῦ χρόνου καὶ νομίζοντες ἔχειν αὐτὸ πίστιν μάλιστα τῶν Ἑλληνικῶν, ἀνασοβῆσαι μὲν ἔκριναν διὰ τὸ φρονηματίζεσθαι πέρα τοῦ δέοντος, πόλεμον δ' ἀναλαβεῖν ἢ διαφορὰν ὁλοσχερῆ πρὸς τοὺς Ἀχαιοὺς οὐδαμῶς ἐβούλοντο. 35. Ὅτι οἱ περὶ τὸν Σέξτον προάγοντες ἐκ τῆς Ῥώμης εἰς τὴν Πελοπόννησον ἀπήντησαν τοῖς περὶ τὸν Θεαρίδαν, οἳ ἦσαν πρεσβευταὶ πεμφθέντες ὑπὸ τῶν Ἀχαιῶν παραιτησόμενοι καὶ διδάξοντες τὴν σύγκλητον ὑπὲρ τῶν εἰς τοὺς περὶ τὸν Αὐρήλιον γενομένων ἀλογημάτων. οἷς καὶ συμμίξαντες οἱ προειρημένοι παρεκάλεσαν αὐτοὺς ἀνακάμπτειν εἰς τὴν Ἀχαΐαν, ὅτι περὶ πάν 62 των τούτων ἔχουσιν ἐντολὰς αὐτοὶ διαλέγεσθαι τοῖς Ἀχαιοῖς. παραγενομένων δὲ τῶν περὶ τὸν Σέξτον εἰς τὴν Πελοπόννησον καὶ διαλεγομένων τοῖς Ἀχαιοῖς ἐν τῇ τῶν Αἰγιέων πόλει καὶ προφερομένων πολλοὺς καὶ φιλανθρώπους λόγους καὶ τὸ περὶ τοὺς πρεσβευτὰς ἔγκλημα
29
παραπεμπόντων καὶ σχεδὸν οὐδὲν προσδεομένων δικαιολογίας, ἀλλὰ βέλτιον ἐκδεχομένων τὸ γεγονὸς αὐτῶν τῶν Ἀχαιῶν, καθόλου δὲ παρακαλούντων μὴ πορρωτέρω προβῆναι τῆς ἁμαρτίας μήτε τῆς εἰς αὑτοὺς μήτε τῆς εἰς τοὺς Λακεδαιμονίους, τὸ μὲν σωφρονοῦν μέρος ἀσμένως ἀπεδέχετο τὰ λεγόμενα καὶ λίαν ἐνετρέπετο συνειδὸς αὑτῷ τὰ πεπραγμένα καὶ πρὸ ὀφθαλμῶν λαμβάνον τὰ συμβαίνοντα τοῖς πρὸς Ῥωμαίους ἀντιταττομένοις, τὸ δὲ πλῆθος τῶν ἀνθρώπων ἀντιλέγειν μὲν οὐδὲν εἶχε τοῖς ὑπὸ τῶν περὶ τὸν Σέξτον λεγομένοις δικαίοις, ἀλλ' ἦγε τὴν ἡσυχίαν, ἔμενε δὲ νοσοῦν καὶ διεφθαρμένον. οἱ δὲ περὶ τὸν Δίαιον καὶ Κριτόλαον πάντες οἱ μετέχοντες αὐτοῖς τῆς αὐτῆς γνώμης (οὗτοι δὲ ἦσαν, ὥσπερ ἐπίτηδες, ἐξ ἑκάστης πόλεως κατ' ἐκλογὴν οἱ χείριστοι καὶ τοῖς θεοῖς ἐχθροὶ καὶ † λοιμῶν αἴτιοι. τὸ δὲ ἔθνος), καθάπερ ἐν παροιμίᾳ φασίν, οὐ μόνον τὰ διδόμενα τῇ δεξιᾷ παρὰ Ῥωμαίων ἐδέχοντο τῇ λαιᾷ χειρί, καθόλου δὲ καὶ συλλήβδην παρέπαιον τοῖς λογισμοῖς. ὑπέλαβον γὰρ τοὺς Ῥωμαίους διά τε τὰς ἐν τῇ Λιβύῃ καὶ τὰς κατὰ τὴν Ἰβηρίαν πράξεις δεδιότας τὸν ἀπὸ τῶν Ἀχαιῶν πόλεμον πᾶν ὑπομένειν καὶ πᾶσαν προΐεσθαι φωνήν. διὸ νομίσαντες ἴδιον τὸ παρὸν ἀπεκρίθησαν φιλανθρώπως τοῖς πρεσβευταῖς τοὺς μὲν περὶ τὸν Θεαρίδαν ὅμως ἀποστέλλειν εἰς τὴν σύγκλητον, αὐτοὶ δὲ παρακολουθήσαντες εἰς τὴν Τέγεαν καὶ κοινολογηθέντες τοῖς Λακεδαιμονίοις *, ἵνα γένηταί τις ὡμολογημένη λύσις περὶ τοῦ πολέμου. ταῦτα δ' ἀποκριθέντες ἐν τοῖς ἑξῆς ἦγον ἐπὶ τὴν πάλαι προκειμένην αὐτοῖς ἄγνοιαν τὸ ταλαίπωρον ἔθνος. καὶ τοῦτ' εἰκότως συνέβαινε γίνεσθαι δι' ἀπειρίαν καὶ κακίαν τῶν κρατούντων. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΣΤΡΑΤΗΓΗΜΑΤΩΝ: ΠΕΡΙ ΤΩΝ ΣΤΡΑΤ.] Τὸ δὲ τέλος τῆς ἀπωλείας ἠνύσθη τοιῷδέ τινι τρόπῳ. παραγενομένων γὰρ εἰς τὴν Τέγεαν τῶν περὶ τὸν Σέξτον καὶ τοὺς Λα 63 κεδαιμονίους ἐπισπασαμένων χάριν τοῦ σύμφωνον αὐτοῖς γενέσθαι πρὸς τοὺς Καρχηδονίους τήν τε περὶ τῶν προγεγονότων ἐγκλημάτων δικαιοδοσίαν καὶ τὴν κατὰ τὸν πόλεμον ἐποχήν, ἕως ἂν πέμψωσι Ῥωμαῖοι τοὺς περὶ τῶν ὅλων ἐπισκεψομένους, συνεδρεύσαντες οἱ περὶ τὸν Κριτόλαον ἔκριναν πλείστους μὲν ἄλλους διακλῖναι τὴν ἀπάντησιν, τὸν δὲ Κριτόλαον προάγειν εἰς τὴν Τέγεαν. ὁ μὲν οὖν προειρημένος ἤδη σχεδὸν ἀπηλπικότων τῶν περὶ τὸν Σέξτον ἦλθε, γενομένης δὲ συγκαταστάσεως πρὸς τοὺς Λακεδαιμονίους εἰς οὐδὲν συγκατέβαινε φήσας οὐκ ἔχειν ἐξουσίαν οὐδὲν οἰκονομεῖν ἄνευ τῆς τῶν πολλῶν γνώμης· ἐπανοίσειν δὲ τοῖς Ἀχαιοῖς εἰς τὴν ἑξῆς ἔφη σύνοδον, † αὐτῇ γενέσθαι μετὰ μῆνας ἕξ. διὸ σαφῶς ἐπιγνόντες οἱ περὶ τὸν Σέξτον ἐθελοκακοῦντα τὸν Κριτόλαον καὶ δυσχεραίνοντες ἐπὶ τοῖς ἀπαντωμένοις τοὺς μὲν Λακεδαιμονίους ἀπέλυσαν εἰς τὴν οἰκείαν, αὐτοὶ δ' ἐπανῆγον εἰς τὴν Ἰταλίαν κατεγνωκότες ἄγνοιαν καὶ μανίαν τοῦ Κριτολάου. ὁ δὲ Κριτόλαος χωρισθέντων τούτων ἐπιπορευόμενος κατὰ τὸν χειμῶνα τὰς πόλεις ἐκκλησίας συνῆγε προφάσει μὲν χρώμενος, ὅτι βούλεται τὰ ῥηθέντα πρὸς τοὺς Λακεδαιμονίους καὶ πρὸς τοὺς ἐν τῇ Τεγέᾳ διασαφεῖν αὐτοῖς, τῇ δ' ἀληθείᾳ κατηγορίαν ποιούμενος Ῥωμαίων, καὶ πᾶν τὸ λεγόμενον ὑπ' ἐκείνων ἐπὶ τὸ χεῖρον ἐκδεχόμενος, ἐξ ὧν δυσμένειαν καὶ μῖσος ἐνειργάζετο τοῖς ὄχλοις. ἅμα δὲ τούτοις παρήγγειλε τοῖς ἄρχουσι μὴ πράττειν τοὺς ὀφειλέτας μηδὲ παραδέχεσθαι τοὺς ἀπαγομένους εἰς φυλακὴν πρὸς τὰ χρέα, τοὺς δ' ἐράνους ἐπιμόνους ποιεῖν, ἕως ἂν λάβῃ τὰ τοῦ πολέμου κρίσιν. λοιπὸν ἐκ τῆς τοιαύτης δημαγωγίας πᾶν τὸ λεγόμενον ὑπ' αὐτοῦ πιστὸν ἐγίνετο, καὶ πρὸς πᾶν τὸ παραγγελλόμενον ἕτοιμον ἦν τὸ πλῆθος περὶ μὲν [οὖν] τοῦ μέλλοντος ἀδυνατοῦν προνοεῖσθαι, τῇ δὲ παρ' αὐτὰ χάριτι καὶ ῥᾳστώνῃ δελεαζόμενον. Ὁ δὲ Κόιντος ὁ Καικίλιος ἐν τῇ Μακεδονίᾳ τάδε πυνθανόμενος καὶ τὴν ἐν Πελοποννήσῳ γενομένην ἀκρισίαν καὶ ταραχὴν ἐξέπεμψε πρεσβευτὰς Γνάιον Παπείριον καὶ τὸν νεώτερον Ἀλίωνα Λαῖνον, σὺν δὲ τούτοις Αὖλον Γαβίνιον καὶ Γάιον Φάννιον· οἳ καὶ συνηγμένων τῶν Ἀχαιῶν εἰς Κόρινθον, κατὰ τύχην ἐλθόντες εἰς 64 τοῦτον τὸν καιρὸν καὶ παραχθέντες εἰς τὰ πλήθη διετίθεντο πολλοὺς οὗτοι καὶ φιλανθρώπους λόγους παραπλησίους τοῖς περὶ τὸν Σέξτον, πᾶσαν ἐνδεικνύμενοι φιλοτιμίαν χάριν τοῦ μὴ παραβῆναι τοὺς Ἀχαιοὺς εἰς ὁλοσχερεστέραν ἀπέχθειαν πρὸς Ῥωμαίους μήτ' ἐκ τῆς πρὸς Λακεδαιμονίους προφάσεως μήτε διὰ τῆς πρὸς αὐτοὺς ἐκείνους ἀλλοτριότητος. ὧν οἱ μὲν πολλοὶ διακούοντες οὐδαμῶς ἀνείχοντο, χλευάζοντες δὲ τοὺς πρέσβεις μετὰ θορύβου καὶ κραυγῆς ἐξέβαλλον. καὶ γὰρ συνηθροίσθη πλῆθος ἐργαστηριακῶν καὶ βαναύσων ἀνθρώπων
30
ὅσον οὐδέποτε· πᾶσαι μὲν γὰρ ἐκορύζων αἱ πόλεις, πανδημεὶ δὲ καὶ μάλιστά πως ἡ τῶν Κορινθίων. ὀλίγοις δέ τισι καὶ λίαν ἤρεσκε τὰ λεγόμενα διὰ τῶν πρεσβευτῶν. ὁ δὲ Κριτόλαος, ὥσπερ κατ' εὐχὴν ὑποθέσεως ἐπειλημμένος καὶ θεάτρου συνενθουσιῶντος καὶ παρεστηκότος ταῖς διανοίαις, κατανίστατο μὲν τῶν ἀρχόντων, διέσυρε δὲ τοὺς ἀντιπολιτευομένους, ἐνεπαρρησιάζετο δὲ τοῖς τῶν Ῥωμαίων πρεσβευταῖς, φάσκων βούλεσθαι μὲν Ῥωμαίων φίλος ὑπάρχειν, δεσπότας δ' οὐκ ἂν εὐδοκῆσαι κτησάμενος. καθόλου δὲ παρῄνει λέγων, ὡς, ἐὰν μὲν ἄνδρες ὦσιν, οὐκ ἀπορήσουσι συμμάχων, ἐὰν δ' ἀνδρόγυνοι, κυρίων. καὶ πολλὰ δή τινα πρὸς ταύτην τὴν ὑπόθεσιν ἐμπορεύων καὶ μεθοδευόμενος ἐκίνει καὶ παρώξυνε τοὺς ὄχλους. ἐποίει δ' ἐμφάσεις καὶ περὶ τοῦ μὴ τυχόντως χρῆσθαι ταῖς ἐπιβολαῖς, ἀλλὰ καὶ τῶν βασιλέων τινὰς καὶ τῶν πολιτευμάτων ἔνια κοινωνεῖν αὐτῷ τῆς προθέσεως. τῶν δὲ τῆς γερουσίας βουλομένων ἐπιλαμβάνεσθαι καὶ κωλύειν αὐτὸν τῶν τοιούτων λόγων, περισπασάμενος τοὺς στρατιώτας κατανίστατο κελεύων προσελθεῖν, ἐγγίσαι, τολμῆσαί τινα μόνον ἅψασθαι τῆς χλαμύδος. καθόλου δ' ἔφη πολὺν ἤδη χρόνον παρακατεσχηκὼς αὑτὸν οὐκ ἔτι δύνασθαι καρτερεῖν, ἀλλ' ἐρεῖν τὸ φαινόμενον. δεῖν γὰρ οὐ Λακεδαιμονίους οὐδὲ Ῥωμαίους ἀγωνιᾶν οὕτως ὡς τοὺς ἐξ αὑτῶν συνεργοῦντας τοῖς ἐχθροῖς· εἶναι γάρ τινας τοὺς πλεῖον Ῥωμαίοις εὐνοοῦντας καὶ Λακεδαιμονίοις ἢ τοῖς σφετέροις πράγμασιν. καὶ τούτων πίστιν ἔφερεν· 65 ἔφη γὰρ Εὐαγόραν τὸν Αἰγιέα καὶ τὸν Τριταιέα Στράτιον πάντα τὰ λεγόμενα δι' ἀπορρήτων ἐν ταῖς συναρχίαις διασαφεῖν τοῖς περὶ τὸν Γνάιον. τοῦ δὲ Στρατίου συμμεμιχέναι μὲν τοῖς ἀνθρώποις ὁμολογοῦντος καὶ μετὰ ταῦτα συμμίξειν φάσκοντος φίλοις οὖσι καὶ συμμάχοις, ἀνηγγελκέναι δὲ διοριζομένου μηδὲν τῶν ἐν ταῖς συναρχίαις εἰρημένων, ὀλίγοι μέν τινες ἐπίστευον, οἱ δὲ πλείους προσεδέχοντο τὰς διαβολάς. ὁ δὲ Κριτόλαος παροξύνας τοὺς ὄχλους διὰ τῆς τούτων κατηγορίας ἔπεισε τοὺς Ἀχαιοὺς πάλιν ψηφίσασθαι λόγῳ μὲν τὸν πρὸς Λακεδαιμονίους πόλεμον, ἔργῳ δὲ τὸν πρὸς Ῥωμαίους· καὶ προσεπεμέτρησεν ἕτερον ψήφισμα παράνομον, ὥστε κυρίους εἶναι τοὺς ἀνθρώπους οὓς ἂν ἐπὶ στρατοπεδείᾳ αἱρήσωνται· διὸ τρόπον τινὰ μοναρχικὴν ἀνέλαβεν ἐξουσίαν. Οὗτος μὲν οὖν ταῦτα διοικησάμενος ἐγίνετο περὶ τὸ πραγματοκοπεῖν καὶ Ῥωμαίοις ἐπιβάλλειν τὰς χεῖρας, οὐδενὶ λόγῳ τοῦτο πράττων, ἀλλὰ πάντων ἀσεβεστάτοις καὶ παρανομωτάτοις ἐπιβαλλόμενος· τῶν δὲ πρέσβεων ὁ μὲν Γνάιος εἰς Ἀθήνας ἀπῆρε κἀκεῖθεν εἰς Λακεδαίμονα προσεδρεύσων τοῖς καιροῖς, ὁ δ' Αὖλος εἰς Ναύπακτον, οἱ δὲ δύο μέχρι τῆς τοῦ Καικιλίου παρουσίας ἔμειναν ἐν ταῖς Ἀθήναις. καὶ τὰ μὲν κατὰ τὴν Πελοπόννησον ἐν τούτοις ἦν. Τέλος τῆς Πολυβίου ἱστορίας. Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς ἱστορίας Ἀππιανοῦ τῆς ἐπιγραφομένης Ἰταλικῆς. 1. Ὅτι τοῦ Μαρκίου φυγαδευθέντος καὶ ἐς Βολούσκους καταφυγόντος καὶ κατὰ Ῥωμαίων ἐκστρατεύσαντος καὶ μʹ σταδίους ἀπο 66 σχόντος ἀπὸ τοῦ ἄστεος καὶ στρατοπεδεύσαντος, ὁ δῆμος ἠπείλει τῇ βουλῇ παραδώσειν τὰ τείχη τοῖς πολεμίοις, εἰ μὴ πρεσβεύσοιντο περὶ διαλλαγῶν πρὸς Μάρκιον. ἡ δὲ μόλις ἐξέπεμψεν αὐτοκράτορας εἰρήνης πέρι Ῥωμαίοις πρεπούσης, οἳ παρελθόντες εἰς τὸ Βολούσκων στρατόπεδον Μαρκίῳ μετὰ Βολούσκων ἀκροωμένῳ προύτειναν ἀμνηστίαν καὶ κάθοδον, εἰ καταλύσει τὸν πόλεμον, τῆς τε βουλῆς αὐτὸν ὑπεμίμνησκον ὡς οὐχ ἁμαρτούσης ἐς αὐτόν. ὁ δὲ πολλὰ τοῦ δήμου κατηγορήσας περὶ ὧν ἐς αὐτὸν καὶ Βολούσκους ἐξημαρτήκεσαν, ἐπηγγέλλετο ὅμως Βολούσκους αὐτοῖς διαλλάξειν, ἂν τὴν γῆν, ἣν ἔχουσι Βολούσκων, καὶ τὰς πόλεις ἀποδῶσι καὶ ποιήσωνται πολίτας ὥσπερ Λατίνους. ἕως δ' ἂν ἔχωσι τὰ τῶν κρατούντων οἱ κρατούμενοι, οὐχ ὁρᾶν τίνες αὐτοῖς ἔσονται διαλύσεις. ταῦτα μετοίσοντας ἀπέλυε τοὺς πρέσβεις καὶ λʹ ἡμέρας ἐς τὴν σκέψιν ἐδίδου, τραπεὶς δ' ἐπὶ τοὺς ἄλλους Λατίνους ἑπτὰ πόλεις αὐτῶν εἷλε ταῖς λʹ ἡμέραις καὶ ἧκεν ἐπὶ τὰς ἀποκρίσεις. οἱ δὲ ἀπεκρίναντο, ἐὰν ἐκ τῆς Ῥωμαίων γῆς ἀπαγάγῃ τὸν στρατόν, πέμψειν τοὺς συνθησομένους αὐτῷ τὰ πρέποντα. πάλιν δ' ἀντειπόντος ἔπεμπον ἑτέρους ιʹ δεησομένους μηδὲν ἀνάξιον ποιεῖν τῆς πατρίδος, μηδ' ἐξ ἐπιτάγματος ἀλλ' ἑκουσίους ἐᾶν γίγνεσθαι τὰς συνθήκας,
31
αἰδούμενόν τε τὴν πατρίδα, καὶ τὸ τῶν προγόνων ἀξίωμα τιμῶντα τῶν ἐς αὐτὸν οὐχ ἁμαρτόντων. ὁ δὲ τοσοῦτον αὐτοῖς ἀπεκρίνατο, τριῶν ἄλλων ἡμερῶν ἥκειν βουλευσαμένους τι κάλλιον· οἱ μὲν δὴ τοὺς ἱερέας ἔπεμπον ταῖς ἱεραῖς ἐσθῆσιν ἐσταλμένους, ταὐτὰ τοῦ Μαρκίου δεησομένους· ὁ δὲ καὶ τούτοις ἔφη δεῖν ἢ τὰ κελευόμενα ποιεῖν, ἢ μηδ' αὖ ἀφικνεῖσθαι πρὸς αὐτόν. ἐς οὖν πολιορκίαν καθίσταντο καὶ τὸ τεῖχος ἐπλήρουν λίθων καὶ βελῶν ὡς ἄνωθεν ἀμυνούμενοι Μάρκιον. Βαλερία δ' ἡ Ποπλικόλα θυγάτηρ πολλὰς ἀγομένη γυναῖκας ἐπί τε τὴν μητέρα τοῦ Μαρκίου Βετουρίαν καὶ ἐπὶ τὴν γυναῖκα Βολουμνίαν, πένθιμα ἠμφιεσμέναι πᾶσαι καὶ τὰ παιδία ταῖς ἱκεσίαις ἐπιφέρουσαι, συνεξελθεῖν 67 αὑταῖς πρὸς Μάρκιον ἠξίουν αὐτὰς καὶ δεηθῆναι φείσασθαι σφῶν τε αὐτῶν καὶ τῆς πατρίδος. αἱ μὲν δὴ τῆς βουλῆς ἐπιτρεπούσης ἐξῄεσαν, μόναι γυναῖκες, ἐς ἐχθρῶν στρατόπεδον· ὁ δὲ Μάρκιος θαυμάζων τῆς εὐτολμίας τὴν πόλιν, οἷα Ῥωμαίων ἐστὶ καὶ τὰ γύναια, προσιούσαις ἀπήντα καὶ τὰς ῥάβδους καθῄρει καὶ τοὺς πελέκεας διὰ τὴν μητέρα, προσδραμών τε ἠσπάζετο καὶ ἦγεν ἐπὶ τὸ συνέδριον τῶν Βολούσκων καὶ λέγειν ἐκέλευσεν ὅ τι χρῄζοι. ἡ δὲ συνηδικῆσθαι μὲν ἐξελαυνομένῳ τῆς πόλεως οὖσα μήτηρ ἔφη, ὁρᾶν δ' ὅτι Ῥωμαῖοι πολλὰ πρὸς αὐτοῦ πεπόνθασιν ἤδη καὶ τίσιν ἔτισαν ἱκανήν, ὧν χώρα τε τοσαύτη διέφθαρται καὶ πόλεις ἀπολώλασι πολλαί, καὶ τὸ Ῥωμαίοις ἔσχατον, παρακαλοῦσι καὶ πρέσβεις πέμπουσιν ὑπάτους καὶ ἱερέας καὶ μητέρα καὶ γυναῖκα, τό τε ἀδίκημα ἰῶνται ἀμνηστίᾳ καὶ καθόδῳ. σὺ δὲ μὴ ἀνιάτῳ κακῷ τὸ κακὸν ἰῶ, μηδὲ συμφοραῖς ἐπιχείρει κοιναῖς αὐτοῦ τε σοῦ καὶ τῶν ἀδικουμένων. ποῖ φέρων οἴσεις τὸ πῦρ; μετὰ τὴν χώραν ἐπὶ τὴν πόλιν; μετὰ τὴν πόλιν ἐπὶ τὴν ἑστίαν τὴν σήν; μετὰ τὴν ἑστίαν ἐπὶ τὰ ἱερά; δὸς χάριν, ὦ παῖ, κἀμοὶ καὶ τῇ πατρίδι παρακαλούσαις. ἡ μὲν δὴ τοσαῦτα εἶπεν, ὁ δὲ Μάρκιος οὐκ εἴα πατρίδα καλεῖν τὴν ἐκβαλοῦσαν ἀλλὰ τὴν ὑποδεδεγμένην· οὐδὲν γὰρ εἶναι φίλιον, ἂν ἀδικῇ, οὐδὲ ἐχθρὸν εὖ ποιοῦν. καὶ τὸ τῶν παρόντων ἐκέλευεν ὁρᾶν πίστιν τε δόντων αὐτῷ καὶ λαβόντων καὶ πολίτην πεποιημένων καὶ στρατηγὸν ἀποφηνάντων καὶ τὰ ἴδια ἐπιτρεψάντων. τιμάς τε ὅσων ἠξίωτο, καὶ ὅρκους οὓς ὤμοσεν αὐτοῖς, ἐπεξῄει, καὶ παρεκάλει τὴν μητέρα τοὺς αὐτοὺς ἐκείνοις τίθεσθαι πολεμίους καὶ φίλους. ἡ δὲ ἔτι λέγοντος ἀγανακτήσασα καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνασχοῦσα θεοὺς γενεθλίους ἐμαρτύρατο δύο μὲν ἤδη πρεσβείας γυναικῶν ἀπὸ Ῥώμης ἐν μεγάλοις ἐστάλθαι κακοῖς, ἐπὶ Τατίου βασιλέως καὶ Γαΐου Μαρκίου, τούτοιν δὲ Τάτιον μὲν ὄντα ξένον καὶ ἀληθῆ πολέμιον ἐνδοῦναι ταῖς γυναιξὶν αἰδούμενον, Μάρκιον δ' ὑπερορᾶν πρεσβείας γυναικῶν τοσῶνδε, καὶ τῆς γεγαμημένης καὶ μητρὸς ἐπὶ ταύταις. ἄλλη μὲν οὖν, ἔφη, μηδεμία μήτηρ, ἀτυχοῦσα παιδός, ἐς ἀνάγκην ἀφίκοιτο προσπεσεῖν αὐτῷ· ἐγὼ δ', εἰ καὶ τοῦτο ὑφίστασαι, προκυλίσομαί σου. καὶ 68 λέγουσα ἐς τὸ ἔδαφος ἑαυτὴν ἐρρίπτει. ὁ δὲ ἐδάκρυσέ τε καὶ ἀνεπήδα καὶ ἀντείχετο αὐτῆς, ὑπό τε τοῦ πάθους ἐξεφώνησεν· νικᾷς, ὦ μῆτερ, ἀλλὰ νίκην, ἐξ ἧς τὸν υἱὸν ἀπολεῖς. ταῦτα εἰπὼν ἀπῆγε τὴν στρατιὰν ὡς λόγον ἀποδώσων Βολούσκοις καὶ τὰ ἔθνη συναλλάξων· ἐλπίς τε ἦν ὅτι καὶ ταῦτα πείσει Βολούσκους. κατελεύσθη δὲ φθονούμενος παρὰ τοῦ στρατηγοῦ Ἀττιδίου. Ἐκ τῆς Σαυνιτικῆς ἱστορίας. 2. Ὅτι Κελτῶν Σεσόνων πολὺ πλῆθος Τυρρηνοῖς συνεμάχουν κατὰ Ῥωμαίων. Ῥωμαῖοι δ' ἐς τὰς Σεσόνων πόλεις ἐπρέσβευον καὶ ἐνεκάλουν, ὅτι ὄντες ἔνσπονδοι μισθοφοροῦσι κατὰ Ῥωμαίων. τούσδε τοὺς πρέσβεις Βριτόμαρις μετὰ τῶν κηρυκίων καὶ τῆς ἱερᾶς στολῆς κατέτεμεν ἐς πολλὰ καὶ διέρριψεν ἐγκαλῶν, ὅτι αὐτοῦ ὁ πατὴρ ἐν Τυρρηνίᾳ πολεμῶν ἀνῄρητο ὑπὸ Ῥωμαίων. Κορνήλιος δὲ ὁ ὕπατος τοῦ μύσους ἐν ὁδῷ πυθόμενος τὰ μὲν Τυρρηνῶν εἴασεν, ἐς δὲ τὰς Σεσόνων πόλεις συντόνῳ σπουδῇ διὰ Σαβίνων καὶ Πικεντίνων ἐσβαλὼν πάντα καθῄρει καὶ ἐνεπίμπρη, καὶ τὰς μὲν γυναῖκας καὶ τὰ παιδία ἠνδραποδίζετο, τοὺς δὲ ἡβῶντας πάντας ἔκτεινε πλὴν Βριτομάριος, ὃν δεινῶς αἰκισάμενος ἦγεν ἐς τὸν θρίαμβον. οἱ δὲ Σεσόνων, ὅσοι ἦσαν ἐν Τυρρηνίᾳ, πυθόμενοι ἀνῃρῆσθαι, Τυρρηνοὺς ἦγον ἐπὶ Ῥώμης. καὶ πολλῶν μεταξὺ γενομένων οἱ Σέσονες οὔτε πατρίδας ἔχοντες, ἐς ἃς διαφύγωσιν, ὀργιζόμενοί τε τῶν γεγονότων, ἐνέπιπτον τῷ Δομετίῳ, καὶ διεφθάρησαν πολλοί, τὸ δὲ λοιπὸν σφᾶς αὐτοὺς διεχρῶντο μανικῶς. καὶ δίκη μὲν ἤδη παρανομίας ἐς πρέσβεις ἐγένετο Σέσοσιν. 3. Ὅτι Κορνήλιος ἐπὶ καταφράκτων δέκα νεῶν ἐθεᾶτο τὴν 69 μεγάλην Ἑλλάδα. καί τις ἐν Τάραντι δημαγωγὸς Φιλόχαρις, αἰσχρῶς τε βεβιωκὼς καὶ παρὰ τοῦτο καλούμενος Θάις,
32
παλαιῶν τοὺς Ταραντίνους ἀνεμίμνησκε συνθηκῶν, μὴ πλεῖν Ῥωμαίους πρόσω Λακινίας ἄκρας, παροξύνας τε ἔπεισεν ἐπαναχθῆναι τῷ Κορνηλίῳ· καὶ τέσσαρας μὲν αὐτοῦ ναῦς κατέδυσαν οἱ Ταραντῖνοι, μίαν δὲ ἔλαβον αὐτοῖς ἀνδράσιν. ἔς τε Θουρίους ἐγκλήματα ποιούμενοι, ὅτι Ἕλληνες ὄντες ἐπὶ Ῥωμαίους κατέφυγον ἀντὶ σφῶν, καὶ παρελθεῖν αὐτοὺς ἐπέκεινα αἴτιοι μάλιστα ἐγεγένηντο, τοὺς μὲν ἐπιφανεῖς αὐτῶν ἐξέβαλον, τὴν δὲ πόλιν διήρπασαν καὶ τοὺς Ῥωμαίων φρουροὺς ὑποσπόνδους ἀφῆκαν. Ῥωμαῖοι δὲ τούτων πυθόμενοι πρέσβεις ἐς Τάραντα πέμπουσι τοὺς μὲν αἰχμαλώτους κελεύοντες, οὓς οὐ πολεμοῦντας ἀλλὰ θεωμένους ἔλαβον, ἀποδοῦναι, Θουρίων δ' οὓς ἐξέβαλον ἐς τὴν πόλιν καταγαγεῖν, ἅ τε διηρπάκεσαν αὐτούς, ἢ τὴν ζημίαν τῶν ἀπολομένων, ἀποτῖσαι, σφίσι δ' ἐκδοῦναι τοὺς αἰτίους τῆς παρανομίας, εἰ Ῥωμαίων ἐθέλουσιν εἶναι φίλοι. οἱ δὲ τοὺς πρέσβεις μόλις ποτὲ ἐπὶ τὸ κοινὸν ἐπήγαγον καὶ ἐπελθόντας ἐχλεύαζον, εἴ τι μὴ καλῶς ἑλληνίσειαν· ἔσκωπτον δὲ καὶ τὴν στολὴν αὐτῶν καὶ τὸ ἐπιπόρφυρον. Φιλωνίδης δέ τις, ἀνὴρ γελοῖος καὶ φιλοσκώμμων, Ποστουμίῳ τῷ τῆς πρεσβείας ἡγουμένῳ προσελθὼν ἀπεστράφη τε καὶ ἐπικύψας τὴν ἐσθῆτα ἀνεσύρατο τὴν ἑαυτοῦ, καὶ τοῦ πρεσβευτοῦ κατησχημόνησεν. καὶ τὸ μὲν θέατρον ἔπαιζεν ὡς ἐπὶ γελοίῳ, Ποστούμιος δὲ προτείνας τὸ μεμολυσμένον· ἐκπλυνεῖτ', ἔφη, τοῦτο αἵματι πολλῷ τοιούτοις ἀρεσκόμενοι γέλωσιν. καὶ οὐδὲν τῶν Ταραντίνων ἀποκριναμένων ἀπῆλθον οἱ πρέσβεις. ὁ δὲ Ποστούμιος τὴν ὕβριν ἐκ τῆς ἐσθῆτος οὐκ ἀποπλύνας ἐπέδειξε Ῥωμαίοις, καὶ ὁ δῆμος ἀγανακτῶν Αἰμιλίῳ πολεμοῦντι Σαυνίταις ἐπέστειλε τὰ μὲν Σαυνιτῶν ἐν τῷ παρόντι ἐᾶν, ἐς δὲ τὴν Ταραντίνων ἐσβάλλειν καὶ αὐτοὺς ἐφ' οἷς ἠξίουν οἱ πρέσβεις ἐς διαλλαγὰς προκαλέσασθαι, ἂν δ' ἀπειθῶσι, πολεμεῖν κατὰ κράτος. ὁ μὲν δὴ τάδε προύτεινε τοῖς Ταραντίνοις, οἱ δὲ οὐκ ἐγέλων ἔτι τὴν στρατιὰν ὁρῶντες, ἀλλ' ἐγίνοντο ταῖς γνώμαις ἀγχώμαλοι, μέχρι τις ἀποροῦσι καὶ βουλευομένοις ἔφη τὸ μὲν ἐκδοῦναί τινας ἤδη δεδουλωμένων εἶναι, τὸ δὲ πολεμεῖν μόνους ἐπισφαλές. εἰ δὲ καὶ τῆς ἐλευθερίας ἐγκρατῶς ἑξόμεθα καὶ πολε 70 μήσομεν ἐξ ἴσου, Πύρρον ἐξ Ἠπείρου τὸν βασιλέα καλῶμεν, καὶ στρατηγὸν ἀποφήνωμεν τοῦδε τοῦ πολέμου. ὃ καὶ γέγονεν. 4. Ὅτι ὀλύμπια τοῖς Ἕλλησιν ζʹ καὶ ϛʹ γεγενημένα, τῆς γῆς τῶν Κελτῶν οὐκ ἀρκούσης αὐτοῖς διὰ τὸ πλῆθος, ἀνίσταται μοῖρα Κελτῶν τῶν ἀμφὶ τὸν Ῥῆνον ἱκανὴ κατὰ ζήτησιν ἑτέρας γῆς· οἳ τό τε Ἄλπειον ὄρος ὑπερέβησαν καὶ Κλουσινοῖς εὐδαίμονα γῆν ἔχουσι Τυρρηνῶν ἐπολέμουν. οὐ πάλαι δὲ οἱ Κλουσινοὶ Ῥωμαίοις ἔνσπονδοι γεγονότες ἐπ' αὐτοὺς κατέφυγον. καὶ οἱ Ῥωμαῖοι πρέσβεις συνέπεμψαν αὐτοῖς Φαβίους τρεῖς, οἳ τοῖς Κελτοῖς ἔμελλον προαγορεύσειν ἀνίστασθαι τῆς γῆς ὡς Ῥωμαίων φίλης καὶ ἀπειλήσειν ἀπειθοῦσιν. ἀποκριναμένων δὲ τῶν Κελτῶν, ὅτι ἀνθρώπων οὐδένα δεδίασιν οὔτε ἀπειλοῦντα σφίσιν οὔτε πολεμοῦντα, χρῄζοντες δὲ γῆς οὔπω τὰ Ῥωμαίων πολυπραγμονοῦσιν, οἱ πρέσβεις οἱ Θάβιοι τοὺς Κλουσινοὺς ἐνῆγον ἐπιθέσθαι τοῖς Κελτοῖς τὴν χώραν λεηλατοῦσιν ἀπερισκέπτως, καὶ συνεκδημοῦντες αὐτοῖς ἀναιροῦσι τῶν Κελτῶν πολὺ πλῆθος ἐν προνομῇ, καὶ τὸν ἡγούμενον ἐκείνου τοῦ μέρους αὐτὸς ὁ Ῥωμαίων πρεσβευτὴς Κόιντος Φάβιος ἀνεῖλέ τε καὶ ἐσκύλευσε καὶ τὰ ὅπλα φορῶν ἐπανῆλθεν ἐς Κλούσιον. 5. Ὅτι τὸ τῶν Σεσόνων ἔθνος ἔνσπονδον ἦν Ῥωμαίοις, καὶ ἐμισθοφόρουν κατὰ Ῥωμαίων. ἡ δὲ βουλὴ πρέσβεις ἔπεμψεν ἐγκαλέσοντας, ὅτι ὄντες ἔνσπονδοι μισθοφοροῦσι κατὰ Ῥωμαίων. τούτους Βριτόμαρις ὁ Κελτὸς ἀγανακτῶν ὑπὲρ τοῦ πατρός, ὅτι συμμαχῶν Τυρρηνοῖς ὑπὸ Ῥωμαίων ἐν τῷδε τῷ πολέμῳ διέφθαρτο, τά τε κηρύκια φέροντας. καὶ τὴν ἄσυλον ἐσθῆτα περικειμένους κατέτεμεν ἐς πολλὰ καὶ τὰ μέρη τῶν σωμάτων διέρριψεν ἐς τὰ πεδία. καὶ τοῦ μύσους ὁ Κορνήλιος ἐν ὁδῷ πυθόμενος, ἐς τὰς Σεσόνων πόλεις συντόνῳ σπουδῇ διὰ Σαβίνων καὶ Πικεντίνων ἐσβαλὼν ἅπαντα καθῄρει καὶ ἐνεπίμπρη, τῶν τε ἀνθρώπων τὰς μὲν γυναῖκας καὶ τὰ παιδία ἠνδραποδίζετο, τοὺς δ' ἐν ἥβῃ πάντας ἔκτεινεν ὁμαλῶς, καὶ τὴν χώραν ἐλυμαίνετο ποικίλως καὶ 71 ἄοικον ἐς τὸ λοιπὸν ἐποίει. Βριτόμαριν δὲ μόνον ἦγεν αἰχμάλωτον ἐπὶ λύμῃ. ὕστερον δὲ Σέσονες οὐκ ἔχοντες ἔτι πατρίδας, ἐς ἃς διαφύγωσιν, συνέπεσον εἰς χεῖρας ὑπὸ τόλμης τῷ Δομετίῳ, καὶ ἡττώμενοι σφᾶς αὐτοὺς ὑπὸ ὀργῆς διεχρῶντο μανικῶς. καὶ δίκη μὲν ἤδη παρανομίας ἐς πρέσβεις ἐγένετο Σέσοσιν. 6. Ὅτι Ἀριοῦνστος ὁ Γερμανῶν βασιλεὺς φίλος γενόμενος Ῥωμαίων ἐς λόγους ἦλθε τῷ
33
Καίσαρι, καὶ διαχωρισθέντων ἀπ' ἀλλήλων αὖθις συνελθεῖν ἐς λόγους ἠξίωσεν. τοῦ δὲ Καίσαρος οὐ συνελθόντος, ἀλλὰ τοὺς πρωτεύοντας Γαλατῶν ἀποστείλαντος, ἔδησε τοὺς πρέσβεις. καὶ ὁ Καῖσαρ ἐστράτευεν ἐπ' αὐτὸν μετὰ ἀπειλῆς. δέος δ' ἐμπίπτει κατὰ κλέος τῷ στρατῷ τῶν Γερμανῶν. 7. Ὅτι Κρήτη ἐξ ἀρχῆς εὐνοϊκῶς ἔχειν ἐδόκει Μιθριδάτῃ βασιλεύοντι Πόντου, καὶ ὑπὲρ αὐτῷ μισθοφορῆσαι πολεμοῦντι Ῥωμαίοις ἐλέγετο. ἔδοξε δὲ καὶ τοῖς πλεονάσασι τότε λῃσταῖς ἐς χάριν τοῦ Μιθριδάτου συλλαβεῖν καὶ συμμαχῆσαι σαφῶς διωκομένοις ὑπὸ Γαΐου Ἀντωνίου, πρεσβευσαμένου δὲ τοῦ Ἀντωνίου πρὸς αὐτοὺς ὑπεριδεῖν καὶ ὑπερηφάνως ἀποκρίνασθαι. καὶ πολεμῆσαι μὲν αὐτοῖς εὐθὺς ἐπὶ τῷδε Ἀντώνιος, καὶ οὐ πρᾶξαι καλῶς, χρηματίσαι δ' ὅμως διὰ τὴν πρᾶξιν Κρητικός. καὶ ἦν ὅδε πατὴρ Μάρκου Ἀντωνίου τοῦ πολεμήσαντος ὕστερον Καίσαρι τῷ κληθέντι Σεβαστῷ περὶ Ἄκτιον. ψηφισαμένων δὲ Ῥωμαίων Κρησὶ πολεμεῖν διὰ τάδε, οἱ Κρῆτες ἐπρέσβευσαν ἐς Ῥώμην περὶ διαλλαγῶν. οἱ δὲ οὐκ ἐδέξαντο. 8. Ὅτι μετὰ τὴν ἅλωσιν Ζακανθαίων Ῥωμαῖοι πρέσβεις ἐς Καρχηδόνα ἔπεμπον, οἷς εἴρητο ἐξαιτεῖν παρὰ Καρχηδονίων Ἀννίβαν ὡς ἐς τὰς συνθήκας ἁμαρτόντα, εἰ μὴ κοινὸν ἡγοῦνται τὸ ἔργον· ἢν δὲ μὴ διδῶσιν, εὐθέως αὐτοῖς πόλεμον προαγορεύειν. καὶ οἱ μὲν ἔπραξαν ὧδε καὶ τὸν πόλεμον αὐτοῖς οὐκ ἐκδιδοῦσι τὸν Ἀννίβαν ἐπήγγειλαν· λέγεται δὲ οὕτω γενέσθαι. ὁ μὲν πρεσβευτὴς 72 αὐτοῖς γελώμενος ἔφη τὸν κόλπον ἐπιδεικνύς· ἐνταῦθ' ὑμῖν, ὦ Καρχηδόνιοι, καὶ τὴν εἰρήνην καὶ τὸν πόλεμον φέρω· ὑμεῖς δ' ὁπότερα αἱρεῖσθε λάβετε. οἱ δ' ἔφασαν· σὺ μὲν οὖν ἃ βούλει δίδου. προτείναντος δὲ τὸν πόλεμον, ἐξεβόησαν ὁμοῦ πάντες· δεχόμεθα. καὶ εὐθὺς ἐπέστελλον τῷ Ἀννίβᾳ πᾶσαν ἤδη τὴν Ἰβηρίαν ἀδεῶς ἐπιτρέχειν ὡς τῶν σπονδῶν λελυμένων. 9. Ὅτι Λεύκιος ἀπὸ Ῥώμης ἐπανιὼν ἔφραζε τῷ Σκιπίωνι, ὅτι αὐτὸν οἱ ἐν ἄστει Ῥωμαῖοι διανοοῦνται στρατηγὸν ἐς Λιβύην ἀποστέλλειν. ὁ δὲ τοῦδε αὐτοῦ μάλιστα ἐπιθυμῶν ἐκ πολλοῦ καὶ ἐλπίζων ὧδε ἔσεσθαι Λαίλιον ἐπὶ νεῶν πέντε προύπεμπεν ἐς Λιβύην πρὸς τὸν δυνάστην Σύφακα, δωρεὰς φέροντα καὶ τῶν Σκιπιώνων ὑπόμνησιν τῆς ἐς αὐτὸν Σύφακα φιλίας καὶ δέησιν Ῥωμαίοις, ἂν ἐπίωσιν, συλλαμβάνειν. ὁ δὲ ὑπέσχετο ποιήσειν καὶ τὰ δῶρα ἔλαβε καὶ ἀντέπεμψεν ἕτερα. αἰσθόμενοι δὲ τούτων οἱ Καρχηδόνιοι καὶ αὐτοὶ περὶ συμμαχίας ἐπρεσβεύοντο παρὰ τὸν Σύφακα. καὶ ὁ Σκιπίων πυνθανόμενος καὶ μεταποιούμενος ἐπὶ Καρχηδονίοις προλαβεῖν καὶ βεβαιώσασθαι Σύφακα ᾔει πρὸς αὐτὸν ἐπὶ νεῶν δύο σὺν τῷ Λαιλίῳ. καὶ αὐτῷ καταγομένῳ οἱ πρέσβεις τῶν Καρχηδονίων ἔτι ὄντες παρὰ τῷ Σύφακι ναυσὶν αἷς εἶχον μακραῖς ἐπανήγοντο λαθόντες τὸν Σύφακα. ἀλλ' ὁ μὲν ἱστίῳ χρώμενος παρέπλευσεν αὐτοὺς ἀδεῶς καὶ κατήχθη, ὁ δὲ Σύφαξ ἐξένιζεν ἀμφοτέρους, καὶ τῷ Σκιπίωνι συνθέμενος ἰδίᾳ καὶ πίστεις παρασχὼν ἀπέπεμπε καὶ τοὺς Καρχηδονίους ἐφεδρεύοντας αὖθις αὐτῷ κατεῖχεν, ἕως ἐν βεβαίῳ τῆς θαλάσσης γένοιτο ὁ Σκιπίων. παρὰ μὲν δὴ τοσοῦτον ἦλθε κινδύνου ὁ Σκιπίων καταγόμενός τε καὶ πλέων. 10. Ὅτι πολλῶν γεγενημένων Ῥωμαίοις πταισμάτων ἐς Μασσανάσσην ἡ βουλὴ ἔπεμπε καὶ παρεκάλει συμμαχεῖν αὐτὸν ἐρρωμένως ἐπὶ Καρχηδόνα. ὁ δ' ὑπὸ μὲν τῶν πρέσβεων οὐ κατελήφθη, κάμνων δὲ γήρᾳ καὶ νόσῳ καὶ παῖδας ἔχων νόθους μὲν πλείονας, οἷς ἐδεδώρητο πολλὰ, γνησίους δὲ τρεῖς οὐδὲν ἀλλήλοις τὰ ἔργα ἐοικότας, ἐκάλει τὸν Σκιπίωνα σύμβουλόν οἱ ἔσεσθαι περὶ τῶν τέκνων. 11. Ὅτι Λεύκιος Κόιντος ἐς τὸν τῶν Ἀχαιῶν σύλλογον ἀπέ 73 στειλε πρέσβεις, οἳ μετὰ Ἀθηναίων καὶ Ῥοδίων ἔπειθον αὐτοὺς μεταθέσθαι πρὸς σφᾶς ἀπὸ τοῦ Φιλίππου, διεπρεσβεύετο δὲ καὶ Φίλιππος αἰτῶν βοήθειαν ἐς συμμάχους. οἱ δὲ ἐνοχλούμενοι μὲν οἰκείῳ καὶ γείτονι πολέμῳ Νάβιδος τοῦ Λακεδαιμονίων τυράννου, διεστῶτες δὲ ταῖς γνώμαις ἠπόρουν, καὶ οἱ πλείονες ᾑροῦντο τὰ Φιλίππου καὶ ἀπεστρέφοντο Ῥωμαίους διά τινα ἐς τὴν Ἑλλάδα Σουλπικίου τοῦ στρατηγοῦ παρανομήματα. ἐγκειμένων δὲ βιαίως τῶν ῥωμαϊζόντων, οἱ πολλοὶ τῆς ἐκκλησίας ἀπεχώρουν δυσχεραίνοντες, καὶ οἱ λοιποὶ διὰ τὴν ὀλιγότητα ἐκβιασθέντες συνέθεντο τῷ Λευκίῳ, καὶ εὐθὺς ἠκολούθουν ἐπὶ Κόρινθον μηχανήματα φέροντες. Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς ἱστορίας Ζωσίμου Ἀσκαλωνίτου.
34
Λόγος εʹ. 1. Ὅτι Ἀλλάριχος παραγενόμενος εἰς τὴν Ῥώμην κύκλῳ περιεῖχε τὴν πόλιν καὶ τὰς πύλας πάσας, καταλαβὼν δὲ τὸν Θύβριν ποταμὸν τὴν διὰ τοῦ λιμένος τῶν ἐπιτηδείων ἐκώλυε χορηγίαν. ὅπερ οἱ Ῥωμαῖοι θεασάμενοι διακαρτερεῖν ἔγνωσαν, οἷα ὡς εἰπεῖν ἑκάστης ἡμέρας ἐκ τῆς Ῥαουέννης ἐλεύσεσθαι τῇ πόλει προσδοκῶντες ἐπικουρίαν. ὡς δὲ οὐδενὸς ἀφικομένου τῆς ἐλπίδος ἀπεσφάλησαν, ἐδόκει τὸ μέτρον ἐλαττωθῆναι τοῦ σίτου καὶ τὸ ἥμισυ πέττεσθαι μόνον τοῦ πρότερον ἑκάστης ἡμέρας δαπανωμένου, εἶτα τῆς ἐνδείας ἐπιτεινομένης τὸ τρίτον. καὶ ἐπιδημία τῆς κακοῦ θεραπείας οὐκ ἦν ἢ μηχανή, τὰ δὲ τῇ γαστρὶ βοηθοῦντα ἐπέλιπε πάντα, καὶ λιμὸς ἦν καὶ λοιμός, καὶ πάντα ἦν νεκρῶν σωμάτων 74 μεστά, τῆς τε πόλεως ἔξω θάπτεσθαι τῶν σωμάτων οὐ δυναμένων (πᾶσαν γὰρ ἔξοδον ἐφύλαττον οἱ πολέμιοι) τάφος ἦν ἡ πόλις τῶν τεθνεώτων, ὥστε καὶ ἄλλως εἶναι τὸ χωρίον ἀοίκητον, ἀρκεῖν τε, εἰ καὶ μὴ τροφῆς ἦν σπάνις, εἰς σωμάτων διαφθορὰν τὴν ἀπὸ τῶν νεκρῶν ἀναδιδομένην ὀσμήν. ἐπήρκουν δὲ πολλοῖς εἰς τὸ μεταδιδόναι τῶν ἀναγκαίων Γραῖτα ἡ τοῦ Γρατιανοῦ τοῦ βασιλέως γαμετὴ καὶ Τισαμένεια ἡ μήτηρ ταύτης. τοῦ γὰρ δημοσίου βασιλικῆς αὐταῖς τραπέζης ἐπιδιδόντος παρασκευὴν ἀπὸ Θεοδοσίου ταύτην ἐχούσαις τὴν δωρεάν, οὐκ ὀλίγοι διὰ τὴν τῶν γυναικῶν φιλανθρωπίαν τὸν λιμὸν ἐκ τῆς αὐτῶν οἰκίας παρεμυθοῦντο. ὡς δὲ εἰς ἔσχατον τοῦ κακοῦ προϊόντος εἰς ἀλληλοφαγίαν ἐλθεῖν ἐκινδύνευσαν τῶν ἄλλων ἁπάντων, ὅσα ἐξάγιστα εἶναι τοῖς ἀνθρώποις ἐδόκει, πεπειραμένοι, πρεσβείαν ἔγνωσαν στεῖλαι πρὸς τὸν πολέμιον ἀπαγγέλλουσαν, ὅτι καὶ πρὸς εἰρήνην εἰσὶν ἕτοιμοι τὸ μέτριον ἔχουσαν καὶ πρὸς πόλεμον ἑτοιμότεροι, τοῦ Ῥωμαίων δήμου ἀναλαβόντος ὅπλα καὶ τῇ συνεχεῖ περὶ ταῦτα μελέτῃ μηκέτι πρὸς τὸ πολεμεῖν ἀποκνοῦντος. αἱρεθέντος δὲ πρεσβευτοῦ Βασιλείου τὸ μὲν γένος ἕλκοντος ἐξ Ἰβήρων, ὑπάρχου δ' ἀξίᾳ τετιμημένου, συνεξῄει τούτῳ καὶ Ἰωάννης τῶν βασιλικῶν ὑπογραφέων, οὓς τριβούνους καλοῦσιν, ἄρχων γεγενημένος, οἷα γνώριμος Ἀλλαρίχῳ καὶ πρόξενος. οἱ γὰρ ἀπὸ τῆς Ῥώμης ἠπίστουν, εἰ αὐτὸς Ἀλλάριχος ἔτι πάρεστι καὶ αὐτός, ὃς τὴν Ῥώμην εἴη πολιορκῶν. ἐκ γὰρ τῆς προλαβούσης ἐβουκολοῦντο φήμης, ὡς ἕτερος εἴη τῶν τὰ Στελίχωνος φρονούντων αὐτὸν ἐπαγαγὼν τῇ πόλει. οἱ δὲ πρέσβεις ὡς αὐτὸν ἀφικόμενοι κατεδύοντο μὲν ἐπὶ τῇ χρόνον τοσοῦτον κατασχούσῃ τοὺς Ῥωμαίους ἀγνοίᾳ, τὰ δὲ τῆς γερουσίας ἀπήγγελον. ὧν Ἀλλάριχος ἀκούσας, καὶ ὅτι μεταχειριζόμενος ὁ δῆμος ὅπλα πρὸς πόλεμον παρεσκεύασται, δασύτερος ὢν ὁ χόρτος, ἔφη, τέμνεσθαι ῥᾷον ἢ ἀραιότερος. καὶ τοῦτο φθεγξάμενος πλατὺν τῶν πρέσβεων κατέχεε γέλωτα. ἐπεὶ δὲ εἰς τοὺς περὶ τῆς εἰρήνης ἐληλύθασι λόγους, ἐχρῆτο ῥήμασιν ἐπέκεινα πάσης ἀλαζονείας βαρβαρικῆς. ἔλεγε γὰρ οὐκ ἄλλως ἀποστήσεσθαι τῆς πολιορκίας, εἰ μὴ τὸν χρυσὸν ἅπαντα, ὅσον ἡ πόλις ἔχει, καὶ τὸν ἄργυρον λάβοι, καὶ πρὸς τούτοις ὅσα ἐν ὅπλοις εὕροι κατὰ τὴν πόλιν, καὶ ἔτι τοὺς βαρβάρους οἰκέτας. εἰπόντος δὲ τῶν πρέσβεων ἑνός· εἰ ταῦτα λάβοις, τί λοιπὸν ἔτι τοῖς ἐν τῇ 75 πόλει καταλιμπάνεις; τὰς ψυχὰς ἀπεκρίνατο. ταύτην οἱ πρέσβεις δεξάμενοι τὴν ἀπόφασιν ᾔτησαν τοῖς ἐν τῇ πόλει κοινώσασθαι τὸ πρακτέον, ἐνδοσίμου τε τυχόντες τοὺς ἐν τῇ πρεσβείᾳ γενομένους ἀπήγγειλαν λόγους. τότε δὴ πεισθέντες Ἀλλάριχον εἶναι τὸν πολεμοῦντα καὶ πᾶσι τοῖς εἰς ἀνθρωπίνην ἰσχὺν φέρουσιν ἀπογνόντες ἀνεμιμνήσκοντο τῆς ἐπιφοιτώσης πάλαι τῇ πόλει κατὰ στάσεις ἐπικουρίας, καὶ ὡς παραβάντες τὰ πάτρια ταύτης ἔρημοι κατελείφθησαν. Περὶ δὲ ταῦτα οὖσιν αὐτοῖς Πομπιανὸς ὁ τῆς πόλεως ὕπαρχος ἐνέτυχέ τισιν ἐκ Τουσκίας εἰς τὴν Ῥώμην ἀφικομένοις, οἳ πόλιν ἔλεγόν τινα Νερνίαν ὄνομα τῶν περιστάντων ἐλευθερωθῆναι κινδύνων τῇ πρὸς τὸ θεῖον εὐχῇ. καὶ ηὔχοντο καὶ οἱ Ῥωμαῖοι, ἀλλ' οὐχὶ κατὰ τὰ πάτρια, καὶ τοὺς ἀπὸ Τουσκίας παρῆκαν, ἐτράπησαν δὲ εἰς τὸ θεραπεῦσαι τὸν βάρβαρον καθ' ὅσον ἂν οἷοί τε γίνωνται. πέμπουσι τοίνυν καὶ αὖθις τοὺς πρέσβεις, καὶ λόγων ἑκατέρωθεν πλείστων γεγενημένων ἐδόκει δοθῆναι παρὰ τῆς πόλεως πεντακισχιλίας μὲν χρυσοῦ λίτρας, τρεῖς δὲ μυριάδας πρὸς ταύταις ἀργύρου, σηρικοὺς τρισχιλίους χιτῶνας, ἔτι δὲ κοκκοβαφῆ τρισχίλια δέρματα καὶ πέπερι σταθμὸν ἕλκον τρισχιλίων λιτρῶν. οὐκ ὄντων δὲ τῇ πόλει δημοσίων χρημάτων, πᾶσα ἦν ἀνάγκη τοῖς ἀπὸ τῆς γερουσίας, ὅσοι τὰς οὐσίας εἶχον, ἐκ καταγραφῆς ταύτην ὑποστῆναι τὴν εἰσφοράν. ἐπιτραπεὶς δὲ
35
Παλλάδιος τῇ δυνάμει τῆς ἑκάστου περιουσίας τὸ δοθησόμενον συμμετρῆσαι καὶ ἀδυνατήσας εἰς ὁλόκληρον ἅπαντα συναθροῖσαι, ἢ τῶν κεκτημένων μέρος τι τῶν ὄντων ἀποκρυψάντων, ἢ καὶ ἄλλως πως εἰς πενίαν τῆς πόλεως ἐλθούσης διὰ τὰς ἐπαλλήλους τῶν κρατούντων πλεονεξίας, ἐπὶ τὸν κολοφῶνα τῶν κακῶν ὁ τὰ ἀνθρώπινα λαχὼν ἀλιτήριος δαίμων τοὺς ἐν τῇ πόλει τότε τὰ πράγματα πράττοντας ἤγαγεν. τὸ γὰρ ἐλλεῖπον ἀνεπλήρωσαν ἐκ τῶν ἀναθημάτων χωνεύσαντες. ἐδόκει δὲ πρὸς τὸν βασιλέα πρεσβείαν σταλῆναι κοινωνησομένην αὐτῷ περὶ τῆς ἐσομένης εἰρήνης, καὶ ὡς οὐ τὰ χρήματα μόνον Ἀλλάριχος, ἀλλὰ καὶ παῖδας τῶν εὖ γεγονότων ὁμήρους ἐθέλοι λαβεῖν, ἐφ' ᾧ μὴ μόνον εἰρήνην, ἀλλὰ καὶ ὁμαιχμίαν πρὸς τὸν βασιλέα ποιήσασθαι, χωρήσειν τε ὁμόσε Ῥωμαίοις κατὰ παντὸς ἐναντία τούτοις φρονεῖν βουλομένου. ἐπεὶ δὲ καὶ τῷ βασιλεῖ τὴν εἰρήνην ἐπὶ τούτοις ἐδόκει γενέσθαι, 76 τὰ μὲν χρήματα τοῖς βαρβάροις ἐδόθη, τριῶν δὲ ἀγορὰν ἡμερῶν τοῖς ἀπὸ τῆς πόλεως Ἀλλάριχος ἀνῆκεν ἄδειαν ἐξόδου διά τινων πυλῶν αὐτοῖς δεδωκὼς ἐπιτρέψας τε καὶ εἰς τὸν λιμένα ἀνάγεσθαι σῖτον. ἀναπνευσάντων δὲ τῶν πολιτῶν ἀποδομένων τε ὅσα ἦν αὐτοῖς περιττὰ καὶ τὰ ἐνδέοντα πριαμένων ἢ ἐξ ἀμοιβῆς ἄλλων πραγμάτων πορισαμένων, ἀνεχώρουν τῆς Ῥώμης οἱ βάρβαροι καὶ τὰς σκηνὰς ἔν τισι περὶ τὴν Τουσκίαν ἐπήγνυντο τόποις. καὶ οἱ μὲν οἰκέται σχεδὸν ἅπαντες, ὅσοι κατὰ τὴν Ῥώμην ἦσαν, ἑκάστης ὡς εἰπεῖν ἡμέρας ἀναχωροῦντες τῆς πόλεως ἀνεμίγνυντο τοῖς βαρβάροις εἰς τεσσάρων που μυριάδων πλῆθος συνειλεγμένοις ἀλώμενοι δέ τινες τῶν βαρβάρων τοῖς ἐπὶ τὸν λιμένα κατιοῦσιν ἢ ἀνακομίζουσί τι τῶν ἐπιτηδείων ἐπῄεσαν. ὅπερ μαθὼν Ἀλλάριχος ὡς μὴ κατὰ γνώμην αὐτοῦ γινόμενον ἐκκόπτειν ἐσπούδαζεν, καὶ ἐγένετο τῶν κακῶν μετρία τις ἀνακωχή. 2. Ὅτι Ἰόβιος ὁ τῆς αὐλῆς ὕπαρχος πᾶσαν τὴν τοῦ Ὀνωρίουτοῦ βασιλέως δύναμιν εἰς αὑτὸν περιστήσας πρέσβεις ἀποστέλλει πρὸς Ἀλλάριχον παραγενέσθαι εἰς τὴν Ῥαουέννην. ἀφικομένου δὲ Ἀλλαρίχου, ἐποιήσαντο τοὺς περὶ τῶν συνθηκῶν λόγους. ἀπῄτει δὲ Ἀλλάριχος χρυσίον μὲν ἔτους ἑκάστου δίδοσθαί τι ῥητὸν καὶ σίτου τι χορηγεῖσθαι μέτρον, οἰκεῖν δὲ αὐτὸν ἅμα τοῖς σὺν αὐτῷ πᾶσι Βενετίας ἄμφω καὶ Νωρικοὺς καὶ Δελματίαν. ταῦτα ἐναντίον Ἀλλαρίχου γράψας ὁ Ἰόβιος ἐκπέμπει τῷ βασιλεῖ δοὺς καὶ ἴδια πρὸς αὐτὸν γράμματα παραινοῦντα καταστῆσαι δυνάμεως ἑκατέρας στρατηγὸν Ἀλλάριχον, ὥστε ταύτης αὐτὸν τυχόντα τῆς θεραπείας χαλάσαι τι τῆς βαρύτητος τῶν συνθηκῶν καὶ ἐπὶ φορητοῖς καὶ μετρίοις ποιήσασθαι τὰς σπονδάς. ταύτην δεξάμενος ὁ βασιλεὺς τὴν ἐπιστολὴν καταγινώσκει μὲν τῆς Ἰοβίου προπετείας, γράμμασι δὲ ἐχρῆτο πρὸς αὐτόν, δι' ὧν ἐδήλου χρυσίου μὲν καὶ σίτου μέτρον αὐτὸν ὁρίσαι προσήκειν οἷα τῆς αὐλῆς ὕπαρχον ὄντα καὶ τὴν τῶν δημοσίων φόρων ἐπιστάμενον δύναμιν ἀξίαν, στρατηγίαν δὲ μήποτε Ἀλλαρίχῳ δώσειν ἤ τινι τῶν τῷ γένει προση 77 κόντων αὐτῷ. ταύτην δεξάμενος Ἰόβιος τὴν ἐπιστολὴν οὐ καθ' ἑαυτὸν ἀνελίξας ἀνέγνω ταύτην, ἀλλ' εἰς ἐπήκοον Ἀλλαρίχου. καὶ τὰ μὲν ἄλλα μετρίως ἤνεγκεν, ὡς δὲ ἀρνηθεῖσαν εἶδεν ἑαυτῷ τε καὶ γένει τὴν τῆς στρατηγίας ἀρχήν, ἀναστὰς εἰς ὀργὴν αὐτόθεν ἐπὶ τὴν Ῥώμην ἐλαύνειν τοὺς σὺν αὐτῷ βαρβάρους ἐκέλευεν, ὡς αὐτίκα τὴν εἰς αὐτὸν καὶ τὸ γένος ἀπαμυνόμενος ὕβριν. Ἰόβιος δὲ ἀπορηθεὶς ἐπὶ τῷ παραλόγῳ τῶν τοῦ βασιλέως γραμμάτων εἰς τὴν Ῥαουένναν ἐπανῄει, βουλόμενος δὲ τῆς μέμψεως ἑαυτὸν ἀπολῦσαι κατελάμβανεν ὅρκοις Ὀνώριον, ἦ μὴν εἰρήνην μή ποτε ἔσεσθαι πρὸς Ἀλλάριχον, ἀλλ' ἄχρι παντὸς αὐτῷ πολεμήσειν. ὤμνυε δὲ καὶ αὐτὸς ὅρκον τῆς βασιλέως ἁψάμενος κεφαλῆς καὶ τοὺς ἄλλους, οἳ τὰς ἀρχὰς εἶχον, τοῦτο ποιῆσαι παρασκευάσας. Τούτων δὲ πραχθέντων βασιλεὺς ὡς δὴ πολεμήσων Ἀλλαρίχῳ μυρίους εἰς συμμαχίαν Οὔννους ἐπεκαλεῖτο, τροφὴν δὲ τούτοις ἕτοιμον εἶναι παροῦσι· βουλόμενος σῖτον καὶ πρόβατα καὶ βόας τοὺς ἀπὸ τῆς Δελματίας εἰσφέρειν ἐκέλευεν, ἔπεμπε δὲ τοὺς κατασκοπήσοντας, ὅπως τὴν ἐπὶ τὴν Ῥώμην ὁδὸν Ἀλλάριχος ποιεῖται, καὶ πανταχόθεν τὰς δυνάμεις συνήθροιζεν. Ἀλλάριχος δὲ εἰς μετάμελον ἐλθὼν ἐπὶ τῇ κατὰ τῆς Ῥώμης ὁρμῇ τοὺς κατὰ πόλιν ἐπισκόπους ἐξέπεμπε πρεσβευσομένους ἅμα καὶ παραινοῦντας τῷ βασιλεῖ μὴ ὑπεριδεῖν τὴν ἀπὸ πλειόνων ἢ χιλίων ἐνιαυτῶν τοῦ πολλοῦ τῆς γῆς βασιλεύουσαν μέρους ἐκδεδομένην βαρβάροις εἰς πόρθησιν, μηδὲ οἰκοδομημάτων μεγέθη τηλικαῦτα διαφθειρόμενα πολεμίῳ πυρί, θέσθαι δὲ τὴν εἰρήνην ἐπὶ μετρίαις σφόδρα συνθήκαις. οὐδὲ γὰρ
36
ἀρχῆς ἢ ἀξίας δεῖσθαι τὸν βάρβαρον, οὐδὲ τὰς πρότερον ἐπαρχίας ἔτι πρὸς οἴκησιν βούλεσθαι καὶ ἐπὶ τοῦ παρόντος λαβεῖν, ἀλλὰ μόνους ἄμφω Νωρικοὺς ἐν ταῖς ἐσχατιαῖς που τοῦ Ἴστρου κειμένους συνεχεῖς τε ὑφισταμένους ἐφόδους καὶ εὐτελῆ φόρον τῷ δημοσίῳ εἰσφέροντας, καὶ σῖτον ἐπὶ τούτοις ἔτους ἑκάστου τοσοῦτον, ὅσον ἀρκεῖν ὁ βασιλεὺς οἰηθείη, συγχωρεῖν δὲ καὶ τὸ χρυσίον, εἶναί τε φιλίαν καὶ ὁμαιχμίαν αὐτῷ καὶ Ῥωμαίοις κατὰ παντὸς αἴροντος ὅπλα καὶ πρὸς πόλεμον κατὰ τῆς βασιλείας ἐγειρομένου. ταῦτα ἐπιεικῶς καὶ σωφρόνως Ἀλλαρίχου προτεινομένου, καὶ πάντων ὁμοῦ τὴν τοῦ ἀνδρὸς μετριότητα θαυμαζόντων, Ἰόβιος καὶ οἱ τῷ βασιλεῖ παραδυναστεύοντες ἀνήνυτα ἔφασκον τὰ αἰτούμενα εἶναι, πάντων, ὅσοι τὰς ἀρχὰς εἶχον, ὀμωμοκότων μὴ ποιεῖσθαι 78 πρὸς Ἀλλάριχον εἰρήνην. εἰ μὲν γὰρ πρὸς τὸν θεὸν τετυχήκει δεδομένος ὅρκος, ἦν ἂν ὡς εἰκὸς παριδεῖν ἐνδιδόντας τῇ τοῦ θεοῦ φιλανθρωπίᾳ τὴν ἐπὶ τῇ ἀσεβείᾳ συγγνώμην, ἐπεὶ δὲ κατὰ τῆς τοῦ βασιλέως ὀμωμόκεσαν κεφαλῆς, οὐκ εἶναι θεμιτὸν αὐτοῖς εἰς τὸν τοσοῦτον ὅρκον ἐξαμαρτεῖν. τοσοῦτον ἐτύφλωττεν ὁ νοῦς τῶν τότε τὴν πολιτείαν οἰκονομούντων θεοῦ προνοίας ἐστερημένος. Ἀλλάριχος μὲν οὖν ἐπὶ ταῖς μικραῖς αἰτήσεσιν περιυβρισθεὶς ἤλαυνεν ἐπὶ τὴν Ῥώμην. Τέλος τῆς ἱστορίας Ζωσίμου. Περὶ πρέσβεων. Ἐκ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας Ἰωσήπου. 1. Ὅτι παρασπονδησάντων τῶν Ἀμμανιτῶν, καὶ τῶν πρέσβεων τῶν ἀποσταλέντων παρὰ Δαυὶδ πρὸς αὐτοὺς τὰ ἡμίση τῶν γενείων ξυρήσαντες καὶ τὰ ἡμίση τῶν ἱματίων ἀποτεμόντες, καὶ ἐκ τούτου ἀνήφθη πρὸς ἀλλήλους πόλεμος. 2. Ὅτι τῶν Ἀράβων νικησάντων τοὺς Ἰουδαίους ἐπὶ Ἡρώδοτοῦ βασιλέως, καὶ τῶν Ἰουδαίων πρέσβεις στειλάντων ἐπὶ τοῖς γεγενημένοις ποιησομένους εἰρήνην, τούτους οἱ Ἄραβες ἀπέκτειναν καὶ μετὰ πάσης προθυμίας ἐχώρουν ἐπὶ τὸ στρατιωτικὸν αὐτῶν. 3. Ὅτι πρὸς Οὐιτέλλιον ὁ Τιβέριος πέμπει γράμματα κελεύων αὐτῷ πράσσειν φιλίαν πρὸς Ἀρτάβανον τὸν Πάρθων βασιλέα (ἐφόβει γὰρ αὐτὸν ἐχθρὸς ὢν καὶ Ἀρμενίαν παρεσπασμένος μὴ ἐπὶ πλέον κακουργῇ), πιστεύειν δὲ τῇ φιλίᾳ μόνως ὁμήρων αὐτῷ διδομένων, μάλιστα δὲ τοῦ Ἀρταβάνου υἱέως. ταῦτα δὲ γράφων Τιβέριος πρὸς τὸν Οὐιτέλλιον μεγάλαις δόσεσι χρημάτων πείθει καὶ τὸν Ἰβήρων καὶ τὸν Ἀλανῶν βασιλέα πολεμεῖν Ἀρταβάνῳμηδὲ ἐνδοιάσαι. οἱ δὲ αὐτοὶ μὲν ἀντεῖχον, Ἀλανοὶ δὲ δίοδον αὐτοῖς διδόντες διὰ τῆς αὐτῶν καὶ τὰς θύρας τὰς Κασπίας ἀνοί 79 ξαντες ἐπάγουσι τῷ Ἀρταβάνῳ. καὶ ἥ τε Ἀρμενία ἀφῄρητο αὖθις, καὶ πλησθείσης πολέμων τῆς Παρθυαίων γῆς οἵ τε πρῶτοι τῶν τῇδε ἐκτείνοντο ἀνδρῶν, ἀνάστατά τε ἦν αὐτοῖς τὰ πάντα, καὶ τοῦ βασιλέως ὁ υἱὸς ἐκ τούτων τῶν μαχῶν ἐπέστη μετὰ πολλοῦ στρατοῦ μυριάδων, καὶ αὐτοῦ τὸν πατέρα Ἀρτάβανον. Οὐιτέλλιος δὲ πομπῇ χρημάτων εἴς τε συγγενεῖς καὶ φίλους τοὺς ἐκείνου γενομένῃ ἐμέλησε μὲν κτιννύειν διὰ τῶν τὰ δῶρα εἰληφότων, αἰσθανόμενος δὲ τὴν ἐπιβουλὴν ὁ Ἀρτάβανος ἄφυκτον οὖσαν διὰ τὸ ὑπὸ πολλῶν καὶ τῶν πρώτων ἀνδρῶν συντεθεῖσαν μὴ ἀνεῖσθαι τοῦ ἐπὶ πέρας ἐλθεῖν, καὶ νομίζων καὶ ὁπόσον αὐτῷ καθαρῶς συνειστήκει καὶ τόδε ἤτοι ἐφθαρμένον ἐπὶ δόλῳ τὴν εὔνοιαν προσποιεῖσθαι, ἢ πείρας αὐτῷ γενομένης μετατάξασθαι πρὸς τοὺς προαφεστηκότας, ἐπὶ τῶν ἄνω στρατιῶν ἔσωζεν ἑαυτόν. καὶ πολλὴν μετὰ ταῦτα στρατιὰν ἀθροίσας Δακῶν τε καὶ Σακῶν καὶ πολεμήσας τοὺς ἀνθεστηκότας κατέσχε τὴν ἀρχήν. ταῦτα ἀκούσας ὁ Τιβέριος ἠξίου φιλίαν αὐτῷ γενέσθαι πρὸς τὸν Ἀρτάβανον. ἐπεὶ δὲ κἀκεῖνος προκληθεὶς ἄσμενος ἐδέχετο τὸν περὶ αὐτῶν λόγον, ἐπὶ τὸν Εὐφράτην παρῆσαν ὅ τε Ἀρτάβανος καὶ ὁ Οὐιτέλλιος, καὶ ζεύξεως τοῦ ποταμοῦ γενομένης κατὰ τὸ μεσαίτατον τῆς γεφύρας ἀλλήλους ὑπηντίαζον μετὰ φυλακῆς ἑκάτερος τῆς περὶ αὐτόν. καὶ λόγων αὐτοῖς συμβατικῶν γενομένων Ἡρώδης ὁ τετράρχης εἱστίασεν αὐτοὺς κατὰ μέσον τὸν πόρον σκηνίδα ἐπισκηψάμενος τῷ πόρῳ πολυτελῆ. καὶ Ἀρτάβανος μετ' οὐ πολὺ πέμπει Τιβερίῳ ὅμηρον Δαρεῖον τὸν υἱὸν μετὰ πολλῶν δώρων, ἐν οἷς καὶ ἄνδρα ἑπτάπηχυν. ἐπὶ τούτοις Οὐιτέλλιος μὲν ἐπ' Ἀντιοχείας ᾔει, Ἀρτάβανος δὲ ἐπὶ τῆς Βαβυλωνίας. Ἡρώδης δὲ βουλόμενος δι' αὐτοῦ πρώτου γενέσθαι πίστιν καίσαρι τῶν ὁμήρων τῆς λήψεως ἐκπέμπει γραμματοφόρους τὰ πάντα ἀκριβῶς γράψας εἰς ἐπιστολὴν καὶ μηδὲν ὑπολειπόμενος ἐπὶ
37
μηνύσει τῷ ὑπατικῷ. πρὸς Οὐιτελλίου δὲ ἐκπεμφθεισῶν ἐπιστολῶν, καὶ τοῦ Καίσαρος ἐπισημήναντος πρὸς αὐτόν, ὡς δῆλα αὐτῷ γένοιτο πρότερον πίστιν περὶ αὐτῶν Ἡρώδου προτεθεικότος, ταραχθεὶς Οὐιτέλλιος μεγάλως τὶ καὶ πεπονθέναι μειζόνως ἢ ἐπέπρακτο ὑπολαμβάνων, ἄδηλον τὴν ἐπ' αὐτοῖς ἔκρυπτεν ὀργήν, μέχρι δὴ καὶ μετῆλθεν, Γαΐου τὴν ἀρχὴν παρειληφότος. Διοδώρου. Ἐκ τῆς ἱστορίας Διοδώρου Σικελιώτου. 1. Ὅτι Προυσίας ἀνάξιος γεγονὼς τοῦ τῆς βασιλείας προσχήματος καὶ διατελέσας πάντα τὸν τοῦ ζῆν χρόνον αἰσχρῶς κολακεύων τοὺς ὑπερέχοντας, καί ποτε Ῥωμαίων πρὸς αὐτὸν παραγενομένων πρεσβευτῶν, τὰ μὲν τῆς βασιλείας σύμβολα, τό τε διάδημα καὶ τὴν πορφύραν, ἀπέθετο, μιμησάμενος δὲ τὴν τῶν προσφάτως ἀπελευθερουμένων παρὰ Ῥωμαίοις τάξιν ἀπήντησεν ἐξυρημένος τὴν κεφαλὴν καὶ πόλιον ἔχων λευκόν, ἔτι δὲ φορῶν τήβενναν καὶ κάντιλον, ἀσπασάμενος δὲ τοὺς πρεσβευτὰς ἀπέφαινεν ἑαυτὸν ἀπελεύθερον εἶναι Ῥωμαίων. ἧς ἀγενεστέραν φωνὴν οὐ ῥᾴδιον εὑρεῖν. πολλὰ δὲ καὶ ἄλλα τούτοις οἰκεῖα πρότερον διεπράξατο. καὶ τότε δὲ κατὰ τὴν εἴσοδον γενόμενος τὴν εἰς τὴν σύγκλητον κατὰ τὸ θύρετρον ἀντίον στὰς τοῦ συνεδρίου καὶ καθεὶς τὰς χεῖρας ἀμφοτέρας προσεκύνησε τὸν οὐδὸν καὶ τοὺς καθημένους ἐπιφθεγξάμενος· χαίρετε, θεοὶ σωτῆρες, ὑπερβολὴν οὐδεμίαν ἀπολιπὼν κολακείας ἀνάνδρου καὶ γυναικιασμοῦ. ἀκολούθως δὲ τούτοις καὶ τὸν λόγον ἐν τῇ συγκλήτῳ ποιησάμενος τοιαῦτα διῆλθεν, ὥστε καὶ γράφειν ἡμῖν ἀπρεπὲς εἶναι. ἡ δὲ σύγκλητος τοῖς πλείστοις τῶν λεγομένων προσκόπτουσα καὶ τοῦ Προυσίου καταγινώσκουσα πρεπούσας τῇ κολακείᾳ τὰς ἀποκρίσεις ἐποιήσατο. Ῥωμαῖοι γὰρ καὶ πολεμίους ἐπ' ἀνδρείᾳ μεγαλοφρονοῦντας νικᾶν σπεύδουσιν. Τέλος τῆς ἱστορίας Διοδώρου Σικελιώτου. 81 Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς ἱστορίας Δίωνος Κοκκιανοῦ. 1. Ὅτι οἱ Αἴκουοι τό τε Τούσκουλον λαβόντες καὶ Μάρκον Μινούκιον νικήσαντες ἐν φρονήματι ἐγένοντο, ὥστε καὶ τοῖς πρέσβεσι τοῖς τῶν Ῥωμαίων, οὓς ἐπὶ τῇ τοῦ χωρίου καταλήψει αἰτιώμενοι σφᾶς ἔπεμψαν, πρὸς μὲν τὸ ἐπίκλημα μηδὲν ἀποκρίνασθαι, δρῦν δέ τινα διὰ τοῦ στρατηγοῦ σφῶν Κοιλίου Γράκχου δείξαντες πρὸς ἐκείνην, εἴ τι βούλοιντο, λέγειν αὐτοὺς κελεῦσαι. 2. Ὅτι τῆς στρατείας τῶν Γαλατῶν αἰτία αὕτη ἐγένετο. οἱ Κλουσινοὶ πολέμῳ ὑπ' αὐτῶν κακωθέντες πρὸς τοὺς Ῥωμαίους κατέφυγον ἐλπίδα οὐκ ἐλαχίστην ἔχοντες, ἐπειδὴ τοῖς Βιένταις καίπερ ὁμοφύλοις οὖσιν οὐ συνήραντο, πάντως τινὰ ὠφέλειαν παρ' αὐτῶν εὑρήσεσθαι. ὡς δὲ ἐκεῖνοι τὴν ἐπικουρίαν οὐκ ἐψηφίσαντο, πρέσβεις δὲ πρὸς τοὺς Γαλάτας πέμψαντες εἰρήνην αὐτοῖς ἔπραττον, ταύτην παρὰ μικρόν (ἐπὶ γὰρ μέρει τῆς χώρας προετείνετο σφίσιν) ἐποιήσαντο, συμπεσόντες δὲ τοῖς βαρβάροις ἐκ τῶν λόγων ἐς μάχην τοὺς τῶν Ῥωμαίων πρέσβεις προσπαρέλαβον. οἱ οὖν Γαλάται χαλεπῶς ἐπὶ τῇ ἀντιτάξει αὐτῶν ἐνεγκόντες τὸ μὲν πρῶτον ἀνταπέστειλάν τινας ἐς τὴν Ῥώμην αἰτιώμενοι τοὺς πρέσβεις, εἶτ', ἐπειδὴ μήτε τιμωρία σφίσιν ἐγένετο, καὶ χιλίαρχοι πάντες ἀπεδείχθησαν, θυμοῦ τε ἐπληρώθησαν ὄντες καὶ ἄλλως ὀργὴν ἄκροι, καὶ τοὺς Κλουσινοὺς ἐν ὀλιγωρίᾳ θέμενοι πρὸς τὴν Ῥώμην ὥρμησαν. 3. Ὅτι πυθομένων τῶν Ῥωμαίων ὡς Ταραντῖνοι καὶ ἄλλοι τέ τινες πόλεμον ἀρτύουσι κατ' αὐτῶν, καὶ πρεσβευτὴν Φαβρίκιον εἰς τὰς πόλεις τὰς συμμαχίδας, ὅπως μηδὲν νεωτερίσωσιν, στειλάντων, ἐκεῖνόν τε συνέλαβον, καὶ πέμψαντες πρὸς τοὺς Τυρσηνοὺς καὶ Ὀμβρικοὺς καὶ Γαλάτας συχνοὺς αὐτῶν, τοὺς μὲν παραχρῆμα, τοὺς δὲ οὐ πολλῷ ὕστερον προσαπέστησαν. 4. Ὅτι Λούκιος ἀπεστάλη παρὰ Ῥωμαίων ἐς Τάραντα. οἱ δὲ Ταραντῖνοι Διονύσια ἄγοντες καὶ ἐν τῷ θεάτρῳ διακορεῖς οἴνου τὸ δείλης καθήμενοι πλεῖν ἐπὶ σφᾶς αὐτὸν ὑπετόπησαν, καὶ παραχρῆμα δι' ὀργῆς, καί τι καὶ τῆς μέθης αὐτοὺς ἀναπειθούσης, ἀντανήχθησαν, καὶ προσπεσόντες αὐτῷ μήτε χεῖρας ἀνταιρομένῳ μήθ' ὅλως πολέμιόν τι
38
ὑποτοπουμένῳ κατέδυσαν κἀκεῖνον καὶ ἄλλους πολλούς. πυθόμενοι δὲ ταῦθ' οἱ Ῥωμαῖοι χαλεπῶς μέν, ὥσπερ οὖν εἰκός, ἔφερον, οὐ μὴν καὶ στρατεῦσαι ἐπ' αὐτοὺς εὐθὺς ἠθέλησαν. πρέσβεις μέντοι, τοῦ μὴ κατασεσιωπηκέναι δόξαι κἀκ τούτου θρασυτέρους αὐτοὺς ποιῆσαι, ἔστειλαν. καὶ αὐτοὺς οἱ Ταραντῖνοι οὐχ ὅπως καλῶς ἐδέξαντο ἢ τρόπον γέ τινα ἐπιτήδειον ἀποκρινάμενοι ἀπέπεμψαν, ἀλλ' εὐθύς, πρὶν καὶ λόγον σφίσι δοῦναι, γέλωτα τά τε ἄλλα καὶ τὴν στολὴν αὐτῶν ἐποιοῦντο. ἦν δὲ ἡ ἀστική, ᾗ κατ' ἀγορὰν χρώμεθα· ταύτην γὰρ ἐκεῖνοι εἴτ' οὖν σεμνότητος ἕνεκα εἴτε καὶ διὰ δέος, ἵν' ἔκ γε τούτου αἰδεσθῶσιν αὐτούς, ἐσταλμένοι ἦσαν. κατὰ συστάσεις τε οὖν κωμάζοντες ἐτώθαζον (καὶ γὰρ καὶ τότε ἑορτὴν ἦγον, ὑφ' ἧς καίτοι μηδένα χρόνον σωφρονοῦντες ἔτι καὶ μᾶλλον ὕβριζον), καὶ τέλος προσστάς τις τῷ Ποστουμίῳ καὶ κύψας ἑαυτὸν ἐξέβαλε καὶ τὴν ἐσθῆτα αὐτοῦ ἐκηλίδωσεν. θορύβου δὲ ἐπὶ τούτῳ παρὰ πάντων τῶν ἄλλων γενομένου, καὶ τὸν μὲν ἐπαινούντων ὥσπερ τι θαυμαστὸν εἰργασμένον, ἐς δὲ δὴ τοὺς Ῥωμαίους πολλὰ καὶ ἀσελγῆ ἀνάπαιστα ἐν ῥυθμῷ τοῦ τε κρότου καὶ τῆς βαδίσεως ᾀδόντων, ὁ Ποστούμιος· γελᾶτε, ἔφη, γελᾶτε, ἕως ἔξεστιν ὑμῖν· κλαυσεῖσθε γὰρ ἐπὶ μακρότατον, ὅταν τὴν ἐσθῆτα ταύτην τῷ αἵματι ὑμῶν ἀποπλύνητε. 5. Ὅτι ὁ Πύρρος πρέσβεις ὑπὲρ τῶν αἰχμαλώτων ἄλλους τε καὶ τὸν Φαβρίκιον προσιέναι πυθόμενος φρουράν τε σφίσι πρὸς τὰ μεθόρια, μὴ καὶ βίαιόν τι ὑπὸ τῶν Ταραντίνων πάθωσιν, ἔπεμψε καὶ μετὰ τοῦτο καὶ ἀπήντησεν, ἔς τε τὴν πόλιν αὐτοὺς ἐσαγαγὼν καὶ ἐξένισε λαμπρῶς καὶ τἄλλα ἐδεξιώσατο, ἐλπίσας σπονδῶν τε δεῖσθαι καὶ ὁμολογίαν, οἵαν ἡττηθέντας εἰκὸς ἦν, ποιήσεσθαι. 6. Ὅτι οἱ Ῥωμαῖοι τοὺς Ἰσσαίους προσχωρήσαντας αὐτοῖς, 83 ἀνθυπουργεῖν τι εὐθὺς τούτοις προθύμως, ὡς τοῖς πρὸς ἑαυτοὺς ἐσπουδακόσι βοηθεῖν δοκεῖν, καὶ τοὺς Σαρδιαίους ἀμύνεσθαι, διότι τοὺς ἐκ τοῦ Βρεντεσίου ἐκπλέοντας ἐκακούργουν, ἐθελήσαντες ἔπεμψαν πρὸς Ἄγρωνα, τοὺς μὲν παραιτούμενοι, τὸν δὲ ὅτι μηδὲν προπαθὼν ἀδικοίη σφᾶς αἰτιώμενοι. καὶ ἐκεῖνον μὲν οὐκ ἔτι περιόντα εὗρον, ἀλλά τι παιδίον Πίννην ὄνομα καταλιπὼν ἐτεθνήκει, Τεύτα δὲ ἡ γυνὴ αὐτοῦ, μητρυιὰ δὲ τοῦ Πίννου, ἐκράτει τῶν Σαρδιαίων. ὑπὸ θρασύτητος οὖσα οὐδὲν μέτριον αὐτοῖς ἀπεκρίνατο, ἀλλ' οἷα γυνὴ πρὸς τῇ ἐμφύτῳ προπετείᾳ καὶ ὑπὸ τῆς δυνάμεως ἧς ἦρχε χαυνουμένη, τοὺς μὲν ἔδησε τῶν πρέσβεων, τοὺς δὲ καὶ ἀπέκτεινεν, ὅτι ἐπαρρησιάσαντο. καὶ τότε μὲν ταῦτ' ἔπραξε καὶ φρόνημα ἀπ' αὐτῶν, ὥσπερ τινὰ ἰσχὺν ἐν τῷ προχείρῳ τῆς ὠμότητος ἐπιδεδειγμένη, ἔλαβεν, διήλεγξε δὲ δι' ἐλαχίστου τὴν τοῦ γυναικείου γένους ἀσθένειαν ταχὺ μὲν ὑπὸ βραχύτητος γνώμης ὀργιζομένην, ταχὺ δὲ καὶ ὑπὸ δειλίας φοβουμένην. ἐπειδὴ γὰρ τάχιστα τὸν πόλεμον τοὺς Ῥωμαίους ἐψηφίσθαι οἱ ἐπύθετο, κατέπτηξε καὶ τούς τε ἄνδρας οὓς εἶχεν αὐτῶν ἀποδώσειν ὑπέσχετο, καὶ ἐπὶ τοῖς τετελευτηκόσιν ἀπελογεῖτο λέγουσα ὑπὸ λῃστῶν τινῶν αὐτοὺς πεφονεῦσθαι. τῶν τε Ῥωμαίων τὰ τῆς στρατείας διὰ τοῦτ' ἐπισχόντων, τοὺς δὲ αὐτόχειρας ἐξαιτησάντων, κατεφρόνησέ τε αὖθις, ὅτι μηδέπω τὰ δεινὰ αὐτῇ παρῆν, καὶ οὔτε τινὰ ἐκδώσειν ἔφη καὶ ἐπὶ τὴν Ἴσσαν στράτευμα ἀπέστειλεν. ἐπειδὴ δὲ τοὺς ὑπάτους παρόντας ᾔσθετο, κατέδεισεν αὖ καὶ τοῦ θυμοῦ ὑφῆκε καὶ ἐς πᾶν ὁτιοῦν ἐπακοῦσαι σφῶν ἑτοίμη ἐγένετο· οὐ μέντοι καὶ παντάπασιν ἐσωφρονίσθη. τῶν γὰρ ὑπάτων πρὸς Κέρκυραν περαιωθέντων, ἀνεθάρσησε καὶ ἀποστᾶσα ἐπὶ Ἐπίδαμνον στράτευμα ἀπέστειλεν, τῶν δὲ Ῥωμαίων τὰς πόλεις ῥυσαμένων καὶ πλοῖα αὐτῆς μετὰ χρημάτων λαμβανόντων, ἐμέλλησεν αὖθις πειθαρχῆσαι σφίσιν· ἐπεὶ δὲ ἀναβάντες ὑπὲρ τῆς θαλάσσης κακῶς περὶ τὸν Ἀτύριον 84 λόφον ἀπήλλαξαν, ἐπέσχεν ἐλπίσασα αὐτούς (ἤδη γὰρ καὶ χειμὼν ἦν) ἀπαναστήσεσθαι. αἰσθομένη δὲ τὸν Ἀλβῖνον κατὰ χώραν μένειν, καὶ τὸν Δημήτριον ἔκ τε τῆς ἐμπληξίας ἐκείνης καὶ ἐκ τοῦ τῶν Ῥωμαίων φόβου μεθεστηκότα καί τινας ἄλλους αὐτομολῆσαι πεπεικότα, παντελῶς κατέδεισε καὶ τὴν ἀρχὴν ἀφῆκεν. 7. Ὅτι οἱ Ῥωμαῖοι διεκηρυκεύσαντο τῷ Ἀννίβᾳ ἀνταπόδοσιντῶν αἰχμαλώτων ἀξιοῦντες γενέσθαι, οὐ κατηλλάξαντο δὲ αὐτούς, καίπερ καὶ ἐκείνου Καρθάλωνα ἐπ' αὐτὸ τοῦτο ἀντιπέμψαντος. ἐπειδὴ γὰρ οὐκ ἐδέξαντο αὐτὸν εἴσω τοῦ τείχους κατὰ τὸ πολέμιον, οὐδὲ ἐς λόγους αὐτοῖς ἐλθεῖν ἠθέλησεν, ἀλλ' εὐθὺς δι' ὀργῆς ἀνέστρεψεν. 8. Ὅτι ἦρξαν τῆς διαφορᾶς οἱ Ἀχαιοὶ τοῖς Λακεδαιμονίοις ἐγκαλοῦντες (διηνέχθησαν
39
γὰρ ἀλλήλοις) ὡς τῶν συμβεβηκότων σφίσιν αἰτίοις γεγονόσιν, Διαίου ὅτι μάλιστα τοῦ στρατηγοῦ αὐτοὺς ἐνάγοντος. καὶ τῶν γε Ῥωμαίων καταλλάκτας αὐτοῖς πολλάκις πεμψάντων οὐκ ἐπείσθησαν, ἀλλὰ καὶ τοὺς πρέσβεις, οὓς ἐκεῖνοι διασπάσαι πη τὸ Ἑλληνικόν, ὅπως ἀσθενέστεροι ὦσιν, ἐθελήσαντες ἔπεμψαν, πρόφασιν τὸ μὴ δεῖν τὰς πόλεις τὰς τοῦ Φιλίππου γενομένας, ὧν καὶ Κόρινθος ἦν ἔς τε τὰ ἄλλα ἀνθοῦσα καὶ ἐν τῷ συνεδρίῳ κρατιστεύουσα, μετέχειν αὐτοῦ ποιησάμενοι, παρ' ὀλίγον ἦλθον ἀποκτεῖναι. φυγῇ δ' οὖν αὐτῶν ἐκ τοῦ Ἀκροκορίνθου, ἐν ᾧ ἦσαν, προαποχωρησάντων, ἐπρεσβεύσαντο μὲν ἐς τὴν Ῥώμην ἀπολογούμενοι ὑπὲρ τοῦ γεγονότος· οὐ γὰρ ἐπ' ἐκείνους, ἀλλ' ἐπὶ τοὺς Λακεδαιμονίους τοὺς μετ' αὐτῶν ὄντας ὁρμῆσαι ἔφασκον· τῶν δὲ Ῥωμαίων τὴν μὲν σκῆψιν αὐτῶν οὐκ ἐλεγξάντων (τοῖς τε γὰρ Καρχηδονίοις ἔτι ἐπολέμουν καὶ τὰ τῶν Μακεδόνων οὐδέπω καλῶς βέβαια εἶχον), ἄνδρας δὲ στειλάντων καὶ τὴν ἄδειαν αὐτοῖς, ἂν μηδὲν ἔτι νεωτερίσωσιν, δώσειν ὑποσχομένων, τὸ συνέδριον αὐτοῖς οὐ παρέσχον, ἀλλ' ἐς ἕτερον σφᾶς σύλλογον, ὃς μεθ' ἕκμηνον ἔμελλεν ἔσεσθαι, ἀνεβάλλοντο. 9. Ὅτι οἱ Ῥωμαῖοι στασιάσαντες πρὸς ἀλλήλους τὸν Μέτελλον 85 μετεπέμψαντο κελεύσαντες αὐτῷ πρὸς τοὺς Σαυνίτας, ὅπως ποτ' ἂν δύνηται, συμβῆναι· οὗτοι γὰρ ἔτι τότε μόνοι τὴν Καμπανίαν καὶ τὴν ἐπέκεινα αὐτῆς ἐκακούργουν. ὁ δὲ τούτοις οὐκ ἐσπείσατο· τήν τε γὰρ πολιτείαν ἠξίουν οὐχ ἑαυτοῖς μόνον ἀλλὰ καὶ τοῖς ηὐτομοληκόσι πρὸς σφᾶς δοθῆναι, καὶ οὔτε τι τῆς λείας ἣν εἶχον ἀποδοθῆναι ἤθελον, καὶ τοὺς αἰχμαλώτους τούς τε αὐτομόλους σφῶν πάντας ἀπῄτουν, ὥστε μηδὲ τοὺς βουλευτὰς τὴν εἰρήνην ἔτι τὴν πρὸς αὐτοὺς ἐπὶ τούτοις ἑλέσθαι. 10. Ὅτι Ποθεινοῦ τοῦ εὐνούχου τοῦ τὴν διοίκησιν τῶν τοῦ Πτολεμαίου χρημάτων προστεταγμένου κατὰ Ῥωμαίων ἐκστρατεῦσαι τοὺς Αἰγυπτίους παρασκευάσαντος, πυθόμενος τοῦτο ὁ Καῖσαρ καὶ καταδείσας τὸ πλῆθος αὐτῶν καὶ τὰς τόλμας ἔπεμψέ τινας πρὸς τὸν Ἀχιλλᾶν, οὔτι γε τῷ αὑτοῦ ἀλλὰ τῷ τοῦ Πτολεμαίου ὀνόματι κελεύοντος αὐτῷ τὴν ἡσυχίαν ἄγειν. καὶ ὃς συνιείς, ὅτι οὐ τοῦ παιδὸς ἀλλ' ἐκείνου ἡ πρόσταξις ἦν, οὐχ ὅπως οὐκ ἐπήκουσεν αὐτοῦ, ἀλλὰ καὶ προσκαταφρονήσας ὡς καὶ φοβουμένου τούς τε στρατιώτας συνήγαγε καὶ πολλὰ μὲν ὑπὲρ τοῦ Πτολεμαίου, πολλὰ δὲ καὶ κατὰ τοῦ Καίσαρος τῆς τε Κλεοπάτρας εἰπὼν τέλος καὶ ἐπὶ τοὺς πεμφθέντας καίπερ Αἰγυπτίους ὄντας παρώξυνεν αὐτούς, ὅπως τοῦ τε φόνου σφῶν ἀναπλησθῶσι καὶ ἐς ἀνάγκην ἀσπείστου πολέμου κατασταθῶσιν. 11. Ὅτι τοῦ Ἀντωνίου τῇ τῶν Πάρθων πόλει προσκαθημένου δείσας ὁ Φραάτης μὴ καὶ κακόν τι ἐργάσηται, ἔπεισεν αὐτόν, ὑποπέμψας τινάς, ἐπικηρυκεύσασθαί οἱ ὡς καὶ ῥᾷστα τῶν σπονδῶν τευξόμενον. καὶ αὐτὸς τοῖς τε πεμφθεῖσιν ὑπ' αὐτοῦ ἐχρημάτισεν ἐπί τε χρυσοῦ δίφρου καθήμενος καὶ τὴν νευρὰν τοῦ τόξου ψάλλων. καταδραμὼν οὖν αὐτοὺς πολλὰ τὴν εἰρήνην, ἄν γε παραχρῆμα ἀποστρατοπεδεύσωνται, δώσειν ὑπέσχετο. ὃ καὶ γέγονεν. καὶ τὰ μηχανήματα τῶν Ῥωμαίων κατεκαύθη. 12. Ὅτι ὁ Οὐολόγαισος τοῖς Τιγρανοκέρτοις προσέμιξε καὶ 86 τὸν Παῖτον ἐπιβοηθήσαντα σφίσιν ἀπεώσατο, φεύγοντα δὲ αὐτὸν ἐπιδιώξας τήν τε ἐπὶ τοῦ Ταύρου καταλειφθεῖσαν ὑπ' αὐτοῦ φρουρὰν ἐξέκοψε καὶ ἐκεῖνον ἐς Ῥάνδειαν πρὸς τῷ Ἀρσανίᾳ ποταμῷ οὖσαν κατέκλεισεν. κἂν ἀπανέστη μηδὲν περάνας (οὔτε γὰρ πελάσαι πη τῷ ἐρύματι ἅτε χωρὶς ὁπλιτῶν ὢν ἐδύνατο, οὔτε τῆς τροφῆς, ἄλλως τε καὶ πλήθει πολλῷ ἄνευ παρασκευῆς σιτίων ἀφιγμένος, εὐπόρει), εἰ μὴ ὁ Παῖτος τήν τε τοξείαν αὐτοῦ καὶ ἐς αὐτὸ τὸ στρατόπεδον ἀφικνουμένην καὶ τὴν ἵππον πανταχοῦ φαινομένην δείσας λόγους τε ὑπὲρ σπονδῶν αὐτῷ ἔπεμψε καὶ ὡμολόγησε καὶ ὤμοσεν αὐτός τε τὴν Ἀρμενίαν ἅπασαν ἐκλείψειν καὶ τὸν Νέρωνα τῷ Τιριδάτῃ αὐτὴν δώσειν. ἀγαπήσας γὰρ ἐπὶ τούτοις ὁ Πάρθος ὡς καὶ τὴν χώραν ἀπονητὶ ληψόμενος καὶ εὐεργεσίαν ἐς τοὺς Ῥωμαίους μεγάλην καταθησόμενος, καὶ ἅμα καὶ τὸν Κουρβούλωνα, ὃν ὁ Παῖτος πρὶν περιστοιχισθῆναι μετεπέμπετο, πλησιάζειν πυθόμενος, ἀφῆκεν αὐτοὺς προδιομολογησάμενος, ἵνα τὸν ποταμὸν αὐτῷ Ἀρσανίαν ζεύξωσιν, οὐχ ὅτι γεφύρας ἐδεῖτο (πεζῇ γὰρ αὐτὸν διεληλύθει), ἀλλ' ἵνα ἐνδείξηται σφίσιν, ὅτι κρείττων αὐτῶν ἦν. ἀμέλει οὐδὲ τότε διὰ τοῦ ζεύγματος ἀνεχώρησεν, ἀλλ' αὐτὸς μὲν ἐπ' ἐλέφαντος, οἱ δὲ ἄλλοι ὥσπερ καὶ πρότερον. ἄρτι τε ἡ ὁμολογία
40
ἐγεγόνει, καὶ ὁ Κουρβούλων ἀμηχάνῳ τάχει πρὸς τὸν Εὐφράτην ἐλθὼν ἐνταῦθ' ὑπέμεινεν. ὅτε δ' οὖν συνεγένοντο ἀλλήλοις, πλεῖστον ἄν τις τὸ διάφορον τῶν στρατοπέδων καὶ τῶν στρατηγῶν, τῶν μὲν χαιρόντων τε καὶ λαμπρυνομένων ἐπὶ τῇ σπουδῇ, τῶν δὲ λυπουμένων τε καὶ αἰσχυνομένων ἐπὶ τῇ συνθήκῃ, κατενόησεν. ὁ δὲ Οὐολόγαισος Μοναίσην πρὸς Κουρβούλωνα πέμψας ἠξίωσεν αὐτὸν τὸ ἔρυμα τὸ ἐν τῇ Μεσοποταμίᾳ ἐκλιπεῖν· καὶ διελέχθησαν ἐκεῖνοι πολλὰ ἀλλήλοις ἐν αὐτῇ τῇ τοῦ Εὐφράτου γεφύρᾳ τὸ μέσον αὐτῆς λύσαντες. ὑποσχομένου δὲ τοῦ Κουρβούλωνος ἀπαλλαγήσεσθαι ἐκ τῆς χώρας, ἂν καὶ ὁ Πάρθος τὴν Ἀρμενίαν ἐκλείπῃ, ἑκάτερον ἐγένετο, μέχρι οὗ ὁ Νέρων τὰ πραχθέντα πυθόμενος καὶ τοῖς πρέσβεσι τοῦ Οὐολογαίσου, οὓς αὖθις ἔπεμψεν, χρηματίσας τούτοις μὲν ἀπεκρίνατο τὴν Ἀρμενίαν δώσειν τῷ Τιριδάτῃ, ἂν ἐς τὴν Ῥώμην ἀνέλθῃ, τὸν δὲ δὴ Παῖτον τῆς ἀρχῆς παύσας τούς τε στρατιώτας τοὺς σὺν αὐτῷ 87 γενομένους ἄλλοσέ ποι πέμψας τὸν Κουρβούλωνα αὖθις τῷ κατ' αὐτὴν πολέμῳ προσέταξεν. ἐβουλεύσατο μὲν γὰρ αὐτὸς ἐκστρατεῦσαι, ἐπεὶ δὲ θύων ἔπεσεν, οὐκ ἐτόλμησεν ἐξορμῆσαι, ἀλλὰ κατὰ τὴν χώραν ἔμεινεν. 13. Ὅτι ὁ Οὐολόγαισος οὔτε ἐλθεῖν πρὸς τὸν Νέρωνα, καίτοι πολλάκις μεταπεμφθείς, ἠθέλησε καὶ τέλος, ὡς ὀχληρὸς αὐτῷ ἐγένετο, ἀντεπέστειλέν οἱ ὅτι· πολύ σοι ῥᾷον ἢ ἐμοί ἐστι τοσαύτην θάλασσαν πλεῦσαι. ἂν οὖν ἐς τὴν Ἀσίαν ἔλθῃς, τότε συνθησόμεθα ποῦ δυνησόμεθα συμβαλεῖν ἀλλήλοις. τοιαῦτα τὸ τελευταῖον ὁ Πάρθος ἔγραψεν. 14. Ὅτι ὁ Δομιτιανὸς ἡττηθεὶς ὑπὸ Μαρκομάννων καὶ φυγὼν ἔπεμψε διὰ ταχέων πρὸς τὸν Δεκέβαλον τὸν Δακῶν βασιλέα καὶ ἐς σπονδὰς αὐτὸν ὑπηγάγετο, ἃς πολλάκις αἰτήσαντι αὐτῷ πρότερον οὐκ ἐδεδώκει. καὶ ὃς ἐδέξατο μὲν τὴν σύμβασιν (δεινῶς γὰρ ἐτεταλαιπώρητο), οὐ μέντοι καὶ αὐτὸς ἠθέλησεν ἐς λόγους αὐτῷ ἐλθεῖν, ἀλλ' ἔπεμψε τὸν Διῆγιν μετὰ τῶν ἀνδρῶν τά τε ὅπλα καὶ αἰχμαλώτους τινάς, ὡς καὶ μόνους ἐκείνους ἔχων, δώσοντα. γενομένου δὲ τούτου ὁ Δομιτιανὸς τῷ Διήγιδι διάδημα ἐπέθηκε καθάπερ ὡς ἀληθῶς κεκρατηκὼς καὶ βασιλέα τινὰ τοῖς Δακοῖς δοῦναι δυνάμενος, καὶ τοῖς στρατιώταις καὶ τιμὰς καὶ ἀργύριον ἐχαρίσατο, καὶ ἐς τὴν Ῥώμην ὡς νενικηκὼς ἐπέστειλε τά τε ἄλλα καὶ πρέσβεις παρὰ τοῦ Δεκεβάλου ἐπιστολήν τε, ὥς γε ἔφασκεν, ἣν ἐλέγετο πεπλακέναι καὶ πολλοῖς τὴν ἑορτὴν πομπείοις ἐκόσμησεν οὐκ ἐξ ὧν εἷλεν (πᾶν γὰρ τοὐναντίον καὶ προσανάλωσε ταῖς σπονδαῖς, συχνὰ μὲν καὶ αὐτίκα χρήματα καὶ δημιουργοὺς παντοίας τέχνης καὶ εἰρηνικῆς καὶ πολεμικῆς τῷ Δεκεβάλῳ δούς, συχνὰ δὲ καὶ ἀεὶ δώσειν ὑποσχόμενος) ἀλλ' ἐκ τῶν βασιλικῶν ἐπίπλων· τούτοις γὰρ ὡς καὶ αἰχμαλώτοις ἀεί ποτε ἐχρῆτο, ἅτε καὶ τὴν ἀρχὴν αὐτὴν δεδουλωμένος. 15. Ὅτι Ἀδήνυστραι τεῖχος ἰσχυρόν, πρὸς ὃ Σέντιός τις ἑκατόνταρχος πεμφθεὶς πρὸς τὸν Μηβαρσάπην πρεσβευτὴς καὶ δεθεὶς ὑπ' αὐτοῦ ἔν τε τῷ χωρίῳ ἐκείνῳ ὤν, ἔπειτ', ἐπειδὴ οἱ Ῥωμαῖοι 88 ἐπλησίασαν αὐτῷ, τῶν τε συνδεσμωτῶν τινας παρεσκεύασε καὶ μετ' αὐτῶν ἔκ τε τῶν δεσμῶν διαδρὰς καὶ τὸν φρούραρχον ἀποκτείνας ἀνέῳξε τὰς πύλας τοῖς ὁμοφύλοις. 16. Ὅτι τῷ· Οὐολογαίσῳ τῷ Σανατρούκου παιδὶ ἀντιπαραταξαμένῳ τοῖς περὶ Σεβῆρον καὶ διακωχὴν πρὶν συμμῖξαι σφίσιν αἰτήσαντι καὶ λαβόντι πρέσβεις τε πρὸς αὐτὸν ἀπέστειλε καὶ μέρος τι τῆς Ἀρμενίας ἐπὶ τῇ εἰρήνῃ ἐχαρίσατο. 17. Ὅτι τῶν Ἀλανῶν τῶν καὶ Μασαγετῶν καλουμένων κινηθέντων ὑπὸ Φαρασμάνου καὶ τὴν Ἀλβανίδα καὶ τὴν Μημίδα ἰσχυρῶς λυπησάντων τῆς τε Ἀρμενίας τῆς τε Καππαδοκίας ἁψαμένων, ἔπειτα τῶν Ἀλανῶν τὰ μὲν δώροις ὑπὸ τοῦ Οὐολογαίσου πεισθέντων, τὰ δὲ καὶ Φλάβιον Ἀρριανὸν τὸν τῆς Καππαδοκίας ἄρχοντα φοβηθέντων, ἐπαύσαντο. 18. Ὅτι διὰ τὸ τοὺς Καληδονίους μὴ ἐμμείναντας ταῖς ὑποσχέσεσι καὶ τοῖς Μαιάταις παρεσκευασμένους ἀμῦναι, διὰ τὸ τότε τὸν Σεβῆρον τῷ παροίκῳ πολέμῳ προσκεῖσθαι, κατηναγκάσθη ὁ Λοῦπος μεγάλων χρημάτων τὴν εἰρήνην παρὰ τῶν Μαιατῶν ἐκπρίασθαι αἰχμαλώτους τινὰς ὀλίγους ἀπολαβών. 19. Ὅτι ὁ Μακρῖνος ὁ τῶν Ῥωμαίων βασιλεὺς ἰδὼν τὸν Ἀρτάβανον τὸν τῶν Πάρθων βασιλέα ἐφ' οἷς ἐπεπόνθει θυμούμενον καὶ δυνάμει πολλῇ ἐς τὴν Μεσοποταμίαν ἐμβεβληκότα, τὸ μὲν πρῶτον τούς τε αἰχμαλώτους αὐτῷ αὐτεπάγγελτος καὶ λόγους φιλίους ἔπεμψε πρός τε τὴν εἰρήνην αὐτὸν προκαλούμενος καὶ τὴν αἰτίαν τῶν γεγονότων ἐς Καράκαλλον τρέπων· ὡς
41
δὲ ἐκεῖνος οὔτε τοῦτο προσεδέξατο, καὶ προσέτι καὶ τὰ φρούρια αὐτὸν τάς τε πόλεις κατασκαφείσας ἀναστῆσαι τῆς τε Μεσοποταμίας παντελῶς ἐκστῆναι καὶ δίκας ἐπί τε τοῖς ἄλλοις καὶ ἐπὶ τῇ τῶν βασιλικῶν μνημάτων λύμῃ δοῦναι ἐκέλευεν (τῇ τε γὰρ δυνάμει, ἣν πολλὴν ἠθροίκει, θαρρῶν καὶ τοῦ Μακρίνου ὡς καὶ παρὰ τὴν ἀξίαν αὐταρχοῦντος καταφρονῶν τῇ τε ὀργῇ ἀπλήστῳ ἐχρῆτο, καὶ ἤλπιζε καὶ ἄκοντος αὐτοῦ πάνθ' ὅσα ἐβούλετο κατεργάσασθαι), οὐδὲ καιρὸν οὐδένα διαβουλεύσασθαι ἔσχεν. 20. Ὅτι ὁ Μακρῖνος καὶ ὁ Ἀρτάβανος διαπρεσβευόμενοι καὶ διακηρυκευόμενοι συνηλλάγησαν. ὁ γὰρ Μακρῖνος ὑπὸ δειλίας καὶ ὑπὸ τῆς τῶν στρατιωτῶν ἀταξίας οὐκ ἐτόλμησε πολεμῆσαι, ἀλλὰ καὶ πάνυ πολλὰ τῆς εἰρήνης ἕνεκα καὶ δῶρα καὶ χρήματα καὶ αὐτῷ τῷ Ἀρταβάνῳ καὶ τοῖς παραδυναστεύουσίν οἱ ἐδαπάνησεν, ὥστε καὶ ἐς πεντακισχιλίας μυριάδας τὸ σύμπαν ἀνάλωμα γενέσθαι. καὶ ὁ Πάρθος τῇ τοῦ χρόνου τριβῇ, ὃν πολὺν ἀπ' οἴκου οὐκ εἰωθότες ἦσαν, καὶ τῇ τῆς τροφῆς σπάνει, ἣν οὐκ ἐκ παρασκευῆς ἑτοιμάζονται, συνηλλάγησαν. 21. Ὅτι καὶ τὰ κατὰ τὸν Ἀρμένιον πολεμηθέντα κατέστη, τοῦ Τιριδάτου πεμφθὲν αὐτῷ τὸ διάδημα παρὰ τοῦ Μακρίνου λαβόντος, καὶ τὴν μητέρα, ἣν ἕνδεκα μησὶν ὁ Καράκαλλος ἐν τῷ δεσμωτηρίῳ κατεσχήκει, τήν τε λείαν τὴν ἐκ τῆς Ἀρμενίας ἁλοῦσαν κομισαμένου, καὶ τὰ χωρία, ὅσα ὁ πατὴρ αὐτοῦ ἐν τῇ Καππαδοκίᾳ ἐκέκτητο, τό τε ἀργύριον, ὃ κατ' ἔτος παρὰ τῶν Ῥωμαίων εὑρίσκετο, ἐλπίσαντος λήψεσθαι. οἵ τε Δακοὶ πολλὰ λυμαινόμενοι ἀνέσχον τοὺς ὁμήρους, οὓς ὁ Καράκαλλος ἐν συμμαχίας λόγῳ παρ' αὐτῶν εἰλήφει, κομισάμενοι. Ἐκ τῆς ἱστορίας Ἀρριανοῦ ἀναβάσεως Ἀλεξάνδρου. 1. Ὅτι Ἄριστος καὶ Ἀσκληπιάδης τῶν τὰ Ἀλεξάνδρου ἀναγρψάντων καὶ Ῥωμαίους λέγουσιν ὅτι ἐπρέσβευσαν· καὶ ἐντυχόντα ταῖς πρεσβείαις Ἀλέξανδρον ὑπὲρ Ῥωμαίων τι τῆς ἐς τὸ ἔπειτα δυνάμεως ἐσομένης μαντεύσασθαι, τόν τε κόσμον τῶν ἀνδρῶν ἰδόντα καὶ τὸ φιλόπονόν τε καὶ ἐλεύθερον καὶ περὶ τοῦ πολιτεύματος ἅμα διαπυνθανόμενον. καὶ τοῦτο οὔτε ὡς ἀτρεκὲς οὔτε ὡς ἄπιστον πάντη ἀνέγραψα· πλήν γε δὴ οὔτε τις Ῥωμαίων ὑπὲρ τῆς πρεσβείας ταύτης ὡς παρὰ Ἀλέξανδρον σταλείσης μνήμην τινὰ ἐποιήσατο, οὔτε Πτολεμαῖος ὁ Λάγου οὔτε Ἀριστόβουλος· οὐδὲ 90 τῷ Ῥωμαίων πολιτεύματι ἐπεοικὸς ἦν, ἐλευθέρῳ δὴ τότε ἐς τὰ μάλιστα ὄντι, παρὰ βασιλέα ἀλλόφυλον ἄλλως τε καὶ ἐς τοσόνδε ἀπὸ τῆς οἰκείας πρεσβεῦσαι, οὔτε φόβου ἐξαναγκάζοντος οὔτε κατ' ἐλπίδα ὠφελείας, μίσει τε, εἴπερ τινὰς ἄλλους, τοῦ τυραννικοῦ γένους καὶ ὀνόματος κατεχομένους. Τέλος τῆς ἱστορίας Ἀρριανοῦ. Περὶ πρέσβεων ἐθνικῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Προκοπίου Καισαρέως. 1. Ὅτι Οὐαραράνης ὁ Περσῶν βασιλεὺς ἐπῆλθεν ἐς Ῥωμαίων τὴν γῆν, οὐδὲν δὲ ἔδρασεν ἄχαρι, ἀλλ' ἐπανῆλθεν ἐς τὰ οἰκεῖα. Ἀνατόλιον γὰρ τὸν τῆς ἑῴας στρατηγὸν Θεοδόσιος ὁ βασιλεὺς πρεσβευτὴν ἐς Πέρσας μόνον αὐτὸν ἐτύγχανε πέμψας. ὅς, ἐπειδὴ ἄγχιστα ἐγεγόνει τοῦ Μήδων στρατοῦ, ἀποθρώσκει μὲν τοῦ ἵππου μόνος, πεζῇ δὲ βαδίζων ἐπὶ Οὐαραράνην εἰσῄει. καὶ αὐτὸν Οὐαραράνης ἰδὼν τῶν παρόντων ἀνεπυνθάνετο, ὅστις ποτὲ ὁ προσιὼν εἴη· οἱ δὲ τῶν Ῥωμαίων στρατηγὸν εἶναι ἔφασαν. καταπλαγεὶς οὖν τῷ ὑπερβάλλοντι τῆς τιμῆς ὁ βασιλεὺς αὐτὸς στρέψας τὸν ἵππον ὀπίσω ἀπήλαυνεν, καί οἱ ἅπας ὁ τῶν Περσῶν λεὼς εἵπετο. γενόμενος δὲ ἐν γῇ τῇ οἰκείᾳ τόν τε πρεσβευτὴν ξὺν φιλοφροσύνῃ πολλῇ εἶδε καὶ τὴν εἰρήνην ξυνεχώρησεν οὕτως, ὥσπερ Ἀνατόλιος αὐτοῦ ἔχρῃζεν, ἐφ' ᾧ μέντοι μηδέτεροι ἐν χωρίῳ οἰκείῳ ἐν γειτόνων τοῖς τῶν ἑτέρων ὁρίοις ὄντι ἐργάζονται ὀχύρωμα νεώτερόν τι. οὗ δὴ αὐτοῖς ἐξειργασμένου, ἑκάτεροι τὰ οἰκεῖα ὅπη βούλοιντο ἔπρασσον. 2. Ὅτι ὁ Ἰουστῖνος ὁ βασιλεὺς πεισθεὶς τῷ Πρόκλῳ τῷ κυαίστωρι καὶ μὴ δεξάμενος τὸ εἰσποιηθῆναι Χοσρόην τὸν υἱὸν Καβάδου, τὸν μὲν Καβάδην γράμμασιν ἠμείψατο. καὶ στέλλονται πρέσβεις Ῥωμαίων Ὑπάτιος Ἀναστασίου τοῦ πρώην βεβασιλευκότος ἀδελφι 91 δοῦς πατρίκιός τε καὶ ἀρχὴν τῆς ἕω στρατηγίδα ἔχων, καὶ Ῥουφῖνος ὁ Σιλβανοῦ παῖς ἔν τε πατρικίοις
42
ἀνὴρ δόκιμος καὶ Καβάδῃ ἐκ πατέρων αὐτῷ γνώριμος, ἐκ Περσῶν δὲ ἀνὴρ δυνατώτατός τε καὶ ἐξουσίᾳ πολλῇ χρώμενος, ὄνομα Σεόσης, ἀδρασταδάραν σαλάνης δὲ τὸ ἀξίωμα, καὶ Μεβόδης τὴν τοῦ μαγίστρου ἔχων ἀρχήν· οἳ δὴ ἐς χῶρόν τινα ξυνιόντες, ὃς γῆν τὴν Ῥωμαίων τε καὶ Περσῶν διορίζει, ἀλλήλοις τε ξυγγινόμενοι ἔπρασσον, ὅπως τά τε διάφορα λύσωσι καὶ τὰ ἀμφὶ τὴν εἰρήνην εὖ θήσονται. ἧκε δὲ καὶ Χοσρόης ἐς ποταμὸν Τίγριν, ὃς δὴ πόλεως Νισίβιος διέχει δυοῖν ἡμέραιν ὁδὸν μάλιστα, ὅπως, ἐπειδὰν τὰ ἐς τὴν εἰρήνην ἑκατέροις δοκῇ ὡς ἄριστα ἔχειν, αὐτὸς ἐς Βυζάντιον στέλλοιτο. πολλοὶ μὲν οὖν καὶ ἄλλοι λόγοι πρὸς ἀμφοτέρων ὑπὲρ τῶν ἐν σφίσι διαφόρων ἐλέγοντο, καὶ γῆν δὲ τὴν Κολχίδα, ἣ νῦν Λαζικὴ ἐπικαλεῖται, Σεόσης ἔλεγε Περσῶν κατήκοον τὸ ἀνέκαθεν οὖσαν βιασαμένους λόγῳ οὐδενὶ Ῥωμαίους ἔχειν. ταῦτα Ῥωμαῖοι ἀκούσαντες δεινὰ ἐποιοῦντο, εἰ καὶ Λαζικὴ πρὸς Περσῶν ἀντιλέγοιτο. ἐπεὶ δὲ καὶ τὴν ἐσποίησιν ἔφασκον δεῖν γενέσθαι Χοσρόῃ οὕτως ὥσπερ βαρβάρῳ προσήκει, οὐκ ἀνεκτὰ Πέρσαις ἔδοξεν εἶναι. ἑκάτεροι οὖν διαλυθέντες ἐπ' οἴκου ἀνεχώρησαν, καὶ Χοσρόης ἄπρακτος πρὸς τὸν πατέρα ἀπιὼν ᾤχετο περιώδυνός τε ὢν τοῖς ξυμπεσοῦσι καὶ Ῥωμαίους εὐχόμενος τῆς ἑαυτοῦ ὕβρεως τίσασθαι. μετὰ δὲ Μεβόδης μὲν τὸν Σεόσην διέβαλλε Καβάδῃ ὡς δὴ ἐξεπίτηδες, οὔ οἱ ἐπιτεταγμένον πρὸς τοῦ δεσπότου, τὸν Λαζικῆς λόγον προθείη. 3. Ὅτι Ἰουστινιανὸς ὁ βασιλεύς, ἐν μὲν Αἰθίοψι βασιλεύοντος Ἑλλησθεαίου, Ἐσιμιφαίου δὲ ἐν Ὁμηρίταις, πρεσβευτὴνἸουλιανὸν ἔπεμψεν ἀξιῶν ἄμφω Ῥωμαίοις διὰ τὸ τῆς γνώμης ὁμόγνωμον Πέρσαις πολεμοῦσι ξυνάρασθαι, ὅπως Αἰθίοπες μὲν ὠνούμενοί τε τὴν μέταξαν ἐξ Ἰνδῶν, ἀποδιδόμενοι δὲ αὐτὴν ἐς Ῥωμαίους, αὐτοὶ μὲν κύριοι γένωνται χρημάτων μεγάλων, Ῥωμαίους δὲ τοῦτο ποιήσωσι κερδαίνειν μόνον, ὅτι δὴ οὐκ ἔτι ἀναγκασθήσονται τὰ σφέτερα αὐτῶν χρήματα ἐς τοὺς πολεμίους μετενεγκεῖν 92 (αὕτη δέ ἐστιν ἡ μέταξα, ἐξ ἧς εἰώθασι τὴν ἐσθῆτα ἐργάζεσθαι, ἣν πάλαι μὲν Ἕλληνες Μηδικὴν ἐκάλουν, τὰ νῦν δὲ σηρικὴν ὀνομάζουσιν), Ὁμηρῖται δὲ ὅπως Κάϊσόν τε τὸν φυγάδα φύλαρχον Μααλδηνοῖς καταστήσωνται καὶ στρατῷ μεγάλῳ αὐτῶν τε Ὁμηριτῶν καὶ Σαρακηνῶν τῶν Μααλδηνῶν ἐσβάλωσιν ἐς τὴν Περσῶν γῆν. ὁ δὲ Κάϊσος οὗτος γένους μὲν ἦν τοῦ φυλαρχικοῦ διαφερόντως ἀγαθὸς τὰ πολέμια, τῶν δέ τινα Ἐσιμιφαίου Ξυγγενῶν κτείνας ἐς γῆν ἔφυγεν, ἣ δὴ ἔρημος ἀνθρώπων παντάπασίν ἐστιν. ἑκάτερος μὲν οὖν τὴν αἴτησιν ὑποσχόμενος ἐπιτελῆ ποιήσειν τὸν πρεσβευτὴν ἀπεπέμψατο, ἔδρασε δὲ αὐτοῖν τὰ ὡμολογημένα οὐδέτερος. τοῖς τε γὰρ Αἰθίοψι τὴν μέταξαν ὠνεῖσθαι πρὸς τῶν Ἰνδῶν ἀδύνατα ἦν, ἐπειδὴ ἀεὶ οἱ Περσῶν ἔμποροι πρὸς αὐτοῖς τοῖς ὅρμοις γενόμενοι, οὗ δὴ τὰ πρῶτα αἱ τῶν Ἰνδῶν νῆες καταίρουσιν, ἅτε χώραν προσοικοῦντες τὴν ὅμορον, ἅπαντα ὠνεῖσθαι τὰ φορτία εἰώθασιν· καὶ τοῖς Ὁμηρίταις χαλεπὸν ἔδοξεν εἶναι χώραν ἀμειψαμένοις ἔρημόν τε καὶ χρόνου πολλοῦ ὁδὸν κατατείνουσαν ἐπ' ἀνθρώπους πολλῷ μαχιμωτέρους ἰέναι. ἀλλὰ καὶ Ἄβραμος ὕστερον, ὅτε δὴ τὴν ἀρχὴν ὡς ἀσφαλέστατα ἐκρατύνατο, πολλάκις μὲν Ἰουστινιανῷ βασιλεῖ ὡμολόγησεν ἐς γῆν τὴν Περσίδα ἐσβαλεῖν, ἅπαξ δὲ μόνον τῆς πορείας ἀρξάμενος ὀπίσω εὐθὺς ἀπεχώρησεν. 4. Ὅτι πρέσβεις ἐλθόντες εἰς τοὺς στρατηγοὺς Περσῶν περὶ εἰρήνης διεπρεσβεύοντο καὶ ἐν ὁμήρων λόγῳ ἔδοσαν Μαρτῖνόν τε καὶ τῶν Σίττα δορυφόρων ἕνα. αὐτίκα δὲ καὶ Ῥουφῖνος καὶ Ἀλέξανδρος καὶ Θωμᾶς ξὺν Ἑρμογένει πρεσβεύσοντες ἦλθον παρά τε Περσῶν τὸν βασιλέα ἅπαντες ἀφίκοντο ἐς ποταμὸν Τίγριν. καὶ αὐτοὺς μὲν Χοσρόης ἐπειδὴ εἶδεν, τοὺς ὁμήρους ἀφῆκεν. τιθασεύοντες δὲ Χοσρόην οἱ πρέσβεις ἐπαγωγά τε πολλὰ ἔλεξαν καὶ Ῥωμαίων ὡς ἥκιστα πρέσβεσι πρέποντα. οἷς δὴ χειροήθης ὁ Χοσρόης γενόμενος τὴν μὲν εἰρήνην πέρας οὐκ ἔχουσαν δέκα καὶ ἑκατὸν κεντηναρίων ὡμολόγει πρὸς αὐτοὺς θήσεσθαι, ἐφ' ᾧ δὴ ὁ τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν ἄρχων μηκέτι ἐν Δάρας 93 τὸ λοιπὸν εἴη, ἀλλ' ἐν Κωνσταντίνῃ τὸν ἅπαντα χρόνον διαγένοιτο, ᾗπερ καὶ τὸ παλαιὸν εἴθιστο, φρούρια δὲ τὰ ἐν Λαζικῇ οὐκ ἔφη ἀποδώσειν, καίπερ αὐτὸς τό τε Φαράγγιον καὶ Βόλων τὸ φρούριον δικαιῶν πρὸς Ῥωμαίων ἀπολαβεῖν. τοῦτο δέ οἱ δίδοσθαι τὸ χρυσίον ἠξίου, ὡς μήτε πόλιν Δάρας Ῥωμαῖοι καθελεῖν ἀναγκάζωνται, μήτε φυλακτηρίου τοῦ ἐν πύλαις Κασπίαις μεταλαχεῖν Πέρσαις. οἱ μέντοι πρέσβεις τὰ μὲν ἄλλα ἐπῄνουν, τὰ δὲ φρούρια ἐνδιδόναι οὐκ ἔφασκον οἷοί τε εἶναι, ἢν μὴ βασιλέως ἀμφ' αὐτοῖς πύθωνται πρότερον. ἔδοξε τοίνυν ὑπὲρ τούτων Ῥουφῖνον μὲν ἐς
43
Βυζάντιον στέλλεσθαι, τοὺς δὲ ἄλλους, ἕως αὐτὸς ἐπανίη, μένειν, καὶ χρόνος ἡμερῶν οʹ Ῥουφίνῳ ξυνέκειτο ἐς τὴν ἄφιξιν. ὡς δὲ ὁ Ῥουφῖνος βασιλεῖ ἀπήγγελλεν, ὅσα Χοσρόῃ ἀμφὶ τῇ εἰρήνῃ δοκοῦντα εἴη, ἐκέλευσε βασιλεὺς κατὰ ταῦτα σφίσι τὴν εἰρήνην ξυνίστασθαι. ἀλλ' ἐν τούτῳ φήμη τις οὐκ ἀληθὴς ἥκουσα ἐς τὰ Περσῶν ἤθη βασιλέα Ἰουστινιανὸν ἤγελλεν ὀργισθέντα Ῥουφῖνονκτεῖναι. οἷς δὴ Χοσρόης ξυνταραχθεὶς καὶ θυμῷ πολλῷ ἤδη ἐχόμενος τῷ παντὶ στρατῷ ἐπὶ Ῥωμαίους ᾔει. Ῥουφῖνος δέ οἱ μεταξὺ ἐπανήκων ἐνέτυχε πόλεως Νισίβιδος οὐ μακρὰν ἄποθεν. διὸ δὴ αὐτοί τε ἐν τῇ πόλει ταύτῃ ἐγένοντο, καί, ἐπεὶ τὴν εἰρήνην βεβαιοῦν ἔμελλον, τὰ χρήματα ἐνταῦθα οἱ πρέσβεις ἐκόμιζον. ἀλλ' Ἰουστινιανῷ βασιλεῖ τὰ Λαζικῆς φρούρια ξυγκεχωρηκότι μετέμελεν ἤδη, γράμματά τε ἄντικρυς ἀπολέγοντα τοῖς πρέσβεσιν ἔγραφε μηδαμῶς αὐτὰ προΐεσθαι Πέρσαις. διὸ δὴ Χοσρόης τὰς σπονδὰς θέσθαι οὐκ ἔτι ἠξίου. τῷ δὲ Ῥουφίνῳ ἔννοιά τις ἐγένετο ὡς ταχύτερα ἢ ἀσφαλέστερα βουλευσάμενος ἐς γῆν τῶν Περσῶν τὰ χρήματα ἐσκομίσειεν. αὐτίκα γοῦν εἰς τὸ ἔδαφος καθῆκε τὸ σῶμα κείμενός τε πρηνὴς Χοσρόην ἱκέτευε τά τε χρήματα σφίσι ξυμπέμψαι καὶ μὴ ἐπὶ Ῥωμαίους εὐθὺς στρατεύειν, ἀλλ' ἐς χρόνον τινὰ ἕτερον τὸν πόλεμον ἀποτίθεσθαι. Χοσρόης δὲ αὐτὸν ἐνθένδε ἐκέλευσεν ἐξανίστασθαι ἅπαντά οἱ ταῦτα χαριεῖσθαι ὑποσχόμενος. οἱ δὲ γοῦν πρέσβεις ξὺν τοῖς χρήμασιν ἐς Δάρας ἦλθον, καὶ ὁ Περσῶν στρατὸς ὀπίσω ἀπήλαυνεν. καὶ τότε μὲν Ῥουφῖνον οἱ ξυμπρεσβευταὶ δι' ὑποψίας τε αὐτοὶ ἐς τὰ μάλιστα ἔσχον καὶ ἐς βασιλέα διέβαλλον τεκμαιρόμενοι, ὅτι δή οἱ ἅπαντα ὁ Χοσρόης ὅσα ἔχρῃζεν αὐτοῦ ἀναπεισθεὶς ξυνεχώρησεν. ἔδρασε μέντοι αὐτὸν διὰ ταῦτα ὁ βασιλεὺς οὐδὲν ἄχαρι. χρόνῳ δὲ οὐ πολλῷ ὕστερον Ῥουφῖνός τε αὐτὸς 94 καὶ Ἑρμογένης αὖθις παρὰ Χοσρόην ἐστέλλοντο, ἔς τε τὰς σπονδὰς αὐτίκα ἀλλήλοις ξυνέβησαν, ἐφ' ᾧ ἑκάτεροι ἀποδώσουσιν ὅσα δὴ ἀμφότεροι χωρία ἐν τῷδε τῷ πολέμῳ ἀλλήλοις ἀφείλοντο, καὶ μηκέτι στρατιωτῶν τις ἀρχὴ ἐν Δάρας εἴη, τοῖς τε Ἴβηρσιν ἐδέδοκτο ἐν γνώμῃ εἶναι ἢ μένειν αὐτοῦ ἐν Βυζαντίῳ ἢ ἐς σφῶν τὴν πατρίδα ἐπανιέναι. οὕτω τοίνυν τήν τε ἀπέραντον καλουμένην εἰρήνην ἐσπείσαντο ἕκτον ἤδη ἔτος τὴν βασιλείαν Ἰουστινιανοῦ ἔχοντος. καὶ Ῥωμαῖοι μὲν τό τε Φαράγγιον καὶ Βόλων τὸ φρούριον ξὺν τοῖς χρήμασι Πέρσαις ἔδοσαν, Πέρσαι δὲ Ῥωμαίοις τὰ Λαζικῆς φρούρια. καὶ Δάγαριν δὲ Ῥωμαίοις ἀπέδοσαν Πέρσαι ἀντ' αὐτοῦ ἕτερον κεκομισμένοι οὐκ ἀφανῆ ἄνδρα. οὗτος ὁ Δάγαρις χρόνῳ τῷ ὑστέρῳ πολλάκις Οὔννους ἐς γῆν τῶν Ῥωμαίων ἐς βεβληκότας νικήσας ἐξήλασεν· ἦν γὰρ διαφερόντως ἀγαθὸς τὰ πολέμια. τὰς μὲν οὖν πρὸς ἀλλήλους σπονδὰς τρόπῳ τῷ εἰρημένῳ ἀμφότεροι ἐκρατύνοντο. 5. Ὅτι ὁ Χοσρόης ἀκούσας τὰ τῶν Ἀρμενίων καὶ τὰ [τὴν] Οὐιττίγιδος ἥσθη τε καὶ ξυγκαλέσας εἴ τι ἐν Πέρσαις καθαρὸν ἦν ἐς πάντας ἐξήνεγκε περὶ τούτων ἀμφί τε τῷ πρακτέῳ βουλὴν προύθηκεν. ἔνθα δὴ ἐλέχθησαν γνῶμαι πολλαὶ ἐφ' ἑκάτερα φέρουσαι, καὶ πολεμητέα σφίσιν ἅμα ἦρι ἀρχομένῳ ἐπὶ Ῥωμαίους ἔδοξεν εἶναι. ἦν γὰρ τοῦ ἔτους μετόπωρον, τρίτον καὶ δέκατον ἔτος Ἰουστινιανοῦ ἀρχὴν ἔχοντος. οὐ μέντοι Ῥωμαῖοι τοῦτο ὑπώπτευον, οὐδὲ δὴ Πέρσας λύσειν ποτὲ τὰς ἀπεράντους καλουμένας σπονδὰς ᾤοντο, καίπερ Χοσρόην ἀκούσαντες τῷ τε σφῶν αὐτῶν βασιλεῖ ἐγκαλεῖν οἷς εὐημέρησεν ἐν ταῖς ἡλίου δυσμαῖς καὶ τὰ ἐγκλήματα ἐπιφέρειν. Χοσρόου δὲ πολεμησείοντος ὡς ᾔσθετο Ἰουστινιανὸς παραίνεσιν ἐποιήσατο καὶ πρέσβιν Ἀναστάσιον ἔπεμψε γράψας καὶ γράμματα. Ταῦτα ἐπεὶ Χοσρόης ἀπενεχθέντα εἶδεν, ἐν μὲν τῷ αὐτίκα οὔτε τι ἀπεκρίνατο οὔτε Ἀναστάσιον ἀπεπέμψατο, ἀλλ' αὐτοῦ μένειν ἠνάγκαζεν. ἐπειδὴ δὲ ὁ χειμὼν ἤδη ὑπέληγεν, τρίτον δὲ καὶ 95 δέκατον ἔτος ἐτελεύτα Ἰουστινιανῷ βασιλεῖ τὴν αὐτοκρατορικὴν ἀρχὴν ἔχοντι, Χοσρόης ὁ Καβάδου ἐς γῆν τῶν Ῥωμαίων ἅμα ἦρι ἀρχομένῳ ἐπέβαλλε τήν τε ἀπέραντον καλουμένην εἰρήνην λαμπρῶς ἔλυεν. κατεῖχε δὲ τὸν πρέσβιν μέχρις ἐπόρθησε Σοῦριν τὴν πόλιν, οὕτω τε τὸν Ἀναστάσιον ἀπεπέμψατο τὸν πρεσβευτὴν τῷ βασιλεῖ ἀπαγγέλλειν κελεύσας, ὅποι ποτὲ γῆς Χοσρόην τὸν Καβάδου ἀπολιπὼν εἴη. 6. Ὅτι Γερμανὸς ὁ Ἰουστινιανοῦ ἀνεψιὸς ἐν Ἀντιοχείᾳ ὤν,καὶ τῶν Περσῶν ἐπιόντων, ἐς δέος ἦλθεν, καὶ ἔδοξέν οἱ χρήματα προεμένοις Χοσρόῃ κίνδυνον τὸν παρόντα διαφυγεῖν. Μέγαν τοίνυν τὸν Βεροίας ἐπίσκοπον ἄνδρα ξυνετὸν (ἐπιχωριάζων γὰρ αὐτοῖς ἐτύγχανε τότε) Χοσρόου δεησόμενον πέμπουσιν, ὃς δὴ ἐνθένδε σταλεὶς καταλαμβάνει τὸν Μήδων στρατὸν Ἱερᾶς πόλεως οὐ μακρὰν ἄποθεν. Χοσρόῃ τε ἐς ὄψιν ἥκων πολλὰ ἐλιπάρει ἀνθρώπους οἰκτεῖραι, οἳ οὔτε τι ἐς
44
αὐτὸν ἥμαρτον, οὔτε τῇ Περσῶν στρατείᾳ οἷοί τε ἀντιτείνειν εἰσίν. πρέπειν γὰρ ἀνδρὶ βασιλεῖ πάντων ἥκιστα τοῖς ὑποχωροῦσι καὶ οὐδαμῆ ἐθέλουσιν ἀντιτάσσεσθαι ** ἐπεὶ οὐδὲ τῶν νῦν δρωμένων βασιλικόν τι οὐδὲ γενναῖον αὐτῷ ἐργασθείη, ὅτι δὴ οὐ παρασχόμενος τῷ Ῥωμαίων βασιλεῖ βουλῆς τινα χρόνον, ὥστε ἢ τὴν εἰρήνην κρατύνασθαι, ὅπη ἂν ἑκατέρῳ δοκῇ, ἢ τὰ ἐς τὸν πόλεμον ἐκ συνθήκης ὡς τὸ εἰκὸς ἐξαρτύεσθαι, ἀλλ' οὕτως ἀνεπισκέπτως ἐπὶ Ῥωμαίους ἐν ὅπλοις ἔλθοι οὔπω τοῦ σφετέρου βασιλέως ἐπισταμένου τὰ παρόντα σφίσιν. ταῦτα Χοσρόης ἀκούσας λόγῳ ξυνετῷ τὸν τρόπον ῥυθμίζεσθαι ὑπὸ ἀμαθίας οὐδαμῶς ἴσχυσεν, ἀλλ' ἔτι μᾶλλον τὴν διάνοιαν ἢ πρότερον ἤρθη. Σύρους τε οὖν ἠπείλησε καταστρέψασθαι καὶ Κίλικας πάντας, καί οἱ τὸν Μέγαν ἕπεσθαι κελεύσας ἐς τὴν Ἱερὰν πόλιν ἐπῆγε τὸ στράτευμα. οὗ δὴ ἀφικόμενός τε καὶ στρατοπεδευσάμενος, ἐπειδὴ τόν τε περίβολον ὀχυρὸν ὄντα εἶδε καὶ στρατιωτῶν ἔμαθε φυλακτήριον διαρκῶς ἔχειν, χρήματα τοὺς Ἱεραπολίτας ᾔτει Παῦλον ἑρμηνέα παρ' αὐτοὺς πέμψας. ὁ δὲ Παῦλος οὗτος ἐτέθραπτο ἐν γῇ τῇ Ῥωμαίων καὶ εἰς γραμματιστοῦ παρὰ 96 Ἀντιοχεῦσιν ἐφοίτησεν, ἐλέγετο δὲ καὶ Ῥωμαῖος γένος τὸ ἐξ ἀρχῆς εἶναι. οἱ δὲ μάλιστα μὲν καὶ ὣς ἀμφὶ τῷ περιβόλῳ δειμαίνοντες χώραν περιβεβλημένῳ πολλὴν μέχρι ἐς τὸ ὄρος, ὃ ταύτῃ ἀνέχει, ἔπειτα δὲ καὶ τὴν γῆν ἀδῄωτον ἔχειν ἐθέλοντες, ὡμολόγησαν ἀργυρίου σταθμὰ δισχίλια δώσειν. τότε δὴ Μέγας ὑπὲρ τῶν ἑῴων ἁπάντων Χοσρόην ἱκετεύων οὐκ ἔτι ἀνίει, ἕως αὐτῷ ὁ Χοσρόης ὡμολόγησε δέκα τε χρυσοῦ κεντηνάρια λήψεσθαι καὶ πάσης ἀπαλλαγήσεσθαι τῆς Ῥωμαίων ἀρχῆς. καὶ ὁ μὲν Μέγας ἀπαλλαγεὶς τὴν ἐπὶ τοὺς Ἀντιοχέας ἤλαυνεν, καὶ ὁ Χοσρόης τὰ λύτρα λαβὼν ἐς Βέροιαν ᾔει. ὁ μὲν οὖν Μέγας ἅτε ξὺν ὀλίγοις τισὶ πορευόμενος ὀξύτερον ᾔει, ὁ δὲ Περσῶν στρατὸς μοῖραν ἀεὶ τὴν ἡμίσειαν τῆς ὁδοῦ ἤνυεν. τετάρτῃ δὲ ἡμέρᾳ ὁ μὲν ἐς Ἀντιόχειαν, οἱ δὲ ἐς τὸ Βεροίας προάστειον ἦλθον, καὶ χρήματα Χοσρόης τοὺς Βεροιαίους τὸν Παῦλον στείλας εὐθὺς ἔπραττεν, οὐχ ὅσα πρὸς τῶν Ἱεραπολιτῶν ἔλαβε μόνον, ἀλλὰ καὶ τούτων διπλάσια, ἐπεὶ τὸ τεῖχος αὐτῆς ἐπιμαχώτατον ὂν πολλαχῆ εἶδεν. Βεροιαῖοι δὲ (θαρρεῖν γὰρ ἐπὶ τῷ περιβόλῳ οὐδαμῆ εἶχον) ξὺν προθυμίᾳ μὲν ὑπεδέξαντο ἅπαντα δώσειν, δισχίλια δὲ δόντες ἀργύρου σταθμὰ τὰ λειπόμενα διδόναι οὐκ ἔφασαν οἷοί τε εἶναι, ἐγκειμένου τε σφίσι διὰ ταῦτα τοῦ Χοσρόου, νυκτὸς ἐπιλαβούσης ἐς τὸ φρούριον ἅπαντες, ὃ ἐν τῇ ἀκροπόλει ἦν, κατέφυγον. τῇ δὲ ὑστεραίᾳ ἐστέλλοντό τινες πρὸς Χοσρόου ἐς τὴν πόλιν, ἐφ' ᾧ τὰ χρήματα λήψονται, οἱ δὲ ἄγχιστά πη τοῦ περιβόλου γενόμενοι κεκλεισμένας τὰς πύλας ἁπάσας εὗρον, ἀνθρώπων δὲ οὐδενὶ ἐντυχεῖν ἔχοντες τῷ βασιλεῖ τὰ παρόντα σφίσιν ἐσήγγελον. καὶ οἳ τῷ τείχει κλίμακας ἐπιθέντες ἀπεπειρῶντο τῆς ἀνόδου καὶ οὐδενὸς σφίσιν ἀντιστατοῦντος ἐντὸς τοῦ περιβόλου γενόμενοι τὰς πύλας κατ' ἐξουσίαν ἀνέῳγον, ἐδέχοντο δὲ τῇ πόλει τόν τε στρατὸν ἅπαντα καὶ Χοσρόην. ὁ δὲ Χοσρόης τὴν πόλιν ὀλίγου δέοντος ἐνέπρησεν· ἐπὶ δὲ τὸ φρούριον ἀναβὰς τειχομαχεῖν ἔγνω. οἱ δὲ στρατιῶται τῶν Ῥωμαίων ἀμυνόμενοι πολλοὺς ἔκτεινον τῶν πολεμίων. τοῦ δὲ ὕδατος ἐπιλείψαντος τοῖς Βεροιαίοις, ὁ Μέγας ἐς Ἀντιόχειαν 97 ἀφικόμενος ἀναγγείλας τε ὅσα οἱ πρὸς Χοσρόην συνέκειτο, ἔργῳ ταῦτα ἐπιτελεῖν οὐδαμῆ ἔπειθεν. ἐτύγχανε γὰρ ὁ Ἰουστινιανὸς Ἰωάννην τε τὸν Ῥουφίνου καὶ Ἰουλιανὸν τὸν τῶν ἀπορρήτων γραμματέα (ἀσηκρῆτις καλοῦσι τὸ ἀξίωμα Ῥωμαῖοι) πρέσβεις παρὰ Χοσρόην στείλας. οἳ δὴ ἐς Ἀντιόχειαν ἀφικόμενοι ἔμενον. Ἰουλιανός τε τῶν πρέσβεων ἅτερος διαρρήδην ἀπεῖπεν ἅπασι χρήματα μὴ διδόναι τοῖς πολεμίοις μηδὲ τὰς βασιλέως ὠνεῖσθαι πόλεις, ἀλλὰ καὶ τῷ Γερμανῷ διέβαλλε τὸν ἀρχιερέα Ἐφρέμιον, ἅτε τῷ Χοσρόῃ ἐνδοῦναι τὴν πόλιν ἐν σπουδῇ ἔχοντα. διὸ δὴ Μέγας ἄπρακτος ἀνεχώρησεν. Ἐφρέμιος δὲ δείσας τὴν Περσῶν ἔφοδον ἐς Κίλικας ἦλθεν, οὗ δὴ καὶ Γερμανὸς ἀφίκετο οὐ πολλῷ ὕστερον. Μέγας δὲ κατὰ τάχος ἐς Βέροιαν ἥκων περιώδυνός τε τοῖς ξυμπεσοῦσι γενόμενος ᾐτιᾶτο Χοσρόην εἰργάσθαι Βεροιαίους ἀνόσια ἔργα, ὅτι δὴ αὐτὸν μὲν ἐς Ἀντιόχειαν ὡς ἐπὶ ταῖς σπονδαῖς στείλειε, τῶν δὲ πολιτῶν οὐδὲν τὸ παράπαν ἠδικηκότων τά τε χρήματα ἐληίσατο καὶ ἠνάγκασε σφᾶς αὐτοὺς ἐν τῷ φρουρίῳ καθεῖρξαι, οὕτω τε τὴν πόλιν ἐμπρήσας ἐς τὸ ἔδαφος οὐ δέον καθεῖλεν. ὁ δὲ ἀπεκρίνατο· τούτων μέντοι, ὦ ἑταῖρε, αὐτὸς αἴτιος ἐνταῦθα ἀναγκάσας ἡμᾶς διατρῖψαι. οὐ γὰρ ἐν τῷ τεταγμένῳ καιρῷ, ἀλλὰ κατὰ πολὺ τούτου γε ὑστερήσας τὰ νῦν ἀφῖξαι, τῶν δὲ σῶν πολιτῶν τὴν ἀτοπίαν τί ἄν τις ἐπὶ πλεῖστον, ὦ βέλτιστε, μακρολογοίη. οἵ γε τακτὸν ἡμῖν ὡμολογηκότες ἀργυρίου δώσειν ὑπὲρ τῆς σφῶν
45
αὐτῶν σωτηρίας οὔπω καὶ νῦν ἐπιτελεῖν οἴονται δεῖν τὰ ξυγκείμενα, ἀλλὰ ἀναίδην οὕτω χωρίου ἰσχύϊ θαρσήσαντες περιορῶσιν ἡμᾶς ὡς μάλιστα ἠναγκασμένους ἐς φρουρίου πολιορκίαν, ὡς ὁρᾶς δήπου, καθίστασθαι. οὕς γε δὴ ἔγωγε ξὺν θεοῖς ἐλπίδα ἔχω ὀλίγῳ ὕστερον τίσασθαι καὶ Περσῶν τῶν μοι οὐ δέον πρὸ τοῦδε τοῦ τείχους ἀπολωλότων τὴν κόλασιν εἰς τοὺς αἰτίους ἐπιτελέσειν. Καὶ ὁ μὲν Χοσρόης ταῦτα. ὁ δὲ Μέγας ἀντεῖπεν· εἰ μέν, ὅτι ὁ βασιλεὺς ἀνθρώποις οἰκτροῖς τε καὶ ἀτιμοτάτοις ταῦτα ἐπικαλεῖ, σκοπήσειεν ἄν τις, ἀνάγκη μηδὲν ἀντιλέγοντα τοῖς εἰρημένοις ὁμολογεῖν. τῇ γὰρ ἄλλῃ ἐξουσίᾳ καὶ τὸ τῷ λόγῳ κρατεῖν ἕπεσθαι πέφυκεν. ἢν δέ τῳ ἐξῇ τὰ ἄλλα ἀποσεισαμένῳ 98 τὸν ἀληθῆ λόγον ἑλέσθαι, οὐδὲν ἂν ἡμῖν, ὦ βασιλεῦ, δικαίως ἐπικαλεῖν ἔχοις· ὅπως δέ, ἅπαντα ἀκούσῃ πράως. ἐγὼ μὲν γάρ, ἐπειδὴ Ἀντιοχεῦσιν ἅπερ ἐπήγγελες δηλώσων ἐστάλην, ἑβδομαῖός σοι ἐς ὄψιν ἥκων (οὗ τί ἂν γενέσθαι δύναιτο θᾶσσον;) ταῦτά σοι ἐξειργασμένα ἐς πατρίδα τὴν ἐμὴν εὗρον. οἱ δὲ δὴ πάντων ἤδη τῶν τιμιωτάτων ἐκστάντες, εἶτα ἐς τὸν περὶ τῆς ψυχῆς ἀγῶνα καθίστανται μόνον κρείσσους, οἶμαι, γεγενημένοι ἢ σοί τι τὸ λοιπὸν τῶν χρημάτων εἰσφέρειν. τὸ γὰρ ἐκτιννύναι τι τῶν οὐ παρόντων ἀνθρώπῳ ἂν οὐδεμία μηχανὴ γένοιτο. πάλαι δὲ τοῖς ἀνθρώποις εὖ τε καὶ καλῶς διώρισται τὰ τῶν πραγμάτων ὀνόματα, ἐν οἷς καὶ τόδε ἐστίν, ἀγνωμοσύνης κεχωρίσθαι ἀσθένειαν. ἡ μὲν γὰρ τρόπου ἀκολασία ἐς τὸ ἀντιτείνειν χωροῦσα μισεῖσθαι ὡς τὸ εἰκὸς εἴωθεν, ἡ δὲ τῷ τῆς ὑπουργίας ἀδυνάτῳ ἐς ταὐτὸ τοῦτο ἐκφερομένη ἐλεεῖσθαι ἱκανῶς πέφυκεν. ἔασον τοίνυν ἡμᾶς ἅπαντα, ὦ βασιλεῦ, κληρωσαμένους τὰ χείριστα τοῦτο γοῦν φέρεσθαι παραμύθιον τὸ μὴ δοκεῖν τῶν ξυμπεπτωκότων ἡμῖν αὐτοῖς αἰτίοις γενέσθαι. καὶ χρήματα μέντοι, ὅσα λαβὼν ἔχεις, διαρκεῖν οἴου μὴ τῷ σῷ ταῦτα σταθμώμενος ἀξιώματι, ἀλλὰ τὴν Βεροιαίων σκοπῶν δύναμιν περαιτέρω ἡμᾶς βιάζου μηδέν, μήποτε δόξῃς οἷς ἐγκεχείρηκας ἀδύνατος εἶναι. τὸ γὰρ ὑπερβάλλον ἀεὶ τῷ ἀμηχάνῳ τετίμηται. ταῦτα μὲν οὖν μοι ἀπολελογήσθω ἐν τῷ παραυτίκα ὑπὲρ ἀνδρῶν τῶνδε. ἢν δέ γε τοῖς ταλαιπώροις ξυγγενέσθαι δυνατὸς εἴην, ἔχοιμι ἄν τι καὶ ἄλλο τῶν νῦν με λεληθότων εἰπεῖν. Τοσαῦτα τὸν Μέγαν εἰπόντα Χοσρόης ἐς τὴν ἀκρόπολιν ἀφῆκεν ἰέναι. ὃς δὴ ἐνταῦθα γενόμενος οὐδὲν μὲν Βεροιαίοις ἰσχυρίζετο ἀπολελεῖφθαι τῶν πάντων χρημάτων, μόνα δέ οἱ τῶν ἀνθρώπων ἱκέτευε χαριεῖσθαι τὰ σώματα. ταῖς τε τοῦ ἀνδρὸς ὀλοφύρσεσιν ὁ Χοσρόης ἠγμένος τὴν δέησιν ἐπιτελῆ ἐποιεῖτο καὶ διομοσάμενος ἅπασι τοῖς ἐν ἀκροπόλει τὰ πιστὰ ἔδωκεν. Βεροιαῖοι δὲ παρὰ τοσοῦτον κινδύνου ἐλθόντες ἀπέλιπόν τε τὴν ἀκρόπολιν ἀπαθεῖς κακῶν καὶ ἀπιόντες ᾤχοντο, ὡς ἕκαστός πη ἐβούλετο. 7. Ὅτι Χοσρόης Παῦλον τὸν ἑρμηνέα παρὰ τὸν περίβολον στείλας τοὺς Ἀντιοχέας χρήματα ᾔτει, δέκα χρυσοῦ κεντηναρίων ἀπαλλαγήσεσθαι ἐνθένδε, ἔνδηλός τε ἦν καὶ τούτων ἐλάσσω ἐπὶ τῇ ἀναχωρήσει ληψόμενος. καὶ τότε μὲν ἥκοντες παρὰ τὸν Χοσ 99 ρόην οἱ πρέσβεις εἰπόντες τε ἀμφὶ τῇ διαλύσει τῆς εἰρήνης πολλὰ καὶ πρὸς ἐκείνου ἀκούσαντες ἀνεχώρησαν· τῇ δὲ ὑστεραίᾳ τῶν Ἀντιοχέων ὁ δῆμος πολλὰ ἐς τὸν Χοσρόην ὕβριζον ἀπὸ τῶν ἐπάλξεων καὶ ξὺν γέλωτι ἀκόσμῳ ἐτώθαζον, καὶ Παῦλον τοῦ περιβόλου ἐγγὺς ἥκοντα παραινοῦντά τε χρημάτων ὀλίγων σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὠνεῖσθαι ὀλίγου ἐδέησαν τοξεύσαντες κτεῖναι, εἰ μὴ προϊδὼν ἐφυλάξατο. διὸ δὴ ζέων τῷ θυμῷ ὁ Χοσρόης τειχομαχεῖν ἔγνω. 8. Ὅτι τῶν πρέσβεων τῶν Ῥωμαίων μετὰ τὴν ἅλωσιν Ἀντιοχείας εἰπόντων τινὰ πρὸς Χοσρόην, Χοσρόης ταῦτα ἀκούσας διϊσχυρίζετο μὲν τὰς σπονδὰς πρὸς Ἰουστινιανοῦ λελύσθαι καὶ τὰς αἰτίας κατέλεγεν, ἅσπερ ἐκεῖνος παρέσχετο, τὰς μέν τινας καὶ λόγου ἀξίας, τὰς δὲ φαύλας τε καὶ οὐδενὶ λόγῳ ξυμπεπλεγμένας· μάλιστα δὲ αὐτοῦ τὰς ἐπιστολὰς τοῦ πολέμου αἰτιωτάτας ἠξίου δεικνύναι πρός τε Ἀλαμούνδαρον καὶ Οὔννους αὐτῷ γεγραμμένας. ἄνδρα μέντοι Ῥωμαῖον ἐς τὴν Περσῶν γῆν ἐσβεβληκέναι ἢ πολέμια ἔργα ἐνδείξασθαι οὔτε λέγειν εἶχεν οὔτε δεικνύναι. οἱ μέντοι πρέσβεις πῆ μὲν τὰς αἰτίας οὐκ ἐς Ἰουστινιανὸν ἀνέφερον, ἀλλ' ἐς τῶν ὑπουργηκότων τινάς, πῆ δὲ ὡς οὐχ οὕτω γεγονότων ἐπελαμβάνοντο τῶν εἰρημένων. τέλος δὲ χρήματα μέν οἱ πολλὰ Χοσρόης ἠξίου διδόναι Ῥωμαίους, παρῄνει δὲ μὴ τὰ χρήματα ἐν τῷ παραυτίκα μόνον παρεχομένους τὴν εἰρήνην ἐθέλειν ἐς τὸν ἅπαντα αἰῶνα κρατύνασθαι. τὴν γὰρ ἐπὶ χρήμασι γινομένην ἀνθρώποις φιλίαν ἀναλισκομένοις ἐκ τοῦ ἐπὶ πλεῖστον ξυνδαπανᾶσθαι τοῖς χρήμασιν. δεῖν τοίνυν Ῥωμαίους τακτόν τι φέρειν ἐπέτειον Πέρσαις· οὕτω
46
γὰρ αὐτοῖς, ἔφη, τὴν εἰρήνην Πέρσαι βέβαιον ἕξουσιν. τάς τε Κασπίας αὐτοὶ φυλάσσοντες πύλας καὶ οὐκ ἔτι αὐτοῖς ἀχθόμενοι διὰ πόλιν Δάρας, ὑπὲρ ὧν ἔμμισθοι καὶ αὐτοὶ ἐς ἀεὶ ἔσονται. οὐκοῦν, οἱ πρέσβεις ἔφασαν, ὑποτελεῖς Πέρσαι βούλονται Ῥωμαίους ἐς φόρου ἀπαγωγὴν ἔχειν. οὔκ, ἀλλὰ στρατιώτας οἰκείους, ὁ Χοσρόης εἶπεν, ἕξουσι τὸ λοιπὸν Πέρσας Ῥωμαῖοι μισθὸν τῆς ὑπουργίας αὐτοῖς χορηγοῦντες ῥητόν, ἐπεὶ καὶ Οὔννων τισὶ καὶ Σαρακηνοῖς ἐπέτειον χορηγεῖτε χρυσόν, οὐ φόρου αὐτοῖς ὑποτελεῖς ὄντες, ἀλλ' ὅπως ἀδῄωτον γῆν τὴν ὑμετέραν φυλάξωσιν ἐς τὸν 100 ἅπαντα αἰῶνα. τοιαῦτα Χοσρόης τε καὶ οἱ πρέσβεις πολλὰ πρὸς ἀλλήλους διαλεχθέντες ξυνέβησαν ὕστερον, ἐφ' ᾧ Χοσρόην ἐν μὲν τῷ παραυτίκα κεντηνάρια πεντήκοντα λαβόντα πρὸς Ῥωμαίων, πέντε δὲ ἄλλων φερόμενον ἐπέτειον ἐς τὸν ἅπαντα αἰῶνα δασμὸν μηδὲν αὐτοὺς ἐργάσασθαι περαιτέρω κακόν, ἀλλ' αὐτὸν μὲν ὁμήρους ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ παρὰ τῶν πρέσβεων κεκομισμένον τὴν ἀποπορείαν παντὶ τῷ στρατῷ ἐς τὰ πάτρια ἤθη ποιήσασθαι, ἐνταῦθα δὲ πρέσβεις παρὰ Ἰουστινιανοῦ στελλομένους τὰς ἀμφὶ τῇ εἰρήνῃ ξυνθήκας ἐν βεβαίῳ τὸ λοιπὸν θέσθαι. τότε ὁ Χοσρόης ἐς Σελεύκειαν πόλιν ἐπιθαλασσίαν Ἀντιοχείας τριάκοντα καὶ ρʹ σταδίοις διέχουσαν ἦλθεν, ἐνταῦθά τε Ῥωμαίων οὐδένα οὔτε εὑρὼν οὔτε λυμηνάμενος ἀπελούσατο μὲν ἐν τῆς θαλάσσης τῷ ὕδατι μόνος, θύσας τε ἡλίῳ καὶ οἷς τισιν ἄλλοις ἐβούλετο πολλά τε ἐπιθειάσας ὀπίσω ἀπήλαυνεν, ἐς δὲ τὸ στρατόπεδον ἀφικόμενος ἐπιθυμίαν οἱ ἔφασκεν εἶναί τινα τὴν Ἀπαμέων πόλιν ἐν γειτόνων οὖσαν οὐκ ἄλλου του ἕνεκα ἢ ἱστορίας θεάσασθαι. ξυνεχώρουν τε οὐχ ἑκούσιοι καὶ τοῦτο οἱ πρέσβεις, ἐφ' ᾧ μέντοι αὐτὸν θεασάμενον τὴν πόλιν καὶ ἀργύρου χιλίας κομισάμενον ἐνθένδε λίτρας οὐδέν τε ἄλλο λυμηνάμενον ἀπελαύνειν ὀπίσω. ἔνδηλος δὲ ἦν τοῖς τε πρέσβεσι καὶ πᾶσιν, ὅτι δὴ ἐς τὴν Ἀπάμειαν τοῦδε ἕνεκα στέλλοιτο μόνον, ὅπως δή τινος σκήψεως οὐκ ἀξιολόγου λαβόμενος αὐτήν τε καὶ τὴν ἐκείνη χώραν ληίσηται. τότε μὲν οὖν ἐς Δάφνην ἀνέβη τὸ Ἀντιοχείας προάστειον, ἔνθα δὴ τό τε ἄλσος ἐν θαύματι μεγάλῳ ἐποιήσατο καὶ τὰς τῶν ὑδάτων πηγάς· ἄμφω γὰρ ἀξιοθέατα ἐπιεικῶς ἐστιν· καὶ θύσας ταῖς νύμφαις ἀπιὼν ᾤχετο ἄλλο μὲν οὐδὲν λυμηνάμενος, τοῦ δὲ ἀρχαγγέλου Μιχαὴλ τὸ ἱερὸν καύσας. 9. Ὅτι ὁ Ἰουστινιανὸς Χοσρόῃ γράμματα ἔγραψεν ἐπιτελέσειν ὁμολογῶν τά τε αὐτῷ καὶ τοῖς πρέσβεσιν ἀμφὶ τῇ εἰρήνῃ συγκείμενα· ἅπερ ἐπεὶ ὁ Χοσρόης ἀπενεχθέντα εἶδεν, τούς τε ὁμήρους ἀφῆκε καὶ συνεσκευάζετο εἰς τὴν ἄφοδον, τούς τε τῶν Ἀντιοχέων αἰχμαλώτους ἀποδίδοσθαι ἅπαντας ἤθελεν. ὅπερ ἐπειδὴ Ἐδεσηνοὶ ἔμαθον, προθυμίαν ἐπεδείξαντο ἀκοῆς κρείσσω. οὐ γὰρ 101 ἦν οὐδείς, ὃς οὐ τὰ λύτρα ἐν τῷ ἱερῷ φέρων ὑπὲρ τούτων δὴ τῶν αἰχμαλώτων κατὰ λόγον τῆς οὐσίας κατέθετο. εἰσὶ δὲ οἷς καὶ μᾶλλον ἢ κατὰ λόγον ταῦτα ἐπράσσετο. αἵ τε γὰρ ἑταῖραι τὸν κόσμον ἀφελοῦσαι, ὅσος αὐταῖς ἐν τῷ σώματι ἦν, ἐνταῦθα ἐρρίπτουν, καί, εἴ τῳ γεωργῷ ἐπίπλων ἢ ἀργυρίου σπανίζοντι ὄνος ἢ προβάτιον ἦν, τοῦτο δὴ ἐς τὸ ἱερὸν πολλῇ σπουδῇ ἦγεν. ἀθροίζεται μὲν οὖν χρυσοῦ τε καὶ ἀργύρου καὶ ἄλλων χρημάτων πάμπολυ πλῆθος, δέδοται δὲ ὑπὲρ λύτρων οὐδέν. Βούζης γὰρ ἐνταῦθα παρὼν ἔτυχεν, ὃς διακωλῦσαι τὴν πρᾶξιν ὑπέστη κέρδος οἱ ἔσεσθαι μέγα τι ἐνθένδε καραδοκῶν. διὸ δὴ Χοσρόης τοὺς αἰχμαλώτους ἅπαντας ἐπαγόμενος πρόσω ἐχώρει. Καρρηνοὶ δὲ ἀπήντων χρήματα πολλὰ προτεινόμενοι. ὁ δὲ οὐ προσήκειν ἔφασκεν, ὅτι δὴ οἱ πλεῖστοι οὐ χριστιανοὶ ἀλλὰ δόξης τῆς παλαιᾶς τυγχάνουσιν ὄντες. 10. Ὅτι τοῦ Καβάδου ἐπὶ Κωνσταντίναν ἐλθόντος καὶ πολιορκοῦντος, ὁ ταύτης ἐπίσκοπος Βαράδοτος ὄνομα παρὰ τὸν Καβάδην ἐλθὼν οἶνόν τε ἤνεγκε καὶ ἰσχάδας καὶ μέλι καὶ καθαροὺς ἄρτους, καὶ αὐτοῦ ἐδεῖτο μὴ ἀποπειρᾶσθαι πόλεως, ἣ οὔτε λόγου ἀξία ἐστὶ καὶ πρὸς Ῥωμαίων ἀπημέληται λίαν, οὐδὲ στρατιωτῶν φρουρὰν ἔχουσα οὐδὲ ἄλλο τι φυλακτήριον, ἀλλὰ τοὺς οἰκήτορας μόνους ἀνθρώπους οἰκτρούς. ὁ μὲν ταῦτα εἶπεν, Καβάδης δὲ αὐτῷ τήν τε πόλιν χαριεῖσθαι ὡμολόγησε καὶ ἀπηλλάσσετο ἐκ γῆς Ῥωμαίων. διὸ καὶ Χοσρόης ἐκ πατέρων οἱ προσήκειν ἠξίου τὴν πόλιν. 11. Ὅτι Κάνδιδος ὁ Σεργίου πόλεως ἱερεύς, ἐπειδὴ τὸν Μήδων στρατὸν ἄγχιστά που ἥκειν ἐπύθετο, δείσας περί τέ οἱ αὐτῷ καὶ τῇ πόλει, ἐπεὶ χρόνῳ τῷ ξυγκειμένῳ Χοσρόῃ τὰ ὡμολογημένα ὡς ἥκιστα ἐπετέλεσεν, ἐν † Χοσρόῃ γενόμενος παρῃτεῖτο αὐτὸν μή οἱ διὰ ταῦτα
47
χαλεπῶς ἔχειν. χρήματα μὲν γὰρ οὐδεπώποτε αὐτῷ γεγονέναι, καὶ διὰ τοῦτο ἀρχὴν οὐδὲ βεβουλεῦσθαι Σωρηνοὺς ῥύεσθαι, βασιλέα δὲ Ἰουστινιανὸν ὑπὲρ τούτων πολλὰ ἱκετεύσας ἀνόνητος αὐτοῦ γεγενῆσθαι. Χοσρόης δὲ αὐτὸν ἐν φυλακῇ ἔσχε καὶ τὸ σῶμα πικρότατα αἰκιζόμενος διπλάσια τὰ χρήματα ἤπερ ξυνέκειτο πράττειν ἠξίου. ὁ δὲ αὐτὸν ἐς Σεργίου πόλιν τινὰς 102 ἱκέτευε πέμψαι τὰ κειμήλια ξύμπαντα τοῦ ἐνταῦθα ἱεροῦ ληψομένους, καὶ ἐπεὶ κατὰ ταῦτα ὁ Χοσρόης ἐποίει, τῶν οἱ ἑπομένων τινὰς ὁ Κάνδιδος ξὺν αὐτοῖς ἔπεμψεν. οἱ μὲν οὖν Σεργιουπολῖται τοὺς παρὰ Χοσρόου σταλέντας τῇ πόλει δεξάμενοι τῶν κειμηλίων πολλὰ ἔδοσαν, ἄλλο [δὲ] οὐδὲν σφίσιν ἀπολελεῖφθαι ἰσχυριζόμενοι. Χοσρόης δὲ ταῦτά οἱ ἀποχρῆν οὐδαμοῦ ἔφη, ἀλλ' ἕτερα τούτων πλείω λαβεῖν ἐδικαίου. πέμπει τοίνυν τινὰς τῷ μὲν λόγῳ διερευνησομένους ἐς τὸ ἀκριβὲς τὰ τῆς πόλεως χρήματα, ἔργῳ δὲ τὴν πόλιν καθέξοντας. καὶ ἐπεὶ οὐκ ἔδει Σεργίου πόλιν Πέρσαις ἁλῶναι τῶν τις Σαρακηνῶν χριστιανὸς μέν, ταττόμενος δὲ ὑπὸ Ἀλαμουνδάρῳ, Ἄμβρος ὄνομα, νύκτωρ παρὰ τῆς πόλεως τὸ τεῖχος ἥκων καὶ τὸν πάντα λόγον ἀγγείλας ἐκέλευε Πέρσας τῇ πόλει μηδαμῆ δέξασθαι. οὕτω τε οἱ παρὰ Χοσρόου σταλέντες ἄπρακτοι ἐς αὐτὸν ἐπανῆλθον. καὶ ὃς τῷ θυμῷ ζέων τὴν πόλιν ἐξελεῖν διενοεῖτο. 12. Ὅτι Κάνδιδον τὸν ἱερέα Χοσρόης οὐκ ἔτι ἀφῆκεν. χρῆν γὰρ οἶμαι αὐτὸν τὰ ὀμωμοσμένα ἠλογηκότα ἱερέα μηκέτι εἶναι. 13. Ὅτι ἔνθα τὸ πυρεῖον ἦν τὸ μέγα τῶν Περσῶν ἐνταῦθα σταλείς τις ἐκ Βυζαντίου παρὰ Χοσρόην ἀπήγγελε Κωνσταντιανόν τε καὶ Σέργιον πρέσβεις ἐς αὐτὸν ἐπὶ τῇ ξυμβάσει αὐτίκα δὴ μάλα ἀφίξεσθαι. ἤστην δὲ τὼ ἄνδρε τούτω ῥήτορέ τε ἄμφω καὶ ξυνετὼ ἐς τὰ μάλιστα, Κωνσταντιανὸς μὲν Ἰλλυριὸς γένος, Σέργιος δὲ ἐξ Ἐδέσης πόλεως, ἣ ἐν Μεσοποταμίᾳ τυγχάνει οὖσα. οὓς δὴ ὁ Χοσρόης προσδεχόμενος ἡσυχῆ ἔμενεν. ἐν δὲ τῇ πορείᾳ ταύτῃ Κωνσταντιανοῦ νοσήσαντος, καὶ χρόνου τριβέντος συχνοῦ, τὸν λοιμὸν ἐπισκῆψαι Πέρσαις ξυνέπεσεν. ὁ δὲ Ναβέδης τηνικαῦτα ἐν Περσαρμενίᾳ τὴν στρατηγίδα ἔχων ἀρχὴν τὸν ἐν Δουβίοις τῶν χριστιανῶν ἱερέα βασιλέως ἐπαγγείλαντος παρὰ Βαλεριανὸν τὸν ἐν Ἀρμενίοις στρατηγὸν ἔπεμψεν, αἰτιασόμενόν τε τὴν τῶν πρέσβεων βραδυτῆτα καὶ Ῥωμαίους ἐς τὴν εἰρήνην ὁρμήσοντα προθυμίᾳ τῇ πάσῃ. καὶ ὃς ξὺν τῷ ἀδελφῷ ἐς Ἀρμενίους ἥκων τῷ τε Βαλεριανῷ ἐντυχὼν αὐτός τε Ῥωμαίοις ἅτε χριστιανὸς ἰσχυρίζετο εὐνοϊκῶς ἔχειν, καί οἱ βασιλέα Χοσρόην πείθεσθαι ἀεὶ ἐς βουλὴν πᾶσαν, ὥστε, ἢν Ῥωμαίων οἱ πρέσβεις ἐς τὰ Περσῶν ἤθη ξὺν αὐτῷ ἔλθωσιν, οὐκ ἄν τι αὐτοῖς ἐμπόδισμα εἴη τοῦ τὴν εἰρήνην 103 ὅπη βούλονται διαθήσεσθαι. ὁ μὲν οὖν ἱερεὺς τοσαῦτα εἶπεν. ὁ δὲ τοῦ ἱερέως ἀδελφὸς Βαλεριανῷ ἐντυχὼν λάθρα Χοσρόην ἐν μεγάλοις κακοῖς εἶναι ἔφασκεν. τόν τε γάρ οἱ παῖδα τυραννίδι ἐπιθέμενον ἐπαναστῆναι, καὶ αὐτὸν ὁμοῦ ξὺν παντὶ τῷ Περσῶν στρατῷ τῇ νόσῳ ἁλῶναι· διὸ δὴ καὶ Ῥωμαίοις τὰ νῦν ἐς τὴν ξύμβασιν ἐθέλειν ἰέναι. ταῦτα ἐπεὶ Βαλεριανὸς ἤκουσεν, τὸν μὲν ἐπίσκοπον εὐθὺς ἀπεπέμψατο τοὺς πρέσβεις οὐκ ἐς μακρὰν ὑποσχόμενος παρὰ Χοσρόην ἀφίξεσθαι, αὐτὸς δὲ τοὺς λόγους ἐς βασιλέα Ἰουστινιανόν, οὕσπερ ἠκηκόει, ἀνήνεγκεν. οἷς δὴ ὁ βασιλεὺς αὐτίκα ἠγμένος αὐτῷ τε καὶ Μαρτίνῳ καὶ τοῖς ἄλλοις ἄρχουσιν ὅτι τάχιστα ἐσβάλλειν ἐς τὴν πολεμίαν ἐπέστελλεν. 14. Ὅτι ὁ Χοσρόης εἴτε τινὰ ὄψιν ὀνείρου εἶδεν, ἤ τις αὐτῷ ἔννοια γέγονεν, ὡς διεγχειρήσας μὴ δυνατὸς εἴη ἐξελεῖν Ἔδεσαν πόλιν καὶ πολλήν οἱ αἰσχύνην τινὰ περιβαλέσθαι ξυμβήσεται. διὸ δὴ πολλῶν χρημάτων ἀποδόσθαι τὴν ἀναχώρησιν Ἐδεσηνοῖς ἔγνω. τῇ γοῦν ἐπιγινομένῃ ἡμέρᾳ Παῦλος ἑρμηνεὺς παρὰ τὸ τεῖχος ἥκων ἔφασκε Ῥωμαίους χρῆναι παρὰ Χοσρόην σταλῆναι τῶν δοκίμων τινάς. οἱ δὲ κατὰ τάχος τέσσαρας ἀπολεξάμενοι τῶν σφίσιν αὐτοῖς ἐπιφανῶν ἔπεμψαν, οἷς δὴ ἐς τὸ Μήδων ἀφικομένοις στρατόπεδον ἐντυχὼν γνώμῃ βασιλέως ὁ Ζαβέργαιος ἀπειλαῖς τε πολλαῖς δεδιξάμενος ἀνεπυνθάνετο αὐτῶν, ὁπότερα σφίσιν αἱρετώτερα τυγχάνει ὄντα, πότερον τὰ ἐς τὴν εἰρήνην, ἢ τὰ ἐς τὸν πόλεμον ἄγοντα. τῶν δὲ τὴν εἰρήνην ἑλέσθαι ἂν πρὸ τῶν κινδύνων ὁμολογούντων, οὐκοῦν, ἔφη ὁ Ζαβέργαιος, ὠνεῖσθαι ὑμᾶς ταύτην ἀνάγκη χρημάτων πολλῶν. οἵ τε πρέσβεις ἔφασαν τοσαῦτα δώσειν, ὅσα παρέσχοντο πρότερον, ἡνίκα τὴν Ἀντιόχειαν ἐξελὼν ἐπ' αὐτοὺς ἦλθεν. καὶ ὁ Ζαβέργαιος αὐτοὺς ξὺν γέλωτι ἀπεπέμψατο, ἐφ' ᾧ ἐνδελεχέστατα βουλευσάμενοι ἀμφὶ τῇ σωτηρίᾳ οὕτω δὴ αὖθις παρ' αὐτοὺς ἔλθωσιν. ὀλίγῳ τε ὕστερον μεταπεμψάμενος αὐτοὺς ὁ Χοσρόης, ἐπειδὴ παρ' αὐτὸν
48
ἵκοντο, κατέλεξε μὲν ὅσα τε πρότερον καὶ ὅντινα τρόπον ἐξηνδραπόδισε Ῥωμαίων χωρία, ἠπείλησε δὲ τὰ δεινότερα Ἐδεσηνοῖς πρὸς Περσῶν ἔσεσθαι, εἰ μὴ πάντα σφίσι τὰ χρήματα δοῖεν, ὅσα 104 τοῦ περιβόλου ἐντὸς ἔχουσιν. οὕτω γὰρ μόνως ἐνθένδε ἀπαλλαγήσεσθαι τὸν στρατὸν ἔφασκεν. ταῦτα οἱ πρέσβεις ἀκούσαντες ὡμολόγουν μὲν παρὰ Χοσρόου τὴν εἰρήνην ὠνήσεσθαι, ἤν γε σφίσι μὴ τὰ ἀδύνατα ἐπαγγείλειε· τοῦ δὲ κινδύνου τὸ πέρας οὐδενὶ τῶν πάντων ἔφασαν πρὸ τῆς ἀγωνίας ἔνδηλον εἶναι. πόλεμον γὰρ τοῖς αὐτὸν διαφέρουσιν ἐπὶ τοῖς ὁμολογουμένοις οὐ μήποτε εἶναι. τότε μὲν οὖν ξὺν ὀργῇ ὁ Χοσρόης τοὺς πρέσβεις ἐκέλευσεν ὅτι τάχιστα ἀπαλλάσσεσθαι. 15. Ὅτι πρέσβεων ἀποσταλέντων παρὰ Χοσρόην καὶ ξὺν αὐτοῖς καὶ Στεφάνου τοῦ ἰατροῦ, ὁ Χοσρόης οὐ πρότερον ἀπαλλαγήσεσθαι Ἐδέσης ἔφη, εἰ μὴ Πέτρον καὶ Περάνιον αὐτῷ παραδοῖεν Ῥωμαῖοι, ὅτι δή οἱ δοῦλοι γεγονότες πατρῷοι τετολμήκασιν ἀντιτάξασθαι. τοῦτο δὲ εἰ μὴ δρᾶν Ῥωμαίοις ἐν ἡδονῇ ἐστιν, ἀλλὰ δυοῖν αὐτοὺς ἐπάναγκες ἑλέσθαι τὸ ἕτερον, ἢ πεντακόσια κεντηνάρια χρυσοῦ σφίσι διδόναι, ἢ δέξασθαι τῇ πόλει τῶν οἱ ἐπιτηδείων τινάς, οἳ τὰ χρήματα διερευνησάμενοι ἅπαντα τὸν μὲν χρυσόν τε καὶ ἄργυρον, ὅσον δὴ ἐνταῦθα ξυμβαίνει εἶναι, κομίζοντες ἐς αὐτὸν ἥξουσιν, τἄλλα δὲ τοὺς κυρίους ἐάσουσιν ἔχειν. ταῦτα ὁ Χοσρόης ἀπέρριψεν Ἔδεσαν ἐξελεῖν πόνῳ οὐδενὶ ἐλπίδας ἔχων· οἱ δὲ πρέσβεις (ἅπαντα γὰρ σφίσιν ἀδύνατα ἔδοξεν εἶναι, ὅσα ἐκεῖνος ἐπήγγελλεν) διαπορούμενοί τε καὶ λίαν ἀσχάλλοντες ἐπὶ τὴν πόλιν ἐβάδιζον, ἐπεί τε ἐντὸς τοῦ περιβόλου γενόμενοι τὰ παρὰ Χοσρόου ἀπήγγελλον, θορύβου τε καὶ θρήνων ἡ πόλις ἔμπλεως ἐγένετο. ἡ μὲν οὖν τοῦ λόφου κατασκευὴ ἐπί τε ὕψος ἤρετο μέγα καὶ σπουδῇ πολλῇ ἐπίπροσθεν ᾔει, Ῥωμαῖοι δὲ οὐκ ἔχοντες ὅ τι καὶ δράσωσι πάλιν τοὺς πρέσβεις παρὰ Χοσρόην ἀπέστελλον, οἵπερ, ἐπειδὴ ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ γενόμενοι περὶ τῶν αὐτῶν δεησόμενοι ἔφασκον ἥκειν, λόγου μὲν οὐδ' ὁπωστιοῦν πρὸς Περσῶν ἔτυχον, ὕβρει δὲ καὶ θορύβῳ πολλῷ ἐνθένδε ἐξελαυνόμενοι πρὸς τὴν πόλιν ἐχώρουν. 16. Ὅτι Ἰουστινιανὸς πρέσβεις παρὰ Χοσρόην ἔπεμψε Κωνσταντιανόν τε καὶ Σέργιον ἐπὶ τῇ ξυμβάσει. οἱ δὲ αὐτὸν κατα 105 λαμβάνουσιν ἐν Ἀσσυρίοις, οὗ δὴ πολίσματά εἰσι δύο, Σελεύκεια καὶ Κτησιφῶν. ἐνταῦθα δὲ ἐντυχόντες Χοσρόῃ οἱ πρέσβεις ἠξίουν μὲν τὰ ἐπὶ Λαζικῆς χωρία Ῥωμαίοις ἀποδοῦναι, βεβαιότατα δὲ πρὸς αὐτοὺς τὰ ἀμφὶ τῇ εἰρήνῃ κρατύνασθαι. Χοσρόης δὲ οὐ ῥᾴδιον αὐτοὺς ἔφασκεν εἶναι ἀλλήλοις ξυμβῆναι, ἢν μή τινα ἐκεχειρίαν θέμενοι πρότερον οὕτω τε ἀδεέστερον ἐς ἀλλήλους φοιτῶντες τά τε διάφορα διαλύσουσι καὶ τὰ τῆς εἰρήνης ἐν τῷ ἀσφαλεῖ τὸ λοιπὸν θήσονται, χρῆναι δὲ ὑπὲρ τῆς ἐκεχειρίας χρήματά τέ οἱ τῶν Ῥωμαίων αὐτοκράτορα δοῦναι καί τινα Τριβοῦνον ὄνομα ἰατρὸν πέμψαι, ἐφ' ᾧ οἱ ξυνδιατρίψαι τακτόν τινα χρόνον. ἐτύγχανε γὰρ ὁ ἰατρὸς οὗτος νόσου αὐτὸν ἀπαλλάξας χαλεπῆς πρότερον καὶ ἀπ' αὐτοῦ φίλος τε καὶ ποθεινὸς ἐς τὰ μάλιστα ὤν. ταῦτα ἐπεὶ Ἰουστινιανὸς ἤκουσεν, τόν τε Τριβοῦνον καὶ τὰ χρήματα εὐθὺς ἔπεμψε ξυνιόντα ἐς κεντηνάρια εἴκοσιν, οὕτω τε αἱ σπονδαὶ γεγόνασι Ῥωμαίοις τε καὶ Πέρσαις ἐς ἐνιαυτοὺς πέντε, δέκατον καὶ θʹ ἔτος Ἰουστινιανοῦ τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος. Χοσρόης δὲ ὁ Περσῶν βασιλεὺς ἔνδηλος γέγονε τὴν ἐκεχειρίαν νῷ δολερῷ πρὸς Ῥωμαίους πεποιημένος, ἐφ' ᾧ δὴ αὐτοὺς διὰ τὴν εἰρήνην ἀναπεπτωκότας λαβὼν ἀνήκεστόν τι ἐργάσηται. τρίτῳ γὰρ τῆς ἐκεχειρίας ἐνιαυτῷ μηχανᾶται τοιάδε. ἤστην ἐν Πέρσαις ἀδελφὼ δύο Φαβρίζους τε καὶ Ἰσγούσνας, ἀρχὰς μὲν περιβεβλημένω ἐνταῦθα μεγίστας καὶ ἄλλως λογισμῷ πονηροτάτω Περσῶν ἁπάντων καὶ δόξαν ἐπὶ τῇ δεινότητι καὶ κακοτροπίᾳ πολλὴν ἔχοντε. βουλευσάμενος οὖν πόλιν Δάρας καταλαβεῖν ἐξ ἐπιδρομῆς καὶ Λαζικῆς ἐξοικίσαι Κόλχους ἅπαντας, Πέρσας δὲ ἀντ' αὐτῶν οἰκήτορας καταστήσασθαι, τὼ ἄνδρε τούτω ἐς ἄμφω τὰ ἔργα ὑπηρετήσοντάς οἱ εἵλετο. 17. Ὅτι ἐπὶ Ἰουστινιανοῦ πρέσβεις ἐκ Βυζαντίου παρὰ τὸν Ῥωμαίων ἀρχιερέα ἧκον ὅ τε τῆς Ἐφέσου ἱερεὺς Ὑπάτιος καὶ Δημήτριος ἐκ τῶν ἐν Μακεδόσι Φιλίππων δόξης ἕνεκεν, ἣν χριστιανοὶ ἐν σφίσιν αὐτοῖς ἀντιλέγουσιν ἀμφιγνοοῦντες. ἔπεμψε δὲ καὶ Ἀλέξανδρον ἐφ' ᾧ κατασκεψόμενον τὰ ἀμφὶ τῇ Ἀμαλασούνθῃ. ἡ δὲ Ἀμαλασούνθα ἐκ μὲν τοῦ ἐμφανοῦς ἄλλα ἔγραψεν, λάθρα δὲ 106 αὐτῷ ξύμπασαν Ἰταλίαν ἐγχειριεῖν ὡμολόγησεν. οἱ δὲ πρέσβεις ἐς Βυζάντιον ἐπανήκοντες ἅπαντα Ἰουστινιανῷ ἤγγειλαν, Ἀλέξανδρος μὲν ἅπερ τῇ Ἀμαλασούνθῃ
49
δοκοῦντα εἴη, Δημήτριος δὲ καὶ Ὑπάτιος ὅσα Θευδάτου λέγοντος ἤκουσαν, καὶ ὡς δυνάμει μόνῃ ἐν Τούσκοις ὁ Θευδάτος χρώμενος χώρας τε ἐνταῦθα πολλῆς κύριος γεγονὼς πόνῳ ἂν οὐδενὶ τὰ ὡμολογημένα ἐπιτελεῖν οἷός τε εἴη. οἷς δὴ περιχαρὴς γεγονὼς βασιλεὺς Πέτρον Ἰλλυριὸν γένος ἐκ Θεσσαλονίκης ὁρμώμενον ἐς τὴν Ἰταλίαν εὐθὺς ἔστελλεν, ἕνα μὲν ὄντα τῶν ἐν Βυζαντίῳ ῥητόρων, ἄλλως δὲ ξυνετόν τε καὶ πρᾶον καὶ ἐς τὸ πείθειν ἱκανῶς πεφυκότα. 18. Ὅτι παρὰ Ἰουστινιανοῦ Πέτρος ἐς Ἰταλίαν ἐστέλλετοπροειρημένον αὐτῷ πρὸς βασιλέως ἐντυχεῖν μὲν κρύφα τῶν ἄλλων ἁπάντων Θευδάτῳ, ὅρκῳ τὰ πιστὰ παρεχομένῳ ὡς οὐδὲν ἂν τῶν πρασσομένων ἔκπυστον γένοιτο, οὕτω τε τὰ ἀμφὶ Τουσκίᾳ ἐν τῷ ἀσφαλεῖ πρὸς αὐτὸν θέσθαι, καὶ Ἀμαλασούνθῃ δὲ ξυγγενόμενον λάθρα ξυμπάσης περὶ Ἰταλίας διοικήσασθαι, ὅπη ἑκατέρῳ ξυνοίσειν μέλλει, ἐς δὲ τὸ ἐμφανὲς ὑπέρ τε τοῦ Λιλυβαίου καὶ τῶν ἄλλων πρεσβεύσων ᾔει. οὔπω γάρ τι περὶ τῆς Ἀταλαρίχου τελευτῆς ἢ τῆς Θευδάτου ἀρχῆς ἢ τῶν Ἀμαλασούνθῃ ξυμπεπτωκότων βασιλεὺς ἠκηκόει. Πέτρος δὲ ὁδῷ πορευόμενος πρῶτον μὲν τοῖς Ἀμαλασουνθαίοις πρέσβεσι ξυγγενόμενος τὰ ἀμφὶ τῇ Θευδάτου ἀρχῇ ἔμαθεν. γενόμενος δὲ ὀλίγῳ ὕστερον ἐν πόλει Αὐλῶνι, ἣ πρὸς τῷ Ἰονίῳ κόλπῳ κεῖται, τοῖς ἀμφὶ Λιβέριον καὶ Ὀπιλίονα ἐντυχὼν τὰ ξυμπεσόντα ξύμπαντα ἔγνω, ἔς τε βασιλέα ταῦτα ἀνενεγκὼν αὐτοῦ ἔμεινεν. ἐπεὶ δὲ ταῦτα Ἰουστινιανὸς ἤκουσεν, Γότθους τε καὶ Θευδάτον ξυνταράξαι διανοούμενος πρὸς μὲν Ἀμαλασούνθαν γράμματα ἔπεμψε δηλῶν ὅτι αὐτῆς ὡς ἔνι μάλιστα μεταποιεῖσθαι ἐν σπουδῇ ἔχοι, τῷ δὲ Πέτρῳ ἐπέστελλε ταῦτα μηδαμῆ ἀποκρύψασθαι, ἀλλ' αὐτῷ Θευδάτῳ φανερὰ καὶ Γότθοις ἅπασι καταστήσασθαι. πρέσβεων δὲ τῶν ἐξ Ἰταλίας οἱ μὲν ἄλλοι, ἐπειδὴ ἐς Βυζάντιον ἐκομίσθησαν, τὸν πάντα λόγον βασιλεῖ ἤγγειλαν, καὶ πάντων μάλιστα Λιβέριος. ἦν γὰρ ἀνὴρ ἀγαθὸς καὶ καλός τε διαφερόντως λόγου τε τοῦ ἀληθοῦς ἐπιμελεῖσθαι ἐξεπιστάμενος, Ὀπιλίων δὲ μόνος ἰσχυρίζετο μηδὲν ἐς Ἀμαλασούνθαν ἁμαρτεῖν Θευδάτον. 19. Ὅτι Θευδάτος ἐπεὶ ἤκουσε τόν τε Μαυρικίου καὶ Μούνδου θάνατον τοὺς πρέσβεις ἤδη παρ' αὐτὸν ἥκοντας ἐν οὐδενὶ ἐποιήσατο λόγῳ. ἐς γὰρ ἀπιστίαν ἱκανῶς ἐπεφύκει καὶ βέβαιον τὴν διάνοιαν οὐδαμῆ εἶχεν, ἀλλ' αὐτὸν ἡ παροῦσα τύχη ἀλόγως τε καὶ τῶν καθεστώτων οὐκ ἐπαξίως ἔς τε ὀρρωδίαν ἐπῆγε μέτρον οὐκ ἔχουσαν, καὶ αὖθις ἐς ἄφατόν τι ἀντικαθίστη θράσος. καὶ τότε γοῦν τοῦ θανάτου πέρι Μούνδου τε ἀκούσας καὶ Μαυρικίου ἐπήρθη τε ὑπεράγαν καὶ οὐ κατὰ λόγον τῶν πεπραγμένων, καὶ τοὺς πρέσβεις ἤδη παρ' αὐτὸν ἥκοντας ἐρεσχελεῖν ἠξίου. καὶ ἐπειδὴ αὐτῷ Πέτρος ποτὲ ἅτε ὑπερβάντι τὰ βασιλεῖ ὡμολογημένα ἐλοιδορεῖτο, ἄμφω Θευδάτος δημοσίᾳ καλέσας ἔλεξε τάδε· σεμνὸν μὲν τὸ χρῆμα τῶν πρέσβεων καὶ ἄλλως ἔντιμον καθέστηκεν ἐς πάντας ἀνθρώπους, τοῦτο δὲ τὸ γέρας ἐς τόδε σφίσιν αὐτοῖς οἱ πρέσβεις διασώζουσιν, ἐς ὃ τῇ σφετέρᾳ ἐπιεικείᾳ φυλάξουσι τὸ τῆς πρεσβείας ἀξίωμα. κτεῖναι γὰρ ἄνδρα πρεσβευτὴν ἐνδίκως νενομίκασιν ἄνθρωποι, ὅταν ἢ ἐς βασιλέα ὑβρίσας φαίνηται, ἢ γυναικὸς ἄλλῳ ξυνοικούσης ἐς εὐνὴν ἔλθοι. Θευδάτος μὲν ταῦτα ἐς Πέτρον ἀπέρριψεν, οὐχ ὅτι γυναικὶ ἐπλησίαζεν, ἀλλ' ὅπως ἰσχυρίσηται ἐγκλήματα ὡς τὸ εἰκὸς γίγνεσθαι ἐς πρεσβευτοῦ θάνατον ἄγοντα. οἱ δὲ πρέσβεις ἀμείβονται τοῖσδε· οὐδὲ ταῦτα, ὦ Γότθων ἀρχηγέ, ταύτῃ, ᾗπερ εἰρήκεις, ἔχει, οὐδ' ἂν σὺ παραπετάσμασιν οὐχ ὑγιέσιν ἀνόσια ἔργα ἐς ἀνθρώπους πρέσβεις ἐνδείξαιο. μοιχῷ μὲν γὰρ οὐδὲ βουλομένῳ πρεσβευτῇ πάρεστι γίνεσθαι, ᾧ γε οὐδὲ ὕδατος μεταλαγχάνειν ὅτι μὴ γνώμῃ τῶν φυλασσόντων ῥᾴδιόν ἐστιν· λόγους δέ, ὅσους ἂν ἐκ τοῦ πέμψαντος ἀκηκοὼς εἴποι, οὐκ αὐτὸς τὴν ἐντεῦθεν αἰτίαν, ἤν γε οὐκ ἀγαθοὶ τύχωσιν ὄντες, εἰκότως ἂν λάβοι, ἀλλ' ὁ μὲν κελεύσας φέροιτο ἂν δικαίως τὸ ἔγκλημα τοῦτο, τῷ δὲ πρεσβευτῇ τὸ τὴν ὑπουργίαν ἐκτελέσαι περίεστι μόνον. ὥστε ἡμεῖς μὲν ἅπαντα ἐροῦμεν, ὅσα ἀκούσαντες πρὸς βασιλέως ἐστάλημεν, σὺ δὲ ὅπως ἀκούσῃ πράως. ταραττομένῳ γάρ σοι ἀδικεῖν ἀνθρώπους πρέσβεις λελείψεται. οὐκοῦν ὥρα σοι ἑκόντι ἐπιτελεῖν ὅσα βασιλεῖ ὡμολόγησας. ἐπ' αὐτὸ γὰρ τοῦτο ἡμεῖς ἥκομεν. καὶ τὴν μὲν ἐπιστολήν, ἥν σοι ἔγραψεν, ἤδη λαβὼν ἔχεις, τὰ δὲ γράμματα, ἃ τοῖς Γότθων πρώτοις ἔπεμψεν, οὐκ ἄλλοις τισὶν ἢ αὐτοῖς 108 δώσομεν. ταῦτα τῶν πρέσβεων εἰπόντων ἐπεὶ παρόντες οἱ τῶν βαρβάρων ἄρχοντες ἤκουσαν, Θευδάτῳ ἐγχειρίσαι τὰ γεγραμμένα σφίσιν ἐπέστελλον. εἶχε δὲ ὧδε· ἐπιμελὲς γέγονεν ἡμῖν ἐς πολιτείαν ὑμᾶς ἀνελέσθαι τὴν ἡμετέραν ὥσπερ ὑμᾶς ἡσθῆναι εἰκός. οὐ γὰρ ἐπὶ τῷ ἐλασσοῦσθαι. ἀλλ' ὅπως
50
ἀξιώτεροι ἔσησθε, ἐς ἡμᾶς ἥξετε, ἄλλως τε οὐκ ἐς ἤθη ξένα ἢ ἄλλως ἀγνῶτα Γότθους καλοῦμεν, ἀλλ' ὧν ἠθάσι γενομένοις ὑμῖν εἶτα ἐπὶ καιροῦ διεστάναι τετύχηκεν. διὰ ταῦτα νῦν Ἀθανάσιός τε καὶ Πέτρος ἐστάλησαν αὐτόσε, οἷς ὑμᾶς ἐς ἅπαντα ξυλλαβέσθαι χρεών. τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου· Θευδάτος τε ἅπαντα ἀναλεξάμενος οὔτε τι ἔργῳ ἐπιτελεῖν ὧν βασιλεῖ ὑπέσχετο ἔγνω, καὶ τοὺς πρέσβεις ἐν φυλακῇ οὐ μετρίᾳ εἶχεν. ὁ δὲ βασιλεὺς Ἰουστινιανὸς ἐπεὶ ταῦτά τε καὶ τὰ ἐν Δαλματίᾳ ξυνενεχθέντα ἠκηκόει, Κωνσταντιανὸν μέν, ὃς τῶν βασιλικῶν ἱπποκόμων ἦρχεν, ἐς Ἰλλυριοὺς ἔπεμψε στρατιάν τε αὐτῷ ἐπιστείλας ἐνθένδε ἀγεῖραι καὶ Σαλωνῶν ἀποπειρᾶσθαι, ὅπη ἂν αὐτῷ δυνατὰ εἴη, Βελισάριον δὲ ἐς Ἰταλίαν τε κατὰ τάχος ἐκέλευσεν ἰέναι καὶ Γότθοις ὡς πολεμίοις χρῆσθαι. Κωνσταντιανὸς μὲν οὖν ἐς Ἐπίδαμνόν τε ἀφίκετο καὶ στρατιὰν ἤγειρεν, ἐν τούτῳ δὲ Γότθοι Γρίππα σφίσιν ἡγουμένου στρατῷ ἑτέρῳ ἐς Δαλματίαν ἀφικόμενοι Σαλώνας ἔσχον. 20. Ὅτι γνόντες οἱ Φράγγων ἄρχοντες τὰ ποιούμενα, ὡς Βελισάριον εὐτυχεῖν, προσποιεῖσθαί τε τὴν Ἰταλίαν ἐθέλοντες πρέσβεις παρὰ τὸν Οὐίττιγιν πέμπουσι ξυμμαχίας ὑπόσχεσιν προτεινόμενοι, ἐφ' ᾧ τῆς χώρας ξὺν αὐτῷ ἄρχουσιν. ὅπερ ἐπεὶ Βελισάριος ἤκουσεν, πρέσβεις καὶ αὐτὸς ἀντεροῦντας Γερμανοῖς ἔπεμψεν ἄλλους τε καὶ Θεοδόσιον τὸν τῇ οἰκίᾳ τῇ αὐτοῦ ἐφεστῶτα. πρῶτοι μὲν οὖν οἱ Γερμανῶν πρέσβεις Οὐιττίγιδι ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε· ἔπεμψαν ἡμᾶς οἱ Γερμανῶν ἄρχοντες δυσχεραίνοντες μὲν ὅτι δὴ πρὸς Βελισαρίου πολιορκεῖσθαι ὑμᾶς ἤκουσαν, τιμωρεῖν δὲ ὑμῖν ὅτι τάχιστα κατὰ τὸ ξυμμαχικὸν ἐν σπουδῇ ἔχοντες. τὸ μὲν οὖν στρατόπεδον ἀνδρῶν μαχίμων οὐχ ἧσσον ἢ μυριάδας νʹ ἤδη που τὰς Ἄλπεις ὑπερβεβηκέναι οἰόμεθα, οὕσπερ τοῖς πελέκεσι τὴν Ῥωμαίων στρατιὰν ξύμπασαν ἐν τῇ πρώτῃ ὁρμῇ καταχώσειν αὐχοῦμεν, ὑμᾶς δὲ οὐ τῶν δουλωσομένων τῇ γνώμῃ ἕπεσθαι ἄξιον, 109 ἀλλὰ τῶν ἐς κίνδυνον πολέμου εὐνοίᾳ τῇ ἐς Γότθους καθισταμένων. ἄλλως τε, ἢν μὲν τὰ ὅπλα ξὺν ἡμῖν ἕλησθε, οὐδεμία λελείψεται Ῥωμαίοις ἐλπὶς ἀμφοτέροις τοῖς στρατεύμασιν ἐς χεῖρας ἰέναι, ἀλλ' αὐτόθεν πόνῳ οὐδενὶ ἀναδησόμεθα τὸ τοῦ πολέμου κράτος. ἢν δέ γε ξὺν Ῥωμαίοις τετάξονται Γότθοι, οὐδ' οὕτω τῷ Φράγγων ἔθνει ἀνθέξουσιν (οὐ γὰρ ἐξ ἀντιπάλου τῆς δυνάμεως ὁ ἀγὼν ἔσται) ἀλλὰ περιέσται ὑμῖν τὸ ξὺν τοῖς πάντων πολεμιωτάτοις ἡσσῆσθαι. ὡς προὖπτον δὲ κακὸν ἰέναι, παρὸν κινδύνου ἐκτὸς σώζεσθαι, πολλὴ ἄνοια. ὅλως δὲ ἄπιστον πᾶσι βαρβάροις τὸ Ῥωμαίων καθέστηκε γένος, ἐπεὶ καὶ φύσει πολέμιόν ἐστιν. ἡμεῖς μὲν οὖν ξυνάρξομέν τε βουλομένοις ὑμῖν Ἰταλίας ἁπάσης καὶ τὴν χώραν διοικησόμεθα, ὅπη ἂν δοκῇ ὡς ἄριστα ἔχειν, σὲ δὲ καὶ Γότθους ἑλέσθαι εἰκός, ὅ τι ἂν ὑμῖν ξυνοίσειν μέλλῃ. Φράγγοι μὲν τοσαῦτα εἶπον· παρελθόντες δὲ καὶ οἱ Βελισαρίου πρέσβεις ἔλεξαν ὧδε· ὡς μὲν οὐδὲν ἂν τῷ βασιλέως στρατῷ λυμανεῖται τὸ Γερμανῶν πλῆθος, ὅπερ οὗτοι δεδίττεσθαι ὑμᾶς ἀξιοῦσιν, τί ἄν τις ἐν ὑμῖν μακρολογοίη, οὕς γε διὰ μακρὰν ἐμπειρίαν ἅπασαν ἐξεπίστασθαι τὴν τοῦ πολέμου ῥοπὴν ξυμβαίνει καὶ ὡς ἥκιστα ἀρετὴ ἀνθρώπων ὁμίλῳ φιλεῖ ἐλασσοῦσθαι. ἐῶμεν γὰρ λέγειν ὡς καὶ πάντων μάλιστα βασιλεῖ πάρεστι πλήθει στρατιωτῶν περιεῖναι τῶν πολεμίων. τὸ δὲ δὴ τούτων πιστόν, ᾧ χρῆσθαι αὐχοῦσιν ἐς πάντας βαρβάρους, μετά γε Θεορίγγους καὶ τοὺς Βουργουζιόνων ἔθνους καὶ ἐς τοὺς ξυμμάχους ὑμᾶς παρὰ τῶν ἀνδρῶν ἐπιδέδεικται, ὡς ἡμεῖς γε ἡδέως ἂν Φράγγους ἐροίμεθα, τίνα ποτὲ μέλλοντες ὀμεῖσθαι θεὸν τὸ τῆς πίστεως ὑμῖν ὀχυρὸν ἰσχυρίζονται δώσειν. τὸν γὰρ ἤδη αὐτοῖς ὀμωμοσμένον ὅντινα τετιμήκασι τρόπον ἐπίστασθε δήπου· οἵ γε χρήματα μὲν τοσαῦτα τὸ πλῆθος. Γαλλίας δὲ ὅλας παρ' ὑμῶν ἐπὶ ξυμμαχίᾳ κεκομισμένοι οὐχ ὅσον ὑμῖν τοῦ κινδύνου ξυνάρασθαι οὐδαμῶς ἔγνωσαν, ἀλλὰ καὶ ὅπλα οὕτως ἀναίδην καθ' ὑμῶν εἵλοντο, εἴ τις ἐν ὑμῖν τῶν πρὸς τῷ Πάδῳ ξυμπεπτωκότων διασώζεται λόγος. καὶ τί δεῖ τὰ φθάσαντα λέγοντας ἐλέγχειν τὸ Φράγγων ἀσέβημα; τῆς παρούσης αὐτῶν πρεσβείας οὐδὲν ἂν γένοιτο μιαρώτερον. ὥσπερ γὰρ ἐπιλελησμένοι τῶν σφίσιν αὐτοῖς ὡμολογημένων τε καὶ ταῖς ξυνθήκαις ὀμω 110 μοσμένων κοινωνεῖν τῶν πάντων ὑμῖν ἀξιοῦσιν. ἢν δὲ καὶ τούτου παρ' ὑμῶν τύχωσιν, εἰς τί ποτε αὐτοῖς τελευτήσει τὸ τῶν χρημάτων ἀκόρεστον σκοπεῖσθαι προσήκει. Τοσαῦτα μὲν καὶ οἱ Βελισαρίου πρέσβεις ἔλεξαν. Οὐίττιγις δὲ ξὺν Γότθων τοῖς ἀρίστοις πολλὰ κοινολογησάμενος τάς τε πρὸς βασιλέα ξυνθήκας εἵλετο καὶ ἀπράκτους ἀπεπέμψατο τοὺς Γερμανῶν πρέσβεις, καὶ τὸ λοιπὸν Γότθοι μὲν καὶ Ῥωμαῖοι πρὸς ἀλλήλους
51
ἐπεκηρυκεύοντο ἤδη. Βελισάριος δὲ οὐδέν τι ἧσσον ἐφύλασσε τοῦ μὴ τοὺς βαρβάρους τὰ ἐπιτήδεια ἐσκομίζεσθαι, καὶ Βιτάλιον μὲν ἐς Βενετίους ἰόντα ὡς πλεῖστα ἐπάγεσθαι τῶν ἐκείνῃ χωρίων ἐκέλευεν, αὐτὸς δὲ Ἰλδίγερα πέμψας τὸν Πάδον ἐφύλασσεν ἑκατέρωθεν, ὅπως τε οἱ βάρβαροι μᾶλλον ἀπορίᾳ τῶν ἀναγκαίων ἐνδώσουσιν καὶ τὰς ξυνθήκας ποιήσονται, ᾗ αὐτὸς βούλεται. καὶ ἐπεὶ σῖτον πολὺν ἐν δημοσίοις οἰκήμασιν ἔτι ἐντὸς Ῥαβέννης ἀποκεῖσθαι ἔγνω, τῶν τινα ταύτῃ ᾠκημένων ἀνέπεισε χρήμασι ταῦτα δὴ τὰ οἰκήματα ξὺν τῷ σίτῳ λάθρα ἐμπρῆσαι. φασὶ δὲ καὶ γνώμῃ Ματασούνθης τῆς τοῦ Οὐιττίγιδος γυναικὸς ταῦτα ἀπολωλέναι. ἐπειδή τε ὁ σῖτος ἐκ τοῦ αἰφνιδίου ἐκέκαυτο, οἱ μέν τινες ἐξ ἐπιβουλῆς γεγενῆσθαι τὸ ἔργον ὑπετόπαζον, οἱ δὲ κεραυνῷ τὸν χῶρον βεβλῆσθαι ὑπώπτευον, ἑκάτερά τε λογιζόμενοι Γότθοι τε καὶ Οὐίττιγις ἐς ἀμηχανίαν ἔτι μᾶλλον ἐνέπιπτον οὐδὲ σφίσιν αὐτοῖς πιστεύειν τὸ λοιπὸν ἔχοντες καὶ πρὸς τοῦ θεοῦ πολεμεῖσθαι οἰόμενοι. ταῦτα μὲν οὖν ταύτῃ ἐπράσσετο, ἐν δὲ Ἄλπεσιν, αἳ Γάλλους τε καὶ Λιγούρους διορίζουσιν, φρούρια συχνὰ ξυμβαίνει εἶναι, οὗ δὴ Γότθοι ἐκ παλαιοῦ πολλοί τε καὶ ἄριστοι ξὺν γυναιξὶ καὶ παισὶ τοῖς αὐτῶν ᾠκημένοι φυλακὴν εἶχον. οὕσπερ ἐπεί οἱ Βελισάριος βούλεσθαι προσχωρεῖν ἤκουσεν, τῶν οἱ ἑπομένων τινὰ Θωμᾶν ὄνομα ξὺν ὀλίγοις τισὶ παρ' αὐτοὺς ἔπεμψεν, ἐφ' ᾧ τὰ πιστὰ δόντες παραστήσονται ὁμολογίᾳ τοὺς ταύτῃ βαρβάρους. καὶ αὐτοὺς ἐς τὰς Ἄλπεις ἀφικομένους Σίσιγις, ὃς τῶν ἐνταῦθα 111 φυλακτηρίων ἦρχεν, ἑνὶ τῶν φρουρίων δεξάμενος αὐτός τε προσεχώρησε καὶ τῶν ἄλλων ἑκάστους ἐς τοῦτο ἐνῆγεν. ἐν τούτῳ δὲ Οὐραΐας τετρακισχιλίους ἀπολεξάμενος ἐπὶ Ῥάβενναν ὡς βοηθήσων κατὰ τάχος ᾔει. οἵπερ, ἐπειδὴ τὰ Σισίγιδι πεπραγμένα ἐπύθοντο, ἀμφὶ τοῖς οἰκείοις δεδιότες ἐνταῦθα πρῶτον ἠξίουν ἰέναι. διὸ δὴ Οὐραΐας παντὶ τῷ στρατῷ ἐς τὰς Ἄλπεις ἦλθε καὶ τὸν Σίσιγιν ξὺν τοῖς ἀμφὶ τὸν Θωμᾶν ἐπολιόρκει. ταῦτα Ἰωάννης ὁ Βιταλιανοῦ ἀδελφιδοῦς καὶ Μαρτῖνος πυθόμενοι κατὰ τάχος ἐβοήθουν παντὶ τῷ στρατῷ καὶ τῶν ἐν ταῖς Ἄλπεσι φρουρίων τισὶν ἐξ ἐπιδρομῆς ἐπισκήψαντες εἵλοντο καὶ τοὺς ἐνταῦθα ᾠκημένους ἠνδραπόδισαν, ἐν τοῖς παῖδάς τε συχνοὺς καὶ γυναῖκας τῶν ὑπὸ τῷ Οὐραΐᾳ στρατευομένων ξυνέπεσεν εἶναι· πλεῖστοι γὰρ αὐτῶν ἐκ τούτων δὴ τῶν φρουρίων ὁρμώμενοι εἵποντο. οἵπερ, ἐπεὶ ἁλῶναι τὰ σφέτερα αὐτῶν ἔμαθον, ἀποταξάμενοι τοῦ Γότθων στρατοπέδου ἐκ τοῦ αἰφνιδίου τοῖς ἀμφὶ τὸν Ἰωάννην προσχωρεῖν ἔγνωσαν. καὶ ἀπ' αὐτοῦ Οὐραΐας οὔτε τι ἐνταῦθα ἀνύτειν οὔτε τοῖς ἐν Ῥαβέννῃ κινδυνεύουσι Γότθοις βοηθεῖν ἴσχυσεν, ἀλλὰ ἄπρακτος ἐς Λιγουρίαν ξὺν ὀλίγοις ἐλθὼν ἡσυχῆ ἔμενεν. καὶ Βελισάριος κατ' ἐξουσίαν Οὐίττιγίν τε καὶ Γότθων τοὺς δοκίμους ἐν Ῥαβέννῃ καθεῖρξεν. Τότε δὲ καὶ πρέσβεις ἐκ βασιλέως ἀφίκοντο Δόμνικός τε καὶ Μαξιμῖνος, ἐκ βουλῆς ἄμφω, ἐφ' ᾧ τὴν εἰρήνην κατὰ τάδε ποιήσονται, Οὐίττιγιν μὲν πλούτου τὸ ἥμισυ τοῦ βασιλικοῦ φέρεσθαι χώρας τε ἄρχειν, ἣ ἐκτὸς Πάδου ποταμοῦ ἐστιν, τῶν δὲ δὴ χρημάτων τὸ ἥμισυ βασιλέως εἶναι καὶ αὐτὸν ὅσα ἐντὸς Πάδου ποταμοῦ ἐστιν ὑπήκοα ἐς ἀπαγωγὴν φόρου ποιήσασθαι. Βελισαρίῳ τε οἱ πρέσβεις τὰ βασιλέως γράμματα δείξαντες ἐς Ῥάβενναν ἐκομίσθησαν. μαθόντες τε Γότθοι τε καὶ Οὐίττιγις, ἐφ' οἷς ἥκοιεν, ἄσμενοι κατὰ ταῦτα ὡμολόγησαν τὰς σπονδὰς θήσεσθαι. ἅπερ ἀκούσας Βελισάριος ἤσχαλλεν ἐν συμφορᾷ μεγάλῃ ποιούμενος, εἰ μή τις αὐτὸν ἐῴη παρὸν οὐδενὶ πόνῳ τό τε κράτος τοῦ πολέμου παντὸς φέρεσθαι καὶ δορυάλωτον Οὐίττιγιν ἐς Βυζάντιον ἀγαγεῖν. 112 ἐπειδή τε οἱ πρέσβεις ἐκ Ῥαβέννης παρ' αὐτὸν ἵκοντο, γράμμασιν οἰκείοις ἐπιρρῶσαι τὰς ξυνθήκας ἥκιστα ἤθελεν. ὧνπερ οἱ Γότθοι αἰσθόμενοι νῷ τε δολερῷ τὴν εἰρήνην σφίσι Ῥωμαίους προτείνεσθαι ὑπετόπαζον καὶ ὑποψίᾳ ἐς αὐτοὺς μεγάλῃ ἐχρῶντο ἄντικρύς τε ἤδη ἔφασκον ἄνευ τῶν Βελισαρίου γραμμάτων τε καὶ ὅρκων οὔποτε ξυνθήκας πρὸς αὐτοὺς θήσεσθαι. 21. Ὅτι ἦν τις ἐν τοῖς Ῥώμης ἱερεῦσιν, ὄνομα μὲν Πελάγιος, διάκονος δὲ τὴν τιμήν, ὃς δὴ ἐν Βυζαντίῳ χρόνον συχνὸν διατρίψας φίλος μὲν ἐς τὰ μάλιστα Ἰουστινιανῷ βασιλεῖ γέγονεν, χρήματα δὲ περιβεβλημένος μεγάλα ἐς Ῥώμην ὀλίγῳ ἔμπροσθεν ἐτύγχανεν ἀφικόμενος, ἐν ταύτῃ τε τῇ πολιορκίᾳ τοῖς τῶν ἀναγκαίων ἀπορουμένοις πλεῖστα τῶν χρημάτων προέμενος, ὢν καὶ πρότερον ἔν γε Ἰταλιώταις ἅπασι δόκιμος, μεῖζον ὡς τὸ εἰκὸς ἐπὶ φιλανθρωπίᾳ κλέος ἀπήνεγκεν. τοῦτον Ῥωμαῖοι τὸν Πελάγιον, ἐπειδὴ ἀμήχανα τῷ λιμῷ ἔπασχον, πείθουσι παρὰ Τουτίλαν τε ἰέναι καὶ ἡμερῶν ὀλίγων τινῶν ἐκεχειρίαν διαπράξασθαι
52
σφίσιν, ἐφ' ᾧ, ἢν μή τις αὐτοῖς ἐπικουρία ταύτης δὴ ἐντὸς τῆς ἐκεχειρίας ἐκ Βυζαντίου ἀφίκηται, σφᾶς τε αὐτοὺς ὁμολογίᾳ καὶ τὴν πόλιν Γότθοις ἐνδώσουσιν. ἐπὶ ταύτῃ δὴ τῇ πρεσβείᾳ Πελάγιος παρὰ Τουτίλαν ἦλθεν, ἥκοντά τε αὐτὸν ὁ Τουτίλας ἀσπασάμενος αἰδοῖ τε καὶ φιλοφροσύνῃ πολλῇ πρῶτος ἔλεξεν ὧδε· πᾶσι μὲν ὡς ἐπὶ πλεῖστον εἰπεῖν νόμος βαρβάροις τὸ χρῆμα τῶν πρέσβεων σέβειν, ἐμοὶ δὲ τοὺς τῆς ἀρετῆς τι μεταποιουμένους, οἷος αὐτὸς εἶ, καὶ ἄλλως τιμᾶν ἐν σπουδῇ ἄνωθεν γέγονεν, τιμὴν δὲ καὶ ὕβριν ἐς ἄνδρα πρεσβευτὴν οὐ πραότητι προσώπων οὐδὲ ῥημάτων ὄγκῳ τῶν ὑποδεξαμένων διακεκρίσθαι οἶμαι, ἀλλ' ἔν γε τῷ ἀληθίζεσθαι ἢ λόγοις οὐχ ὑγιαίνουσιν ἐς αὐτὸν χρῆσθαι. τετιμῆσθαι μὲν γὰρ διαφερόντως ἐκείνῳ ξυμβαίνει, ὅτῳ ἂν ἐκ τοῦ εὐθέος ἀποκαλύψαντες τὸν ἀληθῆ λόγον, οὕτω τὸν ἄνθρωπον ἀποπέμποιντο, περιυβρίσθαι δὲ πάντων μάλιστα τῷ πρεσβευτῇ τούτῳ, ὃς ἂν ὑπούλων τε καὶ ξυμπεπλεγμένων ἀκούσας ῥημάτων ἀπιὼν οἴχοιτο. τριῶν τοίνυν ἐκτός, ὦ Πελάγιε, τῶν ἄλλων ἁπάντων, ὅτου ἂν δεηθείης, οὐ μήποτε πρὸς ἡμῶν ἀτυχήσεις, ἃ δὴ φυλασσόμενόν σε σιωπᾶν ἄμεινον, ὅπως μὴ σαυτῷ αἰτιώτατος γεγονὼς τοῦ μηδὲν 113 ἀνύτειν, ὧν ἕνεκα ἦλθες, τὴν ὑπὲρ αὐτῶν μέμψιν ἡμῖν ἀναθήσεις. τῷ γὰρ μὴ ἐπιτηδείως τοῖς παροῦσιν αἰτεῖσθαι τὸ μηδὲν κατορθοῦν ἐκ τοῦ ἐπὶ πλεῖστον πέφυκεν. λέγω δὲ μήτε Σικελιωτῶν τινος ἕνεκα μήτε Ῥώμης περιβόλων ἢ τῶν προσκεχωρηκότων ἡμῖν οἰκετῶν τοὺς λόγους ποιήσειν. οὐ γὰρ οἷόν τέ ἐστιν ἢ Γότθους φειδοῖ ἐς Σικελιωτῶν τινα χρήσεσθαι, ἢ τόδε τὸ τεῖχος ἑστάναι, ἢ δούλους τοὺς [πάλαι] ξὺν ἡμῖν στρατευσαμένους τοῖς πάλαι κεκτημένοις δουλεύειν. τοῦ δὲ μὴ δοκεῖν ἀλογίστῳ ταῦτα προτείνεσθαι γνώμῃ τῷ τὰς αἰτίας αὐτίκα ἐξειπεῖν τὴν ὑποψίαν ἐκλύσομεν. ἦν μὲν ἡ νῆσος εὐδαίμων ἐκ παλαιοῦ χρημάτων τε προσόδῳ καὶ καρπῶν ἀφθονίᾳ τῶν ἐκεῖ φυομένων πασῶν μάλιστα, ὥστε οὐ τοῖς αὐτὴν ἐνοικοῦσιν ἐπαρκεῖν μόνον, ἀλλὰ καὶ τοὺς Ῥωμαίους ὑμᾶς ἐνθένδε εἰσκομιζομένους ἀνὰ πᾶν ἔτος τὴν τῶν ἐπιτηδείων φορὰν διαρκῶς ἔχειν. διόπερ κατ' ἀρχὰς ἐδέοντο Θευδερίχου Ῥωμαῖοι μὴ πολλῶν ἐνταῦθα Γότθων καταστῆναι φρουράν, ὡς μηδὲν αὐτῶν τῇ ἐλευθερίᾳ ἢ τῇ ἄλλῃ εὐδαιμονίᾳ ἐμπόδιον εἴη. τούτων δὲ τοιούτων ὄντων κατέπλευσεν ἐς Σικελίαν ὁ τῶν πολεμίων στρατὸς οὔτε ἀνδρῶν πλήθει οὔτε ἄλλῳ τῶν πάντων οὐδενὶ ἀξιόμαχοι πρὸς ἡμᾶς ὄντες, Σικελιῶται δὲ τὸν στόλον ἰδόντες οὐκ ἐς Γότθους ταῦτα ἀνήνεγκαν, οὐκ ἐν τοῖς ὀχυρώμασι καθεῖρξαν αὑτούς, οὐκ ἄλλο προσκρούειν τοῖς ἐναντίοις οὐδὲν ἔγνωσαν, ἀλλὰ ἀναπετάσαντες προθυμίᾳ τῇ πάσῃ τὰς τῶν πόλεων πύλας ἐδέξαντο ὑπτίαις χερσὶ τὸν τῶν πολεμίων στρατόν, ὥσπερ οἶμαι τὰ τῶν ἀνδραπόδων ἀπιστότατα ἐκ χρόνου καιροφυλακοῦντες πολλοῦ δραπετεῦσαι μὲν τῆς τῶν κεκτημένων χειρός, νέους δέ τινας καὶ ἀγνῶτας αὑτοῖς δεσπότας εὑρεῖν, ἐντεῦθέν τε ὁρμώμενοι καθάπερ ἐξ ἐπιτειχίσματος οἱ πολέμιοι τήν τε ἄλλην Ἰταλίαν ἀπονητὶ ἔσχον καὶ Ῥώμην τήνδε κατέλαβον σῖτον ἐκ Σικελίας ἐπαγαγόμενοι τοσοῦτον τὸ πλῆθος, ὥστε πολιορκουμένους ἐνιαυτοῦ μῆκος ἀντέχειν ξύμπασι Ῥωμαίοις. τὰ μὲν οὖν Σικελιωτῶν ταῦτά ἐστιν, ὧνπερ αὐτοῖς Γότθους συγγνώμονας εἶναι οὐδεμία μηχανὴ ἔσται, τοῦ τῶν ἐγκλημάτων ὄγκου παραιρουμένου τοῖς ἠδικηκόσι τὸν ἔλεον. τούτων δὲ τῶν περιβόλων ἐντὸς καθείρ 114 ξαντες αὑτοὺς οἱ πολέμιοι ἐς μὲν τὸ πεδίον καταβαίνοντες παρατάσσεσθαι ἡμῖν οὐδαμῆ ἔγνωσαν, σοφίσμασι δὲ καὶ παραγωγαῖς ἀεί τε καὶ καθ' ἡμέραν Γότθους ἐκκρούοντες κύριοι τῶν ἡμετέρων ἐκ τοῦ παραλόγου γεγένηνται. ὅπως τοίνυν καὶ ὕστερον μὴ ταῦτα πάθοιμεν προνοεῖν ἄξιον. τοὺς γὰρ ἅπαξ ἀγνοίᾳ σφαλέντας ἐς τὴν αὐτὴν αὖθις ἐμπεπτωκέναι κακοπραγίαν οὐ προιδομένους τὴν ἀπὸ τῆς πείρας ἤδη συνειθισμένην αὐτοῖς συμφορὰν οὐ τύχης ἐναντίωμα γεγενῆσθαι δοκεῖ, ἀλλ' ἐς ἄνοιαν τῶν ἐπταικότων ὡς τὸ εἰκὸς περιίστασθαι. προσθείη δ' ἄν τις ὡς καὶ τὸν Ῥώμης καθαιρεθῆναι περίβολον μάλιστα πάντων ὑμῖν ξυνοίσει. οὐδὲ μεθ' ἑτέρων γὰρ τὸ λοιπὸν καθειργμένοι πάντων τε ἀποκεκλεισμένοι τῶν ἀναγκαίων πολιορκηθήσεσθε πρὸς τῶν ἐπιόντων, ἀλλὰ κινδυνεύουσι μὲν τῇ μάχῃ πρὸς ἀλλήλους ἑκάτεροι, ἆθλον δὲ τῶν νικώντων ὑμεῖς οὐ μετὰ κινδύνων ὑμετέρων γενήσεσθε. τῶν μέντοι προσκεχωρηκότων ἡμῖν οἰκετῶν ἕνεκα τοσαῦτα ἐροῦμεν, ὡς ἤνπερ ἐκείνους συνταξαμένους τε ἡμῖν ἐπὶ τοὺς ἐναντίους καὶ παρ' ἡμῶν τὴν ὁμολογίαν κεκομισμένους τοῦ μήποτε αὐτοὺς τοῖς πάλαι κεκτημένοις προήσεσθαι τὰ νῦν ἐγχειριεῖν ὑμῖν γνοίημεν, οὐδὲ πρὸς ὑμᾶς τὸ πιστὸν ἕξομεν. οὐ γάρ ἐστιν, οὐκ ἔστι τὸν τῶν
53
ξυγκειμένων ἐς τοὺς ἁπάντων οἰκτροτάτους ὀλιγωροῦντα βέβαιον ἐς τῶν ἄλλων τινὰ τὴν γνώμην ἐνδείκνυσθαι, ἀλλ' ὥσπερ τῆς φύσεως ἄλλο τι γνώρισμα ἐς πάντας τοὺς αὐτῷ ξυμβάλλοντας τὴν ἀπιστίαν ἀεὶ περιφέρειν φιλεῖ. Τουτίλας μὲν τοσαῦτα εἶπεν, Πελάγιος δὲ ἀμείβεται ὧδε· κατεσπουδάσθαι σοι μάλιστα πάντων ἐμέ τε, ὦ γενναῖε, καὶ τὸ τῆς πρεσβείας ὑπειπὼν ὄνομα ἐν μοίρᾳ ἡμᾶς τῇ ἀτιμοτάτῃ ξυνέταξας. ὑβρίζειν γὰρ ἐς ἄνδρα φίλον τε καὶ πρεσβευτὴν ἔγωγε οἶμαι οὐχ ὃς ἂν κατὰ κόρρης πατάξας καὶ τῇ ἄλλῃ ἀσελγείᾳ ἐς αὐτὸν χρήσαιτο, ἀλλ' ὃς ἂν ἄπρακτον [αὐτὸν] ἀποπέμψασθαι τὸν ἐς αὐτὸν ἥκοντα γνοίη. οὐ γὰρ ὅπως τιμῆς πρὸς τῶν ὑποδεξαμένων τινὸς τύχωσιν, καθεῖναι αὑτοὺς ἐς τὴν πρεσβείαν εἰώθασιν ἄνθρωποι, ἀλλ' ὅπως τὸ ἀγαθὸν διαπεπραγμένοι τοῖς ἐσταλκόσιν ἐς αὐτοὺς 115 ἐπανήξουσιν. ὥστε προπηλακισθέντας ξυνοίσει μᾶλλον διαπεπρᾶχθαί τι ὧν ἕνεκα ἦλθον ἢ λόγων ἐπιεικεστέρων ἀκούσαντας τῆς ἐλπίδος ἀποτυχόντας ἐπανελθεῖν. παραιτεῖσθαι μὲν οὖν οὐκ οἶδα ὅ τι δεῖ περὶ τούτων τι ὧν αὐτὸς εἴρηκας. τί δὲ ἄν τις ἐνοχλοίη τόν γε πρὸ τῆς ἀπολογίας ἀπειπόντα τὴν ξύμβασιν; ἐκεῖνο δὲ οὐκ ἂν σιωπῴην, ὡς ἔνδηλος εἶ ὁπόσην ἐς Ῥωμαίους τούς σοι ὅπλα ἀντάραντας φιλανθρωπίαν ἐνδείκνυσθαι μέλλεις, ὃς ἐς Σικελιώτας τοὺς οὐδαμῆ σοι ἀπηντηκότας ἀκήρυκτον τὸ ἔχθος ἐξενεγκεῖν ἔγνως. ἀλλ' ἔγωγε μεθεὶς τὴν πρὸς σὲ δέησιν τὴν πρεσβείαν ἐς τὸν θεὸν μεταθήσομαι, ὃς δὴ τοῖς τὰς ἱκεσίας ὑπερφρονοῦσι νεμεσᾶν εἴωθεν. Τοσαῦτα εἰπὼν ὁ Πελάγιος ἀπηλάσσετο, καὶ αὐτὸν Ῥωμαῖοι ἐπεὶ ἄπρακτον ἐπανήκοντα εἶδον, ἐν πολλῇ ἀμηχανίᾳ ἐγένοντο. ἔτι τε μᾶλλον ἀκμάζων ὁ λιμὸς ἡμέρᾳ ἑκάστῃ ἀνήκεστα αὐτοὺς ἔργα εἰργάζετο. 22. Ὅτι Τουτίλας τοῦ περιβόλου τῆς Ῥώμης ἐν χώροις πολλοῖς τοσοῦτον καθεῖλεν ὅσον ἐς τριτημόριον τοῦ παντὸς μάλιστα, ἐμπιπράναι δὲ καὶ τῶν οἰκοδομιῶν τὰ κάλλιστά τε καὶ ἀξιολογώτατα ἔμελλε μηλόβοτόν τε Ῥώμην καταστήσασθαι. ἀλλὰ Βελισάριος μαθὼν πρέσβεις τε καὶ γράμματα παρ' αὐτὸν ἔπεμψεν, οἵπερ, ἐπεὶ Τουτίλᾳ ἐς ὄψιν ἦλθον, εἶπόν τε ὧν ἕνεκα ἥκοιεν καὶ τὰ γράμματα ἐνεχείρισαν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· πόλεως μὲν κάλλη οὐκ ὄντα ἐργάζεσθαι ἀνθρώπων ἂν φρονίμων εὑρήματα εἶεν καὶ πολιτικῶς βιοτεύειν ἐπισταμένων, ὄντα δὲ ἀφανίζειν τούς γε ἀξυνέτους εἰκός, καὶ γνώρισμα τοῦτο τῆς αὐτῶν φύσεως οὐκ αἰσχυνομένους χρόνῳ τῷ ὑστέρῳ ἀπολιπεῖν. Ῥώμην μέντοι πόλεων ἁπασῶν, ὅσαι ὑφ' ἡλίῳ τυγχάνουσιν οὖσαι, μεγίστην τε καὶ ἀξιολογωτάτην ὁμολογεῖτε εἶναι. οὐ γὰρ ἑνὸς ἀνδρὸς ἀρετῇ εἴργασται οὐδὲ χρόνου βραχέος δυνάμει ἐς τοσοῦτον μεγέθους τε καὶ κάλλους ἀφῖκται, ἀλλὰ βασιλέων μὲν πλῆθος, ἀνδρῶν δὲ ἀρίστων συμμορίαι πολλαὶ χρόνου τε μῆκος καὶ πλούτου ἐξουσίας ὑπερβολὴ τά τε ἄλλα πάντα ἐκ πάσης τῆς γῆς καὶ τεχνίτας ἀνθρώπους ἐνταῦθα ξυναγαγεῖν ἴσχυσαν, οὕτω τε τὴν πόλιν τοιαύτην, οἵανπερ ὁρᾷς, κατὰ βραχὺ τεκτηνάμενοι μνημεῖα τῆς πάντων ἀρετῆς τοῖς ἐπιγενομένοις ἀπέλιπον. ὥστε ἡ ἐς ταῦτα ἐπήρεια εἰκότως ἂν ἀδίκημα 116 μέγα ἐς τοὺς ἀνθρώπους τοῦ παντὸς αἰῶνος δόξειεν εἶναι. ἀφαιρεῖται γὰρ τοὺς μὲν προγεγενημένους τὴν τῆς ἀρετῆς μνήμην, τοὺς δὲ ὕστερον ἐπιγενησομένους τῶν ἔργων τὴν θέαν. τούτων δὲ τοιούτων ὄντων ἐκεῖνο εὖ ἴσθι, ὡς δυεῖν ἀνάγκη τὸ ἕτερον εἶναι· ἢ γὰρ ἡσσηθήσῃ βασιλέως ἐν τῷδε τῷ πόνῳ, ἢ περιέσῃ, ἂν οὕτω τύχοι. ἢν μὲν οὖν νικῴης, Ῥώμην τε καθελὼν οὐ τὴν ἑτέρου του, ἀλλὰ τὴν σαυτοῦ ἀπολωλεκὼς ἂν, ὦ βέλτιστε, εἴης, καὶ διαφυλάξας κτήματι ὡς τὸ εἰκὸς τῷ πάντων καλλίστῳ πλουτήσεις. ἢν δέ γε τὴν χείρω σοι τύχην πληροῦσθαι ξυμβαίη, σώσαντι μὲν Ῥώμην χάρις ἂν σώζοιτο παρὰ τῷ νενικηκότι πολλή, διαφθείραντι δὲ φιλανθρωπίας τε οὐδεὶς ἔτι λελείψεται λόγος, καὶ προσέσται τὸ μηδὲν τοῦ ἔργου ἀπόνασθαι. καταλήψεται δέ σε καὶ δόξα τῆς πράξεως ἀξία πρὸς πάντων ἀνθρώπων, ἥπερ ἐφ' ἑκάτερά σοι τῆς γνώμης ἑτοίμως ἕστηκεν. ὁποῖα γὰρ ἂν τῶν ἀρχόντων τὰ ἔργα εἴη, τοιοῦτον ἀνάγκη καὶ ὑπὲρ αὐτῶν ὄνομα φέρεσθαι. τοσαῦτα μὲν Βελισάριος ἔγραψεν. Τουτίλας δὲ πολλάκις ἀναλεξάμενος τὴν ἐπιστολὴν καὶ τῆς παραινέσεως ἐς τὸ ἀκριβὲς πεποιημένος τὴν μάθησιν ἐπείσθη τε καὶ Ῥώμην εἰργάσατο ἄχαρι περαιτέρω οὐδέν, σημήνας τε Βελισαρίῳ τὴν αὐτοῦ γνώμην τοὺς πρέσβεις εὐθὺς ἀπεπέμψατο. καὶ τοῦ μὲν στρατοῦ τὸ πλεῖστον μέρος Ῥώμης οὐ πολλῷ ἄποθεν, ἀλλ' ὅσον ἀπὸ σταδίων κʹ καὶ ρʹ ἐς τὰ πρὸς δύοντα ἥλιον ἐνστρατοπεδευσαμένους ἐν χώρῳ Ἀλγιδόνι ἐκέλευσεν ἡσυχῆ μένειν, ὅπως ἂν μηδεμία ἐξουσία
54
τοῖς ἀμφὶ Βελισάριον εἴη ἔξω πη τοῦ Πόρτου ἰέναι, αὐτὸς δὲ ξὺν τῷ ἄλλῳ στρατῷ ἐπί τε Ἰωάννην καὶ Λευκανοὺς ᾔει. Ῥωμαίων μέντοι τοὺς μὲν ἐκ τῆς συγκλήτου βουλῆς ξὺν αὑτῷ εἶχεν, τοὺς δὲ ἄλλους ἅπαντας ξύν τε γυναιξὶ καὶ παισὶν ἔστειλεν ἐς τὰ ἐπὶ Καμπανίας χωρία ἐν Ῥώμῃ ἀνθρώπων οὐδένα ἐάσας, ἀλλ' ἔρημον αὐτὴν τὸ παράπαν ἀπολιπών. 23. Ὅτι τὸ εʹ ἔτος τῆς ἐκεχειρίας διήνυστο. καὶ Πέτρον ἄνδρα πατρίκιον τὴν τοῦ μαγίστρου ἀρχὴν ἔχοντα παρὰ Χοσρόην Ἰουστινιανὸς ἔστελλεν, ἐφ' ᾧ τὰς σπονδὰς ἀμφὶ τῇ ἑῴᾳ παντά 117 πασιν διοικήσωνται. ὁ δὲ αὐτὸν ἀπεπέμψατο ἕψεσθαί οἱ ἄνδρα οὐκ ἐς μακρὰν ὑποσχόμενος τὸν ταῦτα διαθησόμενον, ὅπη ἑκατέροις ξυνοίσειν μέλλει. Ἰσδιγούσναν τε αὖθις οὐ πολλῷ ὕστερον ἔπεμψεν ὀφρυάζοντά τε καὶ ἀλαζονείᾳ τινὶ ἀμυθήτῳ ἐχόμενον. 24. Ὅτι Γήπαιδες καὶ Λαγγόβαρδοι σπονδὰς θέμενοι πρὸς ἀλλήλους αὖθις ἐπὶ τὰ πολέμια ἔργα χωρεῖν ἔμελλον. δειμαίνοντες δὲ Γήπαιδες τὴν Ῥωμαίων ἀρχήν (ἐπίδοξοι γὰρ ἦσαν ὡς Λαγγοβάρδοις ξυντάσσονται) τῶν τινας Οὔννων ἐς τὴν ὁμαιχμίαν ἐπάγεσθαι διενοοῦντο. ἔπεμψαν οὖν παρὰ τῶν Κουτριγούρων τοὺς ἄρχοντας, οἳ δὴ ἐνθένδε ᾤκηνται λίμνης τῆς Μαιώτιδος, καὶ αὐτῶν ἐδέοντο πόλεμον τὸν πρὸς Λαγγοβάρδους ξυνδιενεγκεῖν σφίσιν. οἱ δὲ αὐτοῖς δισχιλίους τε καὶ μυρίους εὐθὺς ἔπεμψαν. Γήπαιδες δὲ τούτων δὴ τῶν βαρβάρων τῇ παρουσίᾳ ἐν τῷ παρόντι ἀχθόμενοι, ἐπεὶ οὔπω ὁ τῆς μάχης ἐνειστήκει καιρός, πείθουσιν αὐτοὺς καταθεῖν μεταξὺ τὴν βασιλέως γῆν πάρεργον τῆς σφετέρας ἀκαιρίας πεποιημένοι τὴν ἐς Ῥωμαίους ἐπιβουλήν. οἱ δὲ ἐληίσαντο τὰ ἐκείνῃ χωρία, βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπενόει τάδε· πέμψας παρὰ Οὔννων τῶν Οὐτουγούρων τοὺς ἄρχοντας, οἳ δὴ ἐπέκεινα λίμνης ᾤκηντο τῆς Μαιώτιδος, ἐμέμφετό τε καὶ ἄδικον αὐτῶν ἀπεκάλει τὴν ἐς Κουτριγούρους ἀπραγμοσύνην, εἴπερ τὸ τοὺς φίλους διαφθειρομένους περιορᾶν ἐν τοῖς τῶν ἔργων ἀδικωτάτοις καταλέγειν δεήσει. αὐτῶν γὰρ Κουτρίγουροι, ἔφη, πλησιοχώρων ὄντων ἀφροντιστήσαντες, καὶ ταῦτα ἐκ Βυζαντίου χρήματα μεγάλα κομιζόμενοι ἀνὰ πᾶν ἔτος, τρόπῳ οὐδενὶ τῆς ἐς Ῥωμαίους ἀδικίας οὐ θέλουσιν ἀποπαύεσθαι, ἀλλ' ὁσημέραι καταθέουσί τε καὶ ληίζονται αὐτοὺς οὐδενὶ λόγῳ. τούτων δὲ αὐτοὶ οὐδὲν τὸ μέρος κερδαίνοντες, οὐδὲ τῆς λείας Κουτριγούροις διαλαγχάνοντες οὐ προσποιοῦνται κακουμένους Ῥωμαίους, καίπερ οἱ αὐτῷ φίλοι ἐκ παλαιοῦ ἐς τὰ μάλιστα ὄντες. ταῦτα σημήνας τοῖς Οὐτιγούροις Ἰουστινιανὸς καὶ χρήμασι μὲν αὐτοὺς δωρησάμενος, ὑπομνήσας 118 δὲ ὅσων δώρων καὶ πρότερον πολλάκις πρὸς αὐτοῦ ἔτυχον, ἀναπείθει σφᾶς ἔφοδον αὐτίκα ἐς τῶν Κουτριγούρων τοὺς ὑπολελειμμένους ποιήσασθαι. οἱ δὲ Γότθων τῶν σφίσι προσοίκων, οἳ δὴ Τετραξῖται καλοῦνται, δισχιλίους ἐς ξυμμαχίαν ἐπαγόμενοι διέβησαν πανδημεὶ ποταμὸν Τάναϊν. ἦρχε δὲ αὐτῶν Σανδὴλ ἀνὴρ ξυνετώτατος τὰ πολέμια. ἐπεὶ δὲ τὴν διάβασιν ἐποιήσαντο, τῶν Κουτριγούρων πολλοῖς ὑπαντιάσασιν ἐς χεῖρας ἦλθον, ὧνπερ ἰσχυρότατα τοὺς ἐπιόντας ἀμυνομένων ἐπὶ μακρότατον μὲν ἡ μάχη γέγονεν, μετὰ δὲ Οὐτίγουροι τρεψάμενοι τοὺς ἐναντίους πολλοὺς ἔκτειναν, ὀλίγοι δέ τινες φεύγοντες μόλις διεσώθησαν, καὶ αὐτῶν οἱ πολέμιοι παῖδάς τε καὶ γυναῖκας ἀνδραποδίσαντες ἐπ' οἴκου ἀπεκομίσθησαν. τούτων δὲ οὕτω διαμαχομένων, καὶ τοῦ κινδύνου σφίσι κατὰ τὴν ἀγωνίαν ἀκμάζοντος, εὐτυχίᾳ χρῆσθαι Ῥωμαίοις ξυνηνέχθη πολλῇ. ὅσοι γὰρ αὐτῶν ὑπὸ Κουτριγούροις αἰχμάλωτοι ἦσαν ἐς μυριάδας, ὥς φασιν, ξυνιόντες πολλὰς ἐν τῷ πόνῳ τούτῳ διαλαθόντες ἐνθένδε τε κατὰ τάχος ἐξαναστάντες καὶ οὐδενὸς σφίσιν ἐπισπομένου ἐς τὰ πάτρια ἤθη ἀφίκοντο καὶ νίκης ἀλλοτρίας ἐν τοῖς ἀναγκαιοτάτοις ἀπώναντο. βασιλεὺς δὲ Ἰουστινιανὸς Ἀράτιον τὸν στρατηγὸν στείλας παρὰ τοὺς Οὔννους, ὧν ἦρχε Χινιάλων, ἀγγεῖλαι μὲν ἐκέλευε τὰ σφίσιν ἐν γῇ τῇ σφετέρᾳ αὐτῶν ξυνενεχθέντα, χρήματα δὲ αὐτοῖς προϊέμενον πεῖσαι ἀπαλλάσσεσθαι ὅτι τάχιστα ἐκ Ῥωμαίων τῆς γῆς. οἱ δὲ τῶν τε Οὐτιγούρων τὴν ἔφοδον γνόντες καὶ χρήματα μεγάλα πρὸς τοῦ Ἀρατίου κεκομισμένοι ξυνέβησαν μηδὲ φόνον ἔτι ἐργάσασθαι μηδὲ ἀνδραποδεῖν Ῥωμαίων μηδένα μήτε τι ἄλλο ἄχαρι δρᾶσαι, ἀλλὰ τὴν ἀναχώρησιν ἅτε διὰ φίλων ποιήσεσθαι τῶν τῇδε ἀνθρώπων. ξυνέκειτο δὲ καὶ τοῦτο, ὥστε, εἰ μὲν δυνατοὶ εἶεν οἱ βάρβαροι οὗτοι ἐν γῇ τῇ πατρώᾳ ἐπανιόντες ἱδρύσασθαι, μένειν τε αὐτοῦ καὶ πίστεως τῆς ἐς Ῥωμαίους τὸ λοιπὸν ἔχεσθαι, ἢν δέ γε αὐτοῖς ἐν ταύτῃ μένειν ἀδύνατα ᾖ, ἐπανιέναι μὲν αὖθις αὐτοὺς ἐς γῆν τὴν Ῥωμαίων, βασιλέα δὲ σφᾶς δωρήσασθαί τισι τῶν ἐπὶ τῆς
55
Θρᾴκης χωρίων, ἐφ' ᾧ ἐνταῦθα ἐνοικησάμενοι ἔνσπονδοί τε τὸν πάντα αἰῶνα Ῥωμαίοις ἔσονται καὶ τὴν χώραν ἐς τὸ ἀκριβὲς ξυμφυλάξουσιν ἐκ πάντων βαρβάρων. 25. Ὅτι Θευδιβέρτου τοῦ Φράγγων βασιλέως νόσῳ τελευτήσαντος Θευδίβαλδος ὁ παῖς τὴν βασιλείαν διεδέξατο. ὁ δὲ Ἰουστινιανὸς Λεόντιον τὸν Ἀθανασίου γαμβρὸν ἄνδρα ἐκ βουλῆς πρεσβευτὴν παρ' αὐτὸν ἔπεμψεν ἔς τε ὁμαιχμίαν παρακαλῶν ἐπὶ Τουτίλαν τε καὶ Γότθους καὶ χωρίων ἐκστῆναι τῶν ἐπὶ τῆς Ἰταλίας αἰτούμενος, ὧνπερ Θευδίβερτος οὐ δέον ἐπιβατεῦσαι διὰ σπουδῆς ἔσχεν. Λεόντιος δέ, ἐπειδὴ παρὰ Θευδίβαλδον ἀφίκετο, ἔλεξεν ὧδε· ἴσως μέν τι καὶ ἄλλο παρὰ τὰς ἐλπίδας τισὶ τετυχηκέναι ξυνέπεσεν, ὁποῖον δὲ Ῥωμαίοις τὰ νῦν πρὸς ὑμῶν γεγονέναι ξυνέβη, οὐδενὶ οἶμαι ξυνηνέχθη πώποτε τῶν πάντων ἀνθρώπων. βασιλεὺς μὲν Ἰουστινιανὸς οὐ πρότερον κατέστη ἐς πόλεμον τόνδε, οὐδὲ Γότθοις πολεμησείων ἔνδηλος γέγονεν, ἕως αὐτῷ Φράγγοι φιλίας τε καὶ ξυμμαχίας ὀνόματι χρήματα μεγάλα κεκομισμένοι τὴν ἀγωνίαν ξυλλήψεσθαι ὡμολόγησαν. οἱ δὲ οὐχ ὅπως τι δρᾶν τῶν ὡμολογημένων ἠξίωσαν, ἀλλὰ καὶ προσηδικήκασι Ῥωμαίους τοιαῦτα, οἷα οὐδ' ἄν τις ὑποπτεῦσαι ῥᾳδίως ἔσχεν. ὁ γὰρ πατὴρ ὁ σὸς Θευδίβερτος χώρας ἐπιβατεῦσαι ὑπέστη οὐδὲν αὐτῷ προσῆκον, ἧσπερ βασιλεὺς χρόνῳ τε πολλῷ καὶ κινδύνοις πολέμου, καὶ ταῦτα Φράγγων ἁπάντων ἐκποδὼν ἱσταμένων, κύριος γέγονεν. διόπερ τὰ νῦν εἰς ὑμᾶς ἥκω, οὐχ ὅπως μέμψομαι ἢ αἰτιάσομαι, ἀλλ' αἰτησόμενός τε καὶ παραινέσων ὅσα ξυνοίσειν ὑμῖν αὐτοῖς μέλλει. λέγω δὲ ὅπως βεβαιότατα μὲν διασώζητε τὴν ὑπάρχουσαν ὑμῖν εὐπραξίαν, ξυγχωρήσητε δὲ Ῥωμαίους ἔχειν τὰ αὐτῶν ἴδια (τοὺς γὰρ δύναμιν περιβεβλημένους μεγάλην καὶ βραχέων τινῶν οὐχ ὁσία κτῆσις ἀφαιρεῖσθαι πολλάκις τὰ παρόντα αὐτοῖς ἐκ παλαιοῦ ἀγαθοῦ ἴσχυσεν) καὶ μὴν καὶ ὅπως ἡμῖν τὸν πρὸς Τουτίλαν ξυν διενέγκητε πόλεμον τὴν τοῦ πατρὸς ὑποτελοῦντες ὁμολογίαν. τοῦτο γὰρ ἂν πρέπον γνησίοις παισὶ πάντων μάλιστα, ἐπανορθοῦν μέντοι ἃ τοῖς γειναμένοις ἡμαρτῆσθαι ξυμβαίνει, περιστέλλειν δὲ καὶ κρατύνεσθαι, ὅσα δὴ αὐτοῖς ἄριστα εἴργασται. ἐπεὶ καὶ τῶν ἀνθρώπων ταῦτα διαφερόντως εὐκτὰ τοῖς συνετωτάτοις ἂν εἴη, ὅπως δὴ αὐτῶν τὰ μὲν τῶν ἐπιτηδευμάτων ἄριστα οἱ παῖδες ζηλοῖεν, 120 εἰ δέ τι αὐτοῖς οὐκ ὀρθῶς πέπρακται, μὴ ὑπ' ἄλλου του τὸ τοιοῦτον ἢ ὑπὸ τῶν παίδων ἄμεινον ἔσεσθαι. καίτοι χρῆν ὑμᾶς ἀκλήτους Ῥωμαίοις πόλεμον τόνδε ξυνάρασθαι. πρὸς Γότθους γὰρ ἡμῖν ὁ ἀγών ἐστιν, οἳ τὸ ἐξ ἀρχῆς ἐχθροί τε καὶ ὅλως ἄπιστοι γεγόνασι Φράγγοις ἄσπονδά τε αὐτοῖς καὶ ἀκήρυκτα πολεμοῦντες τὸν πάντα αἰῶνα. οἳ δὴ νῦν μὲν δέει τῷ ἐξ ἡμῶν οὐκ ἀπαξιοῦσι κολακικοὶ εἶναι ἐς ὑμᾶς, εἰ δέ ποτε ἡμῶν ἀπαλλαγεῖεν, οὐκ ἐς μακρὰν τὴν ἐς Φράγγους ἐνδείξονται γνώμην. ὧν ἐνθυμηθέντες ἀνανεοῦτε μὲν τὴν ἐς βασιλέα φιλίαν, ἀμύνεσθε δὲ τοὺς ἄνωθεν ὑμῖν δυσμενεῖς δυνάμει τῇ πάσῃ. Λεόντιος μὲν τοσαῦτα εἶπεν, Θευδίβαλδος δὲ ἀμείβεται ὧδε· συμμάχους μὲν ἐπὶ Γότθους ἡμᾶς οὐκ ὀρθῶς οὐδὲ τὰ δίκαια ποιοῦντες καλεῖτε. φίλοι γὰρ ἡμῖν τὰ νῦν Γότθοι τυγχάνουσιν ὄντες. εἰ δὲ ἀβέβαιοι Φράγγοι ἐς αὐτοὺς εἶεν, οὐδὲ ὑμῖν ποτε πιστοὶ ἔσονται. ὧν μέντοι ἐπεμνήσθητε χωρίων ἕνεκα τοσαῦτα ἐροῦμεν, ὡς ὁ πατὴρ οὑμὸς Θευδίβερτος οὐδὲ βιάσασθαι πώποτε τῶν ὁμόρων τινὰ ἐν σπουδῇ ἔσχεν, οὐδὲ κτήμασιν ἀλλοτρίοις ἐπιπηδᾶν. τεκμήριον δέ· οὐ γάρ εἰμι πλούσιος. οὐ τοίνυν οὐδὲ τὰ χωρία ταῦτα Ῥωμαίοις ἀφελόμενος, ἀλλὰ Τουτίλα ἔχοντος ἤδη αὐτὰ καὶ διαρρήδην ἐνδιδόντος καταλαβὼν ἔσχεν, ἐφ' ᾧ χρῆν μάλιστα Ἰουστινιανὸν συνήδεσθαι Φράγγοις. ὁ γὰρ τούς τι ἀφελομένους τῶν αὐτοῦ κτημάτων ἰδίων ὑφ' ἑτέρων τινῶν βιασθέντας ὁρῶν εἰκότως ἂν χαίροι τὴν δίκην ἐκτετικέναι ὀρθῶς καὶ δικαίως τοὺς αὐτῶν ἠδικηκότας οἰόμενος, ἢν μὴ ἐς τοὺς βιασαμένους αὐτὸς φθονερὸς γένηται. ἐπεὶ τὸ προσποιεῖσθαι τὰ τῶν ἐχθρῶν δικαιώματα ἐς φθόνον ὡς τὰ πολλὰ περιίστασθαι οἴονται ἄνθρωποι. δικασταῖς μέντοι ἐπιτρέπειν οἷοί τε ἐσμὲν τὴν περὶ τούτων διάγνωσιν, ὥστε εἴ τι Ῥωμαίους ἀφελέσθαι τὸν ἐμὸν πατέρα φανερὸν γένηται, τοῦτο ἡμᾶς ἀποτιννύναι μελλήσει οὐδεμιᾷ ἐπάναγκες εἴη, ὑπέρ τε τούτων πρέσβεις ἐς Βυζάντιον σταλήσονται παρ' ἡμῶν οὐ πολλῷ ὕστερον. τοσαῦτα εἰπὼν τόν τε Λεόντιον ἀπεπέμψατο καὶ πρεσβευτὴν Λεύδαρδον ἄνδρα Φράγγον τέταρτον αὐτὸν παρὰ βασιλέα ἔπεμψεν. καὶ οἱ μὲν ἐς Βυζάντιον ἀφικόμενοι ἔπρασσον ὧνπερ ἕνεκα ἦλθον. Τέλος τῆς ἱστορίας Προκοπίου Καισαρέως.
56
Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς ἱστορίας Πρίσκου ῥήτορος καὶ σοφιστοῦ τῆς Γοτθικῆς. 1. Ὅτι Ῥοῦα βασιλεύοντος Οὔννων, Ἀμιλζούροις καὶ Ἰτιμάροικαὶ Τούνσουρσι καὶ Βοΐσκοις καὶ ἑτέροις ἔθνεσι προσοικοῦσι τὸν Ἴστρον καὶ ἐς τὴν Ῥωμαίων ὁμαιχμίαν καταφυγγάνουσιν ἐς μάχην ἐλθεῖν προῃρημένος ἐκπέμπει Ἤσλαν εἰωθότα ἐπὶ τοῖς διαφόροις αὐτῷ τε καὶ Ῥωμαίοις διακονεῖσθαι, λύειν τὴν προϋπάρχουσαν εἰρήνην ἀπειλῶν, εἰ μή γε πάντας τοὺς παρὰ σφᾶς καταφυγόντας ἐκδοῖεν. βουλευομένων δὲ Ῥωμαίων στεῖλαι πρεσβείαν παρὰ τοὺς Οὔννους, πρεσβεύειν μὲν ἤθελον Πλίνθας καὶ Διονύσιος, Πλίνθας μὲν τοῦ Σκυθικοῦ, Διονύσιος δὲ τοῦ Θρᾳκίου γένους, ἀμφότεροι δὲ στρατοπέδων ἡγούμενοι καὶ ἄρξαντες τὴν ὕπατον παρὰ Ῥωμαίοις ἀρχήν. ἐπειδὴ δὲ ἐδόκει Ἤσλαν παρὰ τὸν Ῥοῦαν ἀφικνεῖσθαι πρότερον τῆς ἐκπεμφθησομένης πρεσβείας, συνεκπέμπει Πλίνθας Σηγγίλαχον, ἄνδρα τῶν ἐπιτηδείων, πεῖσαι τὸν Ῥοῦαν αὐτῷ καὶ μὴ ἑτέροις Ῥωμαίων ἐς λόγους ἐλθεῖν. τελευτήσαντος δὲ Ῥοῦα, καὶ περιστάσης τῆς Οὔννων βασιλείας ἐς Ἀττήλαν καὶ Βλήδαν, ἐδόκει τῇ Ῥωμαίων βουλῇ Πλίνθαν πρεσβεύεσθαι παρ' αὐτούς. καὶ κυρωθείσης ἐπ' αὐτῷ παρὰ βασιλέως ψήφου, ἐβούλετο καὶ Ἐπιγένην ὁ Πλίνθας συμπρεσβεύειν αὐτῷ ὡς μεγίστην ἐπὶ σοφίᾳ δόξαν ἐπιφερόμενον καὶ τὴν ἀρχὴν ἔχοντα τοῦ κοιαίστορος. χειροτονίας δὲ καὶ ἐπ' αὐτῷ γενομένης, ἄμφω ἐπὶ τὴν πρεσβείαν ἐξώρμησαν καὶ παραγίνονται ἐς Μάργον (ἡ δὲ πόλις τῶν ἐν Ἰλλυρίᾳ Μυσῶν πρὸς τῷ Ἴστρῳ κειμένη ποταμῷ ἀντικρὺ Κωνσταντίας φρουρίου κατὰ τὴν ἑτέραν ὄχθην διακειμένου), εἰς ἣν καὶ οἱ βασίλειοι συνῄεσαν Σκύθαι. καὶ τὴν σύνοδον ἔξω τῆς 122 πόλεως ἐποιοῦντο ἐπιβεβηκότες ἵππων· οὐ γὰρ ἐδόκει τοῖς βαρβάροις ἀποβᾶσι λογοποιεῖσθαι, ὥστε καὶ τοὺς Ῥωμαίων πρέσβεις τῆς σφῶν αὐτῶν ἀξίας προνοουμένους ἀπὸ τῆς αὐτῆς προαιρέσεως ἐς ταὐτὸν τοῖς Σκύθαις ἐλθεῖν, πρὸς τὸ μὴ τοὺς μὲν ἀφ' ἵππων, τοὺς δὲ πεζοὺς διαλέγεσθαι. *** τοὺς ἀπὸ τῆς Σκυθικῆς καταφεύγοντας, ἀλλὰ καὶ τοὺς ἤδη πεφευγότας σὺν καὶ τοῖς αἰχμαλώτοις Ῥωμαίοις τοῖς ἄνευ λύτρων ἐς τὰ σφέτερα ἀφιγμένοις ἐκδίδοσθαι, εἰ μή γε ὑπὲρ ἑκάστου πεφευγότος τοῖς κατὰ πόλεμον κτησαμένοις ὀκτὼ δοθεῖεν χρυσοῖ· ἔθνει δὲ βαρβάρῳ μὴ συμμαχεῖν Ῥωμαίους πρὸς Οὔννους αἱρουμένους πόλεμον· εἶναι δὲ καὶ τὰς πανηγύρεις ἰσονόμους καὶ ἀκινδύνους Ῥωμαίοις τε καὶ Οὔννοις· φυλάττεσθαι δὲ καὶ διαμένειν τὰς συνθήκας ἑπτακοσίων λιτρῶν χρυσίου ἔτους ἑκάστου τελουμένων παρὰ Ῥωμαίων τοῖς βασιλείοις Σκύθαις· πρότερον δὲ πεντήκοντα καὶ τριακόσιαι αἱ τοῦ τέλους ἐτύγχανον οὖσαι. ἐπὶ τούτοις ἐσπένδοντο Ῥωμαῖοί τε καὶ Οὖννοι καὶ πάτριον ὅρκον ὀμόσαντες ἐς τὰ ἀμφότερα ἐπανῄεσαν. οἱ δὲ παρὰ Ῥωμαίους καταφυγόντες ἐξεδόθησαν βαρβάροις, ἐν οἷς καὶ παῖδες Μάμα καὶ Ἀτακὰμ τοῦ βασιλείου γένους, οὓς ἐν Καρσῷ φρουρίῳ Θρᾳκίῳ οἱ παρειληφότες ἐσταύρωσαν δίκας αὐτοὺς πραττόμενοι τῆς φυγῆς. οἱ δὲ περὶ Ἀττήλαν καὶ Βλήδαν τὴν εἰρήνην πρὸς Ῥωμαίους θέμενοι διεξῄεσαν τὰ ἐν τῇ Σκυθικῇ ἔθνη χειρούμενοι καὶ πόλεμον πρὸς Σορόσγους συνεστήσαντο. 2. Ὅτι Θεοδόσιος ἔπεμπε Σηνάτορα ἄνδρα ὑπατικὸν παρὰ τὸν Ἀττήλαν πρεσβευσόμενον. ὃς οὐδὲ τὸ τοῦ πρεσβευτοῦ ἔχων ὄνομα ἐθάρρησε πεζὸς παρὰ τοὺς Οὔννους ἀφικέσθαι, ἀλλ' ἐπὶ τὸν Πόντον καὶ τὴν Ὀδυσσηνῶν ἔπλευσε πόλιν, ἐν ᾗ καὶ Θεόδουλος στρατηγὸς ἐκπεμφθεὶς διέτριβεν. 3. Ὅτι τοῦ Χρυσαφίου τοῦ εὐνούχου παραινέσαντος Ἐδέκωνι ἀνελεῖν τὸν Ἀττήλαν, ἐδόκει τῷ βασιλεῖ Θεοδοσίῳ καὶ τῷ μαγίστρῳ Μαρτιαλίῳ βουλευομένοις τῶν προκειμένων πέρι μὴ μόνον Βιγίλαν ἀλλὰ καὶ Μαξιμῖνον ἐκπέμπειν πρεσβευόμενον παρὰ τὸν Ἀττήλαν, καὶ Βιγίλαν μὲν τῷ φαινομένῳ τὴν τοῦ ἑρμηνέως ἐπέ 123 χοντα τάξιν πράττειν ἅπερ Ἐδέκωνι δοκεῖ, τὸν δὲ Μαξιμῖνον μηδὲν τῶν αὐτοῖς βουλευθέντων ἐπιστάμενον τὰ βασιλέως ἀποδιδόναι γράμματα. ἀντεγέγραπτο δὲ τῶν πρεσβευομένων ἀνδρῶν ἕνεκα ὡς ὁ μὲν Βιγίλας ἑρμηνεύς, ὁ δὲ Μαξιμῖνος μείζονος ἤπερ ὁ Βιγίλας ἀξίας γένους τε περιφανοῦς καὶ ἐπιτήδειος ἐς τὰ μάλιστα βασιλεῖ, ἔπειτα ὡς οὐ δεῖ παρασαλεύοντα τὰς σπονδὰς τῇ Ῥωμαίων ἐμβατεύειν γῇ, φυγάδας δὲ μετὰ τοὺς ἤδη ἐκδοθέντας ἑπτακαίδεκα ἀπέσταλκέν οἱ, ὡς ἑτέρων οὐκ ὄντων. καὶ ταῦτα μὲν ἦν ἐν τοῖς γράμμασιν. φράζειν δὲ τὸν Μαξιμῖνον ἀπὸ στόματος τῷ Ἀττήλᾳ μὴ χρῆναι αἰτεῖν
57
πρέσβεις μεγίστης ἀξίας παρ' αὐτὸν διαβῆναι· τοῦτο γὰρ οὐδὲ ἐπὶ τῶν αὐτοῦ προγόνων οὐδὲ ἐπὶ ἑτέρων τῶν ἀρξάντων τῆς Σκυθικῆς γενέσθαι, ἀλλὰ πρεσβεύσασθαι τόν τε ἐπιτυχόντα στρατιώτην καὶ ἀγγελιαφόρον. εἰς δὲ τὸ διευκρινῆσαι τὰ ἀμφιβαλλόμενα ἐδόκει πέμπειν Ὀνηγήσιον παρὰ Ῥωμαίους· μὴ οἷόν τε γὰρ αὐτὸν Σερδικῆς δῃωθείσης σὺν ὑπατικῷ ἀνδρὶ ἐς αὐτὴν προϊέναι. ἐπὶ ταύτην τὴν πρεσβείαν ἐκλιπαρήσας πείθει με Μαξιμῖνος αὐτῷ συναπᾶραι. καὶ δῆτα ἅμα τοῖς βαρβάροις ἐχόμενοι τῆς ὁδοῦ ἐς Σερδικὴν ἀφικνούμεθα τρισκαίδεκα ὁδὸν ἀνδρὶ εὐζώνῳ τῆς Κωνσταντίνου ἀπέχουσαν· ἐν ᾗ καταλύσαντες καλῶς ἔχειν ἡγησάμεθα ἐπὶ ἑστίαν Ἐδέκωνα καὶ τοὺς μετ' αὐτοῦ βαρβάρους καλεῖν. πρόβατα οὖν καὶ βόας ἀποδομένων τῶν ἐπιχωρίων ἡμῖν, κατασφάξαντες ἠριστοποιούμεθα. καὶ παρὰ τὸν τοῦ συμποσίου καιρὸν τῶν μὲν βαρβάρων τὸν Ἀττήλαν, ἡμῶν δὲ τὸν βασιλέα θαυμαζόντων, ὁ Βιγίλας ἔφη ὡς οὐκ εἴη θεὸν καὶ ἄνθρωπον δίκαια συγκρίνειν, ἄνθρωπον μὲν τὸν Ἀττήλαν, θεὸν δὲ τὸν Θεοδόσιον λέγων. ἤσχαλλον οὖν οἱ Οὖννοι καὶ κατὰ μικρὸν ὑποθερμαινόμενοι ἐχαλέπαινον. ἡμῶν δὲ ἐς ἕτερα τρεψάντων τὸν λόγον καὶ φιλοφροσύνῃ τὸν σφῶν αὐτῶν καταπραϋνάντων θυμόν, μετὰ τὸ δεῖπνον ὡς διανέστημεν, δώροις ὁ Μαξιμῖνος Ἐδέκωνα καὶ Ὀρέστην ἐθεράπευσε σηρικοῖς ἐσθήμασι καὶ λίθοις Ἰνδικοῖς. ἀναμείνας δὲ τὴν Ἐδέκωνος Ὀρέστης ἀναχώρησιν πρὸς τὸν Μαξιμῖνον φράζει, ὡς σοφός τε εἴη καὶ ἄριστος μὴ ὅμοια σὺν τοῖς ἀμφὶ τὰ βασίλεια πλημμελήσας· χωρὶς γὰρ αὐτοῦ ἐπὶ δεῖπνον τὸν Ἐδέκωνα καλοῦντες δώροις ἐτίμων. ἀπόρου δὲ τοῦ λόγου ὡς μη 124 δὲν ἐπισταμένοις φανέντος, καὶ ἀνερωτήσασιν ὅπως καὶ κατὰ ποῖον καιρὸν περιῶπται μὲν αὐτός, τετίμηται δὲ ὁ Ἐδέκων, οὐδὲν ἀποκρινάμενος ἐξῆλθεν· τῇ δὲ ὑστεραίᾳ ὡς ἐβαδίζομεν, φέρομεν ἐπὶ Βιγίλαν ἅπερ ἡμῖν Ὀρέστης εἰρήκει. ὃς δὲ ἐκεῖνον ἔλεγεν μὴ δεῖν χαλεπαίνειν ὡς τῶν αὐτῶν Ἐδέκωνι μὴ τυγχάνοντα· αὐτὸν μὲν γὰρ ὀπάονά τε καὶ ὑπογραφέα εἶναι Ἀττήλα, Ἐδέκωνα δὲ τὰ κατὰ πόλεμον ἄριστον καὶ τοῦ Οὔννου γένους ἀναβεβηκέναι τὸν Ὀρέστην πολύ. ταῦτα εἰπὼν καὶ τῷ Ἐδέκωνι ἰδιολογησάμενος ἔφασκεν ὕστερον πρὸς ἡμᾶς, εἴτε ἀληθιζόμενος εἴτε ὑποκρινόμενος, ὡς εἴποι μὲν αὐτῷ τὰ εἰρημένα, μόγις δὲ αὐτὸν καταπραΰναι τραπέντα ἐπὶ τοῖς λεχθεῖσιν εἰς ὀργήν. ἀφικόμενοι δὲ ἐς Ναϊσσὸν ἔρημον μὲν εὕρομεν ἀνθρώπων τὴν πόλιν ὡς ὑπὸ τῶν πολεμίων ἀνατραπεῖσαν, ἐν δὲ τοῖς ἱεροῖς καταλύμασι τῶν ὑπὸ νόσων κατεχομένων τινὲς ἐτύγχανον ὄντες. μικρὸν δὲ ἄνω τοῦ ποταμοῦ ἐν καθαρῷ καταλύσαντες (σύμπαντα γὰρ τὰ ἐπὶ τὴν ὄχθην ὀστέων ἦν πλέα τῶν ἐν πολέμῳ ἀναιρεθέντων) τῇ ἐπαύριον πρὸς Ἀγίνθεον τὸν ἐν Ἰλλυριοῖς ταγμάτων ἡγούμενον ἀφικόμεθα οὐ πόρρω ὄντα τῆς Ναϊσσοῦ, ἐφ' ᾧ τὰ παρὰ βασιλέως ἀγγεῖλαι καὶ τοὺς φυγάδας παραλαβεῖν· τοὺς γὰρ εʹ τῶν ιζʹ, περὶ ὧν Ἀττήλᾳ ἐγέγραπτο, αὐτὸν ἔδει παραδιδόναι. ἤλθομεν οὖν ἐς λόγους καὶ τοὺς εʹ φυγάδας παραδοῦναι αὐτὸν τοῖς Οὔννοις παρεσκευάσαμεν· οὓς φιλοφρονησάμενος σὺν ἡμῖν ἀπέπεμψεν. διανυκτερεύσαντες δὲ καὶ ἀπὸ τῶν ὁρίων τῆς Ναϊσσοῦ τὴν πορείαν ποιησάμενοι ἐπὶ τὸν Ἴστρον ποταμὸν ἔς τι χωρίον ἐσβάλλομεν συνηρεφές, καμπὰς δὲ καὶ ἑλιγμοὺς καὶ περιαγωγὰς πολλὰς ἔχον. ἐν ᾧπερ τῆς ἡμέρας διαφαυούσης, οἰομένοις ἐπὶ δυσμὰς πορεύεσθαι ἡ τοῦ ἡλίου ἀνατολὴ κατεναντίον ὤφθη, ὥστε τοὺς ἀπείρως ἔχοντας τῆς τοῦ χωρίου θέσεως ἀναβοῆσαι, οἷα δὴ τοῦ ἡλίου τὴν ἐναντίαν ποιουμένου πορείαν καὶ ἕτερα παρὰ τὰ καθεστῶτα σημαίνοντος· ὑπὸ δὲ τῆς τοῦ τόπου ἀνωμαλίας ἐπὶ ἀνατολὰς ἐκεῖνο τὸ μέρος ἔβλεπε τῆς ὁδοῦ. μετὰ δὲ τὴν δυσχωρίαν ἐν πεδίῳ καὶ αὐτῷ ὑλώδει παραγινόμεθα. ἐντεῦθεν βάρβαροι 125 πορθμεῖς ἐν σκάφεσι μονοξύλοις, ἅπερ αὐτοὶ δένδρα ἐκτέμνοντες καὶ διαγλύφοντες κατασκευάζουσιν, ἐδέχοντο ἡμᾶς καὶ διεπόρθμευον τὸν ποταμόν, οὐχ ἡμῶν ἕνεκα παρασκευασάμενοι, ἀλλὰ διαπορθμεύσαντες πλῆθος βαρβαρικόν, ὅπερ ἡμῖν κατὰ τὴν ὁδὸν ἀπηντήκει, οἷα δὴ βουλομένου ὡς ἐπὶ θήραν Ἀττήλα διαβαίνειν ἐς τὴν Ῥωμαίων γῆν. τοῦτο δὲ ἦν πολέμου παρασκευὴν ποιουμένῳ τῷ βασιλείῳ Σκύθῃ, προφάσει τοῦ μὴ πάντας αὐτῷ τοὺς φυγάδας δεδόσθαι. περαιωθέντες δὲ τὸν Ἴστρον καὶ σὺν τοῖς βαρβάροις ὡς οʹ πορευθέντες σταδίους ἐν πεδίῳ τινὶ ἐπιμένειν ἠναγκάσθημεν, ὥστε τοὺς ἀμφὶ τὸν Ἐδέκωνα τῷ Ἀττήλᾳ γενέσθαι τῆς ἡμετέρας ἀφίξεως μηνυτάς. καταμεινάντων δὲ σὺν ἡμῖν καὶ τῶν ξεναγησάντων ἡμᾶς βαρβάρων, ἀμφὶ δείλην ὀψίαν δεῖπνον ἡμῶν αἱρουμένων, κρότος ἵππων ὡς ἡμᾶς ἐρχομένων ἠκούετο, καὶ δὴ ἄνδρες βʹ Σκύθαι παρεγίνοντο ὡς τὸν Ἀττήλαν ἡμᾶς
58
ἀπιέναι παρακελευόμενοι. ἡμῶν δὲ πρότερον ἐπὶ τὸ δεῖπνον αὐτοὺς ἐλθεῖν αἰτησάντων, ἀποβάντες τῶν ἵππων εὐωχήθησαν καὶ ἡμῖν τῆς ὁδοῦ τῇ ὑστεραίᾳ ἡγήσαντο· παραγενομένων δὲ ἐς τοῦ Ἀττήλα σκηνὰς ἀμφὶ θʹ τῆς ἡμέρας ὥρᾳ (πολλαὶ δὲ αὗται ἐτύγχανον οὖσαι) ἐπί τε λόφου τινὸς σκηνοποιῆσαι βουληθέντων, οἱ ἐπιτυχόντες διεκώλυσαν βάρβαροι, ὡς τῆς Ἀττήλα ἐν χθαμαλῷ ὑπαρχούσης σκηνῆς. καταλυσάντων δὲ ὅπου τοῖς Σκύθαις ἐδόκει, Ἐδέκων καὶ Ὀρέστης καὶ Σκόττας καὶ ἕτεροι τῶν ἐν αὐτοῖς λογάδων ἧκον ἀνερωτῶντες τίνων τυχεῖν ἐσπουδακότες τὴν πρεσβείαν ποιούμεθα. ἡμῶν δὲ τὴν ἄλογον ἀποθαυμαζόντων ἐρώτησιν καὶ ἐς ἀλλήλους ὁρώντων, διετέλουν πρὸς ὄχλου τῆς ἀποκρίσεως ἕνεκα γινόμενοι. εἰπόντων δὲ Ἀττήλᾳ καὶ οὐχ ἑτέροις λέγειν βασιλέα παρακελεύσασθαι, χαλεπήνας ὁ Σκόττας ἀπεκρίνατο τοῦ σφῶν αὐτῶν ἡγουμένου ἐπίταγμα εἶναι· οὐ γὰρ ἂν πολυπραγμοσύνῃ σφετέρᾳ παρ' ἡμᾶς ἐληλυθέναι. φησάντων δὲ μὴ τοῦτον ἐπὶ τοῖς πρέσβεσι κεῖσθαι τὸν νόμον, ὥστε μὴ ἐντυγχάνοντας μηδὲ ἐς ὄψιν ἐρχομένους παρ' οὓς ἐστάλησαν δι' ἑτέρων ἀνακρίνεσθαι ὧν ἕνεκα πρεσβεύοιντο, καὶ τοῦτο μηδὲ αὐτοὺς ἀγνοεῖν Σκύθας θαμινὰ παρὰ βασιλέα πρεσβευομένους· χρῆναι δὲ τῶν ἴσων κυρεῖν· μὴ γὰρ ἄλλως τὰ τῆς πρεσβείας ἐρεῖν· ὡς τὸν Ἀττήλαν ἀνέζευξαν· καὶ αὖθις ἐπανῆκον Ἐδέκωνος χωρὶς καὶ ἅπαντα, 126 περὶ ὧν ἐπρεσβευόμεθα, ἔλεγον προστάττοντες τὴν ταχίστην ἀπιέναι, εἰ μὴ ἕτερα φράζειν ἔχοιμεν. ἐπὶ δὲ τοῖς λεχθεῖσι πλέον ἐπαποροῦντες (οὐ γὰρ ἦν ἐφικτὸν γινώσκειν, ὅπως ἔκδηλα ἐγεγόνει τὰ ἐν παραβύστῳ δεδογμένα βασιλεῖ) συμφέρειν ἡγούμεθα μηδὲν περὶ τῆς πρεσβείας ἀποκρίνεσθαι, εἰ μὴ τῆς παρὰ τὸν Ἀττήλαν εἰσόδου τύχοιμεν. διὸ ἐφάσκομεν, εἴτε τὰ εἰρημένα τοῖς Σκύθαις εἴτε καὶ ἕτερα ἥκομεν πρεσβευόμενοι, τοῦ σφῶν αὐτῶν ἡγουμένου τὴν πεῦσιν εἶναι, καὶ μηδαμῶς ἄλλοις τούτου χάριν διαλεχθήσεσθαι· οἱ δὲ ἡμᾶς παραχρῆμα ἀναχωρεῖν προσέταττον. ἐν παρασκευῇ δὲ τῆς ὁδοῦ γενομένους τῆς ἀποκρίσεως ἡμᾶς ὁ Βιγίλας κατεμέμφετο, ἐπὶ ψεύδει ἁλῶναι ἄμεινον λέγων ἢ ἀπράκτους ἀναχωρεῖν. εἰ γὰρ ἐς λόγους τῷ Ἀττήλᾳ ἔτυχον, φησίν, ἐληλυθώς, ἐπεπείκειν ῥᾳδίως ἂν αὐτὸν τῆς πρὸς Ῥωμαίους ἀποστῆναι διαφορᾶς, οἷα δὴ ἐπιτήδειος αὐτῷ ἐν τῇ κατὰ Ἀνατόλιον πρεσβείᾳ γενόμενος. ταῦτα † εὔνουν αὐτῷ τὸν Ἐδέκων ὑπάρχειν ἔφασκεν, ὥστε λόγῳ τῆς πρεσβείας καὶ τῶν ὁπωσοῦν εἴτε ἀληθῶς εἴτε ψευδῶς ῥηθησομένων προφάσεως τυχεῖν ἐπὶ τῷ βουλεύσασθαι περὶ τῶν αὐτοῖς κατὰ Ἀττήλα δεδογμένων, καὶ ὅπως τὸ χρυσίον, οὗπερ ἔφασκε δεῖσθαι ὁ Ἐδέκων, κομίσαι τὸ διανεμηθησόμενον † ταττομένοις ἀνδράσι. προδεδομένος δὲ ἐλελήθει. ὁ γὰρ Ἐδέκων, εἴτε δόλῳ ὑποσχόμενος εἴτε καὶ τὸν Ὀρέστην εὐλαβηθείς, μὴ ἐς τὸν Ἀττήλαν ἀγάγοι ἅπερ ἡμῖν ἐν τῇ Σερδικῇ μετὰ τὴν ἑστίασιν εἰρήκει, ἐν αἰτίᾳ ποιούμενος τὸ χωρὶς αὐτοῦ βασιλεῖ καὶ τῷ εὐνούχῳ ἐς λόγους αὐτὸν ἐληλυθέναι καταμηνύει τὴν μελετηθεῖσαν αὐτῷ ἐπιβουλὴν καὶ τὸ ποσὸν τοῦ ἐκπεμφθησομένου χρυσίου, ἐκλέγει δὲ καὶ ἐφ' οἷς τὴν πρεσβείαν ἐποιούμεθα. τῶν δὲ φορτίων ἤδη τοῖς ὑποζυγίοις ἐπιτεθέντων, καὶ ἀνάγκῃ τὴν πορείαν κατὰ τὸν τῆς νυκτὸς καιρὸν ποιεῖσθαι πειρώμενοι, μετεξέτεροι τῶν βαρβάρων παραγενόμενοι ἐπιμεῖναι ἡμᾶς τοῦ καιροῦ χάριν παρακελεύσασθαι τὸν Ἀττήλαν ἔλεγον. ἐν αὐτῷ οὖν τῷ χωρίῳ, ὅθεν καὶ διανέστημεν, ἧκον ἡμῖν βοῦν ἄγοντές τινες καὶ ποταμίους ἰχθύας παρὰ τοῦ Ἀττήλα διαπεμφθέντας. δειπνήσαντες οὖν ἐς ὕπνον ἐτράπημεν. ἡμέρας δὲ 127 γενομένης ᾠόμεθα μὲν ἥμερόν τι καὶ πρᾶον παρὰ τοῦ βαρβάρου μηνυθήσεσθαι· ὁ δὲ πάλιν τοὺς αὐτοὺς ἔπεμπε παρακελευόμενος ἀπιέναι, εἰ μὴ ἔχοιμέν τι παρὰ τὰ αὐτοῖς ἐγνωσμένα λέγειν. οὐδὲν οὖν ἀποκρινάμενοι πρὸς τὴν ὁδὸν παρασκευαζόμεθα, καίπερ τοῦ Βιγίλα διαφιλονεικοῦντος λέγειν εἶναι καὶ ἕτερα ἡμῖν ῥηθησόμενα. ἐν πολλῇ δὲ κατηφείᾳ τὸν Μαξιμῖνον ἰδών, παραλαβὼν Ῥουστίκιον ἐξεπιστάμενον τὴν βαρβάρων φωνήν (ὃς σὺν ἡμῖν ἐπὶ τὴν Σκυθικὴν ἐληλύθει οὐ τῆς πρεσβείας ἕνεκα, ἀλλὰ κατὰ πρᾶξίν τινα πρὸς Κωνστάντιον, ὃν Ἰταλιώτην ὄντα ὑπογραφέα Ἀττήλᾳ ἀπεστάλκει Ἀέτιος ὁ τῶν ἑσπερίων Ῥωμαίων στρατηγός) παρὰ τὸν Σκότταν ἀφικνούμενος (οὐ γὰρ Ὀνηγήσιος τηνικαῦτα παρῆν) καὶ αὐτὸν προσειπὼν ὑπὸ ἑρμηνεῖ τῷ Ῥουστικίῳ ἔλεγον δῶρα πλεῖστα παρὰ τοῦ Μαξιμίνου λήψεσθαι, εἴπερ αὐτὸν τῆς παρὰ τὸν Ἀττήλαν εἰσόδου παρασκευάσοι τυχεῖν. τὴν γὰρ αὐτοῦ πρεσβείαν οὐ μόνον Ῥωμαίοις καὶ Οὔννοις συνοίσειν, ἀλλὰ καὶ Ὀνηγησίῳ, ὃν παρ' αὐτὸν βασιλεὺς ἰέναι βούλεται καὶ τὰ τοῖς ἔθνεσι διευκρινῆσαι ἀμφίβολα· ἀφικόμενον δὲ μεγίστων
59
τεύξεσθαι δωρεῶν. χρῆναι οὖν μὴ παρόντος Ὀνηγησίου ἡμῖν, μᾶλλον δὲ τἀδελφῷ ἐπὶ τῇ ἀγαθῇ συναγωνίζεσθαι πράξει. πείθεσθαι δὲ καὶ αὐτῷ τὸν Ἀττήλαν μεμαθηκέναι ἔλεγον· οὐκ ἐν ἀκοῇ δὲ ἔσεσθαι βεβαίως τὰ κατ' αὐτόν, εἰ μή γε πείρᾳ τὴν αὐτοῦ γνοίημεν δύναμιν. ὃς δὲ ὑπολαβὼν μηκέτι ἀμφιβόλους εἶναι ἔφη τοῦ καὶ αὐτὸν ἴσα τῷ ἀδελφῷ παρὰ Ἀττήλᾳ λέγειν τε καὶ πράττειν· καὶ παραχρῆμα τὸν ἵππον ἀναβὰς ἐπὶ τὴν Ἀττήλα διήλασε σκηνήν. πρὸς δὲ τὸν Μαξιμῖνον ἐπανελθὼν ἀλύοντα ἅμα τῷ Βιγίλᾳ καὶ διαπορούμενον ἐπὶ τοῖς καθεστῶσιν ἔλεγον ἅ τε τῷ Σκόττᾳ διείλεγμαι καὶ ἅπερ παρ' αὐτοῦ ἠκηκόειν, καὶ ὡς δεῖ τὰ τῷ βαρβάρῳ δοθησόμενα παρασκευάζειν δῶρα καὶ τὰ αὐτῷ παρ' ἡμῶν ῥηθησόμενα ἀναλογίζεσθαι. ἀμφότεροι οὖν ἀναπηδήσαντες (ἐπὶ γὰρ τοῦ ἐδάφους καὶ τῆς πόας κεῖσθαι σφᾶς συνέβαινεν) ἐπῄνεσάν τε τὴν πρᾶξιν καὶ τοὺς ἤδη μετὰ τῶν ὑποζυγίων ἐξορμήσαντας ἀνεκάλουν καὶ διεσκέψαντο, ὅπως τε προσείποιεν τὸν Ἀττήλαν καὶ ὅπως αὐτῷ τά τε βασιλέως δῶρα δοῖεν καὶ ἅπερ αὐτῷ ὁ Μαξιμῖνος ἐκόμιζεν. ἀμφὶ δὲ ταῦτα πονουμένους διὰ τοῦ Σκόττα ὁ Ἀττήλας μετεπέμψατο, καὶ δῆτα ἐς τὴν ἐκείνου παραγινόμεθα 128 ὑπὸ βαρβαρικοῦ κύκλῳ φρουρουμένην πλήθους. ὡς δὲ εἰσόδου ἐτύχομεν, εὕρομεν ἐπὶ ξυλίνου δίφρου τὸν Ἀττήλαν καθήμενον. στάντων δὲ ἡμῶν μικρὸν ἀπωτέρω τοῦ θρόνου, προσελθὼν ὁ Μαξιμῖνος ἠσπάσατο τὸν βάρβαρον, τά τε παρὰ βασιλέως γράμματα δοὺς ἔλεγεν ὡς σῶν εἶναι αὐτὸν καὶ τοὺς ἀμφ' αὐτὸν εὔχεται βασιλεύς. ὁ δὲ ἀπεκρίνατο ἔσεσθαι Ῥωμαίοις ἅπερ αὐτῷ βούλοιντο. καὶ ἐπὶ τὸν Βιγίλαν εὐθὺς τρέπει τὸν λόγον θηρίον ἀναιδὲς ἀποκαλῶν, ὅτου χάριν παρ' αὐτὸν ἐλθεῖν ἠθέλησεν ἐπιστάμενος τά τε αὐτῷ καὶ Ἀνατολίῳ ἐπὶ τῇ εἰρήνῃ δόξαντα, ὡς εἴρητο μὴ πρότερον πρέσβεις παρ' αὐτὸν ἐλθεῖν πρὶν ἢ πάντες οἱ φυγάδες ἐκδοθεῖεν βαρβάροις. τοῦ δὲ φήσαντος ὡς ἐκ τοῦ Σκυθικοῦ γένους παρὰ Ῥωμαίοις οὐκ εἴη φυγάς, τοὺς γὰρ ὄντας ἐκδεδόσθαι, χαλεπήνας μᾶλλον καὶ αὐτῷ πλεῖστα λοιδορησάμενος μετὰ βοῆς ἔλεγεν ὡς αὐτὸν ἀνασκολοπίσας πρὸς βορὰν οἰωνοῖς ἐδεδώκει ἄν, εἰ μή γε τῷ τῆς πρεσβείας θεσμῷ λυμαίνεσθαι ἐδόκει, καὶ ταύτην αὐτῷ ἐπὶ τῇ ἀναιδείᾳ καὶ τῇ τῶν λόγων ἰταμότητι ἐπιθεῖναι δίκην· φυγάδας γὰρ τοῦ σφετέρου ἔθνους παρὰ Ῥωμαίοις εἶναι πολλούς, ὧν ἐκέλευε τὰ ὀνόματα ἐγγεγραμμένα χάρτῃ τοὺς ὑπογραφέας ἀναγινώσκειν. ὡς δὲ διεξῆλθον ἅπαντας, προσέταττε μηδὲν μελλήσαντα ἀπιέναι· συμπέμψειν δὲ αὐτῷ καὶ Ἤσλαν Ῥωμαίοις λέξοντα πάντας τοὺς παρὰ σφίσι καταφυγόντας βαρβάρους ἀπὸ τῶν Καρπιλεόνος χρόνων, ὃς ὡμήρευσε παρ' αὐτῷ παῖς ὢν Ἀετίου τοῦ ἐν τῇ ἑσπέρᾳ Ῥωμαίων στρατηγοῦ, ἐκπέμψαι παρ' αὐτόν. μὴ γὰρ συγχωρήσειν τοὺς σφετέρους θεράποντας ἀντίον αὐτοῦ ἐς μάχην ἰέναι, καίπερ μὴ δυναμένους ὠφελεῖν τοὺς τὴν φυλακὴν αὐτοῖς τῆς οἰκείας ἐπιτρέψαντας γῆς. τίνα γὰρ πόλιν ἢ ποῖον φρούριον σεσῶσθαι, ἔλεγεν, ὑπ' ἐκείνων, οὗπερ αὐτὸς ποιῆσαι τὴν αἵρεσιν ὥρμησεν; ἀπαγγείλαντας δὲ τὰ αὐτῷ περὶ τῶν φυγάδων δεδογμένα αὖθις ἐπανήκειν μηνύοντας, πότερον αὐτοὺς ἐκδιδόναι βούλονται ἢ τὸν ὑπὲρ αὐτῶν ἀναδέχονται πόλεμον. παρακελευσάμενος δὲ πρότερον καὶ τὸν Μαξιμῖνον 129 ἐπιμένειν, ὡς δι' αὐτοῦ περὶ τῶν γεγραμμένων ἀποκρινούμενος βασιλεῖ, ἐπέτρεπε τὰ δῶρα δόντας, ἅπερ ὁ Μαξιμῖνος ἔφερεν, ὑπεξιέναι. δόντες τοίνυν καὶ ἐπανιόντες ἐς τὴν σκηνὴν ἑκάστου τῶν λεχθέντων πέρι ἰδιολογούμεθα. καὶ Βιγίλα θαυμάζοντος, ὅπως πάλαι αὐτῷ πρεσβευομένῳ ἤπιός τε καὶ πρᾶος νομισθεὶς τότε χαλεπῶς ἐλοιδορήσατο, ἔλεγον, μήποτέ τινες τῶν βαρβάρων τῶν ἐν Σερδικῇ ἑστιαθέντων σὺν ἡμῖν δυσμενῆ αὐτῷ τὸν Ἀττήλαν παρεσκεύασαν ἀπαγγείλαντες, ὡς θεὸν μὲν τὸν Ῥωμαίων ἐκάλει βασιλέα, ἄνθρωπον δὲ τὸν Ἀττήλαν. τοῦτον τὸν λόγον ὁ Μαξιμῖνος ὡς πιθανὸν ἐδέχετο οἷα δὴ ἀμέτοχος ὢν τῆς συνωμοσίας, ἣν κατὰ τοῦ βαρβάρου ὁ εὐνοῦχος ἐποιήσατο. ὁ δὲ Βιγίλας ἀμφίβολός τε ἦν καὶ ἐμοὶ ἐδόκει προφάσεως ἀπορεῖν, δι' ἣν αὐτῷ ὁ Ἀττήλας ἐλοιδορήσατο· οὔτε γὰρ τὰ ἐν Σερδικῇ, ὡς ὕστερον ἡμῖν διηγεῖτο, οὔτε τὰ τῆς ἐπιβουλῆς εἰρῆσθαι τῷ Ἀττήλᾳ ἐνόμιζεν, μηδενὸς μὲν ἑτέρου τῶν ἐκ τοῦ πλήθους διὰ τὸν ἐπικρατοῦντα κατὰ πάντων φόβον ἐς λόγους αὐτῷ θαρροῦντος ἐλθεῖν, Ἐδέκωνος δὲ πάντως ἐχεμυθήσοντος διά τε τοὺς ὅρκους καὶ τὴν ἀδηλίαν τοῦ πράγματος, μήποτε καὶ αὐτός, ὡς τοιούτων μέτοχος λόγων, ἐπιτήδειος νομισθεὶς θάνατον ὑφέξει ζημίαν. ἐν τοιαύτῃ οὖν ἀμφιβολίᾳ τυγχάνουσιν ἐπιστὰς Ἐδέκων καὶ τὸν Βιγίλαν ἔξω τῆς ἡμετέρας ἀπαγαγὼν συνόδου ὑποκρινάμενός τε ἀληθίζεσθαι τῶν αὐτοῖς βεβουλευμένων ἕνεκα καὶ τὸ χρυσίον κομισθῆναι
60
παρακελευσάμενος τὸ δοθησόμενον τοῖς ἅμα αὐτῷ περὶ τὴν πρᾶξιν ἐλευσομένοις ἀνεχώρει. πολυπραγμονοῦντας δὲ τίνες οἱ τοῦ Ἐδέκωνος πρὸς αὐτὸν λόγοι ἀπατᾶν ἔσπευδεν ἠπατημένος αὐτός, καὶ τὴν ἀληθῆ αἰτίαν ἀποκρυψάμενος ἔφασκε παρ' αὐτοῦ Ἐδέκωνος εἰρῆσθαι ὡς καὶ αὐτῷ ὁ Ἀττήλας περὶ τῶν φυγάδων χαλεπαίνοι· ἔδει γὰρ ἢ πάντας ἀπολαβεῖν ἢ πρέσβεις ἐκ τῆς μεγίστης ἐξουσίας ἀφικέσθαι πρὸς αὐτόν. ταῦτα διαλεγομένοις παραγενόμενοί τινες τοῦ Ἀττήλα ἔλεγον μήτε Βιγίλαν μήτε ἡμᾶς Ῥωμαῖον αἰχμάλωτον ἢ βάρβαρον ἀνδράποδον ἢ ἵππους ἢ ἕτερόν τι πλὴν τῶν 130 εἰς τροφὴν ὠνεῖσθαι, ἄχρις ὅτου τὰ μεταξὺ Ῥωμαίων καὶ Οὔννων ἀμφίβολα διακριθείη. σεσοφισμένως δὲ ταῦτα καὶ κατὰ τέχνην ἐγένετο τῷ βαρβάρῳ, ὥστε τὸν μὲν Βιγίλαν ῥᾳδίως ἐπὶ τῇ κατ' αὐτοῦ ἁλῶναι πράξει ἀποροῦντα αἰτίας, ἐφ' ᾗπερ τὸ χρυσίον κομίζοι, ἡμᾶς δὲ προφάσει ἀποκρίσεως ἐπὶ τῇ πρεσβείᾳ δοθησομένης Ὀνηγήσιον ἀπεκδέξασθαι τὰ δῶρα κομιούμενον, ἅπερ ἡμεῖς τε διδόναι ἐβουλόμεθα καὶ βασιλεὺς ἀπεστάλκει. συνέβαινε γὰρ αὐτὸν σὺν τῷ πρεσβυτέρῳ τῶν Ἀττήλα παίδων ἐς τὸ τῶν Ἀκατίρων ἔθνος ἐστάλθαι, ὅ ἐστι Σκυθικὸν ἔθνος, παρέστη δὲ τῷ Ἀττήλᾳ ἐξ αἰτίας τοιᾶσδε. πολλῶν κατὰ φῦλα καὶ γένη ἀρχόντων τοῦ ἔθνους, Θεοδόσιος ὁ βασιλεὺς ἐκπέμπει δῶρα, ὥστε ὁμονοίᾳ σφετέρᾳ ἀπαγορεῦσαι μὲν τῇ τοῦ Ἀττήλα συμμαχίᾳ, τὴν δὲ πρὸς Ῥωμαίους εἰρήνην ἀσπάζεσθαι. ὁ δὲ τὰ δῶρα ἀποκομίζων οὐ κατὰ τάξιν ἑκάστῳ τῶν βασιλέων τοῦ ἔθνους δίδωσιν, ὥστε τὸν Κουρίδαχον πρεσβύτερον ὄντα τῇ ἀρχῇ τὰ δῶρα δεξάμενον δεύτερον, οἷα δὴ περιοφθέντα καὶ τῶν σφετέρων στερηθέντα γερῶν, ἐπικαλέσασθαι τὸν Ἀττήλαν κατὰ τῶν συμβασιλευόντων, τὸν δὲ μὴ μελλήσαντα πολλὴν ἐκπέμψαι δύναμιν, καὶ τοὺς μὲν ἀνελόντα, τοὺς δὲ παραστησάμενον καλεῖν τὸν Κουρίδαχον τῶν νικητηρίων μεθέξοντα. τὸν δὲ ἐπιβουλὴν ὑποτοπήσαντα εἰπεῖν ὡς χαλεπὸν ἀνθρώπῳ ἐλθεῖν ἐς ὄψιν θεοῦ· εἰ γὰρ οὐδὲ τὸν τοῦ ἡλίου δίσκον ἀτενῶς ἔστιν ἰδεῖν, πῶς τὸν μέγιστον τῶν θεῶν ἀπαθῶς τις ὄψοιτο; οὕτω μὲν οὖν ὁ Κουρίδαχος ἔμεινεν ἐπὶ τοῖς σφετέροις καὶ διεφύλαξε τὴν ἀρχήν, τοῦ λοιποῦ παντὸς τοῦ Ἀκατίρων ἔθνους τῷ Ἀττήλᾳ παραστάντος· οὗπερ ἔθνους βασιλέα τὸν πρεσβύτερον τῶν παίδων καταστῆσαι βουλόμενος Ὀνηγήσιον ἐπὶ ταύτην ἐκπέμπει τὴν πρᾶξιν. διὸ δὴ καὶ ἡμᾶς, ὡς εἴρηται, ἐπιμεῖναι παρακελευσάμενος τὸν Βιγίλαν διαφῆκεν ἅμα Ἤσλᾳ προφάσει μὲν τῶν φυγάδων ἐς τὴν Ῥωμαίων διαβησόμενον, τῇ δὲ ἀληθείᾳ τῷ Ἐδέκωνι τὸ χρυσίον κομιοῦντα. Τοῦ δὲ Βιγίλα ἐξορμήσαντος, μίαν μετὰ τὴν ἐκείνου ἀναχώρησιν ἡμέραν ἐπιμείναντες τῇ ὑστεραίᾳ ἐπὶ τὰ ἀρκτικώτερα τῆς χώρας σὺν Ἀττήλᾳ ἐπορεύθημεν, καὶ ἄχρι τινὸς τῷ βαρβάρῳ συμ 131 προελθόντες ἑτέραν ὁδὸν ἐτράπημεν, τῶν ξεναγούντων ἡμᾶς Σκυθῶν τοῦτο ποιεῖν παρακελευσαμένων, ὡς τοῦ Ἀττήλα ἐς κώμην τινὰ παρεσομένου, ἐν ᾗ γαμεῖν θυγατέρα Ἐσκὰμ ἐβούλετο, πλείστας μὲν ἔχων γαμετάς, ἀγόμενος δὲ καὶ ταύτην κατὰ νόμον τὸν Σκυθικόν. ἐνθένδε ἐπορευόμεθα ὁδὸν ὁμαλὴν ἐν πεδίῳ κειμένην ναυσιπόροις τε προσεβάλομεν ποταμοῖς, ὧν οἱ μέγιστοι μετὰ τὸν Ἴστρον ὅ τε Δρήκων λεγόμενος καὶ ὁ Τίγας καὶ ὁ Τιφήσας ἦν. καὶ τούτους μὲν ἐπεραιώθημεν τοῖς μονοξύλοις πλοίοις, οἷς οἱ προσοικοῦντες τοὺς ποταμοὺς κέχρηνται, τοὺς δὲ λοιποὺς ταῖς σχεδίαις διεπλεύσαμεν, ἃς ἐπὶ τῶν ἁμαξῶν οἱ βάρβαροι διὰ τοὺς λιμνάζοντας φέρουσι τόπους. ἐχορηγοῦντο δὲ ἡμῖν κατὰ κώμας τροφαί, ἀντὶ μὲν σίτου κέγχρος, ἀντὶ δὲ οἴνου ὁ μέδος ἐπιχωρίως καλούμενος. ἐκομίζοντο δὲ καὶ οἱ ἑπόμενοι ἡμῖν ὑπηρέται κέγχρον καὶ τὸ ἐκ κριθῶν χορηγούμενοι πόμα· κάμον οἱ βάρβαροι καλοῦσιν αὐτό. μακρὰν δὲ ἀνύσαντες ὁδὸν περὶ δείλην ὀψίαν κατεσκηνώσαμεν πρὸς λίμνῃ τινὶ πότιμον ὕδωρ ἐχούσῃ, ὅπερ οἱ τῆς πλησίον ὑδρεύοντο κώμης. πνεῦμα δὲ καὶ θύελλα ἐξαπίνης διαναστᾶσα μετὰ βροντῶν καὶ συχνῶν ἀστραπῶν καὶ ὄμβρου πολλοῦ οὐ μόνον ἡμῶν ἀνέτρεψε τὴν σκηνήν, ἀλλὰ καὶ τὴν κατασκευὴν σύμπασαν ἐς τὸ ὕδωρ ἐκύλισε τῆς λίμνης. ὑπὸ δὲ τῆς κρατούσης τὸν ἀέρα ταραχῆς καὶ τοῦ συμβάντος δειματωθέντες τὸ χωρίον ἀπελείπομεν καὶ ἀλλήλων χωριζόμεθα, ὡς ἐν σκότῳ καὶ ὑετῷ, τραπέντες ὁδόν, ἣν αὑτῷ ῥᾳδίαν ἕκαστος ἔσεσθαι ᾤετο. ἐς δὲ τὰς καλύβας τῆς κώμης παραγενόμενοι (τὴν αὐτὴν δὲ πάντες διαφόρως ἐτράπημεν) ἐς ταὐτὸν συνῄειμεν καὶ τῶν ἀπολειπομένων σὺν βοῇ τὴν ζήτησιν ἐποιούμεθα. ἐκπηδήσαντες δὲ οἱ Σκύθαι διὰ τὸν θόρυβον τοὺς καλάμους, οἷς πρὸς τῷ πυρὶ κέχρηνται, ἀνέκαιον φῶς ἐργαζόμενοι, καὶ ἀνηρώτων ὅ τι βουλόμενοι κεκράγαμεν. τῶν δὲ σὺν ἡμῖν βαρβάρων
61
ἀποκριναμένων ὡς διὰ τὸν χειμῶνα ταραττόμεθα, πρὸς σφᾶς τε αὐτοὺς καλοῦντες ὑπεδέχοντο καὶ ἀλέαν παρεῖχον καλάμους πλείστους ἐναύοντες. τῆς δὲ ἐν τῇ κώμῃ ἀρχούσης γυναικὸς (μία δὲ αὕτη τῶν Βλήδα γυναικῶν ἐγεγόνει) τροφὰς ἡμῖν διαπεμψαμένης καὶ ἐπὶ συνουσίᾳ γυναῖκας εὐπρεπεῖς 132 (Σκυθικὴ δὲ αὕτη τιμή) τὰς μὲν γυναῖκας ἐκ τῶν προκειμένων ἐδωδίμων φιλοφρονησάμενοι, τῇ πρὸς αὐτὰς ὁμιλίᾳ ἀπαγορεύσαντες, ἐγκαταμείναντες δὲ ταῖς καλύβαις ἅμα ἡμέρᾳ ἐς τὴν τῶν σκευῶν ἐτράπημεν ἀναζήτησιν, καὶ σύμπαντα εὑρηκότες, τὰ μὲν ἐν τῷ χωρίῳ, οὗπερ ἐν τῇ προτεραίᾳ καταλύσαντες ἐτύχομεν, τὰ δὲ καὶ πρὸς τῇ ὄχθῃ τῆς λίμνης, τὰ δὲ καὶ ἐν αὐτῷ τῷ ὕδατι, ἀνελάβομεν καὶ ἐκείνην τὴν ἡμέραν ἐν τῇ κώμῃ διετρίψαμεν ἅπαντα διατερσαίνοντες· ὅ τε γὰρ χειμὼν ἐπέπαυτο καὶ λαμπρὸς ἥλιος ἦν. ἐπιμεληθέντες δὲ καὶ τῶν ἵππων καὶ τῶν λοιπῶν ὑποζυγίων παρὰ τὴν βασιλίδα ἀφικόμεθα, καὶ αὐτὴν ἀσπασάμενοι καὶ δώροις ἀμειψάμενοι, τρισί τε ἀργυραῖς φιάλαις καὶ ἐρυθροῖς δέρμασι καὶ τῷ ἐξ Ἰνδίας πεπέρει καὶ τῷ καρπῷ τῶν φοινίκων καὶ ἑτέροις τραγήμασι διὰ τὸ μὴ ἐπιχωριάζειν τοῖς βαρβάροις οὖσι τιμίοις, ὑπέξιμεν εὐξάμενοι αὐτῇ ἀγαθὰ τῆς ξενίας πέρι. ἡμερῶν δὲ ζʹ ὁδὸν ἀνύσαντες ἐν κώμῃ τινὶ ἐπεμείναμεν, τῶν ξεναγούντων παρακελευσαμένων Σκυθῶν, οἷα δὴ τοῦ Ἀττήλα ἐς αὐτὴν ἐμβαλοῦντος τὴν ὁδὸν καὶ ἡμῶν κατόπιν αὐτοῦ πορεύεσθαι ὀφειλόντων. ἔνθα δὴ ἐνετυγχάνομεν ἀνδράσι τῶν ἑσπερίων Ῥωμαίων καὶ αὐτοῖς παρὰ τὸν Ἀττήλαν πρεσβευομένοις· ὧν Ῥωμύλος ἦν, ἀνὴρ τῇ τοῦ κόμητος ἀξίᾳ τετιμημένος, καὶ Προμοῦτος τῆς Νωρικῶν ἄρχων χώρας καὶ Ῥωμανὸς στρατιωτικοῦ τάγματος ἡγεμών. συνῆν δὲ αὐτοῖς Κωνστάντιος, ὃν ἀπεστάλκει Ἀέτιος παρὰ τὸν Ἀττήλαν ὑπογραφέως χάριν, καὶ Τατοῦλος ὁ Ὀρέστου πατὴρ τοῦ μετὰ Ἐδέκωνος, οὐ τῆς πρεσβείας ἕνεκα, ἀλλὰ οἰκειότητος χάριν ἅμα σφίσιν αὐτοῖς τὴν πορείαν ποιούμενοι, Κωνστάντιος μὲν διὰ τὴν ἐν ταῖς Ἰταλίαις προϋπάρξασαν πρὸς τοὺς ἄνδρας γνῶσιν, Τατοῦλος δὲ διὰ συγγένειαν· ὁ γὰρ αὐτοῦ παῖς Ὀρέστης Ῥωμύλουθυγατέρα ἐγεγαμήκει. *** ἀπὸ Παταβίωνος τῆς ἐν Νωρικῷ πόλεως ἐπρεσβεύοντο ἐκμειλιττόμενοι τὸν Ἀττήλαν ἐκδοθῆναι αὑτῷ βουλόμενον Σιλβανόν, † ἀρμίου τραπέζης κατὰ τὴν Ῥώμην προεστῶτα, ὡς φιάλας χρυσᾶς παρὰ Κωνσταντίου δεξάμενον, ὃς ἐκ Γαλατῶν μὲν τῶν ἐν τῇ ἑσπέρᾳ ὡρμᾶτο, ἀπέσταλτο δὲ καὶ αὐτὸς παρὰ Ἀττήλαν τε καὶ Βλήδαν, ὥσπερ ὁ μετ' αὐτὸν Κωνστάντιος, 133 ὑπογραφέως χάριν. κατὰ δὲ τὸν χρόνον, ἐν ᾧ ὑπὸ Σκυθῶν ἐν τῇ Παιόνων ἐπολιορκεῖτο τὸ Σίρμιον, τὰς φιάλας παρὰ τοῦ τῆς πόλεως ἐπισκόπου ἐδέξατο ἐφ' ᾧ αὐτὸν λύσασθαι, εἴ γε περιόντος αὐτοῦ ἁλῶναι τὴν πόλιν συμβαίη, ἢ ἀναιρεθέντος ὠνήσασθαι τοὺς αἰχμαλώτους ἀπαγομένους τῶν ἀστῶν. ὁ δὲ Κωνστάντιος μετὰ τὸν τῆς πόλεως ἀνδραποδισμὸν ὀλιγωρήσας τῶν συνθηκῶν ἐς τὴν Ῥώμην κατὰ πρᾶξίν τινα παραγίνεται καὶ κομίζεται παρὰ τοῦ Σιλβανοῦ χρυσίον τὰς φιάλας δούς, ὥστε ῥητοῦ χρόνου ἐντὸς ἢ ἀποδόντα τὸ ἐκδανεισθὲν χρυσίον ἀναλαβεῖν τὰ ἐνέχυρα, ἢ αὐτοῖς τὸν Σιλβανὸν ἐς ὅ τι βούλοιτο χρήσασθαι. τοῦτον δὴ τὸν Κωνστάντιον ἐν ὑποψίᾳ προδοσίας ποιησάμενοι Ἀττήλας τε καὶ Βλήδας ἀνεσταύρωσαν· μετὰ δὲ χρόνον τῷ Ἀττήλᾳ ὡς τὰ περὶ τῶν φιαλῶν ἐμηνύθη, ἐκδοθῆναι αὑτῷ τὸν Σιλβανὸν οἷα δὴ φῶρα τῶν αὑτοῦ γενόμενον ἐβούλετο. πρέσβεις τοίνυν παρὰ Ἀετίου καὶ τοῦ βασιλεύοντος τῶν ἑσπερίων Ῥωμαίων ἐστάλησαν ἐροῦντες ὡς χρήστης Σιλβανὸς Κωνσταντίου γενόμενος τὰς φιάλας ἐνέχυρα καὶ οὐ φώρια λαβὼν ἔχοι, καὶ ὡς ταύτας ἀργυρίου χάριν ἱερεῦσι καὶ τοῖς ἐπιτυχοῦσιν ἀπέδοτο· οὔτε γὰρ θέμις ἀνθρώποις εἰς σφετέραν διακονίαν κεχρῆσθαι ἐκπώμασιν ἀνατεθεῖσι θεῷ. εἰ οὖν μὴ τῆς εὐλόγου προφάσεως καὶ εὐλαβείᾳ τοῦ θείου ἀποσταίη τοῦ τὰς φιάλας αἰτεῖν, ἐκπέμπειν τὸ ὑπὲρ αὐτῶν χρυσίον τὸν Σιλβανὸν παραιτουμένους· οὐ γὰρ ἐκδώσειν ἄνθρωπον ἀδικοῦντα οὐθέν. καὶ αὕτη μὲν αἰτία τῆς τῶν ἀνδρῶν πρεσβείας, καὶ παρείποντο ὅ τι καὶ ἀποκρινάμενος ἀποπέμψοι σφᾶς ὁ βάρβαρος. ἐπὶ τῆς αὐτῆς οὖν ὁδοῦ γενόμενοι, προπορευθῆναι αὐτὸν ἀναμείναντες σὺν τῷ παντὶ ἐπηκολουθήσαμεν πλήθει. καὶ ποταμούς τινας διαβάντες ἐν μεγίστῃ παρεγινόμεθα κώμῃ, ἐν ᾗ τὰ τοῦ Ἀττήλα οἰκήματα περιφανέστερα τῶν ἁπανταχοῦ εἶναι ἐλέγετο ξύλοις τε καὶ σανίσιν εὐξέστοις ἡρμοσμένα καὶ περιβόλῳ ξυλίνῳ κυκλούμενα οὐ πρὸς ἀσφάλειαν, ἀλλὰ πρὸς εὐπρέπειαν συλλαμβάνοντι. μετὰ δὲ τὰ τοῦ βασιλέως ἦν τὰ τοῦ Ὀνηγησίου διαπρεπῆ καὶ περίβολον μὲν ἐκ ξύλων καὶ αὐτὰ ἔχοντα, οὐχ ὁμοίως δὲ ὥσπερ ὁ Ἀττήλα 134 πύργοις ἐκοσμεῖτο. βαλανεῖον δὲ ἦν οὐ πόρρω τοῦ περιβόλου, ὅπερ Ὀνηγήσιος μετὰ
62
τὸν Ἀττήλαν παρὰ Σκύθαις ἰσχύων μέγα ᾠκοδόμει λίθους ἐκ τῆς Παιόνων διακομίσας γῆς· οὐδὲ γὰρ οὐδὲ λίθος οὐ δένδρον παρὰ τοῖς ἐκεῖνο τὸ μέρος οἰκοῦσι βαρβάροις ἐστίν, ἀλλὰ ἐπεισάκτῳ τῇ ὕλῃ κέχρηνται ταύτῃ. ὁ δὲ ἀρχιτέκτων τοῦ βαλανείου ἀπὸ τοῦ Σιρμίου αἰχμάλωτος ἀχθείς, μισθὸν τοῦ εὑρέματος ἐλευθερίαν λήψεσθαι προσδοκῶν ἔλαθε μείζονι πόνῳ περιπεσὼν τῆς παρὰ Σκύθαις δουλείας· βαλανέα γὰρ αὐτὸν Ὀνηγήσιος κατέστησεν, καὶ λουομένῳ αὐτῷ τε καὶ τοῖς ἀμφ' αὐτὸν διηκονεῖτο. ἐν ταύτῃ τῇ κώμῃ εἰσιόντα τὸν Ἀττήλαν ἀπήντων κόραι στοιχηδὸν προπορευόμεναι ὑπὸ ὀθόναις λεπταῖς τε καὶ λευκαῖς ἐπὶ πολὺ ἐς μῆκος παρατεινούσαις, ὥστε ὑπὸ μιᾷ ἑκάστῃ ὀθόνῃ ἀνεχομένῃ ταῖς χερσὶ τῶν παρ' ἑκάτερα γυναικῶν κόρας ζʹ ἢ καὶ πλείους βαδιζούσας (ἦσαν δὲ πολλαὶ τοιαῦται τῶν γυναικῶν ὑπὸ ταῖς ὀθόναις τάξεις) ᾄδειν ᾄσματα Σκυθικά. πλησίον δὲ τῶν Ὀνηγησίου οἰκημάτων γενόμενον (δι' αὐτῶν γὰρ ἡ ἐπὶ τὰ βασίλεια ἦγεν ὁδός) ὑπεξελθοῦσα ἡ τοῦ Ὀνηγησίου γαμετὴ μετὰ πλήθους θεραπόντων, τῶν μὲν ὄψα, τῶν δὲ καὶ οἶνον φερόντων (μεγίστη δὲ αὕτη παρὰ Σκύθαις ἐστὶ τιμή) ἠσπάζετό τε καὶ ἠξίου μεταλαβεῖν ὧν αὐτῷ φιλοφρονουμένη ἐκόμισεν. ὃς δὲ ἐπιτηδείου ἀνδρὸς χαριζόμενος γαμετῇ ἤσθιεν ἐπὶ τοῦ ἵππου ἥμενος, τῶν παρεπομένων τὸν πίνακα (ἀργύρεος δὲ ἦν οὗτος) ἐς ὕψος ἀράντων βαρβάρων. ἀπογευσάμενος δὲ καὶ τῆς προσενεχθείσης αὐτῷ κύλικος ἐς τὰ βασίλεια ἐχώρει ὄντα τῶν ἄλλων ὑπέρτερα καὶ ἐν ὑψηλῷ διακείμενα χωρίῳ. ἡμεῖς δὲ ἐν τοῖς Ὀνηγησίου, ἐκείνου παρακελευσαμένου, ἐγκατεμείναμεν· ἐπανεληλύθει γὰρ σὺν τῷ Ἀττήλα παιδί. ἠριστοποιησάμεθα δέ, δεξιωσαμένης ἡμᾶς τῆς τε γαμετῆς καὶ τῶν κατὰ γένος αὐτῷ διαφερόντων· αὐτὸς γὰρ τῷ Ἀττήλᾳ μετὰ τὴν ἐπάνοδον τότε πρῶτον ἐς ὄψιν ἐλθὼν καὶ αὐτῷ τὰ ἐπὶ τῇ πράξει, ἐφ' ἣν ἔσταλτο, ἀπαγγέλλων καὶ τὸ πάθος τὸ τῷ Ἀττήλα παιδὶ συνενεχθέν (τὴν γὰρ δεξιὰν χεῖρα ἐξολισθήσας κατέαξεν) συνευωχεῖσθαι ἡμῖν οὐκ ἦγε σχολήν. μετὰ δὲ τὸ δεῖπνον ἀπολιπόντες τὰ τοῦ Ὀνηγησίου οἰκήματα πλησίον τῶν Ἀττήλα κατεσκηνώσαμεν ἐπιτραπέντες, ὥστε καιροῦ καλοῦντος ἢ παρὰ τὸν 135 Ἀττήλαν ἐσιέναι τὸν Μαξιμῖνον ἤγουν καὶ τοῖς ἄλλοις τοῖς ἀμφ' αὐτὸν ἐς λόγους ἰέναι ὀφείλοντα μὴ πολλῷ κεχωρίσθαι διαστήματι. διαγαγόντων δὲ ἡμῶν ἐκείνην τὴν νύκτα ἐν ᾧπερ κατελύσαμεν χωρίῳ, ὑποφαινούσης ἡμέρας ὁ Μαξιμῖνος στέλλει με παρὰ τὸν Ὀνηγήσιον τὰ δῶρα δώσοντα, ἅ τε αὐτὸς ἐδίδου, ἅ τε βασιλεὺς ἀπεστάλκει, καὶ ὅπως γνοίη οἷ βούλεται αὐτῷ καὶ ὁπότε ἐς λόγους ἐλθεῖν. παραγενόμενος δὲ ἅμα τοῖς κομίζουσιν αὐτῷ ὑπηρέταις προσεκαρτέρουν, ἔτι τῶν θυρῶν κεκλεισμένων, ἄχρις ὅτου τις ὑπεξελθὼν τὴν ἡμετέραν μηνύσειεν ἄφιξιν. Διατρίβοντι δέ μοι καὶ περιπάτους ποιουμένῳ πρὸ τοῦ περιβόλου τῶν οἰκημάτων προσελθών τις, ὃν βάρβαρον ἐκ τῆς Σκυθικῆς ᾠήθην εἶναι στολῆς, Ἑλληνικῇ ἀσπάζεταί με φωνῇ, χαῖρε προσειπών, ὥστε με θαυμάζειν ὅτι γε δὴ ἑλληνίζει Σκύθης ἀνήρ. ξύγκλυδες γὰρ ὄντες πρὸς τῇ σφετέρᾳ βαρβάρῳ γλώσσῃ ζηλοῦσιν ἢ τὴν Οὔννων ἢ τὴν Γότθων ἢ καὶ τὴν Αὐσονίων, ὅσοις αὐτῶν πρὸς Ῥωμαίους ἐπιμιξία· καὶ οὐ ῥᾳδίως τις σφῶν ἑλληνίζει τῇ φωνῇ, πλὴν ὧν ἀπήγαγον αἰχμαλώτων ἀπὸ τῆς Θρᾳκίας καὶ Ἰλλυρίδος παράλου. ἀλλ' ἐκεῖνοι μὲν γνώριμοι τοῖς ἐντυγχάνουσιν ἐτύγχανον ἔκ τε τῶν διερρωγότων ἐνδυμάτων καὶ τοῦ αὐχμοῦ τῆς κεφαλῆς ὡς ἐς τὴν χείρονα μεταπεσόντες τύχην· οὗτος δὲ τρυφῶντι ἐῴκει Σκύθῃ εὐείμων τε ὢν καὶ ἀποκειράμενος τὴν κεφαλὴν περιτρόχαλα. ἀντασπασάμενος δὲ ἀνηρώτων τίς ὢν καὶ πόθεν ἐς τὴν βάρβαρον παρῆλθε γῆν καὶ βίον ἀναιρεῖται Σκυθικόν. ὁ δὲ ἀπεκρίνατο ὅ τι βουλόμενος ταῦτα γνῶναι ἐσπούδακα. ἐγὼ δὲ ἔφην αἰτίαν πολυπραγμοσύνης εἶναί μοι τὴν Ἑλλήνων φωνήν. τότε δὴ γελάσας ἔλεγε Γραικὸς μὲν εἶναι τὸ γένος, κατ' ἐμπορίαν δὲ εἰς τὸ Βιμινάκιον ἐληλυθέναι τὴν πρὸς τῷ Ἴστρῳ ποταμῷ Μυσῶν πόλιν. πλεῖστον δὲ ἐν αὐτῇ διατρῖψαι χρόνον καὶ γυναῖκα γήμασθαι ζάπλουτον. τὴν δὲ ἐντεῦθεν εὐπραγίαν ἐκδύσασθαι ὑπὸ τοῖς βαρβάροις τῆς πόλεως γενομένης, καὶ διὰ τὸν ὑπάρξαντα πλοῦτον αὐτῷ Ὀνηγησίῳ ἐν τῇ τῶν λαφύρων προκριθῆναι διανομῇ· τοὺς γὰρ ἁλόντας ἀπὸ τῶν εὐπόρων μετὰ τὸν Ἀττήλαν 136 ἐκκρίτους εἶχον οἱ τῶν Σκυθῶν λογάδες διὰ τὸ ἐπὶ πλείστοις διατίθεσθαι. ἀριστεύσαντα δὲ ἐν ταῖς ὕστερον πρὸς Ῥωμαίους μάχαις καὶ τὸ τῶν Ἀκατίρων ἔθνος, δόντα τῷ βαρβάρῳ δεσπότῃ κατὰ τὸν παρὰ Σκύθαις νόμον τὰ κατὰ τὸν πόλεμον αὐτῷ κτηθέντα, ἐλευθερίας τυχεῖν. γυναῖκα δὲ γήμασθαι βάρβαρον, εἶναί τε αὐτῷ παῖδας· καὶ Ὀνηγησίῳ τραπέζης κοινωνοῦντα ἀμείνονα τοῦ προτέρου τὸν παρόντα βίον ἡγεῖσθαι. τοὺς μὲν γὰρ παρὰ
63
Σκύθαις μετὰ τὸν πόλεμον ἐν ἀπραγμοσύνῃ διατελεῖν, ἑκάστου τῶν παρόντων ἀπολαύοντος καὶ οὐδαμῶς ἢ ὀλίγα ἐνοχλοῦντος ἢ ἐνοχλουμένου, τοὺς μέντοι παρὰ Ῥωμαίοις ἐν μὲν πολέμῳ ῥᾳδίως ἀναλίσκεσθαι εἰς ἑτέρους τὰς τῆς σωτηρίας ἐλπίδας ἔχοντας, ὡς πάντων διὰ τοὺς τυράννους μὴ χρωμένων ὅπλοις· καὶ τῶν χρωμένων δὲ σφαλερωτέρα ἡ τῶν στρατηγῶν κακία μὴ ὑφισταμένων τὸν πόλεμον. ἐν δὲ τῇ εἰρήνῃ ὀδυνηρότερα ὑπάρχειν τὰ συμβαίνοντα τῶν ἐν τοῖς πολέμοις κακῶν διά τε τὴν βαρυτάτην εἴσπραξιν τῶν δασμῶν καὶ τὰς ἐκ τῶν πονηρῶν βλάβας, τῶν νόμων οὐ κατὰ πάντων κειμένων, ἀλλὰ εἰ μὲν ὁ παραβαίνων τὸν θεσμὸν τῶν πλουτούντων εἴη, ἔστι τῆς ἀδικίας αὐτὸν μὴ διδόναι δίκας· εἰ δὲ πένης εἴη, οὐκ ἐπιστάμενος χρῆσθαι πράγμασιν ὑπομένει τὴν ἀπὸ τοῦ νόμου ζημίαν, εἴπερ μὴ πρὸ τῆς κρίσεως ἀπολείποι τὸν βίον, μακροῦ ἐπὶ ταῖς δίκαις παρατεινομένου χρόνου καὶ πλείστων ἐκδαπανωμένων χρημάτων· ὅπερ τῶν πάντων ἀνιαρότατον εἴη, ἐπὶ μισθῷ τῶν ἀπὸ τοῦ νόμου τυγχάνειν. οὐδὲ γὰρ τῷ ἀδικουμένῳ τις δικαστήριον παραδώσει, εἰ μή τι ἀργύριον τῷ τε δικαστῇ καὶ τοῖς ἐκείνῳ διακονουμένοις κατάθοιτο. τοιαῦτα καὶ πλεῖστα ἕτερα προτιθέντος, ὑπολαβὼν ἔφασκον πράως αὐτὸν καὶ τὰ ἐξ ἐμοῦ ἀκούειν. καὶ δὴ ἔλεγον ὡς οἱ τῆς Ῥωμαίων πολιτείας εὑρεταὶ σοφοί τε καὶ ἀγαθοὶ ἄνδρες, ὥστε τὰ πράγματα τηνάλλως μὴ φέρεσθαι, τοὺς μὲν τῶν νόμων εἶναι φύλακας, τοὺς δὲ ποιεῖσθαι τῶν ὅπλων ἐπιμέλειαν ἔταξαν καὶ τὰς πολεμικὰς μελέτας ἀσκεῖν, πρὸς μηδὲν ἕτερον ἐπαγομένους ἢ ὥστε εἶναι πρὸς μάχην ἑτοίμους καὶ ὡς ἐπὶ τὴν συνήθη γυμνασίαν θαρροῦντας 137 ἐπὶ τὸν πόλεμον ἰέναι, προαναλωθέντος αὐτοῖς διὰ τῆς μελέτης τοῦ φόβου· τοὺς δὲ προσκειμένους τῇ γεωργίᾳ καὶ τῇ ἐπιμελείᾳ τῆς γῆς ἑαυτούς τε καὶ τοὺς ὑπὲρ σφῶν αὐτῶν ἀγωνιζομένους τρέφειν ἔταξαν τὸ στρατιωτικὸν εἰσπραττομένους σιτηρέσιον· ἄλλους δὲ τῶν ἀδικουμένων προνοεῖν, καὶ τοὺς μὲν τοῦ δικαίου προΐστασθαι ὑπὲρ τῶν δι' ἀσθένειαν φύσεως μὴ οἵων τε ὄντων τὰ σφέτερα προΐσχεσθαι δίκαια, τοὺς δὲ δικάζοντας φυλάττειν ἅπερ ὁ νόμος βούλεται· μὴ ἐστερῆσθαι δὲ φροντίδος μηδὲ τῶν παραστάντων τοῖς δικασταῖς, ἀλλὰ κἀκείνων εἶναι τοὺς πρόνοιαν ποιησομένους, ὅπως τοῦ τε δικαίου τεύξοιτο ὁ τῆς τῶν δικαστῶν τυχὼν κρίσεως καὶ ὁ ἀδικεῖν νομισθεὶς μὴ εἰσπραχθείη πλέον ἤπερ ἡ δικαστικὴ βούλεται ψῆφος. εἰ γὰρ μὴ ὑπῆρχον οἱ ταῦτα ἐν φροντίδι ποιούμενοι, ἐκ τῆς αὐτῆς αἰτίας ἑτέρας δίκης ἐγίνετο ἂν πρόφασις, ἢ τοῦ νενικηκότος χαλεπώτερον ἐπεξιόντος, ἢ τοῦ τὴν χείρονα ἀπενεγκαμένου τῇ ἀδίκῳ ἐπιμένοντος γνώμῃ. εἶναι δὲ καὶ τούτοις τεταγμένον ἀργύριον παρὰ τῶν τὰς δίκας ἀγωνιζομένων, ὡς παρὰ τῶν γεωργῶν τοῖς ὁπλίταις. ἢ οὐχ ὅσιον τὸν ἐπικουροῦντα τρέφειν καὶ τῆς εὐνοίας ἀμείβεσθαι; ὥσπερ ἀγαθὸν ἱππεῖ μὲν ἡ τοῦ ἵππου κομιδή, ἀγαθὸν δὲ βουκόλῳ ἡ τῶν βοῶν καὶ θηρατῇ ἡ τῶν κυνῶν ἐπιμέλεια, καὶ τῶν ἄλλων ὧν πρὸς σφετέραν φυλακήν τε καὶ ὠφέλειαν ἔχουσιν ἄνθρωποι, ὁπότε τὴν δαπάνην τὴν ἐπὶ τῇ δίκῃ γενομένην ἁλόντες ἐκτίνουσιν, ἀνατιθέντες ἀδικίᾳ σφετέρᾳ καὶ οὐχ ἑτέρῳ τὴν βλάβην. τὸν δὲ ἐπὶ ταῖς δίκαις μακρότερον, ἂν οὕτω τύχοι, χρόνον τῆς τοῦ δικαίου προνοίας γίνεσθαι χάριν, ὥστε μὴ σχεδιάζοντας τοὺς δικαστὰς τῆς ἀκριβείας διαμαρτεῖν λογιζομένους ἄμεινον εἶναι ὀψὲ πέρας ἐπιτεθῆναι δίκῃ ἢ ἐσπουδακότας μὴ μόνον ἄνθρωπον ἀδικεῖν, ἀλλὰ εἰς τὸν τοῦ δικαίου εὑρετὴν θεὸν πλημμελεῖν. κεῖσθαι δὲ τοὺς νόμους κατὰ πάντων, ὥστε αὐτοῖς καὶ βασιλέα πείθεσθαι, καὶ οὐχ, ὃ τῇ αὐτοῦ ἔνεστι κατηγορίᾳ, ὅτι γε δὴ οἱ εὔποροι τοὺς πένητας ἀκινδύνως βιάζοιντο, εἰ μή γε διαλαθών τις φύγοι τὴν δίκην. ὅπερ οὐκ ἐπὶ τῶν πλουσίων, ἀλλὰ καὶ πενήτων εὕροι τις ἄν· πλημμελοῦντες γὰρ οὐδὲ αὐτοὶ ἀπορίᾳ ἐλέγχων δοῖεν δίκας. καὶ τοῦτο παρὰ 138 πᾶσι καὶ οὐ παρὰ Ῥωμαίοις μόνον συμβαῖνόν ἐστιν. χάριν δὲ ὁμολογεῖν τῇ τύχῃ ἐπὶ τῇ αὐτῷ ὑπαρξάσῃ ἐλευθερίᾳ, καὶ μὴ τῷ ἐπὶ πόλεμον ἐξάγοντι δεσπότῃ, ὥστε αὐτὸν δι' ἀπειρίαν ἢ ὑπὸ τῶν πολεμίων ἀναιρεθῆναι ἢ φεύγοντα ὑπὸ τοῦ κτησαμένου κολάζεσθαι. ἄμεινον δὲ καὶ τοῖς οἰκέταις διατελοῦσι Ῥωμαῖοι χρώμενοι. πατέρων γὰρ ἢ διδασκάλων ἐς αὐτοὺς ἔργα ἐπιδεικνύντες, ἐφ' ᾧ τῶν φαύλων ἀπεχομένους μετιέναι ἅπερ αὐτοῖς καλὰ νενόμισται, σωφρονίζουσι σφᾶς ἐπὶ τοῖς ἁμαρτήμασιν ὥσπερ τοὺς οἰκείους παῖδας· οὐδὲ γὰρ οὐδὲ αὐτοῖς θάνατον, ὥσπερ Σκύθαις, ἐπάγειν θέμις. ἐλευθερίας δὲ τρόποι παρ' αὐτοῖς πλεῖστοι, ἣν οὐ μόνον περιόντες ἀλλὰ καὶ τελευτῶντες χαρίζονται διατάττοντες κατὰ τῆς περιουσίας ὃν βούλονται τρόπον, καὶ νόμος ἐστὶν ὅπερ ἕκαστος τελευτῶν περὶ τῶν προσηκόντων βουλεύσοιτο. καὶ ὃς
64
δακρύσας ἔφη ὡς οἱ μὲν νόμοι καλοὶ καὶ ἡ πολιτεία Ῥωμαίων ἀγαθή, οἱ δὲ ἄρχοντες οὐχ ὅμοια τοῖς πάλαι φρονοῦντες αὐτὴν διαλυμαίνονται. Ταῦτα διαλεγομένων ἡμῶν, προσελθών τις τῶν ἔνδοθεν ἀνοίγει τὰς θύρας τοῦ περιβόλου. ἐγὼ δὲ προσδραμὼν ἐπυθόμην ὅ τι πράττων Ὀνηγήσιος τυγχάνοι· ἀπαγγεῖλαι γὰρ αὐτῷ με βούλεσθαί τι παρὰ τοῦ παρὰ Ῥωμαίων ἥκοντος πρεσβευτοῦ. ὃς δὲ ἀπεκρίνατο αὐτῷ μοι ἐντεύξεσθαι μικρὸν ἀναμείναντι· μέλλειν γὰρ αὐτὸν ὑπεξιέναι. καὶ δὴ οὐ πολλοῦ διαγενομένου χρόνου, ὡς προϊόντα εἶδον, προσελθὼν ἔλεγον ὡς ὁ Ῥωμαίων αὐτὸν ἀσπάζεται πρεσβευτής, καὶ δῶρα ἐξ αὐτοῦ ἥκω φέρων σὺν καὶ τῷ παρὰ βασιλέως πεμφθέντι χρυσίῳ· ἐσπουδακότι δὲ ἐς λόγους ἐλθεῖν οἷ καὶ πότε βούλεται διαλέγεσθαι. ὃς δὲ τό τε χρυσίον τά τε δῶρα ἐκέλευσε τοὺς προσήκοντας δέξασθαι, ἐμὲ δὲ ἀπαγγέλλειν Μαξιμίνῳ ὡς ἥξοι αὐτίκα παρ' αὐτόν. ἐμήνυον τοίνυν ἐπανελθὼν τὸν Ὀνηγήσιον παραγίνεσθαι· καὶ εὐθὺς ἧκεν ἐς τὴν σκηνήν. προσειπὼν δὲ τὸν Μαξιμῖνον ἔφασκε χάριν ὁμολογεῖν ὑπὲρ τῶν δώρων αὐτῷ τε καὶ βασιλεῖ καὶ ἀνηρώτα ὅ τι λέγειν βουλόμενος αὐτὸν μετεπέμψατο. ὁ δὲ ἔφασκεν ἥκειν καιρὸν ὥστε Ὀνηγήσιον μεῖζον ἐν ἀνθρώποις ἕξειν κλέος, εἴπερ παρὰ βασιλέα ἐλθὼν διευκρινήσει τὰ ἀμφίβολα τῇ σφετέρᾳ συνέσει καὶ ὁμόνοιαν Ῥωμαίοις καὶ 139 Οὔννοις καταστήσεται. γενήσεται γὰρ ἐνθένδε οὐ μόνον τοῖς ἔθνεσιν ἀμφοτέροις συμφέρον, ἀλλὰ καὶ τῷ σφετέρῳ οἴκῳ ἀγαθὰ παρέξει πολλά, ἐπιτήδειος ἐς ἀεὶ αὐτός τε καὶ οἱ αὐτοῦ παῖδες βασιλεῖ τε καὶ τῷ ἐκείνου ἐσόμενοι γένει. ὁ δὲ Ὀνηγήσιος ἔφη· καὶ τί ποιοῦντες κεχαρισμένως βασιλεῖ ἢ ὅπως παρ' αὐτοῦ τὰ ἀμφίβολα λυθείη; ἀποκριναμένου δὲ ὡς διαβὰς μὲν εἰς τὴν Ῥωμαίων βασιλεῖ τὴν χάριν καταθήσει, διευκρινήσει δὲ τὰ ἀμφίβολα τὰς αἰτίας διερευνῶν καὶ ταύτας κατὰ τὸν τῆς εἰρήνης λύων θεσμόν, ἔφασκεν ἐκεῖνα ἐρεῖν βασιλεῖ τε καὶ τοῖς ἀμφ' αὐτόν, ἅπερ Ἀττήλας βούλεται. ἢ οἴεσθαι ἔφη Ῥωμαίους τοσοῦτον ἐκλιπαρήσειν αὐτὸν ὥστε καταπροδοῦναι δεσπότην καὶ ἀνατροφῆς τῆς παρὰ Σκύθαις καὶ γαμετῶν καὶ παίδων κατολιγωρήσειν, μὴ μείζονα δὲ ἡγεῖσθαι τὴν παρὰ Ἀττήλᾳ δουλείαν τοῦ παρὰ Ῥωμαίοις πλούτου; συνοίσειν δὲ ἐπιμένοντα τῇ οἰκείᾳ τὸν τοῦ δεσπότου καταπραΰνειν θυμόν, ἐφ' οἷς αὐτὸν ὀργίζεσθαι κατὰ Ῥωμαίων συμβαίνει, ἢ παρὰ σφᾶς ἐλθόντα αἰτίᾳ ὑπάγεσθαι ἕτερα ἤπερ ἐκείνῳ δοκεῖ διαπραξάμενον. ταῦτα εἰρηκὼς κἀμὲ ποιεῖσθαι τὴν πρὸς αὐτὸν εἰσηγησάμενος ἔντευξιν περὶ ὧν πυνθάνεσθαι αὐτοῦ βουλόμεθα, (οὐ γὰρ τῷ Μαξιμίνῳ ὡς ἐν ἀξίᾳ τελοῦντι ἡ συνεχὴς πρόσοδος ἦν εὐπρεπής) ἀνεχώρει. ἐγὼ δὲ τῇ ὑστεραίᾳ ἐς τὸν Ἀττήλα περίβολον ἀφικνοῦμαι δῶρα τῇ αὐτοῦ κομίζων γαμετῇ, (Κρέκα δὲ ὄνομα αὐτῇ) ἐξ ἧς αὐτῷ παῖδες ἐγεγόνεισαν τρεῖς, ὧν ὁ πρεσβύτερος ἦρχε τῶν Ἀκατίρων καὶ τῶν λοιπῶν ἐθνῶν τῶν νεμομένων τὴν πρὸς τῷ Πόντῳ Σκυθικήν. ἔνδον δὲ τοῦ περιβόλου πλεῖστα ἐτύγχανεν οἰκήματα, τὰ μὲν ἐκ σανίδων ἐγγλύφων καὶ ἡρμοσμένων εἰς εὐπρέπειαν, τὰ δὲ ἐκ λύγων κεκαθαρμένων καὶ πρὸς εὐθύτητα ἐπεξεσμένων, ἐμβεβλημένων δὲ ξύλοις κύκλους ἀποτελοῦσιν· οἱ δὲ κύκλοι ἐκ τοῦ ἐδάφους ἀρχόμενοι ἐς ὕψος 140 ἀνέβαινον μετρίως. ἐνταῦθα τῆς Ἀττήλα ἐνδιαιτωμένης γαμετῆς, διὰ τῶν πρὸς τῇ θύρᾳ βαρβάρων ἔτυχον εἰσόδου καὶ αὐτὴν ἐπὶ στρώματος μαλακοῦ κειμένην κατέλαβον, τοῖς ἐκ τῆς ἐρέας πιλωτοῖς τοῦ ἐδάφους σκεπομένου, ὥστε ἐπ' αὐτῶν βαδίζειν. περιεῖπε δὲ αὐτὴν θεραπόντων πλῆθος κύκλῳ· καὶ θεράπαιναι ἐπὶ τοῦ ἐδάφους ἀντικρὺ αὐτῆς καθήμεναι ὀθόνας τινὰς χρώμασι διεποίκιλλον ἐπιβληθησομένας πρὸς κόσμον ἐσθημάτων βαρβαρικῶν. προσελθὼν τοίνυν καὶ τὰ δῶρα μετὰ τὸν ἀσπασμὸν δοὺς ὑπεξῄειν καὶ ἐπὶ τὰ ἕτερα ἐβάδιζον οἰκήματα, ἐν οἷς διατρίβειν τὸν Ἀττήλαν ἐτύγχανεν, ἀπεκδεχόμενος ὁπότε ὑπεξέλθοι Ὀνηγήσιος· ἤδη γὰρ ἀπὸ τῶν αὐτοῦ οἰκημάτων ἐξεληλύθει καὶ ἔνδον ἦν. μεταξὺ δὲ τοῦ παντὸς ἱστάμενος πλήθους (γνώριμός τε γὰρ ὢν τοῖς Ἀττήλα φρουροῖς καὶ τοῖς παρεπομένοις αὐτῷ βαρβάροις ὑπ' οὐδενὸς διεκωλυόμην) εἶδον πλῆθος πορευόμενον καὶ θροῦν καὶ θόρυβον περὶ τὸν τόπον γενόμενον, ὡς τοῦ Ἀττήλα ὑπεξιόντος. προῄει δὲ τοῦ οἰκήματος βαδίζων σοβαρῶς τῇδε κἀκεῖ περιβλεπόμενος. ὡς δὲ ὑπεξελθὼν σὺν τῷ Ὀνηγησίῳ ἔστη πρὸ τοῦ οἰκήματος (πολλοὶ δὲ τῶν ἀμφισβητήσεις πρὸς ἀλλήλους ἐχόντων προσῄεσαν καὶ τὴν αὐτοῦ κρίσιν ἐδέχοντο), εἶτα ἐπανῄει ὡς τὸ οἴκημα καὶ πρέσβεις παρ' αὐτὸν ἥκοντας βαρβάρους ἐδέχετο. Ἐμοὶ δὲ ἀπεκδεχομένῳ τὸν Ὀνηγήσιον Ῥωμύλος καὶ Προμοῦτος καὶ Ῥωμανὸς οἱ ἐξ Ἰταλίας ἐλθόντες παρὰ τὸν Ἀττήλανπρέσβεις τῶν
65
φιαλῶν ἕνεκα τῶν χρυσῶν, συμπαρόντος αὐτοῖς καὶ Ῥουστικίου τοῦ κατὰ Κωνστάντιον, καὶ Κωνσταντιόλου, ἀνδρὸς ἐκ τῆς Παιόνων χώρας τῆς ὑπὸ Ἀττήλᾳ ταττομένης, ἐς λόγους ἦλθον καὶ ἀνηρώτων, πότερον διηφείθημεν ἢ ἐπιμένειν ἀναγκαζόμεθα. καὶ ἐμοῦ φήσαντος, ὡς τούτου χάριν πευσόμενος τοῦ Ὀνηγησίου τοῖς περιβόλοις προσκαρτερῶ, καὶ ἀντερωτήσαντος, εἰ αὐτοῖς ὁ Ἀττήλας ἥμερόν τι καὶ πρᾶον περὶ τῆς πρεσβείας ἀπεκρίνατο, ἔλεγον μηδαμῶς μετατρέπεσθαι τῆς γνώμης, ἀλλὰ πόλεμον καταγγέλλειν, εἰ μή γε αὐτῷ Σιλβανὸς ἢ τὰ ἐκπώματα πεμφθείη. ἀποθαυμαζόντων δὲ ἡμῶν τῆς ἀπονοίας τὸν βάρβαρον, ὑπολαβὼν ὁ Ῥωμύλος, πρεσβευτὴς ἀνὴρ καὶ πολλῶν πραγμάτων ἔμπειρος, ἔλεγε τὴν αὐτοῦ μεγίστην τύχην καὶ τὴν ἐκ τῆς τύχης δύναμιν ἐξαίρειν 141 αὐτόν, ὥστε μὴ ἀνέχεσθαι δικαίων λόγων, εἰ μὴ πρὸς αὐτοῦ νομίσῃ ὑπάρχειν αὐτούς. οὔπω γὰρ τῶν πώποτε τῆς Σκυθικῆς ἢ καὶ ἑτέρας ἀρξάντων γῆς τοσαῦτα ἐν ὀλίγῳ κατεπράχθη, ὥστε καὶ τῶν ἐν τῷ Ὠκεανῷ νήσων ἄρχειν καὶ πρὸς πάσῃ τῇ Σκυθικῇ καὶ Ῥωμαίους ἔχειν ἐς φόρου ἀπαγωγήν. ἐφιέμενον δὲ πρὸς τοῖς παροῦσι πλειόνων καὶ ἐπὶ μεῖζον αὔξοντα τὴν ἀρχὴν καὶ ἐς Πέρσας ἐπιέναι βούλεσθαι. τῶν δὲ ἐν ἡμῖν τινος πυθομένου, ποίαν ὁδὸν τραπεὶς ἐς Πέρσας ἐλθεῖν δυνήσεται, ἔλεγεν ὁ Ῥωμύλος μὴ πολλῷ διαστήματι τὴν Μήδων ἀφεστάναι τῆς Σκυθικῆς· οὐδὲ γὰρ Οὔννους ἀπείρους τῆς ὁδοῦ ταύτης εἶναι, ἀλλὰ πάλαι ἐς αὐτὴν ἐμβεβληκέναι, λιμοῦ τε τὴν χώραν κρατήσαντος, καὶ Ῥωμαίων διὰ τὸν τότε συνιστάμενον πόλεμον μὴ συμβαλλόντων. παρεληλυθέναι δὲ ἐς τὴν Μήδων τόν τε Βασὶχ καὶ Κουρσὶχ τοὺς ὕστερον ἐς τὴν Ῥώμην ἐληλυθότας εἰς ὁμαιχμίαν, ἄνδρας τῶν βασιλείων Σκυθῶν καὶ πολλοῦ πλήθους ἄρχοντας. καὶ τοὺς διαβεβηκότας λέγειν ὡς ἔρημον ἐπελθόντες χώραν καὶ λίμνην τινὰ περαιωθέντες, ἣν ὁ Ῥωμύλος τὴν Μαιῶτιν εἶναι ᾤετο, πεντεκαίδεκα διαγενομένων ἡμερῶν ὄρη τινὰ ὑπερβάντες ἐς τὴν Μηδικὴν ἐσέβαλον. ληιζομένοις δὲ καὶ τὴν γῆν κατατρέχουσι πλῆθος Περσικὸν ἐπελθὸν τὸν σφῶν ὑπερκείμενον ἀέρα πλῆσαι βελῶν, ὥστε σφᾶς δέει τοῦ κατασχόντος κινδύνου ἀναχωρῆσαι εἰς τοὐπίσω καὶ τὰ ὄρη ὑπεξελθεῖν ὀλίγην ἄγοντας λείαν· ἡ γὰρ πλείστη ὑπὸ τῶν Μήδων ἀφῄρητο. εὐλαβουμένους δὲ τὴν τῶν πολεμίων δίωξιν ἑτέραν τραπῆναι ὁδόν, καὶ μετὰ τὴν ἐκ τῆς ὑφάλου πέτρας ἀναπεμπομένην φλόγα ἐκεῖθεν πορευθέντας ἡμερῶν ὀλίγων ὁδὸν εἰς τὰ οἰκεῖα ἀφικέσθαι καὶ γνῶναι οὐ πολλῷ διαστήματι τῶν Μήδων ἀφεστάναι τὴν Σκυθικήν. τὸν οὖν Ἀττήλαν ἐπ' αὐτὴν ἰέναι βουλόμενον οὐ πονήσειν πολλὰ οὔτε μακρὰν ἀνύσειν ὁδόν, ὥστε καὶ Μήδους καὶ Πάρθους καὶ Πέρσας παραστήσεσθαι καὶ ἀναγκάσειν ἐλθεῖν ἐς φόρου ἀπαγωγήν· παρεῖναι γὰρ αὐτῷ μάχιμον δύναμιν, ἣν οὐδὲν ἔθνος ὑποστήσεται. ἡμῶν 142 δὲ κατὰ Περσῶν ἐλθεῖν αὐτὸν ἐπευξαμένων καὶ ἐπ' ἐκείνους τρέψαι τὸν πόλεμον, ὁ Κωνσταντίολος ἔλεγε δεδιέναι μήποτε καὶ Πέρσας ῥᾳδίως παραστησάμενος ἀντὶ φίλου δεσπότης ἐπανήξει. νῦν μὲν γὰρ τὸ χρυσίον κομίζεσθαι παρ' αὐτῶν τῆς ἀξίας ἕνεκα· εἰ δὲ καὶ Πάρθους καὶ Μήδους καὶ Πέρσας παραστήσοιτο, οὐκ ἔτι Ῥωμαίων ἀνέξεσθαι τὴν αὐτοῦ νοσφιζομένων ἀρχήν, ἀλλὰ θεράποντας περιφανῶς ἡγησάμενον χαλεπώτερα ἐπιτάξειν καὶ οὐκ ἀνεκτὰ ἐκείνοις ἐπιτάγματα. ἦν δ' ἡ ἀξία, ἧς ὁ Κωνσταντίολος ἐπεμνήσθη, στρατηγοῦ Ῥωμαίων, ἧς χάριν ὁ Ἀττήλας παρὰ βασιλέως ἐδέδεκτο τὸ τοῦ φόρου ἐπικαλύπτοντος ὄνομα, ὥστε αὐτῷ σιτηρεσίου προφάσει τοῦ τοῖς στρατηγοῖς χορηγουμένου τὰς συντάξεις ἐκπέμπεσθαι. ἔλεγεν οὖν μετὰ Μήδους καὶ Πάρθους καὶ Πέρσας τοῦτο τὸ ὄνομα, ὅπερ αὐτὸν βούλονται Ῥωμαῖοι καλεῖν, καὶ τὴν ἀξίαν, ᾗ αὐτὸν τετιμηκέναι νομίζουσιν, ἀποσεισάμενον ἀναγκάσειν σφᾶς ἀντὶ στρατηγοῦ βασιλέα προσαγορεύειν. ἤδη γὰρ καὶ χαλεπαίνοντα εἰπεῖν ὡς ἐκείνῳ μὲν οἱ αὐτοῦ θεράποντές εἰσι στρατηγοί, αὐτῷ δὲ οἱ τοῖς βασιλεύουσι Ῥωμαίων ὁμότιμοι. ἔσεσθαι δὲ οὐκ εἰς μακρὰν τῆς παρούσης αὐτῷ δυνάμεως αὔξησιν· σημαίνειν καὶ τοῦτο τὸν θεὸν τὸ τοῦ Ἄρεος ἀναφήναντα ξίφος, ὅπερ ὂν ἱερὸν καὶ παρὰ τῶν Σκυθικῶν βασιλέων τιμώμενον, οἷα δὴ τῷ ἐφόρῳ τῶν πολέμων ἀνακείμενον, ἐν τοῖς πάλαι ἀφανισθῆναι χρόνοις, εἶτα διὰ βοὸς εὑρεθῆναι. Καὶ ἑκάστου λέγειν τι περὶ τῶν καθεστώτων βουλομένου, Ὀνηγησίου ὑπεξελθόντος, παρ' αὐτὸν ἤλθομεν καὶ ἐπειρώμεθα περὶ τῶν ἐσπουδασμένων μανθάνειν. ὁ δέ τισι πρότερον βαρβάροις διαλεχθεὶς πυθέσθαι με παρὰ Μαξιμίνου ἐπέτρεπε, τίνα Ῥωμαῖοι ἄνδρα τῶν ὑπατικῶν παρὰ τὸν Ἀττήλαν πρεσβευόμενον στέλλουσιν. ὡς δὲ παρελθὼν εἰς τὴν σκηνὴν ἔφραζον ἅπερ εἴρητό μοι, καὶ ὅ τι δεῖ λέγειν ὧν
66
χάριν ὁ βάρβαρος ἡμῶν ἐπύθετο ἅμα τῷ Μαξιμίνῳ βουλευσάμενος ἐπανῆλθον ὡς τὸν Ὀνηγήσιον, λέγων ὡς ἐθέλουσι μὲν Ῥωμαῖοι αὐτὸν παρὰ σφᾶς ἐλθόντα τῶν ἀμφιβόλων ἕνεκα διαλέγεσθαι, εἰ δὲ τούτου διαμάρτοιεν, ἐκ 143 πέμψειν βασιλέα ὃν βούλεται πρεσβευσόμενον. καὶ εὐθὺς μετιέναι με τὸν Μαξιμῖνον παρεκελεύσατο, καὶ ἥκοντα αὐτὸν ἦγε παρὰ τὸν Ἀττήλαν. καὶ μικρὸν ὕστερον ὑπεξελθὼν ὁ Μαξιμῖνος ἔλεγεν ἐθέλειν τὸν βάρβαρον Νόμον ἢ Ἀνατόλιον ἢ Σενάτορα πρεσβεύεσθαι· μὴ γὰρ ἂν ἄλλον παρὰ τοὺς εἰρημένους δέξασθαι. καὶ ὡς αὐτοῦ ἀποκριναμένου μὴ χρῆναι ἐπὶ τὴν πρεσβείαν τοὺς ἄνδρας καλοῦντα ὑπόπτους καθιστᾶν βασιλεῖ, εἰρηκέναι τὸν Ἀττήλαν, εἰ μὴ ἕλοιντο ποιεῖν ἃ βούλεται, ὅπλοις τὰ ἀμφίβολα διακριθήσεσθαι. ἐπανελθόντων δὲ ἡμῶν ἐς τὴν σκηνήν, Τατοῦλος ὁ τοῦ Ὀρέστου πατὴρ ἧκε λέγων ὡς ἀμφοτέρους ὑμᾶς Ἀττήλας ἐπὶ τὸ συμπόσιον παρακαλεῖ· γενήσεσθαι δὲ αὐτὸ περὶ θʹ τῆς ἡμέρας. ὡς δὲ τὸν καιρὸν ἐφυλάξαμεν καὶ ἐπὶ τὸ δεῖπνον κληθέντες παρεγενόμεθα ἡμεῖς τε καὶ οἱ ἀπὸ τῶν ἑσπερίων Ῥωμαίων πρέσβεις, ἔστημεν ἐπὶ τοῦ οὐδοῦ ἀντία Ἀττήλα. καὶ κύλικα οἱ οἰνοχόοι κατὰ τὸ ἐπιχώριον ἐπέδοσαν ἔθος, ὡς καὶ ἡμᾶς πρὸ τῆς ἕδρας ἐπεύξασθαι· οὗ δὴ γενομένου, τῆς κύλικος ἀπογευσάμενοι ἐπὶ τοὺς θρόνους ἤλθομεν, οὗ ἔδει καθεσθέντας δειπνεῖν. πρὸς δὲ τοῖς τοίχοις τοῦ οἰκήματος πάντες ὑπῆρχον οἱ δίφροι ἐξ ἑκατέρας πλευρᾶς. ἐν μεσωτάτῳ δὲ ἧστο ἐπὶ κλίνης ὁ Ἀττήλας, ἑτέρας ἐξόπισθεν κλίνης ὑπαρχούσης αὐτῷ, μεθ' ἣν βαθμοί τινες ἐπὶ τὴν αὐτοῦ ἀνῆγον εὐνὴν καλυπτομένην ὀθόναις καὶ ποικίλοις παραπετάσμασι κόσμου χάριν, καθάπερ ἐπὶ τῶν γαμούντων Ἕλληνές τε καὶ Ῥωμαῖοι κατασκευάζουσιν. καὶ πρώτην μὲν ἐνόμιζον τῶν δειπνούντων τάξιν τὴν ἐν δεξιᾷ τοῦ Ἀττήλα, δευτέραν δὲ τὴν εὐώνυμον, ἐν ᾗ ἐτυγχάνομεν ὄντες, προκαθεσθέντος ἡμῶν Βερίχου παρὰ Σκύθαις εὖ γεγονότος ἀνδρός· ὁ γὰρ Ὀνηγήσιος ἐπὶ δίφρου ἧστο ἐν δεξιᾷ τῆς τοῦ βασιλέως κλίνης. ἀντικρὺ δὲ τοῦ Ὀνηγησίου ἐπὶ δίφρου ἐκαθέζοντο δύο τῶν Ἀττήλα παίδων· ὁ γὰρ πρεσβύτερος ἐπὶ τῆς ἐκείνου ἧστο κλίνης, οὐκ ἐγγύς, ἀλλ' ἐπ' ἄκρου, αἰδοῖ τοῦ πατρὸς βλέπων ἐς γῆν. πάντων δὲ ἐν κόσμῳ καθεστώτων, παρελθὼν οἰνοχόος τῷ Ἀττήλᾳ οἴνου κισσύβιον ἐπιδίδωσιν· δεξάμενος δὲ τὸν τῇ τάξει πρῶτον ἠσπάζετο. ὁ δὲ τῷ ἀσπασμῷ τιμηθεὶς διανίστατο· καὶ οὐ πρότερον ἱζῆσαι θέμις ἦν, πρὶν ἢ τῷ οἰνοχόῳ ἀπογευσάμενος ἢ καὶ ἐκπιὼν ἀπέδωκε τὸ κισσύβιον. καθεσθέντα δὲ αὐτὸν τῷ 144 αὐτῷ τρόπῳ οἱ παρόντες ἐτίμων δεχόμενοι τὰς κύλικας καὶ μετὰ τὸν ἀσπασμὸν ἀπογευόμενοι. ἑκάστῳ δὲ εἷς οἰνοχόος παρῆν, ὃν ἔδει κατὰ στοῖχον εἰσιέναι, τοῦ Ἀττήλα οἰνοχόου ὑπεξιόντος. τιμηθέντος δὲ καὶ τοῦ δευτέρου καὶ τῶν ἑξῆς, καὶ ἡμᾶς τοῖς ἴσοις ὁ Ἀττήλας ἐδεξιώσατο κατὰ τὴν τῶν θάκων τάξιν. ᾧ δὴ ἀσπασμῷ πάντων τιμηθέντων, ὑπεξῄεσαν μὲν οἱ οἰνοχόοι, τράπεζαι δὲ μετὰ τὴν τοῦ Ἀττήλα παρετίθεντο κατὰ τρεῖς καὶ τέτταρας ἄνδρας ἢ καὶ πλείους· ὅθεν ἕκαστος οἷός τε ἦν τῶν τῇ μαγίδι ἐπιτιθεμένων μεταλαβεῖν μὴ ὑπεξιὼν τῆς τῶν θρόνων τάξεως. καὶ πρῶτος εἰσῄει ὁ τοῦ Ἀττήλα ὑπηρέτης κρεῶν πλήρη πίνακα φέρων, καὶ οἱ πᾶσι διακονούμενοι μετ' αὐτὸν σῖτον καὶ ὄψα ταῖς τραπέζαις ἐπέθεσαν. ἀλλὰ τοῖς μὲν ἄλλοις βαρβάροις καὶ ἡμῖν πολυτελῆ δεῖπνα κατεσκεύαστο κύκλοις ἐπικείμενα ἀργυροῖς, τῷ δὲ Ἀττήλᾳ ἐπὶ τοῦ ξυλίνου πίνακος ἦν οὐδὲν πλέον κρεῶν. μέτριον δὲ ἑαυτὸν καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἐδείκνυ. τοῖς γὰρ τῆς εὐωχίας ἀνδράσι κύλικες χρυσαῖ τε καὶ ἀργυραῖ ἐπεδίδοντο, τὸ δὲ αὐτοῦ ἔκπωμα ξύλινον ἦν. λιτὴ δὲ αὐτῷ καὶ ἡ ἐσθὴς ἐτύγχανεν οὖσα μηδὲν τῶν ἄλλων πλὴν τοῦ καθαρὰ εἶναι διαφυλάττουσα· καὶ οὔτε τὸ παρῃωρημένον αὐτῷ ξίφος οὔτε οἱ τῶν βαρβαρικῶν ὑποδημάτων δεσμοὶ οὔτε τοῦ ἵππου ὁ χαλινός, ὥσπερ τῶν ἄλλων Σκυθῶν, χρυσῷ ἢ λίθοις ἤ τινι τῶν τιμίων ἐκοσμεῖτο. τῶν δὲ ὄψων τῶν ἐν τοῖς πρώτοις πίναξιν ἐπιτεθέντων ἀναλωθέντων, πάντες διανέστημεν, καὶ οὐ πρότερον ἐπὶ τὸν δίφρον ἀναστὰς ἦλθεν, πρὶν ἢ κατὰ τὴν προτέραν τάξιν ἕκαστος τὴν ἐπιδιδομένην αὐτῷ οἴνου πλήρη ἐξέπιε κύλικα τὸν Ἀττήλαν σῶν εἶναι ἐπευξάμενος. καὶ τοῦτον τιμηθέντος αὐτοῦ τὸν τρόπον ἐκαθέσθημεν, καὶ δεύτερος ἑκάστῃ τραπέζῃ ἐπετίθετο πίναξ ἕτερα ἔχων ἐδώδιμα. ὡς δὲ καὶ αὐτοῦ οἱ πάντες μετέλαβον, καὶ τῷ αὐτῷ ἐξαναστάντες τρόπῳ αὖθις ἐκπιόντες ἐκαθέσθημεν, ἐπιγενομένης ἑσπέρας δᾷδες ἀνήφθησαν, δύο δὲ ἀντικρὺ τοῦ Ἀττήλα παρελθόντες βάρβαροι ᾄσματα πεποιημένα ἔλεγον νίκας αὐτοῦ καὶ τὰς κατὰ πόλεμον ᾄδοντες ἀρετάς. ἐς οὓς οἱ τῆς εὐωχίας ἀπέβλεπον, καὶ οἱ μὲν ἥδοντο τοῖς ποιήμασιν, οἱ δὲ τῶν πολέμων ἀναμιμνησκόμενοι διηγείροντο τοῖς φρονήμασιν,
67
ἄλλοι δὲ ἐχώρουν ἐς δάκρυα, ὧν ὑπὸ τοῦ χρόνου ἠσθένει τὸ σῶμα καὶ 145 ἡσυχάζειν ὁ θυμὸς ἠναγκάζετο. μετὰ δὲ τὰ ᾄσματα Σκύθης τις παρελθὼν φρενοβλαβὴς ἀλλόκοτα καὶ παράσημα καὶ οὐδὲν ὑγιὲς φθεγγόμενος ἐς γέλωτα πάντας παρεσκεύασε παρελθεῖν. μεθ' ὃν ὑπεισῆλθε Ζέρκων ὁ Μαυρούσιος. ὁ γὰρ Ἐδέκων αὐτὸν παρὰ τὸν Ἀττήλαν ἐλθεῖν παρέπεισεν ὡς τῇ ἐκείνου σπουδῇ τὴν γαμετὴν ἀποληψόμενον, ἣν κατὰ τὴν τῶν βαρβάρων εἰλήφει χώραν τῷ Βλήδᾳ περισπούδαστος ὤν, ἀπολελοίπει δὲ αὐτὴν ἐν τῇ Σκυθικῇ παρὰ τοῦ Ἀττήλα δῶρον Ἀετίῳ πεμφθείς. ἀλλὰ τῆς μὲν τοιαύτης διήμαρτεν ἐλπίδος, τοῦ Ἀττήλα χαλεπήναντος, ὅτι γε δὴ ἐς τὴν αὐτοῦ ἐπανῆλθεν· τότε δὲ διὰ τὸν τῆς εὐωχίας καιρὸν παρελθὼν τῷ τε εἴδει καὶ τοῖς ἐσθήμασι καὶ τῇ φωνῇ καὶ τοῖς συγκεχυμένως παρ' αὐτοῦ προφερομένοις ῥήμασι (τῇ γὰρ Αὐσονίων τὴν τῶν Οὔννων καὶ τὴν τῶν Γότθων παραμιγνὺς γλῶτταν) πάντας διέχεε καὶ ἐς ἄσβεστον ὁρμῆσαι γέλωτα παρεσκεύασε πλὴν Ἀττήλα· αὐτὸς γὰρ ἔμενεν ἀστεμφὴς καὶ τὸ εἶδος ἀμετάτρεπτος καὶ οὐδὲν οὔτε λέγων οὔτε ποιῶν γέλωτος ἐχόμενον ἐφαίνετο, πλὴν ὅτι τὸν νεώτατον τῶν παίδων (Ἠρνᾶς δὲ ὄνομα τούτῳ) εἰσιόντα καὶ παρεστῶτα εἷλκε τῆς παρειᾶς γαληνοῖς ἀποβλέπων ὄμμασι πρὸς αὐτόν. ἐμοῦ δὲ θαυμάζοντος, ὅπως τῶν μὲν ἄλλων παίδων ὀλιγωροίη, πρὸς δὲ ἐκεῖνον ἔχοι τὸν νοῦν, ὁ παρακαθήμενος βάρβαρος συνιεὶς τῆς Αὐσονίων φωνῆς καὶ τῶν παρ' αὐτοῦ μοι ῥηθησομένων μηδὲν ἐκλέγειν προειπὼν ἔφασκε τοὺς μάντεις τῷ Ἀττήλᾳ προηγορευκέναι τὸ μὲν αὐτοῦ πεσεῖσθαι γένος, ὑπὸ δὲ τοῦ παιδὸς ἀναστήσεσθαι τούτου. ὡς δὲ ἐν τῷ συμποσίῳ εἷλκον τὴν νύκτα, ὑπεξήλθομεν ἐπὶ πολὺ μὴ βουληθέντες τῷ πότῳ προσκαρτερεῖν. Ἡμέρας δὲ γενομένης ἐπὶ τὸν Ὀνηγήσιον ἤλθομεν χρῆναι ἡμᾶς διαφεθῆναι λέγοντες καὶ μὴ τηνάλλως τρίβειν τὸν χρόνον. καὶ ὃς ἔφη ἐθέλειν καὶ τὸν Ἀττήλαν ἀποπέμπειν ἡμᾶς. καὶ μικρὸν διαλιπὼν ἅμα τοῖς λογάσιν ἐβουλεύετο περὶ τῶν Ἀττήλᾳ δεδογμένων καὶ τὰ βασιλεῖ ἀποδοθησόμενα συνέταττε γράμματα, ὑπογραφέων αὐτῷ παρόντων καὶ Ῥουστικίου, ἀνδρὸς ὁρμωμένου μὲν ἐκ τῆς ἄνω Μυσίας, ἁλόντος δὲ ἐν τῷ πολέμῳ καὶ διὰ λόγων ἀρετὴν τῷ βαρβάρῳ ἐπὶ τῇ τῶν γραμμάτων διαπονουμένου συντάξει. ὡς δὲ ἐκ τῆς συνόδου διανέστη, ἐδεήθημεν αὐτοῦ περὶ λύσεως τῆς Σύλλου 146 γαμετῆς καὶ τῶν ἐκείνης παίδων ἐν τῇ Ῥατιαρίας ἀνδραποδισθέντων ἁλώσει. καὶ πρὸς μὲν τὴν αὐτῶν οὐκ ἀπηγόρευσε λύσιν, ἐπὶ πολλοῖς δὲ σφᾶς ἐβούλετο χρήμασιν ἀπεμπολᾶν. ἡμῶν δὲ ἐλεεῖν αὐτοὺς τῆς τύχης ἱκετευσάντων τὴν προτέραν εὐδαιμονίαν λογιζόμενον, διέβη τε πρὸς τὸν Ἀττήλαν, καὶ τὴν μὲν γυναῖκα ἐπὶ πεντακοσίοις διαφῆκε χρυσοῖς, τοὺς δὲ παῖδας δῶρον ἔπεμπε βασιλεῖ. ἐν τούτῳ δὲ καὶ Κρέκα ἡ τοῦ Ἀττήλα γαμετὴ παρὰ Ἀδάμει τῶν αὐτῆς πραγμάτων τὴν ἐπιτροπὴν ἔχοντι δειπνεῖν ἡμᾶς παρεκάλει. καὶ παρ' αὐτὸν ἐλθόντες ἅμα τισὶ ἐκ τοῦ ἔθνους λογάδων φιλοφροσύνης ἐτύχομεν· ἐδεξιοῦτο γὰρ ἡμᾶς μειλιχίοις τε λόγοις καὶ τῇ τῶν ἐδωδίμων παρασκευῇ. καὶ ἕκαστος τῶν παρόντων Σκυθικῇ φιλοτιμίᾳ κύλικα ἡμῖν πλήρη διανιστάμενος ἐδίδου καὶ τὸν ἐκπιόντα περιβαλὼν καὶ φιλήσας ταύτην ἐδέχετο. μετὰ δὲ τὸ δεῖπνον ἐπὶ τὴν σκηνὴν ἐλθόντες ἐς ὕπνον ἐτράπημεν. τῇ δὲ ὑστεραίᾳ ἐπὶ συμπόσιον αὖθις ἡμᾶς Ἀττήλας ἐκάλει, καὶ τῷ προτέρῳ τρόπῳ παρά τε αὐτὸν εἰσήλθομεν καὶ ἐς τὴν εὐωχίαν ἐτράπημεν. συνέβαινε δὲ ἐπὶ τῆς κλίνης ἅμα αὐτῷ μὴ τὸν πρεσβύτερον τῶν παίδων ἧσθαι, ἀλλὰ γὰρ Ὠηβάρσιον θεῖον αὐτῷ τυγχάνοντα πρὸς πατρός. παρὰ πᾶν δὲ τὸ συμπόσιον λόγοις φιλοφρονούμενος φράζειν ἡμᾶς βασιλεῖ παρεκελεύετο τῷ Κωνσταντίῳ, ὃς αὐτῷ παρὰ Ἀετίου ἀπέσταλτο ὑπογραφέως χάριν, διδόναι ἣν αὐτῷ γυναῖκα [καὶ] ὑπέσχετο. παρὰ γὰρ τὸν βασιλέα Θεοδόσιον ἅμα τοῖς σταλεῖσι παρὰ τοῦ Ἀττήλα πρέσβεσιν ἀφικόμενος ὁ Κωνστάντιος τὴν εἰρήνην Ῥωμαίοις καὶ Σκύθαις ἔφησεν ἐπὶ μακρὸν φυλάττεσθαι χρόνον παρασκευάσειν, ἂν αὐτῷ γυναῖκα εὔπορον δοίη. καὶ πρὸς τοῦτο ἐπένευσε βασιλεὺς καὶ Σατορνίλου περιουσίᾳ καὶ γένει κοσμουμένου θυγατέρα εἰρήκει δώσειν. τὸν δὲ Σατορνίλον ἀνῃρήκει Ἀθηναῒς ἡ καὶ Εὐδοκία· ἀμφοτέροις γὰρ ἐκαλεῖτο τοῖς ὀνόμασιν. ἐς ἔργον δὲ τὴν αὐτοῦ οὐ συνεχώρησεν ἀχθῆναι ὑπόσχεσιν Ζήνων ὑπατικὸς ἀνὴρ καὶ πολλὴν ἀμφ' αὑτὸν ἔχων Ἰσαύρων δύναμιν, μεθ' ἧς καὶ τὴν Κωνσταντίνου κατὰ τὸν τοῦ πολέμου καιρὸν φυλάττειν ἐπετέτραπτο. τότε δὴ τῶν ἐν τῇ ἕῳ στρατιωτικῶν ἄρχων ταγμάτων ὑπεξάγει τοῦ φρουρίου τὴν κόρην καὶ Ῥούφῳ τινὶ ἑνὶ τῶν ἐπιτηδείων κατεγγυᾷ. ταύτης δὲ ἀφῃρημένης, ὁ Κωνστάντιος ἐδεῖτο τοῦ βαρβάρου ἐνυβρισμένον αὐτὸν μὴ περιορᾶσθαι, ἀλλὰ ἢ τὴν ἀφαιρεθεῖσαν ἢ καὶ
68
ἄλλην αὐτῷ δίδοσθαι γαμετὴν τοσαύτην φερνὴν εἰσοίσουσαν. παρὰ τὸν τοῦ δείπνου τοίνυν καιρὸν ὁ βάρβαρος λέγειν τῷ βασιλεύοντι τὸν Μαξιμῖνον ἐκέλευε μὴ χρῆναι τῆς ἐξ αὐτοῦ τὸν Κωνστάντιον ἐλπίδος διαμαρτεῖν· οὔτε γὰρ βασιλεῖ † τὸ ψεύδεσθαι. ταῦτα δὲ ὁ Ἀττήλας ἐνετέλλετο, ὑποσχομένου Κωνσταντίου χρήματα δώσειν, εἰ τῶν ζαπλούτων αὐτῷ παρὰ Ῥωμαίοις κατεγγυηθείη γυνή. Τοῦ δὲ συμποσίου ὑπεξελθόντες μετὰ τὴν νύκτα ἡμερῶν διαγενομένων τριῶν διηφείθημεν δώροις τοῖς προσήκουσι τιμηθέντες. ἔπεμπε δὲ ὁ Ἀττήλας καὶ Βέριχον τὸν ἡμῶν ἐν τῷ συμποσίῳ προκαθεσθέντα ἄνδρα τῶν λογάδων καὶ πολλῶν ἐν τῇ Σκυθικῇ κωμῶν ἄρχοντα παρὰ βασιλέα πρεσβευσόμενον, ἄλλως τε καὶ αὐτόν, οἷα δὴ πρέσβιν, † παρὰ Ῥωμαίων δέξασθαι. ποιουμένων δὲ ἡμῶν τὴν πορείαν καὶ πρὸς κώμῃ καταλυσάντων τινί, ἥλω Σκύθης ἀνὴρ κατασκοπῆς ἕνεκα ἐκ τῆς Ῥωμαίων ἐς τὴν βάρβαρον διαβεβηκὼς χώραν· καὶ αὐτὸν Ἀττήλας ἀνασκολοπισθῆναι παρεκελεύσατο. τῇ δὲ ἐπιούσῃ δι' ἑτέρων κωμῶν πορευομένων ἡμῶν, ἄνδρες βʹ τῶν παρὰ Σκύθαις δουλευόντων ἤγοντο ὀπίσω τὼ χεῖρε δεδεμένω ὡς τοὺς κατὰ πόλεμον ἀνελόντες δεσπότας· καὶ ἐπὶ ξύλων βʹ κεραίας ἐχόντων ἀμφοῖν τὰς κεφαλὰς ἐμβαλόντες ἀνεσταύρωσαν. ἐφ' ὅσον δὲ τὴν Σκυθικὴν διεξῄειμεν, ὁ Βέριχος ἐκοινώνει τε ἡμῖν τῆς ὁδοῦ καὶ ἥσυχός τις καὶ ἐπιτήδειος ἐνομίζετο. ὡς δὲ τὸν Ἴστρον ἐπεραιώθημεν, ἐν ἐχθροῦ ἡμῖν ἐγένετο μοίρᾳ διά τινας ἑώλους προφάσεις ἐκ τῶν θεραπόντων συνενεχθείσας. καὶ πρότερον μὲν τὸν ἵππον ἀφείλετο, ᾧ τὸν Μαξιμῖνον δωρησάμενος ἦν. ὁ γὰρ Ἀττήλας πάντας τοὺς ἀμφ' αὑτὸν λογάδας παρεκελεύσατο δώροις τὸν Μαξιμῖνον φιλοφρονήσασθαι, καὶ ἕκαστος ἐπεπόμφει ἵππον αὐτῷ, μεθ' ὧν καὶ ὁ Βέριχος. ὀλίγους δὲ λαβὼν τοὺς ἄλλους ἀπέπεμπε τὸ σῶφρον δηλῶσαι ἐκ τῆς μετριότητος ἐσπουδακώς. τοῦτον οὖν ἀφείλετο τὸν ἵππον καὶ οὔτε συνοδοιπορεῖν οὔτε συνεστιᾶσθαι ἠνέσχετο· ὥστε ἡμῖν ἐν τῇ βαρβάρων χώρᾳ γενόμενον σύμβουλον ἐς τοῦτο προελθεῖν. καὶ ἐντεῦθεν διὰ τῆς Φιλίππου ἐπὶ τὴν Ἀδριανούπολιν τὴν πορείαν ἐποιησάμεθα. ἐν 148 ᾗ διαναπαυσάμενοι ἐς λόγους ἤλθομεν τῷ Βερίχῳ καὶ αὐτὸν τῆς πρὸς ἡμᾶς σιωπῆς κατεμεμψάμεθα, ὅτι γε δὴ ὀργίζεται οὐκ ἀδικοῦσιν οὐδέν. θεραπεύσαντες οὖν αὐτὸν καὶ ἐπὶ ἑστίασιν καλέσαντες ἐξωρμήσαμεν. καὶ τῷ Βιγίλᾳ ἐν τῇ ὁδῷ ἀπαντήσαντες ἐπὶ τὴν Σκυθικὴν ἐπαναζευγνύντι καὶ τὰ παρὰ Ἀττήλα ἡμῖν τῆς ἐπὶ τῇ πρεσβείᾳ ἀποκρίσεως εἰρημένα ἀφηγησάμενοι τῆς ἐπανόδου εἰχόμεθα. ὡς δὲ ἐς τὴν Κωνσταντίνου παρεγενόμεθα, μεταβεβλῆσθαι μὲν ᾠόμεθα τὸν Βέριχον τῆς ὀργῆς· ὃς δὲ τῆς ἀγρίας οὐκ ἐπελέληστο φύσεως, ἀλλ' ἐς διαφορὰς ἐχώρει καὶ ἐν κατηγορίᾳ ἐποιεῖτο τὸν Μαξιμῖνον, ὡς ἔφησεν εἰς τὴν Σκυθικὴν διαβὰς τὸν Ἀρεόβινδον καὶ τὸν Ἄσπαρα ἄνδρας στρατηγοὺς μηδεμίαν παρὰ βασιλεῖ ἔχειν μοῖραν, καὶ ὡς ἐν ὀλιγωρίᾳ τὰ κατ' αὐτοὺς ἐποιήσατο τὴν βαρβαρικὴν ἐλέγξας κουφότητα. Λόγος δʹ. Ἀναζεύξαντα δὲ τὸν Βιγίλαν εἰς τὴν Σκυθικὴν καὶ ἐν οἷς τὸν Ἀττήλαν τόποις διατρίβειν συνέβαινεν ἀφικόμενον περιστάντες εἶχον οἱ πρὸς τοῦτο παρεσκευασμένοι βάρβαροι καὶ τὰ χρήματα, ἅπερ τῷ Ἐδέκωνι ἐκόμιζεν, ἀφείλοντο. ὡς δὲ καὶ αὐτὸν παρὰ τὸν Ἀττήλαν ἦγον, καὶ ἀνηρωτᾶτο, ὅτου χάριν τοσοῦτον φέροι χρυσίον, ἔφη οἰκείας τε καὶ τῶν παρεπομένων προνοίας ἕνεκα, ὥστε μὴ ἐνδείᾳ τροφῶν ἢ ἵππων σπάνει ἢ καὶ τῶν φορτηγῶν ὑποζυγίων ὑπὸ τῆς μακρᾶς ἐκδαπανηθέντων ὁδοῦ διαμαρτεῖν τῆς περὶ τῆς πρεσβείας σπουδῆς· παρεσκευάσθαι δὲ αὐτῷ καὶ ἐς αἰχμαλώτων ὠνήν, πολλῶν κατὰ τὴν Ῥωμαίων δεηθέντων αὐτοῦ τοὺς σφίσι προσήκοντας λύσασθαι. καὶ ὁ Ἀττήλας· ἀλλ' οὔτι, ἔφη, σὺ πονηρὸν θηρίον, τὸν Βιγίλαν λέγων, τὴν δίκην σοφιζόμενος λήσεις, οὐδὲ ἔσται σοι πρόφασις ἱκανὴ εἰς τὸ τὴν κόλασιν διαφυγεῖν, μείζονος μὲν τῆς σῆς δαπάνης παρασκευῆς σοι χρημάτων ὑπαρχούσης, καὶ τῶν ὑπὸ σοῦ ἵππων καὶ ὑποζυγίων ὠνηθησομένων, καὶ τῆς τῶν αἰχμαλώτων λύσεως, ἣν σὺν Μαξιμίνῳ παρ' ἐμὲ ἀφικομένῳ ποιεῖν ἀπηγόρευσα. ταῦτα εἰπὼν τὸν υἱὸν (ἦν δὲ καὶ τῷ Βιγίλᾳ τότε πρῶτον εἰς τὴν βαρβάρων ἠκολουθηκὼς χώραν) ξίφει καταβληθῆναι παρεκελεύσατο, εἰ μὴ φθάσας εἴποι, ὅτῳ τὰ χρήματα καὶ δι' ἣν αἰτίαν κομίζει. ὁ δὲ ὡς ἐθεάσατο τὸν παῖδα ἐπὶ θάνατον στείχοντα, ἐς δάκρυά τε καὶ ὀλοφυρμοὺς ἐτράπη καὶ ἀνεβόα τὴν δίκην ἐπ' αὐτὸν φέρειν τὸ ξίφος, οὐκ ἐπὶ τὸν νέον τὸν
69
ἀδικοῦντα οὐδέν. καὶ μηδὲν μελλήσας τά τε αὐτῷ καὶ Ἐδέκωνι καὶ τῷ εὐνούχῳ καὶ τῷ βασιλεῖ μελετηθέντα ἔλεγεν, συνεχῶς δὲ ἐς ἱκεσίας τρεπόμενος, ὥστε αὐτὸν μὲν ἀναιρεθῆναι, διαφεθῆναι δὲ τὸν παῖδα. γνοὺς δὲ ὁ Ἀττήλας ἀπὸ τῶν Ἐδέκωνι εἰρημένων μηδὲν διεψεῦσθαι τὸν Βιγίλαν ἐν δεσμοῖς εἶναι προσέταττεν, οὐ πρότερον λύσειν ἀπειλήσας, πρὶν ἢ τὸν παῖδα ἐκπέμψας ἑτέρας αὐτῷ νʹ χρυσίου λίτρας ὑπὲρ τῶν σφετέρων κομίσοι λύτρων. καὶ ὁ μὲν ἐδέδετο, ὁ δὲ ἐς τὴν Ῥωμαίων ἐπανῄει. ἔπεμπε δὲ καὶ Ὀρέστην καὶ Ἤσλαν ὁ Ἀττήλαςἐς τὴν Κωνσταντίνου. 4. Ὅτι ὑπ' ἀμφοτέρων Ἀττήλα τε καὶ Ζήνωνος αἰτούμενος ὁ Χρυσάφιος ἐν ἀγωνίᾳ καθεστήκει. πάντων δὲ αὐτῷ εὔνοιάν τε καὶ σπουδὴν συνεισφερόντων, ἐδόκει παρὰ τὸν Ἀττήλαν πρεσβεύεσθαι Ἀνατόλιον καὶ Νόμον, τὸν μὲν Ἀνατόλιον τῶν ἀμφὶ βασιλέα ἄρχοντα τελῶν καὶ τὰς συνθήκας τῆς ἐκείνου εἰρήνης προθέμενον, τὸν δὲ Νόμον τὴν τοῦ μαγίστρου ἀρχὴν ἄρξαντα καὶ ἐν τοῖς πατρικίοις σὺν ἐκείνῳ καταλεγόμενον, οἳ δὴ τὰς ἀρχὰς ἀναβεβήκασι πάσας. συνεπέμπετο δὲ Ἀνατολίῳ Νόμος οὐ διὰ μέγεθος τῆς τύχης μόνον, ἀλλὰ ὡς καὶ τῷ Χρυσαφίῳ εὔνους ὢν καὶ φιλοτιμίᾳ τοῦ βαρβάρου περιεσόμενος· ὅτι γὰρ μάλιστα προσῆν αὐτῷ τὸ μὴ φείδεσθαι χρημάτων τὸ παρὸν διαθεῖναι ἐσπουδακότι. καὶ οὗτοι μὲν ἐστέλλοντο τὸν Ἀττήλαν ἀπάξοντες τῆς ὀργῆς καὶ τὴν εἰρήνην ἐπὶ ταῖς συντάξεσι διαφυλάττειν πείσοντες, λέξοντες δὲ καὶ ὡς τῷ Κωνσταντίῳ κατεγγυηθήσεται γυνὴ οὐ μείων τῆς Σατορνίλου γένει τε καὶ περιουσίᾳ· ἐκείνην γὰρ μὴ βεβουλῆσθαι, ἀλλ' ἑτέρῳ κατὰ νόμον γήμασθαι· οὐ γὰρ θέμις παρὰ Ῥωμαίοις ἄκουσαν γυναῖκα κατεγγυᾶσθαι ἀνδρί. ἔπεμπε δὲ καὶ ὁ εὐνοῦχος τῷ βαρβάρῳ χρυσίον ὥστε αὐτὸν μειλιχθέντα ἀπαχθῆναι τοῦ θυμοῦ. 5. Ὅτι οἱ ἀμφὶ τὸν Ἀνατόλιον καὶ Νόμον τὸν Ἴστρον περαιωθέντες ἄχρις τοῦ Δρέγκωνος λεγομένου ποταμοῦ ἐς τὴν Σκυθικὴν διέβησαν. αἰδοῖ γὰρ τῶν ἀνδρῶν ὁ Ἀττήλας ὥστε μὴ τῷ τῆς ὁδοῦ ἐπιτρίβεσθαι διαστήματι ἐν ἐκείνῳ τῷ χωρίῳ τὴν πρὸς αὐτοὺς ἐποιήσατο ἔντευξιν. καὶ πρῶτον μὲν ὑπερηφάνως διαλεχθεὶς ὑπήχθη τῷ πλήθει τῶν δώρων, καὶ λόγοις προσηνέσι μαλαχθεὶς φυλάττειν τὴν εἰρήνην ἐπὶ ταῖς αὐταῖς ἐπώμνυτο συνθήκαις, ἀναχωρεῖν δὲ καὶ τῆς τῷ Ἴστρῳ ὁριζομένης Ῥωμαίων γῆς καὶ τοῦ πράγματα ἔτι παρέχειν περὶ φυγάδων βασιλεῖ, εἰ μή γε Ῥωμαῖοι αὖθις ἑτέρους καταφεύγοντας παρ' αὐτοῦ δέξοιντο. ἠφίει δὲ καὶ Βιγίλαν τὰς νʹ τοῦ χρυσοῦ λίτρας δεξάμενος· ταύτας γὰρ αὐτῷ ἐκεκομίκει ὁ παῖς σὺν τοῖς πρέσβεσιν ἐς τὴν Σκυθικὴν διαβάς· καὶ αἰχμαλώτους ἄνευ λύτρων ἀφῆκε πλείστους Ἀνατολίῳ καὶ Νόμῳ χαριζόμενος. δωρησάμενος δὲ καὶ ἵππους αὐτοῖς καὶ θηρίων δοράς, αἷς οἱ βασίλειοι κοσμοῦνται Σκύθαι, ἀπέπεμπε συμπέμψας καὶ τὸν Κωνστάντιον ὥστε αὐτῷ βασιλέα ἐς ἔργον ἀγαγεῖν τὴν ὑπόσχεσιν. ὡς δὲ ἐπανῆλθον οἱ πρέσβεις καὶ ἅπαντα τά τε παρ' αὐτῶν τά τε παρὰ τοῦ βαρβάρου διεξῆλθον, κατεγγυᾶται τῷ Κωνσταντίῳ γυνὴ γαμετὴ Ἀρματίου γενομένη παιδὸς Πλίνθου τοῦ παρὰ Ῥωμαίοις στρατηγήσαντος καὶ τὴν ὕπατον ἀρχὴν ἄρξαντος. συνεβεβήκει δὲ τὸν Ἀρμάτον ἐς τὴν Λιβύων διαβάντα ἐπὶ τῇ πρὸς Αὐσοριανοὺς μάχῃ εὐημερῆσαι μὲν ἐν τῷ πρὸς ἐκείνους πολέμῳ, νοσήσαντα δὲ τελευτῆσαι τὸν βίον. οὗ δὴ τὴν γαμετὴν καὶ γένει καὶ περιουσίᾳ διαπρέπουσαν ἔπεισεν ὁ βασιλεὺς τῷ Κωνσταντίῳ γήμασθαι. οὕτω καὶ τῶν πρὸς Ἀττήλαν λυθέντων διαφόρων, ὁ Θεοδόσιος ἐδεδίει μήποτε καὶ Ζήνων τυραννίδι ἐπιθήσεται. 6. Ὅτι τοῦ Ἀττήλα τὸν παρὰ Θεοδοσίου τεταγμένον φόρον ζητοῦντος ἢ πόλεμον ἀπειλοῦντος, τῶν Ῥωμαίων στέλλειν παρ' αὐτὸν πρέσβεις ἀποκριναμένων, Ἀπολλώνιος ἐπέμπετο, οὗπερ ὁ ἀδελφὸς τὴν Σατορνίλου γεγαμήκει θυγατέρα, ἣν ὁ Θεοδόσιος ἐβούλετο Κωνσταντίῳ κατεγγυᾶν, Ζήνων δὲ Ῥούφῳ ἐδεδώκει πρὸς 151 γάμον· τότε δὲ ἐξ ἀνθρώπων ἐγεγόνει. τοῦ Ζήνωνος οὖν τῶν ἐπιτηδείων ὁ Ἀπολλώνιος γεγονὼς καὶ τὴν στρατηγίδα λαχὼν ἀρχὴν παρὰ τὸν Ἀττήλαν ἐπέμπετο πρεσβευσόμενος, καὶ τὸν μὲν Ἴστρον ἐπεραιοῦτο, οὐκ ἔτυχε δὲ τῆς πρὸς τὸν βάρβαρον προσόδου. ἐν ὀργῇ γὰρ ἐκεῖνος ποιούμενος τὸ μὴ κεκομίσθαι τοὺς φόρους, οὓς ἔλεγεν αὐτῷ παρὰ τῶν βελτιόνων καὶ βασιλικωτέρων τετάχθαι, οὐδὲ τὸν πρεσβευσάμενον ἐδέχετο τοῦ πέμψαντος κατολιγωρῶν. ὁ δὲ Ἀπολλώνιος ἀνδρὸς ἔργον κατὰ τοῦτον τὸν καιρὸν φαίνεται διαπραξάμενος. τοῦ γὰρ Ἀττήλα μὴ προσιεμένου τὴν αὐτοῦ πρεσβείαν μηδὲ ἐς λόγους αὐτῷ ἐλθεῖν βουλομένου, παρακελευομένου δὲ πέμπειν ἅπερ αὐτῷ ἐκ
70
βασιλέως δῶρα ἐκόμιζεν, καὶ θάνατον ἀπειλοῦντος, εἰ μὴ δοίη, ἔφησεν· οὐκ αἰτεῖν προσῆκε Σκύθαις ἅπερ αὐτοῖς ἔξεστιν ἢ δῶρα ἢ σκῦλα λαβεῖν, παραδηλῶν δῶρα μὲν αὐτοῖς δοθήσεσθαι, εἰ αὐτὸν προσδέξοιντο πρεσβευόμενον, σκῦλα δέ, εἰ ἀνελόντες ἀφέλοιντο. οὕτω μὲν οὖν ἄπρακτος ἐπανῄει. 7. Ὅτι Γεζερίχου τὴν Ῥώμην πορθήσαντος, καὶ βασιλεύοντος Ἀβίτου, Μαρκιανὸς ὁ τῶν τῆς ἕω Ῥωμαίων βασιλεὺς παρὰ τὸν Γεζέριχον τὸν τῶν Βανδίλων ἄρχοντα πρέσβεις ἔστελλεν, ὥστε τῆς Ἰταλῶν ἀπέχεσθαι γῆς καὶ τὰς βασιλείους ἐκπέμπειν γυναῖκας αἰχμαλώτους ἀγομένας, τήν τε Βαλεντινιανοῦ γαμετὴν καὶ τὰς αὐτῆς θυγατέρας. καὶ οἱ πρέσβεις ἐς τὴν ἕω ἄπρακτοι ἐπανῄεσαν· οὐδενὶ γὰρ τῶν ἐπεσταλμένων παρὰ τοῦ Μαρκιανοῦ ὁ Γεζέριχος ὑπήκουσεν, οὐδὲ μὴν λύειν τὰς γυναῖκας ἐβούλετο. ὁ δὲ Μαρκιανὸς ἕτερα πρὸς αὐτὸν διέπεμπε γράμματα καὶ τὸν πρεσβευσόμενον Βλήδαν· ἦν δὲ τῆς τοῦ Γεζερίχου αἱρέσεως ἐπίσκοπος· τῆς γὰρ τῶν Χριστιανῶν θρησκείας καὶ τοὺς Βανδίλους εἶναι συμβαίνει. ὃς ἐπειδὴ παρ' αὐτὸν ἀφίκετο καὶ ἔγνω τῇ αὐτοῦ μὴ ὑπακούοντα πρεσβείᾳ, αὐθαδεστέρων λόγων ἥπτετο καὶ ἔφη μὴ συνοίσειν αὐτῷ, εἴπερ ὑπὸ τῆς παρούσης εὐημερίας ἀρθεὶς καὶ τῶν κατὰ τὴν ἕω Ῥωμαίων βασιλέα πρὸς πόλεμον αὐτῷ ἀναστῆναι παρασκευάσοι τὰς βασιλείους μὴ λύων γυναῖκας. ἀλλ' οὔτε ἡ τῶν προηγησαμένων ἐπὶ τῇ πρεσβείᾳ ῥημάτων ἐπιείκεια οὔτε ὁ ἀπειληθεὶς φόβος μέτρια τὸν Γεζέριχον φρονεῖν ἠνάγκασεν· ἄπρακτον γὰρ καὶ τὸν 152 Βλήδαν ἀπέπεμπε καὶ ἐς τὴν Σικελίαν αὖθις καὶ ἐς τὴν πρόσοικον αὐτῇ Ἰταλίαν δύναμιν διαπεμψάμενος πᾶσαν ἐδῄου. ὁ δὲ Ἄβιτος ὁ τῶν ἑσπερίων Ῥωμαίων βασιλεὺς ἐπρεσβεύετο καὶ αὐτὸς παρὰ τὸν Γεζέριχον τῶν πάλαι αὐτὸν ὑπομιμνήσκων σπονδῶν, ἃς εἰ μὴ φυλάττειν ἕλοιτο, καὶ αὐτὸν παρασκευάσασθαι πλήθει τε οἰκείῳ πίσυνον καὶ τῇ τῶν συμμάχων ἐπικουρίᾳ. ἔπεμπε δὲ καὶ παρὰ τὸν Ῥεκίμερ ἐς τὴν Σικελίαν σὺν στρατῷ. 8. Ὅτι τῶν Ῥωμαίων ἐς Κόλχους ἐλθόντων καὶ συμβαλόντων πόλεμον πρὸς Λαζούς, ὁ μὲν Ῥωμαϊκὸς στρατὸς ἐς τὰ σφέτερα ἐπανέζευξεν, καὶ οἱ ἀμφὶ τὰ βασίλεια πρὸς τὴν ἑτέραν μάχην παρεσκευάζοντο βουλευόμενοι, πότερον τὴν αὐτὴν ἢ τὴν δι' Ἀρμενίας τῆς Περσῶν χώρας προσοίκου πορευθέντες ὁδὸν τὸν πόλεμον ἐπάξουσι, πρότερον πρεσβείᾳ τὸν μόναρχον τῶν Παρθυαίων πείσαντες· κατὰ γὰρ θάλατταν ἄπορον αὐτοῖς πᾶν ἐνομίζετο τὰς δυσχωρίας παραπλεῖν, ἀλιμένου τῆς Κόλχου τυγχανούσης. ὁ δὲ Γωβάζης ἐπρεσβεύετο μὲν καὶ αὐτὸς παρὰ τοὺς Παρθυαίους, ἐπρεσβεύετο δὲ καὶ παρὰ τὸν βασιλέα Ῥωμαίων. καὶ ὁ μὲν τῶν Πάρθων μόναρχος, ὡς πολέμου αὐτῷ συνισταμένου πρὸς Οὔννους τοὺς Κιδαρίτας καλουμένους, ἀπεσείσατο παρ' αὐτὸν τοὺς Λαζοὺς καταφεύγοντας. 9. Ὅτι τοῦ Βαλάμερος τοῦ Σκύθου παρασπονδήσαντος καὶ πολλὰς πόλεις δῃωσαμένου καὶ χώρας Ῥωμαϊκάς, ἔπεμπον παρ' αὐτὸν οἱ Ῥωμαῖοι πρέσβεις, οἳ αὐτῷ τοῦ νεωτερισμοῦ κατεμέμφοντο, καὶ ὥστε μὴ αὖθις τὴν χώραν καταδραμεῖν τʹ λίτρας φέρειν αὐτῷ ἑκάστου ἔτους ἔταξαν· σπάνει γὰρ τῶν ἀναγκαίων ἔφραζε πρὸς πόλεμον τὸ οἰκεῖον διαναστῆναι πλῆθος. 10. Ὅτι ὁ Γεζέριχος οὐκ ἔτι ταῖς πρὸς Μαιοριανὸν τεθείσαις σπονδαῖς ἐμμένων Βανδίλων καὶ Μαυρουσίων πλῆθος ἐπὶ δῃώσει τῆς Ἰταλίας καὶ Σικελίας ἔπεμπεν, Μαρκελλίνου ἤδη πρότερον τῆς νήσου ἀναχωρήσαντος διὰ τὸ Ῥεκίμερα παρελέσθαι αὐτὸν τῆς δυνάμεως ἐθελήσαντα τοὺς παρεπομένους αὐτῷ Σκύθας (ἦσαν δὲ ἐν πλείστοις ἀνδράσι) παραπείθειν χρήμασιν, ὥστε ἐκεῖνον μὲν ἀπολιπεῖν, ἀφικέσθαι *** εὐλαβηθέντα τὴν ἐπιβουλήν (οὐ γὰρ 153 ἀντιφιλοτιμεῖσθαι τῷ Ῥεκίμερος ἐδύνατο πλούτῳ) τῆς Σικελίας ὑπονοστῆσαι. ἐστέλλετο οὖν καὶ παρὰ τὸν Γεζέριχον πρεσβεία, τοῦτο μὲν παρὰ τοῦ Ῥεκίμερος, ὡς οὐ δεῖ κατολιγωρεῖν αὐτὸν τῶν σπονδῶν, τοῦτο δὲ καὶ παρὰ τοῦ κρατοῦντος τῶν ἐν τῇ ἕῳ Ῥωμαίων, ἐφ' ᾧ τῆς Σικελίας καὶ τῆς Ἰταλίας ἀπέχεσθαι καὶ τὰς βασιλείους ἐκπέμπειν γυναῖκας. Γεζέριχος δέ, πολλῶν πρὸς αὐτὸν πρεσβευτῶν κατὰ διαφόρους σταλέντων χρόνους, τὰς γυναῖκας οὐ πρότερον διαφῆκε πρὶν ἢ τὴν πρεσβυτέραν τῶν Βαλεντινιανοῦ θυγατέρων (Εὐδοκία δὲ ἦν ὄνομα αὐτῇ) Ὀνορίχῳ τῷ ἑαυτοῦ παιδὶ κατενεγύησεν. τότε γὰρ καὶ τὴν Εὐδοξίαν τὴν Θεοδοσίου θυγατέρα ἀπέπεμπε σὺν Πλακιδίᾳ τῇ ἑτέρᾳ αὐτῆς θυγατρί, ἣν ἐγεγαμήκει Ὀλύβριος. τοῦ δὲ τὰς Ἰταλίας καὶ τὴν Σικελίαν δῃοῦν ὁ Γεζέριχος οὐκ ἀπέστη, ἀλλὰ μᾶλλον αὐτὰς ἐξεπόρθει, μετὰ τὸν Μαιοριανὸν βουληθεὶς βασιλεύειν τῶν ἐν τῇ ἑσπέρᾳ Ῥωμαίων Ὀλύβριον διὰ τὴν ἐξ ἐπιγαμίας συγγένειαν.
71
11. Ὅτι ἐπὶ Λέοντος βασιλέως Ῥωμαίων ἐπρεσβεύετο παρὰ μὲν Βανδίλους ὑπὲρ Ἰταλῶν Τατιανὸς ἐν τῇ τῶν πατρικίων ἀξίᾳ καταλεγόμενος, παρὰ δὲ Πέρσας Κωνστάντιος, τρίτον μὲν τὴν ὕπατον λαχὼν ἀρχήν, πρὸς δὲ τῇ ὑπατικῇ ἀξίᾳ καὶ τῆς πατρικιότητος τυχών. καὶ Τατιανὸς μὲν ἐκ Βανδίλων εὐθὺς ἄπρακτος ἀνεχώρησεν, τῶν αὐτοῦ ὑπὸ τοῦ Γεζερίχου μὴ παραδεχθέντων λόγων· ὁ δὲ Κωνστάντιος τῇ Ἐδέσῃ, Ῥωμαϊκῇ μὲν πόλει, προσοίκῳ δὲ τῆς Περσῶν χώρας, ἐγκατέμεινεν, ἐσδέξασθαι αὐτὸν ἐπὶ πολὺ διαναβαλλομένου τοῦ Παρθυαίου μονάρχου. 12. Ὅτι τὸν Κωνστάντιον τὸν πρεσβευτὴν ἐν τῇ Ἐδέσῃ χρόνον ἐπιμείναντα, ὡς εἴρηταί μοι, τῆς πρεσβείας πέρι, τότε ἐδέξατο ὁ Περσῶν μόναρχος ἐς τὴν σφετέραν καὶ παρ' αὐτὸν ἀφικέσθαι προσέταξεν, οὐκ ἐν ταῖς πόλεσιν, ἀλλὰ γὰρ ἐν τοῖς μεθορίοις αὐτῶν τε καὶ Οὔννων τῶν Κιδαριτῶν τὰς διατριβὰς ποιούμενος *** αὐτῷ συνίστατο αἰτίαν ἔχων ὡς τοὺς φόρους τῶν Οὔννων μὴ κομιζομένων, οὓς οἱ πάλαι μὲν τῶν Περσῶν καὶ Πάρθων βασιλεύοντες 154 ἔθεντο. ὧν ὁ πατὴρ † τὴν τοῦ φόρου ἀπαρνησάμενος ἀπαγωγὴν τὸν πόλεμον ὑπεδέξατο καὶ τοῦτον μετὰ τῆς βασιλείας παρέπεμψε τῷ παιδί, ὥστε ταῖς μάχαις ἐπιτριβομένους τοὺς Πέρσας ἀπάτῃ ἐθελῆσαι τὴν τῶν Οὔννων λῦσαι διαφοράν, καὶ δῆτα διαπέμψασθαι τὸν Πειρώζην (τοῦτο γὰρ ἦν ὄνομα τῷ τότε Περσῶν βασιλεύοντι) πρὸς τὸν Κούγχαν τὸν Οὔννων ἡγούμενον, ὡς τὴν πρὸς αὐτὸν ἀσμενίζων εἰρήνην ἐπί τε συμμαχίᾳ σπένδεσθαι βούλοιτο καὶ τὴν αὐτοῦ κατεγγυᾷ ἀδελφήν. νεώτατον γὰρ αὐτὸν εἶναι συνέβαινε καὶ μηδέπω παίδων εἶναι πατέρα. τὸν δὲ προσδεξάμενον τοὺς λόγους γήμασθαι οὐ τοῦ Πειρώζου ἀδελφήν, ἀλλ' ἑτέραν γυναῖκα βασιλικῶς διακοσμηθεῖσαν, ἣν ὁ Περσῶν μόναρχος ἐξέπεμψε, παρεγγυήσας ὡς οὐδὲν μὲν ἀνακαλύπτουσα τῶν ἐσχηματισμένων βασιλείας καὶ εὐδαιμονίας μεθέξει, ἐκλέγουσα δὲ τὴν ὑπόκρισιν θάνατον ἕξει ζημίαν· οὐ γὰρ ἀνέξεσθαι τὸν Κιδαριτῶν ἄρχοντα θεράπαιναν ἔχειν γαμετὴν ἀντὶ τῆς εὖ γενομένης. τούτου χάριν σπεισάμενος ὁ Πειρώζης πρὸς τὸν τῶν Οὔννων ἡγούμενον οὐκ ἐπὶ πολὺ τῆς ἀπάτης ἀπώνατο· εὐλαβηθεῖσα γὰρ ἡ γυνή, μήποτε ὁ ἄρχων τοῦ ἔθνους ὑπὸ ἑτέρων πυθόμενος τὴν αὐτῆς τύχην χαλεπῷ αὐτὴν ὑφέξει θανάτῳ, μηνύει τὸ μελετηθέν. ὁ δὲ Κούγχας ἐπαινέσας τὴν γυναῖκα τῆς ἀληθείας αὐτὴν μὲν ἔμεινεν ἔχων γαμετήν, τίσασθαι δὲ τοῦ δόλου Πειρώζην ἐθέλων πόλεμον πρὸς τοὺς ὁμόρους ἔχειν ὑπεκρίνετο δεῖσθαί τε ἀνδρῶν οὐ τῶν πρὸς μάχην ἐπιτηδείων, (μυρίον γὰρ αὐτῷ παρεῖναι πλῆθος) ἀλλὰ τῶν στρατηγησόντων αὐτῷ τὸν πόλεμον. ὁ δὲ τʹ αὐτῷ ἄνδρας τῶν λογάδων ἐξέπεμψεν. καὶ τοὺς μὲν ὁ τῶν Κιδαριτῶν ἄρχων ἀπέκτεινεν, τοὺς δὲ λωβησάμενος παρὰ τὸν Πειρώζην ἀπέπεμψεν ἀπαγγελοῦντας ὡς τῆς ἀπάτης ταύτην ἔδωκε δίκην. οὕτως αὖθις αὐτοῖς ὁ πόλεμος ἀνεζωπυρήθη, καὶ ἐμάχοντο καρτερῶς. ἐν Γόργᾳ τοίνυν, (τοῦτο γὰρ ὄνομα τῷ χωρίῳ, ἐν ᾧπερ συνέβαινε τοὺς Πέρσας στρατοπεδεύεσθαι) τὸν Κωνστάντιον ὁ Πειρώζης ἐδέχετο καί τινας ἡμέρας φιλοφρονησάμενος διαφῆκε δεξιὸν οὐδὲν περὶ τῆς πρεσβείας ἀποκρινάμενος. 13. Ὅτι Λέων ὁ βασιλεὺς στέλλει πρὸς τὸν Γεζέριχον Φύλαρχον τὴν τοῦ Ἀνθεμίου βασιλείαν μηνύσων καὶ πόλεμον ἀπει 155 λήσων, εἰ μή γε τῆς Ἰταλίας καὶ Σικελίας ἀφέξοιτο. ἐπανῆκε δὲ ἀγγέλλων μὴ ἐθέλειν αὐτὸν τοὺς τοῦ βασιλέως προσίεσθαι λόγους, ἀλλὰ ἐν πολέμου εἶναι παρασκευῇ, ὡς ὑπὸ τῶν ἑῴων Ῥωμαίων παρασπονδούμενον. Τέλος τῆς ἱστορίας Πρίσκου σοφιστοῦ τῆς Γοτθικῆς. Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς ἱστορίας Μάλχου ἐκ τῶν Βυζαντιακῶν. 1. Ὅτι ὁ Βαλάμηρος ὑπὸ τῶν Ῥωμαίων στρατηγῶν πολλοὺς τῶν ἰδίων ἀποβαλών, οὐ μικρὰν ἔχων ὀργὴν τῷ πάθει ἀπέδραμεν, ἀφειδῶς ὅ τι ἐν ποσὶν εὕροι καίων τε καὶ φονεύων· καὶ τὴν πρώτην τῆς Μακεδονίας πόλιν τοὺς Στόβους ἐπόρθησε καὶ τῶν γε στρατιωτῶν τῶν ταύτῃ ἐμφρουρούντων τοὺς ἀντιστάντας ἀπέκτεινεν. ὡς δὲ τῇ Θεσσαλονίκῃ ἐγγύθεν ἐφεδρεύων ἠγγέλθη ὁ βάρβαρος, αὐτίκα οἱ πολῖται νομίσαντες ἐκ δόλου τὰ ἐν τῇ προτεραίᾳ ἀνεγνῶσθαι γράμματα καὶ τὴν πόλιν βούλεσθαι Ζήνωνά τε καὶ αὐτὸν ἐκείνῳ παραδοῦναι, συστραφέντες ἐν σφίσιν αὐτοῖς τὰς τοῦ Ζήνωνος στήλας καταβάλλουσι πάσας καὶ αὐτὸν ὁρμήσαντες τὸν
72
ὕπαρχον ἕτοιμοι διασπάσαι ἦσαν. οἱ δὲ κομισάμενοι πῦρ ἐπὶ τὸ ἀρχεῖον ἐμπιπράναι ἔμελλον, εἰ μὴ ὑποφθάσαντες τά τε ἱερὰ γένη καὶ οἱ ἐν ταῖς ἀξίαις ἐξήρπασάν τε αὐτὸν τῆς ὀργῆς τῆς τοῦ δήμου καὶ τὸ ἀτακτοῦν λόγοις πραέσι κατέστειλαν, λέγοντες οὔτε αὐτὸν αἴτιον εἶναι τούτου οὔτε τὸν βασιλέα τῇ πόλει τι δυσχερὲς ἢ κακὸν βεβουλεῦσθαι, τῆς τε πόλεως χρῆναι ποιήσασθαι φυλακήν, ὅτῳ ἂν ἐθέλωσι καὶ ὃν ἡγοῦνται πιστὸν ἐπιτρέποντες ταύτην. οἱ δὲ τὰς κλεῖς τῶν πυλῶν ἐκ τοῦ ὑπάρχου λαβόντες τῷ ἀρχιερεῖ 156 ἔδοσαν καὶ ἀπὸ τῶν ἐνόντων φρουρὰν ἐπενόησαν ὡς ἠδύναντο πλείστην καὶ τὸν στρατηγὸν ἔστεργον. ἐν δὲ τούτῳ ὁ Ζήνων πυθόμενος τὸν κατέχοντα κίνδυνον καὶ ἰδὼν ὡς οὐδενὸς βουλομένου μάχεσθαι ἄριστον εἴη σπονδαῖς ὡς ἐν κακοῖς μετρίαις τῆς τῶν πόλεων φθορᾶς ἐπισχεῖν τὸν βάρβαρον, Ἀρτεμίδωρον πέμπει καὶ Φωκᾶν τὸν ὅτε ἦν στρατηγὸς γραμματέα αὐτῷ τῆς ἀρχῆς ὄντα. οἳ ἐλθόντες ἔλεγον ὅτι· σὲ ὁ βασιλεὺς φίλον ἐποιήσατο καὶ ἀξίαις, αἵ εἰσι λαμπρόταται Ῥωμαίοις, σεμνῶς ἐπεκόσμησε καὶ ἄρχειν τῶν μεγίστων ταγμάτων ἐποίησεν οὐδὲν οἷάπερ ἀνδρὶ ἀπιστήσας βαρβάρῳ. σὺ δὲ οὐκ ἴσμεν ὅπως ταῖς τῶν κοινῶν δυσμενῶν ἀπάταις ὑπαχθεὶς τά τε ὑπάρχοντά σοι ἀγαθὰ διέφθειρας καὶ τῆς εὐδαιμονίας τῆς σῆς ἄλλον ἐποίησας ὡς οὐκ ᾔδεις κύριον. οὐκ ἂν δίκαιος εἴης τῷ βασιλεῖ ἐγκαλῶν ὧν εἰς ἑαυτὸν ἅμα καὶ εἰς ἐκεῖνον ἐξήμαρτες. νῦν οὖν, ἐπειδὴ σαυτὸν εἰς τοῦτο κατέστησας, ὑπόλοιπόν σοί ἐστιν ἐκ τῆς παρούσης τύχης τῆς τε κατὰ τῶν ἐθνῶν καὶ τῶν πόλεων βλάβης ἐπισχεῖν ὡς οἷόν τε, πέμποντα δὲ πρεσβείαν πειρᾶσθαί τι μέτριον παρὰ τοῦ βασιλέως ἀγαθοῦ ὄντος εὑρίσκεσθαι. ὁ δὲ πεισθεὶς ἄνδρας μὲν ἐπὶ τὸ Βυζάντιον σὺν αὐτοῖς ἀποπέμπει, αὐτὸς δὲ τοῦ μὲν καίειν ἢ φονεύειν τοὺς ἀνθρώπους ἀνεῖργε τὸ στράτευμα, οὐ μέν τι ἐδύνατο πάντων ὄντας ἀπόρους τὰ γοῦν ἐπιτήδεια ἐκπορίσαι κωλύειν. καὶ δὴ προϊὼν ἦλθεν ἐπὶ τὴν Ἡράκλειαν τὴν ἐν Μακεδονίᾳ καί, τοῦ ἀρχιερέως τοῦ ἐν ταύτῃ τῇ πόλει πολλὰ καὶ παντοδαπὰ τῇ στρατιᾷ καὶ αὐτῷ ἀποστείλαντος δῶρα, τήν τε χώραν ἀπαθῆ πᾶσαν διεφύλαξε καὶ οὐδὲν τοὺς οἰκοῦντας ἐνταῦθα παραλυπῶν ἐκ τῶν ταύτῃ ὁμόρων τὸ πλῆθος ἐπιεικῶς ἐπειρᾶτο διάγειν. εἰς δὲ τὸ Βυζάντιον ὡς ἦλθον οἱ παρ' αὐτοῦ σταλέντες πρέσβεις, ἔλεγον ὅτι δέοι ταχέως περὶ πάντων αὐτοκράτορα αὐτῷ πρεσβευτὴν ἀποστεῖλαι, ὡς οὐχ οἷοί τέ εἰσι πλῆθος ἄπειρον εἴργειν ἐπὶ πλείονα χρόνον τῆς ἀφ' ὧν ἂν δύναιντο βλάβης. ὁ δὲ Ἀδαμάντιον τὸν Βιβιανοῦ παῖδα πατρίκιόν τε ὄντα καὶ πολιαρχήσαντα προσθεὶς αὐτῷ καὶ τιμὴν ὑπατικὴν ἔπεμψε παραγγείλας, χώραν μὲν αὐτῷ δοῦναι ἐν Παυταλίᾳ, ἣ τῆς μὲν Ἰλλυρικῆς μοίρας ἐστὶν ἐπαρχία, οὐ πολὺ δὲ 157 ἀπέχουσα τῶν εἰσβολῶν τῆς Θρᾴκης, ὅπως, εἴτε Θευδέριχος ὁ Τριαρίου ἐγχειροίη τι κινεῖν, ἔφεδρον ἔχοι αὐτὸν ἐγγύθεν κατ' ἐκείνου, εἴτε αὐτὸς ταράττειν τὰ συγκείμενα θέλοι, ἐν μέσῳ αὐτὸν ἔχων τῶν τε Ἰλλυρικῶν καὶ τῶν Θρᾳκίων δυνάμεων εὐκολώτερον αὐτοῦ περιεῖναι δύναιτο. εἰ δὲ τροφῶν ἀπορεῖν τῷ στρατεύματι λέγοι τὸν παρόντα ἐνιαυτόν, ἅτε μήτε ἐνσπείρας μήτε καρποῦ ἐλπίδα ἔχων ἐν Παυταλίᾳ, ἔδωκε λίτρας χρυσίου ἀπιόντι διακοσίας, ἃς ἐκέλευε δόντα τῷ ὑπάρχῳ τῷ ἐκεῖ ποιῆσαι τὴν δαπάνην αὐτοῖς εἰς Παυταλίαν χορηγῆσαι τὴν ἐπαρκοῦσαν. ἔτι δὲ τοῦ πρεσβευτοῦ ὄντος ἐν Βυζαντίῳ, στρατιῶται συστάντες ἐν τῇ Θεσσαλονίκῃ τὸν ὕπαρχον Ἰωάννην προϊόντα φυλάξαντες ξιφήρεις ὥρμησαν· καὶ ὡρίσθη παρὰ τῶν Ζήνωνος Ἀδαμάντιος, καὶ ταῦτα κατέστησεν. ὁ δὲ τοῦ Βαλαμήρου, ἐν ᾧ τὰ τῆς Θεσσαλονίκης ἐγένετο, περὶ Ἡράκλειαν ἔμενεν καὶ ἐπὶ τὴν Ἤπειρον πέμπει πρὸς Σιδιμοῦνδον, ἐκ μὲν τῆς αὐτῆς φυλῆς τὸ ἀνέκαθεν ὄντα, δοκοῦντα δὲ τότε εἶναι Ῥωμαίοις ὑπόσπονδον καὶ ἐν τῇ κατ' Ἐπίδαμνον Ἠπείρῳ χώραν τε νεμόμενον καὶ εὐδαίμονα κλῆρον καὶ παρὰ βασιλέως δεχόμενον συντάξεις. ἀνεψιὸς δὲ ἦν οὗτος Αἰδοΐγγου Βηρίνης τε μάλιστα ὄντος οἰκειοτάτου καὶ τὴν τῶν λεγομένων δομεστίκων ἀρχὴν ἄρχοντος μεγάλην τινὰ οὖσαν τῶν περὶ βασιλέα. πρὸς τοῦτον οὖν ἔπεμπε τῆς τε παλαιᾶς αὐτὸν συγγενείας ἀναμιμνήσκων καὶ ἀξιῶν ἐξευρεῖν καὶ συμπρᾶξαι τρόπον, δι' οὗ τῆς τε Ἐπιδάμνου καὶ τῆς ἄλλης Ἠπείρου δυνηθείη κρατήσας στῆναι τῆς πολλῆς πλάνης, καὶ ἱδρύσας ἑαυτὸν ἐν πόλει καὶ τείχεσιν ἐντεῦθεν ὡς ἂν διδῷ δέχεσθαι τὸ συμβαῖνον. Σιδιμοῦνδος δὲ ταῦτα παρ' αὐτοῦ δεξάμενος καὶ βάρβαρος βαρβάρῳ συνοικεῖν ἢ Ῥωμαίοις ἡγησάμενος κρεῖττον, ἐλθὼν εἰς Ἐπίδαμνον καὶ ἰδίᾳ μετιὼν τῶν πολιτῶν ἕκαστον ὡς δῆθεν κατ' εὔνοιαν συνεβούλευεν αὐτοῖς, ἅ τε ἕκαστος ἔχει θᾶττον ὑπεκτίθεσθαι καὶ αὐτοὺς ἢ εἰς νήσους ἢ πόλιν ποι σώζεσθαι, λέγων ὡς
73
ὁ βάρβαρος ἐπὶ ταύτην ὥρμηται, καὶ ὅτι τῷ βασιλεῖ ταῦτα δοκοῦντά ἐστιν, καὶ ὡς Ἀδαμάντιος ἐπὶ ταῦτα πεμφθείη· κρεῖττον οὖν εἶναι αὐτοῖς, ἕως ἔτι ἄπεστιν, κατὰ πλείονα σχολὴν τὰ κατ' αὐτοὺς διοικήσασθαι. 158 ταῦτα καὶ τοῖς στρατιώταις λέγων τοῖς ἐκεῖ φυλάττουσιν οὖσιν ὡς δισχιλίοις, οἳ καὶ ἀμύνασθαι ἐπιόντα πρός γε τὸ παραχρῆμα ῥᾳδίως ἠδύναντο, ἔπεισεν ὁμοῦ πάντας ἐκλιπεῖν Ἐπίδαμνον καὶ λέγων καὶ ταράττων καὶ φήμην ἀεὶ καινὴν πειρώμενος ἐμβάλλειν, καὶ ὅτι βασιλεῖ ἀπεχθήσονται μᾶλλον ἀντιστῆναι θέλοντες· καὶ πρὸς τὸν Βαλαμήρου εὐθέως ἐπέστελλεν ὡς τάχος ἐπείγεσθαι. ὁ δὲ τὸ τοῦ Σιδιμούνδου ἐπέμενε δήλωμα καὶ τὴν αὑτοῦ ἀδελφὴν νόσῳ κατεχομένην, ἐξ ἧς ἐτελεύτησεν. φανερὰν μέντοι τῆς καθέδρας πρόφασιν ἐποιεῖτο τὴν τοῦ πρεσβευτοῦ παρὰ Ζήνωνος ἄφιξιν καὶ τὸ βούλεσθαι μαθεῖν, ὅπως πρὸς αὐτὸν ἔχει τὰ ἐκ τοῦ βασιλέως. ἐπεὶ δὲ τὴν μὲν ἀδελφὴν ἀποθανοῦσαν ἔθαψεν, τὰ δὲ παρὰ Σιδιμούνδου ἀπήντησε καλοῦντα, πρὸς τοὺς Ἡρακλεώτας ἐκλιπόντας μὲν τὴν πόλιν, ἐς φρούριον δὲ ἰσχυρὸν ἀνασκευασαμένους πέμψας ἀπῄτει σῖτον πολύν τινα καὶ οἶνον, ὅπως τῷ στρατῷ ἔχοι ἀπιὼν ἐφόδια. οἱ δὲ οὐδὲν ἔφασαν αὐτῷ δύνασθαι δοῦναι ἐν τοσαύταις ἡμέραις λέγοντες ὅσον εἶχον ἐπὶ φρουρίῳ γε μικρῷ δεδαπανῆσθαι. ὁ δὲ πρὸς ὀργὴν τὰ πλεῖστα τῆς πόλεως ἐμπρήσας ἀνδρῶν οὔσης ἐρήμου εὐθὺς ἀπανίσταται, καὶ κατὰ τὴν δύσοδον καὶ στενὴν ὁδὸν τὴν ἐπὶ τὴν Νέαν λεγομένην Ἤπειρον ἀπάγουσαν ἀναστήσας ἤλαυνεν, καὶ προπέμπει τοὺς ἱππεῖς τὰ ἄκρα τῇ στρατιᾷ προκαταληψομένους, καί, ἕως ἀνέλπιστοί εἰσιν, κατ' ἐκείνων χωρήσειν ἐξ ἐφόδου ἀθρόας ἐκκρούσοντας τὴν φυλακήν, ἥτις ἦν αὐτόθι. οἱ δὲ ὡς ἀνέβησαν, οἱ ἐπὶ τῷ τειχίῳ φρουροῦντες στρατιῶται τό τε πλῆθος ἰδόντες καὶ πρὸς τὸ αἰφνίδιον αὐτῶν καταπλαγέντες οὔτε εἰς ἀλκὴν ἔτι τραπέσθαι ὑπέμειναν οὔτε λογισμὸν ἔσχον ἀποζεῦξαι τὸ τείχισμα, ἀλλ' ὥρμησαν φεύγειν ὑπὸ τῆς ἐκπλήξεως ἀπερίοπτοι πάντων τῶν εἰς τὸν τότε καιρὸν ὠφελῆσαι δυναμένων. οἱ δὲ κατὰ πολλὴν ἐρημίαν προσιόντες ἐχώρουν, ἐπὶ τοῦ στόματος αὐτὸς ὁ Θευδέριχος, Σόας δὲ ὁ μέγιστος τῶν ὑπ' αὐτὸν στρατηγῶν τὸ μέσον εἶχεν, Θευδιμοῦνδος δὲ ὁ ἕτερος 159 τῶν Βαλαμήρου παίδων ἐπὶ τῆς οὐραγίας. Θευδέριχος μὲν οὖν προκαταβὰς καὶ θαρσῶν, ὡς οὐδεὶς ἦν αὐτοῖς ἐφεπόμενος, τοῖς ἐπὶ τῶν ἁμαξῶν καὶ τοῖς ἄλλοις σκευοφόροις εἶπε ἐπὶ σχολῆς προχωρεῖν· αὐτὸς δὲ ἠπείγετο φθάσαι προκαταλαβὼν ἣν ἂν δύναιτο πόλιν. καὶ πρὸς μὲν τὴν Λυχνιδὸν ἐπελθὼν ἀπεκρούσθη ἐπὶ ὀχυροῦ κειμένην καὶ πηγῶν ἔνδον πλήρη, καὶ σίτου προενόντος. ἀναστὰς δὲ ἐκεῖθεν τήν τε Σκαμπίαν αἱρεῖ, τῶν οἰκητόρων αὐτὴν πάλαι ἐκλελοιπότων, καὶ ἐξ αὐτῆς ὁρμήσας Ἐπίδαμνον λαμβάνει. Ἀδαμάντιος δὲ ταῦτα πυθόμενος προπέμπει τῶν ἱππέων τῶν βασιλείων τινά, οὓς μαγιστριανοὺς καλοῦσι, μεμφόμενός τε αὐτῷ παρὰ τὴν ὑπόσχεσιν τῆς πρεσβείας ποιοῦντι καὶ κελεύων ἠρεμεῖν καὶ μήτε πλοῖα λαβεῖν μήτ' ἄλλο τι τῶν παρόντων πλέον νεωτερίσαι, ἕως ἂν αὐτὸς ἔλθῃ· ἀποστεῖλαι δὲ καὶ ἄνδρα, ὅστις τὰ πιστὰ δώσει τῆς μετὰ τὴν πρεσβείαν αὖθις ἀναχωρήσεως καὶ τῆς ὅλης ἀδείας. ταῦτά τε πρὸς ἐκεῖνον ἐπέστελλε καὶ αὐτὸς ἄρας ἀπὸ Θεσσαλονίκης ἔρχεται εἰς Ἔδεσαν, ὅπου ἦν Σαβινιανός, σὺν δὲ αὐτῷ καὶ Φιλόξενος· καὶ τάς τε δέλτους αὐτῷ παρέχουσι καὶ στρατηγὸν ἀποφαίνουσι, καὶ περὶ τῶν παρόντων εὖ διεβουλεύοντο. καὶ τὸ μὲν ἐπιχειρεῖν τοῖς βαρβάροις πορευομένοις οὐκ ἀσφαλὲς ἐδόκει, ὀλίγων μὲν συνόντων αὐτῷ Σαβινιανῷ μισθοφόρων οἰκείων· τῆς δὲ δημοσίας στρατιᾶς καὶ τῶν κοινῶν ταγμάτων τῶν μὲν διεσπαρμένων κατὰ πόλεις, τῶν δὲ μετὰ τοῦ στρατηγοῦ Ὀνούλφου ἀκολουθούντων, ἐδόκει πέμπειν ἁπανταχοῦ προστάγματα συγκαλοῦντα τοὺς στρατιώτας καὶ τὸν στρατηγὸν δηλοῦντα προπέμπειν τὸν πρεσβευτήν. ἤδη δὲ ὁρμωμένοις ὁ παρὰ τοῦ Ἀδαμαντίου προαπεσταλμένος ἱππεὺς ἀπαντᾷ τὸν τῶν βαρβάρων ἔχων ἱερέα, ὃν οἱ Χριστιανοὶ καλοῦσι πρεσβύτερον, ὡς πίστιν τῆς ἀδείας αὐτῷ ἐπιθήσοντα. ἄγοντες οὖν αὐτὸν σὺν αὑτοῖς ἠπείγοντο καὶ ἀφικνοῦνται εἰς Λυχνιδόν. τῶν δὲ ἐκ τῆς πόλεως τῶν ἐν ταῖς ἀξίαις (παλαιόπλουτός τε γὰρ αὕτη καὶ εὐδαίμων ἡ πόλις) καὶ τῶν ἄλλων ἀπαντησάντων, εἰσέρχονται ἐνταῦθα. καὶ ἀποστέλλει πάλιν Ἀδαμάντιος εἰς Ἐπίδαμνον 160 κελεύων ἢ αὐτὸν τὸν Θευδέριχον εἴς τι τῶν περὶ Λυχνιδὸν χωρίων ἀπαντῆσαι μετ' ὀλίγων διαλεξόμενον αὐτῷ περὶ ὧν ἀπέσταλτο, ἤ, εἰ βούλοιτο αὐτὸν ἐλθεῖν εἰς Ἐπίδαμνον, πέμψαι ὁμήρους εἰς Λυχνιδὸν Σόαν τε τὸν αὐτοῦ στρατηγὸν καὶ Δαγίσθεον φυλαχθησομένους, ἕως ἂν αὐτὸς ἐπανέλθῃ. ὁ δὲ πέμπει μὲν τούτους, ἐκέλευσε δὲ αὐτοὺς
74
περιμεῖναι ἐν Σκαμπίᾳ καὶ προαποστεῖλαι ἄνδρα, ὃς τὸν Σαβινιανὸν ὁρκώσει ἦ μὴν ἐπανιόντος σῴου τοῦ Ἀδαμαντίου καὶ αὐτὸν τοὺς ὁμήρους ἀπαθεῖς ἀποπέμψαι. ὁ δὲ Σαβινιανὸς οὐκ ἂν ἔφη ὀμεῖσθαι· οὐδὲ γὰρ ἐν τῷ πρόσθεν χρόνῳ ὀμωμοκέναι ἐπ' οὐδενὶ πράγματι, καὶ τὸ πάλαι αὐτῷ δόξαν οὐκ ἂν νῦν καταλύσειν. καὶ τοῦ Ἀδαμαντίου λέγοντος ὡς ἀνάγκη συγχωρῆσαι τῷ καιρῷ ἢ ἄπρακτον εἶναι τὴν πρεσβείαν· οὐ γὰρ αὐτὸν ἀπελθεῖν μή τι καὶ ἐνέχυρον τοῦ σώματος λαβόντα· οὐδὲν μᾶλλον ἐπείσθη, ἀλλ' ἐκεῖνον μὲν ἔφη εἰδέναι τὸ ἑαυτῷ πρακτέον, αὐτὸν δὲ οὐδὲν ποιήσειν παρὰ τὸν αὑτοῦ νόμον. ἐνταῦθα Ἀδαμάντιος καταστὰς εἰς ἄπορον, λαβὼν στρατιώτας σʹ δι' ὄχθων τε ἀβάτων καὶ ὁδοῦ ἀδήλου μὲν τοῖς πολλοῖς, στενῆς δὲ καὶ ἀτριβοῦς καὶ τότε πρῶτον ἵππους, ὡς ἐλέγετο, δεξαμένης, ἀφ' ἑσπέρας ὁρμήσας καὶ κύκλῳ περιελθὼν ἔρχεται εἰς φρούριον Ἐπιδάμνου πλησίον ἐπὶ λόφου ὑψηλοῦ κείμενον καὶ ἄλλως ἄμαχον, ᾧ φάραγξ ὑπέκειτο βαθεῖα, καὶ παρὰ τὴν φάραγγα ποταμὸς βαθὺς ἔρρει. ἐνταῦθα μεταπέμπεται τὸν Θευδέριχον. καὶ ὁ μὲν ὑπακούσας ἔρχεται καὶ τὴν ἄλλην στρατιὰν πόρρω καταστήσας σὺν ὀλίγοις ἱππεῦσι πρὸς τὸν ποταμὸν ἀφικνεῖται. Ἀδαμάντιος δὲ κύκλῳ περὶ τὸν λόφον τάξας στρατιώτας, ὅπως μή τις κύκλωσις παρ' ἐκείνου γένηται, ὑποκαταβὰς εἰς πέτραν, ἀφ' ἧς ἦν ἀκουστόν, καὶ κελεύσας κἀκείνῳ τοὺς ἄλλους ἀποπέμψαι, μόνος διελέγετο μόνῳ. καὶ καταστὰς ὁ Θευδέριχος κατηγόρει Ῥωμαίων, ὡς ἐδόκει, δίκαια, λέγων ὅτι· ἐγὼ μὲν ἔξω τῆς ὅλης Θρᾴκης διατρίβειν ᾑρούμην πόρρω πρὸς τὴν Σκυθίαν, ὅπου μένων οὔτε ἐνοχλεῖν ἐνόμιζον οὐδένα, ἑτοίμως δὲ βασιλεῖ ὑπακούσεσθαι ἐντεῦθεν ἐς ὅ τι προστάξειεν. ὑμεῖς δὲ καλέσαντες ὡς ἐπὶ τὸν πόλεμον τὸν πρὸς Θευδέριχον πρῶτον μὲν ὑπέσχεσθε τὸν τῆς Θρᾴκης στρατηγὸν μετὰ τῆς δυνάμεως εὐθύς μοι παρέσεσθαι, ὃς οὐδαμοῦ ἐφάνη, ἔπειτα καὶ Κλαύδιον τὸν τοῦ Γοτθικοῦ ταμίαν σὺν τῷ ξενικῷ, ἥξειν, ὃν οὐδὲ αὐτὸν εἶδον, τρίτον καὶ ἡγεμόνας 161 ὁδῶν μοι δεδώκατε, οἳ τὰς εὐπορωτέρας τῶν ὁδῶν ἐάσαντες τὰς εἰς τοὺς πολεμίους φερούσας ἀπήγαγον δι' ὀρθίας ἀτραποῦ καὶ κρημνῶν ἀμφιρρόπων, ἐν οἷς παρὰ μικρὸν ἦλθον σὺν ἱππεῦσί τε ἰών, ὡς εἰκός, καὶ ἁμάξαις καὶ στρατοπέδων κατασκευῇ, ἐπιθεμένων ἡμῖν ἄφνω τῶν πολεμίων, ἅμα τῷ ἐμῷ πλήθει παντὶ ἀπολέσθαι καθάπαξ. ἐνταῦθα ἀναγκαίαν ἐβιάσθην σύμβασιν πρὸς αὐτοὺς ποιήσασθαι· οἷς χρὴ πολλὴν χάριν ἔχειν, ὅτι ὑφ' ὑμῶν προδοθέντα δυνάμενοι καὶ διαφθεῖραι διέσωσάν γε ὅμως. Ἀδαμάντιος δὲ τῶν τε τοῦ βασιλέως τιμῶν αὐτὸν ἀνεμίμνησκε καὶ ὅτι πατρίκιον καὶ στρατηγὸν ποιήσας, ἃ τοῖς πλεῖστα καμοῦσι παρὰ Ῥωμαίοις γέρα ἐστί, καὶ τῶν ἄλλων δωρεῶν καὶ πλούτου ἐνέπλησεν, ἀνθ' ὧν ἔδει μηδέποτε πρὸς αὐτὸν ἄλλως πως ἢ πρὸς πατέρα φρονεῖν τε καὶ διατίθεσθαι· καὶ τὰ τῶν παρ' αὐτοῦ ἐγκλήσεων (ἦν γὰρ οἶμαι ἀληθῆ) διακρούεσθαι ἐπειρᾶτο· καὶ ὅτι οὐκ ἀνεκτὰ ποιήσειεν ἐν πρεσβείας ἐλπίδι καταλαβὼν τὰ Ῥωμαίων, οἳ καὶ ἀποκεκλεισμένον ἐν Θρᾴκῃ ἔχοντες ὄρεσι καὶ ποταμοῖς καὶ περιβολῇ στρατοπέδων ὅμως συνεχώρησαν ἑκόντες διεξελθεῖν· οὐ γὰρ ἂν μὴ βουλομένων αὐτὸν ἐκεῖθεν κινηθῆναι, οὐδὲ εἰ δεκαπλασίαν εἶχε δύναμιν τῆς παρούσης. νῦν τε συμβουλεύειν αὐτῷ μετριώτερον ἑαυτὸν τῷ βασιλεῖ παρέχειν· οὐ γὰρ ἂν δυνηθῆναι τὴν Ῥωμαίων εἰς τέλος ὑπερβαλεῖν χεῖρα πανταχόθεν ἐφεστηκότων. δεῖν οὖν, εἰ αὐτῷ πείθοιτο, ἐκλιπεῖν μὲν τὴν Ἤπειρον καὶ τὰς αὐτόθι πόλεις (οὐδενὶ γὰρ εἶναι φορητὸν πόλεις οὕτω μεγάλας, τῶν οἰκητόρων ἐκβληθέντων, ὑπ' αὐτοῦ κατέχεσθαι), ἐλθεῖν δὲ εἰς τὴν Δαρδανίαν, ἐν ᾗ χώραν εἶναι πολλὴν παρὰ τὰ οἰκούμενα καλὴν μὲν καὶ εὔγειον, ἐνδεᾶ δὲ οἰκητόρων, ἣν δύναται γεωργῶν ἐν πᾶσιν ἀφθόνοις αὑτοῦ τὴν στρατιὰν διάγειν. ὁ δὲ Θευδέριχος αὐτὸς μὲν ἐπώμνυε ταῦτα βούλεσθαι, οὐ μέντοι ἀνέξεσθαι αὐτοῦ τὸ πλῆθος πολλὰ μὲν προτεταλαιπωρηκός, μόλις δὲ ἀναπαύσεως νῦν ἐπιλαβόμενον· οὓς οὐ δύνασθαι μήπω ἀναπνεύσαντας ἄγειν μακρὰν οὕτω πορείαν. ἀλλὰ νῦν μὲν αὐτοὺς ἐᾶν αὐτοῦ ἐπιχειμάσαι, μήτε πρόσω χωροῦντας ὧν ἔχουσι πόλεων μήτε ἐπιφθείροντας· συνθέμενον δὲ περὶ πάντων ἐπὶ τούτοις ἅμα τῷ ἦρι πέμψαι τὸν ἄξοντα ἐπὶ τὴν Δαρδανίαν † ἔνβως ἐπακολουθήσοντας. ἔλεγε δὲ 162 ὡς ἕτοιμος εἴη τὴν αὑτοῦ κατασκευὴν καὶ τὸ ἄμαχον πλῆθος καταθέμενος ἐν πόλει, ᾗ βούλοιτο βασιλεύς, καὶ ὁμήρους παρασχὼν τῆς ἁπάσης πίστεως τήν τε μητέρα καὶ τὴν ἀδελφήν, μετὰ ἑξακισχιλίων τῶν μάλιστα μαχίμων ἐλθεῖν ὡς τάχιστα εἰς Θρᾴκην· καὶ ὑπισχνεῖσθαι σὺν τούτοις καὶ τοῖς Ἰλλυριοῖς στρατιώταις καὶ ἄλλοις, ὁπόσους ἂν
75
βασιλεὺς ἀποστείλῃ, τοὺς ἐν τῇ Θρᾴκῃ Γότθους ἀναλώσειν ἅπαντας, ἐφ' ᾧτε, εἰ τοῦτο ποιήσοι, αὐτόν τε ἀντὶ Θευδερίχου στρατηγὸν γενέσθαι καὶ εἰσδεχθῆναι εἰς τὴν πόλιν τὸν Ῥωμαϊκὸν πολιτεύσοντα τρόπον· ἕτοιμος δέ, εἰ προστάξειε βασιλεύς, καὶ εἰς Δαλματίαν ἀπελθεῖν ὡς Νέπωτα κατάξων. Ἀδαμάντιος δὲ οὐκ ἔφη κύριος εἶναι οὐδὲν αὐτῷ συνθέσθαι μένοντι ἐν τῇ χώρᾳ, ἀλλὰ δεῖν βασιλέα πρῶτον περὶ τούτων πυθέσθαι. ἀνοίσειν οὖν ἐκείνῳ, καὶ αὐτὸς ἐπιμενεῖν, ἕως τὴν τοῦ κρατοῦντος διαπύθηται γνώμην. ἐπὶ τούτοις διελύθησαν ἀπ' ἀλλήλων. ἐν ὅσῳ δὲ Ἀδαμάντιος ἀμφὶ ταῦτα ἦν, συνεληλύθει μὲν πολλὰ τῶν ταγμάτων εἰς τὴν Λυχνιδὸν κατὰ τὴν τοῦ στρατηγοῦ ἀγγελίαν, λέγει δέ τις τῷ Σαβινιανῷ, ὡς οἱ βάρβαροι καταφρονήσαντες σχολαίτερον κατίασιν ἀπὸ τῆς Κανδαβείας, οἵ τε σκευοφόροι αὐτῶν καὶ τῶν ἁμαξῶν αἱ πλείους καὶ οἱ ἐπὶ τῆς οὐραγίας, ἐν οἷς καὶ Θευδιμοῦνδος ἦν ὁ τοῦ Θευδερίχου ἀδελφὸς καὶ ἡ μήτηρ ἡ τούτων, καὶ ὅτι ἔστιν ἐλπὶς τῶν πλειόνων κρατήσειν. ὁ δὲ τό τε ἱππικὸν μεθ' ἑαυτοῦ συντάξας καὶ πεζοὺς οὐκ ὀλίγους κύκλῳ διὰ τῶν ὀρῶν περιπέμψας καὶ προειπών, ὁπότε δεῖ καὶ πόθεν ἐκφανῆναι, δειπνήσας καὶ ἀναλαβὼν τὸ στράτευμα ἀφ' ἑσπέρας ἐχώρει, καὶ ἅμα τῇ ἡμέρᾳ αὐτοῖς ἐπιτίθεται ἤδη πορευομένοις. καὶ ὁ μὲν Θευδιμοῦνδος καὶ ἡ μήτηρ αὐτοῦ, ὡς εἶδον τὴν ἔφοδον, ταχὺ διεκπεσόντες ὑπέφυγον εἰς τὸ πεδίον καὶ τὴν γέφυραν, καθ' ἣν ὑπερέβησαν, εὐθέως ἀνελόντες, ἣ φάραγγι βαθείᾳ ἐπέζευκτο μέσῃ οὔσῃ τῆς ὁδοῦ, τὴν δίωξιν ἐκείνοις ἐπὶ τοὺς καταβάντας ἐποίησαν ἄπορον καὶ μέντοι καὶ τοῖς ἑαυτῶν ἀδύνατον τὴν φυγήν, ὥστε πρὸς ἀπόνοιαν ὀλίγοι ὄντες ὁμόσε τοῖς ἱππεῦσιν ἐχώρουν. ὡς δὲ ὑπὲρ κεφαλῆς οἱ πεζοὶ ἐφάνησαν κατὰ τὸ συγκείμενον, οὕτω δὴ ἐτράποντο, καὶ οἱ μὲν εἰς τοὺς ἱππεῖς, οἱ δὲ εἰς τοὺς ὁπλίτας ἐμπίπτοντες 163 ἔθνησκον. καὶ τὰς ἁμάξας αὐτῶν λαβὼν Σαβινιανὸς οὔσας ὡς δισχιλίας αἰχμαλώτους τε πλείους ἢ πεντακισχιλίους καὶ λείαν οὐκ ὀλίγην, τινὰς δὲ τῶν ἁμαξῶν καὶ κατακαύσας ἐν τῷ ὄρει, ἃς ἦν ἔργον ἑλκύσαι διὰ κρημνῶν τοσούτων, εἰς τὴν Λυχνιδὸν ἀφικνεῖται. καὶ εὑρίσκει Ἀδαμάντιον ἐκ τῆς πρὸς Θευδέριχον συνουσίας ἐπανελθόντα· οὐ γάρ πω Θευδέριχος ἐπέπυστο οὐδὲν τῶν ὑπὸ Σαβινιανοῦ ἐν τῷ ὄρει πραχθέντων. τοὺς μὲν οὖν αἰχμαλώτους τοὺς μὲν εὖ γεγονότας ἐν φυλακῇ ποιεῖται, τοὺς δὲ ἄλλους μετὰ τῆς λείας διέδωκε τοῖς στρατιώταις. ἁμάξας μέντοι πολλὰς κελεύσας ταῖς πόλεσι πρὸς τὰς τοῦ στρατοπέδου κατασκευάσαι χρείας, ὡς ἐλήφθησαν αὗται, ἀπεῖπε ταῖς πόλεσι μηδὲν ἐνοχλεῖσθαι, ὡς τὰς ἀρκούσας ἔχων. μετὰ δὲ ταῦτα γράφει μὲν Ἀδαμάντιος τῷ βασιλεῖ, ὡς ὑπέσχετο, τὰ πρὸς Θευδέριχον αὐτῷ διειλεγμένα, γράφει δὲ καὶ Σαβινιανὸς καὶ Ἰωάννης ὁ ὕπαρχος τὰ γεγενημένα, ἐπὶ μεῖζον ὀγκοῦντες καὶ λέγοντες μὴ χρῆναί τι τῷ βαρβάρῳ συνθέσθαι, ὡς ἐλπίδος οὔσης ἢ κατὰ κράτος αὐτὸν ἐξελάσειν τῆς χώρας ἢ αὐτοῦ μένοντα κατατρίψειν. ταῦτα δεξάμενος βασιλεὺς καὶ νομίσας πόλεμον εἰρήνης αἰσχρᾶς εἶναι βελτίω, πέμψας ἀνεκάλεσε τὸν πρεσβευτὴν ἐκεῖθεν, κελεύσας μηδὲν ἔτι πρὸς ἐκεῖνον συνθέσθαι, ἀλλ' εἰπεῖν Σαβινιανῷ καὶ Γέντονι, Γότθῳ μὲν ὄντι ἀνδρί, γυναῖκα δὲ Ῥωμαίαν τῶν περὶ τὴν Ἤπειρον γεγαμηκότι καὶ δύναμιν ἔχοντι, ἔχεσθαι τοῦ πολέμου πάσῃ χειρί, ὡς οὐδὲν βασιλέως πρὸς ἐκείνους συνθησομένου. καὶ συγκαλέσας τοὺς στρατιώτας ὁ Ἀδαμάντιος ἐπῄνεσεν αὐτοὺς τῆς προθυμίας καὶ ἐκέλευσε γενναίως ὥσπερ πάτριον αὐτοῖς ἔχεσθαι τῶν πραγμάτων, καὶ τὸ ἐκ βασιλέως ἐπανέγνω πρόσταγμα. ταῖς τε ἐλπίσιν αὐτοὺς μετεώρους ποιήσας, ὡς βασιλέως ἀεὶ πᾶσι τὴν προθυμίαν οὐκ ἄκαρπον ἐῶντος, εὐφημίας ἔτυχε καὶ μετὰ τιμῆς παρεπέμφθη. καὶ ὁ μὲν ἀπηλλάγη μηδὲν πλέον ποιήσας. 2. Ὅτι ἐπὶ Ζήνωνος τοῦ βασιλέως στάσεως γενομένης παρὰ Μαρκιανοῦ καὶ ἄλλων τινῶν, Θευδέριχος ὁ Τριαρίου μαθὼν τὰ γεγονότα καὶ ὑπολαβὼν καιρὸν νῦν αὐτῷ παρεστάναι τῇ πόλει ἐπιθέσθαι καὶ τῷ βασιλεῖ αὐτῷ, πᾶν εὐθὺς ἀναστήσας τὸ βαρβα 164 ρικὸν ἧκε, δῆθεν μὲν ὡς βουλόμενος αὐτῷ τε τῷ βασιλεῖ καὶ τῇ πόλει ἀμῦναι, πρόδηλος δὲ ὢν πᾶσιν ἐφ' ὅτῳ ἠπείγετο. βασιλεὺς δὲ ἀκούσας ἱππέα ἐξέπεμψε καὶ βασίλεια γράμματα τῆς μὲν προθυμίας αὐτὸν ἐπαινῶν, κελεύων δὲ ἀπελθεῖν, ὡς οὐκ ἔτι οὔσης χρείας, μὴ μόλις ἐκστᾶσαν ἐκ σάλου τοιούτου τὴν πόλιν αὖθις εἰς ὑπόνοιαν ἐμβαλόντες ἑτέραν τὸ θορυβεῖσθαι φιλοῦν εἰς χείρω καὶ μείζονα ἐκταράξωσι στάσιν. ὁ δὲ αὐτὸς μὲν ἔφη τῷ βασιλεῖ πείθεσθαι, τὸ δὲ πλῆθος οὐκ ἔτι δύνασθαι ἀναστρέφειν τοσοῦτόν τε συλλεγὲν καὶ μέρος τι οὐ βραχὺ ** διαναπαύων. ὑπέρ τε γὰρ τειχῶν
76
οὐδένα ἐνόμιζεν αὐτῷ ἀντιστήσεσθαι, μήτε ἐπάλξεως μηδεμιᾶς μήτε πύργου ἑστῶτος, καὶ εἰσελθόντι πάντα τὸν δῆμον προσέσεσθαι τῇ τῶν Ἰσαύρων ἀπεχθείᾳ. ἃ δὴ καὶ φοβούμενος Ζήνων ἐκπέμπει Πελάγιον χρήματα ἔχοντα πολλά, τὰ μὲν αὐτῷ Θευδερίχῳ, τὰ δὲ καὶ τῷ Γοτθικῷ τῷ παντὶ διδόασι, καὶ ἄλλας ὑποσχέσεις δωρεῶν οὐκ ὀλίγας. ἐλθὼν δὲ Πελάγιος καὶ τὰ μὲν ἀπειλήσας, τὰ δὲ ὑποσχόμενος, τὰ δὲ καὶ τοῖς χρήμασιν οὐκ ὀλίγοις γε οὖσι τὸ φύσει φιλάργυρον τοῦ βαρβαρικοῦ τρόπου μετελθών, διαπέμπει. καὶ ἔδοξε δὴ τοῦτο τοῦ φόβου τοῦ πλείονος ἀναφέρειν τὴν πόλιν· οὐδὲν γὰρ ἦν ἐλπίσαι εἰσιόντος ἢ πόλεμόν τε ἔνδον καὶ τοῦ παντὸς ἔμπρησιν. οὐδὲ γὰρ οἱ Ἴσαυροι ἁπλῶς ἀναχωρῆσαι βιαζόμενοι ἐπενόουν, ἀλλὰ κοντοὺς ὑψηλοὺς προπαρασκευάσαντες, λίνον ἐπ' ἄκροις αὐτοῖς προσδήσαντες καὶ θεῖον, πολλοὺς εἶχον ἑτοίμους, εἴ ποτε βιασθεῖεν, ἅπασαν ὑφάψαι τὴν πόλιν. καὶ ὁ μὲν Θευδέριχος οὕτως ἀπεχώρησεν. τοὺς δὲ περὶ Προκόπιον καὶ Βούσαλβον πολλάκις ἀποστέλλων παρὰ Θευδερίχου ἐξῄτει ἔνδειγμα τῆς εὐνοίας καὶ εὐπειθείας αὐτὸν τοῦτο ἀξιῶν παρασχέσθαι. ὁ δὲ πάντα μὲν ἔλεγε πείθεσθαι τῷ βασιλεῖ, μὴ μέντοι ὅσιον Γότθοις, ὥσπερ οὐδὲ ἄλλοις ἀνθρώποις, ἱκέτας καὶ σωτηρίας δεομένους ἀνθρώπους τοῖς λαβεῖν βουλομένοις ἐκδιδόναι προχείρως. ἐᾶν οὖν αὐτοὺς ἠξίου μηδενὶ πλὴν ἢ ὅσα ζῆν ὀχληροὺς ἐσομένους. καὶ οἱ μὲν οὕτω βραχύ τι γῄδιον νεμόμενοι παρὰ Θευδερίχῳ διῆγον. 3. Ὅτι Ζήνων ἀνὴρ ὢν ἀπόλεμος ἄγαν, καὶ πολλῆς παντα 165 χόθεν ταραχῆς ἐφεστώσης, ἔγνω πρὸς τὸν Βάνδιλον εἰς Καρχηδόνα πρεσβεύσασθαι καὶ Σευῆρον ἐκ τῆς βουλῆς πρεσβευτὴν αἱρεῖται, ἄνδρα καὶ σωφροσύνῃ διαφέρειν δοκοῦντα καὶ τῷ ἐθέλειν τὰ δίκαια, καὶ πατρίκιον αὐτὸν ποιήσας ἀποπέμπει, ὅπως ἐκ τῆς ἀξίας τῆς πρεσβείας τὸ σχῆμα κατασκευάσῃ σεμνότερον. καὶ ὁ μὲν ἐξέπλευσεν, ὁ δὲ Βάνδιλος, μαθὼν ὅτι ἥξοι πρεσβεία, φθάσας ἔκπλουν ποιεῖται καὶ Νικόπολιν εἷλεν. ὁ δὲ πρεσβευτὴς Σευῆρος διαβὰς ἀπὸ Σικελίας εἰς Καρχηδόνα ἀφῖκτο καὶ πολλὰ διὰ τὸν ἔκπλουν ἐμέμφετο τὸν Βάνδιλον. ὁ δὲ τὰ μὲν ἔλεγεν ὡς πολέμιος πρᾶξαι· τὸν δὲ περὶ τῆς εἰρήνης, ἐπειδὴ πρεσβεύοιτο, νῦν ἔφη λόγον προσδέχεσθαι. τοῦ δὲ Σευήρου τό τε σῶφρον τοῦ βίου θαυμάσας καὶ τῶν λόγων ἠγάσθη, καὶ τῆς δικαιοσύνης ἀεὶ πεῖραν λαμβάνων πᾶν ἕτοιμος ἦν ποιεῖν, ὅπερ ἐκεῖνος προβάλλοιτο. μάλιστα δὲ ἔδοξεν αὐτῷ δίκαιος εἶναι, ὅτι, τὰ χρήματα αὐτῷ τοῦ βαρβάρου διδόντος, καὶ τὰ πρέποντα δῶρα πρεσβευτῇ δωρούμενος ἀπεώσατο πάντα εἰπών, ὡς ἀντὶ τούτων δῶρόν ἐστιν εὔσχημον πρεσβεύοντι ἀνθρώπῳ τοὺς αἰχμαλώτους κομίσασθαι. ὁ δὲ τῆς διανοίας ἐπαινέσας τὸν ἄνδρα· οὓς μὲν ἐγώ, ἔφησεν, σὺν τοῖς ἐμοῖς υἱέσι τῶν αἰχμαλώτων ἀπέλαχον, τούτους σοι πάντας ἀφίημι· ἣν δὲ τὸ πλῆθος αὐτῶν κατενείματο μοῖραν, τούτους σοὶ μὲν ἐξέσται παρ' ἑκόντων, εἰ βούλει, πρίασθαι τῶν ἐχόντων, αὐτὸς δ' ἂν οὐ δυναίμην οὐκ ἐθέλοντας ταῦτα τοὺς εἰληφότας βιάσασθαι. ἐνταῦθα ὁ Σευῆρος ἀπέλυσε μὲν προῖκα οὓς αὐτὸς εἶχεν ὁ Βάνδιλος· ἃ δὲ εἶχε χρήματα καὶ ἐσθῆτας καὶ σκεύη πάντα ὑπὸ κήρυκι δημοσίᾳ πωλήσας τούτοις ὅσους ἴσχυσε τῶν αἰχμαλώτων ἐπρίατο. 4. Ὅτι Ζήνων ὁ βασιλεὺς πρὸς τὸν ἀρχηγὸν τῶν Γότθων πρεσβευσάμενος περὶ Ἡρακλείου τοῦ στρατηγοῦ τοῦ κρατηθέντος παρὰ τῶν Γότθων, ὑπέσχετο ἐπὶ λύτροις ἀφήσειν καὶ τὰ λύτρα ρʹ συνωμολόγησε τάλαντα. ταῦτα τοὺς προσήκοντας Ἡρακλείῳ Ζήνων ἐκέλευσε παρασχεῖν, ἵνα μὴ δοκοίη λελυμένος ὑπ' ἄλλων ἐν δούλου γενέσθαι σχήματι. πέμπεται δὲ εἰς Θρᾴκην τοῖς Γότθοις τὰ χρήματα. οἱ δὲ ἐδέξαντο μὲν καὶ δῆθεν ἐκ τῆς φρουρᾶς ἀνιᾶσιν Ἡράκλειον· προϊόντι δὲ αὐτῷ ἐν Ἀρκαδίου πόλει προστρέ 166 χουσί τινες Γότθοι, καὶ βαδίζοντι τῷ Ἡρακλείῳ τις ἐκ τῶν Γότθων βίᾳ τὸν ὦμον ἔπαισε. τῶν δὲ περὶ τὸν Ἡράκλειόν τις ἐπέπληξε τῷ Γότθῳ· καὶ πῶς, εἶπεν, οὔτε σαυτὸν οἶδας, ἄνθρωπε, οὔτε γινώσκεις ὃν ἔπληξας; ὁ δὲ πάνυ γινώσκειν ἔφη τὸν ὑπ' αὐτοῦ κάκιστα ἀπολούμενον· καὶ ἅμα σπασάμενοι ὁ μέν τις τὴν κεφαλὴν τοῦ Ἡρακλείου, ὁ δὲ τὰς χεῖρας ἀπέτεμεν. καί φασιν ὅτι κατὰ ἀνταπόδοσιν ἔπαθεν Ἡράκλειος· ἐλέγετο γάρ τινας τῶν ὑφ' αὑτῷ τελούντων στρατιωτῶν δόξαντάς τι πλημμελεῖν οὐκ ἄξιον θανάτου εἰς βόθρον καταβαλὼν πᾶν τὸ στράτευμα ἀναγκάσαι αὐτοὺς καταλεῦσαι. ἔκτοτε οὖν ἡ τοῦ θεοῦ ἀγανάκτησις εἰς αὐτὸν ἐτηρεῖτο. 5. Ὅτι *** φεύγειν τε καὶ πλανᾶσθαι καὶ μηδαμῶς δύνασθαι τῶν κακῶν ἀναπνεῦσαι,
77
παρ' οἷς μοι τοῦ πταίσματος ἤλπιζον εἶναι παραψυχήν. 6. Ὅτι τὸν ἄρχοντα Αἰγύπτου ἐπὶ μόλις χρυσίου λίτραις νʹ ἐκπεμπόμενον, ὥσπερ εὐδαιμονεστέρας γενομένης ἢ πρόσθεν, ἐπὶ πεντακοσίαις ὁμοῦ λίτραις ἀπέστειλεν. 7. Ὅτι ἐν τῷ αὐτῷ χρόνῳ ὁ Ζήνων αἰσθόμενος ὡς τὰ μὲν Θευδερίχου τοῦ παιδὸς Βαλαμήρου ἀεὶ ἀσθενέστερα καὶ ἐλάττονα γίγνοιντο, ὁ δὲ τοῦ Τριαρίου ἔθνη τε συναθροίζει καὶ συστρέφει δυνάμεις, ἐνόμισε βέλτιον ἐπὶ μετρίοις αὐτῷ, εἰ συμβῆναι βούλοιτο, καταλῦσαι τὴν ἔχθραν. καὶ πρέσβεις ἀποστείλας ἠξίου τόν τε υἱὸν παραδοῦναι ὅμηρον, ὡς πάλαι προυκαλεῖτο, καὶ ἰδιώτην ὄντα ἐν τοῖς ἑαυτοῦ μένειν μηδὲν ἐνοχλούμενον, ὥσπερ ᾔτησε τότε, λαβεῖν τε τὴν οὐσίαν ὁπόσης ἀφῄρητο καὶ τἄλλα ἡσυχάζειν οὐδὲν ἔχοντα κακὸν οὐδὲ ἑτέρῳ παρέχοντα. ὁ δὲ ἀπεκρίνατο ὅτι οὔτε τὸν υἱὸν ἔτι ὅμηρον δώσοι, οὔτε δύνασθαι ἔτι ἐκ μόνης τῆς οὐσίας ἰδιώτης διάγειν. ἕως μὲν γὰρ ἦν μόνος μήπω ἔθνη τοσαῦτα περὶ αὑτὸν ἔχων, μόνην ἂν τὴν οὐσίαν σφόδρα συστελλομένῳ ἴσως ἂν ἐπαρκέσαι· νῦν δέ, ἐπείπερ αὐτὸν εἰς ἀνάγκην τοῦ ἔθνη συλλέξαι κατέστησαν, ἐκ τῆς ἀνάγκης εἶναι ἢ τρέφειν τοὺς ἐλθόντας ἢ σὺν αὐτοῖς πολεμεῖν, ἕως παθὼν ἢ δράσας ἓν ἀναμφισβήτητον τῷ παντὶ πέρας ἐξοίσειεν. ταῦτα ὡς ἀπηγγέλθη, ἔδοξεν εἰς ἀκριβῆ κατασκευάζεσθαι πόλεμον. καὶ τάγματα μὲν πάντα, ὅσα τε πρὸς τῷ Πόντῳ καὶ κατὰ τὴν Ἀσίαν καὶ ὅσα τοῖς ἑῴοις ἐνίδρυτο μέρεσι, 167 κατὰ τάχος ἐκάλει, καὶ παρῆν πανταχόθεν οὐκ ὀλίγον τι πλῆθος. κατεσκευάζοντο δὲ ἅμαξαι σκευοφόροι καὶ βόες ἐωνοῦντο καὶ σῖτός τε καὶ ὅσα χρήσιμα στρατοπέδῳ πάντα ἐγίνετο ἕτοιμα, ὡς αὐτοῦ γε μέλλοντος Ἰλλοῦ ἐξιέναι. 8. Ὅτι ὁ Ζήνων Μαρτινιανὸν προβαλόμενος στρατηγόν, καὶ τοῦ στρατοῦ ἐς ἀταξίαν ἐλθόντος, ὡς ταῦτα καλῶς ἔχειν ἐδόκει, πέμπει ἄνδρας αὐτίκα παρὰ τὸν Βαλαμήρου λέγοντας, ὅτι οὐ δεῖ τρίβειν ἔτι τὴν μάχην, ἀλλ' ἔργου νῦν ἔχεσθαι καὶ πληροῦν τὰς ἐλπίδας, ἐφ' αἷς τῆς στρατηγίας ἠξιώθη Ῥωμαίων. ὁ δὲ ταῦτα ἀκούσας ἀντιπέμπει καὶ αὐτὸς ὡς Βυζάντιον πρέσβεις λέγων, ὡς οὐ πρότερον ἐγχειρήσοι τῷ ἔργῳ, εἰ μὴ καὶ ὁ βασιλεὺς καὶ ἡ σύγκλητος αὐτῷ ἐπομόσαιτο πᾶσα, ὡς οὐδέποτε ἐπὶ τῷ Τριαρίου συμβήσονται. οἱ μὲν οὖν ἀπὸ βουλῆς καὶ οἱ ἄρχοντες ὤμοσαν μὴ συμβαίνειν, εἰ μὴ βασιλεὺς θέλοι, αὐτὸς δὲ ὁ βασιλεὺς μηδὲν ἀποστήσεσθαι τῶν ἤδη συγκειμένων, εἰ μὴ πρῶτον ἐκεῖνον παραβαίνοντα ἴδοι. τούτων δὲ ὀμοθέντων, αὐτὸν μὲν Θευδέριχον ἔδοξε κινήσαντα τὴν αὐτοῦ δύναμιν ἐν Μαρκιανοῦ πόλει τὴν πᾶσαν ἱδρυμένην εἰς τὸ εἴσω ἐλαύνειν· ἐπειδὰν δὲ γένηται πρὸς ταῖς πύλαις τοῦ Αἵμου, τότε τὸν τῆς Θρᾴκης στρατηγὸν δισχιλίοις ἱππεῦσι καὶ ὁπλίταις μυρίοις ἀπαντῶντα συμμίξαι· ὑπερβάντι δὲ Αἷμον ἄλλην ἀπαντήσεσθαι δύναμιν πρὸς τῷ Ἕβρῳ καὶ Ἀδριανουπόλει, πεζοὺς μὲν δισμυρίους, ἑξακισχιλίους δὲ μετὰ τούτων ἱππέας. ἀπὸ δὲ Ἡρακλείας καὶ τῶν πρὸς Βυζαντίῳ πόλεων καὶ φρουρίων ἄλλην ἔλεγον εἶναι δύναμιν, εἰ δεήσοι, ὥστε μηδὲν ἐλλείπειν τῶν εἰς ἐλπίδα χρηστὴν συντελούντων τῷ ἔργῳ. ταῦτα ὑποσχόμενος ὁ Ζήνων τοῖς πρέσβεσι κατὰ τάχος ἐκπέμπει. ἄρας δὲ Θευδέριχος τῷ αὐτοῦ στρατεύματι ᾔει ἐπὶ τὰς πύλας, καθάπερ συνέκειτο. ἐρχομένῳ δὲ αὐτῷ οὔτε ὁ στρατηγὸς τῆς Θρᾴκης ἀπήντα οὔτε οἱ πρὸς τῷ Ἕβρῳ ὑποκαθῆσθαι λεγόμενοι, ἀλλὰ δι' ἐρημίας διελθὼν τὰ ἐν μέσῳ εἰς τοὺς περὶ Σόνδιν παραγίνεται χώρους· ὄρος δέ ἐστι τοῦτο ὑψηλόν τε καὶ μέγα καὶ ἄπορον ἐπελθεῖν, εἴ τις ἄνω κωλύοι· ἐν ᾧ στρατοπεδεύων ὁ Τριαρίου ἐτύγχανεν. κἀντεῦθεν προσβάλλοντες ἐξ ἐφόδων ἀλλήλοις ποίμνιά τε καὶ ἵππους 168 καὶ λείαν ἄλλην ἀφήρπαζον. ὁ δὲ τοῦ Τριαρίου συνεχῶς προσιππεύων ἐπὶ τὸ στρατόπεδον τὸ ἐκείνου ὕβριζε καὶ ὠνείδιζε πλεῖστα ἐπίορκόν τε καλῶν καὶ παῖδα καὶ ἄφρονα καὶ τοῦ γένους τοῦ κοινοῦ ἐχθρόν τε καὶ προδότην, ὅστις οὐ συνίησι τῆς γνώμης τῆς Ῥωμαίων μηδὲ ὁρᾷ τὴν σκέψιν, ὅτι αὐτοὶ βούλονται καθήμενοι ἡσυχῇ αὐτοὺς περὶ ἑαυτοὺς κατατρῖψαι τοὺς Γότθους. κἀκεῖνοι μὲν τὴν νίκην ἀκονιτὶ ἔχουσιν, ὁπότεροι πέσοιμεν, ἡμῶν δὲ ὁπότεροι τοὺς ἑτέρους φθείρουσι τὴν τοῦ λόγου Καδμείαν ἀποφέρονται νίκην ἐλάττους λειπόμενοι πρὸς τὴν Ῥωμαίων ἐπιβουλήν. νῦν γοῦν σὲ καλέσαντες καὶ ἐπαγγειλάμενοι παρέσεσθαι καὶ αὐτοὶ καὶ κοινῇ συστρατεύειν οὔτε ἐνταῦθα πάρεισιν οὔτε ἐπὶ τὰς πύλας ἀπήντησαν, ὡς εἶπον, μόνον τε ἀπέλιπον ἀπολέσθαι κάκιστα καὶ τῆς γε θρασύτητος δοῦναι δίκην ἀξίαν ᾧ προδέδωκας γένει. ταῦτα ἐπακούσαντες πολλοὶ τῶν ἐκ τοῦ πλήθους συνῇδον τοῖς λόγοις καὶ τῷ σφετέρῳ αὐτῶν
78
στρατηγῷ προσιόντες ἔλεγον ὡς εἰκότα ὀνειδίζοι ἐκεῖνος, καὶ ὅτι οὐ προσήκοι φθείρεσθαι περαιτέρω οὐδὲ τῆς συγγενείας τῆς κοινῆς ἀμελοῦντα τοῖς προδοῦσι προσέχειν. τῇ δὲ ὑστεραίᾳ πάλιν ἀναβὰς Θευδέριχος ἐπί τινα γήλοφον ὑπὲρ τοῦ στρατοπέδου τοῦ ἐκείνων ἐβόα· τί τοὺς ἐμοὺς συγγενεῖς, ὦ κάκιστε, ἀπόλλυς; τί τοσαύτας γυναῖκας ἐποίησας χηρεύειν; ποῦ δὲ οἱ τούτων ἄνδρες; ἢ πῶς ἐξαπόλωλε πάντων ἡ εὐπορία, ἣν ἔχοντες οἴκοθεν συνεστράτευσάν σοι; καὶ σύνδυο καὶ σύντρεις ἕκαστος ἵππους ἔχων νῦν ἄνιπποι χωροῦσι καὶ πεζοὶ καὶ διὰ Θρᾴκης ὥσπερ ἐν ἀνδραπόδων ἑπόμενοι μερίδι· ἀλλὰ † κελευθεροί τε καὶ γένους οὐ χείρονος, ἡ μεδίμνῳ χρυσίου ἐλθόντες ἀπομετρήσονται. ταῦτα ὡς ἐπήκουσε τὸ στρατόπεδον ἅπαν ἄνδρες τε καὶ γυναῖκες ὁμοῦ πάντες ᾔεσαν ἐπὶ τὸν Θευδέριχον τὸν αὐτῶν ἡγεμόνα κραυγῇ τε καὶ θορύβῳ ἀξιοῦντες συμβαίνειν, εἰ δὲ μή, ἀπολείψειν αὐτὸν ἔφασαν πάντες ἐς τὸ συμφέρον χωρήσαντες. ἐνταῦθα ἀποστέλλει πρὸς Θευδέριχον πρέσβεις, καὶ συνέρχονται ἄμφω παρὰ ποταμόν τινα ἐφ' ἑκατέρας ὄχθης. μέσον δὲ ποιησάμενοι τὸν ποταμὸν διελέγοντο, καὶ ποιοῦνται συνθήκας μὴ πο 169 λεμεῖν ἀλλήλοις, ** ὅσα ἡγοῖντο συμφέροντα. καὶ ταῦτα ὀμόσαντες πέμπουσιν ἄμφω πρέσβεις ἐπὶ τὸ Βυζάντιον. 9. Ὅτι Ζήνων, ἐπεὶ διέλυσε τὴν στρατιάν, πέμπει πρὸς Θευδέριχον τὴν εἰρήνην συνθέσθαι πρὸς αὐτὸν ὅπως καὶ δύναιντο. ἐν δὲ τούτῳ συστρέψας τὴν ἑαυτοῦ δύναμιν ὁ παῖς ὁ Βαλαμήρου ἐπὶ τὰ πρὸς Ῥοδόπην παραγίνεται μέρη, καὶ † κατατεινάμενος τὰ κάλλιστα τῆς χώρας τῶν Θρᾳκῶν ἅπαντα καὶ εἴ τι ἦν κτηνικὸν ἀφαρπάζει, ἐξέτριψε δὲ ἅπαν τὸ αὐτόθι γεωργοῦν, κτείνων τε καὶ εἰσπράττων ὅσα μὴ φέρειν ἠδύναντο. Θευδέριχος δὲ ταῦτα ἀκούων γινόμενα ἥδεσθαι μὲν ἔλεγεν ὅτι φίλος αὐτῶν καὶ υἱὸς λεγόμενος ταῦτα αὐτοὺς δρῴη, ἄχθεσθαι μέντοι ὅτι τῆς ἐκείνων ἀνοίας ἐν τοῖς γεωργοῖς βλέπει γινομένην τὴν δίκην, ὧν οὐδὲν φθειρομένων Ζήνωνά γε ἢ Βηρίναν οὐδ' ὁπωσοῦν ἐπιστρέφεσθαι. ὡς δὲ ἦλθον οἱ πρέσβεις, τίθενται τὴν εἰρήνην ἐφ' ᾧ τε μυρίοις μὲν καὶ τρισχιλίοις ἀνδράσιν οἷς θέλοι Θευδέριχος συντάξεις τε καὶ τροφὴν χορηγεῖν βασιλέα, δυοῖν δὲ αὐτὸν σχολῶν προβάλλεσθαι ἄρχοντα, ἀπολαβεῖν δὲ αὐτοῦ τὴν οὐσίαν, ὅσην πρότερον εἶχεν, λαβεῖν δὲ τὴν ἑτέραν τῶν δύο στρατηγιῶν τῶν περὶ βασιλέα, καὶ ἔχειν τὰς ἀξίας, εἰς ἃς ἤδη προῆκτο ὑπὸ τοῦ Βασιλίσκου. περὶ δὲ τῶν κηδεστῶν, εἰ μὲν ἐτελεύτησαν, ὡς ἔλεγεν ὁ Ζήνων, μηδὲν εἶναί οἱ πρᾶγμα· εἰ δὲ ζῶσι, λαβόντας ἥνπερ εἶχον οὐσίαν οἰκεῖν πόλιν, ἣν αὐτὸς δοκιμάσειε Ζήνων. ταῦτα ὡς συνέδοξε, παύσας τὸν Βαλαμήρου τῆς ἀρχῆς ὁ βασιλεὺς στρατηγὸν ἀντ' ἐκείνου Θευδέριχον ποιεῖται καὶ χρήματα ἔπεμψεν, ὅσα ἔδει αὐτίκα διανεῖμαι τοῖς Γότθοις. Τέλος τῆς ἱστορίας Μάλχου. Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς ἱστορίας Μενάνδρου. 1. Ὅτι ἐπειδὴ Μῆδοι τῇ περιμαχήτῳ τῶν Κόλχων χώρᾳ προσκαθεζόμενοι, ὡς ἂν ποιήσωνταί γε αὐτὴν κατήκοον, μετὰ πολλοὺς ὅσους ἀγῶνας χρόνου τε συχνοῦ τριβέντος αὐτοῖς οὐδέν τι περαιτέρω ἔδρασαν, ἀλλὰ γὰρ τά τε πλείονα τῆς Λαζικῆς καὶ ὁ Φάσις ἡ πόλις, ἔνθα λέγεται εἶναι τὰ τοῦ Αἰήτου βασίλεια, οὐδὲν ἧττον ὑπὸ Ῥωμαίους ἐτύγχανον ὄντα· τέλος δὲ ἔδοξε Ῥωμαίοις τε καὶ Πέρσαις, ὧν μὲν ἐν κατοχῇ ὑπῆρχον, εἴτε φρούρια εἴτε ἕτερα ἄττα, οὔτι μεταθεῖναι, εἶναι δὲ ἐν τῷ αὐτῷ μέχρις οὗ ἀσφαλέστερον διευκρινηθείη τὰ τῆς διαφορᾶς. καὶ τοίνυν ἐδόκει οὐκ ἄλλως, ἐκεχειρία τέ τις ἐγεγόνει ὅσον οὔπω τελεωτάτης εἰρήνης ἔχουσα ἐλπίδα, τά τε μέγιστα τῶν πολιτευμάτων ἡσυχίαν ἦγον. ἐπεὶ οὖν ταῦτα τῇδε ἐχώρει, καὶ οἵ γε ἀμφὶ τὸν Ζαβέργαν Οὖννοι πόρρω που τῆς Ῥωμαίων ἐπικρατείας ἀπεληλαμένοι ἐτύγχανον, τηνικαῦτα Ἰουστινιανός (ἐν νῷ γὰρ εἶχεν ὡς ἐλεύσονται καὶ αὖθις οἱ Κοτράγηροι δῃώσοντες τὰ ἐπὶ Θρᾴκης) ἐγκείμενός τε ἦν τῷ Σανδίλχῳ τῷ τῶν Οὐτιγούρων ἡγεμόνι, ἀνίει τε οὐδαμῶς παραινῶν πρεσβείας τε συχνὰς ἐκπέμπων καὶ ἄλλοτε ἄλλῳ τρόπῳ ἀνερεθίζων, ὡς ἂν ἀμωσγέπως ἐκπολεμώσῃ γε αὐτὸν ὡς τὸν Ζαβέργαν. προσετίθει δὲ ταῖς ὡς τὸν Σάνδιλχον ἀγγελίαις ὁ αὐτοκράτωρ ὡς, εἴ γε καταγωνίσοιτο τοὺς Κοτραγήρους, καὶ τὰ ὅσα ἐτήσια χρήματα ἐκ τῆς Ῥωμαίων ἐπικρατείας ἀπονεμηθέντα ἦσαν τῷ Ζαβέργᾳ μεταθήσειν ὡς αὐτόν. καὶ τοίνυν ὁ Σάνδιλχος (Ῥωμαίοις γὰρ ἐπιτήδειος ἐβούλετο εἶναι) βασιλεῖ ἐσήμηνεν ὡς πέφυκεν οὐχ ὅσιον
79
μὲν οὐδὲ ἄλλως εὐπρεπὲς τοὺς ὁμοφύλους ἀφανίσαι ἄρδην, μὴ ὅτι ὁμόγλωσσοί τέ εἰσι καὶ ὁμόσκηνοι ἡμῖν καὶ ὁμοίᾳ χρῶνται στολῇ καὶ διαίτῃ, ἀλλ' ὅτι καὶ ξυγγενεῖς καὶ ἑτέροις τισὶ τετά 171 χαται ἡγεμόσιν. ὅμως δ' οὖν (Ἰουστινιανὸς μὲν γὰρ ὁ τὰ τοιάδε ἐγκελευσάμενος) αὐτίκα τὴν ἵππον τοὺς Κοτραγήρους ἀφελόμενος οἰκεῖον ποιήσομαι κτῆμα, ὡς ἂν μὴ ἔχοιεν ὅτῳ ὀχούμενοι σίνοιντο τοὺς Ῥωμαίους. 2. Ὅτι Ἄμμιγος ὁ Φράγγος ἐστρατοπεδεύσατο ἀντικρὺ τοῦ ποταμοῦ Ἀττίσου, ᾗ προσδόκιμοι ἦσαν οἱ Ῥωμαῖοι διαβήσεσθαι. ὁ δὲ Ναρσῆς τοῦτο ἐγνωκὼς Παμφρόνιον, ὃς ἐν τοῖς βασιλέως πατράσιν ἐτέλει, καὶ Βῶνον, προεστῶτα τῆς αὐτοῦ βασιλέως περιουσίας, ἐκπέμπει πρεσβευσομένω ἄμφω ὡς Ἄμμιγον ἐδήλωσέ τε αὐτῷ ἐκποδὼν γενέσθαι καὶ μηδαμῶς πόλεμον αὖθις κινῆσαι κατὰ Ῥωμαίων· ἐκεχειρία γάρ τις ἐγεγόνει μεταξὺ τοῦ χρόνου Φράγγοις τε καὶ Ῥωμαίοις. ὁ δὲ Ἄμμιγος διὰ τῶν πρέσβεων ἀπεκρίνατο ὡς οὐκ ἐνδώσοι ποτὲ ἔστ' ἂν αὐτῷ τὸ ἀκόντιον οἵα τέ ἐστι κραδαίνειν ἡ χείρ. 3. Ὅτι ἀνὰ τὴν ἕω τε καὶ Ἀρμενίαν τελεωτάτη τις εἶναι εἰρήνη ἐδόκει, κατὰ δὲ τὴν Λαζικὴν ἐκεχειρία ἦν Ῥωμαίοις τε καὶ Πέρσαις. ἐπεὶ οὖν ὥσπερ ἡμιτελῆ τὰ τῆς εἰρήνης ὑπῆρχεν, ἐδέδοκτο δὲ Ῥωμαίων τε καὶ Περσῶν τοῖς βασιλεῦσι πληρεστάτην ἡσυχίαν ἄγειν, τούτου ἕνεκα Ἰουστινιανὸς στέλλει Πέτρον, ὃς τῶν κατὰ τὴν αὐλὴν ταγμάτων ἡγεῖτο, διαλεχθησόμενον Χοσρόῃ περὶ τῶν καθόλου σπονδῶν. καὶ τοίνυν ἀφικομένου ἐν τοῖς ὁρίοις τοῦ Δάρας κατάδηλόν τε ποιήσαντος τῷ τῶν ἑῴων βαρβάρων βασιλεῖ, ὡς πάρεστιν ἐπικηρυκευσόμενος ἀμφὶ τοῦ καταθέσθαι τὰ ὅπλα ἑκασταχόσε, ἐκπέμπεται αὐτόθι καὶ Περσῶν πρεσβευτής, ᾧ δῆτα ὑπῆρχε μὲν ἀξίωμα τὸ Ζίχ, μέγιστόν τι τοῦτο παρὰ τοῖς Πέρσαις γέρας, προσηγορία δὲ αὐτῷ Ἰεσδεγουσνάφ· οὗτος δὲ παρευναστὴρ τοῦ κατ' αὐτὸν βασιλέως ὑπῆρχε. καὶ τοίνυν ἐν ταὐτῷ γενόμενοι οἱ πρέσβεις, καὶ τῶν κατ' αὐτῶν ἐπιχωρίων ἀρχόντων εἰς ἓν ξυναθροισθέντων, κατέστησαν ἐς ἐκκλησίαν. καὶ Πέτρος ὁ τῶν Ῥωμαίων πρεσβευτὴς ἀποχρώντως ἔχων τῆς τε ἄλλης παιδείας καὶ τῆς τῶν νόμων ἔλεξεν ὧδε· πάρεσμεν, ὦ ἄνδρες Πέρσαι, πρὸς τοῦ Ῥωμαίων βασιλέως σταλέντες. ὁποῖος δὲ ὁ καθ' ἡμᾶς βασιλεὺς 172 περιττὸν ἂν εἴη λέγειν, τῶν πραγμάτων τὸν ἄνδρα διηγουμένων ὑμῖν. πάρειμι μὲν οὖν ἐφ' ᾧ τὰ τῆς ἤδη γεγενημένης ἐς τελεωτάτην εἰρήνην μετασκευάσαι. ἀναδιδάξαι δὲ βούλομαι πρότερον πρὸς οἵαν ὑμῖν πολιτείαν καὶ ὅσην αἱ σπονδαὶ βεβαιωθήσονται. ἀλλ' εἰ καί τις μεγαλορρήμων εἶναι δόξω τὸ συνοῖσον ἀμφοτέραις ταῖς πολιτείαις θηρώμενος, μὴ ἀχθεσθῆτε τῇ περιττολογίᾳ. οὐκ ἐς μακρὰν γὰρ ἐν δέοντι δόξει τὰ τοιαῦτα λελέχθαι, ἐπαινεθήσομαί τε πρὸς ὑμῶν, τῶν πραγμάτων ὑμᾶς ἀναδιδασκόντων τὴν ἐκ τῶν λόγων ὠφέλειαν. γενήσονται τοίνυν ὑμῖν αἱ ξυνθῆκαι πρὸς Ῥωμαίους. ἀρκέσει δὲ Ῥωμαίους εἰπεῖν· δηλοῖ γὰρ ἡ προσηγορία τὰ λειπόμενα. χρεὼν οὖν ὑμᾶς ὡς πρὸς τοσαύτην πολιτείαν σπεισομένους καὶ οὐ περὶ βραχέων βουλευομένους τὰ κάλλιστά τε καὶ τὰ ξυνοίσοντα μᾶλλον ἑλέσθαι, καὶ ἀντὶ τῶν ἀδήλων τοῦ πολέμου τὸ προδηλότατον πᾶσιν ἀνθρώποις τὴν εἰρήρην ἀγαθὸν ἀσπάζεσθαι. καὶ μή τις ὑμᾶς ἀπατάτω λογισμὸς ὡς νενικήκατε Ῥωμαίους, ἐπηρμένοι τῷ τὴν Ἀντιόχειαν ἁλῶναι πρὸς ὑμῶν καὶ ἄττα Ῥωμαϊκὰ χωρία. τὸ γὰρ ὑπερβάλλον τῆς Ῥωμαϊκῆς εὐτυχίας ὁ θεὸς ἐκόλασεν ἐν τούτῳ, τῷ μὴ νομίζειν ἄνθρωπον ἀνθρώπου διαφέρειν πολύ. καὶ εἰ μὲν τὸ φύσει δίκαιον ἐκράτει, οὔτε ῥητόρων οὔτε νόμων ἀκριβείας οὔτε μὴν ἐκκλησίας καὶ τῆς περὶ ταῦτα ποικιλίας τῶν λόγων ἔδει· αὐθαίρετα γὰρ τοῖς βιωφελέσι τῶν πραγμάτων προσετέθημεν. ἐπειδὴ δὲ πάντες ἄνθρωποι δίκαια καθεστάναι νομίζομεν προσδεῖ καὶ τῆς ἐκ τῶν λόγων τερθρείας ἡμῖν. τοιγαροῦν καὶ ἐς ἐκκλησίαν ξυνεληλύθαμεν, ὡς ἂν πείσοιμεν ἕκαστοι † τοὺς δεινότητι λόγων ἐπιεικεῖς εἶναι. ὅτι μὲν οὖν ἀγαθὸν εἰρήνη καὶ τοὐναντίον πονηρὸν ὁ πόλεμος οὐδεὶς ἀντερεῖ. εἰ γὰρ καὶ παρὰ τὴν κοινὴν τῶν ἀνθρώπων δόξαν βέβαιον ἡγησόμεθα τὸ νικᾶν, οἶμαι τὸν νενικηκότα κάκιστα ζῆν ἐξ ὧν δακρύουσιν ἕτεροι. οὕτω δήπου καὶ τὸ κρατεῖν λυπηρόν, μήτι γε τὸ κρατεῖσθαι λυπηρότερον. διὸ τοίνυν ὁ καθ' ἡμᾶς βασιλεὺς ἀπέσταλκε σπεισομένους ἡμᾶς καὶ προτέρους ἱκετεύσοντας καταθέσθαι τὸν πόλεμον, οὐχ ὡς δεδιὼς μὲν τὰ πολέμια, φοβούμενος δὲ μὴ προφθάσοιτε διαλεγόμενοι πρότεροι περὶ τῆς εἰρήνης τῆς φιλτάτης ἡμῖν. μὴ δῆτα οὖν, ὡς † πρὸς τῆς τῶν θορύβων ἀπαλλαγῆς, 173 τὰς κατ' ἀλλήλων ἐπεκτείνωμεν δυσμενείας. πολιτείας γὰρ εὖ πολιτευομένης ἀλλότριον πέφυκέ πως τὸ μὴ στοχάζεσθαι τῶν ξυμβησομένων
80
ἐκ τοῦ πολέμου. διαγραφέτω τις ὑμῶν ἐν ταῖς ψυχικαῖς θεωρίαις ὥσπερ παρόντας τοὺς πεπτωκότας κατολοφυρομένους, ἀναλογιζέσθω καὶ τὰς καιρίας τῶν πληγῶν ἐπιδεικνύντας ἀποικτιζομένους τε καὶ ἐπεγκαλοῦντας ὡς τῇ τῶν κρατούντων ἀβουλίᾳ διέφθαρται τὸ ὑπήκοον· εἶτα τοὺς περιόντας εἰσπράττοντας ἡμᾶς τοὺς ἀπολωλότας τυχὸν μὲν γονεῖς, τυχὸν δὲ παῖδας, ξυμβὰν δὲ τοὺς φιλτάτους ἢ τὸν ὁντιναοῦν καὶ ἁπλῶς ἄνθρωπον. ἐνθυμηθῶμεν χηρωθείσας τὰς οἰκίας ἀνδρῶν καὶ τὴν νεωτάτην ἡλικίαν ὀρφανισθεῖσαν, καὶ πανταχοῦ μεριζόμενον τὸν θρῆνον ἐφ' ἑκάστῳ συγγενείας ὀνόματι. εἰ γὰρ καὶ δοίημεν τὸ πίπτειν ὑπὲρ πατρίδος εἶναι καλόν, πάσης ἀφροσύνης ἐστὶν ἀνάπλεων δύνασθαι μὲν ἄνευ κινδύνων χάριν ἐκτίνειν τῇ θρεψαμένῃ, τῷ δὲ δοκεῖν μειονεκτεῖσθαι τῶν ἀντιπάλων μὴ βούλεσθαι. οἶμαι δὲ καὶ τὴν Περσίδα γῆν καὶ τὴν Ῥώμην αὐτήν, εἴπερ ἠδύναντο φωνὰς ἀφιέναι, ταῦτα δήπουθεν ἡμᾶς ἀντιβολεῖν. μὴ οὖν αἰσχυνθῶμεν τοῦ πολέμου καταθέσθαι τὸ φορτίον· τὸ γὰρ ἐπικαίρως ἅπαντα πράσσειν μᾶλλον ἡμῖν προσοίσει τῆς ἀνδρείας τὴν εὔκλειαν. μηδέ τις ἡμῖν ἐς προκάλυμμα τοῦ μὴ ἐθέλειν κατατιθέναι τὰ ὅπλα τοῦτο δὴ τὸ κάλλιστον τὴν εἰρήνην δυσεύρετον εἶναί τι χρῆμα καὶ δυσπόριστον εἴποι. οὐ γάρ, ὡς οἴονται πολλοί, τὰ κάκιστα μὲν προχειρότατα καὶ αὐθαίρετα προσίπταται τοῖς ἀνθρώποις, τὰ δὲ αὖ βέλτιστα τῶν πράξεων διαδιδράσκει τε καὶ διολισθαίνει καὶ δυσάλωτα πέφυκέ πως. πᾶν γὰρ ἀγαθόν τε καὶ κακὸν τῇ ἀνθρωπίνῃ ταλαντεύεται γνώμῃ, καὶ τῷ βουλομένῳ προσδέχεται τὴν ῥοπήν. ἀρκέσει δ' οὖν ἡμῖν ὁ πόλεμος πρότερον, ἤπερ ἡμεῖς αὐτῷ μὴ ἀρκέσωμεν. οὐ γὰρ ὅπερ ἄμεινον οἴεταί τις τὸ συνοῖσον ἀκριβῶς ἐν τούτῳ γνωρίζεται. οὐ δεῖ τοιγαροῦν ὑμᾶς ἐπαιρομένους τοῖς φθάσασιν ἀπειροκαλίας ἑαυτοῖς περιτιθέναι γνωρίσματα. μία γὰρ καὶ ἡ αὐτὴ φύσις ἀνθρώπων, καὶ τὸ παθεῖν ὁμοίως ἐστὶν ἓν ἅπασιν, καὶ οὐ δεῖ νομίζειν τὸ ὁμοιογενὲς διαλλάττειν φύσει τινί. ἀσφαλέστατον δέ πως ἐνέχυρον καὶ τὸ ξυνεστάναι τὸ ἀντιπολιτευόμενον. ἕως γὰρ ἄνθρωποι φανερῶς ἔχουσι πρὸς τὸν ἀντίπαλον 174 εὖ, παιδεύονται τὸ ἀνδρεῖον, καταλύοντος δὲ μὴ φαινομένου τοὺς ἀντερείδοντας, καὶ τὴν σφῶν αὐτῶν συγκαταλύουσι δύναμιν, καὶ ὑφ' ὧν οὐκ ἄξιοι νενικημένοι τυγχάνουσιν. ταῦτα καὶ θεὸν τὸν καθ' ἡμᾶς μαρτύρομαι καὶ τοὺς καθ' ὑμᾶς εἰ θεοὶ εἴτουν ἕτεροί τινες τυγχάνουσιν, εἴγε καὶ Πέρσαις οὕτω δοκεῖ. τοσαῦτα εἶπεν ὁ Πέτρος. Ὁ δὲ Ζὶχ ἀκηκοώς (δεινότατος γὰρ ἐσότι καὶ οἷος βαρβάρῳ γλώττῃ καὶ βραχυλογίᾳ τὸ δέον εἰπεῖν) ὑπολαβὼν ἀντέλεξεν ὧδε· ὡς μὲν οὐκ εἰκότα καὶ δίκαια πρεσβεύετε, ὦ ἄνδρες Ῥωμαῖοι, τίς ἀπάνθρωπος καὶ θηριώδης οὕτω φήσαι. κοινῇ γὰρ πᾶσιν ἀνθρώποις ἀγαθὸν εἰρήνη δοκεῖ. ἐγὼ δὲ κατεπλάγην ἂν ταῖς κομψολογίαις, εἰ μὴ Ῥωμαῖοι μὲν ὑμεῖς, ἡμεῖς δὲ Πέρσαι ἐτυγχάνομεν ὄντες. μὴ οὖν οἴεσθε περιόδῳ ῥημάτων λήσειν ἡμᾶς ὁποῖοί τινες καθεστῶτες ἥκετε τευξόμενοι τοῦ συνοίσοντος. ἐπειδὴ δὲ προβάλλεσθε τὴν εἰρήνην ὥσπερ παραπέτασμα τῆς δειλίας καὶ ταύτῃ τὸ φανερώτατον τῆς ἀτιμίας ἐπισκιάζειν οἴεσθε, βραχέα διαλεχθείην· οὐ γὰρ σύνηθες ἀνδρὶ Πέρσῃ περιττολογίᾳ διεξιέναι τῶν πραγμάτων τὰ καίρια. Χοσρόης ὁ πάντων ἀνθρώπων, εἴπερ βούλεται, βασιλεὺς οὔτε τὴν Ἀντιοχείας ἅλωσιν ἐγκαλλώπισμά τι καὶ ἐγκώμιον ἑαυτῷ περιτίθησιν· εἰ γὰρ καὶ φοβερὸν ὑμῖν καὶ ἐργωδέστατον εἶναι δοκεῖ τὸ παρ' ἡμῶν πραχθέν, ὅμως ἡμεῖς πάρεργον ἡγούμεθα τὸν ὁντιναοῦν τῶν πολεμίων νικᾶν· πεπαιδεύμεθα γὰρ ἀκριβῶς τὸ κρατεῖν, καθ' ὅσον τὰ λοιπὰ τῶν ἀνθρώπων γένη κρατεῖσθαι μεμαθήκασιν ὑφ' ἡμῶν· οὔτε μὴν ἑτέρας Ῥωμαϊκῆς πόλεως καταστροφὴ πρὸς ὄγκον ἡμᾶς ἐξαίρει ποτέ. τὸ γὰρ προχειρότατον ἡμῖν οὐ θαυμαστόν. καὶ ταῦτα μὲν ἀρκέσει πρὸς ἔλεγχον τῆς μάτην ἀπερριμμένης παρ' ὑμῶν ἀδολεσχίας. Ῥωμαῖοι δὲ τὸ σύνηθες πράττουσι περὶ σπονδῶν πρότεροι διαλεγόμενοι Πέρσαις. ἡσσηθῆναι πρὸς ἡμῶν νενικήκατε τῷ τάχει προτερήσαντες τὴν εἰρήνην αἰτεῖν, καὶ ταύτῃ τὴν ἐν τοῖς πολέμοις ἀδοξίαν ἐπικαλύπτετε, τῷ δῆθεν μὴ ἐφιέμενοι μάχης ἐπιεικεῖς εἶναι δοκεῖν. ὅπερ ἂν ἡμεῖς, εἴπερ ἐμελλήσατε, καὶ κρατοῦντες ἐπράξαμεν. ὅμως δεχόμεθα τοὺς λόγους, τὴν εἰρήνην περὶ πλείστου ποιούμεθα. φρόνημα γὰρ εὐγενὲς τῷ πρέποντι ξυμμεταρρυθμίζειν τὰ πράγματα. Οὕτω δὲ καὶ τοῦ Ζὶχ εἰπόντος, οἱ ἀμφοτέρων ἑρμηνεῖς διασαφηνίσαντες ἐφ' ἑκάτερα μέρη τὰ ῥήματα διδάσκαλοι τῶν 175 νοημάτων ἐγίγνοντο, πλείστων καὶ ἑτέρων ἀπερριμμένων λόγων, νῦν μὲν αὐτοῦ τοῦ χρειώδους χάριν, νῦν δὲ καὶ κόμπου ἕνεκα καὶ τοῦ μὴ δοκεῖν ἧττον ἔχοντας τῆς εἰρήνης ἐφίεσθαι. Πέρσαι μὲν διηνεκεῖς ἠξίουν ἔσεσθαι τὰς σπονδάς, πρὸς δέ γε καὶ χρυσίον
81
ῥητὸν ἐφ' ἑκάστῳ ἐνιαυτῷ ὑπὲρ τοῦ μὴ κεχρῆσθαι τοῖς ὅπλοις κομίζεσθαι ἀπὸ Ῥωμαίων· καὶ τεσσαράκοντα μὲν ἐτῶν, τὸ γοῦν ἐλάχιστον τριάκοντα, προειληφότας † ἐκτὸς συντελεσθησομένῳ ἐν ἑνὶ συναθροισμῷ, οὕτω βούλεσθαι κατατιθέναι τὰ ὅπλα. Ῥωμαῖοι δὲ τοὐναντίον ὀλιγοχρονίους τὰς ξυνθήκας εἶναι ἐβούλοντο, πρὸς τοῖς μήτε μὴν κατατιθέναι τι ὑπὲρ τῆς εἰρήνης. ἁμίλλης δὲ περὶ τούτου ἐπὶ μέγα κινηθείσης, καὶ λόγων προελθόντων ἥκιστα ὀλίγων, τέλος ἔδοξεν ὥστε ἐπὶ νʹ μὲν ἔτη ξυνεστάναι τὴν εἰρήνην, Ῥωμαίοις δὲ ἀποδοθῆναι τὴν Λαζικήν· στερράς τε εἶναι καὶ ἐρρωμένας τὰς συνθήκας καὶ κρατεῖν ἑκασταχόσε, τοῦτο μὲν κατὰ τὴν ἕω, τοῦτο δὲ καὶ ἐν Ἀρμενίᾳ, ἀλλὰ γὰρ καὶ ἐν αὐτῇ δήπου τῇ Λαζικῇ, οὕτω μέντοι ὡς λʹ χιλιάδας ἐτησίας χρυσίου νομίσματος ἀποφέρεσθαι Πέρσας τῆς εἰρήνης ἕνεκα ἀπὸ Ῥωμαίων. ἐβεβαιώθη δὲ τοῦτο ὥστε Ῥωμαίους ἐν ὁμάδι δεκαετίας ποσότητα προπαρασχεῖν οὕτω· παραχρῆμα μὲν ἐνιαυτῶν ἑπτά, καὶ μετὰ τὴν τῶν ζʹ ἐτῶν παραδρομὴν οὐκ ἐς ἀναβολὴν κατατιθέναι τῶν λοιπῶν τριῶν ἐτῶν τὴν συντέλειαν· εἶθ' οὕτω καθ' ἕκαστον ἔτος πορίζεσθαι Πέρσας τὸ ὡρισμένον ἐνιαυσιαῖον. ἔδοξε δὲ καὶ περὶ τοῦ κατασκαφῆναι τὸν μοναστήριον οἶκον τὸν λεγόμενον Σεβανὸν καὶ ἱδρυμένον ἐν τοῖς μεθορίοις, καὶ ἀπολήψεσθαι Ῥωμαίους τὸν τόπον, Ῥωμαίων μὲν καθεστῶτα ἀπ' ἀρχῆς, Περσῶν δὲ παρασπονδησάντων καὶ ἐν κατοχῇ τούτου ἤδη γενομένων τείχει τε κατησφαλισμένων τὸ ἱλαστήριον. οἱ δὲ ἀλλὰ γὰρ οὔτε ἐς τέλεον κατέσκαψαν οὔτε μὴν ἐνεχείρισαν Ῥωμαίοις. ταῦτά τοι οὐδὲ ἐν ταῖς σπονδαῖς ἐμφέρεται. ἐστέρχθη δὲ ὥστε τὰς λεγομένας τῇ Λατίνων διαλέκτῳ σάκρας ἐξ ἀμφοῖν τοῖν βασιλέοιν αὐτοῦ ἀποκομισθῆναι ἐπιβεβαιούσας ἅπαντα ὅσα πρὸς τῶν πρέσβεων ἐμπεδωθέντα ἐτύγχανε. καὶ τοίνυν τὰ τοιάδε ἐστάλη αὐτόθι. ξυνέβησαν δὲ καὶ ἐς τοῦτο ὥστε κατὰ μίαν μοῖραν προελθεῖν τὴν καλουμένην σάκραν ἐκ τοῦ Ῥωμαίων βασιλέως ἐπιψηφιζομένην περὶ τῶν προδοθησομένων χρημάτων τῆς τριετίας μετὰ τὸν ἕβδομον ἐνιαυτόν, ὡς καταθήσουσι ταῦτα Ῥωμαῖοι Πέρσαις. ἐκυρώθη δὲ ὥστε καὶ ἐκ τοῦ βασιλέως Περσῶν ὁμολογίαν ἐν γράμμασι προελθεῖν ὡς, ἡνίκα πορίσαιντο Πέρσαι τῶν τριῶν ἐτῶν τὸ ὀφειλόμενον χρυσίον, βασιλεῖ Ῥωμαίων τὸ περὶ τοῦ τοιοῦδε βεβαιωτικὸν ἀναδοθήσεται γράμμα. ἡ μὲν τοῦ Ῥωμαίου αὐτοκράτορος περὶ τῆς εἰρήνης ὁμολογία τὴν συνήθη φέρουσα προγραφὴν γνώριμος ἡμῖν ἐς τὰ μάλιστα τυγχάνει· ἡ δὲ τοῦ Περσῶν βασιλέως γράμμασι μὲν ἐγράφη Περσικοῖς, τῇ δὲ Ἑλληνίδι φωνῇ κατὰ ταῦτα δήπουθεν ἰσχύει τὰ ῥήματα· Θεῖος, ἀγαθός, εἰρηνοπάτριος, ἀρχαῖος Χοσρόης, βασιλεὺς βασιλέων, εὐτυχής, εὐσεβής. ἀγαθοποιός, ᾧτινι οἱ θεοὶ μεγάλην τύχην καὶ μεγάλην βασιλείαν δεδώκασι, γίγας γιγάντων, ὃς ἐκ θεῶν χαρακτηρίζεται, Ἰουστινιανῷ Καίσαρι, ἀδελφῷ ἡμετέρῳ. ἡ μὲν οὖν προγραφὴ οὕτω πη ἐδήλου, ἀτὰρ ἡ δύναμις τῶν λεχθέντων τοιάδε ὑπῆρχεν. εἴποιμι δὲ αὐτήν γε δήπου τῶν λόγων τὴν συνθήκην· ἀναγκαῖον γὰρ ἔγωγε ᾠήθην χρῆσθαι οὐκ ἄλλως, ὡς ἂν μὴ ὑποτοπήσοι τις ἑτέρᾳ φράσει παρατετράφθαι τι τῶν ἀληθῶν· εἶχε δὲ οὕτω· Χάριν ἀπονέμομεν τῇ ἀδελφότητι τοῦ Καίσαρος περὶ τῆς χρείας τῆς εἰρήνης τῆς μεταξὺ τούτων τῶν δύο πολιτειῶν. ἡμεῖς μὲν Ἰεσδεγουσνὰφ θείῳ κουβικουλαρίῳ ἐκελεύσαμεν καὶ ἐξουσίαν δεδώκαμεν, ἡ ἀδελφότης τοῦ Καίσαρος Πέτρῳ μαγίστρῳ τῶν Ῥωμαίων καὶ Εὐσεβίῳ ἐκέλευσε καὶ ἐπέτρεψε καὶ ἐξουσίαν δέδωκε λαλῆσαι καὶ τρακταΐσαι. καὶ ὁ Ζὶχ καὶ ὁ λεγόμενος παρὰ Ῥωμαίοις μάγιστρος καὶ Εὐσέβιος τὰ περὶ τῆς εἰρήνης κοινῶς ἐλάλησαν καὶ ἐτρακτάϊσαν, καὶ ἐτύπωσαν τὴν εἰρήνην πεντήκοντα ἐνιαυτῶν, καὶ ἔγγραφα πάντες ἐσφράγισαν. ἡμεῖς οὖν, καθ' ἃ ὁ Ζὶχ καὶ ὁ μάγιστρος τῶν Ῥωμαίων καὶ Εὐσέβιος ἐποίησαν, βεβαίως ἔχομεν τὴν εἰρήνην καὶ ἐμμένομεν αὐτοῖς. οὕτω μὲν ἐπὶ λέξεως εἶχεν. ὁμοιοτρόπως δὲ καὶ ἡ τοῦ Ῥωμαίων βασιλέως ἐτύγχανεν οὖσα ὁμολογία, ἄνευ τῆς προγραφῆς ἧς εἶχε 177 τὸ βασίλειον γράμμα τὸ Περσικόν. καὶ ἐν τοιοῖσδε ὁ ξύλλογος διελύθησαν. ἐν δὲ δὴ ἑτέρᾳ ξυνελεύσει μεγαλαυχοῦντος τοῦ Ζὶχ καὶ ἐπὶ Χοσρόῃ βασιλεῖ κομπολογίᾳ χρωμένου φάσκοντός τε, ὡς ἀμαχώτατός τέ ἐστι καὶ νίκας περιεβάλετο πολλὰς καὶ ὡς, ἐξ οὗ χρόνου τὴν κίδαριν ἀνεδήσατο, ἀμφὶ τὰ δέκα ἔθνη καταγωνισάμενος κατέστησεν ἐς φόρου ἀπαγωγήν, καὶ ὅτι τὴν τῶν Ἐφθαλιτῶν κατεστρέψατο δύναμιν καὶ μὲν οὖν βασιλεῖς ἐχειρώσατο πλείστους, καὶ ὡς ἄγανταί τε αὐτὸν καὶ τεθήπασιν οἱ ἐκείνῃ βάρβαροι, καὶ ὡς κατὰ τὸ προσῆκον καὶ οὐκ ἀπεικὸς αὐτῷ ἡ ἐπωνυμία κεκόμψευται τὸ βασιλέα προσαγορεύεσθαι βασιλέων, ταῦτα καὶ τὰ τοιάδε τοῦ Ζὶχ περὶ Χοσρόου μεγαληγορίᾳ
82
χρησαμένου, ἐν διηγήματι ἐξῆλθεν ὁ Πέτρος τοιάνδε ἱστορίαν τινά, ὡς ἐγένετό τις ἐν τοῖς πάλαι τε καὶ ἀνωτάτω χρόνοις βασιλεὺς Αἰγύπτιος ὄνομα Σέσωστρις, καὶ οὖν γε συμπνεούσης αὐτῷ τῆς τύχης μεγάλα ἐφύσα καὶ ἔθνη μέγιστα καθεῖλεν, ὡς δουλαγωγῆσαι καὶ βασιλεῖς, καὶ ἐπὶ τοσοῦτον ἀρθῆναι ἀλαζονείας ὡς καὶ ὄχημα χρυσοκόλλητον ξυμπήξασθαι, καὶ ἀνθ' ὧν ἵππους δέον ἢ ἕτερα ἑλκυστήρια ζῷα τοὺς δοριαλώτους ἐκείνους βασιλεῖς ὑπαγαγεῖν τῷ ζυγῷ οὕτω τε διφρευόμενον διὰ τῶν λεωφόρων ἐπιφαίνεσθαι τοῖς ὑπηκόοις. τοῦτο ἐπεὶ ὁσημέραι ἐπετέλει, τῶν τις βασιλέων τὸ ὄχημα ἑλκόντων κατὰ τὸ ἄκρον ἐζευγμένος συνεχέστατά πως καὶ λεληθότως ἐς τοὐπίσω τὸ βλέμμα ἐπιστρέφων ἐθεᾶτο τὸν τροχὸν κυλινδούμενόν τε καὶ τῇ τῆς κινήσεως συνεχείᾳ ἐν ἑαυτῷ περιελιττόμενον. ἐποχούμενος δὴ οὖν ὁ Σέσωστρις, (ἐπέσκηψε γάρ) τί δῆτα, ἔφη, τοῦτο ποιεῖς, ὦ οὗτος; ὁ δὲ ἀμοιβαδὸν ἔφη· ὦ δέσποτα, ὁρῶ τὸν τροχὸν ὡς θαμὰ περιδινούμενος οὐκ ἐπὶ τῆς αὐτῆς βάσεως μένει ὅδε, ἀλλὰ γὰρ ἄνω κάτω φερόμενος τὴν ἁρματοτροχίαν ἐργάζεται. τοῦτο ἀκηκοὼς ὁ Αἰγύπτιος καὶ μὲν οὖν τεκμηράμενος, ὡς ὑπαινίττεται τὸ ἀστάθμητόν τε καὶ παλίμβολον τῆς τύχης, καὶ ὡς τροχῷ κυλιομένῳ ἔοικε τὰ ἀνθρώπεια, ξυνῆκε μὴ ἄρα καὶ αὐτὸς χρόνῳ ποτὲ τοιούτῳ προσπταίσῃ δυστυχήματι, τοῦ λοιποῦ τε ἐπαύσατο κατὰ τὸν προλεχθέντα τρόπον ἁρματηλατεῖν· πρὸς τοῖς τοὺς δεδουλωμένους οἱ βασιλεῖς ἀφῆκε καὶ ταῖς σφῶν αὐτῶν ἡγεμονίαις ἐνεβίβασεν αὖθις. ἐνταῦθα Πέτρῳ ἐπαύσατο τῆς ἱστορίας ὁ λόγος ἐγχαλινώσαντι τὴν τοῦ Ζὶχ περὶ Χοσρόου μεγαληγορίαν. Εἶτα 178 διελέγοντο αὖθις περὶ τῶν πρακτέων. ἅπαντα μὲν γάρ, ὡς ἐνῆν, τὰ ἀμφίβολα ἐν τάξει καὶ κόσμῳ καθειστήκει, τὰ δ' οὖν περὶ Σουανίαν ἔτι ἐν μετεώρῳ ὑπῆρχε, καὶ ὑπελέλειπτο σφίσι μόνη ἐπ' ἀμφιβόλῳ. τῷ τοι ἔλεξεν ὧδε Πέτρος; πλείστων ἐπαίνων ἄξιός ἐστιν ἀνήρ, ὃς τέλεια βουλευόμενος τέλειον ἐπιθήσοι ταῖς πράξεσι τὸ πέρας. εἰ γὰρ ἐλλείπει τι τῶν δεόντων, ἐλλιπὲς οἶμαι καὶ τῷ βουλευομένῳ τὸ φρόνημα. οὐκ εἰκῇ δὲ καὶ μάτην εἴρηται νῦν ἡμῖν ὁ λόγος· πρὸς σὲ δὲ φερόμενος, ὦ Ζίχ, Ῥωμαίοις τε καὶ Πέρσαις φανήσεται λυσιτελέστερος. εἴποιμι δέ πως φανερώτερον. Σουανία Ῥωμαίοις ὑπῆρχε, καὶ Ῥωμαῖοι Σουάνοις ἐκέλευον. ἀμέλει Τζαθίου Σουάνων ἐξηγουμένου Δείτατός τις Ῥωμαῖος ἀνὴρ τῶν ἐκεῖσε Ῥωμαϊκῶν καταλόγων ἐτύγχανε προεστώς· ἀλλὰ καὶ ἕτεροί τινες Ῥωμαίων ἐν Σουάνοις ἐποιοῦντο τὰς διατριβάς. δυσμενείας δέ τινος † μεταξὺ τοῦ Λαζῶν βασιλέως καὶ Μαρτίνου τοῦ Ῥωμαίου τηνικαῦτα ἐκεῖσε στρατηγοῦντος, τούτου ἕνεκα ὁ Κόλχος οὐκ ἀπέστειλε Σουάνοις τὸ σύνηθες σιτηρέσιον· ἔθος γὰρ πέμπεσθαι σῖτον ἐκ τοῦ Κόλχων βασιλέως. διὸ δυσανασχετοῦντες οἱ Σουάνοι τῷ τῶν νενομισμένων ὑστερηθῆναι κατάδηλον ἐποιήσαντο Πέρσαις ὡς, εἰ γενήσοιντο αὐτοῦ, Σουανίαν ἐγχειρίσουσιν αὐτοῖς. ἐν τοσούτῳ Δεισάτῳ καὶ τοῖς ἑτέροις ἡγεμόσι τῶν Ῥωμαϊκῶν ταγμάτων ἔφασαν ὅτι· πολυπληθία Περσῶν ἀγγέλλεται χωροῦσα κατὰ Σουάνων, πρὸς ἣν ἀξιόμαχον οὐκ ἔχομεν δύναμιν. ἀλλὰ τὸ συνοῖσον βουλεύσασθε ξὺν τοῖς ἐνταῦθα Ῥωμαίων καταλόγοις ὑποχωροῦντες τῇ Μηδικῇ στρατείᾳ. τοσούτῳ χρησάμενοι Σουάνοι δόλῳ καὶ δώροις ἀναπείσαντες τοὺς τῶν καταλόγων ἐπιστάτας ἀπεβάλοντο παρὰ σφῶν τὴν Ῥωμαίων φυλακήν, οἱ δὲ Πέρσαι ξὺν τάχει παραγενόμενοι Σουανίαν ἔλαβον. ληπτέον οὖν ἐντεῦθεν ὡς καὶ Ῥωμαίων ἀνέκαθεν ὑπῆρχεν καὶ Ῥωμαίοις ἁρμόζει τήμερον. εἰ γὰρ δικαιότατα Λαζικῆς κύριοι καθεστήκαμεν, καθὰ δήπουθεν ὑμεῖς ἐψηφίσασθε, Σουανίας τῆς ὑπὸ Λαζικὴν οὐκ ἀπὸ τρόπου δεσπόσομεν. ὁ δὲ Σουρήνας ἔφη· ἄχθεσθε μᾶλλον Ῥωμαῖοι, ὅτι ἔθνος αὐθαίρετα 179 καὶ ἑκουσίως προσεπέλασεν ἡμῖν. ὁ Ζὶχ ὑπολαβὼν ἔφη· αὐτόνομοι γεγόνασι Σουάνοι καὶ οὐπώποτε τῇ Κόλχων ὑπεκλίθησαν ἀρχῇ. Αὖθις ὡς τὸν Ζὶχ ἔλεξεν ὁ Πέτρος· εἴ γε μὴ βούλει, ὦ Ζίχ, ἐν τοῖς τῆς εἰρήνης συμβολαίοις ὀνομαστὶ Σουανίαν ἐγχαράξαι, σήμανον ὡς ἀποδίδως μοι Λαζικὴν ξὺν τοῖς ὑποτεταγμένοις ἔθνεσιν αὐτῇ. ὁ Ζίχ· εἰ τοῦτο, ἔφη, ποιήσω, ἄδειά σοι δοθήσεται καὶ περὶ Ἰβηρίας ἀμφισβητεῖν κατ' ἐξουσίαν τε εἴποις ἄν, ὡς καὶ αὐτὴ κατήκοος ἐγεγόνει Λαζῶν. ἔνδηλος, ἦ δὲ ὁ Πέτρος, γεγένησαι, ὦ Ζίχ, ὡς οὐ βούλει πᾶσαν ἡμῖν ἀποδοῦναι Λαζικήν, ἀλλά τινα μοῖραν αὐτῆς. πολλὰ μὲν οὖν καὶ ἕτερα Ῥωμαῖοί τε καὶ Πέρσαι εἰπόντες τε καὶ ἀκηκοότες Σουανίας πέρι ὅμως οὐ ξυνέβησαν. δοκεῖ τοιγαροῦν αὐτοῖς περὶ τοῦ τοιοῦδε τὸν βασιλέα ἐπισκοπῆσαι Περσῶν. καὶ ὅρκῳ ἐπιστώσατο ὁ Ζίχ, ᾗ νενόμισται Πέρσαις ὀμνύειν,
83
ξυνεπιλαβέσθαι Πέτρῳ ὡς Χοσρόην ἀφικνουμένῳ ἕνεκα Σουανίας. εἶτα τοῦ Ζὶχ τοὺς περὶ Ἄμβρου τοῦ Ἀλαμουνδάρουτοῦ τῶν Σαρακηνῶν ἡγουμένου κινήσαντος λόγους φάσκοντός τε, ὅτι γε δήπου καὶ αὐτὸν ὥσπερ καὶ τὸν πρὸ αὐτοῦ ἡγεμόνα τοῦ Σαρακηνικοῦ κομίζεσθαι χρεὼν τὰς ρʹ χρυσίου λίτρας, ἀντεῖπεν ὁ Πέτρος, ὥστε τὸν πρὸ Ἄμβρου ἡγεμόνα δωρεᾷ τινι ἀγράφῳ καὶ ὅσῳ ἂν ἠβούλετο χρυσίῳ καὶ ὁπηνίκα ὁ καθ' ἡμᾶς ἐφιλοφρονεῖτο δεσπότης. τοιγαροῦν ἐστέλλετο τῇ ταχυτῆτι τῶν δημοσίων ἵππων ὀχούμενος ἀνὴρ ἀγγελιαφόρος ὡς τὸν Σαρακηνὸν ἀποκαταστήσων οἱ τὸ ὅπερ ἐτύγχανεν αὐτῷ πεμφθὲν πρὸς τοῦ Ῥωμαίου βασιλέως. οὕτω τε ἐς τοὔμπαλιν ἐκ τοῦ Σαρακηνοῦ ὡς βασιλέα τὸν ἡμεδαπὸν ἐπέμπετο δωροφορῶν πρεσβευτής, εἶτα ἀντιδώρῳ αὖθις ἐφιλοφρονεῖτο τὸν Σαρακηνὸν ὁ καθ' ἡμᾶς αὐτοκράτωρ. εἰ βούλεται οὖν καὶ Ἄμβρος κατὰ ταῦτα ποιεῖν, λήψεται, εἰ δοκεῖ καὶ τῷ καθ' ἡμᾶς βασιλεῖ· εἰ δέ γε οὐ βούλεται, κινεῖ τηνάλλως, πρός γε καὶ ἠλιθιώτατα φρονεῖ. ἀποίσεται γὰρ οὐδὲν ὁτιοῦν. τούτων διαμφισβητηθέντων καὶ ἑτέρων, ἐγράφησαν αἱ πεντηκοντούτιδες σπονδαὶ περσιστὶ καὶ ἑλληνιστί, μετεβλήθη τε τὸ Ἑλληνικὸν εἰς Περσίδα φωνὴν καὶ τὸ Περσικὸν εἰς Ἑλληνίδα. οἱ δὲ τὰς ξυνθήκας βεβαιοῦντες Ῥωμαίωνμὲν Πέτρος ὁ τῶν περὶ βασιλέα καταλόγων ἡγεμὼν καὶ Εὐσέβιος 180 καὶ ἕτεροι, Περσῶν δὲ ὁ Ζὶχ ὁ Ἰεσδεγουσνὰφ καὶ Σουρήνας καὶ ἕτεροι. τῶν οὖν ἐξ ἑκατέρου μέρους ὁμολογιῶν ἐν συλλαβαῖς ἀναληφθεισῶν, ἀντιπαρεβλήθησαν ἀλλήλαις τῷ ἰσοδυνάμῳ τῶν ἐνθυμημάτων τε καὶ ῥημάτων. ὅσα δὲ ἐσήμηνε τὰ τῆς εἰρήνης γραμματεῖα, λελέξεται. καὶ δὴ δόγμα ἐγράφη πρῶτον ὡς διὰ τῆς στενοπορίας τῆς εἰσόδου τοῦ λεγομένου χώρου Τζὸν καὶ τῶν Κασπίων πυλῶν μὴ ἐφεῖναι Πέρσας ἢ Οὔννους ἢ Ἀλανοὺς ἢ ἑτέρους βαρβάρους πάροδον ποιεῖσθαι κατὰ τῆς Ῥωμαίων ἐπικρατείας, μήτε δὲ Ῥωμαίους ἐν αὐτῷ δήπου τῷ χώρῳ μήτε μὴν ἐν ἄλλοις Μηδικοῖς ὁρίοις στράτευμα στέλλειν κατὰ Περσῶν. δεύτερον, ὡς ἂν οἱ σύμμαχοι Σαρακηνοὶ ἑκατέρας πολιτείας ἐμμένοιεν καὶ οἳ τοῖς βεβαιωθεῖσι, καὶ μήτε τοὺς Περσῶν κατὰ Ῥωμαίων μήτε τοὺς Ῥωμαίων ὁπλίζεσθαι κατὰ Περσῶν. κατὰ τρίτην τάξιν, ὥστε τοὺς ἐμπόρους Ῥωμαίων τε καὶ Περσῶν τῶν ὁποιωνοῦν φορτίων, τούτους δὲ καὶ τοὺς τοιούσδε ποριστὰς κατὰ τὸ ἐξ ἀρχῆς κρατῆσαν ἔθος ἐμπορεύεσθαι διὰ τῶν εἰρημένων δεκατευτηρίων. δʹ, ὡς ἂν οἱ πρέσβεις καὶ οἱ τῇ ταχυτῆτι χρώμενοι τῶν δημοσίων ἵππων πρὸς τὰς ἀπαγγελίας, ὁ μὲν ἐς τὰ Ῥωμαίων, ὁ δ' ἐς τὰ Περσῶν ἤθη ἀφικνούμενοι κατά τε τὴν ἀξίαν καὶ τὸ προσῆκον ἕκαστοι τιμηθεῖεν καὶ τῆς δεούσης τεύξονται ἐπιμελείας, ἀπαλλάττεσθαί τε σφᾶς μὴ χρονοτριβοῦντας, ἀλλὰ γὰρ καὶ τὰς ἐμπορίας, ἃς ἐπιφέρονται, ἀμοιβάζειν ἀκωλύτως τε καὶ ἄνευ συντελείας τινός. εʹ διετυπώθη ὥστε τοὺς Σαρακηνοὺς καὶ τοὺς ὁποιουσοῦν βαρβάρους ἐμπόρους ἑκατέρας πολιτείας μὴ διὰ ξένων ἀτραπῶν ποιεῖσθαι τὰς πορείας, μᾶλλον μὲν οὖν διὰ τῆς Νισίβεως καὶ τοῦ Δάρας, μήτε μὴν ἄνευ κελεύσεως ἀρχικῆς ἰέναι κατὰ τὴν ἀλλοδαπήν. εἰ μέντοι παρὰ τὸ δοκοῦν τολμήσουσί τι, ἤγουν, τὸ λεγόμενον, κλεπτοτελωνήσουσιν, ἀνιχνευομένους ὑπὸ τῶν ἐν τοῖς ὁρίοις ἀρχόντων ξὺν τοῖς ὅσα ἐπιφέρονται, εἴτε Ἀσσύρια φορτία εἶεν εἴτε Ῥωμαῖα, παραδίδοσθαι εὐθύνας ὑφέξοντας. ςϛʹ, ὡς εἴ τινες, ἐν ᾧ χρόνῳ ὁ πόλεμος ξυνεστήκει, ηὐτομόλησαν, τοῦτο μὲν ὡς Πέρσας ἀπὸ Ῥωμαίων, τοῦτο δὲ ἀπὸ Περσῶν ὡς Ῥωμαίους, εἴ γε βούλοιντο 181 οἱ προσκεχωρηκότες ἐς τὰ οἴκοι ἐπαναστρέφειν, μὴ γίνεσθαι σφίσιν ἐμποδὼν μήτε μὴν κωλύμῃ χρήσασθαί τινι. τοὺς μέντοι ἐν καιρῷ εἰρήνης αὐτομόλους ἤγουν καταφεύγοντας ἐξ ἑτέρων εἰς ἑτέρους μὴ ὑποδέχεσθαι, ἀλλ' ἐκ παντὸς τρόπου καὶ ἄκοντας ἐγχειρίζεσθαι τοῖς ἐξ ὧν καὶ ἀπέδρασαν. ζʹ μέρος τῶν σπονδῶν, ὥστε τοὺς ἐπεγκαλοῦντας περὶ τοῦ σίνεσθαί τι σφᾶς τοὺς ἀντιπολιτευομένους δίκῃ τέμνεσθαι τὸ φιλονεικούμενον ἢ δι' ἑαυτῶν τῶν τὴν βλάβην πεπονθότων ἢ δι' οἰκείων ἀνθρώπων ἐν τοῖς μεθορίοις παρὰ τοῖς ἄρχουσιν ἑκατέρας πολιτείας ξυνιόντων, οὕτω τε τὸν ζημιώσαντα ἀκέσασθαι τὸ σκάζον. ηʹ, ὥστε τοῦ λοιποῦ μὴ ἐγκαλεῖν Πέρσας Ῥωμαίοις ἕνεκα τοῦ ἐπικτίζεσθαι τὸ Δάρας. ἔδοξε δὲ καὶ ἀμφοτέραν πολιτείαν τοῦ λοιποῦ μηδαμῶς ἐπιτειχίζειν ἤγουν περιοχῇ τινι κατασφαλίζειν τι τῶν ἐν τοῖς ὁροθεσίοις χωρίων, ἵνα μὴ πρόφασις ἐντεῦθεν ἔσοιτο ταραχῆς καὶ ἐκ τούτου διαλυθήσονται αἱ σπονδαί. θʹ, μὴ ἐπιέναι ἢ πολεμεῖν ὑπηκόῳ ἔθνει ἢ χώρᾳ τινὶ ἄλλῃ τοὺς ἑκατέρας πολιτείας, μᾶλλον μὲν οὖν ἄνευ βλάβης καὶ κατ' οὐδὲν ὁτιοῦν πημαινομένους ἐν τῷ αὐτῷ μένειν, ὡς ἂν καὶ οἵδε ἀπολαύοιεν τῆς εἰρήνης. ιʹ, ὥστε μὴ
84
πολυπληθίαν στρατοῦ εἰς τὸ Δάρας ἐνιζάνειν, πλὴν ὅση γε ἀρκέσει πρὸς φυλακὴν τοῦ ἄστεος, μήτε δὲ τὸν τῆς ἕω στρατηγὸν κατὰ ταύτην ἐνιδρῦσθαι, τοῦ μὴ ἐκ τοῦ τοιοῦδε ἐπιδρομὰς ἢ βλάβας γίνεσθαι κατὰ Περσῶν· εἰ δέ γε ἄρα τι τοιοῦτον ξυνενεχθείη, ἐπαγιώθη τὸν ἄρχοντα τοῦ Δάρας διατιθέναι τὸ πλημμεληθέν. μία πρὸς τῇ δεκάτῃ τῶν σπονδῶν βεβαίωσις, ὥστε εἰ πόλις ἑτέραν ζημιώσει πόλιν ἢ ὁπωσοῦν διαφθείρει τι τῶν αὐτῆς, μὴ τῷ νόμῳ τοῦ πολέμου μήτε μὴν δυνάμει στρατιωτικῇ, ἄλλως δὲ δόλῳ τινὶ καὶ κλοπῇ· εἰσὶ γὰρ τοιοίδε τινὲς ἀνοσιουργοὶ οἱ ταῦτα πράσσοντες, ὡς ἂν πολέμου ἔσοιτο πρόφασις· ἐβεβαιώθη τοιγαροῦν τὰ τοιουτότροπα ἀναζητεῖν ἐς τὸ ἀκριβὲς καὶ ἐπανορθοῦσθαι τοὺς δικαστὰς τοὺς ἐν τοῖς πέρασιν ἑκατέρας πολιτείας ἱδρυμένους. εἰ δέ γε αὐτοὶ οὐκ ἔσονται ἱκανοὶ ἀναστέλλειν τὰς πρὸς ἀλλήλους τῶν ἀστυγειτόνων φθοράς, ἐστέρχθη ὥστε τὴν διαδικασίαν ἀναπέμπεσθαι ὡς τὸν τῆς ἕω στρατηγόν, ὡς εἴ γε εἴσω μηνῶν ἓξ μὴ τμηθείη τὰ τῆς ἁμίλλης, 182 καὶ ὁ ζημιωθεὶς μὴ λήψεται τὸ ἀπολωλός, τὸν ἀδικήσαντα λοιπὸν ἐπὶ ποινῇ ὡς τὸ διπλάσιον τῷ ἠδικημένῳ εἶναι ὑπεύθυνον. ὡς εἴ γε μηδὲ οὕτω πέρας ἕξοι, διετυπώθη τὸ πονοῦν μέρος πρεσβείαν στέλλειν ὡς τὸν βασιλέα τοῦ ἠδικηκότος. εἶτα εἰ μηδὲ ὑπὸ τοῦ βασιλέως γενήσεταί οἱ τὸ ἀποχρῶν καὶ διπλοῦν τὸ ὀφληθὲν ἀναλήψεται κατὰ τὸ ὡρισμένον ἐντὸς ἐνιαυτοῦ, ὅσον ἐπ' ἐκείνῳ τῷ δόγματι διαλελύσθω τὰ τῶν σπονδῶν. δευτέραν πρὸς τῇ δεκάτῃ μοῖραν τῶν σπονδῶν κατανοήσοις τὰς πρὸς θεὸν ἱκετείας, ἔτι τε καὶ τὰς ἀράς, οἷον τῷ μὲν στέργοντι τὴν εἰρήνην εἶναι τὸν θεὸν ἵλεών τε καὶ ξύμμαχον διὰ παντός, τῷ δὲ ἀπατηλῷ τῶν τε ἐμπεδωθέντων νεοχμῶσαί τι βουλομένῳ τὸν θεὸν ἔσεσθαι ἀντίπαλόν τε καὶ πολέμιον. τρίτη πρὸς τῇ δεκάτῃ τῶν νομισθέντων ἰσχύς, πεντηκοντούτιδας εἶναι τὰς σπονδάς, ἐρρῶσθαί τε τὰ τῆς εἰρήνης ἐπὶ πεντήκοντα ἐνιαυτούς, ἀριθμουμένου τοῦ ἐνιαυτοῦ κατὰ τὸ ἀρχαῖον ἔθος, ἑκάστου ἔτους τῇ τριακοσιοστῇ καὶ ἑξηκοστῇ καὶ πέμπτῃ ἡμέρᾳ περατουμένου. ἰσχῦσαι δὲ καὶ τοῦτο, καθὰ ἔφην, ὥστε ἐξ ἀμφοῖν τοῖν βασιλέοιν ἀποκομισθῆναι συλλαβὰς ἐκεῖσε δηλούσας ὡς ἄμφω στέρξαι ταῦτα ἐφ' οἷς ἐβεβαίωσαν οἱ πρέσβεις. πέρας τε δεξαμένων τῶν συνθηκῶν, ἀντεδόθησαν αἱ λεγόμεναι σάκραι. τούτων δὲ δοξάντων καὶ ἰσχυροποιηθέντων ἐκτὸς ἐνομίσθη τὰ περὶ τῶν ἐν Περσίδι Χριστιανῶν, ὥστε καὶ νεὼς οἰκοδομεῖν καὶ ἐπιθειάζειν σφᾶς ἀδεῶς καὶ τοὺς χαριστηρίους ὕμνους, καθὰ νενόμισται ἡμῖν, ἀκωλύτως ἐπιτελεῖν, ἀλλὰ γὰρ μήτε καταναγκάζεσθαι εἰς μαγικὴν μετιέναι θρησκείαν μήτε μὴν θεοκλυτεῖν ἀκουσίως τοὺς παρὰ Μήδοις νενομισμένους θεούς, καὶ οἱ Χριστιανοὶ δέ, ὥστε ἥκιστα καὶ οἵδε τολμῷεν μετατιθέναι μάγους ἐς τὴν καθ' ἡμᾶς δόξαν. ἐκράτησε δὲ ὥστε καὶ τοὺς θνήσκοντας τοῖς Χριστιανοῖς ἐπ' ἐξουσίας εἶναι θάπτειν ἐν τάφοις, ᾗ νενόμισται παρ' ἡμῖν. τούτων οὕτω προελθόντων καὶ ἐν κόσμῳ καὶ τάξει γενομένων, ἐπεὶ ἀνεδέξαντο οἵ γε ἐς τοῦτο τεταγμένοι τὰς συλλαβὰς τοῖν δυοῖν βιβλίοιν καὶ ἀπηκρίβωσαν τῷ ἰσορρόπῳ τε καὶ ἰσοδυνάμῳ τῶν ῥημάτων τὰ ἐνθυμήματα, αὐτίκα οἵ γε ἰσόγραφα ἕτερα ἐπετέλουν. καὶ τὰ μὲν κυριώτερα ξυνειληθέντα τε καὶ κατασφαλισθέντα ἐκμαγείοις τε κηρίνοις ἑτέροις τε οἷς εἰώθασι 183 Πέρσαι χρῆσθαι, καὶ ἐκτυπώμασι δακτυλίων ὑπὸ τῶν πρέσβεων, ἔτι γε μὴν καὶ ἑρμηνέων δέκα πρὸς τοῖς δύο, ἓξ μὲν Ῥωμαίων, οὐχ ἧττον δὲ Περσῶν, ἀμοιβαίᾳ τῇ δόσει τὰ τῆς εἰρήνης βιβλία παρέσχοντο ἀλλήλοις. καὶ τὸ μὲν τῇ Περσῶν φωνῇ γεγραμμένον ἐνεχείρισε Πέτρῳ ὁ Ζίχ, καὶ Πέτρος δὲ τῷ Ζὶχ τὸ τῇ Ἑλληνίδι, καὶ αὖθις τοῦ Ζὶχ τὸ ἰσορροποῦν τῇ γραφῇ τῇ Ἑλληνίδι βιβλίον γράμμασι Περσικοῖς διασεσημασμένον ἄνευ τῆς τῶν ἐκτυπωμάτων ἀσφαλείας εἰληφότος, τὸ σωθήσεσθαί οἱ τὰς μνήμας, καὶ Πέτρος οὐκ ἄλλως ἐπετέλεσεν ἀμοιβαίως. εἶτα ἐπὶ τούτοις διελύθησαν τῶν τε ὁρίων ἄπο ἐγένοντο, καὶ ὁ Ζὶχ εἰς τὰ πάτρια ἤθη ἐπορεύετο· ἀτὰρ ὁ Πέτρος ἔμεινεν αὐτοῦ ἐπιθειάσων τῇ γενεθλίᾳ ἑορτῇ Χριστοῦ τοῦ θεοῦ· ἤδη γὰρ προσεπέλαζε τῆς ἡμέρας τὸ σέβας· ἔτι δὲ καὶ τῇ τοῦ θεοῦ ἐπιφανείᾳ τὰ νόμιμα ἁγιστεύσας μετὰ ταῦτα ἐπέβη τῆς Περσῶν. Καὶ ἐν τοῖσδε πέρας εἰλήφει τὰ τῶν ξυνθηκῶν. πρὸ δὲ δὴ τῆς ἀναχωρήσεως τῶν πρέσβεων, παραγενομένων τινῶν Περσῶν ἐς τὸ Δάρας, οἷς τὸ τοιόνδε ἐν φροντίσιν ὑπῆρχεν, ἅμα ἐνίοις τῶν ἑρμηνέων καὶ τοῖς τῶν πλαστίγγων ἐπιστάταις, ἀποκατέστη τοῖς περὶ τὸν Ζὶχ τὰ ὀφειλόμενα χρήματα τῶν ζʹ ἐνιαυτῶν, ἐφ' οἷς αἱ ξυνθῆκαι προῆλθον. ὡς δὲ Πέτρος ἀφίκετο πρὸς βασιλέα Περσῶν ἐν τῷ προσαγορευομένῳ Βιθαρμαῒς διαλεχθησόμενός οἱ περὶ Σουανίας, ἐς
85
τὰ βασίλεια προελθὼν ἔλεξεν ὧδε· Ἥκομεν, ὦ βασιλεῦ, παρὰ σέ, τὸ μὲν ἐν βεβαίῳ τὴν εἰρήνην ἔχειν εὐτυχήσαντες ἤδη, τὸ δὲ καὶ ὀψὲ γοῦν τευξόμενοι τῶν δικαιοτέρων παρὰ σοῦ μὴ ἀχθησόμενοι. ὁ γὰρ τὸ παρὸν εὖ διαθεὶς καὶ σχεδιάσας, ὡς εἰπεῖν, τὸ συνοῖσον πῶς οὐχὶ τῶν μελλόντων προμηθεύεται πολλῷ τῷ διαφόρῳ, καθ' ὅσον καὶ χρόνῳ τῷ πλείονι; μεγίστου τοίνυν πέφυκε βασιλέως τὸ δύνασθαι μὲν πλέον ἔχειν, μὴ βούλεσθαι δέ· τὸ γὰρ ὑπερβάλλον τῆς ἰσχύος ἐν σώφρονι κολάζεται λογισμῷ· ἐπεὶ οὖν τὸ ζέον τοῦ πολέμου κατέσβεσται νῦν ἡμῖν, καὶ ὥσπερ ἀνεπνεύσαμεν, εἷς δὲ μόνος ὑπολείπεται σπινθήρ, φημὶ δὲ σπινθῆρα κακῶν τὴν Σουανίαν, ἀπειλοῦσαν ἡμῖν μεγίστην ἔσεσθαι δυσμενείας ἐμπύρωσιν, γενοῦ κώλυμα τῶν δεινῶν καὶ προκατάπαυσον ἡμῖν ἐλπίδα τῶν κακῶν. ἐν σοὶ γὰρ τῶν ἀμηχάνων τὸν πόρον ἀνεθέμεθα μηχανησαμένῳ τὰ δέοντα. μία γάρ 184 τίς ἐστι τελεωτάτη τοῦ πολέμου κατάλυσις τὸ προστεθῆναι καὶ Σουανίαν ἡμῖν, εἴπερ Λαζικῆς κύριοι καθεστήκαμεν. ὁ γὰρ δεσπόσας τοῦ ἡγεμονικοῦ πῶς οὐχ ἕξει τὸ ὑποβεβηκός; οὔτε γὰρ Λαζοὶ οὔτε μὴν αὐτοὶ Σουάνοι πρὸς ἀμφισβήτησιν ἴδοιεν, ὡς οὐχ ὑπήκοος ἡ Σουανία Λαζῶν ἀνέκαθεν ἦν, καὶ ὅτι ψήφῳ τοῦ Λαζῶν βασιλέως ὁ Σουανίας ἄρξων τὸ κῦρος ἐδέχετο. ταῦτ' εἰπὼν Πέτρος ἐν γράμμασιν ἐπεδείκνυ Χοσρόῃ παλαιτέρους Λαζῶν βασιλεῖς καὶ ἄλλους ὑπὸ ἄλλων χειροτονηθέντας Σουάνων ἡγεμόνας. εἶτα καὶ αὖθις ἔλεξεν· τοῦ δικαίου τοίνυν ἡμῖν, ὦ βασιλεῦ, καὶ Σουανίαν παρέχοντος, οὐχὶ σὺ προτερήσας ἐν κέρδει σχήσεις ἀμφότερα, καὶ τὸ δόξαι μὴ ἀδικεῖν καὶ τὸ δοκεῖν δωρεῖσθαι τὸ προσῆκον πᾶσιν; οὔ τι γὰρ ἂν καὶ ὁ καθ' ἡμᾶς βασιλεὺς οἴοιτο ἀδικεῖσθαι, εἴ γε τὸ οἰκεῖον ὥσπερ δῶρον λήψεται παρ' ὑμῶν, ἐπεὶ καὶ Λαζικὴν οἴεται οὐκ ἄλλως ἔχειν. διαβεβαιουμένων γὰρ ἡμῶν καὶ ἐναργέστατα δεικνύντων, ὡς Ῥωμαίων ἐκ πλείστου χρόνου κτῆμα καθέστηκεν, ἀντεῖπας αὐτὸς τῷ τοῦ πολέμου νόμῳ Λαζικὴν οἰκειώσασθαι, καὶ ὅμως τῷ βούλεσθαι τὴν δίκην ἄτρωτον εἶναι προυργιαίτερον ἔθου σώφρονα κεκτῆσθαι λογισμὸν ἢ χεῖρα δυνατήν. τοιγαροῦν ἐποιήσω τὴν οὐκ ἀνάγκην ἀνάγκην καὶ τῷ γενναίῳ τῆς μεγαλοφροσύνης ἐψηφίσω κατὰ σαυτοῦ καὶ νικᾶν ἠξίωσας ἡττημένος τοῦ πρέποντος, καὶ ἁπλῶς ἀπεκατέστησας ἡμῖν Λαζικὴν ὥσπερ οἰκεῖόν τι κτῆμα μεταθεὶς καὶ τὴν ἐξουσίαν μεταγαγὼν ἐφ' ἡμᾶς. οὐκ ἄλλως δὲ καὶ περὶ Σουανίας ἀντιβολοῦμεν τὸ οἰκεῖον προῖκα λαβεῖν, καὶ χάριν δὲ ὁμολογήσειν ἡμᾶς ὑμῖν τῷ μὴ ἐζημιῶσθαι τὸ οἰκεῖον, ὑμᾶς δὲ τῷ κρείττονι τῷ δύνασθαι τοσοῦτον ὥστε δωρεῖσθαι δοκεῖν καὶ τὸ μὴ ὑμέτερον. καὶ ὁ βασιλεὺς ἔλεξεν ὧδε· οὕτω δῆτα ψυχὴν λόγων χηρεύουσαν καὶ τοῦ πείθειν ἔρημον εὑροῦσα ἡ τῆς σοφίας δύναμις περιφρονοῦσα τὸ ἀσθενὲς καταγωνίζεται, ὥσπερ φάρμακον ἐν ἕλκει προσπλαττόμενον καταβιβρώσκει μὲν τὸ νοσοῦν, συναναζωπυρεῖ δὲ τὴν ὑγείαν τῷ κάμνοντι. εἰ γὰρ τὸ δίκαιον οὐκ εἶπέ τισιν, εἴπῃ δὲ τὸ ἁρμόδιον, οὐδὲν ἧττον καὶ οὕτω νικήσει. τοιγαροῦν ἡ σοφία τούτου ἕνεκα τῆς ἰσχύος τῶν ὅπλων κρατεῖ, ὅτι πολέμου μὲν δύναμις οὐχ οἵα τε πέφυκε τοῦ πρακτέου γενέσθαι, εἰ μή πω καὶ ἑαυτὴν αὐτὴ διαχρήσεται, τὸ δὲ τῆς 185 σοφίας ἀσώματον καὶ φρούριον καθέστηκεν ἑαυτῆς, πρός γε καὶ φρουρεῖ τὸν κεκτημένον αὐτήν. ἐντεῦθεν οὖν οὐδὲ αὐτός, ὦ Ῥωμαίων πρεσβευτά, ὃς ὥσπερ εἰκὸς ἐν τοσαύτῃ σοφίᾳ τεθραμμένος περιεῖναι τοῖς ῥήμασι μεμάθηκας, μεμφθείην πρός τινος ἔγωγε μὴ πείθειν μαθών. πλὴν ὡς ἂν οἷός τε ὦ, κἂν εἰ μὴ τοῖς ῥήμασι τηλαυγῶς, ἀλλ' ὅμως τῷ βουλομένῳ τῆς γνώμης, ὡς ἔνεστιν, ἐν φανερῷ προθείην τὸ δίκαιον. δοίημεν, ὡς ἐδικαιολογήσω περὶ Σουανίας, τὴν ἀλήθειαν οὕτως ἔχειν. Λαζικὴν μὲν ἐχειρωσάμην, Σουάνοις δὲ οὐδὲ προσέβαλον ἢ μόνῃ ἀκοῇ, τῷ τὸν Μερμερόην ἡμῖν σημᾶναι ὡς οὐκ ἔστιν ἀξιόλογος οὐδὲ μὴν περιμάχητος ἡ χώρα οὐδὲ βασιλικῆς ἔργον ἐκστρατείας, ἀλλ' ἓν ὑπάρχει τῶν ἐθνῶν τῶν περὶ τὸν Καύκασον, καὶ ὡς ἔχουσι βασιλίσκον, καὶ ὡς ὁ χῶρός ἐστι Σκυθῶν πάροδος. ἀπεβίω Μερμερόης, εἶτα ὁ Ναχόεργαν ὑπῆλθε τῇ στρατηγίᾳ. γέγραφε τοίνυν ἡμῖν καὶ αὐτὸς οὐκ ἄλλως περὶ αὐτῶν, ὅτι τοῦ Καυκάσου τὰς ἀκρωρείας οἰκοῦσι καὶ ὅτι δῆτα κλῶπές τε καὶ λαφυραγωγοὶ καὶ χαλεπῶν ἔργων καὶ ἀνοσίων καθεστήκασιν ἐργάται. ἠβουλόμην οὖν κατὰ σφῶν ἐλάσαι στρατείαν, οἱ δὲ κατορρωδήσαντες ἀντὶ Σουάνων ἐγένοντο Πέρσαι, ὡς εἶναι δῆλον ἐντεῦθεν ἀνήκειν μοι τὴν χώραν, καὶ ἔχειν οὐκ ἀρνοῦμαι. καὶ τοίνυν δηλοῦσιν ὑπακούοντες ἡμῖν ἀσμενέστατα τῷ καὶ τοῖς δούλοις ἄρχεσθαι τοῖς ἡμῶν. ἀμέλει καὶ τοῦ Ζὶχ ἐν γράμμασι δηλώσαντος, ὡς Ῥωμαῖοι Σουανίαν ἐπιζητοῦσι
86
λαβεῖν, τοσοῦτον πόρρωθεν ᾠήθην ὑμᾶς τοῦ δικαίου φῆσαι, καθ' ὅσον οὐ πλησίον ἐγενόμην τοῦ πείθεσθαι τῷ παραλόγῳ τῆς ἀκοῆς. πλὴν ἡττηθήσομαι τοῦ δυνατοῦ, καθ' ὅσον οἰηθείην περιέσεσθαι, μὴ οὐχὶ ταὐτὰ φρονεῖν τῷ καθ' ὑμᾶς βασιλεῖ. ταύτας δήπουθεν αὐτὰς ἀπεκύησε τῷ νῷ τὰς ἐννοίας ὁ Περσῶν βασιλεύς, καὶ ἐν τούτοις ὁ λόγος ἐπέπαυτο πρὸς βραχὺ περὶ Σουανίας αὐτῷ. καὶ αὖθις, ὥσπερ ἐν μεταξυλογίᾳ τινί, περὶ Ἄμβρου τοῦ Ἀλαμουνδάρου τοῦ Σαρακηνοῦ διελεγέσθην ἄμφω, τοῦ βασιλέως οὕτω πως ἀρξαμένου· ὁ καθ' ἡμᾶς Ἄμβρος ὁ Σαρακηνὸς οὐχ ἥκιστα ἐπιμέμφεται τῷ Ζὶχ καὶ καταβοὴν πεποίηται τἀνδρὸς οὐκ ἐλαχίστην, ἅτε οὐδέν τι ὀνήσαντός γε αὐτόν, ἡνίκα ἐσπενδόμεθα ὡς ὑμᾶς. καὶ ὁ Πέτρος· ἐν οὐδενὶ χρόνῳ πώποτε, ἔφη, ῥητόν τι χρυσίον 186 ἐκομίσαντο ἐκ Ῥωμαίων οἱ καθ' ὑμᾶς Σαρακηνοὶ οὔτε μὴν ἀνάγκῃ τινὶ οὔτε καθ' ὁμολογίαν τινά, ἀλλὰ δῆτα ὁ πατὴρ Ἄμβρου Ἀλαμούνδαρος ἔστελλε δῶρα τῷ Ῥωμαίων αὐτοκράτορι, καὶ ὅ γε δεχόμενος ἀντεδωρεῖτό γε αὐτόν. ὅπερ ἐφ' ἑκάστῳ ἐνιαυτῷ τὸ τοιόνδε ἐγίγνετο οὐδαμῶς, ἀλλ' ἔστιν ὅτε καὶ εʹ παρῳχημένων ἐτῶν. τοῦτο γοῦν διεσώθη τε καὶ διεφυλάχθη Ἀλαμουνδάρῳ τε καὶ ἡμῖν ἐπὶ χρόνον ἥκιστα ὀλίγον. ἐξεπίσταται δὲ τὸ κρεῖττον ὅτι οὐχὶ δῆτα ἐρρωμένα φρονῶν ἐς Πέρσας τὰ τοιάδε ἔπρασσεν Ἀλαμούνδαρος. τοιγαροῦν διεβεβαιοῦτο ὡς εἰ καὶ ὑμεῖς πόλεμον κινήσοιτε καθ' ἡμῶν, Ἀλαμουνδάρῳ γε ἄπρακτός τε καὶ ἀνενέργητος ἔσται ἡ μάχαιρα τῆς Ῥωμαίων ἕκατι πολιτείας. ταῦτα μὲν οὖν ἐπί τινα διέμεινε χρόνον· νῦν δὲ ὁ σὸς μὲν ἀδελφός, δεσπότης δὲ ἐμός, ἔθετο ἐν νῷ ἐμφρονέστατα, οἶμαι, ὦ βασιλεῦ, ἔφη τε ὡς, εἰ βεβαίως ἔχει τὰ πολιτεύματα τὴν εἰρήνην, τί δήποτε ἄρα λυσιτελήσει μοι τοῦ λοιποῦ ὑπηκόοις τε καὶ δούλοις προσφθέγγεσθαι Περσῶν, ὡς ἂν καταπρόοιντο τῶν κεκτημένων τὰ πράγματα, ἤγουν πορίζειν τι αὐτοῖς ἢ πορίζεσθαι παρὰ σφῶν; εἰ πρὸ τῆς εἰρήνης, ἔλεξεν ὁ βασιλεύς, ἑκατέρωθεν ἐστέλλοντο πρεσβεῖαι, καὶ ἀμοιβαίοις ἐφιλοφρονεῖσθε δώροις ἀλλήλους, χρῆναι οἶμαι ἄτρωτα εἶναι τὰ ὅσα ἐστέρχθη πρὸ τοῦ. ταύταις μὲν οὖν αὐταῖς καὶ περὶ Ἄμβρου ταῖς δικαιολογίαις ἐχρησάσθην, καὶ αὖθις ἀντελογίζοντο περὶ Σουανίας. ὁ δὲ βασιλεὺς εἶπεν· ὁπηνίκα ἔγωγε παρεστησάμην Σκάνδεις τε καὶ Σάραπα καὶ Λαζικήν, ὑμεῖς, ὥς φατε, τηνικαῦτα Σουανίαν ἐν ὑπηκόων εἴχετε μοίρᾳ. ἔνδηλον οὖν ἐντεῦθεν ὡς οὐκ ἐτύγχανον ὄντες ὑπὸ Λαζούς. εἰ γὰρ ἦν, καὶ αὐτοὶ ξὺν τοῖς κρατοῦσιν ἡμῖν προσεχώρησαν. ὁ Πέτρος ἔφη ἀμοιβαδόν· τοῦτο οὐ γέγονεν, ἐπεὶ ὁ Σουάνος οὐκ ἀπέστη, καθὰ δήπουθεν οὗ δοῦλος ἦν ὁ Λαζός. φημὶ δὲ ὡς τοῦ καθ' ἡμᾶς δούλου ὁ δοῦλος ἀφηνίασεν οὐδαμῶς. τήμερον, ἦ δὲ ὁ βασιλεύς, δέκα ἤδη παρῳχήκασιν ἐνιαυτοὶ ἐξ οὗ Σουανίαν ἐν κατοχῇ ἐποιησάμην· πρέσβεις πολλάκις ἐδεξάμεθά τε καὶ ἐξεπέμψαμεν ὡς Ῥωμαίους· καὶ τί δῆτα ἐξ ἐκείνου τὸν ὁντιναοῦν οὐ κεκινήκατε 187 λόγον ἕνεκα Σουανίας; ἐπειδὴ τηνικαῦτα, ἔλεξεν ὁ Πέτρος, καὶ Λαζικῆς κύριος ἐγεγόνεις. καὶ εἴπερ ἔφην ὡς σὲ δεῖ παραχωρῆσαί μοι Σουανίας, ἀντέλεξας ἄν· τίνος χάριν; καὶ εἴπερ αὖθις ἔφην· ἐπεὶ Λαζικῆς ἐστι κατήκοος, ἀπεκρίνω· τίνα γάρ σε γνωρίζομεν Λαζικῆς; καὶ λοιπὸν ἀντερεῖν εἴχομεν τὸ παράπαν οὐδέν. τοῦτο φής, εἶπεν ὁ βασιλεύς, ὅτι Σουανία Λαζῶν ὑποχείριος ἦν. εἴπερ ἐν γράμμασιν οἷός τε εἶ τεκμηριῶσαι τὸ τοιόνδε, ἥκιστα ἀποτεύξῃ τοῦ δέοντος. καὶ ὁ Πέτρος· οὔ τι μελλήσω, ἀναδιδάξω δέ σε τἀληθές. ἀρχαῖον ἔθος, ὦ δέσποτα, τόδε ἐκράτησε παρὰ Λαζοῖς· ὁ Σουανίας ἡγεμὼν ὑπήκουε τῷ Λαζῷ καὶ ἀνάγραπτός οἱ ἐπεφύκει ἐς δασμοφορίαν, καὶ τοίνυν ἐκομίζετο παρ' αὐτοῦ ὁ Λαζὸς καρπούς τε μελιττῶν καὶ δέρρεις καὶ ἕτερα ἄττα. ὁπηνίκα δ' οὖν ὁ Σουάνος ἄρχων ἀπεβίω, ἐχειροτόνει ὁ τοῖς Λαζοῖς ἐφεστὼς τὸν διαφυλάξοντα τοῦ ἀποιχομένου τὴν ἀρχήν. ἐν τούτῳ γράμμασιν ἐχρῆτο ὡς τῶν Ῥωμαίων αὐτοκράτορα τῶν ξυμβεβηκότων πέρι, καὶ αὐτὸς ἀντιγράφῳ ἐπιστολῇ ἐνεκελεύετό οἱ ἐκπέμψαι τὰ σύμβολα τῆς τῶν Σουάνων ἡγεμονίας ὅτῳ μὲν βούλοιτο, Σουάνῳ δ' ὅμως ἀνδρί. τοῦτο τὴν ἰσχὺν ἔλαβεν ἐκ τῶν Θεοδοσίου τοῦ καθ' ἡμᾶς βασιλέως χρόνων μέχρι Περόζου τοῦ ὑμετέρου πάππου καὶ Λέοντος τοῦ καθ' ἡμᾶς. εἶτα ἐκ τῆς χλαμύδος ὁ Πέτρος ἐν φανερῷ προκομίζει βιβλίδιόν τι, ἐν ᾧ στοιχηδόν τε καὶ διῃρημένως ἐδηλοῦντο Λαζῶν βασιλεῖς, οἳ Σουάνων ἐχειροτόνησαν ἡγεμόνας. εἶχε δὲ οὕτω τοῦ γραμματείου ἡ δύναμις, εἰ καὶ μὴ οὕτω τὰ ῥήματα· οἵδε Λαζῶν βασιλεῖς, οἵ γε βασιλίσκους ἐπέστησαν Σουάνοις, ἐξ οὗ χρόνου Θεοδόσιος τὸ Ῥωμαίων διήνυσε κράτος καὶ Οὐαράνης τὸ Περσῶν ἄχρι Λέοντος αὐτοκράτορος καὶ Περόζου. καὶ διεξελθὼν ὁ Πέτρος ἔφη· ἄχρι τούτων ἴσμεν ἐν γράμμασι Λαζῶν τε βασιλεῖς καὶ τοὺς ὅσοι
87
ὑπὸ Λαζοῖς ἄρχοντες ἐγένοντο Σουάνων. ὁ βασιλεύς· εἰ ξυγχωρήσομέν σοι τὸ παρὰ σοῦ προκομισθὲν γράμμα ξυναιρόμενον τῇ κατὰ σὲ πολιτείᾳ ἔχειν τὸ πιστόν, ἆρα καὶ τὰ ἡμέτερα συμβόλαια πιστευθήσονται δικαιότατα; οἶμαι. πλήν, ἦ δὲ ὁ βασιλεύς, ὅπερ ἔφης, ἔχεται πειθοῦς ὅτι δῆτα οὗτοι οἱ βασιλεῖς οἱ μὲν οὕτως, οἱ δὲ ἄλλως ἐγένοντο. ἐπειδὴ δὲ νῦν περὶ ἀμφηρίστου διαλεγόμεθα δούλου, εἰ μὲν ἐναργέστατά πως δυνη 188 θείης ἀποφῆναι ὡς πέφυκε σός, λήψῃ γε αὐτόν· εἰ δὲ τὸ τοιόνδε οὐχ οἷός τε εἶ πιστώσασθαι, καὶ ἄλλως βούλεται ὁ Σουάνος ὑποτετάχθαι τῇ Ῥωμαίων ἀρχῇ, ἥκιστα ἔσομαι ἐμποδών. τούτου περαιτέρω οὐδὲν ὁτιοῦν δυνήσομαι ποιεῖν. ὁ δὲ Πέτρος· οὐχὶ πεύσῃ, ὦ δέσποτα, πρὸς τοῦ Σουάνου, ὅποι βούλεται εἶναι; ἐξουσιάζει γὰρ αὑτοῦ αὐτός, ὅσον ἐπὶ ταύτῃ γε δήπου τῇ μοίρᾳ. ἄθρει δέ, ὁ βασιλεύς, ὡς οὐ βούλομαι περὶ Σουανίας τῆς χώρας τι πυθέσθαι πρὸς τῶν Σουάνων, ἐπεὶ οὐδὲ ὅσιον οὔτε μὴν ἄλλως δίκαιόν ἐστιν περὶ τῆς γῆς αὐτῆς ἐν δούλου κινδυνεύεσθαι κρίσει. οἵδε μὲν οὖν οἱ λόγοι προῆλθον ἐξ ἀμφοῖν. 4. Ὅτι οὐδὲν προέβη περὶ τῆς Σουανίας, ἀλλ' ὁ Πέτρος ἄπρακτος ἀνεχώρησε τῶν Μηδικῶν ὁρίων. ὅμως δ' οὖν ἐσπείσατο Πέρσαις, καὶ κατέθεντο τὸν πόλεμον ἀμφότεραι πολιτεῖαι. καὶ οἱ μὲν Μῆδοι ἐκ τῆς τῶν Κόλχων γῆς ἐπ' οἴκου ἀνεχώρησαν· ἀτὰρ ἐς τὸ Βυζάντιον ἀφικόμενος ὁ Πέτρος οὐ πολλῷ ὕστερον κατέλυσε τὸν βίον. 5. Ὅτι Ἰουστῖνος ὁ ἀνεψιὸς Ἰουστινιανοῦ κατ' ἐκεῖνο καιροῦἸωάννην τὸν Δομνεντιόλου ἐς τὰ Περσῶν ἤθη ἔστειλε πρεσβευσόμενον. παρενεγύησε δέ οἱ ἐκ μὲν τοῦ ἐμφανοῦς ἀνακήρυξιν ποιήσασθαι τῆς αὐτοῦ ἐπὶ τὴν βασιλείαν ἀναγορεύσεως κατὰ τὸ εἰωθὸς Ῥωμαίοις τε καὶ Πέρσαις, ἐν ταὐτῷ δέ, εἴ γε καλέσοι καιρός, καὶ ἀμφὶ Σουανίας κινῆσαι λόγους. ταύτην γὰρ οὔπω Χοσρόης ἀπεκατέστησε Ῥωμαίοις, καίτοι τῆς Λαζικῆς παραχωρήσας, ἧς ὑπήκοος οὖσα ἡ Σουανία ἐτύγχανεν. ἀλλ' αἱ μὲν πεντηκοντούτιδες σπονδαὶ ἦσαν, ἃς ἔθετο Πέτρος ὁ τῶν περὶ βασιλέα καταλόγων ἡγεμών· τὰ δὲ περὶ Σουανίας ἐπ' ἀμφιβόλῳ ἦν, Ἰουστῖνος δὲ ὁ βασιλεὺς ἐνεκελεύσατο Ἰωάννῃ, ὡς εἴ γε βούλοιντο Πέρσαι καὶ ὤνιον ἀποδόσθαι τὴν χώραν, ἑτοιμότατα φῆσαι ἔχειν. ἡ γὰρ 189 Σουανία ἀξιόλογος μὲν οὐδαμῶς, ὅμως δὲ ἐπιτηδείως ἔχουσα θέσεως ἐς τὰ μάλιστα ὀνίνησι τὴν Ῥωμαίων ἀρχὴν τῷ μὴ δι' αὐτῆς ἐπιτιθεμένους Πέρσας τὰ τῶν Κόλχων ὅρια λυμαίνεσθαι. Ἰωάννης οὖν ἐκ Βυζαντίου ἄρας καὶ ὡς τάχιστα τὴν πορείαν ἀνύσας ἐν ταῖς κατὰ τὴν πάροδον πόλεσι τῶν ἀναγκαίων φροντίδα θέμενος πολλήν, τοῦτο προειρημένον αὐτῷ ἐκ βασιλέως, ἀφίκετο ἐς τὸ Δάρας. ἐνταῦθα τὸν κατὰ πόλιν ὁλκὸν τοῦ ὕδατος ἐπεσκεύασε καὶ ὑδροχεῖα ἐπενόησε, καὶ μὲν οὖν ἄλλα ἄττα τῶν ἐν ἄστει ἀναγκαῖα εἰργάσατο. διήγαγε δὲ αὐτοῦ ἡμέρας δέκα τῷ τοὺς ἐν τῇ Νισίβει τῇ πόλει πανηγυρίζειν τε καὶ ἄγειν ἑορτήν, κἀκ τούτου τὴν πρεσβείαν μὴ ὑποδέξασθαι. ὁ δὲ Ἰωάννης δεχθεὶς μετὰ τὴν ἑορτὴν τὴν φουρδίγαν προσαγορευομένην, ὅ ἐστιν ἑλληνιστὶ νεκυία, ἐκ τῶν ἐν τῇ Νισίβει ἀρχόντων ἐξεπέμφθη σὺν τῇ νομιζομένῃ τιμῇ πρεσβεύειν ἐς τὰ βασίλεια Περσῶν, καὶ ἅπαντα, ὧν ἕνεκα ἔσταλτο, ἐν δέοντι καταστησάμενος ἐν τούτοις ὑπῆρχεν. ὁ δὲ Χοσρόης ἐν μιᾷ τῶν ἡμερῶν τῶν Σαρακηνῶν πέρι αὐτῷ ἐκίνησε λόγους. τὰ γὰρ Σαρακηνικὰ φῦλα μυριάδες ταῦτα, καὶ τὸ πλεῖστον αὐτῶν ἐρημονόμοι τε εἰσὶ καὶ ἀδέσποτοι, καὶ μὲν οὖν τῆς Ῥωμαίων, ἐστὶν ἃ καὶ τῆς Περσῶν ὑπήκοα πολιτείας. οὕτω δὲ διακεκριμένων αὐτῶν, Ἰουστινιανός, μεγαλόφρων ἀνὴρ καὶ βασιλικώτατος, τοὺς μηδίζοντας Σαρακηνῶν δώροις ἐδεξιοῦτο κρατούσης εἰρήνης. ὁ δὲ Ἰουστῖνος ἐμβριθής τε ὢν καὶ βαρβάρῳ φρονήματι ἥκιστα ὑποχαλῶν ἐν οὐδενὶ λόγῳ ἐποιήσατο τοὺς ὅσοι ἐμήδιζον τῶν Σαρακηνῶν. οἱ δέ (πλεονεκτικώτατον γὰρ τὸ φῦλον) ἀποκοπὴν τοῦτο ἡγησάμενοι τῷ βασιλεῖ ἐνέκειντο Περσῶν μὴ περιιδεῖν αὐτοὺς αὐτῷ ἀνακειμένους. τῷ τοι ἄρα καὶ Πέτρου ἐκεῖσε πρεσβευσαμένου ὥσπερ τοῖς Σαρακηνοῖς ὑπευθύνους ὄντας Ῥωμαίους ἔλεγε δεῖν ὁ Χοσρόης ἀποδίδοσθαι σφίσι τὸ χρέος. εἶτα καὶ Ἰωάννου αὐτόσε ἀφικομένου τοῖς αὐτοῖς ἐχρήσατο ῥήμασι. διισχυρίζοντο γάρ πως οἱ Σαρακηνοί, ὡς ὑπὲρ τοῦ εἰρήνην ἄγειν καὶ μὴ καταθέειν τὴν Ῥωμαίων τὰ τοιαῦτα ἐκομίζοντο χρήματα, ἐντεῦθέν τε ἐβιάζοντο τὴν τοῦ πράγματος φύσιν. ὁ δὲ Ἰωάννης, ὡς ἑώρα σφᾶς οὐ κατὰ 190 τὸ δέον τὸ ἐπίκλημα ποιουμένους, εἶπεν· εἰ μὲν ἕτερός τις, καὶ οὐχὶ Χοσρόης ὁ πάνυ, ξυνεπελαμβάνετο τοῖς ἀδίκως ἐπεγκαλοῦσι Σαρακηνοῖς, ἧττον ἂν ὑπῆρχε δεινόν. τοσοῦτον δὲ βασιλέα Περσῶν περὶ πλείστου ποιούμενον τὰ μὴ ἐναντία τῆς τῶν πραγμάτων φύσεως,
88
προσθήσω δὲ καὶ τὰ Ῥωμαίων ἀσπαζόμενον, συνηγοροῦντα τοῖς ἐθέλουσιν ἀδικεῖν θαυμάσαιμι λίαν καὶ ὑπερεκπλαγείην. ὅμως δὲ ῥᾳθυμίᾳ τὸν νοῦν οὐκ ἐπιτρέψω, Ῥωμαῖος πεφυκώς, ἀναδιδάξω δὲ τὸ πᾶν, καίτοι τοῦ βασιλέως οὐ δεομένου διδασκαλίας, ἀλλ' ἐν εἰδόσι τῆς διηγήσεως προϊούσης. ὁ γὰρ προεγνωκὼς ἤδη τὰ ὅσα τῷ δικαίῳ ξυνᾴδει, ταῦτα πάλιν ἀναδιδαχθεὶς ἐπιρρώσει τῷ ἀδεκάστῳ τὸ συνειδός. Πέτρος μὲν γὰρ ὁ πρὸ ἡμῶν πρεσβευτής, ὃς ἔναγχος παραγενόμενος ἐβεβαίωσε τὰ τῆς εἰρήνης, ἐμπειρίᾳ λόγων καὶ δεινότητι πειθοῦς καὶ τὰ περὶ τῶν νῦν ἐπεγκαλούντων Σαρακηνῶν καὶ ἕτερα, ὅσα διημφισβητήθη, οἷος ἐγένετο παρακρούσασθαι. ἐγὼ δὲ ῥητορεύειν τε καὶ πείθειν ἠσκημένος οὐδαμῶς ὅμως τὸ περιεῖναι τῇ δίκῃ τῶν Σαρακηνῶν ἕξω πρὸς ὑμῶν, τῷ μὴ στέργειν ὑμᾶς ἀντὶ Ῥωμαίων Σαρακηνούς, καὶ ταῦτα τοὺς ἀδικωτάτους, καὶ ἀντὶ τοῦ συνοίσοντος τοῖς καθ' ἡμᾶς πολιτεύμασι τὸ ἀξύμφορον. οἱ καθ' ὑμᾶς γὰρ Σαρακηνοί (ὅταν δὲ λέγω Σαρακηνούς, ἀναλογίζεσθε, ὦ Μῆδοι, τὸ ἀλλόκοτόν τε καὶ παλίμβολον τοῦ ἔθνους) οὗτοι δῆτα οὖν πρὸς βασιλέως Ἰουστινιανοῦ δῶρα μὲν λαμβάνειν εἰώθεσαν, τὸ δὲ ἔθος αὐτοῖς τῷ τοῦ παρέχοντος ἐβεβαιοῦτο βουλήματι. ὑπερηδόμενος γὰρ τῇ εἰρήνῃ καὶ οἷς οὐκ ἐχρῆν τὸ μεγαλόδωρον ἐπεδείκνυτο, καὶ μᾶλλον ἐκαίνιζεν ἑκουσίως φιλανθρωπίας ὑπερβολῇ πρὸς τὸ μὴ ἀναγκαῖον τὰ πράγματα, ἤπερ ἀκουσίως, εἰ θέμις εἰπεῖν, ἐποιεῖτο τῶν ἀναγκαίων τὴν σύστασιν. μαρτύριον δέ μοι σαφέστατον τοῦ δῶρα τοὺς Σαρακηνούς, καὶ οὐχ ὡς ὑπὲρ σπονδῶν, ὥς φασι, κομίζεσθαι τὰ τοιαῦτα χρήματα, καὶ αὐτοὺς ἀντιδωροφορεῖν τὸν καθ' ἡμᾶς βασιλέα. καὶ πρὸς ταῦτα μὲν οἶμαι μηδ' ὁντιναοῦν ἀντερεῖν. εἰ δὲ καὶ δοίημεν, ὡς Ἰουστινιανὸς αὐτοὺς κατὰ ξυνθήκας ἐφιλοφρονεῖτο τοῖς χρήμασι, συνεμετρήθη τῷ βίῳ τοῦ δωρουμένου βασιλέως καὶ συνανεπαύσατο τούτου τῇ τελευτῇ τὸ δωρούμενον. οὐ γὰρ ἑνὸς 191 ἀνδρὸς ἔθει, φημὶ δὲ τὸ πλέον, καὶ νόμῳ μὴ λυσιτελοῦντι, καὶ εἰ πέφυκε βασιλεὺς ὁ τὸ ἔθος ἰσχυροποιήσας ἤγουν νομοθετήσας, πολιτεία καταδικασθήσεταί ποτε. ἡμεῖς δὲ τοσοῦτον ἀπέχομεν τοῦ διδόναι τι τὸ λοιπὸν Σαρακηνοῖς, καθ' ὅσον Ἰουστινιανὸς μὲν καὶ πρὸς τοὺς βαρβάρους ἠπιώτατος, ὁ δὲ νῦν Ῥωμαίων αὐτοκράτωρ πρὸς πάντας εἶναι βούλεται φοβερώτατος. οὐ χρεὼν οὖν ταῦτα τοὺς Σαρακηνοὺς ὀνειροπολεῖν· οὐ γάρ τι τοιοῦτον ὁ καθ' ἡμᾶς βασιλεὺς ἕλοιτο ποιεῖν. εὐκτὸν δὲ ὑμῖν γενήσεται τὸ τὴν εἰρήνην αὐτὸν ἐθέλειν ἐρρῶσθαι, καὶ μὴ οἴεσθαί γε αὐτὸν ἔλαττον ἔχειν Ῥωμαίους ἐν ταῖς ἤδη γεγενημέναις σπονδαῖς. ταύτῃ γὰρ ἀνέξεται μὴ ὅπλα κινεῖν. οὗτος μὲν οὖν οὕτως ἔλεξε· καὶ περὶ μὲν τῶν Σαρακηνῶν τὸ λοιπὸν οὐδεμία τις ἐφέρετο μνήμη. ἐπιτηρήσας δὲ τῷ δοκεῖν οὐκ ἐργωδῶς ἀμφὶ Σουανίας ἀπέρριψε λόγους ὡς δέον ὑπὸ Ῥωμαίους αὐτὴν καθεστάναι, εἴ γε καὶ Λαζικῆς ἐπελάβοντο ἐννομώτατα αὐτοί. ὁ δὲ Περσῶν βασιλεὺς τοὺς περὶ Σουανίας μὲν λόγους ἔδοξε παραδέχεσθαι, χρῆναι δὲ αὐτὸν ἔφη περὶ ταύτης ἅμα τοῖς ἐν τέλει τῶν Μήδων βουλεύσασθαι. μετὰ ταῦτα ὁ Ἰωάννης λόγους προσήγαγε τῷ Ζίχ, τῷ καὶ Ἰεσδεγουσνάφ, καὶ μὲν οὖν ἑτέροις τισὶ τῶν παρὰ Πέρσαις ἡγεμόνων. οἱ δὲ ἔλεξαν ὡς ἑτοιμότατα ἔχοιεν Σουανίας παραχωρῆσαι Ῥωμαίοις, οὕτω μέντοι, ἐφ' ᾧ χρήματα λήψεσθαι καὶ ὤνιον θέσθαι τὴν ἀπαλλαγήν. καὶ πρός γε συνθήκας ἄλλας τινὰς δεῖν ἔφασκον γενέσθαι αἰσχράς τε καὶ ἀναξίας τῆς Ῥωμαίων ἀρχῆς καὶ βεβαιούσας οὐδαμῶς τὴν περὶ βασιλέως Ἰουστίνου κρατήσασαν δόξαν ὡς ἔστι μάλα ἐμβριθής τε καὶ κατηκριβωμένος. Ἰωάννης δὲ τὰ τοιάδε ἀκηκοὼς καὶ οὐ σφόδρα τῆς τοῦ αὐτοκράτορος στοχαζόμενος γνώμης ἀβουλότατα διεπράξατο. ἔστελλε γὰρ παρὰ Σουάνους τὸν σφῶν βασιλέα βουλόμενος δεξιώσασθαι, δελεάσαντος οὖν αὐτὸν ἐς τοῦτο ἀτοπίας ἐλθεῖν αὐτοῦ Χοσρόου. ἐσκήπτετο δὲ τὸ τοιόνδε καὶ ἐμηχανᾶτο, ὅπως ἔσοιτό γε αὐτῷ ἐς δικαιολογίαν τινά, ὡς αὐτοὶ Σουάνοι καίτοι προτραπέντες οὐκ ἀνάσχετα ποιοῦνται Ῥωμαίοις ὑπακούειν. ἐξηπίστατο γὰρ ὅτι οὖν ὤνησαν οἱ πρὸς Ἰωάννου σταλέντες. μετὰ ταῦτα ἐπηγγείλατο Χοσρόης στέλλειν πρεσβευτὴν ὡς βασιλέα Ῥωμαίων τὸν ταῦτα ἅπαντα ἐν δέοντι καταστησόμενον· καὶ ἀνέζευξεν Ἰωάννης ἐς τὸ Βυζάντιον. 6. Ὅτι Ἰουστῖνος ὁ βασιλεὺς ἐπεὶ ἐπύθετο ὡς ἐν Σουανίᾳ εἴη πέμψας, καὶ ὅτι τοῖς Ῥωμαίων οὐ προσέθεντο Σουάνοι, ἐχαλέπαινεν, οἷα εἰκός. καὶ παραπρεσβείας ἐκρίνετο Ἰωάννης, ἅτε οὐ πρὸς τὸ συνοῖσον τῇ πολιτείᾳ διαπραξάμενος. οὐδὲ γὰρ χρῆναι αὐτὸν ἔφασκε στεῖλαι, εἴ γε μὴ τοῦτο ἐνεκελεύσατό οἱ ὁ βασιλεύς, κἀκ τούτου δοῦναι πρόφασιν Πέρσαις τὸ
89
ἀδίκημα ξυσκιάζειν καὶ προφέρειν λόγους, ὡς αὐτοὶ Σουάνοι ἀπηνήναντο τὰ Ῥωμαίων, ἀλλ' οὐδὲ ἐν ἀρχῇ τὴν τοιαύτην προσδέξασθαι πρόκλησιν, ἢ Σουάνους προτρέψασθαι εἶναι ὑπὸ Ῥωμαίους, ἢ τούτου γε ἕνεκα πρεσβευτὴν ἐν Βυζαντίῳ γενέσθαι. οὐδέτερον γὰρ ἐξ ἀμφοῖν εὐπρεπὲς εἶναι τῇ πολιτείᾳ ἡγήσατο. Ἰωάννην οὖν περιφρονήσας ὁ αὐτοκράτωρ ἐν τῇ τῶν ἀνεπιτηδείων ἔταξε μοίρᾳ, ἐγνωμάτευσε δὲ ὅπως τὰ ἡμαρτημένα εὖ διαθείη. 7. Ὅτι τῶν Τούρκων τῶν Σακῶν καλουμένων τὸ πάλαι πρεσβείαν ποιησαμένων πρὸς Ἰουστῖνον περὶ εἰρήνης, ἐν βουλῇ ἐποιήσατο ὁ βασιλεὺς ἐκπέμψαι πρεσβείαν ὡς Τούρκους· καὶ δὴ Ζημάρχῳ τῷ Κίλικι ἔλεγε παρασκευάζεσθαι ἐπὶ τούτῳ, ὃς τῶν πρὸς ἕω πόλεων τηνικαῦτα ὑπῆρχε στρατηγός. ἐπεὶ οὖν ἅπαντα αὐτῷ τὰ ὅσα πρὸς μακρὰν ὁδὸν ἐξηρτυμένα ἦν, ἡνίκα πρὸς τὸ πέρας ἠνύετο τῆς Ἰουστίνου βασιλείας τὸ τέταρτον ἔτος, τῷ δευτέρῳ ἐνιαυτῷ τῆς πεντεκαιδεκαετηρίδος περιφορᾶς, περὶ τὰ προοίμια τοῦ παρὰ Λατίνοις Αὐγούστου μηνός, ὁ μὲν Ζήμαρχος ἀπῆρεν ἐκ Βυζαντίου ξὺν αὐτῷ Μανιάχῳ καὶ τοῖς ἀμφ' αὐτόν. 8. Ὅτι πολλῶν ἡμερῶν ὁδὸν διανύσαντες οἱ περὶ Ζήμαρχον ἐπειδὴ παρῆσαν ἐν τοῖς τῶν Σογδαϊτῶν τόποις, ὁπηνίκα τῶν ἵππων ἀπέβησαν, τῶν Τούρκων ἔνιοι ὡς ἔοικεν ἐς τοῦτο ἀνειμένοι, ὤνιον σφίσι προΐσχοντο σίδηρον, οἶμαι τῷ ποιήσασθαι ἔνδειξίν τινα, ὡς μέταλλα αὐτοῖς ὑπάρχει σιδήρου· λέγεται γὰρ ὡς παρ' αὐτοῖς οὐκ εὐπόριστόν τι χρῆμα ὁ σίδηρος. Ταύτῃ ἔνεστι τεκμηριῶσαι ὡς ὑπαινιττόμενοι ἔχειν γῆν σιδηροφόρον τῷ τοιῷδε ἐχρήσαντο κόμπῳ. ἕτεροι δέ τινες τοῦ φύλου τοῦ κατὰ σφᾶς αὐτοὺς ἀναφανέντες, οὓς εἶναι ἔλεγον τῶν ἀπαισίων ἐλατῆρας, ἀγχοῦ 193 ἦλθον τῶν περὶ Ζήμαρχον· καὶ τοίνυν ἅπαντα ὅσα ἐπεφέροντο φορτία ἀράμενοι ἔθεσαν ἐν μέσῳ. εἶτα τοῖς τοῦ λιβάνου κλάδοις πῦρ ἀνάψαντες τῇ Σκυθικῇ φωνῇ βάρβαρα ἄττα ῥήματα ὑπεψιθύριζον, ἐπιπαταγοῦντες δὲ κώδωνί τινι καὶ τυμπάνῳ ὕπερθεν τοῦ φόρτου περιέφερον τὸ φυλλῶδες τοῦ λιβάνου τῇ φλογὶ λακιζόμενον, καὶ ἅμα γινόμενοι μανιώδεις καὶ ἐμβριμούμενοι τὰ πονηρὰ ἀπελαύνειν ἐδόκουν· οὕτω γὰρ ἀποτρόπαιοί τινες εἶναι καὶ ἀλεξίκακοι ἐδόκουν. ἀποδιοπομπησάμενοι δὴ οὖν, ὡς ᾤοντο, τὰ δυσχερῆ Ζήμαρχόν τε αὐτὸν δι' αὐτῆς παρήγαγον τῆς φλογός, ὧδέ τε ἔδοξαν καὶ σφᾶς ἀφαγνίζειν. τούτων δὲ ταύτῃ γεγενημένων ἔπειτα ἐπορεύοντο ξὺν τοῖς ἐς τὸ τοιόνδε τεταγμένοις, ἵνα ὁ Χαγάνος αὐτὸς ἦν, ἐν ὄρει τινὶ λεγομένῳ Ἐκτάγ, ὡς ἂν εἴποι χρυσοῦν ὄρος Ἕλλην ἀνήρ. καὶ τοίνυν αὐτοῦ ἀφικόμενοι, ὅπῃ τηνικαῦτα τῷ Σιζαβούλῳ ἦσαν αἱ διατριβαί, κατὰ δὴ κοιλάδα τινὰ τοῦ προσαγορευομένου Χρυσοῦ ὄρους, ἐπεὶ οὖν οἱ περὶ Ζήμαρχον ἐκεῖσε ἐφοίτησαν, μετάκλητοι γενόμενοι παραχρῆμα τοῦ Σιζαβούλου ἦλθον ἐς ὄψιν. ἦν δὲ ἄρα ἔνδον σκηνῆς, καθῆστο δὲ ἐπὶ διτρόχου καθέδρας χρυσῆς, ἑλκομένης, ὁπηνίκα ἔδει, ὑπὸ ἵππου ἑνός. προσειπόντες δὲ τὸν βάρβαρον, ὡς ἔθος αὐτοῖς, τὰ δῶρα προΐσχοντο· καὶ τοίνυν οἷς γε τοῦτο ἐν φροντίσι ἦν ὑπεδέξαντο. ἀτὰρ ὁ Ζήμαρχος· σοὶ δῆτα, ἔφη, ὦ τοσούτων ἐθνῶν ἡγεμών, ὁ καθ' ἡμᾶς βασιλεὺς ὁ μέγας ἀγγελιαφόρῳ χρησάμενος ἐμοὶ ἐσήμηνεν εἶναι ἐς ἀεὶ τὴν τύχην αἰσίαν τε καὶ ἀγαθήν, ἐν ἡδονῇ ποιουμένῳ σοι τὰ Ῥωμαίων καὶ πρός γε φιλοφρονουμένῳ ἡμᾶς. ἔστω δέ σοι κρατεῖν ἀεὶ τῶν δυσμενῶν καὶ λαφυραγωγεῖν τὸ πολέμιον. ἀπέστω δὲ βασκανία τις ὡς πορρωτάτω ἡμῶν οἵα τε οὖσα διαρρηγνύναι τοὺς τῆς φιλίας θεσμούς. ἐπιτήδεια ἔμοιγε τῶν Τούρκων τὰ φῦλα καὶ ὅσα κατήκοα Τούρκων· ἕξετε δὲ τὴν καθ' ἡμᾶς καὶ ὑμεῖς οὐκ ἄλλως. Τοιαῦτα ἄττα ἔλεξεν ὁ Ζήμαρχος· ὁ δὲ δὴ Σιζάβουλος καὶ αὐτὸς προσρήσεσιν ἐχρήσατο ὁμοίαις. εἶτα τὸ λοιπὸν ἐτράπησαν ἐς θοίνην, καὶ πανημερίᾳ εὐωχούμενοι διετέλουν ἐν αὐτῇ δήπου τῇ σκηνῇ. κατεσκεύαστο δὲ αὐτῷ ἐξ ὑφασμάτων σηρικῶν τε καὶ 194 διαπεποικιλμένων τοῖς χρώμασιν εὐτέχνως. οἴνῳ μὲν οὖν ἐχρήσαντο, οὐχ ὁμοίῳ δὲ τῷ παρ' ἡμῖν ἐκθλιβομένῳ ἐκ τῆς ἀμπέλου· οὐ γὰρ δὴ ἀμπελοφόρος αὐτοῖς ἡ γῆ οὐδὲ μὴν ἐγχωριάζει παρ' αὐτοῖς τὸ τοιόνδε γένος· ἑτέρου δέ τινος βαρβαρικοῦ ἐνεφορήθησαν γλεύκους. καὶ ἀνεχώρησαν ὅποι αὐτοῖς ἡ κατάλυσις ἦν. εἶτα ἐς τὸ αὔριον ἐν ἑτέρᾳ τινὶ καλύβῃ ξυνῆλθον, ἠμφιεσμένῃ δὲ καὶ καταπεποικιλμένῃ οὐκ ἄλλως ἐξ ἱματίων σηρικῶν, ἔνθα καὶ ἀγάλματα διάφορα τῇ μορφῇ εἱστήκει. ὁ δὲ Σιζάβουλος ἐνίζανεν ἐπὶ κλίνης τινὸς ὅλης ἐκ χρυσοῦ. κατὰ δὲ δὴ τὸ μέσον τοῦ ἐνδιαιτήματος κάλπεις τε χρυσαῖ καὶ περιρραντήρια, ἔτι τε πίθοι χρυσοῖ. θοινησάμενοι δ' οὖν καὶ αὖθις καὶ τὰ ὅσα ἐχρῆν ἐν πότῳ εἰπόντες τε καὶ ἀκηκοότες ἀνεχώρησαν. τῇ ἑξῆς ἐν ἑτέρᾳ ἐγένοντο διαίτῃ, ἔνθα ξύλινοι κίονες
90
ἦσάν τινες ἐνδεδυμένοι χρυσῷ, χρυσήλατός τε κλίνη ὁμοίως, ἥντινά γε δήπου καὶ ταῶνες χρυσοῖ τέτταρες ᾐώρουν. κατὰ δὲ δὴ τὸ ἐμπρόσθιον τῆς διαίτης ἐπὶ πολὺ παρετέταντο ἅμαξαι, ἐν αἷς πολύ τι χρῆμα ἀργύρου ἐπῆν, δίσκοι τε καὶ κανᾶ, οὐ μὴν ἀλλὰ καὶ τετραπόδων ἰνδάλματα πλεῖστα, καὶ αὐτά γε δήπουθεν ἀργυροποίητα οὐδέν τι ἀποδέοντα τῶν παρ' ἡμῖν. οὕτω μὲν οὖν τῷ τῶν Τούρκων ἡγεμόνι ἔνεστι χλιδῆς. τῶν δὲ περὶ Ζήμαρχον ἔτι ἐκεῖσε ἐνδιατριβόντων, ἔδοξε τῷ Σιζαβούλῳ ὥστε αὐτὸν μὲν Ζήμαρχον ἅμα εἴκοσι θεραπευταῖς τε καὶ ὀπαδοῖς ἕπεσθαί οἱ ἐκστρατευομένῳ κατὰ Περσῶν, τοὺς δὲ ἄλλους Ῥωμαίους ἐπαναστρέφοντας κατὰ δὴ τὴν χώραν τῶν Χολιατῶν ἀναμένειν τὴν Ζημάρχου ἐπάνοδον. καὶ δὴ † ὃς τῷ προύβη, δώροις τε φιλοφρονησάμενος αὐτοὺς ἀφῆκε, τὸν δὲ Ζήμαρχον καὶ θεραπαίνῃ ἐτίμησε δοριαλώτῳ· ἡ δὲ ἦν ἐκ τῶν λεγομένων Χερχίρ· καὶ ὁ Ζήμαρχος σὺν τῷ Σιζαβούλῳ ἐπορεύετο μαχησομένῳ Πέρσαις. ἐν ταύτῃ δήπου τῇ πορείᾳ γενόμενοι, ἐν χώρῳ τινὶ καταλυσάντων αὐτῶν ἐπικαλουμένῳ Τάλας ὑπαντιάζει τῷ Σιζαβούλῳ Περσῶν πρεσβευτής. καὶ τοίνυν ξυνεκάλεσε παρ' αὑτῷ ἑστιασομένους τούς τε Ῥωμαίων καὶ Περσῶν πρέσβεις. καὶ δὴ παραγενομένων αὐτῶν, τοὺς Ῥωμαίους ὁ Σιζάβουλος ἐν τιμῇ πλείονι ἐποιήσατο, ὡς καὶ κατὰ τὴν ἐπικυδεστέραν ἀνακλῖναι 195 στιβάδα. πρός γε καὶ πλεῖστα ἐπιμεμφόμενος ἦν τοὺς Πέρσας, ἅτε δὴ πρὸς αὐτῶν ἄδικα πεπονθώς, καὶ ὡς τούτου ἕνεκα ἔρχεται πολεμήσων. ὁ δὲ Περσῶν πρεσβευτής, τοῦ Σιζαβούλου συντονώτερον ἐπεγκαλοῦντος, περιφρονήσας τὸν νόμον τῆς σιωπῆς τὸν ἰσχύοντα παρ' αὐτοῖς ἐν ταῖς ἑστιάσεσιν, ἐπιτροχάδην ἤρξατο διαλέγεσθαι τοῦ Σιζαβούλου γενναίως τὰ ἐπικλήματα ἀπωθούμενος, ὡς καὶ θαυμάσαι τοὺς παρόντας τὸ ὑπερβάλλον τῆς αὐτοῦ ὀργῆς, ὡς παρ' οὐδὲν θέμενος τὸν νόμον πολλοῖς τε καὶ ἀκολάστοις ἐχρήσατο. ἐν τούτοις ἀπαλλαγέντων, ὁ μὲν Σιζάβουλος παρεσκευάζετο τὴν ἐπὶ Πέρσας. τῷ τοι ἄρα τοὺς ἀμφὶ Ζήμαρχον μετακαλεσάμενος καὶ ὡς ἐνῆν πρὸς τοὺς Ῥωμαίους φιλίαν ἐμπεδώσας, ἀφῆκεν αὖθις ἀπονοστήσοντας, ἕτερον πρεσβευτὴν αὐτοῖς συναποστείλας τῷ τὸν πρότερον λεγόμενον Μανιὰχ τεθνάναι. ἦν δὲ ἐπίκλησις τῷ μετ' ἐκεῖνον πρεσβευτῇ Ταγμὰ αὐτῷ, ἀξίωμα δὲ Ταρχάν. οὗτος δὴ οὖν ἐστάλη ὑπὸ Σιζαβούλου ὡς Ῥωμαίους πρεσβευσόμενος, καὶ μὲν οὖν σὺν αὐτῷ ὁ τοῦ ἤδη ἀποιχομένου παῖς, φημὶ δὴ τοῦ Μανιάχ, κομιδῇ μειράκιον, ὅμως δὲ τὸ πατρῷον διαδεξάμενος γέρας, ἔτι μὴν καὶ τὴν μετὰ τὸν Ταγμὰ Ταρχὰν κληρωσάμενος ἀξίαν· οἶμαι δὲ τῷ ἐπιτηδειότατόν τε καὶ εὐνούστατον γενέσθαι τῷ Σιζαβούλῳ τὸν Μανιὰχ τοῦ πατρῴου τὸν παῖδα τυχεῖν ἀξιώματος. ἐπεὶ οὖν ὁ Σιζάβουλος διαφῆκε τοὺς περὶ Ζήμαρχον, ἐπικαταλαμβάνουσι τοὺς πρότερον ἀφεθέντας Ῥωμαίους, οὗ ἦν ξυντεθειμένον αὐτοῖς. καὶ τοίνυν ἐν τῷ αὐτῷ γενόμενοι τῆς ἐς τὰ οἰκεῖα ὁδοιπορίας ἀπήρξαντο. καὶ δὴ καταλελοιπότες τὴν πρωτεύουσαν πόλιν τῶν Χολιατῶν διὰ φρουρίων ἐπορεύοντο. 9. Ὅτι ὁ Βαϊανὸς ὁ τῶν Ἀβάρων ἡγεμὼν ἐν βουλῇ ἐποιήσατο πρεσβεύσασθαι καὶ περὶ σπονδῶν λόγους προσαγαγεῖν. τὸν δὲ Βιταλιανὸν ἐζήτει χρυσίον οἱ παρασχεῖν, ὡς ἂν μὴ λεηλασίᾳ χρήσοιτο κατὰ δὴ τὸν τῆς ἐκεχειρίας καιρόν. ὁ δὲ ἰδιοβουλήσας καὶ εἰληφὼς ἐκ τοῦ τῆς Ἰλλυρίδος ὑπάρχου νομίσματα οὐ μεῖον 196 ἢ ὀκτακόσια παρέσχετο τῷ Βαϊανῷ. ταύτῃ τοι καὶ ἔστειλε τὸν Ταργίτιον ὁ τῶν Ἀβάρων ἡγούμενος, ξὺν τῷ καὶ Βιταλιανὸν τὸν ἑρμηνέα, τῷ βασιλεῖ λέξοντας ὥστε τὸ Σίρμιόν οἱ ἐνδοθῆναι καὶ τὰ συνήθη χρήματα, ἅτινα οἱ Κοτράγηροι καὶ Οὐτίγουροι πρὸς Ἰουστινιανοῦ ἐκομίζοντο βασιλέως, οἷα δὴ αὐτοῦ ἄμφω τὼ φύλω τούτω καθελόντος· πρὸς τοῖς καὶ Οὐσδίβαδον τὸν Γήπαιδα. ἔφασκε γὰρ τοὺς Γήπαιδας ἅπαντας αὐτῷ ἀνήκειν, ἅτε δὴ καὶ αὐτοὺς πρὸς αὐτοῦ καταπολεμηθέντας. ἀφικομένων δὴ οὖν τῶν πρέσβεων κατὰ δὴ τὴν βασιλίδα πόλιν παρελθόντων τε ὡς τὸν αὐτοκράτορα, ἔφη ὁ Ταργίτης· ὦ βασιλεῦ, πάρειμι σταλεὶς ὑπὸ τοῦ σοῦ παιδός· πατὴρ γὰρ αὐτὸς ἀληθῶς Βαϊανοῦ τοῦ καθ' ἡμᾶς δεσπότου. πέποιθα δὴ οὖν ὡς ἐπιδείξασθαι προθυμηθείης τὴν περὶ τὸν παῖδα στοργὴν τῷ διδόναι τὰ τοῦ παιδός. οὕτω τοίνυν ἐχόντων ἡμῶν, τάχα δὲ σοῦ καὶ ἡμῶν, ἆρα οὐχὶ παραχωρήσεις αὐτῷ τῶν γερῶν; οὐ γὰρ ἐς ἀλλότριον οὔτε μὴν πολέμιόν τινα τὰ διδόμενα μεταθήσοις σχεδόν, οὐδὲ μεταβήσεται τῶν παρεχομένων ἡ κυριότης, ἣ πάλιν εἰς σὲ ἀναδραμεῖται διὰ τοῦ παιδός, εἴ γε παράσχοις αὐτῷ τὰ ἐφ' οἷς ἥκω, τήν τε πόλιν τὸ Σίρμιον καὶ τὰ χρήματα κατ' ἔτος, ὅσα βασιλεὺς Ἰουστινιανὸς τοῖς Κοτραγήροις καὶ Οὐτιγούροις ἐδίδου, οἷα Βαϊανοῦ τήμερον δεσπόζοντος
91
τούτων γε δήπου τῶν ἐθνῶν· ἔτι καὶ Οὐσδίβαδον τὸν Γήπαιδα καὶ τοὺς περὶ αὐτόν· οὐδὲ γὰρ περὶ τούτων ἀντερεῖ τις ὡς οὐχὶ πεφύκασιν ἀνδράποδα Βαϊανοῦ. ταῦτα ὁ Ταργίτης ἔλεξεν. ἀτὰρ ὁ βασιλεύς· οὐ πρεσβευσόμενος ἥκεις, ὡς ἔοικεν, ὦ Ταργῖτα, μᾶλλον μὲν οὖν πρὸς ἀγνοοῦντας ἡμᾶς τεκμηριώσασθαι βουλόμενος τῶν Ἀβάρων τοὺς τρόπους. εἰ γάρ, ὥς φατε, δοίημεν ὑμῖν τὰ ὅσα τοῖς πρώην Οὔννοις, οἴκτῳ μᾶλλον καὶ οὐ φόβῳ, τῷ μὴ ἐθέλειν αἷμα ἐκχεῖν, Ἰουστινιανὸς ἐδίδου, γελοῖόν γε ἂν εἴη, † καὶ οἷς τὸ φιλάνθρωπον ἀπονέμειν δεῖ καὶ οἷς ἀντιτάττεσθαι, φανῶμεν οἱ αὐτοί, ὁπότε οἱ δείλαιοι Κοτράγηροί τε καὶ Οὐτίγουροι, οὓς διαβεβαιοῦσθε πρὸς ἡμῶν κομίζεσθαι χρήματα, τοῦτο μὲν φυγόντες ἡμᾶς, τοῦτο 197 δὲ πεπτωκότες ὑφ' ἡμῶν τυγχάνουσιν ἄρδην ἠφανισμένοι. τί οὖν παράσχοιμεν ὑμῖν τὰ τῶν ἡσσωμένων; ἀλλ' οὐ τῇ φύσει ξυνᾴδει τῶν πραγμάτων καὶ κρατεῖν ἅμα καὶ ὑπὲρ τῶν κεκρατημένων ἑτέροις χρήματα καταθεῖναι. οὐ γὰρ ἀποχρῶν, εἰ φανείημεν ἅπαξ τοῦ τὰ δέοντα φρονεῖν ἐστερημένοι, ἀλλὰ γὰρ καὶ εἰς συνήθειαν ἕλκειν τὴν ἀφροσύνην οἴεσθε δεῖν. τί οὖν ποιοῦμεν τὸν Οὐσδίβαδον; ὑμῖν ἀποδοίημεν; οὐχ οὕτω πεφύκαμεν ἠλίθιοι ὥστε τὰ ἡμέτερα καταπροέσθαι καὶ ταῦτα βαρβάροις καὶ λυμαινομένοις τῇ καθ' ἡμᾶς πολιτείᾳ. ὁ γὰρ πρὸ ἡμῶν τὸ βασίλειον ἀναδεδεγμένος κράτος Γήπαιδας ἐπήλυδας ὄντας εἰσεποιήσατο καὶ χώραν αὐτοῖς ἀπένειμε τὴν περὶ τὸ Σίρμιον, εἶτα καὶ πολέμου κινηθέντος αὐτοῖς ὡς Λογγιβάρδους, ὥσπερ εἰκός, ξυνεπελαβόμεθα τοῦ κινδύνου τοῖς οἰκείοις, καὶ ἂν ἐκράτουν οἱ Γήπαιδες τῇ Ῥωμαίων χειρί, εἴ γε μὴ ἀνδραποδώδεις ὤφθησαν καὶ τῷ τῆς γνώμης δολερῷ τοὺς εὐεργέτας ἐλύπησαν. ἀνθ' ὧν ἐπιβουλεύσαντας ἡμῖν ἀσύγγνωστα οὐ Ῥωμαίοις ἔδοξε μετελθεῖν τοὺς ἀγνωμονήσαντας, οἷς ἔνεστι μὴ ἀντιτιθέναι τὰς τιμωρίας ἰσορρόπους τοῖς πλημμελήμασι, μᾶλλον μὲν οὖν περιιδεῖν, ὡς ἂν ὑφ' ἑτέρων ἐς τὸ παντελὲς διαφθαρήσοιντο. εἰ τοίνυν ἄλλως οὐκ ἔχει ταῦτα, ἐπείπερ ἡμεῖς ἐπεγκαλεῖν ἄξιοι καθεστήκαμεν, ὅτι τοὺς ἡμῖν ἀνήκοντας ἔχετε Γήπαιδας, ἀντέστραπται καθ' ἡμῶν τὰ τῶν ἐγκλημάτων. ὑμεῖς μὲν γὰρ τὸν Οὐσδίβαδον, ἡμεῖς δὲ καὶ τοὺς Γήπαιδας ὑμᾶς τοὺς λοιποὺς εἰσπράξοιμεν. Ῥωμαῖοι γὰρ ἄνωθέν τε καὶ ἐξ ἀρχῆς σωφρονίζειν ἐτάχθημεν τὸ ἀνόητον, οὐ μὴν ἀνόητοί τινες εἶναι νομίζεσθαι. ἀλλὰ τὸ Σίρμιον ἐγχειρίσωμεν βαρβάροις; οὐκ ἀρκέσει γὰρ ὑμῖν τὸ περιεῖναι μέχρις ὅπλα κινεῖν οὐ βούλοιντο Ῥωμαῖοι. ἀλλ' ἐρεῖς, ὦ Ταργῖτα, ὅτι διαβήσεται Ἴστρον ὁ Χαγάνος, ἔτι γε μὴν καὶ τὸν Ἕβρον, καὶ ὅτι τὰς ἐπὶ Θρᾴκης αὐτοβοεὶ παραστήσεται πόλεις. ἀλλὰ προφθάσουσιν αἱ Ῥωμαϊκαὶ δυνάμεις καὶ τῆς ἐλπίδος αὐτὸν ἀφαιρήσονται, καὶ μᾶλλον αὐτοὶ σκευαγωγήσουσι τὰ Ἀβάρων. καὶ οὐ παυσόμεθα καταβάλλοντές τε καὶ χειρούμενοι, ἕως ἂν ἐφυβρίσῃ τὸ βάρβαρον. λυσιτελήσει δὲ Ῥωμαίοις ἀντὶ τῆς εἰρήνης ὁ πόλεμος. Ἀβάρων γὰρ τῶν νομάδων τε καὶ ἐπηλύδων καθεστάναι φίλους τῆς ὡς αὐτοὺς δυσμενείας βαρύτερον, ἄλλως τε καὶ φιλίας ὑπούλου καθεστώσης. κρεῖσσον ἐν τοῖς σώμασιν καὶ οὐχὶ ταῖς ψυχαῖς φέρειν 198 τὰ τραύματα. πρὸς ταῦτα, ὦ Ταργῖτα, καὶ τόξα καὶ ἵπποι καὶ μυρίαι δυνάμεις ὁπλιτῶν ἔστωσαν ἐν παρασκευῇ· οὐ γὰρ ἡσυχία τοῦ συνοίσοντος αἱρετώτερον. τοσαῦτα εἰπὼν ὁ αὐτοκράτωρ μεγαληγορίᾳ τε χρησάμενος πολλῇ τῶν Ἀβάρων ἀφῆκε τοὺς πρέσβεις, πρότερον Βώνῳ τῷ στρατηγῷ ἐν γράμμασι πλεῖστα ἐπιμεμψάμενος ὅτι γε ὅλως αὐτῷ τοιάδε προϊσχομένους ἔστειλεν ἐς Βυζάντιον, πρός γε καὶ σημήνας ἔργου ἔχεσθαι καὶ πάντα τὰ πολεμιστήρια ὄργανα ἐπισκευάζειν, σαφῶς ἐπιστάμενος ὡς ξυγκροτηθήσεται ὁ πρὸς Ἀβάρους πόλεμος καὶ μάλα αὐτίκα. καὶ δὴ ὁ Βῶνος, ἐπεὶ τὸ βασίλειον ἀνελέξατο γράμμα, τὰ πρὸς τὸν πόλεμον ἐξηρτύετο. Λόγος ςϛʹ. 10. Ὅτι ἡ βασιλὶς Σοφία Ἰουστίνου Ζαχαρίαν πρέσβιν στέλλει ὡς τὸν Περσῶν βασιλέα Χοσρόην ἐν τοῖς βασιλείοις ἰατροῖς καταταττόμενον. καὶ οὗτος μὲν αὐτοῦ ἀφικόμενος τεσσαρακονταπέντε χιλιάδας χρυσοῦ νομίσματος παρασχὼν τίθεται τὰς ξυνθήκας ἀνὰ τὴν ἕω ἐνιαυσιαίας, ὡς ἂν ἔσοιτο ἐκεχειρία. ἐν τοσούτῳ γὰρ ἔφασκε σταλήσεσθαι πρὸς τῆς βασιλίδος μέγιστον πρεσβευτὴν τὸν τελεώτερά πως περὶ ἁπάντων διαλεχθησόμενον ἔτι μὴν καὶ τὸν πόλεμον διαλύσοντα, τυχὸν ἐν μέσῳ καὶ τοῦ Ῥωμαίων βασιλέως μεταβαλόντος ἐς τὸ ἐρρωμένον. οὕτω μὲν τὰς ἐπ' ἐνιαυτὸν ποιησάμενος σπονδὰς περὶ τῆς κατὰ τὴν ἕως Ῥωμαίων
92
ἐπικρατείας, οὐ μὴν καὶ περὶ τῆς ἐν Ἀρμενίᾳ, καταθέμενος δήπουθεν αὐτοῦ καὶ μόνου ἕνεκα μεʹ χιλιάδας χρυσῶν νομισμάτων ἐπανῆκεν. ἐμπεδωθέντων δὲ ἄρα τῶν τοιούτων, Εὐσέβιος ὁ στρατηγὸς ἐς Βυζάντιον μεταστέλλεται. 11. Ὅτι δὴ στέλλεται κατὰ τὴν Περσῶν χώραν πρεσβευτὴς Τραιανὸς ἐν τοῖς βασιλείοις πατράσι τελῶν καὶ τὴν λεγομένην τοῦ κοιαίστορος διέπων ἀρχήν, ἣν οἶμαι ἐκ τοῦ ἀναζητεῖν ὧδε λελέχθαι Ῥωμαίοις. ξυναπεστάλη δὲ καὶ Ζαχαρίας, οὗ ἔναγχος ἐμνήσθην, ἐφ' ᾧ, εἰ μὲν οἷοί τ' ἔσονται, ἅμα ἐμπεδῶσι κατὰ τήν τε ἑῴαν καὶ Ἀρμενίαν ἐντὸς τριῶν ἐνιαυτῶν ἐκεχειρίαν. ἐν τοσούτῳ ξυνέλθοιεν 199 ἐξ ἑκατέρας πολιτείας ἐν τοῖς ὁρίοις οἳ διαλύσουσι τὰ ἀμφίβολα, βουλεύσαιντό τε καὶ τρόπῳ τῷ καταθήσουσι τὰ ὅπλα ἐς τέλεον· εἰ δέ γε μὴ οὕτω προχωροίη, τοῖς γοῦν πρὸς ἥλιον ἀνίσχοντα οἰκοῦσι τὴν τοιάνδε ἐκεχειρίαν παντὶ τρόπῳ ποιήσασθαι. παραγενόμενοι τοίνυν οἱ πρέσβεις πρὸς βασιλέα Περσῶν ἐς ἐκκλησίαν τε καταστάντες ἐλεξάτην τοιάδε. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΔΗΜΗΓΟΡΙΩΝ]. Πολλῶν δὲ κεκινημένων λόγων, καὶ τῶν μὲν Περσῶν μακροτέραν ποιεῖσθαι τὴν εἰρήνην ἱεμένων ἄχρι τε εʹ ἐνιαυτῶν βεβαιοῦν τὴν ἐκεχειρίαν, τῶν δὲ Ῥωμαίων τριετηρίδας εἶναι βουλομένων τὰς σπονδάς, τέλος οὔτ' ἴσχυσαν οἱ πρέσβεις καθὰ ἐπετέτραπτο σφᾶς ποιήσασθαι τὰς συνθήκας, ἐπὶ δὲ εʹ ἐνιαυτοὺς εἶναι ἐρρωμένας συνήρεσεν ἀμφοτέρᾳ πολιτείᾳ, κατὰ δὴ τὴν ἕω μόνον, τριάκοντά τε χιλιάδας νομισμάτων χρυσῶν κατατιθέναι Ῥωμαίους ἔτει ἑκάστῳ. ξυνήρεσε δὲ τὰ τοιάδε, εἰ βασιλεὺς ὁ Ῥωμαίων ἐπιψηφίσοιτο. 12. Ὅτι ἐπειδὴ Τιβερίῳ ἤδη τὰ τῆς πολιτείας περιεκέχυτο πράγματα, Τραιανός τε καὶ Ζαχαρίας τὼ πρέσβει ὡς αὐτὸν ἐγεγράφεσαν μὴ βούλεσθαι Πέρσας ἄχρι τριῶν ἐτῶν ποιήσασθαι τὰς ξυνθήκας, πενταετηρίδας δὲ εἶναι μᾶλλον. καὶ ὃς οὐκ ἐπινεύσας (οὐ γὰρ αὐτὸν ἤρεσκε μακροτέραν ποιεῖσθαι τὴν ἐκεχειρίαν) ἐσήμαινεν ὡς αὐτοὺς μάλιστα μὲν ἄχρι δύο ἐνιαυτῶν τὰς τοιάσδε βεβαιῶσαι σπονδάς· εἰ δέ γε ἀδύνατα ἔχοιεν, περαιτέρω μὴ ἀνέξεσθαι ἢ τριετίας. σταλείσης δὴ οὖν † ὡς τοῖς πρέσβεσι τῆς τοιᾶσδε ἐπιστολῆς, καὶ δὴ ἀναλεξαμένων ὅ τι ἐδήλου τὸ γράμμα, Μεβώδου ἐπὶ τούτῳ ἀφικομένου ἐν τοῖς ἀμφὶ τὸ Δάρας ὁρίοις αἰσθομένου τε ὡς ταῖς ἤδη ὑπὸ Τραιανοῦ καὶ Ζαχαρίου δοκιμασθείσαις σπονδαῖς οὐ στέργουσι Ῥωμαῖοι, ἐπαφίησι τὸν Τανχοσδρὼ κατὰ τῆς Ῥωμαίων ἐπικρατείας. καὶ ὃς ἀθρόον ἐπιδραμὼν ἐνέπρησε τὰ ὅσα πλησιόχωρα τοῦ Δάρας, ἕως ἐπείσθη Μεβώδης δέξασθαι τὰς τριάκοντα χιλιάδας τῶν χρυσῶν νομισμάτων ἀν' ἔτος τῆς τριετηρίδος 200 ἕνεκα εἰρήνης, ἐφ' ᾧ ἐν τοσούτῳ τοὺς ἄρχοντας ἑκατέρας πολιτείας εἰς ἓν ξυνιόντας βουλεύσασθαι ὅπως δεῖ τὰ ὅπλα καταθέσθαι τελέως. προνοίᾳ δὲ δή τινι στοχαζόμενος τοῦ συνοίσοντος τὰ τοιάδε ἐπετέλει ὁ Καῖσαρ· ἠπίστατο γὰρ ὡς ἄχρι ἐνιαυτῶν τριῶν ἀποχρῶσα αὐτῷ ἔσται ἡ παρασκευὴ Πέρσαις τε ἀξιόμαχος ἀναφανήσεται. ξυνῃσθάνοντο δὲ καὶ Πέρσαι τῆς τοιᾶσδε προμηθείας τοῦ Καίσαρος, ὡς οὐδενὸς ἑτέρου ἕνεκα γίνεται αὐτῷ ἀναβολὴ ἢ προορωμένῳ τοῦ μέλλοντος, ὅπως ἐς τὸ δέον αὐτῷ προπαρασκευασθήσοιντο αἱ δυνάμεις. κατεφρόνουν δὲ ὅμως τῶν Ῥωμαίων, ἅτε ἀναμαχήσασθαι οὐ δυναμένων, εἰ καὶ πλείων αὐτοῖς ἐνδοθείη χρόνος. ἐπεὶ οὖν ἀνακωχὴ ἐγεγόνει ἀνὰ τὴν ἕω, μετενήνεκτο δὲ ἅπας ἐπὶ τὴν Ἀρμενίαν ὁ θόρυβος, ἄλλου ἄλλα αὐτῆς διακληρωσαμένων, ἦρος ἀρχομένου συνέστη πόλεμος. 13. Ὅτι ὁ Τιβέριος ὁ Καῖσαρ στέλλει Θεόδωρον τὸν Βάκχου πρεσβευσόμενον ὡς βασιλέα Περσῶν, τῷ δοκεῖν μὲν ὁμολογήσοντα χάριτας ἀνθ' ὧν τὸν μέγιστον Ῥωμαίων πρεσβευτὴν ἐς τὰ μάλιστα ἐτίμησε Τραιανόν, ἡνίκα ἔναγχός γε δήπου τὴν δι' αὐτοῦ ἐδέξατο πρεσβείαν, ἔκπαλαι τὸ τοιόνδε νομισθὲν ὡς ἀμφοτέρας πολιτείας, ὥστε μετὰ τοὺς μεγάλους πρέσβεις στέλλεσθαι ἑτέρους ἥσσονας τῆς τῶν μεγίστων πρέσβεων ἀποδοχῆς τε ἕκατι καὶ φιλοφροσύνης. ἅμα δὲ ἐνετείλατό οἱ διαλεχθῆναι ὡς ἑτοιμότατα ἔχοι κατὰ τὸ ἤδη ἐμπεδωθὲν ἐν τοῖς ὁρίοις τῆς ἕω στεῖλαι τοὺς Ῥωμαίων ἄρχοντας γνωματεύσοντας ξὺν τοῖς ὑπ' αὐτοῦ ἐκπεμφθησομένοις ἡγεμόσι Περσῶν ἀμφὶ τῆς εἰρήνης καὶ τὰ ἀμφίβολα διευκρινήσοντας. Θεόδωρον μὲν αὐτοῦ ἀφικόμενον βασιλεὺς ὁ Περσῶν καταλέλοιπεν ἐν τῷ Δάρας τῇ πόλει τούς τε τὸν ἄνδρα ἄξοντας, ἐγκελευσάμενος, ἔνθα ἂν μάθοιεν τὸν βασιλέα εἶναι, ἐπικαταλαβεῖν, ὡς ἂν μὴ τὰ εἰθισμένα ἐπὶ πρεσβευτῇ πράσσων ἀναβολῇ χρήσοιτό τινι. ἅμα γὰρ ἠβούλετο καὶ πολέμοις ὁμιλεῖν καὶ
93
δέχεσθαι τὴν πρεσβείαν· ταύτῃ γὰρ ἐκφοβήσειν ᾤετο ἐς τὰ μάλιστα Ῥωμαίους. τῷ τοι ἄρα τὴν ὁδοιπορίαν διανύσας διὰ τοῦ λεγομένου Ἀρρεστῶν κλίματος καὶ τοῦ Μαρεπτικῶν ἀφίκετο ἐν Περσαρμενίᾳ, οὐκ οἰομένων τῶν Ῥωμαίων οὕτω γε δήπου θᾶττον ἥξειν αὐτόν. εἰωθότων γὰρ τῶν Περσῶν ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀμφὶ τὸ πέρας τοῦ τὴν ἐπωνυμίαν Αὐγούστου κληρωσαμένου μηνὸς ἀναφαίνεσθαι 201 κατὰ δὴ τῆς Περσῶν Ἀρμενίας καὶ τηνικαῦτα τὸν πόλεμον συγκροτεῖν, προτερήσας αὐτὸς εἰσήρρησεν αὐτόθι. ξυνηνέχθη τοιγαροῦν ἅπαξ προκατειλημμένους καὶ ἐφυστερίσαντας τοὺς Ῥωμαίους δι' ὅλου τοῦ ἔτους οὐδὲν ὁτιοῦν σφᾶς διαπράξασθαι ἐν καιρῷ. οὔτε γὰρ τὸ στράτευμα ξυνήθροιστο τὸ Ῥωμαϊκόν, ἀλλ' οἱ μὲν περὶ Κοῦρσον καὶ Θεόδωρον τοὺς στρατιώτας, ἐπειδὴ αὐτοῖς ἀπήγγελλον ὡς νεμεσᾷ τε καὶ ἀγανακτεῖ ὁ Καῖσαρ, ὅτι δὴ ἐσβαλόντες ἐν Ἀλβανίᾳ μὴ ἀνέστησαν ἅπαντας Σαβείρους τε καὶ Ἀλβανούς, ἀλλ' ὅτι ὁμήροις πεποιθότες ἐξεχώρησαν, κατεγνωκότες τε ἐξ αὐτῆς τῆς πείρας, τῷ ἀφηνιάσαι αὐτίκα ἀπὸ Ῥωμαίων τὸν Σαβεῖρα, ὡς οὐ κατὰ τὸ δέον ἐπεπράχεσαν, παρώφθη τε ὑπὸ σφῶν τὸ συνοῖσον, ὥσπερ ἀμέλει ἐκ μεταμελείας αὖθις ἐλάσαντες ἐν Ἀλβανίᾳ † πρεσβείας ἦγον τοὺς Σαβείρους τε καὶ Ἀλβανούς, πανοικίᾳ σφᾶς μετοικίζοντες ἐς τὰ τῇδε τοῦ Κύρου ποταμοῦ, ὡς λοιπὸν ἐν τῇ Ῥωμαϊκῇ διαιτᾶσθαι χώρᾳ. ἔτι οὖν Θεόδωρός τε καὶ Κοὺρς ἐν τούτοις ἐνησχολημένοι ἐτύγχανον. εἶτα ἐγκελευσαμένου τοῦ Καίσαρος Ἰουστινιανὸν τὸν τῆς ἕω στρατηγὸν μεταφοιτῆσαι καὶ ἐν Ἀρμενίᾳ γενέσθαι αὐτὸν ἡγησόμενον τοῦ πολέμου, οὐδὲν ἧττον καὶ Ἰουστινιανὸς οὔπω παρῆν τῷ σημῆναι τοῦτο αὐτῷ τὸν Καίσαρα ὀψὲ καὶ οὐκ ἐν καιρῷ τοῖς πράγμασι χρήσασθαι, πρός γε καὶ τῆς συνήθους διανομῆς τοῦ χρυσίου τοῖς ἑῴοις καταλόγοις γεγενημένης οὐκ ἐπικαίρως, ἀλλὰ δῆτα ἐφυστερισάσης. ἐπ' ἀδείας οὖν οὕτω πως καὶ ἀκονιτὶ ἐλάσαντος ἐν Περσαρμενίᾳ Χοσρόου, μηδενός οἱ ἀντικαθισταμένου, οἱ μὲν δασμοφόροι τῆς ἥττονος Ἀρμενίας οὔτε ἐχρήσαντο φυγῇ ἐκλελοιπότες τοὺς ἀγροὺς οἷγε, ἀλλὰ γὰρ καὶ τὰ ὅσα ἐπιτήδεια ξυνεκόμιζον τῷ στρατῷ. προβαίνοντι δὲ Χοσρόῃ ἀνὰ τὰ πρόσω οἱ ἐν τῷ κλίματι Μακραβανδὸν καὶ Ταραννῶν ἥκιστα ἔμενον, ὡς μηδένα πάμπαν μήτε ἄνθρωπον μήτε μὴν ὑποζύγιόν τι ὀφθῆναι. ἅτε γὰρ πολεμίου βασιλέως ἐπελθόντος ἀπέδρασε πᾶν τὸ γεηπονοῦν, καὶ πάντη τὰ 202 ἐκείνῃ ἐχήρευεν ἀνθρώπων· ἀλλὰ καὶ θηρᾶσαι βουλόμενον μηδέν τι τῶν πάντων ζώων ἦν ἐντυχεῖν. ἐν τούτῳ καὶ Θεόδωρος ὁ Βάκχου ἐφοίτησεν ὡς αὐτόν, ἐδέξατό τε τὸν ἄνδρα καὶ ξυνόμιλός οἱ ἐγένετο ἡμερώτατά πως, τὸν μὲν Καίσαρα δι' εὐφημίας ἄγων φάσκων τε ἀσπάζεσθαι τὴν ὡς αὐτὸν εἰρήνην τε καὶ φιλοφροσύνην· (μηδὲ γὰρ γεγονέναι τῆς † ἔχθρας τῶν σπονδῶν αἴτιον) Ἰουστῖνον δὲ τὸν βασιλέα ἐς τοὐναντίον λέγων κακῶς. εἶτα ἐς τὰ πρόσω ἤλαυνε διὰ τῆς καλουμένης Βασσιανῆς, ἑπομένου οἱ καὶ Θεοδώρου· ἐσβάλλει τε ἐς τὴν Ῥωμαίων Ἀρμενίαν κατὰ Θεοδοσιούπολιν, λήγοντος ἤδη τοῦ ἔαρος· ὥστε κατὰ ταὐτὸν ξυνενεχθῆναι τούς τε ἀγγελιαφόρους ἀφικέσθαι ἐν Βυζαντίῳ τοὺς δηλώσοντας, ὡς ἀπροσδόκητα ἐπέστη τῇ Ῥωμαίων Ἀρμενίᾳ βασιλεὺς ὁ Περσῶν καὶ ὅσον οὔπω προσενεχθήσεται Θεοδοσιουπόλει, καὶ αὐτὸν ἐκεῖσε παρεῖναι. ἐπεὶ οὖν ἐγένετο αὐτοῦ, ἐστρατοπεδεύσατο ἐς τὸ Ἀραβησσῶν ἐπικεκλημένον χωρίον ἀμφὶ τὸ μεσημβρινὸν κλίμα τοῦ ἄστεος, τὸ δὲ δὴ Ῥωμαίων στράτευμα αὐτό γε δήπου τὸ συναθροισθὲν ὡς πρὸς ἄρκτον περὶ τὸ κλίμα τὸ καλούμενον συναγόμενον, ἐς ὑπώρειάν τινα ὄρους. ἀτὰρ ὁ Χοσρόης αὐτοῦ που περὶ Θεοδοσιούπολιν ἐπ' ὄψεσι Θεοδώρου ἐξέταττε τὰς ἱππικὰς δυνάμεις ἐς λόχους τε καὶ φάλαγγας διακρίνων τε καὶ μετακοσμῶν, καὶ αὐτὸς τὸν ἵππον διελαύνων ἐνδεικνύμενος ἦν, οἷα δὴ οὐκ ἐκ προνοίας τινός, ὡς ἔτι ἔρρωται αὐτῷ καὶ σφριγᾷ τὸ σῶμα. διενοεῖτο δέ πως Θεοδοσιούπολιν ἐκπολιορκῆσαι· ἔννοια γάρ οἱ ἐσεφοίτησε μὴ οἷόν τε ἔσεσθαι ἂν ἄλλως τὴν Περσῶν Ἀρμενίαν ἀνακτήσασθαι καὶ Ἰβηρίαν, εἰ μή πω ὀχυρωτάτην ἐσότι Ῥωμαίων χειρώσοιτο πόλιν ἐκεῖσέ τε καθεδούμενος ἀνασώσεται τὴν ἐς τοὐπίσω λοιπὸν ἐγκαταλελειμμένην Περσαρμενίαν τε καὶ Ἰβηρίαν. τοιγαροῦν ἀναμφιβόλως εἶχε Θεοδοσιούπολιν αἱρήσειν. ὥστε ὑποφαίνων τε καὶ αἰνιττόμενος ὡς ἁλώσεταί γε αὐτῷ πάντως ἡ πόλις, ἤρετο Θεόδωρον ὁποία δὴ κατὰ τὸ μᾶλλον ἀνάλωτος εἶναι δοκεῖ πόλις, τὸ Δάρας ἢ δῆτα ἡ Θεοδοσιούπολις· ὡς, εἴ γε οὕτως ἀσφαλεστάτην (ἐδήλου δὲ τὸ Δάρας) ἐξεῖλε, πόσῳ μᾶλλον τὴν οὐχ οὕτως ἰσχυρὰν παραστήσοιτο Θεοδοσιούπολιν; Θεόδωρος μὲν οὖν ἀπε 203 κρίνατο ἐμφρονέστατά πως, ἀνάλωτον εἶναι ἐκείνην φήσας τὴν
94
πόλιν τὴν ἐς ἀεὶ φρουρουμένην ὑπὸ θεοῦ. ὁ δὲ βασιλεὺς ὁ Περσῶν, πρὶν ἢ Θεόδωρον πρὸς αὐτοῦ ἀφεθῆναι, ὡς ἐγένετο ἀγχοῦ Θεοδοσιουπόλεως, κατενόησε τὴν πόλιν εὖ μάλα καὶ ὡς ἀληθῶς ἐς τὰ πολέμια παρασκευασμένην. καί τινων μεταξὺ γενομένων ἀφίησι βασιλεὺς ὁ Περσῶν Θεόδωρον ἐς Βυζάντιον ἐλευσόμενον, ἐν γράμμασι μὲν κατάδηλον ποιήσας τῷ Καίσαρι ὡς ἥδεται καὶ αὐτὸς τῇ εἰρήνῃ, καὶ ὡς, εἰ πρὶν ἐκστρατεύοι ἀφίκετο Θεόδωρος, οὐδὲ ἐξετάξατο ἂν αὐτὸς οὐδέ γε ἐκίνησε τὰς δυνάμεις. νῦν δὲ ἀκλεὲς αὐτῷ εἶναι δοκεῖ ἐκστρατευσαμένῳ ἤδη διαλῦσαι τὸ στράτευμα· τοὺς γὰρ ἀνθρώπους ἢ τοῦ κερδαλέου γε ἕκατι ἢ δόξης ὀρεγομένους ἅπαντα πράσσειν. ἐπηγγέλλετο δὲ ὡς ἀπονοστήσας ἐς τὰ οἰκεῖα ἐκπέμψοι τοὺς ἐπιτηδείους αὐτῷ ἄρχοντας ἐν τοῖς ὁρίοις τῆς ἕω διαλεχθησομένους τε καὶ διαθήσοντας τὰ περὶ τῆς εἰρήνης ἅμα τοῖς ἐκπεμφθησομένοις Ῥωμαίων ἡγεμόσιν. ταῦτα μὲν οὖν ἐσήμανε τῷ Καίσαρι. ἐκλιπαροῦντος δὲ αὐτὸν Θεοδώρου ὥστε ἐπισχεῖν τὴν εἰσβολήν, ἔδοξεν ἐπινεύειν, εἴ γε ἄχρι λʹ ἡμερῶν ἀγγελία φοιτήσοι ὡς αὐτὸν σταλεῖσα ἐκ τοῦ Καίσαρος τὰ δέοντα βουλευσαμένου. ἐπειδὴ δὲ Θεόδωρον ἀφῆκεν, ὡς ἔγνω μήτε ἐξ ἐφόδου τὴν Θεοδοσιούπολιν οἷόν τε ὂν αὐτῷ ἐξελεῖν, μήτε γε μὴν πολιορκίᾳ τε καὶ μηχανήμασιν ἔσεσθαί οἱ ἐς τὸ λυσιτελὲς ἀποπειραθῆναι τοῦ τείχους (ξυνελεύσεσθαι γὰρ ἐν τοσούτῳ τὰς Ῥωμαϊκὰς δυνάμεις) καὶ δὴ ἀφῆκε τὴν Θεοδοσιούπολιν. Πρεσβεία ἐκ τοῦ ὀγδόου λόγου Μενάνδρου. 14. Ὅτι περὶ τὸ δεύτερον ἔτος τῆς Τιβερίου Καίσαρος ἡγεμονίας, μικρῷ πρότερον ἢ τάδε ξυνενεχθῆναι τὰ περὶ Χοσρόην, πρεσβεία ἐστάλη αὖθις ἀπὸ Ῥωμαίων ὡς Τούρκους, Οὐαλεντίνου ἐς τοῦτο χειροτονηθέντος· εἷς δὲ οὗτος τῶν βασιλείων ξιφηφόρων. καὶ οὖν ἐπεὶ αὐτῷ ἐπετέθη ἡ πρᾶξις, ἄρας ᾤχετο σὺν τοῖς κατ' αὐτὸν ὀπαδοῖς, ἔτι γε μὴν καὶ Τούρκοις ρʹ πρὸς τοῖς ἕξ. ἐνεδήμουν γὰρ τηνικαῦτα Τοῦρκοι κατὰ τὸ Βυζάντιον ἤδη ἐκ πολλοῦ ὑπὸ τοῦ σφετέρου ἄλλοτε ἄλλοι ἐκπεμφθέντες ἔθνους. ἐνίους μὲν γὰρ αὐτῶν Ἀναγκάστης ἐνταῦθα ἐπεκόμισεν ἐς πρεσβείαν ἐκεῖσε 204 ἀφικόμενος, τινὲς δὲ ἅμα Εὐτυχίῳ τὴν ἄφιξιν ἐποιήσαντο κατὰ τὴν βασιλίδα πόλιν, ἄλλοι δὲ ἐτύγχανον κατὰ τὸ Βυζάντιον διατρίβοντες μετ' αὐτοῦ δῆτα Οὐαλεντίνου πρότερον ἀφιγμένοι (δὶς γὰρ Οὐαλεντῖνος ἐπρεσβεύσατο ὡς Τούρκους), ἄλλοι δὲ σὺν Ἡρωδιανῷ, ὁμοίως δὲ καὶ ἅμα Παύλῳ τῷ Κίλικι, ὡς ἐξ ἁπάντων τούτων ξυναθροισθῆναι Σκύθας ἄνδρας ἐκ τοῦ φύλου τῶν ἐπιλεγομένων Τούρκων ἓξ πρὸς τοῖς ρʹ· οὓς δὴ ἅπαντας ἀναλαβὼν Οὐαλεντῖνος ἀπῆρε τοῦ βασιλείου ἄστεος. χρησάμενος δὲ ταῖς ταχυπλόοις τῶν ὁλκάδων διά τε Σινώπης καὶ Χερσῶνος, † ἥ ἐστιν ἀντικρὺ ἡ ἰόνα τοῦ ἡλίου ἀνατολῶν πέφυκεν ἱδρυμένη, οὐ μὴν ἀλλὰ καὶ Ἀπατούρας, ἔτι τε καὶ διὰ Φούλων. κατὰ δὴ τῆς † ψαμαθῶδες τῆς *** παρέθει τὰ ὄρη τῆς Ταυρικῆς τὰ νεύοντα ἐπὶ μεσημβρίαν. ἐκεῖνα δὴ οὖν τὰ ἐκ τῶν λιμναίων ὑδάτων περιθεόμενα πεδία οἵ γε ἀμφὶ Οὐαλεντῖνον ἱππασάμενοι καὶ ἑτέρους δὲ πλείστους δονακώδεις τε καὶ λοχμώδεις ἔτι τε καὶ ὑδατώδεις διεληλυθότες χώρους, οὐ μὴν ἀλλὰ καὶ διὰ τῆς λεγομένης Ἀκκάγας (ὄνομα δὲ γυναικὸς ἀρχούσης τῶν ἀνὰ τὰ ἐκείνῃ Σκυθῶν χειροτονηθείσης τηνικαῦτα ἐς τοῦτο ὑπὸ Ἀναγαίου, ὃς ἐκράτει τοῦ φύλου τῶν Οὐτιγούρων) ὡς δὲ ξύμπαν εἰπεῖν, πολλαῖς ἀτραποῖς ὁμιλήσαντες καὶ δυσχωρίαις παρεγένοντο ἔνθα τὰ πολεμικὰ σύμβολα τοῦ Τουρξάνθου ἐτύγχανεν ὄντα· οὗτος δὲ εἷς τῶν παρὰ Τούρκοις ἡγεμόνων. ἐν ὀκτὼ γὰρ μοίραις διεδάσαντο τὰ ἐκείνῃ ἅπαντα, οἷς γε τοῦ φύλου τῶν Τούρκων ἔλαχε προεστάναι· Ἀρσίλας δὲ ὄνομα τῷ παλαιτέρῳ μονάρχῳ Τούρκων. Ὁ γοῦν Οὐαλεντῖνος παρὰ τὸν Τούρξανθον ἀφικόμενος, ὃς πρὸ τῶν ἄλλων ἡγεμόνων ὑπαντιάζων ἐτύγχανε τοῖς ἐκεῖσε παραγενομένοις, εἶτα συνησθῆναι φράσας τῷ Καίσαρι Ῥωμαίων (ἐς τοῦτο γὰρ ἀφῖκτο ἐκεῖσε προσφθεγξόμενος τοὺς προεστῶτας 205 τοῦ φύλου τῶν Τούρκων, Τιβερίου ἤδη ἐς τὸ τῶν Καισάρων ἀναβεβηκότος κράτος), πρὸς τοῖς καὶ ὡς ἂν ἡ φιλοφροσύνη οὐχ ἧττον ἐν βεβαίῳ ἔσοιτο καὶ αἱ μεταξὺ Ῥωμαίων τε καὶ Τούρκων προελθοῦσαι σπονδαί, ἃς ἔθεντο Σιλζίβουλός τε καὶ Ἰουστῖνος ὁ βασιλεύς, Ζημάρχου πρώτου ἐκεῖσε φοιτήσαντος, ἡνίκα ἐσήμανεν ὁ Σιλζίβουλος ὡς ὁ Ῥωμαίων φίλος οὐχ ἧττον καὶ αὐτῷ ἐπιτήδειος καὶ ὁ δυσμενὴς ὁμοίως, καὶ ὅπως τὰ τοιάδε ἄτρωτά τε καὶ ἀπαράσπαστα μένοι. τῷ τοι ἄρα ἐπειδὴ τηνικαῦτα Ῥωμαῖοι Πέρσαις ἐπολέμουν, ἐπὶ τῇ προσρήσει ἔφη Οὐαλεντῖνος δέον εἶναι ἐν καιρῷ καὶ αὐτὸν ἐπιθέσθαι Πέρσαις. ταῦτα πρεσβεύοντος αὐτίκα ὁ Τούρξανθος· ἆρα οὖν οὐχὶ ὑμεῖς, ἔφη, οὗτοι ἐκεῖνοί ἐστε Ῥωμαῖοι, δέκα
95
μὲν γλώτταις, μιᾷ δὲ χρώμενοι ἀπάτῃ; καὶ ἅμα λέγων ἐπέβυσε τοῖς δέκα δακτύλοις τὸ στόμα τὸ ἑαυτοῦ. εἶτα ἔλεξεν αὖθις· ὥσπερ νῦν ἐπὶ τῷ κατ' ἐμὲ στόματι δάκτυλοί εἰσι δέκα, ὡσαύτως δὲ καὶ ὑμεῖς οἱ Ῥωμαῖοι πλείοσι κέχρησθε γλώσσαις· καὶ ταύτῃ μὲν ἐμὲ ἀπατᾶτε, τῇ δὲ ἄλλῃ τὰ κατ' ἐμὲ ἀνδράποδα τοὺς Οὐαρχωνίτας· καὶ ἁπλῶς ἅπαντα τὰ ἔθνη ῥημάτων τε ποικιλίᾳ καὶ τῷ δολερῷ τῆς διανοίας εἰρωνευόμενοί τε καὶ ὑποθωπεύοντες αὐτὰ μὲν ὥσπερ ἐπὶ κεφαλὴν ὠσθέντα τῇ βλάβῃ περιφρονεῖτε, ὑμῖν δὲ αὐτοῖς τὸ λυσιτελὲς ἐκπορίζετε. ἀλλὰ γὰρ καὶ ὑμεῖς οἱ πρέσβεις ἠμφιεσμένοι τὸ ψεῦδος ἥκετε ὡς ἐμέ, καὶ ὁ στείλας ὑμᾶς οὐχ ἥκιστα πέφυκεν ἀπατεών. καὶ ὑμᾶς μὲν διαχειρίσομαι παραχρῆμα καὶ οὐκ ἐς ἀναβολήν· ὀθνεῖον γάρ τι καὶ ἔκφυλον ψεύδεσθαι Τούρκῳ ἀνδρί. ὁ δὲ καθ' ὑμᾶς βασιλεὺς ἐκτίσει μοι δίκας ἐν δέοντι, ἐμοὶ μὲν φιλίας ἐχόμενα διαλεγόμενος, τοῖς δὲ δὴ Οὐαρχωνίταις τοῖς ἡμετέροις δούλοις (ἐδήλου δὲ τοὺς Ἀβάρους) ἀποδράσασι τοὺς δεσπότας γενόμενος ἔνσπονδος. οἱ μὲν Οὐαρχωνῖται, ἅτε κατήκοοι Τούρκων, ἡνίκα βούλομαι, ὡς ἐμὲ ἥξουσι καί, εἴ γε τὴν κατ' ἐμὲ ἱππείαν ἐσαθρήσουσι μάστιγα ὡς αὐτοὺς ἐκπεμφθεῖσαν, ἐς τὰ 206 κατώτατα φεύξονται τῆς γῆς· ἀντιβλέποντες δὲ ἡμῖν, ὡς εἰκός, οὐ φονευθήσονται ξίφεσι, μᾶλλον μὲν οὖν ταῖς ὁπλαῖς καταπατηθήσονται τῶν ἡμετέρων ἵππων καὶ δίκην ἀπολοῦνται μυρμήκων. καὶ περὶ μὲν τῶν Οὐαρχωνιτῶν ταῦτα ὑμῖν ἐν βεβαίῳ. ὑμεῖς δέ, ὦ Ῥωμαῖοι, τί δῆτα ἄρα τοὺς κατ' ἐμὲ πρέσβεις διὰ τοῦ Καυκάσου ὁδοιποροῦντας ἐπὶ τὸ Βυζάντιον ἄγετε, ὡς ἐμὲ φάσκοντες μὴ εἶναι ἑτέραν ἀτραπόν, δι' ἧς αὐτοῖς ἔσται ἡ πορεία; ταῦτα δὲ ἐπιτελεῖτε, ὡς ἀπείποιμι διὰ τὰς δυσχωρίας ἐπιθέσθαι τῇ Ῥωμαίων ἐπικρατείᾳ. πλὴν ἔγωγε ἐξεπίσταμαι μάλα ἀκριβῶς ὅποι τε ὁ Δάναπρις ποταμός, οὐ μὴν ἀλλὰ καὶ ὁ Ἴστρος ἔνθα καταρρεῖ καὶ ἵνα ὁ Ἕβρος, ὁπόθεν τε ἐπεραιώθησαν ἐς τὴν Ῥωμαϊκὴν τὸ ἡμέτερον δουλικὸν οἱ Οὐαρχωνῖται. οὐκ ἀγνοῶ τὴν καθ' ὑμᾶς δύναμιν. ἐμοὶ γὰρ ὑποκέκλιται πᾶσα ἡ γῆ, ἀρχομένη μὲν ἐκ τῶν τοῦ ἡλίου πρώτων ἀκτίνων, καταλήγουσα δὲ ἐς τὰ πέρατα τῆς ἑσπέρας. ἐσαθρήσατε, ὦ δείλαιοι, τὰ Ἀλανικὰ ἔθνη, ἔτι γε μὴν καὶ τὰ φῦλα τῶν Οὐνιγούρων, οἵ γε ἐπὶ πολὺ θαρραλέοι τέ τινες ὄντες καὶ τῇ οἰκείᾳ πίσυνοι δυνάμει ἀντετάξαντο μὲν τῷ ἀκαταμαχήτῳ τῶν Τούρκων, οὐκ ἀπώναντο δὲ τῶν ἐλπίδων. ταύτῃ τοι καὶ ὑπακούουσιν ἡμῖν καὶ ἐν μοίρᾳ καθεστήκασι δούλου. Τοσαῦτα μὲν οὖν τῷ Τουρξάνθῳ ἐκεκόμπαστο· ὑψαγόρας γάρ τις ἀνὴρ καὶ ἀλαζονείᾳ χαίρων. ὁ δὲ Οὐαλεντῖνος ἀκηκοὼς ἔλεξεν ὧδε· εἰ μὴ χαλεπώτατόν πως καὶ ἀνιαρὸν ὑπῆρχεν, ὦ Τούρκων ἡγεμών, καὶ παντὸς ὀλεθριώτερον θανάτου τὸ τεθνάναι ἡμᾶς ὑπὸ σοῦ, ζῶσαν δὲ παρὰ πᾶσιν ἀνθρώποις τὴν κακηγορίαν περινοστεῖν, καὶ τοῦτο δὴ μὴ πώποτε πραχθέν, καινοτομούμενον ὑπὸ σοῦ, τῇ πράξει τὴν μαρτυρίαν διασαφηνίζειν ἔμελλεν ὡς ἀπέκτεινας ἄνδρας πρέσβεις, καὶ τὸ τῇ ἀκοῇ καὶ μόνῃ φοβερὸν ἔργῳ δειχθήσεται φοβερώτερον, εὐξαίμην ἂν τῷ κατὰ σὲ ξίφει τήμερον τὴν τελευταίαν ἰδεῖν, τοῦτο μὲν ψευδολογίᾳ χαίρειν ἀκηκοὼς τὸν κατ' ἐμὲ βασιλέα, τοῦτο δὲ ψευδομένους αὐτῷ τοὺς πρέσβεις. διὸ δὴ ἐκλιπαροῦμεν πραότερον ἡμῖν προσβλέψαι καὶ ὑποχαλᾶν τῆς ὀργῆς καὶ τὸ λίαν ὀξύθυμον φιλανθρώπῳ καταμαλάττειν, ἔτι γε μὴν τῷ κοινῷ τῶν πρέσβεων πείθεσθαι νόμῳ. εἰρήνης γάρ ἐσμεν ἐργάται 207 καὶ πραγμάτων ὁσίων ταμίαι καθεστήκαμεν. ἄλλως τε δεῖ σὲ καὶ τῆς πατρῴας κληρονομοῦντα γῆς τε καὶ τύχης καὶ τοὺς πατρῴους διαδέχεσθαι φίλους καὶ ὥσπερ ἡγεῖσθαι καὶ αὐτοὺς κτῆμα πατρῷον εἶναι, ὁπότε καὶ Σιλζίβουλος ὁ πατὴρ ὁ σὸς αὐθαίρετα προσδραμὼν τῇ καθ' ἡμᾶς πολιτείᾳ, τὸ φιλορώμαιος μᾶλλον ἢ φιλοπέρσης εἶναι ἠσπάσατο. μεμένηκε τοιγαροῦν ἡμῖν τὰ τοῦ καθ' ὑμᾶς πατρὸς ἄχρι καὶ νῦν ἄφθαρτά τε καὶ ἀσάλευτα, καὶ δὴ τῆς αὐτῆς ἐχόμενοι φιλοφροσύνης διατελοῦμεν ἡμεῖς. οὐκ ἄλλως δὲ καὶ τὰ καθ' ὑμᾶς, εὖ οἶδα, τῷ βεβαίῳ στήσεται· ὀρθότατα γὰρ διάνοια προσφερομένη πρὸς τὸν πέλας καὶ μὴ ἐκτραπεῖσα τοῦ πρέποντος οὐκ ἀγνωμονηθήσεται τῷ ἀδήλῳ τῆς ψυχῆς ἀνταλλάγματι. Οὕτω δὲ Οὐαλεντίνου εἰρηκότος, ὁ Τούρξανθος ἔφη ὡς· δέον ὑμᾶς ἐνταῦθα ἀφιγμένους, ὦ Ῥωμαῖοι, ἐν μεγίστῳ τε πένθει εὑρόντας ἐμέ (ἀρτιθανὴς γάρ μοι Σιλζίβουλος ὁ πατήρ) καταχαράττειν τὰ πρόσωπα ταῖς μαχαίραις ἑπομένους τῷ παρ' ἡμῖν ἐπὶ τοῖς τεθνεῶσιν ἰσχύοντι νόμῳ. καὶ δὴ αὐτίκα Οὐαλεντῖνος καὶ ὅσοι γε αὐτῷ ἐπηκολούθησαν τοῖς αὑτῶν ξιφιδίοις διεχαράξαντο τὰς σφᾶς αὐτῶν παρειάς. τότε δὲ ἐν μιᾷ τῶν πενθίμων ἡμέρᾳ τέτταρας δοριαλώτους Οὔννους δεσμώτας ἀγαγὼν κατοιχομένῳ ἤδη τῷ πατρί, (δόχια δὲ τῇ οἰκείᾳ
96
γλώττῃ προσαγορεύουσι τὰ ἐπὶ τοῖς τεθνεῶσι νόμιμα) τούτους δὴ οὖν τοὺς δειλαίους ἐς μέσον ἀγαγὼν ἅμα τοῖς πατρῴοις ἵπποις τῇ βαρβάρῳ ἐνεκελεύετο φωνῇ ἐκεῖσε ἀπιοῦσιν ἀναγγεῖλαι Σιλζιβούλῳ τῷ πατρί, ὁπόσην αὐτῷ *** ἐπειδὴ δὲ τὰ τῆς πατρῴας ταφῆς ἐπετέλεσεν ὁ Τούρξανθος, ἕτερα πλεῖστα ὅσα διαλεχθεὶς Οὐαλεντίνῳ εἶτα ἀφῆκεν ἐς τοὺς ἐνδοτέρω ἡγεμόνας τῶν Τούρκων, ἔτι τε καὶ ὡς τὸν αὑτοῦ ὅμαιμον τὸν λεγόμενον Τάρδου ποιούμενον τὰς διαίτας κατὰ δὴ τὸ Ἐκτὲλ ὄρος· δύναται δὲ τὸ Ἐκτὲλ χρυσοῦν. ἐκεῖσε τοίνυν κατὰ τὸ Ἐκτὲλ ὄρος ἀπιόντος Οὐαλεντίνου, ἠπείλησεν ὁ Τούρξανθος ἦ μὴν αὐτίκα ἐκπολιορκήσειν τὴν Βόσπορον. † ἀρξαμένων τοιγαροῦν παραχρῆμα 208 ὅγε σὺν πλείστῃ δυνάμει Τούρκων ἐξέπεμψε τὸν Βώχανον καθαιρήσοντα Βόσπορον, Ἀναγαίου ἤδη περὶ τὰ ἐκεῖσε στρατοπεδευομένου σὺν ἑτέρᾳ δυνάμει Τούρκων. Ἐν ᾧ ἡ πόλις [καὶ] ὁ Βόσπορος ἥλω, οἱ πρέσβεις ἔτυχον παρὰ Τούρκοις οἱ τῶν Ῥωμαίων, κἀκ τούτου γέγονε δῆλον ὡς Τοῦρκοι ἐξεπολεμώθησαν Ῥωμαίοις. τῷ τοι ἄρα καὶ τοὺς σταλέντας, ἐν οἷς Οὐαλεντῖνος ὑπῆρχε, κατέσχεν ὁ Τούρξανθος ἐφυβρίζων τε ἐς αὐτοὺς καὶ ἀποφενακίζων καὶ τὰ ἄλλα κακῶς χρώμενος, εἶτα οὕτως ἀφῆκεν. Λόγος **. 15. Ὅτι κεραϊζομένης τῆς Ἑλλάδος ὑπὸ Σκλαβηνῶν, καὶ ἁπανταχόσε ἀλλεπαλλήλων αὐτῇ ἐπηρτημένων τῶν κινδύνων, ὁ Τιβέριος οὐδαμῶς δύναμιν ἀξιόμαχον ἔχων οὐδὲ πρὸς μίαν μοῖραν τῶν ἀντιπάλων, μήτι γε καὶ πρὸς πᾶσαν, οὔτε μὴν οἷός τε ὢν πολέμοις σφίσιν ὑπαντιάζειν τῷ ἀνὰ τοὺς ἑῴους πολέμους τὰς Ῥωμαίων τετράφθαι δυνάμεις, πρεσβεύεται ὡς Βαϊανὸν τὸν ἡγεμόνα τῶν Ἀβάρων τηνικαῦτα οὐ δυσμενῶς ἔχοντα πρὸς Ῥωμαίους, ἄλλως δὲ τῇ καθ' ἡμᾶς πολιτείᾳ χαίρειν ἐθέλοντα δῆθεν εὐθὺς ἐκ προοιμίων τῆς αὐτοῦ Τιβερίου βασιλείας. ταύτῃ τοι καὶ πείθει γε αὐτὸν κατὰ Σκλαβηνῶν ἄρασθαι πόλεμον, ὡς ἂν ὁπόσοι τὴν Ῥωμαίων δῃοῦσι τοῖς οἰκείοις ἀνθελκόμενοι κακοῖς ἐπαρκέσαι τε βουλόμενοι τῇ πατρῴᾳ κατὰ τὸ μᾶλλον παύσαιντο μὲν τοῦ τὴν Ῥωμαϊκὴν λεηλατεῖν, οἱ δὲ περὶ τῆς οἰκείας τὸν κίνδυνον ἀναδέξονται. τοῦ Καίσαρος τοίνυν τὴν τοιάνδε ὡς αὐτὸν στείλαντος πρεσβείαν, οὔτι ἠπείθησεν ὁ Βαϊανός. ἐκπέμπεται δ' οὖν ἐπὶ τούτῳ Ἰωάννης, ὃς δὴ τῶν νήσων διήνυε τὴν ἀρχὴν τηνικαῦτα καὶ τὰς Ἰλλυρίδας ἰθύνειν ἔλαχε πόλεις. οὗτος παραγενόμενος ἐν Παιονίᾳ τῇ χώρᾳ μετήγαγεν εἰς τὴν Ῥωμαίων αὐτόν τε τὸν Βαϊανὸν καὶ τὰς τῶν Ἀβάρων δυνάμεις, ἐν ταῖς δὴ λεγομέναις ὁλκάσι μακραῖς τὰ βαρβαρικὰ διαβιβάσας πλήθη· καὶ λέγεται ἀμφὶ τὰς ξʹ χιλιάδας ἱππέων θωρακοφόρων ἐς τὴν Ῥωμαίων διαπορθμευθῆναι. ἐνθένδε αὖθις διὰ 209 τῆς Ἰλλυριῶν διαγαγών, εἶτα ἐς τὴν Σκυθῶν ἀφικόμενος, ἔμπαλιν διελθεῖν παρεσκεύασε τὸν Ἴστρον ἐν ταῖς καλουμέναις ἀμφιπρύμναις τῶν νεῶν. ἐπειδὴ δὲ ἐπεραιώθη ἐς τὸ καταντικρὺ τοῦ ῥείθρου, παραχρῆμα τάς τε κώμας ἐνεπίμπρα τῶν Σκλαβηνῶν καὶ ἐσίνετο τοὺς ἀγρούς, ἦγέ τε καὶ ἔφερεν ἅπαντα, οὐδενός πω τῶν ἐκεῖσε βαρβάρων θαρρήσαντός οἱ ἐς χεῖρας ἐλθεῖν, ἐς τὰ λάσια δὲ καὶ κατηρεφῆ τῆς ὕλης καταπεφευγότων. ἡ δὲ τῶν Ἀβάρων κίνησις κατὰ Σκλαβηνῶν ἐγίνετο οὔτι γε μόνον τῆς τοῦ Καίσαρος ἕνεκα πρεσβείας καὶ τῷ βούλεσθαι τὸν Βαϊανὸν Ῥωμαίοις ἐκτῖσαι χάριν, ἀνθ' ὧν ἐς τὰ μάλιστα ἐφιλοφρονεῖτό γε αὐτὸν ὁ Καῖσαρ, ἀλλ' ὅτι γε αὐτῷ καὶ ἔχθιστοι ὑπῆρχον ἰδίας ἕκατι δυσμενείας. ἔστειλε γὰρ ὡς αὐτὸν Δαυρέντιον καὶ τοὺς ὅσοι ἐν τέλει τοῦ ἔθνους ὁ τῶν Ἀβάρων ἡγούμενος σφᾶς τε ὑπακούειν κελεύων Ἀβάροις καὶ ἐς φόρου ἀπαγωγὴν ἔσεσθαι ἀναγράπτους. Δαυρίτας δὲ καὶ οἵ γε ξὺν αὐτῷ ἡγεμόνες· καὶ τίς ἄρα, ἔφασαν, οὗτος πέφυκεν ἀνθρώπων καὶ ταῖς τοῦ ἡλίου θέρεται ἀκτῖσιν, ὃς τὴν καθ' ἡμᾶς ὑπήκοον ποιήσηται δύναμιν; κρατεῖν γὰρ ἡμεῖς τῆς ἀλλοτρίας εἰώθαμεν, καὶ οὐχ ἕτεροι τῆς ἡμεδαπῆς. καὶ ταῦτα ἡμῖν ἐν βεβαίῳ, μέχρι πόλεμοί τε ὦσι καὶ ξίφη. οὕτως ἀπαυθαδισαμένων τῶν Σκλαβηνῶν, οὐκ ἄλλως καὶ οἱ Ἄβαροι διετέλουν χρώμενοι μεγαληγορίαις. εἶτα ἐκ τούτου προπηλακισμοὶ καὶ ὕβρεις, καὶ ἅτε βάρβαροι τῷ σκληρά τε καὶ ὀγκώδη φρονήματα ἔχειν τὴν ὡς ἀλλήλους ἀνεσόβησαν ἔριν. καὶ οἱ Σκλαβηνοὶ τὸ σφῶν αὐτῶν ὀργίλον οὐχ οἷοί τε ὄντες ἐγχαλινῶσαι τοὺς ἐκεῖσε ἀφιγμένους πρέσβεις ἀναιροῦσιν, ὡς ἑτέρωθεν ἀμέλει ἔκπυστα γενέσθαι ταῦτα Βαϊανῷ. τοῦτο τοιγαροῦν κατὰ Σκλαβηνῶν ἐπίκλημα ποιούμενος ἐκ πολλοῦ ὁ Βαϊανὸς καὶ ὑποκρύφιον ἔχων
97
ὡς αὐτοὺς τὸ ἔχθος καὶ ἄλλως ἀσχάλλων, ὅτι αὐτῷ ὑπήκοοι οὐκ ἐγένοντο, μήτι γε πρὸς αὐτῶν καὶ τὰ ἀνήκεστα πεπονθέναι, καὶ ἅμα μὲν χάριν εἰδέναι βουλόμενος τῷ Καίσαρι, ἅμα καὶ πολυχρήματον τὴν χώραν εὑρήσειν οἰόμενος, ἅτε ἐκ πολλοῦ τῆς Ῥωμαίων ὑπὸ Σκλαβηνῶν **, τῆς 210 δὲ κατ' αὐτοὺς γῆς πρὸς ἑτέρου τινὸς τῶν πάντων ἐθνῶν οὐδαμῶς. Λόγος ** 16. Ὅτι ἡνίκα Τραιανὸς καὶ Ζαχαρίας ὁ βασίλειος ἰατρὸς τὰς σπονδὰς ἐτίθεντο, παρ' ἕκαστον τηνικαῦτα τῶν ὁπωσοῦν προϊόντων λόγων ἢ καὶ γραφομένων ἐν ταῖς ξυνθήκαις, εἴ γε Τραιανὸς ἢ Ζαχαρίας ἐφ' οἷς οἱ Πέρσαι ἔπρασσον οἵγε οὐκ ἠβούλοντο ξυνομολογεῖν, Μεβώδου τηνικαῦτα ἢ σιωπᾶν καὶ μόνον τὸ προσταττόμενον δέχεσθαι κελεύοντος ἢ τουτονὶ τὸν ἄνδρα ἀπειλοῦντος αὐτοῖς ἐπαφήσειν, καὶ ἅμα τῷ λόγῳ ἐπιδεικνύντος τὸν Τανχοσδρὼ τηνικαῦτα τοῖς ὁρίοις ἐφεστηκότα τῆς ἑῴας, καὶ δὴ τέλος ἐπαφέντος καὶ πλείστας ὅσας κώμας τε καὶ ἀγροὺς ἐμπρήσαντος, ἕως οἵ γε ἀμφὶ Τραιανὸν αὐτοὶ τὸ χρυσίον ἧκον κομίζοντες τῶν σπονδῶν, καὶ τοσαύτῃ δήπου χρησαμένου κατὰ Ῥωμαίων ὕβρει Μεβώδου ὡς μηδὲ ἀξιῶσαι τὰ εἰρηναῖα χρήματα ἐν τοῖς μεθορίοις κομίσασθαι, ἐγκελεύσασθαι δὲ Ῥωμαίοις ἐς τὴν Νίσιβιν ἀποσῶσαι, ἕτερά τε οὐκ ἀνεκτὰ περὶ τὴν τοῦ χρυσίου παράληψιν καταυθαδισαμένου τε καὶ ἐπεντρυφήσαντος αὐτοῖς, ὕστερον δὲ ἐς τοῦτο αὐτὸ περιελθεῖν καὶ δεηθήσεσθαι Ῥωμαίους Χοσρόης ἐλπίσας, εἴ γε καταπροτερήσοι τὸν τῆς ἐφόδου καιρὸν τῶν σπονδῶν ἀφροντιστήσας, ἢ καὶ δράσειν ἴσως τι μέγα, καὶ καταπλαγέντα τὸν Καίσαρα τελέως τῆς Περσῶν Ἀρμενίας τε καὶ Ἰβηρίας καὶ τῶν ἐκείνῃ χωρίων ἀποστήσεσθαι, παρὰ πολὺ τὴν τῆς ἕω δῄωσιν τῆς Περσαρμενίων τε καὶ Ἰβήρων προσχωρήσεως ἡγούμενον· ἅμα δὲ καὶ ἐπέπυστο Χοσρόης παρασκευάζειν στρατιὰν ἐς τὰ μάλιστα πολλὴν τὸν Καίσαρα, καὶ ἤδη στέλλειν κατὰ τὴν ἑῴαν ἱππαγωγοὺς ὁλκάδας· ὀλίγῳ πρότερον ἢ αἱ τριετηρίδες σπονδαὶ τελευτήσεσθαι ἔμελλον, πρὸ ἡμερῶν δήπου μʹ ἐπαφίησι κατὰ τῆς Ῥωμαίων γῆς τῆς ἐκ τῶν ὁρίων τοῦ Δάρας ἐς τὴν μέσην τῶν ποταμῶν στρατιὰν ἱππικὴν ἀμφὶ τὰς εἴκοσι χιλιάδας, ἧς περὶ τὰς ιβʹ μὲν ἦσαν Πέρσαι θυρεοφόροι τε καὶ ἱπποτοξόται, Σαρακηνοὶ δὲ καὶ Σαβεῖροι *** σὺν τοῖς Ῥωμαίων ἄρχουσι περὶ τοῦ πῶς δεῖ προελθεῖν τὴν 211 ἐν γένει εἰρήνην διασκεπτόμενον. ὃ δὴ καὶ μάλιστα ἀλαζονείας τε καὶ ἀναισχυντίας οὐ μικρὰν προσῆψε τῷ Χοσρόῃ δόξαν τάς τε ξυνθήκας οὕτω πως ἀναίδην οὐκ ὀκνήσαντι ξυγχέαι, καὶ ταῦτα ὀλίγης πρὸς τὸ πέρας αὐτῷ ἐνδαψιλευομένης παραδρομῆς ἡμερῶν, καὶ ὅτι γε τὸν αὐτόν, ἅτε δὴ ἐπεγγελῶν Ῥωμαίοις, ἅμα τε καὶ περὶ εἰρήνης διαλεχθησόμενον ἐν τοῖς ὁρίοις ἐχειροτόνησεν καὶ ἅμα ἐν τοῖς αὐτοῖς χωρίοις, ἐν αὐταῖς ὡς εἰπεῖν ταῖς ἡμέραις, πολέμου τε καὶ ταραχῆς καὶ σπονδῶν συγχύσεως αἴτιον. τοῦτον δὴ οὖν τὸν Μεβώδη βουλευμάτων τε ἡγούμενον καὶ τοῦ παντὸς ἔχοντα κῦρος ὁπλίσας ἐξέπεμψε, πρός γε καὶ Σαπώην τὸν Μεαιράνου ἀνδρὸς οὐκ ἀγεννοῦς ἀπενεγκάμενον δόξαν. 17. Ὅτι ὁ Τιβέριος καὶ ἕτερόν τι προστίθησι τῷ δεδογμένῳ καὶ ἐς τὰ μάλιστα θεῷ κεχαρισμένον· πολλοὺς γὰρ τῶν παρὰ Ῥωμαίοις δορικτήτων Περσῶν, μάλιστα τοὺς ἐν τέλει, ὧν ἔνιοι καὶ τῷ βασιλείῳ γένει ξυνημμένοι ἦσαν, ἔστειλε Χοσρόῃ δωροφορήσας. εἶτα πρέσβεις ἐπὶ τῷ τοιῷδε ἐξέπεμψε Ζαχαρίαν τε αὖθις τὸν βασίλειον ἰατρόν, ἅτε πολλάκις χρησιμώτατά τε καὶ εὐνούστατα ἐξυπηρετησάμενον ταῖς κατὰ τὸν πόλεμον τοῦτον πρεσβείαις. τοῦτον δὴ οὖν τὸν ἄνδρα τῇ λεγομένῃ ἀπὸ ἐπάρχων ἀξίᾳ διακοσμήσας ἐχειροτόνησε καὶ πάλιν, καὶ δὴ πρεσβευσόμενον ἀφῆκεν, οἷα δὴ καὶ αὐτοῦ Ζαχαρίου τὴν πρεσβείαν ταύτην γενέσθαι ξυνωθήσαντος, σὺν τῷ καὶ Θεόδωρόν τινα ἕνα τῶν βασιλείων μαχαιροφόρων ἀξίωμα καὶ αὐτῷ στρατηγοῦ περιθείς. τούτω τὼ ἄνδρε πρεσβευσομένω ἀπονείμας Χοσρόῃ ἐξέπεμψεν, ἔγραψέ τε ἐπιεικείας ἀνάπλεα ῥήματα. ὁ δὲ νοῦς τῆς ἐπιστολῆς· ἐγὼ καὶ βούλομαι τὴν εἰρήνην καὶ διὰ τὸ θεόσδοτον οὖσαν ἀσπάζομαι, καὶ ὥσπερ φύσει τινὶ προσιζάνει μοι τὰ τῆς φιλίας ὑμῶν. τοιγαροῦν ἑτοίμως ἔχω τῆς Περσαρμενίας τε πάσης ἀφίστασθαι καὶ Ἰβηρίας, οὐ μὴν τῶν βουλομένων ἡμῖν ὑπακούειν Περσῶν Ἀρμενίας τε καὶ Ἰβήρων. ἀναδίδωμι δὲ καὶ τὸ Ἀφουμῶν φρούριον καὶ τῆς Ἀρζανηνῆς ὑμῖν παραχωρήσω τὸ Δάρας μόνον ἀντὶ τοσούτων ἀνακομιζόμενος πρὸς ὑμῶν. ταῦτα Τιβέριος ὁ αὐτοκράτωρ Χοσρόῃ σημήνας ἐφῆκε Ζαχαρίᾳ τε
98
καὶ Θεοδώρῳ καὶ μεγίστων πρέσβεων ἔχειν ἰσχὺν καὶ τὴν εἰρήνην ὡς ἂν οἷοί τε ἔσοιντο διατιθέναι. μετὰ ταῦτα τῆς ὁδοιπορίας ἔτι σχομένω σταλέντε ἄνδρε, οὕτω παρα 212 σχόν, καὶ Χοσρόης ὁ Περσῶν βασιλεὺς καταπλαγεὶς τοῖς ξυμβεβηκόσι προφθάσας ἐκπέμπει ὡς τῶν Ῥωμαίων αὐτοκράτορα πρεσβευτήν, καὶ ἀφικνεῖται χειμῶνος ἀρχομένου ἤδη ὃς ἐπὶ τῇ πρεσβείᾳ ἐχειροτονήθη Πέρσης ἀνήρ, τοὔνομα Φερογδάθης, οὐχ ἧττον καὶ αὐτὸς φιλανθρωποτάτους ἐν ἐπιστολῇ διακομίζων λόγους πρὸς τοῦ Περσῶν βασιλέως, ἐν ᾗ ἐγέγραπτο ὧδε· εἰ μὲν τὸ δίκαιον ποιῆσαι βουληθείης, ὦ Ῥωμαίων βασιλεῦ, καλῶς ἂν πράξοις τούς τε τὴν ἀποστασίαν τῆς Περσαρμενίας βουλεύσαντας γενεάρχας ἐκδιδοὺς ἡμῖν ὑφέξοντας ποινὰς ἐν τοῖς ὁρίοις τε τῆς Περσῶν τε καὶ Ῥωμαίων ἀναρτηθησομένους, διδοὺς δὲ καὶ τὴν ἐντεῦθεν συμβᾶσαν ζημίαν Πέρσαις. εἰ δὲ πρὸς ταῦτα ἐναντίως ἔχεις, πρᾶξαι γοῦν τὸ φίλοις πρέπον· τοῦτο δέ ἐστι ξυνδραμεῖν ἐν τοῖς ὁρίοις αὖθις τοὺς ἑκατέρας ἄρχοντας πολιτείας τὰ τῆς εἰρήνης, ὡς ἂν δύναιντο, μεταξὺ ἀλλήλων διαθησομένους· ἐφ' ᾧ δὲ τὰ τοιαῦτα προελθεῖν, ἀνακωχὴν γενέσθαι τινά. ὧδε μὲν οὖν καὶ ἡ Χοσρόου ἐδήλου ἐπιστολή· πλείστων δὲ ἡμερῶν κατὰ τὴν βασιλίδα πόλιν διαγενομένων ἐν ταῖς ἐν μέσῳ συνουσίαις Τιβερίου τοῦ βασιλέως καὶ Φερογδάθου τοῦ Περσῶν πρεσβευτοῦ, γράφεται μὲν ἀπιοῦσιν ἐπὶ τὴν πρεσβείαν Ζαχαρίᾳ τε καὶ Θεοδώρῳ τοῖς πρέσβεσιν ἐνδιατρῖψαι κατὰ τὴν ἕω καὶ οὔτι μάλα ἐν σπουδῇ θέσθαι δηλῶσαι σφῶν αὐτῶν τὴν παρουσίαν βασιλεῖ τῶν Περσῶν, πρὶν ἢ ἐκ τῆς βασιλίδος ἀφεθείη Φερογδάθης ὁ Περσῶν πρεσβευτής. προελθόντων δὲ κεκινημένων ἐσότι πλείστων λόγων, ἐκπέμπει τὸν Φερογδάθην ὁ βασιλεὺς ἐπὶ τούτοις, οἷς δὴ καὶ πρὸ τοῦ ἐγεγράφει διὰ τῶν Ῥωμαίων πρέσβεων. ἐκεχειρίαν δὲ οὔτι ᾤετο δεῖν ἐπὶ μήκιστον χρόνον ἐνδιδόναι Πέρσαις· ἀποχρῆν γὰρ ἔφασκε τῷ βουλομένῳ τὴν εἰρήνην καὶ μὴ διὰ τῆς τοῦ χρόνου πλείονος ἀπάτης προμηθευομένῳ παρασκευῆς ἀφορμὴν καὶ δύο μηνῶν ἢ τριῶν παραδρομήν. καὶ οὖν ἀπῆρεν ἐπὶ τοῖς τοιοῖσδε ὁ Φερογδάθης ἐκ τοῦ Βυζαντίου. 18. Ὅτι Ῥωμαῖοι καὶ Πέρσαι ξυνεστήσαντο ἂν τὴν εἰρήνην, εἰ μὴ Χοσρόης ᾤχετο ἐξ ἀνθρώπων καὶ Ὁρμίσδας ὁ Χοσρόου, ἀνοσιουργὸς ὄντως ἀνήρ, τὴν κίδαριν ἀνεδήσατο. οἶμαι μὲν οὖν ἔγωγε οὐκ ἄλλως, πλὴν ἀλλὰ καὶ ὣς ἐκυρώθη, ἅτε Χοσρόου ἔτι 213 περιόντος Ζαχαρίαν τε καὶ Θεόδωρον ἐσφοιτῆσαι ἐς τὴν Περσῶν πρεσβευσομένους (οὔπω γὰρ τὴν τῶν Σύρων παραμειψάμενοι ἦσαν) καὶ οὐδὲν ὅ τι τῆς Ῥωμαίων ἐνηλλάγη πρεσβείας. διὸ καὶ ἐκ βασιλέως αὐτοῖς γράμματα ἐστάλη ἔχεσθαι τῆς ὁδοιπορίας ἐπὶ τοῖς αὐτοῖς. γνῶναι μὲν γὰρ ἐν μέσῳ τὴν Χοσρόου τελευτήν, ὅμως δὲ καὶ πρὸς τὸν ἐκείνου παῖδα οὐκ ἄλλως φρονεῖν ἑτοίμως τε ἔχειν τὸν πόλεμον ἐπὶ τοῖς ἤδη Χοσρόῃ γραφεῖσι καταλῦσαι· ἔτι γε μὴν καὶ τοὺς ἀφεθέντας αἰχμαλώτους ὡς ἂν ἐγχειρίσωσι τῷ Περσῶν βασιλεῖ. προσημήναντες τοίνυν οἱ Ῥωμαίων πρέσβεις σὺν τιμῇ τε πολλῇ καὶ εὐφημίᾳ κατὰ τὴν Νίσιβιν ἐγένοντο πόλιν· ἐν θαύματί τε μεγίστῳ ἐποιοῦντο Πέρσαι τὴν Ῥωμαίων ἀμφὶ τοὺς δοριαλώτους φιλανθρωπίαν. ἐν τούτῳ δὲ καὶ Τιβέριος ὁ αὐτοκράτωρ στέλλει αὖθις τοῦ ἦρος ἀρχομένου Μαυρίκιον κατὰ τὴν πρὸς ἀνίσχοντα ἥλιον ἀποκαραδοκήσοντα τὸ ἐσόμενον, ἐγκελευσάμενός οἱ, πρὸς ὅπερ ἂν ὁ Περσῶν βασιλεὺς τραπῇ, ὑπαντιάζειν τε καὶ παρασκευάζεσθαι πρὸς ἑκατέραν τῶν πραγμάτων ῥοπήν. καὶ ὁ μέν, καθὰ βασιλεῖ ἐδόκει, ἀνὰ τὴν ἕω ἔμενε τὸ πρακτέον ἐπιτηρῶν· προϊόντων δὲ τῶν πρέσβεων ἐς τὰ ἤθη Περσῶν ἐπειγομένων τε θεάσασθαι τὸν ἄρτι τῷ βασιλείῳ θρόνῳ ἐπιβεβηκότα οἰομένων τε ἐς τὰ μάλιστα τεύξεσθαι τιμῆς, οὐ μὴν ἀλλὰ καὶ τῶν σπουδαζομένων οὔτι ἀποτεύξεσθαι, οἷα μετὰ τοσαύτην νίκην πράους τε καὶ πάσης αὐθαδείας ἀπηλλαγμένους τοῦ Ῥωμαίων βασιλέως ἐπικομιζόμενοι λόγους· καὶ ὡς οὐ μόνον ἄχρι ῥημάτων αὐτοῦ τὸ φιλάνθρωπον, μᾶλλον μὲν οὖν ἔργοις ἐπιδεικνυμένου, τῷ τοσούτους δοριαλώτους τοῖς Πέρσαις αὐτοὺς ἐπαναγαγεῖν, τούτων ἐλπιζόντων γε αὐτῶν κυρῆσαι ἀναμφιβόλως, ἐς τοὐναντίον ξυνέβη ἅπαν. πρῶτον μὲν γὰρ κατὰ μέσον τῆς ὁδοιπορίας τῶν τις παρὰ Πέρσαις τοῖς βασιλικοῖς τε καὶ δημοσίοις πράγμασιν ἐξυπηρετουμένων, οὕς, εἴ τις τῇ Λατίνων χρήσοιτο φωνῇ, ἀσηκρῆτις προσαγορεύσειεν, ὑπαντιάσας ἤρετο σφᾶς ὅ τι βούλοιντό τε καὶ ὅ τι ἥκοιεν καὶ ὁποίαν ἀποκομίζοιεν ἀγγελίαν. ἀλλὰ τούτῳ μὲν οἵ γε ἀμφὶ Ζαχαρίαν τε καὶ Θεόδωρον ὧδε ἀπεκρίναντο, ὡς τὰ τοιάδε τῷ παρὰ Πέρσαις μαγίστρῳ, καθὰ τοῦτον καλοῦσι Ῥωμαῖοι, ῥητέον,
99
καὶ οὐχὶ αὐτῷ. ταῦτα εἰπόντες εἴχοντο τῆς ὁδοῦ. ἐξ ἐκείνου ἧκεν ἕτερός τις ἐκ Περσῶν, ὃς ἔτριβε τὴν ὁδοιπορίαν αὐτοῖς καὶ διαμέλλειν 214 ἐποίει βραδυτῆτος χρώμενος ἐπινοίαις ἰέναι τε ἐς τὰ πρόσω μὴ συγχωρῶν. σταθμοῖς τε γὰρ πλησιαιτέροις καὶ παρασάγγαις ὀλίγοις ἐχρῆτο ἄλλοτε ἄλλους χώρους περιφέρων τε καὶ ἀποπλανῶν, κἀκ τούτου τὰ κάκιστα σφίσι προεδήλου καὶ ἐδείκνυ τῇ περὶ τὴν ὁδοιπορίαν πλάνῃ οὐδέν τι φιλοφροσύνης ἐχόμενον ἢ τῆς προσηκούσης αἰδοῦς πρέσβεσιν. ἦν δὲ τὸ πραττόμενον ἐξ ἐπιβουλῆς τε καὶ μελέτης, ὥστε ἐπισχεῖν σφᾶς ὅσον ἂν χρόνον οἷοί τε ὦσιν, ἐν τούτῳ τὴν κατὰ δύναμιν ποιησομένους τοῦ πολέμου παρασκευὴν τὰ ἐπιτήδειά τε συναθροίσοντας ἀποτεθησόμενα κατὰ δὴ τὸ ὅσον οὔπω ἀναγκαῖον ἐς Νίσιβίν τε καὶ τὸ Δάρας τὰς πόλεις, ἔτι γε μὴν καὶ τὰ πέραν τοῦ Τίγριδος ποταμοῦ καὶ τὰ τῇδε φρούρια ἀνάπλεα θέσθαι τῶν ἐδωδίμων, ὡς ἀκρίδος οὕτω ξυμβὰν καταδηλησαμένης τοὺς ἐκείνῃ καρπούς, καὶ ἅμα ἐρημωθέντων κατὰ τὴν προλαβοῦσαν Ῥωμαίων ἐπιδρομὴν ἁπάντων τῶν κατὰ ταῦτα χωρίων, λιμοῦ τε σφοδροτάτου τοῖς ἐκεῖσε ἐνσκήψαντος· πρὸς δέ γε ἐφ' ᾧ καὶ στρατολογῆσαι, ἅτε πολεμησείοντος ἐς τὸ ἐμβριθὲς τοῦ βασιλέως Περσῶν. ἐπεὶ δὲ ταῦτα αὐτοῖς ἐβεβούλευτο, μόλις μετὰ πλείστας ὅσας ἡμέρας ἐδόθη τοῖς πρέσβεσιν ἐς τὰ βασίλεια ἐσφοιτῆσαι. καὶ τὰ μὲν πρῶτα, καθὰ τῇ συνηθείᾳ ἐδόκει, θοινησάμενοι καὶ τὸ ἐκ βασιλέως γράμμα ἐγχειρίσαντες, πρός γε καὶ τοὺς δοριαλώτους ἀποδεδωκότες, ἐνθένδε ἀνεχώρησαν φιλοφροσύνης μηδὲν ὁτιοῦν εὑρηκότες. τῇ δὲ ὑστεραίᾳ ὁ παρὰ Πέρσαις τῆς αὐλῆς ἡγεμὼν καὶ Μεβώδης ἐπυνθανέσθην τὴν δύναμιν τῆς πρεσβείας. τῶν δὲ εἰπόντων ὅτι δὴ περὶ εἰρήνης ἥκοιεν πρεσβευσόμενοι, αὐτίκα οἵγε οὐδὲ προσίεντο τοὺς περὶ τούτων αὐτῶν λόγους φάσκοντες οὐκ ἐπιτετράφθαι τι τοιοῦτον [δὲ], ἀλλὰ συλλαβὰς ἀποδόντας ἀντιλαβεῖν χρῆναι καὶ ὡς θᾶττόν γε δήπου τῆς Περσῶν ἀπαλλαγῆναι. ἐν φανερῷ τοίνυν ποιησαμένων τὴν ἐφιεῖσαν αὐτοῖς τοῦτο κέλευσιν, ἔγνωσαν ἐν βραχεῖ ὅ τι δύναται ἡ ἐπιστολὴ τοῦ Ῥωμαίων αὐτοκράτορος καὶ τὴν ἄφιξιν τῆς πρεσβείας ἅπασαν, ὡς ἕτοιμος εἴη κατασβεννύναι τὰ ἐκ τοῦ πολέμου χαλεπὰ καὶ τὴν περιμάχητον αὐτοῖς Ἀρμενίαν ἅπασαν ἀμαχητὶ ἐνδοῦναι, παραχωρῆσαι δὲ σφίσι καὶ Ἀρζανηνῆς ἀντιχαριζόμενος τοῦ Δάρας τὸ Ἀφουμῶν φρούριον. ἐδέξατο μὲν οὖν καὶ αὖθις αὐτοὺς βασιλεὺς ὁ Περσῶν, τραχύτητι 215 δὲ χρώμενος πρὸς ἕκαστα τῶν φιλανθρώπως γεγραμμένων οὔτε ἀποστήσεσθαι ἔφη πώποτε τοῦ Δάρας, οὐ μᾶλλόν γε ἢ τῆς Νισίβιος ἢ Σιγγάρων, ἅπερ καὶ αὐτὰ ἐκ Ῥωμαίων ἀπισχυρίζετο ἔχειν Πέρσας, οὔτε μὴν ἐλαττώσειν τι τῶν πατρῴων κτημάτων, ἀλλ', εἰ μὲν οἷόν τέ ἐστιν, ἐς αὔξησιν αὐτὰ ἐνεγκεῖν, εἰ δὲ μή, ἀλλὰ γὰρ καταλελειμμένα φυλάξειν. Χοσρόην μὲν γὰρ τὸν πατέρα ἔφη ὡς· εἴ γε περιῆν, ἴσως τὸ τοιόνδε ἔπραξεν ἂν καὶ τὸ Δάρας ἀφῆκε Ῥωμαίοις. τῷ γὰρ προσκτησαμένῳ τι καὶ τοῦτο ἀποβεβληκότι οὐχ οὕτως αἰσχρόν· αἰσχύνη δὲ ὁμοίως ἅπασιν ἀνθρώποις καταπροέσθαι τὰ πατρῷα. ταῦτα εἰρηκὼς διὰ Μεβώδου πάλιν αὐτοῖς ἐποίησε κατάδηλον ὡς· ἐπὶ τίνι μέγα φρονοῦντες ἀξιοῦσι πρὸς ἡμῶν ἀνακομίζεσθαι τὸ Δάρας; ποῖον νενικηκότες πόλεμον; ποίοις ἐγκαλλωπιζόμενοι τροπαίοις; ποῖ δῆτα καθυπέρτεροι γενόμενοι Περσῶν; ἀλλ' ὅτι ἀπειρίας δραξάμενοι τοῦ Τανχοσδρὼ καὶ περιαγαγόντες αὐτὸν ἐς ἄλλοτε ἄλλους χώρους, ἐπειδὴ περιπλανωμένου ἐξ Ἀρμενίας ἐκείνου εἰς Ἀρζανηνὴν καὶ ἀπὸ Ἀρζανηνῆς ἐςἈρμενίαν ἄδειαν ἔσχον οἱ Ῥωμαῖοι καταδραμεῖν τὴν ἕω Περσῶν· τῷ τοι ἄρα βρενθύονται ἴσως καὶ μεγαλαυχοῦσιν ὑποτοποῦντες ἐν ἐλάττονι μοίρᾳ τὰ ἡμέτερα κεῖσθαι. ἴστωσαν οὖν, ἔφη, Ῥωμαῖοι ὡς οὐδὲ ἄλλως ἀνέξομαι τῆς εἰρήνης, εἰ μήπω κατατιθέναι μέλλοιεν καὶ τὰ ὅσα πρὸς βασιλέως Ἰουστινιανοῦ ἐκομιζόμεθα χρήματα ἀν' ἔτος. τοσαύτῃ μεγαληγορίᾳ χρησαμένου Ὁρμίσδα μόλις ἀφείθησαν Ζαχαρίας τε καὶ Θεόδωρος ἄχρι τριῶν ἤδη φθινόντων μηνῶν ἐκεῖσε ἐνδιατρίψαντες πάντων τε τῶν δυσχερῶν ἐς πεῖραν ἐλθόντες. καὶ γὰρ οὐδὲ ὅσον ἀέρα καθαρὸν ἀναπνεῦσαι, οὐ μὴν προκῦψαι ἐκ τοῦ τέγους, ἵνα ἐνδιαιτώμενοι ἦσαν, ξυνεχώρουν οἷς ἡ φυλακὴ τῶν πρέσβεων ἀνειμένη ἐτύγχανεν, τό τε δωμάτιον αὐτὸ ζοφῶδές τε ἦν καὶ ἀδιάπνευστον καὶ ὥρᾳ θέρους ἐς τὰ μάλιστα ἀναρμόδιον, ὡς δοκεῖν εἶναι τὸ χρῆμα εἱρκτήν. τοῖς τοιοῖσδε τοίνυν δεινοῖς ἐκτετριμμένους διαφῆκαν πολλῷ δυσκολώτερον αὖθις πρὸς τὴν ἐπάνοδον αὐτοῖς χρησάμενοι, ὡς μήτε τῶν ἀναγκαίων ἐς τὸ ἀποχρῶν σφίσι μεταδιδόναι τρίβειν τε τὸν χρόνον καὶ μακροτέραν αὐτοῖς τὴν 216 πορείαν ἐργάζεσθαι. μιᾶς γὰρ ἡμέρας ὁδὸν σφᾶς ἀγαγόντες ἐπὶ τὰ πρόσω, τῇ ἐφεξῆς δι' ἑτέρας ἀτραποῦ
100
ἐς τοὔμπαλιν ἐπανῆγον, ἕως πολλῶν ἀνιαρῶν αὐτοὺς ἀναπλήσαντες, ὡς καὶ ἑκάτερον ἀμέλει νόσῳ βαρυτάτῃ περιπεσεῖν, ἐξώθησαν τῆς Περσῶν. ἀφικομένης δὲ ταύτης τῆς ἀγγελίας παρὰ βασιλέα Ῥωμαίων καὶ παρὰ τὴν πάντων ἐλπίδα προσπεσούσης, (οὐ γὰρ ᾠήθη πώποτε Πέρσας ἐπὶ σμικροῖς οὕτω καὶ λίαν συμμέτροις τὴν εἰρήνην μὴ προσδέξεσθαι) Μαυρικίῳ μὲν εἰκότως ἐσήμαινεν ἔχεσθαι τοῦ πολέμου κατὰ τὸν προχωροῦντα τρόπον, καὶ τὰ ἄλλα περιεσκόπει, ὡς ἂν ἀμηγέπη οἷός τε ἔσοιτο βοηθῆσαι τοῖς πράγμασιν. οἷ δὲ τὰ μὲν ἄλλα οὐκ εἶχε κακῶς τὸ στράτευμα· καὶ γὰρ τὴν διανομὴν τῶν χρημάτων ἐπεποίητο. 19. Ὅτι παρεσκευάζετο ὁ Τιβέριος διαλῦσαι τὸν πρὸς Πέρσας πόλεμον. τοιγαροῦν οὕτως ἀρέσαν τῷ βασιλεῖ, ἀφίησιν ἐπὶ τούτῳ Ζαχαρίαν ἐν τοῖς Ῥωμαίων τε καὶ Περσῶν μεθορίοις πρεσβευσόμενον καὶ αὖθις· ὃν δὴ καὶ πολλάκις ἐπὶ ταῖς τοιαύταις ἐχειροτόνησε χρείαις. ὁ δὲ ἀφικόμενος καὶ δῆλον καταστήσας, ἐφ' ᾧ ἐποιήσατο ὡς Πέρσας τὴν ἄφιξιν, ὁ μὲν ὑπῆρχεν ἐν τούτοις, βασιλεὺς δὲ Περσῶν ἐκπέμπει Ἀνδίγαν. οὗτος δὲ ἀνὴρ κατὰ τοσοῦτον ἐχέφρων τε ἦν καὶ πράγμασι πλείστοις ὁμιλήσας, καθ' ὅσον τε αὐτῷ ἐπὶ μακρότατον καὶ τὰ τοῦ χρόνου ξυνέβαινεν ἐπισφραγίζοντι τῷ πάνυ γηραλέῳ τὸ νουνεχές. ἐπειδὴ δὲ συνηλθέτην ἀγχοῦ τῆς πόλεως τοῦ Δάρας, ξὺν τοῖς καὶ οἱ τῶν ἐκείνῃ πόλεων Ῥωμαίων τε καὶ Περσῶν ἡγεμόνες, οἱ μὲν δὴ ἐξηρτύοντο ἕκαστοι διαλεχθησόμενοι περὶ τοῦ ὅπως δέον καταθέσθαι τὸν πόλεμον· ὁ δέ γε τῶν μεθορίων λεγόμενος προτίκτωρ, (δηλοῖ δὲ παρὰ Ῥωμαίοις τὸν ἐς τοῦτο καταλεγόμενον ἀξίας τὸν βασίλειον προσκεπαστήν) οὗτος δὴ οὖν κατεσκεύασε καλύβας, ἐν αἷς ἔμελλον ἑκατέρας πολιτείας πρέσβεις τὰ εἰρημένα διασκέπτεσθαι· τοῦτο γὰρ τὸ λειτούργημα ἄνωθέν τε καὶ ἐξ ἀρχῆς τῷ προτίκτορι ἐπιτέτραπται. παρασκευασθέντων οὖν τῶν τοιῶνδε ἐνδιαιτημάτων, καὶ γενομένων ἐν τῷ αὐτῷ τοῦ Ἀνδίγαν τε καὶ Ζαχαρίου καὶ τῶν τῆς περιοικίδος ἀρ 217 χόντων, τοῦ μὲν Ἀνδίγαν τὴν συνέλευσιν ποιουμένου ἐκ τοῦ Δάρας, Ζαχαρίου δὲ ἐκ τοῦ Μάρδις, καὶ αὖθις οὐχ ἧττον ταῖς αὐταῖς χρωμένων δικαιολογίαις, αἷσπερ καὶ ἐν ταῖς προτέραις πρεσβείαις· καὶ τῶν μὲν Περσῶν βουλομένων κομίζεσθαι ἀπὸ Ῥωμαίων τὰ ὅσαπερ ἐκ πλείστου χρόνου εἰώθεσαν χρήματα τὰ διομολογηθέντα ἐπὶ τῶν Ἰουστινιανοῦ χρόνων, πρὸς τούτοις ἔχειν καὶ τὸ Δάρας, τῶν δὲ δὴ Ῥωμαίων ἐξ ἐναντίας ἀπισχυριζομένων ὥστε μηδὲν κατατιθέναι μήτε μὴν ὥσπερ τιμήματός τινος πρίασθαι τὴν εἰρήνην, ἀλλὰ γὰρ καὶ ἀνασώσασθαι ἀπὸ Περσῶν τὸ Δάρας, ἀντάλλαγμα μέντοι παρέχοντας τὴν ἐξ ἀρχῆς Περσαρμενίαν τε καὶ Ἀρζανηνὴν ἄνευ τῶν ἀμφοτέρας χώρας οἰκητόρων τῶν ὅσοι τῇ Ῥωμαίων προσεχώρησαν πολιτείᾳ· πλείστων οὖν, ὥσπερ εἰκός, ἐπὶ τηλίκῳ πράγματι προενηνεγμένων λόγων καὶ ἥκιστα εἰς ἔργον ἀχθέντων, μήτε μὴν τῇ συμφωνίᾳ ἀμφοῖν τοῖν μεροῖν ξυμβαινόντων ἀλλήλοις, τὸν Ἀνδίγαν παρακρούσασθαι Ζαχαρίαν ὑποτοπήσαντα ἐφ' ᾧ θέσθαι συνθήκας οὐκ ἐς τὸ εὐπρεπές, ἀλλὰ γὰρ πάντη ἀσυμφόρους τῇ Ῥωμαίων ἀρχῇ, φάναι λέγεται τοιάδε· τείχη καὶ πύλαι καὶ εἴ τι τοιοῦτον, ὦ ἄνδρες, φυλακτήριον, φυλάττειν μέν, ὡς εἰκός, δυνήσεται καὶ πόλιν καὶ πολιτείαν ὅλην· ἐν οἷς δὲ τυγχάνουσιν οἱ τούτοις περιπεφραγμένοι, κρύπτειν οὐ ῥᾴδιον. φήμη γὰρ ἀεὶ χειροῦται τὰ πράγματα καὶ τὰ δοκοῦντά πως ἄδηλα καθεστάναι προτίθησι ταῖς ἀκοαῖς ὥσπερ ἐπ' ἀγορᾶς ἐν φανερῷ τῷ βουλομένῳ πρίασθαι ὤνια. τοιγαροῦν καὶ ἡμεῖς ἐξεπιστάμεθα τὴν Ῥωμαίων ἀρχὴν πολέμοις ἀντερείδουσαν πλείστοις καὶ πολλαχόσε τῆς οἰκουμένης ὅπλα κινοῦσαν καὶ τῇ δυνάμει μεμερισμένην σχεδὸν ἐφ' ἑκάστῳ βαρβάρῳ γένει, καὶ τὴν καθ' ἡμᾶς πολιτείαν οὐκ ἀπὸ τρόπου Ῥωμαῖοι γινώσκουσι μηδενὶ τῶν πάντων ἀνθρώπων νῦν πολεμοῦσαν ἢ Ῥωμαίοις μόνοις. ὡς οὖν ὑμῶν μὲν πολλοῖς ἔθνεσι μαχομένων, ἡμῶν δὲ μόνοις ὑμῖν, οὕτω καὶ τὰς ξυνθήκας ἀνάγκη διατιθέναι. βέβαιον γὰρ ἂν γένοιτο Ῥωμαίοις τε τὸ περιεῖναι καὶ πρὸς πολλὰ διαγωνιζομένοις ἔθνη καὶ πρὸς μίαν τῶν Περσῶν πολιτείαν, καθάπερ καὶ ἡμῖν ἐν βεβαίῳ γενήσεται τὸ κρατεῖν πρὸς οὐδένα τῶν ἄλλων ἢ πρὸς Ῥωμαίους μόνους ἔχουσι τὴν διαφορὰν καὶ τῷ πρὸς ἕνα καὶ τὸν αὐτὸν παρατάττεσθαι πόλεμον. ταῦτα ἐπεὶ ἔλεξεν ὁ Ἀνδίγαν, ἀκηκοότα Ζαχαρίαν λέγεται ὑπομειδιᾶσαι καὶ ὧδε εἰπεῖν· εὖ σοι γένοιτο, ὦ Ἀνδίγαν, 218 καὶ Πέρσῃ πεφυκότι καὶ μαρτυροῦντι Ῥωμαίοις τῆς ἀνδρείας καὶ παρατρώσαντι τὴν ἀλήθειαν οὐδαμῶς. εἰ γὰρ μή, ὡς ἔφης, ἡ Ῥωμαίων περιεσπᾶτο δύναμις καὶ τὴν πολυχειρίαν τοῦ κατ' αὐτὴν στρατοῦ κατὰ πολλὰ τῆς οἰκουμένης ἐξέτεινεν ἔθνη, καὶ ὡς ἐγεφύρωσε τῇ δυνάμει τὴν θάλατταν καὶ τὰς
101
ἠπείρους ἔζευξε τῷ πανταχοῦ παρεῖναί τε καὶ περιεῖναι, τί ἂν οἴει πεπονθέναι Πέρσας ἢ ἐπὶ πόσον ἀντισχεῖν τῷδε τῷ πολέμῳ; οἶμαι μὲν οὖν ἔγωγε καὐτό γε δήπου τοὔνομα συμφθαρῆναι Πέρσαις, καὶ μόνῳ νικῆσαι τῷ μηδέποτε φέρεσθαι τῇ μνήμῃ. τούτων Ζαχαρίᾳ εἰρημένων ὁ Ἀνδίγαν τῇ σιγῇ ἐδήλωσε τὸ νενικῆσθαι τῷ λόγῳ. τοιαῦτα μὲν οὖν ἄμφω διελεγέσθην. ἐν τοσούτῳ δὲ ὁ Τανχοσδρὼ Περσῶν στρατηγὸς ἅμα τῇ Περσικῇ στρατιᾷ ἐς τὰ ἱππάσιμα τὰ περὶ τὴν Νίσιβιν ἐστρατοπεδεύετο κατὰ τὸν Μυγδόνιον ποταμόν. Μαυρίκιος δὲ χαρακώσας ὑπῆρχε τὰς ἀμφ' αὑτὸν δυνάμεις ἐν τῷ δὴ λεγομένῳ Μονόκαρτον, ἐν ἀγχιθύρῳ Κωνσταντίνης τῆς πόλεως. ἔστι γὰρ δήπου τὰ περὶ τὸ Μονόκαρτον ἅπαντα ἔνυδρά τε καὶ ἱππόβοτα καὶ στρατῷ ἐνσκηνήσασθαι ἀγαθά. οὕτω μὲν οὗτοι ἀπεταφρεύοντο. ἀτὰρ ὁ Ἀνδίγαν ἔτι ξυνεστώσης τῆς ἐκκλησίας ἐχρῆτο καὶ πτοίαις τισὶ καὶ φενακισμοῖς Ζαχαρίᾳ ὑποδηλῶν, ὡς αὐτὸς εἴη μόνος ὁ διακωλύων τὸν Τανχοσδρὼ τὴν Ῥωμαϊκὴν γῆν κατασεῖσαι ἅπασαν. τυχὸν γάρ, ἐν ᾧ διαλεγόμενος ἦν, ἀνεφαίνετό τις τούτων δὴ τῶν ἐς τάχος ἱππαζομένων τε καὶ τὰς ἀγγελίας τῷ τάχει τῶν ἵππων διακομιζόντων, πλαττόμενος ἐκ τοῦ Τανχοσδρὼ ἐστάλθαι. καὶ δὴ τὸν Ἀνδίγαν ἰδίᾳ λαμβάνων ἐνεχειρίζετό οἱ ἐπιστολήν, ἐν ᾗ ἐνεφέρετο, ὡς Τανχοσδρὼ δῆθεν γεγραφότος, οἷα ἀκαθέκτου οὔσης τῆς Περσῶν στρατιᾶς, μάλα τε ὁρμώσης καὶ δὴ ἐμβαλεῖν ἐς τὴν Ῥωμαϊκήν. τοιαῦτα ψευδομένης τῆς ἐπιστολῆς, συνεψεύδετο τοῖς γεγραμμένοις καὶ ὁ κονιορτός, ὃς τῷ ἀγγελιαφόρῳ ἅτε ἄρτι ἀφιγμένῳ ἐκ τῆς ὁδοιπορίας συμπεπλασμένος τε καὶ ἐνιζάνων πολὺς περὶ τὴν κόμην ὑπῆρχεν. ἅμα δὲ καὶ ὁ Ἀνδίγαν διαλεγόμενος τῷ ἤθει ὑπεκρίνετο καὶ τῇ ἄλλῃ κινήσει τοῦ σώματος ὑπεφαίνετο οἷα μὴ ἐφιέμενος πολέμου. τὸ μετὰ ταῦτα κατὰ δὴ τὸν ξύλλογον ἑαυτὸν ἀναμιγνὺς ἔφασκε Ζαχαρίᾳ, ὡς ἐνοχλοῖτο ὑπὸ 219 τοῦ Τανχοσδρώ, καὶ ὡς ἐσήμηνέν οἱ τὴν προθυμίαν τοῦ στρατοῦ εἶναι ἀφόρητον ἐγχαλινοῦσθαί τε ἀδύνατον, τοῦτο μὲν ἐν πολλαῖς μυριάσι ξυνισταμένης τῆς Περσικῆς δυνάμεως, τοῦτο δὲ καὶ ἐς τὰ μάλιστα ἱεμένης τὴν Ῥωμαίων ἅπασαν καὶ δὴ παραυτίκα πυρπολήσειν, καὶ ὡς, εἰ μὲν Ῥωμαῖοι ἕλοιντο καθ' ὃν ἂν βούλοιντο τρόπον Πέρσαι ἐμπεδῶσαι τὰς σπονδάς, ἀφέξεσθαι τῶν ὅπλων· εἰ δέ γε οὐ βούλοιντο, ξυγχωρήσειν αὐτῷ ἐμβαλεῖν παραχρῆμα ἐς τὴν ἑῴαν Ῥωμαίων· οὐδὲ γὰρ ἀνθέξειν αὐτοὺς κἂν γοῦν τὸν κτύπον τῶν φαρετρῶν τοῦ Περσικοῦ ἀκούσεσθαι πλήθους· ἄλλως τε δὲ δεδιέναι τὴν τοῦ κατ' αὐτοὺς βασιλέως ὀργὴν ἐς χρόνον τοσόνδε ἀναβαλλομένους τὸν πόλεμον. οὕτω μὲν οὖν ὁ Ἀνδίγαν δολερώτατά τε καὶ ἀλαζονικώτατα τῷ κόμπῳ χρησάμενος τῶν ῥημάτων ἐπλάττετο ἑκοντὶ μὴ προσίεσθαι τοῦ πολέμου τὸ αὐτεξούσιον. συνεὶς δὲ καὶ Ζαχαρίας τὸ ἀπατηλὸν τῶν εἰρημένων καὶ τὴν κομπολογίαν παραπέτασμα εἶναι τοῦ ψεύδους· ὦ Ἀνδίγαν, ἔφη, οὐκ ἐν τῷ ἀπατᾶν τὸ ἐχέφρον δηλοῦται, μάλιστα τοῦ ἀπατωμένου ξυνειδότος. ἦ γὰρ οἴει με μὴ ἐξεπίστασθαι ὡς πλάσματά ἐστι τὰ ὑπὸ τῶν Περσῶν πρασσόμενά τε καὶ λεγόμενα καὶ οὐδὲν ἕτερον ἢ δόκησις καὶ ἀποσκιάσματα καὶ φενακισμοί, καὶ ὡς σὺ αὐτὸς ἅπαντα ταῦτα ἐδραματούργησας ἐννοῶν ἐκφοβήσειν Ῥωμαίους; ὡς ἂν οὖν βούλει καὶ ἀρεστόν σοι εἴη, ἐφίημι ποιεῖν. πλὴν εὖ ἴσθι ὡς ἐν ἀρχαῖς τοῦδε τοῦ πολέμου Ῥωμαίοις τὸ ὁπλοφορεῖν φορτικώτατόν τι ἐφαίνετο, ὥστε ἀμέλει καὶ ἱκετείαις ἐχρώμεθα ὡς ὑμᾶς μὴ ἀναγκασθῆναι σφᾶς ἐπιλαβέσθαι ὅπλων. κατὰ τοσοῦτον γὰρ ἐς τὸ ἀπόλεμον ἐπιρρεπέστατα εἶχον, ὡς καὶ ἄχρι Ἀπαμείας ἐλάσαι Πέρσας καὶ μὲν οὖν ἄχρι αὐτῆς γε δήπου Ἀντιοχείας. ὑμῶν τε πρὸς ταῦτα μὴ ὑποχαλασάντων, ἀφ' οὗ ἠσπάσαντο. Ῥωμαῖοι τὸ ἐθελοκίνδυνον, οἶμαι μὴ ἀγνοεῖν Πέρσας, ὡς οὐδὲ μέχρις αὐτῶν τῶν μεθορίων ἀναιμωτὶ οἷοι ἐγένεσθε ἀφικέσθαι. νῦν γοῦν πεπαιδευμένων ἀκριβῶς Ῥωμαίων τὸν πόλεμον θαρραλέοι τέ ἐσμεν καὶ εὐέλπιδες ὡς, εἴ γε κινήσοι ὁ Τανχοσδρώ, ὑπαντιάσειν οἱ ἐν αὐτοῖς γε δήπου τοῖς ὁρίοις δόρυ Ῥωμαϊκὸν εὖ μάλα τεθηγμένον, διατιτρᾶν τὰς λαπάρας οἷόν τε ὂν αὐτοῦ. ὡς οὖν εὖ ἐξεπισταμένων Ῥωμαίων τοὺς Περσῶν δόλους, πρᾶττε οὕτω. τούτων οὖν καὶ « ἑτέρων πλείστων εἰρημένων μέν, μάτην δὲ ὅμως, (προῆλθε γὰρ οὐδὲν ὁτιοῦν) τότε Μαυρικίῳ ἐν γράμμασι δηλοῖ Ζαχαρίας ἀφικέσθαι ἐς τὰ πρὸ Κωνσταντίνης πεδία οἷα δὴ ἐκεῖσε τὸν πόλεμον ξυγκροτήσοντι. ὡσαύτως δὲ καὶ ὁ Τανχοσδρὼ κινήσας τὰ Περσικὰ στρατεύματα ἐπαγόμενος ᾔει ἐς τὰ περὶ Κωνσταντίναν. ». Ὅτι ἐπὶ τρεῖς ἡμέρας πόλεμος Ῥωμαίοις καὶ Ἀβάροιςσυνεκροτήθη, μηδεμιᾶς δυνάμεως Ῥωμαϊκῆς κατὰ τὴν πρὸς Δαλματίᾳ γέφυραν
102
ἐπιφανείσης καίτοι σαθρότατα ἔχουσαν. ἀλλὰ γὰρ καὶ ὁ Ἀψὶχ καὶ τὸ κατ' αὐτὸν Ἀβαρικὸν αὐτοῦ ἐφεδρεύοντες πρότερον τοσαύτην καταφρόνησιν ἐπεδείξαντο κατὰ Ῥωμαίων, ὥστε μετενεχθῆναι σφᾶς κατὰ δὴ τὴν ἑτέραν γέφυραν ἄλλην τε δύναμιν προστεθῆναι τῇ δυνάμει Βαϊανοῦ. πιεζομένων τοιγαροῦν τῶν ἐν τῷ Σιρμίῳ λιμῷ μεγίστῳ ἤδη τε ἁπτομένων ἀθεμίτων τροφῶν τῷ ἐστερῆσθαι τῶν ἀναγκαίων καὶ γεγεφυρῶσθαι τὴν διάβασιν τοῦ Σάου, καὶ Σολομῶνος τοῦ τηνικαῦτα προεστῶτος τοῦ Σιρμίου ἐκμελέστατά πως διατελοῦντος καὶ μηδὲν ὁτιοῦν στρατηγίας ἐχόμενον ἐπιδεικνυμένου, πρός γε καὶ τῶν τῆς πόλεως ἀπειρηκότων τοῖς χαλεποῖς ὀλοφυρομένων τε καὶ ὡς τὰς ἐσχάτας ἐλπίδας ἐξωλισθηκότων καταμεμφομένων τε τοῖς Ῥωμαίων ἡγεμόσι, Θεόγνιδός τε αὐτοῦ ὀλιγοχειρίαν νοσοῦντος· ὡς ταῦτα Τιβέριος ὁ βασιλεὺς κατέμαθεν, αἱρετώτερον ἡγησάμενος μὴ συναιχμαλωτισθῆναι τῇ πόλει τῶν οἰκητόρων τὸν ὅμιλον, ἐν γράμμασι κελεύει Θεόγνιδι καταλῦσαι τὸν πόλεμον ἐπὶ σπονδαῖς ὥστε ὑπεξελθεῖν παμπληθεὶ τοὺς τῇδε οἰκοῦντας μηδὲν ἐπιφερομένους τῶν οἰκείων ἢ μόνον τὸ ζῆν καὶ παρασχὸν οὕτω περιβόλαιον ἕν. καὶ δὴ συνέβησαν ἐπὶ ταῖς τοιαῖσδε ξυνθήκαις, καὶ τὰ τοῦ πολέμου ἐλώφησεν, ἐφ' ᾧ παραχωρῆσαι μὲν Ῥωμαίους Ἀβάροις τῆς πόλεως, Ἀβάρουςδὲ Ῥωμαίοις τοῦ ἐν τῇ πόλει πλήθους, ἄνευ τῶν ὅσα ἑκάστῳ ἐν περιουσίᾳ ὑπῆρχεν. ἐπεζήτει δὲ ὁ Χαγάνος καὶ τριῶν ἐτῶν παρῳχημένων χρυσίον, ὧν οὐκ εἰλήφει τι κατὰ τὸ σύνηθες, τῶν παρεχομένων αὐτῷ ὑπὲρ τοῦ μὴ χρῆσθαι ὅπλοις, (ἦσαν δὲ τὰ εἰρηναῖα χρήματα ἑκάστῳ ἔτει ἀμφὶ χιλιάδας ὀγδοήκοντα χρυσίου νομισμά 221 των) ἔτι γε μὴν καὶ ἕνα τινὰ τῶν ὑπ' αὐτῷ ταττομένων, ὃς προσεχώρησε τῇ Ῥωμαίων πολιτείᾳ, καθὰ λέγεται, τῇ γυναικὶ τοῦ Βαϊανοῦ ἐς ἀφροδίσια συνελθών. ταύτῃ τοι κατάδηλον ἐποίησε Θεόγνιδι ἐκδοθῆναί οἱ τὸν αὐτόμολον· ἦ γὰρ ἂν ἄλλως μὴ ἀνέξεσθαι ἰδεῖν ἐς σπονδάς. ὁ δέ γε ἀντεσήμηνεν ὡς ἡ γῆ τοῦ Ῥωμαίων βασιλέως μεγίστη τέ ἐστι καὶ ἄπλετος, καὶ ὡς δυσεύρετόν τι φυγὰς ἀνὴρ ἐν αὐτῇ ἀλώμενος· τυχὸν δὲ ὅτι καὶ ὀλέθρῳ ἥλω. πρὸς ταῦτα ἀντέλεξεν ὁ Βαϊανὸς ὀμνύναι τοὺς Ῥωμαίων ἡγεμόνας ὡς ἀναμαστεύσωσι, καὶ εἴ τι εὕροιεν τὸν φυγάδα, ἀποκρύψοιντο οὐδαμῶς, ἀλλ' ἐκ παντὸς τρόπου ἐγχειριεῖν αὐτὸν τῷ τῶν Ἀβάρων μονάρχῳ· εἰ δέ γε τετελευτηκὼς εἴη, καὶ οὕτω σημῆναι. Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς ἱστορίας Θεοφυλάκτου ἀπὸ ἐπάρχου καὶ ἀντιγράφων. 1. Ὅτι ἐπὶ Μαυρικίου πρεσβεύονται Ῥωμαῖοι πρὸς Χαγάνον καὶ τὸν πόλεμον ἀπεκηρυκεύσαντο, Ἐλπίδιον ἐκπέμψαντες, ἄνδρα ἐς συγκλήτου βουλὴν ἀναγόμενον τῆς τε Σικελίας ἡγεμονεύσαντα καὶ τῶν τοῦ πραίτωρος ἐπιβάντα βημάτων (ἀρχὴ δέ τις αὕτη παρὰ Ῥωμαίοις οὐκ ἄκομψος) καὶ Κομεντίολον, ἄνδρα τῶν σωματοφυλάκων τοῦ βασιλέως ὑπερφερόμενον, σκρίβωνα κατὰ Λατίνους. ἧκον γοῦν ἄμφω παρὰ τὸν Χαγάνον ἐπὶ τὴν Ἀγχίαλον καὶ περὶ σπονδῶν ἠξίουν ὡς προσετάχθησαν. τοῦ δὲ μὴ μετριοπαθοῦντος ἐπὶ τοῖς ἀδικήμασιν, ἀλλὰ καὶ πρὸς ἀπειλοῦντος αὐθαδικώτερον τὰ λεγόμενα τείχη καθαιρήσειν Μακρά, καὶ τοῦ μὲν Ἐλπιδίου ὑποχαλῶντος τοῖς λόγοις καὶ μηδὲ οὑτωσὶ θεραπεύοντος οἰδαινόμενον φρύαγμα, Κομεντίολος μεγαλοφρόνως τὴν τῆς γλώττης εὐγένειαν ἐπεδείκνυτο τήν τε Ῥωμαϊκὴν ἐλευθερίαν δίκην σώφρονος δεσποίνης τινὸς ἄχραντον θαλαμεύων καὶ μὴ διαφθείρων μοιχικαῖς κολακείαις, τῶν ἀξιολογωτέρων βαρβάρων ἅμα τῷ Χαγάνῳ παρόντων εἶπεν. 222 Ἐπεὶ δ' ὁ μέγας οὗτος διεπερατοῦτο τοῖς ῥήμασιν ἔλεγχος, ἀνάζεσις αἵματος μέγαν τῷ Χαγάνῳ θυμὸν ἐπεκύμαινεν, τό τε πρόσωπον ἅπαν ὑπὸ τῆς ὀργῆς ἐφοινίσσετο, δι' ὅλου τε τοῦ σχήματος ὑποδηλούντων ὅτι μὴ τῶν πρέσβεων φείσεται, μέγιστος ἀπῃώρητο τῷ Κομεντιόλῳ ἐκ τῆς διαλέξεως κίνδυνος· τὴν γὰρ τῶν πρέσβεων ὁ βάρβαρος διαφθείρας αἰδῶ δεσμοῖς τὸν Κομεντιόλον ἠτίμωσεν, ἐνέρσει τε ξύλων ποδοκάκκῃ τοὺς πόδας ὑπέθλιβεν, τό τε σκηνοπήγιον διέρρηξε τὸ τοῦ πρέσβεως, κἀντεῦθεν ἐπιχωρίῳ νόμῳ τινὶ ζημία θάνατος ἦν ἀπειλούμενος. τῇ δὲ ὑστεραίᾳ τὰ τοῦ θυμοῦ κατευνάζετο, λόγοις τε πιθανοῖς παρηγοροῦντο οἱ τῶν βαρβάρων
103
δυνατώτατοι τὸν Χαγάνον ὑποπείθοντες ὅπως μὴ δογματίσοι κατὰ Κομεντιόλου τὸν θάνατον, καὶ πείθουσι μέχρι τῶν δεσμῶν ἀποχρήσειν ἀδικεῖσθαι τοὺς πρέσβεις. ἐπινεύσας οὖν ὁ Χαγάνος ἠτιμωμένους ἐς βασιλέα ἐξέπεμπε σωτηρίαν οὐ προσδόκιμον σφίσιν αὐτοῖς δωρησάμενος. 2. Ὅτι τοῦ ἐπιόντος ἔτους πάλιν ὁ Ἐλπίδιος ἐπὶ τῇ αὐτῇ πρεσβείᾳ χειροτονηθεὶς ἀποστέλλεται, καὶ ὡς τὸν Χαγάνον γενόμενος ἐζήτει πρεσβευτὴν ἅμα αὐτῷ ἐς βασιλέα γενέσθαι, ὅπως ἀναζωπυρήσειε τὰς σπονδὰς καὶ εἴκοσιν ἑτέρων χιλιάδες χρυσῶν ταῖς συνθήκαις εἴησαν ἐπαυξήματα. ὁ δὲ Χαγάνος τοὺς λόγους ἐσεποιήσατο Ταργίτιόν τε, τῷ τῶν Ἀβάρων φύλῳ ἄνδρα περίβλεπτον, ὡς τὸν Καίσαρα σὺν Ἐλπιδίῳ παρέπεμπεν. 3. Ὅτι πάλιν οἱ Ἄβαροι τὰς συνθήκας οὐ μετ' οὐ πολὺ διέχεον τήν τε ὁμαιχμίαν ἐς τὸ φανερὸν ἀνδραποδίζονται. λέξω δὲ τὴν αἰτίαν, οὐδ' ἀναίνομαι. Σκύθης ἀνὴρ Βολοκαλάβρα τὴν ἐπωνυμίαν περιαγόμενος οὗτος ἔδρα τὸ τηνικαῦτα καιροῦ φιλοκίνδυνον τόλμημα. παρευνάζεται γὰρ ἑνὶ τῶν τοῦ Χαγάνου γυναίων ἡδονῇ τε βραχείᾳ δελεασθεὶς εἰς μεγάλας ἄρκυς θανάτου ἐμπέπηχεν. ὑποτοπήσας δὲ μή που τὸ κακὸν φωραθείη καὶ περίβλεπτον ὠδίνοι τὸν ἔλεγχον, ὑποπείσας ἐκ τῶν ὑπηκόων ἄνδρας ζʹ τὴν φυγὴν 223 ἐπὶ τὸ ἀρχέγονον ἐποιεῖτο φῦλον. Οὖννοι δ' οὗτοι, προσοικοῦντες τὴν ἕω, Περσῶν πλησιόχωροι, οὓς καὶ Τούρκους ἀποκαλεῖν τοῖς πολλοῖς γνωριμώτερον. καὶ οὖν διαπορθμεύων τὸν Ἴστρον, ἐπὶ τὴν Λιβίδινον πόλιν φερόμενος, ἁλοὺς ὑπό τινος τῶν Ῥωμαϊκῶν ἡγεμόνων τῶν ἐς φρουρὰν συντεταγμένων τοῦ Ἴστρου τό τε γένος ἐδήλου καὶ τὰς πάλαι διατριβὰς καὶ τὴν ἐντεῦθεν ἐπελαύνουσαν ἡδονήν. ἐπεὶ δὲ πιθανὸς ἐδόκει τῇ διηγήσει τοῦ ἀτυχήματος, παρὰ τὸν αὐτοκράτορα ὑπὸ τοῦ ἡγεμόνος παραπέμπεται. κἀντεῦθεν ἐδόκουν αἱ Ῥωμαϊκαὶ σπονδαὶ διασχίζεσθαι, καὶ παραγυμνοῦται ὁ πόλεμος, ἔτι Ταργίτα τοῦ βασιλικοῦ ἐπιβαίνοντος ἄστεος ἐν πρέσβεων μοίρᾳ καὶ τὸν ἐγκύκλιον πλοῦτον παρὰ Ῥωμαίων ὑποθερίζοντος, ὃν αἱ συνθῆκαι τῷ Χαγάνῳ ἀν' ἔτος ἐβλάστανον ἕκαστον. τοῦτό τοι καὶ βασιλέα οὐκ ἀπὸ τρόπου πρὸς ὀργὴν ὑπηρέθιζεν οὐχ ἥκιστα φενακίζεσθαι ὑπὸ τῶν Ἀβάρων διανοούμενον, τοῦ μὲν ἐξαιτοῦντος τὸν ἐγκύκλιον πλοῦτον καὶ τὰς εἰρηναίας προσόδους, τοῦ δὲ μὴ ἀτρεμοῦντος, ἀλλὰ τὴν Εὐρώπην δῃοῦντος καὶ ἀναστάτους ποιουμένου τὰς πόλεις. ἐξοστρακίζεται γοῦν ὁ Ταργίτας ἐπὶ τὴν Χαλκίτιδα νῆσον ἐπὶ μῆνας σκληραγωγούμενος ἕξ, καὶ μέχρι τούτου ὁ τοῦ βασιλέως θυμὸς ὑπεφλέγμαινεν· ἠπειλεῖτο γὰρ καὶ θάνατος κατὰ τοῦ πρέσβεως δογματίζεσθαι. οἱ δ' ἀμφὶ τὸν Χαγάνον τῶν τε Σκυθῶν τοὺς περιοίκους ἐλυμήναντο πάντας εἷλόν τε πόλεις πολλάς, τήν τε Ῥατηρίαν καὶ Βονώνειαν καὶ Ἄκυς καὶ Δορόστολον καὶ Σαλπάδα καὶ τὰ Παννασὰ καὶ Μαρκιανούπολιν καὶ Τρόπαιον. πράγματα δέ οἱ πολλὰ παρέσχετο ἡ ἐγχείρησις· οὐ γὰρ ἀνιδρωτὶ καὶ ἀπεριμερίμνως τάδε παρεστήσαντο τὰ πολίσματα, καίτοι μεγάλης ἐπικουρούσης ἐπιπνοίας αὐτῷ τῆς ἀθρόας ἐπιφοιτήσεως, ἥτις ἐς τὰ μάλιστα ἀνανταγώνιστον κακὸν τῇ ῥαθυμίᾳ παρέχεται. 4. Ὅτι ὁ Τιβέριος ἀποκηρυκεύεται πρὸς Ὁρμίσδαν τὸν πόλεμον τὴν εἰρήνην ἐν ἴσῃ μοίρᾳ ἑκατέροις γενέσθαι ἐξαιτούμενος· ὁ δὲ ἐπὶ τῇ πρεσβείᾳ καταγαυρούμενος ἠξίου φορολογεῖσθαι ἐς τὸ φανερὸν τοὺς Ῥωμαίους, Ἀρμενίους τε καὶ Ἴβηρας ἐν ὑπηκόοιςτελεῖν, Ῥωμαίων τοῦτο παρεχομένων αὐτῷ, τό τε Δάρας μὴ ἐπιζη 224 τεῖσθαι λοιπὸν ὑπὸ τοῦ Καίσαρος, καίτοι Χοσρόου τοῦ πατρὸς ἐπὶ τοῖς ἴσοις βουληθέντος τὰς διαλλαγὰς ἀντιδοῦναι τῷ Καίσαρι, τό τε Δάρας οὐκ ἀπαξιώσαντος ἀποκαταστῆσαι τῇ τῶν Ῥωμαίων ἀρχῇ. ἐπεὶ δὲ τὰ τῆς ἀλαζονείας Ὁρμίσδου καταφανῆ Τιβερίῳ ἐγένετο, θέρους ἐπιγενομένου πάλιν Μαυρίκιος τὰς δυνάμεις ἀθροίσας ἐνδημεῖ τῇ Περσίδι ἐς τὸ ἀντιπέρας τοῦ Τίγριδος, καὶ ἄλλους πέπομφεν ἐς τὰ ἐνδόμυχα τῆς Περσίδος ἢ τρέψοντας. 5. Ὅτι ἐχαλέπαινεν ὁ Χαγάνος καὶ ἐνεκότει εὐδοκιμηθείσαις ταῖς Ῥωμαίων δυνάμεσιν. οἱ μὲν τῶν βαρβάρων λογάδες τῷ Χαγάνῳ παρῄνουν παραλύειν τὸν πόλεμον· ἔφασκον γὰρ μὴ ἐνδίκως αὐτὸν χαλεπαίνειν Ῥωμαίοις. μεγαλοφρόνως τοίνυν ὁ Πρίσκος πρέσβιν ὡς τὸν Χαγάνον ἐξέπεμψε (Θεόδωρος ὄνομα αὐτῷ), τὴν φύσιν ἄνδρα δεξιόν τε καὶ εὐεπίβολον, τὴν τέχνην ἰατρόν, τὴν γλῶτταν ἐλεύθερον. οὗτος δὲ κραταιὸς πρὸς τὸν Χαγάνον ἐγένετο. ὁ μὲν οὖν βάρβαρος φρονηματισθεὶς ἐπὶ τοῖς αὐτῷ συγκυρήσασι λίαν ὑψαυχενίζετο, καὶ κύριον ἑαυτὸν ἔθνους ἔφασκεν ἅπαντος, μὴ προσιέναι τε, ὅσον περ ἥλιος ἀνατείνει τὸ βλέμμα, τὸν ἀντιτάξασθαι δυνησόμενον. ὁ δὲ πρέσβις ἱστορίας πολλῆς γενόμενος
104
κάτοχος βαρβαρικὰ παραδείγμασιν ἐταπείνου φρυάγματα. εἰπεῖν δὲ καὶ τὰ τῆς ἱστορίας οὐκ ἀνακόλουθον ὑπέστη. ἔφησε γάρ· ἄκουε, Χαγάνε, παλαιοῦ τινος καὶ λίαν σοφοῦ διηγήματος. ἐπεὶ δὲ ἡ ἔναρξις προσεχῆ πρὸς ἀκρόασιν ἐποίει τὸν βάρβαρον, οὐκ ἐλάμβανεν ἐγκοπὴν ἡ τῆς ἱστορίας ἀφήγησις. Σέσωστρόν φασι γεγενῆσθαί ποτε ἄνδρα λίαν εὐδαίμονα καὶ τῆς Αἰγυπτιακῆς βασιλείας ἐπιφανέστατον. Τοῦτον κομᾶν ἐπὶ τῷ πλούτῳ λόγος πρεσβύτης ἐρεῖ, ταῖς δὲ δυνάμεσι πεφυκέναι λίαν ἀκαταμάχητον. τὸν δὲ ἐπὶ τοσοῦτον κραιπαλᾶν, ὥστε ἁρμάμαξαν συμπήξασθαι χρυσοκόλλητον, λίθους τε τιμίους ταύτῃ περιβαλεῖν, ἐφιζάνειν τε ἐπὶ ταύτης τὸν βάρβαρον, καὶ τοῖς μὲν ἵπποις καὶ ταῖς ἡμιόνοις χαίρειν εἰπεῖν, τοὺς δὲ τῶν ἡττημένων βασιλέων τῷ ταύτης ζυγῷ τοὺς αὐχένας περιβαλεῖν, ἕλκειν τε ἐπὶ τῆς ἀγορᾶς τοὺς ἠτυχηκότας τῶν βασιλέων τὸ τούτου ὄχημα. τοῦ τοίνυν Σεσώστρου μὴ μετριο 225 παθοῦντος ἐπὶ ταῖς εὐπραγίαις, ἀλλὰ περιφανῶς πολλάκις κατονειδίζοντος τοῖς ἡττημένοις τὴν συμφοράν, ἕνα τινὰ τῶν βασιλέων φασὶ τῶν ὑποβεβλημένων τῷ ζυγῷ τοῦ ὀχήματος ἐν μεγάλῃ τινὶ καὶ περιφανεῖ ἑορτῇ, τῶν Αἰγυπτίων συρρευσάντων ὄχλων, μὴ ἐθέλειν ἕλκειν τὸ ὄχημα πυκνά τε εἰς τοὐπίσω στρέφεσθαι καὶ τὴν ἐπὶ τῶν τροχῶν κίνησιν διορᾶσθαι. ἀσυμφώνου τοίνυν τῆς ὁλκῆς γινομένης διὰ τὸ μὴ μίαν σύννευσιν τοὺς ἐπὶ τούτῳ συντεταγμένους ποιήσασθαι, ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἔφησε πρὸς τὸν τὰς πυκνὰς ποιούμενον συστροφάς· ἄνθρωπε, τί πρὸς τοὐπίσω τὸ βλέμμα κινεῖς; τί τοὺς τροχοὺς ἱστορεῖς; ποῖ διεξεῖναι κέχηνας; τὸν δὲ φῆσαι μετὰ φιλοσοφίας πολλῆς πρὸς Σέσωστριν· τεθαύμακα τῶν τροχῶν τὰ κινήματα· ἀνώμαλον ἔχει τὴν κίνησιν. τὰ τοίνυν τούτων μέρη μετεωρούμενα αὖθις καταχθόνια γίνεται, καὶ ἔμπαλιν τὰ περιπέζια μετὰ τοῦτο ἀπαιωρίζεται. τούτων τοιγαροῦν λέγουσιν ἀκηκοότα τὸν Σέσωστριν παιδευθῆναι μὴ μέγα φρονεῖν νομοθετῆσαί τε τοὺς βασιλικοὺς αὐχένας τῶν ζυγῶν ἀφεθῆναι, εἶτα ἡμιόνοις τὴν ὁλκὴν ἐπιτρέψαι. ταῦτα σὲ παιδευέτω, Χαγάνε. οὐδὲν ἀπιστότερον εὐπραγίας. ὁ μὲν οὖν Χαγάνος ἀποθαυμάσας τὴν ἐπιείκειαν τοῦ ἀνδρὸς κολάζει τὸν τῦφον, καταπαύει τὸ θράσος, μεταβάλλει πρὸς εἰρηναίαν σχέσιν τὰ πράγματα. τοιγαροῦν ὥρας ἀποσιωπήσας πολλὰς ἔφησε πρὸς Θεόδωρον· οἶδα καὶ τυραννεῖν θυμὸν ἐξοιδαίνοντα, οἶδα καὶ στρατεύειν ὀργήν, ἀλλ' ὅτε καιρὸς χαλεπότητος. διαλέλυμαι τῷ Πρίσκῳ, Θεόδωρε. ἔστω δέ μοι καὶ αὐτὸς φίλος ἐπιεικής. ἀγέραστος τῆς λείας μὴ μενέτω Χαγάνος. ἐπὶ τῆς ἐμῆς γῆς ἐπιβέβηκε, περὶ τοὺς ἐμοὺς ὑπηκόους ἐξήμαρτεν. ἔστω τὰ τῆς εὐπραγίας κοινά. ἐπὶ τούτοις φιλοφρονησάμενος πρὸς Πρίσκον τὸν Θεόδωρον ἔπεμπεν. ὁ δὲ Θεόδωρος Πρίσκῳ τοὺς λόγους τοῦ βαρβάρου διεξῆλθε, καὶ ὁ Πρίσκος τῇ ὑστεραίᾳ ἐκκλησίαν ἐκάθισεν παρῄνει τε Ῥωμαίοις κοινωνὸν τῶν λαφύρων ποιήσασθαι καὶ τὸν βάρβαρον. οἱ δὲ Ῥωμαῖοι τέως πρὸς τὸ συνοίσειν μὴ ἐνδημήσαντες κατεστασίαζον τοῦ στρατηγοῦ. ὁ δὲ στρατηγὸς πολλοῖς καὶ ποικίλοις καὶ λίαν ἐντελέσι λόγοις χρησάμενος τὰς δυνάμεις ὑπέπεισε δοῦναί τι τῷ βαρβάρῳ τῆς λείας. ἀπέδοντο τοίνυν Ῥωμαῖοι τοὺς ἑαλωκότας τῷ Χαγάνῳ βαρβάρους, τῶν δὲ λοιπῶν λαφύρων ἀμέτοχον αὐτὸν ποιησάμενοι διαλύουσι τὸ ἀμφίβολον. ἀσμενίσας τοίνυν ὁ Χαγάνος 226 τὴν τῶν βαρβάρων ἀπόδοσιν χώραν ἐδίδου ταῖς διαβάσεσιν. οὕτω μὲν οὖν οἱ Ῥωμαῖοι εʹ χιλιάδας βαρβάρων τῷ Χαγάνῳ προῖκα καταβαλόμενοι ἐπὶ τὰ Δριζίπερα γίνονται, ὁ δὲ στρατηγὸς ἐς Βυζάντιον. ὁ δὲ Μαυρίκιος τούτῳ ἐμέμφετο σφάλμασί τε εὐηθείας αὐτὸν περιέβαλλεν ἀσυνέτως ἀποδεδωκότα τῷ βαρβάρῳ τὴν λείαν. καὶ ἀποχειροτονεῖται ὁ Πρίσκος. 6. Ὅτι τῶν Ἀβάρων ἐπιτρεχόντων τὰ τῆς Θρᾴκης ἡ σύγκλητος παρῄνει τῷ Μαυρικίῳ πρὸς τὸν Χαγάνον πρεσβείαν ἐκπέμψασθαι. ὁ δὲ βασιλεὺς προσκαλεσάμενος τὸν Ἁρμάτωνα πρέσβιν χειροτονεῖ καὶ ὡς τὸν Χαγάνον ἐξέπεμψεν. ὁ μὲν οὖν Ἁρμάτων ἐς τὰ Δριζίπερα γίνεται πλήθη δώρων ἐπιφερόμενος. ὁ δὲ Χαγάνος τὰς παρούσας τύχας ἀποδυρόμενος ἐθρήνει ἀσχέτως τὴν ἀποβολὴν τῶν υἱῶν τήν τε τῶν δυνάμεων λύμην. δέκα δὲ ἡμέρας ἐνδιατρίψας ὁ πρέσβις τῷ Χαγάνῳ πρὸς λόγους οὐ γίνεται· ἦν γὰρ τὸ πένθος δριμὺ καὶ τὰ τῆς συμφορᾶς ἀμεθόδευτα. δωδεκάτη δὲ ἡμέρα, καὶ εἰσάγεται ὁ πρέσβις εἰς τὴν τοῦ βαρβάρου σκηνήν. ὁ μὲν οὖν πρέσβις λόγοις ἠπίοις κολακεύει τὸν βάρβαρον· ὁ δὲ δυσανασχέτως εἶχε τὰ βασιλικὰ καταδέξασθαι δῶρα, μονονουχὶ τὸ τῆς τραγῳδίας ἐπιφθεγγόμενος· ἐχθρῶν ἄδωρα δῶρα. καὶ γοῦν ὁ πρέσβις
105
πλείστοις λόγοις χρησάμενος πείθει τιμηθῆναι τοῖς δώροις τὸν βάρβαρον. τῇ δὲ ὑστεραίᾳ τὴν εἰρήνην ὁ βάρβαρος συστησάμενος πρὸς τὴν ἀνάζευξιν ἔβλεπεν. ἔφασκε δὲ ὁ Χαγάνος ἐπὶ λέξεως τάδε· κρίναι ὁ θεὸς ἀνὰ μέσον Μαυρικίου καὶ ἀνὰ μέσον Χαγάνου, ἀνὰ μέσον Ἀβάρων καὶ ἀνὰ μέσον Ῥωμαίων. κατῃτιᾶτο γὰρ τὸν αὐτοκράτορα τὴν εἰρήνην σαλεῦσαι. οὐκ ἀπὸ δὲ τρόπου τὰ ῥήματα· τῷ ὄντι γὰρ οἱ Ῥωμαῖοι παραχαράκται τῆς εἰρήνης γενόμενοι καὶ τοῦ πολέμου δημιουργοὶ τοῖς προηγορευμένοις περιπίπτουσιν ἀτυχήμασιν. διομολογεῖται Ῥωμαίοις καὶ Ἀβάροις ὁ Ἴστροςμεσίτης, κατὰ δὲ Σκλαυηνῶν ἐξουσία τὸν ποταμὸν διανήξασθαι. ἐπεντίθενται δὲ καὶ ἄλλαι εἴκοσι χιλιάδες χρυσῶν ταῖς σπονδαῖς. ἐν τούτοις δῆτα Ἀβάροις καὶ Ῥωμαίοις ὁ πόλεμος πέρας ἐλάμβανεν. 7. Ὅτι κατὰ τοὺς αὐτοὺς χρόνους ὁ Χοσρόης ἐνεχείρει τὴν εἰρήνην λυμήνασθαι ἐξ αἰτίας τοιᾶσδε· ἐκ τῶν Σαρακηνῶν γὰρ 227 ἔνιοι τοῖς Ῥωμαίοις σύμμαχοι ἦσαν, καί τις ἐκ τούτων ἀποδασμὸς εἰς τὴν Περσίδα χωρήσας κατὰ τὸν τῆς εἰρήνης καιρὸν τῇ ἐπεκδρομῇ μέρη τινὰ τῆς Βαβυλωνίας προενομεύσατο. ἔνθεν διαπονεῖσθαι ὁ Χοσρόης ἠξίου. διὰ τοῦτο ὁ Μαυρίκιος εἰς τὴν Περσίδα πέμπει πρέσβιν Γεώργιον, ὃς τῆς τῶν ἑῴων πόλεων φορολογίας τὴν ἐπιστασίαν ἐκέκτητο· τοῦτον πραιτωρίων ἔπαρχον ἀποκαλοῦσι Ῥωμαῖοι. ὁ δὲ Χοσρόης δεινοπαθῶν ἐπὶ τοῖς γεγονόσι παρελύπει τὸν πρέσβιν καὶ πολλὴν τριβὴν αὐτῷ περὶ τὴν βάρβαρον χώραν ἐπραγματεύετο. σκληραγωγεῖται οὖν ὁ Γεώργιος ἡμέρας εἰς τὴν Περσίδα πολλὰς τῆς βασιλείας εἰσόδου μηδαμῶς τετευχώς. ἔτι τοίνυν τῶν πραγμάτων στασιαζομένων Χοσρόῃ, εἰκότως τῷ βαρβάρῳ ὑπόνοια γίνεται μὴ ἄρασθαι τέως πρὸς Ῥωμαίους τὸν πόλεμον. εἰσδέχεται τοίνυν τὸν Γεώργιον ὁ Βαβυλώνιος βασιλεὺς εἰς τὰ βασίλεια. ὁ μὲν οὖν Γεώργιος τὴν τοῦ καιροῦ κτησάμενος σύμμαχον πείθει τὸν βάρβαρον τὰς εἰρηναίας μὴ διαλῦσαι σπονδάς. οὕτω μὲν οὖν ἑκὼν ἀέκοντί γε θυμῷ ὁ Χοσρόης τὴν ἡσυχίαν ἀσπάζεται. ὁ δὲ πρέσβις ἅπαντα τὰ συγκυρήσαντα διεξοδικῶς τῷ βασιλεῖ διηγήσατο. ἀλλ' οὐκ ἐς ἀγαθὸν ἡ τῆς ἐντεύξεως ἔκθεσις ἀπειλήφει τὸ συμπέρασμα. ἔφησε γὰρ ὁ Γεώργιος εἰπεῖν πρὸς τὸν βασιλέα· ὁ Περσῶν βασιλεὺς τῶν σατραπῶν εἰς ὑπήκοον τάδε διείλεκται. διὰ τὴν τοῦ πρέσβεως ἀρετὴν δίδωμι τῷ πολέμῳ τὴν λύσιν. τούτων ὁ βασιλεὺς ἀκηκοὼς χαλεπαίνει κατὰ τοῦ πρέσβεως, καὶ γίνεται τῷ Γεωργίῳ σφαλερὰ ἡ τῆς πρεσβείας ἐπίτευξις. 8. Ὅτι ὁ Φωκᾶς Λίλιον χειροτονήσας ἄγγελον τῆς τυραννικῆς χειροτονίας πρὸς Χοσρόην ἀπέπεμψε καὶ δῶρα βασιλικὰ προσεπιφερόμενον. ὁ μὲν οὖν Χοσρόης ὑπόθεσιν πολέμου τὴν τυραννίδα πραγματευσάμενος τὴν κοσμοφθόρον ἐκείνην ἐστράτευσε σάλπιγγα· αὕτη γὰρ λυτήριος γέγονε τῆς Ῥωμαίων τε καὶ Περσῶν εὐπραγίας. ἐδόκει γὰρ κατειρωνευόμενος ὁ Χοσρόης ἀντέχεσθαι τῆς ὁσίας τοῦ αὐτοκράτορος Μαυρικίου μνήμης. οὕτω μὲν οὖν ὁ Περσικὸς πόλεμος τὴν γένεσιν ἐκληρώσατο, ὁ δὲ Λίλιος διετέλει παρὰ τοῖς Πέρσαις σκληραγωγούμενος. 229 [Περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους.] [̓Εκ τῆς ἱστορίας Πολυβίου.] 1. *** θόλου τῇ περὶ τὰ λάφυρα πλεονεξίᾳ τῶν Αἰτωλῶν, εἶτ' οὐκ ἐβούλετο Φίλιππον ἐκβαλὼν ἐκ τῆς ἀρχῆς Αἰτωλοὺς καταλιπεῖν δεσπότας τῶν Ἑλλήνων. δυσχερῶς δὲ ἔφερε καὶ τὴν ἀλαζονείαν αὐτῶν θεωρῶν ἀντεπιγραφομένους ἐπὶ τὸ νίκημα καὶ πληροῦντας τὴν Ἑλλάδα τῆς αὑτῶν ἀνδραγαθίας. διὸ καὶ κατά τε τὰς ἐντεύξεις ἀγερωχότερον αὐτοῖς ἀπήντα καὶ περὶ τῶν κοινῶν ἀπεσιώπα, τὰ δὲ προκείμενα συνετέλει καὶ δι' αὑτοῦ καὶ διὰ τῶν ἰδίων φίλων. τοιαύτης δὲ οὔσης δυσχρηστίας ἐν ἀμφοτέροις, ἧκον πρεσβευταὶ μετά τινας ἡμέρας παρὰ τοῦ Φιλίππου Δημοσθένης καὶ Κυκλιάδας καὶ Λιμναῖος, πρὸς οὓς κοινολογηθεὶς ὁ Τίτος ἐπὶ πλεῖον μετὰ τῶν χιλιάρχων πεντεκαιδεχημέρους ἀνοχὰς ἐποιήσατο παραχρῆμα, συνετάξατο δὲ καὶ συμπορεύεσθαι τῷ Φιλίππῳ κοινολογησόμενος ὑπὲρ τῶν καθεστώτων ἐν ταύταις. γενομένης δὲ ταύτης τῆς ἐντεύξεως φιλανθρώπου, διπλασίως ἐξεκάετο τὰ τῆς ὑποψίας κατὰ τοῦ Τίτου· ἤδη γὰρ κατὰ τὴν Ἑλλάδα τῆς δωροδοκίας ἐπιπολαζούσης καὶ τοῦ μηδένα μηδὲν δωρεὰν πράττειν, καὶ τοῦ χαρακτῆρος τούτου νομιστευομένου παρ' Αἰτωλοῖς, οὐκ ἐδύναντο πιστεύειν διότι χωρὶς δώρων ἡ τηλικαύτη μεταβολὴ γέγονε τοῦ Τίτου πρὸς τὸν Φίλιππον, οὐκ εἰδότες τὰ Ῥωμαίων
106
ἔθη 230 καὶ νόμιμα περὶ τοῦτο τὸ μέρος, ἀλλ' ἐξ αὑτῶν τεκμαιρόμενοι καὶ συλλογιζόμενοι διότι τὸν μὲν Φίλιππον εἰκὸς ἦν προτείνειν πλῆθος χρημάτων διὰ τὸν καιρόν, τὸν δὲ Τίτον μὴ δύνασθαι τούτοις ἀντοφθαλμεῖν. Ὁ δὲ Τίτος ταξάμενος ἡμέραν πρὸς τὸν Φίλιππον τοῖς μὲν συμμάχοις ἔγραψε παραχρῆμα, διασαφῶν πότε δεήσει παρεῖναι πρὸς τὸν σύλλογον, αὐτὸς δὲ μετά τινας ἡμέρας ἧκε πρὸς τὴν εἰσβολὴν τῶν Τεμπῶν εἰς τὸν ταχθέντα χρόνον. ἀθροισθέντων δὲ τῶν συμμάχων καὶ τοῦ συνεδρίου συναχθέντος ἐξ αὐτῶν τούτων, ἀναστὰς ὁ τῶν Ῥωμαίων στρατηγὸς ἐκέλευε λέγειν ἕκαστον ἐφ' οἷς δεῖ ποιεῖσθαι τὰς πρὸς τὸν Φίλιππον διαλύσεις. Ἀμύνανδρος μὲν οὖν ὁ βασιλεὺς βραχέα διαλεχθεὶς καὶ μέτρια κατέπαυσε τὸν λόγον· ἠξίου γὰρ πρόνοιαν αὑτοῦ ποιήσασθαι πάντας, ἵνα μὴ χωρισθέντων Ῥωμαίων ἐκ τῆς Ἑλλάδος εἰς ἐκεῖνον ἀπερείδηται τὴν ὀργὴν ὁ Φίλιππος· εἶναι γὰρ εὐχειρώτους Ἀθαμανὰς ἀεὶ Μακεδόσι διά τε τὴν ἀσθένειαν καὶ γειτνίασιν τῆς χώρας. μετὰ δὲ τοῦτον Ἀλέξανδρος ὁ Αἰτωλὸς ἀναστάς, καθότι μὲν ἤθροικε τοὺς συμμάχους ἐπὶ τὸ περὶ τῶν διαλύσεων διαβούλιον καὶ καθόλου νῦν ἑκάστους ἀξιοῖ λέγειν τὸ φαινόμενον, ἐπῄνεσε τὸν Τίτον, τοῖς δ' ὅλοις πράγμασιν ἀγνοεῖν ἔφη καὶ παραπίπτειν αὐτόν, εἰ πέπεισται διαλύσεις ποιησάμενος πρὸς Φίλιππον ἢ Ῥωμαίοις τὴν εἰρήνην ἢ τοῖς Ἕλλησι τὴν ἐλευθερίαν βέβαιον ἀπολείψειν· οὐδέτερον γὰρ εἶναι τούτων δυνατόν, ἀλλ' εἰ βούλεται καὶ τὴν τῆς πατρίδος πρόθεσιν ἐπιτελῆ ποιεῖν καὶ τὰς ἰδίας ὑποσχέσεις, ἃς ὑπέσχηται πᾶσι τοῖς Ἕλλησιν, μίαν ὑπάρχειν ἔφη διάλυσιν πρὸς Μακεδόνας τὸ Φίλιππον ἐκβάλλειν ἐκ τῆς ἀρχῆς. τοῦτο δ' εἶναι καὶ λίαν εὐχερές, ἐὰν μὴ παρῇ τὸν ἐνεστῶτα καιρόν. πλείω δὲ πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς κατέπαυσε τὸν λόγον. Ὁ δὲ Τίτος ἀναδεξάμενος ἀστοχεῖν αὐτὸν ἔφησεν οὐ μόνον τῆς Ῥωμαίων προαιρέσεως, ἀλλὰ καὶ τῆς αὑτοῦ προθέσεως, καὶ μάλιστα τοῦ τῶν Ἑλλήνων συμφέροντος. οὔτε γὰρ Ῥωμαίους οὐδενὶ τὸ πρῶτον πολεμήσαντας εὐθέως ἀναστάτους ποιεῖν τούτους· πίστιν δ' ἔχειν τὸ λεγόμενον ἔκ τε τῶν κατ' Ἀννίβαν καὶ Καρχηδονίους, ὑφ' ὧν τὰ δεινότατα παθόντας Ῥωμαίους, καὶ μετὰ ταῦτα γινομένους κυρίους ὃ βουληθεῖεν πρᾶξαι κατ' αὐτῶν, 231 ἁπλῶς οὐδὲν ἀνήκεστον βουλεύσασθαι περὶ Καρχηδονίων· καὶ μὴν οὐδ' αὐτὸς οὐδέποτε ταύτην ἐσχηκέναι τὴν αἵρεσιν, ὅτι δεῖ πολεμεῖν πρὸς τὸν Φίλιππον ἀδιαλύτως· ἀλλ' εἴπερ ἐβουλήθη ποιεῖν τὰ παρακαλούμενα πρὸ τῆς μάχης, ἑτοίμως ἂν διαλελύσθαι πρὸς αὐτόν. διὸ καὶ θαυμάζειν ἔφη πῶς μετέχοντες τότε τῶν περὶ τῆς διαλύσεως συλλόγων ἅπαντες νῦν ἀκαταλλάκτως ἔχουσιν. ἢ δῆλον ὅτι νενικήκαμεν. ἀλλὰ τοῦτό γ' ἐστὶ πάντων ἀγνωμονέστατον· πολεμοῦντας γὰρ δεῖ τοὺς ἀγαθοὺς ἄνδρας βαρεῖς εἶναι καὶ θυμικούς, ἡττωμένους δὲ γενναίους καὶ μεγαλόφρονας, νικῶντάς γε μὴν μετρίους καὶ πραεῖς καὶ φιλανθρώπους. ὑμεῖς δὲ τἀναντία παρακαλεῖτε νῦν. ἀλλὰ μὴν καὶ τοῖς Ἕλλησι ταπεινωθῆναι μὲν ἐπὶ πολὺ συμφέρει τὴν Μακεδόνων ἀρχήν, ἀρθῆναί γε μὴν οὐδαμῶς. τάχα γὰρ αὐτοὺς πεῖραν λήψεσθαι τῆς Θρᾳκῶν καὶ Γαλατῶν παρανομίας· τοῦτο γὰρ ἤδη καὶ πλεονάκις γεγονέναι. καθόλου δ' αὐτὸς μὲν ἔφη καὶ τοὺς παρόντας Ῥωμαίων κρίνειν, ἐὰν Φίλιππος ὑπομένῃ πάντα ποιεῖν τὰ πρότερον ὑπὸ τῶν συμμάχων ἐπιταττόμενα, διδόναι τὴν εἰρήνην αὐτῷ, προσλαβόντας καὶ τὴν τῆς συγκλήτου γνώμην· Αἰτωλοὺς δὲ κυρίους εἶναι βουλευομένους ὑπὲρ σφῶν αὐτῶν. τοῦ δὲ Φαινέου μετὰ ταῦτα βουλομένου λέγειν ὅτι μάταια πάντα τὰ πρὸ τοῦ γέγονεν (τὸν γὰρ Φίλιππον, ἐὰν διολίσθῃ τὸν παρόντα καιρόν, ἤδη πάλιν ἀρχὴν ἄλλην ποιήσεσθαι πραγμάτων), ὁ Τίτος αὐτόθεν ἐξ ἕδρας καὶ θυμικῶς· παῦσαι, φησίν, Φαινέα, ληρῶν· ἐγὼ γὰρ οὕτως χειριῶ τὰς διαλύσεις ὥστε μήτε βουληθέντα τὸν Φίλιππον ἀδικεῖν δύνασθαι τοὺς Ἕλληνας. Καὶ τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν, τῇ δὲ ὑστεραίᾳ παραγενομένου τοῦ βασιλέως, καὶ τῇ τρίτῃ πάντων εἰς τὸν σύλλογον ἀθροισθέντων, εἰσελθὼν ὁ Φίλιππος εὐστόχως καὶ συνετῶς ὑπετέμετο τὰς πάντων ὁρμάς· ἔφη γὰρ τὰ μὲν πρότερον ὑπὸ Ῥωμαίων καὶ τῶν συμμάχων ἐπιταττόμενα πάντα συγχωρεῖν καὶ ποιήσειν, περὶ δὲ τῶν λοιπῶν διδόναι τῇ συγκλήτῳ τὴν ἐπιτροπήν. τούτων δὲ ῥηθέντων οἱ μὲν ἄλλοι πάντες ἀπεσιώπησαν, ὁ δὲ τῶν Αἰτωλῶν Φαινέας· τί οὖν ἡμῖν οὐκ ἀποδίδως, Φίλιππε, ἔφη, Λάρισαν τὴν Κρεμαστήν, Φάρσαλον, Θήβας τὰς Φθίας ἔχειν; ὁ μὲν οὖν Φίλιππος ἐκέλευε παραλαμβάνειν αὐτούς, ὁ δὲ Τίτος τῶν μὲν ἄλλων οὐκ ἔφη δεῖν οὐδεμίαν, Θήβας δὲ μόνον τὰς Φθίας· 232 Θηβαίους γὰρ ἐγγίσαντος αὐτοῦ μετὰ τῆς δυνάμεως καὶ παρακαλοῦντος σφᾶς εἰς τὴν Ῥωμαίων πίστιν οὐ
107
βουληθῆναι· διὸ νῦν, κατὰ πόλεμον ὑποχειρίων ὄντων, ἔχειν ἐξουσίαν ἔφη βουλεύεσθαι περὶ αὐτῶν ὡς ἂν προαιρῆται. τῶν δὲ περὶ τὸν Φαινέαν ἀγανακτούντων καὶ λεγόντων ὅτι δέον αὐτοὺς εἴη, πρῶτον μὲν καθότι συνεπολέμησαν, νῦν κομίζεσθαι τὰς πόλεις τὰς πρότερον μεθ' αὑτῶν συμπολιτευομένας, ἔπειτα κατὰ τὴν ἐξ ἀρχῆς συμμαχίαν, καθ' ἣν ἔδει τῶν κατὰ πόλεμον ἁλόντων τὰ μὲν ἔπιπλα Ῥωμαίων εἶναι τὰς δὲ πόλεις Αἰτωλῶν, ὁ Τίτος ἀγνοεῖν αὐτοὺς ἔφη κατ' ἀμφότερα. τήν τε γὰρ συμμαχίαν λελύσθαι, καθ' ὃν καιρὸν τὰς διαλύσεις ἐποιήσαντο πρὸς Φίλιππον ἐγκαταλείποντες Ῥωμαίους, εἴ τε καὶ μένειν ἔτι τὴν συμμαχίαν, δεῖν αὐτοὺς κομίζεσθαι καὶ παραλαμβάνειν οὐκ εἴ τινες ἐθελοντὴν σφᾶς εἰς τὴν Ῥωμαίων πίστιν ἐνεχείρισαν, ὅπερ αἱ κατὰ Θετταλίαν πόλεις ἅπασαι πεποιήκασι νῦν, ἀλλ' εἴ τινες κατὰ κράτος ἑάλωσαν. Τοῖς μὲν οὖν ἄλλοις ὁ Τίτος ἤρεσκε ταῦτα λέγων, οἱ δ' Αἰτωλοὶ βαρέως ἤκουον, καί τις οἷον ἀρχὴ κακῶν ἐγεννᾶτο μεγάλων· ἐκ γὰρ ταύτης τῆς διαφορᾶς καὶ τούτου τοῦ σπινθῆρος μετ' ὀλίγον ὅ τε πρὸς Αἰτωλοὺς ὅ τε πρὸς Ἀντίοχον ἐξεκαύθη πόλεμος. τὸ δὲ συνέχον ἦν τῆς ὁρμῆς τῆς τοῦ Τίτου πρὸς τὰς διαλύσεις, ἐπυνθάνετο τὸν Ἀντίοχον ἀπὸ Συρίας ἦχθαι μετὰ δυνάμεως ποιούμενον τὴν ὁρμὴν ἐπὶ τὴν Εὐρώπην. Διόπερ ἠγωνία μὴ ταύτης ὁ Φίλιππος τῆς ἐλπίδος ἀντιλαμβανόμενος ἐπὶ τὸ πολιοφυλακεῖν ὁρμήσῃ καὶ τρίβειν τὸν πόλεμον, εἶτα ἑτέρου παραγενηθέντος ὑπάτου τὸ κεφάλαιον τῶν πράξεων εἰς ἐκεῖνον ἀνακλασθῇ. διὸ συνεχωρήθη τῷ βασιλεῖ, καθάπερ ἠξίου, λαβόντα τετραμήνους ἀνοχὰς παραχρῆμα μὲν δοῦναι τῷ Τίτῳ τὰ σʹ τάλαντα καὶ Δημήτριον τὸν υἱὸν εἰς ὁμηρείαν καί τινας ἑτέρους τῶν φίλων, περὶ δὲ τῶν ὅλων πέμπειν εἰς τὴν Ῥώμην καὶ διδόναι τῇ συγκλήτῳ τὴν ἐπιτροπήν. καὶ τότε μὲν ἐχωρίσθησαν πιστωσάμενοι περὶ τῶν ὅλων πρὸς ἀλλήλους, ἐφ' ᾧ Τίτον, ἐὰν μὴ συντελῆται τὰ κατὰ τὰς διαλύσεις, ἀποδοῦναι Φιλίππῳ τὰ σʹ τάλαντα καὶ τοὺς ὁμήρους· μετὰ δὲ ταῦτα πάντες ἔπεμπον εἰς τὴν Ῥώμην, οἱ μὲν συνεργοῦντες, οἱ δ' ἀντιπράττοντες τῇ διαλύσει. 2. Ὅτι ἐπὶ Μαρκέλλου Κλαυδίου ὑπάτου παρειληφότος τὴν 233 ὕπατον ἀρχὴν ἧκον εἰς τὴν Ῥώμην οἵ τε παρὰ τοῦ Φιλίππου πρέσβεις οἵ τε παρὰ τοῦ Τίτου καὶ τῶν συμμάχων ὑπὲρ τῶν πρὸς Φίλιππον συνθηκῶν. λόγων δὲ πλειόνων γενομένων ἐν τῇ συγκλήτῳ, ταύτῃ μὲν ἐδόκει βεβαιοῦν τὰς ὁμολογίας· εἰς δὲ τὸν δῆμον εἰσενεχθέντος τοῦ διαβουλίου Μάρκος αὐτὸς ἐπιθυμῶν τῆς εἰς τὴν Ἑλλάδα διαβάσεως ἀντέλεγε καὶ πολλὴν ἐποιεῖτο σπουδὴν εἰς τὸ διακόψαι τὰς συνθήκας. οὐ μὴν ἀλλ' ὅ γε δῆμος κατὰ τὴν τοῦ Τίτου προαίρεσιν ἐπεκύρωσε τὰς διαλύσεις. ὧν ἐπιτελεσθεισῶν εὐθέως ἡ σύγκλητος ἄνδρας δέκα καταστήσασα τῶν ἐπιφανῶν ἐξέπεμπε τοὺς χειριοῦντας τὰ κατὰ τὴν Ἑλλάδα μετὰ τοῦ Τίτου καὶ βεβαιώσοντας τοῖς Ἕλλησι τὴν ἐλευθερίαν. ἐποιήσαντο δὲ λόγους ἐν τῇ συγκλήτῳ καὶ περὶ τῆς συμμαχίας οἱ παρὰ τῶν Ἀχαιῶν πρέσβεις οἱ περὶ Δαμόξενον τὸν Αἰγιέα· γενομένης δ' ἀντιρρήσεως κατὰ τὸ παρὸν διὰ τὸ κατὰ πρόσωπον Ἠλείους μὲν ἀμφισβητεῖν τοῖς Ἀχαιοῖς ὑπὲρ τῆς Τριφυλίας, Μεσσηνίους δ' ὑπὲρ Ἀσίνης καὶ Πύλου, συμμάχους τότε Ῥωμαίων ὑπάρχοντας, Αἰτωλοὺς δὲ περὶ τῆς Ἡραιῶν πόλεως, ὑπέρθεσιν ἔλαβε τὸ διαβούλιον ἐπὶ τοὺς δέκα. καὶ τὰ μὲν κατὰ τὴν σύγκλητον ἐπὶ τούτοις ἦν. 3. Ὅτι κατὰ τὴν Ἑλλάδα μετὰ τὴν μάχην Τίτου παραχειμάζοντος ἐν Ἐλατείᾳ, Βοιωτοί, σπουδάζοντες ἀνακομίσασθαι τοὺς ἄνδρας τοὺς παρ' αὑτῶν στρατευσαμένους παρὰ τῷ Φιλίππῳ, διεπρεσβεύοντο περὶ τῆς ἀσφαλείας αὐτῶν πρὸς Τίτον. ὁ δὲ βουλόμενος ἐκκαλεῖσθαι τοὺς Βοιωτοὺς πρὸς τὴν σφετέραν εὔνοιαν διὰ τὸ προορᾶσθαι τὸν Ἀντίοχον ἑτοίμως συνεχώρησεν. ταχὺ δὲ πάντων ἀνακομισθέντων ἐκ τῆς Μακεδονίας, ἐν οἷς ἦν καὶ Βραχύλλης, τοῦτον μὲν εὐθέως βοιωτάρχην κατέστησαν, παραπλησίως δὲ καὶ τοὺς ἄλλους τοὺς δοκοῦντας εἶναι φίλους τῆς Μακεδόνων οἰκίας ἐτίμων καὶ προῆγον οὐχ ἧττον ἢ πρότερον. ἔπεμψαν δὲ καὶ πρεσβείαν πρὸς τὸν Φίλιππον τὴν εὐχαριστήσουσαν ἐπὶ τῇ τῶν νεανίσκων ἐπανόδῳ λυμαινόμενοι τὴν τοῦ Τίτου χάριν. ἃ συνορῶντες οἱ περὶ τὸν Ζεύξιππον καὶ Πεισίστρατον καὶ πάντες οἱ δοκοῦντες εἶναι Ῥωμαίων φίλοι δυσχερῶς ἔφερον προορώμενοι τὸ μέλλον καὶ δεδιότες περὶ σφῶν αὐτῶν καὶ τῶν ἀναγκαίων· σαφῶς γὰρ ᾔδεισαν ὡς, ἐὰν μὲν οἱ Ῥωμαῖοι χωρισθῶσιν ἐκ τῆς Ἑλλάδος, ὁ δὲ Φίλιπ 234 πος μένῃ παρὰ πλευρὰν συνεπισχύων ἀεὶ τοῖς πρὸς σφᾶς ἀντιπολιτευομένοις, οὐδαμῶς ἀσφαλῆ σφίσιν ἐσομένην τὴν ἐν τῇ Βοιωτίᾳ πολιτείαν. διὸ καὶ συμφρονήσαντες
108
ἐπρέσβευον πρὸς Τίτον εἰς τὴν Ἐλάτειαν. συμμίξαντες δὲ τῷ προειρημένῳ πολλοὺς καὶ ποικίλους εἰς τοῦτο τὸ μέρος διετίθεντο λόγους ὑποδεικνύντες τὴν ὁρμὴν τοῦ πλήθους τὴν οὖσαν ἤδη νῦν καθ' αὑτῶν καὶ τὴν ἀχαριστίαν τῶν ὄχλων. καὶ τέλος ἐθάρρησαν εἰπεῖν ὡς, ἐὰν μὴ τὸν Βραχύλλην ἐπανελόμενοι καταπλήξωνται τοὺς πολλούς, οὐκ ἔστιν ἀσφάλεια τοῖς Ῥωμαίων φίλοις χωρισθέντων τῶν στρατοπέδων. ὁ δὲ Τίτος ταῦτα διακούσας αὐτὸς μὲν οὐκ ἔφη κοινωνεῖν τῆς πράξεως ταύτης, τοὺς δὲ βουλομένους πράττειν οὐ κωλύειν· καθόλου δὲ λαλεῖν αὐτοὺς ἐκέλευε περὶ τούτων Ἀλεξαμενῷ τῷ τῶν Αἰτωλῶν στρατηγῷ. τῶν δὲ περὶ τὸν Ζεύξιππον πειθαρχησάντων καὶ διαλεγομένων, ταχέως ὁ προειρημένος πεισθεὶς καὶ συγκαταθέμενος τοῖς λεγομένοις τρεῖς μὲν τῶν Αἰτωλικῶν συνέστησε τρεῖς δὲ τῶν Ἰταλικῶν νεανίσκων τοὺς προσοίσοντας τὰς χεῖρας τῷ Βραχύλλῃ. 4. Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον ἐκ τῆς Ῥώμης οἱ δέκα, δι' ὧν ἔμελλε χειρίζεσθαι τὰ κατὰ τοὺς Ἕλληνας, κομίζοντες τὸ τῆς συγκλήτου δόγμα τὸ περὶ τῆς πρὸς Φίλιππον εἰρήνης. ἦν δὲ τὰ συνέχοντα τοῦ δόγματος ταῦτα· τοὺς μὲν ἄλλους Ἕλληνας πάντας, τούς τε κατὰ τὴν Ἀσίαν καὶ κατὰ τὴν Εὐρώπην, ἐλευθέρους ὑπάρχειν καὶ νόμοις χρῆσθαι τοῖς ἰδίοις· τοὺς δὲ ταττομένους ὑπὸ Φίλιππον καὶ τὰς πόλεις τὰς ἐμφρούρους παραδοῦναι Φίλιππον Ῥωμαίοις πρὸ τῆς τῶν Ἰσθμίων πανηγύρεως, Εὔρωμονδὲ καὶ Πήδασα καὶ Βαργύλια καὶ τὴν Ἰασέων πόλιν, ὁμοίως Ἄβυδον Θάσον Μύριναν Πέρινθον, ἐλευθέρας ἀφεῖναι τὰς φρουρὰς ἐξ αὐτῶν μεταστησάμενον· περὶ δὲ τῆς τῶν Κιανῶν ἐλευθερώσεως Τίτον γράψαι πρὸς Προυσίαν κατὰ τὸ δόγμα τῆς συγκλήτου· τὰ δ' αἰχμάλωτα καὶ τοὺς αὐτομόλους ἅπαντας ἀποκαταστῆσαι Φίλιππον Ῥωμαίοις ἐν τοῖς αὐτοῖς χρόνοις, ὁμοίως δὲ καὶ τὰς καταφράκτους ναῦς πλὴν πέντε σκαφῶν καὶ τῆς ἑκκαιδεκήρους· δοῦναι δὲ καὶ χίλια τάλαντα, τούτων τὰ μὲν ἡμίση παραυτίκα, τὰ δ' ἡμίση κατὰ φόρους ἐν ἔτεσι δέκα. 235 Τούτου δὲ τοῦ δόγματος διαδοθέντος εἰς τοὺς Ἕλληνας οἱ μὲν ἄλλοι πάντες εὐθαρσεῖς ἦσαν καὶ περιχαρεῖς, μόνοι δὲ Αἰτωλοὶ δυσχεραίνοντες ἐπὶ τῷ μὴ τυγχάνειν ὧν ἤλπιζον κατελάλουν τὸ δόγμα, φάσκοντες οὐ πραγμάτων ἀλλὰ γραμμάτων μόνον ἔχειν αὐτὸ διάθεσιν. καί τινας ἐλάμβανον πιθανότητας ἐξ αὐτῶν τῶν ἐγγράπτων πρὸς τὸ διασείειν τοὺς ἀκούοντας τοιαύτας. ἔφασκον γὰρ εἶναι δύο γνώμας ἐν τῷ δόγματι περὶ τῶν ὑπὸ Φιλίππου φρουρουμένων πόλεων, τὴν μὲν μίαν ἐπιτάττουσαν ἐξάγειν τὰς φρουρὰς τὸν Φίλιππον, τὰς δὲ πόλεις παραδιδόναι Ῥωμαίοις, τὴν δ' ἑτέραν, ἐξάγοντα τὰς φρουρὰς ἐλευθεροῦν τὰς πόλεις. τὰς μὲν οὖν ἐλευθερουμένας ἐπ' ὀνόματος δηλοῦσθαι, ταύτας δ' εἶναι τὰς κατὰ τὴν Ἀσίαν, τὰς δὲ παραδιδομένας Ῥωμαίοις φανερὸν ὅτι τὰς κατὰ τὴν Εὐρώπην· εἶναι δὲ ταύτας Ὠρεὸν Ἐρέτριαν Χαλκίδα Δημητριάδα Κόρινθον. ἐκ δὲ τούτων εὐθεώρητον ὑπάρχειν πᾶσιν, ὅτι μεταλαμβάνουσι τὰς Ἑλληνικὰς πέδας παρὰ Φιλίππου Ῥωμαῖοι, καὶ γίνεται μεθάρμοσις δεσποτῶν, οὐκ ἐλευθέρωσις τῶν Ἑλλήνων. Ταῦτα μὲν οὖν ὑπ' Αἰτωλῶν ἐλέγετο κατακόρως· ὁ δὲ Τίτος ὁρμήσας ἐκ τῆς Ἐλατείας μετὰ τῶν δέκα καὶ κατάρας εἰς τὴν Ἀντίκυραν παραυτίκα διέπλευσεν εἰς τὸν Κόρινθον, κἀκεῖ παραγενόμενος συνήδρευε μετὰ τούτων καὶ διελάμβανε περὶ τῶν ὅλων. πλεοναζούσης δὲ τῆς τῶν Αἰτωλῶν διαβολῆς καὶ πιστευομένης παρ' ἐνίοις, πολλοὺς καὶ ποικίλους ἠναγκάζετο ποιεῖσθαι λόγους ὁ Τίτος ἐν τῷ συνεδρίῳ διδάσκων, ὡς, εἴπερ βούλονται καὶ τὴν τῶν Ἑλλήνων εὔκλειαν ὁλόκληρον περιποιήσασθαι καὶ καθόλου πιστευθῆναι παρὰ πᾶσι διότι καὶ τὴν ἐξ ἀρχῆς ἐποιήσαντο διάβασιν οὐ τοῦ συμφέροντος ἕνεκεν, ἀλλὰ τῆς τῶν Ἑλλήνων ἐλευθερίας, ἐκχωρητέον εἴη πάντων τῶν τόπων καὶ πάσας ἐλευθερωτέον τὰς πόλεις τὰς νῦν ὑπὸ Φιλίππου φρουρουμένας. ταύτην δὲ συνέβαινε γίνεσθαι τὴν ἀπορίαν ἐν τῷ συνεδρίῳ διὰ τὸ περὶ μὲν τῶν ἄλλων ἐν τῇ Ῥώμῃ προδιειλῆφθαι καὶ ῥητὰς ἔχειν τοὺς δέκα παρὰ τῆς συγκλήτου τὰς ἐντολάς, περὶ δὲ Χαλκίδος καὶ Κορίνθου καὶ Δημητριάδος ἐπιτροπὴν αὐτοῖς δεδόσθαι διὰ τὸν Ἀντίοχον, ἵνα βλέποντες πρὸς τοὺς καιροὺς βουλεύωνται περὶ τῶν προειρημένων πόλεων κατὰ τὰς αὑτῶν προαιρέσεις· ὁ γὰρ προειρημένος βασιλεὺς δῆλος ἦν ἐπέχων πάλαι τοῖς κατὰ τὴν Εὐρώπην πράγμασιν. οὐ μὴν ἀλλὰ τὸν μὲν Κόρινθον ὁ Τίτος ἔπεισε τὸ συνέδριον 236 ἐλευθεροῦν [καὶ] παραχρῆμα καὶ τοῖς Ἀχαιοῖς ἐγχειρίζειν διὰ τὰς ἐξ ἀρχῆς ὁμολογίας, τὸν δ' Ἀκροκόρινθον καὶ Δημητριάδα καὶ Χαλκίδα παρακατέσχεν.
109
Δοξάντων δὲ τούτων, καὶ τῆς Ἰσθμίων πανηγύρεως ἐπελθούσης, καὶ σχεδὸν ἀπὸ πάσης τῆς οἰκουμένης τῶν ἐπιφανεστάτων ἀνδρῶν συνεληλυθότων διὰ τὴν προσδοκίαν τῶν ἀποβησομένων, πολλοὶ καὶ ποικίλοι καθ' ὅλην τὴν πανήγυριν ἐνέπιπτον λόγοι, τῶν μὲν ἀδύνατον εἶναι φασκόντων Ῥωμαίους ἐνίων ἀποστῆναι τόπων καὶ πόλεων, τῶν δὲ διοριζομένων ὅτι τῶν μὲν ἐπιφανῶν εἶναι δοκούντων τόπων ἀποστήσονται, τοὺς δὲ φαντασίαν μὲν ἔχοντας ἐλάττω, χρείαν δὲ τὴν αὐτὴν παρέχεσθαι δυναμένους, καθέξουσι. καὶ τούτους εὐθέως ἐπεδείκνυσαν αὐτοὶ καθ' αὑτῶν διὰ τῆς πρὸς ἀλλήλους εὑρεσιλογίας. τοιαύτης δ' οὔσης ἐν τοῖς ἀνθρώποις τῆς ἀπορίας, ἀθροισθέντος τοῦ πλήθους εἰς τὸ στάδιον ἐπὶ τὸν ἀγῶνα, προελθὼν ὁ κήρυξ καὶ σιωπησάμενος τὰ πλήθη διὰ τοῦ σαλπικτοῦ τόδε τὸ κήρυγμα ἀνηγόρευσεν· ἡ σύγκλητος ἡ Ῥωμαίων καὶ Τίτος [καὶ] Κοΐντιος στρατηγὸς ὕπατος, καταπολεμήσαντες βασιλέα Φίλιππον καὶ Μακεδόνας, ἀφιᾶσιν ἐλευθέρους ἀφρουρήτους ἀφορολογήτους, νόμοις χρωμένους τοῖς πατρίοις, Κορινθίους, Φωκέας, Λοκρούς, Εὐβοεῖς, Ἀχαιοὺς τοὺς Φθιώτας, Μάγνητας, Θετταλούς, Περραίους. κρότου δ' ἐν ἀρχαῖς εὐθέως ἐξαισίου γενομένου τινὲς μὲν οὐδ' ἤκουσαν τοῦ κηρύγματος, τινὲς δὲ πάλιν ἀκούειν ἐβούλοντο. τὸ δὲ πολὺ μέρος τῶν ἀνθρώπων διαπιστούμενον καὶ δοκοῦν ὡσανεὶ καθ' ὕπνον ἀκούειν τῶν λεγομένων διὰ τὸ παράδοξον τοῦ συμβαίνοντος, πᾶς τις ἐξ ἄλλης ὁρμῆς ἐβόα προσάγειν τὸν κήρυκα καὶ τὸν σαλπιγκτὴν εἰς μέσον τὸ στάδιον καὶ λέγειν πάλιν ὑπὲρ τῶν αὐτῶν, ὡς μὲν ἐμοὶ δοκεῖ, βουλομένων τῶν ἀνθρώπων μὴ μόνον ἀκούειν ἀλλὰ καὶ βλέπειν τὸν λέγοντα διὰ τὴν ἀπιστίαν τῶν ἀναγορευομένων. ὡς δὲ πάλιν ὁ κήρυξ προσελθὼν εἰς τὸ μέσον καὶ κατασιωπησάμενος διὰ τοῦ σαλπιγκτοῦ τὸν θόρυβον ἀνηγόρευσε ταὐτὰ καὶ ὡσαύτως τοῖς πρόσθεν, τηλικοῦτον συνέβη καταρραγῆναι τὸν κρότον ὥστε μὴ ῥᾳδίως ἂν ὑπὸ τὴν ἔννοιαν ἀγαγεῖν τοῖς νῦν ἀκούουσι τὸ γεγονός. ὡς δέ ποτε καὶ κατέληξεν ὁ κρότος, τῶν μὲν ἀθλητῶν ἁπλῶς οὐδεὶς οὐδένα λόγον εἶχεν ἔτι, πάντες δὲ διαλαλοῦντες, οἱ μὲν 237 ἀλλήλοις οἱ δὲ πρὸς σφᾶς αὐτούς, οἱονεὶ παραστατικοὶ τὰς διανοίας ἦσαν. ᾗ καὶ μετὰ τὸν ἀγῶνα διὰ τὴν ὑπερβολὴν τῆς χαρᾶς μικροῦ διέφθειραν τὸν Τίτον εὐχαριστοῦντες· οἱ μὲν γὰρ ἀντοφθαλμῆσαι κατὰ πρόσωπον καὶ σωτῆρα προσφωνῆσαι βουλόμενοι, τινὲς δὲ τῆς δεξιᾶς ἅψασθαι σπουδάζοντες, οἱ δὲ πολλοὶ στεφάνους ἐπιρριπτοῦντες καὶ λημνίσκους, παρ' ὀλίγον διέλυσαν τὸν ἄνθρωπον. δοκούσης δὲ τῆς εὐχαριστίας ὑπερβολικῆς γενέσθαι, θαρρῶν ἄν τις εἶπε διότι πολὺ καταδεεστέραν εἶναι συνέβαινε τοῦ τῆς πράξεως μεγέθους. θαυμαστὸν γὰρ ἦν καὶ τὸ Ῥωμαίους ἐπὶ ταύτης γενέσθαι τῆς προαιρέσεως καὶ τὸν ἡγούμενον αὐτῶν Τίτον, ὥστε πᾶσαν ὑπομεῖναι δαπάνην καὶ πάντα κίνδυνον χάριν τῆς τῶν Ἑλλήνων ἐλευθερίας· μέγα δὲ καὶ τὸ δύναμιν ἀκόλουθον τῇ προαιρέσει προσενέγκασθαι· τούτων δὲ μέγιστον ἔτι τὸ μηδὲν ἐκ τῆς τύχης ἀντιπαῖσαι πρὸς τὴν ἐπιβολήν, ἀλλ' ἁπλῶς ἅπαντα πρὸς ἕνα καιρὸν ἐκδραμεῖν, ὥστε διὰ κηρύγματος ἑνὸς ἅπαντας καὶ τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας καὶ τοὺς τὴν Εὐρώπην ἐλευθέρους ἀφρουρήτους ἀφορολογήτους γενέσθαι, νόμοις χρωμένους τοῖς ἰδίοις. Διελθούσης δὲ τῆς πανηγύρεως πρώτοις μὲν ἐχρημάτισαν τοῖς παρ' Ἀντιόχου πρεσβευταῖς, διακελευόμενοι τῶν ἐπὶ τῆς Ἀσίας πόλεων τῶν μὲν αὐτονόμων ἀπέχεσθαι καὶ μηδένα πολεμεῖν, ὅσας δὲ νῦν παρείληφε τῶν ὑπὸ Πτολεμαῖον καὶ Φίλιππον ταττομένων, ἐκχωρεῖν. σὺν δὲ τούτοις προηγόρευον μὴ διαβαίνειν εἰς τὴν Εὐρώπην μετὰ δυνάμεως· οὐδένα γὰρ ἔτι τῶν Ἑλλήνων οὔτε πολεμεῖσθαι νῦν ὑπ' οὐδενὸς οὔτε δουλεύειν οὐδενί. καθόλου δὲ καὶ ἐξ αὑτῶν τινας ἔφασαν ἥξειν πρὸς τὸν Ἀντίοχον. ταύτας μὲν οὖν οἱ περὶ τὸν Ἡγησιάνακτα καὶ Λυσίαν λαβόντες τὰς ἀποκρίσεις ἐπανῆλθον· μετὰ δὲ τούτους εἰσεκαλοῦντο πάντας τοὺς ἀπὸ τῶν ἐθνῶν καὶ πόλεων παραγεγονότας καὶ τὰ δόξαντα τῷ συνεδρίῳ διεσάφουν. Μακεδόνων μὲν οὖν τοὺς Ὀρέστας καλουμένους διὰ τὸ προσχωρῆσαι σφίσι κατὰ τὸν πόλεμον αὐτονόμους ἀφεῖσαν. ἠλευθέρωσαν οὖν Περραίους καὶ Δόλοπας καὶ Μάγνητας, Θετταλοῖς δὲ μετὰ τῆς ἐλευθερίας καὶ τοὺς Ἀχαιοὺς τοὺς Φθιώτας προσένειμαν ἀφελόμενοι Θήβας τὰς Φθίας καὶ Φάρσαλον· οἱ γὰρ Αἰτωλοὶ περί τε τῆς Φαρσάλου μεγάλην ἐποιοῦντο φιλοτιμίαν, 238 φάσκοντες αὑτῶν δεῖν ὑπάρχειν κατὰ τὰς ἐξ ἀρχῆς συνθήκας, ὁμοίως δὲ καὶ περὶ Λευκάδος. οἱ δὲ ἐν τῷ συνεδρίῳ περὶ μὲν τούτων τῶν πόλεων ὑπερέθεντο τοῖς Αἰτωλοῖς τὸ διαβούλιον πάλιν ἐπὶ τὴν
110
σύγκλητον, τοὺς δὲ Φωκέας καὶ τοὺς Λοκροὺς συνεχώρησαν αὐτοῖς ἔχειν, καθάπερ εἶχον καὶ πρότερον, ἐν τῇ συμπολιτείᾳ. Κόρινθον δὲ καὶ τὴν Τριφυλίαν ** ἔτι δὲ τὴν Ἐρετριέων πόλιν ἐδόκει μὲν τοῖς πλείοσιν Εὐμένει δοῦναι· Τίτου δὲ πρὸς τὸ συνέδριον διαστείλαντος οὐκ ἐκυρώθη τὸ διαβούλιον, διὸ καὶ μετά τινα χρόνον ἠλευθερώθησαν αἱ πόλεις αὗται διὰ τῆς συγκλήτου καὶ σὺν ταύταις Κάρυστος. ἔδωκαν δὲ καὶ Πλευράτῳ Λυχνίδα καὶ Πάρθον, οὔσας μὲν Ἰλλυρίδας, ὑπὸ Φίλιππον δὲ ταττομένας. Ἀμυνάνδρῳ δὲ συνεχώρησαν, ὅσα παρεσπάσατο κατὰ πόλεμον ἐρύματα τοῦ Φιλίππου, κρατεῖν τούτων. Ταῦτα δὲ διοικήσαντες ἐμέρισαν σφᾶς αὐτούς, καὶ Πόπλιος μὲν Λέντλος εἰς Βαργύλια πλεύσας ἠλευθέρωσε τούτους, Λεύκιος δὲ Στερέννιος εἰς Ἡφαιστίαν καὶ Θάσον ἀφικόμενος καὶ τὰς ἐπὶ Θρᾴκης πόλεις ἐποίησε τὸ παραπλήσιον. πρὸς δὲ τὸν Ἀντίοχον ὥρμησαν Πόπλιος Οὐίλλιος καὶ Λεύκιος Τερέντιος, οἱ δὲ περὶ Γνάιον τὸν Κορνήλιον πρὸς τὸν βασιλέα Φίλιππον. ᾧ καὶ συμμίξαντες πρὸς τοῖς Τέμπεσι περί τε τῶν ἄλλων διελέχθησαν ὑπὲρ ὧν εἶχον τὰς ἐντολάς, καὶ συνεβούλευον αὐτῷ πρεσβευτὰς πέμπειν εἰς τὴν Ῥώμην ὑπὲρ συμμαχίας, ἵνα μὴ δοκῇ τοῖς καιροῖς ἐφεδρεύων ἀποκαραδοκεῖν τὴν Ἀντιόχου παρουσίαν. τοῦ δὲ βασιλέως συγκαταθεμένου τοῖς ὑποδεικνυμένοις, εὐθέως ἀπ' ἐκείνου χωρισθέντες ἧκον ἐπὶ τὴν τῶν Θερμικῶν σύνοδον, καὶ παρελθόντες εἰς τὰ πλήθη παρεκάλουν τοὺς Αἰτωλοὺς διὰ πλειόνων μεῖναι ἐπὶ τῆς ἐξ ἀρχῆς αἱρέσεως καὶ διαφυλάττειν τὴν πρὸς Ῥωμαίους εὔνοιαν. πολλῶν δὲ παρισταμένων, καὶ τῶν μὲν πράως καὶ πολιτικῶς μεμψιμοιρούντων αὐτοῖς ἐπὶ τῷ μὴ κοινωνικῶς χρῆσθαι τοῖς εὐτυχήμασι μηδὲ τηρεῖν τὰς ἐξ ἀρχῆς συνθήκας, τῶν δὲ λοιδορούντων καὶ φασκόντων οὔτ' ἂν ἐπιβῆναι τῆς Ἑλλάδος οὐδέποτε Ῥωμαίους οὔτ' ἂν νικῆσαι Φίλιππον, εἰ μὴ δι' ἑαυτούς, τὸ μὲν ἀπολογεῖσθαι πρὸς ἕκαστα τούτων οἱ περὶ τὸν Γνάιον ἀπεδοκίμασαν, παρεκάλουν δ' αὐτοὺς πρεσβεύειν εἰς τὴν Ῥώμην, διότι πάντων παρὰ τῆς συγκλήτου τεύξονται τῶν δικαίων· ὃ καὶ πει 239 σθέντες ἐποίησαν. καὶ τὸ μὲν τέλος τοῦ πρὸς Φίλιππον πολέμου τοιαύτην ἔσχε διάθεσιν. 5. Ὅτι Φιλίππου πρεσβεύσαντος πρὸς Βοιωτοὺς οἱ Βοιωτοὶ ἀπεκρίθησαν τοῖς πρεσβευταῖς διότι παραγενομένου τοῦ βασιλέως πρὸς αὐτούς, τότε βουλεύσονται περὶ τῶν παρακαλουμένων. 6. Ὅτι Ἀντιόχου διατρίβοντος ἐν τῇ Χαλκίτιδι καὶ τοῦ χειμῶνος καταρχομένου παρεγένοντο πρὸς αὐτὸν πρεσβευταὶ παρὰ μὲν τοῦ τῶν Ἠπειρωτῶν ἔθνους οἱ περὶ Χάροπα, παρὰ δὲ τῆς τῶν Ἠλείων πόλεως οἱ περὶ Καλλίστρατον. οἱ μὲν οὖν Ἠπειρῶται παρεκάλουν αὐτὸν μὴ προεμβιβάζειν σφᾶς εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον θεωροῦντα διότι πρόκεινται πάσης τῆς Ἑλλάδος πρὸς τὴν Ἰταλίαν· ἀλλ' εἰ μὲν αὐτὸς δύναται προκαθίσας τῆς Ἠπείρου παρασκευάζειν σφίσι τὴν ἀσφάλειαν, ἔφασαν αὐτὸν δέξασθαι καὶ ταῖς πόλεσι καὶ τοῖς λιμέσιν, εἰ δὲ μὴ κρίνει τοῦτο πράττειν κατὰ τὸ παρόν, συγγνώμην ἔχειν ἠξίουν αὐτοῖς δεδιόσι τὸν ἀπὸ Ῥωμαίων πόλεμον. οἱ δὲ Ἠλεῖοι παρεκάλουν πέμπειν τῇ πόλει βοήθειαν· ἐψηφισμένων γὰρ τῶν Ἀχαιῶν τὸν πόλεμον εὐλαβεῖσθαι τὴν τούτων ἔφοδον. ὁ δὲ βασιλεὺς τοῖς μὲν Ἠπειρώταις ἀπεκρίθη διότι πέμψει πρεσβευτὰς τοὺς διαλεχθησομένους αὐτοῖς ὑπὲρ τῶν κοινῇ συμφερόντων, τοῖς δ' Ἠλείοις ἐξαπέστειλε χιλίους πεζοὺς ἡγεμόνα συστήσας Ἐμφανῆ τὸν Κρῆτα. 7. Ὅτι οἱ περὶ τὸν Φαινέαν τὸν τῶν Αἰτωλῶν στρατηγὸν μετὰ τὸ γενέσθαι τὴν Ἡράκλειαν ὑποχείριον τοῖς Ῥωμαίοις ὁρῶντες τὸν περιεστῶτα καιρὸν τὴν Αἰτωλίαν καὶ λαμβάνοντες πρὸ ὀφθαλμῶν τὰ συμβησόμενα ταῖς ἄλλαις πόλεσιν, ἔκριναν διαπέμπεσθαι πρὸς τὸν Μάνιον ὑπὲρ ἀνοχῶν καὶ διαλύσεως. ταῦτα δὲ διαλαβόντες ἐξαπέστειλαν Ἀρχέδαμον καὶ Πανταλέοντα καὶ Χάλησον· οἳ συμμίξαντες τῷ στρατηγῷ τῶν Ῥωμαίων προέθεντο μὲν καὶ πλείους ποιεῖσθαι λόγους, μεσολαβηθέντες δὲ κατὰ τὴν ἔντευξιν ἐκωλύθησαν. ὁ γὰρ Μάνιος κατὰ μὲν τὸ παρὸν οὐκ ἔφασκεν εὐκαιρεῖν περισπώμενος ὑπὸ τῆς τῶν ἐκ τῆς Ἡρακλείας λαφύρων οἰκονομίας· δεχημέρους δὲ ποιησάμενος ἀνοχὰς ἐκπέμψειν ἔφη μετ' αὐτῶν Λεύκιον, πρὸς ὃν ἐκέλευε λέγειν ὑπὲρ ὧν ἂν δέοιντο. 240 γενομένων δὲ τῶν ἀνοχῶν, καὶ τοῦ Λευκίου συνελθόντος εἰς τὴν Ὑπάταν, ἐγένοντο λόγοι καὶ πλείους ὑπὲρ τῶν ἐνεστώτων. οἱ μὲν οὖν Αἰτωλοὶ συνίσταντο τὴν δικαιολογίαν ἀνέκαθεν προφερόμενοι τὰ προγεγονότα σφίσι
111
φιλάνθρωπα πρὸς τοὺς Ῥωμαίους· ὁ δὲ Λεύκιος ἐπιτεμὼν αὐτῶν τὴν ὁρμὴν οὐκ ἔφη τοῖς παροῦσι καιροῖς ἁρμόζειν τοῦτο τὸ γένος τῆς δικαιολογίας· λελυμένων γὰρ τῶν ἐξ ἀρχῆς φιλανθρώπων δι' ἐκείνους, καὶ τῆς ἐνεστώσης ἔχθρας δι' Αἰτωλοὺς γεγενημένης, οὐδὲν ἔτι συμβάλλεσθαι τὰ τότε φιλάνθρωπα πρὸς τοὺς νῦν καιρούς. διόπερ ἀφεμένους τοῦ δικαιολογεῖσθαι συνεβούλευε τρέπεσθαι πρὸς τὸν ἀξιωματικὸν λόγον καὶ δεῖσθαι τοῦ στρατηγοῦ συγγνώμης τυχεῖν ἐπὶ τοῖς ἡμαρτημένοις. οἱ δ' Αἰτωλοὶ καὶ πλείω λόγον ποιησάμενοι περὶ τῶν ὑποπιπτόντων ἔκριναν ἐπιτρέπειν τὰ ὅλα Μανίῳ, δόντες αὑτοὺς εἰς τὴν Ῥωμαίων πίστιν, οὐκ εἰδότες τίνα δύναμιν ἔχει τοῦτο, τῷ δὲ τῆς πίστεως ὀνόματι πλανηθέντες, † ὡς οὐ διὰ τοῦτο λειοτέρου σφίσι ἡλοιοῦ ὑπάρξοντος. παρὰ δὲ Ῥωμαίοις ἰσοδυναμεῖ τό τε εἰς τὴν πίστιν αὑτὸν ἐγχειρίσαι καὶ τὸ τὴν ἐπιτροπὴν δοῦναι περὶ αὑτοῦ τῷ κρατοῦντι. Πλὴν ταῦτα κρίναντες ἐξέπεμψαν ἅμα τῷ Λευκίῳ τοὺς περὶ Φαινέαν διασαφήσοντας τὰ δεδογμένα τῷ Μανίῳ κατὰ σπουδήν· οἳ καὶ συμμίξαντες τῷ στρατηγῷ καὶ πάλιν ὁμοίως δικαιολογηθέντες ὑπὲρ αὑτῶν ἐπὶ καταστροφῆς εἶπαν διότι κέκριται τοῖς Αἰτωλοῖς σφᾶς αὐτοὺς ἐγχειρίζειν εἰς τὴν Ῥωμαίων πίστιν. ὁ δὲ Μάνιος μεταλαβών· οὐκοῦν οὕτως ἔχει ταῦτα, φησίν, ὦ ἄνδρες Αἰτωλοί; τῶν δὲ κατανευσάντων· τοιγαροῦν πρῶτον μὲν δεήσει μηδένα διαβαίνειν ὑμῶν εἰς τὴν Ἀσίαν, μήτε κατ' ἰδίαν μήτε κατὰ κοινοῦ δόγματος, δεύτερον Δικαίαρχον ἔκδοτον δοῦναι καὶ Μενέστρατον τὸν Ἠπειρώτην, ὃς ἐτύγχανε τότε παραβεβοηθηκὼς εἰς Ναύπακτον, σὺν δὲ τούτοις Ἀμύνανδρον τὸν βασιλέα καὶ τῶν Ἀθαμανῶν τοὺς ἅμα τούτῳ συναποχωρήσαντας πρὸς αὐτούς. ὁ δὲ Φαινέας μεσολαβήσας· ἀλλ' οὔτε δίκαιον, ἔφησεν, οὔθ' Ἑλληνικόν ἐστιν, ὦ στρατηγέ, τὸ παρακαλούμενον. ὁ δὲ Μάνιος οὐχ οὕτως ὀργισθεὶς ὡς βουλόμενος εἰς ἔννοιαν αὐτὸν ἀγαγεῖν τῆς περιστάσεως καὶ καταπλήξασθαι τοῖς ὅλοις· ἔτι γὰρ ὑμεῖς ἑλληνοκοπεῖτε, 241 φησίν, καὶ περὶ τοῦ πρέποντος καὶ καθήκοντος ποιεῖσθε λόγον δεδωκότες ἑαυτοὺς εἰς τὴν πίστιν; οὓς ἐγὼ δήσας εἰς τὴν ἅλυσιν ἀπάξω πάντας, ἂν τοῦτο ἐμοὶ δόξῃ. ταῦτα λέγων φέρειν ἅλυσιν ἐκέλευσε καὶ σκύλακα σιδηροῦν ἑκάστῳ περιθεῖναι περὶ τὸν τράχηλον. οἱ μὲν οὖν περὶ τὸν Φαινέαν ἔκθαμβοι γεγονότες ἕστασαν ἄφωνοι πάντες οἱονεὶ παραλελυμένοι καὶ τοῖς σώμασι καὶ ταῖς ψυχαῖς διὰ τὸ παράδοξον τῶν ἀπαντωμένων· ὁ δὲ Λεύκιος καί τινες ἕτεροι τῶν συμπαρόντων χιλιάρχων ἐδέοντο τοῦ Μανίου μηδὲν βουλεύσασθαι δυσχερὲς ὑπὲρ τῶν παρόντων ἀνδρῶν, ἐπεὶ τυγχάνουσιν ὄντες πρεσβευταί. τοῦ δὲ συγχωρήσαντος ἤρξατο λέγειν ὁ Φαινέας· ἔφη γὰρ αὑτὸν καὶ τοὺς ἀποκλήτους ποιήσειν τὰ προσταττόμενα, προσδεῖσθαι δὲ καὶ τῶν πολλῶν, εἰ μέλλει κυρωθῆναι τὰ παραγγελλόμενα. τοῦ δὲ Μανίου φήσαντος αὐτὸν ὀρθῶς λέγειν, ἠξίου πάλιν ἀνοχὰς αὑτοῖς δοθῆναι δεχημέρους. συγχωρηθέντος δὲ καὶ τούτου, τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν, παραγενόμενοι δ' εἰς τὴν Ὑπάταν διεσάφουν τοῖς ἀποκλήτοις τὰ γεγονότα καὶ τοὺς ῥηθέντας λόγους. ὧν ἀκούσαντες τότε πρῶτον ἔννοιαν ἔλαβον Αἰτωλοὶ τῆς αὑτῶν ἀγνοίας καὶ τῆς ἐπιφερομένης αὐτοῖς ἀνάγκης. διὸ γράφειν ἔδοξεν εἰς τὰς πόλεις καὶ συγκαλεῖν τοὺς Αἰτωλοὺς χάριν τοῦ βουλεύσασθαι περὶ τῶν προσταττομένων. διαδοθείσης δὲ τῆς φήμης ὑπὲρ τῶν ἀπηντημένων τοῖς περὶ τὸν Φαινέαν, οὕτως ἀπεθηριώθη τὸ πλῆθος, ὥστ' οὐδ' ἀπαντᾶν οὐδεὶς ἐπεβάλετο πρὸς τὸ διαβούλιον. τοῦ δ' ἀδυνάτου κωλύσαντος βουλεύσασθαι περὶ τῶν ἐπιταττομένων, ἅμα δὲ καὶ τοῦ Νικάνδρου κατὰ τὸν καιρὸν τοῦτον καταπλεύσαντος ἐκ τῆς Ἀσίας εἰς τὰ Φάλαρα τοῦ κόλπου τοῦ Μηλιέως, ὅθεν καὶ τὴν ὁρμὴν ἐποιήσατο, καὶ διασαφοῦντος τὴν τοῦ βασιλέως εἰς αὐτὸν προθυμίαν καὶ τὰς εἰς τὸ μέλλον ἐπαγγελίας, ἔτι μᾶλλον ὠλιγώρησαν, τοῦ μηδὲν γενέσθαι πέρας ὑπὲρ τῆς εἰρήνης, ὅθεν ἅμα τῷ διελθεῖν τὰς ἐν ταῖς ἀνοχαῖς ἡμέρας κατάμονος αὖθις ὁ πόλεμος ἐγεγόνει τοῖς Αἰτωλοῖς. Περὶ δὲ τῆς συμβάσης τῷ Νικάνδρῳ περιπετείας οὐκ ἄξιον παρασιωπῆσαι. παρεγενήθη μὲν γὰρ ἐκ τῆς Ἐφέσου δωδεκαταῖος εἰς τὰ Φάλαρα πάλιν, ἀφ' ἧς ὥρμηθ' ἡμέρας· καταλαβὼν δὲ τοὺς 242 Ῥωμαίους ἔτι περὶ τὴν Ἡράκλειαν, τοὺς Μακεδόνας μὲν ἀφεστῶτας ἀπὸ τῆς Λαμίας, οὐ μακρὰν δὲ στρατοπεδεύοντας τῆς πόλεως, τὰ μὲν χρήματα εἰς τὴν Λαμίαν διεκόμισε παραδόξως, αὐτὸς δὲ τῆς νυκτὸς ἐπεβάλετο κατὰ τὸν μεταξὺ τόπον τῶν στρατοπέδων διαπεσεῖν εἰς τὴν Ὑπάταν. ἐμπεσὼν δ' εἰς τοὺς προκοίτους τῶν Μακεδόνων ἀνήγετο πρὸς τὸν Φίλιππον ἔτι τῆς συνουσίας ἀκμαζούσης, πρὸς τὸ † πείσεσθαί τι δεινὸν πεσὼν ὑπὸ τοῦ Φιλίππου τὸν θυμὸν ἢ
112
παραδοθήσεσθαι τοῖς Ῥωμαίοις. τοῦ δὲ πράγματος ἀγγελθέντος τῷ βασιλεῖ, ταχέως ἐκέλευσε τοὺς ἐπὶ τούτων ὄντας θεραπεῦσαι τὸν Νίκανδρον καὶ τὴν λοιπὴν ἐπιμέλειαν αὐτοῦ ποιήσασθαι φιλάνθρωπον. μετὰ δέ τινα χρόνον αὐτὸς ἐξαναστὰς συνέμιξε τῷ Νικάνδρῳ, καὶ πολλὰ καταμεμψάμενος τὴν κοινὴν τῶν Αἰτωλῶν ἄγνοιαν, ἐξ ἀρχῆς μὲν ὅτι Ῥωμαίους ἐπαγάγοιεν τοῖς Ἕλλησι, μετὰ δὲ ταῦτα πάλιν Ἀντίοχον, ὅμως ἔτι καὶ νῦν παρεκάλει λήθην ποιησαμένους τῶν προγεγονότων ἀντέχεσθαι τῆς πρὸς αὐτὸν εὐνοίας καὶ μὴ θελῆσαι συνεπεμβαίνειν τοῖς κατ' ἀλλήλων καιροῖς. ταῦτα μὲν οὖν παρῄνει τοῖς προεστῶσι τῶν Αἰτωλῶν ἀναγγέλλειν· αὐτὸν δὲ τὸν Νίκανδρον παρακαλέσας μνημονεύειν τῆς εἰς αὐτὸν γεγενημένης εὐεργεσίας ἐξέπεμπε μετὰ προπομπῆς ἱκανῆς, παραγγείλας τοῖς ἐπὶ τούτῳ τεταγμένοις ἀσφαλῶς εἰς τὴν Ὑπάταν αὐτὸν ἀποκαταστῆσαι. ὁ δὲ Νίκανδρος τελέως ἀνελθὼν καὶ παραδόξου φανείσης αὐτῷ τῆς ἀπαντήσεως, τότε μὲν ἀνεκομίσθη πρὸς τοὺς οἰκείους, κατὰ δὲ τὸν ἑξῆς χρόνον ἀπὸ ταύτης τῆς συστάσεως εὔνους ὢν διετέλει τῇ Μακεδόνων οἰκίᾳ. διὸ καὶ μετὰ ταῦτα κατὰ τοὺς Περσικοὺς καιροὺς ἐνδεδεμένος τῇ προειρημένῃ χάριτι καὶ δυσχερῶς ἀντιπράττων ταῖς τοῦ Περσέως ἐπιβολαῖς εἰς ὑποψίας καὶ διαβολὰς ἐνέπεσε καὶ τέλος ἀνακληθεὶς εἰς Ῥώμην ἐκεῖ μετήλλαξε τὸν βίον. 8. Ὅτι κατὰ τὸν καιρὸν τοῦτον συνέβη καὶ τὴν ἐκ τῆς Ῥώμης πρεσβείαν, ἣν ἀπέστειλαν οἱ Λακεδαιμόνιοι, παραγενέσθαι διεψευσμένην τῶν ἐλπίδων. ἐπρέσβευον μὲν γὰρ περὶ τῶν ὁμήρων καὶ τῶν κωμῶν· ἡ δὲ σύγκλητος περὶ μὲν τῶν κωμῶν ἔφησεν ἐντολὰς δώσειν τοῖς παρ' αὑτῶν ἀποστελλομένοις πρέσβεσιν, περὶ δὲ τῶν ὁμήρων ἔτι βουλεύσασθαι θέλειν. περὶ δὲ τῶν φυγάδων τῶν 243 ἀρχαίων θαυμάζειν ἔφησαν, πῶς οὐ κατάγουσιν αὐτοὺς εἰς τὴν οἰκείαν, ἠλευθερωμένης τῆς Σπάρτης. 9. Ὅτι τοῖς Ῥωμαίοις τῆς κατὰ τὴν ναυμαχίαν νίκης ἄρτι προσηγγελμένης, πρῶτον μὲν τῷ δήμῳ παρήγγειλαν ἐλινύας ἄγειν ἡμέρας θʹ (τοῦτο δ' ἔστι σχολάζειν πανδημεὶ καὶ θύειν τοῖς θεοῖς χαριστήρια τῶν εὐτυχημάτων), μετὰ δὲ ταῦτα τοὺς παρὰ τῶν Αἰτωλῶν πρέσβεις καὶ τοὺς παρὰ τοῦ Μανίου προσῆγον τῇ συγκλήτῳ. γενομένων δὲ πλειόνων παρ' ἀμφοῖν λόγων, ἔδοξε τῷ συνεδρίῳ δύο προτείνειν γνώμας τοῖς Αἰτωλοῖς, ἢ διδόναι τὴν ἐπιτροπὴν περὶ πάντων τῶν καθ' αὑτούς, ἢ χίλια τάλαντα παραχρῆμα δοῦναι καὶ τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον νομίζειν Ῥωμαίοις. τῶν δ' Αἰτωλῶν ἀξιούντων διασαφῆσαι ῥητῶς ἐπὶ τίσι δεῖ διδόναι τὴν ἐπιτροπήν, οὐ προσδέχεται τὴν διαστολὴν ἡ σύγκλητος. διὸ καὶ τούτοις γέγονε κατάμονος ὁ πόλεμος. 10. Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἡ σύγκλητος ἐχρημάτισε τοῖς παρὰ Φιλίππου πρεσβευταῖς· ἧκον γὰρ παρ' αὐτοῦ πρέσβεις ἀπολογιζόμενοι τὴν εὔνοιαν καὶ προθυμίαν, ἣν παρέσχηται Ῥωμαίοις ὁ βασιλεὺς ἐν τῷ πρὸς Ἀντίοχον πολέμῳ. ὧν διακούσασα τὸν μὲν υἱὸν Δημήτριον ἀπέλυσε τῆς ὁμηρείας παραχρῆμα, ὁμοίως δὲ καὶ τῶν φόρων ἐπηγγείλατο παραλύσειν, διαφυλάξαντος αὐτοῦ τὴν πίστιν ἐν. τοῖς ἐνεστῶσι καιροῖς. παραπλησίως δὲ καὶ τοὺς τῶν Λακεδαιμονίων ὁμήρους ἀφῆκε πλὴν Ἀρμένα τοῦ Νάβιδος υἱοῦ· τοῦτον δὲ μετὰ ταῦτα συνέβη νόσῳ μεταλλάξαι τὸν βίον. 11. Ὅτι καὶ κατὰ τὴν Ἑλλάδα, πρεσβείας παραγενομένης εἰς Ἀχαΐαν παρ' Εὐμένους τοῦ βασιλέως ὑπὲρ συμμαχίας, ἀθροισθέντες εἰς ἐκκλησίαν οἱ πολλοὶ τῶν Ἀχαιῶν τήν τε συμμαχίαν ἐπεκύρωσαν καὶ νεανίσκους ἐξαπέστειλαν πεζοὺς μὲν χιλίους ἱππεῖς δὲ ρʹ, ὧν ἡγεῖτο Διοφάνης ὁ Μεγαλοπολίτης. 12. Ὅτι πολιορκουμένων τῶν Ἀμφισσέων ὑπὸ Μανίου τοῦ Ῥωμαίων στρατηγοῦ, κατὰ τὸν καιρὸν τοῦτον ὁ τῶν Ἀθηναίων δῆμος πυνθανόμενος τήν τε τῶν Ἀμφισσέων ταλαιπωρίαν καὶ τὴν τοῦ Ποπλίου παρουσίαν ἐξαπέστειλε πρεσβευτὰς τοὺς περὶ τὸν 244 Ἐχέδημον, ἐντειλάμενος ἅμα μὲν ἀσπάσασθαι τοὺς περὶ τὸν Λεύκιον καὶ Πόπλιον, ἅμα δὲ καταπειράζειν τῆς πρὸς Αἰτωλοὺς διαλύσεως. ὧν παραγενομένων, ἀσμένως ἀποδεξάμενος ὁ Πόπλιος ἐφιλανθρώπει τοὺς ἄνδρας θεωρῶν ὅτι παρέξονται χρείαν αὐτῷ πρὸς τὰς προκειμένας ἐπιβολάς. ὁ γὰρ προειρημένος ἀνὴρ ἐβούλετο θέσθαι μὲν καλῶς τὰ κατὰ τοὺς Αἰτωλούς· εἰ δὲ μὴ συνυπακούοιεν, πάντως διειλήφει παραλιπὼν ταῦτα διαβαίνειν εἰς τὴν Ἀσίαν σαφῶς γινώσκων, διότι τὸ τέλος ἐστὶ τοῦ πολέμου καὶ τῆς ὅλης ἐπιβολῆς οὐκ ἐν τῷ χειρώσασθαι τὸ
113
τῶν Αἰτωλῶν ἔθνος, ἀλλ' ἐν τῷ νικήσαντας τὸν Ἀντίοχον κρατῆσαι τῆς Ἀσίας. διόπερ ἅμα τῷ μνησθῆναι τοὺς Ἀθηναίους ὑπὲρ τῆς διαλύσεως ἑτοίμως προσδεξάμενος τοὺς λόγους ἐκέλευσε παραπλησίως πειράζειν αὐτοὺς καὶ τῶν Αἰτωλῶν. οἱ δὲ περὶ τὸν Ἐχέδημον προδιαπεμψάμενοι καὶ μετὰ ταῦτα πορευθέντες εἰς τὴν Ὑπάταν αὐτοὶ διελέγοντο περὶ τῆς διαλύσεως τοῖς ἄρχουσι τῶν Αἰτωλῶν. ἑτοίμως δὲ κἀκείνων συνυπακουόντων, κατεστάθησαν οἱ συμμίξοντες τοῖς Ῥωμαίοις· οἳ καὶ παραγενόμενοι πρὸς τοὺς περὶ τὸν Πόπλιον, καταλαβόντες αὐτοὺς στρατοπεδεύοντας ἐν ξʹ σταδίοις ἀπὸ τῆς Ἀμφίσσης, πολλοὺς διετίθεντο λόγους ἀναμιμνήσκοντες τῶν γεγονότων σφίσι φιλανθρώπων πρὸς Ῥωμαίους. ἔτι δὲ πραότερον καὶ φιλανθρωπότερον ὁμιλήσαντος τοῦ Ποπλίου καὶ προφερομένου τάς τε κατὰ τὴν Ἰβηρίαν καὶ τὴν Λιβύην πράξεις καὶ διασαφοῦντος τίνα τρόπον κέχρηται τοῖς κατ' ἐκείνους τοὺς τόπους αὑτῷ πιστεύσασι, καὶ τέλος οἰομένου δεῖν ἐγχειρίζειν σφᾶς αὑτῷ καὶ πιστεύειν, τὰς μὲν ἀρχὰς ἅπαντες οἱ παρόντες εὐέλπιδες ἐγενήθησαν ὡς αὐτίκα μάλα τελεσιουργηθησομένης τῆς διαλύσεως· ἐπεὶ δέ, πυθομένων τῶν Αἰτωλῶν ἐπὶ τίσι δεῖ ποιεῖσθαι τὴν εἰρήνην, ὁ Λεύκιος διεσάφησε διότι δυοῖν προκειμένων αὐτοῖς αἵρεσις ὑπάρχει (δεῖν γὰρ ἢ τὴν ἐπιτροπὴν διδόναι περὶ πάντων τῶν καθ' αὑτούς, ἢ χίλια τάλαντα παραχρῆμα, καὶ τὸν αὐτὸν ἐχθρὸν αἱρεῖσθαι καὶ φίλον Ῥωμαίοις), ἐδυσχρήστησαν μὲν οἱ παρόντες τῶν Αἰτωλῶν ὡς ἔνι μάλιστα διὰ τὸ μὴ γίνεσθαι τὴν ἀπόφασιν ἀκό 245 λουθον τῇ προγενομένῃ λαλιᾷ, πλὴν ἐπανοίσειν ἔφασαν ὑπὲρ τῶν ἐπιταττομένων τοῖς Αἰτωλοῖς. Οὗτοι μὲν οὖν ἐπανῄεσαν βουλευσόμενοι περὶ τῶν προειρημένων, οἱ δὲ περὶ τὸν Ἐχέδημον συμμίξαντες τοῖς ἀποκλήτοις ἐβουλεύοντο περὶ τῶν προειρημένων. ἦν δὲ τῶν ἐπιταττομένων τὸ μὲν ἀδύνατον διὰ τὸ πλῆθος τῶν χρημάτων, τὸ δὲ φοβερὸν διὰ τὸ πρότερον αὐτοὺς ἀπατηθῆναι, καθ' ὃν καιρὸν ἐπινεύσαντες ὑπὲρ τῆς ἐπιτροπῆς παρὰ μικρὸν εἰς τὴν ἅλυσιν ἐνέπεσον. διόπερ ἀπορούμενοι καὶ δυσχρηστούμενοι περὶ ταῦτα πάλιν ἐξέπεμπον τοὺς αὐτοὺς δεησομένους ἢ τῶν χρημάτων ἀφελεῖν, ἵνα δύνωνται τελεῖν, ἢ τῆς ἐπιτροπῆς ἐκτὸς ποιῆσαι τοὺς πολιτικοὺς ἄνδρας καὶ τὰς γυναῖκας· οἳ καὶ συμμίξαντες τοῖς περὶ τὸν Πόπλιον διεσάφουν τὰ δεδογμένα. τοῦ δὲ Λευκίου φήσαντος ἐπὶ τούτοις ἔχειν παρὰ τῆς συγκλήτου τὴν ἐξουσίαν, ἐφ' οἷς ἀρτίως εἶπεν, οὗτοι μὲν αὖθις ἐπανῆλθον, οἱ δὲ περὶ τὸν Ἐχέδημον ἐπακολουθήσαντες εἰς τὴν Ὑπάταν συνεβούλευσαν τοῖς Αἰτωλοῖς, ἐπεὶ τὰ τῆς διαλύσεως ἐμποδίζοιτο κατὰ τὸ παρόν, ἀνοχὰς αἰτησαμένους καὶ τῶν ἐνεστώτων κακῶν ὑπέρθεσιν ποιησαμένους πρεσβεύειν πρὸς τὴν σύγκλητον, κἂν μὲν ἐπιτυγχάνωσι περὶ τῶν ἀξιουμένων, εἰ δὲ μή, τοῖς καιροῖς ἐφεδρεύειν· χείρω μὲν γὰρ ἀδύνατον γενέσθαι τῶν ὑποκειμένων τὰ περὶ σφᾶς, βελτίω γε μὴν οὐκ ἀδύνατον διὰ πολλὰς αἰτίας. φανέντων δὲ καλῶς λέγειν τῶν περὶ τὸν Ἐχέδημον, ἔδοξε πρεσβεύειν τοῖς Αἰτωλοῖς ὑπὲρ τῶν ἀνοχῶν. ἀφικόμενοι δὲ πρὸς τὸν Λεύκιον ἐδέοντο συγχωρηθῆναι σφίσι κατὰ τὸ παρὸν ἑξαμήνους ἀνοχάς, ἵνα πρεσβεύσωσι πρὸς τὴν σύγκλητον. ὁ δὲ Πόπλιος πάλαι πρὸς τὰς κατὰ τὴν Ἀσίαν πράξεις παρωρμημένος ταχέως ἔπεισε τὸν ἀδελφὸν ὑπακοῦσαι τοῖς ἀξιουμένοις. γραφεισῶν δὲ τῶν ὁμολογιῶν, ὁ μὲν Μάνιος λύσας τὴν πολιορκίαν καὶ παραδοὺς ἅπαν τὸ στράτευμα καὶ τὰς χορηγίας τοῖς περὶ τὸν Λεύκιον εὐθέως ἀπηλλάττετο μετὰ τῶν χιλιάρχων εἰς τὴν Ῥώμην. 13. Ὅτι κατὰ τοὺς αὐτοὺς χρόνους οἱ τῶν Φωκαιέων ἄρχοντες, δεδιότες τάς τε τῶν πολλῶν ὁρμὰς διὰ τὴν σιτοδείαν καὶ τὴν τῶν ἀντιοχιστῶν φιλοτιμίαν, ἐξέπεμψαν πρεσβευτὰς πρὸς 246 Σέλευκον ὄντα πρὸς τοῖς ὅροις τῆς χώρας αὐτῶν ἀξιοῦντες μὴ πελάζειν τῆς πόλεως, ὅτι πρόκειται σφίσι τὴν ἡσυχίαν ἄγειν καὶ καραδοκεῖν τὴν τῶν ἄλλων κρίσιν, μετὰ δὲ ταῦτα πειθαρχεῖν τοῖς εἰρημένοις. ἦσαν δὲ τῶν πρεσβευτῶν ἴδιοι μὲν τοῦ Σελεύκου καὶ ταύτης τῆς ὑποθέσεως Ἀρίσταρχος καὶ Κάσανδρος καὶ Ῥόσων, ἐναντίοι δὲ καὶ πρὸς Ῥωμαίους ἀπονενευκότες Ἡγίας καὶ Γελλίας. ὧν συμμιξάντων ὁ Σέλευκος εὐθέως τοὺς μὲν περὶ τὸν Ἀρίσταρχον ἀνὰ χεῖρας εἶχεν, τοὺς δὲ περὶ τὸν Ἡγίαν παρεώρα. πυθόμενος δὲ τὴν ὁρμὴν τῶν πολλῶν καὶ τὴν σπάνιν τοῦ σίτου, παρεὶς τὸν χρηματισμὸν καὶ τὴν ἔντευξιν τῶν παραγεγονότων προσῆγε πρὸς τὴν πόλιν. 14. Ὅτι κατὰ τὸν καιρὸν τοῦτον εἰς τὴν Σάμον προσέπεσε γράμματα τοῖς περὶ τὸν Λεύκιον καὶ τὸν Εὐμένη παρά τε Λευκίου τοῦ τὴν ὕπατον ἀρχὴν ἔχοντος καὶ παρὰ Ποπλίου
114
Σκιπίωνος, δηλοῦντα τὰς πρὸς τοὺς Αἰτωλοὺς γεγενημένας συνθήκας ὑπὲρ τῶν ἀνοχῶν καὶ τὴν ἐπὶ τὸν Ἑλλήσποντον πορείαν τῶν πεζικῶν στρατοπέδων. ὁμοίως δὲ καὶ τοῖς περὶ τὸν Ἀντίοχον καὶ Σέλευκον ταῦτα διεσαφεῖτο παρὰ τῶν Αἰτωλῶν. 15. Ὅτι Ἀντίοχος ὁ βασιλεὺς εἰς τὸν Πέργαμον ἐμβαλών, πυθόμενος δὲ τὴν παρουσίαν Εὐμένους τοῦ βασιλέως καὶ θεωρῶν οὐ μόνον τὰς ναυτικὰς ἀλλὰ καὶ τὰς πεζικὰς δυνάμεις ἐπ' αὐτὸν παραγινομένας, ἐβουλεύετο λόγους ποιήσασθαι περὶ διαλύσεως ὁμοῦ πρός τε Ῥωμαίους καὶ τὸν Εὐμένη καὶ τοὺς Ῥοδίους. ἐξάρας οὖν ἅπαντι τῷ στρατεύματι παρῆν πρὸς τὴν Ἐλαίαν, καὶ λαβὼν λόφον τινὰ καταντικρὺ τῆς πόλεως τὸ μὲν πεζικὸν ἐπὶ τούτου κατέστησε, τοὺς δ' ἱππεῖς παρ' αὐτὴν τὴν πόλιν παρενέβαλε πλείους ὄντας ἑξακισχιλίων. αὐτὸς δὲ μεταξὺ τούτων γενόμενος διεπέμπετο πρὸς τοὺς περὶ τὸν Λεύκιον εἰς τὴν πόλιν ὑπὲρ διαλύσεων. ὁ δὲ στρατηγὸς ὁ τῶν Ῥωμαίων συναγαγὼν τούς τε Ῥοδίους καὶ τὸν Εὐμένη ἠξίου λέγειν περὶ τῶν ἐνεστώτων τὸ φαινόμενον. οἱ μὲν οὖν περὶ τὸν Εὔδημον καὶ Παμφιλίδαν οὐκ ἀλλότριοι τῆς διαλύσεως ἦσαν· ὁ δὲ βασιλεὺς οὔτ' εὐσχήμονα τὴν διάλυσιν οὔτε δυνατὴν ἔφησε κατὰ τὸ παρὸν εἶναι. εὐσχή 247 μονα γάρ, ἔφη, πῶς οἷόν τε γίνεσθαι τὴν ἔκβασιν, ἐὰν τειχήρεις ὄντες ποιώμεθα τὰς διαλύσεις; καὶ μὴν οὐδὲ δυνατὴν ἔφησε κατὰ τὸ παρόν· πῶς γὰρ ἐνδέχεται μὴ προσδεξαμένους ὕπατον ἄνευ τῆς ἐκείνου γνώμης βεβαιῶσαι τὰς ὁμολογηθείσας συνθήκας; χωρίς τε τούτων, ἐὰν ὅλως γένηταί τι σημεῖον ὁμολογίας πρὸς Ἀντίοχον, οὔτε τὰς ναυτικὰς δυνάμεις δυνατὸν ἐπανελθεῖν δήπουθεν εἰς τὴν ἰδίαν οὔτε τὰς πεζικάς, ἐὰν μὴ πρότερον ὅ τε δῆμος ἥ τε σύγκλητος ἐπικυρώσῃ τὰ δοχθέντα. λείπεται δὲ καραδοκοῦντας τὴν ἐκείνων ἀπόφασιν παραχειμάζειν ἐνθάδε, καὶ πράττειν μὲν μηδέν, ἐκδαπανᾶν δὲ τὰς τῶν ἰδίων συμμάχων χορηγίας καὶ παρασκευάς· ἔπειτ', ἂν μὴ σφίσι παρῇ τῇ συγκλήτῳ διαλύεσθαι, καινοποιεῖν πάλιν ἀπ' ἀρχῆς τὸν πόλεμον παρέντας τοὺς ἐνεστῶτας καιρούς, ἐν οἷς δυνάμεθα θεῶν βουλομένων πέρας ἐπιθεῖναι τοῖς ὅλοις. ὁ μὲν οὖν Εὐμένης ταῦτα εἶπεν· ὁ δὲ Λεύκιος ἀποδεξάμενος τὴν συμβουλίαν ἀπεκρίθη τοῖς περὶ τὸν Ἀντίοχον, ὅτι πρὸ τοῦ τὸν ἀνθύπατον ἐλθεῖν οὐκ ἐνδέχεται γενέσθαι τὰς διαλύσεις. ὧν ἀκούσαντες οἱ περὶ τὸν Ἀντίοχον παραυτίκα μὲν ἐδῄουν τὴν τῶν Ἐλαϊτῶν χώραν· ἑξῆς δὲ τούτοις Σέλευκος μὲν ἐπὶ τούτων ἔμεινε τῶν τόπων, Ἀντίοχος δὲ κατὰ τὸ συνεχὲς ἐπιπορευόμενος ἐνέβαλεν εἰς τὸ Θήβης καλούμενον πεδίον καὶ παραβεβληκὼς εἰς χώραν εὐδαίμονα καὶ γέμουσαν ἀγαθῶν ἐπλήρου τὴν στρατιὰν παντοδαπῆς λείας. 16. Ὅτι ὁ Ἀντίοχος μετὰ τὴν κατὰ τὴν ναυμαχίαν γενομένην ἧτταν ἐν ταῖς Σάρδεσι παριεὶς τοὺς καιροὺς καὶ καταμέλλων ἐν τοῖς ὅλοις, ἅμα τῷ πυθέσθαι τῶν πολεμίων τὴν διάβασιν συντριβεὶς τῇ διανοίᾳ καὶ δυσελπιστήσας ἔκρινε διαπέμπεσθαι πρὸς τοὺς περὶ τὸν Λεύκιον καὶ Πόπλιον ὑπὲρ διαλύσεων. προχειρισάμενος οὖν Ἡρακλείδην τὸν Βυζάντιον ἐξέπεμψε δοὺς ἐντολάς, ὅτι παραχωρεῖ τῆς τε τῶν Λαμψακηνῶν καὶ Σμυρναίων ἔτι δὲ τῆς Ἀλεξανδρέων πόλεως, ἐξ ὧν ὁ πόλεμος ἔλαβε τὰς ἀρχάς· ὁμοίως δὲ κἄν τινας ἑτέρας ὑφαιρεῖσθαι βούλωνται τῶν κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν, ὅσαι τἀκείνων ᾕρηνται κατὰ τὸν ἐνεστῶτα πόλεμον· πρὸς δὲ τούτοις ὅτι τὴν ἡμίσειαν δώσει τῆς 248 γεγενημένης σφίσι δαπάνης εἰς τὴν πρὸς αὐτὸν διαφοράν. ταύτας μὲν οὖν ὁ πεμπόμενος εἶχε τὰς ἐντολὰς πρὸς τὴν κατὰ κοινὸν ἔντευξιν, ἰδίᾳ δὲ πρὸς τὸν Πόπλιον ἑτέρας, ὑπὲρ ὧν τὰ κατὰ μέρος ἐν τοῖς ἑξῆς δηλώσομεν. ἀφικόμενος δὲ εἰς τὸν Ἑλλήσποντον ὁ προειρημένος πρεσβευτὴς καὶ καταλαβὼν τοὺς Ῥωμαίους ἐνόντας ἐπὶ τῆς στρατοπεδείας, οὗ πρῶτον κατεσκήνωσαν ἐπὶ τῆς διαβάσεως, τὰς μὲν ἀρχὰς ἥσθη νομίζων αὑτῷ συνεργὸν εἶναι πρὸς τὴν ἔντευξιν τὸ μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ πρὸς μηδὲν ὡρμηκέναι τῶν ἑξῆς τοὺς ὑπεναντίους, πυθόμενος δὲ τὸν Πόπλιον ἔτι μένειν ἐν τῷ πέραν ἐδυσχρήστησε διὰ τὸ τὴν πλείστην ῥοπὴν κεῖσθαι τῶν πραγμάτων ἐν τῇ ἐκείνου προαιρέσει. αἴτιον δ' ἦν καὶ τοῦ μένειν τὸ στρατόπεδον ἐπὶ τῆς πρώτης παρεμβολῆς καὶ τοῦ κεχωρίσθαι τὸν Πόπλιον ἀπὸ τῶν δυνάμεων τὸ σάλιον εἶναι τὸν προειρημένον ἄνδρα. τοῦτο δ' ἔστι, καθάπερ ἡμῖν ἐν τοῖς περὶ τῆς πολιτείας εἴρηται, τῶν τριῶν ἓν σύστημα, δι' ὧν συμβαίνει τὰς ἐπιφανεστάτας θυσίας ἐν τῇ Ῥώμῃ συντελεῖσθαι τοῖς θεοῖς· ** τριακονθήμερον μὴ μεταβαίνειν κατὰ τὸν καιρὸν τῆς θυσίας, ἐν ᾗ ἂν χώρᾳ καταληφθῶσιν οἱ σάλιοι οὗτοι. ὃ καὶ
115
τότε συνέβη γενέσθαι Ποπλίῳ· τῆς γὰρ δυνάμεως μελλούσης περαιοῦσθαι, κατέλαβεν αὐτὸν οὗτος ὁ χρόνος, ὥστε μὴ δύνασθαι μεταβαλεῖν τὴν χώραν. διὸ συνέβη τόν τε Σκιπίωνα χωρισθῆναι τῶν στρατοπέδων καὶ μεῖναι κατὰ τὴν Εὐρώπην, τὰς δὲ δυνάμεις περαιωθείσας μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ μὴ δύνασθαι πράττειν τῶν ἑξῆς μηθὲν προσαναδεχομένας τὸν προειρημένον ἄνδρα. Ὁ δὲ Ἡρακλείδης, μετά τινας ἡμέρας παραγενομένου τοῦ Ποπλίου, κληθεὶς πρὸς τὸ συνέδριον εἰς ἔντευξιν διελέγετο περὶ ὧν εἶχε τὰς ἐντολάς, φάσκων τῆς τε τῶν Λαμψακηνῶν καὶ Σμυρναίων ἔτι δὲ τῆς τῶν Ἀλεξανδρέων πόλεως ἐκχωρεῖν τὸν Ἀντίοχον, ὁμοίως δὲ καὶ τῶν κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν, ὅσαι τυγχάνουσιν ᾑρημέναι τὰ Ῥωμαίων· πρὸς δὲ τούτοις τὴν ἡμίσειαν ἀναδέχεσθαι τῆς γεγενημένης αὐτοῖς δαπάνης εἰς τὸν ἐνεστῶτα πόλεμον. πολλὰ δὲ καὶ ἕτερα πρὸς ταύτην τὴν ὑπόθεσιν διελέχθη παρακαλῶν τοὺς Ῥωμαίους μήτε τὴν τύχην λίαν ἐξελέγχειν ἀνθρώ 249 πους ὑπάρχοντας, μήτε τὸ μέγεθος τῆς αὑτῶν ἐξουσίας ἀόριστον ποιεῖν ἀλλὰ περιγράφειν, μάλιστα μὲν τοῖς τῆς Εὐρώπης ὅροις (καὶ γὰρ ταύτην μεγάλην ὑπάρχειν καὶ παράδοξον διὰ τὸ μηδένα καθῖχθαι τῶν προγεγονότων αὐτῆς), εἰ δὲ πάντως καὶ τῆς Ἀσίας βούλονταί τινα προσεπιδράττεσθαι, διορίσαι ταῦτα· πρὸς πᾶν γὰρ τὸ δυνατὸν προσελεύσεσθαι τὸν βασιλέα. ῥηθέντων δὲ τούτων, ἔδοξε τῷ συνεδρίῳ τὸν στρατηγὸν ἀποκριθῆναι, διότι τῆς μὲν δαπάνης οὐ τὴν ἡμίσειαν ἀλλὰ πᾶσαν δίκαιόν ἐστιν Ἀντίοχον ἀποδοῦναι (φῦναι γὰρ τὸν πόλεμον ἐξ ἀρχῆς οὐ δι' αὑτοὺς ἀλλὰ δι' ἐκεῖνον), τῶν δὲ πόλεων μὴ τὰς κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν μόνον ἐλευθεροῦν, ἀλλὰ πάσης τῆς ἐπὶ τάδε τοῦ Ταύρου δυναστείας ἐκχωρεῖν. ὁ μὲν οὖν πρεσβευτὴς ταῦτα ἀκούσας παρὰ τοῦ συνεδρίου, διὰ τὸ πολὺ τῶν ἀξιουμένων τὰς ἐπιταγὰς ὑπεραίρειν οὐδένα λόγον ποιησάμενος, τῆς μὲν κοινῆς ἐντεύξεως ἀπέστη, τὸν δὲ Πόπλιον ἐθεράπευσε φιλοτίμως. Λαβὼν δὲ καιρὸν ἁρμόζοντα διελέγετο περὶ ὧν εἶχε τὰς ἐντολάς. αὗται δ' ἦσαν διότι πρῶτον μὲν χωρὶς λύτρων ὁ βασιλεὺς αὐτῷ τὸν υἱὸν ἀποδώσει· (συνέβαινε γὰρ ἐν ἀρχαῖς τοῦ πολέμου τὸν υἱὸν τὸν τοῦ Σκιπίωνος γεγονέναι τοῖς περὶ Ἀντίοχον ὑποχείριον) δεύτερον δὲ διότι καὶ κατὰ τὸ παρὸν ἕτοιμός ἐστιν ὁ βασιλεὺς ὅσον ἂν ὑποδείξῃ διδόναι πλῆθος χρημάτων, καὶ μετὰ ταῦτα κοινὴν ποιεῖν τὴν ἐκ τῆς βασιλείας χορηγίαν, ἐὰν συνεργήσῃ ταῖς ὑπὸ τοῦ βασιλέως προτεινομέναις διαλύσεσιν. ὁ δὲ Πόπλιος τὴν μὲν κατὰ τὸν υἱὸν ἐπαγγελίαν ἔφη δέχεσθαι καὶ μεγάλην χάριν ἕξειν ἐπὶ τούτοις, ἐὰν βεβαιώσῃ τὴν ὑπόσχεσιν· περὶ δὲ τῶν ἄλλων ἀγνοεῖν αὐτὸν ἔφη καὶ παραπαίειν ὁλοσχερῶς τοῦ σφετέρου συμφέροντος, οὐ μόνον κατὰ τὴν πρὸς αὐτὸν ἔντευξιν, ἀλλὰ κατὰ τὴν πρὸς τὸ συνέδριον. εἰ μὲν γὰρ ἔτι Λυσιμαχίας καὶ τῆς εἰς τὴν Χερρόνησον εἰσόδου κύριος ὑπάρχων ταῦτα προύτεινε, ταχέως ἂν αὐτὸν ἐπιτυχεῖν. ὁμοίως, εἰ καὶ τούτων ἐκχωρήσας παραγεγόνει πρὸς τὸν Ἑλλήσποντον μετὰ τῆς δυνάμεως καὶ δῆλος ὢν ὅτι κωλύσει τὴν διάβασιν ἡμῶν ἐπρέσβευε περὶ τῶν αὐτῶν τούτων, ἦν ἂν οὕτως αὐτὸν ἐφικέσθαι τῶν ἀξιουμένων. ὅτε δ' ἐάσας ἐπι 250 βῆναι τῆς Ἀσίας τὰς ἡμετέρας δυνάμεις καὶ προσδεξάμενος οὐ μόνον τὸν χαλινὸν ἀλλὰ καὶ τὸν ἀναβάτην παραγίνεται πρεσβεύων περὶ διαλύσεων ἴσων, εἰκότως ἂν ἀποτυγχάνειν καὶ διαψεύσασθαι τῶν ἐλπίδων. διόπερ αὐτῷ παρῄνει βέλτιον βουλεύεσθαι περὶ τῶν ἐνεστώτων καὶ βλέπειν τοὺς καιροὺς ἀληθινῶς. ἀντὶ δὲ τῆς κατὰ τὸν υἱὸν ἐπαγγελίας ὑπισχνεῖτο δώσειν αὐτῷ συμβουλίαν ἀξίαν τῆς προτεινομένης χάριτος· παρεκάλει γὰρ αὐτὸν εἰς πᾶν συγκαταβαίνειν, μάχεσθαι δὲ κατὰ μηδένα τρόπον Ῥωμαίοις. ὁ μὲν Ἡρακλείδης ταῦτα ἀκούσας ἐπανῆλθε καὶ συμμίξας διεσάφει τῷ βασιλεῖ τὰ κατὰ μέρος· Ἀντίοχος δὲ νομίσας οὐδὲν ἂν βαρύτερον αὑτῷ γενέσθαι πρόσταγμα τῶν νῦν ἐπιταττομένων, εἰ λειφθείη μαχόμενος, τῆς μὲν περὶ τὰς διαλύσεις ἀσχολίας ἀπέστη, τὰ δὲ πρὸς ἀγῶνα πάντα καὶ πανταχόθεν ἡτοίμαζεν. 17. Ὅτι μετὰ τὴν νίκην οἱ Ῥωμαῖοι τὴν αὑτῶν πρὸς Ἀντίοχονπαρειληφότες καὶ τὰς Σάρδεις καὶ τὰς ἀκροπόλεις ἄρτι ἧκε Μουσαῖος ἐπικηρυκευόμενος παρ' Ἀντιόχου. τῶν δὲ περὶ τὸν Πόπλιον φιλανθρώπως προσδεξαμένων αὐτόν, ἔφη βούλεσθαι τὸν Ἀντίοχον ἐξαποσταλῆναι πρεσβευτὰς τοὺς διαλεχθησομένους ὑπὲρ τῶν ὅλων. διόπερ ἀσφάλειαν ἠξίου δοθῆναι τοῖς παραγινομένοις. τῶν δὲ συγχωρησάντων, οὗτος μὲν ἐπανῆλθεν, μετὰ δέ τινας ἡμέρας ἧκον πρέσβεις παρὰ τοῦ βασιλέως Ἀντιόχου Ζεῦξις ὁ πρότερον ὑπάρχων Λυδίας σατράπης καὶ Ἀντίπατρος ἀδελφιδοῦς. οὗτοι δὲ πρῶτον μὲν ἔσπευδον ἐντυχεῖν Εὐμένει τῷ
116
βασιλεῖ διευλαβούμενοι μὴ διὰ τὴν προγεγενημένην παρατριβὴν φιλοτιμότερος ᾖ πρὸς τὸ βλάπτειν αὐτούς· εὑρόντες δὲ παρὰ τὴν προσδοκίαν μέτριον αὐτὸν καὶ πρᾶον εὐθέως ἐγίνοντο περὶ τὴν κοινὴν ἔντευξιν. κληθέντες δ' εἰς τὸ συνέδριον πολλὰ μὲν καὶ ἕτερα διελέχθησαν παρακαλοῦντες πράως χρήσασθαι καὶ μεγαλοψύχως τοῖς εὐτυχήμασι, φάσκοντες οὐχ οὕτως Ἀντιόχῳ τοῦτο συμφέρειν ὡς αὐτοῖς Ῥωμαίοις, ἐπείπερ ἡ τύχη παρέδωκεν αὐτοῖς τὴν τῆς οἰκουμένης ἀρχὴν καὶ δυναστείαν· τὸ δὲ συνέχον ἠρώτων τί δεῖ ποιήσαντας τυχεῖν τῆς εἰρήνης καὶ τῆς φιλίας τῆς πρὸς Ῥωμαίους. οἱ δὲ ἐν τῷ συνεδρίῳ πρότερον ἤδη συνηδρευκότες καὶ βεβουλευμένοι περὶ τούτων τότε 251 ἐκέλευον διασαφεῖν τὰ δεδογμένα τὸν Πόπλιον. ὁ δὲ προειρημένος ἀνὴρ οὔτε νικήσαντας ἔφη Ῥωμαίους οὐδέποτε γενέσθαι βαρυτέρους. ** διὸ καὶ νῦν αὐτοῖς τὴν αὐτὴν ἀπόκρισιν δοθήσεσθαι παρὰ Ῥωμαίων, ἣν καὶ πρότερον ἔλαβον, ὅτε πρὸ τῆς μάχης παρεγενήθησαν ἐπὶ τὸν Ἑλλήσποντον. δεῖν γὰρ αὐτοὺς ἔκ τε τῆς Εὐρώπης ἐκχωρεῖν καὶ τῆς ἐπὶ τάδε τοῦ Ταύρου πάσης, πρὸς δὲ τούτοις Εὐβοϊκὰ τάλαντα ἐπιδοῦναι μύρια καὶ πεντακισχίλια Ῥωμαίοις ἀντὶ τῆς εἰς τὸν πόλεμον δαπάνης, τούτων δὲ φʹ μὲν παραχρῆμα, δισχίλια δὲ καὶ φʹ πάλιν, ἐπειδὰν ὁ δῆμος κυρώσῃ τὰς διαλύσεις, τὰ δὲ λοιπὰ τελεῖν ἐν ἔτεσι ιβʹ, διδόντα καθ' ἕκαστον ἔτος χίλια τάλαντα. ἀποδοῦναι δὲ καὶ Εὐμένει υʹ τάλαντα τὰ προσοφειλόμενα καὶ τὸν ἐλλείποντα σῖτον κατὰ τὰς πρὸς τὸν πατέρα συνθήκας. σὺν δὲ τούτοις Ἀννίβαν ἐκδοῦναι τὸν Καρχηδόνιον καὶ Θόαντα τὸν Αἰτωλὸν καὶ Μνασίλοχον Ἀκαρνᾶνα καὶ Φίλωνα καὶ Εὐβουλίδην τοὺς Χαλκιδέας. πίστιν δὲ τούτων ὁμήρους κʹ δοῦναι παραχρῆμα τὸν Ἀντίοχον τοὺς παραγραφέντας. ταῦτα μὲν οὖν ὁ Πόπλιος ἀπεφήνατο ὑπὲρ παντὸς τοῦ συνεδρίου· συγκαταθεμένων δὲ τῶν περὶ τὸν Ἀντίπατρον καὶ Ζεῦξιν, ἔδοξε πᾶσιν ἐξαποστεῖλαι πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς παρακαλέσοντας τὴν σύγκλητον καὶ τὸν δῆμον ἐπικυρῶσαι τὰς συνθήκας. καὶ τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν, ταῖς δ' ἑξῆς ἡμέραις οἱ Ῥωμαῖοι διεῖλον τὰς δυνάμεις. μετὰ δέ τινας ἡμέρας παραγενομένων τῶν ὁμήρων εἰς τὴν Ἔφεσον, εὐθέως ἐγίνοντο περὶ τὸ πλεῖν εἰς τὴν Ῥώμην ὅ τ' Εὐμένης οἵ τε παρ' Ἀντιόχου πρεσβευταί, παραπλησίως δὲ καὶ παρὰ Ῥοδίων καὶ παρὰ Σμυρναίων καὶ σχεδὸν τῶν ἐπὶ τάδε τοῦ Ταύρου πάντων τῶν κατοικούντων ἐθνῶν καὶ πολιτευμάτων, καὶ ἐπρέσβευον εἰς τὴν Ῥώμην. 18. Ὅτι ἤδη τῆς θερείας ἐνισταμένης μετὰ τὴν νίκην τῶν Ῥωμαίων τὴν πρὸς Ἀντίοχον παρῆν ὅ τε βασιλεὺς Εὐμένης οἵ τε παρ' Ἀντιόχου πρέσβεις οἵ τε παρὰ τῶν Ῥοδίων, ὁμοίως δὲ καὶ παρὰ τῶν ἄλλων· σχεδὸν γὰρ ἅπαντες οἱ κατὰ τὴν Ἀσίαν εὐθέως μετὰ τὸ γενέσθαι τὴν μάχην ἔπεμπον πρεσβευτὰς εἰς τὴν Ῥώμην 252 διὰ τὸ πᾶσι τότε καὶ πάσας τὰς ὑπὲρ τοῦ μέλλοντος ἐλπίδας ἐν τῇ συγκλήτῳ κεῖσθαι. ἅπαντας μὲν οὖν τοὺς παραγενομένους ἐπεδέχετο φιλανθρώπως ἡ σύγκλητος, μεγαλομερέστατα δὲ καὶ κατὰ τὴν ἀπάντησιν καὶ τὰς τῶν ξενίων παροχὰς Εὐμένη τὸν βασιλέα, μετὰ δὲ τοῦτον τοὺς Ῥοδίους. ἐπειδὴ δ' ὁ τῆς ἐντεύξεως καιρὸς ἦλθεν, εἰσεκαλέσαντο πρῶτον τὸν βασιλέα καὶ λέγειν ἠξίουν μετὰ παρρησίας ὧν βούλεται τυχεῖν παρὰ τῆς συγκλήτου. τοῦ δ' Εὐμένους φήσαντος διότι, εἰ καὶ παρ' ἑτέρων τυχεῖν τινος ἐβούλετο φιλανθρώπου, Ῥωμαίοις ἂν ἐχρήσατο συμβούλοις πρὸς τὸ μήτ' ἐπιθυμεῖν μηδενὸς παρὰ τὸ δέον μήτ' ἀξιοῦν μηδὲ ἓν πέρα τοῦ καθήκοντος, ὁπότε δ' αὐτῶν πάρεστι δεόμενος Ῥωμαίων, ἄριστον εἶναι νομίζει τὸ διδόναι τὴν ἐπιτροπὴν ἐκείνοις καὶ περὶ αὑτοῦ καὶ περὶ τῶν ἀδελφῶν, τῶν δὲ πρεσβυτέρων τινὸς ἀναστάντος καὶ κελεύοντος μὴ κατορρωδεῖν ἀλλὰ λέγειν τὸ φαινόμενον, διότι πρόκειται τῇ συγκλήτῳ πᾶν αὐτῷ χαρίζεσθαι τὸ δυνατόν, ἔμεινεν ἐπὶ τῆς αὐτῆς γνώμης. χρόνου δ' ἐγγινομένου ὁ μὲν βασιλεὺς ἐξεχώρησεν, ἡ δὲ ἐντὸς ἐβουλεύετο τί δεῖ ποιεῖν. ἔδοξεν οὖν τὸν Εὐμένη παρακαλεῖν αὐτὸν ὑποδεικνύναι θαρροῦντα περὶ ὧν πάρεστιν· καὶ γὰρ εἰδέναι τὰ διαφέροντα τοῖς ἰδίοις πράγμασιν ἐκεῖνον ἀκριβέστερον καὶ τὰ κατὰ τὴν Ἀσίαν. δοξάντων δὲ τούτων εἰσεκλήθη, καὶ τῶν πρεσβυτέρων τινὸς ἀποδείξαντος τὰ δεδογμένα λέγειν ἠναγκάσθη περὶ τῶν προκειμένων. ἔφασκεν οὖν ἄλλο μὲν οὐδὲν ἂν εἰπεῖν περὶ τῶν καθ' αὑτόν, ἀλλὰ μεῖναι * τελέως διδοὺς ἐκείνοις τὴν ἐξουσίαν, ἕνα δὲ τόπον ἀγωνιᾶν τὸν κατὰ τοὺς Ῥοδίους· διὸ καὶ προῆχθαι νῦν εἰς τὸ λέγειν ὑπὲρ τῶν ἐνεστώτων. ἐκείνους γὰρ παρεῖναι μὲν οὐδὲν ἧττον ὑπὲρ τοῦ τῆς σφετέρας πατρίδος συμφέροντος σπουδάζοντας ἤπερ αὐτὸς ὑπὲρ τῆς ἰδίας ἀρχῆς φιλοτιμεῖσθαι κατὰ τὸ παρόν, τοὺς δὲ λόγους αὐτῶν τὴν ἐναντίαν ἔμφασιν ἔχειν τῇ
117
προθέσει τῇ κατὰ τὴν ἀλήθειαν. τοῦτο δ' εἶναι ῥᾴδιον καταμαθεῖν. ἐρεῖν μὲν γὰρ αὐτούς, ἐπειδ' ἂν εἰσπορευθῶσι, διότι πάρεισιν οὔτε παρ' ὑμῶν αἰτούμενοι τὸ παράπαν οὐδὲν οὔθ' ἡμᾶς βλάπτειν θέλοντες κατ' οὐδένα τρόπον, πρεσβεύονται δὲ περὶ τῆς ἐλευθερίας τῶν τὴν Ἀσίαν κατοικούντων Ἑλλήνων. τοῦτο δ' οὐχ οὕτως αὐτοῖς εἶναι κεχαρισμένον φήσουσιν ὡς ὑμῖν καθῆκον καὶ τοῖς γεγονόσιν ἔργοις 253 ἀκόλουθον. ἡ μὲν οὖν διὰ τῶν λόγων φαντασία τοιαύτη τις αὐτῶν ἔσται, τὰ δὲ κατὰ τὴν ἀλήθειαν τὴν ἐναντίαν ἔχοντα τούτοις εὑρεθήσεται διάθεσιν. τῶν γὰρ πόλεων ἐλευθερωθεισῶν, ὡς αὐτοὶ παρακαλοῦσιν, τὴν μὲν τούτων συμβήσεται δύναμιν αὐξηθῆναι πολλαπλασίως, τὴν δὲ ἡμετέραν τρόπον τινὰ καταλυθῆναι. τὸ γὰρ τῆς ἐλευθερίας ὄνομα καὶ τῆς αὐτονομίας ἡμῖν μὲν ἄρδην ἀποσπάσει πάντας οὐ μόνον τοὺς νῦν ἐλευθερωθησομένους ἀλλὰ καὶ τοὺς πρότερον ἡμῖν ὑποταττομένους, ἐπειδ' ἂν ὑμεῖς ἐπὶ ταύτης ὄντες φανεροὶ γένησθε τῆς προαιρέσεως, τούτοις δὲ προσθήσει πάντας. τὰ γὰρ πράγματα φύσιν ἔχει τοιαύτην· δόξαντες γὰρ ἠλευθερῶσθαι διὰ τούτους ὀνόματι μὲν ἔσονται σύμμαχοι τούτων, τῇ δ' ἀληθείᾳ πᾶν ποιήσουσι τὸ κελευόμενον ἑτοίμως τῇ μεγίστῃ χάριτι γεγονότες ὑπόχρεοι. διόπερ, ὦ ἄνδρες, ἀξιοῦμεν ὑμᾶς τοῦτον τὸν τόπον ὑπιδέσθαι, μὴ λάθητε τοὺς μὲν παρὰ τὸ δέον αὔξοντες, τοὺς δὲ ἐλαττοῦντες τῶν φίλων ἀλόγως, ἅμα δὲ τούτοις τοὺς μὲν πολεμίους γεγονότας εὐεργετοῦντες, τοὺς δ' ἀληθινοὺς φίλους παρορῶντες καὶ κατολιγωροῦντες τούτων. ἐγὼ δὲ περὶ μὲν τῶν ἄλλων, ὅτου δέοι, παντὸς ἂν παραχωρήσαιμι τοῖς πέλας ἀφιλονείκως, περὶ δὲ τῆς ὑμετέρας φιλίας καὶ τῆς εἰς ὑμᾶς εὐνοίας ἁπλῶς οὐδέποτ' ἂν οὐδενὶ τῶν ὄντων ἐκχωρήσαιμι κατὰ δύναμιν. δοκῶ δὲ καὶ τὸν πατέρα τὸν ἡμέτερον, εἴπερ ἔζη, τὴν αὐτὴν ἂν προέσθαι φωνὴν ἐμοί. καὶ γὰρ ἐκεῖνος πρῶτος μετασχὼν τῆς ὑμετέρας φιλίας καὶ συμμαχίας σχεδὸν πάντων τῶν κατὰ τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα μενόντων εὐγενέστατα διεφύλαξε ταύτην ἕως τῆς τελευταίας ἡμέρας, οὐ μόνον κατὰ τὴν προαίρεσιν ἀλλὰ καὶ κατὰ τὰς πράξεις. πάντων γὰρ ὑμῖν ἐκοινώνησε τῶν κατὰ τὴν Ἑλλάδα πολέμων καὶ πλείστας μὲν εἰς τούτους καὶ πεζικὰς καὶ ναυτικὰς δυνάμεις παρέσχετο τῶν ἄλλων συμμάχων, πλείστην δὲ συνεβάλετο χορηγίαν καὶ μεγίστους ὑπέμεινε κινδύνους· τέλος δ' εἰπεῖν, κατέστρεψε τὸν βίον ἐν αὐτοῖς τοῖς ἔργοις κατὰ τὸν Φιλιππικὸν πόλεμον παρακαλῶν Βοιωτοὺς εἰς τὴν ὑμετέραν φιλίαν καὶ συμμαχίαν. ἐγὼ δὲ διαδεξάμενος τὴν ἀρχὴν τὴν μὲν προαίρεσιν τὴν τοῦ πατρὸς διεφύλαξα (ταύτην γὰρ οὐχ οἷόν τ' ἦν ὑπερθέσθαι), τοῖς δὲ πράγμασιν ὑπερεθέμην. οἱ γὰρ καιροὶ τὴν ἐκ πυρὸς βάσανον ἐμοὶ μᾶλλον ἢ ἐκείνῳ προσῆγον. Ἀντιόχου 254 γὰρ σπουδάζοντος ἡμῖν θυγατέρα δοῦναι καὶ συνοικειωθῆναι τοῖς ὅλοις, διδόντος δὲ παραχρῆμα μὲν τὰς πρότερον ἀπηλλοτριωμένας ἀφ' ἡμῶν πόλεις, μετὰ δὲ ταῦτα πᾶν ὑπισχνουμένου ποιήσειν, εἰ μετάσχοιμεν τοῦ πρὸς ὑμᾶς πολέμου, τοσοῦτον ἀπέσχομεν τοῦ προσδέξασθαί τι τούτων, ὡς πλείσταις μὲν καὶ πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσι τῶν ἄλλων συμμάχων ἠγωνισάμεθα μεθ' ὑμῶν πρὸς Ἀντίοχον, πλείστας δὲ χορηγίας συμβεβλήμεθα πρὸς τὰς ὑμετέρας χρείας ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς, εἰς πάντας δὲ τοὺς κινδύνους δεδώκαμεν αὑτοὺς ἀπροφασίστως μετά γε τῶν ὑμετέρων ἡγεμόνων. τὸ δὲ τελευταῖον ὑπεμείναμεν συγκλεισθέντες εἰς αὐτὸν τὸν Πέργαμον πολιορκεῖσθαι καὶ κινδυνεύειν ἅμα περὶ τοῦ βίου καὶ τῆς ἀρχῆς διὰ τὴν πρὸς τὸν ὑμέτερον δῆμον εὔνοιαν. ὥσθ' ὑμᾶς, ἄνδρες Ῥωμαῖοι, πολλοὺς μὲν γεγονότας αὐτόπτας, πάντας δὲ γινώσκοντας διότι λέγομεν ἀληθῆ, δίκαιόν ἐστι τὴν ἁρμόζουσαν πρόνοιαν ποιήσασθαι περὶ ἡμῶν. καὶ γὰρ ἂν πάντων γένοιτο δεινότατον, εἰ Μασσανάσσην μὲν τὸν οὐ μόνον ὑπάρξαντα πολέμιον ὑμῖν ἀλλὰ καὶ τὸ τελευταῖον καταφυγόντα πρὸς ὑμᾶς μετὰ τῶν ἱππέων, τοῦτον, ὅτι καθ' ἕνα πόλεμον τὸν πρὸς Καρχηδονίους ἐτήρησε τὴν πίστιν, βασιλέα τῶν πλείστων μερῶν τῆς Λιβύης πεποιήκατε, Πλευράτον δὲ πράξαντα μὲν ἁπλῶς οὐδέν, διαφυλάξαντα δὲ μόνον τὴν πίστιν, μέγιστον τῶν κατὰ τὴν Ἰλλυρίδα δυναστῶν ἀναδεδείχατε, ἡμᾶς δὲ τοὺς διὰ προγόνων τὰ μέγιστα καὶ κάλλιστα τῶν ἔργων ὑμῖν συγκατειργασμένους παρ' οὐδὲν ποιήσεσθε. τί οὖν ἐστιν ὃ παρακαλῶ, καὶ τίνος φημὶ δεῖν ἡμᾶς τυγχάνειν παρ' ὑμῶν; ἐρῶ μετὰ παρρησίας, ἐπείπερ ἡμᾶς ἐξεκαλέσασθε πρὸς τὸ λέγειν ὑμῖν τὸ φαινόμενον. εἰ μὲν αὐτοὶ κρίνετέ τινας τόπους διακατέχειν τῆς Ἀσίας τῶν ὄντων μὲν ἐπὶ τάδε τοῦ Ταύρου, ταττομένων δὲ πρότερον ὑπ' Ἀντίοχον, τοῦτο καὶ μάλιστα βουλοίμεθ' ἂν ἰδεῖν γενόμενον· καὶ γὰρ ἀσφαλέστατα βασιλεύσειν ὑμῖν γειτνιῶντες
118
ὑπολαμβάνομεν καὶ μάλιστα μετέχοντες τῆς ὑμετέρας ἐξουσίας. εἰ δὲ τοῦτο μὴ κρίνετε ποιεῖν, ἀλλ' ἐκχωρεῖν τῆς Ἀσίας ὁλοσχερῶς, οὐδενί φαμεν δικαιότερον εἶναι παραχωρεῖν ὑμᾶς τῶν ἐκ τοῦ πολέμου γεγονότων ἄθλων ἤπερ ἡμῖν. νὴ Δί' ἀλλὰ κάλλιόν ἐστιν τοὺς δουλεύοντας ἐλευθεροῦν. 255 εἴγε μὴ μετ' Ἀντιόχου πολεμεῖν ὑμῖν ἐτόλμησαν. ἐπεὶ δὲ τοῦθ' ὑπέμειναν, πολλῷ κάλλιον τὸ τοῖς ἀληθινοῖς φίλοις τὰς ἁρμοζούσας χάριτας ἀποδιδόναι μᾶλλον ἢ τοὺς πολεμίους γεγονότας εὐεργετεῖν. Ὁ μὲν οὖν Εὐμένης ἱκανῶς εἰπὼν ἀπηλλάγη, τὸ δὲ συνέδριον αὐτόν τε τὸν βασιλέα καὶ τὰ ῥηθέντα φιλοφρόνως ἀπεδέχετο καὶ πᾶν τὸ δυνατὸν προθύμως εἶχεν αὐτῷ χαρίζεσθαι. μετὰ δὲ τοῦτον ἐβούλοντο μὲν εἰσάγειν Ῥοδίους, ἀφυστεροῦντος δέ τινος τῶν πρεσβευτῶν εἰσεκαλέσαντο τοὺς Σμυρναίους. οὗτοι δὲ πολλοὺς μὲν ἀπολογισμοὺς εἰσήνεγκαν περὶ τῆς αὑτῶν εὐνοίας καὶ προθυμίας, ἣν παρέσχηνται Ῥωμαίοις κατὰ τὸν ἐνεστῶτα πόλεμον· οὔσης δὲ τῆς περὶ αὐτῶν δόξης ὁμολογουμένης, διότι γεγόνασι πάντων ἐκτενέστατοι τῶν ἐπὶ τῆς Ἀσίας αὐτονομουμένων, οὐκ ἀναγκαῖον ἡγούμεθ' εἶναι τοὺς κατὰ μέρος ἐκτίθεσθαι λόγους. ἐπὶ δὲ τοῖς εἰσῆλθον οἱ Ῥόδιοι, καὶ βραχέα προενεγκάμενοι περὶ τῶν κατ' ἰδίαν σφίσι πεπραγμένων εἰς Ῥωμαίους ταχέως εἰς τὸν περὶ τῆς πατρίδος ἐπανῆλθον λόγον, ἐν ᾧ μέγιστον αὑτοῖς ἔφασαν γεγονέναι σύμπτωμα κατὰ τὴν πρεσβείαν, πρὸς ὃν οἰκειότατα διάκεινται βασιλέα καὶ κοινῇ καὶ κατ' ἰδίαν, πρὸς τοῦτον αὐτοῖς ἀντιπεπτωκέναι τὴν φύσιν τῶν πραγμάτων. τῇ μὲν γὰρ αὑτῶν πατρίδι δοκεῖν τοῦτο κάλλιστον εἶναι καὶ μάλιστα πρέπον Ῥωμαίοις τὸ τοὺς ἐπὶ τῆς Ἀσίας Ἕλληνας ἐλευθερωθῆναι καὶ τυχεῖν τῆς αὐτονομίας τῆς ἅπασιν ἀνθρώποις προσφιλεστάτης, Εὐμένει δὲ καὶ τοῖς ἀδελφοῖς ἥκιστα τοῦτο συμφέρειν· φύσει γὰρ πᾶσαν μοναρχίαν τὸ μὲν ἴσον ἐχθαίρειν, ζητεῖν δὲ πάντας, εἰ δὲ μή γ' ὡς πλείστους, ὑπηκόους εἶναι σφίσι καὶ πειθαρχεῖν. ἀλλὰ καίπερ τοιούτων ὄντων τῶν πραγμάτων, ὅμως ἔφασαν πεπεῖσθαι διότι καθίξονται τῆς προθέσεως, οὐ τῷ πλεῖον Εὐμένους δύνασθαι παρὰ Ῥωμαίοις, ἀλλὰ τῷ δικαιότερα φαίνεσθαι λέγοντες καὶ συμφορώτερα πᾶσιν ὁμολογουμένως. εἰ μὲν γὰρ μὴ δυνατὸν ἦν ἄλλως Εὐμένει χάριν ἀποδοῦναι Ῥωμαίους, εἰ μὴ παραδοῖεν αὐτῷ τὰς αὐτονομουμένας πόλεις, ἀπορεῖν εἰκὸς ἦν περὶ τῶν ἐνεστώτων· ἢ γὰρ φίλον ἀληθινὸν ἔδει παριδεῖν, ἢ τοῦ καλοῦ καὶ καθήκοντος αὑτοῖς ὀλιγωρῆσαι καὶ τὸ τέλος τῶν ἰδίων πράξεων 256 ἀμαυρῶσαι καὶ καταβαλεῖν. εἰ δ' ἀμφοτέρων τούτων ἱκανῶς ἔξεστιν προνοηθῆναι, τίς ἂν ἔτι περὶ τούτου διαπορήσειεν; καὶ μὴν ὥσπερ ἐν δείπνῳ πολυτελεῖ πάντα ἔνεστιν ἱκανὰ πᾶσι καὶ πλείω τῶν ἱκανῶν. καὶ γὰρ Λυκαονίαν καὶ Φρυγίαν τὴν ἐφ' Ἑλλησπόντου καὶ τὴν Πισιδικήν, πρὸς δὲ ταύταις Χερρόνησον καὶ τὰ προσοροῦντα ταύτῃ τῆς Εὐρώπης ἔξεστιν ὑμῖν οἷς ἂν βούλησθε *** προστεθέντα πρὸς τὴν Εὐμένους βασιλείαν δεκαπλασίαν αὐτὴν δύναται ποιεῖν τῆς νῦν ὑπαρχούσης, πάντων δὲ τούτων ἢ τῶν πλείστων αὐτῇ προσμερισθέντων, οὐδεμιᾶς ἂν γένοιτο τῶν ἄλλων δυναστειῶν καταδεεστέρα. ἔξεστιν οὖν, ὦ ἄνδρες Ῥωμαῖοι, καὶ τοὺς φίλους μεγαλομερῶς σωματοποιῆσαι καὶ τὸ τῆς ἰδίας ὑποθέσεως λαμπρὸν μὴ καταβαλεῖν. οὐ γάρ ἐστιν ὑμῖν καὶ τοῖς ἄλλοις ἀνθρώποις ταὐτὸν τέλος τῶν ἔργων, ἀλλ' ἕτερον. οἱ μὲν γὰρ ἄλλοι πάντες ὁρμῶσι πρὸς τὰς πράξεις ὀρεγόμενοι τοῦ καταστρέψασθαι καὶ προσλαβεῖν πόλεις χορηγίαν ναῦς· ὑμᾶς δὲ πάντων τούτων ἀπροσδεήτους θεοὶ πεποιήκασι πάντα τὰ κατὰ τὴν οἰκουμένην τεθεικότες [μὲν] ὑπὸ τὴν ὑμετέραν ἐξουσίαν. τίνος οὖν ἔτι προσδεῖσθε, καὶ τίνος ἂν ἔτι δέοι πρόνοιαν ὑμᾶς ποιεῖσθαι τὴν ὀχυρωτάτην; δῆλον ὡς ἐπαίνου καὶ δόξης παρ' ἀνθρώποις, ἃ καὶ κτήσασθαι μέν ἐστι δυσχερές, δυσχερέστερον δὲ κτησαμένους διαφυλάξαι. γνοίητε δ' ἂν τὸ λεγόμενον οὕτως. ἐπολεμήσατε πρὸς Φίλιππον καὶ πᾶν ὑπεμείνατε χάριν τῆς τῶν Ἑλλήνων ἐλευθερίας· τοῦτο γὰρ προέθεσθε, καὶ τοῦθ' ὑμῖν ἆθλον ἐξ ἐκείνου τοῦ πολέμου περιγέγονεν, ἕτερον δ' ἁπλῶς οὐδέν. ἀλλ' ὅμως ηὐδοκεῖτε τούτῳ μᾶλλον ἢ τοῖς παρὰ Καρχηδονίων φόροις, καὶ μάλα δικαίως· τὸ μὲν γὰρ ἀργύριόν ἐστι κοινόν τι πάντων ἀνθρώπων κτῆμα, τὸ δὲ καλὸν καὶ πρὸς ἔπαινον καὶ τιμὴν ἀνῆκον θεῶν καὶ τῶν ἔγγιστα τούτοις πεφυκότων ἀνδρῶν ἐστιν. τοιγαροῦν σεμνότατον τῶν ὑμετέρων ἔργων ἡ τῶν Ἑλλήνων ἐλευθέ 257 ρωσις. τούτῳ νῦν ἐὰν μὲν προσθῆτε τἀκόλουθον, τελειωθήσεται τὰ τῆς ὑμετέρας δόξης, ἐὰν δὲ παρίδητε, καὶ τὰ πρὶν ἐλαττωθήσεται φανερῶς. ἡμεῖς μὲν οὖν, ὦ ἄνδρες, καὶ τῆς προαιρέσεως γεγονότες αἱρετισταὶ καὶ τῶν μεγίστων ἀγώνων καὶ κινδύνων ἀληθινῶς ὑμῖν μετεσχηκότες, καὶ νῦν οὐκ
119
ἐγκαταλείπομεν τὴν τῶν φίλων τάξιν, ἀλλ' ἅ γε νομίζομεν ὑμῖν καὶ πρέπειν καὶ συμφέρειν οὐκ ὠκνήσαμεν ὑπομνῆσαι μετὰ παρρησίας, οὐδενὸς στοχασάμενοι τῶν ἄλλων οὐδὲ περὶ πλείονος οὐδὲν ποιησάμενοι τοῦ καθήκοντος αὑτοῖς. Οἱ μὲν οὖν Ῥόδιοι ταῦτα εἰπόντες πᾶσιν ἐδόκουν μετρίως καὶ καλῶς διειλέχθαι περὶ τῶν προκειμένων. ἐπὶ δὲ τούτοις εἰσήγαγον τοὺς παρ' Ἀντιόχου πρεσβευτὰς Ἀντίπατρον καὶ Ζεῦξιν. ὧν μετ' ἀξιώσεως καὶ παρακλήσεως ποιησαμένων τοὺς λόγους, εὐδόκησαν ταῖς γεγενημέναις ὁμολογίας πρὸς τοὺς περὶ τὸν Σκιπίωνα κατὰ τὴν Ἀσίαν, καὶ μετά τινας ἡμέρας τοῦ δήμου συνεπικυρώσαντος ἔτεμον ὅρκια περὶ τούτων πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον, μετὰ δὲ ταῦτα καὶ τοὺς ἄλλους εἰσῆγον, ὅσοι παρῆσαν ἀπὸ τῆς Ἀσίας πρεσβεύοντες· ὧν ἐπὶ βραχὺ μὲν διήκουσαν, ἅπασι δὲ τὴν αὐτὴν ἔδωκαν ἀπόκρισιν. αὕτη δ' ἦν ὅτι δέκα πρεσβεύοντας ἐξαποστελοῦσι τοὺς ὑπὲρ ἁπάντων τῶν ἀμφισβητουμένων ταῖς πόλεσι διαγνωσομένους. δόντες δὲ ταύτας τὰς ἀποκρίσεις μετὰ ταῦτα κατέστησαν ιʹ πρεσβευτάς, οἷς περὶ μὲν τῶν κατὰ μέρος ἔδωκαν τὴν ἐπιτροπήν, περὶ δὲ τῶν ὅλων αὐτοὶ διέλαβον ὅτι δεῖ τῶν ἐπὶ τάδε τοῦ Ταύρου κατοικούντων ὅσοι μὲν ὑπ' Ἀντίοχον ἐτάττοντο τούτους Εὐμένει δοθῆναι πλὴν Λυκίας καὶ Καρίας τὰ μέχρι τοῦ Μαιάνδρου ποταμοῦ, ταῦτα δὲ Ῥοδίων ὑπάρχειν, τῶν δὲ πόλεων τῶν Ἑλληνίδων ὅσαι μὲν Ἀττάλῳ φόρον ὑπετέλουν ταύτας τὸν αὐτὸν Εὐμένει τελεῖν, ὅσαι δὲ Ἀντιόχῳ, μόνον ταύταις ἀφεῖσθαι τὸν φόρον. δόντες δὲ τοὺς τύπους τούτους ὑπὲρ τῆς ὅλης διοικήσεως, ἐξέπεμπον τοὺς ιʹ πρὸς Γνάιον τὸν ὕπατον εἰς τὴν Ἀσίαν. Ἤδη δὲ τούτων διῳκημένων, προσῆλθον αὖθις οἱ Ῥόδιοι πρὸς 258 τὴν σύγκλητον ἀξιοῦντες περὶ Σόλων τῶν Κιλικίων. διὰ γὰρ τὴν συγγένειαν ἔφασαν καθήκειν αὑτοῖς προνοεῖσθαι τῆς πόλεως ταύτης. εἶναι γὰρ Ἀργείων ἀποίκους Σολεῖς, καθάπερ καὶ Ῥοδίους· ἐξ ὧν ἀδελφικὴν οὖσαν ἀπεδείκνυον τὴν συγγένειαν πρὸς ἀλλήλους. ὧν ἕνεκα δίκαιον ἔφασαν εἶναι τυχεῖν αὐτοὺς τῆς ἐλευθερίας ὑπὸ Ῥωμαίων διὰ τῆς Ῥοδίων χάριτος. ἡ δὲ σύγκλητος διακούσασα περὶ τούτων εἰσεκαλέσατο τοὺς παρ' Ἀντιόχου πρεσβευτάς, καὶ τὸ μὲν πρῶτον ἐπέταττε πάσης Κιλικίας ἐκχωρεῖν τὸν Ἀντίοχον, οὐ προσδεχομένων δὲ τῶν περὶ τὸν Ἀντίπατρον διὰ τὸ παρὰ τὰς συνθήκας εἶναι, πάλιν ὑπὲρ τῶν Σόλων ἐποιοῦντο τὸν λόγον. φιλοτίμως δὲ πρὸς τοῦτο διερειδομένων τῶν πρεσβευτῶν, τούτους μὲν ἀπέλυσαν, τοὺς δὲ Ῥοδίους εἰσκαλεσάμενοι διεσάφουν τὰ συναντώμενα παρὰ τῶν περὶ τὸν Ἀντίπατρον καὶ προσεπέλεγον ὅτι πᾶν ὑπομενοῦσιν, εἰ πάντως τοῦτο κέκριται Ῥοδίοις. τῶν δὲ πρεσβευτῶν εὐδοκουμένων τῇ φιλοτιμίᾳ τῆς συγκλήτου καὶ φασκόντων οὐδὲν ἔτι πέρα ζητεῖν, ταῦτα μὲν ἐπὶ τῶν ὑποκειμένων ἔμεινεν, ἤδη δὲ πρὸς ἀναζυγὴν τῶν δέκα καὶ τῶν ἄλλων πρεσβευτῶν ὄντων, κατέπλευσαν τῆς Ἰταλίας εἰς Βρεντήσιον οἵ τε περὶ τὸν Σκιπίωνα καὶ Λεύκιον οἱ τῇ ναυμαχίᾳ νικήσαντες τὸν Ἀντίοχον· οἳ καὶ μετά τινας ἡμέρας εἰσελθόντες εἰς τὴν Ῥώμην ἦγον θριάμβους. 19. Ὅτι Ἀμύνανδρος ὁ τῶν Ἀθαμανῶν βασιλεὺς δοκῶν ἤδητὴν ἀρχὴν ἀνειληφέναι βεβαίως εἰς Ῥώμην ἐξέπεμπε πρεσβευτὰς καὶ πρὸς τοὺς Σκιπίωνας εἰς τὴν Ἀσίαν (ἔτι γὰρ ἦσαν περὶ τοὺς κατὰ τὴν Ἔφεσον τόπους), τὰ μὲν ἀπολογούμενος τῷ δοκεῖν δι' Αἰτωλῶν πεποιῆσθαι τὴν κάθοδον, τὰ δὲ κατηγορῶν τοῦ Φιλίππου, τὸ δὲ πολὺ παρακαλῶν προσδέξασθαι πάλιν αὐτὸν εἰς τὴν συμμαχίαν. οἱ δ' Αἰτωλοὶ νομίσαντες ἔχειν εὐφυῆ καιρὸν πρὸς τὸ τὴν Ἀμφιλοχίαν καὶ τὴν Ἀπεραντίαν ἀνακτήσασθαι, προέθεντο στρατεύειν εἰς τοὺς προειρημένους τόπους, ἀθροίσαντος δὲ Νικάνδρου τοῦ στρατηγοῦ πάνδημον στρατιὰν ἐνέβαλον εἰς τὴν Ἀμφιλοχίαν. τῶν δὲ πλείστων αὐτοῖς ἐθελοντὴν προσχωρησάντων μετῆλθον εἰς τὴν Ἀπεραντίαν· καὶ τούτων δὲ προσθεμένων ἑκουσίως 259 ἐστράτευσαν εἰς τὴν Δολοπίαν. οὗτοι δὲ βραχὺν μέν τινα χρόνον ὑπέδειξαν ὡς ἀντιποιησόμενοι τηρήσαντες τὴν πρὸς Φίλιππον πίστιν· λαβόντες δὲ πρὸς ὀφθαλμῶν τὰ περὶ τοὺς Ἀθαμανοὺς καὶ τὴν τοῦ Φιλίππου † συνήθειαν ταχέως μετενόησαν καὶ προσέθεντο πρὸς τοὺς Αἰτωλούς. γενομένης δὲ τῆς τῶν πραγμάτων εὐροίας τοιαύτης, ἀπήγαγε τὴν στρατιὰν ὁ Νίκανδρος εἰς τὴν οἰκείαν δοκῶν ἠσφαλίσθαι τὰ κατὰ τὴν Αἰτωλίαν τοῖς προειρημένοις ἔθνεσι καὶ τόποις τοῦ μηδένα δύνασθαι κακοποιεῖν τὴν χώραν αὐτῶν. ἄρτι δὲ τούτων συμβεβηκότων καὶ τῶν Αἰτωλῶν ἐπὶ τοῖς γεγονόσι φρονηματιζομένων, προσέπεσε φήμη περὶ τῆς κατὰ τὴν Ἀσίαν μάχης, ἐν ᾗ γνόντες ἡττημένον ὁλοσχερῶς τὸν Ἀντίοχον αὖθις ἀνετράπησαν ταῖς ψυχαῖς. ὡς δὲ παραγενηθεὶς ἐκ τῆς Ῥώμης ὁ Δαμοτέλης τόν τε πόλεμον
120
ἀνήγγειλε διότι μένει κατάμονος, καὶ τὴν τοῦ Μάρκου καὶ τῶν δυνάμεων διάβασιν ἐπ' αὐτούς, τότε δὴ παντελῶς εἰς ἀμηχανίαν ἐνέπιπτον καὶ διηπόρουν πῶς δεῖ χρήσασθαι τοῖς ἐπιφερομένοις πράγμασιν. ἔδοξεν οὖν αὐτοῖς πρός τε Ῥοδίους πέμπειν καὶ πρὸς Ἀθηναίους, ἀξιοῦντας καὶ παρακαλοῦντας πρεσβεῦσαι περὶ αὐτῶν εἰς τὴν Ῥώμην καὶ παραιτησαμένους τὴν ὀργὴν τῶν Ῥωμαίων ποιήσασθαί τινα λύσιν τῶν περιεστώτων κακῶν τῇ Αἰτωλίᾳ. ὁμοίως δὲ καὶ παρ' αὑτῶν ἐξέπεμψαν πάλιν πρεσβευτὰς εἰς τὴν Ῥώμην Ἀλέξανδρον τὸν Ἴσιονἐπικαλούμενον καὶ Φαινέαν, σὺν δὲ τούτοις Χάλεπον, ἔτι δ' Ἄλυπον τὸν Ἀμβρακιώτην καὶ Λύκωπον. 20. Ὅτι παραγενομένων πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων ἓξ πρεσβευτῶν, ἐκοινολογεῖτο τούτοις περὶ τῆς ἐπὶ τοὺς Αἰτωλοὺς στρατείας. τῶν δὲ πρεσβευτῶν στρατεύειν ἐπὶ τὴν Ἀμβρακίαν συμβουλευόντων (συνέβαινε γὰρ τότε πολιτεύεσθαι τοὺς Ἀμβρακιώτας μετὰ τῶν Αἰτωλῶν) καὶ φερόντων ἀπολογισμοὺς διότι καὶ πρὸς τὸ μάχεσθαι τοῖς στρατοπέδοις, ἐὰν εἰς τοῦτο βούλωνται συγκαταβαίνειν Αἰτωλοί, καλλίστους εἶναι τόπους συμβαίνει περὶ 260 τὴν προειρημένην πόλιν, κἂν ἀποδειλιῶσιν, εὐφυῶς αὐτὴν κεῖσθαι πρὸς πολιορκίαν (καὶ γὰρ ἄφθονον ἔχειν τὴν χώραν εὐκαιρίαν πρὸς τὰς τῶν ἔργων παρασκευάς, καὶ τὸν Ἄρατθον ποταμὸν ῥέοντα παρὰ τὴν πόλιν συνεργήσειν πρός τε τὰς τοῦ στρατοπέδου χρείας ἅτε θέρους ὄντος καὶ πρὸς τὴν τῶν ἔργων ἀσφάλειαν), δοξάντων δὲ τῶν πρεσβευτῶν καλῶς συμβουλεύειν, ἀναζεύξας ὁ στρατηγὸς ἦγε διὰ τῆς Ἠπείρου τὸν στρατὸν ἐπὶ τὴν Ἀμβρακίαν. ἀφικόμενος δέ, καὶ τῶν Αἰτωλῶν οὐ τολμώντων ἀπαντᾶν, περιῄει κατοπτεύων τὴν πόλιν καὶ ἐνήργει τὰ τῆς πολιορκίας φιλοτίμως. καὶ οἱ εἰς τὴν Ῥώμην ἀποσταλέντες πρέσβεις παρατηρηθέντες ὑπὸ Σιβήρτου τοῦ Πετράτου περὶ τὴν Κεφαληνίαν κατήχθησαν εἰς Χάραδρον, τοῖς δὲ Ἠπειρώταις ἔδοξε τὰς μὲν ἀρχὰς εἰς Βουχετὸν ἀποθέσθαι καὶ φυλάττειν ἐπιμελῶς τοὺς ἄνδρας· μετὰ δέ τινας ἡμέρας ἀπῄτουν αὐτοὺς λύτρα διὰ τὸ πόλεμον ὑπάρχειν σφίσι πρὸς τοὺς Αἰτωλούς. συνέβαινε δὲ τὸν μὲν Ἀλέξανδρον πλουσιώτατον εἶναι πάντων τῶν Ἑλλήνων, τοὺς δὲ λοιποὺς καθυστερεῖν τοῖς βίοις, πολὺ δὲ λείπεσθαι τοῦ προειρημένου ταῖς οὐσίαις. καὶ τὸ μὲν πρῶτον ἐκέλευον ἕκαστον ἀποδοῦναι εʹ τάλαντα. τοῦτο δὲ τοῖς μὲν ἄλλοις οὐδ' ὅλως ἀπήρεσκεν, ἀλλ' ἐβούλοντο, περὶ πλείστου ποιούμενοι τὴν σφῶν αὐτῶν σωτηρίαν· ὁ δ' Ἀλέξανδρος οὐκ ἂν ἔφη συγχωρῆσαι (πολὺ γὰρ εἶναι τἀργύριον ἐφαίνετο), καὶ τὰς νύκτας διαγρυπνῶν διωλοφύρετο πρὸς αὑτόν, εἰ δεήσειε εʹ τάλαντα καταβάλλειν. οἱ δ' Ἠπειρῶται προορώμενοι τὸ μέλλον καὶ διαγωνιῶντες, μὴ γνόντες οἱ Ῥωμαῖοι διότι πρεσβεύοντας πρὸς αὐτοὺς κατεσχήκασι κἄπειτα γράψαντες παρακαλῶσι καὶ κελεύωσιν ἀπολύειν τοὺς ἄνδρας, συγκαταβάντες τρία τάλαντα πάλιν ἀπῄτουν ἕκαστον. ἀσμένως δὲ τῶν ἄλλων προσδεξαμένων, οὗτοι μὲν διεγγυηθέντες ἐπανῆλθον, ὁ δ' Ἀλέξανδρος οὐκ ἂν ἔφη δοῦναι πλεῖον ταλάντου· καὶ γὰρ τοῦτ' εἶναι πολύ. καὶ τέλος ἀπογνοὺς αὑτὸν ἔμεινεν ἐν τῇ φυλακῇ, πρεσβύτερος ἄνθρωπος, πλειόνων ἢ σʹ ταλάντων ἔχων οὐσίαν· ἐμοὶ δὲ δοκεῖ κἂν ἐκλιπεῖν τὸν βίον ἐφ' ᾧ μὴ δοῦναι τὰ τρία τάλαντα. τοσαύτη τις ἐνίοις πρὸς τὸ πλεῖον ὁρμὴ παρίσταται καὶ προθυ 261 μία. τότε δ' ἐκείνῳ καὶ ταὐτόματον συνήργησε πρὸς τὴν φιλαργυρίαν, ὥστε παρὰ πᾶσιν ἐπαίνου καὶ συγκαταθέσεως τυχεῖν τὴν ἀλογιστίαν αὐτοῦ διὰ τὴν περιπέτειαν· μετὰ γὰρ ὀλίγας ἡμέρας γραμμάτων παραγενηθέντων ἐκ τῆς Ῥώμης περὶ τῆς ἀφέσεως, αὐτὸς μόνος ἀπελύθη χωρὶς λύτρων. οἱ δ' Αἰτωλοὶ γνόντες τὴν αὐτοῦ περιπέτειαν Δαμοτέλη προεχειρίσαντο πάλιν εἰς τὴν Ῥώμην πρεσβευτήν· ὃς ἐκπλεύσας μέχρις Λευκάδος καὶ γνοὺς προάγοντα διὰ τῆς Ἠπείρου μετὰ τῶν δυνάμεων Μάρκον ἐπὶ τὴν Ἀμβρακίαν, ἀπογνοὺς τὴν πρεσβείαν αὖθις ἀνεχώρησεν εἰς τὴν Αἰτωλίαν. 21. Ὅτι κατὰ τὸν καιρὸν τοῦτον οἱ παρὰ τῶν Ἀθηναίων καὶ τῶν Ῥοδίων πρέσβεις ἧκον ἐπὶ τὸ στρατόπεδον τῶν Ῥωμαίων συνεπιληψόμενοι τῶν διαλύσεων. ὅ τε βασιλεὺς τῶν Ἀθαμανῶν Ἀμύνανδρος παρεγένετο σπουδάζων ἐξελέσθαι τοὺς Ἀμβρακιώτας ἐκ τῶν περιεστώτων κακῶν, δοθείσης αὐτῷ τῆς ἀσφαλείας ὑπὸ τοῦ Μάρκου διὰ τὸν καιρόν· πάνυ γὰρ οἰκείως εἶχε πρὸς τοὺς Ἀμβρακιώτας διὰ τὸ καὶ πλείω χρόνον ἐν τῇ πόλει ταύτῃ διατετρίφθαι κατὰ φυγήν. ἧκον δὲ καὶ παρὰ τῶν Ἀκαρνανῶν μετ' ὀλίγας ἡμέρας ἄγοντές τινες τοὺς περὶ Δαμοτέλη· ὁ γὰρ Μάρκος πυθόμενος τὴν περιπέτειαν αὐτῶν ἔγραψε τοῖς Θουριεῦσιν ἀνακομίζειν τοὺς ἄνδρας ὡς αὑτόν. πάντων δὲ τούτων ἠθροισμένων ἐνηργεῖτο φιλοτίμως τὰ
121
πρὸς τὰς διαλύσεις. ὁ μὲν οὖν Ἀμύνανδρος κατὰ τὴν αὑτοῦ πρόθεσιν εἴχετο τῶν Ἀμβρακιωτῶν παρακαλῶν σώζειν σφᾶς αὐτούς *** εἶναι δὲ τοῦτον οὐ μακράν, ἐὰν μὴ βουλεύσωνται βέλτιον περὶ αὑτῶν. πλεονάκις δὲ προσπελάζοντος αὐτοῦ τῷ τείχει καὶ διαλεγομένου περὶ τούτων, ἔδοξε τοῖς Ἀμβρακιώταις εἰσκαλέσασθαι τὸν Ἀμύνανδρον εἰς τὴν πόλιν. τοῦ δὲ στρατηγοῦ συγχωρήσαντος τῷ βασιλεῖ τὴν εἴσοδον, οὗτος μὲν εἰσελθὼν διελέγετο τοῖς Ἀμβρακιώταις περὶ τῶν ἐνεστώτων, οἱ δὲ παρὰ τῶν Ἀθηναίων καὶ τῶν Ῥοδίων πρέσβεις λαμβάνοντες εἰς τὰς χεῖρας τὸν στρατηγὸν τῶν Ῥωμαίων καὶ ποικίλως ὁμι 262 λοῦντες πραΰνειν ἐπειρῶντο τὴν ὀργὴν αὐτοῦ. τοῖς δὲ περὶ τὸν Δαμοτέλη καὶ Φαινέαν ὑπέθετό τις ἔχεσθαι καὶ θεραπεύειν τὸν Γάιον Οὐαλέριον· οὗτος δ' ἦν Μάρκου μὲν υἱὸς τοῦ πρώτου συνθεμένου πρὸς Αἰτωλοὺς τὴν συμμαχίαν, Μάρκου δὲ τοῦ τότε στρατηγοῦντος ἀδελφὸς ἐκ μητρός, ἄλλως δὲ πρᾶξιν ἔχων νεανικὴν ὡς μάλιστα παρὰ τῷ στρατηγῷ πιστευόμενος. ὃς παρακληθεὶς ὑπὸ τῶν περὶ τὸν Δαμοτέλη καὶ νομίσας ἴδιον εἶναι τὸ πρᾶγμα καὶ καθήκειν αὑτῷ τὸ προστατῆσαι τῶν Αἰτωλῶν πᾶσαν εἰσεφέρετο σπουδὴν καὶ φιλοτιμίαν, ἐξελέσθαι σπουδάζων τὸ ἔθνος ἐκ τῶν περιεστώτων κακῶν. ἐνεργῶς δὲ πανταχόθεν προσαγομένης τῆς φιλοτιμίας, ἔλαβε τὸ πρᾶγμα συντέλειαν. οἱ μὲν γὰρ Ἀμβρακιῶται πεισθέντες ὑπὸ τοῦ βασιλέως ἐπέτρεψαν τὰ καθ' αὑτοὺς τῷ στρατηγῷ τῶν Ῥωμαίων καὶ παρέδωκαν τὴν πόλιν ἐφ' ᾧ τοὺς Αἰτωλοὺς ὑποσπόνδους ἀπελθεῖν. τοῦτο γὰρ ὑφείλοντο πρῶτον τηροῦντες τὴν πρὸς τοὺς συμμάχους πίστιν. ὁ δὲ Μάρκος συγκατέθετο τοῖς Αἰτωλοῖς ἐπὶ τούτῳ ποιήσασθαι τὰς διαλύσεις, ὥστε διακόσια μὲν Εὐβοϊκὰ τάλαντα παραχρῆμα λαβεῖν, τριακόσια δ' ἐν ἔτεσιν ἕξ, νʹ καθ' ἕκαστον ἔτος· ἀποκατασταθῆναι δὲ καὶ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους Ῥωμαίοις ἅπαντας τοὺς παρ' αὐτοῖς ὄντας ἐν ἓξ μησὶ χωρὶς λύτρων· πόλιν δὲ μηδεμίαν ἔχειν ἐν τῇ συμπολιτείᾳ, μηδὲ μετὰ ταῦτα προσλαβέσθαι τούτων, ὅσαι μετὰ τὴν Λευκίου Κορνηλίου διάβασιν ἑάλωσαν ὑπὸ Ῥωμαίων ἢ φιλίαν ἐποιήσαντο πρὸς Ῥωμαίους· Κεφαληνίους δὲ πάντας ἐκσπόνδους εἶναι τούτων τῶν συνθηκῶν. Ταῦτα μὲν οὖν ὑπετυπώθη τότε κεφαλαιωδῶς περὶ τῶν διαλύσεων· ἔδει δὲ τούτοις πρῶτον μὲν εὐδοκῆσαι τοὺς Αἰτωλούς, μετὰ δὲ ταῦτα γίνεσθαι τὴν ἀναφορὰν ἐπὶ Ῥωμαίους. οἱ μὲν οὖν Ἀθηναῖοι καὶ Ῥόδιοι παρέμενον αὐτοῦ καραδοκοῦντες τὴν τῶν Αἰτωλῶν ἀπόφασιν· οἱ δὲ περὶ τὸν Δαμοτέλην ἐπανελθόντες διεσάφουν τοῖς Αἰτωλοῖς περὶ τῶν συγκεχωρημένων. τοῖς μὲν οὖν ὅλοις εὐδόκουν (καὶ γὰρ ἦν αὐτοῖς ἅπαντα παρὰ τὴν προσδοκίαν), περὶ δὲ τῶν πόλεων τῶν πρότερον συμπολιτευομένων αὐτοῖς διαπορήσαντες ἐπὶ ποσὸν τέλος συγκατέθεντο τοῖς προτεινο 263 μένοις. ὁ δὲ Μάρκος παραλαβὼν τὴν Ἀμβρακίαν τοὺς μὲν Αἰτωλοὺς ἀφῆκεν ὑποσπόνδους, τὰ δ' ἀγάλματα καὶ τοὺς ἀνδριάντας καὶ τὰς γραφὰς ἀπήγαγεν ἐκ τῆς πόλεως, ὄντα καὶ πλείω διὰ τὸ γεγονέναι βασίλειον Πύρρου τὴν Ἀμβρακίαν. ἐδόθη δ' αὐτῷ καὶ στέφανος ἀπὸ ταλάντων πεντήκοντα καὶ ρʹ. ταῦτα δὲ διοικησάμενος ἐποιεῖτο τὴν πορείαν εἰς τὴν μεσόγειον τῆς Αἰτωλίας θαυμάζων ἐπὶ τῷ μηδὲν αὐτῷ παρὰ τῶν Αἰτωλῶν ἀπαντᾶσθαι. παραγενόμενος δὲ πρὸς Ἄργος τὸ καλούμενον Ἀμφιλοχικὸν κατεστρατοπέδευσεν, ὅπερ ἀπέχει τῆς Ἀμβρακίας ρπʹ στάδια. ἐκεῖ δὲ συμμιξάντων αὐτῷ τῶν περὶ τὸν Δαμοτέλην καὶ διασαφούντων, ὅτι δέδοκται τοῖς Αἰτωλοῖς βεβαιοῦν τὰς δι' ἑαυτῶν γεγενημένας ὁμολογίας, διεχωρίσθησαν, Αἰτωλοὶ μὲν εἰς τὴν οἰκείαν, Μάρκος δὲ εἰς τὴν Ἀμβρακίαν. κἀκεῖσε παραγενόμενος οὗτος μὲν ἐγίνετο περὶ τὸ περαιοῦν τὴν δύναμιν εἰς τὴν Κεφαληνίαν, οἱ δ' Αἰτωλοὶ προχειρισάμενοι Φαινέαν καὶ Νίκανδρον πρεσβευτὰς ἐξέπεμψαν εἰς τὴν Ῥώμην περὶ τῆς εἰρήνης. ἁπλῶς γὰρ οὐδὲν ἦν κύριον τῶν προειρημένων, εἰ μὴ καὶ τῷ δήμῳ δόξαι τῷ τῶν Ῥωμαίων. Οὗτοι μὲν οὖν παραλαβόντες τούς τε Ῥοδίους καὶ τοὺς Ἀθηναίους ἔπλεον ἐπὶ τὸ προκείμενον· παραπλησίως δὲ καὶ Μάρκος ἐξαπέστειλε Γάιον τὸν Οὐαλέριον καί τινας ἑτέρους τῶν φίλων πράξοντας τὰ περὶ τῆς εἰρήνης. ἀφικομένων δ' εἰς τὴν Ῥώμην, πάλιν ἐκαινοποιήθη τὰ τῆς ὀργῆς πρὸς Αἰτωλοὺς διὰ Φιλίππου τοῦ βασιλέως· ἐκεῖνος γὰρ δοκῶν ἀδίκως ὑπὸ τῶν Αἰτωλῶν ἀφαιρεῖσθαι τὴν Ἀθαμανίαν καὶ τὴν Δολοπίαν διεπέμψατο πρὸς τοὺς φίλους ἀξιῶν αὐτοὺς συνοργισθῆναι καὶ μὴ προσδέξασθαι τὰς διαλύσεις. διὸ καὶ τῶν μὲν Αἰτωλῶν εἰσπορευθέντων παρήκουεν ἡ σύγκλητος, τῶν δὲ Ῥοδίων καὶ τῶν Ἀθηναίων ἀξιούντων ἐνετράπη καὶ προσέσχε τὸν νοῦν. καὶ γὰρ ἐδόκει Δάμις ὁ κιχησίων ἄλλα τε καλῶς εἰπεῖν καὶ
122
παραδείγματι πρὸς τὸ παρὸν οἰκείῳ χρήσασθαι κατὰ τὸν λόγον. ἔφη γὰρ ὀργίζεσθαι μὲν εἰκότως τοῖς Αἰτωλοῖς· πολλὰ γὰρ εὖ πεπονθότας τοὺς Αἰτωλοὺς ὑπὸ Ῥωμαίων οὐ χάριν ἀποδεδωκέναι τούτων, ἀλλ' εἰς μέγαν ἐνηνοχέναι κίνδυνον τὴν Ῥωμαίων ἡγεμονίαν ἐκκαύσαντας τὸν πρὸς Ἀντίοχον πόλεμον. ἐν τούτῳ δὲ διαμαρτάνειν τὴν σύγκλητον, ἐν 264 ᾧ τὴν ὀργὴν φέρειν ἐπὶ τοὺς Αἰτωλούς. εἶναι γὰρ τὸ συμβαῖνον ἐν ταῖς πολιτείαις περὶ τὰ πλήθη παραπλήσιον τῷ γινομένῳ περὶ τὴν θάλασσαν. καὶ γὰρ ἐκείνην κατὰ μὲν τὴν αὑτῆς φύσιν ἀεί ποτ' εἶναι γαληνὴν καὶ καθεστηκυῖαν καὶ συλλήβδην τοιαύτην ὥστε μηδέποτ' ἂν ἐνοχλῆσαι μηδένα τῶν προσπελαζόντων αὐτῇ καὶ χρωμένων· ἐπειδ' ἂν δ' ἐμπεσόντες εἰς αὐτὴν ἄνεμοι βίαιοι ταράξωσι καὶ παρὰ φύσιν ἀναγκάσωσι κινεῖσθαι, τότε μηθὲν ἔτι δεινότερον εἶναι μηδὲ φοβερώτερον θαλάττης. ὃ καὶ νῦν τοῖς κατὰ τὴν Αἰτωλίαν συμπεσεῖν. ἕως μὲν γὰρ ἦσαν ἀκέραιοι, πάντων τῶν Ἑλλήνων ὑπῆρχον ὑμῖν εὐνούστατοι καὶ βεβαιότατοι συνεργοὶ πρὸς τὰς πράξεις. ἐπεὶ δ' ἀπὸ μὲν τῆς Ἀσίας πνεύσαντες Θόας καὶ Δικαίαρχος, ἀπὸ δὲ τῆς Εὐρώπης Μενέστας καὶ Δαμόκριτος συνετάραξαν τοὺς ὄχλους καὶ παρὰ φύσιν ἠνάγκασαν πᾶν καὶ λέγειν καὶ πράττειν, τότε δὴ κακῶς φρονοῦντες ἐβουλήθησαν μὲν ὑμῖν, ἐγένοντο δ' αὑτοῖς αἴτιοι κακῶν. *** καὶ πρὸς ἐκείνους ἔχειν ἀπαραιτήτως, ἐλεεῖν δὲ τοὺς πολλοὺς καὶ διαλύεσθαι πρὸς αὐτούς, εἰδότας ὅτι γενόμενοι πάλιν ἀκέραιοι, καὶ πρὸς τοῖς ἄλλοις ἔτι νῦν ὑφ' ὑμῶν σωθέντες, εὐνούστατοι πάλιν ἔσονται πάντων Ἑλλήνων. Ὁ μὲν οὖν Ἀθηναῖος ταῦτα εἰπὼν ἔπεισε τὴν σύγκλητον διαλύεσθαι πρὸς τοὺς Αἰτωλούς. δόξαντος δὲ τῷ συνεδρίῳ, καὶ τοῦ δήμου συνεπιψηφίσαντος, ἐκυρώθη τὰ κατὰ τὰς διαλύσεις. τὰ δὲ κατὰ μέρος ἦν τῶν συνθηκῶν ταῦτα. ὁ δῆμος ὁ τῶν Αἰτωλῶν τὴν ἀρχὴν καὶ τὴν δυναστείαν καὶ τοῦ δήμου τῶν Ῥωμαίων ***. μὴ διαγέτω διὰ τῆς χώρας καὶ τῶν πόλεων ἐπὶ Ῥωμαίους ἢ τοὺς συμμάχους καὶ φίλους αὐτῶν, μηδὲ χορηγείτω μηδὲν δημοσίᾳ βουλῇ. *** καὶ ἐὰν πολεμῶσι πρός τινας Ῥωμαῖοι, πολεμείτω πρὸς αὐτοὺς ὁ δῆμος ὁ τῶν Αἰτωλῶν. τοὺς δὲ δραπέτας, τοὺς αἰχμαλώτους πάντας τοὺς Ῥωμαίων καὶ τῶν συμμάχων ἀποδότωσαν Αἰτωλοί, χωρὶς τῶν ὅσοι κατὰ πόλεμον ἁλόντες εἰς τὴν ἰδίαν ἀπῆλθον καὶ πάλιν ἑάλωσαν, καὶ χωρὶς τῶν ὅσοι πολέμιοι Ῥωμαίων ἐγένοντο καθ' ὃν καιρὸν Αἰτωλοὶ μετὰ Ῥωμαίων συνεπολέμουν, ἐν ἡμέραις ρʹ ἀφ' ἧς ἂν τὰ ὅρκια τελεσθῇ, τῷ ἄρχοντι τῷ ἐν Κερκύρᾳ· ἐὰν δὲ μὴ εὑρεθῶσί τινες ἐν τῷ χρόνῳ τούτῳ, ὅταν ἐμφανεῖς γένωνται, τότε ἀποδότωσαν χωρὶς δόλου· καὶ τούτοις 265 μετὰ τὰ ὅρκια μὴ ἔστω ἐπάνοδος εἰς τὴν Αἰτωλίαν. δότωσαν δὲ Αἰτωλοὶ ἀργυρίου μὴ χείρονος Ἀττικοῦ παραχρῆμα μὲν τάλαντα Εὐβοϊκὰ σʹ τῷ στρατηγῷ τῷ ἐν τῇ Ἑλλάδι, ἀντὶ τρίτου μέρους τοῦ ἀργυρίου χρυσίον, ἐὰν βούλωνται, διδόντες, τῶν δέκα μνῶν ἀργυρίου χρυσίου μνᾶν διδόντες, ἀφ' ἧς δ' ἂν ἡμέρας τὰ ὅρκια τμηθῇ ἐν ἔτεσι τοῖς πρώτοις ἓξ κατὰ ἔτος ἕκαστον τάλαντα νʹ· καὶ τὰ χρήματα καθιστάτωσαν ἐν Ῥώμῃ. δότωσαν Αἰτωλοὶ ὁμήρους τῷ στρατηγῷ μʹ μὴ νεωτέρους ἐτῶν ιβʹ μηδὲ πρεσβυτέρους μʹ, εἰς ἔτη ἕξ, οὓς ἂν Ῥωμαῖοι προκρίνωσι χωρὶς στρατηγοῦ καὶ ἱππάρχου καὶ δημοσίου γραμματέως καὶ τῶν ὡμηρευκότων ἐν Ῥώμῃ· καὶ τὰ ὅμηρα καθιστάτωσαν εἰς Ῥώμην. ἐὰν δέ τις ἀποθάνῃ τῶν ὁμήρων, ἄλλον ἀντικαθιστάτωσαν. περὶ δὲ Κεφαλληνίας μὴ ἔστω ἐν ταῖς συνθήκαις. ὅσαι χῶραι καὶ πόλεις καὶ ἄνδρες, οἷς οὗτοι ἐχρῶντο, ἐπὶ Λευκίου Κοϊντίου καὶ Γναίου Δομετίου στρατηγῶν ἢ ὕστερον ἑάλωσαν ἢ εἰς φιλίαν ἦλθον Ῥωμαίοις, τούτων τῶν πόλεων καὶ τῶν ἐν ταύταις μηδένα προσλαβέτωσαν Αἰτωλοί. ἡ δὲ πόλις καὶ ἡ χώρα ἡ τῶν Οἰνιαδῶν Ἀκαρνάνων ἔστω. τμηθέντων δὲ τῶν ὁρκίων ἐπὶ τούτοις συνετετέλεστο τὰ τῆς εἰρήνης. καὶ τὰ μὲν κατὰ τοὺς Αἰτωλοὺς καὶ καθόλου τοὺς Ἕλληνας τοιαύτην ἔσχε τὴν ἐπιγραφήν. 22. Ὅτι καθ' ὃν καιρὸν ἐν τῇ Ῥώμῃ τὰ περὶ τὰς συνθήκας τὰς πρὸς Ἀντίοχον καὶ καθόλου περὶ τῆς Ἀσίας αἱ πρεσβεῖαι διεπράττοντο, κατὰ δὲ τὴν Ἑλλάδα τὸ τῶν Αἰτωλῶν ἔθνος ἐπολεμεῖτο, κατὰ τοῦτον συνέβη καὶ περὶ τὴν Ἀσίαν πρὸς τοὺς Γαλάτας πόλεμον ἐπιτελεσθῆναι, ὑπὲρ οὗ νῦν ἐνιστάμεθα τὴν διήγησιν. 23. Ὅτι Μοαγέτης ὁ τῆς Κιβύρας τύραννος ὠμὸς ἦν καὶ δόλιος. πλὴν συνεγγίζοντος Γναίου ὑπάτου Ῥωμαίων τῇ Κιβύρᾳ, καὶ τοῦ Ἐλουίου πεμφθέντος εἰς ἀπόπειραν ἐπὶ τίνος ἔστι γνώμης, πρεσβευτὰς ἐξέπεμψε παρακαλῶν μὴ φθεῖραι τὴν χώραν, ὅτι φίλος ὑπάρχει Ῥωμαίων
123
καὶ πᾶν ποιήσει τὸ παραγγελλόμενον· καὶ 266 ταῦτα λέγων ἅμα προύτεινε στέφανον ἀπὸ πεντεκαίδεκα ταλάντων. ὧν ἀκούσας αὐτὸς μὲν ἀφέξεσθαι τῆς χώρας ἔφη, πρὸς δὲ τὸν στρατηγὸν ἐκέλευσε πρεσβεύειν ὑπὲρ τῶν ὅλων· ἕπεσθαι γὰρ αὐτὸν μετὰ τῆς στρατείας κατὰ πόδας. γενομένου δὲ τούτου, καὶ πέμψαντος τοῦ Μοαγέτου μετὰ τῶν πρεσβευτῶν καὶ τὸν ἀδελφόν, ἀπαντήσας κατὰ πορείαν ὁ Γνάιος ἀνατατικῶς καὶ πικρῶς ὡμίλησε τοῖς πρεσβευταῖς, φάσκων οὐ μόνον ἀλλοτριώτατον γεγονέναι Ῥωμαίων τὸν Μοαγέτην πάντων τῶν κατὰ τὴν Ἀσίαν δυναστῶν, ἀλλὰ καὶ κατὰ τὴν ῥώμην ὅλην εἰς καθαίρεσιν τῆς ἀρχῆς καὶ ἐπιστροφῆς εἶναι καὶ κολάσεως. οἱ δὲ πρεσβευταὶ καταπλαγέντες τὴν ἐπίφασιν τῆς ὀργῆς τῶν μὲν ἄλλων ἐντολῶν ἀπέστησαν, ἠξίουν δ' αὐτὸν εἰς λόγους ἐλθεῖν. συγχωρήσαντος δὲ τότε μὲν ἐπανῆλθον εἰς τὴν Κιβύραν, εἰς δὲ τὴν ἐπαύριον ἐξῆλθε μετὰ τῶν φίλων ὁ τύραννος κατά τε τὴν ἐσθῆτα καὶ τὴν ἄλλην προστασίαν λιτὸς καὶ ταπεινὸς ἔν τε τοῖς ἀπολογισμοῖς κατολοφυρόμενος τὴν ἀδυναμίαν τὴν αὑτοῦ καὶ τὴν ἀσθένειαν ὧν ἐπῆρχε πόλεων, καὶ ἠξίου προσδέξασθαι τὰ ιεʹ τάλαντα τὸν Γνάιον· ἐκράτει δὲ [τὸ] τῆς Κιβύρας καὶ Συλλίου καὶ τῆς Ἐντέμνη πόλεως. ὁ δὲ Γνάιος καταπλαγεὶς τὴν ἀπόνοιαν ἄλλο μὲν οὐδὲν εἶπε πρὸς αὐτόν, ἐὰν δὲ μὴ διδῷ φʹ τάλαντα μετὰ μεγάλης χάριτος, οὐ τὴν χώραν ἔφη φθερεῖν, ἀλλὰ τὴν πόλιν αὐτὴν πολιορκήσειν καὶ διαρπάσειν. ὅθεν ὁ Μοαγέτης κατορρωδήσας τὸ μέλλον ἐδεῖτο μηδὲν ποιῆσαι τοιοῦτον, καὶ προσετίθει κατὰ βραχὺ τῶν χρημάτων, καὶ τέλος ἔπεισε τὸν Γνάιον ρʹ τάλαντα καὶ μυρίους μεδίμνους λαβόντα πυρῶν προσδέξασθαι πρὸς τὴν φιλίαν αὐτόν. 24. Ὅτι κατὰ τὸν καιρὸν ἡνίκα Γνάιος διῄει τὸν Κολοβάτον προσαγορευόμενον ποταμόν, ἦλθον πρὸς αὐτὸν πρέσβεις ἐκ τῆς Ἰούδα προσαγορευομένης πόλεως δεόμενοι σφίσι βοηθῆσαι· τοὺς γὰρ Τερμησσεῖς ἐπισπασαμένους Φιλόμηλον τήν τε χώραν ἔφασαν αὑτῶν ἀνάστατον πεποιηκέναι καὶ τὴν πόλιν διηρπακέναι, νῦν τε πολιορκεῖν τὴν ἄκραν, συμπεφευγότων εἰς αὐτὴν πάντων τῶν πολιτῶν ὁμοῦ γυναιξὶ καὶ τέκνοις. ὧν διακούσας ὁ Γνάιος ἐκείνοις μὲν ὑπέσχετο βοηθήσειν μετὰ μεγάλης χάριτος, αὐτὸς δὲ νομίσας ἕρμαιον εἶναι τὸ προσπεπτωκὸς ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τῆς 267 Παμφυλίας. ὁ δὲ Γνάιος συνεγγίσας τῇ Τερμησσῷ πρὸς μὲν τούτους συνέθετο φιλίαν λαβὼν νʹ τάλαντα, παραπλησίως δὲ καὶ πρὸς Ἀσπενδίους. ἀποδεξάμενος δὲ καὶ τοὺς παρὰ τῶν ἄλλων πόλεων πρεσβευτὰς κατὰ τὴν Παμφυλίαν καὶ τὴν προειρημένην δόξαν ἐνεργασάμενος ἑκάστοις κατὰ τὰς ἐντεύξεις, ἅμα δὲ καὶ τοὺς Ἰουδεῖς ἐξελόμενος ἐκ τῆς πολιορκίας αὖθις ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τοὺς Γαλάτας. 25. Ὅτι Κύρμασα πόλιν λαβὼν ὁ Γνάιος καὶ λείαν ἄφθονον ἀνέζευξεν. προαγόντων δὲ αὐτῶν παρὰ τὴν λίμνην, παρεγένοντο πρέσβεις ἐκ Λυσινόης διδόντες αὑτοὺς εἰς τὴν πίστιν. οὓς προσδεξάμενος ἐνέβαλεν εἰς τὴν τῶν Σαγαλασέων γῆν καὶ πολὺ πλῆθος ἐξελασάμενος λείας ἀπεκαραδόκει τοὺς ἐκ τῆς πόλεως, ἐπὶ τίνος ἔσονται γνώμης. παραγενομένων δὲ πρεσβευτῶν ὡς αὐτόν, ἀποδεξάμενος τοὺς ἄνδρας καὶ λαβὼν νʹ ταλάντων στέφανον καὶ δισμυρίους κριθῶν μεδίμνους καὶ δισμυρίους πυρῶν προσεδέξατο τούτους εἰς τὴν φιλίαν. 26. Ὅτι τῶν Ῥωμαίων μετὰ τὴν τῶν Γαλατῶν νίκην αὐτῶν πραχθεῖσαν στρατοπεδευόντων περὶ τὴν Ἄγκυραν πόλιν, καὶ τοῦ Γναίου τοῦ στρατηγοῦ προάγειν εἰς τοὔμπροσθεν μέλλοντος, παραγίνονται πρέσβεις παρὰ τῶν Τεκτοσάγων ἀξιοῦντες τὸν Γνάιον τὰς μὲν δυνάμεις ἐᾶσαι κατὰ χώραν, αὐτὸν δὲ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν προελθεῖν εἰς τὸν μεταξὺ τόπον τῶν στρατοπέδων· ἥξειν δὲ καὶ τοὺς παρ' αὑτῶν βασιλεῖς κοινολογησομένους ὑπὲρ τῶν διαλύσεων. τοῦ δὲ Γναίου συγκαταθεμένου καὶ παραγενηθέντος κατὰ τὸ συνταχθὲν μετὰ φʹ ἱππέων, τότε μὲν οὐκ ἦλθον οἱ βασιλεῖς. ἀνακεχωρηκότος δ' αὐτοῦ πρὸς τὴν ἰδίαν παρεμβολήν; αὖθις ἧκον οἱ πρέσβεις ὑπὲρ μὲν τῶν βασιλέων σκήψεις τινὰς λέγοντες, ἀξιοῦντες δὲ πάλιν ἐλθεῖν αὐτόν, ἐπειδὴ τοὺς πρώτους ἄνδρας ἐκπέμψουσι κοινολογησομένους ὑπὲρ τῶν ὅλων. ὁ δὲ Γνάιος κατανεύσας ἥξειν αὐτὸς μὲν ἔμεινεν ἐπὶ τῆς ἰδίας στρατοπεδείας, Ἄτ 268 ταλον δὲ καὶ τῶν χιλιάρχων τινὰς ἐξαπέστειλε μετὰ τριακοσίων ἱππέων. οἱ δὲ τῶν Γαλατῶν ἦλθον μὲν κατὰ τὸ συνταχθὲν καὶ λόγους ἐποιήσαντο περὶ τῶν πραγμάτων, τέλος δ' ἐπιθεῖναι τοῖς προειρημένοις ἢ κυρῶσαί τι τῶν δοξάντων οὐκ ἔφασαν εἶναι δυνατόν. τοὺς δὲ βασιλεῖς τῇ κατὰ πόδας ἥξειν διωρίζοντο συνθησομένους καὶ πέρας ἐπιθήσοντας, εἰ καὶ Γνάιος ὁ στρατηγὸς
124
ἔλθοι πρὸς αὐτούς, τῶν δὲ περὶ τὸν Ἄτταλον ἐπαγγειλαμένων ἥξειν τὸν Γνάιον, τότε μὲν ἐπὶ τούτοις διελύθησαν. ἐποιοῦντο δὲ τὰς ὑπερθέσεις ταύτας οἱ Γαλάται καὶ διεστρατήγουν τοὺς Ῥωμαίους βουλόμενοι τῶν τε σωμάτων τινὰ τῶν ἀναγκαίων καὶ τῶν χρημάτων ὑπερθέσθαι πέραν τοῦ Ἅλυος ποταμοῦ, μάλιστα δὲ τὸν στρατηγὸν τῶν Ῥωμαίων, εἰ δυνηθεῖεν, λαβεῖν ὑποχείριον, εἰ δὲ μή γε, πάντως ἀποκτεῖναι. ταῦτα δὲ προθέμενοι κατὰ τὴν ἐπιοῦσαν ἐκαραδόκουν τὴν παρουσίαν τῶν Ῥωμαίων ἑτοίμους ἔχοντες ἱππεῖς εἰς χιλίους. ὁ δὲ Γνάιος διακούσας τῶν περὶ τὸν Ἄτταλον καὶ πεισθεὶς ἥξειν τοὺς βασιλεῖς ἐξῆλθεν, καθάπερ εἰώθει, μετὰ φʹ ἱππέων. συνέβη δὲ ταῖς πρότερον ἡμέραις τοὺς ἐπὶ τὰς ξυλείας καὶ χορτολογίας ἐκπορευομένους ἐκ τοῦ τῶν Ῥωμαίων χάρακος ἐπὶ ταῦτα τὰ μέρη πεποιῆσθαι τὴν ἔφοδον [ἐπὶ τοὺς] ἐφεδρείᾳ χρωμένους τοῖς ἐπὶ τὸν σύλλογον πορευομένοις ἱππεῦσιν. οὗ καὶ τότε γενομένου, καὶ πολλῶν ἐξεληλυθότων, συνέταξαν οἱ χιλίαρχοι τοὺς εἰθισμένους ἐφεδρεύειν τοῖς προνομεύουσιν ἱππεῖς ἐπὶ ταῦτα τὰ μέρη ποιήσασθαι τὴν ἔξοδον, ὧν ἐκπορευθέντων, αὐτομάτως τὸ δέον ἐγενήθη πρὸς τὴν ἐπιφερομένην χρείαν. 27. Ὅτι κατὰ τοὺς καιροὺς τούτους κατὰ τὴν Ἀσίαν Γναίου τοῦ τῶν Ῥωμαίων στρατηγοῦ παραχειμάζοντος ἐν Ἐφέσῳ, κατὰ τὸν τελευταῖον ἐνιαυτὸν τῆς ὑποκειμένης ὀλυμπιάδος, παρεγένοντο πρεσβεῖαι παρά τε τῶν Ἑλληνίδων πόλεων τῶν ἐπὶ τῆς Ἀσίας καὶ παρ' ἑτέρων πλειόνων συμφοροῦσαι στεφάνους τῷ Γναίῳ διὰ τὸ νενικηκέναι τοὺς Γαλάτας. ἅπαντες γὰρ οἱ τὴν ἐπὶ τάδε τοῦ Ταύρου κατοικοῦντες οὐχ οὕτως ἐχάρησαν Ἀντιόχου λειφθέντος ἐπὶ τῷ δοκεῖν ἀπολελύσθαι τινὲς μὲν φόρων, οἱ δὲ φρουρᾶς, καθόλου δὲ πάντες βασιλικῶν προσταγμάτων, ὡς ἐπὶ τῷ τὸν ἀπὸ τῶν βαρβάρων αὐτοῖς φόβον ἀφῃρῆσθαι καὶ δοκεῖν ἀπηλλάχθαι τῆς τούτων ὕβρεως καὶ παρανομίας. ἦλθε δὲ καὶ παρ' Ἀντιόχου 269 Μουσαῖος, καὶ παρὰ τῶν Γαλατῶν πρεσβευταὶ βουλόμενοι μαθεῖν ἐπὶ τίσιν αὐτοὺς δεῖ ποιεῖσθαι τὴν φιλίαν· ὁμοίως δὲ καὶ παρὰ Ἀριαράθου τοῦ τῶν Καππαδοκῶν βασιλέως. καὶ γὰρ οὗτος μετασχὼν Ἀντιόχῳ τῶν αὐτῶν ἐλπίδων καὶ κοινωνήσας τῆς πρὸς Ῥωμαίους μάχης ἐδεδίει καὶ διηπορεῖτο περὶ τῶν καθ' αὑτόν, διὸ καὶ πλεονάκις πέμπων πρεσβευτὰς ἐβούλετο μαθεῖν τί δοὺς ἢ τί πράξας δύναιτ' ἂν παραιτήσασθαι τὴν σφετέραν ἄγνοιαν. ὁ δὲ στρατηγὸς τὰς μὲν παρὰ τῶν πόλεων πρεσβείας πάσας ἐπαινέσας καὶ φιλανθρώπως ἀποδεξάμενος ἐξαπέστειλεν, τοῖς δὲ Γαλάταις ἀπεκρίθη, διότι προσδεξάμενος Εὐμένη τὸν βασιλέα τότε ποιήσεται τὰς πρὸς αὐτοὺς συνθήκας. τοῖς δὲ παρὰ Ἀριαράθου εἶπεν ἑξακόσια τάλαντα δόντας τὴν εἰρήνην ἔχειν. πρὸς δὲ τὸν Ἀντιόχου πρεσβευτὴν συνετάξατο μετὰ τῆς δυνάμεως ἥξειν ἐπὶ τοὺς τῆς Παμφυλίας ὅρους, τά τε δισχίλια τάλαντα καὶ φʹ κομιούμενος καὶ τὸν σῖτον, ὃν ἔδει δοῦναι τοῖς στρατιώταις αὐτοῦ πρὸ τῶν συνθηκῶν κατὰ τὰς πρὸς Λεύκιον ὁμολογίας. μετὰ δὲ ταῦτα καθαρμὸν ποιησάμενος τῆς δυνάμεως, καὶ τῆς ὥρας παραδιδούσης, παραλαβὼν Ἄτταλον ἀνέζευξεν, καὶ παραγενόμενος εἰς Ἀπάμειαν ὀγδοαῖος ἐπέμεινε τρεῖς ἡμέρας, κατὰ δὲ τὴν τετάρτην ἀναζεύξας προῆγε χρώμενος ἐνεργοῖς ταῖς πορείαις. ἀφικόμενος δὲ τριταῖος εἰς τὸν συνταχθέντα τόπον τοῖς περὶ Ἀντίοχον αὐτοῦ κατεστρατοπέδευσεν· συμμιξάντων δὲ τῶν περὶ τὸν Μουσαῖον καὶ παρακαλούντων αὐτὸν ἐπιμεῖναι, διότι καθυστεροῦσιν αἵ θ' ἅμαξαι καὶ τὰ κτήνη τὰ παρακομίζοντα τὸν σῖτον καὶ τὰ χρήματα, πεισθεὶς τούτοις ἐπέμεινε τρεῖς ἡμέρας. τῆς δὲ χορηγίας ἐλθούσης, τὸν μὲν σῖτον ἐμέτρησε ταῖς δυνάμεσιν, τὰ δὲ χρήματα παραδούς τινι τῶν χιλιάρχων συνέταξε παρακομίζειν εἰς Ἀπάμειαν. Αὐτὸς δὲ πυνθανόμενος τὸν ἐπὶ τῆς Πέργης καθεσταμένον ὑπ' Ἀντιόχου φρούραρχον οὔτε τὴν φρουρὰν ἐξάγειν οὔτ' αὐτὸν ἐκχωρεῖν ἐκ τῆς πόλεως ὥρμησε μετὰ τῆς δυνάμεως ἐπὶ τὴν Πέργην. ἐγγίζοντος δ' αὐτοῦ τῇ πόλει παρῆν ἀπ' αὐτῶν ὁ τεταγμένος ἐπὶ τῆς φρουρᾶς ἀξιῶν καὶ δεόμενος μὴ προκαταγινώσκειν αὐτοῦ· ποιεῖν γὰρ ἕν τι τῶν καθηκόντων· παραλαβὼν γὰρ ἐν 270 πίστει παρ' Ἀντιόχου τὴν πόλιν τηρεῖν ἔφη ταύτην, ἕως ἂν διασαφηθῇ πάλιν παρὰ τοῦ πιστεύσαντος τί δεῖ ποιεῖν· μέχρι δὲ τοῦ νῦν ἁπλῶς οὐδὲν αὐτῷ παρ' οὐδενὸς ἀποδεδηλῶσθαι. διόπερ ἠξίου τριάκονθ' ἡμέρας χάριν τοῦ διαπεμψάμενος ἐρέσθαι τὸν βασιλέα τί δεῖ πράττειν. ὁ δὲ Γνάιος θεωρῶν τὸν Ἀντίοχον ἐν πᾶσι τοῖς ἄλλοις εὐσυνθετοῦντα συνεχώρησε πέμπειν καὶ πυνθάνεσθαι τοῦ βασιλέως· καὶ μετά τινας ἡμέρας πυθόμενος παρέδωκε τὴν πόλιν. Κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ ιʹ πρεσβευταὶ καὶ ὁ
125
βασιλεὺς Εὐμένης εἰς Ἔφεσον κατέπλευσαν, ἤδη τῆς θερείας ἐναρχομένης· καὶ δύο ἡμέρας ἐκ τοῦ πλοῦ προσαναλαβόντες αὑτοὺς ἀνέβαινον εἰς τὴν Ἀπάμειαν. ὁ δὲ Γνάιος, προσπεσούσης αὐτῷ τῆς τούτων παρουσίας, Λεύκιον μὲν τὸν ἀδελφὸν μετὰ τετρακισχιλίων ἐξαπέστειλε πρὸς τοὺς Ὀροανδεῖς πειθανάγκης ἔχοντας διάθεσιν χάριν τοῦ κομίσασθαι τὰ προσοφειλόμενα τῶν ὁμολογηθέντων χρημάτων, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας ἠπείγετο σπεύδων συνάψαι τοῖς περὶ τὸν Εὐμένη. παραγενόμενος δὲ εἰς τὴν Ἀπάμειαν καὶ καταλαβὼν τόν τε βασιλέα καὶ τοὺς ιʹ συνήδρευε περὶ τῶν πραγμάτων. ἔδοξεν οὖν αὐτοῖς κυρῶσαι πρῶτον τὰ πρὸς Ἀντίοχον ὅρκια καὶ τὰς συνθήκας, ὑπὲρ ὧν οὐδὲν ἂν δέοι πλείω διατίθεσθαι λόγον, ἀλλ' ἐξ αὐτῶν τῶν ἐγγράπτων ποιεῖσθαι τὰς διαλήψεις. Ἦν δὲ τοιαύτη τις ἡ τῶν κατὰ μέρος διάταξις. φιλίαν ὑπάρχειν Ἀντιόχῳ καὶ Ῥωμαίοις εἰς ἅπαντα τὸν χρόνον ποιοῦντι τὰ κατὰ τὰς συνθήκας. μὴ διιέναι δὲ βασιλέα Ἀντίοχον καὶ τοὺς ὑποταττομένους διὰ τῆς αὑτῶν χώρας ἐπὶ Ῥωμαίους καὶ τοὺς συμμάχους πολεμίους, μηδὲ χορηγεῖν αὐτοῖς μηδέν· ὁμοίως δὲ καὶ Ῥωμαίους καὶ τοὺς συμμάχους ἐπ' Ἀντίοχον καὶ τοὺς ὑπ' ἐκεῖνον ταττομένους. μὴ πολεμῆσαι δὲ Ἀντίοχον τοῖς ἐπὶ ταῖς νήσοις μηδὲ τοῖς κατὰ τὴν Εὐρώπην. ἐκχωρείτω δὲ πόλεων καὶ χώρας *** μὴ ἐξαγέτω μηδὲν πλὴν τῶν ὅπλων ὧν φέρουσιν οἱ στρατιῶται· εἰ δέ τι τυγχάνουσιν ἀπενηνεγμένοι, καθιστάτωσαν πάλιν εἰς τὰς αὐτὰς πόλεις. μηδ' ὑποδεχέσθωσαν τῶν ἐκ τῆς Εὐμένους τοῦ βασιλέως μήτε στρατιώτας μήτ' ἄλλον μηδένα. εἰ δέ τινες 271 ἐξ ὧν ἀπολαμβάνουσιν οἱ Ῥωμαῖοι πόλεων μετὰ δυνάμεώς εἰσιν Ἀντιόχου, τούτους εἰς Ἀπάμειαν ἀποκαταστησάτωσαν· τοῖς δὲ Ῥωμαίοις καὶ τοῖς συμμάχοις, εἴ τινες εἶεν ἐκ τῆς Ἀντιόχου βασιλείας, εἶναι τὴν ἐξουσίαν καὶ μένειν, εἰ βούλονται, καὶ ἀποτρέχειν. τοὺς δὲ δούλους Ῥωμαίων καὶ τῶν συμμάχων ἀποδότω Ἀντίοχος καὶ οἱ ὑπ' αὐτὸν ταττόμενοι, καὶ τοὺς ἁλόντας καὶ τοὺς αὐτομολήσαντας, καὶ εἴ τινα αἰχμάλωτόν ποθεν εἰλήφασιν. ἀποδότω δὲ Ἀντίοχος, ἐὰν ᾖ δυνατὸν αὐτῷ, καὶ Ἀννίβαν Ἀμίλκου Καρχηδόνιονκαὶ Μνασίλοχον Ἀκαρνᾶνα καὶ Θόαντα Αἰτωλόν, Εὐβουλίδαν καὶ Φίλωνα Χαλκιδεῖς, καὶ τῶν Αἰτωλῶν ὅσοι κοινὰς εἰλήφασιν ἀρχάς· καὶ † τούτους ἐκπλεύσαντας τοὺς ἐν Ἀπαμείᾳ πάντας, καὶ μηκέτι ἄλλους ἐχέτω. ἀποδότω δὲ καὶ τὰς ναῦς τὰς μακρὰς καὶ τὰ ἐκ τούτων ἄρμενα καὶ τὰ σκεύη, καὶ μηκέτι ἐχέτω πλὴν ιʹ καταφράκτων· μηδὲ τριακοντάκωπον ἐχέτω ἐλαυνόμενον, μὴδ' αὐτὸ † πολέμου ἕνεκεν αὐτὸς κατάρχει, μηδὲ πλείτωσαν ἐπὶ τάδε τοῦ Καλυκάδνου καὶ Σαρπηδονίου ἀκρωτηρίου, εἰ μὴ φόρους ἢ πρέσβεις ἢ ὁμήρους ἄγοιεν. μὴ ἐξέστω δὲ Ἀντιόχῳ μηδὲ ξενολογεῖν ἐκ τῆς ὑπὸ Ῥωμαίους ταττομένης, μηδ' ὑποδεχέσθω τοὺς φεύγοντας. ὅσαι δὲ οἰκίαι Ῥοδίων ἢ τῶν συμμάχων ἦσαν ἐν τῇ ὑπὸ βασιλέα Ἀντίοχον ταττομένῃ, ταύτας εἶναι Ῥοδίων ὡς καὶ πρὸ τοῦ † ἐξήνεγκαν. καὶ εἴ τι χρῆμα ὀφείλετ' αὐτοῖς, ὁμοίως ἔσται πράξιμον· καὶ εἴ τι ἀπελείφθη ὑπ' αὐτῶν, ἀναζητηθὲν ἀποδοθήτω. ἀτελῆ δὲ ὁμοίως ὡς καὶ πρὸ τοῦ πολέμου τὰ πρὸς τοὺς Ῥοδίους ὑπαρχέτω. εἰ δέ τινας τῶν πόλεων, ἃς ἀποδοῦναι δεῖ Ἀντίοχον, ἑτέροις δέδωκεν Ἀντίοχος, ἐξαγέτω καὶ ἐκ τούτων τὰς φρουρὰς καὶ τοὺς ἄνδρας. ἐὰν δέ τινες ὕστερον ἀποτρέχειν βούλωνται, μὴ προσδεχέσθω. ἀργυρίου δὲ δότω Ἀντίοχος Ἀττικοῦ Ῥωμαίοιςἀρίστου τάλαντα μύρια δισχίλια ἐν ἔτεσιν ιβʹ, διδοὺς καθ' ἕκαστον ἔτος χίλια, (μὴ ἔλαττον δ' ἑλκέτω τὸ τάλαντον λιτρῶν Ῥωμαϊκῶν πʹ) † καὶ τοῦ σίτου φʹ καὶ μʹ. τνθʹ ἐν ἔτεσιν τοῖς πρώτοις εʹ, οʹ κατὰ τὸ ἔτος, τῷ ἐπιβαλλομένῳ καιρῷ ᾧ καὶ τοῖς Ῥωμαίοις 272 ἀποδίδωσι, καὶ τοῦ σίτου, καθὼς ἐτίμησεν ὁ βασιλεὺς Ἀντίοχος, τάλαντα ρκζʹ καὶ δραχμὰς χιλίας σʹ ὀκτώ, ἃ συνεχώρησεν Εὐμένης λαβεῖν, γάζαν εὐαρεστουμένην ἑαυτῷ. ὁμήρους δὲ κʹ διδότω Ἀντίοχος, δι' ἐτῶν τριῶν ἄλλους ἀνταποστέλλων, μὴ νεωτέρους ἐτῶν ιηʹ μηδὲ πρεσβυτέρους μεʹ. ἐὰν δέ τι διαφωνήσῃ τῶν ἀποδιδομένων χρημάτων, τῷ ἐχομένῳ ἔτει ἀποδότωσαν. ἂν δέ τινες τῶν πόλεων ἢ τῶν ἐθνῶν, πρὸς ἃ γέγραπται μὴ πολεμεῖν Ἀντίοχον, πρότεροι ἐκφέρωσι πόλεμον, ἐξέστω πολεμεῖν Ἀντιόχῳ. τῶν δὲ ἐθνῶν καὶ πόλεων τούτων μὴ ἐχέτω τὴν κυρίαν αὐτός, μηδ' εἰς φιλίαν προσαγέσθω. περὶ δὲ τῶν ἀδικημάτων τῶν πρὸς ἀλλήλους γινομένων εἰς κρίσιν προκαλείσθωσαν. ἐὰν δέ τι θέλωσι πρὸς τὰς συνθήκας ἀμφότεροι κοινῷ δόγματι προστεθῆναι ἢ ἀφαιρεθῆναι ἀπ' αὐτῶν, ἐξέστω. Τμηθέντων δὲ τῶν ὁρκίων ἐπὶ τούτοις, εὐθέως ὁ στρατηγὸς Κόιντον Μένιον Θέρμον καὶ
126
Λεύκιον τὸν ἀδελφὸν ἄρτι κεκομικότας τὰ χρήματα παρὰ τῶν Ὀροανδέων εἰς Συρίαν ἐξαπέστειλε συντάξας κομίζεσθαι τοὺς ὅρκους παρὰ τοῦ βασιλέως καὶ διαβεβαιώσασθαι τὰ κατὰ μέρος ὑπὲρ τῶν συνθηκῶν. πρὸς δὲ Κόιντον Φάβιον τὸν ἐπὶ τοῦ ναυτικοῦ στρατηγὸν ἐξέπεμψε γραμματοφόρους κελεύων πάλιν πλεῖν αὐτὸν εἰς Πάταρα καὶ παραλαβόντα τὰς ὑπαρχούσας αὐτόθι ναῦς διαπρῆσαι. 28. Ὅτι κατὰ τὴν Ἀπάμειαν οἵ τε δέκα καὶ Γνάιος ὁ στρατηγὸς τῶν Ῥωμαίων διακούσαντες πάντων τῶν ἀπηντηκότων τοῖς μὲν περὶ χώρας ἢ χρημάτων ἤ τινος ἑτέρου διαφερομένοις πόλεις ἀπέδωκαν ὁμολογουμένας ἀμφοτέροις, ἐν αἷς διακριθήσονται περὶ τῶν ἀμφισβητουμένων, τὴν δὲ περὶ τῶν ὅλων ἐποιήσαντο διάληψιν τοιαύτην. ὅσαι μὲν τῶν αὐτονόμων πόλεων πρότερον ὑπετέλουν Ἀντιόχῳ φόρον, τότε δὲ διεφύλαξαν τὴν πρὸς Ῥωμαίους πίστιν, ταύτας μὲν ἀπέλυσαν τῶν φόρων· ὅσαι δ' Ἀττάλῳ σύνταξιν ἐτέλουν, ταύταις ἐπέταξαν τὸν αὐτὸν Εὐμένει διδόναι φόρον. εἰ δέ τινες ἀποστᾶσαι τῆς Ῥωμαίων φιλίας Ἀντιόχῳ συνεπολέμουν, ταύτας ἐκέλευσαν Εὐμένει διδόναι τοὺς Ἀντιόχῳ διατεταγμένους φόρους. τοὺς δὲ τὸ Νότιον οἰκοῦντας καὶ Κυμαίους καὶ Μυλασσεῖς ἀφορολογήτους ἀφῆκαν· Κλαζομενίοις δὲ καὶ δωρεὰν προσέθηκαν τὴν Δρόμουσσαν καλουμένην νῆσον· Μιλησίοις δὲ τὴν ἱερὰν χώραν ἀπεκατέστησαν, ἧς διὰ τοὺς πολεμίους πρότερον ἐξεχώρησαν· Χίους δὲ καὶ Σμυρναίους, ἔτι δ' Ἐρυθραίους ἔν τε τοῖς ἄλλοις προῆγον καὶ χώραν προσένειμαν, ἧς ἕκαστοι κατὰ τὸ παρὸν ἐπεθύμουν καὶ σφίσι καθήκειν ὑπελάμβανον, ἐντρεπόμενοι τὴν εὔνοιαν καὶ σπουδήν, ἣν παρέσχηντο κατὰ τὸν πόλεμον αὐτοῖς. ἀπέδωκαν δὲ καὶ Φωκαιεῦσι τὸ πάτριον πολίτευμα καὶ τὴν χώραν, ἣν καὶ πρότερον εἶχον. μετὰ δὲ ταῦτα Ῥοδίοις ἐχρημάτισαν, διδόντες Λυκίαν καὶ Καρίας τὰ μέχρι Μαιάνδρου ποταμοῦ πλὴν Τελμισσοῦ. περὶ δὲ τοῦ βασιλέως Εὐμένους καὶ τῶν ἀδελφῶν ἔν τε ταῖς πρὸς Ἀντίοχον συνθήκαις τὴν ἐνδεχομένην πρόνοιαν ἐποιήσαντο, καὶ τότε τῆς μὲν Εὐρώπης αὐτῷ προσέθηκαν Χερρόνησον καὶ Λυσιμαχίαν καὶ τὰ προσοροῦντα τούτοις ἐρύματα καὶ χώραν, ἧς Ἀντίοχος ἐπῆρχεν, τῆς δ' Ἀσίας Φρυγίαν τὴν ἐφ' Ἑλλησπόντου, Φρυγίαν τὴν μεγάλην, Μυσούς, οὓς πρότερον αὐτὸς παρεσκευάσατο, Λυκαονίαν Μιλυάδα Λυδίαν Τράλλεις Ἔφεσον Τελμισσόν. ταύτας μὲν οὖν ἔδωκαν Εὐμένει τὰς δωρεάς· περὶ δὲ τῆς Παμφυλίας, Εὐμένους μὲν εἶναι φάσκοντος αὐτὴν ἐπὶ τάδε τοῦ Ταύρου, τῶν δὲ παρ' Ἀντιόχου πρεσβευτῶν ἐπέκεινα, διαπορήσαντες ἀνέθεντο περὶ τούτων εἰς τὴν σύγκλητον. σχεδὸν δὲ τῶν ἀναγκαιοτάτων καὶ πλείστων αὐτοῖς διῳκημένων ἀναζεύξαντες προῆγον ἐφ' Ἑλλήσποντον, βουλόμενοι κατὰ τὴν πάροδον ἔτι τὰ πρὸς τοὺς Γαλάτας ἀσφαλίσασθαι. 29. Ὅτι κατὰ τὴν ὀγδόην καὶ μʹ ὀλυμπιάδα πρὸς ταῖς ρʹ πρεσβειῶν παρουσίαι ἐγένοντο πρὸς Ῥωμαίους παρὰ Φιλίππου καὶ παρὰ τῶν προσορούντων τῇ Μακεδονίᾳ. τὰ δόξαντα τῇ συγκλήτῳ περὶ τῶν πρέσβεων. 30. Ὅτι κατὰ τὴν Ἑλλάδα Φιλίππου διαφορὰ πρὸς Θετταλοὺς καὶ Περραιβοὺς περὶ τῶν πόλεων ὧν κατεῖχε Φίλιππος ἐκ 274 τῶν Ἀντιοχικῶν καιρῶν τῆς Θετταλίας καὶ Περραιβίας. ἡ γενομένη δικαιολογία περὶ τούτων ἐπὶ Κοΐντου Καικιλίου περὶ τὰ Τέμπη. τὰ κριθέντα διὰ τοῦ Καικιλίου. κρίσις ἄλλη περὶ τῶν ἐπὶ Θρᾴκης πόλεων Φιλίππῳ πρὸς τοὺς παρ' Εὐμένους πρεσβευτὰς καὶ τοὺς ἐκ Μαρωνείας φυγάδας, καὶ τὰ ῥηθέντα περὶ τούτων ἐν Θετταλονίκῃ καὶ τὰ δόξαντα τοῖς περὶ τὸν Καικίλιον. Ἡ γενομένη σφαγὴ διὰ Φιλίππου τοῦ βασιλέως ἐν Μαρωνείᾳ. παρουσία πρεσβευτῶν ἐκ Ῥώμης καὶ τὰ προσταχθέντα διὰ τούτων. αἰτίαι δι' ἃς ἐγένετο Ῥωμαίοις πρὸς Περσέα πόλεμος. Κατὰ τὴν Πελοπόννησον πρεσβευτῶν παρουσία παρά τε Πτολεμαίου τοῦ βασιλέως καὶ παρὰ Εὐμένους καὶ παρὰ Σελεύκου. καὶ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ὑπέρ τε τῆς πρὸς Πτολεμαῖον συμμαχίας καὶ τῶν δωρεῶν τῶν προτεινομένων αὐτοῖς ὑπὸ τῶν προειρημένων βασιλέων. παρουσία Κοΐντου Καικιλίου καὶ μέμψις ὑπὲρ τῶν κατὰ Λακεδαίμονα διῳκημένων. Ὡς Ἀρεὺς καὶ Ἀλκιβιάδης ὄντες τῶν ἀρχαίων φυγάδων ἐκ Λακεδαίμονος ἐπρέσβευσαν εἰς τὴν Ῥώμην καὶ κατηγορίαν ἐποιήσαντο Φιλοποίμενος καὶ τῶν Ἀχαιῶν. 31. Ὅτι μετὰ τὴν ἐν τῷ Κομπασίῳ τῶν ἀνθρώπων ἐπαναίρεσιν δυσαρεστήσαντές τινες τῶν ἐν τῇ Λακεδαίμονι τοῖς γεγονόσι καὶ νομίσαντες ὑπὸ τοῦ Φιλοποίμενος ἅμα τὴν δύναμιν
127
καὶ τὴν προστασίαν καταλελύσθαι τὴν Ῥωμαίων, ἐλθόντες εἰς Ῥώμην κατηγορίαν ἐποιήσαντο τῶν διῳκημένων καὶ τοῦ Φιλοποίμενος, καὶ τέλος ἐξεπορίσαντο γράμματα πρὸς τοὺς Ἀχαιοὺς παρὰ Μάρκου Λεπίδου τοῦ μετὰ ταῦτα γενηθέντος ἀρχιερέως, τότε δὲ τὴν ὕπατον ἀρχὴν εἰληφότος· ὃς ἔγραφε τοῖς Ἀχαιοῖς φάσκων οὐκ ὀρθῶς αὐτοὺς κεχειρικέναι τὰ κατὰ τοὺς Λακεδαιμονίους. ὧν πρεσβευόντων, εὐθέως ὁ Φιλοποίμην πρεσβευτὰς καταστήσας τοὺς περὶ Νικόδημον τὸν Ἠλεῖον ἐξέπεμψεν εἰς τὴν Ῥώμην. Κατὰ δὲ τὸν καιρὸν τοῦτον ἧκε καὶ παρὰ Πτολεμαίου πρεσβευτὴς Δημήτριος Ἀθηναῖος ἀνανεωσόμενος τὴν προυπάρχουσαν 275 συμμαχίαν τῷ βασιλεῖ πρὸς τὸ ἔθνος τῶν Ἀχαιῶν. ὧν προθύμως ἀναδεξαμένων τὴν ἀνανέωσιν, κατεστάθησαν πρεσβευταὶ πρὸς Πτολεμαῖον Λυκόρτας ὁ παρ' ἡμῶν πατὴρ καὶ Θεοδωρίδας καὶ Ῥωσιτέλης Σικυώνιοι χάριν τοῦ δοῦναι τοὺς ὅρκους ὑπὲρ τῶν Ἀχαιῶν καὶ λαβεῖν παρὰ τοῦ βασιλέως. ἐγενήθη δέ τι κατὰ τὸν καιρὸν τοῦτον πάρεργον μὲν ἴσως, ἄξιον δὲ μνήμης. μετὰ γὰρ τὸ συντελεσθῆναι τὴν ἀνανέωσιν τῆς συμμαχίας ὑπὲρ τῶν Ἀχαιῶν ὑπεδέξατο τὸν πρεσβευτὴν ὁ Φιλοποίμην· γενομένης δὲ παρὰ τὴν συνουσίαν μνήμης τοῦ βασιλέως, ἐπιβαλὼν ὁ πρεσβευτὴς πολλούς τινας διετίθετο λόγους ἐγκωμιάζων τὸν Πτολεμαῖον καί τινας ἀποδείξεις προεφέρετο τῆς τε περὶ τὰς κυνηγίας εὐχειρίας καὶ τόλμης, ἑξῆς τε τῆς περὶ τοὺς ἵππους καὶ τὰ ὅπλα δυνάμεως καὶ τῆς ἐν τούτοις ἀσκήσεως. τελευταίῳ δ' ἐχρήσατο μαρτυρίῳ πρὸς πίστιν τῶν εἰρημένων· ἔφη γὰρ αὐτὸν κυνηγετοῦντα ταῦρον βαλεῖν ἀφ' ἵππου μεσαγκύλῳ. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΚΥΝΗΓΙΑΣ]. 32. Ὅτι κατὰ τὴν Βοιωτίαν μετὰ τὸ συντελεσθῆναι τὰς πρὸς Ἀντίοχον Ῥωμαίοις συνθήκας ἀποκοπεισῶν τῶν ἐλπίδων πᾶσι τοῖς καινοτομεῖν ἐπιβαλλομένοις, ἄλλην ἀρχὴν καὶ διάθεσιν ἐλάμβανον αἱ πολιτεῖαι. διὸ καὶ τῆς δικαιοδοσίας ἑλκομένης παρ' αὐτοῖς σχεδὸν ἐξ εἴκοσι καὶ εʹ ἐτῶν, τότε λόγοι διεδίδοντο κατὰ τὰς πόλεις φασκόντων τινῶν, διότι δεῖ γίνεσθαι διέξοδον καὶ συντέλειαν τῶν πρὸς ἀλλήλους. πολλῆς δὲ περὶ τούτων ἀμφισβητήσεως ὑπαρχούσης διὰ τὸ πλείους εἶναι τοὺς καχέκτας τῶν εὐπόρων, ἐγίνετό τι συνέργημα τοῖς τὰ βέλτιστα αἱρουμένοις ἐκ ταὐτομάτου τοιοῦτον. ὁ γὰρ Τίτος ἐν τῇ Ῥώμῃ πάλαι μὲν ἐσπούδαζε περὶ τοῦ καταπορευθῆναι τὸν Ζεύξιππον εἰς τὴν Βοιωτίαν, ἅτε κεχρημένος αὐτῷ συνεργῷ πρὸς πολλὰ κατὰ τοὺς Ἀντιοχικοὺς καὶ Φιλιππικοὺς καιρούς· κατὰ δὲ τοὺς τότε χρόνους ἐξείργαστο γράψαι τὴν σύγκλητον τοῖς Βοιωτοῖς, διότι δεῖ κατάγειν Ζεύξιππον καὶ τοὺς ἅμ' αὐτῷ φυγόντας εἰς τὴν οἰκείαν. ὧν προσπεσόντων, δείσαντες οἱ Βοιωτοὶ μὴ κατελθόντων τῶν προειρημένων ἀποσπασθῶσιν ἀπὸ τῆς Μακεδόνων εὐνοίας, βουλόμενοι κατακηρυχθῆναι τὰς κρίσεις τὰς κατὰ τῶν περὶ τὸν Ζεύξιππον, ἃς ἦσαν πρότερον αὐτοῖς ἔτι ὑπογεγραμμένοι *** καὶ τούτῳ τῷ τρόπῳ τῶν δικῶν μίαν μὲν 276 αὐτῶν κατεδίκασαν ἱεροσυλίας, διότι λεπίσαιεν τὴν τοῦ Διὸς τράπεζαν ἀργυρᾶν οὖσαν, μίαν δὲ θανάτου διὰ τὸν Βραχύλλου φόνον. ταῦτα δὲ διοικήσαντες οὐκ ἔτι προσεῖχον τοῖς γραφομένοις, ἀλλ' ἔπεμπον πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς περὶ Καλλίκριτον φάσκοντες οὐ δύνασθαι τὰ κατὰ τοὺς νόμους ᾠκονομημένα παρ' αὑτοῖς ἄκυρα ποιεῖν. ἐν δὲ τοῖς καιροῖς τούτοις πρεσβεύσαντος αὐτοῦ τοῦ Ζευξίππου πρὸς τὴν σύγκλητον, οἱ Ῥωμαῖοι τὴν τῶν Βοιωτῶν προαίρεσιν ἔγραψαν πρός τε τοὺς Αἰτωλοὺς καὶ πρὸς Ἀχαιοὺς κελεύοντες κατάγειν Ζεύξιππον εἰς τὴν οἰκείαν. οἱ δὲ Ἀχαιοὶ τοῦ μὲν διὰ στρατοπέδων ποιεῖσθαι τὴν ἔφοδον ἀπέσχον, πρεσβευτὰς δὲ προεχειρίσαντο πέμπειν τοὺς παρακαλέσοντας τοὺς Βοιωτοὺς τοῖς λεγομένοις ὑπὸ τῶν Ῥωμαίων πειθαρχεῖν καὶ τὴν δικαιοδοσίαν, καθάπερ καὶ τὴν ἐν αὐτοῖς, οὕτω καὶ τὴν πρὸς αὐτοὺς ἐπὶ τέλος ἀγαγεῖν· συνέβαινε γὰρ καὶ τὰ πρὸς τούτους συναλλάγματα παρέλκεσθαι πολὺν ἤδη χρόνον. ὧν διακούσαντες οἱ Βοιωτοί, στρατηγοῦντος Ἱππίου παρ' αὐτοῖς, παραχρῆμα μὲν ὑπέσχοντο ποιήσειν τὰ παρακαλούμενα, μετ' ὀλίγον δὲ πάντων ὠλιγώρησαν. διόπερ ὁ Φιλοποίμην, Ἱππίου μὲν ἀποτεθειμένου τὴν ἀρχήν, Ἀλκέτου δὲ παρειληφότος, ἀπέδωκε τοῖς αἰτουμένοις τὰ ῥύσια κατὰ τῶν Βοιωτῶν. ἐξ ὧν ἐγίνετο καταρχὴ διαφορᾶς τοῖς ἔθνεσιν οὐκ εὐκαταφρόνητος. παραυτίκα γὰρ ἔλαχε * τῶν Μυρρίχου θρεμμάτων καὶ τοῦ Σίμωνος· καὶ περὶ ταῦτα γενομένης συμπλοκῆς, οὐκ ἔτι πολιτικῆς διαφορᾶς ἀλλὰ πολεμικῆς ἔχθρας ἐγένετο καταρχὴ καὶ προοίμιον. εἰ μὲν οὖν ἡ σύγκλητος προσέθηκε τἀκόλουθον περὶ τῆς καθόδου τῶν περὶ τὸν Ζεύξιππον, ταχέως ἂν ἐξεκαύθη πόλεμος· νῦν δ'
128
ἐκείνη τε παρεσιώπησεν, οἵ τε Μεγαρεῖς ἐπέσχον τὰ ῥύσια διαπρεσβευσαμένων *** τοῖς συναλλάγμασιν. 33. Ὅτι ἐγένετο Λυκίοις διαφορὰ πρὸς Ῥοδίους διὰ τοιαύτας αἰτίας. καθ' οὓς καιροὺς οἱ δέκα διῴκουν τὰ περὶ τὴν Ἀσίαν, τότε παρεγενήθησαν πρέσβεις παρὰ μὲν Ῥοδίων Θεαίτητος καὶ Φιλόφρων ἀξιοῦντες αὑτοῖς δοθῆναι τὰ κατὰ Λυκίαν καὶ Καρίαν χάριν τῆς εὐνοίας καὶ προθυμίας, ἣν παρέσχηνται σφίσι κατὰ τὸν 277 Ἀντιοχικὸν πόλεμον· παρὰ δὲ τῶν Ἰλιέων ἧκον Ἵππαρχος καὶ Σάτυρος ἀξιοῦντες διὰ τὴν πρὸς αὑτοὺς οἰκειότητα συγγνώμην δοθῆναι Λυκίοις τῶν ἡμαρτημένων. ὧν οἱ δέκα διακούσαντες ἐπειράθησαν ἑκατέρων στοχάσασθαι κατὰ τὸ δυνατόν· διὰ μὲν γὰρ τοὺς Ἰλιεῖς οὐθὲν ἐβουλεύσαντο περὶ αὐτῶν ἀνήκεστον, τοῖς δὲ Ῥοδίοις χαριζόμενοι προσένειμαν ἐν δωρεᾷ τοὺς Λυκίους. ἐκ ταύτης τῆς διαλήψεως ἐγενήθη στάσις καὶ διαφορὰ τοῖς Λυκίοις πρὸς αὐτοὺς τοὺς Ῥοδίους οὐκ εὐκαταφρόνητος. οἱ μὲν γὰρ Ἰλιεῖς ἐπιπορευόμενοι τὰς πόλεις αὐτῶν ἀπήγγελλον, ὅτι παρῄτηνται τὴν ὀργὴν τῶν Ῥωμαίων καὶ παραίτιοι γεγόνασιν αὐτοῖς τῆς ἐλευθερίας· οἱ δὲ περὶ τὸν Θεαίτητον ἐποιήσαντο τὴν ἀγγελίαν ἐν τῇ πατρίδι φάσκοντες Λυκίαν καὶ Καρίας τὰ μέχρι τοῦ Μαιάνδρου δεδόσθαι Ῥοδίοις ὑπὸ Ῥωμαίων ἐν δωρεᾷ. λοιπὸν οἱ μὲν Λύκιοι πρεσβεύοντες ἧκον εἰς τὴν Ῥόδον ὑπὲρ συμμαχίας, οἱ δὲ Ῥόδιοι προχειρισάμενοί τινας τῶν πολιτῶν ἐξαπέστελλον τοὺς διατάξοντας ταῖς κατὰ Λυκίαν καὶ Καρίαν πόλεσιν ὡς ἕκαστα δεῖ γενέσθαι. μεγάλης δ' οὔσης τῆς παραλλαγῆς περὶ τὰς ἑκατέρων ὑπολήψεις, ἕως μέν τινος οὐ πᾶσιν ἔκδηλος ἦν ἡ διαφορὰ τῶν προειρημένων· ὡς δ' εἰσελθόντες εἰς τὴν ἐκκλησίαν οἱ Ῥόδιοι διελέγοντο περὶ συμμαχίας, καὶ μετὰ τούτους Ποθίων ὁ πρύτανις τῶν Ῥοδίων ἀναστὰς ἐφώτισε τὴν ἑκατέρων αἵρεσιν καὶ προσεπετίμησε τοῖς Λυκίοις· πᾶν γὰρ ὑπομενεῖν ἔφασαν μᾶλλον ἢ ποιήσειν Ῥοδίοις τὸ προσταττόμενον ...... 34. Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἧκον εἰς τὴν Ῥώμην παρά τε τοῦ βασιλέως Εὐμένους πρεσβευταὶ διασαφοῦντες τὸν ἐξιδιασμὸν τοῦ Φιλίππου τῶν ἐπὶ Θρᾴκης πόλεων, καὶ παρὰ Μαρωνιτῶν οἱ φυγάδες κατηγοροῦντες καὶ τὴν αἰτίαν ἀναφέροντες τῆς αὑτῶν ἐκπτώσεως ἐπὶ τὸν Φίλιππον, ἅμα δὲ τούτοις Ἀθαμᾶνες Περραιβοὶ Θετταλοὶ φάσκοντες κομίζεσθαι δεῖν αὑτοὺς τὰς πόλεις, ἃς παρείλετο Φίλιππος αὐτῶν κατὰ τὸν Ἀντιοχικὸν πόλεμον. ἧκον δὲ καὶ παρὰ τοῦ Φιλίππου πρέσβεις πρὸς ἅπαντας τοὺς κατηγο 278 ρήσαντας ἀπολογησόμενοι. γενομένων δὲ πλειόνων λόγων πᾶσι τοῖς προειρημένοις πρὸς τοὺς παρὰ τοῦ Φιλίππου πρεσβευτάς, ἔδοξε τῇ συγκλήτῳ παραυτίκα καταστῆσαι πρεσβείαν τὴν ἐπισκεψομένην τὰ κατὰ τὸν Φίλιππον καὶ παρέξουσαν ἀσφάλειαν τοῖς βουλομένοις κατὰ πρόσωπον λέγειν τὸ φαινόμενον καὶ κατηγορεῖν τοῦ βασιλέως. καὶ κατεστάθησαν οἱ περὶ τὸν Κόιντον Καικίλιον καὶ Μάρκον Βαίβιον καὶ Τιβέριον Κλαύδιον. 35. Ὅτι κατὰ τὴν Πελοπόννησον ὡς μέν, ἔτι Φιλοποίμενος στρατηγοῦντος, εἴς τε τὴν Ῥώμην ἐξαπέστειλε πρεσβευτὰς τὸ τῶν Ἀχαιῶν ἔθνος ὑπὲρ τῆς Λακεδαιμονίων πόλεως πρός τε τὸν βασιλέα Πτολεμαῖον τοὺς ἀνανεωσομένους τὴν προϋπάρχουσαν αὐτῷ συμμαχίαν, ἐδηλώσαμεν, φησὶν ὁ Πολύβιος. κατὰ δὲ τὸν ἐνεστῶτα χρόνον, Ἀρισταίνου στρατηγοῦντος, οἵ τε παρὰ Πτολεμαίου τοῦ βασιλέως πρέσβεις ἧκον, ἐν Μεγαλοπόλει τῆς συνόδου τῶν Ἀχαιῶν ὑπαρχούσης· ἐξαπεστάλκει δὲ καὶ ὁ βασιλεὺς Εὐμένης πρεσβευτὰς ἐπαγγελλόμενος ρʹ καὶ εἴκοσι τάλαντα δώσειν τοῖς Ἀχαιοῖς ἐφ' ᾧ, δανειζομένων τούτων, ἐκ τῶν τόκων μισθοδοτεῖσθαι τὴν βουλὴν τῶν Ἀχαιῶν ἐπὶ ταῖς κοιναῖς συνόδοις. ἧκον δὲ καὶ παρὰ Σελεύκου τοῦ βασιλέως πρεσβευταὶ τήν τε φιλίαν ἀνανεωσόμενοι καὶ δεκαναΐαν μακρῶν πλοίων ἐπαγγελλόμενοι δώσειν τοῖς Ἀχαιοῖς. ἐχούσης δὲ τῆς συνόδου πραγματικῶς, πρῶτοι παρῆλθον οἱ περὶ Νικόδημον τὸν Ἠλεῖον, καὶ τούς τε ῥηθέντας ἐν τῇ συγκλήτῳ λόγους ὑφ' αὑτῶν ὑπὲρ τῆς τῶν Λακεδαιμονίων πόλεως διῆλθον τοῖς Ἀχαιοῖς καὶ τὰς ἀποκρίσεις ἀνέγνωσαν, ἐξ ὧν ἦν λαμβάνειν ἐκδοχήν, ὅτι δυσαρεστοῦνται μὲν καὶ τῇ τῶν τειχῶν συντελέσει καὶ τῇ καταλύσει τῶν ἐν τῷ Κομπασίῳ διαφθαρέντων, οὐ μὴν ἄκυρόν τι ποιεῖν. οὐθενὸς δ' οὔτ' ἀντειπόντος οὔτε συνηγορήσαντος, οὕτω πως παρεπέμφθη. Μετὰ δὲ τούτους ἐπῆλθον οἱ παρ' Εὐμένους πρέσβεις καὶ τήν τε συμμαχίαν τὴν πατρικὴν ἀνενεώσατο καὶ τὴν ὑπὲρ τῶν χρημάτων ἐπαγγελίαν διεσάφησαν τοῖς πολλοῖς, καὶ πλείω δὲ πρὸς 279 ταύτας τὰς ὑποθέσεις διαλεχθέντες καὶ
129
μεγάλην εὔνοιαν καὶ φιλανθρωπίαν τοῦ βασιλέως ἐμφήναντες πρὸς τὸ ἔθνος κατέπαυσαν τὸν λόγον. μεθ' οὓς Ἀπολλωνίδας ὁ Σικυώνιος ἀναστὰς κατὰ μὲν τὸ πλῆθος τῶν διδομένων χρημάτων ἀξίαν ἔφη τὴν δωρεὰν τῶν Ἀχαιῶν, κατὰ δὲ τὴν προαίρεσιν τοῦ διδόντος καὶ τὴν χρείαν, εἰς ἣν δίδονται, πασῶν αἰσχίστην καὶ παρανομωτάτην. τῶν γὰρ νόμων κωλυόντων μηθένα μήτε ἰδιωτῶν μήτε τῶν ἀρχόντων παρὰ βασιλέως δῶρα λαμβάνειν κατὰ μηδ' ὁποίαν πρόφασιν, πάντας ἅμα δωροδοκεῖσθαι προφανῶς προσδεξαμένους τὰ χρήματα πάντων εἶναι παρανομώτατον, πρὸς δὲ τούτοις αἴσχιστον ὁμολογουμένως. τὸ γὰρ ὀψωνιάζεσθαι τὴν βουλὴν ὑπ' Εὐμένους καθ' ἕκαστον ἔτος καὶ βουλεύεσθαι περὶ τῶν κοινῶν καταπεπωκότας οἱονεὶ δέλεαρ, πρόδηλον ἔχειν τὴν αἰσχύνην καὶ τὴν βλάβην. νῦν μὲν γὰρ Εὐμένη διδόναι χρήματα, μετὰ δὲ ταῦτα Προυσίαν δώσειν, καὶ πάλιν Σέλευκον· τῶν δὲ πραγμάτων ἐναντίαν φύσιν ἐχόντων τοῖς τε βασιλεῦσι καὶ ταῖς δημοκρατίαις, καὶ τῶν πλείστων καὶ μεγίστων διαβουλίων ἀεὶ γινομένων περὶ τῶν πρὸς τοὺς βασιλεῖς ἡμῖν διαφερόντων, φανερῶς ἀνάγκη δυοῖν θάτερον ἢ τὸ τῶν βασιλέων λυσιτελὲς ἐπίπροσθεν γίνεσθαι τοῦ ἰδίᾳ συμφέροντος, ἢ τούτου μὴ συμβαίνοντος ἀχαρίστους φαίνεσθαι πᾶσιν ἀντιπράττοντας τοῖς αὑτῶν μισθοδόταις. διὸ μὴ μόνον ἀπείπασθαι παρεκάλει τοὺς Ἀχαιούς, ἀλλὰ καὶ μισεῖν τὸν Εὐμένη διὰ τὴν ἐπίνοιαν τῆς δόσεως. Μετὰ δὲ τοῦτον ἀναστὰς Πάσανδρος Αἰγινήτης ἀνέμνησε τοὺς Ἀχαιοὺς τῆς Αἰγινητῶν ἀκληρίας, ᾗ περιέπεσον διὰ τὸ μετὰ τῶν Ἀχαιῶν συμπολιτεύεσθαι, ὅτε Πόπλιος Σολπίκιος ἐπιπλεύσας τῷ στόλῳ πάντας ἐξηνδραποδίσατο τοὺς ταλαιπώρους Αἰγινήτας· ὑπὲρ ὧν διεσαφήσαμεν, τίνα τρόπον Αἰτωλοὶ κύριοι γενόμενοι τῆς πόλεως κατὰ τὰς πρὸς Ῥωμαίους συνθήκας Ἀττάλῳ παραδοῖεν λʹ τάλαντα παρ' αὐτοῦ λαβόντες. ταῦτ' οὖν τιθεὶς τοῖς Ἀχαιοῖς πρὸ ὀφθαλμῶν ἠξίου τὸν Εὐμένη μὴ διάφορα προτείνοντα θηρεύειν τὴν τῶν Ἀχαιῶν εὔνοιαν, ἀλλὰ τὴν πόλιν ἀποδιδόντα τυγχάνειν πάντων τῶν φιλανθρώπων ἀναντιρρήτως. τοὺς δὲ Ἀχαιοὺς παρεκάλει μὴ δέχεσθαι τοιαύτας δωρεάς, δι' ὧν φανήσονται καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας ἀφαιρούμενοι τῆς Αἰγινητῶν σωτηρίας. 280 Τοιούτων δὲ γενομένων λόγων, ἐπὶ τοσοῦτον παρέστη τὸ πλῆθος ὥστε μὴ τολμῆσαι μηθένα συνειπεῖν τῷ βασιλεῖ, πάντας δὲ μετὰ κραυγῆς ἐκβαλεῖν τὴν προτεινομένην δωρεάν, καίτοι δοκούσης αὐτῆς ἔχειν τι δυσαντοφθάλμητον διὰ τὸ πλῆθος τῶν προτεινομένων χρημάτων. Ἐπὶ δὲ τοῖς προειρημένοις εἰσήχθη τὸ περὶ Πτολεμαίου διαβούλιον. ἐν ᾧ προκληθέντων τῶν ἀποσταλέντων πρεσβευτῶν ὑπὸ τῶν Ἀχαιῶν πρὸς Πτολεμαῖον, προελθὼν Λυκόρτας μετὰ τῶν πρεσβευτῶν ἀπελογίσατο πρῶτον μὲν τίνα τρόπον καὶ δοῖεν καὶ λάβοιεν τοὺς ὅρκους [παρὰ τῶν Ἀχαιῶν] ὑπὲρ τῆς συμμαχίας; εἶτα ὅτι κομίζοιεν δωρεὰν κοινῇ τοῖς Ἀχαιοῖς ἑξακισχίλια μὲν ὅπλα χαλκᾶ πελταστικά, διακόσια δὲ τάλαντα νομίσματος ἐπισήμου χαλκοῦ· πρὸς δὲ τούτοις ἐπῄνεσε τὸν βασιλέα καὶ βραχέα περὶ τῆς εὐνοίας αὐτοῦ καὶ προθυμίας τῆς εἰς τὸ ἔθνος εἰπὼν κατέστρεψε τὸν λόγον. ἐφ' οἷς ἀναστὰς ὁ τῶν Ἀχαιῶν στρατηγὸς Ἀρίσταινος ἤρετο τόν τε παρὰ τοῦ Πτολεμαίου πρεσβευτὴν καὶ τοὺς ἐξαπεσταλμένους ὑπὸ τῶν Ἀχαιῶν ἐπὶ τὴν ἀνανέωσιν, ποίαν ἧκε συμμαχίαν ἀνανεωσάμενος. οὐδενὸς δ' ἀποκρινομένου, πάντων δὲ διαλαλούντων πρὸς ἀλλήλους, πλῆρες ἦν τὸ βουλευτήριον ἀπορίας. ἦν δὲ τὸ ποιοῦν τὴν ἀλογίαν τοιοῦτον. οὐσῶν καὶ πλειόνων συμμαχιῶν τοῖς Ἀχαιοῖς πρὸς τὴν Πτολεμαίου βασιλείαν, καὶ τούτων ἐχουσῶν μεγάλας διαφορὰς κατὰ τὰς τῶν καιρῶν περιστάσεις, οὔθ' ὁ παρὰ τοῦ Πτολεμαίου πρεσβευτὴς οὐδεμίαν ἐποιήσατο διαστολήν, ὅτ' ἀνενεοῦτο, καθολικῶς δὲ περὶ τοῦ πράγματος ἐλάλησεν, οὔθ' οἱ πεμφθέντες πρέσβεις, ἀλλ' ὡς μιᾶς ὑπαρχούσης αὐτοί τε τοὺς ὅρκους ἔδοσαν καὶ παρὰ τοῦ βασιλέως ἔλαβον. ὅθεν προφερομένου τοῦ στρατηγοῦ πάσας τὰς συμμαχίας καὶ κατὰ μέρος ἐν ἑκάστῃ διαστελλομένου, μεγάλης οὔσης διαφορᾶς, ἐζήτει τὸ πλῆθος εἰδέναι ποίαν ἀνανεοῖτο συμμαχίαν. οὐ δυναμένου δὲ λόγον ὑποσχεῖν οὔτε τοῦ Φιλοποίμενος, ὃς ἐποιήσατο στρατηγῶν τὴν ἀνανέωσιν, οὔτε τῶν περὶ τὸν Λυκόρταν τῶν πρεσβευσάντων εἰς τὴν Ἀλεξάνδρειαν, οὗτοι μὲν ἐσχεδιακότες ἐφαίνοντο τοῖς 281 κοινοῖς πράγμασιν, ὁ δ' Ἀρίσταινος μεγάλην ἐφείλκετο φαντασίαν ὡς μόνος εἰδὼς τί λέγει, καὶ τέλος οὐκ εἴασε κυρωθῆναι τὸ διαβούλιον, ἀλλ' εἰς ὑπέρθεσιν ἤγαγε διὰ τὴν προειρημένην ἀλογίαν. τῶν δὲ παρὰ τοῦ Σελεύκου πρέσβεων εἰσελθόντων, ἔδοξε τοῖς Ἀχαιοῖς τὴν μὲν φιλίαν ἀνανεώσασθαι πρὸς τὸν Σέλευκον, τὴν δὲ τῶν
130
πλοίων δωρεὰν κατὰ τὸ παρὸν ἀπείπασθαι. Καὶ τότε μὲν περὶ τούτων βουλευσάμενοι διέλυσαν εἰς τὰς ἰδίας ἕκαστοι πόλεις· μετὰ δὲ ταῦτα, τῆς πανηγύρεως ἀκμαζούσης, ἦλθε Κόιντος Καικίλιος ἐκ Μακεδονίας ἀνακάμπτων ἀπὸ τῆς πρεσβείας, ἧς ἐπρέσβευσε πρὸς Φίλιππον. καὶ συναγαγόντος Ἀρισταίνου τοῦ στρατηγοῦ τὰς ἀρχὰς εἰς τὴν τῶν Ἀργείων πόλιν, εἰσελθὼν ὁ Κόιντος ἐμέμφετο φάσκων αὐτοὺς βαρύτερον καὶ πικρότερον τοῦ δέοντος κεχρῆσθαι τοῖς Λακεδαιμονίοις καὶ παρεκάλει διὰ πλειόνων διορθώσασθαι τὴν προγεγενημένην ἄγνοιαν. ὁ μὲν οὖν Ἀρίσταινος εἶχε τὴν ἡσυχίαν δῆλος ὢν ἐξ αὐτοῦ τοῦ σιωπᾶν, ὅτι δυσαρεστεῖται τοῖς οἰκονομουμένοις καὶ συνευδοκεῖ τοῖς ὑπὸ Καικιλίου λεγομένοις· ὁ δὲ Διοφάνης ὁ Μεγαλοπολίτης ἄνθρωπος στρατιωτικώτερος ἢ πολιτικώτερος ἀναστὰς οὐχ οἷον ἀπελογήθη τι περὶ τῶν Ἀχαιῶν, ἀλλὰ καὶ προσυπέδειξε τῷ Καικιλίῳ διὰ τὴν πρὸς τὸν Φιλοποίμενα παρατριβὴν ἕτερον ἔγκλημα κατὰ τῶν Ἀχαιῶν· ἔφη γὰρ οὐ μόνον τὰ κατὰ Λακεδαίμονα κεχειρίσθαι κακῶς, ἀλλὰ καὶ τὰ κατὰ Μεσσήνην. ἦσαν δὲ περὶ τῶν φυγαδικῶν τοῖς Μεσσηνίοις ἀντιρρήσεις τινὲς πρὸς ἀλλήλους περὶ τὸ τοῦ Τίτου διάγραμμα καὶ τὴν τοῦ Φιλοποίμενος διόρθωσιν. ὅθεν ὁ Καικίλιος δοκῶν ἔχειν καὶ τῶν Ἀχαιῶν αὐτῶν τινας ὁμογνώμονας, μᾶλλον ἠγανάκτει τῷ μὴ κατακολουθεῖν ἑτοίμως τοῖς ὑπ' αὐτοῦ παρακαλουμένοις τοὺς συνεληλυθότας. τοῦ δὲ Φιλοποίμενος καὶ Λυκόρτα, σὺν δὲ τούτοις Ἄρχωνος, πολλοὺς καὶ ποικίλους διαθεμένων λόγους ὑπὲρ τοῦ καλῶς μὲν διῳκῆσθαι τὰ κατὰ τὴν Σπάρτην καὶ συμφερόντως αὐτοῖς μάλιστα τοῖς Λακεδαιμονίοις, ἀδύνατον δ' εἶναι τὸ κινῆσαί τι τῶν ὑποκειμένων ἄνευ τοῦ παραβῆναι καὶ τὰ πρὸς τοὺς ἀνθρώπους δίκαια καὶ τὰ πρὸς τοὺς θεοὺς ὅσια, μένειν ἔδοξε τοῖς παροῦσιν ἐπὶ τῶν ὑποκειμένων καὶ ταύτην δοῦναι τῷ πρεσβευτῇ τὴν ἀπόκρισιν. ὁ δὲ Καικίλιος ὁρῶν 282 τὴν τούτων προαίρεσιν ἠξίου τοὺς πολλοὺς αὑτῷ συναγαγεῖν εἰς ἐκκλησίαν. οἱ δὲ τῶν Ἀχαιῶν ἄρχοντες ἐκέλευον αὐτὸν δεῖξαι τὰς ἐντολὰς ἃς εἶχε παρὰ τῆς συγκλήτου περὶ τούτων, τοῦ δὲ παρασιωπῶντος οὐκ ἔφασαν αὐτῷ συνάξειν τὴν ἐκκλησίαν· τοὺς γὰρ νόμους οὐκ ἐᾶν, ἐὰν μὴ φέρῃ τις ἔγγραπτα παρὰ τῆς συγκλήτου, περὶ ὧν οἴεται δεῖν συνάγειν. ὁ δὲ Καικίλιος ἐπὶ τοσοῦτον ὠργίσθη διὰ τὸ μηθὲν αὐτῷ συγχωρεῖσθαι τῶν ἀξιουμένων, ὥστ' οὐδὲ τὴν ἀπόκρισιν ἠβουλήθη δέξασθαι παρὰ τῶν ἀρχόντων, ἀλλ' ἀναπόκριτος ἀπῆλθεν. οἱ δ' Ἀχαιοὶ τὴν αἰτίαν ἀνέφερον καὶ τῆς πρότερον παρουσίας ἅμα τῆς Μάρκου τοῦ Φολουίου καὶ τῆς τότε τῶν περὶ τὸν Καικίλιον ἐπὶ τὸν Ἀρίσταινον καὶ τὸν Διοφάνην, ὡς τούτους ἀντισπασαμένους διὰ τὴν ἀντιπολιτείαν τὴν πρὸς τὸν Φιλοποίμενα· καί τις ἦν ὑποψία τῶν πολλῶν πρὸς τοὺς προειρημένους ἄνδρας. καὶ τὰ μὲν κατὰ Πελοπόννησον ἐν τούτοις ἦν. 36. Ὅτι τῶν περὶ τὸν Καικίλιον ἀνακεχωρηκότων ἐκ τῆς Ἑλλάδος καὶ διασεσαφηκότων τῇ συγκλήτῳ περί τε τῶν κατὰ Μακεδονίαν καὶ τῶν κατὰ Πελοπόννησον, εἰσῆγον εἰς τὴν σύγκλητον τοὺς περὶ τούτων παραγεγονότας πρεσβευτάς. εἰσελθόντων δὲ πρῶτον τῶν παρὰ τοῦ Φιλίππου καὶ παρ' Εὐμένους, ἔτι δὲ τῶν ἐξ Αἴνου καὶ Μαρωνίας φυγάδων, καὶ ποιησαμένων τοὺς λόγους ἀκολούθως τοῖς ἐν Θετταλονίκῃ ῥηθεῖσιν ἐπὶ τῶν περὶ τὸν Καικίλιον, ἔδοξε τῇ συγκλήτῳ πέμπειν πάλιν ἄλλους πρεσβευτὰς πρὸς τὸν Φίλιππον τοὺς ἐπισκεψομένους πρῶτον μὲν εἰ παρακεχώρηκε τῶν ἐν Περραιβίᾳ πόλεων κατὰ τὴν τῶν περὶ τὸν Καικίλιον ἐπίκρισιν, εἶτα τοὺς ἐπιτάξοντας αὐτῷ τὰς φρουρὰς ἐξάγειν ἐξ Αἴνου καὶ Μαρωνίας, καὶ συλλήβδην ἀποβαίνειν ἀπὸ τῶν παραθαλαττίων τῆς Θρᾴκης ἐρυμάτων καὶ τόπων καὶ πόλεων. μετὰ δὲ τούτους εἰσῆγον τοὺς ἀπὸ Πελοποννήσου παραγεγονότας. οἵ τε γὰρ Ἀχαιοὶ πρεσβευτὰς ἀπεστάλκεισαν τοὺς περὶ Ἀπολλωνίδαν τὸν Σικυώνιον δικαιολογησομένους πρὸς τὸν Καικίλιον ὑπὲρ τοῦ μὴ λαβεῖν αὐτὸν ἀπόκρισιν καὶ καθόλου διδάξοντας ὑπὲρ τῶν κατὰ Λακεδαίμονα πραγμάτων, ἔκ τε τῆς Σπάρτης Ἀρεὺς καὶ Ἀλκιβιάδης ἐπρέσβευσαν· οὗτοι δ' ἦσαν τῶν ἀρχαίων φυγάδων τῶν ὑπὸ 283 τοῦ Φιλοποίμενος καὶ τῶν Ἀχαιῶν νεωστὶ κατηγμένων εἰς τὴν οἰκείαν. ὃ καὶ μάλιστα τοὺς Ἀχαιοὺς εἰς ὀργὴν ἦγε τῷ δοκεῖν, μεγάλης οὔσης καὶ προσφάτου τῆς εἰς τοὺς φυγάδας εὐεργεσίας, ἐξ αὐτῆς ἐπὶ τοσοῦτον ἀχαριστεῖσθαι παρ' αὐτοῖς ὥστε καὶ καταπρεσβεύειν καὶ κατηγορίαν ποιεῖσθαι πρὸς τοὺς κρατοῦντας τῶν ἀνελπίστως αὐτοὺς σωσάντων καὶ καταγαγόντων εἰς τὴν πατρίδα. ποιησαμένων δὲ καὶ τούτων πρὸς ἀλλήλους ἐκ συγκαταθέσεως
131
τὴν δικαιολογίαν, καὶ διδασκόντων τὴν σύγκλητον τῶν μὲν περὶ τὸν Ἀπολλωνίδαν τὸν Σικυώνιον ὡς ἀδύνατον εἴη τὸ παράπαν ἄμεινον χειρισθῆναι τὰ κατὰ τὴν Σπάρτην ἢ νῦν κεχείρισται διὰ τῶν Ἀχαιῶν καὶ διὰ Φιλοποίμενος, τῶν δὲ περὶ τὸν Ἀρέα τἀναντία πειρωμένων λέγειν καὶ φασκόντων πρῶτον μὲν καταλελύσθαι τὴν τῆς πόλεως δύναμιν ἐξηγμένου τοῦ πλήθους μετὰ βίας, εἶτ' ἐν αὐτοῖς ἐπισφαλῆ καὶ ἀπαρρησίαστον καταλείπεσθαι τὴν πολιτείαν, ἐπισφαλῆ μὲν ὀλίγοις οὖσι καὶ τούτοις τῶν τειχῶν περιῃρημένων, ἀπαρρησίαστον δὲ διὰ τὸ μὴ μόνον τοῖς κοινοῖς δόγμασι τῶν Ἀχαιῶν πειθαρχεῖν, ἀλλὰ καὶ κατ' ἰδίαν ὑπηρετεῖν τοῖς ἀεὶ καθισταμένοις ἄρχουσιν, διακούσασα καὶ τούτων ἡ σύγκλητος ἔκρινε τοῖς αὐτοῖς πρεσβευταῖς δοῦναι καὶ περὶ τούτων ἐντολάς, καὶ κατέστησε πρεσβευτὰς ἐπὶ τὴν Ἑλλάδα τοὺς περὶ Ἄππιον Κλαύδιον. Ἀπελογήθησαν δὲ καὶ πρὸς τὸν Καικίλιον ὑπὲρ τῶν ἀρχόντων οἱ παρὰ τῶν Ἀχαιῶν πρέσβεις ἐν τῇ συγκλήτῳ φάσκοντες οὐθὲν ἀδικεῖν αὐτοὺς οὐδ' ἀξίους ἐγκλήματος ὑπάρχειν ἐπὶ τῷ μὴ συνάγειν τὴν ἐκκλησίαν· νόμον γὰρ εἶναι παρὰ τοῖς Ἀχαιοῖς μὴ συγκαλεῖν τοὺς πολλούς, ἐὰν μὴ περὶ συμμαχίας ἢ πολέμου δέῃ γίνεσθαι διαβούλιον ἢ παρὰ συγκλήτου τις ἐνέγκῃ γράμματα. διὸ καὶ δικαίως τότε βουλεύσασθαι μὲν τοὺς ἄρχοντας συγκαλεῖν τοὺς Ἀχαιοὺς εἰς ἐκκλησίαν, κωλύεσθαι δ' ὑπὸ τῶν νόμων διὰ τὸ μήτε γράμματα φέρειν αὐτὸν παρὰ συγκλήτου μήτε τὰς ἐντολὰς ἐγγράπτους ἐθέλειν δοῦναι τοῖς ἄρχουσιν. ὧν ῥηθέντων ἀναστὰς Καικίλιος τῶν τε περὶ τὸν Φιλοποίμενα καὶ Λυκόρταν κατηγόρησε καὶ καθόλου τῶν Ἀχαιῶν καὶ τῆς οἰκονομίας, ᾗ περὶ τῆς τῶν Λακεδαιμονίων ἐκέχρηντο πόλεως. ἡ δὲ σύγκλητος διακούσασα τῶν λεγομένων ἔδωκε τοῖς Ἀχαιοῖς ἀπόκρισιν, ὅτι περὶ μὲν τῶν 284 κατὰ Λακεδαίμονα πέμψει τοὺς ἐπισκεψομένους, τοῖς δὲ πρεσβευταῖς τοῖς ἀεὶ παρ' ἑαυτῶν ἐκπεμπομένοις παρῄνει προσέχειν τὸν νοῦν καὶ καταδοχὴν ποιεῖσθαι τὴν ἁρμόζουσαν, καθάπερ καὶ Ῥωμαῖοι ποιοῦνται τῶν παραγινομένων πρὸς αὐτοὺς πρεσβευτῶν. 37. Ὅτι Φίλιππος ὁ Μακεδὼν γενόμενος καθ' ἑαυτὸν καὶ συμμεταδοὺς τῶν φίλων Ἀπελλεῖ καὶ Φιλοκλεῖ περὶ τῶν ἐνεστώτων ἔγνω σαφῶς ἐπὶ πολὺ προβεβηκυῖαν αὑτοῦ τὴν πρὸς Ῥωμαίους διαφοράν. καθόλου μὲν οὖν πρόθυμος ἦν εἰς τὸ κατὰ πάντα τρόπον ἀμύνασθαι καὶ μετελθεῖν αὐτούς· πρὸς ἔνια δὲ τῶν ἐπινοουμένων ἀπόχειρος ὢν ἐπεβάλετο πῶς ἂν ἐπιγένοιτό τις ἀναστροφή, καὶ λάβοι χρόνον πρὸς τὰς εἰς τὸν πόλεμον παρασκευάς. ἔδοξεν οὖν αὐτῷ τὸν νεώτατον υἱὸν Δημήτριον πέμπειν εἰς τὴν Ῥώμην, τὰ μὲν ἀπολογησόμενον ὑπὲρ τῶν ἐγκαλουμένων, τὰ δὲ καὶ παραιτησόμενον, εἰ καί τις ἄγνοια ἐγεγόνει περὶ αὐτόν. πάνυ γὰρ ἐπέπειστο διὰ τούτου πᾶν τὸ προτεθὲν ἀνύεσθαι παρὰ τῆς συγκλήτου διὰ τὴν ὑπεροχὴν τὴν γεγενημένην τοῦ νεανίσκου κατὰ τὴν ὁμηρείαν. ταῦτα δὲ διανοηθεὶς ἅμα μὲν ἐγίνετο περὶ τὴν ἐκπομπὴν τούτου καὶ τῶν ἅμα τούτῳ συνεξαποσταλησομένων φίλων, ἅμα δὲ τοῖς Βυζαντίοις ὑπέσχετο βοηθήσειν, οὐχ οὕτως ἐκείνων στοχαζόμενος ὡς ἐπὶ τῇ ἐκείνων προφάσει βουλόμενος καταπλήξασθαι τοὺς τῶν Θρᾳκῶν δυνάστας τῶν ὑπὲρ τὴν Προποντίδα κατοικούντων χάριν τῆς προκειμένης ἐπιβολῆς. 38. Ὅτι κατὰ τὴν θʹ καὶ μʹ ὀλυμπιάδα πρὸς ταῖς ρʹ εἰς τὴν Ῥώμην ἠθροίσθησαν πρεσβειῶν πλῆθος ἀπὸ τῆς Ἑλλάδος, ὅσον οὐ ταχέως πρότερον. τοῦ γὰρ Φιλίππου συγκλεισθέντος εἰς τὴν κατὰ τὸ σύμβολον δικαιοδοσίαν πρὸς τοὺς ἀστυγείτονας, καὶ τῶν Ῥωμαίων γνωσθέντων, ὅτι προσδέχονται τὰς κατὰ Φιλίππου κατηγορίας καὶ πρόνοιαν ποιοῦνται τῆς ἀσφαλείας τῶν πρὸς αὐτὸν ἀμφισβητούντων, ἅπαντες οἱ παρακείμενοι τῇ Μακεδονίᾳ παρῆσαν, οἱ μὲν κατ' ἰδίαν, οἱ δὲ κατὰ πόλιν, οἱ δὲ κατὰ τὰς ἐθνικὰς συστάσεις ἐγκαλοῦντες τῷ Φιλίππῳ· σὺν δὲ τούτοις οἱ παρ' Εὐμένους ἧκον ἅμ' Ἀθηναίῳ τῷ τοῦ βασιλέως ἀδελφῷ κατηγορή 285 σοντες αὐτοῦ περί τε τῶν ἐπὶ Θρᾴκης πόλεων καὶ περὶ τῆς ἀποσταλείσης Προυσίᾳ βοηθείας. ἧκε δὲ καὶ Δημήτριος ὁ τοῦ Φιλίππου πρὸς πάντας τούτους ἀπολογησόμενος, ἔχων Ἀπελλῆ καὶ Φιλοκλῆ μεθ' αὑτοῦ τοὺς τότε δοκοῦντας εἶναι πρώτους φίλους τοῦ βασιλέως. παρῆσαν δὲ καὶ παρὰ Λακεδαιμονίων πρέσβεις ἀφ' ἑκάστου γένους τῶν ἐν τῇ πόλει. πρῶτον μὲν οὖν ἡ σύγκλητος εἰσεκαλέσατο τὸν Ἀθήναιον καὶ δεξαμένη τὸν στέφανον, ὃν ἐκόμιζεν ἀπὸ μυρίων καὶ πεντακισχιλίων χρυσῶν, ἐπῄνεσέ τε μεγαλομερῶς τὸν Εὐμένη καὶ τοὺς ἀδελφοὺς διὰ τῆς ἀποκρίσεως καὶ παρεκάλεσε μένειν ἐπὶ τῆς αὐτῆς αἱρέσεως. ἐπὶ δὲ τούτῳ τὸν Δημήτριον
132
εἰσαγαγόντες οἱ στρατηγοὶ παρεκαλέσαντο τοὺς κατηγοροῦντας τοῦ Φιλίππου πάντας, καὶ παρῆγον κατὰ μίαν πρεσβείαν. οὐσῶν δὲ τῶν πρεσβειῶν πολλῶν, καὶ τῆς εἰσόδου τούτων γενομένης ἐπὶ τρεῖς ἡμέρας, εἰς ἀπορίαν ἐνέπιπτεν ἡ σύγκλητος περὶ τοῦ πῶς δεῖ χειρισθῆναι τὰ κατὰ μέρος. παρά τε γὰρ Θετταλῶν καὶ κατὰ κοινὸν ἧκον καὶ κατ' ἰδίαν ἀφ' ἑκάστης πόλεως πρεσβευταί, παρά τε Περραιβῶν, ὁμοίως δὲ καὶ παρ' Ἀθαμανῶν καὶ παρ' Ἠπειρωτῶν καὶ παρ' Ἰλλυριῶν· ὧν οἱ μὲν περὶ χώρας οἱ δὲ περὶ σωμάτων οἱ δὲ περὶ θρεμμάτων ἧκον ἀμφισβητοῦντες, ἔνιοι δὲ περὶ συμβολαίων καὶ τῶν εἰς αὑτοὺς ἀδικημάτων, τινὲς μὲν οὐ φάσκοντες δύνασθαι τυχεῖν τοῦ δικαίου κατὰ τὸ σύμβολον διὰ τὸ τὸν Φίλιππον ἐκκόπτειν τὴν δικαιοδοσίαν, τινὲς δ' ἐγκαλοῦντες τοῖς κρίμασιν ὡς παραβεβραβευμένοι, διαφθείραντος τοῦ Φιλίππου τοὺς δικαστάς. καθόλου δὲ ποικίλη τις ἦν ἀκρισία καὶ δυσχώρητος ἐκ τῶν κατηγορουμένων. ὅθεν ἡ σύγκλητος οὔτ' αὐτὴ δυναμένη διευκρινεῖν οὔτε τὸν Δημήτριον κρίνουσα δεῖν ἑκάστοις τούτων λόγον ὑπέχειν, ἅτε καὶ φιλανθρώπως πρὸς αὐτὸν διακειμένη καὶ θεωροῦσα νέον ὄντα κομιδῇ καὶ πολὺ τῆς τοιαύτης συστροφίας καὶ ποικιλίας ἀπολειπόμενον, μάλιστα δὲ βουλομένη μὴ τῶν Δημητρίου λόγων ἀκούειν, ἀλλὰ τῆς Φιλίππου γνώμης ἀληθινὴν λαβεῖν πεῖραν, αὐτὸν μὲν Δημήτριον παρέλυσε τῆς δικαιολογίας, ἤρετο δὲ τὸν νεανίσκον καὶ τοὺς σὺν αὐτῷ φίλους, εἴ τινα περὶ τούτων ὑπομνηματισμὸν ἔχουσι παρὰ τοῦ βασιλέως. τοῦ δὲ Δημητρίου φήσαντος ἔχειν καὶ προτείναντός τι βιβλίδιον 286 οὐ μέγα, λέγειν αὐτὸν ἐκέλευσεν ἥνπερ τὰ ὑπομνήματα περιεῖχε πρὸς ἕκαστον τῶν κατηγορουμένων ἀπόφασιν κεφαλαιώδη. ὁ δὲ τὸ μὲν πεποιηκέναι τὸ προσταχθὲν ὑπὸ Ῥωμαίων ἔφασκεν, ἢ τὴν αἰτίαν τοῦ μὴ πεπρᾶχθαι τοῖς ἐγκαλοῦσιν ἀνετίθει· προσέκειτο δὲ πρὸς ταῖς πλείσταις ἀποφάσεσιν· καίτοι οὐκ ἴσως χρησαμένων ἡμῖν τῶν πρεσβευτῶν τῶν περὶ Καικίλιον ἐν τούτοις, καὶ πάλιν· καίτοι γε οὐ δικαίως ἡμῶν ταῦτα πασχόντων. τοιαύτης δ' οὔσης τῆς Φιλίππου γνώμης ἐν πάσαις ταῖς ἀποφάσεσιν, διακούσασα τῶν παραγεγονότων ἡ σύγκλητος μίαν ἐποιήσατο περὶ πάντων διάληψιν. ἀποδεξαμένη γὰρ τὸν Δημήτριον μεγαλομερῶς καὶ φιλανθρώπως διὰ τοῦ στρατηγοῦ, πολλοὺς καὶ παρακλητικοὺς πρὸς αὐτὸν διαθεμένη λόγους ἀπόκρισιν ἔδωκεν, διότι περὶ πάντων καὶ τῶν εἰρημένων ὑπ' αὐτοῦ καὶ τῶν ἀνεγνωσμένων Δημητρίῳ πιστεύει, διότι τὰ μὲν γέγονε, τὰ δὲ ἔσται, καθάπερ δίκαιόν ἐστι γίνεσθαι. ἵνα δὲ καὶ Φίλιππος εἰδῇ, διότι τὴν χάριν ταύτην ἡ σύγκλητος Δημητρίῳ δίδωσιν, ἐξαποστελεῖν ἔφη πρεσβευτὰς ἐποψομένους, εἰ γίνεται πάντα κατὰ τὴν τῆς συγκλήτου βούλησιν, ἅμα δὲ διασαφήσοντας τῷ βασιλεῖ, διότι τῆς συμπεριφορᾶς τυγχάνει ταύτης διὰ Δημήτριον. Καὶ ταῦτα μὲν τοιαύτης ἔτυχε διεξαγωγῆς· μετὰ δὲ τούτους εἰσῆλθον οἱ παρ' Εὐμένους πρέσβεις περί τε τῆς βοηθείας τῆς ἀποσταλείσης ὑπὸ τοῦ Φιλίππου τῷ Προυσίᾳ κατηγορῆσαι καὶ περὶ τῶν ἐπὶ Θρᾴκης τόπων, φάσκοντες οὐδ' ἔτι καὶ νῦν αὐτὸν ἐξαγηοχέναι τὰς φρουρὰς ἐκ τῶν πόλεων. τοῦ δὲ Φιλοκλέους ὑπὲρ τούτων βουληθέντος ἀπολογεῖσθαι διὰ τὸ καὶ πρὸς τὸν Προυσίαν πεπρεσβευκέναι καὶ τότε περὶ τούτων ἐξαπεστάλθαι πρὸς τὴν σύγκλητον ὑπὸ τοῦ Φιλίππου, βραχύν τινα χρόνον ἡ σύγκλητος ἐπιδεξαμένη τοὺς λόγους ἔδωκεν ἀπόκρισιν, διότι τῶν ἐπὶ Θρᾴκης τόπων, ἐὰν μὴ καταλάβωσιν οἱ πρεσβευταὶ πάντα διῳκημένα κατὰ τὴν τῆς συγκλήτου γνώμην καὶ πάσας τὰς πόλεις εἰς τὴν Εὐμένους πίστιν ἐγκεχειρισμένας, οὐκ ἔτι δυνήσεται φέρειν οὐδὲ καρτερεῖν παρακρουομένη περὶ τούτων. Καὶ τῆς μὲν Φιλίππου καὶ Ῥωμαίων παρατριβῆς ἐπὶ πολὺ προβαινούσης ἐπίστασις ἐγενήθη κατὰ τὸ παρὸν διὰ τὴν τοῦ Δη 287 μητρίου παρουσίαν· πρὸς μέντοι γε τὴν καθόλου τῆς οἰκίας ἀτυχίαν οὐ μικρὰ συνέβη τὴν εἰς τὴν Ῥώμην τοῦ νεανίσκου πρεσβείαν συμβαλέσθαι. ἥ τε γὰρ σύγκλητος ἀπερεισαμένη τὴν χάριν ἐπὶ τὸν Δημήτριον ἐμετεώρισε μὲν τὸ μειράκιον, ἐλύπησε δὲ καὶ τὸν Περσέα καὶ τὸν Φίλιππον ἰσχυρῶς τῷ δοκεῖν μὴ δι' αὐτοὺς ἀλλὰ διὰ Δημήτριον τυγχάνειν τῆς παρὰ Ῥωμαίων φιλανθρωπίας· ὅ τε Τίτος ἐκκαλεσάμενος τὸ μειράκιον καὶ πρσβιβάσας εἰς λόγους ἀπορρήτους οὐκ ὀλίγα συνεβάλετο πρὸς τὴν αὐτὴν ὑπόθεσιν. τόν τε γὰρ νεανίσκον ἐψυχαγώγησεν, ὡς αὐτίκα μάλα συγκατασκευασόντων αὐτῷ Ῥωμαίων τὴν βασιλείαν, τούς τε περὶ τὸν Φίλιππον ἠρέθισε γράψας ἐξ αὐτῆς τὸν Δημήτριον ἀποστέλλειν πάλιν εἰς τὴν Ῥώμην μετὰ τῶν φίλων ὡς πλείστων καὶ χρησιμωτάτων. ταύταις γὰρ ταῖς ἀφορμαῖς χρησάμενος ὁ Περσεὺς μετ' ὀλίγον
133
ἔπεισε τὸν πατέρα συγκαταθέσθαι τῷ Δημητρίου θανάτῳ. Περὶ μὲν οὖν τούτων, ὡς ἐχειρίσθη τὰ κατὰ μέρος, ἐν τοῖς ἑξῆς δηλώσομεν. ἐπὶ δὲ τούτοις εἰσεκλήθησαν οἱ παρὰ τῶν Λακεδαιμονίων πρέσβεις. τούτων δ' ἦσαν διαφοραὶ δʹ. οἱ μὲν γὰρ περὶ Λύσιν ἥκοντες τῶν ἀρχαίων φυγάδων ἐπρέσβευον φάσκοντες δεῖν ἔχειν αὐτοὺς πάσας τὰς κτήσεις ἀφ' ὧν ἐξ ἀρχῆς ἔφυγον, οἱ δὲ περὶ τὸν Ἀρέα καὶ τὸν Ἀλκιβιάδην, ἐφ' ᾧ ταλαντιαίαν λαβόντες κτῆσιν ἐκ τῶν ἰδίων τὰ λοιπὰ διαδοῦναι τοῖς ἀξίοις τῆς πολιτείας, Σήριππος δ' ἐπρέσβευε περὶ τοῦ μένειν τὴν ὑποκειμένην κατάστασιν, ἣν ἔχοντές ποτε συνεπολιτεύοντο μετὰ τῶν Ἀχαιῶν, ἀπὸ δὲ τῶν τεθανατωμένων καὶ τῶν ἐκπεπτωκότων κατὰ τὰ τῶν Ἀχαιῶν δόγματα παρῆσαν οἱ περὶ Χαίρωνα κάθοδον αὑτοῖς ἀξιοῦντες συγχωρηθῆναι καὶ τὴν πολιτείαν ἀποκατασταθῆναι τοιαύτην *** ἐπορεύοντο πρὸς τοὺς Ἀχαιοὺς οἰκείους ταῖς ἰδίαις ὑποθέσεσι λόγους, οὐ δυναμένη διευκρινεῖν ἡ σύγκλητος τὰς κατὰ μέρος διαφορὰς προεχειρίσατο τρεῖς ἄνδρας τοὺς καὶ πρότερον ἤδη πεπρεσβευκότας περὶ τούτων εἰς τὴν Πελοπόννησον· οὗτοι δ' ἦσαν Τίτος Κόιντος, Καικίλιος *. ἐφ' οἷς γενομένων λόγων πλειόνων, ὑπὲρ μὲν τοῦ καταπορεύεσθαι τοὺς καταπεφευγότας καὶ τεθανατωμένους καὶ περὶ τοῦ μένειν τὴν πόλιν μετὰ τῶν Ἀχαιῶν 288 ἐγένετο πᾶσι σύμφωνον, περὶ δὲ τῶν κτήσεων, πότερον δεῖ τὸ τάλαντον † εἴς τε γὰρ τοὺς φυγάδας ἐκ τῶν ἰδίων ἐκλέξασθαι, περὶ τούτων διημφισβήτουν πρὸς ἀλλήλους. ἵνα δὲ μὴ πάλιν ἐξ ἀκεραίου περὶ πάντων ἀντιλέγοιεν, ἔγγραπτον ὑπὲρ τῶν ὁμολογουμένων ** ἐφ' ὃ πάντες ἐπεβάλοντο τὰς ἰδίας σφραγῖδας. οἱ δὲ περὶ τὸν Τίτον βουλόμενοι καὶ τοὺς Ἀχαιοὺς εἰς τὴν ὁμολογίαν ἐμπλέξαι προσεκαλέσαντο τοὺς περὶ Ξέναρχον· οὗτοι γὰρ ἐπρέσβευον τότε παρὰ τῶν Ἀχαιῶν, ἅμα μὲν ἀνανεούμενοι τὴν συμμαχίαν, ἅμα δὲ τῇ τῶν Λακεδαιμονίων διαφορᾷ προσεδρεύοντες. καὶ παρὰ τὴν προσδοκίαν ἐρωτώμενοι περὶ τῶν γραφομένων, εἰ συνευδοκοῦσιν, οὐκ οἶδ' ὅπως εἰς ἀπορίαν ἐνέπεσον· δυσηρεστοῦντο μὲν γὰρ τῇ καθόδῳ τῶν φυγάδων καὶ τῶν τεθανατωμένων διὰ τὸ γίνεσθαι παρὰ τὰ τῶν Ἀχαιῶν δόγματα καὶ παρὰ τὴν στήλην, εὐδοκοῦντο δὲ τοῖς ὅλοις τῷ γράφεσθαι, διότι δεῖ τὴν πόλιν τῶν Λακεδαιμονίων πολιτεύειν μετὰ τῶν Ἀχαιῶν. καὶ πέρας τὰ μὲν ἀπορούμενοι τὰ δὲ καταπληττόμενοι τοὺς ἄνδρας ἐπεβάλοντο τὴν σφραγῖδα. ἡ δὲ σύγκλητος προχειρισαμένη Κόιντον Μάρκιον πρεσβευτὴν ἐξαπέστελλεν ἐπί τε τὰ κατὰ Μακεδονίαν καὶ τὰ κατὰ Πελοπόννησον. 39. Ὅτι Δεινοκράτης ὁ Μεσσήνιος παραγενόμενος εἰς τὴν Ῥώμην πρεσβευτὴς καὶ καταλαβὼν τὸν Τίτον πρεσβευτὴν καθεσταμένον ὑπὸ τῆς συγκλήτου πρός τε Προυσίαν καὶ τὸν Σέλευκον, περιχαρὴς ἐγενήθη νομίζων τὸν Τίτον διά τε τὴν πρὸς αὐτὸν φιλίαν (ἐγεγόνει γὰρ αὐτῷ συνήθης κατὰ τὸν Λακωνικὸν πόλεμον) καὶ διὰ τὴν πρὸς τὸν Φιλοποίμενα διαφορὰν παραγενόμενον εἰς τὴν Ἑλλάδα χειριεῖν τὰ κατὰ τὴν Μεσσήνην πάντα κατὰ τὴν αὑτοῦ προαίρεσιν. διὸ καὶ παρεὶς τἄλλα προσεκαρτέρει τῷ Τίτῳ καὶ πάσας εἰς τοῦτον ἀπηρείσατο τὰς ἐλπίδας. καὶ ὁ Δεινοκράτης παρῆν μετὰ τοῦ Τίτου εἰς τὴν Ἑλλάδα πεπεισμένος ἐξ ἐφόδου τὰ κατὰ τὴν Μεσσήνην χειρισθήσεσθαι κατὰ τὴν αὑτοῦ βούλησιν, οἱ δὲ περὶ τὸν Φιλοποίμενα σαφῶς ἐπεγνωκότες, ὅτι περὶ τῶν Ἑλληνικῶν ὁ Τίτος οὐδεμίαν ἐντολὴν ἔχει παρὰ τῆς συγκλήτου, 289 τὴν ἡσυχίαν εἶχον καραδοκοῦντες αὐτοῦ τὴν παρουσίαν. ἐπεὶ δὲ καταπλεύσας εἰς Ναύπακτον ἔγραφε τῷ στρατηγῷ καὶ τοῖς δημιουργοῖς τῶν Ἀχαιῶν κελεύων συνάγειν τοὺς Ἀχαιοὺς εἰς ἐκκλησίαν, ἀντέγραψαν αὐτῷ διότι ποιήσουσιν, ἂν γράψῃ περὶ τίνων βούλεται διαλεχθῆναι τοῖς Ἀχαιοῖς· τοὺς γὰρ νόμους ταῦτα τοῖς ἄρχουσιν ἐπιτάττειν. τοῦ δὲ μὴ τολμῶντος γράφειν, αἱ μὲν τοῦ Δεινοκράτους ἐλπίδες καὶ τῶν ἀρχαίων λεγομένων φυγάδων, τότε δὲ προσφάτως ἐκ τῆς Λακεδαίμονος ἐκπεπτωκότων, καὶ συλλήβδην ἡ τοῦ Τίτου παρουσία καὶ προσδοκία τοῦτον τὸν τρόπον διέπεσεν. 40. Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἐξαπεστάλησαν ὑπὸ τῶν ἐκ Λακεδαίμονος φυγάδων πρέσβεις εἰς τὴν Ῥώμην, ἐν οἷς ἦν Ἀρκεσίλαος καὶ Ἀγησίπολις, ὃς ἔτι παῖς ὢν ἐγενήθη βασιλεὺς ἐν τῇ Σπάρτῃ. τούτους μὲν οὖν λῃσταί τινες περιπεσόντες ἐν τῷ πελάγει διέφθειραν, οἱ δὲ μετὰ τούτων κατασταθέντες διεκομίσθησαν εἰς τὴν Ῥώμην. 41. Ὅτι τοῦ Δημητρίου παραγενηθέντος ἐκ τῆς Ῥώμης εἰς τὴν Μακεδονίαν καὶ κομίζοντος τὰς ἀποκρίσεις, ἐν αἷς οἱ Ῥωμαῖοι πᾶσαν τὴν ἐξ αὑτῶν χάριν καὶ πίστιν εἰς τὸν
134
Δημήτριον ἀπηρείδοντο καὶ διὰ τοῦτον ἔφασαν πάντα πεποιηκέναι καὶ ποιήσειν, οἱ μὲν Μακεδόνες ἀπεδέχοντο τὸν Δημήτριον μεγάλων ὑπολαμβάνοντες ἀπολελύσθαι φόβων καὶ κινδύνων (προσεδόκων γὰρ ὅσον οὔπω τὸν ἀπὸ Ῥωμαίων πόλεμον ἐπ' αὐτοὺς ἥξειν διὰ τὰς τοῦ Φιλίππου παρατριβάς), ὁ δὲ Φίλιππος καὶ Περσεὺς οὐχ ἡδέως ἑώρων τὸ γινόμενον, οὐδ' ἤρεσεν αὐτοῖς τὸ δοκεῖν τοὺς Ῥωμαίους αὐτῶν μὲν μηθένα λόγον ποιεῖσθαι, τῷ δὲ Δημητρίῳ πᾶσαν ἀνατιθέναι τὴν ἐξ αὐτῶν χάριν. οὐ μὴν ἀλλ' ὁ μὲν Φίλιππος ἐπεκρύπτετο τὴν ἐπὶ τούτοις δυσαρέστησιν, ὁ δὲ Περσεὺς οὐ μόνον ἐν τῇ πρὸς Ῥωμαίους εὐνοίᾳ παρὰ πολὺ τἀδελφοῦ λειπόμενος, ἀλλὰ καὶ περὶ τἄλλα πάντα καθυστερῶν καὶ τῇ φύσει καὶ τῇ κατασκευῇ, δυσχερῶς ἔφερεν, τὸ δὲ συνέχον ἐδεδίει περὶ τῆς ἀρχῆς, μὴ πρεσβύτερος ὢν ἐξωσθῇ διὰ τὰς προειρημένας αἰτίας. διὸ τούς τε φίλους ἔφθειρε τοὺς τοῦ Δημητρίου. 42. Ὅτι κατὰ τὸ δεύτερον ἔτος ἡ σύγκλητος, παραγενομένων πρέσβεων παρὰ Εὐμένους καὶ Φαρνάκου καὶ παρὰ τοῦ τῶν Ἀχαιῶν ἔθνους, ἔτι δὲ παρὰ τῶν ἐκ τῆς Λακεδαίμονος ἐκπεπτωκότων καὶ παρὰ τῶν κατεχόντων τὴν πόλιν, ἐχρημάτισε τούτοις· ἧκον δὲ καὶ Ῥόδιοι πρεσβεύοντες ὑπὲρ τῆς Σινωπέων ἀτυχίας. τούτοις μὲν οὖν καὶ τοῖς παρ' Εὐμένους καὶ Φαρνάκου πρεσβεύουσιν ἡ σύγκλητος ἀπεκρίθη, διότι πέμψει πρεσβευτὰς τοὺς ἐπισκεψομένους περί τε Σινωπέων καὶ περὶ τῶν τοῖς βασιλεῦσιν ἀμφισβητουμένων. τοῦ δὲ Κοΐντου Μαρκίου προσφάτως ἐκ τῆς Ἑλλάδος παραγεγονότος καὶ περί τε τῶν ἐν Μακεδονίᾳ καὶ περὶ τῶν ἐν Πελοποννήσῳ διασεσαφηκότος, οὐκ ἔτι πολλῶν προσεδεήθη λόγων ἡ σύγκλητος, ἀλλ' εἰσκαλεσαμένη καὶ τοὺς ἀπὸ Πελοποννήσου καὶ Μακεδονίας πρεσβεύοντας διήκουσε μὲν τῶν λόγων, τάς γε μὴν ἀποκρίσεις ἔδωκε καὶ τὴν διάληψιν ἐποιήσατο τῶν πραγμάτων οὐ πρὸς τοὺς τῶν πρεσβευτῶν λόγους, ἀλλὰ πρὸς τὴν ἀποπρεσβείαν ἁρμοσαμένη τοῦ Μαρκίου. ὃς ὑπὲρ μὲν τοῦ Φιλίππου τοῦ βασιλέως ἀπηγγέλκει, διότι πεποίηκε μὲν τὰ προσταττόμενα, πεποίηκε δὲ τὰ πάντα βαρυνόμενος, καὶ ὅτι λαβὼν καιρὸν πᾶν τι ποιήσει κατὰ Ῥωμαίων. διὸ καὶ τοῖς μὲν παρὰ τοῦ Φιλίππου πρεσβευταῖς τοιαύτην ἔδωκε τὴν ἀπόκρισιν, δι' ἧς ἐπὶ μὲν τοῖς γεγονόσιν ἐπῄνει τὸν Φίλιππον, εἰς δὲ τὸ λοιπὸν ᾤετο δεῖν προσέχειν αὐτόν, ἵνα μηδὲν ὑπεναντίον φαίνηται πράττων Ῥωμαίοις. περὶ δὲ τῶν κατὰ Πελοπόννησον ὁ Μάρκιος τοιαύτην ἐπεποίητο τὴν ἀπαγγελίαν, διότι, τῶν Ἀχαιῶν οὐ βουλομένων ἀναφέρειν οὐδὲν ἐπὶ τὴν σύγκλητον, ἀλλὰ φρονηματιζομένων καὶ πάντα δι' ἑαυτῶν πράττειν ἐπιβαλλομένων, ἐὰν παρακούσωσι μόνον αὐτῶν κατὰ τὸ παρὸν καὶ βραχεῖαν ἔμφασιν ποιήσωσι δυσαρεστήσεως, ταχέως ἡ Λακεδαιμόνων τῇ Μεσσήνῃ συμφρονήσει. τούτου δὲ γενομένου μετὰ μεγάλης χάριτος ἥξειν τοὺς Ἀχαιοὺς ἔφη καταπεφευγότας ἐπὶ Ῥωμαίους. διὸ τοῖς μὲν ἐκ τῆς Λακεδαίμονος ἀπεκρίθησαν τοῖς περὶ Σήριππον βουλόμενοι μετέωρον ἐᾶσαι τὴν πόλιν, διότι πάντα πεποιήκασιν αὐτοῖς τὰ δυνατά, κατὰ δὲ τὸ παρὸν οὐ νομίζουσιν εἶναι τοῦτο τὸ πρᾶγμα πρὸς αὑτούς. τῶν δὲ Ἀχαιῶν 291 παρακαλούντων, εἰ μὲν δυνατόν ἐστιν, βοήθειαν αὐτοῖς πέμψαι κατὰ τὴν συμμαχίαν ἐπὶ τοὺς Μεσσηνίους, εἰ δὲ μή, προνοηθῆναι, ἵνα μηθεὶς τῶν ἐξ Ἰταλίας μήθ' ὅπλα μήτε σῖτον εἰς τὴν Μεσσήνην εἰσαγάγῃ, τούτων μὲν οὐδενὶ προσεῖχον, ἀπεκρίθησαν δὲ διότι οὐδ' ἂν ὁ Λακεδαιμονίων ἢ Κορινθίων ἢ Ἀργείων ἀφίστηται δῆμος, οὐ δεήσει τοὺς Ἀχαιοὺς θαυμάζειν, ἐὰν μὴ πρὸς αὑτοὺς ἡγῶνται. ταύτην δὲ τὴν ἀπόκρισιν ἐκθέμενοι κηρύγματος ἔχουσαν διάθεσιν τοῖς βουλομένοις ἕνεκεν Ῥωμαίων ἀφίστασθαι τῆς τῶν Ἀχαιῶν πολιτείας λοιπὸν τοὺς πρεσβευτὰς παρακατεῖχον, καραδοκοῦντες τὰ κατὰ τὴν Μεσσήνην, πῶς προχωρήσει τοῖς Ἀχαιοῖς. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν. 43. Ὅτι ὁ Λυκόρτας ὁ τῶν Ἀχαιῶν στρατηγὸς τοὺς Μεσσηνίους καταπληξάμενος τῷ πολέμῳ. πάλαι μὲν οἱ Μεσσήνιοι καταπεπληγμένοι τὸν πρὸ τοῦ χρόνον τοὺς προεστῶτας, τότε μόλις ἐθάρρησάν τινες αὐτῶν φωνὴν ἀφιέναι πιστεύσαντες τῇ τῶν πολεμίων ἐφεδρείᾳ καὶ λέγειν, ὅτι δεῖ πρεσβεύειν ὑπὲρ διαλύσεως. οἱ μὲν οὖν περὶ τὸν Δεινοκράτην οὐκ ἔτι δυνάμενοι πρὸς τὸ πλῆθος ἀντοφθαλμεῖν διὰ τὸ περιέχεσθαι *** τοῖς πράγμασιν εἴξαντες ἀνεχώρησαν εἰς τὰς ἰδίας οἰκήσεις· οἱ δὲ πολλοὶ παρακληθέντες ὑπό τε τῶν πρεσβυτέρων καὶ μάλιστα τῶν ἐκ Βοιωτίας πρεσβευτῶν, οἳ πρότερον ἤδη παραγεγονότες ἐπὶ τὰς διαλύσεις, Ἐπαινετὸς καὶ Ἀπολλόδωρος, εὐκαίρως τότε παρέτυχον ἐν τῇ Μεσσήνῃ, ταχέως ἐπακολουθήσαντες ἐπὶ τὰς
135
διαλύσεις οἱ Μεσσήνιοι κατέστησαν πρεσβευτὰς καὶ τούτους ἐξέπεμψαν δεόμενοι τυχεῖν συγγνώμης ἐπὶ τοῖς ἡμαρτημένοις. ὁ δὲ στρατηγὸς τῶν Ἀχαιῶν παραλαβὼν τοὺς συνάρχοντας καὶ διακούσας τῶν παραγεγονότων μίαν ἔφη Μεσσηνίοις πρὸς τὸ ἔθνος εἶναι διάλυσιν, ἐὰν μὲν τοὺς αἰτίους τῆς ἀποστάσεως καὶ τῆς Φιλοποίμενος ἀναιρέσεως ἤδη παραδῶσιν αὑτῷ, περὶ δὲ τῶν ἄλλων ἁπάντων ἐπιτροπὴν δῶσι τοῖς Ἀχαιοῖς, εἰς δὲ τὴν ἄκραν ἐκδέξωνται παραχρῆμα φυλακήν. ἀναγγελθέντων δὲ τούτων εἰς τοὺς ὄχλους, οἱ μὲν πάλαι πικρῶς διακείμενοι πρὸς τοὺς αἰτίους τοῦ πολέμου πρόθυμοι τούτους ἦσαν ἐκδιδόναι καὶ συλλαμβάνειν, οἱ δὲ πεπεισμένοι μηδὲν πείσεσθαι δεινὸν ὑπὸ τῶν Ἀχαιῶν ἑτοίμως συγκατέβαινον εἰς τὴν ὑπὲρ τῶν ὅλων ἐπιτροπήν. τὸ δὲ συνέχον, οὐκ ἔχοντες αἵρεσιν 292 περὶ τῶν παρόντων ὁμοθυμαδὸν ἐδέξαντο τὰ προτεινόμενα. τὴν μὲν οὖν ἄκραν εὐθέως παραλαβὼν ὁ στρατηγὸς τοὺς πελταστὰς εἰς αὐτὴν παρήγαγεν, μετὰ δὲ ταῦτα προσλαβὼν τοὺς ἐπιτηδείους ἐκ τοῦ στρατοπέδου παρῆλθεν εἰς τὴν πόλιν καὶ συναγαγὼν τοὺς ὄχλους παρεκάλεσε τὰ πρέποντα τοῖς ἐνεστῶσι καιροῖς, ἐπαγγελλόμενος ἀμεταμέλητον αὐτοῖς ἔσεσθαι τὴν πίστιν. τῆς μὲν οὖν ὑπὲρ τῶν ὅλων διαλήψεως τὴν ἀναφορὰν ἐπὶ τὸ ἔθνος ἐποιήσατο (καὶ γὰρ ὥσπερ ἐπίτηδες συνέβαινε τότε πάλιν συνάγεσθαι τοὺς Ἀχαιοὺς εἰς Μεγάλην πόλιν ἐπὶ τὴν δευτέραν σύνοδον), τῶν δὲ ἐν ταῖς αἰτίαις ὅσοι μὲν μετέσχον τοῦ παρ' αὐτὸν τὸν καιρὸν ἐπανελέσθαι τὸν Φιλοποίμενα, τούτοις ἐπέταξε παραχρῆμα πάντας αὐτοὺς ἐξάγειν ἐκ τοῦ ζῆν. 44. Ὅτι οἱ Μεσσήνιοι διὰ τὴν αὑτῶν ἄγνοιαν εἰς τὴν ἐσχάτην παραγενόμενοι διάθεσιν ἀποκατέστησαν εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν τῆς συμπολιτείας διὰ τὴν Λυκόρτα καὶ τῶν Ἀχαιῶν μεγαλοψυχίαν. ἡ δ' Ἀβία καὶ Θουρία καὶ Φαραὶ κατὰ τὸν καιρὸν τοῦτον ἀπὸ μὲν τῆς Μεσσήνης ἐχωρίσθησαν, ἰδίᾳ δὲ θέμεναι στήλην ἑκάστη μετεῖχε τῆς κοινῆς συμπολιτείας. Ῥωμαῖοι δὲ πυθόμενοι κατὰ λόγον κεχωρηκέναι τοῖς Ἀχαιοῖς τὰ κατὰ τὴν Μεσσήνην, οὐδένα λόγον ποιησάμενοι τῆς πρότερον ἀποφάσεως ἄλλην ἔδωκαν τοῖς αὐτοῖς πρεσβευταῖς ἀπόκρισιν, διασαφοῦντες ὅτι πρόνοιαν πεποίηνται τοῦ μηθένα τῶν ἐξ Ἰταλίας μήθ' ὅπλα μήτε σῖτον εἰσάγειν εἰς τὴν Μεσσήνην. ἐξ οὗ καταφανεῖς ἅπασιν ἐγενήθησαν ὅτι τοσοῦτον ἀπέχουσι τοῦ τὰ μὴ λίαν ἀναγκαῖα τῶν ἐκτὸς πραγμάτων ἀποτρίβεσθαι καὶ παρορᾶν, ὡς τοὐναντίον καὶ δυσχεραίνουσιν ἐπὶ τῷ μὴ πάντων τὴν ἀναφορὰν ἐφ' ἑαυτοὺς γίνεσθαι καὶ πάντα πράττεσθαι μετὰ τῆς αὑτῶν γνώμης. εἰς δὲ τὴν Λακεδαίμονα παραγενομένων τῶν πρεσβευτῶν ἐκ τῆς Ῥώμης καὶ κομιζόντων τὴν ἀπόκρισιν, εὐθέως ὁ στρατηγὸς τῶν Ἀχαιῶν μετὰ τὸ συντελέσαι τὰ κατὰ τὴν Μεσσήνην συνῆγε τοὺς πολλοὺς εἰς τὴν τῶν Σικυωνίων πόλιν, ἀθροισθέντων δὲ τῶν Ἀχαιῶν ἀνεδίδου διαβούλιον ὑπὲρ τοῦ προσλαβέσθαι τὴν Σπάρτην εἰς τὴν συμπολιτείαν φάσκων Ῥωμαίους μὲν ἀποτρίβεσθαι τὴν πρότερον 293 αὐτοῖς δοθεῖσαν ἐπιτροπὴν ὑπὲρ τῆς πόλεως ταύτης (ἀποκεκρίσθαι γὰρ αὐτοὺς νῦν μηθὲν εἶναι τῶν κατὰ Λακεδαίμονα πραγμάτων εἰς αὑτούς), τοὺς δὲ κυριεύοντας τῆς Σπάρτης κατὰ τὸ παρὸν βούλεσθαι σφίσι μετέχειν τῆς συμπολιτείας. διὸ παρεκάλει προσδέχεσθαι τὴν πόλιν· εἶναι γὰρ τοῦτο κατὰ βʹ τρόπους συμφέρον, καθ' ἕνα μὲν ὅτι τούτους μέλλουσι προσλήψεσθαι τοὺς διατετηρηκότας τὴν πρὸς τὸ ἔθνος πίστιν, καθ' ἕτερον δὲ διότι τῶν ἀρχαίων φυγάδων τοὺς ἀχαρίστως καὶ ἀσεβῶς ἀνεστραμμένους εἰς αὑτοὺς οὐχ ἕξουσι κοινωνοὺς τῆς πολιτείας, ἀλλ' ἑτέρων αὐτοὺς ἐκκεκλεικότων τῆς πόλεως, βεβαιώσαντες τὰς ἐκείνων προαιρέσεις ἅμα τὴν ἁρμόζουσαν αὐτοῖς χάριν ἀποδώσουσι μετὰ τῆς τῶν θεῶν προνοίας. ὁ μὲν οὖν Λυκόρτας ταῦτα καὶ τὰ τοιαῦτα λέγων παρεκάλει τοὺς Ἀχαιοὺς προσδέξασθαι τὴν πόλιν· ὁ δὲ Διοφάνης καί τινες ἕτεροι βοηθεῖν ἐπειρῶντο τοῖς φυγάσι καὶ παρεκάλουν τοὺς Ἀχαιοὺς μὴ συνεπιθέσθαι τοῖς ἐκπεπτωκόσιν, μηδὲ δι' ὀλίγους ἀνθρώπους συνεπισχῦσαι τοῖς ἀσεβῶς καὶ παρανόμως αὐτοὺς ἐκ τῆς πατρίδος ἐκβεβληκόσιν. τοιαῦτα μὲν ἦν τὰ ῥηθέντα παρ' ἑκατέρων· οἱ δ' Ἀχαιοὶ διακούσαντες ἀμφοτέρων ἔκριναν προσλαβέσθαι τὴν πόλιν, καὶ μετὰ ταῦτα στήλης προγραφείσης συνεπολιτεύετο μετὰ τῶν Ἀχαιῶν ἡ Σπάρτη, προσδεξαμένων τῶν ἐν τῇ πόλει τούτους τῶν ἀρχαίων φυγάδων, ὅσοι μηδὲν ἐδόκουν ἄγνωμον πεποιηκέναι κατὰ τοῦ τῶν Ἀχαιῶν ἔθνους. οἱ δ' Ἀχαιοὶ ταῦτα κυρώσαντες πρεσβευτὰς ἀπέστειλαν εἰς τὴν Ῥώμην τοὺς περὶ Βίππον τὸν Ἀργεῖον διασαφήσοντας τῇ συγκλήτῳ περὶ πάντων. ὁμοίως δὲ καὶ Λακεδαιμόνιοι τοὺς περὶ Χαίρωνα
136
κατέστησαν. ἐξαπέστειλαν δὲ καὶ οἱ φυγάδες τοὺς περὶ Κλῆτιν Διακτόριον τοὺς καταστησομένους ἐν τῇ συγκλήτῳ πρὸς τοὺς παρὰ τῶν Ἀχαιῶν πρεσβευτάς. Εἰς δὲ τὴν Ῥώμην παραγεγονότων τῶν πρεσβευτῶν παρά τε τῶν ἐκ Λακεδαίμονος φυγάδων καὶ παρὰ τῶν Ἀχαιῶν, ἅμα δὲ καὶ τῶν παρ' Εὐμένους καὶ παρ' Ἀριαράθου τοῦ βασιλέως ἡκόντων καὶ τῶν παρὰ Φαρνάκου, τούτοις πρῶτον ἐχρημάτισεν ἡ σύγκλητος. Βραχεῖ δὲ χρόνῳ πρότερον ἀνηγγελκότων τῶν περὶ τὸν Μάρκον πρεσβευτῶν, οὓς ἀπεστάλκεισαν ἐπὶ τὸν Εὐμένει καὶ Φαρνάκῃ συνεστηκότα πόλεμον, καὶ διασεσαφηκότων περί τε τῆς 294 Εὐμένους μετριότητος ἐν πᾶσι καὶ περὶ τῆς Φαρνάκου πλεονεξίας καὶ καθόλου τῆς ὑπερηφανίας, οὐκ ἔτι πολλῶν προσεδεήθη λόγων ἡ σύγκλητος διακούσασα τῶν παραγεγονότων, ἀπεκρίθη δὲ διότι πάλιν πέμψει πρεσβευτὰς τοὺς φιλοτιμότερον ἐπισκεψομένους ὑπὲρ τῶν διαφερόντων τοῖς προειρημένοις. μετὰ δὲ ταῦτα τῶν ἐκ τῆς Λακεδαίμονος φυγάδων εἰσπορευθέντων καὶ τῶν ἐκ τῆς πόλεως ἅμα τούτοις, ἐπὶ πολὺ διακούσασα τοῖς μὲν ἐκ τῆς πόλεως οὐδὲν ἐπετίμησε περὶ τῶν γεγονότων, τοῖς δὲ φυγάσιν ἐπηγγείλατο γράψειν πρὸς τοὺς Ἀχαιοὺς περὶ τοῦ κατελθεῖν αὐτοὺς εἰς τὴν οἰκείαν. μετὰ δέ τινας ἡμέρας εἰσπορευθέντων τῶν περὶ Βίππον τὸν Ἀργεῖον, οὓς ἀπεστάλκει τὸ τῶν Ἀχαιῶν ἔθνος, καὶ διασαφούντων περὶ τῆς Μεσσηνίων ἀποκαταστάσεως, οὐθενὶ δυσαρεστήσασα περὶ τῶν οἰκονομουμένων ἡ σύγκλητος ἀπεδέξατο φιλανθρώπως τοὺς πρεσβευτάς. 45. Ὅτι κατὰ τὴν Πελοπόννησον παραγενομένων ἐκ Ῥώμης τῶν ἐκ τῆς Λακεδαίμονος φυγάδων καὶ κομιζόντων παρὰ τῆς συγκλήτου γράμματα τοῖς Ἀχαιοῖς ὑπὲρ τοῦ προνοηθῆναι ὑπὲρ τῆς αὑτῶν καθόδου καὶ σωτηρίας εἰς τὴν οἰκείαν, ἔδοξε τοῖς Ἀχαιοῖς ὑπερθέσθαι τὸ διαβούλιον, ἕως ἂν οἱ παρ' αὐτῶν ἔλθωσι πρεσβευταί. ταῦτα δὲ τοῖς φυγάσιν ἀποκριθέντες συνέθεντο τὴν πρὸς Μεσσηνίους στήλην συγχωρήσαντες αὐτοῖς πρὸς τοῖς ἄλλοις φιλανθρώποις καὶ τριῶν ἐτῶν ἀτέλειαν, ὥστε τὴν τῆς χώρας καταφθορὰν μηδὲν ἧττον βλάψαι τοὺς Ἀχαιοὺς ἢ Μεσσηνίους. τῶν δὲ περὶ τὸν Βίππον παραγενομένων ἐκ τῆς Ῥώμης καὶ διασαφούντων γραφῆναι τὰ γράμματα περὶ τῶν φυγάδων οὐ διὰ τὴν τῆς συγκλήτου σπουδήν, ἀλλὰ διὰ τὴν τῶν φυγάδων φιλοτιμίαν, ἔδοξε τοῖς Ἀχαιοῖς μένειν ἐπὶ τῶν ὑποκειμένων. 46. Ὅτι γενομένων συνθηκῶν πρὸς ἀλλήλους Φαρνάκου καὶ Ἀττάλου καὶ τῶν λοιπῶν, ἅπαντες μετὰ τῶν οἰκείων δυνάμεων ἀνεχώρησαν εἰς τὴν οἰκείαν. Εὐμένης δὲ κατὰ τὸν καιρὸν τοῦτον ἀπολελυμένος τῆς ἀρρωστίας καὶ διατρίβων ἐν Περγάμῳ, παραγενομένου τἀδελφοῦ καὶ διασαφοῦντος περὶ τῶν ᾠκονομημένων, εὐδοκήσας τοῖς γεγονόσι προέθετο πέμπειν τοὺς ἀδελφοὺς ἅπαντας 295 εἰς τὴν Ῥώμην, ἅμα μὲν ἐλπίζων πέρας ἐπιθήσειν τῷ πρὸς τὸν Φαρνάκην πολέμῳ διὰ τῆς τούτων πρεσβείας, ἅμα δὲ συστῆσαι σπουδάζων τοὺς ἀδελφοὺς τοῖς τε ἰδίᾳ φίλοις καὶ ξένοις ὑπάρχουσιν αὐτῶν ἐν τῇ Ῥώμῃ καὶ τῇ συγκλήτῳ κατὰ κοινόν. προθύμων δὲ καὶ τῶν περὶ τὸν Ἄτταλον ὑπαρχόντων ἐγένοντο περὶ τὴν ἐκδημίαν. καὶ τούτων παραγενομένων εἰς τὴν Ῥώμην, καὶ κατ' ἰδίαν μὲν πάντες ἀπεδέχοντο τοὺς νεανίσκους φιλανθρώπως ἅτε συνήθειαν ἐσχηκότες ἐν ταῖς περὶ τὴν Ἀσίαν στρατείαις, ἔτι δὲ μεγαλομερέστερον ἡ σύγκλητος ἀπεδέξατο τὴν παρουσίαν αὐτῶν· καὶ γὰρ ξένια καὶ παροχὰς τὰς μεγίστας ἐξέθηκεν αὐτοῖς καὶ πρὸς τὴν ἔντευξιν καλῶς ἀπήντησεν. οἱ δὲ περὶ τὸν Ἄτταλον εἰσελθόντες εἰς τὴν σύγκλητον τά τε προϋπάρχοντα φιλάνθρωπα διὰ πλειόνων λόγων ἀνενεώσαντο, καὶ τοῦ Φαρνάκου κατηγορήσαντες παρεκάλουν ἐπιστροφήν τινα ποιήσασθαι, δι' ἧς τεύξεται τῆς ἁρμοζούσης δίκης. ἡ δὲ σύγκλητος διακούσασα φιλανθρώπως ἀπεκρίθη, διότι πέμψει πρεσβευτὰς τοὺς κατὰ πάντα τρόπον λύσοντας τὸν πόλεμον. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν οὕτως εἶχεν. 47. Ὅτι περὶ τοὺς αὐτοὺς καιροὺς Πτολεμαῖος ὁ βασιλεὺς βουλόμενος ἐμπλέκεσθαι τῷ τῶν Ἀχαιῶν ἔθνει διεπέμψατο πρεσβευτὴν ἐπαγγελλόμενος δεκαναΐαν δώσειν ἐντελῆ πεντηκοντηρικῶν πλοίων. οἱ δ' Ἀχαιοὶ καὶ διὰ τὸ δοκεῖν τὴν δωρεὰν ἀξίαν εἶναι χάριτος ἀσμένως ἀπεδέξαντο τὴν ἐπαγγελίαν· δοκεῖ γὰρ ἡ δαπάνη οὐ πολὺ λείπειν τῶν δέκα ταλάντων. ταῦτα δὲ βουλευσάμενοι προεχειρίσαντο πρεσβευτὰς Λυκόρταν καὶ Πολύβιον καὶ σὺν τούτοις Ἄρατον υἱὸν Ἀράτου τοῦ Σικυωνίου, τοὺς ἅμα μὲν εὐχαριστήσοντας τῷ βασιλεῖ περί τε τῶν
137
ὅπλων, ὧν πρότερον ἀπέστειλε, καὶ τοῦ νομίσματος, ἅμα δὲ παραληψομένους τὰ πλοῖα καὶ πρόνοιαν ποιησομένους περὶ τῆς ἀποκομιδῆς αὐτῶν. κατέστησαν δὲ τὸν μὲν Λυκόρταν διὰ τὸ κατὰ τὸν καιρόν, καθ' ὃν ἐποιεῖτο τὴν ἀνανέωσιν τῆς συμμαχίας ὁ Πτολεμαῖος, στρατηγοῦντα τότε συνεργῆσαι φιλοτίμως αὐτῷ, τὸν δὲ Πολύβιον νεώτερον ὄντα τῆς κατὰ τοὺς νόμους ἡλικίας διὰ τὸ τήν τε συμμαχίαν αὐτοῦ τὸν πατέρα πρεσβεύσαντα πρὸς Πτολεμαῖον ἀνανεώσασθαι καὶ τὴν δωρεὰν τῶν ὅπλων καὶ τοῦ νομίσματος ἀγαγεῖν τοῖς Ἀχαιοῖς· παραπλησίως 296 δὲ καὶ τὸν Ἄρατον διὰ τὰς προγονικὰς συστάσεις πρὸς τὴν βασιλείαν. οὐ μὴν συνέβη γε τὴν πρεσβείαν ταύτην ἐξελθεῖν διὰ τὸ μεταλλάξαι τὸν Πτολεμαῖον περὶ τοὺς καιροὺς τούτους. 48. Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἀναδόντος Ὑπερβάτου τοῦ στρατηγοῦ διαβούλιον ὑπὲρ τῶν γραφομένων παρὰ Ῥωμαίων ὑπὲρ τῆς τῶν ἐκ Λακεδαίμονος φυγάδων καθόδου τί δεῖ ποιεῖν, οἱ μὲν περὶ τὸν Λυκόρταν παρεκάλουν μένειν ἐπὶ τῶν ὑποκειμένων, διότι Ῥωμαῖοι ποιοῦσι μὲν τὸ καθῆκον αὐτοῖς συνυπακούοντες τοῖς ἀκληρεῖν δοκοῦσιν εἰς τὰ μέτρια τῶν ἀξιουμένων, ὅταν μέντοι γε διδάξῃ τις αὐτούς, ὅτι τῶν παρακαλουμένων τὰ μέν ἐστιν ἀδύνατα τὰ δὲ μεγάλην αἰσχύνην ἐπιφέροντα καὶ βλάβην τοῖς φίλοις, οὔτε φιλονεικεῖν εἰώθασιν οὔτε παραβιάζεσθαι περὶ τῶν τοιούτων. διὸ καὶ νῦν, ἐάν τις αὐτοὺς διδάξῃ ὅτι συμβήσεται τοῖς Ἀχαιοῖς, ἂν πειθαρχήσωσι τοῖς γραφομένοις, παραβῆναι τοὺς ὅρκους τοὺς νόμους τὰς στήλας, ἃ συνέχει τὴν κοινὴν συμπολιτείαν ἡμῶν, ἀναχωρήσουσι καὶ συγκαταθήσονται, διότι καλῶς ἐπέχομεν καὶ παραιτούμεθα περὶ τῶν γραφομένων. ταῦτα μὲν οὖν οἱ περὶ τὸν Λυκόρταν ἔλεγον· οἱ δὲ περὶ τὸν Ὑπέρβατον καὶ Καλλικράτην πειθαρχεῖν τοῖς γραφομένοις παρῄνουν καὶ μήτε νόμον μήτε στήλην μήτ' ἄλλο μηθὲν τούτου νομίζειν ἀναγκαιότερον. τοιαύτης δ' οὔσης τῆς ἀντιλογίας ἔδοξε τοῖς Ἀχαιοῖς πρεσβευτὰς ἐξαποστεῖλαι πρὸς τὴν σύγκλητον τοὺς διδάξοντας ἃ Λυκόρτας λέγει. καὶ παραυτίκα κατέστησαν πρεσβευτὰς Καλλικράτην Λεοντήσιον Λυδιάδαν Μεγαλοπολίτην Ἄρατον Σικυώνιον, καὶ δόντες ἐντολὰς ἀκολούθους τοῖς προειρημένοις ἐξαπέστειλαν. ὧν παραγενομένων εἰς τὴν Ῥώμην, εἰσελθὼν ὁ Καλλικράτης εἰς τὴν σύγκλητον τοσοῦτον ἀπέσχε τοῦ ταῖς ἐντολαῖς ἀκολούθως διδάσκειν τὸ συνέδριον, ὥστε τοὐναντίον ἐκ καταβολῆς ἐπεχείρησεν οὐ μόνον τῶν ἀντιπολιτευομένων κατηγορεῖν θρασέως, ἀλλὰ καὶ τὴν σύγκλητον νουθετεῖν. ἔφη γὰρ αὐτοὺς τοὺς Ῥωμαίους αἰτίους εἶναι τοῦ μὴ πειθαρχεῖν αὐτοῖς τοὺς Ἕλληνας, ἀλλὰ παρακούειν καὶ τῶν γραφομένων καὶ τῶν παραγγελλομένων. δυοῖν γὰρ οὐσῶν αἱρέσεων κατὰ τὸ παρὸν ἐν πάσαις ταῖς δημοκρατικαῖς πολιτείαις, καὶ τῶν μὲν φασκόντων 297 δεῖν ἀκολουθεῖν τοῖς γραφομένοις ὑπὸ Ῥωμαίων καὶ μήτε νόμον μήτε στήλην μήτ' ἄλλο μηθὲν προυργιαίτερον νομίζειν τῆς Ῥωμαίων προαιρέσεως, τῶν δὲ τοὺς νόμους προφερομένων καὶ τοὺς ὅρκους καὶ τὰς στήλας καὶ παρακαλούντων τὰ πλήθη μὴ ῥᾳδίως ταῦτα παραβαίνειν, ἀχαϊκωτέραν εἶναι παρὰ πολὺ ταύτην τὴν ὑπόθεσιν καὶ νικητικωτέραν ἐν τοῖς πολλοῖς, ἐξ οὗ τοῖς μὲν αἱρουμένοις τὰ Ῥωμαίων ἀδοξίαν συνεξακολουθεῖν παρὰ τοῖς ὄχλοις καὶ διαβολήν, τοῖς δ' ἀντιπράττουσι τἀναντία. ἐὰν μὲν οὖν ὑπὸ τῆς συγκλήτου γίνηταί τις ἐπισημασία, ταχέως καὶ τοὺς πολιτευομένους μεταθήσεσθαι πρὸς τὴν Ῥωμαίων αἵρεσιν, καὶ τοὺς πολλοὺς τούτοις ἐπακολουθήσειν διὰ τὸν φόβον. ἐὰν δὲ παρορᾶται τοῦτο τὸ μέρος, ἅπαντας ἀπονεύσειν ἐπ' ἐκείνην τὴν ὑπόθεσιν· ἐνδοξοτέραν γὰρ εἶναι καὶ καλλίω παρὰ τοῖς ὄχλοις. διὸ καὶ νῦν ἤδη τινὰς οὐθὲν ἕτερον προσφερομένους [καὶ] δίκαιον πρὸς φιλοδοξίαν δι' αὐτὸ τοῦτο τῶν μεγίστων τυγχάνειν τιμῶν παρὰ τοῖς ἰδίοις πολιτεύμασιν, διὰ τὸ δοκεῖν ἀντιλέγειν τοῖς ὑφ' ὑμῶν γραφομένοις χάριν τοῦ διαμένειν τοὺς νόμους ἰσχυροὺς καὶ τὰ δόγματα τὰ γινόμενα παρ' αὐτοῖς. εἰ μὲν οὖν ἀδιαφόρως ἔχουσιν ὑπὲρ τοῦ πειθαρχεῖν αὐτοῖς τοὺς Ἕλληνας καὶ συνυπακούειν τοῖς γραφομένοις, ἄγειν αὐτοὺς ἐκέλευε τὴν ἀγωγήν, ἣν καὶ νῦν ἄγουσιν· εἰ δὲ βούλονται γίνεσθαι σφίσι τὰ παραγγελλόμενα καὶ μηθένα καταφρονεῖν τῶν γραφομένων, ἐπιστροφὴν ποιήσασθαι παρεκάλει τοῦ μέρους τούτου τὴν ἐνδεχομένην. εἰ δὲ μή, σαφῶς εἰδέναι, διότι τἀναντία συμβήσεται ταῖς ἐπινοίαις αὐτῶν· ὃ καὶ νῦν ἥκει γινόμενον. πρώην μὲν γὰρ ἐν τοῖς Μεσσηνιακοῖς πολλὰ ποιήσαντος Κοΐντου Μαρκίου πρὸς τὸ μηδὲν τοὺς Ἀχαιοὺς βουλεύσασθαι περὶ Μεσσηνίων ἄνευ τῆς Ῥωμαίων προαιρέσεως, παρακούσαντας καὶ
138
ψηφισαμένους αὐτοὺς τὸν πόλεμον οὐ μόνον τὴν χώραν αὐτῶν καταφθεῖραι πᾶσαν ἀδίκως, ἀλλὰ καὶ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν οὓς μὲν φυγαδεῦσαι, τινὰς δ' αὐτῶν ἐκδότους λαβόντας αἰκισαμένους πᾶσαν αἰκίαν ἀποκτεῖναι, διότι προεκαλοῦντο περὶ τῶν ἀμφισβητουμένων ἐπὶ Ῥωμαίους. νῦν δὲ πάλιν ἐκ πλείονος χρόνου γραφόντων αὐτῶν ὑπὲρ τῆς καθόδου τῶν ἐκ Λακεδαίμονος φυγάδων, τοσοῦτον ἀπέχειν τοῦ πειθαρχεῖν, ὡς καὶ στήλην τεθεῖσθαι καὶ πεποιῆσθαι πρὸς τοὺς κατέχοντας τὴν πόλιν ὅρκους ὑπὲρ 298 τοῦ μηδέποτε κατελεύσεσθαι τοὺς φυγάδας. εἰς ἃ βλέποντας αὐτοὺς ἠξίου πρόνοιαν ποιεῖσθαι τοῦ μέλλοντος. Ὁ μὲν οὖν Καλλικράτης ταῦτα καὶ τοιαῦτ' εἰπὼν ἀπῆλθεν. οἱ φυγάδες δ' ἐπεισελθόντες καὶ βραχέα περὶ αὑτῶν διδάξαντες καί τινα τῶν πρὸς τὸν κοινὸν ἔλεον εἰπόντες ἀνεχώρησαν. ἡ δὲ σύγκλητος δόξασα τὸν Καλλικράτην λέγειν τι τῶν αὐτῇ συμφερόντων καὶ διδαχθεῖσα, διότι δεῖ τοὺς μὲν τοῖς αὑτῆς δόγμασι συνηγοροῦντας αὔξειν, τοὺς δ' ἀντιλέγοντας ταπεινοῦν, οὕτω καὶ τότε πρῶτον ἐπεβάλετο τοὺς μὲν κατὰ τὸ βέλτιστον ἱσταμένους ἐν τοῖς ἰδίοις πολιτεύμασιν ἐλαττοῦν, τοὺς δὲ καὶ δικαίως καὶ ἀδίκως προστρέχοντας αὐτῇ σωματοποιεῖν. ἐξ ὧν αὐτῇ συνέβη κατὰ βραχύ, τοῦ χρόνου προβαίνοντος, κολάκων μὲν εὐπορεῖν, φίλων δὲ σπανίζειν ἀληθινῶν. οὐ μὴν ἀλλὰ τότε περὶ μὲν τῆς καθόδου τῶν φυγάδων οὐ μόνον τοῖς Ἀχαιοῖς ἔγραψε παρακαλοῦσα συνεπισχύειν, ἀλλὰ καὶ τοῖς Αἰτωλοῖς καὶ τοῖς Ἠπειρώταις, σὺν δὲ τούτοις Ἀθηναίοις Βοιωτοῖς Ἀκαρνᾶσιν, πάντας ὡσανεὶ προδιαμαρτυρομένη χάριν τοῦ συντρῖψαι τοὺς Ἀχαιούς. περὶ δὲ τοῦ Καλλικράτους αὐτοῦ κατ' ἰδίαν παρασιωπήσασα τοὺς συμπρεσβευτὰς κατέταξεν εἰς τὴν ἀπόκρισιν, διότι δεῖ τοιούτους ὑπάρχειν ἐν τοῖς πολιτεύμασιν ἄνδρας, οἷός ἐστι Καλλικράτης. ὁ δὲ προειρημένος ἔχων τὰς ἀποκρίσεις ταύτας παρῆν εἰς τὴν Ἑλλάδα περιχαρής, οὐκ εἰδώς, ὅτι μεγάλων κακῶν ἀρχηγὸς γέγονε πᾶσι μὲν τοῖς Ἕλλησιν, μάλιστα δὲ τοῖς Ἀχαιοῖς. ἔτι γὰρ τούτοις ἐξῆν καὶ κατ' ἐκείνους τοὺς χρόνους κατὰ ποσὸν ἰσολογίαν ἔχειν πρὸς Ῥωμαίους διὰ τὸ τετηρηκέναι τὴν πίστιν ἐν τοῖς ἐπιφανεστάτοις καιροῖς, ἐξ οὗ τὰ Ῥωμαίων εἵλοντο, λέγω δὲ τοῖς κατὰ Φίλιππον καὶ Ἀντίοχον. ὅτι δέ, τοῦ τῶν Ἀχαιῶν ἔθνους ηὐξημένου καὶ προκοπὴν εἰληφότος κατὰ τὸ βέλτιστον ἀφ' ὧν ἡμεῖς ἱστοροῦμεν χρόνων, αὕτη πάλιν ἀρχὴ τῆς ἐπὶ τὸ χεῖρον ἐγένετο μεταβολῆς, τὸ Καλλικράτους θράσος. 49. Ὅτι Ῥωμαῖοι ὄντες ἄνθρωποι καὶ ψυχῇ χρώμενοι λαμπρᾷ καὶ προαιρέσει καλῇ πάντας μὲν ἐλεοῦσι τοὺς ἐπταικότας καὶ 299 πᾶσι πειρῶνται χαρίζεσθαι τοῖς καταφεύγουσιν ὡς αὐτούς· ὅταν 299 μέντοι γέ τις ὑπέμνησε τῶν δικαίων τετηρηκὼς τὴν πίστιν, ἀνατρέχουσι καὶ διορθοῦνται σφᾶς αὐτοὺς κατὰ δύναμιν ἐν τοῖς πλείστοις. ὁ δὲ Καλλικράτης πρεσβεύσας κατὰ τοὺς ἐνεστῶτας καιροὺς εἰς τὴν Ῥώμην χάριν τοῦ λέγειν τὰ δίκαια περὶ τῶν Ἀχαιῶν, χρησάμενος κατὰ τοὐναντίον τοῖς πράγμασι καὶ συνεπισπασάμενος τὰ κατὰ Μεσσηνίους, ὑπὲρ ὧν οὐδ' ἐνεκάλουν Ῥωμαῖοι, παρῆν εἰς Ἀχαΐαν προσανατεινόμενος τὸν ἀπὸ Ῥωμαίωνφόβον· καὶ διὰ τὴν ἀποπρεσβείαν καταπληξάμενος καὶ συντρίψας τοὺς ὄχλους διὰ τὸ μηδὲν εἰδέναι τῶν ὑπ' αὐτοῦ κατ' ἀλήθειαν εἰρημένων ἐν τῇ συγκλήτῳ τοὺς πολλούς, πρῶτον μὲν ᾑρέθη στρατηγός, πρὸς τοῖς ἄλλοις κακοῖς καὶ δωροδοκηθείς, ἑξῆς δὲ τούτοις παραλαβὼν τὴν ἀρχὴν κατῆγε τοὺς ἐκ τῆς Λακεδαίμονος καὶ τοὺς ἐκ τῆς Μεσσήνης φυγάδας. 50. Ὅτι ὁ Φαρνάκης, ἐξαπιναίου καὶ βαρείας αὐτῷ τῆς ἐφόδους γενομένης, ἕτοιμος ἦν πρὸς πᾶν τὸ προτεινόμενον· πρέσβεις γὰρ ἐξαπέστειλε πρὸς Εὐμένη καὶ Ἀριαράθην. τῶν δὲ περὶ Εὐμένη καὶ Ἀριαράθην προσδεξαμένων τοὺς λόγους καὶ παραχρῆμα συνεξαποστειλάντων πρεσβευτὰς παρ' αὑτῶν πρὸς τὸν Φαρνάκην, καὶ τούτου γενομένου πλεονάκις παρ' ἑκατέρων, ἐκυρώθησαν αἱ διαλύσεις ἐπὶ τούτοις· εἰρήνην ὑπάρχειν Εὐμένει καὶ Προυσίᾳ καὶ Ἀριαράθῃ πρὸς Φαρνάκην καὶ Μιθριδάτην εἰς τὸν πάντα χρόνον. Γαλατίας μὴ ἐπιβαίνειν Φαρνάκην κατὰ μηδένα τρόπον. ὅσαι γεγόνασι πρότερον συνθῆκαι Φαρνάκῃ πρὸς Γαλάτας, ἀκύρους ὑπάρχειν· ὁμοίως Παφλαγονίας ἐκχωρεῖν ἀποκαταστήσαντα τοὺς οἰκήτορας οὓς πρότερον ἐξαγηόχει, σὺν δὲ τούτοις ὅπλα καὶ βέλη καὶ τὰς ἄλλας παρασκευάς. ἀποδοῦναι δὲ καὶ Ἀριαράθῃ τῶν τε χωρίων ὅσα παρῄρητο μετὰ τῆς προϋπαρχούσης κατασκευῆς καὶ τοὺς ὁμήρους. ἀποδοῦναι δὲ καὶ Τίειον παρὰ τὸν Πόντον, ὃ μετά 300 τινα χρόνον Εὐμένης ἔδωκε Προυσίᾳ πεισθεὶς μετὰ μεγάλης χάριτος. ἐγράφη δὲ καὶ τοὺς αἰχμαλώτους ἀποκαταστῆσαι Φαρνάκην χωρὶς λύτρων καὶ τοὺς
139
αὐτομόλους ἅπαντας· πρὸς δὲ τούτοις τῶν χρημάτων καὶ τῆς γάζης, ἧς ἀπήνεγκε παρὰ Μορζίου καὶ Ἀριαράθου, ἀποδοῦναι τοῖς προειρημένοις βασιλεῦσιν ἐννακόσια τάλαντα, καὶ τοῖς περὶ τὸν Εὐμένη τʹ προσθεῖναι τῆς εἰς τὸν πόλεμον δαπάνης. ἐπεγράφη δὲ καὶ Μιθριδάτῃ τῷ τῆς Ἀρμενίας σατράπῃ τʹ τάλαντα, διότι παραβὰς τὰς πρὸς Εὐμένη συνθήκας ἐπολέμησεν Ἀριαράθῃ. περιελήφθησαν δὲ ταῖς συνθήκαις τῶν μὲν κατὰ τὴν Ἀσίαν δυναστῶν Ἀρταξίας ὁ τῆς πλείστης Ἀρμενίαςἄρχων καὶ Ἀκουσίλοχος, τῶν δὲ κατὰ τὴν Εὐρώπην Γάταλος ὁ Σαρμάτης, τῶν δ' αὐτονομουμένων Ἡρακλεῶται Μεσημβριανοὶ Χερρονησῖται, σὺν δὲ τούτοις Κυζικηνοί. περὶ δὲ τῶν ὁμήρων τελευταῖον ἐγράφη πόσους δεήσει καὶ τίνας δοῦναι τὸν Φαρνάκην· ὧν καὶ παραγενηθέντων ἐξ αὐτῆς ἀνέζευξαν αἱ δυνάμεις. καὶ τοῦ μὲν Εὐμένει καὶ Ἀριαράθῃ πρὸς Φαρνάκην συστάντος πολέμου τοιοῦτον ἀπέβη τὸ τέλος. 51. Ὅτι μετὰ τὴν ἀποστολὴν τῶν ὑπάτων Τιβερίου καὶ Κλαυδίου τὴν πρὸς Ἴστρους καὶ Ἀγρίους ἡ σύγκλητος ἐχρημάτισετοῖς παρὰ τῶν Λυκίων ἥκουσι πρεσβευταῖς, ἤδη τῆς θερείας ληγούσης, οἵτινες παρεγένοντο μὲν εἰς τὴν Ῥώμην ἤδη καταπεπολεμημένων τῶν Λυκίων, ἐξαπεστάλησαν δὲ χρόνοις ἱκανοῖς ἀνώτερον. οἱ γὰρ Ξάνθιοι καθ' ὃν καιρὸν ἔμελλον εἰς τὸν πόλεμον ἐμβαίνειν ἐξέπεμψαν πρεσβευτὰς εἴς τε τὴν Ἀχαΐαν καὶ τὴν Ῥώμην τοὺς περὶ Νικόστρατον, οἳ τότε παραγενηθέντες εἰς τὴν Ῥώμην πολλοὺς εἰς ἔλεον ἐξεκαλέσαντο τῶν ἐν τῷ συνεδρίῳ, τιθέντες ὑπὸ τὴν ὄψιν τήν τε Ῥοδίων βαρύτητα καὶ τὴν αὑτῶν περίστασιν. καὶ τέλος εἰς τοῦτ' ἤγαγον τὴν σύγκλητον ὥστε πέμψαι πρεσβευτὰς εἰς τὴν Ῥόδον τοὺς διασαφήσοντας ὅτι, τῶν ὑπομνηματισμῶν ἀναληφθέντων ὧν οἱ δέκα πρέσβεις ἐποιήσαντο κατὰ τὴν Ἀσίαν, ὅτε τὰ πρὸς Ἀντίοχον ἐχείριζον, εὕρηνται Λύκιοι δεδομένοι Ῥοδίοις οὐκ ἐν δωρεᾷ, τὸ δὲ πλεῖον ὡς φίλοι καὶ σύμμαχοι. τοιαύτης δὲ γενομένης διαλύσεως, οὐδ' ὅλως ἤρεσκε πολλοῖς τὸ γεγονός. 301 ἐδόκουν γὰρ οἱ Ῥωμαῖοι τὰ κατὰ τοὺς Ῥοδίους καὶ Λυκίους διαγωνοθετεῖν θέλοντες ἐκδαπανᾶσθαι τὰς παραθέσεις τῶν Ῥοδίων καὶ τοὺς θησαυρούς, ἀκηκοότες τήν τε νυμφαγωγίαν τὴν νεωστὶ τῷ Περσεῖ γεγενημένην ὑπ' αὐτῶν καὶ τὴν ἀνάπειραν τῶν πλοίων. συνέβαινε γὰρ βραχεῖ χρόνῳ πρότερον ἐπιφανῶς καὶ μεγαλομερῶς ταῖς παρασκευαῖς ἀναπεπειρᾶσθαι τοὺς Ῥοδίους ἅπασι τοῖς σκάφεσι τοῖς ὑπάρχουσιν αὐτοῖς. καὶ γὰρ ξύλων πλῆθος εἰς ναυπηγίαν ἐδίδοτο παρὰ τοῦ Περσέως τοῖς Ῥοδίοις, καὶ στελγίδα χρυσῆν ἑκάστῳ τῶν ἀφρακτιτῶν ἐδεδώρητο τῶν νεωστὶ νενυμφαγωγηκότων αὐτῷ τὴν Λαοδίκην. 52. Ὅτι εἰς τὴν Ῥόδον παραγενομένων τῶν ἐκ τῆς Ῥώμηςπρεσβευτῶν καὶ διασαφούντων τὰ δεδογμένα τῇ συγκλήτῳ, θόρυβος ἦν ἐν τῇ Ῥόδῳ καὶ πολλὴ ταραχὴ περὶ τοὺς πολιτευομένους, ἀγανακτούντων ἐπὶ τῷ μὴ φάσκειν ἐν δωρεᾷ δεδόσθαι τοὺς Λυκίους αὐτοῖς, ἀλλὰ κατὰ συμμαχίαν. ἄρτι γὰρ δοκοῦντες καλῶς τεθεῖσθαι τὰ κατὰ Λυκίους αὖθις ἄλλην ἀρχὴν ἑώρων φυομένην πραγμάτων· εὐθέως γὰρ οἱ Λύκιοι, τῶν Ῥωμαίων παραγενομένων καὶ διασαφούντων ταῦτα τοῖς Ῥοδίοις, πάλιν ἐστασίαζον καὶ πᾶν ὑπομένειν οἷοί τ' ἦσαν ὑπὲρ τῆς αὐτονομίας καὶ τῆς ἐλευθερίας. οὐ μὴν ἀλλ' οἵ γε Ῥόδιοι ἀκούσαντες τῶν πρεσβευτῶν καὶ νομίσαντες ἐξηπατῆσθαι τοὺς Ῥωμαίους ὑπὸ τῶν Λυκίων παραχρῆμα κατέστησαν τοὺς περὶ Λυκόφρονα πρεσβευτὰς διδάξοντας τὴν σύγκλητον περὶ τῶν προειρημένων. καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν, ὅσον οὔπω δοκούντων πάλιν ἐπαναστήσεσθαι τῶν Λυκίων. 53. Ὅτι ἡ σύγκλητος, παραγενομένων τῶν ἐκ τῆς Ῥόδου πρεσβευτῶν, διακούσασα τῶν λόγων ὑπερέθετο τὴν ἀπόκρισιν. ἡκόντων δὲ τῶν Δαρδανίων καὶ περὶ τοῦ πλήθους τῶν Βασταρνῶν καὶ περὶ τοῦ μεγέθους τῶν ἀνδρῶν καὶ τῆς ἐν τοῖς κινδύνοις τόλμης ἐξηγουμένων, καὶ διασαφούντων περὶ τῆς Περσέως κοινοπραγίας καὶ τῶν Γαλατῶν, καὶ φασκόντων τοῦτον ἀγωνιᾶν μᾶλλον ἢ τοὺς Βαστάρνας καὶ διὰ ταῦτα δεομένων σφίσι βοηθεῖν, παρόντων δὲ καὶ Θετταλῶν καὶ συνεπιμαρτυρούντων τοῖς Δαρδανίοις, καὶ παρακαλούντων καὶ τούτων ἐπὶ τὴν βοήθειαν, ἔδοξε τῇ συγκλήτῳ πέμψαι τινὰς τοὺς αὐτόπτας ἐσομένους τῶν προσ 302 αγγελλομένων. καὶ παραυτίκα καταστήσαντες Αὖλον Ποστόμιον ἐξαπέστειλαν καὶ σὺν τούτῳ τινὰς τῶν νέων. Περὶ πρέσβεων ἐθνικῶν πρὸς Ῥωμαίους λόγος κζʹ.
140
54. Ὅτι ἐν τῷ καιρῷ τούτῳ παρεγένοντο πρέσβεις παρὰ μὲν Θεσπιέων οἱ περὶ Λασὺν καὶ Καλλέαν, παρὰ δὲ Νέωνος Ἰσμηνίας, οἱ μὲν περὶ Λασὺν ἐγχειρίζοντες τὴν ἑαυτῶν πατρίδα Ῥωμαίοις, ὁ δὲ Ἰσμηνίας κατὰ κοινὸν πάσας τὰς ἐν τῇ Βοιωτίᾳ πόλεις διδοὺς εἰς τὴν τῶν πρεσβευτῶν πίστιν. ἦν δὲ τοῦτο μὲν ἐναντιώτατον τοῖς περὶ τὸν Μάρκιον, τὸ δὲ κατὰ πόλιν διελεῖν τοὺς Βοιωτοὺς οἰκειότατον. διὸ τοὺς μὲν περὶ τὸν Λασὺν καὶ τοὺς Χαιρωνεῖς καὶ τοὺς Λεβαδεῖς καὶ τοὺς ἄλλους, ὅσοι παρῆσαν ἀπὸ τῶν πόλεων, ἀσμένως ἀπεδέχοντο καὶ κατέψων, τὸν δὲ Ἰσμηνίαν παρεδειγμάτιζον ἀποτριβόμενοι καὶ παρορῶντες, ὅτε καὶ συνεπιθέμενοί τινες τῶν φυγάδων μικροῦ κατέλευσαν τὸν Ἰσμηνίαν, εἰ μὴ κατέφυγεν ὑπὸ τὰ δίθυρα τῶν Ῥωμαίων. κατὰ δὲ τὸν καιρὸν τοῦτον ἐν ταῖς Θήβαις συνέβαινε ταραχὰς εἶναι καὶ στάσεις· οἱ μὲν γὰρ ἔφασαν δεῖν διδόναι τὴν πόλιν εἰς τὴν Ῥωμαίων πίστιν, οἱ δὲ Κορωνεῖς καὶ Ἁλιάρτιοι συνδεδραμηκότες εἰς τὰς Θήβας ἀκμὴν ἀντεποιοῦντο τῶν πραγμάτων καὶ μένειν ἔφασαν δεῖν ἐν τῇ πρὸς τὸν Περσέα συμμαχίᾳ. καὶ μέχρι μέν τινος ἐφάμιλλος ἦν ἡ διάθεσις τῶν στασιαζόντων· Ὀλυμπίχου δὲ τοῦ Κορωνέως πρώτου μεταθεμένου καὶ φάσκοντος δεῖν ἀντέχεσθαι Ῥωμαίων, ἐγένετο ὁλοσχερὴς ῥοπὴ καὶ μετάπτωσις τοῦ πλήθους. καὶ πρῶτον μὲν τὸν Δικέταν ἠνάγκασαν πρεσβεύειν πρὸς τοὺς περὶ τὸν Μάρκιον ἀπολογησόμενον ὑπὲρ τῆς πρὸς τὸν Περσέα συμμαχίας, μετὰ δὲ ταῦτα τοὺς περὶ τὸν Νέωνα καὶ τὸν Ἱππίαν ἐξέβαλον συντρέχοντες ἐπὶ τὰς οἰκίας αὐτῶν καὶ κελεύοντες αὐτοὺς ὑπὲρ αὑτῶν ἀπολογεῖσθαι περὶ τῶν διῳκονομημένων· οὗτοι γὰρ 303 ἦσαν οἱ τὰ περὶ τὴν συμμαχίαν οἰκονομήσαντες. τούτων δὲ παραχωρησάντων ἐξ αὐτῆς ἀθροισθέντες εἰς ἐκκλησίαν πρῶτον μὲν τιμὰς ἐψηφίσαντο καὶ δωρεὰς τοῖς Ῥωμαίοις, εἶτα ἐνεργεῖν ἐπέταξαν τοῖς ἄρχουσι τὴν συμμαχίαν· ἐπὶ δὲ πᾶσι πρεσβευτὰς κατέστησαν τοὺς ἐγχειριοῦντας τὴν πόλιν Ῥωμαίοις καὶ κατάξοντας τοὺς παρ' αὑτῶν φυγάδας. Τούτων δὲ συντελουμένων ἐν ταῖς Θήβαις, οἱ φυγάδες ἐν τῇ Χαλκίδι προστησάμενοι Πομπίδην κατηγορίαν ἐποιοῦντο τῶν περὶ τὸν Ἰσμηνίαν καὶ Νέωνα καὶ Δικέταν. προδήλου δὲ τῆς ἀγνοίας οὔσης τῶν προειρημένων, καὶ τῶν Ῥωμαίων συνεπισχυόντων τοῖς φυγάσιν, εἰς τὴν ἐσχάτην διάθεσιν ἧκον οἱ περὶ τὸν Ἱππίαν, ὥστε καὶ τῷ βίῳ κινδυνεῦσαι παρ' αὐτὸν τὸν καιρὸν ὑπὸ τῆς ὁρμῆς τοῦ πλήθους, ἕως οὗ βραχύ τι τῆς ἀσφαλείας αὐτῶν προυνοήθησαν οἱ Ῥωμαῖοι παρακατασχόντες τὴν ἐπιφορὰν τῶν ὄχλων. τῶν δὲ Θηβαίων παραγενομένων καὶ κομιζόντων τὰ προειρημένα δόγματα καὶ τὰς τιμάς, ταχεῖαν ἕκαστα τῶν πραγμάτων ἐλάμβανε τὴν ἀνταπόδοσιν, ἅτε τῶν πόλεων παρακειμένων ἀλλήλαις ἐν πάνυ βραχεῖ διαστήματι. πλὴν ἀποδεξάμενοι τοὺς Θηβαίους οἱ περὶ τὸν Μάρκιον τήν τε πόλιν ἐπῄνεσαν καὶ τοὺς φυγάδας συνεβούλευσαν καταγαγεῖν εἰς τὴν οἰκείαν, εὐθύς τε παρήγγειλαν πρεσβεύειν πᾶσι τοῖς ἀπὸ τῶν πόλεων εἰς τὴν Ῥώμην διδόντας αὑτοὺς εἰς τὴν πίστιν κατ' ἰδίαν ἑκάστους. πάντων δὲ κατὰ τὴν πρόθεσιν αὐτοῖς χωρούντων, (ταῦτα δ' ἦν τὸ διαλῦσαι τῶν Βοιωτῶν τὸ ἔθνος καὶ λυμήνασθαι τὴν τῶν πολλῶν εὔνοιαν πρὸς τὴν Μακεδόνων οἰκίαν) οὗτοι μὲν μεταπεμψάμενοι Σερούιον ἐξ Ἄργους καὶ καταλιπόντες ἐπὶ τῆς Χαλκίδος προῆγον ἐπὶ Πελοπόννησον, Νέων δὲ μετά τινας ἡμέρας ἀνεχώρησεν εἰς Μακεδονίαν. οἱ δὲ περὶ τὸν Ἰσμηνίαν καὶ Δικέταν τότε μὲν ἀπήχθησαν εἰς φυλακήν, μετὰ δέ τινα χρόνον ἀπήλλαξαν αὑτοὺς ἐκ τοῦ ζῆν. τὸ δὲ τῶν Βοιωτῶν ἔθνος ἐπὶ πολὺν χρόνον συντετηρηκὸς τὴν κοινὴν συμπολιτείαν καὶ πολλοὺς καὶ ποικίλους καιροὺς διαπεφευγὸς παραδόξως τότε προπετῶς καὶ ἀλογίστως ἑλόμενον τὰ παρὰ Περσέως εἰκῇ καὶ παιδαριωδῶς πτοηθὲν κατελύθη καὶ διεσκορπίσθη κατὰ πόλεις. 304 Οἱ δὲ περὶ τὸν Αὖλον καὶ Μάρκιον παραγενηθέντες εἰς τὴν τῶν Ἀργείων πόλιν ἐχρημάτισαν ταῖς συναρχίαις ταῖς τῶν Ἀχαιῶν καὶ παρεκάλεσαν Ἄρχωνα τὸν στρατηγὸν χιλίους ἐκπέμψαι στρατιώτας εἰς Χαλκίδα παραφυλάξοντας τὴν πόλιν μέχρι τῆς Ῥωμαίων διαβάσεως. τοῦ δὲ Ἄρχωνος ἑτοίμως συνυπακούσαντος, οὗτοι μὲν ταῦτα διαπράξαντες ἐν τοῖς Ἕλλησι κατὰ χειμῶνα καὶ τῷ Ποπλίῳ συμμίξαντες ἀπέπλεον εἰς τὴν Ῥώμην. 55. Ὅτι Περσεὺς μετὰ τὸν σύλλογον τὸν πρὸς τοὺς Ῥωμαίους τῶν Ἑλλήνων πάντα τὰ δίκαια κατέταττεν εἰς τὴν ἐπιστολὴν καὶ τοὺς ὑφ' ἑκατέρων ῥηθέντας λόγους, ἅμα μὲν ὑπολαμβάνων ὑπερδέξιος φανήσεσθαι τοῖς δικαίοις, ἅμα δὲ βουλόμενος ἀπόπειραν λαμβάνειν
141
τῆς ἑκάστων προαιρέσεως. πρὸς μὲν οὖν τοὺς ἄλλους δι' αὐτῶν τῶν γραμματοφόρων ἔπεμπε τὰς ἐπιστολάς, εἰς δὲ τὴν Ῥόδον καὶ πρεσβευτὰς συναπέστειλεν Ἀντήνορα καὶ Φίλιππον, οἳ καὶ παραγενηθέντες τὰ γεγραμμένα τοῖς ἄρχουσιν ἀπέδωκαν· καὶ μετά τινας ἡμέρας ἐπελθόντες ἐπὶ τὴν βουλὴν παρεκάλουν τοὺς Ῥοδίους κατὰ μὲν τὸ παρὸν ἡσυχίαν ἔχειν ἀποθεωροῦντας τὸ γινόμενον, ἐὰν δὲ Ῥωμαῖοι παρὰ τὰς συνθήκας ἐγχειρῶσι τὰς χεῖρας ἐπιβάλλειν τῷ Περσεῖ καὶ Μακεδόσιν, πειρᾶσθαι διαλύειν. τοῦτο γὰρ πᾶσι μὲν συμφέρειν, πρέπειν δὲ μάλιστα Ῥοδίοις· ὅσῳ γὰρ πλεῖον ὀρέγονται τῆς ἰσηγορίας καὶ παρρησίας καὶ διατελοῦσι προστατοῦντες οὐ μόνον τῆς αὑτῶν ἀλλὰ καὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἐλευθερίας, τοσούτῳ καὶ τὴν ἐναντίαν προαίρεσιν μάλιστα δεῖν αὐτοὺς προορᾶσθαι καὶ φυλάττεσθαι κατὰ δύναμιν. ταῦτα καὶ τούτοις παραπλήσια διαλεχθέντων τῶν πρέσβεων, ἤρεσκε μὲν ἅπασι τὰ λεγόμενα, προκατεχόμενοι δὲ τῇ πρὸς Ῥωμαίους εὐνοίᾳ, καὶ νικῶντος αὐτοῖς τοῦ βελτίονος, τἄλλα μὲν ἀπεδέξαντο φιλανθρώπως τοὺς πρεσβευτάς, ἠξίουν δὲ τὸν Περσέα διὰ τῆς ἀποκρίσεως εἰς μηδὲν αὑτοὺς παρακαλεῖν τοιοῦτο, ἐξ οὗ φανήσονται πρὸς τὴν Ῥωμαίων ἀντιπράττοντες βούλησιν. οἱ δὲ περὶ τὸν Ἀντήνορα τὴν μὲν ἀπόκρισιν οὐκ ἔλαβον, τὴν δὲ λοιπὴν φιλανθρωπίαν ἀποδεξάμενοι τὴν Ῥοδίων ἀπέπλευσαν εἰς τὴν Μακεδονίαν. 56. Ὅτι Περσεὺς πυνθανόμενος ἔτι τινὰς τῶν ἐν τῇ Βοιωτίᾳ 305 πόλεις ἀντέχεσθαι τῆς πρὸς αὐτὸν εὐνοίας Ἀντίγονον ἐξαπέστειλε τὸν Ἀλεξάνδρου πρεσβευτήν, ὃς καὶ παραγενόμενος εἰς Βοιωτοὺς τὰς μὲν ἄλλας πόλεις παρῆκε διὰ τὸ μηδεμίαν ἀφορμὴν λαμβάνειν ἐπιπλοκῆς, εἰς δὲ Κορώνειαν καὶ Θήβας ἔτι δ' Ἁλίαρτον εἰσελθὼν παρεκάλεσε τοὺς ἀνθρώπους ἀντέχεσθαι τῆς πρὸς Μακεδόνας εὐνοίας. τῶν δὲ προθύμως ἀποδεχομένων τὰ λεγόμενα καὶ πρεσβευτὰς ψηφισαμένων πέμπειν εἰς Μακεδονίαν, οὗτος μὲν ἀπέπλευσε καὶ συμμίξας τῷ βασιλεῖ διεσάφει τὰ κατὰ τὴν Βοιωτίαν. παραγενομένων δὲ καὶ τῶν πρεσβευτῶν μετ' ὀλίγον καὶ παρακαλούντων βοήθειαν ἐκπέμψαι ταῖς πόλεσι ταῖς αἱρουμέναις τὰ Μακεδόνων· τοὺς γὰρ Θηβαίους βαρεῖς ὄντας ἐπικεῖσθαι καὶ παρενοχλεῖν αὐτοὺς διὰ τὸ μὴ βούλεσθαι συμφρονεῖν σφίσι μηδ' αἱρεῖσθαι τὰ Ῥωμαίων· ἅπερ ὁ Περσεὺς διακούσας βοήθειαν μὲν οὐδαμῶς ἔφη δύνασθαι πέμπειν οὐδενὶ διὰ τὰς ἀνοχάς, καθόλου δ' αὐτοὺς παρεκάλει Θηβαίους μὲν ἀμύνασθαι κατὰ δύναμιν, Ῥωμαίους δὲ μὴ πολεμεῖν, ἀλλὰ τὴν ἡσυχίαν ἔχειν. 57. Ὅτι οἱ Ῥωμαῖοι τῶν ἀπὸ τῆς Ἀσίας παραγεγονότων πρεσβευτῶν διακούσαντες τά τε κατὰ τὴν Ῥόδον καὶ τὰ κατὰ τὰς ἄλλας πόλεις, προσεκαλέσαντο τοὺς παρὰ τοῦ Περσέως πρεσβευτάς. οἱ δὲ περὶ τὸν Σόλωνα καὶ τὸν Ἱππίαν ἐπειρῶντο μὲν καὶ περὶ τῶν ὅλων λέγειν τι καὶ παραιτεῖσθαι τὴν σύγκλητον, τὸ δὲ πλέον ἀπελογοῦντο περὶ τῆς ἐπιβουλῆς τῆς κατὰ τὸν Εὐμένη. ληξάντων δὲ τῆς δικαιολογίας αὐτῶν, πάλαι προδιειληφότες ὑπὲρ τοῦ πολεμεῖν προσέταξαν αὐτοῖς ἐκ μὲν τῆς Ῥώμης εὐθέως ἀπαλλάττεσθαι, καὶ τοῖς ἄλλοις ἅπασι Μακεδόσιν, ὅσοι παρεπιδημοῦντες ἔτυχον, ἐκ δὲ τῆς Ἰταλίας ἐν τριάκονθ' ἡμέραις ἐκχωρεῖν. μετὰ δὲ ταῦτα τοὺς ὑπάτους ἀνακαλεσάμενοι παρώρμων ἔχεσθαι τοῦ καιροῦ καὶ μὴ καθυστερεῖν. 58. Ὅτι μετὰ τὴν νίκην τῶν Μακεδόνων συνεδρίου παρὰ τῷ Περσεῖ συναχθέντος, ὑπέδειξάν τινες τῶν φίλων, διότι δεῖ πρεσβείαν πέμψαι τὸν βασιλέα πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων ἐπιδεχόμενον ἔτι καὶ νῦν ὅτι φόρους δώσει Ῥωμαίοις, ὅσους πρότερον ὑπέσχετο ὁ πατὴρ καταπολεμηθείς, καὶ τόπων ἐκχωρήσει 306 τῶν αὐτῶν. ἐὰν γὰρ δέξωνται τὰς διαλύσεις, καλὴν ἔφασαν ἔσεσθαι τῷ βασιλεῖ τὴν ἐξαγωγὴν τοῦ πολέμου πεπροτερηκότι διὰ τῶν ὑπαίθρων, καὶ καθόλου πρὸς τὸ μέλλον εὐλαβεστέρους ὑπάρξειν τοὺς Ῥωμαίους πεῖραν εἰληφότας τῆς Μακεδόνων ἀνδρείας εἰς τὸ μηδὲν ἄδικον μηδὲ βαρὺ προστάττειν Μακεδόσιν. ἐάν τε μὴ δέξωνται θυμομαχοῦντες ἐπὶ τοῖς γεγονόσιν, ἐκείνοις μὲν δικαίως νεμεσήσειν τὸ δαιμόνιον, αὐτῷ δὲ διὰ τὴν μετριότητα συναγωνιστὰς ὑπάρξειν τοὺς θεοὺς καὶ τοὺς ἀνθρώπους. ταῦτα μὲν οὖν ἐδόκει τοῖς πλείοσι τῶν φίλων· συγκαταθεμένου δὲ τοῦ Περσέως ἐπέμποντο παραχρῆμα πρεσβευταὶ Πάνταυχος Βαλάκρου καὶ Μήδων Βεροιεύς. ὧν παραγενομένων πρὸς τὸν Λικίνιον εὐθέως ὁ στρατηγὸς συνῆγε συνέδριον. τῶν δὲ πρέσβεων διασαφησάντων τὰ κατὰ τὰς ἐντολάς, μεταστησάμενοι τοὺς περὶ τὸν Πάνταυχον ἐβουλεύοντο περὶ τῶν προσπεπτωκότων. ἔδοξεν οὖν αὐτοῖς ὁμοθυμαδὸν ὡς βαρυτάτην δοῦναι τὴν ἀπόκρισιν. ἴδιον
142
γὰρ τοῦτο πάντη παρὰ Ῥωμαίοις ἔθος καὶ πάτριόν ἐστι τὸ κατὰ μὲν τὰς ἐλαττώσεις αὐθαδεστάτους καὶ βαρυτάτους φαίνεσθαι, κατὰ δὲ τὰς ἐπιτυχίας ὡς μετριωτάτους. τοῦτο διότι καλόν, πᾶς ἄν τις ὁμολογήσειεν· εἰ δὲ καὶ δυνατὸν ἐν ἐνίοις καιροῖς, εἰκότως ἄν τις ἐπαπορήσειεν. πλὴν τότε γε τοιαύτην ἔδωκαν τὴν ἀπόκρισιν· ἐκέλευον γὰρ ἐπιτρέπειν τὸν Περσέα τὰ καθ' αὑτόν, καὶ καθόλου διδόναι τῇ συγκλήτῳ τὴν ἐξουσίαν, ὡς ἂν αὐτῇ δοκῇ, βουλεύεσθαι περὶ τῶν κατὰ τὴν Μακεδονίαν. οἱ δὲ περὶ τὸν Πάνταυχον ταῦτ' ἀκούσαντες ἐπανῆλθον καὶ διεσάφουν τῷ Περσεῖ καὶ τοῖς φίλοις. ὧν τινες ἐκπληττόμενοι τὴν ὑπερηφανίαν παρωξύνοντο καὶ συνεβούλευον τῷ Περσεῖ μήτε διαπρεσβεύεσθαι μηκέτι μήτε διαπέμπεσθαι περὶ μηδενός. οὐ μὴν ὁ Περσεὺς τοιοῦτος ἦν, ἀλλὰ προστιθεὶς καὶ τὸ πλῆθος αὐτῷ τῶν χρημάτων διεπέμπετο πλεονάκις πρὸς τὸν Λικίνιον. προκόπτων δ' οὐδέν, ἀλλὰ καὶ τῶν πλείστων φίλων ἐπιτιμώντων αὐτῷ καὶ φασκόντων, ὅτι νικῶν ποιεῖ τὰ τοῦ λειπομένου καὶ τοῖς ὅλοις ἐπταικότος, οὕτως ἠναγκάσθη τὰς διαπρεσβείας ἀπογνοὺς μεταστρατοπεδεῦσαι πάλιν ἐπὶ τὸ Συκύριον. καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν. 59. Ὅτι κατὰ τὸν καιρόν, ἡνίκα Περσεὺς ἐκ τοῦ πολέμου τοῦ πρὸς Ῥωμαίους ἀπελύθη, Ἀντήνορος παραγενομένου παρὰ τοῦ 307 Περσέως περὶ τῆς τῶν αἰχμαλώτων διαλυτρώσεως τῶν μετὰ Διοφάνους πλεόντων, ἐνέπεσε μεγάλη τοῖς πολιτευομένοις ἀπορία περὶ τοῦ τί δέον εἴη ποιεῖν. τοῖς μὲν γὰρ περὶ τὸν Φιλόφρονα καὶ Θεαίτητον οὐδαμῶς ἤρεσκε προσδέχεσθαι τὴν τοιαύτην ἐπιπλοκήν, τοῖς δὲ περὶ τὸν Δείνωνα καὶ Πολυάρατον ἤρεσκεν. καὶ τέλος ἐποιήσαντο διάταξιν πρὸς τὸν Περσέα περὶ τῆς τῶν αἰχμαλώτων διαλυτρώσεως. 60. Ὅτι Ἀντίοχος ὁρῶν ἐκφανῶς ἤδη τοὺς κατὰ τὴν Ἀλεξάνδρειαν παρασκευαζομένους εἰς τὸν περὶ Κοίλης Συρίας πόλεμον, εἰς μὲν τὴν Ῥώμην ἔπεμψε πρεσβευτὰς τοὺς περὶ Μελέαγρον ἐντειλάμενος λέγειν τῇ συγκλήτῳ καὶ διαμαρτύρασθαι, διότι παρὰ πάντα τὰ δίκαια Πτολεμαῖος αὐτῷ τὰς χεῖρας ἐπιβάλλει. 61. Ὅτι τοῦ πολέμου τοῦ περὶ Κοίλης Συρίας ἤδη καταρχὴν λαβόντος Ἀντιόχῳ καὶ Πτολεμαίῳ τοῖς βασιλεῦσιν, ἧκον πρέσβεις εἰς τὴν Ῥώμην παρὰ μὲν Ἀντιόχου Μελέαγρος καὶ Σωσιφάνης καὶ Ἡρακλείδης, παρὰ δὲ Πτολεμαίου Τιμόθεος καὶ Δάμων. συνέβαινε δὲ κρατεῖν τὸν Ἀντίοχον τῶν κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πραγμάτων· ἐξ οὗ γὰρ Ἀντίοχος ὁ πατὴρ τοῦ νῦν λεγομένου βασιλέως ἐνίκησε τῇ περὶ τὸ Πάνιον μάχῃ τοὺς Πτολεμαίου στρατηγούς, ἀπ' ἐκείνων τῶν χρόνων ἐπείθοντο πάντες οἱ προειρημένοι τόποι τοῖς ἐν Συρίᾳ βασιλεῦσιν. διόπερ ὁ μὲν Ἀντίοχος ἡγούμενος τὴν κατὰ πόλεμον ἰσχυροτάτην καὶ καλλίστην εἶναι κτῆσιν ὡς ὑπὲρ ἰδίων ἐποιεῖτο τὴν σπουδήν· ὁ δὲ Πτολεμαῖος ἀδίκως ὑπολαμβάνων τὸν πρότερον Ἀντίοχον συνεπιθέμενον τῇ τοῦ πατρὸς ὀρφανίᾳ παρῃρῆσθαι τὰς κατὰ Κοίλην Συρίαν πόλεις αὐτῶν οὐχ οἷός τ' ἦν ἐκείνῳ παραχωρεῖν τῶν τόπων τούτων. διόπερ οἱ περὶ τὸν Μελέαγρον ἧκον ἐντολὰς ἔχοντες μαρτύρεσθαι τὴν σύγκλητον, διότι Πτολεμαῖος αὐτῷ παρὰ πάντα τὰ δίκαια τὰς χεῖρας ἐπιβάλλει πρότερος, οἱ δὲ περὶ τὸν Τιμόθεον περί τε τῆς φιλανθρώπων ἀνανεώσεως καὶ τοῦ διαλύειν τὸν πρὸς Περσέα πόλεμον, μάλιστα δὲ παρατηρεῖν τὰς τῶν περὶ τὸν Μελέαγρον ἐντεύξεις. περὶ μὲν οὖν τῆς διαλύσεως οὐκ ἐθάρρησαν εἰπεῖν, Μάρκου συμβουλεύσαντος αὐτοῖς Αἰμιλίου· περὶ δὲ τῶν φιλανθρώπων ἀνανεωσάμενοι καὶ λαβόντες ἀποκρίσεις ἀκολούθους τοῖς ἀξιουμένοις ἐπανῆλθον εἰς τὴν Ἀλεξάνδρειαν. τοῖς δὲ περὶ τὸν 308 Μελέαγρον ἡ σύγκλητος ἀπεκρίθη, διότι Κοΐντῳ Μαρκίῳ δώσει τὴν ἐπιτροπὴν γράψαι τε περὶ τούτων πρὸς Πτολεμαῖον ὡς αὐτῷ δοκεῖ συμφέρειν ἐκ τῆς ἰδίας πίστεως. καὶ ταῦτα μὲν οὕτως ἐχειρίσθη κατὰ τὸ παρόν. 62. Ὅτι κατὰ τοὺς καιροὺς τούτους ἦλθον καὶ παρὰ Ῥοδίων πρέσβεις, ἤδη τῆς θερείας ληγούσης, Ἀγησίλοχος καὶ Νικαγόρας καὶ Νίκανδρος, τήν τε φιλίαν ἀνανεωσόμενοι καὶ σίτου θέλοντες ἐξαγωγὴν λαβεῖν, ἅμα δὲ καὶ περὶ τῶν διαβολῶν ἀπολογησόμενοι τῶν λεγομένων κατὰ τῆς πόλεως. ἐκφανέστατα γὰρ ἐδόκουν στασιάζειν ἐν τῇ Ῥόδῳ οἱ μὲν περὶ τὸν Ἀγαθάγητον καὶ Φιλόφρονα καὶ Ῥοδοφῶντα καὶ Θεαίτητον ἀπερειδόμενοι πάσας τὰς ἐλπίδας ἐπὶ Ῥωμαίους, οἱ δὲ περὶ τὸν Δείνωνα καὶ Πολυάρατον ἐπὶ Περσέα καὶ Μακεδόνας· ἐξ ὧν πλεονάκις ἐν τοῖς ἐκείνων πράγμασιν ἀντιρρήσεως γινομένης καὶ διελκομένων τῶν διαβουλίων, ἐλάμβανον ἀφορμὰς οἱ βουλόμενοι λογοποιεῖν κατὰ τῆς πόλεως. οὐ μὴν ἥ γε σύγκλητος τότε προσεποιήθη
143
τούτων οὐδέν, καίπερ σαφῶς εἰδυῖα τὰ γενόμενα παρ' αὐτοῖς, † σίτου δέκα μυριάδας μεδίμνων ἐξάγειν ἐκ Σικελίας. ταῦτα μὲν οὖν ἡ σύγκλητος ἐχρημάτισεν ἰδίᾳ τοῖς Ῥοδίων πρεσβευταῖς, ἀκολούθως δὲ καὶ τοῖς ἄλλοις ἅπασιν ἀπήντησε τοῖς ἀπὸ τῆς Ἑλλάδος παραγεγονόσι τηροῦσι τὴν αὐτὴν ὑπόθεσιν. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν. 63. Ὅτι κατὰ τὴν Ἀκαρνανίαν συναχθείσης τῆς ἐκκλησίας εἰς Θούριον, Αἰσχρίων μὲν καὶ Γλαῦκος καὶ Χρεμίας ὄντες Ῥωμαίων παρεκάλουν τοὺς περὶ τὸν Γάιον ἔμφρουρον ποιῆσαι τὴν Ἀκαρνανίαν· εἶναι γὰρ παρ' αὐτοῖς τοὺς ἀποφέροντας τὰ πράγματα πρὸς Περσέα καὶ Μακεδόνας. Διογένης δὲ τὴν ἐναντίαν ἐποιήσατο τούτοις συμβουλίαν· οὐ γὰρ ἔφη δεῖν φρουρὰν εἰσάγειν εἰς οὐδεμίαν πόλιν· ταῦτα γὰρ ὑπάρχειν τοῖς πολεμίοις γενομένοις καὶ καταπολεμηθεῖσιν ὑπὸ Ῥωμαίων· οὐδὲν δὲ πεποιηκότας Ἀκαρ 309 νᾶνας οὐκ ἀξίους εἶναι φρουρὰν εἰσδέχεσθαι κατ' οὐδένα τρόπον. τοὺς δὲ περὶ Χρέμιν καὶ Γλαῦκον ἰδίαν ἐθέλοντας κατασκευάζεσθαι δυναστείαν διαβάλλειν τοὺς ἀντιπολιτευομένους καὶ θέλειν ἐπισπᾶσθαι φρουρὰν τὴν συνεπισχύουσαν ταῖς αὐτῶν πλεονεξίαις. ῥηθέντων δὲ τούτων οἱ περὶ τὸν Γάιον θεωροῦντες τοὺς ὄχλους δυσαρεστουμένους ταῖς φρουραῖς καὶ βουλόμενοι στοιχεῖν τῇ τῆς συγκλήτου προθέσει, συγκαταθέμενοι τῇ τοῦ Διογένους γνώμῃ καὶ συνεπαινέσαντες ἀπῆραν ἐπὶ Λαρίσσης πρὸς τὸν ἀνθύπατον. 64. Ὅτι Περσεὺς πρὸς Γένθιον τὸν βασιλέα ἀπέστειλε πρεσβευτὰς Πλευράτον τε τὸν Ἰλλυριὸν ὄντα φυγάδα παρ' αὐτῷ καὶ τὸν Βεροιαῖον Ἀδαῖον, δοὺς ἐντολὰς διασαφεῖν τὰ πεπραγμένα κατὰ τὸν πόλεμον πρός τε Ῥωμαίους αὐτῷ καὶ πρὸς Δαρδανίους, ἔτι δὲ καὶ πρὸς Ἠπειρώτας καὶ πρὸς Ἰλλυριοὺς κατὰ τὸ παρόν, καὶ παρακαλεῖν αὐτὸν πρὸς τὴν τούτου καὶ Μακεδόνων φιλίαν καὶ συμμαχίαν. οἳ καὶ ποιησάμενοι τὴν πορείαν ὑπὲρ τὸ Σκάρδον ὄρος διὰ τῆς ἐρήμου καλουμένης Ἰλλυρίδος, ἣν οὐ πολλοῖς χρόνοις ἀνώτερον ἀνάστατον ἐποίησαν Μακεδόνες διὰ τὸ δυσέργους ποιῆσαι τοῖς Δαρδανεῦσι τὰς εἰς τὴν Ἰλλυρίδα εἰσβολάς· πλὴν οἵ γε περὶ τὸν Ἀδαῖον διὰ τούτων τῶν τόπων μετὰ πολλῆς κακοπαθείας ἦλθον εἰς Σκόδραν, καὶ πυθόμενοι τὸν Γένθιον ἐν Λίσσῳ διατρίβειν διεπέμψαντο πρὸς αὐτόν. τοῦ δὲ ταχέως αὐτοὺς μεταπεμψαμένου, συμμίξαντες διελέγοντο περὶ ὧν εἶχον τὰς ἐντολάς. ὁ δὲ Γένθιος οὐκ ἐδόκει μὲν ἀλλότριος εἶναι τῆς πρὸς τὸν Περσέα φιλίας, ἐσκήπτετο δὲ τοῦ μὴ παραχρῆμα συγκατατίθεσθαι τοῖς ἀξιουμένοις τὴν ἀχορηγησίαν καὶ μὴ δύνασθαι χωρὶς χρημάτων ἀναδέξασθαι τὸν πρὸς Ῥωμαίους πόλεμον. οἱ μὲν οὖν περὶ τὸν Ἀδαῖον ταύτας λαβόντες τὰς ἀποκρίσεις ἐπανῆγον. ὁ δὲ Περσεὺς παραγενόμενος εἰς Στύβερραν τήν τε λείαν ἐλαφυροπώλησε καὶ τὴν δύναμιν ἀνέπαυσε προσδεχόμενος τοὺς περὶ τὸν Πλευράτον. παραγενομένων δ' αὐτῶν ἀκούσας τὰ παρὰ τοῦ Γενθίου πάλιν ἐξ αὐτῆς ἔπεμπε τὸν Ἀδαῖον καὶ σὺν τούτῳ τὸν Γλαυκίαν, ἕνα τῶν σωματοφυλάκων, καὶ τρίτον τὸν Ἰλλυριὸν διὰ τὸ τὴν διάλεκτον εἰδέναι τὴν Ἰλλυρίδα, δοὺς ἐντολὰς τὰς αὐτάς, ὥσπερ 310 οὐ κυρίως τοῦ Γενθίου διασεσαφηκότος, τίνος προσδεῖται καὶ τίνος γενομένου δύναται συγκαταβῆναι εἰς τὰ παρακαλούμενα. τούτων δ' ἀφορμησάντων ἀναζεύξας αὐτὸς μετὰ τῆς δυνάμεως ἐποιεῖτο τὴν πορείαν ἐπ' Ἀκκύναν. 65. Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον οἱ πρὸς τὸν Γένθιον ἀποσταλέντες πρέσβεις οὔτ' ᾠκονομηκότες πλεῖον οὐδὲν τῶν πρότερον οὔτ' ἀναγγέλλοντες οὐδὲν ὧν καὶ πρότερον, διὰ τὸ τὸν Γένθιον μένειν ἐπὶ τῆς αὐτῆς αἱρέσεως, ὄντα μὲν ἕτοιμον τῷ Περσεῖ κοινωνεῖν τῶν αὐτῶν πραγμάτων, χρημάτων δὲ φάσκοντα χρείαν ἔχειν. ὧν ὁ Περσεὺς παρακούσας πάλιν ἔπεμπε τοὺς περὶ τὸν Ἱππίαν βεβαιωσομένους ὑπὲρ τῶν ὁμολογιῶν, τὸ συνέχον παραλιπών, φάσκων † ἐξηγμένον εὐνοοῦντα ποιήσειν τὸν Γένθιον· ὥστε διαπορεῖν πότερα δεῖ λέγειν ἐπὶ τῶν τοιούτων ἀλογιστίαν ἢ δαιμονοβλάβειαν. δοκῶ μὲν ὅτι δαιμονοβλάβειαν, οἵτινες ἐφίενται μὲν τοῦ μεγάλα τολμᾶν καὶ παραβάλλονται [μὲν] τῇ ψυχῇ, παριᾶσι δὲ τὸ συνέχον ἐν ταῖς ἐπιβολαῖς βλέποντες αὐτὸ καὶ δυνάμενοι πράττειν. ὅτι γάρ, εἰ Περσεὺς κατ' ἐκεῖνον τὸν καιρὸν ἠβουλήθη προέσθαι χρήματα καὶ κοινῇ τοῖς πολιτεύμασι καὶ κατ' ἰδίαν τοῖς βασιλεῦσι καὶ τοῖς πολιτευομένοις, οὐ λέγω μεγαλομερῶς καθάπερ ἐξῆν αὐτῷ χορηγιῶν ἕνεκεν, ἀλλὰ μετρίως μόνον, πάντας ἂν συνέβη καὶ τοὺς Ἕλληνας καὶ τοὺς βασιλεῖς, εἰ δὲ μή γε, τοὺς πλείστους ἐξελεγχθῆναι, δοκῶ μηδένα τῶν νοῦν ἐχόντων πρός με διαμφισβητῆσαι περὶ τούτων. νῦν δὲ
144
καλῶς ποιῶν οὐκ ἦλθε ταύτην τὴν ὁδόν, δι' ἧς ἢ κρατήσας τῶν ὅλων ἐξουσίαν ὑπερήφανον ἔσχεν, ἢ σφαλεὶς πολλοὺς ἂν ἐποίησε τῆς αὐτῆς τύχης πεῖραν αὑτῷ λαβεῖν, ἀλλὰ τὴν ἐναντίαν, δι' ἧς ὀλίγοι τελέως ἠλογήθησαν τῶν Ἑλλήνων ὑπὸ τὸν τῆς πράξεως καιρόν. 66. Ὅτι τοῦ Περσέως βουλομένου ἥξειν μετὰ δυνάμεως εἰς τὴν Θετταλίαν καὶ λήψεσθαι τὰ ὅλα κρίσιν ἐκ τῶν κατὰ λόγον, ἔδοξε τοῖς περὶ τὸν Ἄρχωνα δι' αὐτῶν τῶν πραγμάτων ἀπολο 311 γεῖσθαι πάλιν πρὸς τὰς ὑπονοίας καὶ διαβολάς. εἰσήνεγκεν οὖν εἰς τοὺς Ἀχαιοὺς δόγμα, διότι δεῖ πανδημεὶ ποιησαμένους τὴν ἔξοδον εἰς Θετταλίαν κοινωνῆσαι τῶν πραγμάτων ὁλοσχερῶς τοῖς Ῥωμαίοις. καὶ τούτου κυρωθέντος, ἔδοξε τοῖς Ἀχαιοῖς τὸν Ἄρχωναγίνεσθαι περὶ τὴν συναγωγὴν τοῦ στρατεύματος καὶ περὶ τὰς εἰς τὴν ἔξοδον παρασκευάς, πρὸς δὲ τὸν ὕπατον πρεσβευτὰς πέμπειν εἰς Θετταλίαν τοὺς τὰ δεδογμένα τοῖς Ἀχαιοῖς διασαφήσοντας καὶ πευσομένους, πότε καὶ ποῦ δεῖ συμμιγνύειν αὐτῷ τὸ στρατόπεδον. καὶ κατέστησαν πρεσβευτὰς παραχρῆμα Πολύβιον καὶ ἄλλους καὶ ἐνετείλαντο τῷ Πολυβίῳ φιλοτίμως, ἐὰν ὁ στρατηγὸς εὐδοκῇ τῇ παρουσίᾳ τοῦ στρατοπέδου, τοὺς μὲν πρεσβευτὰς ἐξ αὐτῆς πέμπειν διασαφήσοντας, ἵνα μὴ καθυστερῶσι τῶν καιρῶν, αὐτὸν δὲ φροντίζειν ἵνα τὸ στράτευμα πᾶν ἐν ταῖς πόλεσιν ἀγορὰς ἔχῃ, δι' ὧν ἂν πορεύηται, καὶ μηδὲν ἐλλείπῃ τῶν ἐπιτηδείων τοὺς στρατιώτας. ταύτας μὲν οὖν ἔχοντες οἱ προειρημένοι τὰς ἐντολὰς ἐξώρμησαν· κατέστησαν δὲ καὶ πρεσβευτὰς πρὸς Ἄτταλον τοὺς περὶ Τηλόκριτον ἀποκομίζοντας τὸ δόγμα τὸ περὶ τῆς ἀποκαταστάσεως τῶν Εὐμένους τιμῶν. καὶ κατὰ τὸν αὐτὸν καιρὸν καὶ περὶ τοῦ βασιλέως Πτολεμαίου προσπεσόντος τοῖς Ἀχαιοῖς, διότι γέγονεν αὐτῷ τὰ νομιζόμενα γίνεσθαι τοῖς βασιλεῦσιν, ὅταν εἰς ἡλικίαν ἔλθωσιν, ἀνακλητήρια, νομίσαντες σφίσι καθήκειν ἐπισημήνασθαι τὸ γεγονὸς ἐψηφίσαντο πέμπειν πρεσβευτὰς ἀνανεωσομένους τὰ προϋπάρχοντα τῷ ἔθνει φιλάνθρωπα πρὸς τὴν βασιλείαν, καὶ παραυτίκα κατέστησαν Ἄλκιθον καὶ Πασιάδαν. Οἱ δὲ περὶ τὸν Πολύβιον καταλαβόντες τοὺς Ῥωμαίους ἐκ μὲν τῆς Θετταλίας κεκινηκότας, τῆς δὲ Περραιβίας στρατοπεδεύοντας Ἀζωρίου μεταξὺ καὶ Δολίχης, τὴν μὲν ἔντευξιν ὑπερέθεντο διὰ τοὺς περιεστῶτας καιρούς, τῶν δὲ κατὰ τὴν εἴσοδον τὴν εἰς Μακεδονίαν κινδύνων μετεῖχον. ἐπεὶ δὲ τοῦ στρατεύματος κατάραντος ἐπὶ τοὺς καθ' Ἡράκλειαν τόπους ἔδοξε καιρὸς εἶναι πρὸς ἔντευξιν ἅτε τοῦ στρατηγοῦ δοκοῦντος ἠνύσθαι τὸ μέγιστον τῶν προκειμένων, τότε λαβόντες καιρὸν τὸ ψήφισμα τῷ Μαρκίῳ προσήνεγκαν καὶ διεσάφουν τὴν τῶν Ἀχαιῶν προαίρεσιν, διότι βουληθεῖεν αὐτῷ 312 πανδημεὶ τῶν αὐτῶν μετασχεῖν ἀγώνων καὶ κινδύνων. καὶ πρὸς τούτοις ὑπέδειξαν, διότι πᾶν τὸ γραφὲν ἢ παραγγελθὲν τοῖς Ἀχαιοῖς ὑπὸ Ῥωμαίων κατὰ τὸν ἐνεστῶτα πόλεμον ἀναντίρρητον γέγονεν. τοῦ δὲ Μαρκίου τὴν μὲν προαίρεσιν ἀποδεχομένου τὴν Ἀχαιῶν μεγαλωστί, τῆς δὲ κακοπαθείας αὐτοὺς καὶ τῆς δαπάνης παραλύοντος διὰ τὸ μηκέτι χρείαν ἔχειν τοὺς καιροὺς τῆς τῶν συμμάχων βοηθείας, οἱ μὲν ἄλλοι πρέσβεις ἐπανῆλθον εἰς τὴν Ἀχαΐαν, ὁ δὲ Πολύβιος αὐτοῦ μείνας μετεῖχε τῶν ἐνεστώτων πραγμάτων, ἕως ὁ Μάρκιος ἀκούσας Ἄππιον τὸν Κέντωνα πεντακισχιλίους στρατιώτας αἰτεῖσθαι παρὰ τῶν Ἀχαιῶν εἰς Ἤπειρον, ἐξαπέστειλε τὸν προειρημένον παρακαλέσας φροντίζειν, ἵνα μὴ δοθῶσιν οἱ στρατιῶται μηδὲ τηλικοῦτο δαπάνημα μάταιον γένηται τοῖς Ἀχαιοῖς· πρὸς οὐδένα γὰρ λόγον αἰτεῖν τοὺς στρατιώτας τὸν Ἄππιον. πότερα δὲ τοῦτ' ἐποίει κηδόμενος τῶν Ἀχαιῶν ἢ τὸν Ἄππιον ἀπραγεῖν βουλόμενος, χαλεπὸν εἰπεῖν. πλὴν ὅ γε Πολύβιος ἀναχωρήσας εἰς τὴν Πελοπόννησον, ἤδη τῶν γραμμάτων ἐκ τῆς Ἠπείρου προσπεπτωκότων καὶ μετ' οὐ πολὺ συναχθέντων εἰς Σικυῶνα τῶν Ἀχαιῶν, εἰς πρόβλημα παμμέγεθες ἐνέπεσεν. τοῦ γὰρ διαβουλίου προτεθέντος ὑπὲρ ὧν ὁ Κέντων ᾔτει στρατιωτῶν, ἃ μὲν ὁ Μάρκιος αὐτῷ † καταφροντίζειν τῇ ἰδίᾳ ἐνετείλατο, ταῦτα φροντίζειν οὐδαμῶς ἔκρινεν· τὸ δὲ μηδεμιᾶς ὑπαρχούσης * φανερῶς ἀντιλέγειν τῇ βοηθείᾳ τελείως ἦν ἐπισφαλές. δυσχρήστου δὲ καὶ ποικίλης οὔσης τῆς ὑποθέσεως, ἐχρήσατο βοηθήματι πρὸς τὸ παρὸν τῷ τῆς συγκλήτου δόγματι τῷ κελεύοντι μηδένα προσέχειν τοῖς ὑπὸ τῶν στρατηγῶν γραφομένοις, ἐὰν μὴ τοῦτο ποιῶσι κατὰ τὸ δόγμα τῆς συγκλήτου· τοῦτο δ' οὐκ ἦν προσκείμενον τοῖς γράμμασιν. διὸ καὶ κατεκράτησε τοῦ τὴν ἀναφορὰν ἐπὶ τὸν ὕπατον γενέσθαι καὶ δι' ἐκείνου παραλυθῆναι τῆς δαπάνης τὸ ἔθνος οὔσης ὑπὲρ ρʹ εἴκοσι τάλαντα. μεγάλας γε μὴν τοῖς βουλομένοις διαβάλλειν αὐτὸν πρὸς τὸν Ἄππιον ἀφορμὰς
145
ἔδωκεν, ὅτι διακόψαι τὴν ἐπιβολὴν αὐτοῦ τὴν περὶ τῆς βοηθείας. 67. Ὅτι κατὰ τὴν Κρήτην δεδιότες Κυδωνιᾶται τοὺς Γορτυ 313 νίους διὰ τὸ καὶ τῷ πρότερον ἔτει παρ' ὀλίγον κεκινδυνευκέναι τῇ πόλει τῶν περὶ Νοθοκράτην ἐπιβαλλομένων αὐτὴν κατασχεῖν, ἐξέπεμψαν πρέσβεις πρὸς Εὐμένη βοήθειαν αἰτούμενοι κατὰ τὴν συμμαχίαν. ὁ δὲ βασιλεὺς προχειρισάμενος Λέοντα καὶ στρατιώτας σὺν τούτῳ τʹ ἐξαπέστειλε κατὰ σπουδήν, ὧν παραγενομένων οἱ Κυδωνιᾶται τάς τε κλεῖς τῶν πυλῶν τῷ Λέοντι παρέδωκαν καὶ καθόλου τὴν πόλιν ἐνεχείρισαν. 68. Ὅτι ἐν τῇ Ῥόδῳ τὰ τῆς ἀντιπολιτείας ἀεὶ μᾶλλον ἐπέτεινεν. προσπεσόντος γὰρ αὐτοῖς τοῦ τῆς συγκλήτου δόγματος, ἐν ᾧ διεσάφει μηκέτι προσέχειν τοῖς τῶν στρατηγῶν ἐπιτάγμασιν, ἀλλὰ τοῖς αὑτῆς δόγμασιν, καὶ τῶν πολλῶν ἀποδεχομένων τὴν τῆς συγκλήτου πρόνοιαν, οἱ περὶ τὸν Φιλόφρονα καὶ Θεαίτητον ἐπιλαβόμενοι τῆς ἀφορμῆς ταύτης ἐξειργάζοντο τἀκόλουθα φάσκοντες δεῖν ἐκπέμπειν πρεσβευτὰς πρὸς τὴν σύγκλητον καὶ τὸν Κόιντον Μάρκιον τὸν ὕπατον καὶ πρὸς Γάιον τὸν ἐπὶ τοῦ ναυτικοῦ· τότε γὰρ ἤδη γνώριμον ἦν ἅπασιν οἵτινες τῶν καθεσταμένων ἀρχόντων ἐν τῇ Ῥώμῃ παραγίνεσθαι μέλλουσιν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους. κροτηθείσης δὲ τῆς ὑποθέσεως, καίπερ ἀντιρρήσεως γενομένης, ἀπεστάλησαν εἰς μὲν τὴν Ῥώμην ἀρχομένης θερείας Ἀγησίλοχος Ἡγησίου Νικαγόρας Νίκανδρος, πρὸς δὲ τὸν ὕπατον καὶ τὸν ἐπὶ τοῦ ναυτικοῦ στρατηγὸν Ἀγόπολις Ἀρίστων Παγκράτης, ἐντολὰς ἔχοντες ἀνανεοῦσθαι τὰ φιλάνθρωπα πρὸς Ῥωμαίους καὶ πρὸς τὰς διαβολὰς ἀπολογεῖσθαι τὰς λεγομένας ὑπό τινων κατὰ τῆς πόλεως, οἱ δὲ περὶ τὸν Ἀγησίλοχον ἅμα τοῖς προειρημένοις καὶ περὶ σιτικῆς ἐξαγωγῆς ποιησόμενοι λόγους. τὰ μὲν οὖν ὑπὸ τούτων ῥηθέντα πρὸς τὴν σύγκλητον καὶ τὰς δοθείσας αὐτοῖς ἀποκρίσεις ὑπὸ τῆς συγκλήτου, καὶ διότι πάντων τῶν φιλανθρώπων τυχόντες ἐπανῆλθον, ἐν τοῖς Ἰταλικοῖς εἴπομεν. περὶ δὲ τούτου τοῦ μέρους χρήσιμόν ἐστι πλεονάκις ὑπομιμνήσκειν, ὃ δὴ καὶ πειρώμεθα ποιεῖν, διότι πολλάκις ἀναγκαζόμεθα τὰς ἐντεύξεις τῶν 314 πρεσβειῶν καὶ τοὺς χρηματισμοὺς προτέρους ἐξαγγέλλειν τῆς καταστάσεως καὶ τῆς ἐξαποστολῆς· ἐπεὶ γὰρ καθ' ἕκαστον ἔτος τὰς καταλλήλους πράξεις γράφοντες πειρώμεθα ἐν ἑνὶ καιρῷ συγκεφαλαιοῦσθαι τὰς παρ' ἑκάστοις πράξεις, δῆλον ὡς ἀναγκαῖόν ἐστι τοῦτο συμβαίνειν περὶ τὴν γραφήν. Οἱ δὲ περὶ τὸν Ἀγόπολιν ἀφικόμενοι πρὸς τὸν Κόιντον, καταλαβόντες αὐτὸν ἐν Μακεδονίᾳ πρὸς Ἡράκλειαν στρατοπεδεύοντα διελέγοντο περὶ ὧν εἶχον τὰς ἐντολάς. ὁ δὲ διακούσας οὐχ οἷον αὐτὸς ἔφη προσέχειν ταῖς διαβολαῖς, ἀλλὰ κἀκείνους παρεκάλει μηδενὸς ἀνέχεσθαι τῶν λέγειν τι τολμώντων κατὰ Ῥωμαίων, καὶ πολλὰ καθόλου τῶν εἰς φιλανθρωπίαν ἀνηκόντων ἐπεμέτρησεν. ἔγραψε δὲ ταῦτα καὶ πρὸς τὸν δῆμον τῶν Ῥοδίων. τοῦ δ' Ἀγεσιπόλιδος ἐψυχαγωγημένου κατὰ τὴν ὅλην ἀπάντησιν ἰσχυρῶς, λαβὼν αὐτὸν κατ' ἰδίαν εἰς τὰς χεῖρας ὁ Κόιντος θαυμάζειν ἔφη πῶς οὐ πειρῶνται διαλύσειν οἱ Ῥόδιοι τὸν ἐνεστῶτα πόλεμον, μάλιστα τοῦ πράγματος ἐκείνοις καθήκοντος. πότερα δὲ τοῦτ' ἐποίει τὸν Ἀντίοχον ὑποπτεύων, μή ποτε κρατήσας τῆς Ἀλεξανδρείας βαρὺς ἔφεδρος αὐτοῖς γένηται τοῦ πρὸς τὸν Περσέα πολέμου χρόνον λαμβάνοντος (ἤδη γὰρ τότε συνέβαινε συγκεχύσθαι τὸν περὶ Κοίλης Συρίας πόλεμον), ἢ θεωρῶν ὅσον οὔπω κριθησόμενα τὰ κατὰ τὸν Περσέα, τῶν Ῥωμαϊκῶν στρατοπέδων ἐν Μακεδονίᾳ παραβεβληκότων, καὶ καλὰς ἐλπίδας ἔχων ὑπὲρ τῶν ἀποβησομένων ἐβούλετο τοὺς Ῥοδίους προνύξας μεσίτας ἀποδεῖξαι, καὶ τοῦτο πράξαντας δοῦναι τοῖς Ῥωμαίοις ἀφορμὰς εὐλόγους εἰς τὸ βουλεύεσθαι περὶ αὐτῶν ὡς ἂν αὐτοῖς φαίνηται, τὸ μὲν ἀκριβὲς οὐ ῥᾴδιον εἰπεῖν, δοκῶ δὲ μᾶλλον τὸ τελευταῖον εἰρημένον, ἐξ ὧν ἐμαρτύρησε τὰ μετ' ὀλίγον συμβάντα τοῖς Ῥοδίοις. οἵ γε περὶ τὸν Ἀγεσίπολιν ἐξ αὐτῆς βαδίσαντες πρὸς τὸν Γάιον καὶ πάντων τυχόντες τῶν φιλανθρώπων ὑπερβολικώτερον ἢ παρὰ τῷ Μαρκίῳ ταχέως εἰς τὴν Ῥόδον ἀνεχώρησαν. γινομένης δὲ τῆς ἀποπρεσβείας, καὶ τῆς τε διὰ τῶν λόγων φιλανθρωπίας καὶ τῆς διὰ τῶν ἀποκρίσεων εὐνοίας ἑκατέρων τῶν στρατηγῶν ἐφαμίλλου γενομένης, ὀρθοὶ καὶ 315 μετέωροι ταῖς διανοίαις ἐγενήθησαν οἱ Ῥόδιοι πάντες, οὐ μὴν ὡσαύτως· οἱ μὲν γὰρ ὑγιαίνοντες περιχαρεῖς ἦσαν ἐπὶ τῇ φιλανθρωπίᾳ τῶν Ῥωμαίων, οἱ δὲ κινηταὶ καὶ καχέκται συνελογίζοντο παρ' αὑτοῖς σημεῖον εἶναι τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας τοῦ δεδιέναι τὴν περίστασιν τοὺς Ῥωμαίους καὶ μὴ χωρεῖν αὐτοῖς τὰ πράγματα κατὰ λόγον. ὅτε δὲ καὶ τὸν Ἀγεσίπολιν συνέβη παραφθέγξασθαι πρός τινας τῶν φίλων, ὅτι παρὰ
146
τοῦ Μαρκίου κατ' ἰδίαν ἐντολὰς εἴληφε μνημονεύειν πρὸς τὴν βουλὴν ὑπὲρ τοῦ διαλύειν τὸν πόλεμον, τότε δὴ τελέως οἱ περὶ τὸν Δείνωνα συνέθεσαν ἐν κακοῖς μεγάλοις εἶναι τοὺς Ῥωμαίους. ἀπέστειλαν δὲ καὶ πρεσβευτὰς εἰς τὴν Ἀλεξάνδρειαν τοὺς διαλύσοντας τὸν ἐνεστῶτα πόλεμον Ἀντιόχῳ καὶ Πτολεμαίῳ. 69. Ὅτι μετὰ τὸ παραλαβεῖν Ἀντίοχον τὰ κατὰ τὴν Αἴγυπτον ἔδοξε τοῖς περὶ τὸν Κομανὸν καὶ Κινέαν συνεδρεύσασι μετὰ τοῦ βασιλέως κοινοβούλιον καταγράφειν ἐκ τῶν ἐπιφανεστάτων ἡγεμόνων τὸ βουλευσόμενον περὶ τῶν ἐνεστώτων. πρῶτον οὖν ἔδοξε τῷ συνεδρίῳ τοὺς ἀπὸ τῆς Ἑλλάδος παρεπιδημήσαντας πέμπειν πρεσβευτὰς ὡς τὸν Ἀντίοχον κοινολογησομένους ὑπὲρ διαλύσεως. ἦσαν δὲ τότε παρὰ μὲν τοῦ κοινοῦ τῶν Ἀχαιῶν πρεσβεῖαι δισσαί, μία μὲν ὑπὲρ τῆς τῶν φιλανθρώπων ἀνανεώσεως, ἣν ἐπρέσβευον Ἄλκιθος Ξενοφῶντος Αἰγιεὺς καὶ Πασιάδας, ἄλλη δὲ περὶ τοῦ τῶν Ἀντιγονείων ἀγῶνος. ἦν δὲ καὶ παρὰ Ἀθηναίων πρεσβεία περὶ δωρεᾶς, ἧς ἡγεῖτο Δημάρατος, καὶ θεωρίαι δισσαί, μία μὲν ὑπὲρ τῶν Παναθηναίων, ἧς προειστήκει Καλλίας ὁ παγκρατιαστής, ἡ δ' ἄλλη περὶ μυστηρίων, ὑπὲρ ἧς Κλεόστρατος ἐποιεῖτο τὸν χρηματισμὸν καὶ τοὺς λόγους. ἐκ δὲ Μιλήτου παρῆσαν Εὔδημος καὶ Ἱκέσιος, ἐκ δὲ Κλαζομενῶν Ἀπολλωνίδης καὶ Ἀπολλώνιος. ἐξαπέστειλε δὲ καὶ ὁ βασιλεὺς Τληπόλεμον καὶ Πτολεμαῖον τὸν ῥήτορα πρεσβευτάς. οὗτοι μὲν οὖν ἔπλεον ἀνὰ τὸν ποταμὸν εἰς τὴν ἀπάντησιν. 70. Ὅτι κατὰ τὸν καιρὸν ὅτε Ἀντίοχος τὴν Αἴγυπτον παρέλαβε, συνῆψαν τῶν ἀπὸ τῆς Ἑλλάδος πρεσβευτῶν οἱ πεμφθέντες ἐπὶ τὰς διαλύσεις. ἀποδεξάμενος δὲ τοὺς ἄνδρας φιλανθρώπως 316 τὴν μὲν πρώτην ὑποδοχὴν αὐτῶν ἐποιήσατο μεγαλομερῆ, κατὰ δὲ τὴν ἑξῆς ἔδωκεν ἔντευξιν καὶ λέγειν ἐκέλευσε περὶ ὧν ἔχουσι τὰς ἐντολάς. πρῶτοι μὲν οὖν οἱ παρὰ τῶν Ἀχαιῶν ἐποιήσαντο λόγους, τούτοις δ' ἑξῆς Δημάρατος ὁ παρὰ τῶν Ἀθηναίων, μετὰ δὲ τοῦτον Εὔδημος ὁ Μιλήσιος. πάντων δὲ πρὸς τὸν αὐτὸν καιρὸν καὶ τὴν αὐτὴν ὑπόθεσιν διαλεγομένων, παραπλησίους εἶναι συνέβαινε καὶ τοὺς κατὰ μέρος αὐτῶν λόγους· τὴν μὲν γὰρ αἰτίαν τῶν συμβεβηκότων πάντες ἔφερον ἐπὶ τοὺς περὶ τὸν Εὐλαῖον, τὴν δὲ συγγένειαν καὶ τὴν ἡλικίαν τὴν τοῦ Πτολεμαίου προφερόμενοι παρῃτοῦντο τὴν ὀργὴν τοῦ βασιλέως. Ἀντίοχος δὲ πᾶσι τούτοις ἀνθομολογησάμενος καὶ προσαυξήσας τὴν ἐκείνων ὑπόθεσιν ἤρξατο λέγειν [τὴν] ὑπὲρ τῶν ἐξ ἀρχῆς δικαίων, δι' ὧν ἐπειρᾶτο συνιστάνειν τῶν ἐν Συρίᾳ βασιλέων ὑπάρχουσαν τὴν κτῆσιν τῶν κατὰ Κοίλην Συρίαν τόπων, ἰσχυροποιῶν μὲν τὰς ἐπικρατείας τὰς Ἀντιγόνου τοῦ πρώτου κατασχόντος τὴν ἐν Συρίᾳ βασιλείαν, προφερόμενος δὲ τὰ συγχωρήματα τὰ γενόμενα Σελεύκῳ διὰ τῶν ἀπὸ Μακεδονίας βασιλέων μετὰ τὸν Ἀντιγόνου θάνατον, ἑξῆς δὲ τούτοις ἀπερειδόμενος ἐπὶ τὴν τελευταίαν κατὰ πόλεμον Ἀντιόχου τοῦ πατρὸς ἔκτισιν, ἐπὶ δὲ πᾶσιν ἐξαρνούμενος τὴν ὁμολογίαν, ἣν ἔφασαν οἱ κατὰ τὴν Ἀλεξάνδρειαν γενέσθαι Πτολεμαίῳ τῷ νεωστὶ μετηλλαχότι πρὸς Ἀντίοχον τὸν ἐκείνου πατέρα, ὅτι δεῖ λαβεῖν αὐτὸν ἐν φερνῇ Κοίλην Συρίαν, ὅτ' ἐλάμβανε Κλεοπάτραν τὴν τοῦ νῦν βασιλεύοντος μητέρα. πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς καὶ πείσας οὐ μόνον αὑτὸν ἀλλὰ καὶ τοὺς ἀπηντηκότας ὡς δίκαια λέγει, τότε μὲν διέπλευσεν εἰς τὴν Ναύκρατιν· χρησάμενος δὲ καὶ τούτοις φιλανθρώπως καὶ δοὺς ἑκάστῳ τῶν Ἑλλήνων τῶν κατοικούντων χρυσοῦν προῆγεν ἐπὶ τῆς Ἀλεξανδρείας. τοῖς δὲ πρεσβευταῖς τὴν ἀπόκρισιν ὑπέσχετο δώσειν, ὅταν οἱ περὶ τὸν Ἀριστείδην καὶ Θῆριν ἀνακάμψωσιν ὡς αὐτόν· ἐξαπεσταλκέναι γὰρ ἐκείνους ἔφη πρὸς τὸν Πτολεμαῖον, βούλεσθαι δὲ πάντων συνίστορας εἶναι καὶ μάρτυρας τοὺς ἀπὸ τῆς Ἑλλάδος πρεσβευτάς. 71. Ὅτι Ἀντίοχος μετὰ τὸ καταλιπεῖν Ἀλεξάνδρειαν πολιορκεῖν πρεσβευτὰς εἰς τὴν Ῥώμην ἐξέπεμπεν· οὗτοι δ' ἦσαν Μελέ 317 αγρος Σωσιφάνης Ἡρακλείδης, συνθεὶς ρʹ καὶ νʹ τάλαντα, πεντήκοντα μὲν στέφανον Ῥωμαίοις, τὰ δὲ λοιπὰ τῶν χρημάτων εἰς δωρεάν τισι τῶν κατὰ τὴν Ἑλλάδα πόλεων. 72. Ὅτι κατὰ τὰς αὐτὰς ἡμέρας κατέπλευσαν ἐκ Ῥόδου πρέσβεις εἰς τὴν Ἀλεξάνδρειαν ἐπὶ τὰς διαλύσεις οἱ περὶ Πρατίωνα, καὶ μετ' οὐ πολὺ παρῆσαν εἰς τὴν παρεμβολὴν πρὸς Ἀντίοχον. γενομένης δὲ τῆς ἐντεύξεως, πολλοὺς διετίθεντο λόγους τήν τε τῆς ἰδίας πατρίδος εὔνοιαν προφερόμενοι πρὸς ἀμφοτέρας τὰς βασιλείας καὶ τὴν αὐτῶν τῶν βασιλέων
147
ἀναγκαιότητα πρὸς ἀλλήλους καὶ τὸ συμφέρον ἑκατέροις ἐκ τῆς διαλύσεως. ὁ δὲ βασιλεὺς ἔτι λέγοντα τὸν πρεσβευτὴν ἐπιτεμὼν οὐκ ἔφη προσδεῖσθαι πολλῶν λόγων· τὴν μὲν γὰρ βασιλείαν εἶναι Πτολεμαίου τοῦ πρεσβυτέρου, πρὸς δὲ τοῦτον καὶ διαλελύσθαι πάλαι καὶ φίλους ὑπάρχειν, καὶ νῦν βουλομένων τῶν ἐν τῇ πόλει κατάγειν τοῦτον μὴ κωλύειν Ἀντίοχον. καὶ δὴ πεποίηκεν. 73. Ὅτι παραγενομένων πρὸ τοῦ χειμῶνος τῶν περὶ τὸν Ἱππίαν, οὓς ἀπεστάλκει πρεσβευτὰς ὁ Περσεὺς πρὸς Γένθιον ὑπὲρ τῆς συμμαχίας, καὶ διασαφούντων, ὅτι πρόθυμος ὁ βασιλεύς ἐστιν ἀναδέχεσθαι τὸν πρὸς Ῥωμαίους πόλεμον, ἐὰν αὐτῷ δοθῇ τʹ τάλαντα καὶ πίστεις αἱ προσήκουσαι περὶ τῶν ὅλων, πυθόμενος ταῦτα καὶ κρίνων ἀναγκαίαν εἶναι τὴν Γενθίου κοινοπραγίαν προεχειρίσατο Πάνταυχον ἕνα τῶν πρώτων φίλων, καὶ τοῦτον ἐξαπέστειλε δοὺς ἐντολὰς πρῶτον μὲν ὁμολογήσοντα περὶ τῶν χρημάτων ὅρκους καὶ δοῦναι καὶ λαβεῖν ὑπὲρ τῆς συμμαχίας, εἶτα τοὺς ὁμήρους ἐξ αὐτῆς κἀκεῖνον πέμπειν, οὓς ἂν δοκῇ Πανταύχῳ, καὶ παρ' αὐτοῦ λαμβάνειν, οὓς ἂν ἀποφήνῃ Γένθιος διὰ τῶν ἐγγράπτων, πρὸς δὲ τούτοις διατάξασθαι περὶ τῆς κομιδῆς τῶν τʹ ταλάντων. ὁ δὲ Πάνταυχος ἐξ αὐτῆς ποιησάμενος τὴν ὁρμὴν καὶ παραγενόμενος εἰς Μετέωνα τῆς Λαβεάτιδος κἀνταῦθα συμμίξας τῷ Γενθίῳ ταχέως παρεστήσατο τὸν νεανίσκον πρὸς τὸ κοινωνεῖν τῷ Περσεῖ τῶν αὐτῶν ἐλπίδων. τμηθέντων δὲ τῶν ὁρκίων ὑπὲρ τῆς συμμαχίας καὶ καταγραφέντων, εὐθέως ὁ Γένθιος ἅμα τοὺς ὁμήρους ἔπεμπε τοὺς ὑπὸ τοῦ Πανταύχου καταγραφέντας, καὶ σὺν τούτοις Ὀλυμπίωνα παραληψόμενον τοὺς ὅρκους καὶ τοὺς ὁμήρους παρὰ τοῦ Περσέως, ἑτέρους δὲ τοὺς περὶ τῶν χρημάτων ἕξοντας τὴν ἐπιμέ 318 λειαν. σὺν δὲ τοῖς προειρημένοις ἔπεισεν ὁ Πάνταυχος τὸν Γένθιον καὶ πρεσβευτὰς συνεξαποστέλλειν, οἵτινες ἅμα τοῖς παρὰ τοῦ Περσέως πεμπομένοις εἰς τὴν Ῥόδον πρεσβεύσουσιν ὑπὲρ τῆς κοινῆς συμμαχίας. τούτου γὰρ γενομένου, καὶ συνεμβάντων τῶν Ῥοδίων εἰς τὸν πόλεμον, τελέως εὐκαταγωνίστους ἐσομένους ἀπέφαινε τοὺς Ῥωμαίους. ὁ δὲ πεισθεὶς τοῖς παρακαλουμένοις καὶ προχειρισάμενος Παρμενίωνα καὶ Μόρκον ἐξαπέστειλε δοὺς ἐντολάς, ὅταν λάβωσι τοὺς ὅρκους παρὰ τοῦ Περσέως καὶ τοὺς ὁμήρους, καὶ περὶ τῶν χρημάτων γένηται σύμφωνον, πρεσβεύειν εἰς τὴν Ῥόδον. Οὗτοι μὲν οὖν πάντες προῆγον εἰς τὴν Μακεδονίαν· ὁ δὲ Πάνταυχος μένων παρὰ πλευρὰν ὑπεμίμνησκε καὶ παρώξυνε τὸν νεανίσκον πρὸς τὸ μὴ καθυστερεῖν ταῖς παρασκευαῖς, ἀλλ' ἕτοιμον ὄντα προκαταλαμβάνειν καὶ τόπους καὶ πόλεις καὶ συμμάχους· μάλιστα δ' αὐτὸν ἠξίου παρασκευάζεσθαι πρὸς τὴν κατὰ θάλατταν μάχην. τῶν γὰρ Ῥωμαίων εἰς τέλος ἀπαρασκεύων ὄντων πρὸς τοῦτο τὸ μέρος κατά τε τοὺς περὶ τὴν Ἤπειρον καὶ τοὺς περὶ τὴν Ἰλλυρίδα τόπους, ἀκονιτὶ πᾶν τὸ προτεθὲν ἐπιτελεσθήσεσθαι δι' αὐτοῦ καὶ τῶν ὑπ' αὐτοῦ πεμπομένων. ὁ μὲν οὖν Γένθιος τούτοις τοῖς λόγοις ἀναπειθόμενος ἐγίνετο περί τε τὰς κατὰ γῆν καὶ κατὰ θάλατταν παρασκευάς· ὁ δὲ Περσεύς, παραγενομένων εἰς τὴν Μακεδονίαν τῶν πρεσβευτῶν παρὰ τοῦ Γενθίου καὶ τῶν ὁμηρευόντων, ὁρμήσας ἀπὸ τῆς περὶ τὸν Ἐλπιὸν ποταμὸν παρεμβολῆς μετὰ πάντων τῶν ἱππέων ἀπήντα τοῖς προειρημένοις εἰς τὸ Δῖον, καὶ συμμίξας πρῶτον μὲν ἀπέδωκε τοὺς ὅρκους ὑπὲρ τῆς συμμαχίας ἐναντίον πάντων τῶν ἱππέων (πάνυ γὰρ ἐβούλετο σαφῶς εἰδέναι τοὺς Μακεδόνας τὴν τοῦ Γενθίου κοινοπραγίαν ἐλπίζων εὐθαρσεστέρους αὐτοὺς ὑπάρξειν προσγενομένης ταύτης τῆς ῥοπῆς), ἔπειτα δὲ τοὺς ὁμήρους παρελάμβανε καὶ παρεδίδου τοὺς ἑαυτοῦ τοῖς περὶ Ὀλυμπίωνα, ὧν ἦσαν ἐπιφανέστατοι Λιμναῖος ὁ Πολεμοκράτους καὶ Βάλακρος ὁ Πανταύχου. μετὰ δὲ ταῦτα τοὺς μὲν ἐπὶ τὰ χρήματα παρόντας εἰς Πέλλαν ἐξέπεμπεν ὡς ἐκεῖ παρα 319 ληψομένους, τοὺς δὲ πρεσβευτὰς τοὺς εἰς τὴν Ῥόδον εἰς Θετταλονίκην πρὸς Μητρόδωρον συντάξας ἑτοίμους εἶναι πρὸς τὸν πλοῦν. ἔπεισε δὲ καὶ τοὺς Ῥοδίους συμβαίνειν εἰς τὸν πόλεμον. ταῦτα δὲ διοικήσας Ἡροφῶντα μὲν ἐξέπεμψε πρεσβευτὴν πρὸς τὸν Εὐμένη καὶ πρότερον ἤδη ἀπεσταλμένον, Τηλέμναστον δὲ τὸν Κρῆτα πρὸς τὸν Ἀντίοχον μὴ παρορᾶν τὸν καιρὸν μηδ' ὑπολαμβάνειν πρὸς αὐτὸν μόνον ἀνήκειν τὴν ὑπερηφανίαν καὶ τὴν βαρύτητα τῶν Ῥωμαίων, σαφῶς δὲ γινώσκειν ὡς, ἐὰν μὴ καὶ νῦν αὐτὸς συνεπιλαμβάνηται, μάλιστα μὲν διαλύων τὸν πόλεμον, εἰ δὲ μή, βοηθῶν, ταχέως πεῖραν λήψεται τῆς αὐτῆς ἑαυτῷ τύχης. 74. Ὅτι προτεθείσης χειροτονίας τοῖς Ῥοδίοις, ἐνίκων οἷς ἤρεσκε πέμπειν τοὺς πρεσβευτὰς ὑπὲρ τῶν διαλύσεων. καὶ τὴν μὲν Ῥοδίων ἀντιπολιτείαν τοῦτον τὸν τρόπον, ὡς ἐν
148
τῷ περὶ δημηγορίας τέθειται, διέκρινε τὸ διαβούλιον, ἐν ᾧ πλεῖον ἐφάνησαν ἰσχύοντες οἱ τὰ τοῦ Περσέως αἱρούμενοι τῶν σώζειν σπουδαζόντων τὴν πατρίδα καὶ τοὺς νόμους. οἱ δὲ πρυτάνεις παραχρῆμα πρεσβευτὰς κατέστησαν τοὺς διαλύσοντας τὸν πόλεμον, εἰς μὲν τὴν Ῥώμην Ἀγέπολιν Διοπῆ Κληνόμβροτον, πρὸς δὲ τὸν στρατηγὸν καὶ Περσέα Δάμωνα Νικόκρατον [καὶ] Ἀγησίλοχον Τήλεφον. τούτῳ δ' ἑξῆς τὸ συνεχὲς ἐξειργάζοντο καὶ προσετίθεσαν ποιοῦντες ἀναπολόγητον τὴν ἁμαρτίαν· εὐθέως γὰρ εἰς τὴν Κρήτην ἔπεμπον πρεσβευτὰς τοὺς ἀνανεωσομένους πρὸς πάντας Κρηταιεῖς τὰ ὑπάρχοντα φιλάνθρωπα καὶ παρακαλέσοντας βλέπειν τοὺς καιροὺς καὶ τὴν περίστασιν καὶ συμφρονεῖν τῷ δήμῳ καὶ τὸν αὐτὸν ἐχθρὸν αἱρεῖσθαι καὶ φίλον, ὁμοίως δὲ καὶ κατ' ἰδίαν πρὸς τὰς πόλεις ὑπὲρ τῶν αὐτῶν διαλεχθησομένους. 75. Ὅτι τῶν περὶ τὸν Παρμενίωνα καὶ Μόρκον τῶν παρὰ τοῦ Γενθίου καὶ σὺν τούτοις τοῦ Μητροδώρου παραγενομένων εἰς τὴν Ῥόδον, καὶ συναχθείσης τῆς βουλῆς, παντάπασιν θορυβώδης ἦν ἐκκλησία, τῶν μὲν περὶ τὸν Δείνωνα φανερῶς ἤδη τολμώντων λέγειν τὰ τοῦ Περσέως, τῶν δὲ περὶ Θεαίτητον καταπεπληγμένων τὰ συμβαίνοντα. καὶ γὰρ ἡ τῶν λέμβων παρουσία καὶ τὸ πλῆθος 320 τῶν ἀπολωλότων ἱππέων καὶ ἡ τοῦ Γενθίου μετάθεσις συνέτριβεν αὐτούς. διὸ καὶ τὸ πέρας τῆς ἐκκλησίας ἀκόλουθον ἐγενήθη τοῖς προειρημένοις· ἔδοξε γὰρ τοῖς Ῥοδίοις ἀποκριθῆναι φιλανθρώπως ἀμφοτέροις τοῖς βασιλεῦσι καὶ διασαφεῖν, ὅτι δέδοκται διαλύειν αὐτοῖς τὸν πόλεμον καὶ παρακαλεῖν κἀκείνους εὐδιαλύτους ὑπάρχειν. ἐδέξαντο δὲ καὶ τοὺς πρεσβευτὰς ἐπὶ τὴν κοινὴν ἑστίαν τοὺς παρὰ τοῦ Γενθίου μετὰ πολλῆς φιλανθρωπίας. 76. Ὅτι κατὰ τὸν καιρόν, ἐν ᾧ Περσεὺς ἡττηθεὶς ἀνεδίδρασκεν, ἔδοξε τῇ συγκλήτῳ τοὺς παρὰ τῶν Ῥοδίων πρεσβευτὰς παραγεγονότας ὑπὲρ τοῦ διαλύειν τὸν πρὸς Περσέα πόλεμον προσκαλέσασθαι, τῆς τύχης ὥσπερ ἐπίτηδες ἀναβιβαζούσης ἐπὶ σκηνὴν τὴν τῶν Ῥοδίων ἄγνοιαν, εἰ χρὴ Ῥοδίων λέγειν, ἀλλὰ μὴ τῶν ἐπιπολασάντων ἀνθρώπων τότε κατὰ τὴν Ῥόδον. οἱ δὲ περὶ τὸν Ἀγέπολιν εἰσπορευθέντες ἐλθεῖν μὲν ἔφασαν διαλύσοντες τὸν πόλεμον· τὸν γὰρ δῆμον τῶν Ῥοδίων, ἑλκομένου τοῦ πολέμου καὶ πλείω χρόνον, θεωροῦντα, διότι πᾶσι μὲν τοῖς ἄλλοις ἀλυσιτελὴς καὶ αὐτοῖς δὲ Ῥωμαίοις διὰ τὸ μέγεθος τῶν δαπανημάτων, ἐλθεῖν ἐπὶ ταύτην τὴν γνώμην· νῦν δὲ λελυμένου τοῦ πολέμου κατὰ τὴν τῶν Ῥοδίων βούλησιν συγχαίρειν αὐτοῖς. ταῦτα μὲν οὖν οἱ περὶ τὸν Ἀγέπολιν εἰπόντες βραχέως ἐπανῆλθον. ἡ δὲ σύγκλητος χρωμένη τῷ καιρῷ καὶ βουλομένη παραδειγματίσαι τοὺς Ῥοδίους ἀπόκρισιν ἐξέβαλεν, ἧς ἦν τὰ συνέχοντα ταῦτα, διότι τὴν πρεσβείαν ταύτην οὔτε τῶν Ἑλλήνων ἕνεκεν ὑπολαμβάνουσιν ἐσταλκέναι τοὺς Ῥοδίους οὔθ' ἑαυτῶν, ἀλλὰ Περσέως. εἰ μὲν γὰρ τῶν Ἑλλήνων χάριν ἐπρέσβευον, ἐκεῖνον οἰκειότερον εἶναι τὸν καιρόν, ὅτε ὁ Περσεὺς τὴν τῶν Ἑλλήνων χώραν ἐπόρθει καὶ τὰς πόλεις, στρατοπεδεύων μὲν ἐν Θετταλίᾳ σχεδὸν ἐπὶ βʹ ἐνιαυτοὺς *** τὸ δὲ παρέντας ἐκεῖνον τὸν καιρὸν νῦν παρεῖναι σπουδάζοντας διαλύειν τὸν πόλεμον, ὅτε παρεμβεβληκότων τῶν ἡμετέρων στρατοπέδων εἰς Μακεδονίαν συγκεκλεισμένος ὁ Περσεὺς ὀλίγας παντάπασιν ἐλπίδας εἶχε τῆς σωτηρίας, προφανὲς εἶναι τοῖς ὀρθῶς σκοπουμένοις, διότι τὰς πρεσβείας ἐξέπεμψαν οὐ διαλύειν ἐθέλοντες τὸν πόλεμον, ἀλλ' ἐξελέσθαι τὸν Περσέα καὶ σῶσαι, καθ' ὅσον εἰσὶ δυνατοί. δι' ἃς αἰτίας οὔτ' εὐεργετεῖν οὔτε φιλανθρώπως αὐτοῖς ἀποκρίνεσθαι κατὰ τὸ παρὸν ὀφείλειν ἔφασαν. ταῦτα μὲν ἡ σύγκλητος ἐχρημάτισε τοῖς παρὰ τῶν Ῥοδίων πρεσβευταῖς. 77. Ὅτι κατὰ τὴν Πελοπόννησον ἔτι κατὰ χειμῶνα πρεσβείας παραγενομένης παρὰ τῶν βασιλέων ἀμφοτέρων Πτολεμαίου καὶ Πτολεμαίου περὶ βοηθείας, ἐγενήθη διαβούλια καὶ πλείω πολλὴν ἔχοντα φιλοτιμίαν. τοῖς μὲν γὰρ περὶ τὸν Καλλικράτην καὶ Διοφάνην καὶ σὺν τούτοις Ὑπέρβατον οὐκ ἤρεσκε διδόναι βοήθειαν, τοῖς δὲ περὶ τὸν Ἄρχωνα καὶ Λυκόρταν καὶ Πολύβιον ἤρεσκε τὸ διδόναι τοῖς βασιλεῦσι κατὰ τὴν ὑπάρχουσαν συμμαχίαν. ἤδη γὰρ συνέβαινε τότε τὸν νεώτερον Πτολεμαῖον ὑπὸ τῶν ὄχλων ἀναδεδεῖχθαι βασιλέα διὰ τὴν περίστασιν, τὸν δὲ πρεσβύτερον ἐκ τῆς Μέμφεως καταπεπορεῦσθαι καὶ συμβασιλεύειν τἀδελφῷ. καὶ δεόμενοι παντοδαπῆς ἐπικουρίας ἐξαπέστειλαν πρεσβευτὰς Εὐμένη καὶ Διονυσόδωρον πρὸς τοὺς Ἀχαιοὺς αἰτοῦντες πεζοὺς μὲν χιλίους ἱππεῖς δὲ σʹ, ἡγεμόνα δὲ τῆς ὅλης συμμαχίας Λυκόρταν, τῶν δ' ἱππέων Πολύβιον. πρὸς δὲ Θεοδωρίδαν τὸν Σικυώνιον διεπέμψαντο παρακαλοῦντες αὐτὸν
149
συστήσασθαι ξενολόγιον χιλίων ἀνδρῶν. συνέβαινε δὲ τοὺς μὲν βασιλεῖς τὴν ἐπὶ πλεῖον σύστασιν ἔχειν πρὸς τοὺς εἰρημένους ἄνδρας ἐκ τῶν πράξεων ὧν εἰρήκαμεν. τῶν δὲ πρεσβευτῶν παραγενομένων, τῆς συνόδου τῶν Ἀχαιῶν οὔσης ἐν Κορίνθῳ, καὶ τά τε φιλάνθρωπα πρὸς τὴν βασιλείαν ἀνανεωσαμένων ὄντα μεγάλα, καὶ τὴν περίστασιν τῶν βασιλέων ὑπὸ τὴν ὄψιν ἀγόντων, καὶ δεομένων σφίσι βοηθεῖν, τὸ μὲν πλῆθος τῶν Ἀχαιῶν ἕτοιμον ἦν οὐ μέρει τινί, πανδημεὶ δὲ συγκινδυνεύειν, εἰ δέοι, τοῖς βασιλεῦσιν (ἀμφότεροι γὰρ εἶχον τό τε διάδημα καὶ τὴν ἐξουσίαν), οἱ δὲ περὶ τὸν Καλλικράτην ἀντέλεγον φάσκοντες δεῖν καθόλου μὲν μὴ πραγματοκοπεῖν, ἐν δὲ τοῖς παροῦσι καιροῖς μηδ' ὅλως, ἀλλ' ἀπερισπάστους ὑπάρχοντας Ῥωμαίοις παρέχεσθαι χρείας. μάλιστα γὰρ ἦν τότε προσδόκιμος ὁ περὶ τῶν ὅλων κίνδυνος, ἅτε τοῦ Κοΐντου τοῦ Φιλίππου τὴν παραχειμασίαν ἐν τῇ Μακεδονίᾳ ποιουμένου. τῶν δὲ πολλῶν εἰς ἀπορίαν ἐμπιπτόντων, μὴ δόξωσι Ῥωμαίων ἀστοχεῖν, μεταλαβόντες τοὺς λόγους οἱ περὶ τὸν Λυκόρταν καὶ Πολύβιον ἐδίδασκον ἄλλα τε καὶ πλείω προφερόμενοι καὶ διότι, τῷ πρότερον ἔτει ψηφισαμένων τῶν Ἀχαιῶν πανδημεὶ συστρατεύειν τοῖς Ῥωμαίοις καὶ πεμψάντων πρεσβευτὴν τὸν Πολύβιον, ὁ Κόιντος ἀποδεξάμενος τὴν προθυμίαν ἀπείπατο μὴ χρείαν ἔχειν τῆς βοηθείας, ἐπεὶ 322 κεκράτηκε τῆς εἰς Μακεδονίαν εἰσβολῆς. ἐξ ὧν ἀπεδείκνυσαν σκῆψιν οὖσαν τὴν Ῥωμαίων χρείαν πρὸς τὸ διακωλῦσαι βοηθεῖν. διὸ παρεκάλουν τοὺς Ἀχαιούς, ὑποδεικνύοντες τὸ μέγεθος τῆς περιστάσεως, ἐν ᾗ συνέβαινε τότε τὴν βασιλείαν ὑπάρχειν, μὴ παριδεῖν τὸν καιρόν, ἀλλὰ μνημονεύοντας τῶν ὁμολογιῶν καὶ τῶν εὐεργεσιῶν, μάλιστα δὲ τῶν ὅρκων, ἐμπεδοῦν τὰς συνθήκας. τῶν δὲ πολλῶν ἐπιφερομένων πάλιν βοηθεῖν, τότε μὲν οἱ περὶ τὸν Καλλικράτην ἐξέβαλον τὸ διαβούλιον διασείσαντες τοὺς ἄρχοντας, ὡς οὐκ οὔσης ἐξουσίας κατὰ τοὺς νόμους ἐν ἀγορᾷ βουλεύεσθαι περὶ βοηθείας. μετὰ δέ τινα χρόνον συγκλήτου συναχθείσης εἰς τὴν τῶν Σικυωνίων πόλιν, ἐν ᾗ συνέβαινε μὴ μόνον συμπορεύεσθαι τὴν βουλήν, ἀλλὰ πάντας τοὺς ἀπὸ τριάκοντ' ἐτῶν, καὶ λόγων γινομένων πλειόνων, καὶ μάλιστα τοῦ Πολυβίου διοριζομένου πρῶτον μὲν περὶ τοῦ χρείαν μὴ ἔχειν τοὺς Ῥωμαίους τῆς βοηθείας καὶ δοκοῦντος οὐκ εἰκῇ ταῦτα λέγειν διὰ τὸ γεγονέναι τὴν παρελθοῦσαν † νύκτα ἐν τῇ Μακεδονίᾳ περὶ τοῦ Φιλίππου, δεύτερον δὲ φάσκοντος, ἐὰν καὶ δέωνται Ῥωμαῖοι τῆς συμμαχίας, οὐ διὰ τοὺς σʹ ἱππεῖς καὶ χιλίους πεζοὺς τοὺς ἀποσταλησομένους εἰς Ἀλεξάνδρειαν ἀδυνατήσειν τοὺς Ἀχαιοὺς βοηθεῖν Ῥωμαίοις (καλῶς γὰρ ποιοῦντας αὐτοὺς καὶ τρεῖς ἄγειν καὶ δʹ μυριάδας ἀνδρῶν μαχίμων), εὐδοκοῦντες τοῖς λεγομένοις ἔρρεπον οἱ πολλοὶ πρὸς τὸ πέμπειν τὴν συμμαχίαν. τῇ δὲ δευτέρᾳ τῶν ἡμερῶν, ἐν ᾗ κατὰ τοὺς νόμους ἔδει τὰ ψηφίσματα προσφέρειν τοὺς βουλομένους, οἱ μὲν περὶ τὸν Λυκόρταν προσήνεγκαν, διότι δεῖ πέμπειν τὴν βοήθειαν, οἱ δὲ περὶ τὸν Καλλικράτην, διότι δεῖ πρεσβευτὰς ἐξαποστέλλειν τοὺς διαλύσοντας τοὺς βασιλεῖς πρὸς τὸν Ἀντίοχον. πάλιν δὲ τῶν διαβουλίων προτεθέντων ἀγὼν ἐγίνετο νεανικός, πολύ γε μὴν ὑπερεῖχον οἱ περὶ τὸν Λυκόρταν. αἵ τε γὰρ βασιλεῖαι συγκρινόμεναι μεγάλην εἶχον διαφοράν· ὑπὸ μὲν γὰρ τῆς Ἀντιόχου σπάνιον ἦν εὑρεῖν οἰκεῖόν τι γεγονὸς καθόλου πρὸς τοὺς Ἕλληνας ἔν γε τοῖς ἀνώτερον χρόνοις (καὶ γὰρ ἡ τοῦ τότε βασιλεύοντος μεγαλοψυχία δῆλος ἐγένετο τοῖς Ἕλλησιν), ὑπὸ δὲ τῆς Πτολεμαίου τοσαῦτα καὶ τηλικαῦτα τοῖς Ἀχαιοῖς ἐγεγόνει φιλάνθρωπα κατὰ τοὺς ἀνώτερον χρόνους ὥστ' ἂν † μηδενὶ πλεῖον ἀξίως. ἃ διατιθέμενος ὁ Λυκόρτας μεγάλην ἐποιεῖτο φαντασίαν, ἅτε τῆς παραθέσεως 323 ὁλοσχερῆ τὴν διαφορὰν ἐχούσης· καθ' ὅσον γὰρ οὐκ ἐξαριθμήσασθαι ῥᾴδιον ἦν τὰς τῶν ἐν Ἀλεξανδρείᾳ βασιλέων εὐεργεσίας, κατὰ τοσοῦτον ἁπλῶς οὐδὲν ἦν εὑρεῖν φιλάνθρωπον ἐκ τῆς Ἀντιόχου βασιλείας ἀπηντημένον εἰς πραγμάτων λόγον τοῖς Ἀχαιοῖς. 78. Ὅτι ἕως μέν τινος οἱ περὶ τὸν Ἀνδρωνίδαν καὶ Καλλικράτην ἐχρῶντο τοῖς ὑπὲρ τῆς διαλύσεως λόγοις, οὐδενὸς δὲ προσέχοντος αὐτοῖς ἐπεισήγαγον μηχανήν. παρῆν γὰρ ἐκ πορείας εἰς τὸ θέατρον γραμματηφόρος φέρων ἐπιστολὴν παρὰ Κοΐντου Μαρκίου, δι' ἧς παρεκάλει τοὺς Ἀχαιοὺς ἀκολουθοῦντας τῇ Ῥωμαίων προαιρέσει πειρᾶσθαι διαλύειν τοὺς βασιλεῖς· συνέβαινε γὰρ καὶ τὴν σύγκλητον ἀπεσταλκέναι πρεσβευτὰς τοὺς περὶ Νεμέσιον διαλύσοντας τοὺς βασιλεῖς. ἦν δὲ τοῦτο κατὰ τῆς ὑποθέσεως· οἱ γὰρ περὶ τὸν Τίτον ἀδυνατήσαντες τοῦ διαλύειν ἀνακεχωρήκεισαν εἰς τὴν Ῥώμην ἄπρακτοι τελείως. ἀλλ' οἱ περὶ τὸν Πολύβιον οὐ βουλόμενοι
150
διὰ τὸν Μάρκιον πρὸς τὴν ἐπιστολὴν ἀντιλέγειν ἀνεχώρησαν ἐκ τῶν πραγμάτων. καὶ τὰ μὲν κατὰ τὴν βοήθειαν οὕτω διέπεσε τοῖς βασιλεῦσι, τοῖς δ' Ἀχαιοῖς ἔδοξε πρεσβευτὰς ἀποστέλλειν τοὺς διαλύσοντας· καὶ κατεστάθησαν Ἄρχων Αἰγειράτης, Ἀρκεσίλαος Ἀρίστων Μεγαλοπολῖται. οἱ δὲ παρὰ τοῦ Πτολεμαίου πρεσβευταὶ διαψευσθέντες τῆς συμμαχίας ἀνέδωκαν τοῖς ἄρχουσιν ἑτοίμας ἔχοντες ἐπιστολὰς παρὰ τῶν βασιλέων, δι' ὧν ἠξίουν τοὺς Ἀχαιοὺς ἐκπέμπειν Λυκόρταν καὶ Πολύβιον ἐπὶ τὸν ἐνεστῶτα πόλεμον. 79. Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἦλθε παρὰ τοῦ βασιλέως Εὐμένους ἀδελφὸς Ἄτταλος ἔχων μὲν πρόφασιν, εἰ καὶ μὴ τὸ κατὰ τοὺς Γαλάτας ἐγεγόνει σύμπτωμα περὶ τὴν βασιλείαν, ὅμως ἐλθεῖν εἰς τὴν Ῥώμην ἕνεκεν τοῦ συγχαρῆναι τῇ συγκλήτῳ καὶ τυχεῖν τινος ἐπισημασίας διὰ τὸ συμπεπολεμηκέναι καὶ πάντων εὐμενῶς σφίσι μετεσχηκέναι τῶν κινδύνων· τότε δὲ καὶ διὰ τὴν Γαλατικὴν περίστασιν ἠναγκασμένος ἧκεν εἰς τὴν Ῥώμην. πάντων δὲ φιλοφρόνως αὐτὸν ἀποδεχομένων διά τε τὴν ἐν τῇ στρατείᾳ γεγενημένην συνήθειαν καὶ διὰ τὸ δοκεῖν εὔνουν αὐτοῖς ὑπάρχειν, καὶ γινομένης τῆς ἀπαντήσεως ὑπὲρ τὴν προσδοκίαν, μετέωρος ἐγενήθη ταῖς ἐλπίσιν οὐκ εἰδὼς τὴν ἀληθινὴν αἰτίαν τῆς ἀποδοχῆς. διὸ 324 καὶ παρ' ὀλίγον ἦλθε τοῦ λυμήνασθαι τὰ σφέτερα πράγματα καὶ τὴν ὅλην βασιλείαν. τῶν γὰρ πλείστων Ῥωμαίων ἀπηλλοτριωμένων τῆς τοῦ βασιλέως Εὐμένους εὐνοίας καὶ πεπεισμένων αὐτὸν πλάγιον ἐν τῷ πολέμῳ γεγονέναι λαλοῦντα τῷ Περσεῖ καὶ τοῖς καιροῖς ἐφεδρεύοντα τοῖς κατ' αὐτῶν, ἔνιοι τῶν ἐπιφανῶν ἀνδρῶν λαμβάνοντες εἰς τὰς χεῖρας τὸν Ἄτταλον παρεκάλουν τὴν μὲν ὑπὲρ τἀδελφοῦ πρεσβείαν ἀποθέσθαι, περὶ δὲ αὑτοῦ ποιεῖσθαι τοὺς λόγους· βούλεσθαι γὰρ αὐτῷ τὴν σύγκλητον συγκατασκευάζειν ἰδίαν ἀρχὴν καὶ δυναστείαν διὰ τὴν ἀλλοτριότητα τὴν πρὸς τὸν ἀδελφόν. ἐφ' οἷς συνέβαινε τὸν Ἄτταλον ἐπὶ πολὺ μετεωρίζεσθαι καὶ συγκατανεύειν ἐν ταῖς κατ' ἰδίαν ὁμιλίαις τοῖς εἰς τοῦτο τὸ μέρος αὐτὸν παρορμῶσιν. τέλος δὲ πρὸς ἐνίους τῶν ἀξιολόγων ἀνδρῶν συνέθετο καὶ παρελθὼν εἰς τὴν σύγκλητον ποιήσεσθαι τοὺς περὶ τούτων λόγους. Τοιαύτης δ' οὔσης τῆς διαθέσεως περὶ τὸν Ἄτταλον, ὀττευσάμενος ὁ βασιλεὺς τὸ μέλλον ἐπιπέμπει Στράτιον τὸν ἰατρὸν εἰς τὴν Ῥώμην, ὃς μεγίστην παρ' αὐτῷ πίστιν εἶχεν, τὰ μὲν ὑποδείξας, τὰ δὲ ἐντειλάμενος πᾶσαν εἰσενέγκασθαι μηχανὴν πρὸς τὸ μὴ κατακολουθῆσαι τὸν Ἄτταλον τοῖς βουλομένοις λυμήνασθαι τὴν βασιλείαν αὐτῶν. ὁ δὲ παραγενόμενος εἰς τὴν Ῥώμην καὶ λαβὼν εἰς τὰς χεῖρας τὸν Ἄτταλον πολλοὺς μὲν καὶ ποικίλους διέθετο λόγους (καὶ ἦν ὁ ἄνθρωπος ἔχων τι νουνεχὲς καὶ πιστικόν), μόγις δὲ καθίκετο τῆς προθέσεως καὶ μετεκάλεσε τὸν Ἄτταλον ἀπὸ τῆς ἀλόγου φορᾶς θεὶς ὑπὸ τὴν ὄψιν, ὅτι κατὰ μὲν τὸ παρὸν συμβασιλεύει τἀδελφῷ τούτῳ διαφέρων ἐκείνου τῷ μὴ διάδημα περιτίθεσθαι μηδὲ χρηματίζειν βασιλεύς, τὴν δὲ λοιπὴν ἴσην καὶ τὴν αὐτὴν ἔχων ἐξουσίαν, εἰς δὲ τὸ μέλλον ὁμολογουμένως καταλείπεται διάδοχος τῆς ἀρχῆς, οὐ μακρὰν ταύτης τῆς ἐλπίδος ὑπαρχούσης, ἅτε τοῦ βασιλέως διὰ μὲν τὴν σωματικὴν ἀσθένειαν ἀεὶ προσδοκῶντος τὴν ἐκ τοῦ βίου μετάστασιν, διὰ δὲ τὴν ἀπαιδίαν οὐδ' εἰ βουληθείη δυναμένου τὴν ἀρχὴν ἄλλῳ καταλιπεῖν· οὐδέπω γὰρ ἀναδεδειγμένος ἐτύγχανε κατὰ φύσιν υἱὸς ὢν αὐτῷ ὁ μετὰ ταῦτα διαδεξάμενος τὴν ἀρχήν. τὸ δὲ συνέχον θαυμάζειν ἔφη πόσα βλάπτει τοὺς ἐνεστῶτας καιρούς. μεγάλην γὰρ † εἶναι πᾶσι τοῖς θεοῖς χάριν, εἰ συμπνεύσαντες καὶ μιᾷ γνώμῃ 325 χρώμενοι δύναιντο τὸν ἀπὸ Γαλατῶν φόβον ἀπώσασθαι καὶ τὸν ἀπὸ τούτων ἐφεστῶτα κίνδυνον. εἰ δὲ νῦν εἰς στάσιν καὶ διαφορὰν ἥξει πρὸς τὸν ἀδελφόν, πρόδηλον εἶναι, διότι καταστρέψει τὴν βασιλείαν καὶ στερήσει μὲν αὑτὸν καὶ τῆς παρούσης ἐξουσίας καὶ τῆς εἰς τὸ μέλλον ἐλπίδος, στερήσει δὲ καὶ τοὺς ἀδελφοὺς τῆς ἀρχῆς καὶ τῆς ἐν αὐτῇ δυναστείας. ταῦτα δὴ καὶ τούτοις ἕτερα παραπλήσια διατιθέμενος ὁ Στράτιος ἔπεισε τὸν Ἄτταλον μένειν ἐπὶ τῶν ὑποκειμένων. Διόπερ εἰσελθὼν εἰς τὴν σύγκλητον ὁ προειρημένος συνεχάρη μὲν ἐπὶ τοῖς γεγονόσιν καὶ περὶ τῆς καθ' αὑτὸν εὐνοίας καὶ προθυμίας, ἣν παρέσχετο κατὰ τὸν πρὸς Περσέα πόλεμον, ἀπελογίσατο· παραπλησίως δὲ καὶ περὶ τοῦ πέμψαι πρεσβευτὰς τοὺς παρακαθέξοντας τὴν τῶν Γαλατῶν ἀπόνοιαν καὶ πάλιν εἰς τὴν ἐξ ἀρχῆς αὐτοὺς ἀποκαταστήσοντας διάθεσιν παρεκάλεσε διὰ πλειόνων. ἐποιήσατο δὲ λόγους καὶ περὶ τῆς Αἰνίων καὶ τῆς Μαρωνιτῶν πόλεως ἀξιῶν αὑτῷ δοθῆναι ταύτας ἐν δωρεᾷ· τὸν δὲ κατὰ τοῦ βασιλέως λόγον καὶ τὸν περὶ τοῦ μερισμοῦ τῆς ἀρχῆς εἰς τέλος παρεσιώπησεν. ἡ δὲ σύγκλητος
151
ὑπολαμβάνουσα πάλιν αὐτὸν ἰδίᾳ περὶ τούτων εἰσπορεύσεσθαι τούς τε πρεσβευτὰς συμπέμψειν ὑπέσχετο καὶ τοῖς εἰθισμένοις δώροις ἐτίμησεν αὐτὸν μεγαλομερῶς, ἐπηγγείλατο δὲ καὶ τὰς προειρημένας πόλεις δώσειν. ἐπειδὴ δὲ παραυτὰ τυχὼν τῶν φιλανθρώπων ὥρμησεν ἐκ τῆς Ῥώμης οὐδὲν ποιήσας τῶν προσδοκωμένων, διαψευσθεῖσα τῶν ἐλπίδων ἡ σύγκλητος ἄλλο μὲν οὐδὲν εἶχε ποιεῖν, ἔτι δὲ κατὰ τὴν Ἰταλίαν ὄντος αὐτοῦ τὴν μὲν Αἶνον καὶ τὴν Μαρωνίαν ἠλευθέρωσεν ἀθετήσασα τὴν ἐπαγγελίαν, τοὺς δὲ περὶ τὸν Πόπλιον Λικίνιον ἔπεμψε πρεσβευτὰς πρὸς τοὺς Γαλάτας. οἷς ποίας μὲν ἔδωκεν ἐντολάς, εἰπεῖν οὐ ῥᾴδιον, στοχάζεσθαι δὲ ἐκ τῶν μετὰ ταῦτα συμβάντων οὐ δυσχερές. τοῦτο δ' ἔσται δῆλον ἐκ τῶν πράξεων αὐτῶν. Ἧκον δὲ καὶ παρὰ Ῥοδίων πρέσβεις, πρῶτον μὲν οἱ περὶ Φιλοκράτην, μετὰ δὲ τούτους οἱ περὶ Φιλόφρονα καὶ Ἀστυμήδην. οἱ γὰρ Ῥόδιοι κομισάμενοι τὴν ἀπόκρισιν, ἣν οἱ περὶ τὸν Ἀγέπολιν. ἔλαβον εὐθέως μετὰ τὴν παράταξιν, καὶ θεωροῦντες ἐκ ταύτης τὴν πρὸς αὑτοὺς ὀργὴν καὶ τὴν ἀνάτασιν τῆς συγκλήτου, παραυτίκα 326 τὰς προειρημένας πρεσβείας ἐξέπεμψαν. οἱ δὲ περὶ τὸν Ἀστυμήδην καὶ Φιλόφρονα κατανοοῦντες ἐκ τῶν ἐντεύξεων καὶ κοινῇ καὶ κατ' ἰδίαν τὴν ὑφόρασιν καὶ τὴν ἀλλοτριότητα τῶν ἀνθρώπων τὴν πρὸς αὑτούς, εἰς ἀθυμίαν ὁλοσχερῆ καὶ δυσχρηστίαν ἐνέπιπτον. ὡς δὲ καὶ τῶν στρατηγῶν τις ἀναβὰς ἐπὶ τοὺς ἐμβόλους παρεκάλει τοὺς ὄχλους ἐπὶ τὸν κατὰ Ῥοδίων πόλεμον, τότε δὴ παντάπασιν ἔξω τοῦ φρονεῖν γενόμενοι διὰ τὸν περὶ τῆς πατρίδος κίνδυνον εἰς τοιαύτην ἦλθον διάθεσιν, ὥστε καὶ φαιὰ λαβεῖν ἱμάτια καὶ κατὰ τὰς παρακλήσεις μηκέτι παρακαλεῖν μηδ' ἀξιοῦν τοὺς φίλους, ἀλλὰ δεῖσθαι μετὰ δακρύων μηδὲν ἀνήκεστον βουλεύσασθαι περὶ αὑτῶν. μετὰ δέ τινας ἡμέρας εἰσαγαγόντος αὐτοὺς Ἀντωνίου τοῦ δημάρχου καὶ τὸν στρατηγὸν τὸν παρακαλοῦντα πρὸς τὸν πόλεμον κατασπάσαντος ἀπὸ τῶν ἐμβόλων, ἐποιεῖτο τοὺς λόγους πρῶτον μὲν Φιλόφρων, μετὰ δὲ τοῦτον Ἀστυμήδης, ὅτε δὴ κατὰ τὴν παροιμίαν τὸ κύκνειον ἐξηχήσαντες ἔλαβον ἀποκρίσεις τοιαύτας, δι' ὧν τοῦ μὲν ὁλοσχεροῦς φόβου τοῦ κατὰ τὸν πόλεμον ἐδόκουν παραλελύσθαι, περὶ δὲ τῶν κατὰ μέρος ἐγκλημάτων αὐτοῖς ἡ σύγκλητος πικρῶς καὶ βαρέως ὠνείδισεν. ἦν δ' ὁ νοῦς τῆς ἀποκρίσεως τοιοῦτος, ὅτι εἰ μὴ δι' ὀλίγους ἀνθρώπους τοὺς αὑτῶν φίλους, καὶ μάλιστα δι' αὐτούς, ᾔδεισαν καλῶς καὶ δικαίως ὡς δέον ἦν αὐτοῖς χρήσασθαι. ὁ δ' Ἀστυμήδης αὑτῷ μὲν ἐδόκει καλῶς εἰρηκέναι περὶ τῆς πατρίδος, οὐ μὴν τοῖς γε παρεπιδημοῦσιν οὐδὲ τοῖς ἐκεῖ μένουσι τῶν Ἑλλήνων οὐδαμῶς ἤρεσκεν. ἐξέβαλε γὰρ ἔγγραπτον μετὰ ταῦτα ποιήσας τὴν σύνταξιν τῆς δικαιολογίας, ἣ τοῖς πλείστοις τῶν ἀναλαμβανόντων εἰς τὰς χεῖρας ἄτοπος ἐφαίνετο καὶ τελέως ἀπίθανος. συνεστήσατο γὰρ τὴν δικαιολογίαν οὐ μόνον ἐκ τῶν τῆς πατρίδος δικαίων, ἔτι δὲ μᾶλλον ἐκ τῆς τῶν ἄλλων κατηγορίας. τὰ μὲν γὰρ εὐεργετήματα καὶ συνεργήματα παραβάλλων καὶ συγκρίνων τὰ μὲν τῶν ἄλλων ἐπειρᾶτο ψευδοποιεῖν καὶ ταπεινοῦν, τὰ δὲ τῶν Ῥοδίων ηὔξανε πολλαπλασιάζων καθ' ὅσον οἷός τ' ἦν· τὰ δ' ἁμαρτήματα κατὰ τοὐναντίον τὰ μὲν τῶν ἄλλων ἐξωνείδιζε πικρῶς καὶ δυσμενικῶς, τὰ δὲ τῶν Ῥοδίων ἐπειρᾶτο περιστέλλειν, ἵνα κατὰ τὴν παράθεσιν τὰ μὲν οἰκεῖα μικρὰ καὶ 327 συγγνώμης ἄξια φανῇ, τὰ δὲ τῶν πέλας ἀπαραίτητα καὶ μεγάλα τελέως, ἐφ' οἷς ἔφη συγγνώμης τετευχέναι τοὺς ἡμαρτηκότας ἅπαντας. τὸ δὲ γένος τοῦτο τῆς δικαιολογίας οὐδαμῶς ἂν πρέπειν ἀνδρὶ πολιτικῷ δόξειεν, ἐπεί τοι καὶ τῶν κοινοπραγησάντων περί τινων ἀπορρήτων οὐ τοὺς διὰ φόβον ἢ πόρον μηνυτὰς γενομένους τῶν συνειδότων ἐπαινοῦμεν, ἀλλὰ τοὺς πᾶσαν ἐπιδεξαμένους βάσανον καὶ τιμωρίαν καὶ μηδὲν τῶν συνειδότων παραιτίους γενομένους τῆς αὐτῆς συμφορᾶς, τούτους ἀποδεχόμεθα καὶ τούτους ἄνδρας ἀγαθοὺς νομίζομεν. ὁ δὲ διὰ τὸν ἄδηλον φόβον πάντα τὰ τῶν ἄλλων ἁμαρτήματα τιθεὶς ὑπὸ τὴν ὄψιν τοῖς κρατοῦσι καὶ καινοποιήσας, ὑπὲρ ὧν ὁ χρόνος εἰς λήθην ἀγηόχει τοὺς ὑπερέχοντας, πῶς οὐκ ἔμελλε δυσαρεστήσειν τοῖς ἱστορήσασιν. Τὴν δὲ προειρημένην ἀπόκρισιν οἱ μὲν περὶ τὸν Φιλοκράτην λαβόντες ἐξ αὐτῆς ὥρμησαν, οἱ δὲ περὶ τὸν Ἀστυμήδην αὐτόθι μένοντες παρήδρευον χάριν τοῦ μηδὲν αὐτοὺς λανθάνειν τῶν προσπιπτόντων ἢ λεγομένων κατὰ τῆς πατρίδος. προσπεσούσης δὲ τῆς ἀποκρίσεως ταύτης εἰς τὴν Ῥόδον, δόξαντες ἀπολελύσθαι τοῦ μεγίστου φόβου τοῦ κατὰ τὸν πόλεμον τἄλλα καίπερ ἀκμὴν ὄντα δυσχερῆ ῥᾳδίως ἔφερον. οὕτως ἀεὶ τὰ μείζω τῶν προσδοκωμένων κακῶν λήθην ποιεῖ τῶν ἐλαττόνων συμπτωμάτων. διὸ καὶ παραχρῆμα ψηφισάμενοι τῇ Ῥώμῃ στέφανον ἀπὸ
152
μυρίων χρυσῶν καὶ καταστήσαντες πρεσβευτὴν ἅμα καὶ ναύαρχον Θεαίτητον ἐξέπεμπον θερείας ἀρχομένης ἄγοντα τὸν στέφανον, καὶ μετὰ τούτου τοὺς περὶ Ῥοδοφῶντα πειρασομένους κατὰ πάντα τρόπον συμμαχίαν συνθέσθαι πρὸς Ῥωμαίους. τοῦτο δ' ἐποίησαν βουλόμενοι διὰ τοῦ ψηφίσματος † καὶ πρεσβείας ἀποτυχεῖν, ἐὰν ἄλλως δόξῃ Ῥωμαίοις, δι' αὐτῆς δὲ τῆς τοῦ ναυάρχου προαιρέσεως τὴν κατάπειραν ποιήσασθαι· τὴν γὰρ ἐξουσίαν εἶχε ταύτην ὁ ναύαρχος ἐκ τῶν νόμων. οὕτω γὰρ ἦν πραγματικὸν τὸ πολίτευμα τῶν Ῥοδίων, ὡς σχεδὸν ἔτη μʹ πρὸς τοῖς ρʹ κεκοινωνηκὼς ὁ δῆμος Ῥωμαίοις τῶν ἐπιφανεστάτων καὶ καλλίστων ἔργων οὐκ ἐπεποίητο πρὸς αὐτοὺς συμμαχίαν. τίνος δὲ χάριν οὕτως ἐχείριζον οἱ Ῥόδιοι τὰ καθ' αὑτούς, οὐκ ἄξιον παραλιπεῖν. βουλόμενοι γὰρ μηδένα τῶν ἐν ταῖς ὑπεροχαῖς καὶ δυναστείαις ἀπελπίζειν τὴν ἐξ αὑτῶν ἐπικουρίαν καὶ συμμαχίαν οὐκ ἐβούλοντο συνδυάζειν οὐδὲ προκαταλαμβάνειν σφᾶς 328 αὐτοὺς ὅρκοις καὶ συνθήκαις, ἀλλ' ἀκέραιοι διαμένοντες κερδαίνειν τὰς ἐξ ἑκάστων ἐλπίδας. τότε δὲ μεγάλην ἐποιοῦντο φιλοτιμίαν βουλόμενοι ταύτης τῆς τιμῆς τυχεῖν παρὰ Ῥωμαίων, οὐ κατεπειγόμενοι συμμαχίας οὐδ' ἀγωνιῶντες ἁπλῶς οὐδένα κατὰ τὸ παρὸν πλὴν αὐτῶν τῶν Ῥωμαίων, ἀλλὰ βουλόμενοι κατὰ τὴν ὑπέρθεσιν τῆς ἐπιβολῆς ἀφαιρεῖσθαι τὰς ὑπονοίας τῶν δυσχερές τι διανοουμένων περὶ τῆς πόλεως. ἄρτι δὲ τῶν περὶ τὸν Θεαίτητον καταπεπλευκότων, ἀπέστησαν Καύνιοι, κατελάβοντο δὲ καὶ Μυλασσεῖς τὰς ἐν Εὐρώμῳ πόλεις. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἡ σύγκλητος ἐξέβαλε δόγμα, διότι δεῖ Κᾶρας καὶ Λυκίους ἐλευθέρους εἶναι πάντας, ὅσους προσένειμε Ῥοδίοις μετὰ τὸν Ἀντιοχικὸν πόλεμον. τὰ μὲν οὖν κατὰ τοὺς Καυνίους καὶ τοὺς Εὐρωμεῖς ταχέως οἱ Ῥόδιοι διωρθώσαντο· τοὺς μὲν γὰρ Καυνίους Λύκωνα πέμψαντες μετὰ στρατιωτῶν ἠνάγκασαν πάλιν ὑφ' αὑτοὺς τάττεσθαι, καίπερ Κιβυρατῶν αὐτοῖς παραβοηθησάντων, ἐπὶ δὲ τὰς ἐν Εὐρώμῳ πόλεις στρατεύσαντες ἐνίκησαν μάχῃ Μυλασσεῖς καὶ Ἀλαβανδεῖς, ἀμφοτέρων παραγενομένων μετὰ στρατιᾶς ἐπ' Ὀρθωσίαν. τοῦ δὲ περὶ τῶν Λυκίων καὶ Καρῶν δόγματος αὐτοῖς προσπεσόντος, πάλιν ἀπεσοβήθησαν ταῖς διανοίαις δείσαντες μή ποτε μάταιος μὲν αὐτοῖς ἡ τοῦ στεφάνου δόσις γέγονεν, μάταιαι δὲ αἱ περὶ τῆς συμμαχίας ἐλπίδες. 80. Ὅτι μετὰ τὴν τοῦ Περσέως κατάλυσιν, ἅμα τῷ κριθῆναι τὰ ὅλα, πανταχόθεν ἐξέπεμπον πρέσβεις συγχαρησομένους τοῖς στρατηγοῖς ἐπὶ τοῖς γεγονόσιν. τῶν δὲ πραγμάτων ὁλοσχερῶς ἐπὶ Ῥωμαίους κεκλικότων, ἐπιπολάζοντες διὰ τὸν καιρὸν οἱ δοκοῦντες εἶναι φίλοι Ῥωμαίων ἐν πᾶσι τοῖς πολιτεύμασιν, εἴς τε τὰς πρεσβείας οὗτοι καθίσταντο καὶ τὰς ἄλλας χρείας. διὸ συνέδραμον εἰς τὴν Μακεδονίαν ἐκ μὲν Ἀχαΐας Καλλικράτης Ἀριστόδαμος Ἀγησίας Φίλιππος, ἐκ δὲ Βοιωτίας οἱ περὶ Μνάσιππον, ἐκ δὲ τῆς Ἀκαρνανίας οἱ περὶ Χρέμαν, παρὰ δὲ τῶν Ἠπειρωτῶν οἱ περὶ τὸν Χάροπα καὶ Νικίαν, παρὰ δὲ τῶν Αἰτωλῶν οἱ περὶ τὸν Λυ 329 κίσκον καὶ Τίσιππον. ἁπάντων δὲ τούτων ὁμοῦ γενομένων καὶ πρὸς τὴν αὐτὴν ὑπόθεσιν ἁμιλλωμένων προθύμως, καὶ μηδενὸς ὑπάρχοντος ἀνταγωνιστοῦ διὰ τὸ τοὺς ἀντιπολιτευομένους ἅπαντας εἴκοντας τοῖς καιροῖς ἀνακεχωρηκέναι τελέως, ἀκονιτὶ κατεκράτησαν τῆς ὑποθέσεως οἱ προειρημένοι. πρὸς μὲν οὖν τὰς ἄλλας πόλεις καὶ τὰς ἐθνικὰς συστάσεις οἱ δέκα δι' αὐτῶν τῶν στρατηγῶν ἐποιήσαντο τὴν ἐπιταγήν, οὓς δεήσει πορεύεσθαι τῶν ἀνδρῶν εἰς τὴν Ῥώμην. οὗτοι δ' ἦσαν ὡς ἐπίπαν οὓς ἀπέγραψαν οἱ προειρημένοι κατὰ τὰς ἰδίας ἀντιπαραγωγάς, πλὴν ὀλίγων τελέως τῶν ἔκδηλόν τι πεποιηκότων. πρὸς δὲ τὸ τῶν Ἀχαιῶν ἔθνος πρεσβευτὰς ἐξέπεμψαν τοὺς ἐπιφανεστάτους ἄνδρας τῶν ιʹ, Γάιον Κλαύδιον καὶ Γνάιον Δομίτιον, διὰ δύο αἰτίας, πρῶτον μὲν εὐλαβούμενοι τοὺς Ἀχαιοὺς μή ποτ' οὐ πειθαρχήσωσι τοῖς γραφομένοις, ἀλλὰ καὶ κινδυνεύσωσιν οἱ περὶ τὸν Καλλικράτην δόξαντες ἐξειργάσθαι τὰς κατὰ πάντων τῶν Ἑλλήνων διαβολάς, ὃ κατ' ἀλήθειαν ἦν, δεύτερον δὲ διὰ τὸ μηθὲν ἐν τοῖς αἰχμαλώτοις γράμμασιν ἀκριβὲς εὑρῆσθαι κατὰ μηδενὸς τῶν Ἀχαιῶν. περὶ μὲν οὖν τούτων μετά τινα χρόνον ἐξέπεμπεν ὁ στρατηγὸς τὰς ἐπιστολὰς καὶ τοὺς πρέσβεις, καίπερ οὐκ εὐδοκούμενος κατά γε τὴν αὑτοῦ γνώμην ταῖς τῶν περὶ τὸν Λυκίσκον καὶ Καλλικράτην διαβολαῖς, ὡς ἐξ αὐτῶν τῶν πραγμάτων ὕστερον ἐγένετο καταφανές. 81. Ὅτι κατὰ τὴν Αἴγυπτον οἱ βασιλεῖς ἀπολελυμένοι τοῦ πρὸς Ἀντίοχον πολέμου πρῶτον μὲν εἰς Ῥώμην πρεσβευτὴν ἐξέπεμψαν Νουμίνιον ἕνα τῶν φίλων εὐχαριστήσοντα περὶ
153
τῶν εἰς αὐτοὺς γεγονότων εὐεργετημάτων· ἀπέλυσαν δὲ καὶ τὸν Λακεδαιμόνιον Μεναλκίδαν ἐνεργῶς κεχρημένον τοῖς κατὰ τῆς βασιλείας καιροῖς πρὸς τὴν ἰδίαν ἐπανόρθωσιν, Γαΐου Ποπιλίου τὴν ὑπὲρ τῆς ἀπολύσεως χάριν αἰτησαμένου παρὰ τῶν βασιλέων. 82. Ὅτι κατὰ τὸν καιρὸν τοῦτον Κότυς ὁ τῶν Ὀδρυσῶν βασιλεὺς ἀπέστειλε πρεσβευτὰς εἰς τὴν Ῥώμην ἀξιῶν ἀποδοθῆναι τὸν υἱὸν αὑτῷ καὶ περὶ τῆς γενομένης πρὸς Περσέα κοινοπραγίας δι 330 καιολογούμενος. οἱ δὲ Ῥωμαῖοι νομίσαντες ἠνύσθαι σφίσι τὸ προκείμενον, τοῦ πρὸς τὸν Περσέα πολέμου κατὰ νοῦν προκεχωρηκότος, τὴν δὲ πρὸς Κότυν διαφορὰν πρὸς οὐδὲν ἔτι διατείνειν, συνεχώρησαν αὐτῷ κομίζεσθαι τὸν υἱόν, ὃς ὁμηρείας χάριν δοθεὶς εἰς Μακεδονίαν ἑαλώκει μετὰ τῶν Περσέως τέκνων, βουλόμενοι τὴν αὑτῶν πραότητα καὶ μεγαλοψυχίαν ἐμφαίνειν, ἅμα δὲ καὶ τὸν Κότυν ἀναδούμενοι διὰ τῆς τοιαύτης χάριτος. 83. Ὅτι κατὰ τὸν αὐτὸν καιρὸν ἦλθε καὶ Προυσίας ὁ βασιλεὺς εἰς τὴν Ῥώμην συγχαρησόμενος τῇ συγκλήτῳ καὶ τοῖς στρατιώταις ἐπὶ τοῖς γεγονόσιν. ὁ δὲ Προυσίας οὗτος οὐδαμῶς γέγονεν ἄξιος τοῦ τῆς βασιλείας προσχήματος. τεκμήραιτο δ' ἄν τις ἐκ τούτων. ὅς γε πρῶτον μέν, πρεσβευτῶν παραγεγονότων Ῥωμαϊκῶν πρὸς αὐτόν, ἐξυρημένος τὴν κεφαλὴν καὶ πίλιον ἔχων καὶ τήβενναν καὶ καλικίους ἀπήντα τούτοις, καὶ καθόλου τοιαύτῃ διασκευῇ κεχρημένος, οἵαν ἔχουσιν οἱ προσφάτως ἠλευθερωμένοι παρὰ Ῥωμαίοις, οὓς καλοῦσι λιβέρτους, καὶ δεξιωσάμενος τοὺς πρεσβευτάς· ὁρᾶτ', ἔφη, τὸν ὑμέτερον λίβερτον ἐμὲ πάντα βουλόμενον χαρίζεσθαι καὶ μιμεῖσθαι τὰ παρ' ὑμῖν. ἧς ἀγενεστέραν φωνὴν οὐ ῥᾴδιον εἰπεῖν. τότε δὲ κατὰ τὴν εἴσοδον τὴν εἰς τὴν σύγκλητον στὰς κατὰ τὸ θύρετρον ἀντίος τοῦ συνεδρίου καὶ καθεὶς τὰς χεῖρας ἀμφοτέρας προσεκύνησε τὸν οὐδὸν καὶ τοὺς καθημένους ἐπιφθεγξάμενος· χαίρετε, θεοὶ σωτῆρες, ὑπερβολὴν οὐ καταλιπὼν ἀνανδρίας ἅμα δὲ καὶ γυναικισμοῦ καὶ κολακείας οὐδενὶ τῶν ἐπιγινομένων. ἀκόλουθα δὲ τούτοις καὶ κατὰ τὴν κοινολογίαν εἰσελθὼν ἐπετελέσατο, περὶ ὧν καὶ τὸ γράφειν ἀπρεπὲς ἦν. φανεὶς δὲ τελέως εὐκαταφρόνητος ἀπόκρισιν ἔλαβε δι' αὐτὸ τοῦτο φιλάνθρωπον. Ἤδη δὲ τούτου τὰς ἀποκρίσεις εἰληφότος, προσέπεσε παραγίνεσθαι τὸν Εὐμένη. τοῦτο δὲ τὸ πρᾶγμα πολλὴν ἀπορίαν παρέσχε τοῖς ἐν τῷ συνεδρίῳ. διαβεβλημένοι γὰρ πρὸς αὐτὸν καὶ διαλήψεις ἀμεταθέτους ἔχοντες οὐκ ἐβούλοντο κατ' οὐδένα τρόπον ἐμφανίζειν αὑτούς. πᾶσι γὰρ ἀναδεδειχότες πρῶτον καὶ μέγιστον φίλον τὸν βασιλέα τοῦτον ἔμελλον εἰς ὄψιν ἐλθόντες καὶ προσ 331 δεξάμενοι δικαιολογίαν, εἰ μὲν τὸ δοκοῦν ἀποκριθεῖεν ἀκολουθοῦντες ταῖς ἰδίαις διαλήψεσιν, ἐκθεατριεῖν αὑτούς, εἰ τοιοῦτον ἄνθρωπον ἐπὶ τοσοῦτον ἐξετίμησαν ἐν τοῖς ἀνώτερον χρόνοις, εἰ δὲ δουλεύοντες τῇ τῶν ἐκτὸς φαντασίᾳ φιλανθρώπως ἀποκριθεῖεν, παρόψεσθαι τὴν ἀλήθειαν καὶ τὸ τῇ πατρίδι συμφέρον. διόπερ ἐξ ἑκατέρας τῆς ἀποφάσεως μέλλοντος ἀπιθάνου τινὸς αὐτοῖς ἐξακολουθήσειν, εὕροντο λύσιν τοῦ προβλήματος τοιαύτην. ὡς γὰρ καθόλου δυσαρεστούμενοι ταῖς τῶν βασιλέων ἐπιδημίαις δόγμα τι τοιοῦτον ἐξέβαλον, μηδένα βασιλέα παραγίνεσθαι πρὸς αὐτούς. μετὰ δὲ ταῦτα πυθόμενοι τὸν Εὐμένη καταπεπλευκέναι τῆς Ἰταλίας εἰς Βρεντέσιον ἐπαπέστειλαν τὸν ταμίαν φέροντα τὸ δόγμα καὶ κελεύοντα λέγειν πρὸς αὑτόν, εἴ τι τυγχάνει τῆς συγκλήτου χρείαν ἔχων, εἰ δὲ μηδενὸς δεῖται, παραγγελοῦντα τὴν ταχίστην αὐτὸν ἐκ τῆς Ἰταλίας ἀπαλλάττεσθαι. ὁ δὲ βασιλεύς, συμμίξαντος αὐτῷ τοῦ ταμίου, γνοὺς τὴν τῆς συγκλήτου προαίρεσιν εἰς τέλος ἀπεσιώπησεν οὐδενὸς φήσας προσδεῖσθαι. καὶ δὴ τούτῳ τῷ τρόπῳ συνέβη τὸν Εὐμένη κωλυθῆναι τῆς εἰς τὴν Ῥώμην ἀναβάσεως. συνηκολουθήκει δὲ καὶ ἕτερόν τι πραγματικὸν τούτῳ τῷ διαβουλίῳ. μεγάλου γὰρ ὑπὸ τῶν Γαλατῶν ἐπικρεμαμένου κινδύνου τῇ βασιλείᾳ, προφανὲς ἦν, ὅτι διὰ τὸν σκυβαλισμὸν τοῦτον οἱ μὲν τοῦ βασιλέως σύμμαχοι ταπεινωθήσονται πάντες, οἱ δὲ Γαλάται διπλασίως ἐπιρρωσθήσονται πρὸς τὸν πόλεμον. διὸ πάντη πάντως βουλόμενοι ταπεινοῦν αὐτὸν ἐπὶ ταύτην κατηνέχθησαν τὴν γνώμην. τούτων δὲ γινομένων ἔτι κατ' ἀρχὰς τοῦ χειμῶνος, λοιπὸν ἡ σύγκλητος ἅπασι τοῖς παραγεγονόσι κατὰ πρεσβείαν–οὐ γὰρ ἦν οὔτε πόλις οὔτε δυνάστης οὔτε βασιλεύς, ὃς οὐκ ἀπεστάλκει πρεσβείαν κατ' ἐκεῖνον τὸν καιρὸν τὴν συγχαρησομένην ἐπὶ τοῖς γεγονόσιν· οἷς ἅπασιν οἰκείως ἀπήντησε καὶ φιλανθρώπως, πλὴν τῶν Ῥοδίων. τούτους δὲ παρέπεμπε ποικίλας ἐμφάσεις ποιοῦσα περὶ τοῦ μέλλοντος. ἐπείχετο δὲ καὶ κατὰ τοὺς Ἀθηναίους.
154
84. Ὅτι οἱ Ἀθηναῖοι παρεγένοντο πρεσβεύοντες τὸ μὲν πρῶτον ὑπὲρ τῆς τῶν Ἁλιαρτίων σωτηρίας, παρακουόμενοι δὲ περὶ 332 τούτου τοῦ μέρους ἐκ μεταθέσεως διελέγοντο περὶ Δήλου καὶ Λήμνου καὶ τῆς τῶν Ἁλιαρτίων χώρας εἰς ἑαυτοὺς ἐξαιτούμενοι τὴν κτῆσιν· εἶχον γὰρ διττὰς ἐντολάς. οἷς περὶ μὲν τῶν κατὰ Δῆλον καὶ Λῆμνον οὐκ ἄν τις ἐπιτιμήσειε διὰ τὸ καὶ πρότερον ἀντιπεποιῆσθαι τῶν νήσων τούτων, περὶ δὲ τῆς τῶν Ἁλιαρτίων χώρας εἰκότως ἄν τις καταμέμψαιτο. τὸ γὰρ πόλιν σχεδὸν ἀρχαιοτάτην τῶν κατὰ τὴν Βοιωτίαν ἐπταικυῖαν μὴ συνεπανορθοῦν κατὰ πάντα τρόπον, τὸ δ' ἐναντίον ἐξαλείφειν ἀφαιρουμένους καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας τῶν ἠκληρηκότων, δῆλον ὡς οὐδενὶ μὲν ἂν δόξαι τῶν Ἑλλήνων καθήκειν, ἥκιστα δὲ τῶν ἄλλων Ἀθηναίοις· τὸ γὰρ τὴν μὲν ἰδίαν πατρίδα κοινὴν ποιεῖν ἅπασιν, τὰς δὲ τῶν ἄλλων ἀναιρεῖν, οὐδαμῶς οἰκεῖον ἂν φανείη τοῦ τῆς πόλεως ἤθους. πλὴν ἥ γε σύγκλητος καὶ τὴν Δῆλον αὐτοῖς ἔδωκε καὶ τὴν Λῆμνον. καὶ τὰ μὲν κατὰ τοὺς Ἀθηναίους τοιαύτην ἔσχε διάθεσιν. 85. Ὅτι κατὰ τὸν καιρὸν τοῦτον Θεαίτητος εἰσελθὼν εἰς τὴν σύγκλητον λόγους μὲν ἐποιήσατο περὶ τῆς συμμαχίας· ὑπερθεμένης δὲ τῆς συγκλήτου τὸ διαβούλιον, οὗτος μὲν μετήλλαξε τὸν βίον κατὰ φύσιν (ἔτη γὰρ εἶχε πλείω τῶν πʹ), παραγενομένων δὲ φυγάδων ἔκ τε Καύνου καὶ Στρατονικείας εἰς τὴν Ῥώμην καὶ παρελθόντων εἰς τὴν σύγκλητον, ἐγένετο δόγμα Ῥοδίους ἐξάγειν τὰς φρουρὰς ἔκ τε Καύνου καὶ Στρατονικείας. οἱ δὲ περὶ τὸν Φιλόφρονα καὶ Ἀστυμήδην λαβόντες ταύτην τὴν ἀπόκρισιν ἀπέπλευσαν κατὰ σπουδὴν εἰς τὴν οἰκείαν, δεδιότες μὴ παρακούσαντες οἱ Ῥόδιοι περὶ τοῦ τὰς φρουρὰς ἐξαγαγεῖν αὖθις ἄλλην ἀρχὴν ἐγκλημάτων ποιήσωσιν. 86. Ὅτι ἐξεπολέμησαν κατὰ τὸν καιρὸν τοῦτον Κνώσιοι μετὰ Γορτυνίων πρὸς τοὺς Ῥαυκίους καὶ συνθήκας ἐποιήσαντο πρὸς ἀλλήλους ἐνόρκους, μὴ πρότερον λύσειν τὸν πόλεμον πρὶν ἢ κατὰ κράτος ἑλεῖν τὴν Ῥαῦκον. Οἱ δὲ Ῥόδιοι κομισάμενοι τὰ περὶ τῶν Καυνίων καὶ θεωροῦντες οὐ καταλήγουσαν τὴν ὀργὴν τῶν Ῥωμαίων, ἐπειδὴ περὶ πάντων ἀκολούθως ταῖς ἀποκρίσεσιν ἐπειθάρχησαν, εὐθέως τοὺς περὶ Ἀριστοτέλην πρεσβευτὰς καταστήσαντες ἐξέπεμπον εἰς τὴν 333 Ῥώμην δόντες ἐντολὰς πειράζειν πάλιν περὶ τῆς συμμαχίας. οἳ καὶ παραγενηθέντες εἰς τὴν Ῥώμην θερείας ἀκμαζούσης εἰσῆλθον εἰς τὴν σύγκλητον καὶ παραυτίκα περὶ τοῦ πεπειθαρχηκέναι τὸν δῆμον τοῖς ἐπιταττομένοις διεσάφουν, καὶ παρεκάλουν ὑπὲρ τῆς συμμαχίας πολλοὺς καὶ ποικίλους διαθέμενοι λόγους. ἡ δὲ σύγκλητος ἔδωκεν ἀπόκρισιν, ἐν ᾗ τὴν μὲν φιλίαν παρεσιώπησεν, περὶ δὲ τῆς συμμαχίας οὐκ ἔφη καθήκειν αὑτῇ τοῦτο συγχωρεῖν Ῥοδίοις κατὰ τὸ παρόν. 87. Ὅτι μετὰ τὴν συντέλειαν τῶν ἀγώνων, ἄρτι τούτων γεγονότων, ἧκον οἱ περὶ τὸν Τιβέριον πρεσβευταὶ κατασκόπων ἔχοντες τάξιν. οἷς οὕτως ἐπιδεξίως ἀπήντησεν Ἀντίοχος καὶ φιλοφρόνως, ὥστε μὴ οἷον τοὺς περὶ τὸν Τιβέριον ὑποπτεῦσαί τι περὶ αὐτοῦ πραγματικὸν ἢ παρατριβῆς ἔμφασιν ἔχον ἐκ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν, ἀλλὰ καὶ τῶν λεγόντων τι τοιοῦτον καταγινώσκειν διὰ τὴν ὑπερβολὴν τῆς κατὰ τὴν ἀπάντησιν φιλανθρωπίας· ὅς γε πρὸς τοῖς ἄλλοις καὶ τῆς αὐλῆς παρεχώρησε τοῖς πρεσβευταῖς, μικροῦ δὲ καὶ τοῦ διαδήματος κατὰ τὴν ἐπίφασιν, καίπερ οὐκ ὢν τῇ προαιρέσει τοιοῦτος, ἀλλὰ τοὐναντίον. 88. Ὅτι τοῖς παρὰ τῶν ἐκ τῆς Ἀσίας Γαλατῶν πρεσβευταῖς συνεχώρησαν τὴν αὐτονομίαν μένουσιν ἐν ταῖς ἰδίαις κατοικίαις καὶ μὴ στρατευομένοις ἐκτὸς τῶν ἰδίων ὅρων. 89. Ὅτι κατὰ τὴν Πελοπόννησον, παραγενομένων τῶν πρεσβευτῶν καὶ διασαφούντων τὰ κατὰ τὰς ἀποκρίσεις, οὐκ ἔτι θόρυβος ἦν, ἀλλ' ὀργὴ καὶ μῖσος ἐκφανὲς πρὸς τοὺς περὶ τὸν Καλλικράτην. 90. Ὅτι εἰς τὴν Ῥώμην παραγεγονότων πρεσβευτῶν πλειόνων καὶ ἑτέρων, ἐπιφανεστάτων δὲ παρὰ μὲν Ῥοδίων τῶν περὶ Ἀστυμήδην, παρὰ δὲ τῶν Ἀχαιῶν τῶν περὶ Εὐρέαν καὶ Ἀναξίδαμον καὶ Σάτυρον, παρὰ δὲ Προυσίου τῶν περὶ Πύθωνα, τούτοις ἐχρημάτισεν ἡ σύγκλητος. οἱ μὲν οὖν παρὰ τοῦ Προυσίου κατηγορίαν ἐποιοῦντο Εὐμένους τοῦ βασιλέως φάσκοντες αὑτῶν τέ τινα χωρία παραιρεῖσθαι τὸν Εὐμένη καὶ τῆς Γαλατίας οὐκ ἀφίστασθαι τὸ παράπαν, οὐδὲ πειθαρχεῖν τοῖς τῆς συγκλήτου δόγμασιν, ἀλλὰ 334 τοὺς τὰ σφέτερα μὲν
155
φρονοῦντας σωματοποιεῖν, τοὺς δὲ τὰ Ῥωμαίων αἱρουμένους καὶ βουλομένους πολιτεύεσθαι τοῖς τῆς συγκλήτου δόγμασιν ἀκολούθως κατὰ πάντα τρόπον ἐλαττοῦν. ἦσαν δέ τινες πρεσβευταὶ καὶ παρὰ τῶν τῆς Ἀσίας πόλεων, οἳ κατηγόρουν τοῦ βασιλέως ἔμφασιν ποιοῦντες τῆς πρὸς τὸν Ἀντίοχον κοινοπραγίας. ἡ δὲ σύγκλητος διακούσασα τῶν κατηγορούντων οὔτ' ἀπέρριπτε τὰς διαβολὰς οὔτ' ἐξέφαινε τὴν ἑαυτῆς γνώμην, ἀλλὰ συνετήρει παρ' ἑαυτῇ διαπιστοῦσα καθόλου τοῖς περὶ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον· τοῖς γε μὴν Γαλάταις ἀεί τι προσετίθει καὶ συνεπίσχυε περὶ τῆς ἐλευθερίας. οἱ δὲ περὶ τὸν Τιβέριον ἥκοντες ἀπὸ τῆς πρεσβείας οὐδὲν περιττότερον ἠδυνήθησαν οὔτ' αὐτοὶ διαλαβεῖν οὔτε τῇ συγκλήτῳ διασαφῆσαι περὶ τῶν κατὰ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον, ἤπερ ἂν καὶ πρότερον ὄντες ἐν τῇ Ῥώμῃ διελάμβανον· οὕτως αὐτοὺς οἱ βασιλεῖς ἐξετέμοντο τῇ κατὰ τὴν ἀπάντησιν φιλανθρωπίᾳ. Μετὰ δὲ ταῦτα προσκαλεσαμένη τοὺς Ῥοδίους διήκουε τούτων. ὁ δ' Ἀστυμήδης εἰσελθὼν μετρίως ἔστη καὶ βέλτιον ἢ κατὰ τὴν πρὸ ταύτης πρεσβείαν· ἀφέμενος γὰρ τοῦ κατηγορεῖν τῶν ἄλλων ὥρμησεν ἐπὶ τὸ παραιτεῖσθαι καθάπερ οἱ μαστιγούμενοι τὰς πληγάς, φάσκων ἱκανοῖς προστίμοις περιπεπτωκέναι τὴν πατρίδα καὶ μείζοσι τῆς ἁμαρτίας. καὶ προσθέμενος ἐξηγεῖτο τὰς ἐλαττώσεις κεφαλαιωδῶς διεξιών, πρῶτον μὲν ὅτι Λυκίαν καὶ Καρίαν ἀπολωλέκασιν, εἰς ἣν ἐξ ἀρχῆς μὲν ἐδαπάνησαν χρημάτων ἱκανὸν πλῆθος τρισσοὺς πολέμους ἀναγκασθέντες πολεμεῖν αὐτοῖς, νυνὶ δὲ προσόδων ἐστέρηνται πολλῶν, ὧν ἐλάμβανον παρὰ τῶν προειρημένων. ἀλλ' ἴσως, ἔφη, ταῦτα μὲν ἔχει λόγον· καὶ γὰρ ἐδώκαθ' ὑμεῖς αὐτὰ τῷ δήμῳ, μετὰ χάριτος τὴν εὔνοιαν, † καὶ χαρίζοντες αὐτὰ κατὰ λόγον ἐδοκεῖτε τοῦτο πράττειν, ἐμπεσούσης τινὸς ὑποψίας καὶ διαφορᾶς ὑμῖν. ἀλλὰ Καῦνον δήπου διακοσίων ταλάντων ἐξηγοράσαμεν παρὰ τῶν Πτολεμαίου στρατηγῶν, καὶ Στρατονίκειαν ἐλάβομεν ἐν μεγάλῃ χάριτι παρ' Ἀντιόχου τοῦ Σελεύκου· καὶ παρὰ τούτων τῶν πόλεων ἀμφοτέρων ρʹ καὶ εἴκοσι τάλαντα τῷ δήμῳ πρόσοδος ἔπιπτε καθ' ἕκαστον ἔτος. τούτων ἁπασῶν ἐστερήμεθα τῶν προσόδων θέλοντες πειθαρχεῖν τοῖς ὑμετέροις προστάγμασιν. ἐξ ὧν μείζονα φόρον ἐπιτεθείκατε τοῖς 335 Ῥοδίοις τῆς ἀγνοίας ἢ Μακεδόσι τοῖς διὰ παντὸς πολεμίοις ὑμῖν ὑπάρξασι. τὸ δὲ μέγιστον σύμπτωμα τῆς πόλεως· καταλέλυται γὰρ ἡ τοῦ λιμένος πρόσοδος, ὑμῶν Δῆλον μὲν ἀτελῆ πεποιηκότων, ἀφῃρημένων δὲ τὴν τοῦ δήμου παρρησίαν, δι' ἧς καὶ τὰ κατὰ τὸν λιμένα καὶ τἄλλα πάντα τῆς πόλεως ἐτύγχανε τῆς ἁρμοζούσης προστασίας. ὅτι δὲ τοῦτ' ἔστιν ἀληθές, οὐ δυσχερὲς καταμαθεῖν· τοῦ γὰρ ἐλλιμενίου κατὰ τοὺς ἀνώτερον χρόνους εὑρίσκοντος ρʹ μυριάδας δραχμῶν, νῦν εὑρήκατε ιεʹ μυριάδας, ὥστε καὶ λίαν, ὦ ἄνδρες Ῥωμαῖοι, τὴν ὑμετέραν ὀργὴν ἧφθαι τῶν κυρίων τόπων τῆς πόλεως. εἰ μὲν οὖν συμβεβήκει πάνδημον γεγονέναι τὴν ἁμαρτίαν καὶ τὴν ἀλλοτριότητα τοῦ δήμου, τάχα ἴσως ἐδοκεῖτε καὶ ὑμεῖς εὐλόγως ἐπίμονον καὶ δυσπαραίτητον ἔχειν τὴν ὀργήν· εἰ δὲ σαφῶς ἴστε παντάπασιν ὀλίγους γεγονότας αἰτίους τῆς τοιαύτης ἀλογίας, καὶ τούτους ἅπαντας ἀπολωλότας ὑπ' αὐτοῦ τοῦ δήμου, τί πρὸς τοὺς μηδὲν αἰτίους ἀκαταλλάκτως ἔχετε; καὶ ταῦτα πρὸς τοὺς ἄλλους ἅπαντας εἶναι δοκοῦντες πραότατοι καὶ μεγαλοψυχότατοι. διόπερ, ὦ ἄνδρες, ἀπολωλεκὼς ὁ δῆμος τὰς προσόδους τὴν παρρησίαν τὴν ἰσολογίαν, ὑπὲρ ὧν τὸν πρὸ τοῦ χρόνον πᾶν ἀναδεχόμενος διατετέλεκεν, ἀξιοῖ καὶ δεῖται πάντων ὑμῶν, ἱκανὰς ἔχων πληγάς, λήξαντας τῆς ὀργῆς διαλυθῆναι καὶ συνθέσθαι τὴν συμμαχίαν, ἵνα γένηται τοῦτο συμφανὲς ἅπασιν, ὅτι τὴν μὲν ὀργὴν ἀποτέθεισθε τὴν πρὸς Ῥοδίους, ἀνακεχωρήκατε δ' ἐπὶ τὴν ἐξ ἀρχῆς αἵρεσιν καὶ φιλίαν. τούτου γὰρ χρείαν ἔχει νῦν ὁ δῆμος, οὐ τῆς διὰ τῶν ὅπλων καὶ στρατιωτῶν συμμαχίας. ταῦτα μὲν οὖν καὶ τούτοις παραπλήσια διαλεχθεὶς Ἀστυμήδης ἐδόκει πρεπόντως τοῖς καιροῖς πεποιῆσθαι τοὺς λόγους· πλεῖστά γε μὴν συνήργησαν τοῖς Ῥοδίοις πρὸς τὸ τυχεῖν τῆς συμμαχίας οἱ περὶ τὸν Τιβέριον ἄρτι παραγεγονότες. οὗτοι γὰρ ἀπομαρτυρήσαντες πρῶτον μὲν πᾶσι τοῖς τῆς συγκλήτου δόγμασι πεπειθαρχηκέναι τοὺς Ῥοδίους, ἔπειτα πάντας τοὺς αἰτίους τῆς ἀλλοτριότητος κατακεκρίσθαι θανάτου παρ' αὐτοῖς, ἥττησαν τοὺς ἀντιλέγοντας καὶ ἐποιήσαντο τὴν πρὸς Ῥωμαίους συμμαχίαν. 91. Ὅτι μετά τινα χρόνον εἰσῆλθον οἱ παρὰ τῶν Ἀχαιῶν πρέσβεις ἔχοντες ἐντολὰς ἀκολούθως ταῖς ἀποκρίσεσιν αἷς πρότερον ἔλαβον· αὗται δ' ἦσαν διότι θαυμάζουσι πῶς, ὑπὲρ ὧν αὐτοὶ κεκρίκασι, περὶ τούτων αὐτοὺς παρακαλοῦσι κρίνειν. διὸ τότε παρῆσαν οἱ περὶ τὸν
156
Εὐρέαν πάλιν ἐξ αὐτῆς ἐμφανίζοντες, διότι τὸ μὲν ἔθνος οὔτε δικαιολογουμένων ἀκήκοε τῶν κατῃτιαμένων οὔτε κρίσιν οὐδεμίαν πεποίηται περὶ αὐτῶν, τὴν δὲ σύγκλητον ἀξιοῖ πρόνοιαν ποιήσασθαι τῶν ἀνθρώπων, ἵνα κρίσεως τύχωσι καὶ μὴ καταφθαρῶσιν ἄκριτοι, καὶ μάλιστα μὲν αὐτὴν ἐξετάσασαν διασαφῆσαι τοὺς ἐνόχους ὄντας τοῖς ἐγκλήμασιν, εἰ δὲ διὰ τοὺς περισπασμοὺς αὐτὴ μὴ δύναται τοῦτο ποιῆσαι, τοῖς Ἀχαιοῖς ἐπιτρέψαι περὶ τοῦ πράγματος, οἳ πειράσονται μισοπονήρως χρήσασθαι τοῖς αἰτίοις. ἡ δὲ σύγκλητος διακούσασα τῶν πρεσβευτῶν ἀκολούθως ταῖς ἐντολαῖς διαλεγομένων καὶ δυσχρηστοῦσα διὰ τὸ πανταχόθεν ἐξελέγχεσθαι (τό τε γὰρ κρίνειν οὐκ ἐνόμιζεν αὑτῇ καθήκειν, τό τε χωρὶς κρίσεως ἀπολύειν τοὺς ἄνδρας πρόδηλον ἔχειν ἐδόκει τὸν ὄλεθρον τοῖς φίλοις αὐτῶν), διόπερ ἀναγκαζομένη καὶ βουλομένη παρελέσθαι καθόλου τὴν ἐλπίδα τῶν πολλῶν ὑπὲρ τῆς τῶν κατεχομένων σωτηρίας, ἵνα συμμύσαντες πειθαρχῶσιν ἐν μὲν Ἀχαΐᾳ τοῖς περὶ τὸν Καλλικράτην, ἐν δὲ τοῖς ἄλλοις πολιτεύμασι τοῖς δοκοῦσιν εἶναι Ῥωμαίων, ἔγραψαν ἀπόκρισιν τοιαύτην, ὅτι· ἡμεῖς οὐχ ὑπολαμβάνομεν συμφέρειν οὔτε τοῖς ὑμετέροις δήμοις τούτους τοὺς ἄνδρας ἐπανελθεῖν εἰς οἶκον. ταύτης δὲ τῆς ἀποκρίσεως ἐκπεσούσης, οὐ μόνον περὶ τοὺς ἀνακεκλημένους ἐγένετό τις ὁλοσχερὴς ἀθυμία καὶ παράλυσις τῆς ψυχῆς, ἀλλὰ καὶ περὶ τοὺς Ἕλληνας ὡσανεὶ κοινόν τι πένθος, ἅτε δοκούσης τῆς ἀποκρίσεως ὁλοσχερῶς ἀφαιρεῖσθαι τὴν ἐλπίδα τῆς σωτηρίας τῶν ἀκληρούντων. κατὰ δὲ τὴν Ἑλλάδα διαγγελθείσης τῆς ἀποκρίσεως τῆς τοῖς Ἀχαιοῖς δεδομένης ὑπὲρ τῶν καταιτιαθέντων, τὰ μὲν πλήθη συνετρίβη ταῖς διανοίαις, καί τις οἷον ἀπελπισμὸς ὑπέδραμε τοὺς ἀνθρώπους, οἱ δὲ περὶ τὸν Χάροπα καὶ Καλλι 337 κράτην καὶ πάντες οἱ τῆς αὐτῆς ὑποθέσεως προεστῶτες μετέωροι πάλιν ἐγενήθησαν. 92. Ὅτι Τιβέριος τοὺς Καμμανοὺς τὰ μὲν βιασάμενος τὰ δὲ παραλογισάμενος ὑπηκόους ἐποίησε Ῥωμαίοις. Εἰς δὲ τὴν Ῥώμην καὶ πλειόνων παραγεγονότων ἐχρημάτισεν ἡ σύγκλητος τοῖς περὶ Ἄτταλον καὶ τὸν Ἀθήναιον. συνέβαινε γὰρ τὸν Προυσίαν οὐ μόνον αὐτὸν ἐνεργῶς κεχρῆσθαι ταῖς διαβολαῖς ταῖς κατὰ τὸν Εὐμένη καὶ τὸν Ἄτταλον, ἀλλὰ καὶ τοὺς Γαλάτας παρωξυκέναι καὶ τοὺς Ἐλγεῖς καὶ πλείους ἑτέρους κατὰ τὴν Ἀσίαν πρὸς τὴν αὐτὴν ὑπόθεσιν, ὧν χάριν ὁ βασιλεὺς Εὐμένης ἐξαπεστάλκει τοὺς ἀδελφοὺς ἀπολογησομένους πρὸς τὰς ἐπιφερομένας διαβολάς. οἳ καὶ παρελθόντες εἰς τὴν σύγκλητον ἐνδεχομένως ἔδοξαν πρὸς ἅπαντας τοὺς κατηγοροῦντας ποιήσασθαι τὴν ἀπολογίαν, καὶ τέλος οὐ μόνον ἀποτριψάμενοι τὰς ἐπιφερομένας αἰτίας ἀλλὰ καὶ τιμηθέντες ἐπανῆλθον εἰς τὴν Ἀσίαν. οὐ μὴν τῆς γε κατὰ τὸν Εὐμένη καὶ κατὰ τὸν Ἀντίοχον ὑποψίας ἔληγεν ἡ σύγκλητος, ἀλλὰ Γάιον Σολπίκιον καὶ Μάνιον Σέργιον καταστήσασα πρεσβευτὰς ἐξαπέστελλεν ἅμα μὲν ἐποπτεύσοντας τὰ κατὰ τοὺς Ἕλληνας, ἅμα δὲ τοῖς Μεγαλοπολίταις καὶ τοῖς Λακεδαιμονίοις διευκρινήσοντας περὶ τῆς ἀντιλεγομένης χώρας, μάλιστα δὲ πολυπραγμονήσοντας τὰ κατὰ τὸν Ἀντίοχον καὶ τὰ κατὰ τὸν Εὐμένη, μή τις ἐξ αὐτῶν παρασκευὴ γίνεται καὶ κοινοπραγία κατὰ Ῥωμαίων. 93. Ὅτι Δημήτριος ὁ τοῦ Σελεύκου πολὺν ἤδη χρόνον κατεχόμενος ἐν τῇ Ῥώμῃ κατὰ τὴν ὁμηρείαν πάλαι μὲν ἐδόκει παρὰ τὸ δίκαιον κατέχεσθαι· δοθῆναι γὰρ ὑπὸ Σελεύκου τοῦ πατρὸς τῆς ἐκείνου πίστεως ἕνεκεν, Ἀντιόχου δὲ μετειληφότος τὴν βασιλείαν οὐκ ὀφείλειν ὑπὲρ τῶν ἐκείνου τέκνων ὁμηρεύειν. οὐ μὴν ἀλλὰ τὸν μὲν πρὸς τοῦ χρόνον ἦγε τὴν ἡσυχίαν, καὶ μάλιστα διὰ τὴν ἀδυναμίαν (ἦν γὰρ ἔτι παῖς)· τότε δὲ τὴν ἀκμαιοτάτην ἔχων ἡλικίαν ἐποιήσατο λόγους εἰσελθὼν εἰς τὴν σύγκλητον, ἀξιῶν καὶ 338 παρακαλῶν κατάγειν αὑτὸν ἐπὶ τὴν βασιλείαν· καθήκειν γὰρ αὑτῷ μᾶλλον ἢ τοῖς Ἀντιόχου τέκνοις τὴν ἀρχήν. διαθεμένου δὲ καὶ πλείονας λόγους αὐτοῦ πρὸς τὴν προειρημένην ὑπόθεσιν, καὶ μάλιστα προσδραμόντος ἐν τῷ λέγειν, διότι συμβαίνει καὶ πατρίδα καὶ τροφὸν τὴν Ῥώμην ὑπάρχειν αὐτῷ, καὶ τοὺς μὲν υἱοὺς τῶν ἐκ τοῦ συνεδρίου ἅπαντας ἀδελφῶν ἔχειν διάθεσιν, τοὺς δὲ βουλευτὰς πατέρων διὰ τὸ παραγενέσθαι μὲν ἔτι νήπιος, τότε δὲ κατὰ τὴν ἡλικίαν ὑπάρχειν ἐτῶν κʹ καὶ γʹ, ἐνετρέποντο μὲν ἅπαντες ἀκούοντες ἐν ἑαυτοῖς, κοινῇ γε μὴν ἔδοξε τῇ συγκλήτῳ τὸν μὲν Δημήτριον κατασχεῖν, τῷ δὲ καταλελειμμένῳ παιδὶ συγκατασκευάζειν τὴν ἀρχήν. τοῦτο δ' ἐποίησεν, ὡς ἐμοὶ δοκεῖ, ὑπειδομένη τὴν ἀκμὴν τοῦ Δημητρίου, μᾶλλον δὲ κρίνασα συμφέρειν τοῖς σφετέροις πράγμασι τὴν νεότητα καὶ τὴν ἀδυναμίαν τοῦ παιδὸς τοῦ διαδεδεγμένου τὴν βασιλείαν. ἐγένετο
157
δὲ τοῦτο δῆλον ἐκ τῶν μετὰ ταῦτα συμβάντων. εὐθέως γὰρ καταστήσαντες πρεσβευτὰς τοὺς περὶ Τιβέριον Ὀκταούιον καὶ Σπόριον Λοκρήτιον καὶ Λεύκιον Αὐρήλιον ἐξέπεμψαν τοὺς διοικήσοντας τὰ κατὰ τὴν βασιλείαν, ὡς αὐτὴ προῃρεῖτο, διὰ τὸ μηδένα τὸν ἐμποδὼν στησόμενον εἶναι τοῖς ἐπιταττομένοις, τοῦ μὲν βασιλέως παιδὸς ὄντος, τῶν δὲ προεστώτων ἀσμενιζόντων ἐπὶ τῷ μὴ παραδεδόσθαι τὰ πράγματα τῷ Δημητρίῳ· μάλιστα γὰρ τοῦτο προσεδόκων. οἱ μὲν οὖν περὶ τὸν Γνάιον ἐξώρμησαν ἔχοντες ἐντολὰς πρῶτον μὲν τὰς ναῦς τὰς καταφράκτους διαπρῆσαι, μετὰ δὲ ταῦτα τοὺς ἐλέφαντας νευροκοπῆσαι καὶ καθόλου λυμήνασθαι τὴν βασίλειον δύναμιν. προσενετείλαντο δὲ τούτοις καὶ τὰ κατὰ τὴν Μακεδονίαν ἐπισκέψασθαι· συνέβαινε γὰρ τοὺς Μακεδόνας ἀήθεις ὄντας δημοκρατικῆς καὶ συνεδριακῆς πολιτείας στασιάζειν πρὸς αὑτούς. ἔδει δὲ τοὺς περὶ τὸν Γνάιον καὶ τὰ περὶ τοὺς Γαλάτας καὶ τὰ κατὰ τὴν Ἀριαράθου βασιλείαν ἐποπτεῦσαι. μετὰ δέ τινα χρόνον αὐτοῖς ἐπαπεστάλη γράμματα παρὰ τῆς συγκλήτου καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ βασιλεῖς διαλῦσαι κατὰ δύναμιν. 94. Ὅτι παρεγένοντο κατὰ τὸν αὐτὸν καιρὸν παρὰ Ἀριαράθου 339 τοῦ νεωστὶ διαδεδεγμένου τὴν Καππαδοκῶν βασιλείαν πρέσβεις ἀνανεωσόμενοι τήν τε φιλίαν καὶ συμμαχίαν τὴν προϋπάρχουσαν καὶ καθόλου παρακαλέσοντες τὴν σύγκλητον ἀποδέξασθαι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ προθυμίαν, ἣν ἔχει καὶ κοινῇ καὶ κατ' ἰδίαν πρὸς ἅπαντας Ῥωμαίους. ἡ δὲ σύγκλητος διακούσασα τῶν λόγων τήν τε φιλίαν ἀνενεώσατο καὶ τὴν συμμαχίαν, καὶ καθόλου τὴν ὅλην αἵρεσιν ἀποδεξαμένη τοῦ βασιλέως φιλάνθρωπος ἐγενήθη. τοῦτο δ' ἐγένετο μάλιστα διὰ τὸ τοὺς περὶ τὸν Τιβέριον, καθ' ὃν καιρὸν ἐξαπεστάλησαν ἐπισκεψόμενοι τὰ κατὰ τοὺς βασιλεῖς ἐπανελθόντας εὐφήμους λόγους ποιήσασθαι περί τε τοῦ πατρὸς καὶ καθόλου τῆς βασιλείας αὐτῶν· οἷς πιστεύσαντες οἱ τοῦ συνεδρίου τούς τε πρεσβευτὰς φιλανθρώπως ἀπεδέξαντο καὶ τὴν ὅλην αἵρεσιν τοῦ βασιλέως. 95. Ὅτι Ῥόδιοι διαπεπνευκότες ἐκ τῆς περὶ αὐτοὺς γενομένης δυσχερείας ἔπεμπον εἰς τὴν Ῥώμην πρεσβευτὰς τοὺς περὶ Κλεαγόραν, Κάλυνδα μὲν ἀξιώσοντας σφίσι παραχωρηθῆναι, περὶ δὲ τῶν ἐχόντων ἐν τῇ Λυκίᾳ καὶ Καρίᾳ κτήσεις αἰτησομένους τὴν σύγκλητον, ἵνα αὐτοῖς ἔχειν ἐξῇ καθὰ καὶ πρότερον· ἐψηφίσαντο δὲ καὶ κολοσσὸν στῆσαι τοῦ δήμου τῶν Ῥωμαίων ἐν τῷ τῆς Ἀθηνᾶς ἱερῷ τριακοντάπηχυν. 96. Ὅτι τῶν Καλυνδέων ἀποστάντων Καυνίων, καὶ μετὰ ταῦτα πολιορκεῖν ἐπιβαλλομένων αὐτοὺς τῶν Καυνίων, τὰς μὲν ἀρχὰς ἐπεκαλέσαντο Κνιδίους οἱ Καλυνδεῖς, ὧν καὶ παραπεσόντων κατὰ βοήθειαν ἐπὶ ποσὸν ἀντεῖχον τοῖς ὑπεναντίοις, ἀγωνιῶντες δὲ τὸ μέλλον πρεσβεύειν μὲν *** ἐγχειρίζοντες σφᾶς αὐτοὺς καὶ τὴν πόλιν. οἱ δὲ Ῥόδιοι πέμψαντες βοήθειαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν τήν τε πολιορκίαν ἔλυσαν καὶ παρέλαβον τὴν πόλιν. συνέβη δὲ καὶ τὴν σύγκλητον αὐτοῖς βεβαιῶσαι τὴν τῶν Καλυνδέων κτῆσιν. Ὁ δὲ Ἀριαράθης ὁ βασιλεὺς Καππαδοκίας προσδεδεγμένος τοὺς εἰς τὴν Ῥώμην ἀποσταλέντας πρεσβευτάς, νομίσας ἐκ τῶν 340 ἀποκρίσεων ἐν ὀρθῷ κεῖσθαι τὴν βασιλείαν αὑτῷ, ἐπειδὴ καθῖκται τῆς Ῥωμαίων εὐνοίας, ἔθυε τοῖς θεοῖς χαριστήρια τῶν γεγονότων καὶ τοὺς ἡγεμόνας εἱστία. μετὰ δὲ ταῦτα πρεσβευτὰς ἀπέστειλε πρὸς τοὺς περὶ τὸν Λυσίαν εἰς τὴν Ἀντιόχειαν σπουδάζων ἀνακομίσασθαι τὰ τῆς ἀδελφῆς καὶ μητρὸς ὀστᾶ. τὸ μὲν οὖν ἐγκαλεῖν ὑπὲρ τοῦ γεγονότος ἀσεβήματος ἀπεδοκίμαζεν οὐ βουλόμενος ἐρεθίζειν τοὺς περὶ τὸν Λυσίαν, ἵνα μὴ διαψευσθῇ τῆς προθέσεως, καίπερ βαρέως φέρων τὸ γεγονός· ἀξιωματικὰς δὲ δοὺς ἐντολὰς ἐξαπέστειλε τοὺς πρέσβεις. τῶν δὲ περὶ τὸν Λυσίαν συγχωρησάντων, καὶ τῶν ὀστῶν ἀνακομισθέντων ὡς αὐτόν, ἀποδεξάμενος μεγαλομερῶς τὴν παρουσίαν αὐτῶν ἔθαψε παρὰ τὸν τοῦ πατρὸς τάφον κηδεμονικῶς. 97. Ὅτι μετὰ τὸ μερίσαι τοὺς Πτολεμαίους τὴν βασιλείαν παρεγένετο Πτολεμαῖος ὁ νεώτερος εἰς τὴν Ῥώμην ἀθετεῖν βουλόμενος τὸν γεγονότα μερισμὸν αὑτῷ πρὸς τὸν ἀδελφόν, φάσκων οὐχ ἑκὼν ἀλλὰ κατ' ἀνάγκην τῷ καιρῷ περιληφθεὶς πεποιηκέναι τὸ προσταττόμενον, καὶ παρεκάλει τὴν σύγκλητον μερίσαι τὴν Κύπρον αὑτῷ· καὶ γὰρ τούτου γενομένου καταδεεστέραν ἕξειν μερίδα τοῦ ἀδελφοῦ παρὰ πολύ. τῶν δὲ περὶ τὸν Κανολήιον καὶ Κόιντον ἀπομαρτυρούντων τοῖς περὶ τὸν Μένυλλον, τοῖς παρὰ τοῦ πρεσβυτέρου παραγεγονόσι πρεσβευταῖς, διότι καὶ τὴν Κυρήνην ὁ νεώτερος καὶ τὸ πνεῦμα δι' αὐτοὺς ἔχοι· τοιαύτην
158
γενέσθαι τὴν τῶν ὄχλων πρὸς αὐτὸν ἀλλοτριότητα καὶ προσκοπήν· διὸ καὶ παρ' ἐλπίδα καὶ παραδόξως δεδομένων αὐτῷ τῶν κατὰ Κυρήνην πραγμάτων ἀσμένως δέξαιτο, καὶ σφαγίων τμηθέντων καὶ λάβοι τοὺς ὅρκους παρὰ τἀδελφοῦ καὶ δοίη περὶ τούτου· τοῦ δὲ Πτολεμαίου πᾶσι τούτοις ἀντιλέγοντος, ἡ σύγκλητος ἅμα μὲν ὁρῶσα τὸν μερισμὸν * γεγονότα τελέως, ἅμα δὲ βουλομένη διελεῖν τὴν βασιλείαν πραγματικῶς, αὐτῶν αἰτίων γενομένων τῆς διαιρέσεως, συγκατέθετο τοῖς ὑπὸ τοῦ νεωτέρου παρακαλουμένοις ἐπὶ τῷ σφετέρῳ συμφέροντι. πολὺ γὰρ ἤδη τοῦτο τὸ γένος ἐστὶ τῶν διαβουλίων παρὰ Ῥωμαίοις, ἐν οἷς διὰ τῆς τῶν πέλας ἀγνοίας αὔξουσι καὶ κατασκευάζονται 341 τὴν ἰδίαν ἀρχὴν πραγματικῶς, ἅμα χαριζόμενοι καὶ δοκοῦντες εὐεργετεῖν τοὺς ἁμαρτάνοντας. διὸ καὶ καθορῶντες τὸ μέγεθος τῆς ἐν Αἰγύπτῳ δυναστείας καὶ δεδιότες, ἄν ποτε τύχῃ προστάτου, μὴ μεῖζον φρονήσῃ τοῦ καθήκοντος, κατέστησαν πρεσβευτὰς Τίτον Τορκουάτον καὶ Γνάιον Μερόλαν τοὺς κατάξοντας ἐπὶ τὴν Κύπρον τὸν Πτολεμαῖον καὶ τελειώσοντας ἅμα τὴν ἐκείνων καὶ τὴν αὑτῶν πρόθεσιν. καὶ παραχρῆμα τούτους ἐξαπέστειλαν δόντες ἐντολὰς διαλῦσαι τοὺς ἀδελφοὺς καὶ κατασκευάσαι τῷ νεωτέρῳ τὴν Κύπρον χωρὶς πολέμου. 98. Ὅτι κατὰ τὸν καιρὸν τοῦτον προσπεσούσης τῆς περὶ τὸν Γνάιον περιπετείας, ὡς ἀνῃρέθη, καὶ τῶν παρὰ τοῦ βασιλέως Ἀντιόχου πρεσβευόντων, ὧν ὁ Λυσίας ἔπεμψε, παραγεγονότων καὶ πολλοὺς διαθεμένων λόγους ὑπὲρ τοῦ μὴ κεκοινωνηκέναι τῆς πράξεως τοὺς τοῦ βασιλέως φίλους, ἡ μὲν σύγκλητος παρέπεμπε τοὺς πρεσβευτὰς οὐ βουλομένη διδόναι περὶ τούτων ἀπόφασιν οὐδεμίαν οὐδ' ἐκτίθεσθαι καθόλου τὴν αὑτῆς γνώμην, ὁ δὲ Δημήτριος πτοηθεὶς ἐπὶ τοῖς ἠγγελμένοις ἐξ αὐτῆς προσεκάλει τὸν Πολύβιον καὶ προσανέφερε διαπορῶν, εἰ δεῖ πάλιν ἐντυχεῖν τῇ συγκλήτῳ περὶ τῶν καθ' αὑτόν. ὁ δὲ παρεκάλει μὴ δὶς πρὸς τὸν αὐτὸν λίθον πταίειν, ἀλλ' ἐν ἑαυτῷ τὰς ἐλπίδας ἔχειν καὶ τολμᾶν τι βασιλείας ἄξιον· πολλὰς γὰρ ὑποδεικνύειν ἀφορμὰς τοὺς ἐνεστῶτας καιρούς. ὁ δὲ Δημήτριος συννοήσας τὸ λεγόμενον τότε μὲν ἀπεσιώπησεν, μετ' ὀλίγον δέ τινι τῶν συνήθων Ἀπολλωνίῳ μετέδωκε περὶ τῶν αὐτῶν. ὁ δὲ προειρημένος ἄκακος ὢν καὶ κομιδῇ νέος συνεβούλευε πεῖραν ἔτι λαβεῖν τῆς συγκλήτου. πεπεῖσθαι γάρ, ἐπεὶ τῆς βασιλείας ἀλόγως αὐτὸν ἐστέρηκε, τῆς γε ὁμηρείας αὐτὸν ἀπολύσειν· ἄτοπον γὰρ εἶναι τελέως, Ἀντιόχου τοῦ παιδὸς διαδεδεγμένου τὴν ἐν Συρίᾳ βασιλείαν, Δημήτριον ὁμηρεύειν ὑπὲρ αὐτοῦ. τούτοις μὲν οὖν τοῖς λόγοις πεισθεὶς πάλιν εἰσῆλθεν εἰς τὴν σύγκλητον ὁ προειρημένος καὶ παρεκάλει τῆς γε κατὰ τὴν ὁμηρείαν ἀνάγκης αὑτὸν ἀπολύειν, ἐπεὶ τὴν βασιλείαν ἔκριναν Ἀντιόχῳ συγκατασκευάζειν. καὶ πλείω δὲ πρὸς ταύτην τὴν ὑπόθεσιν αὐτοῦ διαλεχθέντος, ἔμεινεν ἡ σύγκλητος ἐπὶ τῆς 342 αὐτῆς αἱρέσεως. ὅπερ εἰκὸς ἦν· καὶ γὰρ πρότερον οὐ διὰ τὸ μὴ λέγειν τὰ δίκαια τὸν Δημήτριον ἔκρινε τὴν ἀρχὴν τῷ παιδὶ συνδιαφυλάσσειν, ἀλλὰ διὰ τὸ συμφέρειν τοῖς σφετέροις πράγμασιν, μενόντων δὲ τῶν ὅλων ἐπὶ τῆς αὐτῆς διαθέσεως μένειν εἰκὸς ἦν καὶ τὴν τῆς συγκλήτου διάληψιν ἐπὶ τῆς αὐτῆς προαιρέσεως. Πλὴν ὅ γε Δημήτριος μάτην ἐξᾴσας τὸ κύκνειον καὶ γνούς, ὅτι καλῶς αὐτῷ συνεβούλευεν ὁ Πολύβιος μὴ δὶς πρὸς τὸν αὐτὸν λίθον πταίειν, μεταμεληθεὶς ἐπὶ τοῖς γεγονόσιν, ἅμα δὲ καὶ φύσει μεγαλόφρων ὑπάρχων καὶ τόλμαν ἱκανὴν ἔχων πρὸς τὸ κριθέν, εὐθέως ἐκάλει Διόδωρον προσφάτως ἐκ τῆς Συρίας παραγεγονότα καὶ μετεδίδου περὶ τῶν καθ' αὑτόν. ὁ δὲ Διόδωρος τροφεὺς μὲν ἐγεγόνει τοῦ Δημητρίου, πανοῦργος δ' ὢν καὶ κατωπτευκὼς ἐπιμελῶς τὰ κατὰ τὴν Συρίαν ὑπεδείκνυεν αὐτῷ διότι, τῶν μὲν ἐκεῖ τεταραγμένων διὰ τὸν Γναίου φόνον καὶ διαπιστούντων, τῶν μὲν πολλῶν τοῖς περὶ τὸν Λυσίαν, τῶν δὲ περὶ τὸν Λυσίαν τοῖς πολλοῖς, τῆς δὲ συγκλήτου πεπεισμένης ἐκ τῶν τοῦ βασιλέως φίλων γεγονέναι τὴν εἰς τοὺς σφετέρους πρεσβευτὰς παρανομίαν, κάλλιστον εἶναι καιρὸν ἐπιφανῆναι τοῖς πράγμασιν. ταχέως γὰρ τοὺς μὲν ἐκεῖ μεταρρίψειν τὴν βασιλείαν εἰς αὐτόν, κἂν ὅλως μετὰ παιδὸς ἑνὸς ποιήσηται τὴν παρουσίαν, τὴν δὲ σύγκλητον οὐ τολμήσειν ἔτι βοηθεῖν οὐδὲ συνεπισχύειν τοῖς περὶ τὸν Λυσίαν τοιαῦτα διεργασαμένοις. λοιπὸν εἶναι τὸ λαθεῖν ἐκ τῆς Ῥώμης ἀπελθόντας, καὶ μηδένα λαβεῖν ἔννοιαν τῆς ἐπιβολῆς αὐτοῦ. δοξάντων δὲ τούτων, μετεπέμπετο τὸν Πολύβιον, καὶ δηλώσας τὰ δεδογμένα παρεκάλει συνεπιλαβέσθαι τῆς ἐπιβολῆς καὶ συνδιανοηθῆναι, πῶς ἂν χειρισθείη τὰ κατὰ τὸν δρασμόν. συνέβαινε δὲ κατὰ τὸν καιρὸν
159
τοῦτον Μένυλλον μὲν τὸν Ἀλαβανδέα παρεῖναι πρεσβεύοντα παρὰ τοῦ πρεσβυτέρου βασιλέως Πτολεμαίου χάριν τοῦ συγκαταστῆναι καὶ δικαιολογηθῆναι πρὸς τὸν νεώτερον Πτολεμαῖον· ἐτύγχανε δὲ προϋπάρχουσα τῷ Πολυβίῳ πρὸς τὸν Μένυλλον ἰσχυρὰ συνήθεια καὶ πίστις, διὸ καὶ νομίσας αὐτὸν ἐπιτήδειον εἶναι πρὸς τὴν ἐνεστῶσαν χρείαν συνέστησε τῷ Δημητρίῳ μετὰ μεγάλης σπουδῆς καὶ φιλοτιμίας. ὁ δὲ κοινωνήσας τῆς ἐπιβολῆς ἀνεδέξατο τήν τε ναῦν ἑτοιμάσειν καὶ τἄλλα πρὸς τὸν πλοῦν ἀπαρτιεῖν. οὗτος 343 μὲν οὖν εὑρὼν ἐν τῷ στόματι τοῦ Τιβέριος ὁρμοῦσαν Καρχηδονίαν ναῦν ἱεραγωγὸν ταύτην ἐναυλώσατο. συμβαίνει δὲ τὰ πλοῖα ταῦτα λαμβάνεσθαι κατ' ἐκλογὴν ἐκ τῆς Καρχηδόνος, ἐφ' οἷς εἰς τὴν Τύρον ἐκπέμπουσιν οἱ Καρχηδόνιοι τὰς πατρίους ἀπαρχὰς τοῖς θεοῖς. ἐναυλοῦτο δὲ φανερῶς εἰς τὴν ἰδίαν ἀνακομιδήν, διὸ καὶ τήν τε τῶν ἐπιμηνίων παρασκευὴν ἀνυπόπτως ἐποιεῖτο καὶ φανερῶς ἐλάλει καὶ συνέταττε τοῖς ναυτικοῖς. Ἐπειδὴ δὲ πάντ' ἦν ἕτοιμα τῷ ναυκλήρῳ λοιπόν τ' ἔδει τὸν Δημήτριον ἀπαρτίζειν τὰ καθ' αὑτόν, τὸν τροφέα προαπέστειλεν εἰς τὴν Συρίαν ὠτακουστήσοντα καὶ κατοπτεύσοντα τὰ ἐκεῖ συμβαίνοντα περὶ τοὺς ὄχλους. ὁ δὲ σύντροφος Ἀπολλώνιος ἐξ ἀρχῆς αὐτῷ μετεῖχε τῆς ἐπιβολῆς· δυεῖν δ' ὑπαρχόντων ἀδελφῶν, Μελεάγρου καὶ Μενεσθέως, τούτοις ἐκοινωνήσατο τὴν πρᾶξιν, ἄλλῳ δ' οὐδενὶ τῶν μετ' αὐτοῦ, καίτοι πλειόνων ὄντων. οὗτοι δ' ἦσαν Ἀπολλωνίου κατὰ φύσιν υἱοὶ τοῦ μεγάλην μὲν εὐκαιρίαν ἔχοντος παρὰ Σελεύκῳ, μεταστάντος δὲ κατὰ τὴν Ἀντιόχου μετάληψιν τῆς ἀρχῆς εἰς Μίλητον. τῆς δὲ συνταχθείσης ἡμέρας πρὸς τοὺς ναυτικοὺς συνεγγιζούσης, ἔδει γενέσθαι παρά τινι τῶν φίλων ὑποδοχὴν πρὸς τὴν ἔξοδον. παρὰ γὰρ αὐτῷ ποιεῖν τὸ δεῖπνον οὐχ οἷόν τ' ἦν· εἴθιστο γὰρ ἐπιμελῶς καλεῖν ἅπαντας τούς περ αὐτὸν ὄντας. οἱ δὲ συνειδότες τὴν πρᾶξιν ἔμελλον ἐξ οἴκου δειπνήσαντες ἐπὶ τὸ πλοῖον ἥξειν, ἔχοντες ἕνα παῖδα μεθ' ἑαυτῶν ἕκαστος· τοὺς γὰρ λοιποὺς ἀπεστάλκεισαν εἰς Ἀναγνείας κατὰ τὴν ἐπιοῦσαν αὐτοὶ παρεπόμενοι. τὸν δὲ Πολύβιον συνέβαινε κατὰ τὸν καιρὸν τοῦτον ἠσθενηκότα μένειν κατακλινῆ, εἰδέναι δὲ πάντα τὰ πραττόμενα, τοῦ Μενύλλου συνεχῶς αὐτῷ μεταδιδόντος ἀεὶ περὶ τῶν ὑποπιπτόντων. διόπερ ἀγωνιάσας ὁ προειρημένος, μή, τῆς συνηθείας ἑλκυσθείσης, ἅτε τοῦ Δημητρίου συμποτικοῦ φυσικῶς καὶ νεωτέρου τελέως ὑπάρχοντος, ἀπόρημά τι γένηται περὶ τὴν ἔξοδον διὰ τὴν μέθην, γράψας βραχὺ πιττάκιον καὶ σφραγισάμενος πέμπει παρ' αὑτοῦ παῖδα συσκοτάζοντος ἄρτι τοῦ θεοῦ, συντάξας ἐκκαλεσάμενον τὸν οἰνοχόον τοῦ Δημητρίου δοῦναι τὸ πιττάκιον μηδὲν εἰπόντα τίς ἢ παρὰ τίνος, καὶ κελεύειν ἀποδι 344 δόναι τῷ Δημητρίῳ παραχρῆμα διαναγνῶναι. γενομένων δὲ πάντων κατὰ τὸ συνταχθέν, λαβὼν ὁ Δημήτριος ἐπανέγνω. τὸ δὲ πιττάκιον περιεῖχε τὰς γνώμας ταύτας. ὁ δρῶν τὰ τοῦ μέλλοντος οἴχεται φέρων. ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον. τόλμα τι, κινδύνευε, πρᾶττ', ἀποτύγχανε, ἐπίτυχε, πάντα μᾶλλον ἢ σαυτὸν πρόου. νῆφε καὶ μέμνησ' ἀπιστεῖν· ἄρθρα ταῦτα τῶν φρενῶν. Ταῦτα διαναγνοὺς ὁ Δημήτριος καὶ συννοήσας τὰς ὑποθέσεις, καὶ τίνες καὶ παρὰ τίνος εἰσίν, παραυτίκα προσποιηθεὶς ὡς ἐπιναύσιος γεγονὼς ἀπηλλάττετο, συμπροπεμπόντων αὐτὸν καὶ τῶν φίλων. παραγενόμενος δ' ἐπὶ σκηνὴν τοὺς μὲν ἀνεπιτηδείους τῶν οἰκετῶν ἐξέπεμψεν εἰς τὰς Ἀναγνείας συντάξας λαβόντας τὰ λίνα καὶ τοὺς κύνας ἀπαντᾶν ἐπὶ τὸ Κίρκαιον· ἐκεῖ γὰρ ἐπιμελῶς εἰώθει κυνηγετεῖν τὸν ὗν, ἐξ οὗ καὶ τῆς πρὸς τὸν Πολύβιον αὐτῷ συνηθείας τὴν καταρχὴν γενέσθαι συνέπεσεν. μετὰ δὲ ταῦτα τοῖς περὶ τὸν Νικάνορα διεσάφει τὴν ἐπιβολὴν καὶ κοινωνεῖν παρεκάλει τῶν αὐτῶν ἐλπίδων. πάντων δὲ προθύμως δεξαμένων τὸν λόγον, παρήγγειλε κατὰ σπουδὴν ἐπανελθόντας ἐπὶ τὰς ἰδίας καταλύσεις τοῖς μὲν παισὶ συντάξαι προάγειν ὑπὸ τὴν ἑωθινὴν εἰς τὰς Ἀναγνείας καὶ μετὰ τῶν κυνηγῶν ἀπαντᾶν εἰς τὸ Κίρκαιον, αὐτοὺς δὲ λαβόντας ἐσθῆτας τὰς ὁδοιπορικὰς ἀνακάμπτειν ὡς αὐτὸν εἰπόντας τοῖς οἰκέταις, ὅτι μετὰ Δημητρίου συμμίξουσιν αὐτοῖς κατὰ τὴν ἐπιοῦσαν ἐπὶ τὸν προειρημένον τόπον. γενομένων δὲ πάντων καθὼς προείρηται, προῆγον εἰς τὴν Ὀστίαν νυκτὸς ἐπὶ τὸ στόμα τοῦ Τιβέριος. ὁ δὲ Μένυλλος προπορευόμενος ἐκοινολογεῖτο τοῖς ναυτικοῖς φάσκων αὑτῷ προσπεπτωκέναι παρὰ τοῦ βασιλέως δι' ὃ δέον ἐστὶν αὐτὸν μὲν μένειν κατὰ τὸ παρὸν ἐν τῇ Ῥώμῃ, τῶν δὲ νεανίσκων τοὺς πιστοτάτους ἐκπέμψαι πρὸς αὐτόν, παρ' ὧν ἐπιγνώσεται πάντα τὰ κατὰ τὸν ἀδελφόν. διόπερ αὐτὸς μὲν οὐκ ἔφησεν ἐμβαίνειν, τοὺς δὲ νεανίσκους ἥξειν περὶ 345 μέσας νύκτας τοὺς
160
μέλλοντας πλεῖν. τῶν δὲ ναυκλήρων ἀδιαφορούντων διὰ τὸ μένειν αὐτοῖς τὸ ταχθὲν ναῦλον ἐξ ἀρχῆς καὶ πάντα κατηρτικότων ἐκ πολλοῦ τὰ πρὸς τὸν πλοῦν, παρῆσαν οἱ περὶ τὸν Δημήτριον κατὰ τρίτην φυλακὴν λήγουσαν ὄντες ηʹ καὶ παῖδες εʹ καὶ παιδάρια γʹ. τοῦ δὲ Μενύλλου κοινολογηθέντος αὐτοῖς καὶ παραδείξαντος τὴν τῶν ἐπιμηνίων παρασκευήν, ἔτι δὲ συστήσαντος τῷ ναυκλήρῳ καὶ τοῖς ἐπιβάταις ἐκτενῶς, οὗτοι μὲν ἐπέβησαν, ὁ δὲ κυβερνήτης ἄρτι διαφαύσκοντος ἄρας τὰς ἀγκύρας ἐτέλει τὸν πλοῦν ἁπλῶς οὐδεμίαν ἔννοιαν ἔχων τοῦ πράγματος, ἀλλ' ὡς στρατιώτας τινὰς ἄγων παρὰ τοῦ Μενύλλου πρὸς τὸν Πτολεμαῖον. Ἐν δὲ τῇ Ῥώμῃ κατὰ τὴν ἐπιοῦσαν οὐδεὶς ἐπιζητήσειν ἔμελλε τὸν Δημήτριον οὐδὲ τοὺς μετ' ἐκείνου προάγοντας· οἱ μὲν γὰρ αὐτοῦ μένοντες ὡς ἐπὶ τὸ Κίρκαιον ὡρμηκότα διελάμβανον, οἱ δὲ ἐν ταῖς Ἀναγνείαις ἀπήντων ἐπὶ τὸν αὐτὸν τόπον ὡς ἐκεῖ παρεσόμενον. διὸ συνέβαινε τελέως ἄσημον εἶναι τὸν δρασμόν, ἕως οὗ τῶν παίδων τις μεμαστιγωμένος ἐν ταῖς Ἀναγνείαις ἔδραμεν ἐπὶ τὸ Κίρκαιον ὡς ἐκεῖ τῷ Δημητρίῳ συμμίξων, οὐχ ὁρῶν δὲ πάλιν εἰς τὴν Ῥώμην ἔτρεχεν ὡς κατὰ πορείαν ἀπαντήσων, οὐδαμῇ δὲ συντυχὼν αὐτῷ τοῦτο διεσάφησε τοῖς ἐν Ῥώμῃ φίλοις καὶ τοῖς καταλελειμμένοις ἐπὶ τῆς οἰκίας. ἐπιζητουμένου δὲ τοῦ Δημητρίου κατὰ τὴν τετάρτην ἡμέραν, ἀφ' ἧς ὥρμησεν, ὑπενοήθη τὸ γεγονός. τῇ δὲ εʹ σύγκλητος εὐθέως συνήγετο περὶ τούτων, ἐν ᾗ συνέβαινε τὸν Δημήτριον ἐκτὸς ἤδη τοῦ πορθμοῦ τοῦ κατὰ Σικελίαν ὑπάρχειν. τὸ μὲν οὖν διώκειν ἀπέγνωσαν, ἅμα μὲν ὑπολαμβάνοντες αὐτὸν πολὺ προειληφέναι κατὰ τὸν πλοῦν (καὶ γὰρ ἔσχε φορὸν ἄνεμον), ἅμα δὲ προορώμενοι τὸ βουληθέντες κωλύσειν ἀδυνατῆσαι· πρεσβευτὰς δὲ κατέστησαν μετά τινας ἡμέρας τοὺς περὶ Τιβέριον Γράκχον καὶ Λεύκιον Λέντλον καὶ Σερουίλιον Γλαυκίαν, οἵτινες ἔμελλον πρῶτον μὲν ἐποπτεύσειν τὰ κατὰ τοὺς Ἕλληνας, ἔνθεν ἐπιβαλόντες ἐπὶ τὴν Ἀσίαν τά τε κατὰ τὸν Δημήτριον καραδοκήσειν καὶ τὰς τῶν ἄλλων βασιλέων προαιρέσεις ἐξετάσειν καὶ τὰ πρὸς τοὺς Γαλάτας ἀντιλεγόμενα τοῖς προειρημένοις διευκρινήσειν. διὸ 346 τὸν Τιβέριον κατεστήσαντο πάντων αὐτόπτην γεγονέναι. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν. Μετὰ δὲ ταῦτα Πτολεμαῖος ὁ νεώτερος παραγεγονὼς εἰς τὴν Ἑλλάδα μετὰ τῶν πρεσβευτῶν συνήθροιζε ξενολόγιον ἐμβριθές, ἐν οἷς προσελάβετο καὶ Δαμάσιππον τὸν Μακεδόνα, ὃς κατασφάξας ἐν τῷ Φάκῳ τοὺς συνέδρους ἔφυγε μετὰ γυναικὸς καὶ τέκνων ἐκ τῆς Μακεδονίας. ἀφικόμενος δὲ εἰς τὴν τῶν Ῥοδίων Περαίαν καὶ ξενισθεὶς ὑπὸ τοῦ δήμου προετίθετο πλεῖν εἰς τὴν Κύπρον. οἱ δὲ περὶ τὸν Τορκουάτον θεωροῦντες αὐτὸν συνεσταμένον ξενικὴν χεῖρα βαρεῖαν ὑπεμίμνησκον τῶν ἐντολῶν, διότι δεῖ χωρὶς πολέμου ποιεῖσθαι τὴν κάθοδον· καὶ τέλος ἔπεισαν αὐτὸν ἕως Σίδης προαγαγόντα τὸ ξενολόγιον διαλύσασθαι καὶ τῆς εἰς Κύπρον ἐπιβολῆς ἀποστῆναι καὶ συμμίσγειν αὑτοῖς ἐπὶ τοὺς τῶν Κυρηναίων ὅρους. αὐτοὶ δὲ πλεύσαντες εἰς τὴν Ἀλεξάνδρειαν ἔφασαν παραστήσεσθαι τὸν βασιλέα πρὸς τὰ παρακαλούμενα καὶ συναντήσειν ἐπὶ τοὺς ὅρους ἔχοντες κἀκεῖνον μεθ' αὑτῶν. τούτοις μὲν οὖν τοῖς λόγοις πεισθεὶς ὁ νεώτερος Πτολεμαῖος, ἀπογνοὺς τὰ κατὰ τὴν Κύπρον τὸ μὲν ξενολόγιον διέλυσεν, αὐτὸς δὲ τὸ μὲν πρῶτον εἰς Κρήτην ἀπέπλευσεν τόν τε Δαμάσιππον ἔχων μεθ' ἑαυτοῦ καὶ τῶν πρεσβευτῶν ἕνα Γνάιον Μερόλαν, ξενολογήσας δὲ ἐκ τῆς Κρήτης περὶ χιλίους στρατιώτας ἀνήχθη καὶ διάρας εἰς τὴν Λιβύην κατέσχεν ἐπὶ τὸν Ἄπιν. Οἱ δὲ περὶ τὸν Τορκουάτον [καὶ] τὸν Τίτον διακομισθέντες εἰς τὴν Ἀλεξάνδρειαν ἐπειρῶντο μὲν παρακαλεῖν τὸν πρεσβύτερον Πτολεμαῖον διαλύεσθαι πρὸς τὸν ἀδελφὸν καὶ συγχωρεῖν αὐτῷ τὴν Κύπρον· τοῦ δὲ Πτολεμαίου τὰ μὲν ἐπαγγελλομένου, τὰ δὲ παρακούοντος, καὶ τῷ τοιούτῳ τρόπῳ κατατρίβοντος τὸν χρόνον, στρατοπεδεύων ὁ νεώτερος μετὰ τῶν Κρητῶν ἐν τῇ Λιβύῃ περὶ τὸν Ἄπιν κατὰ τὸ συντεταγμένον καὶ τελέως ἀσχάλλων ἐπὶ τῷ μηδὲν διασαφήσασθαι, τὸ μὲν πρῶτον ἐξαπέστειλε τὸν Γνάιον εἰς τὴν Ἀλεξάνδρειαν ὡς διὰ τούτου κἂν τῶν περὶ τὸν Τορκουάτον ἐπιγενομένων, συνεξομοιωθέντος δὲ τούτου τοῖς πρότερον, καὶ τοῦ 347 χρόνου διελκομένου, καὶ μʹ διελθουσῶν ἡμερῶν, καὶ μηδενὸς προσπίπτοντος, εἰς ἀπορίαν ἐνέπιπτε περὶ τῶν ὅλων. ὁ γὰρ πρεσβύτερος βασιλεὺς πᾶν γένος ἀρεσκείας προσφερόμενος πάντας ἐξιδιάσατο τοὺς πρεσβευτὰς καὶ παρακατέσχε τὸ πλεῖον οὐχ ἑκόντας ἀλλ' ἄκοντας. κατὰ δὲ τὸν καιρὸν τοῦτον προσέπεσε τῷ νεωτέρῳ Πτολεμαίῳ τούς τε Κυρηναίους ἀφεστάναι καὶ τὰς πόλεις συμφρονεῖν τούτοις, κεκοινωνηκέναι δὲ περὶ τῆς ἀποστάσεως καὶ Πτολεμαῖον τὸν Συμπετῆσιν,
161
ὃς ἦν τὸ γένος Αἰγύπτιος, ἐπιστεύθη δὲ τὴν ἐπιμέλειαν τῶν ὅλων ὑπὸ τοῦ βασιλέως, καθ' ὃν καιρὸν ἐποιεῖτο τὸν πλοῦν εἰς τὴν Ῥώμην. Τούτων δὲ προσπιπτόντων τῷ βασιλεῖ, καὶ μετ' ὀλίγον διότι στρατοπεδεύουσιν ἐν τοῖς ὑπαίθροις οἱ Κυρηναῖοι, δείσας μὴ βουλόμενος προσλαβεῖν τὴν Κύπρον καὶ τὴν Κυρήνην ἀπολέσῃ, πάντα τἄλλα πάρεργα θέμενος ἀνέζευξεν ἐπὶ Κυρήνης. παραγενόμενος δ' εἰς τὸν Μέγαν καλούμενον καταβαθμὸν κατέλαβε τοὺς Λίβυας μετὰ τῶν Κυρηναίων κατέχοντας τὰς δυσχωρίας. ὁ δὲ Πτολεμαῖος ἀπορούμενος ἐπὶ τῷ συμβαίνοντι τοὺς μὲν ἡμίσεις τῶν στρατιωτῶν ἐμβιβάσας εἰς τὰ πλοῖα περιπλεῖν τὰς δυσχωρίας ἐπέταξε καὶ κατὰ νώτου τοῖς πολεμίοις ἐπιφαίνεσθαι, τοὺς δ' ἡμίσεις ἔχων αὐτὸς ἐβιάζετο κατὰ στόμα πρὸς τὴν ἀνάβασιν. τῶν δὲ Λιβύων καταπλαγέντων τὴν ἐξ ἀμφοῖν ἔφοδον καὶ λειπόντων τοὺς τόπους, ἅμα τῆς ἀναβάσεως ἐγένετο κύριος καὶ τῆς ὑποκειμένης Τετραπυργίας, ἐν ᾗ συνέβαινε πλῆθος ἄφθονον ὕδατος ὑπάρχειν. ὅθεν ἀφορμήσας ἑβδομαῖος ἧκε διὰ τῆς ἐρήμου. παραπλεόντων δ' αὐτῷ καὶ τῶν ἐπὶ Μοχυρίνου, συνέβαινε τοὺς Κυρηναίους στρατοπεδεύειν ὄντας εἰς ὀκτακισχιλίους, ἱππεῖς δὲ περὶ φʹ. οἱ γὰρ Κυρηναῖοι πεῖραν εἰληφότες τῆς τοῦ Πτολεμαίου προαιρέσεως ἐκ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν πεπραγμένων καὶ θεωροῦντες οὐ βασιλικὴν ἀλλὰ τυραννικὴν οὖσαν τὴν ἀρχὴν αὐτοῦ καὶ τὴν ὅλην αἵρεσιν, οὐχ οἷοί τ' ἦσαν ἐθελοντὴν σφᾶς αὐτοὺς ὑποτάττειν, ἀλλὰ πᾶν ὑπομένειν ἐτόλμων ἀντεχόμενοι τῆς πρὸς τὴν ἐλευθερίαν ἐλπίδος. διὸ καὶ τότε συνεγγίσαντος αὐτοῦ ἐξ αὐτῆς παρετάξαντο. καὶ τέλος ἡττήθη. 99. Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἦλθε καὶ Γνάιος ὁ Μερόλας ἐκ τῆς Ἀλεξανδρείας διασαφῶν τῷ βασιλεῖ, διότι εἰς οὐθὲν τῶν ἀξιουμένων προσελήλυθεν ὁ ἀδελφός, ἀλλά φησι δεῖν μένειν ἐπὶ τοῖς ἐξ ἀρχῆς διομολογουμένοις. ὁ δὲ βασιλεὺς ταῦτα διακούσας, εὐθέως προχειρισάμενος Κομανὸν καὶ Πτολεμαῖον τοὺς ἀδελφοὺς ἐξαπέστελλε πρεσβευτὰς εἰς τὴν Ῥώμην μετὰ τοῦ Γναίου διασαφήσοντας τῇ συγκλήτῳ περὶ τῆς τἀδελφοῦ πλεονεξίας καὶ καταφρονήσεως. ἀπέλυσε δὲ κατὰ τὸν αὐτὸν καιρὸν καὶ τοὺς περὶ Τίτον ἀπράκτους ὁ πρεσβύτερος Πτολεμαῖος. καὶ τὰ μὲν κατὰ τὴν Ἀλεξάνδρειαν καὶ Κυρήνην ἐπὶ τούτων ἦν. 100. Ὅτι κατὰ τοὺς ὑποκειμένους καιροὺς ἧκον παρὰ τοῦ νεωτέρου Πτολεμαίου πρέσβεις οἱ περὶ τὸν Κομανὸν καὶ παρὰ τοῦ πρεσβυτέρου παραπλησίως οἱ περὶ τὸν Μένυλλον τὸν Ἀλαβανδέα. ὧν εἰσελθόντων εἰς τὴν σύγκλητον, καὶ πολλῶν λόγων γινομένων καὶ φιλαπεχθῶν κατὰ πρόσωπον εἰς ἀλλήλους, καὶ τῶν περὶ Τίτον καὶ Γνάιον ἀπομαρτυρούντων καὶ συνεπισχυόντων τῷ νεωτέρῳ μετὰ πολλῆς σπουδῆς, ἔδοξε τῇ συγκλήτῳ τοὺς περὶ Μένυλλον ἐν πένθ' ἡμέραις ἀποτρέχειν ἐκ τῆς Ῥώμης, καὶ τὴν συμμαχίαν ἀναιρεῖν τὴν πρὸς τὸν πρεσβύτερον, πρὸς δὲ τὸν νεώτερον πέμψαι πρεσβευτὰς τοὺς διασαφήσοντας τὰ δεδογμένα τῇ συγκλήτῳ. καὶ κατεστάθησαν Πόπλιος Ἀπούστιος καὶ Γάιος Λέντλος, οἳ καὶ πλεύσαντες ἐξ αὐτῆς εἰς τὴν Κυρήνην ἀνήγγειλαν τῷ Πτολεμαίῳ τὰ δεδογμένα μετὰ πολλῆς σπουδῆς. ὁ δὲ Πτολεμαῖος ἐπαρθεὶς εὐθέως ἐξενολόγει καὶ ταῖς ἐπιβολαῖς ὅλος καὶ πᾶς ἦν περὶ τὴν Κύπρον. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν. 101. Ὅτι κατὰ τὴν Λιβύην Μασσανάσσης θεωρῶν τὸ πλῆθος τῶν πόλεων τῶν περὶ τὴν μικρὰν Σύρτιν ἐκτισμένων καὶ τὸ κάλλος τῆς χώρας, ἣν καλοῦσιν Ἐμπόρια, καὶ πάλαι τὸ πλῆθος τῶν προσόδων τῶν γινομένων ἐν τούτοις τοῖς τόποις ὀφθαλμιῶν, ἐπεβάλετο καταπειράζειν τῶν Καρχηδονίων οὐ πολλοῖς ἀνώτερον χρόνοις τῶν νῦν λεγομένων καιρῶν. τῆς μὲν οὖν χώρας ταχέως ἐγενήθη κύριος ἅτε τῶν ὑπαίθρων κρατῶν διὰ τὸ τοὺς Καρχηδονίους ἀεὶ 349 μὲν ἀλλοτρίους ὑπάρχειν τῆς ἐν τῇ γῇ χρείας, τότε δὲ καὶ τελέως ἐκτεθηλύνθαι διὰ τὴν πολυχρόνιον εἰρήνην· τῶν δὲ πόλεων οὐκ ἠδυνήθη γενέσθαι κύριος διὰ τὸ τοὺς Καρχηδονίους ἐπιμελῶς τηρεῖν αὐτάς. ἀμφοτέρων δὲ ποιουμένων τὴν ἀναφορὰν ἐπὶ τὴν σύγκλητον ὑπὲρ τῶν ἀμφισβητουμένων, καὶ πρεσβευτῶν πολλάκις ἐληλυθότων διὰ ταῦτα παρ' ἑκατέρων, αἰεὶ συνέβαινε τοὺς Καρχηδονίους ἐλαττοῦσθαι παρὰ τοῖς Ῥωμαίοις, οὐ τῷ δικαίῳ, ἀλλὰ τῷ πεπεῖσθαι τοὺς κρίνοντας συμφέρειν σφίσι τὴν τοιαύτην γνώμην, ἐπείτοι χρόνοις οὐ πολλοῖς ἀνώτερον αὐτὸς ὁ Μασσανάσσης διώκων τὸν Ἀφθῆρα τὸν ἀποστάτην μετὰ στρατοπέδου δίοδον ᾐτήσατο τοὺς Καρχηδονίους διὰ ταύτης τῆς χώρας, οἱ δὲ οὐχ ὑπήκουσαν ὡς οὐδὲν αὐτῷ
162
προσηκούσης. οὐ μὴν ἀλλὰ τέλος εἰς τοῦτο συνεκλείσθησαν οἱ Καρχηδόνιοι διὰ τῶν ἀποφάσεων κατὰ τοὺς νῦν λεγομένους καιρούς, ὥστε μὴ μόνον τὰς πόλεις καὶ τὴν χώραν ἀποβαλεῖν, ἀλλὰ καὶ φʹ τάλαντα προσθεῖναι τῆς καρπείας τῶν χρόνων, ἐξ οὗ συνέβη γενέσθαι τὴν ἀμφισβήτησιν. 102. Ὅτι κατὰ τὴν Ἀσίαν Προυσίας μὲν ἐξέπεμψεν εἰς τὴν Ῥώμην πρεσβευτὰς μετὰ Γαλατῶν τοὺς κατηγορήσοντας Εὐμένους, οὗτος δὲ πάλιν τὸν ἀδελφὸν Ἄτταλον ἀπολογησόμενον πρὸς τὰς διαβολάς. Ἀριαράθης δὲ τῇ τε Ῥώμῃ στέφανον ἐξαποστείλας ἀπὸ χρυσῶν μυρίων ἔπεμψε καὶ πρεσβευτὰς τοὺς διασαφήσοντας τῇ συγκλήτῳ τήν [τε] πρὸς τὸν Τιβέριον ἀπάντησιν αὐτοῦ καὶ καθόλου παρακαλέσοντας διασαφεῖν ὑπὲρ ὧν ἂν δέωνται, διότι πᾶν ποιήσειν ἕτοιμός ἐστι Ῥωμαίοις τὸ παραγγελλόμενον. 103. Ὅτι τοῦ Μηνοχάρους παραγενηθέντος εἰς τὴν Ἀντιόχειαν πρὸς Δημήτριον καὶ διασαφήσαντος τῷ βασιλεῖ τὴν γεγενημένην ἔντευξιν αὐτῷ πρὸς τοὺς περὶ Τιβέριον ἐν τῇ Καππαδοκίᾳ, νομίσας ὁ βασιλεὺς ἀναγκαιότατον εἶναι τῶν παρόντων τὸ τοὺς προειρημένους ἄνδρας ἐξομιλῆσαι καθ' ὅσον οἷός τ' ἦν, πάντα τἄλλα πάρεργα ποιησάμενος διεπέμπετο πρὸς τούτους, τὸ μὲν πρῶτον εἰς Παμφυλίαν, μετὰ δὲ ταῦτα πάλιν εἰς Ῥόδον, πάντα ποιήσειν Ῥωμαίοις ἀναδεχόμενος, ἕως ἐξειργάσατο βασιλεὺς ὑπ' αὐτῶν 350 προσαγορευθῆναι. καὶ γὰρ ἦν ὁ Τιβέριος εὔνους αὐτῷ διαφερόντως· διὸ καὶ μεγάλα συνεβάλετο πρὸς τὸ καθικέσθαι καὶ κτήσασθαι τὰ κατὰ τὴν ἀρχὴν αὐτόν. ὁ δὲ Δημήτριος τυχὼν τῆς προειρημένης ἀφορμῆς εὐθέως εἰς τὴν Ῥώμην ἔπεμπε πρεσβευτὰς στέφανόν τε κομίζοντας καὶ τὸν αὐτόχειρα τοῦ Γναίου γεγονότα καὶ σὺν τούτοις τὸν κριτικὸν Ἰσοκράτην. 104. Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον παρὰ Ἀριαράθου πρέσβεις στέφανόν τε κομίζοντες ἀπὸ μυρίων χρυσῶν καὶ διασαφοῦντες τὴν τοῦ βασιλέως προαίρεσιν, ἣν ἔχει πρὸς τὰ Ῥωμαίων πράγματα· καὶ τούτων μάρτυρας † ἐπέμποντο τοὺς περὶ τὸν Τιβέριον. ὧν ἀνθομολογησαμένων ἡ σύγκλητος τόν τε στέφανον ἀπεδέξατο μετὰ μεγάλης χάριτος καὶ τὰ μέγιστα τῶν παρ' αὐτῇ νομιζομένων δώρων ἀνταπέστειλε τόν τε σκήπωνα καὶ τὸν ἐλεφάντινον δίφρον. τούτους μὲν οὖν ἐξ αὐτῆς ἔτι πρὸ τοῦ χειμῶνος ἀπέλυσεν ἡ σύγκλητος· μετὰ δὲ τούτους Ἀττάλου παραγενηθέντος, ἤδη τῶν ὑπάτων τὰς ἀρχὰς εἰληφότων, καὶ τῶν Γαλατῶν αὐτοῦ κατηγορησάντων, οὓς ἀπέσταλκε Προυσίας, καὶ πλειόνων ἑτέρων ἀπὸ τῆς Ἀσίας, διακούσασα πάντων ἡ σύγκλητος οὐ μόνον ἀπέλυσε τῶν διαβολῶν τὸν Ἄτταλον, ἀλλὰ καὶ προσαυξήσασα τοῖς φιλανθρώποις ἐξαπέστειλεν· καθ' ὅσον γὰρ ἀπηλλοτρίωτο τοῦ βασιλέως καὶ διεφέρετο πρὸς τὸν Εὐμένη, κατὰ τοσοῦτον ἐφιλοποιεῖτο καὶ συνηῦξε τὸν Ἄτταλον. 105. Ὅτι ἧκον καὶ παρὰ τοῦ Δημητρίου τοῦ βασιλέως πρέσβεις οἱ περὶ τὸν Μηνοχάρην στέφανον ἀπὸ μυρίων χρυσῶν τῇ Ῥώμῃ κομίζοντες, ἅμα δὲ καὶ τὸν προσενέγκαντα τῷ Γναίῳ τὰς χεῖρας ἄγοντες. ἡ δὲ σύγκλητος ἐπὶ πολὺν μὲν χρόνον διηπόρησε περὶ τούτων, πῶς δεῖ χρήσασθαι τοῖς πράγμασιν, ὅμως δὲ προσεδέξατο καὶ τοὺς πρεσβευτὰς καὶ τὸν στέφανον· τούς γε μὴν ἀγομένους ἀνθρώπους οὐ προσεδέξατο. καίτοι γε Δημήτριος οὐ μόνον τὸν Λεπτίνην ἀπέστειλε τὸν αὐτόχειρα τοῦ Γναίου γενόμενον, ἀλλὰ καὶ τὸν Ἰσοκράτην. οὗτος δὲ ἦν μὲν γραμματικὸς τῶν τὰς ἀκροάσεις ποιουμένων, φύσει δὲ ὢν λάλος καὶ πέρπερος καὶ κατακορὴς προσέκοπτε μὲν καὶ τοῖς Ἕλλησιν, ἅτε καὶ τῶν περὶ 351 τὸν Ἀλκαῖον ἐν ταῖς συγκρίσεσιν ἐπιδεξίως σκωπτόντων αὐτὸν καὶ διαχλευαζόντων, παραγενόμενος δ' εἰς τὴν Συρίαν καὶ καταφρονήσας τῶν ἀνθρώπων οὐκ ἠρκεῖτο περὶ τῶν ἰδίων ἐπιτηδευμάτων ποιούμενος τοὺς λόγους, ἀλλὰ καὶ πραγματικὰς ἀποφάσεις ἐξέβαλε φάσκων δίκαια πεπονθέναι τὸν Γνάιον, δεῖν δὲ καὶ τοὺς ἄλλους πρεσβευτὰς ἀπολωλέναι πρὸς τὸ μηδὲ τὸν ἀγγελοῦντα καταλειφθῆναι τοῖς Ῥωμαίοις τὸ γεγονός, ἵνα παύσωνται τῶν ὑπερηφάνων ἐπιταγμάτων καὶ τῆς ἀνέδην ἐξουσίας. τοιαῦτα μὲν οὖν ῥιψολογῶν ἐνέπεσεν εἰς τὴν προειρημένην ἀτυχίαν, ἐγένετο δέ τι περὶ τοὺς προειρημένους ἄξιον μνήμης. ὁ μὲν γὰρ Λεπτίνης μετὰ τὸ προσενέγκαι Γναίῳ τὰς χεῖρας εὐθέως ἐν τῇ Λαοδικείᾳ περιῄει φανερῶς φάσκων δίκαια πεποιηκέναι καὶ μετὰ τῆς τῶν θεῶν γνώμης ταῦτα πεπραχέναι. τοῦ δὲ Δημητρίου παραλαβόντος τὰ πράγματα, προσεπορεύετο τῷ βασιλεῖ παρακαλῶν αὐτὸν μὴ δεδιέναι τὸν Γναίου φόνον μηδὲ βουλεύεσθαι μηδὲν δυσχερὲς κατὰ τῶν Λαοδικέων· αὐτὸς γὰρ εἰς τὴν Ῥώμην πορεύεσθαι καὶ διδάξειν τὴν σύγκλητον, ὅτι μετὰ τῆς τῶν
163
θεῶν γνώμης ταῦτα πεποίηκεν. καὶ πέρας διὰ τὴν ἑτοιμότητα καὶ προθυμίαν οὗτος μὲν ἄνευ δεσμῶν ἤχθη καὶ φυλακῆς, ὁ δ' Ἰσοκράτης ἐμπεσὼν εἰς τὴν αἰτίαν ὁλοσχερῶς παρεξέστη τῇ διανοίᾳ, τοῦ δὲ κλοιοῦ αὐτῷ περὶ τὸν τράχηλον περιτεθέντος καὶ τῆς ἁλύσεως, σπανίως μὲν καὶ τὴν τροφὴν προσίετο, τῆς δὲ τοῦ σώματος θεραπείας εἰς τέλος ἀπέστη. διὸ καὶ παρεγένετο εἰς τὴν Ῥώμην θέαμα θαυμάσιον, εἰς ὃν ἀποβλέψας ἄν τις ὁμολογήσειε, διότι καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν οὐδέν ἐστιν ἀνθρώπου φοβερώτερον, ὅταν ἅπαξ ἀποθηριωθῇ. ἥ τε γὰρ ὄψις ἐκτόπως ἦν αὐτοῦ φοβερὰ καὶ θηριώδης ὡς ἀνθρώπου πλεῖον ἐνιαυτοῦ μὴ τὸν ῥύπον, μὴ τοὺς ὄνυχας, μὴ τὰς τρίχας ἀφῃρημένου, τά τε κατὰ τὴν διάνοιαν ἐκ τῆς τῶν ὀμμάτων ἐμφάσεως καὶ κινήσεως τοιαύτην ἐποιεῖτο τὴν φαντασίαν, ὥστε τὸν θεασάμενον πρὸς πᾶν ζῶον ἑτοιμότερον ἂν προσελθεῖν ἢ πρὸς ἐκεῖνον. ὁ δὲ Λεπτίνης μένων ἐπὶ τῆς ἐξ ἀρχῆς προαιρέσεως εἴς τε τὴν σύγκλητον ἕτοιμος ἦν εἰσπορεύεσθαι πρός τε τοὺς ἐντυγχάνοντας ἁπλῶς ἀνθωμολογεῖτο περὶ τῆς πράξεως, καὶ προσδιωρίζετο μηδὲν αὑτῷ δυσχερὲς 352 ἀπαντήσειν ὑπὸ Ῥωμαίων. καὶ τέλος εὐστόχησε τῆς ἐλπίδος· ἡ γὰρ σύγκλητος, ὡς ἐμοὶ δοκεῖ ὑπολαβοῦσα, διότι δόξει τοῖς πολλοῖς ἔχειν τοῦ φόνου δίκην, ἐὰν τοὺς αἰτίους παραλαβοῦσα τιμωρήσηται, τούτους μὲν οὐ προσεδέξατο μικροῦ δεῖν, ἐτήρει δὲ τὴν αἰτίαν ἀκέραιον, ὥστ' ἔχειν ἐξουσίαν, ὅτε βουληθείη, χρήσασθαι τοῖς ἐγκλήμασι. διὸ καὶ τὴν ἀπόκρισιν ἔδωκε τοιαύτην τῷ Δημητρίῳ, διότι τεύξεται τῶν φιλανθρώπων, ἐὰν τὸ ἱκανὸν ποιῇ τῇ συγκλήτῳ κατὰ τὴν ἐξ ἀρχῆς ἐξουσίαν. Ἧκον δὲ καὶ παρὰ τῶν Ἀχαιῶν πρέσβεις οἱ περὶ Ξένωνα καὶ Τηλεκλῆν ὑπὲρ τῶν κατῃτιαμένων, καὶ μάλιστα τοῦ Πολυβίου καὶ τοῦ Στρατίου χάριν· τοὺς μὲν γὰρ † πλείστους σχεδὸν ἅπαντας ὁ χρόνος ἤδη καταναλώκει, τούς γε δὴ καὶ μνήμης ἀξίους. παρῆσαν δ' οἱ πρέσβεις ἐντολὰς ἔχοντες ἁπλῶς ἀξιωματικάς, χάριν τοῦ πρὸς μηδὲν ἀντιφιλονεικεῖν τῇ συγκλήτῳ. εἰσπορευθέντων δὲ καὶ ποιησαμένων τοὺς ἁρμόζοντας λόγους οὐδ' ὣς οὐδὲν ἠνύσθη, τὸ δ' ἐναντίον ἔδοξε τῇ συγκλήτῳ μένειν ἐπὶ τῶν ὑποκειμένων. 106. Ὅτι παρὰ τῶν Ἀθηναίων ἧκον πρέσβεις καὶ παρὰ τῶν Ἀχαιῶν οἱ περὶ Θεαρίδαν καὶ Στέφανον ὑπὲρ τῶν ῥυσίων. τοῖς γὰρ Δηλίοις διαδοθείσης ἀποκρίσεως παρὰ Ῥωμαίων, μετὰ τὸ συγχωρηθῆναι τὴν Δῆλον τοῖς Ἀθηναίοις αὐτοῖς μὲν ἐκχωρεῖν ἐκ τῆς νήσου, τὰ δ' ὑπάρχοντα κομίζεσθαι, μεταστάντες εἰς Ἀχαΐαν οἱ Δήλιοι καὶ πολιτογραφηθέντες ἐβούλοντο τὸ δίκαιον ἐκλαβεῖν παρὰ τῶν Ἀθηναίων κατὰ τὸ πρὸς τοὺς Ἀχαιοὺς σύμβολον. τῶν δ' Ἀθηναίων φασκόντων μηδὲν εἶναι πρὸς αὐτοὺς τῆς δικαιοδοσίας ταύτης, ᾐτοῦντο ῥύσια τοὺς Ἀχαιοὺς οἱ Δήλιοι κατὰ τῶν Ἀθηναίων. ὑπὲρ ὧν τότε πρεσβεύσαντες ἔλαβον ἀπόκρισιν κυρίας εἶναι τὰς κατὰ τοὺς νόμους γεγενημένας παρὰ τοῖς Ἀχαιοῖς οἰκονομίας περὶ τῶν Δηλίων. 107. Ὅτι τῶν Ἰσσίων καὶ τῶν Δαοσσῶν πλεονάκις πεπρεσβευκότων εἰς τὴν Ῥώμην καὶ διασαφούντων, ὅτι Δελματεῖς τὴν χώραν ἀδικοῦσι καὶ τὰς πόλεις τὰς μετ' αὐτῶν ταττομένας (αὗται δέ εἰσιν Ἐπέτιον καὶ Τραγύριον), ὁμοίως δὲ καὶ τῶν Δαοσσῶν ἐγκαλούντων, 353 ἐξαπέστειλεν ἡ σύγκλητος πρεσβευτὰς τοὺς περὶ Γάιον Φάννιον ἐποπτεύσοντας τὰ κατὰ τὴν Ἰλλυρίδα, καὶ μάλιστα τούτων τὰ κατὰ τοὺς Δελματεῖς. οὗτοι δέ, μέχρι μὲν ἔζη Πλευράτος, ὑπήκουον ἐκείνῳ· μεταλλάξαντος δὲ τούτου τὸν βίον καὶ διαδεξαμένου Γενθίου τὴν βασιλείαν, ἀποστάντες ἀπὸ τούτου τοῖς ὁμόροις προσεπολέμουν καὶ κατεστρέφοντο τοὺς ἀστυγείτονας, ὧν ἔνιοι καὶ φόρους αὐτοῖς ἔφερον· ὁ δὲ φόρος ἦν θρέμματα καὶ σῖτος. καὶ οἱ μὲν περὶ Φάννιον ἐπὶ τούτοις ἐξώρμησαν. 108. Ὅτι ὁ βασιλεὺς Ἀριαράθης παρεγένετο εἰς τὴν Ῥώμηνἔτι θερείας οὔσης· τότε δέ, παρειληφότων τούτων τὰς ἀρχὰς τῶν περὶ τὸν Σέξτον Ἰούλιον, ἐγίνετο περὶ τὰς κατ' ἰδίαν ἐντεύξεις οἰκείαν ποιούμενος περικοπὴν καὶ φαντασίαν τῆς ὑποκειμένης περιστάσεως. παρῆσαν δὲ καὶ παρὰ Δημητρίου πρέσβεις οἱ περὶ τὸν Μιλτιάδην πρὸς ἑκατέραν τὴν ὑπόθεσιν ἡρμοσμένοι· καὶ γὰρ περὶ Ἀριαράθου ἀπολογεῖσθαι καὶ κατηγορεῖν αὐτοῦ παρεσκευάζετο φιλαπεχθῶς. ἀπεστάλκει δὲ καὶ Ὁλοφέρνης πρεσβευτὰς τοὺς περὶ Τιμόθεον καὶ Διογένην στέφανόν τε κομίζοντας τῇ Ῥώμῃ καὶ τὴν φιλίαν καὶ τὴν συμμαχίαν ἀνανεωσομένους, τὸ δὲ πλεῖον συγκαταστησομένους τῷ Ἀριαράθῃ καὶ τὰ μὲν ἀπολογησομένους, τὰ δὲ κατηγορήσοντας. ἐν μὲν οὖν ταῖς κατ' ἰδίαν ἐντεύξεσι μείζω φαντασίαν εἷλκον οἱ περὶ τὸν Διογένην καὶ
164
Μιλτιάδην, ἅτε καὶ κατὰ τὸ πλῆθος πρὸς ἕνα συγκρινόμενοι καὶ κατὰ τὴν ἄλλην περικοπὴν εὐτυχοῦντες πρὸς ἐπταικότα θεωρούμενοι· παραπλησίως δὲ καὶ περὶ τὴν τῶν πραγμάτων ἐξήγησιν πολὺ περιῆσαν· πᾶν μὲν γὰρ καὶ πρὸς παντοῖα λέγειν ἐθάρρουν οὐδένα λόγον ποιούμενοι τῆς ἀληθείας, τὸ δὲ λεγόμενον ἀνυπεύθυνον ἦν οὐκ ἔχον τὸν ἀπολογησόμενον. λοιπὸν ἀκονιτὶ τοῦ ψεύδους ἐπικρατοῦντος, ἐδόκει σφίσι τὰ πράγματα κατὰ γνώμην χωρεῖν. Κατὰ τὸν καιρὸν τοῦτον παραγεγονότων πρεσβευτῶν ἐξ Ἠπείρου παρά τε τῶν τὴν Φοινίκην κατεχόντων καὶ παρὰ τῶν ἐκπε 354 πτωκότων καὶ ποιησαμένων λόγους κατὰ πρόσωπον, ἔδωκεν ἀπόκρισιν αὐτοῖς ἡ σύγκλητος ὅτι δώσει περὶ τούτων ἐντολὰς τοῖς ἀποστελλομένοις πρεσβευταῖς εἰς τὴν Ἰλλυρίδα μετὰ Γαΐου Μαρκίου. 109. Ὅτι Ἄτταλος ἡττηθεὶς παρὰ Προυσίου προχειρισάμενος Ἀθήναιον τὸν ἀδελφὸν ἐξαπέστειλε μετὰ τῶν περὶ τὸν Πόπλιον διασαφήσοντα τῇ συγκλήτῳ τὸ γεγονός. οἱ δὲ ἐν τῇ Ῥώμῃ, τοῦ μὲν Ἀνδρονίκου παραγενομένου καὶ διασαφοῦντος τὰ περὶ τὴν πρώτην ἔφοδον τῶν πολεμίων, οὐ προσεῖχον, ἀλλ' ὑπενόουν τὸν Ἄτταλον βουλόμενον αὐτὸν ἐπιβαλεῖν τῷ Προυσίᾳ τὰς χεῖρας προφάσεις προκατασκευάζεσθαι καὶ προκαταλαμβάνειν διαβολαῖς· ἅμα δὲ τοῦ τε Νικομήδους καὶ τῶν περὶ τὸν Ἀντίφιλον, τῶν παρὰ τοῦ Προυσίου πρεσβευτῶν, διαμαρτυρομένων μηδὲν εἶναι τούτων, ἔτι μᾶλλον ἠπίστει τὰ λεγόμενα περὶ τοῦ Προυσίου. μετὰ δέ τινα χρόνον ἐπιδιασαφουμένης τῆς πραγματείας, ἀμφιδοξήσασα περὶ τῶν προσπιπτόντων ἡ σύγκλητος ἐξαπέστειλε πρεσβευτὰς Λεύκιον Ἀπολήιον καὶ Γάιον Πετρώνιον τοὺς ἐπισκεψομένους πῶς ἔχει τὰ κατὰ τοὺς προειρημένους βασιλεῖς. Λόγος λγʹ. 110. Ὅτι ἡ σύγκλητος ἔτι κατὰ χειμῶνα διακούσασα τῶν περὶ τὸν Πόπλιον Λέντλον ὑπὲρ τῶν κατὰ Προυσίαν διὰ τὸ νεωστὶ παραγεγονέναι τούτους ἐκ τῆς Ἀσίας, εἰσεκαλέσατο καὶ τὸν Ἀθήναιον τὸν Ἀττάλου τοῦ βασιλέως ἀδελφόν. οὐ μέντοι πολλῶν προσεδεήθη λόγων, ἀλλ' εὐθέως καταστήσασα πρεσβευτὰς συνεξαπέστελλε τῷ προειρημένῳ τοὺς περὶ Γάιον Κλαύδιον Κέντωνα καὶ Λεύκιον Ὀρτήσιον καὶ Γάιον Αὐρουκολήιον, ἐντολὰς δοῦσα κωλύειν τὸν Προυσίαν Ἀττάλῳ πολεμεῖν. Παρεγένοντο δὲ καὶ παρὰ τῶν Ἀχαιῶν πρέσβεις εἰς Ῥώμηνὑπὲρ τῶν κατεχομένων οἱ περὶ Ξένωνα τὸν Αἰγιέα καὶ Τηλεκλέα τὸν Αἰγεάτην. ὧν ποιησαμένων λόγους ἐν τῇ συγκλήτῳ, καὶ τοῦ διαβουλίου προτεθέντος, παρ' ὀλίγον ἦλθον ἀπολῦσαι τοὺς κατῃ 355 τιαμένους οἱ τοῦ συνεδρίου. τὴν δ' αἰτίαν ἔσχε τοῦ μὴ συντελεσθῆναι τὴν ἀπόλυσιν Αὖλος Ποστόμιος στρατηγὸς ὢν ἑξαπέλεκυς καὶ βραβεύων τὸ διαβούλιον. τριῶν γὰρ οὐσῶν γνωμῶν, μιᾶς μὲν τῆς ἀφιέναι κελευούσης, ἑτέρας δὲ τῆς ἐναντίας ταύτης, τρίτης δὲ τῆς ἀπολύειν μέν, ἐπισχεῖν δὲ κατὰ τὸ παρόν, καὶ πλείστων δὲ ὄντων τῶν † ἐφιεμένων, παρελθὼν τὴν μίαν γνώμην διηρώτα τὰς βʹ καθολικῶς, οἷς δοκεῖ τοὺς ἀνακεκλημένους ἀφιέναι καὶ τοὐναντίον. λοιπὸν οἱ κατὰ τὸ παρὸν ἐπέχειν κελεύοντες προσέβησαν πρὸς τοὺς μὴ φάσκοντας δεῖν ἀπολύειν, καὶ πλείους ἐγενήθησαν τῶν ἀφιέντων. καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν. 111. Ὅτι τῶν ἐκ τῆς Ῥώμης πρεσβευτῶν ἀνακαμψάντων εἰς τὴν Ἀχαΐαν καὶ διασαφούντων, ὅτι παρ' ὀλίγον ἔλθοι τὰ πράγματα τοῦ πάντας ἐπανελθεῖν τοὺς κατεχομένους, εὐέλπιδες γενόμενοι καὶ μετεωρισθέντες οἱ πολλοὶ πάλιν ἐξ αὐτῆς ἔπεμπον Τηλεκλέα τὸν Μεγαλοπολίτην καὶ Ἀναξίδαμον. καὶ τὰ μὲν κατὰ Πελοπόννησον ἐπὶ τούτων ἦν. 112. Ὅτι κατὰ τὸν αὐτὸν καιρὸν ἧκον καὶ παρὰ Μασσαλιητῶν πάλαι μὲν κακῶς πάσχοντες ὑπὸ τῶν Λιγυστινῶν, τότε δὲ συγκλειόμενοι τελέως, καὶ πρὸς τούτοις καὶ πολιορκουμένων τῶν πόλεων Ἀντιπόλεως καὶ Νικαίας, ἐξαπέστειλαν πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς τά τε γινόμενα διασαφήσοντας καὶ δεομένους σφίσι βοηθεῖν. ὧν καὶ παρελθόντων εἰς τὴν σύγκλητον, ἔδοξε τῷ συνεδρίῳ πρεσβευτὰς πέμψαι τοὺς ἅμα μὲν αὐτόπτας γενομένους τῶν γινομένων, ἅμα δὲ πειρασομένους λόγῳ διορθώσασθαι τῶν βαρβάρων τὴν ἄγνοιαν. 113. Ὅτι κατὰ τοὺς καιρούς, καθ' οὓς ἐξέπεμψεν ἡ σύγκλητος τὸν Ὀπίμιον ἐπὶ τὸν τῶν Ὀξυβίων πόλεμον, ἧκε Πτολεμαῖος ὁ νεώτερος εἰς τὴν Ῥώμην καὶ παρελθὼν εἰς τὴν σύγκλητον ἐποιεῖτο κατηγορίαν τἀδελφοῦ, φέρων τὴν αἰτίαν τῆς ἐπιβουλῆς ἐπ' ἐκεῖνον. ἅμα δὲ τὰς ἐκ τῶν
165
τραυμάτων οὐλὰς ὑπὸ τὴν ὄψιν δεικνὺς καὶ τὴν λοιπὴν δεινολογίαν ἀκόλουθον τούτοις διατιθέμενος ἐξε 356 καλεῖτο τοὺς ἀνθρώπους πρὸς ἔλεον. ἧκον δὲ καὶ παρὰ τοῦ πρεσβυτέρου πρέσβεις οἱ περὶ τὸν Νεολαΐδαν καὶ Ἀνδρόμαχον ἀπολογούμενοι πρὸς τὰς ὑπὸ τἀδελφοῦ γενομένας κατηγορίας. ὧν ἡ σύγκλητος οὐδ' ἀνέχεσθαι δικαιολογουμένων ἠβουλήθη προκατειλημμένη ταῖς ὑπὸ τοῦ νεωτέρου διαβολαῖς, ἀλλὰ τούτοις μὲν ἐπανάγειν ἐκ τῆς Ῥώμης προσέταξεν ἐξ αὐτῆς, τῷ δὲ νεωτέρῳ εʹ πρεσβευτὰς καταστήσασα τοὺς περὶ Γνάιον Μερόλαν καὶ Λεύκιον Θέρμον καὶ πεντήρη δοῦσα τῶν πρεσβευτῶν ἑκάστῳ, τούτοις μὲν παρήγγειλε κατάγειν Πτολεμαῖον εἰς Κύπρον, τοῖς δὲ κατὰ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν συμμάχοις ἔγραψαν ἐξεῖναι συμπράττειν τῷ Πτολεμαίῳ τὰ κατὰ τὴν κάθοδον. 114. Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἐν τῇ Ῥώμῃ τῶν ἐκ τῆς Ἀχαΐας πρεσβευτῶν εἰσελθόντων εἰς τὴν σύγκλητον περὶ τῶν ἀνακεκλημένων, ἔδοξε τῷ συνεδρίῳ μένειν ἐπὶ τῶν ὑποκειμένων. 115. Ὅτι ὁ Ἡρακλείδης ἔτι τῆς θερείας ἀκμαζούσης παρῆγεν εἰς τὴν Ῥώμην ἄγων τὴν Λαοδίκην καὶ τὸν Ἀλέξανδρον. ποιούμενος δὲ τὴν παρεπιδημίαν μετὰ τερατείας ἅμα καὶ κακουργίας ἐνεχρόνιζε κατασκευαζόμενος τὰ περὶ τὴν σύγκλητον. καὶ Ἀστυμήδης ὁ Ῥόδιος καὶ πρεσβευτὴς ἅμα καὶ ναύαρχος καθεσταμένος παρελθὼν ἐξ αὐτῆς εἰς τὴν σύγκλητον διελέγετο περὶ τοῦ πολέμου τοῦ πρὸς Κρηταιεῖς. ἡ δὲ σύγκλητος προσέχουσα τὸν νοῦν ἐπιμελῶς παραχρῆμα πρεσβευτὰς ἐξαπέστειλε τοὺς περὶ Κόιντον λύσοντας τὸν πόλεμον. 116. Ὅτι κατὰ τὸν καιρὸν τοῦτον οἱ Κρηταιεῖς πρεσβευτὰς ἀπέστειλαν πρὸς Ἀχαιοὺς ὑπὲρ βοηθείας τοὺς περὶ Ἀντιφάταν Τηλεμνάστου Γορτύνιον, παραπλησίως δὲ καὶ Ῥόδιοι τοὺς περὶ Θευφάνην. οὔσης δὲ τῆς συνόδου τῶν Ἀχαιῶν ἐν Κορίνθῳ, καὶ διαλεγομένων τῶν πρεσβευτῶν ἑκατέρων ὑπὲρ τῆς βοηθείας, ἔρρεπον ταῖς γνώμαις οἱ πολλοὶ μᾶλλον ἐπὶ τοὺς Ῥοδίους ἐντρεπόμενοι καὶ τὸ τῆς πόλεως ἀξίωμα καὶ τὴν ὅλην αἵρεσιν τῆς πολιτείας καὶ τῶν ἀνδρῶν. εἰς ἃ βλέπων Ἀντιφάτας ἐβουλήθη πάλιν ἐπεισελθεῖν, τοῦ δὲ στρατηγοῦ συγχωρήσαντος ἐχρήσατο λόγοις βαρυτέροις ἢ κατὰ Κρῆτα καὶ σπουδαιοτέροις· καὶ γὰρ ἦν ὁ νεανίσκος 357 οὐδαμῶς Κρητικὸς ἀλλὰ πεφευγὼς τὴν Κρητικὴν ἀναγωγίαν. διὸ καὶ συνέβαινε τοὺς Ἀχαιοὺς ἐπιδέχεσθαι τὴν παρρησίαν αὐτοῦ καὶ μᾶλλον ἔτι διὰ τὸ τὸν πατέρα τοῦ προειρημένου Τηλέμναστον μετὰ φʹ Κρητῶν ἐλθόντα συμπεπολεμηκέναι τὸν πρὸς Νάβιν πόλεμον εὐγενῶς αὐτοῖς. πλὴν διακούσαντες οὐδὲν ἧττον ὁρμὴν εἶχον οἱ πολλοὶ τοῖς Ῥοδίοις βοηθεῖν, ἕως Καλλικράτης ὁ Λεοντήσιος ἀναστὰς οὐκ ἔφη δεῖν οὔτε πολεμεῖν οὐδενὶ χωρὶς τῆς Ῥωμαίων γνώμης οὔτε βοήθειαν πέμπειν οὐδενὶ κατ' οὐδενός. καὶ διὰ ταῦτα κατίσχυσε μένειν ἐπὶ τῶν ὑποκειμένων. 117. Ὅτι πρέσβεων διαφόρων παραγενομένων εἰς τὴν Ῥώμην ἡ σύγκλητος πρῶτον μὲν εἰσεκαλέσατο τὸν Εὐμένους τοῦ βασιλέως υἱὸν Ἄτταλον· παραγεγόνει γὰρ ἔτι παῖς ὢν κατὰ τὸν καιρὸν τοῦτον εἰς Ῥώμην χάριν τοῦ τῇ τε συγκλήτῳ συσταθῆναι καὶ τὰς πατρικὰς ἀνανεώσασθαι φιλίας καὶ ξενίας. οὗτος μὲν οὖν φιλανθρωπίνως ὑπό τε τῆς συγκλήτου καὶ τῶν πατρικῶν φίλων ἀποδεχθεὶς καὶ λαβὼν ἀποκρίσεις ἃς ἐβούλετο καὶ τιμὰς ἁρμοζούσας τῇ καθ' αὑτὸν ἡλικίᾳ, μετά τινας ἡμέρας ἐπανῆλθεν εἰς τὴν οἰκείαν, πασῶν αὐτὸν τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἐκτενῶς καὶ μεγαλοψύχως ἀποδεξαμένων κατὰ τὴν δίοδον. ἧκε δὲ καὶ Δημήτριος κατὰ τὸν αὐτὸν καιρόν, τυχὼν δὲ μετρίας ἀποδοχῆς ὡς παῖς αὖθις ἀνεχώρησεν εἰς τὴν οἰκείαν. ὁ δ' Ἡρακλείδης κεχρονικὼς ἐν τῇ Ῥώμῃ παρῆλθεν εἰς τὴν σύγκλητον ἔχων μεθ' ἑαυτοῦ τὴν Λαοδίκην καὶ τὸν Ἀλέξανδρον. πρῶτον μὲν οὖν ὁ νεανίσκος ἐποιήσατό τινας μετρίους λόγους, ἠξίου δὲ Ῥωμαίους μνησθῆναι τῆς πρὸς τὸν Ἀντίοχον τὸν αὑτοῦ πατέρα φιλίας καὶ συμμαχίας, μάλιστα μὲν συγκατασκευάζειν αὑτῷ τὴν βασιλείαν, εἰ δὲ μή, συγχωρῆσαι τὴν κάθοδον καὶ μὴ κωλῦσαι τοὺς βουλομένους συμπράττειν αὐτῷ πρὸς τὸ καθικέσθαι τῆς πατρῴας ἀρχῆς. ὁ δ' Ἡρακλείδης παραλαβὼν τὸν λόγον καὶ πολλήν τινα ποιησάμενος Ἀντιόχου μὲν μνείαν ἐπ' ἀγαθῷ, Δημητρίου δὲ κατηγορίαν, εἰς τοῦτο κατήντησεν, ὅτι δεῖ συγχωρεῖν τὴν κάθοδον τῷ τε νεανίσκῳ καὶ τῇ Λαοδίκῃ κατὰ τὸ δίκαιον, οὖσιν Ἀντιόχου τοῦ βασιλέως ἐκγόνοις κατὰ φύσιν. τοῖς μὲν οὖν μετρίοις τῶν ἀνθρώπων οὐδὲν 358 ἤρεσκε
166
τούτων, ἀλλὰ καὶ τὴν κατασκευὴν τοῦ δράματος ἐνενόουν καὶ τὸν Ἡρακλείδην ἐβδελύττοντο προφανῶς· οἱ δὲ πολλοὶ τεθεραπευμένοι ταῖς Ἡρακλείδου γοητείαις συγκατηνέχθησαν ἐπὶ τὸ γράφειν δόγμα τοιοῦτον· Ἀλέξανδρος καὶ Λαοδίκη, βασιλέως υἱοὶ φίλου καὶ συμμάχου ἡμετέρου γεγενημένου, ἐπελθόντες ἐπὶ τὴν σύγκλητον λόγους ἐποιήσαντο· ἡ δὲ σύγκλητος αὐτοῖς ἐξουσίαν ἔδωκεν ἐπὶ τὴν πατρῴαν ἀρχὴν καταπορεύεσθαι, καὶ βοηθεῖν αὐτοῖς, ὡς ἠξίουν, ἔδοξεν. ὁ δ' Ἡρακλείδης ἐπιλαβόμενος τῆς ἀφορμῆς ταύτης εὐθέως ἐξενολόγει καὶ προσεκαλεῖτο τῶν ἐπιφανῶν ἀνδρῶν. ἀφικόμενος δ' εἰς τὴν Ἔφεσον ἐγίνετο περὶ τὴν παρασκευὴν τῆς προκειμένης ἐπιβολῆς. 118. Ὅτι ἐπειδὴ οἱ Κελτίβηρες ἀνοχὰς ποιησάμενοι πρὸς Μάρκον Κλαύδιον τὸν στρατηγὸν τῶν Ῥωμαίων ἐξαπέστειλαν τὰς πρεσβείας εἰς τὴν Ῥώμην, οὗτοι μὲν τὴν ἡσυχίαν ἦγον καραδοκοῦντες τὴν ἀπόφασιν τῆς συγκλήτου, Μάρκος δὲ στρατεύσας εἰς τοὺς Λυσιτανοὺς καὶ τὴν Νερκόβρικα πόλιν κατὰ κράτος ἑλὼν ἐν Κορδαβᾷ τὴν παραχειμασίαν ἐποιεῖτο. τῶν δὲ πρέσβεων εἰς τὴν Ῥώμην παραγενομένων, τοὺς μὲν παρὰ τῶν Βελλῶν καὶ Τίττων, ὅσοι τὰ Ῥωμαίων ᾑροῦντο, παρεδέξαντο πάντας εἰς τὴν πόλιν, τοὺς δὲ παρὰ τῶν Ἀραυακῶν πέραν τοῦ Τιβέρεως ἐκέλευσαν κατασκηνοῦν διὰ τὸ πολεμίους ὑπάρχειν, ἕως βουλεύσωνται περὶ τῶν ὅλων. γενομένου δὲ καιροῦ πρὸς ἔντευξιν, κατὰ πόλιν ὁ στρατηγὸς εἰσῆγε πρώτους τοὺς συμμάχους. οἱ δὲ καίπερ ὄντες βάρβαροι διετίθεντο λόγους καὶ πάσας ἐξευκρινεῖν ἐπειρῶντο τὰς διαφοράς, ὑποδεικνύντες ὡς, εἰ μὴ συστήσονται καὶ τεύξονται τῆς ἁρμοζούσης κολάσεως οἱ πεπολεμηκότες, παραυτίκα μέν, ἐπανελθόντων τῶν Ῥωμαϊκῶν στρατοπέδων ἐκ τῆς Ἰβηρίας, ἐκ χειρὸς προσεπιθήσουσι τὴν δίκην αὐτοῖς ὡς προδόταις γεγονόσι, ταχὺ δὲ πάλιν αὐτοὶ κινήσουσι πραγμάτων ἀρχήν, ἐὰν ἀνεπιτίμητοι διαφύγωσιν ἐκ τῆς πρώτης ἁμαρτίας, ἑτοίμους δὲ πάντας πρὸς καινοτομίαν ποιήσουσι τοὺς κατὰ τὴν Ἰβηρίαν ὡς ἱκανοὶ γεγονότες ἀντίπαλοι Ῥωμαίοις. διόπερ ἠξίουν ἢ μένειν τὰ στρατόπεδα κατὰ τὴν Ἰβη 359 ρίαν καὶ διαβαίνειν καθ' ἕκαστον ἔτος ὕπατον ἐφεδρεύσοντα τοῖς συμμάχοις καὶ κολάσοντα τὰς Ἀραυακῶν ἀδικίας, ἢ βουλομένους ἀπάγειν τὰς δυνάμεις παραδειγματιστέον εἶναι τὴν τῶν προειρημένων ἐπανάστασιν, ἵνα μηδεὶς ἔτι ποιεῖν θαρρῇ τὸ παραπλήσιον τούτοις. οἱ μὲν οὖν Βελλῶν καὶ Τίττων συμμαχοῦντες Ῥωμαίοις ταῦτα καὶ τὰ τούτοις παραπλήσια διελέχθησαν· ἐπὶ δὲ τούτοις εἰσῆγον τοὺς παρὰ τῶν πολεμίων. οἱ δ' Ἀραυάκαι παρελθόντες κατὰ μὲν τὴν ὑπόκρισιν ἐχρῶντο τοῖς λόγοις ὑποπεπτωκότως καὶ ταπεινῶς, τῇ γε μὴν προαιρέσει, ὡς διέφαινον, οὐκ εἰκούσῃ τοῖς ὅλοις οὐδ' ἡττωμένῃ. καὶ γὰρ τὰ τῆς τύχης ἄδηλα πολλάκις ὑπεδείκνυον, καὶ τὰς προγεγενημένας μάχας ἀμφιδηρίτους ποιοῦντες ἐν πάσαις ἔμφασιν ἀπέλειπον ὡς ἐπικυδεστέρων αὐτῶν γεγονότων. τέλος δ' ἦν τῶν λόγων· εἰ μέν τι δεῖ ῥητὸν πρόστιμον ὑπομένειν τῆς ἀγνοίας, ἀναδέχεσθαι τοῦτο ἔφασαν, τελεσθέντος δὲ τοῦ προστάγματος ἐπανάγειν ἠξίουν ἐπὶ τὰς κατὰ Τιβέριον ὁμολογίας αὐτοῖς γενομένας πρὸς τὴν σύγκλητον. Οἱ δὲ ἐν τῷ συνεδρίῳ διακούσαντες ἀμφοτέρων εἰσήγαγον τοὺς παρὰ τοῦ Μαρκέλλου πρέσβεις. θεωροῦντες δὲ καὶ τούτους ῥέποντας ἐπὶ τὴν διάλυσιν καὶ τὸν στρατηγὸν προσνέμοντα τὴν αὑτοῦ γνώμην τοῖς πολεμίοις μᾶλλον ἢ τοῖς συμμάχοις, τοῖς μὲν Ἀραυάκαις ἔδωκαν καὶ τοῖς συμμάχοις ἀπόκρισιν, ὅτι Μάρκελλος ἀμφοτέροις ἐν Ἰβηρίᾳ διασαφήσει τὴν τῆς συγκλήτου γνώμην, αὐτοὶ δὲ νομίσαντες τοὺς συμμάχους ἀληθῆ καὶ συμφέροντα σφίσι λέγειν, τοὺς δὲ Ἀραυάκας ἀκμὴν μεγαλοφρονεῖν, τὸν δὲ στρατηγὸν ἀποδειλιᾶν τὸν πόλεμον, ἐντολὰς ἔδωκαν δι' ἀπορρήτων τοῖς παρ' ἐκείνου πρεσβευταῖς πολεμεῖν γενναίως καὶ τῆς πατρίδος ἀξίως. ἐπειδὴ δὲ τὸν πόλεμον ἐποίησαν κατάμονον, πρῶτον μὲν τῷ Μαρκέλλῳ διαπιστήσαντες ἕτερον στρατηγὸν ἔμελλον διαπέμπειν εἰς τὴν Ἰβηρίαν· ἤδη γὰρ ἔτυχον ὕπατοι τότε καθεσταμένοι καὶ τὰς ἀρχὰς παρειληφότες Αὖλος Ποστόμιος καὶ Λεύκιος 360 Λικίνιος Λεύκολλος· ἔπειτα περὶ τὰς παρασκευὰς ἐγίνοντο φιλοτίμως καὶ μεγαλομερῶς νομίζοντες διὰ ταύτης τῆς πράξεως κριθήσεσθαι τὰ κατὰ τὴν Ἰβηρίαν· κρατηθέντων μὲν γὰρ τῶν ἐχθρῶν πάντας ὑπέλαβον σφίσι ποιήσειν τὸ προσταττόμενον, ἀποστρεψαμένων δὲ τὸν ἐνεστῶτα φόβον οὐ μόνον Ἀραυάκας καταθαρρήσειν, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας. Ὅσῳ δὲ φιλοτιμότερον ἡ σύγκλητος διέκειτο πρὸς τὸν πόλεμον, τοσούτῳ σφίσι τὰ πράγματα ἀπέβαινε παραδοξότερα. τοῦ μὲν γὰρ Κοΐντου τοῦ τὸν πρότερον
167
ἐνιαυτὸν στρατηγήσαντος ἐν Ἰβηρίᾳ καὶ τῶν μετ' αὐτοῦ στρατευσαμένων ἠγγελκότων εἰς τὴν Ῥώμην τήν τε συνέχειαν τῶν ἐκ παρατάξεως κινδύνων καὶ τὸ πλῆθος τῶν ἀπολωλότων καὶ τὴν ἀνδρείαν τῶν Κελτιβήρων, τοῦ δὲ Μαρκέλλου προφανῶς ἀποδειλιῶντος τὸν πόλεμον, ἐνέπεσέ τις πτοία τοῖς νέοις παράλογος, οἵαν οὐκ ἔφασαν οἱ πρεσβῦται γεγενημένην πρότερον. εἰς γὰρ τοῦτο προύβη τὰ τῆς ἀποδειλιάσεως ὥστε μήτε χιλιάρχους προπορεύεσθαι πρὸς τὴν ἀρχὴν τοὺς ἱκανούς, ἀλλ' ἐλλείπειν τὰς χώρας, τὸ πρότερον εἰθισμένων πολλαπλασιόνων προπορεύεσθαι τῶν καθηκόντων, μήτε τοὺς εἰσφερομένους ὑπὸ τῶν ὑπάτων πρεσβευτὰς ὑπακούειν, οὓς ἔδει πορεύεσθαι μετὰ τοῦ στρατηγοῦ· τὸ δὲ μέγιστον τοὺς νέους διακλίνειν τὰς καταγραφὰς καὶ τοιαύτας πορίζεσθαι προφάσεις, ἃς λέγειν μὲν αἰσχρὸν ἦν, ἐξετάζειν δ' ἀπρεπές, ἐπιτέμνειν δ' ἀδύνατον. τέλος δὲ καὶ τῆς συγκλήτου καὶ τῶν ἀρχόντων ἐν ἀμηχανίαις ὄντων, τί τὸ πέρας ἔσται τῆς τῶν νέων ἀναισχυντίας (τούτῳ γὰρ ἠναγκάζοντο χρῆσθαι τῷ ῥήματι διὰ τὰ συμβαίνοντα), Πόπλιος Κορνήλιος Ἀφρικανὸς νέος μὲν ὤν, δοκῶν δὲ σύμβουλος γεγονέναι τοῦ πολέμου, ἐπὶ καλοκαγαθίᾳ καὶ σωφροσύνῃ δόξαν ὁμολογουμένην πεποιημένος, τῆς δὲ ἐπ' ἀνδρείᾳ φήμης προσδεόμενος, θεωρῶν τὴν σύγκλητον ἀπορουμένην ἀναστὰς εἶπεν εἴτε χιλίαρχον εἴτε πρεσβευτὴν πέμπειν αὐτὸν εἰς τὴν Ἰβηρίαν μετὰ τῶν ὑπάτων ἐξεῖναι· πρὸς ἀμφότερα γὰρ ἑτοίμως ἔχειν. καίτοι γ' ἔφη κατ' ἰδίαν μὲν αὑτῷ τὴν εἰς Μακεδονίαν ἔξοδον ἅμα μὲν ἀσφαλεστέραν * εἶναι (συνέβαινε γὰρ τότε τοὺς Μακεδόνας ἐπ' ὀνόματος καλεῖν τὸν Σκιπίωνα διαλύσοντα τὰς ἐν αὐτοῖς στάσεις)· ἀλλὰ 361 τοὺς τῆς πατρίδος καιροὺς ἔφη κατεπείγειν μᾶλλον καὶ καλεῖν εἰς τὴν Ἰβηρίαν τοὺς ἀληθινῶς φιλοδοξοῦντας. πᾶσι δὲ παραδόξου φανείσης τῆς ἐπαγγελίας καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν ἄλλην εὐλάβειαν, παραυτίκα μὲν εὐθέως συνέβη μεγάλην ἀποδοχὴν γενέσθαι τοῦ Σκιπίωνος, ἔτι δὲ μᾶλλον ταῖς ἑξῆς ἡμέραις· οἱ γὰρ πρότερον ἀποδειλιῶντες ἐκτρεπόμενοι τὸν ἐκ παραθέσεως ἔλεγχον οἱ μὲν πρεσβεύσειν ἐθελοντὴν ἐπηγγέλλοντο τοῖς στρατηγοῖς, οἱ δὲ πρὸς τὰς στρατιωτικὰς καταγραφὰς προσεπορεύοντο κατὰ συστρέμματα καὶ συνηθείας. Λόγος λϛʹ. 119. Ὅτι τῶν Καρχηδονίων πάλαι βουλευομένων περὶ τοῦ πῶς ἀπαντῆσαι τὴν Ῥωμαίων ἀπόκρισιν, καὶ τῶν Ἰτυκαίων ὑποτεμομένων τὴν ἐπίνοιαν αὐτῶν, τοῖς Ῥωμαίοις τὴν ἑαυτῶν προδιδόντων πόλιν, ὁλοσχερὴς ἀμηχανία περιέστη τοὺς ἀνθρώπους. μιᾶς γὰρ ἐλπίδος ἔτι φαινομένης αὐτοῖς, εἰ συγκαταβαῖεν εἰς τὸ δοῦναι τὴν ἐπιτροπὴν περὶ αὑτῶν, διότι πάντως εὐδοκεῖν ποιήσουσι τοὺς Ῥωμαίους διὰ τὸ μηδ' ἐν ταῖς μεγίσταις περιστάσεσι καταπολεμηθέντες, καὶ πρὸς τοῖς τείχεσι τῶν πολεμίων ὑπαρχόντων, μηδέποτε τὴν ἐπιτροπὴν δεδωκέναι τῆς πατρίδος, καὶ ταύτης τῆς ἐπινοίας τὸν καρπὸν ἀπέβαλον προκαταληφθέντες ὑπὸ τῶν Ἰτυκαίων· οὐδὲν γὰρ ξένον οὐδὲ παράδοξον ἔμελλε φανήσεσθαι τοῖς Ῥωμαίοις, εἰ ταὐτὸν ποιήσαιεν τοῖς προειρημένοις. οὐ μὴν ἀλλὰ κακῶν αἱρέσεως καταλειπομένης, ἢ τὸν πόλεμον ἀναδέχεσθαι γενναίως ἢ διδόναι τὴν ἐπιτροπὴν περὶ τῶν καθ' αὑτούς, πολλοὺς καὶ ποικίλους ἐν τῷ συνεδρίῳ δι' ἀπορρήτων ποιησάμενοι λόγους κατέστησαν πρεσβευτὰς αὐτοκράτορας, καὶ τούτους ἐξαπέστελλον δόντες ἐντολὴν βλέποντας πρὸς τὰ παρόντα πράττειν τὸ δοκοῦν συμφέρειν τῇ πατρίδι. ἦσαν δ' οἱ πρεσβεύοντες Γίσκων Στρυτάνος ἐπικαλούμενος, Ἀμίλκας, Μίσδης, Γιλλίμας, Μάγων. ἧκόν τε οἱ πρέσβεις παρὰ τῶν Καρχηδονίων εἰς Ῥώμην καὶ καταλαβόντες πόλεμον δεδογμένον καὶ τοὺς στρατηγοὺς ὡρμηκότας μετὰ 362 τῶν δυνάμεων, οὐκ ἔτι διδόντων βουλὴν αὐτοῖς τῶν πραγμάτων, ἔδωκαν τὴν ἐπιτροπὴν περὶ αὑτῶν. περὶ δὲ τῆς ἐπιτροπῆς εἴρηται μὲν ἡμῖν καὶ πρότερον, ἀναγκαῖον δ' ἔστι καὶ νῦν ὑπομνῆσαι κεφαλαιωδῶς· οἱ γὰρ διδόντες αὑτοὺς εἰς τὴν Ῥωμαίων ἐπιτροπὴν διδόασι πρῶτον μὲν χώραν τὴν ὑπάρχουσαν αὐτοῖς καὶ πόλεις τὰς ἐν ταύτῃ, σὺν δὲ τούτοις ἄνδρας καὶ γυναῖκας τοὺς ὑπάρχοντας ἐν τῇ χώρᾳ καὶ ταῖς πόλεσιν ἅπαντας, ὁμοίως ποταμοὺς λιμένας ἱερὰ τάφους συλλήβδην, ὥστε πάντων εἶναι κυρίους Ῥωμαίους, αὐτοὺς δὲ τοὺς διδόντας ἁπλῶς μηκέτι μηδενός. γενομένης δὲ τῆς ἀνθομολογήσεως τοιαύτης ὑπὸ τῶν Καρχηδονίων, καὶ μετ' ὀλίγον εἰσκληθέντων αὐτῶν εἰς τὸ συνέδριον, ἔλεγεν ὁ στρατηγὸς τὴν τῆς συγκλήτου γνώμην, ὅτι
168
καλῶς αὐτῶν βεβουλευμένων δίδωσιν αὐτοῖς ἡ σύγκλητος τήν τ' ἐλευθερίαν καὶ τοὺς νόμους ἔτι δὲ τὴν χώραν ἅπασαν καὶ τὴν τῶν ἄλλων ὑπαρχόντων κτῆσιν καὶ κοινῇ καὶ κατ' ἰδίαν, οἱ δὲ Καρχηδόνιοι ταῦτ' ἀκούσαντες ἔχαιρον δόξαντες ὡς ἐν κακῶν αἱρέσει καλῶς σφίσι κεχρῆσθαι τὴν σύγκλητον, ἅτε τῶν ἀναγκαιοτάτων καὶ μεγίστων αὐτοῖς συγκεχωρημένων. μετὰ δὲ ταῦτα τοῦ στρατηγοῦ διασαφοῦντος, διότι τεύξονται τούτων, ἐὰν τʹ ὁμήρους εἰς τὸ Λιλύβαιον ἐκπέμψωσιν ἐν τριάκονθ' ἡμέραις τοὺς υἱοὺς τῶν ἐκ συγκλήτου καὶ τῆς γερουσίας, καὶ τοῖς ὑπὸ τῶν ὑπάτων παραγγελλομένοις πειθαρχήσωσιν, ἐπὶ ποσὸν ἠπόρησαν † πότε διὰ τῶν ὑπάτων αὐτοῖς ἔσται παραγγελλόμενα· πλὴν τότε γε ἐξ αὐτῆς ὥρμησαν σπεύδοντες ἀναγγεῖλαι τῇ πατρίδι περὶ τούτων. παραγενόμενοι δ' εἰς τὴν Καρχηδόνα διεσάφουν τοῖς πολίταις τὰ κατὰ μέρος. οἱ δὲ διακούσαντες τἄλλα μὲν ἐνδεχομένως ἐνόμιζον βεβουλεῦσθαι τοὺς πρεσβευτάς, περὶ δὲ πόλεως μὴ γεγονέναι μνείαν εἰς μεγάλην ἐπίστασιν αὐτοὺς ἦγε καὶ πολλὴν ἀμηχανίαν. ἐν δὲ τῷ καιρῷ τούτῳ φασὶν Μάγωνα τὸν Βρέττιον χρήσασθαι λόγοις ἀνδρώδεσι καὶ πραγματικοῖς. δύο γάρ, ὡς ἔοικε, καιροὺς ἔφασκεν εἶναι τοῦ βουλεύσασθαι περὶ σφῶν καὶ τῆς πατρίδος, ὧν τὸν μὲν ἕνα παρεῖσθαι. δεῖν γὰρ οὐ μὰ Δία νῦν διαπορεῖν τί διὰ τῶν ὑπάτων αὐτοῖς παραγγελθήσεται, καὶ διὰ τί περὶ πόλεως οὐδεμίαν ἐποιήσατο μνείαν ἡ σύγκλητος, ἀλλὰ καθ' ὃν καιρὸν ἐδίδοσαν τὴν ἐπιτροπήν· δόντας δὲ σαφῶς γινώσκειν, διότι πᾶν τὸ παραγγελλόμενον ἐπιδεκτέον ἐστίν, ἐὰν μὴ 363 τελέως ὑπερήφανον ᾖ καὶ παρὰ τὴν προσδοκίαν. εἰ δὲ μή, τότε πάλιν βουλεύεσθαι πότερα δεῖ προσδέχεσθαι τὸν πόλεμον εἰς τὴν χώραν καὶ πάσχειν ὅ τι ποτ' ἂν οὗτος ἐπιφέρῃ τῶν δεινῶν, ἢ κατορρωδήσαντας τὴν τῶν πολεμίων ἔφοδον ἐθελοντὴν ἀναδέχεσθαι πᾶν τὸ προσταττόμενον. πάντων δὲ διὰ τὸν ἐφεστῶτα πόλεμον καὶ διὰ τὸ τῆς προσδοκίας ἄδηλον φερομένων ἐπὶ τὸ πειθαρχεῖν τοῖς παραγγελλομένοις, ἔδοξε πέμπειν τοὺς ὁμήρους εἰς τὸ Λιλύβαιον. καὶ παραυτίκα καταλέξαντες τριακοσίους τῶν νέων ἐξέπεμπον μετὰ μεγάλης οἰμωγῆς καὶ δακρύων, ἅτε προπεμπόντων ἕκαστον τῶν ἀναγκαίων καὶ συγγενῶν, καὶ μάλιστα τῶν γυναικῶν ἐκκαιουσῶν τὴν τοιαύτην διάθεσιν. ἐπεὶ δὲ κατέπλευσαν εἰς τὸ Λιλύβαιον, οἱ μὲν ἐξ αὐτῆς παρεδόθησαν διὰ τῶν ὑπάτων Κοΐντῳ Φαβίῳ Μαξίμῳ· συνέβαινε γὰρ τοῦτον ἐπὶ τῆς Σικελίας τετάχθαι στρατηγὸν τότε. δι' οὗ παρακομισθέντες ἀσφαλῶς εἰς τὴν Ῥώμην συνεκλείσθησαν ὁμοῦ πάντες εἰς τὸ τῆς ἑκκαιδεκήρους νεώριον. Καὶ τῶν μὲν ὁμήρων ἐκεῖσε ὑπαρχόντων οἱ στρατηγοὶ κατήχθησαν εἰς τὴν τῆς Ἰτύκης ἄκραν. τούτων δὲ προσπεπτωκότων τοῖς Καρχηδονίοις, ὀρθὴ καὶ περίφοβος ἦν ὁ πόλις διὰ τὴν ἀδηλότητα τῶν προσδοκωμένων. οὐ μὴν ἀλλ' ἔδοξεν αὐτοῖς πρεσβευτὰς πέμπειν τοὺς πευσομένους τῶν ὑπάτων τί δεῖ ποιεῖν καὶ διασαφήσοντας, ὅτι πρὸς πᾶν τὸ παραγγελλόμενον ἕτοιμοι πάντες εἰσίν. τῶν δὲ πρεσβευτῶν ἀφικομένων εἰς τὴν τῶν Ῥωμαίων παρεμβολήν, καὶ τοῦ συνεδρίου συναχθέντος, εἰσελθόντες οἱ πρέσβεις διελέγοντο κατὰ τὰς ἐντολάς. ὁ δὲ πρεσβύτερος τῶν ὑπάτων ἐπαινέσας αὐτῶν τὴν πρόθεσιν καὶ προαίρεσιν ἐκέλευε παραδιδόναι τά τε ὅπλα καὶ τὰ βέλη πάντα χωρὶς δόλου καὶ ἀπάτης. οἱ δὲ πρέσβεις ποιήσειν μὲν ἔφασαν τὸ παραγγελλόμενον, σκοπεῖσθαι δ' αὐτοὺς ἠξίουν τὸ συμβησόμενον, ἐὰν αὐτοὶ μὲν παραχωρήσωσι τῶν ὅπλων, ἐκεῖνοι δὲ λαβόντες ἀποπλεύσωσιν. ὅμως ταῦτα ἔδωκαν. Τέλος τῆς ἱστορίας Πολυβίου. 364 Περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς Ἰωσήπου ἀρχαιολογίας. Λόγος ζʹ. 1. Ὅτι Ἰωνάθης ὁ ἀρχιερεὺς ὁρῶν ὅτι πάντα κατὰ νοῦν αὐτῷ χωριεῖ κατὰ πρόνοιαν θεοῦ πρεσβευτὰς πρὸς Ῥωμαίους ἀπέστειλεν ἀνανεώσασθαι βουλόμενος τὴν γενομένην τῷ ἔθνει πρὸς αὐτοὺς ἔμπροσθεν φιλίαν. τοῖς δὲ αὐτοῦ πρεσβευταῖς ἐπέστειλεν ἀπὸ τῆς Ῥώμης ἀναστρέφουσιν πρὸς τοὺς Σπαρτιάτας ἐφικέσθαι καὶ τὴν πρὸς αὐτοὺς ὑπομνῆσαι φιλίαν καὶ συγγένειαν. οἱ δὲ ἐλθόντες εἰς τὴν Ῥώμην καὶ παρελθόντες εἰς τὴν βουλὴν καὶ τὰ παρὰ Ἰωνάθου τοῦ ἀρχιερέως εἰπόντες, ὡς πέμψειεν αὐτοὺς ἐπὶ τῇ τῆς συμμαχίας βεβαιώσει, τῆς βουλῆς ἐπικυρωσάσης τὰ πρότερον αὐτῇ περὶ τῆς Ἰουδαίων φιλίας ἐγνωσμένα καὶ δούσης ἐπιστολὰς πρὸς ἅπαντας τούς τε βασιλεῖς τῆς Ἀσίας καὶ Εὐρώπης καὶ τῶν πόλεων ἄρχοντας
169
αὐτοῖς κομίζειν, ὅπως ἀσφαλοῦς τῆς εἰς τὴν οἰκείαν κομιδῆς δι' αὐτῶν τύχωσιν. 2. Ὅτι Ὑρκανὸς ὁ τῶν Ἰουδαίων ἀρχιερεὺς ἀνανεώσασθαι τὴνπρὸς Ῥωμαίους φιλίαν βουλόμενος πέμπει πρὸς αὐτοὺς πρεσβείαν. καὶ ἡ σύγκλητος δεξαμένη τὰ παρ' αὐτοῦ γράμματα ποιεῖται πρὸς αὐτὸν φιλίαν τούτῳ τῷ τρόπῳ· Φάννιος Μάρκου υἱὸς στρατηγὸς βουλὴν ἤγαγεν ἐν Πομπίῳ παρόντος Λουκίου Μαννίου καὶ Γαΐου Σεμπρωνίου περὶ ὧν ἐπρέσβευσε Σίμων Δωσιθέου καὶ Ἀπολλώνιος Ἀλεξάνδρου καὶ Δωρόθεος Ἰάσωνος ἄνδρες ἀγαθοὶ καὶ καλοὶ πεμφθέντες ὑπὸ δήμου τοῦ Ἰουδαίων, καὶ διελέχθησαν περὶ φιλίας τῆς ὑπαρχούσης τούτοις καὶ συμμαχίας πρὸς Ῥωμαίους καὶ τῶν δημοσίων πραγμάτων, ὅπως τε Ἰόπη καὶ λιμένες καὶ Γάζωρα καὶ πηγαὶ καὶ ὅσας πόλεις αὐτῶν καὶ ἄλλα χωρία πολεμῶν Ἀντίοχος παρὰ τὸ τῆς συγκλήτου δόγμα ἀφείλετο ταῦτα ἀποκατασταθῇ, ἵνα τε τοῖς στρατιώταις τοῖς βασιλικοῖς μὴ ἐξῇ διὰ τῆς χώρας 365 τῆς αὐτοῖς ὑπηκόου διέρχεσθαι, καὶ ὅπως τὰ κατὰ τὸν πόλεμον ἐκεῖνον ψηφισθέντα ὑπὸ Ἀντιόχου παρὰ τὸ τῆς συγκλήτου δόγμα ἄκυρα γένηται, ἵνα τε πρέσβεις πέμψαντες ἀποδοθῆναί τε αὐτοῖς ποιήσωσι τὰ ὑπὸ Ἀντιόχου ἀφαιρεθέντα καὶ τὴν χώραν διατιμήσωνται τὴν ἐν τῷ πολέμῳ διεφθαρμένην, ὅπως τε αὐτοῖς πρός τε βασιλεῖς καὶ δήμους ἐλευθέρους γράμματα δώσειν εἰς ἀσφάλειαν τῆς εἰς οἶκον ἐπανόδου. ἔδοξεν οὖν ταῦτα· ἀνανεώσασθαι φιλίαν καὶ συμμαχίαν πρὸς ἄνδρας ἀγαθοὺς καὶ ὑπὸ δήμου πεμφθέντας ἀγαθοῦ καὶ φίλου. περὶ μέντοι τῶν πραγμάτων ἀπεκρίναντο βουλεύσασθαι ὅτ' ἂν ἀπὸ τῶν ἰδίων ἡ σύγκλητος εὐσχολήσῃ, σπουδάσειν τε τοῦ λοιποῦ μηδὲν εἰς αὐτοὺς ἀδίκημα τοιοῦτον γενέσθαι, δοῦναί τε αὐτοῖς τὸν στρατηγὸν Φάννιον χρήματα ἐκ τοῦ δημοσίου, ὅπως ἂν εἰς τὴν οἰκείαν ἐπανέλθοιεν. Φάννιος μὲν οὖν οὕτως ἀποπέμπει τοὺς τῶν Ἰουδαίων πρέσβεις χρήματά τε δοὺς αὐτοῖς ἐκ τοῦ δημοσίου καὶ δόγμα συγκλήτου πρὸς τοὺς διαπέμψαντας καὶ ἀσφαλῆ παρεξομένους τὴν οἴκαδε παρουσίαν. 3. Ὅτι Καῖσαρ Ὑρκανὸν ἀποδείκνυσιν ἀρχιερέα, Ἀντιπάτρῳδὲ ἀφίησι δυναστείαν, ἣν αὐτὸς προαιρεῖται. ταύτην δὲ ἐπ' αὐτῷ ποιησάμενος τὴν κρίσιν ἐπίτροπον αὐτὸν ἀποδείκνυσι τῆς Ἰουδαίας. ἐπιτρέπει δὲ καὶ Ὑρκανῷ τὰ τῆς πατρίδος ἀναστῆσαι τείχη ταύτην αἰτησαμένῳ τὴν χάριν· ἔτι γὰρ ἔρριπτο, καταβαλόντος αὐτὰ Πομπηίου· ἐπιστέλλει δὲ τοῖς ὑπάτοις εἰς Ῥώμην ἀναγράψαι ἐν τῷ Καπιτωλίῳ. τὸ δὲ γενόμενον ὑπὸ τῆς συγκλήτου δόγμα τοῦτον ἔχει τὸν τρόπον· Λεύκιος Οὐαλέριος Λευκίου υἱὸς στρατηγὸς συνεβουλεύσατο τῇ συγκλήτῳ ἐν τῷ τῆς Ὁμονοίας ναῷ. γραφομένῳ δὲ τῷ δόγματι παρῆσαν πλεῖστοι. περὶ ὧν Ἀλέξανδρος καὶ Νουμήνιος Ἰουδαίων πρεσβευταί, ἄνδρες ἀγαθοὶ καὶ σύμμαχοι, διελέχθησαν ἀνανεούμενοι τὰς προϋπηργμένας πρὸς Ῥωμαίους χάριτας καὶ τὴν φιλίαν, καὶ ἀσπίδα χρυσῆν σύμβολον τῆς συμμαχίας γενομένην ἀνήνεγκαν ἀπὸ χρυσῶν μυριάδων εʹ, καὶ γράμματα αὐτοῖς ἠξίωσαν δοθῆναι πρός τε τὰς αὐτονομουμένας πόλεις καὶ τοὺς βασιλεῖς ὑπὲρ τοῦ τὴν χώραν αὐτῶν καὶ τοὺς λιμένας ἀδείας τυγχάνειν καὶ μηδένα ἀδικεῖσθαι. ἔδοξε γὰρ συνθέσθαι φιλίαν καὶ χάριτας πρὸς αὐτούς, καὶ ὅσων ἐδεήθησαν τυχεῖν ταῦτα αὐτοῖς παρασχεῖν καὶ τὴν κομισθεῖσαν ἀσπίδα προσδέξασθαι. ταῦτα ἐγένετο ἐπὶ Ὑρκανοῦ ἀρχιερέως καὶ ἐθνάρχου. 366 Εὕρετο δὲ καὶ παρὰ τοῦ τῶν Ἀθηναίων δήμου τιμὰς Ὑρκανὸς πολλὰ καὶ αὐτὸς εἰς αὐτοὺς χρήσιμος γενόμενος, ἔπεμψάν τε αὐτῷ ψήφισμα τοῦτον ἔχοντα τὸν τρόπον· ἐπὶ πρυτάνεως καὶ ἱερέως Διονυσίου Ἀσκληπιάδου ἀπιόντος ἐπεδόθη τοῖς στρατηγοῖς ψήφισμα Ἀθηναίων. ἐκκλησίας γενομένης ἐν τῷ θεάτρῳ τῶν προέδρων ἐψήφισε Δωρόθεος ἀρχιερεὺς καὶ οἱ συμπρόεδροι τῷ δήμῳ, Διονύσιος Διονυσίου εἶπεν· ἐπειδὴ Ὑρκανὸς Ἀλεξάνδρου ἀρχιερεὺςκαὶ ἐθνάρχης τῶν Ἰουδαίων διὰ τέλους κοινῇ τε τῷ δήμῳ καὶ ἰδίᾳ τῶν πολιτῶν ἑκάστῳ εὔνους ὢν καὶ πάσῃ χρώμενος περὶ αὐτοὺς σπουδῇ καὶ τοὺς παραγενομένους Ἀθηναίων ἢ κατὰ πρεσβείαν ἢ κατ' ἰδίαν πρὸς αὐτὸν ὑποδέχεται φιλοφρόνως καὶ προπέμπει τῆς ἀσφαλοῦς αὐτῶν ἐπανόδου προνοούμενος, ἐμαρτυρήθη μὲν καὶ πρότερον περὶ τούτων, δεδόχθαι δὲ καὶ νῦν Διονυσίου εἰσηγησαμένου καὶ περὶ τῆς τοῦ ἀνδρὸς ἀρετῆς μαρτυρήσαντος τὸν δῆμον, καὶ ὅτι προαίρεσιν ἔχει ποιεῖν ἡμᾶς ὅ τι ποτ' ἂν δύνηται ἀγαθόν, τιμῆσαι τὸν ἄνδρα χρυσῷ στεφάνῳ ἀριστείῳ κατὰ τὸν νόμον, καὶ στῆσαι αὐτῷ εἰκόνα χαλκῆν ἐν τῷ τεμένει τοῦ Δήμου καὶ τῶν Χαρίτων, ἀνειπεῖν δὲ τὸν στέφανον ἐν τῷ θεάτρῳ Διονυσίοις Παναθηναίων ἀγομένων, ἐπιμεληθῆναί τε τοὺς
170
στρατηγοὺς διαμένοντί τε αὐτῷ καὶ φυλάσσοντι τὴν πρὸς ἡμᾶς εὔνοιαν εἶναι πᾶν ὅ τι ἂν ἐπινοήσωμεν εἰς τιμὴν καὶ χάριν τῆς τοῦ ἀνδρὸς σπουδῆς καὶ φιλοτιμίας, ἵνα τούτων γινομένων φαίνηται ὁ δῆμος ἡμῶν ἀποδεχόμενος τοὺς ἀγαθοὺς καὶ τῆς προσηκούσης τιμῆς ἀξιῶν καὶ ζηλώσῃ τὴν περὶ ἡμᾶς σπουδὴν τῶν ἤδη τετιμημένων· ἑλέσθαι δὲ καὶ πρέσβεις ἐξ ἁπάντων Ἀθηναίων, οἵτινες τὸ ψήφισμά τε αὐτῷ κομιοῦσι καὶ παρακαλέσουσι προσδεξάμενον τὰς τιμὰς πειρᾶσθαί τι ποιεῖν ἀγαθὸν ἡμῶν τὴν πόλιν. αἱ μὲν οὖν παρὰ Ῥωμαίων καὶ τοῦ δήμου τῶν Ἀθηναίων τιμαὶ πρὸς Ὑρκανὸν δεδήλωνται ἡμῖν. 4. Ὅτι Ἡρώδης ὁ βασιλεὺς Ἰουδαίων μετὰ τὸ ἀνελεῖν Ὑρκανὸτὸν ἀρχιερέα εἰς Ῥόδον ἠπείγετο Καίσαρι συντυχεῖν. καὶ ἐπειδὴ κατέπλευσεν εἰς τὴν πόλιν, ἀφῄρητο μὲν τὸ διάδημα, τοῦ δὲ ἄλλου 367 περὶ αὐτὸν ἀξιώματος οὐδὲν ὑφεικώς, ὅτε κοινωνῆσαι λόγου κατὰ τὴν συντυχίαν ἠξιώθη, πολὺ μᾶλλον ἐνέφηνε τὸ μεγαλεῖον τοῦ κατ' αὐτὸν φρονήματος, οὔτε εἰς ἱκεσίας, ὡς εἰκὸς ἐπὶ τοιούτοις, τραπόμενος οὔτε δέησίν τινα προτείνων ὡς ἐφ' ἡμαρτημένοις, ἀποδοὺς δὲ τὸν λογισμὸν τῶν πεπραγμένων ἀνυποτιμήτως. ἔλεγε γὰρ τῷ Καίσαρι καὶ φιλίαν αὐτῷ μεγίστην γενέσθαι πρὸς Ἀντώνιον καὶ πάντα πρᾶξαι κατὰ τὴν αὐτοῦ δύναμιν, ὡς ἐπ' ἐκείνῳ γενήσεται τὰ πράγματα, στρατιᾶς μὲν οὐ κοινωνήσας κατὰ περιολκὰς τῶν Ἀράβων, πέμψας δὲ καὶ χρήματα καὶ σῖτον ἐκείνῳ. καὶ ταῦτα εἶναι μετριώτερα τῶν ἐπιβαλλόντων αὐτῷ γενέσθαι· τὸν γὰρ ὁμολογοῦντα μὲν εἶναι φίλον, εὐεργέτην δὲ ἐκεῖνον ἐπιστάμενον, παντὶ μέρει ψυχῆς καὶ σώματος καὶ περιουσίας συγκινδυνεύειν δέον ὧν αὐτὸς ἔλαττον ἢ καλῶς εἶχεν ἀναστραφεὶς ἀλλ' ἐκεῖνό γε συνειδέναι καλῶς αὐτῷ πεποιηκότι τὸ μηδὲ ἡττηθέντα τὴν ἐν Ἀκτίῳ μάχην καταλιπεῖν, μηδὲ συμμεταβῆναι ταῖς ἐλπίσιν φανερῶς ἤδη μεταβαινούσης καὶ τῆς τύχης, φυλάξαι δὲ αὐτόν, εἰ καὶ μὴ συναγωνιστὴν ἀξιόχρεων, ἀλλὰ σύμβουλόν γε δεξιώτατον Ἀντωνίῳ τὴν μίαν αἰτίαν τοῦ σώζεσθαι καὶ μὴ τῶν πραγμάτων ἐκπεσεῖν ὑποδεικνύντα, Κλεοπάτραν ἐπανελέσθαι· προανῃρημένης γὰρ ἐκείνης αὐτῷ τε τῶν πραγμάτων ἀρχὴν ὑπεῖναι καὶ τὰς πρὸς σὲ συμβάσεις ῥᾷον εὑρίσκεσθαι τῆς ἔχθρας. ὧν [δὲ] οὐδὲν ἐκεῖνος ἐννοηθεὶς ἀλυσιτελῶς μὲν αὐτῷ, συμφερόντως δὲ σοὶ προετίμησε τὴν ἀβουλίαν. νῦν οὖν, εἰ μὲν τῇ πρὸς Ἀντώνιον ὀργῇ κρίνεις καὶ τὴν ἐμὴν προθυμίαν, οὐκ ἂν εἴη μοι τῶν πεπραγμένων ἄρνησις οὐδὲ ἀπαξιώσω τὴν ἐμαυτοῦ πρὸς ἐκεῖνον εὔνοιαν ἐκ τοῦ φανεροῦ λέγειν, εἰ δὲ τὸ πρόσωπον ἀνελών, τίς εἰμι πρὸς τοὺς εὐεργέτας καὶ ποῖος φίλος ἐξετάζοις, ἐνέσται σοι πείρᾳ τῶν ἤδη γεγενημένων ἡμᾶς εἰδέναι· τοῦ γὰρ ὀνόματος ὑπαλλαγέντος οὐδὲν ἔλαττον τὸ τῆς φιλίας βέβαιον ἐν ἡμῖν εὐδοκιμεῖν δυνήσεται. Τοιαῦτα λέγων καὶ παράπαν ἐμφαίνων τὸ τῆς ψυχῆς ἐλευθέριον οὐ μετρίως ἐπεσπάσατο τὸν Καίσαρα φιλότιμον ὄντα καὶ λαμπρόν, ὥστε αὐτῷ τὰς τῶν ἐγκλημάτων αἰτίας σύστασιν ἤδη τῆς πρὸς ἐκεῖνον εὐνοίας πραγματεύεσθαι. καὶ τό τε διάδημα πάλιν ἀποκαθίστησιν αὐτῷ καὶ προτρεψάμενος μηδὲν ἐλάττω περὶ αὐτὸν ἢ πρότερον ἦν περὶ τὸν Ἀντώνιον φαίνεσθαι, διὰ πάσης ἦγε τιμῆς, προσθεὶς ὅτι Καπίδιος γράφει ἐν ἁπάσῃ 368 προθυμίᾳ τὰ πρὸς τοὺς μονάρχους αὐτῷ συλλαβέσθαι τὸν Ἡρώδην. τοσαύτης ἀποδοχῆς ἠξιωμένος καὶ παρ' ἐλπίδας ὁρῶν αὐτῷ πάλιν ἐξ ὑπαρχῆς βεβαιοτέραν τὴν βασιλείαν δόσει Καίσαρος καὶ δόγματι Ῥωμαίων. ὅπερ ἐκεῖνος αὐτῷ πρὸς τὸ βέβαιον ἐπραγματεύσατο, παρέπεμψεν ἐπ' Αἴγυπτον Καίσαρα δωρησάμενος ὑπὲρ δύναμιν αὐτόν τε καὶ τοὺς φίλους καὶ πᾶσαν ἐμφαίνων μεγαλοψυχίαν. ᾐτεῖτο δὲ καὶ τῶν Ἀντωνίῳ συνήθων Ἀλέξανδρον ὡς μηδὲν ἀνήκεστον παθεῖν. ἀλλὰ τούτων μὲν οὐκ ἔτυχεν ὅρκῳ προκατειλημμένου Καίσαρος· ἐπανῄει δὲ πάλιν εἰς τὴν Ἰουδαίαν πλείονί τε τιμῇ καὶ παρρησίᾳ καὶ τοῖς τὰ ἐναντία προσδοκήσασιν ἔκπληξιν παρέσχεν ὡς ἀεὶ τὸ λαμπρότερον ἐκ τῶν κινδύνων κατ' εὐμένειαν τοῦ θεοῦ προσεπικτώμενος. εὐθὺς μὲν οὖν περὶ τὴν ὑποδοχὴν ἐγεγόνει Καίσαρος ἀπὸ Συρίας εἰς Αἴγυπτον ἐμβαλεῖν μέλλοντος. καὶ ἐπειδὴ παρῆν, δέχεται μὲν αὐτὸν ἐν Πτολεμαΐδι πάσῃ τιμῇ βασιλικῇ, παρέσχε δὲ καὶ τῷ στρατεύματι ξένια καὶ τῶν ἐπιτηδείων ἀφθονίαν. κἀν τοῖς εὐνουστάτοις ἐξητάζετο τάς τε δυνάμεις ἐκτάττοντος συνιππαζόμενος καὶ δεχόμενος αὐτὸν φίλοις ἀνδράσιν ρʹ καὶ νʹ πᾶσιν εἰς πολυτέλειαν καὶ πλοῦτον ὑπηρεσίας ἠσκημένοις. παρέσχε δὲ καὶ τὴν ἀνυδρίαν διερχομένοις τὴν τῶν ἐπειγόντων χορηγίαν, ὥστε μήτε οἴνου μήτε ὕδατος, ὃ καὶ μᾶλλον ἦν ἐν χρείᾳ τοῖς στρατιώταις, ὑστερηθῆναι. αὐτόν γε μὴν Καίσαρα ταλάντοις ωʹ
171
ἐδωρήσατο καὶ παρέστησεν ἅπασιν ἔννοιαν λαβεῖν, ὅτι τῆς βασιλείας ἧς εἶχε πολὺ μείζω καὶ λαμπρότερα τὰ κατὰ τὰς ὑπουργίας ἐπεδείκνυτο. τοῦτο αὐτὸν καὶ μᾶλλον εἰς πίστιν εὐνοίας καὶ προθυμίας ἐπισυνίστη καὶ πλεῖστον ἠνέγκατο τῇ χρείᾳ τοῦ καιροῦ τὸ μεγαλόψυχον ἁρμόσας. 5. Ὅτι Ἡρώδης ὁ βασιλεὺς Ἰουδαίων ἔγνω τοὺς παῖδας αὐτοῦπέμπειν εἰς Ῥώμην Ἀλέξανδρον καὶ Ἀριστόβουλον συντευξομένους Καίσαρι. τούτοις ἀνελθοῦσι καταγωγὴ μὲν ἦν ὁ Πολλίωνος οἶκος ἀνδρὸς τῶν μάλιστα σπουδασάντων περὶ τὴν Ἡρώδου βασιλείαν, ἐφεῖτο δὲ κἀν τοῖς Καίσαρος κατάγεσθαι· καὶ γὰρ ἐδέξατο μετὰ πάσης φιλανθρωπίας τοὺς παῖδας· καὶ δίδωσιν Ἡρώδῃ τήν τε βασιλείαν ὅτῳ βούλεται βεβαιοῦν τῶν ἐξ αὐτοῦ γεγονότων καὶ χώραν 369 ἔτι τόν τε Τράχωνα καὶ Βαταναίαν καὶ Αὐρανῖτιν ἔδωκε διὰ τοιαύτην αἰτίαν· Ζηνόδωρός τις ἐμεμίσθωτο τὸν οἶκον τοῦ Λυσανίου. τούτῳ τὰ μὲν κατὰ τὰς προσόδους οὐκ ἤρκει, τὰ λῃστήρια δὲ ἔχων ἐν τῷ Τράχωνι πλείω τὴν πρόσοδον ἔφερεν· οἰκοῦσι γὰρ ἄνδρες ἐξ ἀπονοίας ζῶντες τοὺς τόπους, οἳ τὰ Δαμασκηνῶν ἐληίζοντο, καὶ Ζηνόδωρος οὔτε εἶργεν αὐτοὺς οὔτε τῶν ὠφελειῶν ἐκοινώνει. κακῶς δὲ πάσχοντες οἱ πλησιόχωροι τοῦ Τράχωνος κατεβόων τοῦ τότε ἡγεμονεύοντος καὶ γράφειν ἠξίουν Καίσαρι τοῦ Ζηνοδώρου τὴν ἀδικίαν. Καῖσαρ δὲ ἀνενεχθέντων τούτων ἀντέγραφεν ἐξελεῖν τὰ λῃστήρια τήν τε χώραν Ἡρώδῃ προσένειμεν, ὡς διὰ τῆς ἐπιμελείας τῆς ἐκείνου μηκέτι ἂν ὀχληρῶν τῶν περὶ τὸν Τράχωνα γενησομένων τοῖς πλησίον· οὐδὲ γὰρ ῥᾴδιον ἦν ἐπισχεῖν αὐτοὺς ἐν ἔθει τὸ λῃστεύειν πεποιημένους καὶ βίον οὐκ ἄλλοθεν ἔχοντας. 6. Ὅτι Ἡρώδης μετὰ τὸ κτίσαι τὸν ναὸν τὴν εἰς Ἰταλίανὁρμὴν ἐποιήσατο Καίσαρί τε συντυχεῖν ὁρμηθεὶς καὶ θεάσασθαι τοὺς παῖδας ἐν τῇ Ῥώμῃ διατρίβοντας. Καῖσαρ δὲ τά τε ἄλλα φιλοφρόνως αὐτὸν ὑπεδέξατο καὶ τοὺς παῖδας ὡς ἤδη τελειωθέντας ἐν τοῖς μαθήμασιν ἀπέδωκεν ἄγειν εἰς τὴν οἰκείαν. 7. Ὅτι Ἡρώδης ὁ βασιλεὺς ἐπεὶ ἐπύθετο Μάρκον Ἀγρίππανκαταπεπλευκέναι πάλιν ἐκ τῆς Ἰταλίας εἰς τὴν Ἀσίαν, ἐπειχθεὶς πρὸς αὐτὸν ἠξίωσεν εἴς τε τὴν βασιλείαν αὐτοῦ παρελθεῖν καὶ τυχεῖν ὧν ἔδει παρ' ἀνδρὸς ξένου καὶ φίλου. κἀκεῖνος μὲν εἴξας λιπαρῶς ἐγκειμένου ἧκεν εἰς τὴν Ἰουδαίαν, Ἡρώδης δὲ οὐδὲν ἀρεσκείας ἀπέλιπεν ἔν τε ταῖς νεοκτίστοις πόλεσιν ὑποδεχόμενος αὐτὸν καὶ μετὰ τοῦ τὰς κατασκευὰς ἐπιδεικνύναι πᾶσαν ἀπόλαυσιν διαίτης καὶ πολυτελείας ἐξαλλάττων αὐτῷ καὶ τοῖς φίλοις ἔν τε τῇ Σεβαστῇ καὶ Καισαρείᾳ περὶ τὸν λιμένα τὸν ὑπ' αὐτοῦ κατεσκευασμένον κἀν τοῖς ἐρύμασιν, ἃ πολλαῖς δαπάναις ἐξῳκοδόμησεν, τό τε Ἀλεξάνδρειον καὶ Ἡρώδειον καὶ τὴν Ὑρκανίαν. ἦγεδὲ καὶ εἰς τὴν πόλιν τῶν Ἱεροσολυμιτῶν ἀπαντῶντός τε τοῦ δήμου παντὸς ἐν ἑορτώδει στολῇ καὶ δεχομένου τὸν ἄνδρα σὺν εὐφημίαις. Ἀγρίππας δὲ τῷ θεῷ μὲν ἑκατόμβην κατέθυσεν, ἑστιᾷ δὲ τὸν δῆμον οὐδενὸς τῶν μεγίστων πλήθει λειπόμενος. αὐτὸς δὲ ὅσον 370 ἐπὶ τῷ καθ' ἡδονὴν κἂν ἔτι πλείους ἐπιμείνας ἡμέρας διὰ τὸν καιρὸν ἠπείγετο· τὸν γὰρ πλοῦν ἐπιβαίνοντος τοῦ χειμῶνος οὐκ ἐνόμιζεν ἀσφαλῆ κομιζομένῳ πάλιν ἐξ ἀνάγκης εἰς τὴν Ἰωνίαν. Ἐκεῖνος μὲν οὖν ἀπέπλει πολλαῖς αὐτὸν δωρεαῖς τετιμηκότος Ἡρώδου καὶ τῶν σὺν αὐτῷ τοὺς ἐπισημοτάτους. ὁ δὲ βασιλεὺς χειμάσας ἐν τοῖς οἰκείοις ἔαρος ἠπείγετο συντυχεῖν αὐτῷ τὴν εἰς Βόσπορον εἰδὼς στρατιὰν προῃρημένον. καὶ πλεύσας διὰ Ῥόδου καὶ Κῶ προσέσχε περὶ Λέσβον οἰόμενος ἐπικαταλήψεσθαι τὸν Ἀγρίππαν. ἐκεῖ δὲ αὐτὸν ἀπολαμβάνει πνεῦμα βόρειον εἶργον τὴν ἀναγωγὴν τῶν νηῶν. ὁ δὲ ἐπεὶ διέτριβεν ἡμέρας πλείους ἐν τῇ Χίῳ πολλοὺς μὲν τῶν προσιόντων δεξιούμενος ἀνελάμβανε βασιλικαῖς δωρεαῖς, αὐτῆς δὲ τῆς πόλεως τὰ πεπτωκότα τῶν τειχῶν ἀνήγειρεν. λήξαντος δὲ τοῦ πνεύματος εἰς Μιτυλίνην κἀκεῖθεν εἰς Βυζάντιον παρακομισθείς, ὡς ἤκουσεν ἐντὸς Κυανέων ἤδη πεπλευκέναι τὸν Ἀγρίππαν, μετέσπευδε ὡς ἐνῆν. καὶ περὶ Σινώπην τὴν ἐν τῷ Πόντῳ καταλαβὼν ἀπροσδόκητος μὲν ὤφθη ταῖς ναυσὶ προσπλέων, ἄσμενος δὲ ἐφάνη πολλαί τε φιλοφρονήσεις ἦσαν, ἅτε καὶ μεγίστην πίστιν εἰληφέναι δοκοῦντος εὐνοίας καὶ φιλοστοργίας τῆς εἰς αὐτὸν Ἀγρίππαν, τοσοῦτον μὲν πλοῦν ἀνύσαντος τοῦ βασιλέως, οὐκ ἀπολειφθέντος δὲ τῆς ἐκείνου χρείας, ἣν μετὰ τοῦ καταλιπεῖν ἀρχὴν καὶ διοίκησιν οἰκείων πραγμάτων προυργιαιτέραν ἔθετο. πᾶν γοῦν ἦν αὐτῷ κατὰ τὴν στρατιὰν Ἡρώδης, ἔν τε τοῖς πραγματικοῖς συναγωνιστὴς κἀν τοῖς κατὰ μέρος σύμβουλος, ἡδὺς δὲ κἀν ταῖς ἀνέσεσι καὶ μόνος ἁπάντων
172
κοινωνὸς ὀχληρῶν μὲν διὰ τὴν εὔνοιαν, ἡδέων δὲ διὰ τὴν τιμήν. ὡς δὲ αὐτοῖς κατείργαστο καὶ τὰ περὶ τὸν Πόντον, ὧν ἕνεκεν Ἀγρίππας ἐστάλη, τὴν ἀνακομιδὴν οὐκ ἔτι ἐδόκει ποιεῖσθαι πλέουσιν, ἀλλὰ διαμειψάμενοι τήν τε Παφλαγονίαν καὶ Καππαδοκίαν κἀκεῖθεν ἐπὶ τῆς μεγάλης Φρυγίας ὁδεύσαντες εἰς Ἔφεσον ἀφίκοντο, εἶτα εἰς Σάμον. πολλαὶ μὲν οὖν καὶ κατὰ πόλιν ἑκάστην εὐεργεσίαι τῷ βασιλεῖ κατὰ τὰς χρείας τῶν ἐντυγχανόντων ἐγίνοντο· καὶ γὰρ αὐτὸς ὅσα διὰ χρημάτων ἦν δεξιώσεως οὐ παρέλιπεν ἐξ αὐτοῦ τὰς δαπάνας ποιούμενος καὶ τῶν παρ' Ἀγρίππα τινῶν ἐπι 371 ζητουμένων μεσίτης ἦν καὶ διεπράττετο μηδενὸς ἀτυχῆσαι τοὺς δεομένους. ὄντος δὲ κἀκείνου χρηστοῦ καὶ μεγαλοψύχου πρὸς τὸ παρέχειν ὅσα τοῖς ἠξιωκόσιν ὠφέλιμα ὄντα μηδένα τῶν ἄλλων ἐλύπει, πλεῖστον ἡ τοῦ βασιλέως ἐποίει ῥοπὴ προτρέπουσα πρὸς τὰς εὐεργεσίας οὐ βραδύνοντα τὸν Ἀγρίππαν. Ἰλιεῦσι μὲν γὰρ αὐτὸν διήλλαξεν ὀργιζόμενον, διέλυσε δὲ Χίοις τὰ πρὸς τοὺς Καίσαρος ἐπιτρόπους χρήματα καὶ τῶν εἰσφορῶν ἀπήλλαξεν, τοῖς δὲ ἄλλοις καθὸ δεηθεῖεν ἕκαστοι παρίστατο. 8. Ὅτι Ὀβάδας ἐτεθνήκει ὁ τῶν Ἀράβων, παραλαμβάνει δὲτὴν τῶν Ἀράβων ἀρχὴν Αἰνείας ὁ μετονομασθεὶς Ἀρέτας. τοῦτον δὲ ἐπιχειρεῖ διαβολαῖς παρωσάμενος Ἡρώδης ἀνταναλαμβάνειν τὴν ἀρχήν, χρήματα μὲν πολλὰ διδοὺς τοῖς περὶ τὴν αὐλήν, πολλὰ δὲ Καίσαρι δώσειν ὑπισχνούμενος. ὁ δὲ τῷ μὴ τὸν Ἀρέταν ἐπιστείλαντα πρότερον αὐτῷ βασιλεύειν ὠργίζετο. πέμπει δὲ κἀκεῖνος ἐπιστολὴν καὶ δῶρα τῷ Καίσαρι στέφανόν τε χρυσοῦν ἀπὸ πολλῶν ταλάντων· ἡ δὲ ἐπιστολὴ κατηγόρει Σύλλαιον ὄντα πονηρὸν δοῦλον Ὀβάδαν δὲ φαρμάκοις διαφθεῖραι καὶ ζῶντος ἔτι κρατεῖν αὐτὸν τάς τε τῶν Ἀράβων μοιχεύοντα καὶ χρήματα δανειζόμενον, ὥστε ἐξιδιώσασθαι τὴν ἀρχήν. προσέσχε δὲ οὐδὲ τούτοις ὁ Καῖσαρ, ἀλλὰ ἀποπέμπει μηδὲν τῶν δώρων λαβών. τὰ δὲ περὶ τὴν Ἰουδαίαν καὶ Ἀραβίαν ἀεὶ καὶ μᾶλλον ἐπεδίδου τὰ μὲν εἰς ἀταξίαν τὰ δὲ ὡς διαφθειρομένων μηδένα προεστάναι· τῶν γὰρ βασιλέων ὁ μὲν οὔπω τὴν ἀρχὴν βεβαίαν ἔχων οὐχ ἱκανὸς ἦν κωλύειν τοὺς ἀδικοῦντας, Ἡρώδης δὲ ἐφ' οἷς ἠμύνατο τάχιον ὀργισθέντος αὐτῷ Καίσαρος ἁπάσας τὰς εἰς αὐτὸν παρανομίας φέρειν ἠναγκάζετο. πέρας δὲ οὐδὲν ὁρῶν τῶν περιεστώτων κακῶν ἔγνω πάλιν εἰς Ῥώμην ἀποστέλλειν εἴ τι δύναιτο μετριώτερον εὑρεῖν διά τε τῶν φίλων καὶ πρὸς αὐτὸν Καίσαρα τὴν ἐντυχίαν ποιησάμενος. κἀκεῖ μὲν ὁ Δαμασκηνὸς ἀπῄει Νικόλαος. 9. Ὅτι Ἡρώδης ἀποστέλλει Νικόλαον πρὸς Καίσαρα πρεσβευτήν, ὡς ἂν διαλλαγῇ αὐτῷ. τὰ δὲ περὶ τὴν πρεσβείαν ἀπέβη τοῦτον τὸν τρόπον· ὡς ἀνῆλθεν εἰς τὴν Ῥώμην καὶ περὶ τὴν αὐλὴν ἐγένετο, πρῶτον μὲν οὐκ ἐφ' οἷς ἐληλύθει μόνον ἀλλὰ καὶ Συλλαίου κατηγορεῖν ἠξίου, καὶ δῆλοι πρὸ τῆς ἐντυχίας ἦσαν ἀλλή 372 λους πολεμοῦντες. ὑπονοστήσαντες ἐξ αὐτοῦ καὶ τῷ Νικολάῳ προσελθόντες τὰς ἀδικίας ἁπάσας ἐμήνυον καὶ τῶν Ὀβάδου ὡς διαφθαρέντων πλείστων ἐκφανῆ τεκμήρια παρέχοντες, ἦν γὰρ καὶ τῶν γραμμάτων αὐτοῦ κατὰ τὴν ἀπόστασιν, καὶ διὰ τούτων ἤλεγχον. ὁ δὲ Νικόλαος ἐπιτυχίαν ταύτην ὁρῶν αὐτῷ προσγεγενημένη δι' αὐτῆς ἐπραγματεύετο τὸ μέλλον, ἐπείγων ἐλθεῖν εἰς διαλλαγὰς Ἡρώδῃ Καίσαρα ποιῆσαι. σαφῶς γὰρ ἠπίστατο βουλομένῳ μὲν ἀπολογήσασθαι περὶ ὧν ἔπραξεν οὐκ ἔσεσθαι παρρησίαν, ἐθέλοντι δὲ κατηγορεῖν Συλλαίου γενήσεσθαι καιρὸν ὑπὲρ Ἡρώδου λέγειν. συνεστώτων οὖν ἐπ' ἀλλήλους καὶ δοθείσης ἡμέρας Νικόλαος παρόντων αὐτῷ τῶν Ἀρέτα πρέσβεων τά τε ἄλλα κατηγόρει τοῦ Συλλαίου, τήν τε τοῦ βασιλέως ἀπώλειαν λέγων καὶ πολλῶν Ἀράβων, χρήματά τε ὡς εἴη δεδανεισμένος ἐπ' οὐδὲν ὑγιές, καὶ μοιχείαν ἐξελέγχων οὐ τῶν Ἀράβων μόνον ἀλλὰ καὶ τῶν ἐν Ῥώμῃ γυναικῶν· προσετίθει δὲ τὸ μέγιστον, ὡς ἐξαναστήσειε Καίσαρα μηδὲν ἀληθὲς διδάξας ὑπὲρ τῶν Ἡρώδῃ πεπραγμένων. ὡς δὲ ἧκεν ἐπὶ τοῦτον τὸν τόπον, ὁ μὲν Καῖσαρ ἐξεῖργεν αὐτὸν τοῦτο μόνον ἀξιῶν ὑπὲρ Ἡρώδου λέγειν, ὡς οὐ στρατιὰν ἤγαγεν εἰς Ἀραβίαν μηδὲ δισχιλίους φʹ ἀπέκτεινε τῶν ἐκεῖ μηδὲ αἰχμαλώτους λάβοι τὴν χώραν διαρπάσας. πρὸς ταῦτα ὁ Νικόλαος ὑπὲρ τούτων ἔφη καὶ μάλιστα διδάξειν, ὅτι μηδὲν ἢ τὰ πλεῖστά γε αὐτῶν οὐ γέγονεν, ὡς σύ τε ἀκήκοας καὶ δίκαιον ἦν χαλεπώτερον ἐπ' αὐτοῖς φέρειν. πρὸς δὲ τὸ παράδοξον Καίσαρος ἐνδόντος αὐτὸν ἀκροατήν, τὸ δάνειον εἰπὼν τῶν φʹ ταλάντων καὶ τὴν συγγραφήν, ἐν ᾗ καὶ τοῦτο ἦν προσγεγραμμένον ἐξεῖναι τῆς προθεσμίας παρελθούσης ῥύσια λαμβάνειν ἐξ ἁπάσης τῆς χώρας, τὴν μὲν στρατιὰν οὐ στρατιὰν ἔλεγεν, ἀλλ' ἐπὶ δικαίαν τῶν ἰδίων ἀπαίτησιν
173
χρημάτων· καὶ μηδὲ ταχὺ ταύτη μηδὲ ὡς ἐπέτρεπον αἱ συγγραφαί, πολλάκις μὲν ἐπὶ Σατορνῖνον ἐλθόντα καὶ Οὐολούμνιον τοὺς τῆς Συρίας ἡγεμόνας, τελευταῖον δὲ ἐν Βηρυτῷ τούτων ἐναντίον Συλλαίου τὴν σὴν τύχην ἐπονομάσαντος, ἦ μὴν ἐντὸς ἡμερῶν λʹ παρέξειν τὰ χρήματα καὶ τοὺς ἐκ τῆς ἀρχῆς τῆς Ἡρώδου πεφευγότας. ὧν οὐδὲν ποιήσαντος Συλλαίου πάλιν ἐπὶ τοὺς ἡγεμόνας ἐλθεῖν Ἡρώδην κἀκείνων ἐφέντων αὐτῷ λαμβάνειν τὰ ῥύσια μόλις οὕτως ἐξελθεῖν σὺν τοῖς περὶ αὐτόν. ὁ μὲν δὴ πόλεμος, ὡς οὗτοι τραγῳδοῦντες ἔλεγον, καὶ τὰ τῆς ἐπιστρατιᾶς τοι 373 αῦτα. καίτοι πῶς ἂν εἴη πόλεμος, ἐπιτρεψάντων μὲν τῶν σῶν ἡγεμόνων, δεδωκυίας δὲ τῆς συνθήκης, ἠσεβημένου δὲ μετὰ τῶν ἄλλων θεῶν καὶ τοῦ σοῦ, Καῖσαρ, ὀνόματος; τὰ δὲ περὶ τοὺς αἰχμαλώτους ἑξῆς ἤδη λεκτέον. λῃσταὶ τῶν Τράχωνα κατοικούντων μʹ τὸ πρῶτον, εἶτα αὖθις πλείονες τὰς Ἡρώδου κολάσεις διαφεύγοντες ὁρμητήριον ἐποιήσαντο τὴν Ἀραβίαν. αὐτοὺς ὑπεδέξατο Συλλαῖος ἐπὶ πάντας ἀνθρώπους τρέφων καὶ χώραν ἔδωκε νέμεσθαι καὶ τὰ κέρδη τῶν λῃστῶν αὐτὸς ἐλάμβανεν. ὡμολόγησε δὲ καὶ τούτους ἐπὶ τοῖς αὐτοῖς ὅρκοις ἀποδώσειν κατὰ τὴν αὐτὴν τοῦ δανείου προθεσμίαν. καὶ δύναιτο ἂν οὐκ ἐπιδεῖξαι κατὰ τὸ παρὸν ἄλλον τινὰ τῆς Ἀράβων χώρας ἢ τούτους ἐξῃρημένους, οὐδὲ πάντας, ἀλλ' ὅσοι μὴ λαθεῖν ἴσχυσαν. οὕτως οὖν καὶ τοὺς τῆς αἰχμαλωσίας ἐπιφθόνου συκοφαντήματος πεφηνότος, μέγιστον, ὦ Καῖσαρ, κατάμαθε πλάσμα καὶ ψεῦσμα πρὸς τὴν σὴν ὀργὴν αὐτῷ ποιηθέν. φημὶ γὰρ ἐπελθούσης ἡμῖν τῆς Ἀράβων δυνάμεως καὶ τῶν περὶ Ἡρώδην πεσόντος ἑνὸς καὶ δευτέρου, τότε μόλις ἀμυνομένου τὸν στρατηγὸν αὐτῶν καὶ εʹ καὶ κʹ τοὺς πάντας, ὧν ἕκαστον αὐτὸς εἰς ρʹ ἀναφέρων δισχιλίους φʹ τοὺς ἀπολωλότας ἔλεγεν. Ταῦτα μᾶλλον ἐκίνει τὸν Καίσαρα καὶ πρὸς τὸν Συλλαῖον ἐπιστραφεὶς ὀργῆς μεστὸς ἀνέκρινεν, ὁπόσοι τεθνήκασι τῶν Ἀράβων. ἀπορουμένου δὲ αὐτοῦ καὶ πεπλανῆσθαι λέγοντος, αἵ τε συνθῆκαι τῶν δανείων ἀνεγινώσκοντο καὶ τὰ τῶν ἡγεμόνων γράμματα, πόλεις τε ὅσαι λῃστήρια κατῃτιῶντο, καὶ πέρας εἰς τοῦτο κατέστη Καῖσαρ, ὡς τοῦ μὲν Συλλαίου καταγνῶναι θάνατον, Ἡρώδῃ δὲ διαλλάττεσθαι μετάνοιαν ἐφ' οἷς ἐκ διαβολῆς πικρότερον ἔγραψεν αὐτῷ πεπονθώς, καί τι τοιοῦτον εἰπεῖν εἰς τὸν Συλλαῖον, ὡς ἀναγκάσειεν αὐτὸν ψευδεῖ λόγῳ πρὸς ἄνδρα φίλον ἀγνωμονῆσαι. τὸ δὲ σύμπαν ὁ μὲν Συλλαῖος ἀνεπέμπετο τὰς δίκας καὶ τὰ χρέα τοῖς δεδανεικόσιν ἀποδώσων, εἶτα οὕτω κολασθησόμενος. Ἀρέτᾳ δὲ οὐκ εὐμενὴς ἦν Καῖσαρ, ὅτι τὴν ἀρχὴν δι' ἐκείνου καθ' αὑτὸν ἔλαβεν. ἐγνώκει γὰρ καὶ τὴν Ἀραβίαν Ἡρώδῃ διδόναι. 10. Ὅτι στάσεως ἐν Ἀλεξανδρείᾳ γενομένης ἐπὶ Γαΐου Καίσαρος Ἰουδαίων τε οἳ ἐνοικοῦσι καὶ Ἑλλήνων τρεῖς ἀφ' ἑκατέρας στάσεως πρεσβευταὶ αἱρεθέντες παρῆσαν ὡς τὸν Γάιον. καὶ ἦν 374 γὰρ τῶν Ἀλεξανδρέων πρέσβεων εἷς Ἀπίων, ὃς πολλὰ εἰς τοὺς Ἰουδαίους ἐβλασφήμησεν ἄλλα τε λέγων καὶ ὡς τῶν Καίσαρος τιμῶν περιορῷεν· πάντων γοῦν, ὁπόσοι τῇ Ῥωμαίων ἀρχῇ ὑποτελεῖς εἶεν, βωμοὺς τῷ Γαΐῳ καὶ νεὼς ἱδρυμένων τά τε ἄλλα πᾶσιν αὐτὸν ὥσπερ τοὺς θεοὺς δεχομένων, μόνους τούσδε ἄδοξον ἡγήσασθαι ἀνδριᾶσι τιμᾶν καὶ ὅρκιον αὐτοῦ τὸ ὄνομα ποιεῖσθαι. πολλὰ δὲ καὶ χαλεπὰ Ἀπίωνος εἰρηκότος, ὑφ' ὧν ἀρθῆναι ἤλπιζε τὸν Γάιον καὶ εἰκὸς ἦν, Φίλων ὁ προεστὼς τῶν Ἰουδαίων τῆς πρεσβείας, ἀνὴρ τὰ πάντα ἔνδοξος, Ἀλεξάνδρου δὲ τοῦ ἀλαβάρχου ἀδελφὸς ὢν καὶ φιλοσοφίας οὐκ ἄπειρος, οἷός τε ἦν ἐπ' ἀπολογίᾳ χωρεῖν τῶν κατηγορημένων. διακλείει δ' αὐτὸν Γάιος κελεύσας ἐκποδὼν ἀπελθεῖν, περιοργής τε ὢν φανερὸς ἦν ἐργασόμενός τι δεινὸν αὐτούς. ὁ δὲ Φίλων ἔξεισι περιυβρισμένος καί φησι πρὸς τοὺς Ἰουδαίους, οἳ περὶ αὐτὸν ἦσαν, ὡς χρὴ θαρρεῖν, Γαΐου λόγῳ μὲν αὐτοῖς ὠργισμένου, ἔργῳ δὲ ἤδη τὸν θεὸν ἀντιπαρεξάγοντος. Γάιος δὲ ἐν δεινῷ φέρων εἰς τοσόνδε ὑπὸ Ἰουδαίων περιῶφθαι μόνων πρεσβευτὴν ἐπὶ Συρίας ἐκπέμπει Πετρώνιον διάδοχον Οὐιτελλίῳ τῆς ἀρχῆς, κελεύων χειρὶ πολλῇ εἰσβαλόντι εἰς τὴν Ἰουδαίαν, εἰ μὲν ἑκόντες δέχονται, ἱστᾶν αὐτοῦ ἀνδριάντα ἐν τῷ ναῷ τοῦ θεοῦ, εἰ δ' ἀγνωμοσύνῃ χρῷντο, πολέμῳ κρατήσαντα τοῦτο ποιεῖν. καὶ Πετρώνιος Συρίαν παραλαβὼν ἠπείγετο διακονεῖσθαι ταῖς ἐπιστολαῖς τοῦ Καίσαρος, συμμαχίαν δὲ πλείστην ὅσην ἠδύνατο ἀθροίσας καὶ τάγματα δύο τῆς Ῥωμαίων δυνάμεως ἄγων ἐπὶ Πτολεμαΐδος παρῆν αὐτόθι χειμάσων ὡς πρὸς ἔαρ τοῦ πολεμεῖν οὐκ ἀφεξόμενος, καὶ πρὸς τὸν Γάιον ἔγραφεν περὶ τῶν ἐγνωσμένων. ὁ δὲ ἐπῄνει τῆς προθυμίας αὐτόν. 11. Ὅτι Ἀγρίππας ὁ βασιλεὺς Ἰουδαίων ἧκεν εἰς Τιβεριάδαπόλιν τῆς Γαλιλαίας. ἧκε
174
γοῦν παρ' αὐτὸν Κομμαγηνῆς βασιλεὺς Ἀντίοχος, Δαμάσων Σαμψιγέρανος, Ἡρώδης δέ· οὗτος ἀδελφὸς ἦν αὐτοῦ, ἦρχε δὲ τῆς Χαλκίδος. ὡμίλησε δὲ πᾶσιν κατὰ τὰς ὑποδοχὰς καὶ φιλοφρονήσεις ὡς μάλιστα διαδείξεως φρονήσεως ὕψος καὶ διὰ τοῦτό γε δοκεῖν δικαίως τῆς τοῦ βασιλέως παρουσίας τετιμῆσθαι. ἀλλὰ γὰρ τούτων διατριβόντων ἐπεὶ παρ' αὐτῷ Μάρσος ὁ τῆς Συρίας ἡγεμὼν παρεγένετο. τὸ πρὸς τοὺς Ῥω 375 μαίους συντιμητικὸν τηρῶν ὑπαντησόμενος αὐτῷ τῆς πόλεως ἀπωτέρω σταδίοις ζʹ προῆλθεν ὁ βασιλεύς. τοῦτο δὲ ἄρα ἔμελλε τῆς πρὸς Μάρσον ἀρχὴ γενήσεσθαι διαφορᾶς· συγκαθεζόμενος ἐπὶ τῆς ἀπήνης ἀπηγγέλλετο τοὺς ἄλλους βασιλέας, Μαρσώη τούτων ὁμόνοια καὶ μέχρι τοσοῦδε φιλία πρὸς ἀλλήλους ὑπωπτεύθη συμφέρειν οὐχ ὑπολαμβάνοντι Ῥωμαίοις δυναστῶν τοσούτων συμφρόνησιν. εὐθὺς οὖν ἑκάστῳ τῶν ἐπιτηδείων τινὰς πέμπων ἐπέστελλεν ἐπὶ τὰ ἑαυτοῦ δίχα μελλήσεως ἀπέρχεσθαι. ταῦτα Ἀγρίππας ἀνιαρῶς ἐξεδέχετο· καὶ Μάρσῳ μὲν ἐκ τούτου διαφόρως ἔσχεν. Τέλος τῆς ἱστορίας Ἰωσήπου. Περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Ζωσίμου Ἀσκαλωνίτου. Λόγος εʹ. 1. Ὅτι ἐπὶ Ἰοβιανοῦ βασιλέως Ῥωμαίων οἱ Πέρσαι τοὺςῬωμαίους κατὰ πολλοὺς τρόπους ἐλαττώσαντες ὅμως ἐποιοῦντο λόγους οἱ Πέρσαι Σουρήναν τε καὶ ἄλλους τῶν ἐν δυνάμει παρ' αὐτοῖς ὄντων ἐκπέμψαντες περὶ διαλύσεως πολέμου. Ἰοβιανοῦ δὲ τοὺς περὶ εἰρήνης προσδεξαμένου λόγους στείλαντός τε Σαλούστιον τὸν τῆς αὐλῆς ὕπαρχον καὶ Ἀρίνθαιον σὺν τούτῳ, λόγων περὶ τούτων γενομένων αὐτοῖς πρὸς ἀλλήλους, ἐγίνοντο μὲν τριακοντούτεις σπονδαί, συνεδόκει δὲ Ῥωμαίους τοῦ τε Ζαβδικηνῶν ἔθνους ἐκστῆναι τοῖς Πέρσαις, ἔτι δὲ Καρδουηνῶν καὶ Ῥημήνων Καρξαληνῶν τε πρὸς τούτοις καὶ ἐπὶ πᾶσιν τῶν περὶ αὐτὰ φρουρίων ὄντων τὸν ἀριθμὸν ιεʹ μετὰ τῶν οἰκητόρων καὶ κτημάτων καὶ ζώων καὶ πάσης ἀποσκευῆς, Νίσιβιν δὲ παραδοῦναι δίχα τῶν ἐνοικούντων. ἐδόκει γὰρ τούτους ἔνθα ἂν δόξειε Ῥωμαίοις μετοι 376 κισθῆναι. προσαφείλοντο δὲ καὶ Ἀρμενίας τὸ πολὺ μέρος οἱ Πέρσαι βραχύ τι ταύτης Ῥωμαίοις ἔχειν ἐνδόντες. ἐπὶ τούτοις δὴ σπονδαὶ γεγονυῖαι καὶ γραμματείοις ἑκατέρωθεν ἐπισφραγισθεῖσαι δεδώκασι Ῥωμαίοις εὐρυχωρίαν τῆς οἴκαδε ἐπανόδου κατὰ μηδὲν τὰ Περσῶν διαφθείρουσιν ὅρια, μήτε αὐτοῖς ὑπὸ Περσικῆς ἐπιβουλευομένοις ἐνέδρας. εἰς τοῦτο τῆς ἱστορίας ἀφιγμένῳ τὸ μέρος ἐπὶ τοὺς ἀνωτάτω μοι χρόνους ἐπῆλθεν ἀναδραμεῖν καὶ ζητῆσαι, εἴ ποτε Ῥωμαῖοι τῶν αὐτοῖς τι κτηθέντων ἑτέροις ὑπέστησαν παραδοῦναι ἢ ὅλως ἕτερον ἔχειν τι τῶν ὑπὸ τὴν ἐπικράτειαν αὐτῶν ἅπαξ γενομένων ἀνέσχοντο. Λευκίου γὰρ Λουκούλλου Τιγράνην καθελόντος καὶ Μιθριδάτην, περιπονήσαντός τε πρώτου τῇ Ῥωμαίων ἀρχῇ τὰ μέχρις Ἀρμενίας τῆς ἐνδοτάτω καὶ Νίσιβιν ἐπὶ τούτοις καὶ τὰ πρόσοικα φρούρια ταύτῃ, Πομπήιος Μάγνος τοῖς τούτου κατορθώμασι τέλος ἐπιθεὶς διὰ τῆς ὑπ' αὐτοῦ γενομένης εἰρήνης τὴν τούτων Ῥωμαίοις ἐβεβαίωσε κτῆσιν. ἐπεὶ δὲ Περσῶν αὖθις κινηθέντων ἐχειροτόνησεν ἡ γερουσία Κράσσον αὐτοκράτορα στρατηγόν, ὁ δὲ εἰς χεῖρας ἐλθὼν αἰσχρὰν ἄχρι τοῦδε κατέλιπε πρὸς Ῥωμαίους δόξαν ἁλούς τε ἐν τῇ μάχῃ καὶ παρὰ Πέρσαις ἀποθανών, τότε παραλαβὼν τὴν στρατηγίαν Ἀντώνιος καὶ τῷ Κλεοπάτρας ἐχόμενος ἔρωτι τοῖς περὶ τὸν πόλεμον ἐκμελῶς καὶ ὀλιγώρως προσέσχεν, καὶ ἀπήλλαξε μὲν κἀκεῖνος ἀνάξια πεπραχὼς τοῦ Ῥωμαίων ὀνόματος, Ῥωμαῖοι δὲ οὐδὲ τούτων αὐτοῖς τῶν ἐλαττωμάτων συμβάντων ἐκπεπτώκασι τούτων τῶν τόπων τινός. μεταστάντος δὲ αὐτοῖς ἐς μοναρχίαν τοῦ πολιτεύματος, καὶ τοῦ Σεβαστοῦ στήσαντος ὅρια τῇ Ῥωμαίων ἀρχῇ Τίγριν τε καὶ Εὐφράτην, οὐδὲ οὕτω τῆς χώρας ταύτης ἀπέστησαν. χρόνοις δὲ πολλοῖς ὕστερον Γορδιανοῦ τοῦ βασιλέως Πέρσαις ἐπιστρατεύσαντος καὶ ἐν μέσῃ τῇ πολεμίᾳ πεσόντος, οὐδὲ μετὰ ταύτην τὴν νίκην οἱ Πέρσαι παρεσπάσαντό τι τῶν ἤδη Ῥωμαίοις ὑπηκόων γεγενημένων, καὶ ταῦτα Φιλίππου διαδεξαμένου τὴν ἀρχὴν καὶ εἰρήνην αἰσχίστην πρὸς Πέρσας θεμένου. μετ' οὐ πολὺ δὲ τῇ ἑῴᾳ τοῦ Περσικοῦ πυρὸς ἐπιβρίσαντος, ἁλούσης δὲ κατὰ κράτος τῆς μεγάλης Ἀντιοχείας καὶ μέχρι Κιλικιῶν πυλῶν τοῦ Περσικοῦ στρατεύματος διαβάντος, Οὐαλεριανὸς αὐτοῖς ἐπιστρατεύσας ὁ βασιλεὺς καὶ ὑπὸ τὰς Περσῶν γενόμενος χεῖρας οὐδὲ οὕτω Πέρσαις ἄδειαν δέδωκεν ὑφ' ἑαυτοῖς τὰ χωρία ταῦτα ποιήσασθαι.
175
μόνη δὲ ἡ Ἰουλιανοῦ τελευτὴ πρὸς τὴν τούτων ἀπώλειαν ἤρκεσεν, ὥστε ἄχρι τοῦδε μηδὲν δυνηθῆναι τούτων τοὺς Ῥωμαίων βασιλέας ἀναλαβεῖν, ἀλλὰ καὶ 377 προσαπολέσαι κατὰ βραχὺ τὰ πλείονα τῶν ἐθνῶν, τὰ μὲν αὐτόνομα γεγονότα, τὰ δὲ βαρβάροις ἐκδεδομένα, τὰ δὲ καὶ εἰς ἐρημίαν πολλὴν περιστάντα. ὁ Ἰοβιανὸς δὲ ὁ βασιλεὺς Ῥωμαίων μετὰ τῆς πρὸς Πέρσας γενομένης εἰρήνης μετὰ ἀδείας ἐπανιὼν ἅμα τῷ στρατοπέδῳ καὶ πολλαῖς περιπεσὼν δυσχωρίαις καὶ τόποις ἀνύδροις, πολλοὺς δὲ τῆς στρατιᾶς ἀποβαλὼν ἐν τῇ διὰ τῆς πολεμίας παρόδῳ. 2. Ὅτι Γρατιανὸς ὁ βασιλεὺς ἐκπέμπει τοῖς κατὰ τὸ Ἰλλυρικὸν στρατιωτικοῖς τάγμασιν στρατηγὸν Βιδιλιανόν. τούτου δὲ ἡγουμένου δύο μοῖραι τῶν ὑπὲρ τὸν Ῥῆνον Γερμανικῶν ἐθνῶν, ἡ μὲν ἡγεμόνι Φριτιγέρνῳ χρωμένη, ἡ δὲ ὑπὸ Ἀλλόθεον καὶ Σέφρακτα τεταγμένη, τοῖς Κελτικοῖς ἔθνεσιν ἐπικείμεναι κατέστησαν εἰς ἀνάγκην τὸν βασιλέα Γρατιανὸν ἐνδοῦναι σφίσιν ἀπολιπούσαις τὰ ἐν Κελτοῖς διὰ τοῦ Ἴστρου Παιονίαν καὶ τὴν ἄνω Μυσίαν καταλαβεῖν. ἦν γὰρ αὐτῷ λόγος τε καὶ σπουδὴ τέως ἀπαλλαγῆναι τῆς συνεχοῦς τούτων ἐφόδου. διαπλεύσαντες οὖν ἐπὶ τούτοις τὸν Ἴστρον διανοούμενοί τε διὰ Παιονίας ἐπὶ τὴν Ἤπειρον διαβῆναι, περαιωθῆναι δὲ τὸν Ἀχελῷον καὶ ταῖς Ἑλληνικαῖς πόλεσιν ἐπιθέσθαι, τροφὰς πορίσαντες ᾠήθησαν πρότερον ὅθεν Ἄριχον παντὸς τοῦ βασιλείου τῶν Σκυθῶν ἄρχοντα γένους ἐκποδὼν ποιήσασθαι, πρὸς τῷ μηδένα κατὰ νώτου τὸν κωλύσοντα τὴν αὐτῶν ἐπιχείρησιν ἔχειν. ἐπιθέμενοι τοίνυν αὐτῷ σὺν οὐδενὶ πόνῳ τῶν τόπων ἐν οἷς ἦν ἀπανέστησαν. ὁ δὲ ὡς Θεοδόσιον ἔδραμεν ἀρτίως ἀπαλλαγέντα νόσου τὸν βίον αὐτῷ καταστησάσης ἀμφίβολον. ὁ δὲ φιλοφρόνως μετὰ τῶν σὺν αὐτῷ βαρβάρων ἐδέξατο πόρρω που τῆς Κωνσταντινουπόλεως προελθὼν καὶ παραχρῆμα τελευτήσαντα ταφῇ βασιλικῇ περιέστειλεν. τοσαύτη δὲ ἦν ἡ περὶ τὴν ταφὴν πολυτέλεια, ὥστε τοὺς βαρβάρους ἅπαντας καταπλαγέντας τῇ ταύτης ὑπερβολῇ τοὺς μὲν Σκύθας ἐπανελθεῖν οἴκαδε καὶ μηκέτι Ῥωμαίοις παρενοχλεῖν τὴν εὐγνωμοσύνην τοῦ βασιλέως θαυμάσαντας, ὅσοι δὲ ἅμα τῷ τελευτήσαντι παρεγένοντο τῇ τῆς ὄχθης φυλακῇ προσεκαρτέρησαν τὰς τῶν ἐθνῶν κωλῦσαι κατὰ Ῥωμαίων ἐφόδους. 378 Λόγος εʹ. 3. Ὅτι Ἀλλάριχος ὁ τύραννος πολλὰ ληισάμενος καὶ τὰς τῆς Παιονίας ἐσχατιὰς διαβὰς ἐκ τοῦ Νωρικοῦ πρὸς Στελίχωνα πρεσβείαν ἐκπέμπει χρήματα αἰτῶν ὑπέρ τε τῆς ἐν ταῖς Ἠπείροις τριβῆς, ἣν ἔλεγεν αὑτῷ Στελίχωνι πεισθέντι γενέσθαι, καὶ τῆς εἰς τὴν Ἰταλίαν καὶ τὸ Νωρικὸν εἰσβολῆς. ὁ δὲ Στελίχων τὴν πρεσβείαν δεξάμενος καὶ ἐν τῇ Ῥαουβένῃ τοὺς πρέσβεις ἐάσας εἰς τὴν Ῥώμην ἀφίκετο κοινώσασθαι τῷ βασιλεῖ καὶ τῇ γερουσίᾳ περὶ τοῦ πρακτέου βουλόμενος. συνελθούσης δὲ τῆς γερουσίας εἰς τὰ βασίλεια, καὶ βουλῆς περὶ τοῦ πολεμεῖν ἢ μὴ προτεθείσης, ἡ μὲν τῶν πλειόνων εἰς τὸ πολεμεῖν ἐφέρετο γνώμη, μόνος δὲ Στελίχων σὺν ὀλίγοις, ὅσοι φόβῳ συγκατετίθεντο, τὴν ἐναντίαν ἐχώρουν εἰρήνην πρὸς Ἀλλάριχον ποιεῖσθαι ψηφιζόμενοι. τῶν δὲ τὸν πόλεμον αἱρουμένων ἀπαιτούντων Στελίχωνα λέγειν, ἀνθ' οὗ τὸ μὴ πολεμεῖν μᾶλλον ἀλλ' εἰρήνην αἱρεῖται καὶ ταύτην ἐπ' αἰσχύνῃ τοῦ Ῥωμαίων ἀξιώματος ἀνέχεται χρημάτων ὠνήσασθαι, διὰ γὰρ τὸ τῷ βασιλεῖ συνοῖσον, ἔφη, τοσοῦτον ἐν ταῖς Ἠπείροις ἐνδιέτριψε χρόνον, ὡς ἂν ἅμα οἱ τῷ τῆς ἑῴας βασιλεύοντι πολεμήσας Ἰλλυριοὺς ἐκείνης παρέληται τῆς ἀρχῆς καὶ τῇ Ὀνωρίου προσθείη. τοῦτο δ' ἂν εἰς ἔργον ἤδη προῆλθεν, εἰ μὴ τοῦ βασιλέως Ὀνωρίου φθάσαντα γράμματα τὴν ἐπὶ τὴν ἑῴαν αὐτοῦ ἔλασιν διεκώλυσεν. ἣν ἐχόμενον Ἀλλάριχον αὐτόθι χρόνον δαπανῆσαι πολύν. καὶ ταῦτα λέγων ὁ Στελίχων ἅμα καὶ τὴν ἐπιστολὴν ἐδείκνυ καὶ τὴν Βερήναν αἰτίαν ἔλεγεν εἶναι τὴν ἀμφοτέρων τῶν βασιλέων ὁμόνοιαν ἀδιάφθορον φυλάττεσθαι βουλομένην. πᾶσι τοίνυν δόξαντος δίκαια λέγειν Στελίχωνος, ἐδόκει τῇ γερουσίᾳ χρυσίου τετρακοσίας ὑπὲρ τῆς εἰρήνης Ἀλλαρίχῳ δίδοσθαι λίτρας, τῶν πλειόνων οὐ κατὰ προαίρεσιν ἀλλὰ τῷ Στελίχωνος φόβῳ ψηφισαμένων, ὥστε ἀμέλει Λαμπάδιος γένους καὶ ἀξιώματος εὖ ἔχων πατρίῳ φωνῇ τούτῳ ὑποφθεγξάμενος ὃ δηλοῖ δουλείαν μᾶλλον ἤπερ εἰρήνην εἶναι τὸ πραττόμενον, ἅμα τῷ λυθῆναι τὸν σύλλογον δέει τοῦ μὴ παθεῖν τι διὰ τὴν παρρησίαν εἴς τινα πλησιάζουσαν τῶν χριστιανῶν ἀπέφυγεν ἐκκλησίαν.
176
καὶ ὁ Στελίχων τὴν πρὸς 379 Ἀλλάριχον εἰρήνην τοιῷδε τρόπῳ καταπραξάμενος ἐπὶ τὴν ἔξοδον ὥρμητο τοῖς αὐτῷ δόξασι τέλος ἐπιθήσων. 4. Ὅτι οἱ παραβλαπτόμενοι ἐν ταῖς γυναιξὶν αὐτῶν, ὅσοι προσήκοντες ἦσαν Στελίχωνι, ἐβούλοντο Ἀλλαρίχῳ προσθέσθαι, Ἀλλάριχος δὲ οὐδὲ παρὰ τούτων ἐρεθιζόμενος ᾑρεῖτο τὸν πόλεμον, ἀλλ' ἔτι τὴν εἰρήνην ἔμπροσθεν ἐποιεῖτο τῶν ἐπὶ Στελίχωνος σπονδῶν μεμνημένος. στείλας δὲ πρέσβεις ἐπὶ χρήμασιν οὐ πολλοῖς εἰρήνην ᾔτει γενέσθαι, λαβεῖν τε ὁμήρους Δέτιον καὶ Ἰάσονα, τὸν μὲν Ἰοβίου γενόμενον παῖδα, τὸν δὲ Γαυδεντίου, δοῦναί τε αὐτὸς τῶν παρ' αὐτῷ τινας εὖ γεγονότας καὶ ἐπὶ τούτοις ἄγειν τὴν ἡσυχίαν, μεταστῆσαί τε εἰς Παιονίαν ἐκ τοῦ Νωρικοῦ τὸ στράτευμα. ἐπὶ τούτοις Ἀλλαρίχου τὴν εἰρήνην αἰτοῦντος, ὁ βασιλεὺς ἀπεσείετο τὰ αἰτούμενα. καίτοι γε δυοῖν ἐχρῆν θάτερον πράξαντα τὸ παρὸν εὖ διαθεῖναι. ἢ γὰρ ἀναβαλέσθαι τὸν πόλεμον ἔδει σπονδὰς ποιησάμενον ἐπὶ μετρίοις τισὶ χρήμασιν, ἢ πολεμεῖν αἱρούμενον πάντα συναγαγεῖν ὅσα στρατιωτῶν τάγματα ἦν καὶ ταῖς παρόδοις τῶν πολεμίων ἐγκαταστῆσαι καὶ ἀποκλεῖσαι τοῖς βαρβάροις τὸν ἐπὶ τὸ πρόσω πορείαν, ἡγεμόνα τε καταστῆσαι καὶ στρατηγὸν τοῦ πολέμου παντὸς Σάρον, ὄντα μὲν καθ' ἑαυτὸν ἄξιον καταπλῆξαι τοὺς πολεμίους διά τε ἀνδρείαν καὶ πολεμικὴν ἐμπειρίαν, ἔχοντα δὲ καὶ βαρβάρων πλῆθος ἀρκοῦν εἰς ἀντίστασιν. ἀλλ' οὔτε τὴν εἰρήνην δεξάμενος οὔτε τὴν Σάρου φιλίαν ἐπισπασάμενος οὔτε τὸ Ῥωμαϊκὸν συναγαγὼν στρατόπεδον, τῶν δὲ Ὀλυμπίου τὰς ἐλπίδας ἀναστήσας εὐχῶν τοσούτων αἴτιος ἐγένετο τῷ πολιτεύματι συμφορῶν. στρατηγούς τε γὰρ ἐπέστησε τῷ στρατεύματι φρονίμους. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΣΤΡΑΤΗΓΗΜΑΤΩΝ.] Οὔπω δὲ τῆς πρὸς Ἀλλάριχον βεβαιωθείσης εἰρήνης οἷα τοῦ βασιλέως οὔτε τοὺς ὁμήρους παραδόντος οὔτε τὰ αἰτούμενα πάντα πληρώσαντος, ἐπέμποντο παρὰ τῆς γερουσίας εἰς τὴν Ῥαεβένναν πρέσβεις Καικιλιανὸς καὶ Ἄτταλος καὶ Μαξιμιανός, οἳ πάντα ἀποδυρόμενοι τὰ συμβάντα τῇ Ῥώμῃ καὶ τὸ πλῆθος τῶν ἀπολωλότων ἐκτραγῳδήσαντες ἤνυσαν πλέον οὐδέν, Ὀλυμπίου συνταράττοντος τὰ πάντα καὶ τοῖς καλῶς ἔχειν δοκοῦσιν ἐμποδὼν γινομένου. ταύτῃ τοὺς πρέσβεις ἐάσας ἀπράκτους ἐφ' οἷς ἐληλύθασιν, παρα 380 λύσας Θεόδωρον τῆς τῶν ὑπάτων ἀρχῆς Καικιλιανῷ ταύτην παρέδωκεν. 5. Ὅτι παρὰ Κωνσταντίνου τοῦ τυράννου τοῦ ἐν Κελτοῖς ἀφίκετο κατὰ πρεσβείαν Ἰόβιος παιδείᾳ καὶ ἄλλαις ἀρεταῖς διαπρέπων, βεβαιωθῆναι τὴν πρότερον ὁμολογηθεῖσαν εἰρήνην, καὶ ἅμα συγγνώμην αἰτῶν ἕνεκα τῆς ἀναιρέσεως Διδυμίου καὶ Βηνιανοῦ τῶν συγγενῶν Ὀνωρίου τοῦ βασιλέως. ἀπελογεῖτο γὰρ λέγων ὡς οὐ κατὰ προαίρεσιν ἀνῄρηνται Κωνσταντίνου. συντεταραγμένον δὲ τὸν Ὀνώριον θεασάμενος εὔλογον ἔφασκεν εἶναι ταῖς περὶ τὴν Ἰταλίαν ἐνασχολουμένῳ φροντίσιν ἐνδοῦναι. συγχωρούμενος δὲ πρὸς Κωνσταντῖνον ἐκδημῆσαι καὶ τὰ συνέχοντα τὴν Ἰταλίαν ἀναγγεῖλαι, μετ' οὐ πολὺ καὶ αὐτὸν ἄγειν σὺν παντὶ τῷ ἐν Κελτοῖς καὶ ἐν Ἰβηρίᾳ καὶ ἐν τῇ Βρεττανικῇ νήσῳ στρατιώταις ταῖς κατὰ τὴν Ἰταλίαν καὶ τὴν Ῥώμην βοηθήσοντα περιστάσεσιν. καὶ ὁ μὲν Ἰόβιος ἐπὶ τούτοις ἀναχωρεῖν ἐπετράπη. Περὶ πρέσβεων ἐθνικῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Δεξίππου Ἀθηναίου. Λόγος γʹ. 1. Ὅτι Αὐρηλιανὸς κατὰ κράτος νικήσας τοὺς Ἰουθούγγους Σκύθας καὶ κατὰ τὴν τοῦ Ἴστρου περαίωσιν ἐς τὴν ἀποφυγὴν πολλοὺς τούτων ἀνελών, οἱ λειπόμενοι ἐς σπονδὰς ἧκον καὶ πρεσβείαν ἐστείλαντο. τὴν δὲ αἴτησιν τῆς εἰρήνης ἐδόκει μὴ σὺν τῷ ἄγαν περιδεεῖ καὶ καταπεπληγότι ἐκ τῆς ἥττης ποιεῖσθαι, ὡς ἂν ὑπάρχοι σφίσιν καὶ τῶν πρόσθεν φοιτώντων χρημάτων παρὰ 381 Ῥωμαίων ἡ ἀποδοχή, μὴ ἐς τὸ ἀδεὲς πάντη τῶν ἐναντίων καθισταμένων. ὁ δὲ Ῥωμαίων βασιλεὺς Αὐρηλιανός, ὡς ἐπύθετο ἀφιγμένην τὴν Ἰουθούγγων πρεσβείαν, ἐς τὴν ὑστεραίαν φήσας χρηματιεῖν περὶ ὧν ἥκουσι διέταττεν τοὺς στρατιώτας ὡς ἐς μάχην ἐκπλήξεως εἵνεκα τῶν ἐναντίων. ἐπεὶ δὲ καλῶς εἶχεν αὐτῷ ἡ διακόσμησις, ἐπὶ ὑψηλοῦ βήματος μετέωρος βέβηκε καὶ ἁλουργίδα ἀμπέχων τὴν πᾶσαν τάξιν ἐποίει ἀμφ' αὐτὸν μηνοειδῆ. παρεστήσατο δὲ καὶ τῶν ἐν τέλει, ὅσοι ἀρχάς τινας ἐπιτετραμμένοι, σύμπαντας ἐφ' ἵππων. κατόπιν δὲ βασιλέως τὰ σημεῖα ἦν τῆς ἐπιλέκτου στρατιᾶς· τὰ δέ εἰσιν ἀετοὶ χρυσοῖ καὶ εἰκόνες βασίλειοι καὶ
177
στρατοπέδων κατάλογοι γράμμασι χρυσοῖς δηλούμενοι· ἃ δὴ σύμπαντα ἀνατεταμένα προυφαίνετο ἐπὶ ξυστῶν ἠργυρωμένων. ἐπὶ δὲ τούτοις ὧδε διακοσμηθεῖσιν Ἰουθούγγους ἠξίου παρελθεῖν. τοὺς δὲ συνέβη θαμβήσασθαι ἰδόντας καὶ ἐπὶ πολὺ σιγῇ ἔχειν. ἐπεὶ δὲ σφίσιν ἐκ τοῦ βασιλέως ἀπεδόθη λέγειν, διά τινος ἑρμηνέως ἔλεξαν τοιάδε· Οὔτε τῇ ἐπὶ καιροῦ συμβάσῃ κακοπραγίᾳ ἡμῶν παρὰ τὸ εἰκὸς καταπεπληγότες οὔτε δυνάμεως ἐνδεῶς ἔχοντες ἢ καὶ πολέμων ἄπειροι καθεστηκότες ἀσθενείας εὐπρεπείᾳ κατὰ τὸ ἡμῖν αὐτοῖς μόνοις συμφέρον ἐς τὴν εἰρήνην σπεύδομεν· ἀλλὰ περίεστι μὲν ἡμῖν τοσοῦτον τῆς ἐν τοῖς πολέμοις περιουσίας πλήθους εἵνεκα καὶ ἰσχύος, ὥστε μέρει ἐλαχίστῳ τὰς πρὸς Ἴστρῳ πόλεις ἐπελθόντες Ἰταλίαν μικροῦ πᾶσαν κατειλήφαμεν, ἱππικῷ μὲν στρατεύσαντες ἐς μυριάδας δʹ, καὶ τούτων οὐ μιγάδων οὐδὲ ἀσθενῶν, ἀλλὰ Ἰουθούγγων καθαρῶς, ὧν πολὺς ἐφ' ἱππομαχίᾳ λόγος. ἀσπίδα δὲ ἄγομεν διπλασίαν δυνάμεως τῆς ἱππικῆς, οὐδὲ ἐν τούτοις ταῖς ἑτέρων ἐπιμιξίαις ἐπισκιάζοντες τοῦ σφετέρου στρατοῦ τὸ ἀνανταγώνιστον. ἔχοντες δὲ καὶ οὕτω παρασκευῆς διακρίνεσθαι οὐ διαγινώσκομεν ἐς ἀντιλογίαν ἥκειν τῆς συμφορᾶς πέρι. οὐ διὰ τὸ μὴ κατὰ κράτος νενικῆσθαι, κατὰ δὲ τὸ ἄδηλον τοῦ ἐκβησομένου εἰρήνην πολέμου προτιμῶμεν, εἰκάζοντες καὶ ὑμῖν ὡς γένοιτ' ἂν διὰ γνώμης πρὸς Ἰουθούγγους εὖ παρασχὸν τῆς πρόσθεν διαφορᾶς συμβῆναι, οἷα δὴ ὑπούσης καὶ παλαιᾶς ἀμφοῖν τοῖν γενοῖν 382 πρὸς ἄλληλα πίστεως ἐς τὸ ἡσυχάζειν, δι' ἣν χρὴ τὴν ἐπὶ καιροῦ διαφορὰν ἀπερίσκεπτον ἐν τῷ παρόντι καταλύσαντας πρὸς τὸ παλαίτερον καὶ λυσιτελοῦν μετατίθεσθαι ἑκατέροις. ἔν τε τῷ πολέμῳ οὐκ ἐπὶ πλεῖστον ταῖς καταδρομαῖς ληιζόμενοι, ἀλλ' ὅσον ἐς ἀφορμὴν τῶν ἐπιτηδείων ἀγαπῶντες τὴν ἄθροισιν, μέχρι τῆς γενομένης μάχης ἡσυχίᾳ τὸν καιρὸν διετρίβομεν, ὡς τοῖς ἐπιοῦσιν ὑμῖν σὺν τῇ ὑμετέρᾳ δυνάμει τὸ καθ' αὑτοὺς ἀντιτάξαντες. ὃ δὴ καὶ νῦν ποιεῖν παρεσκευάσμεθα· καὶ τό τε ὑμέτερον πρὸς πάντα κίνδυνον ἐκ τούτου ἀδεέστερον ἕξει, καὶ τῶν μεγίστων στρατοπέδων συνελθόντων οὐθ' ἡτισοῦν ἑτέρα χεὶρ ἀξιόμαχος ἡμῖν νομισθήσεται. εἰ δέ τις τῇ εὐτυχίᾳ τοῦ πολέμου ἐπαιρόμενος ὀλίγωρός ἐστι πρὸς τὴν σύμβασιν, γνώτω οὐ βεβαίῳ πράγματι θρασυνόμενος, καὶ ὅτι ἐπὶ παντὶ † φέρον τῆς δοκούσης εὐπραγίας ἡττηθέντας καὶ πρὸς τὴν παροῦσαν τῆς τύχης ἀκμὴν ἀποκλίναντας τῶν ἀμεινόνων ἐξηρτῆσθαι μόνων ἐλπίδων, καὶ ὑπὸ τοιαύταις ἀνοίαις τῆς τε πρὸς θάτερον μεταβολῆς ὑπεριδεῖν καὶ συμμαχίαν εὔκαιρον διδομένην παραιτήσασθαι. πεφύκασίν τε αἱ μείζους στρατιαί, παρὰ μὲν τὴν πρώτην θάρσει οἰκείας δυνάμεως ἐπαιρόμεναι καὶ ἐλαχίστῃ προμηθείᾳ χρώμεναι, σὺν καταφρονήσει τῶν ἀντιπολεμούντων ἐπὶ τὰς μάχας πορεύεσθαι καὶ κατὰ τὸ ἀφύλακτον ὡς ἐπὶ πολὺ τὸ ἧττον ἔχειν, αἱ δὲ τῷ αἰφνιδίῳ καὶ παρ' ἐλπίδα χωρήσαντι * λογισμῷ τε ἀσφαλεῖ καὶ περιουσίᾳ δυνάμεως βεβαίως χρησάμεναι δυσμαχώταται τοῖς ἀντιπάλοις γίνεσθαι. σὺν δὴ τοιαύτῃ ἐλπίδι καὶ ἡμεῖς, διχῇ τὴν δύναμιν διελόντες τὸ πρῶτον καὶ ἐν τῷ ποταμῷ τὰ πολλὰ τύχῃ μᾶλλον ἢ ἀρετῇ ὑμετέρᾳ σφαλέντες, οὐκ ἀπροσδόκητοί ἐσμεν ἀλλὰ νῦν ἅμα τῷ τοῦ μέλλοντος προμηθεῖ οὐχ ὑπόστατοι ὑμῖν γενέσθαι. κράτιστον δὴ τούτων εἵνεκα δι' εἰρήνης αἱρεῖσθαι ὑμᾶς τὰς ἐκ τῆς ὁμονοίας ὠφελείας, καὶ τὰ τοῦ πολέμου πράγματα σὺν ἡμῖν τίθεσθαι, τῇ τε παρ' ἡμῖν συμμαχίᾳ ῥωσθέντας πλέον ἔχειν πρὸς τοὺς ἐπιόντας. εἰ δὲ ταῦτα ποιεῖν ὧδε κρίνοιτε, ὑπάρχειν ἡμῖν δίκαιον καὶ ὅσα ἐν χρυσοῦ ἀσήμου τε καὶ ἐπισήμου δόσεσιν καὶ ἀργύρου παρ' ὑμῶν ἐφοίτα ἐπὶ φιλίας βεβαιότητι. ἀπειπαμένων γάρ, ὅσα ἐχθροὺς ἀμυνόμενοι καθότι δυνατὸν πολεμήσομεν. Πρὸς ταῦτα ὁ Ῥωμαίων βασιλεὺς ἔλεξεν ὧδε· εἰ μὲν ἐς ἀφανὲς καθέντες τὴν γνώμην ὑμῶν, περὶ ὧν πρεσβεύεσθε, ἐδιδά 383 σκετε, οὐθ' ἡμῖν τοῖς ἐκδεξαμένοις τὸν λόγον χαλεπὴν παρείχετ' ἂν τὴν ἀπόκρισιν. ἐπεὶ δὲ τὰ εἰρημένα ἐς μὲν εὐπρέπειαν σύγκειται, ἔργῳ δὲ ἐναντίως ἔχει, πὴ μὲν εἰρήνης μνημονευόντων, ὅτε δ' αὖθις πόλεμον ἐπανατεινομένων ὑμῶν, ὧν συγχεῖν ἐοίκατε ἑκάτερον ἐκ θατέρου, ἀμφίβολον καὶ ἡμῖν καθίσταται πρὸς ὅ τι χρὴ πρῶτον ἀποκρινομένους μὴ ἁμαρτάνειν. λέλειπται δέ τι καὶ ἐκ τῶν παρόντων βουλεύσασθαι· χρὴ γὰρ τὼ διττὼ τούτω λόγω διελόντας ἀπαντᾶν πρὸς ἄμφω. εἰ μὲν γὰρ καθαρῶς εἰρήνην ἐπαγγέλλεσθε, τί δεῖ μεμνῆσθαι χρημάτων αἰτήσεως; καίτοι κἀν τούτῳ οὐ σὺν τῷ προχείρῳ ἡ βουλὴ τοῖς νενικηκόσι πρὸς τὴν ἄρνησιν ἢ τὴν καταίνεσιν. εἰ δὲ ἐπισκοτεῖν ὑμῖν πρὸς τὸ συμφέρον καὶ τὰς ἐκ τοῦ πολέμου πλεονεξίας ἡγεῖσθε τὴν σύμβασιν, καὶ ἡττηθέντες ὥσπερ δασμοὺς παρ' ἡμῶν ἀπαιτήσοντες
178
ἥκετε, τῆς ῥᾳστώνης τὸ τερπνόν, ὅσον εἰρήνη δίδωσιν, ἐκ παντὸς μεταδιώκειν ἡμᾶς νομίζοντες, ἔχεσθε τῆς ὁμοίας τῇ πρόσθεν ἐπιχειρήσεως, μηδ' εἰς εὐεργεσίας λόγον προϊσχόμενοι τοῦ πολέμου τὴν κατάλυσιν ἀνταιτεῖτε μισθὸν τῆς συγχωρήσεως ὠνητὴν καὶ οὐκ ἐθελούσιον ποιούμενοι τὴν παροῦσαν ἐς τὴν φιλίαν πρόκλησιν. οὐ γὰρ δὴ πολέμων ἀπείρους ὄντας ἡμᾶς τῷ πλήθει τῆς πολλὰ δὴ κομπασθείσης ὑφ' ὑμῶν δυνάμεως ἐκπλήξετε, οὐδὲ πλούτῳ λαφύρων Ἰταλικῶν ἐπικομιζόμενοι ἀδεῶς ἐπ' οἴκου πορεύσεσθε, ἀλλὰ δῆλαι μὲν ὑμῶν αἱ πεζαὶ παρασκευαί, οὐκ ἄδηλοι δὲ αἱ τῶν ἱππέων, πρὸς ἃς ἐς τρόπον τὸν δυνατὸν ἀντιστησόμεθα. τολμῶμέν τε γὰρ μετ' ἀσφαλείας καὶ ἀναχωροῦμεν σὺν προμηθείᾳ, οἷα δὴ λογισμῷ ἡγεμόνι ἐς πάντα χρώμενοι, οἷς ἡ ἰσχὺς βεβαιοτάτη, καὶ ἐμπειρίαν πολεμικῶν ἔργων διαφερόντως ἔχοντες. ὑμεῖς δὲ μετά τε τοῦ προχείρου ἔπιτε καὶ διαμαρτάνοντες τῶν ἔργων διὰ τὸ μὴ προσκέψασθαι ἐφ' ἃ δεῖ ἐλθεῖν πείρᾳ τὴν βλάβην τοῦ προπετοῦς φερόμενοι μεταγινώσκετε. τοῖς γὰρ ζέσει ἐς τὰς πράξεις μὴ † συμφερομένοις ἀνάγκη τοῦ βελτίστου ἁμαρτάνειν. καὶ ταχεῖαι μὲν 384 ὑμῶν αἱ ἐπιχειρήσεις, δι' ὀλίγου δὲ αἱ μεταμέλειαι. καὶ τὸ σύμπαν κατὰ τὸ εἰκὸς θαύματος ἀπήλλακται ἀντιπάλους ἡμῖν τυχόντας καὶ ἠθῶν ἀνομοίων καὶ ἐς τὰς γνώμας πραττομένων διεστάναι οὐκ ἀπεοικός, καὶ ὑμᾶς μὲν ἀμαθίᾳ, ἡμᾶς δὲ λόγῳ συνεῖναι, σὺν ᾧ μάλιστα καὶ τὸ κρατεῖν τοὺς ἥσσους τῶν πλειόνων περιγίνεται συνέσει πρὸ δυνάμεως πιστεύοντας. τούς τε πλείονας σὺν τῷ ἀλογίστῳ διὰ μάχης ἰόντας κάκιον ἀμύνεσθαι ἔργου πείρᾳ μᾶλλον ἢ λόγου κομπωδεστέρᾳ προσποιήσει διδάσκεσθε βλέψαντες ἐς τὰ Σκυθῶν πάθη· μετὰ σαφεστάτων γὰρ τεκμηρίων καὶ οὐκ ἀμάρτυρα λέξομεν. οὗτοι δὴ λʹ μυριάσι στρατοῦ ἐφ' ἑκατέρας τὰς Ἠπείρους σκεδασθέντες πάσῃ τε τῇ δυνάμει ἡττήθησαν πρὸς ἡμῶν καὶ λαμπρὰ τοῖς νενικηκόσιν ὑπελείποντο τῆς οἰκείας ἀρετῆς ὑπομνήματα, ὧν τὴν εὔκλειαν ἐς τὸ παντελὲς ἕξομεν νῦν τε καὶ ἔπειτα τῷ χρόνῳ συμπαραθέουσαν. τάς τε Γαλμιόνων συμφορὰς ἄγειν * σφᾶς τοῦ προχείρου τῷ ἀναρριφθέντι τῆς ἐπιχειρήσεως ταχυτέραν καὶ δι' ὀλίγου ἔθεντο τὴν μετάγνωσιν. ἡμεῖς τε ἐπὶ ταῖς πλημμελείαις ὑμῶν, αἷς εἰς ἡμᾶς ἐπλημμελήσατε, οὐκ ἀποχρῆν ἡγούμεθα ἣν ἐπάθετε τιμωρίαν, εἰ μὴ καὶ τὸν Ἴστρον ὑπερβάντες ἐν ὅροις τοῖς ὑμετέροις τὴν ὀργὴν ὡς προαδικήσαντας ὑμᾶς ἀποπλήσαιμεν. πόλεμον γὰρ ἐπὶ σπονδαῖς ἀκήρυκτον ἐφ' ἡμᾶς ἠγείρατε, ἐγκλήματα μὲν ὡς εἰς προαδικήσαντας εἰπεῖν οὐκ ἔχοντες, ἐπιθυμίαις δέ τισι καὶ ἐλπίσι κουφισθέντες, σὺν αἷς ὅμιλος ἀλόγιστος ἐπαίρεται στρατιᾶς καὶ πολέμου ἀντιλαμβάνεσθαι. ὅθεν οὐκ ἔξω προσδοκίας ἄγομεν καὶ τὰ παρὰ τοῦ θείου ἔσεσθαι ἡμῖν ἀρωγά, οἷα δὴ ἡμῶν μὲν θεσμὸν τὸν ἐπὶ σπονδαῖς οὐκ ἀτιμασάντων, Ἰουθούγγων δὲ ἄδικον ὁδόν τε ἐφ' ἡμᾶς ἐλθόντων καὶ ὅρκους καὶ πᾶσαν πίστεως βεβαιότητα παρὰ φαῦλον τιθεμένων, τοῖς τε αὖ φθάνουσι κατορθώμασι τὸ μέλλον λαμβάνοντες καὶ περὶ τῶν ἐσομένων οὐκ ἀπεικότως πρὸς τοῖς εἰρημένοις χρηστὰ δοξάζομεν. ἡ μὲν γὰρ ἐπ' εὐπραγίᾳ ἐλπὶς θάρσος φέρει, φόβον δὲ ἡ ἐπὶ τῷ ἐναντίῳ. λογισμῷ τε ἡγεμόνι πρὸς τὰς πράξεις 385 χρώμενοι τάς τε δόξας τῶν συμβησομένων οὐκ ἀβασανίστως προσιέμεθα, κἀν τοῖς παροῦσιν, οἷα ἄνδρες ἀθληταὶ κινδύνων τῶν ἀρίστων, οὐκ ἐκπληττόμεθα ταῖς τοῦ πολέμου χαλεπότησιν, ἐξ ὧν τὸ ἐλπιζόμενον κέρδος οὐκ ἀσθενὲς καὶ περιττότερον τῆς ἀχθηδόνος. τὸ γὰρ δὴ πλῆθος ὑμῶν σώμασί τε ἥκιστα ἰσχύει καὶ φρονήμασιν. ἀπείληπται γὰρ Ῥοδανοῦ μὲν εἴσω καὶ τῶν ἡμετέρων ὁρίων, σπανίῳ δὲ ἀγορᾷ συνεχόμενον καὶ τῇ ἄλλῃ ταλαιπωρήσει τοῖς ἀλγεινοῖς τοῖς μὲν ἤδη σύνεστι, τοῖς δὲ μέλλει, καὶ προκαμὸν ἐν τῷ ἀεὶ μοχθεῖν ἀτολμότερον ἔσται καὶ χρῆσθαι αὐτῷ παρέξει ἀμαχεὶ ὅ τι ἂν βουλώμεθα, ὡς ἂν πρὸς τὴν χρόνιον διατριβὴν ἀπειρηκότι. ὅθεν ὑμῖν τε τὸ πᾶν περιφανῶς κινδυνεύεται, καὶ ἡ τῆς εἰρήνης ὑμῶν αἴτησις ἐπ' εὐπρεπείᾳ τοῦ φόβου σύγκειται, ὅπως ἂν τὸ σφέτερον δέος ἐπηλυγάζησθε. ἣν τί δεῖ προσίεσθαι, καλῶς ὑπάρχον πανταχόθεν ἀποκλεισθεῖσιν ὑμῖν τῆς οἴκαδε πορείας καὶ οἷον εἴσω πυλῶν ἀπειλημμένοις χρῆσθαι εὖ τε καὶ μή, ὅπως ἂν ἔχωμεν πρὸς ὑμᾶς διανοίας; Ἐπὶ τούτοις λεχθεῖσιν ἐκ τοῦ βασιλέως κατεπλάγησάν τε οἱ Ἰουθοῦγγοι, καὶ ὡς οὐδὲν αὐτοῖς τῶν ἐς ἐλπίδας ἐπράττετο, παντελεῖ τῶν σπονδῶν ἀπογνώσει ἐχόμενοι παρὰ τοὺς σφετέρους ἀπεχώρησαν. 2. Ὅτι ἐπὶ Αὐρηλιανοῦ οἱ Βανδῆλοι κατὰ κράτος ἡττηθέντες παρὰ Ῥωμαίων πρεσβείαν ἐποιήσαντο πρὸς Ῥωμαίους περὶ διαλύσεως πολέμου καὶ συμβάσεως. καὶ πολλὰ ἀναμεταξὺ
179
εἰπόντων ἀλλήλων, τοῦ τε βασιλέως καὶ τῶν βαρβάρων, διελύθη μὲν ὁ σύλλογος, τῇ δὲ ὑστεραίᾳ τό τε πλῆθος τῶν Ῥωμαίων στρατιωτῶν αὖθις ἠθροίσθη, καὶ ἐρομένου βασιλέως ὅ τι σφίσι περὶ τῶν παρόντων λῷον εἶναι δοκεῖ, κρίνοντες τὴν εὐτυχίαν τὴν ὑπάρχουσαν προμηθείᾳ τῆς ὑπὲρ τῶν ὄντων ἀσφαλείας διασώσασθαι καὶ βοῇ τὸ βουλόμενον σημαίνοντες σύμπαντες ἐς τὴν κατάλυσιν τοῦ πολέμου ἐχώρησαν. καὶ οἵδε μὲν ὧδε συνηνέχθησαν γνώμῃ· οἱ δὲ τῶν βαρβάρων βασιλεῖς καὶ ἄρχοντες ἥκοντες καθότι σφίσι προειρημένον ἔδοσαν ὁμήρους σφῶν αὐτῶν οὐ τὰ δεύτερα ἀξιώσεως 386 καὶ τύχης. οἵ τε γὰρ βασιλεῖς τοὺς παῖδας ἑκάτεροι διδόασιν ἐς τὴν ὁμηρείαν ἐνδοιάσαντες οὐδέν, καὶ ἕτεροι ἅμα αὐτοῖς οὐ μάλα πόρρω ἀξιώσεως. καὶ ἐπὶ τούτοις ἐχώρησάν τε πρὸς σύμβασιν καὶ αἱ σπονδαὶ ἐγένοντο. συνεμάχουν δὲ ἀπὸ τῆσδε Ῥωμαίοις Βανδήλων ἱππεῖς εἰς δισχιλίους, οἱ μέν τινες αἱρετοὶ ἐκ τοῦ πλήθους ἐς τὴν συμμαχίαν καταλεχθέντες, οἱ δὲ καὶ ἐθέλοντες ἑκούσιον στρατιὰν ὑποδυόμενοι. ὁ δὲ λοιπὸς Βανδήλων ὅμιλος ἐπ' οἴκου ἐκομίζετο, παρέχοντος τοῦ Ῥωμαίων ἄρχοντος ἀγορὰν ἔστε ἐπὶ τὸν Ἴστρον. καὶ τὸ μὲν πλεῖστον αὐτοῦ ἀπαθὲς διεσώθη· ὅσοι δὲ παραβάσει τῶν σπονδῶν ἐπὶ λείας συλλογὴν ἀφθόνως ἀπεσκεδάσθησαν, ἀνῃρέθησαν σύμπαντες ὑπὸ τοῦ ἡγεμόνος τῶν ξενικῶν στρατοπέδων οὐ μείους γενόμενοι πεντακοσίων. οἷα γὰρ δὴ διὰ φιλίας τῆς χώρας πορευόμενοι καὶ θάρσει τῆς γενομένης πρὸς Ῥωμαίους εἰρήνης ἐπαρθέντες, τῆς πάσης τάξεως προεξαΐσσοντες κατά τινας αἰφνιδίους ἐπιδρομὰς προσέβαλλον γνώμῃ τοῦ ἄρχοντος καὶ οὐκ ὀλίγα τῆς χώρας ἐκακούργουν. καὶ τὸ ἔργον τοῦτο τὸν ἐργασάμενον παρὰ τῷ βασιλεῖ κατατοξευθῆναι †. οἱ δὲ λοιποὶ Βανδήλων διεσκεδάσθησαν καὶ ἀπενόστησαν ἐπ' οἴκου. βασιλεὺς δὲ Ῥωμαίων τὴν πλείστην δυνάμεως τῆς πεζικῆς καὶ ἱππικῆς ἐκπέμπει ἐπ' Ἰταλίας. καὶ διαλιπόντων οὐ μάλα συχνῶν ἡμερῶν, τήν τε ἀμφ' αὑτὸν τάξιν ἑταιρικήν, καὶ ὅση δορυφορία τοῦ ἄρχοντος, τῶν τε συμμάχων ὅσοι ἦσαν Βανδήλων, καὶ τοὺς ὁμηρεύειν αὐτῷ δοθέντας παῖδας ἐπαγόμενος καὶ αὐτὸς ἐπ' Ἰταλίας ἐξήλαυνε σπουδῇ διὰ τὴν τῶν Ἰουθούγγων αὖθις παρουσίαν. 387 Περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας Σωκράτους. Λόγος γʹ. 1. Ὅτι, τοῦ Ἰουλιανοῦ εἰς Ταρσὸν τῆς Κιλικίας τυγχάνοντος καὶ πρὸς τὸν κατὰ Περσῶν πόλεμον εὐτρεπιζομένου, παρῆσαν πρέσβεις Περσῶν αἰτοῦντες ἐπὶ φανεροῖς καταθέσθαι τὸν πόλεμον. ὁ δὲ αὐτοὺς ἀπέπεμψεν εἰπών· αὐτόν με ὄψεσθε μετ' οὐ πολύ, καὶ οὐδέν μοι δεήσει πρεσβείας. 2. Ὅτι ἐπὶ Οὐάλεντος τοῦ βασιλέως οἱ πέραν τοῦ Ἴστρου καλούμενοι Γότθοι ἐμφύλιον πρὸς ἑαυτοὺς κινήσαντες πόλεμον εἰς βʹ μέρη ἐτμήθησαν, ὧν τοῦ ἑνὸς ἡγεῖτο Φριτιγέρνης, τοῦ δὲ ἑτέρου Ἀθανάριχος. ἐπικρατεστέρου δὲ τοῦ Ἀθαναρίχου φανέντος, Φριτιγέρνης προσφεύγει Ῥωμαίοις καὶ τὴν αὐτῶν κατὰ τοῦ ἀντιπάλου ἐπικαλεῖται βοήθειαν. γνωρίζεται ταῦτα τῷ βασιλεῖ Οὐάλεντι, καὶ κελεύει τοὺς ἐνιδρυμένους κατὰ τὴν Θρᾴκην στρατιώτας βοηθεῖν τοῖς βαρβάροις. κατὰ βαρβάρων οὖν στρατεύουσι καὶ ποιοῦνται νίκην κατὰ Ἀθαναρίχου πέραν τοῦ Ἴστρου τοὺς πολεμίους εἰς φυγὴν τρέψαντες. αὕτη πρόφασις γέγονε τοῦ χριστιανοὺς γενέσθαι τῶν βαρβάρων πολλούς. ὁ γὰρ Φριτιγέρνης χάριν ἀποδιδοὺς ὧν εὐηργέτητο τὴν θρησκείαν τοῦ βασιλέως ἠσπάζετο καὶ τοὺς ὑφ' ἑαυτῷ τοῦτο ποιεῖν προετρέπετο. διὸ μέχρι νῦν πλείους οἱ Γότθοι τῆς Ἀρειανῆς θρησκείας ὄντες τυγχάνουσι τότε διὰ τὸν βασιλέα ταύτῃ προσθέμενοι. τότε καὶ Οὐλφίλας ὁ τῶν Γότθων ἐπίσκοπος γράμματα ἐφεῦρε Γοτθικὰ καὶ τὸν χριστιανισμὸν ἐδίδασκεν. οὐκ εἰς μακρὰν δὲ οἱ βάρβαροι φιλίαν πρὸς ἀλλήλους σπεισάμενοι αὖθις ὑφ' ἑτέρων βαρβάρων γειτνιαζόντων αὐτοῖς τῶν καλουμένων Οὔννων καταπολεμηθέντες καὶ τῆς ἰδίας ἐξελασθέντες χώρας καὶ τὴν Ῥωμαίων γῆν καταφεύγουσιν δουλεύειν τῷ βασιλεῖ συντιθέμενοι καὶ τοῦτο πράττειν, ὅπερ ἂν ὁ Ῥωμαίων προστάξειε βασιλεύς. ταῦτα εἰς γνῶσιν ἥκει τοῦ Οὐάλεντος, καὶ μηδὲν προϊδόμενος κελεύει τοὺς ἱκετεύοντας οἴκτου τυχεῖν, πρὸς ἓν μόνον τοῦτο οἰκτίρμων γενόμενος. ἀφορίζει οὖν αὐτοῖς τὰ μέρη 388 τῆς Θρᾴκης εὐτυχεῖν μάλιστα ἐπὶ τούτῳ νομίσας. ἐλογίζετο δὲ ὡς εἴη ἕτοιμον καὶ εὐπρεπὲς κτησάμενος κατὰ πολεμίων
180
στράτευμα. ἤλπιζε γὰρ βαρβάρους Ῥωμαίων φοβερωτέρους ἔσεσθαι φύλακας καὶ διὰ τοῦτο ἠμέλει τοῦ λοιποῦ τοὺς Ῥωμαίων στρατιώτας αὐξῆσαι, καὶ τοὺς μὲν ἤδη πάλαι στρατευομένους καὶ κατὰ τοὺς πολέμους γενναίως ἀγωνισαμένους ὑπερεώρα, τὸν δὲ συντελούμενον ἐκ τῶν ἐπαρχιῶν κατὰ κώμας στρατιώτην ἐξηργύρισεν πʹ χρυσίνους ὑπὲρ ἑκάστου στρατιώτου τοὺς συντελεστὰς ἀπαιτεῖσθαι κελεύσας οὐ πρότερον συντελείας κουφίσας αὐτοῖς. τοῦτο ἀρχὴ γέγονεν τοῦ δυστυχῆσαι τότε πρὸς ὀλίγον τὴν Ῥωμαίων ἀρχήν. Οἱ γὰρ βάρβαροι τὴν Θρᾴκην κατειληφότες τὴν Ῥωμαίων καρπούμενοι χώραν τὴν εὐτυχίαν οὐκ ἤνεγκαν, ἀλλὰ κατὰ τῶν εὐεργετησάντων χωροῦσιν καὶ πάντα τὰ περὶ Θρᾴκην ἀνέτρεπον. ταῦτα οὕτως ἐπιγενόμενα εἰς γνῶσιν ἐλθόντα τοῦ Οὐάλεντος, τοῦ ἐξορίζειν τοὺς χριστιανίζοντας ἀφίστατο, καὶ ἐν θορύβῳ γενόμενος εὐθὺς ἐκ τῆς Ἀντιοχείας ἐπὶ τὴν Κωνσταντινούπολιν ἦλθεν. ἐλθὼν ὁ βασιλεὺς εἰς τὴν Κωνσταντινούπολιν εὑρίσκει τὸν δῆμον ἐν ἀθυμίᾳ καθεστῶτα πολλῇ. οἱ γὰρ βάρβαροι καταδραμόντες τὴν Θρᾴκην ἤδη καὶ τὰ προάστεια ἐπόρθουν τῆς Κωνσταντινουπόλεως μηδεμιᾶς οὔσης ἀξιομάχου δυνάμεως. ἐπεὶ δὲ καὶ τοῖς τείχεσι προσπελάζειν ἐπεχείρουν οἱ βάρβαροι, χαλεπῶς ἡ πόλις ἔφερε τὰ γινόμενα. καὶ οὗτος ἐξελθὼν ἐπὶ τοὺς βαρβάρους θνήσκει ἀξίως τῶν αὐτοῦ πράξεων. μετὰ δὲ τὸν Οὐάλεντος θάνατον οἱ βάρβαροι πάλιν ἕως τῶν τειχῶν τῆς Κωνσταντινουπόλεως ἐλθόντες τὰ περὶ αὐτὴν ἐπόρθουν προάστεια. ἐφ' οἷς ὁ δῆμος ἀγανακτῶν δι' ἑαυτῶν τοῖς βαρβάροις ἀντεπεξῄεσαν ἕκαστος τὸ παρατυγχάνον ἀντὶ ὅπλου λαμβάνοντες. ἐδίδου δὲ τοῖς ἐξιοῦσιν εἰς τὸν πόλεμον τοῦ βασιλέως ἡ γυνὴ Δομνίκα μισθὸν ἐκ τοῦ βασιλικοῦ ταμείου. ἐπεβοήθουν δὲ αὐτοῖς ὀλίγοι Σαρακηνοὶ ὑπόσπονδοι παρὰ Μαυίας πεμφθέντες. καὶ τοῦ δήμου ἀγωνισαμένου, πόρρω τῆς πόλεως ἀπεχώρησαν οἱ βάρβαροι. 3. Ὅτι ἐπὶ Θεοδοσίου τοῦ βασιλέως ἡνίκα Μάξιμος ὁ τύραννος ἐπανέστη, πρεσβεία Περσῶν παρῆν εἰρήνην παρὰ τοῦ βασιλέως αἰτοῦσα. 4. Ὅτι ἐπὶ Θεοδοσίου τοῦ μικροῦ καὶ Ἀττικοῦ ἐπισκόπου Κωνσταντινουπόλεως διὰ τὸ διώκεσθαι τοὺς χριστιανοὺς ὑπὸ Περσῶν αἱ 389 σπονδαί, ἃς πρὸς ἀλλήλους εἶχον, ἐλύοντο. τοῦ γὰρ βασιλέως Περσῶν Ἰσδιγέρδου, ὃς τοὺς χριστιανοὺς οὐκ ἐδίωκε, τελευτήσαντος, ὁ υἱὸς αὐτοῦ Βαραβάνης τὴν βασιλείαν διαδεξάμενος καὶ ὑπὸ τῶν μάγων ἀναπεισθεὶς χαλεπῶς τοὺς χριστιανοὺς ἤλαυνε τιμωρίας καὶ στρέβλας Περσικὰς διαφόρους ἐπάγων αὐτοῖς. πιεζόμενοι οὖν ὑπὸ τῆς ἀνάγκης οἱ ἐν Πέρσαις χριστιανοὶ προσφεύγουσιν Ῥωμαίοις δεόμενοι μὴ παρορᾶν αὐτοὺς φθειρομένους. Ἀττικὸς δὲ ὁ ἐπίσκοπος ἀσμένως μὲν τοὺς ἱκετεύοντας προσδέχεται, παντοῖος δὲ ἦν ὅσα δυνατὸν ἐπαμύνειν αὐτοῖς, γνώριμά τε τῷ βασιλεῖ Θεοδοσίῳ καθιστᾷ τὰ γινόμενα. ἔτυχε δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ ἄλλης ἕνεκα αἰτίας λυπεῖσθαι Ῥωμαίους πρὸς Πέρσας, ἐπειδὴ Πέρσαι οὓς παρὰ Ῥωμαίων χρυσορύκτας ἐπὶ μισθῷ λαβόντες ἔσχον ἀποδοῦναι οὐκ ἤθελον, καὶ ὅτι φορτία τῶν ἐμπόρων Ῥωμαίων ἀφείλαντο. συλλαμβάνεται οὖν ἐκείνῃ τῇ λύπῃ καὶ ἡ τῶν χριστιανῶν πρὸς Ῥωμαίους καταφυγή. εὐθὺς γὰρ ὁ Πέρσης πρεσβείας ἔπεμπε τοὺς φεύγοντας ἐξαιτούμενος, Ῥωμαῖοι δὲ οὐδαμῶς προεδίδοσαν τοὺς προσφεύγοντας αὐτοῖς οὐ μόνον ὡς ἱκέτας σώζειν θέλοντες, ἀλλὰ γὰρ ὑπὲρ τοῦ χριστιανισμοῦ πάντα ποιεῖν προθυμούμενοι. διὸ καὶ πολεμεῖν Πέρσαις μᾶλλον ᾑροῦντο ἢ περιορᾶν ἀπολλυμένους χριστιανούς. λυθεισῶν οὖν διὰ τοῦτο τῶν σπονδῶν, πόλεμος συνεκροτήθη δεινός. φθάσας γὰρ ὁ Ῥωμαίων βασιλεὺς ἀποστέλλει μερικὴν δύναμιν, ἧς ἦρχε στρατηγὸς Ἀρδαβούριος, ὃς διὰ τῆς Ἀρμενίων χώρας ἐμβαλὼν τῇ Περσίδι μίαν αὐτῆς τῶν ἐπαρχιῶν Ἀζαζηνὴν καλουμένην ἐπόρθει. ἀπήντα δὲ αὐτῷ Ναρσαῖος στρατηγὸς τοῦ Περσῶν βασιλέως σὺν δυνάμει Περσικῇ, συμβαλὼν δὲ καὶ ἡττηθεὶς φυγῇ ἀνεχώρησεν ἔγνω τε λυσιτελεῖν διὰ Μεσοποταμίας εἰς τὴν Ῥωμαίων χώραν ἀφύλακτον οὖσαν ἀπροόπτως ἐμβαλεῖν καὶ τοῦτον τὸν τρόπον ἀμύνασθαι Ῥωμαίους. οὐ μὴν τὸν Ῥωμαίων στρατηγὸν ἡ βουλὴ Ναρσαίου διέλαθεν. λαφυραγωγήσας οὖν ἡσύχως τὴν Ἀζαζηνὴν ἐπὶ τὴν Μεσοποταμίαν καὶ αὐτὸς ἐπορεύθη, καὶ ὁ Περσῶν στρατηγὸς οὐκ ἴσχυσεν εἰς τὴν Ῥωμαίων ἐμβαλεῖν. καταλαβὼν δὲ τὴν Νίσιβιν (πόλις δὲ αὕτη μεθόριος Πέρσαις ἀνήκουσα) ἐκ ταύτης ἐδήλου τῷ Ἀρδαβουρίῳ κατὰ συνθήκας ποιεῖσθαι τὸν πόλεμον ὁρίσαι τε τόπον καὶ ἡμέραν τῇ συμβολῇ. ὁ δὲ τοῖς ἐλθοῦσιν, ἀπαγγείλατε, ἔφη, Ναρσαίῳ, οὐχ 390 ὅτε σὺ
181
θέλεις πολεμήσουσιν Ῥωμαίων βασιλεῖς. πάσῃ δὲ δυνάμει παρασκευάσασθαι τὸν Πέρσην ἐννοῶν ἀντετάττετο. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΝΙΚΗΣ.] Περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Πέτρου πατρικίου καὶ μαγίστρου. 1. Ὅτι οἱ Πάρθοι πρὸς Τιβέριον ἐπρεσβεύοντο βασιλέα σφίσιν ἐκ τῶν ὁμηρευόντων δοῦναι. καὶ δέδωκεν αὐτοῖς Φραάτην τὸν τοῦ Φραάτου υἱόν. ἐκείνου δὲ κατὰ τὴν ὁδὸν τελευτήσαντος, Τιριδάτην ἐκ τοῦ βασιλικοῦ γένους ἔπεμψεν, καὶ ὅπως ὡς ῥᾷστα τὴν βασιλείαν παραλάβοι, ἔγραψε Μιθριδάτῃ τῷ Ἰβήρων βασιλεῖ εἰς τὴν Ἀρμενίαν εἰσβαλεῖν, ἵνα ὁ Ἀρτάβανος τῷ υἱεῖ βοηθῶν ἀπὸ τῆς οἰκείας παρῇ. καὶ εἰσελθὼν ὁ Τιριδάτης τὴν βασιλείαν κατέσχεν· οὐ μέντοι καὶ ἐπὶ πολὺ ἐβασίλευσεν· ὁ γὰρ Ἀρτάβανος Σκύθας προσλαβὼν οὐ χαλεπῶς αὐτὸν ἐξήλασε. καὶ ταῦτα μὲν τὰ κατὰ Πάρθους. 2. Ὅτι Μιθριδάτης ὁ τῶν Ἰβήρων βασιλεὺς ἐνεωτέρισε καὶ παρεσκευάζετο εἰς τὸν κατὰ τῶν Ῥωμαίων πόλεμον. τῆς δὲ μητρὸς ἀντιλεγούσης καὶ φυγεῖν, ἐπειδὴ μὴ πείθειν αὐτὸν ἠδύνατο, βουληθείσης, βουλόμενος ἐπικαλύψαι τὸ σπουδαζόμενον αὐτὸς μὲν παρεσκευάζετο, πέμπει δὲ Κότυν τὸν ἀδελφὸν εἰς πρεσβείαν φιλίους λόγους τῷ Κλαυδίῳ κομίζοντα. ὁ δὲ παραπρεσβεύσας πάντα αὐτῷ κατεμήνυσε καὶ βασιλεὺς Ἰβηρίας ἀντὶ Μιθριδάτου γίνεται. 3. Ὅτι Δεκέβαλος ὁ Δακῶν βασιλεὺς ἐπεκηρυκεύετο πρὸς Δομιτιανὸν εἰρήνην ὑπισχνούμενος· ἐφ' ὃν ἔπεμψε Δομιτιανὸς Φοῦσκον μετὰ πολλῆς δυνάμεως. ὅπερ μαθὼν ὁ Δεκέβαλος ἔπεμψε πρὸς αὐτὸν πρεσβείαν αὖθις ἐν χλευασμῷ λέγων ὡς, εἰ ἕλοιτο ἕκαστος Ῥωμαίων δύο ὀβολοὺς Δεκεβάλῳ ἑκάστου ἔτους τελεῖν, 391 εἰρήνην πρὸς αὐτὸν τίθεσθαι· εἰ δὲ μὴ τοῦτο ἕλοιτο, πολεμήσειν καὶ μεγάλα αὐτοῖς προστρίψεσθαι κακά. 4. Ὅτι Δεκέβαλος πρὸς Τραιανὸν πρέσβεις ἔπεμψε πιλοφόρους· οὗτοι γάρ εἰσι παρ' αὐτοῖς οἱ τιμιώτεροι. πρότερον γὰρ κομήτας ἔπεμπεν εὐτελεστέρους δοκοῦντας παρ' αὐτοῖς εἶναι. ἐκεῖνοι δὲ ἐλθόντες ἐπὶ τοῦ Τραιανοῦ ἔρριψαν καὶ τὰ ὅπλα καὶ τὰς χεῖρας ὄπισθεν δήσαντες ἐν αἰχμαλώτων τάξει ἐδέοντο τοῦ Τραιανοῦ εἰς λόγους ἐλθεῖν Δεκεβάλῳ. 5. Ὅτι πάλιν ὁ Δεκέβαλος πρεσβείαν ἔπεμψε πρὸς Τραιανὸν τῶν παρόντων ἀνακωχὴν κομιζόμενος. ὑπισχνεῖτο δὲ τά τε ὅπλα πάντα καὶ τὰ μηχανήματα παραδιδόναι τῷ Τραιανῷ καὶ τοὺς μηχανοποιοὺς τοὺς Ῥωμαίους τοὺς παρ' αὐτῷ ὄντας καὶ τοὺς αὐτομόλους, καὶ τὰ ἐρύματα πάντα ὅσα κατεσκεύασε καθαιρεῖν, παραχωρεῖν δὲ καὶ τῆς γῆς, ἣν ἐκράτησεν ὁ Τραιανός, καὶ τοὺς ἐχθροὺς αὐτοῦ καὶ τῶν Ῥωμαίων οἰκείους ἐχθροὺς νομίζειν, καὶ αὐτόμολον μὴ ὑποδέχεσθαι, μηδὲ στρατιώτην Ῥωμαῖον ἔχειν ἐγγὺς ἑαυτοῦ. προσεδέξατο οὖν τὴν πρεσβείαν ὁ Τραιανὸς ἐπὶ ταύταις ταῖς συνθήκαις. ὁ δὲ Δεκέβαλος τὰ ὅπλα ἔρριψεν ἐπὶ αὐτοῦ καὶ εἰς τὴν γῆν πεσὼν προσεκύνησε καὶ εἰς Ῥώμην πρέσβεις ἔπεμψε, καὶ αὐτοὶ ὁμοίως τὰς χεῖρας ἔδησαν ὡς ἐν αἰχμαλώτων τάξει. 6. Ὅτι Λαγγιοβάρδων καὶ Ὀβίων ἑξακισχιλίων τὸν Ἴστρονπεραιωθέντων, τῶν περὶ Βίνδικα ἱππέων ἐξελασάντων καὶ τῶν ἀμφὶ Κάνδιδον πεζῶν ἐπιφθασάντων, εἰς παντελῆ φυγὴν οἱ βάρβαροι ἐτράποντο. ἐφ' οἷς οὕτω πραχθεῖσιν ἐν δέει καταστάντες ἐκ πρώτης ἐπιχειρήσεως οἱ βάρβαροι πρέσβεις παρὰ Ἰάλλιον Βάσσον τὴν Παιονίαν διέποντα στέλλουσι, Βαλλομάριόν τε τὸν βασιλέα Μαρκομάννων καὶ ἑτέρους δέκα, κατὰ ἔθνος ἐπιλεξάμενοι ἕνα. καὶ ὅρκοις τὴν εἰρήνην οἱ πρέσβεις πιστωσάμενοι οἴκαδε χωροῦσιν. 7. Ὅτι Κούαδοι πρέσβεις ἔπεμψαν πρὸς Μάρκον εἰρήνην αἰτούμενοι, καὶ ἔτυχον. καὶ πολλοὺς μὲν ἵππους, πολλοὺς δὲ βόας δεδώκασι, καὶ αἰχμαλώτους τότε μὲν μυρίους καὶ τρισχιλίους, ὕστερον δὲ καὶ ἑτέρους πλείστους ἀπέλυσαν. 8. Ὅτι ἦλθον καὶ Ἄστιγγοι καὶ Λακριγγοὶ εἰς βοήθειαν τοῦ Μάρκου. 9. Ὅτι οἱ Κάρποι τὸ ἔθνος φθονοῦντες τοῖς καθ' ἕκαστον ἐνιαυτὸν τελουμένοις τοῖς Γότθοις ἔπεμψαν πρὸς Τούλιον Μηνόφιλον πρεσβείαν μετὰ ὑπερηφανίας ἀπαιτοῦντες χρήματα.
182
οὗτος δὲ δοὺξ ἦν Μυσίας καὶ καθ' ἑκάστην ἡμέραν τὸν στρατὸν ἐγύμναζε· καὶ προμαθὼν τὴν ὑπερηφανίαν αὐτῶν ἐπὶ πολλὰς ἡμέρας οὐκ ἐδέξατο αὐτοὺς διδοὺς αὐτοῖς ἄδειαν ὁρᾶν τοὺς στρατιώτας γυμναζομένους. καὶ ἵνα τῷ παρελκυσμῷ καθέλοι αὐτῶν τὰ φρονήματα, καθίσας ἐπὶ βήματος ὑψηλοῦ καὶ παραστήσας τοὺς μεγίστους τοῦ στρατοπέδου ἐδέξατο αὐτοὺς μηδένα λόγον αὐτῶν ποιούμενος, ἀλλ' ἐν τῷ μέσῳ λεγόντων αὐτῶν τὴν πρεσβείαν συνεχῶς ἑτέροις διελέγετο, ὡς δὴ ἄλλα τιμιώτερα πράγματα ἔχων. οἱ δὲ περιδεεῖς γενόμενοι οὐδὲν ἄλλο εἰρήκασιν, εἰ μὴ ὅτι· διὰ τί οἱ Γότθοι τοσαῦτα χρήματα παρ' ὑμῶν λαμβάνουσιν, καὶ ἡμεῖς οὐ λαμβάνομεν; ὁ δὲ εἶπεν ὅτι· ὁ αὐτοκράτωρ πολλῶν χρημάτων κύριός ἐστι καὶ τοῖς δεομένοις αὐτοῦ χαρίζεται. οἱ δὲ ἐπήγαγον ὅτι· καὶ ἡμᾶς ἐχέτω εἰς τοὺς δεομένους καὶ δότω ἡμῖν τοσαῦτα· ἡμεῖς γὰρ κρείττονες ἐκείνων ἐσμέν. καὶ γελάσας ὁ Μηνόφιλος εἶπεν· καὶ περὶ τούτων μηνῦσαι δέομαι τῷ αὐτοκράτορι. καὶ μετὰ δʹ μῆνας δεῦτε εἰς τόνδε τὸν τόπον, καὶ εὑρίσκετε καὶ λαμβάνετε ἀπόκρισιν. καὶ μετῆλθεν ἐκεῖ καὶ πάλιν τοὺς στρατιώτας ἐγύμναζεν. καὶ ἦλθον οἱ Κάρποι μετὰ τοὺς τέσσαρας μῆνας, καὶ τὸ ὅμοιον σχῆμα ποιήσας αὐτοῖς ἑτέραν εὗρεν ἀναβολὴν τριῶν μηνῶν. καὶ πάλιν εἰς ἕτερον στρατόπεδον ἐδέξατο αὐτοὺς ὁμοίως, καὶ ἔδωκεν αὐτοῖς ἀπόκρισιν ὅτι· ὅσον ἐξ ὑποσχέσεως οὐδὲν ὑμῖν παντελῶς δίδωσιν ὁ βασιλεύς· εἰ δὲ δέεσθε συγκροτήσεως, ἀπελθόντες ῥίψατε ἑαυτοὺς πρηνεῖς καὶ δεήθητε αὐτοῦ· καὶ εἰκός ἐστι συγκροτηθῆναι ὑμᾶς. οἱ δὲ μετὰ ἀγανακτήσεως ἀνεχώρησαν, καὶ κατὰ τὴν τοῦ Μηνοφίλου ἀρχὴν εἰς τρία ἔτη ἀνυσθεῖσαν ἡσυχίαν ἔσχον. 10. Ὅτι Σαπώρης ὁ Περσῶν βασιλεὺς τὸν Εὐφράτην διαβὰς μετὰ τοῦ οἰκείου στρατοπέδου, ἠσπάζοντο ἀλλήλους καὶ ἔχαιρον ὡς ἀπὸ μεγάλου κινδύνου φυγόντες. πρὸς δὲ τοὺς ἐν Ἐδέσσῃ στρατιώτας πέμπει ὑποσχόμενος αὐτοῖς διδόναι πᾶν τὸ Σύριον νόμισμα τὸ ὂν παρ' αὐτῷ, ἵν' ἀνενόχλητον αὐτὸν συγχωρήσωσι 393 παρελθεῖν καὶ μὴ ἕλωνται κίνδυνον εἰς ἀμφιβολίαν αὐτοὺς ἄγοντα καὶ ἀσχολίαν αὐτῷ περιποιῆσαι καὶ βραδυτῆτα. οὐ γὰρ δεδιὼς αὐτοὺς ταῦτα ἐπιδιδόναι ἔφη, ἀλλ' ἐπειγόμενος τὴν ἑορτὴν εἰς τὰ οἰκεῖα ποιῆσαι καὶ μὴ βουλόμενος τριβὴν καὶ ὑπέρθεσιν γενέσθαι τῇ ὁδοιπορίᾳ αὐτοῦ. καὶ εἵλοντο οἱ στρατιῶται λαβεῖν τὸ χρυσίον ἀκινδύνως καὶ παραχωρῆσαι αὐτοῖς παρελθεῖν. 11. Ὅτι Οὐανδαλοὶ ἡττηθέντες ἔπεμψαν πρεσβείαν πρὸς Αὐρηλλιανὸν παρακαλοῦντες εἰς εἰρήνην. Αὐρηλλιανὸς δὲ ἀσμένως ἐδέξατο· καὶ πακτεύσας πρὸς αὐτοὺς ἀνεχώρησαν. 12. Ὅτι Ἀφφαρβᾶν φίλτατος ὢν ὡς μάλιστα τῷ Ναρσαίῳ τῷ Περσῶν βασιλεῖ εἰς πρεσβείαν πεμφθεὶς σὺν ἱκετείᾳ τῷ Γαλερίῳ ὑπήντησεν. ὅστις ἄδειαν τοῦ λέγειν λαβὼν εἶπεν· φανερόν ἐστι τῷ γένει τῶν ἀνθρώπων ὅτι ὡσπερανεὶ δύο λαμπτῆρές εἰσιν ἥ τε Ῥωμαϊκὴ καὶ Περσικὴ βασιλεία· καὶ χρὴ καθάπερ ὀφθαλμοὺς τὴν ἑτέραν τῇ τῆς ἑτέρας κοσμεῖσθαι λαμπρότητι, καὶ μὴ πρὸς ἀναίρεσιν ἑαυτῶν ἀμοιβαδὸν μέχρι παντὸς χαλεπαίνειν. τοῦτο γὰρ οὐκ ἀρετὴ μᾶλλον, ἀλλὰ κουφότης νομίζεται ἢ μαλακία· τοὺς γὰρ μεταγενεστέρους οἰόμενοι μὴ δύνασθαι ἑαυτοῖς βοηθεῖν σπουδάζουσι τοὺς ἀντιτεταγμένους ἀνελεῖν. μὴ χρῆναι μέντοι μηδὲ Ναρσαῖον ἀσθενέστερον πάντων τῶν ἄλλων βασιλέων νομίζεσθαι, ἀλλὰ τοσοῦτον τῶν ἄλλων βασιλέων Γαλέριον ὑπερέχειν ὥστε αὐτὸν τούτῳ μόνῳ δικαίως Ναρσαῖον ἡττῆσθαι, καίτοι τῆς τῶν οἰκείων προγόνων ἀξίας καταδεέστερον οὐ γενόμενον. πρὸς τούτοις ἔλεγεν ὁ Ἀφφαρβᾶν ἐντετάλθαι αὐτῷ παρὰ Ναρσαίου, ὡς ἔχοντες ἐπιείκειαν τὸ τῆς οἰκείας βασιλείας δίκαιον τῇ Ῥωμαίων ἐπιτρέψαι φιλανθρωπίᾳ. τοιγαροῦν μηδὲ τοὺς ὅρους κομίζειν, ἐφ' οἷς χρὴ γενέσθαι τὴν εἰρήνην, ἀλλὰ τὸ ὅλον τῇ γνώμῃ τοῦ βασιλέως διδόναι, πλὴν ὅτι παρακαλεῖ τοὺς παῖδας μόνον καὶ τὰς γαμετὰς αὐτῷ ἀποδοθῆναι, διὰ τῆς τούτων ἀποδόσεως πλέον εὐεργεσίαις ἔνοχος εἶναι λέγων ἢ ὅπλοις περιών· οὐδὲ νῦν δύνασθαι κατ' ἀξίαν χάριτας ὁμολογεῖν, ὅτι ἐν αἰχμαλωσίᾳ γενόμενοι τῆς ἐντεῦθεν οὐκ ἐπειράθησαν ὕβρεως, ἀλλ' οὕτω μετεχειρίσθησαν ὡς τῇ οἰκείᾳ εὐγενείᾳ ὅσον οὔπω ἀποδοθησόμενοι. ἐν τούτοις εἰς μνήμην ἦγε καὶ τὸ τῶν ἀνθρωπίνων πραγμάτων εὐμετάβλητον. ὁ δὲ Γαλέριος πρὸς ταῦτα δόξας ὀργίζεσθαι, συγκινήσας τὸ ἑαυτοῦ σῶμα ἀπε 394 κρίνατο λέγων οὐ καλῶς Πέρσας ἀξιοῦν τῆς μεταβολῆς τῶν ἀνθρωπίνων πραγμάτων ἑτέρους μεμνῆσθαι, ὁπότε αὐτοὶ καιροῦ ἐπιλαμβανόμενοι οὐ παύονται ταῖς τῶν ἀνθρώπων συμφοραῖς ἐπικείμενοι. καλῶς γὰρ καὶ ἐπὶ Βαλεριανοῦ τὸ μέτρον τῆς νίκης
183
ἐφυλάξατε, οἵτινες δόλοις αὐτὸν ἀπατήσαντες κατέσχετε καὶ μέχρι γήρως ἐσχάτου καὶ τελευτῆς ἀτίμου οὐκ ἀπελύσατε, εἶτα μετὰ θάνατον μυσαρᾷ τινι τέχνῃ τὸ δέρμα αὐτοῦ φυλάξαντες θνητῷ σώματι ἀθάνατον ὕβριν ἐπηγάγετε. ταῦτα διεξελθὼν ὁ βασιλεὺς καὶ εἰπὼν ἑαυτὸν ἐπικαμφθῆναι οὐχ οἷς Πέρσαι διὰ τῆς πρεσβείας ὑπέμνησαν, ὡς δέοι πρὸς τὰς ἀνθρωπίνας ἀφορᾶν τύχας, (διὰ τοῦτο γὰρ μᾶλλον καὶ πρὸς ὀργὴν προσήκειν κινεῖσθαι, εἴ τις πρὸς ἃ Πέρσαι πεπράχασιν ἀποβλέψειεν·) ἀλλὰ τοῖς τῶν οἰκείων προγόνων ἴχνεσιν ἀκολουθεῖν, οἷς ἔθος φείδεσθαι μὲν τῶν ὑπηκόων, καταγωνίζεσθαι δὲ τῶν ἀντιταττομένων, ἐκέλευσε τῷ πρεσβευομένῳ τῷ ἰδίῳ βασιλεῖ ἀπαγγεῖλαι τὴν Ῥωμαίων καλοκἀγαθίαν, ὧν τῆς ἀρετῆς ἐπειράθη, καὶ οὐ πολλῷ ὕστερον πρέσβεις ἐλπίζειν παρ' αὐτὸν ἀφιξομένους κατὰ γνώμην τοῦ βασιλέως. 13. Ὅτι Λικίννιος πέμπει πρεσβευτὴν πρὸς Κωνσταντῖνον Μεστριανὸν κόμητα. ἐλθόντα δὲ τὸν Μεστριανὸν ὁ βασιλεὺς ἐπί τινα χρόνον διέσυρεν· μετὰ ταῦτα δὲ πρός τε τὸ ἄδηλον τοῦ πολέμου ἀποβλέπων, ἅμα δὲ καὶ ὅτι οἱ τοῦ Λικιννίου ἐφόδῳ λανθανούσῃ χρησάμενοι τὴν βασταγὴν αὐτοῦ μετὰ τῆς βασιλικῆς ὑπηρεσίας κατέσχον, δέχεται αὐτόν. ὁ δὲ τοῖς δυσὶ βασιλεῦσι τὴν εἰρήνην ἐπρεσβεύετο μὴ χρῆναι λέγων τὸν τοὺς ὁμοφύλους νενικηκότα κατ' αὐτῶν χαλεπαίνειν. ὅ τι γὰρ ἂν ἀπόλοιτο, τοῦτο λοιπὸν τῷ νενικηκότι, ἀλλ' οὐχὶ τοῖς ἡττημένοις ἀπόλλυσθαι· καὶ ὅτι ὁ ἑνὶ τὴν εἰρήνην ἀρνούμενος πολλῶν ἐμφυλίων πολέμων γίνεται αἴτιος. ὁ δὲ βασιλεὺς τῷ τε προσώπῳ καὶ τῇ τοῦ σώματος κινήσει τὸ μέγεθος τῆς ὀργῆς δηλῶν καὶ μόλις φωνὴν ἀφεὶς εἶπεν· οὐχ οὕτω μέχρι τοῦ παρόντος διεγενόμεθα, οὐδὲ διὰ τοῦτο ἐκ τοῦ ὠκεανοῦ μέχρι τῶν ἐνταῦθα πολεμοῦντες καὶ νικῶντες ἀφικόμεθα, ὥστε μὴ ἐθέλειν τὸν οἰκεῖον γαμβρὸν κοινωνὸν ἔχειν διὰ τὰ μύση αὐτοῦ καὶ τὴν ἀγχιστείαν ἀπαγορεύειν, εὐτελὲς δὲ ἀνδράποδον μετ' αὐτοῦ εἰς τὰ βασίλεια προσδέξασθαι. ἐκέλευσεν οὖν τὸν Μεστριανόν, τούτου τοῦ μέρους τῆς πρεσβείας σχολάζοντος, εἴ τι ἕτερον αἰτεῖν βούλοιτο, λέγειν· καὶ ἔδοξε τὸν Βάλεντα ἐκβληθῆναι τῆς βασιλείας. 14. Ὅτι Μαγνέντιος καὶ Βρεττανίων πέμπουσι πρέσβεις πρὸς Κωνστάντιον. πέμπονται δὲ Ῥουφῖνος καὶ Μαρκελλῖνος, ὁ μὲν ὕπαρχος ὢν τῶν πραιτωρίων, ὁ δὲ ἕτερος στρατηλάτης, καὶ Νουνέχιος συγκλητικὸς ὕπαρχος, καὶ Μάξιμος πρὸς τούτοις, ὑπομνήσοντες τὸν Κωνστάντιον ὅπλων ἀποσχέσθαι καὶ πρώτην ἔχειν ἐν τῇ βασιλείᾳ τιμήν. ὁ δὲ Μαγνέντιος δι' αὐτῶν τὴν ἰδίαν θυγατέρα τῷ Κωνσταντίῳ ὑπισχνεῖτο διδόναι γαμετὴν ἐπὶ τῷ καὶ αὐτὸς τὴν Κωνσταντίαν λαβεῖν τὴν ἀδελφὴν τοῦ Κωνσταντίου. ἐδέξατο οὖν ὁ βασιλεὺς τοὺς Βρεττανίωνος καὶ Μαγνεντίου πρέσβεις, ἐν οἷς ὁ Ῥουφῖνος τῷ οἰκείῳ χρώμενος ἀξιώματι πολλάκις τῆς περὶ τῶν παρόντων πραγμάτων καταστάσεως τὸν Κωνστάντιον ὑπεμίμνησκε φάσκων μὴ χρῆναι αὐτὸν ἀπροόπτως κεκμηκότα ἤδη τοῖς πολέμοις δύο κατ' αὐτοῦ βασιλεῖς στρατιωτικῆς τε ἐπιστήμης ἐμπείρους καὶ ὁμονοοῦντας ἀλλήλοις καὶ ἔτι ἀκεραίους ὄντας εἰς πόλεμον προκαλεῖσθαι· οἵτινες, εἰ μὴ περὶ εἰρήνης συνδόξαιεν, ὁποῖοι καὶ πηλίκοι κατὰ τὸν ἐμφύλιον πόλεμον ἔσονται παραταττόμενοι, εἴτε εἷς μόνος εἴτε ὁμοῦ ἄμφω παραγένοιντο, μὴ θέλειν αὐτὸν ἑτέρωθεν μαθεῖν ἢ ἐκ τῶν ἤδη πεπραγμένων αὐτοῖς, ὅτε ταῖς ἐκείνων παρατάξεσιν αὐτῷ τε καὶ τῷ γένει αὐτοῦ θρίαμβοι κατωρθοῦντο. καὶ ὁ Νουνέχιος εὐθὺς ἔφη τῷ προοιμίῳ εἰρήνην αἰτεῖν τὸν Μαγνέντιον. ταύτης τῆς πρεσβείας ἀκούσας ὁ βασιλεὺς ἐν φροντίσι πολλαῖς ἦν, καὶ εἰς ὕπνον τραπεὶς εἶδεν ὄψιν, ὅτι ὁ πατὴρ αὐτοῦ ὥσπερ ἐξ ὕψους κατιὼν καὶ τῇ χειρὶ κατέχων τὸν Κώνσταντα, ὃν ἀνεῖλε Μαγνέντιος, τοῦτον αὐτῷ προσφέρων ταῦτα πρὸς αὐτὸν ἐδόκει τὰ ῥήματα φθέγγεσθαι· Κωνστάντιε, ἰδοὺ Κώνστας ὁ πολλῶν βασιλέων ἀπόγονος, ὁ ἐμὸς υἱὸς καὶ σὸς ἀδελφός, τυραννικῶς ἀπολλύμενος. μήτε οὖν τὴν βασιλείαν διακοπτομένην μήτε τὴν πολιτείαν ἀνατρεπομένην περιίδῃς μήτε εὐλαβηθῇς ἀπειλάς, ἀλλὰ τὴν ἐντεῦθεν ἐσομένην σοι δόξαν πάσης ἐκβάσεως προτίμησον, καὶ μὴ ἴδῃς ἀνεκδίκητον ἀδελφόν. μετὰ ταύτην τὴν ὄψιν ἀφυπνισθεὶς ὁ Κωνστάντιος, τῶν πρέσβεων πλὴν Ῥουφίνου φυλακῇ παραδοθέντων. 15. Ὅτι ἐπὶ Κωνσταντίου πρέσβεις ἦλθον Περσῶν. ὁ δὲ τῆς πρεσβείας ἡγεμὼν Ναρσῆς τὸ τραχὺ τῶν γραμμάτων ὧν ἐπεφέρετο 396 τῇ τῶν οἰκείων ἡμερότητι τρόπων συγκεράσας ἔδωκε
184
πρὸς ἀνάγνωσιν. 16. Ὅτι οἱ βάρβαροι ἐπὶ Ἰουλιανοῦ τοῦ παραβάτου εἰρήνην ᾔτουν· ὁ δὲ ἦλθεν εἰς τὸ σπείσασθαι αὐτοῖς καὶ ἐζήτει ὁμήρους λαβεῖν. οἱ δὲ βάρβαροι πάνυ πολλοὺς ἔλεγον ἔχειν, οὓς ὁ Ἰουλιανὸς ἔφασκε νόμῳ ἔχειν πολέμου, ἀλλ' οὐ παρ' ἐκείνων δεδομένους· νῦν δὲ ζητεῖν εἰρήνης ἐνέχυρα, εἴ τινες εἶεν πρὸς τοῦτο παρ' αὐτοῖς ἐπιτήδειοι. ἐκείνων δὲ οὐδὲν ἀπαρνουμένων, ἀλλὰ δώσειν συντιθεμένων οὓς ἂν αὐτὸς ἐπιλέξαιτο, τὸν τοῦ βασιλέως υἱὸν ἠξίου λαβεῖν ὡς ἀντὶ πολλῶν μόνον ἀρκοῦντα· ὃν εἶχεν αἰχμάλωτον. οἱ δὲ βάρβαροι ἤδη τεθνάναι αὐτὸν ὑπολαμβάνοντες ἅμα πάντες μετὰ τοῦ σφῶν βασιλέως ὀδυρόμενοί τε καὶ στένοντες ἐδέοντο τοῦ Καίσαρος ἀδύνατα μὴ ζητεῖν, ἀπαιτοῦντα τοὺς ἤδη τεθνεῶτας ὁμήρους· τοῦτο δὲ τεκμήριον εἶναι τοῦ σπονδὰς αὐτὸν μὴ ἐθέλειν ποιήσασθαι. Περὶ πρέσβεων ἐθνικῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Διοδώρου Σικελιώτου. 1. Ὅτι ἐπὶ Ὁστιλλίου Τύλλου τοῦ Ῥωμαίων βασιλέως Ἀλβανοιτὴν αὔξησιν τῶν Ῥωμαίων ὑφορώμενοι καὶ ταπεινῶσαι τούτους βουλόμενοι προσεποιήσαντο ἐπὶ τῆς ἑαυτῶν χώρας γεγονέναι λῃστὰς Ῥωμαίους, καὶ ἔπεμψαν εἰς Ῥώμην πρεσβευτὰς τοὺς τὸ δίκαιον αἰτήσοντας, εἰ δὲ μὴ προσέχωσιν, πόλεμον καταγγελοῦντας. Ὁστίλλιος δὲ ὁ τῶν Ῥωμαίων βασιλεὺς πυθόμενος, ὡς ζητοῦσι πρόφασιν πολέμου, τοῖς μὲν φίλοις παρήγγειλε τοὺς πρέσβεις ἐκδέξασθαι καὶ παρακαλεῖν ἐπὶ ξενίαν, αὐτὸς δὲ ἐκκλίνας τὴν πρὸς τούτους ἔντευξιν ἔπεμψεν εἰς Ἀλβανοὺς τὸ παραπλήσιον τοῖς ἐκείνων ποιήσοντας. τοῦτο δὲ συνετέλεσεν ἀρχαϊκῷ τινι προαχθεὶς ἔθει διὰ τὸ τοὺς παλαιοὺς μηδὲν οὕτω σπουδάζειν ὡς τὸ δικαίους 397 ἐνίστασθαι πολέμους. εὐλαβεῖτο γὰρ μὴ τοὺς αἰτίους τῆς λῃστείας οὔθ' εὑρεῖν δυνάμενος οὔτε παραδιδοὺς τοῖς ἐξαιτοῦσι δόξῃ πόλεμον ἄδικον ἐπαναιρεῖσθαι. ἐντυχόντων δὲ πρότερον τῶν εἰς Ἄλβαν πεμφθέντων τὸ μὴ λαμβάνειν τὸ δίκαιον, εἰς ἡμέραν τριακοστὴν πόλεμον κατήγγειλαν. ὃν οἱ μὲν τῶν Ἀλβανῶν πρεσβευταὶ κατὰ τὴν ἐξαίτησιν ἀπόκρισιν ἔλαβον ὅτι, πρότερον ἐκείνων οὐ διδόντων τὸ δίκαιον, οἱ Ῥωμαῖοι πόλεμον αὐτοῖς κατηγγελκότες εἴησαν· οἱ δὲ δῆμοι πρὸς ἀλλήλους ἐπιγαμίας ἔχοντες καὶ φιλίαν ἀπὸ ταύτης τῆς αἰτίας εἰς διαφορὰν κατέστησαν. 2. Ὅτι Καμβύσου τοῦ Περσῶν βασιλέως κυριεύσαντος πάσης Αἰγύπτου, πρὸς τοῦτον οἱ Λίβυες καὶ Κυρηναῖοι συνεστρατευκότες τοῖς Αἰγυπτίοις ἀπέστειλαν δῶρα καὶ τὸ προσταττόμενον ποιήσειν ἐπηγγείλαντο. 3. Ὅτι οἱ παρὰ Νάβιδος καὶ Φλαμινίου πεμφθέντες εἰς Ῥώμην πρεσβευταὶ περὶ τῶν συνθηκῶν ἐπεὶ διελέχθησαν τῇ συγκλήτῳ περὶ ὧν τὰς ἐντολὰς εἶχον, ἔδοξε τῇ γερουσίᾳ βεβαιοῦν τὰς ὁμολογίας καὶ τὰς φρουρὰς τὰς ἐκ τῆς Ἑλλάδος καὶ τὰς στρατείας ἀπάγειν. ὁ δὲ Φλαμίνιος ἀκούσας τὰ διῳκημένα πανταχόθεν τοὺς ἀρίστους τῶν Ἑλλήνων μετεπέμψατο καὶ συναγαγὼν ἐκκλησίαν τὰς τῶν Ῥωμαίων εἰς τοὺς Ἕλληνας εὐεργεσίας ἀνενεώσατο καὶ περὶ τῶν κατὰ τὸν Νάβιν ἀπελογεῖτο, διότι κατὰ τὸ δυνατὸν πεποιήκασι, καὶ ὅτι κατὰ τὴν τοῦ δήμου προαίρεσιν ἅπαντες οἱ τὴν Ἑλλάδα κατοικοῦντες ὦσιν ἐλεύθεροι καὶ ἀφρούρητοι καὶ τὸ μέγιστον τοῖς ἰδίοις νόμοις πολιτευόμενοι. ᾐτήσατο δὲ παρὰ τῶν Ἑλλήνων χάριν ὅπως τοὺς δουλεύοντας παρ' αὐτοῖς Ἰταλιώτας ἀναζητήσαντες ἀποστείλωσιν ἐν ἡμέραις τριάκοντα. ὃ καὶ γέγονεν. 4. Ὅτι πάλιν ἡ σύγκλητος διήκουσε τῶν ἀπὸ τῆς Ἑλλάδος πρεσβειῶν καὶ ταύταις φιλανθρώπως προσεφώνει βουλομένη προθύμους αὐτοὺς ἔχειν πρὸς τὸν Ἀντιοχικὸν πόλεμον, ὃν ταχέως προσεδόκα. τοῖς δὲ παρὰ Φιλίππου πρέσβεσιν ἀπεκρίθη, διότι φυλάττοντος αὐτοῦ τὴν πίστιν τῶν τε φόρων αὐτὸν ἀπολύσει καὶ Δημήτριον τὸν υἱόν. τοῖς δὲ ἐληλυθόσι παρὰ Ἀντιόχου συνέστησεν ἐκ τῆς βουλῆς ἄνδρας δέκα τοὺς διακουσομένους περὶ ὧν ἔφησαν ἐντολὰς ἔχειν παρὰ τοῦ βασιλέως. ὧν συνεδρευσάντων ὁ τῆς 398 πρεσβείας ἀφηγούμενος Μένιππος ἔλεγεν ἥκειν, ὅπως Ἀντιόχῳ φιλίαν καὶ συμμαχίαν συνάψηται πρὸς Ῥωμαίους. ἔφησε δὲ θαυμάζειν τὸν βασιλέα διὰ τίνα ποίαν τ' αἰτίαν προστάττουσιν αὐτῷ Ῥωμαῖοι τινὰ μὲν τῶν κατὰ τὴν Εὐρώπην μὴ πολυπραγμονήσειν, τινῶν δὲ τῶν πόλεων ἀφίστασθαι καὶ παρ' ἐνίων τοὺς ὀφειλομένους φόρους μὴ λαμβάνειν. ταῦτα γὰρ οὐ τοῖς ἐξ ἴσου τὴν φιλίαν ποιουμένοις ἔθος εἶναι ποιεῖν, ἀλλὰ
185
τοῖς πολέμῳ νενικηκόσι· τοὺς δὲ πρὸς αὐτὸν πρεσβεύοντας ἐπὶ Λυσιμαχίαν ἐπιτακτικῶς αὐτῷ διαστέλλειν περὶ τούτων. Ἀντιόχῳ δὲ πρὸς Ῥωμαίους πόλεμον μὲν μηδέποτε γεγονέναι· φιλίαν δ' ἂν συνθέσθαι βούλωνται πρὸς αὐτόν, ἕτοιμον εἶναι. ὁ δὲ Φλαμίνιος ἔφη δυοῖν πραγμάτων ὄντων ἕτερον τῷ βασιλεῖ τὴν σύγκλητον συγχωρεῖν, εἰ μὲν βούλεται τῆς Εὐρώπης ἀπέχεσθαι, μηδὲν πολυπραγμονεῖν Ῥωμαίους τῶν κατὰ τὴν Ἀσίαν· εἰ δὲ τοῦτο μὴ προαιρεῖται, γινώσκειν ὅτι Ῥωμαῖοι τοῖς ἑαυτῶν φίλοις καταδουλουμένοις βοηθήσουσιν. τῶν δὲ πρεσβευτῶν ἀποκριναμένων ὡς οὐδὲν τοιοῦτον συνθήσονται, δι' οὗ ταπεινώσουσι τὴν βασιλέως ἀρχήν, τῇ ἐχομένῃ τοῖς Ἕλλησιν ἡ σύγκλητος εἶπεν ὡς, ἐὰν Ἀντίοχος περιεργάζηταί τι τῶν κατὰ τὴν Εὐρώπην, Ῥωμαῖοι μετὰ πολλῆς σπουδῆς τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας ἐλευθερώσουσιν. ἐπισημηναμένων δὲ τῶν ἐκ τῆς Ἑλλάδος πρεσβευτῶν, οἱ παρὰ τοῦ βασιλέως ἠξίουν τε τὴν σύγκλητον ἐνθυμηθῆναι ἡλίκων ἑκατέροις κατάρχεται κινδύνων καὶ μηδὲν ταχέως πράττειν, ἀλλὰ τῷ βασιλεῖ δοῦναι χρόνον εἰς βουλήν, καὶ αὐτὴν ἐπιμελέστερον περὶ τούτων βουλεύεσθαι. 5. Ὅτι τοῖς Αἰτωλοῖς διαπρεσβευσαμένοις περὶ διαλύσεων ἐδογμάτισεν ἡ σύγκλητος ἢ τὰ καθ' ἑαυτοὺς ἐπιτρέπειν Ῥωμαίοις ἢ χίλια τάλαντα ἀργυρίου δοῦναι παραχρῆμα Ῥωμαίοις. οἱ δὲ διὰ τὴν ἀποτομίαν τῆς ἀποκρίσεως οὐ προσδεξάμενοι τὰ προσταττόμενα εἰς φόβους καὶ μεγάλους κινδύνους ἐνέπεσον· συνηγωνισμένοι τε τῷ βασιλεῖ ἐκτενέστατα εἰς ἀπορίαν ἐνέπιπτον οὐδεμίαν ἔκβασιν ἔχοντες τῶν κακῶν. 6. Ὅτι ὁ Ἀντίοχος πυθόμενος τοὺς Ῥωμαίους εἰς τὴν Ἀσίαδιαβεβηκέναι πρεσβευτὴν ἐξέπεμψε πρὸς τὸν ὕπατον Ἡρακλείδην τὸν Βυζάντιον περὶ διαλύσεων, ἀποδιδοὺς μὲν τὴν ἡμίσειαν τῆς δαπάνης, διδοὺς δὲ Λάμψακον καὶ Σμύρναν καὶ Ἀλεξάνδρειαν, δι' 399 ἃς ὁ πόλεμος ἐδόκει κεκινῆσθαι. αὗται γὰρ αἱ πόλεις πρῶται τῶν κατὰ τὴν Ἀσίαν Ἑλλήνων ἐπεπρεσβεύκεισαν πρὸς τὴν σύγκλητον παρακαλοῦσαι περὶ τῆς ἐλευθερίας αὑτῶν. 7. Ὅτι ὁ Ἀντίοχος Ποπλίῳ Σκιπίωνι τῷ τοῦ συνεδρίου προεστῶτι τὸν υἱὸν προσεπηγγείλατο ἄνευ λύτρων ἀποδώσειν, ὃν ἦν εἰληφὼς ὅτε περὶ Εὔβοιαν διέτριβεν, οὐδὲν δ' ἧττον καὶ χρημάτων πλῆθος συνεπιλαβομένῳ τῆς εἰρήνης. ὁ δὲ Σκιπίων ὑπὲρ μὲν τῆς κατὰ τὸν υἱὸν ἀποδόσεως ἔφησε χάριν ἕξειν τῷ βασιλεῖ, χρημάτων δὲ πλήθους μὴ προσδεῖσθαι. ἀντὶ δὲ ταύτης τῆς εὐεργεσίας συμβουλεύειν αὐτῷ μὴ παρατάττεσθαι Ῥωμαίοις πεπειραμένον τῆς ἀρετῆς αὐτῶν. ὁ δὲ δόξας βαρύτερα τοῦ προσήκοντος προστάττειν τούτου οὐ προσεδέξατο τὰς ἀποκρίσεις. 8. Ὅτι ὁ Ἀντίοχος ἀπογνοὺς τὸν πόλεμον ἀπέστειλε πρέσβεις πρὸς τὸν ὕπατον ἀξιῶν αὑτῷ συγγνώμην δοθῆναι περὶ τῶν ἡμαρτημένων καὶ τυχεῖν ἐφ' οἷς δυνατόν ἐστι τῆς εἰρήνης. ὁ δὲ ὕπατος διατηρῶν τὴν πάτριον τῆς Ῥώμης ἐπιείκειαν καὶ παρακληθεὶς ὑπὸ τοῦ ἀδελφοῦ Ποπλίου συνεχώρησε τὴν εἰρήνην ἐπὶ τοῖσδε· ἐκχωρῆσαι τὸν βασιλέα τοῖς Ῥωμαίοις τῆς τε Εὐρώπης καὶ τῆς ἐπὶ τάδε τοῦ Ταύρου χώρας καὶ τῶν ἐν αὐτῇ πόλεων καὶ ἐθνῶν· παραχωρῆσαι δὲ τῶν τε ἐλεφάντων καὶ μακρῶν νηῶν, καὶ τὰς δαπάνας τὰς γεγενημένας εἰς τὸν πόλεμον ἀποδοῦναι, ὧν ἦν ἡ διατίμησις ταλάντων Εὐβοϊκῶν μυρίων πεντακισχιλίων· ἐκδότους δὲ παραδοῦναι τόν τε Καρχηδόνιον Ἀννίβαν καὶ τὸν Αἰτωλὸν Θόαντα καί τινας ἑτέρους, καὶ ὁμήρους εἴκοσι, οὓς ἀπογράψωσι Ῥωμαῖοι. ὁ δὲ πάντα προσδεξάμενος διὰ τὴν τῆς εἰρήνης ἐπιθυμίαν ἀπελύθη τοῦ πολέμου. 9. Ὅτι ἐν τῇ Ῥώμῃ πρὸ τῆς κατὰ τὸν Ἀντίοχον ἥττης εἰσαχθέντων εἰς τὴν σύγκλητον τῶν ἐξ Αἰτωλίας πρεσβευτῶν καὶ περὶ μὲν τῶν ἰδίων ἁμαρτημάτων οὐδὲν διαλεχθέντων, αὐτὰ δὲ τὰ τοῖς Αἰτωλοῖς καλῶς πρὸς τοὺς Ῥωμαίους πραχθέντα διεξιόντων, ἀναστάς τις τῶν ἐκ τοῦ συνεδρίου τοὺς πρέσβεις ἠρώτησεν, εἰ παραδιδόασιν ἑαυτοὺς Αἰτωλοὶ εἰς τὴν πίστιν τῶν Ῥωμαίων. ἀποσιωπησάντων δὲ τῶν πρέσβεων, ἡ σύγκλητος ὑπολαβοῦσα τοὺς 400 Αἰτωλοὺς ἀντέχειν ταῖς κατὰ τὸν Ἀντίοχον ἐλπίσιν ἀπράκτους ἀπέστειλεν εἰς τὴν Ἑλλάδα. 10. Ὅτι μετὰ τὴν κατὰ τὸν Ἀντίοχον ἧτταν ἀπὸ πασῶν τῶν κατὰ τὴν Ἀσίαν πόλεων καὶ δυναστῶν καταντησάντων πρέσβεων, τῶν μὲν περὶ τῆς ἐλευθερίας, τῶν δὲ καὶ περὶ εὐχαριστηρίων ἀνθ' ὧν εὐεργετήκασι τὴν Ῥώμην καταγωνισάμενοι κατὰ Ἀντιόχου. οἷς πᾶσιν ἡ σύγκλητος ἀγαθὰς ἐλπίδας ὑπογράφουσα ἔφησε δέκα πρεσβευτὰς ἀποστέλλειν εἰς τὴν Ἀσίαν
186
τοὺς μετὰ τῶν στρατηγῶν ἅπαντα ἕξοντας. ἐπανελθόντων δὲ εἰς τὰς πατρίδας, καὶ τῶν δέκα πρέσβεων μετὰ τῶν περὶ Σκιπίωνα καὶ τὸν Αἰμίλιον συνεδρευσάντων, ἔκριναν οὗτοι καὶ διεσάφησαν τὴν μὲν ἐπὶ τάδε τοῦ Ταύρου χώραν Εὐμένους εἶναι καὶ τοὺς ἐλέφαντας, Ῥοδίοις δὲ προσώρισαν Καρίαν καὶ Λυκίαν· τῶν δὲ πόλεων τὰς μὲν Εὐμένει φόρους δεδωκυίας ὑπὸ τὸν Εὐμένη τετάχθαι, τὰς δὲ Ἀντιόχῳ φόρον φερούσας ἀπολελύσθαι τῶν φόρων. 11. Ὅτι Γναῖος Μάλλιος ὁ ἀνθύπατος, παραγενομένων πρὸς αὐτὸν πρεσβευτῶν παρὰ Γαλατῶν περὶ συλλύσεως τοῦ πολέμου, τούτοις ἔδωκεν ἀπόκρισιν, ὅτι τότε ποιήσεται πρὸς αὐτοὺς τὰς ὑπὲρ τῆς εἰρήνης συνθήκας, ὅτ' ἂν οἱ βασιλεῖς αὐτῶν καταντήσωσι πρὸς αὐτόν. 12. Ὅτι ὁ αὐτὸς παρελθὼν εἰς Λυκαονίαν τὸν προσοφειλόμενον σῖτον ἐκομίσατο παρὰ Ἀντιόχου καὶ τὸν κατὰ τὰς συνθήκας φόρον ἐνιαυτοῦ χίλια τάλαντα. 13. Ὅτι κατὰ τὴν Πελοπόννησον τῆς κοινῆς συνόδου τῶν Ἀχαιῶν συνελθούσης, συνήχθησαν οἱ τῶν Ῥωμαίων πρέσβεις. οὗτοι δὲ ἔφησαν τὴν σύγκλητον δυσαρεστεῖσθαι τῇ τῶν τειχῶν τῶν ἐν Λακεδαίμονι καθαιρέσει, ἣν ἐποίησε τὸ κοινὸν τῶν Ἀχαιῶν, ὅτε τῆς Σπάρτης ἐκράτησε καὶ τοὺς Λακεδαιμονίους κατέταξεν εἰς τὴν κοινὴν πολιτείαν. μετὰ δὲ τούτους συνήχθησαν οἱ παρ' Εὐμένους πρέσβεις κομίζοντες δωρεὰν ταλάντων εἴκοσι, ἐξ ὧν ᾤετο δεῖν ὁ βασιλεὺς ὀψωνιάζεσθαι τὴν τῶν Ἀχαιῶν σύνοδον. οἱ δὲ Ἀχαιοὶ τὴν δόσιν τῶν χρημάτων ἀποδοκιμάσαντες οὐ προσεδέξαντο τὴν δωρεάν. ἧκον δὲ καὶ παρὰ Σελεύκου πρέσβεις τὴν 401 προγεγενημένην εἰς τὸν Ἀντίοχον τὸν βασιλέα συμμαχίαν ἀνανεούμενοι. οἱ δὲ τὴν συμμαχίαν ἀνενεώσαντο καὶ τὴν δωρεὰν προσεδέξαντο. 14. Ὅτι καταντησάντων εἰς Ῥώμην τῶν ἀπὸ τῆς Ἀσίας βασιλέων πρεσβευτῶν ἀποσταλέντων οἱ περὶ τὸν Ἄτταλον βασιλεῖς μεγάλης ἀποδοχῆς ἔτυχον. ἀπάντησις γὰρ αὐτοῖς ἐγένετο μεγαλοπρεπὴς καὶ ξένια καὶ τἄλλα φιλάνθρωπα διαφέροντα. σφόδρα γὰρ οἱ βασιλεῖς οὗτοι φιλορώμαιοι καθεστῶτες καὶ πάντα τῇ συγκλήτῳ πειθαρχοῦντες, ἔτι δὲ τοὺς παραβάλλοντας Ῥωμαίων εἰς τὴν βασιλίδα ὑποδεχόμενοι φιλανθρωπότατα, μεγίστης ἀποδοχῆς μεγάλως ἠξιοῦντο. δι' ὧν καὶ τῶν πρέσβεων ἁπάντων ἡ σύγκλητος ἀκούσασα καὶ μάλιστα σπεύδουσα τοῖς περὶ τὸν Εὐμένη βασιλεῦσι χαρίζεσθαι προσηνῆ τούτοις τὴν ἀπόκρισιν ἐποιήσατο. ἀπεφήνατο γὰρ ἀποστελεῖν ἐκ τοῦ συνεδρίου πρέσβεις τοὺς ἐκ παντὸς τρόπου συλλύοντας τὸν πρὸς Φαρνάκην πόλεμον. 15. Ὅτι τῆς παρὰ τοῖς Αἰτωλοῖς χρεωκοπίας κατὰ τὴν Θεσσαλίαν ζηλωθείσης, καὶ πάσης πόλεως εἰς στάσεις καὶ ταραχὰς ἐμπιπτούσης, ἡ σύγκλητος ὑπέλαβεν ἐκ τοῦ Περσέως γεγονέναι τὴν σύγχυσιν, καὶ ἀπελογίσατο τοῖς τοῦ Περσέως πρεσβευταῖς περὶ μὲν τῶν ἄλλων ἀπολύσειν αὐτὸν ἐγκλημάτων, περὶ δὲ τῆς Ἀβρουπόλιδος τοῦ Θρᾳκὸς ἐκ τῆς βασιλείας ἐκβολῆς ἐκέλευσε διορθώσασθαι τὸν Περσέα τὸ γεγονός. 16. Ὅτι τοῦ Ἁρπάλου τοῦ Περσέως πρεσβευτοῦ σιωπήσαντος, ἡ σύγκλητος τὸν Εὐμένη ἐλεφαντίνῳ τιμήσασα δίφρῳ καὶ τῆς ἄλλης ἀποδοχῆς ἀξιώσασα φιλοφρόνως ἐξαπέστειλεν εἰς τὴν Ἀσίαν. 17. Ὅτι ἡ σύγκλητος αὐθημερὸν ἐψηφίσατο τὸν πρὸς Περσέα πόλεμον καὶ τοῖς πρεσβευταῖς ἐχρημάτισε μέν, ἀπόκρισιν δὲ οὐδεμίαν δέδωκεν. προσέταξε δὲ τοῖς ὑπάτοις ἐν ἐκκλησίαις διαρρήδην ἀπαγορεύειν τούς τε πρεσβευτὰς καὶ πάντας Μακεδόνας ἐκ μὲν Ῥώμης ἀπελθεῖν αὐθημερόν, ἐκ δὲ τῆς Ἰταλίας ἐν ἡμέραις τριάκοντα. 18. Ὅτι ὁ Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεὺς εἰδὼς τοὺς αὑτοῦ προγόνους ἐσχηκότας Κοίλην Συρίαν παρασκευὰς ἐποιεῖτο μεγάλας ἀμφισβητῶν ταύτης· ἤλπιζέ τε τὴν ἀδίκῳ πολέμῳ πρότερον 402 ἀνειμένην τότε δικαίως τοῖς αὐτοῖς νόμοις ἀνακτήσασθαι. ἃ δὴ πυθόμενος ὁ Ἀντίοχος ἐξαπέστειλεν εἰς Ῥώμην πρέσβεις ἐντειλάμενος μαρτύρασθαι τὴν σύγκλητον ὅτι πολεμεῖν ἀδίκως ἐπιβάλλεται Πτολεμαῖος. ἐξαπέστειλε δὲ καὶ ὁ προειρημένος τοὺς ἀπολογησομένους καὶ διδάξοντας τὴν σύγκλητον, ὅτι παρὰ πάντα τὰ δίκαια κρατεῖ τῆς Κοίλης Συρίας Ἀντίοχος ἑαυτοῦ προγονικῆς ὑπαρχούσης. ἐνετείλατο δὲ τά τε φιλάνθρωπα πρὸς Ῥωμαίους ἀνανεώσασθαι καὶ περὶ τῆς πρὸς Περσέα διαλύσεως πειραθῆναι. 19. Ὅτι εἰς Ῥώμην παρεγένοντο πρεσβευταὶ Ῥοδίων πρὸς τὰςγεγενημένας κατ' αὐτῶν
187
διαβολὰς ἀπολογησόμενοι. ἐδόκουν γὰρ ἐν τῷ πρὸς Περσέα πολέμῳ ταῖς εὐνοίαις ἀποκεκλικέναι πρὸς τὸν βασιλέα καὶ προδεδωκέναι τὴν πρὸς Ῥωμαίους φιλίαν. ὁρῶντες δὲ τὴν ἀλλοτριότητα τὴν πρὸς αὑτοὺς εἰς ἀθυμίαν ἐνέπιπτον. ὡς δὲ καὶ τῶν στρατηγῶν τις συναγαγὼν ἐκκλησίαν παρεκάλει τὰ πλήθη πρὸς τὸν κατὰ Ῥοδίων πόλεμον, τόθ' ὁλοσχερῶς δείσαντες περὶ τῆς πατρίδος εἰς τοιαύτην ἦλθον κατάπληξιν, ὥστε πένθιμον ἀναλαβεῖν ἐσθῆτα, κατὰ δὲ τὰς ἐντεύξεις τῶν φίλων μηκέτι παρακαλεῖν μηδὲ ἀξιοῦν, ἀλλὰ δεῖσθαι μετὰ δακρύων μηδὲν ἀνήκεστον περὶ αὐτῶν βουλεύεσθαι. εἰσαγαγόντος δὲ αὐτοὺς εἰς τὴν σύγκλητον ἑνὸς τῶν δημάρχων [καὶ παρακαλοῦντος] καὶ τὸν παρακαλοῦντα πρὸς τὸν πόλεμον στρατηγὸν κατασπάσαντος ἀπὸ τῶν ἐμβόλων, ἐποιεῖτο τοὺς λόγους *** καὶ πολλὰ πρὸς δέησιν εἰπόντες ἔλαβον ἀποκρίσεις, δι' ὧν τοῦ μὲν ὁλοσχεροῦς φόβου παρείθησαν, περὶ δὲ τῶν κατὰ μέρος ἐγκλημάτων πικρῶς ὠνειδίσθησαν. 20. Ὅτι κατὰ τοὺς αὐτοὺς χρόνους ἧκον εἰς Ῥώμην πάντοθεν οἱ πρεσβευταὶ συγχαρησόμενοι τοῖς γεγονόσι κατορθώμασιν. ἡ δὲ σύγκλητος φιλανθρώπως ἅπαντας ἀποδεχομένη καὶ τὰς ἀποκρίσεις ἐπιεικεῖς διδοῦσα συντόμως ἑκάστους ἀπέλυσεν εἰς τὰς πατρίδας. 21. Ὅτι κατὰ τοὺς αὐτοὺς χρόνους πολλῶν παραγεγονότων πρεσβευτῶν πρώτοις τοῖς περὶ Ἄτταλον ἐχρημάτισεν ἡ σύγκλητος· ὑπόπτως γὰρ εἶχον οἱ Ῥωμαῖοι τὰ πρὸς τὸν Εὐμένη ἕνεκεν τῶν 403 γραμμάτων τῶν εὑρημένων, ἐν οἷς συμμαχίαν ἦν συντεθειμένος πρὸς Περσέα κατὰ Ῥωμαίων. κατηγορησάντων δὲ πλειόνων ἀπὸ τῆς Ἀσίας πρεσβευτῶν, καὶ μάλιστα τῶν ἀπεσταλμένων παρὰ Προυσίου βασιλέως καὶ Γαλατῶν, οἱ περὶ τὸν Ἄτταλον ἐνδεχομένως ἀπολογησάμενοι πρὸς ἕκαστον τῶν ἐγκαλουμένων οὐ μόνον ἀπετρίψαντο τὰς διαβολάς, ἀλλὰ καὶ τιμηθέντες ἐπανῆλθον εἰς τὴν οἰκείαν. ἡ δὲ σύγκλητος οὐ κατὰ πᾶν ἔληγε τῆς κατ' Εὐμένους ὑποψίας, προχειρισαμένη δὲ Γάϊον ἐξαπέστειλε κατοπτεύσοντα τὰ κατὰ τὸν Εὐμένη. 22. Ὅτι ἧκον πρεσβευταὶ εἰς Ῥώμην παρά τε τοῦ νεωτέρου Πτολεμαίου καὶ παρὰ τοῦ πρεσβυτέρου. δοθέντος δὲ αὐτοῖς ἐν τῷ συνεδρίῳ λόγου, διακούσασα ἡ σύγκλητος τὰ κατὰ μέρος ἐδογμάτισε τοὺς μὲν παρὰ τοῦ πρεσβυτέρου Πτολεμαίου πρεσβευτὰς ἐν ἡμέραις πέντε ταῖς πάσαις ἐκ τῆς Ἰταλίας ἀπαλλάττεσθαι, καὶ τὴν συμμαχίαν ἀνελεῖν τὴν πρὸς αὐτόν, πρὸς δὲ τὸν νεώτερον Πτολεμαῖον πέμψαι πρεσβευτὰς τοὺς ἐμφανιοῦντας αὐτῷ τὴν εὔνοιαν τῆς συγκλήτου καὶ τὰ διασεσαφημένα τἀδελφῷ. 23. Ὅτι κατὰ τὴν ρνεʹ ὀλυμπιάδα πρέσβεις παρεγένοντο παρὰ Ἀριαράθου στέφανον κομίζοντες ἀπὸ χρυσῶν μυρίων καὶ διασαφοῦντες τὴν εὔνοιαν τοῦ βασιλέως ἣν ἔχει πρὸς Ῥωμαίους, ἔτι δὲ τὴν δι' ἐκείνους γενομένην ἀπόρρησιν τοῦ γάμου καὶ φιλίας πρὸς Δημήτριον. συνεπιμαρτυρούντων δὲ καὶ τῶν περὶ τὸν Γράκχον πρεσβευτῶν, ἡ σύγκλητος ἐπαινέσασα τὸν Ἀριαράθη τόν τε στέφανον ἐδέξατο καὶ τὰ μέγιστα τῶν παρ' αὐτοῖς νομιζομένων δώρων ἀπέστειλεν. 24. Ὅτι κατὰ τὸν αὐτὸν χρόνον συνεισήχθησαν καὶ οἱ παρὰ Δημητρίου πρέσβεις οἱ τὸν στέφανον κομίζοντες ἀπὸ μυρίων χρυσῶν καὶ τοὺς αἰτίους τοῦ κατὰ τὸν Ὀκταούιον φόνου δεσμίους ἀγαγόντες. ἡ δὲ σύγκλητος ἐπὶ πολὺν μὲν χρόνον διηπόρησε πῶς χρηστέον ἦν τοῖς πράγμασιν. καὶ ἡ σύγκλητος τὸν μὲν στέφανον προσεδέξατο, τοὺς δὲ μετὰ τοῦ στεφάνου παραδιδομένους Ἰσοκράτη καὶ Λεπτίνην οὐκ ἐβουλήθη παραλαβεῖν. 25. Ὅτι οἱ Κελτίβηρες μετὰ τὴν νίκην οὐκ ἀφρόνως προνοούμενοι τοῦ μέλλοντος πρεσβευτὰς ἐξαπέστειλαν πρὸς τὸν ὕπατον περὶ διαλύσεως. ὁ δὲ ἀναγκαῖον ἡγούμενος τηρεῖν τὸ τῆς πατρί 404 δος μεγαλόψυχον ἀπεκρίθη τούτοις ἢ διδόναι περὶ πάντων ἐπιτροπὴν Ῥωμαίοις ἢ πράττειν ἐνεργῶς τὰ τοῦ πολέμου. 26. Ὅτι τῶν Ῥωμαίων στρατευσάντων πρὸς Καρχηδονίους, οἱ Καρχηδόνιοι πυθόμενοι τὸν εἰς τὸ Λιλύβαιον κατάπλουν καὶ πρὸς τὸν πόλεμον οὐδαμῶς καταβαίνοντες πρεσβευτὰς ἐξέπεμψαν εἰς Ῥώμην, οἳ ἐνεχείρισαν τοῖς Ῥωμαίοις ἑαυτούς τε καὶ τῆς πατρίδος τὰ πράγματα. ἡ δὲ σύγκλητος δεξαμένη τὴν παράδοσιν τῆς χώρας ἔδωκεν ἀπόκρισιν, ἐπεὶ καλῶς βουλεύονται Καρχηδόνιοι, δίδωσιν αὐτοῖς ἡ σύγκλητος νόμους, χώραν, ἱέρα, τάφους, ἐλευθερίαν, ὕπαρξιν,
188
οὐδαμοῦ προστιθεῖσα πόλιν τὴν Καρχηδόνα, παρακρύπτουσα δὲ τὴν ταύτης ἀναίρεσιν. τεύξεσθαι δὲ τούτων τῶν φιλανθρωπιῶν, ἐὰν ὁμήρους δῶσι τριακοσίους υἱοὺς τῶν συγκλητικῶν καὶ πείθωνται τοῖς ὑπὸ τῶν ὑπάτων παραγγελλομένοις. οἱ δὲ νομίσαντες ἀπολελύσθαι τοῦ πολέμου τοὺς ὁμήρους ἐξέπεμψαν μετὰ πολλῆς οἰμωγῆς. εἶτα ἦλθον εἰς Ἰτύκην. οἱ δὲ πάλιν πρεσβευτὰς ἐξέπεμψαν τοὺς πευσομένους εἴ τι ἕτερον αὐτοῖς οἱ Ῥωμαῖοι ποιεῖν κελεύουσι. τῶν δὲ ὑπάτων εἰπόντων παραδοῦναι τὰ ὅπλα ἀδόλως καὶ τοὺς καταπέλτας, οἱ δὲ τὸ μὲν πρῶτον διὰ τὸν πρὸς Ἀσδρούβαν πόλεμον βαρέως ἔφερον, παρέλαβον δὲ ὅπλων παντοδαπῶν εἴκοσι μυριάδας καὶ καταπέλτας δισχιλίους. εἶτα πάλιν οἱ Ῥωμαῖοι διεπέμψαντο πρὸς Καρχηδονίους ἀποστεῖλαί τινας ἐκ τῆς γερουσίας κελεύοντες, οἷς τὸ καταλειπόμενον πρόσταγμα διασαφήσουσιν. οἱ δὲ τριάκοντα τῶν ἐπιφανεστάτων ἀπέστειλαν. ὁ δὲ πρεσβύτερος τῶν ὑπάτων Μαιμίλιος εἶπεν ὅτι τῇ συγκλήτῳ δέδοκται ἣν μὲν νῦν οἰκοῦσι πόλιν ἐκλιπεῖν, ἑτέραν δὲ κτίσαι τῆς θαλάσσης ἀπέχουσαν σταδίους ὀγδοήκοντα. τῶν δὲ πρεσβευτῶν εἰς οἶκτον καὶ ἔλεον τραπέντων, καὶ πάντων ῥιψάντων ἑαυτοὺς ἐπὶ τὴν γῆν καὶ πολὺν κλαυθμὸν μετὰ δακρύων προϊεμένων, διατροπὴ μεγάλη τὸ συνέδριον ἐπέσχεν. μόγις δὲ τῶν Καρχηδονίων ἀπὸ τῆς καταπλήξεως ἀναλεξαμένων, μόνος ὁ Βλάννων καλούμενος οἰκείαν τῆς περιστάσεως φωνὴν προέμενος διελέχθη παραστατικῶς ἅμα καὶ παρρησιαζόμενος, εἰς δὲ οἶκτον προαγόμενος τοὺς ἀκούοντας. 27. Ὅτι οἱ Ῥωμαῖοι ἀμετάθετοι ταῖς γνώμαις ὄντες πρὸς τὴν 405 κατάλυσιν τῆς Καρχηδόνος προσέταξαν ἀπιέναι ταχέως εἰς τὴν Καρχηδόνα καὶ τὰ δεδογμένα τοῖς πολίταις ἀπαγγέλλειν. τῶν δὲ πρέσβεών τινες [οἱ] μὲν ἀπογνόντες τὴν εἰς τὴν πατρίδα πορείαν ἔφυγον ὁπότ' οὖν ἕκαστος ἐδύνατο, οἱ δὲ λοιποὶ τὴν ἐπάνοδον ἑλόμενοι ἐπανῆλθον τὴν ὀλέθριον πρεσβείαν τετελεκότες. τῶν δὲ ὄχλων ὑπαπαντώντων, τούτοις μὲν οὐδὲν ἐλάλουν, τὰς δὲ ἑαυτῶν κεφαλὰς τύπτοντες καὶ τὰς χεῖρας ἐπανατείνοντες καὶ τοὺς θεοὺς ἐπιβοώμενοι προῆγον εἰς τὴν ἀγορὰν καὶ τῇ γερουσίᾳ ἀπήγγειλαν τὰ προστεταγμένα. 28. Ὅτι οἱ τὴν Ἄραδον οἰκοῦντες ὑπέλαβον καιρὸν εἰληφέναι πρὸς τὴν τῶν Μαραθηνῶν ἀπώλειαν. ἀποστείλαντες οὖν ἐν ἀπορρήτοις πρὸς Ἀμμώνιον τὸν προεστηκότα τῆς βασιλείας ἔπεισαν τριακοσίοις ταλάντοις παραδοῦναι τὴν Μάραθον αὐτοῖς. ὁ δὲ Ἰσίδωρον αὐτοῖς ἀπέστειλε λόγῳ μὲν ὡς ἐφ' ἑτέρας χρείας, ἔργῳ δὲ τὴν πόλιν ἐξαιρήσοντα καὶ παραδώσοντα τοῖς Ἀραδίοις. οἱ δὲ Μαραθηνοὶ τὸν κεκυρωμένον καθ' αὑτῶν ὄλεθρον ἀγνοοῦντες, τοὺς δὲ Ἀραδίους ὁρῶντες ἐν προτιμήσει παρὰ τῷ βασιλεῖ φερομένους, ἔγνωσαν τοὺς μὲν παρὰ τοῦ βασιλέως στρατιώτας εἰς τὴν πόλιν μὴ προσδέχεσθαι, τῶν δὲ Ἀραδίων αὐτοὺς ἱκέτας γενέσθαι. εὐθὺς οὖν τῶν πρεσβυτάτων τοὺς ἐπιφανεστάτους παρὰ τούτοις δέκα πρεσβευτὰς ἐξέπεμψαν εἰς τὴν Ἄραδον ἱκετηρίαν κομίζοντας μεθ' ἑαυτῶν καὶ τὰ παλαιότατα τῶν κατὰ τὴν πόλιν ἀφιδρυμάτων· ὑπελάμβανον γὰρ ἐλέῳ συγγενείας καὶ θεῶν εὐσεβείᾳ μεταθήσειν τὴν πᾶσαν ὀργὴν τῶν Ἀραδίων. οἱ δὲ κατὰ τὰς δεδομένας ἐντολὰς ἐκβάντες τῆς νηὸς εἰς ἱκεσίαν καὶ δέησιν ἐτρέποντο τῶν ὄχλων. οἱ δὲ Ἀράδιοι ταῖς ψυχαῖς ἀνηρτημένοι κατεφρόνησαν μὲν τῶν κοινῶν τῆς ἱκεσίας νόμων, παρ' οὐδὲν δὲ ἡγήσαντο τὴν τῶν συγγενικῶν ἀφιδρυμάτων καὶ θεῶν εὐσέβειαν· διόπερ τὰ μὲν τῶν θεῶν ἀγάλματα συντρίψαντες ὑβριστικῶς κατεπάτησαν, τοὺς δὲ πρεσβευτὰς ἐπεβάλοντο τοῖς λίθοις καταλεύειν. πρεσβυτέρων δέ τινων ἐπιλαβομένων τῆς ὁρμῆς τῶν ὄχλων, μόγις διὰ τὴν τούτων ἐντροπὴν τοῦ βάλλειν ἀποσχόμενοι προσέταξαν εἰς τὴν φυλακὴν αὐτοὺς ἀπαγαγεῖν. 29. Ὅτι Νομαντῖνοι καὶ Τερμήσσιοι περὶ διαλύσεως διαπρεσβευσάμενοι πρὸς Ῥωμαίους συνεχώρησαν αὐτοῖς τὴν εἰρήνην ἐπὶ τούτοις· δοῦναι τῶν πόλεων ἑκατέραν Ῥωμαίοις ὁμήρους τριακοσίους, σάγους ἐννακισχιλίους, βύρσας τρισχιλίας, ἵππους πολεμιστὰς ὀκτακοσίους, ὅπλα πάντα. καὶ ταῦτα πράξαντας φίλους εἶναι καὶ συμμάχους. ταχθείσης δὲ ἡμέρας, ἐν ᾗ ταῦτα συντελεῖν ἔδει τὰς πόλεις, κατὰ τὰς ὁμολογίας πάντα ἐτέλεσαν. ὡς δὲ ἐπὶ τελευτῆς ἔδει τὴν τῶν ὅπλων παράδοσιν ποιήσασθαι, ὀδυρμός τις εὐγενὴς ἦν καὶ παράστασις ψυχῆς πρὸς ἐλευθερίαν ἐνέπεσε τοῖς πλήθεσιν. διὸ πρὸς ἀλλήλους ἐδεινοπάθουν, εἰ γυναικῶν τρόπον γυμνώσουσιν ἑαυτοὺς ὅπλων. μεταμελόμενοι δὲ τοῖς ψηφισθεῖσιν ἀλλήλους κατεμέμφοντο, καὶ πατέρες μὲν
189
υἱοῖς ἐνεκάλουν, παῖδες δὲ γονεῦσι, γυναῖκες δὲ ἀνδράσι. καὶ ἐπὶ τὴν ἐξ ἀρχῆς διάθεσιν ἀναδραμόντες καὶ τῶν ὅπλων οὐ παραχωρήσαντες ἀνεκαίνισαν τὸν πρὸς Ῥωμαίους πόλεμον. 30. Ὅτι Τρύφων ἐξ ἰδιώτου βασιλεὺς γεγονὼς ἔσπευδε τὴν δυναστείαν αὑτῷ διὰ δόγματος συγκλητικοῦ βεβαιῶσαι. διόπερ κατασκευάσας Νίκην χρυσῆν ἄγουσαν ὁλκὴν χρυσίων μυρίων ἐξαπέστειλε πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς ταύτην κομιοῦντας τῷ δήμῳ. ὑπελάμβανε γὰρ τοὺς Ῥωμαίους ἅμα μὲν διὰ τὸ λυσιτελές, ἅμα δὲ διὰ τὸ εὐοιώνιστον εἶναι, προσδέξασθαι τὴν Νίκην, καὶ προσαγορευθῆναι βασιλέα. εὗρε δὲ τὴν σύγκλητον πάνυ πανουργοτέραν ἑαυτοῦ καὶ τοὺς ἀπάτῃ παρακρουομένους συνέσει καταμαρτυροῦσαν· τὸ μὲν γὰρ δῶρον ἐδέξατο καὶ τὴν εὐφημίαν μετὰ τοῦ λυσιτελοῦς ἐτήρησεν, ἀντὶ δὲ Τρύφωνος μεταχρηματίσασα τὴν δόσιν εἰς τὸν ὑπ' αὐτοῦ δολοφονηθέντα βασιλέα τὴν ἐπιγραφὴν ἐποιήσατο. διὰ δὲ ταύτης τῆς πράξεως ἀνέδειξεν ἑαυτὴν μισοπονηροῦσαν ἐπὶ τῇ τοῦ παιδὸς ἀναιρέσει καὶ δωρεὰς ἀσεβῶν ἀνδρῶν οὐ προσδεχομένην. 31. Ὅτι ἧκον εἰς Ἀλεξάνδρειαν οἱ περὶ τὸν Σκιπίωνα τὸν Ἀφρικανὸν πρεσβευταὶ κατασκεψόμενοι τὴν ὅλην βασιλείαν. ὁ δὲ Πτολεμαῖος μετὰ μεγάλης ἀπαντήσεως καὶ παρασκευῆς προσδε 407 ξάμενος τοὺς ἄνδρας τάς τε ἑστιάσεις πολυτελεῖς ἐποιεῖτο καὶ τὰ βασίλεια περιάγων ἐπεδείκνυτο καὶ τὴν ἄλλην τὴν βασιλικὴν γάζαν. οἱ δὲ τῶν Ῥωμαίων πρέσβεις ἀρετῇ διαφέροντες τοῖς μὲν βρωτοῖς ὀλίγοις καὶ πρὸς ὑγείαν διατείνουσι χρώμενοι κατεφρόνουν τῆς πολυτελείας ὡς διαφθειρούσης καὶ ψυχὴν καὶ σῶμα, τῶν δὲ ὑπὸ τοῦ βασιλέως θαυμαζομένων ἐν παρέργῳ τὴν θέαν ὡς οὐδενὸς ἀξίων ποιησάμενοι τὰ θέας ἄξια πρὸς ἀλήθειαν ἐπολυπραγμόνησαν ἀκριβῶς, τῆς πόλεως τὴν θέσιν καὶ τὸ βάρος καὶ τὰς περὶ τὸν Φάρον ἰδιότητας, πρὸς δὲ τούτοις ἀναπλεύσαντες εἰς Μέμφιν τὴν ἀρετὴν τῆς χώρας καὶ τὰς κατὰ τὸν Νεῖλον εὐκαιρίας, τό τε πλῆθος τῶν κατ' Αἴγυπτον πόλεων καὶ τὰς ἀναριθμήτους τῶν οἰκητόρων μυριάδας καὶ τὴν ὀχυρότητα τῆς Αἰγύπτου καὶ τὴν ὅλην τῆς χώρας ὑπεροχήν, ὡς εὖ διάκειται πρὸς ἡγεμονίας ἀσφάλειάν τε καὶ μέγεθος. καὶ θαυμάσαντες τὰ πλήθη τῶν κατοικούντων τὴν Αἴγυπτον καὶ τὰ τῶν τόπων ἐπιτεύγματα διέλαβον μεγίστην ἡγεμονίαν δύνασθαι συσταθῆναι τυχούσης τῆς βασιλείας ταύτης ἀξίων τῶν ἡγεμόνων. οἱ μὲν οὖν πρεσβευταὶ κατασκεψάμενοι τὰ κατὰ τὴν Αἴγυπτον ἐπὶ Κύπρου κἀκεῖθεν ἐπὶ Συρίας τὴν ἀναγωγὴν ἐποιήσαντο. καθόλου δὲ καὶ τὰ πλεῖστα μέρη τῆς οἰκουμένης ἐπῆλθον, καὶ παρὰ πᾶσι σώφρονα καὶ θαυμαστὴν ποιησάμενοι τὴν ἀποδημίαν μεγάλης ἀποδοχῆς ἔτυχον, καὶ τὰ πλεῖστα μέρη τῆς οἰκουμένης ἐπεληλυθότες μετ' εὐφημίας ὑπὸ πάντων συμφωνουμένης ἐπανῆλθον. τῶν γὰρ ἐχόντων τὰς ἀμφισβητήσεις οὓς μὲν διηλλάχεισαν ἀλλήλοις, οὓς δ' ἐπεπείκεσαν τὰ δίκαια ποιῆσαι τοῖς ἐγκαλοῦσι, τοὺς δὲ ἀναισχυντοῦντας διὰ τῆς ἀνάγκης κατεστάλκεισαν, τοὺς δὲ δυσδιακρίτους ἀναπεπόμφεσαν ἐπὶ τὴν σύγκλητον. ὡμιληκότες δὲ βασιλεῦσι καὶ δήμοις καὶ τὴν προϋπάρχουσαν αὐτοῖς φιλίαν πρὸς ἅπαντας ἀνανεωσάμενοι πρὸς εὔνοιαν τὴν ἡγεμονίαν ἐπηύξησαν, καὶ πάντες ταῖς αἱρέσεσιν οἰκείως διατεθέντες ἐξαπέστειλαν πρεσβευτὰς εἰς τὴν Ῥώμην, καὶ τοὺς περὶ Σκιπίωνα πρέσβεις ἐπῄνεσαν, ὅτι τοιούτους ἄνδρας ἐξέπεμψαν. 32. Ὅτι Βόκχος ὁ κατὰ τὴν Λιβύην βασιλεύων πολλὰ καταμεμψάμενος τοῖς πείσασιν αὐτὸν πολεμεῖν τοῖς Ῥωμαίοις πρέσβεις 408 ἔπεμψε πρὸς τὸν Μάριον, περὶ μὲν τῶν ἡμαρτημένων αἰτούμενος συγγνώμην, ἀξιῶν δὲ φιλίαν συνθέσθαι καὶ πολλὰ κατεπαγγελλόμενος χρήσιμος ἔσεσθαι Ῥωμαίοις. τοῦ δὲ Μαρίου κελεύσαντος περὶ τούτων πρεσβεύειν πρὸς τὴν σύγκλητον, ὁ μὲν βασιλεὺς ἐξαπέστειλεν εἰς τὴν Ῥώμην πρεσβευτὰς περὶ τούτων, ἡ δὲ σύγκλητος αὐτοῖς ἀπόκρισιν ἔδωκεν ἁπάντων τεύξεσθαι τῶν φιλανθρώπων τὸν Βόκχον, ἐὰν Μάριον πείσῃ. τοῦ δὲ Μαρίου σπεύδοντος αἰχμάλωτον λαβεῖν Ἰογόρθαν τὸν βασιλέα, ὑπακούσας ὁ Βόκχος καὶ μεταπεμψάμενος τοῦτον, ὡς περί τινων κοινῇ συμφερόντων διαλεξόμενος, συνέλαβε τὸν Ἰογόρθαν καὶ δήσας παρέδωκε Λευκίῳ Σύλλᾳ τῷ ταμίᾳ τῷ πρὸς τὴν παράπεμψιν ἐκπεμφθέντι. τῇ δὲ τούτου συμφορᾷ τὴν ἰδίαν σωτηρίαν πορισάμενος διελύθη τῆς παρὰ τῶν Ῥωμαίων τιμωρίας. 33. Ὅτι εἰς τὴν Ῥώμην ἧκον πρεσβευταὶ Μιθριδάτου τοῦ βασιλέως κομίζοντες μετ' αὐτῶν χρημάτων πλῆθος πρὸς τὴν τῆς συγκλήτου δωροδοκίαν. ὁ δὲ Σατορνῖνος δόξας ἀφορμὴν
190
ἔχειν κατὰ τῆς συγκλήτου μεγάλην ὕβριν τῇ πρεσβείᾳ ἐνεδείξατο. καὶ τῶν συγκλητικῶν παροξυνάντων τοὺς πρεσβευτὰς καὶ συνεργήσειν ἐπαγγελλομένων, οἱ καθυβρισθέντες ἐπήνεγκαν κρίσιν τῷ Σατορνίνῳ περὶ τῆς εἰς αὐτοὺς ὕβρεως. τοῦ δὲ ἀγῶνος ὄντος δημοσίου καὶ μεγάλου διὰ τὴν τῶν πρεσβευτῶν ἀσυλίαν καὶ τὴν συνήθη παρὰ τοῖς Ῥωμαίοις [πρὸς τὴν] ὑπὲρ τῶν πρεσβειῶν μισοπονηρίαν· ὁ δὲ Σατορνῖνος θανάτου κατηγορούμενος ὑπὸ τῶν συγκλητικῶν, ὡς ἂν ἐκείνων δικαζόντων τὰς τοιαύτας κρίσεις, εἰς τοὺς μεγίστους ἐνέπεσε φόβους τε καὶ κινδύνους, καὶ διὰ τὸ μέγεθος τῶν ὑποκειμένων ἀγώνων πτήξας κατέφυγεν ἐπὶ τὸν κοινὸν τῶν ἀκληρούντων ἔλεον, καὶ τὴν ἐσθῆτα τὴν πολυτελῆ κατέθετο, πιναρὰν δὲ μεταμφιασάμενος καὶ κοινὴν καὶ πώγωνα τρέφων περιῄει εἰς τοὺς κατὰ τὴν πόλιν ὄχλους, καὶ τοῖς μὲν πρὸς τὰ γόνατα πίπτων, τοῖς δὲ ταῖς χερσὶν ἐπιφυόμενος ἐδεῖτο καὶ μετὰ δακρύων καθικέτευε βοηθῆσαι τοῖς ἀκληρήμασιν· καταστασιάζεσθαι γὰρ ἑαυτὸν ἀπεφαίνετο παρὰ πᾶν τὸ δίκαιον ὑπὸ τῆς συγκλήτου, καὶ τοῦτο πάσχειν ἑαυτὸν ἀπεδείκνυε διὰ τὴν εἰς τὸν δῆμον εὔνοιαν, καὶ τοὺς αὐτοὺς ἔχειν ἐχθρούς τε καὶ κατηγόρους καὶ κριτάς. τοῦ δὲ 409 δήμου συνεξαιρομένου ταῖς δεήσεσιν, πολλαὶ μυριάδες συνέδραμον ἐπὶ τὸ κριτήριον, καὶ παραδόξως ἀπελύθη. καὶ συνεργὸν ἔχων τὸν δῆμον πάλιν ἀνερρήθη δήμαρχος. 34. Ὅτι Λεύκιος Ἀντώνιος συνθέμενος πρὸς Κρῆτας εἰρήνην, μέχρι μέν τινος ταύτην ἐτήρουν. μετὰ δὲ ταῦτα συντιθεμένης βουλῆς, ὅπως ἂν μάλιστα τῆς ὠφελείας προνοήσαιντο, οἱ πρεσβύτατοι καὶ φρονήσει διαφέροντες συνεβούλευον πρέσβεις ἐκπέμπειν εἰς τὴν Ῥώμην καὶ περὶ τῶν ἐπιφερομένων ἐγκλημάτων ἀπολογεῖσθαι καὶ πειρᾶσθαι τὴν σύγκλητον εὐγνώμοσι λόγοις καὶ δεήσεσιν ἐξιλάσκεσθαι. διόπερ ἀπέστειλαν εἰς τὴν Ῥώμην τριάκοντα πρεσβευτὰς τοὺς ἐπιφανεστάτους ἄνδρας. οὗτοι δὲ κατ' ἰδίαν περιπορευόμενοι τὰς οἰκίας τῶν συγκλητικῶν καὶ πᾶσαν δεητικὴν προϊέμενοι φωνὴν ἐξεθεράπευον τοὺς τὸ συνέδριον συνέχοντας. εἰσαχθέντες δὲ εἰς τὴν σύγκλητον καὶ περί τε τῶν ἐγκλημάτων ἐμφρόνως ἀπολογησάμενοι τάς τε ἰδίας εὐεργεσίας καὶ συμμαχίας πρὸς τὴν ἡγεμονίαν ἀκριβῶς διελθόντες ἠξίουν αὐτοὺς εἰς τὴν προγεγενημένην εὔνοιάν τε καὶ συμμαχίαν ἀποκαταστῆναι. ἡ δὲ σύγκλητος ἀσμένως τοὺς λόγους προσδεξαμένη δόγμα ἐξέβαλε τὸ κυροῦν δι' οὗ τῶν ἐγκλημάτων τοὺς Κρῆτας ἀπολύουσα φίλους καὶ συμμάχους τῆς ἡγεμονίας ἀνηγόρευεν· ἄκυρον δὲ τὸ δόγμα ἐποίησε Λέντλος ὁ ἐπικαλούμενος Σπινθήρ· οἱ δὲ Κρῆτες ἀπηλλάγησαν. ἡ δὲ σύγκλητος, περὶ τῶν Κρητῶν πολλάκις λόγου γενομένου ὅτι κοινωνοῦσι τῆς λῃστείας τοῖς πειραταῖς, δόγμα ἔγραψεν ὅπως οἱ Κρῆτες πάντα τὰ πλοῖα ἕως τετρασκάλμου ἀναπέμψωσιν εἰς Ῥώμην καὶ τριακοσίους ὁμήρους δῶσι τοὺς ἐπιφανεστάτους, ἐκπέμψωσι δὲ καὶ Λασθένην καὶ Πανάρην, κοινῇ δὲ πάντες ἐκτίσωσιν ἀργυρίου τάλαντα τετρακισχίλια. οἱ δὲ Κρῆτες πυθόμενοι τὰ δεδογμένα τῇ συγκλήτῳ περὶ τῶν προσηγγελμένων ἐβουλεύοντο. καὶ οἱ μὲν φρονήσει διαφέροντες ἔφρασαν δεῖν πάντα ποιεῖν τὰ προσταττόμενα, οἱ δὲ περὶ τὸν Λασθένην τοῖς ἐγκλήμασιν ὄντες ἔνοχοι καὶ φοβούμενοι, μὴ ἀναπεμφθέντες εἰς τὴν Ῥώμην τιμωρίας τύχωσιν, ἀνέσειον τὰ πλήθη παρακαλοῦντες τὴν ἐξ αἰῶνος παραδεδομένην ἐλευθερίαν διαφυλάττειν. Περὶ πρέσβεων. Ἐκ τῆς ἱστορίας Δίωνος Κοκκιανοῦ. 1. Ὅτι νικηθέντες οἱ Σαυνῖται ὑπὸ Ῥωμαίων ἐπεκηρυκεύσαντο τοῖς ἐν τῇ πόλει Ῥωμαίοις, τούς τε αἰχμαλώτους, ὅσους εἶχον αὐτῶν, πέμψαντες σφίσι, καί τινος Παπίου, ἀνδρὸς ἔς τε τὰ πρῶτα τῶν παρ' αὐτοῖς ἀξιουμένου καὶ τὴν αἰτίαν τοῦ πολέμου πᾶσαν φερομένου, τήν τε οὐσίαν καὶ τὰ ὀστᾶ, ἐπειδὴ φθάσας ἑαυτὸν προαπεχρήσατο, διέρριψαν. οὐ μέντοι καὶ ἔτυχον τῆς εἰρήνης· ἄπιστοί τε γὰρ δόξαντες εἶναι καὶ πρὸς τὰς συμφορὰς ἐς παράκρουσιν τοῦ ἀεὶ κρατοῦντος σφῶν σπένδεσθαι, οὐχ ὅσον οὐχ εὕροντό τι συμβατικόν, ἀλλὰ καὶ ἄσπονδον σφίσι τὸν πόλεμον παρεσκεύασαν. οἱ γὰρ Ῥωμαῖοι, καίτοι τοὺς αἰχμαλώτους λαβόντες, ἀκηρυκτεὶ πολεμεῖν αὐτοῖς ἐψηφίσαντο. 2. Ὅτι Ἀγύλλαιοι, ἐπειδὴ ᾔσθοντο τοὺς Ῥωμαίους σφίσιπολεμῆσαι βουλομένους, πρέσβεις τε ἐς τὴν Ῥώμην ἔστειλαν πρὶν καὶ ὁτιοῦν ψηφισθῆναι, καὶ εἰρήνης ἐπὶ τῷ ἡμίσει τῆς
191
χώρας ἔτυχον. Καὶ ὁ Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεύς, ὁ Φιλάδελφος ἐπικληθείς, ὡς τόν τε Πύρρον κακῶς ἀπηλλαχότα καὶ τοὺς Ῥωμαίους αὐξανομένους ἔμαθε, δῶρά τε αὐτοῖς ἔπεμψε καὶ ὁμολογίαν ἐποιήσατο. οἱ οὖν Ῥωμαῖοι ἡσθέντες ὅτι καίτοι διὰ πλείστου ὢν περὶ πολλοῦ σφᾶς ἐπεποίητο, πρέσβεις πρὸς αὐτὸν ἀνταπέστειλαν. ἐπειδή τε ἐκεῖνοι δῶρα παρ' αὐτοῦ μεγαλοπρεπῆ λαβόντες ἐς τὸ δημόσιον σφᾶς ἀπέδειξαν, οὐκ ἐδέξαντο αὐτά. 3. Ὅτι οἱ Καρχηδόνιοι φοβηθέντες μὴ ἁλῶσι προεκηρυκεύσαντο πρὸς τὸν ὕπατον, ὅπως ὁμολογίᾳ τινὶ ἐπιεικεῖ ἀποπέμψαντες αὐτὸν τὸ παραχρῆμα δεινὸν ὑπεκφύγωσιν. ἐπειδή τε οὐκ ἠθέλησαν Σικελίας τε πάσης καὶ Σαρδοῦς ἀποστῆναι καὶ τοὺς μὲν τῶν Ῥωμαίων αἰχμαλώτους προῖκα ἀφεῖναι, τοὺς δὲ σφετέρους λύσασθαι, τά τε δαπανηθέντα τοῖς Ῥωμαίοις ἐς τὸν πόλεμον πάντα διαλῦσαι καὶ χωρὶς ἄλλα καθ' ἕκαστον ἔτος συντελεῖν, οὐδὲν ἤνυσαν. 411 πρὸς γὰρ δὴ τοῖς εἰρημένοις καὶ ἐκεῖνα αὐτοὺς ἐλύπει, ὅτι μήτε πολεμεῖν [τὸ] μήτε συμβαίνειν ἄνευ τῶν Ῥωμαίων, καὶ αὐτοὶ μὲν μὴ πλείοσι μιᾶς ναυσὶ μακραῖς χρῆσθαι, ἐκείνοις δὲ πεντήκοντα τριήρεσιν ἐπικουρεῖν ὁσάκις ἂν ἐπαγγελθῇ σφίσιν, ἄλλα τέ τινα οὐκ ἐκ τοῦ ὁμοίου ποιεῖν ἐκελεύοντο. ἐξ οὖν τούτων ἅλωσιν σφῶν ἀκριβῆ τὰς σπονδὰς νομίσαντες ἔσεσθαι, πολεμεῖν αὐτοῖς μᾶλλον εἵλοντο. 4. Ὅτι φασὶ Καρχηδονίους ἐπικηρυκεύσασθαι τοῖς Ῥωμαίοις διά τε τἄλλα καὶ διὰ τὸ πλῆθος τῶν αἰχμαλώτων, μάλιστα μὲν εἴ πως καὶ τὴν εἰρήνην ἐπὶ μετρίοις τισὶ ποιήσαιντο, εἰ δὲ μή, ἵνα τούς γε ἑαλωκότας κομίσαιντο. φασὶ δὲ καὶ τὸν Ῥήγουλον ἐν τοῖς πρέσβεσι πεμφθῆναι διά τε τὸ ἀξίωμα αὐτοῦ καὶ τὴν ἀρετήν· ὑπέλαβον γὰρ πᾶν ὁτιοῦν τοὺς Ῥωμαίους ἐπὶ τῷ κομίσασθαι αὐτὸν ἐλπίσαι σφᾶς πρᾶξαι, ὥστε καὶ μόνον ἀντὶ τῆς εἰρήνης ἢ πάντως γε ἀντὶ τῶν αἰχμαλώτων ἀνταποδοθῆναι. ὥρκωσάν τε οὖν αὐτὸν πίστεσι μεγάλαις, ἦ μὴν ἐπανήξειν, ἂν μηδέτερον αὐτῶν διαπράξηται, καὶ πρεσβευτὴν μεθ' ἑτέρων ἔστειλαν. καὶ ὃς τά τε ἄλλα καθάπερ τις Καρχηδόνιος ἀλλ' οὐ Ῥωμαῖος ὢν ἔπραττεν, καὶ οὔτε τὴν γυναῖκα ἐς λόγους ἐδέξατο, οὔτε ἐς τὴν πόλιν καίπερ ἐσκληθεὶς ἐσῆλθεν, ἀλλ' ἔξω τοῦ τείχους τῆς βουλῆς ἀθροισθείσης, ὥσπερ τοῖς τῶν πολεμίων πρέσβεσιν ἔθος εἶχον χρηματίζειν, τήν τε πρόσοδον μετὰ τῶν ἄλλων, ὥς γε καὶ ὁ λόγος ἔχει, ᾐτήσατο. 5. Ὅτι οἱ Ῥωμαῖοι τοὺς Καρχηδονίους χρήματα ἐπιπραξάμενοι τὰς σπονδὰς ἀνενεώσαντο, καὶ τὸ μὲν πρῶτον πρεσβείᾳ αὐτῶν ἐλθούσῃ, ὅτι τε τῆς σφετέρας παρασκευῆς ᾔσθοντο καὶ ὅτι αὐτοὶ τῷ πρὸς τοὺς ὁμόρους πολέμῳ ἔτι καὶ τότε κατείχοντο, μέτριον οὐδὲν ἀπεκρίναντο, μετὰ δὲ τοῦτο Ἄννωνός τινος νέου τῇ ἡλικίᾳ καὶ δεινοῦ τῇ παρρησίᾳ πεμφθέντος, καὶ ἄλλα τε πολλὰ ἀπαρακαλύπτως καὶ τέλος ὅτι· εἰ μὴ βούλεσθε εἰρηνεῖν, ἀπόδοτε ἡμῖν καὶ Σαρδὼ καὶ Σικελίαν· οὐ γὰρ πρόσκαιρόν τινα ἀνοχὴν ἀλλ' ἀίδιον 412 φιλίαν ἀπ' αὐτῶν ἐπριάμεθα, εἰπόντος, ἠπιώτεροί τε αἰσχυνθέντες ἐγένοντο. 6. Ὅτι ἐπικηρυκευσάμενοι οἱ Καρχηδόνιοι τῷ Σκιπίωνι τῶν τε ἐπιταχθέντων σφίσιν ὑπ' αὐτοῦ οὐδὲν ὅτι οὐχ ὑποσχόμενοι, οἷα μηδὲν αὐτῷ παρέξειν μέλλοντες, χρήματα μὲν αὐτῷ εὐθὺς ἔδοσαν καὶ τοὺς αἰχμαλώτους πάντας ἀπέδωκαν, ὑπὲρ δὲ τῶν ἄλλων ἐς τὴν Ῥώμην ἐπρεσβεύσαντο. καὶ αὐτοὺς ἐκεῖνοι τότε οὐ προσεδέξαντο λέγοντες οὐκ εἶναι σφίσι πάτριον στρατοπέδων τισὶν ἐν τῇ Ἰταλίᾳ ὄντων ὑπὲρ εἰρήνης χρηματίζειν, ὕστερον δὲ ἀπάραντος τοῦ τε Ἀννίβου καὶ τοῦ Μάγωνος λόγον αὐτοῖς ἔδοσαν, καὶ ἦλθον μὲν ἐς ἀμφισβήτησιν πρὸς ἀλλήλους, ἐπ' ἀμφότερα ταῖς γνώμαις γενόμενοι, τέλος δὲ ἐψηφίσαντο τὰς σπονδὰς ἐφ' οἷς ὁ Σκιπίων συνετέθειτο. 7. Ὅτι οἱ Καρχηδόνιοι τῷ Σκιπίωνι ἐπέθεντο καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. τοῦ δὲ Σκιπίωνος ἀγανακτήσαντος ἐπὶ τούτῳ καὶ ἔγκλημα ποιησαμένου οὔτε τι μέτριον τοῖς πρέσβεσιν ἀπεκρίναντο, καὶ προσέτι καὶ ἐπεβούλευσαν αὐτοῖς ἀποπλεύσασιν· καὶ εἴγε μὴ ἄνεμος σφίσι κατὰ τύχην ἐπιγενόμενος ἐβοήθησεν, ἥλωσαν ἂν ἢ ἀπώλοντο. καὶ διὰ τοῦτο ὁ Σκιπίων, καίπερ ἐπελθόντων ἐν τούτῳ τῶν τὴν εἰρήνην αὐτοῖς φερόντων, οὐκ ἔτ' αὐτὴν ἐποιήσατο. 8. Ὅτι διεκηρυκεύσαντο οἱ Καρχηδόνιοι τῷ Σκιπίωνι. ἦν δὲ τὰ διωμολογημένα ὁμήρους τε σφᾶς δοῦναι, καὶ τοὺς αἰχμαλώτους τούς τε αὐτομόλους, οὓς ἤτοι τῶν Ῥωμαίων ἢ τῶν συμμάχων σφῶν εἶχον, ἀποδοῦναι, καὶ τοὺς ἐλέφαντας πάντας καὶ τὰς τριήρεις πλὴν δέκα
192
παραδοῦναι, καὶ τὸ λοιπὸν μὴ κεκτῆσθαι μήτε ἐλέφαντας μήτε ναῦς, καὶ τῷ Μασινίσσᾳ πάντων ὧν εἶχον αὐτοῦ ἀποστῆναι καὶ ἐκείνῳ δοῦναι, τήν τε χώραν καὶ τὰς πόλεις τὰς ἐν τῇ ἐπικρατείᾳ αὐτοῦ οὔσας ἀφεῖναι, καὶ μήτε καταλόγους ποιεῖσθαι μήτε μισθοφόροις χρῆσθαι μήτε πόλεμον πρὸς μηδένα παρὰ τὴν τῶν Ῥωμαίων γνώμην ἀναιρεῖσθαι. 9. Ὅτι ἡ Καρχηδὼν πολλοῖς Ῥωμαίοις ἐξαιρετέα ἐδόκει εἶναι, καὶ 413 Κορνηλίῳ ὑπάτῳ, καὶ ἔλεγεν ὅτι ἀδύνατόν ἐστι συνεστώσης αὐτῆς ἀδεεῖς σφᾶς εἶναι. 10. Ὅτι ὁ Φίλιππος ἡττηθεὶς ἐπεκηρυκεύσατο τῷ Φλαμινίῳ· καὶ ὅς, εἰ καὶ τὰ μάλιστα καὶ τῆς Μακεδονίας ἐγλίχετο καὶ τῇ παρούσῃ οἱ εὐτυχίᾳ ἐπίπαν ἐπεξελθεῖν ἐπεθύμει, ὅμως ἐσπείσατο. αἴτιον δὲ ὅτι ἐφοβήθη μὴ οἵ τε Ἕλληνες ὑπεξαιρεθέντος αὐτοῦ τό τε φρόνημα τὸ παλαιὸν ἀναλάβωσι καὶ σφᾶς οὐκ ἔτι θεραπεύσωσι, καὶ οἱ Αἰτωλοὶ ἐν μεγάλῳ καὶ τότε αὐχήματι, ὅτι τὸ πλεῖστον τῆς νίκης κατειργάσαντο, ὄντες ἐπαχθέστεροι σφίσι γένωνται, ὅ τε Ἀντίοχος ἔς τε τὴν Εὐρώπην, ὥσπερ ἠγγέλλετο, ἔλθῃ καὶ τῷ Φιλίππῳ συμμαχήσῃ. 11. Ὅτι νεανίσκοι τινὲς Καρχηδονίων πρέσβεις ἐς τὴν Ῥώμην ἐλθόντας ὑβρίσαντες ἐπέμφθησαν μὲν ἐς τὴν Καρχηδόνα καὶ ἐξεδόθησαν σφίσιν, οὐκ ἔπαθον δὲ ὑπ' αὐτῶν δεινὸν οὐδέν, ἀλλ' ἀφείθησαν. 12. Ὅτι ὁ Περσεὺς σπονδῶν ἐδεήθη παρὰ Ῥωμαίοις, κἂν ἔτυχεν αὐτῶν, εἰ μὴ οἱ Ῥόδιοι συνεπρέσβευσαν αὐτῷ δέει τοῦ μὴ τοῖς Ῥωμαίοις τὸν ἀντίπαλον ὑπεξαιρεθῆναι. μέτριον μὲν γὰρ οὐδέν, οἷα δεομένους εἰκὸς ἦν εἰπεῖν, ἔλεξαν· καὶ τῆς εἰρήνης οὐκ αἰτηταὶ μᾶλλον τῷ Περσεῖ ἢ δόται ὄντες, ἄλλα τε πολλὰ ὑπερήφανα διελέχθησαν, καὶ τέλος ἠπείλησαν τοῖς αἰτίοις τοῦ μὴ συμβῆναι σφᾶς γενομένοις μετὰ τῶν ἑτέρων πολεμήσειν. κἀκ τούτου οὐδὲ τὸ πρὶν ἀνύποπτοι τοῖς Ῥωμαίοις ὄντες μᾶλλον διεβλήθησαν καὶ τὸν Περσέα τῶν σπονδῶν τυχεῖν ἐκώλυσαν. 13. Ὅτι οἱ Ῥόδιοι φρόνημα πολὺ πρότερον σχόντες ὡς καὶ αὐτοὶ τόν τε Φίλιππον καὶ τὸν Ἀντίοχον νενικηκότες τῶν τε Ῥωμαίων κρείττους ὄντες, ἐς τοσοῦτον δέους ἀφίκοντο ὥστε καὶ πρεσβευτὴν πρὸς τὸν Ἀντίοχον τὸν τῆς Συρίας βασιλέα σταλέντα Ποπίλιον μεταπέμψασθαι, καὶ παρόντος αὐτοῦ καταψηφίσασθαι πάντων τῶν τἀναντία τοῖς Ῥωμαίοις φρονησάντων, τούς τε συλληφθέντας αὐτῶν ἐπὶ τιμωρίαν πέμψαι. 14. Ὅτι οἱ αὐτοὶ πρεσβευσάμενοι πρὸς αὐτοὺς πολλάκις, ὥς 414 που καὶ ἐδέοντό τινος, οὐδὲν ἔτ' αὐτοῖς προσέφερον ὥσπερ καὶ πρότερον, ἀλλ' ὅσα ἐς τὸ παραιτήσασθαι μὴ μνησικακεῖν σφίσιν αὐτοὺς χρήσιμα ἐξ ὧν ὑπούργησάν ποτε αὐτοῖς λαβεῖν ἐδύναντο, μόνα ἔλεγον, καὶ τήν γε πρόσρησιν τῆς συμμαχίας τῆς πρὸς αὐτοὺς μὴ προσδεχόμενοι πρόσθεν, ἵνα ὡς καὶ μετατάξασθαί ποτε ἀπ' αὐτῶν ἐκ τοῦ μηδεμίαν ἔνορκον ἀνάγκην φιλίας ἔχειν δυνάμενοι φοβεροί τε αὐτοῖς ὦσι καὶ πρὸς τῶν ἀεὶ πολεμούντων σφίσιν ἐπιθεραπεύωνται, τότε καὶ πάνυ προσθέσθαι ἐσπούδαζον, τήν τε παρὰ τῶν Ῥωμαίων εὔνοιαν ἅμα βεβαιούμενοι, καὶ τιμὴν ἐκ τούτου καὶ παρὰ τῶν ἄλλων θηρώμενοι. 15. Ὅτι ὁ Προυσίας αὐτός τε ἐς τὴν Ῥώμην καὶ ἐς τὸ βουλευτήριον ἐσελθὼν τόν τε οὐδὸν αὐτοῦ κατεφίλησε καὶ τοὺς βουλευτὰς θεοὺς ἐπωνόμασε καὶ προσεκύνησεν. ἐξ οὗπερ καὶ ἠλεήθη ὅτι μάλιστα, καίτοι καὶ τῷ Ἀττάλῳ παρὰ τὴν τῶν Ῥωμαίων γνώμην πολεμήσας. ἐλέγετο γὰρ καὶ οἴκοι τοὺς πρέσβεις αὐτῶν, ὁσάκις ἀφίκοιντό τινες, προσκυνεῖν, ἀπελεύθερόν τε ἑαυτὸν τοῦ δήμου ἐπεκάλει καὶ πίλιον πολλάκις ἐπετίθετο. 16. Ὅτι Ποπίλιος οὕτω κατεφόβησε τὸν Οὐιρίαθον ὥστε καὶ ὑπὲρ σπονδῶν οἱ εὐθύς, πρὶν καὶ μάχης τινὸς πειραθῆναι, προσπέμψαι, τούς τε κορυφαίους τῶν ἀποστάντων ἀπὸ τῶν Ῥωμαίων ἐξαιτηθέντα τοὺς μὲν ἀποκτεῖναι, ἐν οἷς καὶ ὁ κηδεστὴς αὐτοῦ, καίπερ ἰδίαν δύναμιν ἔχων, ἐφονεύθη, τοὺς δὲ καὶ ἐκδοῦναι, ὧν πάντων ὁ ὕπατος τὰς χεῖρας ἀπέκοψεν. κἂν παντελῶς κατελύσατο, εἰ μὴ καὶ τὰ ὅπλα ᾐτήθη· τοῦτο γὰρ οὔτ' αὐτὸς οὔτε τὸ λοιπὸν πλῆθος ὑπομεῖναι ἐποίησεν. 17. Ὅτι ἐλθόντων Νουμαντίνων πρέσβεων οἱ Ῥωμαῖοι ἔξω τοῦ τείχους ἐδέξαντο αὐτούς, ἵνα μὴ καὶ βεβαιοῦν ἐκ τούτου τὰς σπονδὰς δόξωσιν. ξένια μέντοι σφίσι καὶ ὣς ἐξέπεμψαν, μὴ βουληθέντες πω τὴν ἐλπίδα αὐτῶν ὡς καὶ συναλλαγησομένων ἀφελέσθαι.
193
ἔλεγον δὲ οἱ μὲν περὶ τὸν Μαγκῖνον τήν τε ἀνάγκην τῶν ὡμολογημένων καὶ τὸ πλῆθος τῶν σεσωσμένων, ὅτι τε πάνθ' ὅσα καὶ πρότερον ἐν τῇ Ἰβηρίᾳ ἐκέκτηντο εἶχον· ἠξίουν τ' αὐτοὺς μὴ 415 πρὸς τὴν παροῦσαν σφῶν ἄδειαν, ἀλλὰ πρὸς τὸν τότε περιστάντα τοὺς στρατιώτας κίνδυνον ἐκλογίζεσθαι, οὐχ ὅσα ἔδει γεγονέναι, ἀλλ' ὅσα ἐνεδέχετο πραχθῆναι. οἱ δὲ Νουμαντῖνοι πολλὰ μὲν περὶ τῆς προτέρας σφῶν ἐς αὐτοὺς εὐνοίας, πολλὰ δὲ καὶ περὶ τῆς ἐκείνων μετὰ ταῦτα ἀδικίας, ὑφ' ἧς ἐς τὸν πόλεμον κατέστησαν, τήν τε τοῦ Πομπίου ψευδορκίαν προέφερον, καὶ τῆς τοῦ Μαγκίνου καὶ τῶν ἄλλων σωτηρίας εὐεργεσίαν ἀπῄτουν. καὶ τὰς σπονδὰς ἔλυσαν καὶ τὸν Μαγκῖνον ἐκδοθῆναι τοῖς Νουμαντίνοις ἔγνωσαν. 18. Ὅτι τῷ Ἰουγούρθᾳ ὁ Μέτελλος προσπέμψαντί οἱ ὑπὲρ τῆς εἰρήνης πολλὰ καθ' ἓν ἕκαστον ὡς καὶ μόνον ἐπέταξε, καὶ οὕτως ὁμήρους τε παρ' αὐτοῦ καὶ ὅπλα τούς τε ἐλέφαντας καὶ τοὺς αἰχμαλώτους τούς τε αὐτομόλους ἔλαβε. καὶ τούτους μὲν πάντας ἀπέκτεινεν, οὐ κατελύσατο δέ, ὅτι Ἰουγούρθας οὐκ ἠβουλήθη πρὸς αὐτόν, μὴ συλληφθῇ, ἐλθεῖν, καὶ ὁ Μάριος ὅ τε Γναῖος ἐνεπόδισαν. 19. Ὅτι τῆς Κίρτας καθ' ὁμολογίαν ἁλούσης ὁ Βόκχος ἐπεκηρυκεύσατο τῷ Μαρίῳ, καὶ τὰ μὲν πρῶτα τὴν τοῦ Ἰουγούρθου ἀρχὴν μισθὸν τῆς μεταστάσεως ᾔτει, ἔπειτα μὴ τυχὼν αὐτῆς ἁπλῶς ἠξίωσε συμβῆναι. καὶ ὁ μὲν πρέσβεις ἐς τὴν Ῥώμην ἔπεμψεν, ὁ δὲ Ἰουγούρθας τούτων [οὐ] γινομένων ἀπεχώρησεν ἐς τὰ ἐρημότατα τῆς ἑαυτοῦ γῆς. 20. Ὅτι ὁ Μάριος πρέσβεις τοῦ Βόκχου κομισάμενος οὐκ ἔφη αὐτῷ συνθήσεσθαι, εἰ μὴ τὸν Ἰουγούρθαν ἔκδοτον παρ' αὐτοῦ λάβοι· ὃ καὶ γέγονεν. 21. Ὅτι ὁ Μιθριδάτης πρέσβεων ὄντων Ῥωμαίων οὐδὲν ἐκίνησεν, ἀλλ' ἀνταιτιασάμενός τινα καὶ προσαποδείξας τοῖς πρέσβεσι τὸ πλῆθος τῶν χρημάτων, ὧν τῷ τε κοινῷ καὶ ἰδίᾳ τισὶν ἀναλώκει, ἡσυχίαν ἔσχεν. ὁ δὲ Νικομήδης τῇ συμμαχίᾳ αὐτῶν ἐπαρθεὶς καὶ χρημάτων δεηθεὶς ἐσέβαλεν ἐς τὴν χώραν αὐτοῦ. 22. Ὅτι ὁ Μιθριδάτης πρέσβεις ἀπέστειλεν ἐς τὴν Ῥώμην ἀξιῶν, εἰ μὲν φίλον τὸν Νικομήδην νομίζουσι, πεῖσαι αὐτὸν ἢ 416 καταναγκάσαι τὰ δίκαιά οἱ ποιῆσαι, εἰ δὲ μή, αὐτῷ γε ἐπιτρέψαι τὸν ἐχθρὸν ἀμύνασθαι. οἱ δὲ οὐχ ὅτι τι ἔπραξαν ὧν ἤθελεν, ἀλλὰ καὶ ἐπηπείλησαν αὐτῷ, ἂν μὴ τῷ Ἀριοβαρζάνῃ τὴν Καππαδοκίαν ἀποδῷ καὶ πρὸς τὸν Νικομήδην εἰρήνην ἄγῃ. τούς τε πρέσβεις αὐτοῦ αὐθημερὸν ἀπέπεμψαν καὶ προσαπηγόρευσαν αὐτῷ μηκέτι μηδένα ἄλλον, ἂν μὴ πειθαρχῇ σφίσι, πέμψαι. 23. Ὅτι οἱ Ῥωμαῖοι τοῦ ἐμφυλίου πολέμου ἐνεστηκότος τὸν Μέτελλον μετεπέμψαντο, κελεύσαντες βοηθεῖν. 24. Ὅτι ὁ Ἀρχέλαος παρεκάλει τὸν Σύλλαν διαλλαγῆναι πρὸς τὸν Μιθριδάτην. δεξαμένου δὲ τούτου τὴν πρόκλησιν, ἐγένοντο συνθῆκαι, Μιθριδάτην μὲν τὴν Ἀσίαν ἀφεῖναι καὶ Παφλαγονίαν, ἐκστῆναι δὲ Βιθυνίας Νικομήδει καὶ Καππαδοκίας Ἀριοβαρζάνῃ, καταβαλεῖν δὲ Ῥωμαίοις δισχίλια τάλαντα καὶ δοῦναι ναῦς ἑβδομήκοντα χαλκήρεις μετὰ τῆς οἰκείας παρασκευῆς, Σύλλαν δὲ ἐκείνῳ τήν τε ἄλλην ἀρχὴν βεβαιοῦν καὶ σύμμαχον Ῥωμαίων ψηφίσασθαι. ταῦτα οὕτως ὡμολογήθη, καὶ ἐβάδιζε διὰ Θεσσαλίας καὶ Μακεδονίας ἐπὶ τὸν Ἑλλήσποντον ἔχων μεθ' ἑαυτοῦ τὸν Ἀρχέλαον ἐν τιμῇ. καὶ νοσήσαντος ἐπισφαλῶς περὶ Λάρισσαν ἐπιστήσας τὴν πορείαν ὡς ἑνὸς τῶν ὑφ' αὑτὸν ἡγεμόνων καὶ στρατηγῶν ἐπεμελήθη. ταῦτα δὲ διέβαλλε τὸ περὶ Χαιρώνειαν ἔργον ὡς οὐχὶ καθαρῶς ἀγωνισθέν, καὶ ὅτι τοὺς ἄλλους Μιθριδάτου φίλους, οὓς εἶχεν αἰχμαλώτους, ἀποδοὺς ὁ Σύλλας Ἀριστίωνα μόνον ἀνεῖλεν Ἀρχελάῳ διάφορον ὄντα, μάλιστα δὲ ἡ δοθεῖσα γῆ τῷ Καππάδοκι μυρίων πλέθρων ἐν Εὐβοίᾳ καὶ τὸ Ῥωμαίων φίλον αὐτὸν καὶ σύμμαχον ἀπογραφῆναι. 25. Ὅτι πρεσβευτῶν παραγενομένων παρὰ τοῦ Μιθριδάτου πρὸς Σύλλαν καὶ τὰ μὲν ἄλλα φασκόντων δέχεσθαι, Παφλαγονίαν δὲ ἀξιούντων μὴ ἀφαιρεθῆναι, τὰς δὲ ναῦς οὐδὲ ὅλως ὁμολογηθῆναι, χαλεπήνας ὁ Σύλλας· τί φατε; εἶπεν. Μιθριδάτης Παφλαγονίας ἀντιποιεῖται καὶ περὶ τῶν νηῶν ἔξαρνός ἐστιν; ὃν ἐγὼ προσκυνήσειν ἐνόμιζον, εἰ τὴν δεξιὰν αὐτῷ καταλείποιμι χεῖρα, δι' ἧς τοσούτους Ῥωμαίων ἀνεῖλεν; ἑτέρας μέντοι φωνὰς ἀφήσει, διαβάντος μου ἐς τὴν Ἀσίαν. νῦν δὲ ἐν Περγάμῳ καθήμενος ὃν οὐχ 417 ἑώρακε διαστρατηγεῖ πόλεμον. οἱ μὲν οὖν φοβηθέντες ἡσύχαζον, ὁ δὲ Ἀρχέλαος ἐδεῖτο τοῦ Σύλλου καὶ κατεπράυνε τὴν ὀργὴν ἁπτόμενος
194
τῆς δεξιᾶς αὐτοῦ καὶ δακρύων, καὶ ἔπεισεν ἀποσταλῆναι πρὸς Μιθριδάτην. διαπράξεσθαι γὰρ ἐφ' οἷς βούλεται τὴν εἰρήνην, εἰ δὲ μὴ πείσοι κτενεῖν αὐτὸς ἑαυτὸν ἐπὶ τούτοις. 26. Ὅτι συνεισῆλθεν ὁ Σύλλας τῷ Μιθριδάτῃ ἐν Δαρδάνῳ τῆς Τρῳάδος ἔχων ναῦς διακοσίας ἐνήρεις καὶ τῆς πεζῆς δυνάμεως ὁπλίτας μὲν δισμυρίους, ἱππεῖς δὲ ἑξακισχιλίους, Σύλλας δὲ τέσσαρας σπείρας καὶ διακοσίους ἱππεῖς. ἀπαντήσαντος δὲ τοῦ Μιθριδάτου καὶ τὴν δεξιὰν προτείνοντος, ἠρώτησεν αὐτόν, εἰ καταλύσοι τὸν πόλεμον, ἐφ' οἷς ὡμολόγησεν Ἀρχέλαος. 27. Ὅτι τὰς συνθήκας ποιήσαντες Σύλλας καὶ Μιθριδάτης Ἀριοβαρζάνην καὶ Νικομήδην τοὺς βασιλεῖς διήλλαξαν. καὶ ὁ μὲν Μιθριδάτης ἑβδομήκοντα ναῦς παραδοὺς καὶ τοξότας ὡς πλείστους ἐν αὐταῖς εἰς τὸν Πόντον ἀποπλεῖν ἔμελλεν. ὁ δὲ Σύλλας ἀχθομένους ἰδὼν τοὺς στρατιώτας τῇ διαλύσει, τὸν γὰρ ἔχθιστον τῶν βασιλέων καὶ ιεʹ μυριάδας ἐν μιᾷ ἡμέρᾳ τῶν ἐν Ἀσίᾳ Ῥωμαίων ἀποσφαγῆναι παρασκευάσαντα δεινὸν ἡγοῦντο μετὰ πλούτου καὶ λαφύρων ὁρᾶν ἐκπλέοντα τῆς Ἀσίας, ἣν ἔτη δʹ λεηλατῶν καὶ φορολογῶν διετέλεσεν. ὁ δὲ ἀπελογεῖτο, ὡς οὐκ ἦν Φλάκκῳ καὶ Μιθριδάτῃ πολεμεῖν, εἰ συσταίησαν, δυνηθείς. 28. Ὅτι τῶν Κρητῶν πρεσβευσαμένων πρὸς τοὺς Ῥωμαίους καὶ ἐλπιζόντων τάς τε παλαιὰς σπονδὰς ἀνανεώσεσθαι καὶ προσέτι καὶ εὐεργεσίαν τῆς τοῦ ταμίου τῶν τε συστρατιωτῶν αὐτῶν σωτηρίας εὑρήσεσθαι, οὗτοι ὀργὴν μᾶλλον ὅτι μὴ ἑάλωσαν λαβόντες ἢ χάριν αὐτοῖς ὅτι μὴ ἐκείνους ἔφθειραν γνόντες, οὔτ' ἄλλως μέτριόν τι ἀπεκρίναντο, καὶ τοὺς αἰχμαλώτους τούς τε αὐτομόλους ἅπαντας παρ' αὐτῶν ἀπῄτησαν. καὶ ὁμήρους χρήματά τε πολλὰ αἰτήσαντες, τάς τε ναῦς τὰς μείζους καὶ τοὺς ἄνδρας τοὺς κορυφαίους ἐξαιτήσαντες, οὐκ ἀνέμειναν τὴν οἴκοθεν αὐτῶν ἀπόκρισιν, ἀλλὰ τῶν ὑπάτων αὐτίκα τὸν ἕτερον ταῦτά τε ληψόμενον καὶ πολεμήσοντα σφίσιν, ἂν μὴ διδῶσιν, ὥσπερ οὐκ ἔμελλον, ἐξέπεμψαν· οἱ γὰρ ἀπ' ἀρχῆς, πρὶν αἰτηθῆναί τι τοιοῦτο καὶ κρατῆσαι, μὴ 418 θελήσαντες ὁμολογῆσαι πῶς ἂν μετὰ τὴν νίκην τοσαῦτά τε ἅμα καὶ τοιαῦτα προσταττόμενοι ἤνεγκαν; τοῦτό τε οὖν σαφῶς εἰδότες καὶ προσυποπτεύσαντες τοὺς πρέσβεις ἐπιχειρήσειν τινάς, ὡς καὶ κωλύσοντας τὴν στρατείαν, διαφθεῖραι χρήμασιν, ἐψηφίσαντο ἐν τῇ βουλῇ μηδένα αὐτοῖς μηδὲν δανεῖσαι. 29. Ὅτι Ἀρσάκου τοῦ τῶν Πάρθων βασιλέως τελευτήσαντος Φραάντην τὸν διάδοχον αὐτοῦ ὁ Πομπήιος προσεδόκησεν οἰκειώσεσθαι, καὶ ἐπεὶ τὴν φιλίαν διὰ ταχέων ἐπὶ τοῖς αὐτοῖς προσυνέθετο καὶ ἐς τὴν Ἀρμενίαν αὐτὸν τὴν τοῦ Τιγράνου προεμβαλεῖν ἀνέπεισεν, πυθόμενος τοῦτο κατέδεισε καὶ πρεσβευσάμενος εὐθὺς σύμβασιν ἔπραττεν. κελεύσαντός τε αὐτῷ τοῦ Πομπηίου τά τε ὅπλα καταθέσθαι καὶ τοὺς αὐτομόλους ἐκδοῦναι οὐκ ἔσχε καιρὸν βουλεύσασθαι· ἀκούσαντες γὰρ ταῦτα οἱ ἐν τῷ στρατοπέδῳ αὐτοῦ ὄντες, καὶ φοβηθέντες οἱ αὐτόμολοι (πολλοὶ δὲ ἦσαν) μὴ ἐκδοθῶσιν, καὶ οἱ βάρβαροι μὴ ἄνευ ἐκείνων πολεμεῖν ἀναγκασθῶσιν, ἐθορυβήθησαν. κἂν ἐξειργάσαντό τι τὸν Μιθριδάτην, εἰ μὴ ψευσάμενος ὅτι οὐκ ἐπὶ σπονδαῖς ἀλλ' ἐπὶ κατασκοπῇ τῆς τῶν Ῥωμαίων παρασκευῆς τοὺς πρέσβεις ἔπεμψεν, μόλις αὐτοὺς κατέσχεν. 30. Ὅτι ὁ Ἀρτώκης ἡττηθεὶς ὑπὸ Πομπηίου ἐπεκηρυκεύσατο αὐτῷ καὶ δῶρα ἔπεμψεν· ἐκείνου δὲ δὴ ταῦτα μέν, ὅπως τὰς σπονδὰς ποιήσασθαι ἐλπίσας μὴ περαιτέρω προχωρήσῃ, λαβόντος, τὴν δὲ εἰρήνην οὐχ ὁμολογήσαντος δώσειν, ἂν μὴ τούς τε παῖδάς οἱ ὁμήρους προαποστείλῃ, χρόνον τινὰ ἐπέσχεν, μέχρις οὗ οἱ Ῥωμαῖοι καὶ τὸν Πέλωρον διαβατόν πη τοῦ θέρους γενόμενον οὐ χαλεπῶς, ἄλλως τε καὶ μηδενὸς κωλύοντος, ἐπεραιώθησαν. οὕτω δὲ δὴ τούς τε παῖδας αὐτῷ ἔπεμψε καὶ μετὰ τοῦτο καὶ συνηλλάγη. 31. Ὅτι Σηκουανοὶ καὶ Αἰδοῦοι τὴν προθυμίαν τοῦ Καίσαρος ἰδόντες καὶ τὰ ἔργα ὁμολογοῦντα ταῖς ἐλπίσιν αἰσθόμενοι ἐκείνῳ τε εὐεργεσίαν καταθέσθαι καὶ τοὺς Κελτοὺς τοὺς ὁμοχώρους σφίσι τιμωρήσασθαι ἠθέλησαν. διαβάντες γὰρ τὸν Ῥῆνον τῆς τε χώρας αὐτῶν τινα παρετέτμηντο καὶ ἑαυτοῖς ὑποτελεῖς ἐπεποίηντο ὁμήρους σφῶν ἔχοντες. ἦρχε δὲ τῶν Κελτῶν Ἀριόουιστος, καὶ τήν 419 τε κύρωσιν τῆς βασιλείας παρὰ τῶν Ῥωμαίων εἰλήφει, πρὸς δὲ δὴ τὴν ἐκ τοῦ πολέμου δόξαν καὶ τὴν ἀπ' αὐτῶν ἰσχὺν οὐδὲν αὐτῶν ἐφρόντισεν, πλὴν καθ' ὅσον παρὰ τοῦ βαρβάρου πρόφασιν τῆς διαφορᾶς, μὴ καὶ προϋπάρχειν τι ἐς αὐτὸν νομισθῇ, λαβεῖν
195
ἠθέλησεν. καὶ μετεπέμψατο αὐτὸν ὡς διαλεχθῆναί τι αὐτῷ δεόμενος. ἐπεὶ δὲ οὐχ ὑπήκουσεν, ἀλλ' ἔφη ὅτι· εἴ τί μοι βούλεται Καῖσαρ εἰπεῖν, αὐτὸς πρὸς ἐμὲ ἐλθέτω· οὔτε γὰρ ἄλλως καταδεέστερος αὐτοῦ εἰμί, καὶ τὸν χρείαν τινὸς ἔχοντα αὐτὸν πρὸς ἐκεῖνον ἀφικνεῖσθαι δεῖ, ὀργήν τε ὡς καὶ πάντας τοὺς Ῥωμαίους προπεπηλακικότος αὐτοῦ ἐν τούτῳ ἐποιήσατο, καὶ παραχρῆμα τούς τε ὁμήρους τῶν συμμάχων ἀπῄτησεν αὐτόν, καὶ προσαπηγόρευσεν αὐτῷ μήτε τῆς χώρας σφῶν ἐπιβαίνειν μήτε ἐπικουρίας οἴκοθεν ἐπάγεσθαι. ταῦτα δὲ ἔπραξεν οὐχ ὅτι καταπλήξειν αὐτόν, ἀλλ' ὅτι ἐξοργιεῖν κἀκ τούτου πρόφασιν τοῦ πολέμου μεγάλην καὶ εὐπρεπῆ λήψεσθαι ἤλπισεν. ἀχθεσθεὶς δὲ ὁ βάρβαρος τοῖς ἐπιτάγμασι πολλὰ καὶ δεινὰ ἀπεκρίνατο, ὥστε τὸν Καίσαρα λόγους μὲν μηκέτ' αὐτῷ ἀντιπέμψαι, ἀλλὰ πρὶν αἰθέσθαι τὴν Οὐεσουντίνων καὶ τὴν τῶν Σηκουανῶν πόλιν κατασχεῖν. 32. Ὅτι Καῖσαρ ἐς τὴν Ἀρμενίαν ἐσέβαλεν. ἐκπλαγεὶς οὖν ὁ Φαρνάκης καὶ πολὺ μᾶλλον τὴν ὁρμὴν ἢ τὸν στρατὸν αὐτοῦ καταδείσας, προσέπεμψεν αὐτῷ πρὶν πλησιάσαι πολλάκις προκηρυκευόμενος, εἴ πως τὸ παρὸν ἐφ' ὁτῳδὴ συνθέμενος ἐκφύγοι. προΐσχετο δὲ ἄλλα τε, καὶ ἐν τοῖς μάλιστα ὅτι οὐ συνήρατο τῷ Πομπηίῳ· καὶ ἤλπιζεν ὑπάξεσθαί τε αὐτὸν ἐς σπονδὰς ἅτε καὶ ἐς τὴν Ἰταλίαν τήν τε Ἀφρικὴν ἐπειγόμενον, καὶ ἀπελθόντος αὐτοῦ ῥᾳδίως αὖθις πολεμήσειν. ὑποπτεύσας οὖν τοῦτο ὁ Καῖσαρ τοὺς μὲν πρώτους καὶ τοὺς δευτέρους πρέσβεις ἐφιλοφρονήσατο, ὅπως ὅτι μάλιστα ἀπροσδοκήτῳ οἱ τῇ τῆς εἰρήνης ἐλπίδι προσπέσῃ, τῶν δὲ τρίτων ἐλθόντων τά τε ἄλλα ἐπεκάλεσεν αὐτῷ καὶ ὅτι τὸν Πομπήιον τὸν εὐεργέτην ἐγκατέλιπεν. καὶ οὐκ ἀνεβάλετο, ἀλλ' εὐθὺς αὐθημερόν, ὥσπερ εἶχεν ἐκ τῆς ὁδοῦ, συνέμιξεν. 33. Ὅτι παρὰ τοῦ Φραάτου πρέσβεις, ἐφ' οἷς ἀντενεκάλουν ἀλλήλοις ἀφίκοντο. ὁ δὲ Ἀγρίππας ἐς τὴν βουλὴν αὐτοὺς ἐσήγαγε 420 καὶ ἐπιτραπεὶς παρ' αὐτῆς τὴν διάγνωσιν τὸν μὲν Τιριδάτην τῷ Φραάτῃ οὐκ ἐξέδωκεν, τὸν δὲ υἱὸν αὐτῷ, ὃν πρότερον παρ' ἐκείνου λαβὼν εἶχεν, ἀπέπεμψεν ἐπὶ τῷ τούς τε αἰχμαλώτους καὶ τὰ σημεῖα τὰ στρατιωτικὰ τὰ ἔν τε τῇ τοῦ Κράσσου καὶ ἐν τῇ τοῦ Ἀντωνίου συμφορᾷ ἁλόντα κομίσασθαι. 34. Ὅτι ὁ Καῖσαρ ὁ Αὔγουστος ἐπὶ τοὺς Κελτοὺς ἐστράτευσεν. καὶ αὐτὸς μὲν ἐν τῇ οἰκείᾳ ὑπέμεινεν, ὁ δὲ Τιβέριος τὸν Ῥῆνον διέβη. φοβηθέντες οὖν αὐτοὺς οἱ βάρβαροι ἐπεκηρυκεύσαντο ἄνευ τῶν Καντάβρων, καὶ οὔτε τότε ἔτυχόν τινος (ὁ γὰρ Αὔγουστος οὐκ ἔφη σφίσιν ἄνευ ἐκείνων σπείσεσθαι) οὔθ' ὕστερον. ἔπεμψαν μὲν γὰρ καὶ οἱ Σύγγαμβροι πρέσβεις, τοσούτου δὲ ἐδέησαν διαπράξασθαί τι ὥστε καὶ ἐκείνους πάντας καὶ πολλοὺς καὶ ἐλλογίμους ὄντας προσαπολέσθαι· ὁ γὰρ Αὔγουστος συλλαβὼν αὐτοὺς ἐς πόλεις τινὰς κατέθετο, οἱ δὲ δυσανασχετήσαντες ἑαυτοὺς κατεχρήσαντο. κἀκ τούτου χρόνον μέν τινα ἡσύχασαν, ἔπειτα ἐπὶ πολλῷ τὸ πάθημα σφῶν τοῖς Ῥωμαίοις ἀνταπέδοσαν. 35. Ὅτι ὡς ἐπύθοντο οἱ βάρβαροι τὴν ἐπιστρατείαν τοῦ Γαΐου, Φρατάκτης ἔπεμψε πρὸς τὸν Αὔγουστον ὑπὲρ τῶν γεγονότων ἀπολογούμενος καὶ τοὺς ἀδελφοὺς ἐπὶ εἰρήνῃ ἀπαιτῶν. καὶ αὐτῷ ἐκεῖνος Φρατάκτῃ ἄνευ τῆς τοῦ βασιλέως ἐπικλήσεως ἀντεπιστείλας τό τε ὄνομα τὸ βασιλικὸν καταθέσθαι καὶ τῆς Ἀρμενίας ἀποστῆναι προσέταξεν. ἐφ' ᾧ δὴ ὁ Πάρθος οὐχ ὅσον οὐ κατέπτηξεν, ἀλλὰ καὶ ἀντέγραψέν οἱ τά τε ἄλλα ὑπερφρόνως καὶ αὑτὸν μὲν βασιλέα βασιλέων, ἐκεῖνον δὲ Καίσαρα μόνον ὀνομάσας. ὁ δὲ δὴ Τιγράνης εὐθὺς μὲν οὐκ ἐπρεσβεύσατο, τοῦ δὲ Ἀρταβάζου νόσῳ ὕστερον τελευτήσαντος δῶρά τε τῷ Αὐγούστῳ, ὡς καὶ τοῦ ἀντιπάλου ὑπεξηρημένου οἱ, ἔπεμψε τὸ τοῦ βασιλέως ὄνομα ἐς τὴν ἐπιστολὴν μὴ ἐγγράψας, καὶ τὴν βασιλείαν δῆθεν παρ' αὐτοῦ ᾔτησεν. τούτοις τε οὖν ὑπαχθεὶς καὶ τὸν πόλεμον ἅμα τὸν Πάρθον φοβηθεὶς τά τε δῶρα ἐδέξατο καὶ μετ' ἐλπίδων αὐτὸν χρηστῶν ἐς τὴν Συρίαν πρὸς τὸν Γάϊον ἐλθεῖν ἐκέλευσεν. 36. Ὅτι ὁ Πάλλας συνὼν τῇ Ἀγριππίνῃ πάντα φορτικὸς καὶ ἐπαχθὴς ἦν. ὁ δὲ Σενέκας καὶ ὁ Βοῦρρος, φρονιμώτατοι καὶ δυ 421 νατώτατοι τῶν περὶ τὸν Νέρωνα ἀνδρῶν ὄντες (ὁ μὲν γὰρ ἔπαρχος τοῦ δορυφορικοῦ ἦν, ὁ δὲ διδάσκαλος), ἔπαυσαν ἑκάτερον τοιᾶσδε ἀφορμῆς λαβόμενοι. πρεσβείας Ἀρμενίων ἐλθούσης καὶ ἡ Ἀγριππίνα ἐπὶ τὸ βῆμα, ἀφ' οὗ σφίσιν ὁ Νέρων διελέγετο, ἀναβῆναι ἠθέλησεν. ἰδόντες οὖν αὐτὴν ἐκεῖνοι πλησιάζουσαν ἔπεισαν τὸν νεανίσκον προκαταβῆναι καὶ προαπαντῆσαι τῇ μητρὶ ὡς καὶ ἐπὶ δεξιώσει τινί. πραχθέντος τε τούτου οὔτε
196
τότε ἐπανῆλθον, ἐμβαλόντες τινὰ αἰτίαν, ὥστε μὴ καὶ ἐς τοὺς βαρβάρους τὸ νόσημα τῆς ἀρχῆς ἐκφανῆναι, καὶ μετὰ τοῦτ' ἔπραττον, ὅπως μηδὲν ἔτι αὐτῇ τῶν κοινῶν ἐπιτρέπηται. κατεργασάμενοι δὲ τοῦτο αὐτοὶ τὴν ἀρχὴν πᾶσαν παρέλαβον. 37. Ὅτι ὁ Οὐολόγαισος ἀκούσας ὡς τὴν Ἀρμενίαν ὁ Νέρων ἄλλοις διένειμε καὶ τὴν Ἀδιαβηνὴν ὑπὸ τοῦ Τιγράνου πορθουμένην, αὐτὸς μὲν ὡς ἐς τὴν Συρίαν ἐπὶ τὸν Κουρβούλωνα στρατεύσων ἡτοιμάζετο, τὸν δὲ τῶν Ἀδιαβηνῶν βασιλέα Μονόβαζον καὶ Μοναίσην Πάρθον ἐς τὴν Ἀρμενίαν ἔπεμψεν. οὗτοι δὲ τὸν Τιγράνην ἐς τὰ Τιγρανόκερτα καθεῖρξαν. καὶ ἐπεὶ ἐν τῇ προσεδρείᾳ οὐδὲν αὐτὸν ἐλύπουν, ἀλλὰ καὶ ὁσάκις προσμίξειάν οἱ ἀπεκρούοντο καὶ ὑπ' ἐκείνου καὶ ὑπὸ τῶν Ῥωμαίων τῶν συνόντων αὐτῷ, καὶ ὁ Κουρβούλων ἀκριβῆ φρουρὰν τῆς Συρίας ἐποιήσατο, ἐγνωσιμάχησε καὶ τὴν παρασκευὴν ἀφῆκε καὶ πέμψας πρὸς τὸν Κουρβούλωνα ἀνοχῆς ἔτυχεν ἐπὶ τῷ πρός τε τὸν Νέρωνα αὖθις πρεσβεύσασθαι καὶ τὴν πολιορκίαν λῦσαι καὶ τοὺς στρατιώτας ἐκ τῆς Ἀρμενίας ἐξαγαγεῖν. Νέρων δὲ ἐκείνῳ μὲν οὐδὲ τότε οὐδὲ ταχὺ οὐδὲ σαφὲς ἀπεκρίνατο, Λούκιον δὲ Σένιον Παῖτον ἐς τὴν Καππαδοκίαν, ὅπως μηδὲν περὶ τὴν Ἀρμενίαν νεοχμωθῇ, ἀπέστειλεν. 38. Ὅτι ὁ Κουρβούλων ἐν μὲν τῷ φανερῷ τὸν πρὸς Οὐολόγαισον πόλεμον παρεσκευάζετο, καὶ πέμψας ἑκατοντάρχην ἐκέλευσεν αὐτὸν ἀπαλλαγῆναι τῆς χώρας, ἰδίᾳ δὲ συνεβούλευέν οἱ τὸν ἀδελφὸν ἐς τὴν Ῥώμην πέμψαι, καὶ ἔπεισεν, ἐπειδὴ κρείττων αὐτοῦ τῇ δυνάμει ἐδόκει εἶναι. συνῆλθον οὖν ἐν αὐτῇ τῇ Ῥανδείᾳ ὅ τε Κουρβούλων καὶ ὁ Τιριδάτης· τοῦτο γὰρ τὸ χωρίον ἀμφοτέροις ἤρεσεν, τῷ μὲν ὅτι ἀπολαβόντες ἐς αὐτὸ τοὺς Ῥωμαίους ὑποσπόνδους ἀφῆκαν, πρὸς ἔνδειξιν ὧν εὐεργέτηντο, τῷ δὲ ὅτι τὴν δύσκλειαν τὴν ἐν αὐτῷ πρότερον συμβᾶσαν σφίσιν ἀποτρίψεσθαι ἔμελλον. οὐδὲ γὰρ ἁπλῶς λόγους τινὰς ἐποιήσαντο, ἀλλὰ καὶ βῆμα 422 ὑψηλὸν ἠγέρθη καὶ ἐπ' αὐτοῦ εἰκόνες τοῦ Νέρωνος ἐστάθησαν, ὅ τε Τιριδάτης πολλῶν μὲν Ἀρμενίων πολλῶν δὲ Πάρθων καὶ Ῥωμαίων παρόντων προσῆλθέ τε αὐταῖς καὶ προσεκύνησε, θύσας τε καὶ ἐπευφημήσας τὸ διάδημα ἀπό τε τῆς κεφαλῆς ἀφεῖλε καὶ παρέθηκεν αὐταῖς· καὶ ὁ Μονόβαζος καὶ ὁ Οὐολόγαισος πρὸς τὸν Κουρβούλωνα ἦλθον καὶ ὁμήρους αὐτῷ ἔδωκαν. καὶ ἐπὶ τούτοις ὁ Νέρων αὐτοκράτωρ τε πολλάκις ἐπεκλήθη, καὶ τὰ ἐπινίκια ἔπεμψε παρὰ τὸ νεμομισμένον. 39. Ὅτι οἱ στρατιῶται τοῦ Βιτελλίου τῷ Πρίμῳ τῇ ὑστεραίᾳ ὑπαγομένῳ σφᾶς δι' ἀγγέλων ὁμολογῆσαι ἀντέπεμψαν ἀντιπαραινοῦντες τὰ τοῦ Βιτελλίου προελέσθαι, καὶ ἐς χεῖρας ἐλθόντες τοῖς στρατιώταις αὐτοῦ προθυμότατα ἠγωνίσαντο. ἡ δὲ δὴ μάχη οὐκ ἐκ παρασκευῆς ἐγένετο, ἀλλ' αἰφνίδιον ὀλίγοι τινὲς τῶν ἱππέων, οἷα παρὰ τοῖς ἀντιπαραστρατοπεδευομένοις γίγνεται, τοῖς προνομεύουσι τῶν ἑτέρων ἐπέθεντο, καὶ μετὰ τοῦτο προσβοηθούντων ἑκατέροις ἀμφοτέρωθεν, ὥς που ἐτύγχανον αἰσθόμενοι, τοτὲ μὲν τοῖς τοτὲ δὲ τοῖς ἄλλων, εἶτ' ἄλλων, καὶ πεζῶν καὶ ἱππέων, καὶ ταῖς μάχαις αἱ τροπαὶ συνεγίγνοντο, μέχρις οὗ πάντες συνέδραμον. τότε δὲ ἐς τάξιν τινὰ ὥσπερ ἐκ συγκειμένου κατέστησαν, καὶ ἐν κόσμῳ τὸν ἀγῶνα ἐποίησαν καίπερ ἄναρκτοι· ὁ γὰρ Ἀλιηνὸς ἐδέδετο. κἀκ τούτου καὶ ἴση καὶ ἀντίρροπος οὐκ ἐν τῇ ἡμέρᾳ μόνον ἀλλὰ καὶ ἐν τῇ νυκτὶ ἡ μάχη αὐτῶν ἐγένετο, οὐδὲ νὺξ αὐτὴν διέλυε τοσαύτῃ που καὶ ὀργῇ καὶ προθυμίᾳ, καίπερ καὶ γνωρίζοντες ἀλλήλους καὶ λαλοῦντες σφίσιν, ἐχρήσαντο. ὅθεν οὔθ' ὁ λιμὸς αὐτοὺς οὔτε ὁ κάματος οὔτε τὸ ψῦχος οὔθ' ὁ σκότος, οὐ τὰ τραύματα, οὐχ οἱ φόνοι, οὐ τὰ λείψανα τῶν προτέρων νεκρῶν, οὐχ ἡ μνήμη τοῦ πάθους, οὐ τὸ πλῆθος τῶν μάτην ἀπολομένων ἐπράυνε· τοιαύτη τις μανία ἀμφοτέρους κατέσχεν ὁμοίως, καὶ οὕτως ἐπεθύμουν καὶ ἐξ αὐτῆς τῆς τοῦ χωρίου μνήμης παροξυνόμενοι, οἱ μὲν καὶ τότε νικῆσαι, οἱ δὲ μὴ καὶ τότε ἡττηθῆναι, ὥσπερ ἀλλοφύλοις τισὶν ἀλλ' οὐκ οἰκείοις πολεμοῦντες, καὶ μέλλοντες ἐξ ἑκατέρου πάντες ὁμοίως ἢ αὐτίκα ἀπολέσθαι ἢ μετὰ ταῦτα δουλεύειν. οὔκουν οὐδὲ τῆς νυκτὸς ἐπελθούσης, ὥσπερ εἶπον, ἐνέδοσαν, ἀλλὰ καὶ ἐκκα 423 μόντες καὶ διὰ τοῦτο πολλάκις καὶ ἀναπαυόμενοι καὶ ἐς λόγους ἀλλήλοις ἰόντες, ὅμως ἠγωνίζοντο. καὶ ἦν ἰδεῖν, ὁσάκις γε καὶ ἡ σελήνη διέλαμψε (νέφη γὰρ αὐτὴν πολλὰ καὶ ποικίλα διαθέοντα συνεχῶς συνέκρυπτεν), ἔστι μὲν ὅτε μαχομένους αὐτούς, ἔστι δ' ὅτε ἑστηκότας καὶ ἐπὶ τὰ δόρατα ἐπερηρεισμένους ἢ καὶ καθημένους. καὶ τοτὲ μὲν κοινῇ τε συνεβόων, οἱ μὲν τὸν Βεσπασιανὸν οἱ
197
δὲ τὸν Βιτέλλιον ὀνομάζοντες, καὶ ἀντιπροεκαλοῦντο ἀλλήλους, λοιδοροῦντές τε καὶ ἐπαινοῦντες ἑκάτερον· τοτὲ δὲ καὶ ἰδίᾳ ἄλλος ἄλλῳ διελάλει· συστρατιῶτα, πολῖτα, τί ποιοῦμεν; τί μαχόμεθα; δεῦρ' ἧκε πρὸς ἐμέ. μὴ δῆτα, ἀλλὰ σὺ πρὸς ἐμέ. καὶ τί ἄν τις τοῦτο θαυμάσειεν, ὁπότε καὶ συνήσθιον (πάντες γὰρ καὶ ᾔδεσαν ἀλλήλους καὶ ἐγνώριζον). λάβε, ἔφη, συστρατιῶτα, καὶ φάγε· οὐ γὰρ ξίφος ἀλλὰ ἄρτον σοι δίδωμι. λάβε καὶ πίε· οὐ γὰρ ἀσπίδα ἀλλὰ κύλικά σοι προτείνω, ἵνα, ἄν τε ἀποκτείνῃς με ἄν τε καὶ ἀποθάνῃς, ῥᾷον ἀπαλλάξωμεν, μηδὲ ἐκλελυμένῃ καὶ ἀσθενεῖ τῇ χειρὶ μήτε ἐμὲ σὺ κατακόψῃς μήτε ἐγὼ σέ. ταῦτα γὰρ ἡμῖν ζῶσιν ἔτι τὰ ἐναγίσματα καὶ Βιτέλλιος καὶ Βεσπασιανὸς διδοῦσιν, ἵν' ἡμᾶς τοῖς πάλαι νεκροῖς καταθύσωσιν. τοιαῦτά τινες πρὸς ἀλλήλους εἰπόντες καὶ ἀναπαυσάμενοι καὶ ἐμφαγόντες πάλιν ἀνεμαχέσαντο· εἶτ' ἀνασχόντες αὖθις αὖ συνέβαλον. καὶ ταῦτα οὕτω δι' ὅλης τῆς νυκτὸς μέχρι τῆς ἕω ἐγένετο. Καὶ ὁ Πρῖμος καὶ ὁ Κερεάλιος ἐς τὴν Ῥώμην ἐρχόμενοι καὶ τὸ πῦρ τὸ ἐκ τοῦ Καπιτωλίου ὥσπερ ἐκ φρυκτωρίας αἰρόμενον ἰδόντες ἠπείχθησαν. καὶ πρότερος τῇ πόλει μετὰ τοῦ ἱππικοῦ ὁ Κερεάλιος προσμίξας ἡττήθη μὲν κατ' αὐτὴν τὴν ἔσοδον, ἅτε ἐν στενῷ μεθ' ἱππέων ἀποληφθείς, ἐπέσχε δ' οὖν τό τι κακὸν ὑπὸ τῶν ἐναντίων γενέσθαι· ὁ γὰρ Βιτέλλιος καταλλαγήσεσθαι ἐκ τῆς ἐπικρατείας ἐλπίσας τοὺς στρατιώτας ἀνεχαίτισεν καὶ πρέσβεις πρὸς Κερεάλιον ἔπεμψεν. ἔπραξαν δὲ οὐδέν. τῆς δὲ τοῦ Τιβέρεως γεφύρας ῥᾳδίως διελθόντες πολλὰ δεινὰ ἔδρασαν. συχνοὶ δὲ καὶ αὐτῶν ἀπό τε τῶν στεγῶν τῷ κεράμῳ βαλλόμενοι καὶ ἐν ταῖς στενοχωρίαις ὑπὸ τοῦ πλήθους τῶν ἀνθισταμένων ὠθούμενοι ἐκόπτοντο, ὥστε ἐς εʹ μυριάδας ὅλας ἀνθρώπων διαφθαρῆναι. 40. Ὅτι ὁ Τίτος τῷ τῶν Ἰουδαίων πολέμῳ προσταχθεὶς 424 ἐπεχείρησε μὲν αὐτοὺς λόγοις τισὶ καὶ ἐπαγγελίαις προσποιήσασθαι, μὴ πεισθεῖσι δὲ ἐπολέμει. καὶ μάχαις ταῖς μὲν πρώταις ἀγχώμαλα ἀγωνισάμενος, εἶτα κρατήσας ἐπολιόρκει τὰ Ἱεροσόλυμα. ἦν δὲ τρία αὐτοῖς σὺν τῷ τοῦ νεὼ περιβόλῳ τείχη. οἵ τε οὖν Ῥωμαῖοι χώματά τε πρὸς τὸ τεῖχος ἐχώννυσαν καὶ μηχανήματα προσῆγον, τούς τε ἐπεκθέοντας ὁμόσε ἰόντες ἀνέστελλον, καὶ τοὺς ἐπὶ τοῦ τείχους ἐπόντας σφενδόναις καὶ τοξεύμασιν ἀνεῖργον· συχνοὺς γὰρ καὶ παρὰ βαρβάρων τινῶν βασιλέων πεμφθέντας εἶχον· καὶ οἱ Ἰουδαῖοι πολλοὶ μὲν αὐτόθεν, πολλοὶ δὲ καὶ παρὰ τῶν ὁμοήθων, οὐχ ὅτι ἐκ τῆς τῶν Ῥωμαίων ἀρχῆς, ἀλλὰ καὶ ἐκ τῶν πέραν Εὐφράτου, προσβεβοηθηκότες βέλη τε καὶ αὐτοὶ καὶ λίθους, τοὺς μὲν ἐκ χειρός, τοὺς δὲ καὶ μηχαναῖς, σφοδρότερον ἅτε καὶ ἀφ' ὑψηλοῦ, ἔπεμπον, καὶ ἐπεξιόντες, ᾗ καιρὸς ἦν, νυκτός τε καὶ ἡμέρας τὰς μηχανὰς ἐνεπίμπρασαν, συχνοὺς τ' ἀπεκτίννυσαν, τόν τε χοῦν ὑπορύσσοντες ὑπὸ τὸ τεῖχος ὑφεῖλκον, καὶ τοὺς κριοὺς τοὺς μὲν βρόχοις ἀνέκλων, τοὺς δὲ ἁρπάγαις ἀνέσπων, ἑτέρων τὰς προσβολὰς σανίσι παχείαις συμπεπηγμέναις τε καὶ σεσιδηρωμέναις, ἃς πρὸ τοῦ τείχους καθίεσαν, ἀπέστρεφον. τὸ δὲ δὴ πλεῖστον οἱ Ῥωμαῖοι τῇ ἀνυδρίᾳ ἐκακοπάθουν καὶ φαῦλον καὶ πόρρωθεν ὕδωρ ἐπαγόμενοι. οἱ δὲ Ἰουδαῖοι διὰ τῶν ὑπονόμων ἴσχυον· ὀρωρυγμένους τε γὰρ αὐτοὺς ἔνδοθεν ὑπὸ τὰ τείχη μέχρι πόρρω τῆς χώρας εἶχον, καὶ δι' αὐτῶν διεξιόντες τοῖς τε ὑδρευομένοις ἐπετίθεντο καὶ τοὺς ἀποσκεδαννυμένους ἐλυμαίνοντο· οὓς ὁ Τίτος πάντας ἀπέφραξε. κἀν τοῖς ἔργοις τούτοις πολλοὶ ἐτιτρώσκοντο ἑκατέρων καὶ ἔθνησκον, καὶ ὁ Τίτος αὐτὸς λίθῳ τὸν ἀριστερὸν ὦμον ἐπλήγη, καὶ ἀπ' αὐτοῦ τὴν χεῖρα ἀσθενεστέραν εἶχεν. χρόνῳ δ' οὖν ποτε τοῦ ἔξω περιβόλου οἱ Ῥωμαῖοι ἐπέβησαν, ἐν μέσῳ δὲ τῶν δύο περιβόλων στρατοπεδευσάμενοι πρὸς τὸ ἕτερον τεῖχος προσέβαλλον, οὐ μέντοι καὶ ὁμοία ἡ πρόσμιξις σφίσιν ἐγίγνετο· ἀναχωρήσαντες γὰρ ἐς ἐκεῖνο πάντες ῥᾷον, ἅτε καὶ ἐκ βραχυτέρας τῆς τοῦ κύκλου περιβολῆς, ἠμύνοντο. ὁ οὖν Τίτος κήρυγμα αὖθις ἄδειαν αὐτοῖς διδοὺς ἐποιήσατο. ἐκεῖνοί τε οὖν καὶ ὣς ἐκαρτέρουν, καὶ οἱ ἁλισκόμενοι οἵ τε αὐτομολοῦντες σφῶν τὸ ὕδωρ τῶν Ῥωμαίων λανθανόντως ἔφθειρον, καὶ τῶν ἀνθρώπων οὕς που μόνους ἀπο 425 λάβοιεν ἔσφαζον. ὁ δὲ Τίτος οὐκ ἔτ' οὐδένα αὐτῶν ἐδέχετο. κἀν τούτῳ καὶ τῶν Ῥωμαίων τινὲς ἀδημονήσαντες οἷα ἐν χρονίῳ πολιορκίᾳ καὶ προσυποτοπήσαντες ὅπερ ἐθρυλεῖτο, ἀπόρθητον ὄντως τὴν πόλιν εἶναι, μετέστησαν· καὶ αὐτοὺς ἐκεῖνοι, καίπερ σπανίζοντες τῆς τροφῆς, περιεῖπον ἐς ἐπίδειξιν τοῦ καὶ αὐτοὶ αὐτομόλους ἔχειν. διακοπέντος δὲ τοῦ τείχους μηχαναῖς κατὰ μὲν τοῦτο οὐδ' ὣς ἑάλωσαν, ἀλλὰ καὶ πάνυ πολλοὺς ἐσβιαζομένους ἀπέκτειναν·
198
ἐμπρήσαντες δέ τινα τῶν ἐγγὺς οἰκοδομημάτων ὡς καὶ ἐκ τούτου τοὺς Ῥωμαίους περαιτέρω, κἂν τοῦ κύκλου κρατήσωσι, προελθεῖν κωλύσοντες, τό τε τεῖχος ἐλυμήναντο καὶ τὸν περίβολον τὸν περὶ τὸ τεμένισμα ἄκοντες συγκατέφλεξαν, καὶ ἀνεῴχθη ἡ ἔσοδος ἡ ἐπὶ τὸν νεὼν τοῖς Ῥωμαίοις. οὐ μὴν καὶ παραχρῆμα διὰ τὸ δεισιδαιμονῆσαι ἐσέδραμον, ἀλλ' ὀψέ ποτε, τοῦ Τίτου σφᾶς καταναγκάσαντος, εἴσω προεχώρησαν. καὶ αὐτοὺς οἱ Ἰουδαῖοι πολὺ προθυμότερον, ὥσπερ τι ἕρμαιον τὸ πρός τε τῷ ναῷ καὶ ὑπὲρ αὐτοῦ μαχόμενοι πεσεῖν εὑρηκότες, ἠμύνοντο, ὁ μὲν δῆμος κάτω ἐν τῷ προνάῳ, οἱ δὲ βουλευταὶ ἐν τοῖς ἀναβασμοῖς, οἵ θ' ἱερεῖς ἐν αὐτῷ τῷ μεγάρῳ τεταγμένοι. καὶ οὐ πρότερόν γε ἐνικήθησαν, καίπερ ὀλίγοι πρὸς πολλῷ πλείους μαχόμενοι, πρὶν ὑποπρησθῆναί τι τοῦ νεώ. τότε γὰρ ἐθελούσιοι οἱ μὲν ξίφεσι σφᾶς τοῖς τῶν Ῥωμαίων περιέπειρον, οἱ δὲ ἀλλήλους ἐφόνευον, ἄλλοι ἑαυτοὺς κατεχρῶντο, οἱ δὲ ἐς τὸ πῦρ ἐσεπήδων, καὶ ἐδόκει πᾶσι μέν, μάλιστα δὲ ἐκείνοις, οὐχ ὅτι ὄλεθρος, ἀλλὰ καὶ νίκη καὶ σωτηρία εὐδαιμονία τε εἶναι, ὅτι τῷ ναῷ συναπώλλυντο. ἑάλωσαν δ' οὖν καὶ ὣς ἄλλοι τε καὶ ὁ Βασπόρης, καὶ μόνος γε οὗτος ἐν τοῖς ἐπινικίοις ἐκολάσθη. οὕτω τὰ Ἱεροσόλυμα ἐν τῇ τοῦ Κρόνου ἡμέρᾳ, ἣν μάλιστα ἔτι καὶ νῦν σέβουσιν, ἐξώλετο. 41. Ὅτι ὁ Δομιτιανὸς Κουάδους καὶ Μαρκομάννους ἀμύνασθαι, ὅτι μὴ ἐβοήθησάν οἱ κατὰ Δακῶν, ἠθέλησε καὶ ἦλθεν ἐς Παννονίαν σφίσι πολεμήσων, καὶ τοὺς πρεσβευτὰς τοὺς δευτέρους, οὓς ἔπεμψαν ὑπὲρ εἰρήνης, ἀπέκτεινεν. 42. Ὅτι Χαριόμηρος ὁ τῶν Χερούσκων βασιλεὺς ὑπὸ Χάττων ἐκ τῆς ἀρχῆς διὰ τὴν πρὸς τοὺς Ῥωμαίους φιλίαν ἐκπεσὼν τὸ μὲν 426 πρῶτον ἑτέρους τινὰς παρέλαβε καὶ κρείττων ἐν τῇ καθόδῳ ἐγένετο, ἔπειτα ἐγκαταλειφθεὶς ὑπ' αὐτῶν, ἐπειδὴ ὁμήρους τοῖς Ῥωμαίοις ἔπεμψε, τὸν Δομιτιανὸν ἱκέτευσε καὶ συμμαχίας μὲν οὐκ ἔτυχε, χρήματα δὲ ἔλαβεν. 43. Ὅτι ἐν τῇ Μυσίᾳ Λύγιοι Σουήβοις τισὶ πολεμωθέντες πρέσβεις ἔπεμψαν αἰτοῦντες συμμαχίαν παρὰ Δομιτιανοῦ, καὶ ἔλαβον οὐ τῷ πλήθει ἰσχυρὰν ἀλλὰ τῷ ἀξιώματι· ἑκατὸν γὰρ ἱππεῖς μόνοι αὐτοῖς ἐδόθησαν. ἀγανακτήσαντες ἐπὶ τούτῳ οἱ Σούηβοι προσπαρέλαβον Ἰάζυγας καὶ προπαρεσκευάζοντο ὡς καὶ μετ' αὐτῶν τὸν Ἴστρον διαβησόμενοι. 44. Ὅτι Μάσυος ὁ Σεμνόνων βασιλεὺς καὶ Γάννα (παρθένος ἦν μετὰ τὴν Βέληδα ἐν τῇ Κελτικῇ θειάζουσα) ἦλθον πρὸς τὸν Δομιτιανὸν καὶ τιμῆς παρ' αὐτοῦ τυχόντες ἀνεκομίσθησαν. 45. Ὅτι ὁ Τραιανὸς τοὺς πρεσβευτὰς τοὺς παρὰ τῶν βασιλέων ἀφικνουμένους ἐν τῷ βουλευτικῷ θεάσασθαι ἐποίει. 46. Ὅτι ὁ Δεκέβαλος ἐπεπόμφει μὲν καὶ πρὸς τῆς ἥττης πρέσβεις, οὐκ ἔτι τῶν κομητῶν ὥσπερ πρότερον, ἀλλὰ τῶν πιλοφόρων τοὺς ἀρίστους. καὶ ἐκεῖνοι τά τε ὅπλα ῥίψαντες καὶ ἑαυτοὺς ἐς τὴν γῆν καταβαλόντες ἐδεήθησαν τοῦ Τραιανοῦ μάλιστα μὲν αὐτῷ τῷ Δεκεβάλῳ καὶ ἐς ὄψιν καὶ ἐς λόγους αὐτοῦ ἐλθεῖν, ὡς καὶ πάντα τὰ κελευσθησόμενα ποιήσοντι, ἐπιτραπῆναι, εἰ δὲ μή, σταλῆναί γέ τινα τὸν συμβησόμενον αὐτῷ. καὶ ἐπέμφθη ὁ Σούρας καὶ Κλαύδιος Λιβιανὸς ὁ ἔπαρχος, ἐπράχθη δὲ οὐδέν· ὁ γὰρ Δεκέβαλος οὐδὲ ἐκείνοις ἐτόλμησε συμμῖξαι, ἔπεμψε δὲ καὶ τότε. ὁ δὲ Τραιανὸς ὄρη τε ἐντετειχισμένα ἔλαβε καὶ ἐν αὐτοῖς τά τε ὅπλα τά τε μηχανήματα τὰ αἰχμάλωτα τό τε σημεῖον τὸ ἐπὶ τοῦ Φούσκου ἁλὸν εὗρε. δι' οὖν ταῦτα ὁ Δεκέβαλος, ἄλλως τε καὶ ἐπειδὴ ὁ Μάξιμος ἐν τῷ αὐτῷ χρόνῳ τήν τε ἀδελφὴν αὐτοῦ καὶ χωρίον τι ἰσχυρὸν εἷλεν, οὐδὲν ὅ τι οὐχ ἑτοίμως τῶν προταθέντων ἔσχε συνθέσθαι, οὐχ ὅτι καὶ ἐμμένειν αὐτοῖς ἔμελλεν, ἀλλ' ἵν' ἐκ τῶν παρόντων ἀναπνεύσῃ. τὰ γὰρ ὅπλα καὶ τὰ μηχανήματα τούς τε μηχανοποιοὺς παραδοῦναι καὶ τοὺς αὐτομόλους ἀποδοῦναι, τά τε ἐρύ 427 ματα καθελεῖν καὶ τῆς χώρας τῆς ἑαλωκυίας ἀποστῆναι, καὶ προσέτι τούς τε αὐτοὺς ἐχθροὺς καὶ φίλους τοῖς Ῥωμαίοις νομίζειν, καὶ μήτ' αὐτομόλων τινὰ ὑποδέχεσθαι μήτε στρατιώτῃ τινὶ ἐκ τῆς τῶν Ῥωμαίων ἀρχῆς χρῆσθαι (τοὺς γὰρ πλείστους τούς τε ἀρίστους ἐκεῖθεν ἀναπείθων προσεποιεῖτο) καὶ ἄκων ὡμολόγησε πρός τε τὸν Τραιανὸν ἐλθὼν καὶ ἐς τὴν γῆν πεσὼν καὶ προσκυνήσας αὐτὸν καὶ τὰ ὅπλα ἀπορρίψας. καὶ πρέσβεις ἐπὶ τούτοις ἐς τὸ βουλευτήριον ἔπεμψεν, ὅπως καὶ παρ' ἐκείνου τὴν εἰρήνην βεβαιώσηται. ταῦτα συνθέμενος καὶ τὸ στρατόπεδον ἐν Ζερμιζεγεθούσῃ καταλιπών, τήν τε ἄλλην χώραν φρουραῖς διαλαβών, ἐς Ἰταλίαν ἀνεκομίσθη.
199
47. Ὅτι τῶν Δακῶν συχνῶν μεθισταμένων πρὸς Τραιανόν, καὶ δι' ἄλλα τινά, ἐδεήθη αὖθις ὁ Δεκέβαλος εἰρήνης. ὡς δ' οὐκ ἐπείσθη τά τε ὅπλα καὶ ἑαυτὸν παραδοῦναι, τὰς δυνάμεις φανερῶς ἤθροιζε καὶ τοὺς περιχώρους προσπαρεκάλει λέγων ὅτι, ἐὰν αὐτὸν πρόωνται, καὶ αὐτοὶ κινδυνεύσουσι, καὶ ὅτι ἀσφαλέστερον καὶ ῥᾷον μεθ' ἑαυτοῦ πρίν τι κακὸν παθεῖν ἀγωνισάμενοι τὴν ἐλευθερίαν φυλάξουσιν, ἢ ἂν σφᾶς τε ἀπολλυμένους περιίδωσι καὶ αὐτοὶ ὕστερον ἐρημωθέντες τῶν συμμάχων χειρωθῶσιν. 48. Ὅτι ὁ Δεκέβαλος ὁ τῶν Δακῶν βασιλεὺς συλλαβὼν Λογγῖνον τὸν τοῦ Τραιανοῦ στρατιάρχην δόλῳ πρέσβιν τινὰ πέμψας πρὸς τὸν Τραιανὸν ἠξίου τήν τε χώραν μέχρι τοῦ Ἴστρου κομίσασθαι καὶ τὰ χρήματα, ὅσα ἐς τὸν πόλεμον ἐδεδαπανήκει, ἀπολαβεῖν ἐπὶ τῷ τὸν Λογγῖνόν οἱ ἀποδοῦναι. ἀποκριναμένου δέ τινα αὐτῷ μέσα, ἐξ ὧν οὔτε ἐν μεγάλῳ οὔτε ἐν σμικρῷ λόγῳ τὸν Λογγῖνον ποιεῖσθαι δόξειν ἔμελλε τοῦ μήτ' ἀπολέσθαι αὐτὸν μήτ' ἐπὶ πολλῷ σφίσιν ἀνασωθῆναι, Δεκέβαλος μὲν ἔτι διασκοπῶν ὅ τι πράξῃ ἀνεῖχεν, Λογγῖνος δὲ ἐν τούτῳ φαρμάκου διὰ τοῦ ἀπελευθέρου εὐπορήσας ὑπέσχετό τε αὐτῷ τὸν Τραιανὸν καταλλάξειν, ἵνα ὡς ἥκιστα ὑποτοπήσῃ τὸ γενησόμενον, μὴ καὶ φυλακὴν αὐτοῦ ἀκριβεστέραν ποιήσηται, καὶ γράμματά τινα ἱκετείαν ἔχοντα γράψας ἔδωκε τῷ ἐξελευθέρῳ πρὸς τὸν Τραιανὸν ἀποκομίσαι, ἵν' ἐν ἀσφαλείᾳ γένηται. καὶ οὕτως ἀπελθόντος αὐτοῦ τὸ φάρμακον νυκτὸς 428 ἔπιε καὶ ἀπέθανεν. γενομένου δὲ τούτου ὁ Δεκέβαλος ἐξῄτησε παρὰ τοῦ Τραιανοῦ τὸν ἀπελεύθερον, τό τε σῶμα τοῦ Λογγίνου καὶ δέκα αἰχμαλώτους ἀντιδώσειν οἱ ὑποσχόμενος, καὶ εὐθύ γε τὸν ἑκατοντάρχην τὸν ἁλόντα μετ' αὐτοῦ ἔπεμψεν ὡς καὶ ταῦτα διαπράξοντα· παρ' οὗ πάντα τὰ κατὰ τὸν Λογγῖνον ἐγνώσθη. οὐ μέντοι οὔτε ἐκεῖνον ὁ Τραιανὸς ἀπέπεμψεν οὔτε τὸν ἐξελεύθερον ἐξέδωκε προτιμοτέραν τὴν σωτηρίαν αὐτοῦ πρὸς τὸ τῆς ἀρχῆς ἀξίωμα τῆς τοῦ Λογγίνου ταφῆς ποιησάμενος. 49. Ὅτι πλεῖσται ὅσαι πρεσβεῖαι πρὸς Τραιανὸν παρὰ βαρβάρων ἄλλων τε καὶ Ἰνδῶν ἀφίκοντο. 50. Ὅτι τοῦ Τραιανοῦ ἐπὶ Πάρθους στρατεύσαντος καὶ ἐς Ἀθήνας ἀφικομένου πρεσβεία αὐτῷ ἐνταῦθα παρὰ τοῦ Ὀσρόου ἐνέτυχε τῆς εἰρήνης δεομένη καὶ δῶρα φέρουσα. ἐπειδὴ γὰρ ἔγνω τήν τε ὁρμὴν αὐτοῦ, καὶ ὅτι τοῖς ἔργοις τὰς ἀπειλὰς ἐτεκμηρίου, κατέδεισε, καὶ ὑφεὶς τοῦ φρονήματος ἔπεμψεν ἱκετεύων μὴ πολεμηθῆναι, τήν τε Ἀρμενίαν Παρθαμασίριδι Πακόρου καὶ αὐτῷ υἱεῖ ᾔτει καὶ ἐδεῖτο τὸ διάδημα αὐτῷ πεμφθῆναι· τὸν γὰρ Ἐξηδάρην ὡς οὐκ ἐπιτήδειον οὔτε τοῖς Ῥωμαίοις οὔτε τοῖς Πάρθοις ὄντα πεπαυκέναι ἔλεγεν. καὶ ὃς οὔτε τὰ δῶρα ἔλαβεν, οὔτ' ἄλλο τι ἀπεκρίνατο ἢ καὶ ἐπέστειλε πλὴν ὅτι ἡ φιλία ἔργοις καὶ οὐ λόγοις κρίνεται, καὶ διὰ τοῦτ', ἐπειδὰν ἐς τὴν Συρίαν ἔλθῃ, πάντα τὰ προσήκοντα ποιήσει. καὶ οὕτω διανοίας ὢν ἐπί τε τῆς Ἀσίας καὶ ἐπὶ Λυκίας τῶν τε ἐχομένων ἐθνῶν ἐς Σελεύκειαν ἐκομίσθη. γενομένῳ δὲ αὐτῷ ἐν Ἀντιοχείᾳ Ἄγβαρος ὁ Ὀσροηνὸς αὐτὸς μὲν οὐκ ὤφθη,δῶρα δὲ δὴ καὶ λόγους φιλίους ἔπεμψεν· ἐκεῖνόν τε γὰρ ὁμοίως καὶ τοὺς Πάρθους φοβούμενος ἐπημφοτέριζε καὶ διὰ τοῦτ' οὐκ ἠθέλησέν οἱ συμμῖξαι. 51. Ὅτι ὁ Παρθαμάσιρις βίαιόν τι ἐποίησε. γράψας δὲ δὴ τὰ πρῶτα τῷ Τραιανῷ ὡς βασιλεύς, ἐπειδὴ μηδὲν ἀντεγράφη, ἐπέστειλέ τε αὖθις τὸ ὄνομα τοῦτο περικόψας καὶ ᾔτησε Μάρκον Ἰούνιον τὸν τῆς Καππαδοκίας ἄρχοντα πεμφθῆναί οἱ ὡς καὶ δι' αὐτοῦ τι αἰτησόμενος. ὁ οὖν Τραιανὸς ἐκείνῳ μὲν τὸν τοῦ Ἰουνίου 429 υἱὸν ἔπεμψεν, αὐτὸς δὲ μέχρι Σαμωσάτου προχωρήσας καὶ ἀμαχεὶ αὐτὰ παραλαβὼν ἐς τὰ Σάταλα ἦλθε καὶ Ἀγχίαλον τὸν Ἡνιόχων τε καὶ Μαχελόνων βασιλέα δώροις ἠμείψατο. ἐν δὲ Ἐλεγείᾳ τῆς Ἀρμενίας τὸν Παρθαμάσιριν προσεδέξατο. καθῆστο δὲ ἐπὶ βήματος ἐν τῷ ταφρεύματι· καὶ ὃς ἀσπασάμενος αὐτὸν τό τε διάδημα ἀπὸ τῆς κεφαλῆς ἀφεῖλε καὶ πρὸς τοὺς πόδας αὐτοῦ ἔθηκε, σιγῇ τε εἱστήκει καὶ προσεδόκα αὐτὸ ἀπολήψεσθαι. συμβοησάντων δὲ ἐπὶ τούτῳ τῶν στρατιωτῶν καὶ αὐτοκράτορα τὸν Τραιανὸν ὡς καὶ ἐπὶ νίκῃ τινὶ ἐπικαλεσάντων (νίκην γὰρ ἀσέλινον ἄναιμον ὠνόμαζον, ὅτι τὸν βασιλέα τὸν Ἀρσακίδην, τὸν Πακόρου παῖδα, τὸν Ὀσρόου ἀδελφιδοῦν, προσεστηκότα αὐτῷ ἄνευ διαδήματος εἶδον ὥσπερ αἰχμάλωτον), ἐξεπλάγη τε καὶ ἐνόμισεν ἐπὶ ὕβρει καὶ ὀλέθρῳ αὑτοῦ γεγονέναι. καὶ μετεστράφη μὲν ὡς καὶ φευξούμενος, ἰδὼν δὲ ὅτι περιεστοίχισται
200
ἐξῃτήσατο τὸ μὴ ἐν τῷ ὄχλῳ τι εἰπεῖν, καὶ οὕτως ἐς τὴν σκηνὴν ἐσαχθεὶς οὐδενὸς ἔτυχεν ὧν ἐβούλετο. ἐκπηδήσαντος οὖν ὀργῇ καὶ ἐκεῖθεν ἐκ τοῦ στρατοπέδου, μετεπέμψατο αὐτὸν ὁ Τραιανός, καὶ ἀναβὰς αὖθις ἐπὶ τὸ βῆμα ἐκέλευσεν αὐτῷ πάντων ἀκουόντων εἰπεῖν ὅσα ἤθελεν, ἵνα μὴ ἀγνοήσαντές τινες τὰ κατὰ μόνας σφίσιν εἰρημένα λογοποιήσωσί τινα διάφορα. ἀκούσας τοῦτο ὁ Παρθαμάσιρις οὐκ ἔτι τὴν ἡσυχίαν ἦγεν, ἀλλὰ μετὰ πολλῆς παρρησίας ἄλλα τέ τινα εἶπε καὶ ὅτι οὐχ ἡττηθεὶς οὐδὲ ζωγρηθεὶς ἀλλ' ἑκὼν ἀφίκετο, πιστεύσας ὅτι οὔτε τι ἀδικηθήσεται καὶ τὴν βασιλείαν ἀπολήψεται ὥσπερ καὶ ὁ Τιριδάτης παρὰ τοῦ Νέρωνος. καὶ αὐτῷ ὁ Τραιανὸς πρός τε τἄλλα ἀντέλεξεν ὅσα ἥρμοζεν, καὶ Ἀρμενίαν μὲν οὐδενὶ προήσεσθαι ἔφη (Ῥωμαίων τε γὰρ εἶναι καὶ ἄρχοντα Ῥωμαῖον ἕξειν), ἐκείνῳ μέντοι ἀπελθεῖν ὅποι βούλεται ἐπιτρέψειν. καὶ τὸν μὲν Παρθαμάσιριν μετὰ τῶν Πάρθων τῶν συνόντων οἱ ἀπέπεμψεν, ἀγωγοὺς σφίσιν ἱππέας, ὅπως μήτε τινὶ συγγένωνται μήτε τι νεοχμώσωσι, δούς· τοὺς δὲ Ἀρμενίους πάντας τοὺς μετ' αὐτοῦ ἐλθόντας προσέταξε κατὰ χώραν, ὡς καὶ αὑτοῦ ἤδη ὄντας, μεῖναι. 52. Ὅτι ὁ Τραιανὸς φρουρὰς ἐν τοῖς ἐπικαίροις καταλιπὼν ἦλθεν ἐς Ἔδεσαν κἀνταῦθα πρῶτον Ἄγβαρον εἶδεν. πρότερον μὲν γὰρ καὶ πρέσβεις καὶ δῶρα τῷ βασιλεῖ πολλάκις ἔπεμψεν, αὐτὸς δὲ ἄλλοτε κατ' ἄλλας προφάσεις οὐ παρεγένετο, ὥσπερ οὐδὲ ὁ Μάννος ὁ τῆς Ἀραβίας τῆς πλησιοχώρου οὐδὲ ὁ Σποράκης ὁ τῆς Ἀνθεμουσίας φύλαρχος. τότε δὲ τὰ μὲν καὶ ὑπὸ τοῦ υἱέος Ἀρβάνδου καλοῦ καὶ ὡραίου ὄντος καὶ διὰ τοῦτο τῷ Τραιανῷ ᾠκειωμένου πεισθείς, τὰ δὲ καὶ τὴν παρουσίαν αὐτοῦ φοβηθείς, ἀπήντησέ τε αὐτῷ προσιόντι καὶ ἀπελογήσατο, συγγνώμης τε ἔτυχεν· ὁ γὰρ παῖς λαμπρόν οἱ ἱκέτευμα ἦν. καὶ ὁ μὲν φίλος τε ἐκ τούτου τῷ Τραιανῷ ἐγένετο καὶ εἱστίασεν αὐτόν, ἔν τε τῷ δείπνῳ παῖδα ἑαυτοῦ ὀρχησάμενον βαρβαρικῶς πως παρήγαγεν. 53. Ὅτι τοῦ Τραιανοῦ ἐς Μεσοποταμίαν ἐλθόντος, καὶ τοῦ Μάννου ἐπικηρυκευσαμένου, καὶ τοῦ Μανισάρου πρέσβεις ὑπὲρ εἰρήνης διὰ τὸ τὸν Ὀσρόην ἐπιστρατεύειν αὐτῷ πέμψαντος καὶ τῆς τε Ἀρμενίας καὶ τῆς Μεσοποταμίας ἑαλωκυίας ἀποστῆναι ἑτοίμως ἔχοντος, οὔτε ἐκείνῳ πιστεύσειν τι ἔφη πρὶν ἂν ἐλθὼν πρὸς αὐτόν, ὥσπερ ὑπισχνεῖτο, τοῖς ἔργοις τὰς ἐπαγγελίας βεβαιώσῃ, καὶ τὸν Μάννον ὑπώπτευεν ἄλλως τε καὶ ὅτι συμμαχίαν Μηβαρσάπῃ τῷ τῆς Ἀδιαβηνῆς βασιλεῖ πέμψας πᾶσαν αὐτὴν ὑπὸ τῶν Ῥωμαίων ἀποβεβλήκει. διόπερ οὐδὲ τότε ἐπιόντας αὐτοὺς ὑπέμεινεν, ἀλλ' ἐς τὴν Ἀδιαβηνὴν πρὸς ἐκείνους ἐξεχώρησε. καὶ οὕτω τά τε Σίγγαρα καὶ ἄλλα τινὰ ἀμαχεὶ διὰ τοῦ Λουσίου κατεσχέθη. 54. Ὅτι πρεσβευτὰς πεμφθέντας παρὰ τοῦ Οὐολογαίσου καὶ παρὰ τῶν Ἰαζύγων, ἐκείνου μὲν κατηγοροῦντός τινα Φαρασμάνου, τούτων δὲ τὴν εἰρήνην πιστουμένων, ἐς τὸ βουλευτήριον ἐσήγαγε καὶ παρ' αὐτοῦ τὰς ἀποκρίσεις ποιήσασθαι ἐπιτραπεὶς συνέγραψέ τε αὐτὰς καὶ ἀνέγνω σφίσιν. 55. Ὅτι Φαρασμάνῃ τῷ Ἴβηρι ἐς τὴν Ῥώμην μετὰ τῆς γυναικὸς ἐλθόντι τήν τε ἀρχὴν ἐπηύξησε καὶ θῦσαι ἐν τῷ Καπιτωλίῳ 431 ἐφῆκεν ἀνδριάντα τε ἐπὶ ἵππου ἐν τῷ Ἐνυείῳ ἔστησε καὶ γυμνασίαν αὐτοῦ τε καὶ τοῦ υἱέος τῶν τε ἄλλων πρώτων Ἰβήρων ἐν ὅπλοις εἶδεν. 56. Ὅτι ὁ Μάρκος Ἀντωνῖνος ἐν τῇ Παννονίᾳ κατέμεινεν, ἵνα καὶ ταῖς τῶν βαρβάρων πρεσβείαις χρηματίζῃ. πολλοὶ γὰρ καὶ τότε πρὸς αὐτὸν ἦλθον, οἱ μὲν συμμαχίας ὑπισχνούμενοι, ὧν ἡγεῖτο Βαττάριος παῖς ἐτῶν ιβʹ, καὶ χρήματά τε ἔλαβον καὶ Τάρβον δυνάστην πλησιόχωρον σφῶν ἔς τε τὴν Δακίαν ἐλθόντα καὶ ἀργύριον αἰτοῦντα ἀπειλοῦντά τε πολεμήσειν, εἰ μὴ λάβοι, ἀνεῖρξαν· οἱ δὲ εἰρήνην αἰτούμενοι, ὥσπερ οἱ Κούαδοι, καὶ ἔτυχόν γε αὐτῆς, ἵνα τε ἀπὸ τῶν Μαρκομάννων ἀποσπασθῶσι, καὶ ὅτι ἵππους καὶ βοῦς πολλὰς ἔδωκαν τούς τε αὐτομόλους πάντας καὶ τοὺς αἰχμαλώτους, πρότερον μὲν ἐς μυρίους καὶ τρισχιλίους, ὕστερον δὲ καὶ τοὺς λοιποὺς ἀποδώσειν ὑπέσχοντο. οὐ μέντοι καὶ τῆς ἐπιμιξίας καὶ ἐν ταῖς ἀγοραῖς ἔτυχον, ἵνα μὴ καὶ οἱ Μαρκομάννοι οἵ τε Ἰάζυγες, οὓς οὔτε δέξασθαι οὔτε διήσειν διὰ τῆς χώρας ὀμωμόκεσαν, ἅμα μιγνύωνται σφίσιν καὶ ὡς Κούαδοι καὶ αὐτοὶ ὄντες τά τε τῶν Ῥωμαίων κατασκέπτωνται καὶ τὰ ἐπιτήδεια ἀγοράζωσιν. οὗτοί τε οὖν πρὸς τὸν Μάρκον ἀφίκοντο, καὶ ἕτεροι συχνοὶ παραδώσοντες ἑαυτοὺς οἱ μὲν κατὰ γένη, οἱ δὲ καὶ κατὰ ἔθνη ἐπρεσβεύσαντο. καὶ αὐτῶν οἱ μὲν ἐστρατεύσαντο ἄλλοσέ ποι πεμφθέντες, ὥσπερ καὶ τῶν ἁλισκομένων τῶν τε αὐτομολούντων οἱ δυνάμενοι, οἱ δὲ καὶ γῆν οἱ μὲν ἐν Δακίᾳ, οἱ δὲ ἐν Παννονίᾳ, οἱ δὲ Μυσίᾳ καὶ Γερμανίᾳ τῇ τε
201
Ἰταλίᾳ αὐτῇ ἔλαβον. καὶ αὐτῶν ἐν Ῥαβέννῃ τινὲς οἰκοῦντες ἐνεωτέρισαν, ὥστε καὶ τὴν πόλιν κατασχεῖν τολμῆσαι. καὶ διὰ τοῦτ' οὐκ ἔτ' ἐς τὴν Ἰταλίαν οὐδένα τῶν βαρβάρων ἐσήγαγεν, ἀλλὰ καὶ τοὺς προαφιγμένους ἐξῴκισεν. 57. Ὅτι Ἄστιγγοι, ὧν Ῥᾶός τε καὶ Ῥάπτος ἡγοῦντο, ἦλθον μὲἐς τὴν Δακίαν οἰκῆσαι ἐλπίδι τοῦ καὶ χρήματα καὶ χώραν ἐπὶ συμμαχίᾳ λήψεσθαι, μὴ τυχόντες δὲ αὐτῶν παρακατέθεντο τὰς γυναῖκας καὶ τοὺς παῖδας τῷ Κλήμεντι ὡς καὶ τὴν τῶν Κοστουβώκων χώραν τοῖς ὅπλοις κτησόμενοι, νικήσαντες δὲ ἐκείνους καὶ τὴν Δακίαν οὐδὲν ἧττον ἐλύπουν. δείσαντες δὲ οἱ Δάγκριγοι μὴ καὶ ὁ Κλήμης φοβηθεὶς σφᾶς ἐς τὴν γῆν, ἣν αὐτοὶ ἐνῴκουν, ἐσαγάγῃ, 432 ἐπέθεντο αὐτοῖς μὴ προσδεχομένοις καὶ πολὺ ἐκράτησαν, ὥστε μηδὲν ἔτι πολέμιον τοὺς Ἀστίγγους πρὸς τοὺς Ῥωμαίους πρᾶξαι, πολλὰ δὲ δὴ τὸν Μάρκον ἱκετεύσαντας χρήματά τε παρ' αὐτοῦ λαβεῖν καὶ χώραν γε ἀπαιτῆσαι, ἄν γέ τι κακὸν τοὺς τότε πολεμοῦντάς οἱ δράσωσιν. καὶ οὗτοι μὲν ἔπραξάν τι ὧν ὑπέσχοντο, Κοτινοὶ δὲ ἐσγγείλαντο αὐτοῖς ὅμοια, Ταρρουτήνιον δὲ Πατέρνον τὸν τὰς ἐπιστολὰς αὐτοῦ τὰς Λατίνας διὰ χειρὸς ἔχοντα παραλαβόντες ὡς καὶ ἐπὶ τοὺς Μαρκομάννους αὐτῷ συστρατεύσοντες οὐ μόνον οὐκ ἐποίησαν τοῦτο, ἀλλὰ καὶ αὐτὸν ἐκεῖνον δεινῶς ἐκάκωσαν, καὶ μετὰ ταῦτα ἀπώλοντο. 58. Ὅτι ἐπρεσβεύσαντο οἱ Ἰάζυγες εἰρήνης δεόμενοι πρὸς Μάρκον, οὐ μέντοι καὶ ἔτυχόν τινος. ἄπιστόν τε γὰρ τὸ φῦλον αὐτῶν ὁ Μάρκος εἰδὼς ὄν, καὶ προσέτι καὶ ὑπὸ τῶν Κουάδων ἀπατηθείς, ἐπίπαν ἐξελεῖν ἠθέλησεν. οἱ γὰρ Κούαδοι οὐχ ὅτι ἐκείνοις τότε συνεμάχησαν, ἀλλὰ καὶ τοὺς Μαρκομάννους πρότερον, ὡς ἔτι ἐπολέμουν, καταφεύγοντας ἐς τὴν σφετέραν ὅτε βιασθεῖεν ἐδέχοντο, καὶ οὔτ' ἄλλο τι ὧν ὡμολογήκεσαν ἐποίουν, οὔτε τοὺς αἰχμαλώτους πάντας ἀπέδοσαν, ἀλλ' ὀλίγους καὶ τούτους οἷς οὔτε ἐς πρᾶσιν οὔτε ἐς ὑπηρεσίαν τινὰ χρήσασθαι ἐδύναντο. εἰ δ' οὖν τινας καὶ τῶν ἀκμαζόντων ἀπεδίδοσαν, ἀλλὰ τούς γε συγγενεῖς αὐτῶν οἴκοι κατεῖχον, ἵνα καὶ ἐκεῖνοι πρὸς αὐτοὺς αὐτομολῶσιν. καὶ τὸν βασιλέα σφῶν Φούρτιον ἐκβαλόντες Ἀριόγαισον αὐτοὶ ἐφ' ἑαυτῶν βασιλέα σφίσιν ἐστήσαντο. καὶ τούτοις διὰ ταῦτα ὁ αὐτοκράτωρ οὔτε ἐκεῖνον ὡς καὶ νόμῳ τινὶ γεγονότα ἐβεβαίωσεν, οὔτε τὰς σπονδάς, καίπερ πέντε μυριάδας αἰχμαλώτων ἀποδώσειν ὑπισχνουμένοις, ἀνενεώσατο. 59. Ὅτι τοῖς Μαρκομάννοις πρεσβεύσασιν, ὅτι πάντα τὰ προσταχθέντα σφίσι χαλεπῶς μὲν καὶ μόλις, ἐποίησαν δ' οὖν, τό τε ἥμισυ τῆς χώρας τῆς μεθορίας ἀνῆκεν, ὥστε αὐτοὺς ὀκτώ που καὶ τριάκοντα σταδίους ἀπὸ τοῦ Ἴστρου ἀποικεῖν, καὶ τὰ χωρία τάς τε ἡμέρας τῆς ἐπιμιξίας ἀφώρισεν (πρότερον γὰρ οὐ διεκέκριντο), τούς τε ὁμήρους ἠλλάξατο. 60. Ὅτι οἱ Ἰάζυγες κακωθέντες ἐς ὁμολογίαν ἦλθον, αὐτοῦ 433 Ζαντικοῦ τὸν Ἀντωνῖνον ἱκετεύσαντος. πρότερον μὲν γὰρ τὸν Βανάδασπον τὸν δεύτερον σφῶν βασιλέα ἔδησαν, ὅτι διεκηρυκεύσατο αὐτῷ· τότε δὲ πάντες οἱ πρῶτοι μετὰ τοῦ Ζαντικοῦ ἦλθον καὶ συνέθεντο τὰ αὐτὰ τοῖς Κουάδοις καὶ τοῖς Μαρκομάννοις, πλὴν καθ' ὅσον τὸ διπλάσιον αὐτῶν ἀπὸ τοῦ Ἴστρου ἀποικήσειν ἤθελον. ὁ γὰρ αὐτοκράτωρ ἤθελε μὲν καὶ αὐτοὺς παντάπασιν ἐκκόψαι· ὅτι γὰρ καὶ τότε ἔτι ἔρρωντο καὶ ὅτι μεγάλα τοὺς Ῥωμαίους κακὰ ἔδρασαν, ἐξ ἐκείνου κατεφάνη, ὅτι τῶν τε αἰχμαλώτων μυριάδας δέκα ἀπέδοσαν, οὓς μετὰ πολλοὺς μὲν πραθέντας πολλοὺς δὲ τελευτήσαντας πολλοὺς δὲ καὶ φυγόντας εἶχον, καὶ ἱππέας εὐθὺς ὀκτακισχιλίους ἐς συμμαχίαν οἱ παρέσχον, ἀφ' ὧν πεντακισχιλίους καὶ πεντακοσίους ἐς Βρεττανίαν ἔπεμψεν. 61. Ὅτι ὁ Κάσσιος καὶ ἡ Συρία νεοχμώσαντες ἠνάγκασαν καὶ παρὰ γνώμην τὸν Μάρκον Ἀντωνῖνον τοῖς Ἰάζυξι συμβῆναι· οὕτω γὰρ πρὸς τὰ ἀγγελθέντα ἐξεπλάγη, ὥστε μηδὲ ἐπιστεῖλαι τῷ συνεδρίῳ τὰς αἱρέσεις, ἐφ' αἷς αὐτοῖς συνηλλάγη, καθάπερ ἐπὶ τῶν ἄλλων ἐποίει. 62. Ὅτι οἱ Ἰάζυγες ἐπρεσβεύσαντο καὶ ᾔτησάν τινα ἀφεθῆναι σφίσιν ἐκ τῶν ὡμολογημένων· καὶ συνεχωρήθησάν τινα αὐτοῖς, ἵνα μὴ καὶ παντελῶς ἀλλοτριωθῶσιν. οὐ μέντοι πρότερον οὔτε οὗτοι οὔτε οἱ Βοῦροι συμμαχῆσαι τοῖς Ῥωμαίοις ἠθέλησαν, πρὶν πίστεις παρὰ Μάρκου λαβεῖν ἦ μὴν μέχρι παντὸς τῷ πολέμῳ χρήσεσθαι ἐφοβοῦντο γὰρ μὴ καταλλαγεὶς τοῖς Κουάδοις, ὥσπερ καὶ πρότερον, προσοίκους σφίσι πολεμίους ὑπολείπηται. 63. Ὅτι ὁ Μάρκος τοὺς πρεσβευομένους τῶν ἐθνῶν ἐδέχετο οὐκ ἐπὶ τοῖς αὐτοῖς πάντας, ἀλλ' ὥς που ἕκαστοι αὐτῶν ἢ πολιτείαν ἢ ἀτέλειαν ἢ ἀίδιον ἢ καὶ πρὸς χρόνον τινὰ ἄνεσιν τοῦ
202
φόρου λαβεῖν ἢ καὶ τὴν τροφὴν ἀθάνατον ἔχειν ἄξιοι ἦσαν. καὶ ἐπειδὴ οἱ Ἰάζυγες χρησιμώτατοι αὐτῷ ἐγίγνοντο, πολλὰ καὶ ἐκ τῶν ἐπιτεταγμένων σφίσιν ἀφῆκεν, μᾶλλον δὲ πάντα πλὴν τῶν κατά τε τὰς συνόδους αὐτῶν καὶ κατὰ τὰς ἐπιμιξίας συγκειμένων, τοῦ τε μὴ ἰδίοις πλοίοις σφᾶς χρῆσθαι καὶ τοῦ τῶν νήσων τῶν ἐν τῷ Ἴστρῳ 434 ἀπέχεσθαι. καὶ ἐφῆκεν αὐτοῖς πρὸς τοὺς Ῥοξολάνους διὰ τῆς Δακίας ἐπιμίγνυσθαι, ὁσάκις ἂν ὁ ἄρχων αὐτῆς ἐπιτρέψῃ σφίσιν. 64. Ὅτι τοῖς Κουάδοις καὶ τοῖς Μαρκομάννοις πρεσβευσαμένοις δύο μυριάδες ἑκατέροις στρατιωτῶν ἐν τείχεσιν ὄντες οὔτε νέμειν οὔτε γεωργεῖν οὔτ' ἄλλο τι μετὰ ἀδείας ποιεῖν **, ἀλλὰ καὶ αὐτομόλους παρ' αὐτῶν καὶ αἰχμαλώτους τῶν σφετέρων πολλοὺς ὑπεδέχοντο, μὴ πάνυ τι αὐτοὶ ταλαιπωρούμενοι διὰ τὸ καὶ Βαλανεῖα καὶ πάντα ἀφθόνως ἔχειν τὰ ἐπιτήδεια, ὥστε τοὺς Κουάδους μὴ φέροντας τὸν ἐπιτειχισμὸν μεταναστῆναι πανδημεὶ πρὸς Σεμνόνας ἐπιχειρῆσαι. ὁ δὲ Ἀντωνῖνος προμαθὼν τὴν διάνοιαν αὐτῶν, τὰς διόδους ἀποφράξας ἐκώλυσεν. οὕτως οὐ τὴν χώραν αὐτῶν προσκτήσασθαι, ἀλλὰ τοὺς ἀνθρώπους τιμωρήσασθαι ἐπεθύμει. «. Ὅτι καὶ Ναρισταὶ ταλαιπωρήσαντες τρισχίλιοι ἅμα ηὐτομόλησαν καὶ γῆν ἐν τῇ ἡμετέρᾳ ἔλαβον. ». Ὅτι οἱ Μαρκομάννοι οὔτε τροφὴν οὔτ' ἄνδρας συχνοὺς ὑπό τε τοῦ πλήθους τῶν ἀπολλυμένων καὶ ὑπὸ τῆς ἀεὶ τῶν χωρίων κακώσεως ἔτι εἶχον· δύο γοῦν μόνους τῶν πρώτων καὶ δύο ἄλλους τῶν καταδεεστέρων πρέσβεις πρὸς αὐτὸν ὑπὲρ τῆς εἰρήνης ἔπεμψαν. καὶ ἐξεργάσασθαι αὐτοὺς δυνάμενος ῥᾳδίως, μισόπονος δὲ δὴ ὢν καὶ πρὸς τὰς ἀστικὰς ῥᾳστώνας ἐπειγόμενος ἐσπείσατο αὐτοῖς ἐπί τε τοῖς ἄλλοις, ἐφ' οἷς ὁ πατὴρ αὐτοῦ συνετέθειτο, καὶ ἵνα τούς τε αὐτομόλους καὶ τοὺς αἰχμαλώτους, οὓς μετὰ ταῦτα ἔλαβον, ἀποδῶσιν αὐτῷ, καὶ σῖτόν τινα κατ' ἔτος τακτὸν τελῶσιν, ὃν ὕστερον αὐτοῖς ἀφῆκεν. ὅπλα τέ τινα παρ' αὐτῶν ἔλαβε καὶ στρατιώτας, παρὰ μὲν τῶν Κουάδων μυρίους καὶ τρισχιλίους, παρὰ δὲ τῶν Μαρκομάννων ἐλάττους· ἀνθ' ὧν ἀνῆκεν αὐτοῖς τῶν κατ' ἔτος διδόναι τινάς. προσεπέταξε μέντοι σφίσιν, ἵνα μήτε πολλάκις μήτε πολλαχοῦ τῆς χώρας ἀθροίζωνται, ἀλλὰ ἅπαξ ἐν ἑκάστῳ, μηνὶ καὶ ἐς τόπον ἕνα, ἑκατοντάρχου τινὸς Ῥωμαίου παρόντος, πρὸς δὲ καὶ ἵνα μήτε τοῖς Ἰάζυξι μήτε τοῖς Βούροις μήτε τοῖς Βανδήλοις πολεμῶσιν. ἐπὶ μὲν τούτοις συνηλλάγη, καὶ τά τε φρούρια πάντα τὰ ἐν τῇ χώρᾳ αὐτῶν ὑπὲρ τὴν μεθορίαν τὴν ἀποτετμημένην ὄντα ἐξέλιπεν. 67. Ὅτι τοῖς Βούροις ὁ Κόμμοδος εἰρήνην ἔδωκε πρεσβεύσα 435 σι. πρότερον μὲν γάρ, καίτοι πολλάκις αὐτὴν αἰτηθείς, οὐκ ἐποιήσατο, ὅτι τε ἔρρωντο καὶ ὅτι οὐκ εἰρήνην ἀλλὰ ἀνοχὴν ἐς τὸ παρασκευάσασθαι λαβεῖν ἤθελον· τότε δέ, ἐπειδὴ ἐξετρυχώθησαν, συνηλλάγη σφίσιν ὁμήρους λαβὼν καὶ αἰχμαλώτους παρά τε τῶν Βούρων πολλοὺς καὶ παρὰ τῶν ἄλλων μυρίους καὶ πεντακισχιλίους κομισάμενος, καὶ ἀναγκάσας τοὺς ἄλλους ὀμόσαι ὥστε μήτ' ἐνοικήσειν ποτὲ μήτε ἐννεμεῖν τεσσαράκοντα στάδια τῆς χώρας σφῶν τῆς πρὸς τῇ Δακίᾳ οὔσης. ὁ αὐτὸς Σαβινιανὸς καὶ Δακῶν τῶν προσόρων μυρίους καὶ δισχιλίους ἐκ τῆς οἰκείας ἐκπεσόντας καὶ μέλλοντας τοῖς ἄλλοις βοηθήσειν ὑπηγάγετο γῆν τινα αὐτοῖς ἐν τῇ Δακίᾳ τῇ ἡμετέρᾳ δοθήσεσθαι ὑποσχόμενος. 68. Ὅτι οἱ Ὀρροηνοὶ καὶ οἱ Ἀδιαβηνοὶ ἀποστάντες καὶ Νίσιβιν πολιορκοῦντες καὶ ἡττηθέντες ὑπὸ Σεβήρου, ἐπρεσβεύσαντο πρὸς αὐτὸν μετὰ τὸν τοῦ Νίγρου θάνατον, οὐχ ὅπως ὡς καὶ ἠδικηκότες τι παραιτούμενοι, ἀλλὰ καὶ εὐεργεσίαν ἀπαιτοῦντες ὡς καὶ ὑπὲρ αὐτοῦ τοῦτο πεποιηκότες· τοὺς γὰρ στρατιώτας τὰ τοῦ Νίγρου φρονήσαντας ἔλεγον ἐκείνου ἕνεκα ἐφθαρκέναι. καί τινα καὶ δῶρα αὐτῷ ἔπεμψαν, τούς τε αἰχμαλώτους καὶ τὰ λάφυρα τὰ περιόντα ἀποδώσειν ὑπέσχοντο. οὐ μέντοι οὔτε τὰ τείχη ἃ ᾑρήκεσαν ἐκλιπεῖν οὔτε φρουροὺς λαβεῖν ἤθελον, ἀλλὰ καὶ τοὺς λοιποὺς ἐξαχθῆναι ἐκ τῆς χώρας ἠξίουν. διὰ ταῦτα ὁ πόλεμος οὗτος συνέστη. 69. Ὅτι οἱ Ἀράβιοι, ἐπειδὴ μηδεὶς σφίσι τῶν πλησιοχώρων βοηθῆσαι ἠθέλησε, πρὸς Σεβῆρον αὖθις ἐπρεσβεύσαντο, ἐπιεικέστερά τινα προτεινόμενοι. οὐ μέντοι καὶ ἔτυχον ὧν ἐβούλοντο, ἐπειδὴ μὴ καὶ αὐτοὶ ἦλθον. Περὶ πρέσβεων. Ἐκ τῆς ἱστορίας Ἡροδότου Ἀλικαρνασέως.
203
1. Ὅτι Ἀθηναῖοι μετὰ ταῦτα Κλεισθένεα καὶ τὰ ἑπτακόσια ἐπίστια τὰ διωχθέντα ὑπὸ Κλεομένεος μεταπεμψάμενοι πέμ 436 πουσιν ἀγγέλους ἐς Σάρδεις συμμαχίην βουλόμενοι ποιήσασθαι πρὸς Πέρσας. ἀπικομένων δὲ τῶν ἀγγέλων ἐς τὰς Σάρδεις καὶ λεγόντων τὰ ἐντεταλμένα, Ἀρταφέρνης ὁ Ὑστάσπεος Σαρδίων ὕπαρχος ἐπειρώτα τίνες ἐόντες ἄνθρωποι καὶ ποῖ γῆς οἰκημένοι δεοίατο Περσέων σύμμαχοι γενέσθαι. πυθόμενος δὲ πρὸς τῶν ἀγγέλων ἀπεκορύφου σφι τάδε, εἰ μὲν διδοῦσι βασιλεῖ Δαρείῳ Ἀθηναῖοι γῆν τε καὶ ὕδωρ, ὁ δὲ συμμαχίην σφι συνετίθετο, εἰ δὲ μὴ διδοῦσιν, ἀπαλλάσσεσθαι αὐτοὺς ἐκέλευεν. οἱ δὲ ἄγγελοι ἐπὶ σφέων αὐτῶν βαλλόμενοι διδόναι ἔφασαν βουλόμενοι τὴν συμμαχίην ποιήσασθαι. οὗτοι μὲν δὴ ἀπελθόντες ἐς τὴν ἑωυτῶν αἰτίας μεγάλας εἶχον. 2. Ὅτι Μαρδόνιος ἔπεμψε Μουρυχίδην Ἑλλησπόντιον ἐς Σαλαμῖνα φέροντα τοὺς αὐτοὺς λόγους οὓς καὶ Ἀλέξανδρος ὁ Μακεδὼν τοῖς Ἀθηναίοις διεπόρθμευσεν. ὁ δὲ ἀπικόμενος ἐπὶ τὴν βουλὴν ἔλεγε τὰ παρὰ Μαρδονίου· τῶν δὲ βουλευτέων Λυκίδης εἶπε γνώμην ὡς ἐδόκεε ἄμεινον εἶναι δεξαμένους τὸν λόγον τόν σφι Μουρυχίδης προσφέρει ἐξενεῖκαι ἐς τὸν δῆμον. Ἀθηναῖοι δὲ αὐτίκα δεινὸν ποιησάμενοι περιστάντες Λυκίδην κατέλευσαν βάλλοντες, τὸν δὲ Ἑλλησπόντιον Μουρυχίδην ἀπέπεμψαν ἀσινέα. γενομένου δὲ θορύβου περὶ τὸν Λυκίδην, πυνθάνονται τὸ γιγνόμενον αἱ γυναῖκες τῶν Ἀθηναίων. διακελευσαμένη δὲ γυνὴ γυναικὶ καὶ παραλαβοῦσα ἐπὶ τὴν Λυκίδεω οἰκίην ἤισαν αὐτοκελέες καὶ κατὰ μὲν ἔλευσαν αὐτοῦ τὴν γυναῖκα, κατὰ δὲ τὰ τέκνα. Περὶ πρέσβεων. Ἐκ τῆς ἱστορίας Θουκυδίδου, 1. Ὅτι Ἐπιδάμνιοι, ἔστι δὲ πόλις ἐν δεξιᾷ πλέοντι τὸν Ἰόνιονκόλπον, ἄποικοι Κερκυραίων, τὰ τελευταῖα παρὰ τοῦδε τοῦ πολέμου ὁ δῆμος αὐτῶν ἐδίωξε τοὺς δυνατούς. οἱ δὲ ἀπελθόντες μετὰ τῶν 437 βαρβάρων ἐληίζοντο τοὺς ἐν τῇ πόλει κατά τε γῆν καὶ κατὰ θάλασσαν. οἱ δὲ ἐν τῇ πόλει ὄντες Ἐπιδάμνιοι, ἐπειδὴ ἐπιέζοντο, πέμπουσιν ἐς τὴν Κέρκυραν πρέσβεις ὡς μητρόπολιν οὖσαν δεόμενοι σφᾶς μὴ περιορᾶν φθειρομένους, ἀλλὰ τούς τε φεύγοντας συναλλάξαι σφίσι καὶ τὸν τῶν βαρβάρων πόλεμον καταλῦσαι. ταῦτα δὲ ἱκέται καθεζόμενοι ἐς τὸ Ἥραιον ἐδέοντο. οἱ δὲ Κερκυραῖοι τὴν ἱκετείαν οὐκ ἐδέξαντο, ἀλλὰ ἀπράκτους ἀπέπεμψαν. γνόντες δὲ οἱ Ἐπιδάμνιοι οὐδεμίαν σφίσιν ἀπὸ Κερκύρας τιμωρίαν οὖσαν ἐν ἀπόρῳ εἴχοντο θέσθαι τὸ παρὸν καὶ πέμψαντες ἐς Δελφοὺς τὸν θεὸν ἐπήροντο, εἰ παραδοῖεν Κορινθίοις τὴν πόλιν ὡς οἰκισταῖς καὶ τιμωρίαν τινὰ πειρῷντο ἀπ' αὐτῶν ποιεῖσθαι. ὁ δὲ αὐτοῖς ἀνεῖλε παραδοῦναι καὶ ἡγεμόνας ποιεῖσθαι. ἐλθόντες δὲ οἱ Ἐπιδάμνιοι ἐς Κόρινθον κατὰ τὸ μαντεῖον παρέδοσαν τὴν ἀποικίαν, τόν τε οἰκιστὴν ἀποδεικνύντες ἐκ Κορίνθου ὄντα καὶ τὸ χρηστήριον δηλοῦντες ἐδέοντο μὴ σφᾶς περιορᾶν διαφθειρομένους, ἀλλ' ἐπαμῦναι. Κορίνθιοι δὲ κατά τε τὸ δίκαιον ὑπεδέξαντο τὴν τιμωρίαν νομίζοντες οὐχ ἧσσον ἑαυτῶν εἶναι τὴν ἀποικίαν ἢ Κερκυραίων, ἅμα δὲ καὶ μίσει τῶν Κερκυραίων, ὅτι αὐτῶν παρημέλουν ὄντες ἄποικοι. οὔτε γὰρ ἐν πανηγύρεσι ταῖς κοιναῖς διδόντες γέρα τὰ νομιζόμενα οὔτε Κορινθίῳ ἀνδρὶ προκαταρχόμενοι τῶν ἱερῶν ὥσπερ αἱ ἄλλαι ἀποικίαι, περιφρονοῦντες δὲ αὐτοὺς καὶ χρημάτων δυνάμει ὄντες κατ' ἐκεῖνον τὸν χρόνον ὅμοια τοῖς Ἑλλήνων πλουσιωτάτοις καὶ τῇ ἐς πόλεμον παρασκευῇ δυνατώτεροι ναυτικῷ τε πολὺ προέχειν ἔστιν ὅτε ἐπαιρόμενοι, καὶ κατὰ τὴν τῶν Φαιάκων προενοίκησιν τῆς Κερκύρας κλέος ἐχόντων τὰ περὶ τὰς ναῦς ᾗ καὶ μᾶλλον ἐξηρτύοντο τὸ ναυτικὸν καὶ ἦσαν οὐκ ἀδύνατοι. τριήρεις γὰρ εἴκοσι καὶ ἑκατὸν ὑπῆρχον αὐτοῖς, ὅτε ἤρχοντο πολεμεῖν. πάντων οὖν τούτων ἐγκλήματα ἔχοντες οἱ Κορίνθιοι ἔπεμπον ἐς τὴν Ἐπίδαμνον ἄσμενοι τὴν ὠφέλειαν οἰκήτορά τε τὸν βουλόμενον ἰέναι κελεύοντες. 2. Ὅτι ἄνευ τῶν συμμάχων τῶν Κορινθίων νῆες παρεσκευάζοντο τριάκοντα καὶ τρισχίλιοι ὁπλῖται. ὡς δὲ ἐπύθοντο τὴν παρασκευὴν οἱ Κερκυραῖοι, ἐλθόντες ἐς Κόρινθον μετὰ Λακεδαιμονίων καὶ Σικυωνίων πρέσβεων, οὓς παρέλαβον, ἐκέλευον Κορινθίους τοὺς ἐν Ἐπιδάμνῳ φρουρούς τε καὶ οἰκήτορας ἀπάγειν, ὡς οὐ μετὸν αὐτοῖς Ἐπιδάμνου, εἰ δέ τι ἀντιποιοῦνται, δίκας ἤθελον 438 δοῦναι ἐν Πελοποννήσῳ παρὰ πόλεσιν, αἷς ἂν ἀμφότεροι ξυμβῶσιν, ὁποτέρων δ' ἂν δικασθῇ εἶναι τὴν ἀποικίαν, τούτους κρατεῖν. πόλεμον δὲ οὐκ εἴων
204
ποιεῖν. εἰ δὲ μή, καὶ αὐτοὶ ἀναγκασθήσεσθαι ἐκείνων βιαζομένων φίλους ποιεῖσθαι οὓς οὐ βούλονται, ἑτέρους τῶν νῦν ὄντων μᾶλλον, ὠφελείας ἕνεκα. οἱ δὲ Κορίνθιοι ἀπεκρίναντο αὐτοῖς, ἢν τάς τε ναῦς καὶ τοὺς βαρβάρους ἀπὸ Ἐπιδάμνου ἀπάγωσι, βουλεύσεσθαι, πρότερον δ' οὐ καλῶς ἔχειν τοὺς μὲν πολιορκεῖσθαι, αὐτοὺς δὲ δικάζεσθαι. Κερκυραῖοι δὲ ἀντέλεγον, ἢν καὶ ἐκεῖνοι τοὺς ἐν Ἐπιδάμνῳ ἀπαγάγωσι, ποιήσειν ταὐτά, ἕτοιμοι δὲ εἶναι ὥστε καὶ ἀμφοτέρους μένειν κατὰ χώραν, σπονδὰς δὲ ποιήσασθαι, ἕως ἂν ἡ δίκη γένηται. Κορίνθιοι δὲ οὐδὲν τούτων ὑπήκουον. Περὶ πρέσβεων. Ἐκ τῆς ἱστορίας Ἀγαθίου σχολαστικοῦ. 1. Ὅτι κατ' ἐκεῖνο καιροῦ, ἐν ᾧ Τεΐας μὲν ἐτεθνήκει, τοῖς δὲ τῶν Γότθων πράγμασιν ὀθνείας τὸ λοιπὸν ἔδει ἐπικουρίας, τότε δὲ βασιλεὺς παρὰ Φράγγοις Θευδίβαλγος ἦν τὸ μειράκιον καὶ μὲν δὴ καὶ οἱ τούτου θεῖοι Χιλδίβερτος καὶ Χλωθάριος. ἐπὶ τούτους μέν (πορρωτάτω γὰρ ἐτύγχανον ἀπῳκισμένοι) οὐ χρῆναι ᾤοντο οἱ Γότθοι ἰέναι, πρὸς δὲ Θευδίβαλγον ἀναφανδὸν ἐπρεσβεύοντο, οὐ μὴν ἅπαν γε τὸ ἔθνος, μόνοι δὲ οἱ ἐκτὸς Πάδου ποταμοῦ ἱδρυμένοι. οἱ γὰρ δὴ ἄλλοι ἥδοντο μὲν τῷ νεωτερισμῷ καὶ τῇ τῶν καθεστώτων κινήσει, ἐτεθήπεσαν δὲ ὅμως ἀμφιγνοοῦντες τὰ ἐσόμενα, καὶ τὸ ἀστάθμητον δεδιότες τῆς τύχης μετεώρους τε καὶ ἀμφιβόλους εἶχον τὰς γνώμας, καραδοκοῦντες μὲν καὶ διαπυνθανόμενοι τὰ ποιούμενα, βουλευόμενοι δὲ τῶν κρατούντων γενέσθαι. οἱ δὲ τῶν ἑτέρων πρέσβεις ἀφικόμενοι ἐς ὄψιν τε τῷ ἡγεμόνι καταστάντες καὶ ἅπασι τοῖς ἐν 439 τέλει ἐδέοντο μὴ σφᾶς περιιδεῖν ὑπὸ Ῥωμαίων πιεζομένους, συλλαβέσθαι δὲ μᾶλλον τοῦ ἀγῶνος καὶ ἀνακαλέσασθαι γένος πρόσοικόν τε καὶ φίλον καὶ ἄρδην οἰχήσεσθαι κινδυνεῦον. ἐδίδασκον δὲ ὡς καὶ αὐτοῖς ἐς τὰ μάλιστα συνοίσει μὴ ἐφιέναι Ῥωμαίοις ἐπὶ μεγάλα δυνάμεως αἰρομένοις, ἀλλὰ παντὶ σθένει τὴν αὔξην κολούειν· εἰ γὰρ ἅπαν τὸ Γοτθικὸν γένος ἐκποδὼν ποιήσονται, οὐκ ἐς μακράν, ἔφασαν οἱ πρέσβεις, καὶ καθ' ὑμῶν αὐτῶν ἥξουσι καὶ ἀνανεώσονται τοὺς προτέρους πολέμους. ἐπιλείψει γὰρ αὐτοὺς οὐδ' ὁπωστιοῦν εὐπρόσωπος αἰτία ἐς προκάλυμμα τῆς πλεονεξίας, ἀλλὰ σὺν δίκῃ γε ὑμᾶς δόξουσι μετιέναι, Μαρίους τινὰς καὶ Καμίλλους καὶ τῶν Καισάρων τοὺς πλείστους ἀπαριθμούμενοι, ὡς δὴ πάλαι ποτὲ τοῖς ἄνω Γερμανοῖς πολεμήσαντας καὶ τὰ ὑπὲρ Ῥῆνον ἅπαντα κατασχόντας· ταύτῃ τε οὐ βιάζεσθαι δόξουσιν, ἀλλ' ὁσίως ἐπιστρατεύειν, ὡς οὐδέν τι ὀθνεῖον μαστεύσοντες, ἀλλὰ κτήματα τῶν σφετέρων προγόνων ἀνακομιούμενοι. τοιοῦτο γὰρ δή τι καὶ ἡμῖν ἐπαγαγόντες ἐπίκλημα, ὡς δὴ Θευδερίχου πάλαι τοῦ ἡμετέρου ἡγεμόνος καὶ οἰκιστοῦ οὐ προσηκόντως τῆς Ἰταλίας ἐπιλαβομένου, ἀφῄρηνται μὲν ἡμᾶς τὰ οἰκεῖα, τὸ δὲ πλεῖστον ἀπεκτόνασι τοῦ γένους, γύναια δὲ καὶ παῖδας τῶν παρ' ἡμῖν εὐδαιμόνων ἀνδρῶν ἀφειδῶς ἠνδραποδίσαντο. καίτοι Θευδέριχος οὐ βίᾳ λαβών, ἀλλὰ Ζήνωνος πρότερον τοῦ σφῶν βασιλέως ἐπιτρέψαντος προσηγάγετο τὴν Ἰταλίαν, οὐδὲν Ῥωμαίους ἀφελόμενος, (ἤδη γὰρ αὐτῆς ἀπεστέρηντο) ἀλλ' Ὀδόακρον καθελὼν τὸν ἐπηλύτην, τὸν τύραννον, τἀκείνου ἅπαντα κατέσχε τῷ τοῦ πολέμου θεσμῷ. οἱ δέ, ἐπειδὴ βιάζεσθαι αὐτοῖς μᾶλλον ἐξῆν, οὐδὲν ἐνδίκως πεπράχασιν, ἀλλὰ Θευδάτῳ πρότερον Ἀμαλασούνθης δῆθεν ἕκατι χαλεπήναντες καὶ ταύτην ἀρχήν τε καὶ πρόφασιν τῷ πολέμῳ θέμενοι, εἶτα μέχρι νῦν οὐ μεθιᾶσιν, ἀλλὰ φέρουσι βιαίως ἅπαντα οὗτοι δὴ οἱ σοφοί τε καὶ δεισιδαίμονες καὶ μόνοι σὺν δικαιοσύνῃ πολιτεύεσθαι βρενθυόμενοι. ἵνα δὴ οὖν μὴ ταὐτὰ παθοῦσιν ὑμῖν μεταμελήσῃ τῆς ῥᾳθυμίας ὕστερον οὐκ ἐν δέοντι, προτερητέον ἐν τῷδε τοὺς πολεμίους καὶ οὐ διαμαρτητέον τοῦ παρόντος καιροῦ, ἀλλὰ στράτευμά τε στέλλειν ἐπ' αὐτοὺς ἀξιόμαχον καὶ στρατηγὸν ἐξ ὑμῶν αὐτῶν ἀγαθὸν τὰ πολέμια, ὃς δὴ τὸν πρὸς Ῥωμαίους πόλεμον ἄριστα διανύσας ἀπελάσει τε αὐτοὺς ἐνθένδε ὡς τάχιστα καὶ τὴν χώραν ἡμῶν ἀνασώσει. οὕτω γὰρ ποιοῦντες τῷ τε Γοτ 440 θικῷ γένει ἐς τὰ μάλιστα χαριεῖσθε σωτῆρες ἀναφανέντες καὶ ἀλεξίκακοι, τά τε ὑμέτερα αὐτῶν ἐν τῷ ἀσφαλεῖ θήσεσθε, εἴ γε μηδὲν ὑμῖν ἔτι πολέμιον ἐκ γειτόνων παρείη· πρὸς δέ γε καὶ χρήματα ὑμῖν ἔσονται μυρία οὐ μόνον τὰ Ῥωμαίων ληισαμένοις, ἀλλὰ γὰρ καὶ αὐτοὶ ἕτερα καταθήσομεν. Ταῦτα ἐπεὶ ἔφασαν οἱ πρέσβεις, Θευδίβαλγος μέν, ἦν γὰρ μειράκιον ἀγεννὲς καὶ ἀπόλεμον ἤδη τε νοσώδης κομιδῇ ἐγεγόνει καὶ τὸ σῶμά οἱ πονήρως διέκειτο, τούτων δὴ οὖν
205
ἕκατι οὐ μάλα ὅγε τῶν πρέσβεων ἦν οὐδὲ ᾤετο χρῆναι ὀθνείων ἕνεκα συμφορῶν οἰκείους καρπώσασθαι πολέμους. Λεύθαρις δὲ καὶ Βουτιλῖνος, εἰ καὶ τὸν βασιλέα σφῶν ἥκιστα ἤρεσκεν, ἀλλ' αὐτοὶ ἀνεδέχοντο τὴν ξυμμαχίαν. 2. Ὅτι ἐν τούτῳ ἄνδρες τῶν παρὰ Μισιανοῖς δυνατωτάτων ἐς Ἰβηρίαν παρὰ τὸν Ναχοραγὰν ἀφικόμενοι ἅπαντά οἱ διήγγειλαν τὰ ἐπὶ Σωτηρίχῳ πρὸς αὐτῶν τετολμημένα, τὴν μὲν ἀληθεστάτην αἰτίαν ἠρέμα ὑποκρυπτόμενοι, λέγοντες δὲ ὡς, ἐπειδὴ ἐκ πλείστου τὰ Περσῶν ἐτύγχανον ᾑρημένοι, προπηλακίζεσθαι σφᾶς ὑπό τε Κόλχων αὐτῶν καὶ Ῥωμαίων καὶ ἐν τοῖς ἀτιμοτάτοις τετάχθαι, πέρας δὲ Σωτήριχον αὐτοῖς ἐπιστῆναι, λόγῳ μὲν ὡς δὴ χρυσίον τοῖς ξυμμάχοις διανεμοῦντα, ἔργῳ δὲ τὰ ἐπὶ λύμῃ τε καὶ καθαιρέσει τοῦ παντὸς γένους διαπραξόμενον. παρὸν τοίνυν ἡμῖν, ἔφασαν οἱ πρέσβεις, ἢ ἄρδην ἀπολωλέναι ἢ προτερήσασι δόξαν μέν τινα ἴσως παρ' ἐνίοις ἀπενέγκασθαι προπετείας καὶ ὡς τοιοίδε κακίζεσθαι, βιοτεύειν δὲ ὅμως ἔτι κατ' ἐξουσίαν καὶ τὰ ἡμέτερα αὐτῶν ᾗ ἂν συνοίσειν δοκοίη διατιθέναι, εἱλόμεθα τὰ ἀμείνονα καὶ τοῦ ἀνθρωπείου μᾶλλον ἐχόμενα τρόπου, τῶν μὲν λοιδοριῶν καὶ κατηγορημάτων ὀλίγα φροντίσαντες, περὶ πλείστου δὲ ποιησάμενοι τὴν σωτηρίαν. Σωτήριχόν τε γὰρ ἀπεκτείναμεν καὶ τοὺς ἅμα αὐτῷ ἐς τοῦτο ἐληλυθότας, ὡς ἂν ἐκείνους μὲν τισαίμεθα τῆς ἀδικίας, πίστιν δὲ εὐνοίας βεβαιοτάτην ἐνθένδε τοῖς Πέρσαις παρασχόμενοι εὐκλεέστερον προσχωρήσαιμεν. ἐπεὶ δὲ τούτων τε ἁπάντων καὶ μάλιστα τοῦ μηδισμοῦ ἕνεκα οὐκ ἀνήσουσι χαλεπαίνοντες οἱ Ῥωμαῖοι, ἀλλὰ τάχιστα ἡμῖν ἐπιπεσοῦνται καὶ ἅπαντας, τό γε ἐς αὐτοὺς ἧκον, διαφθεροῦσι, προσήκει δή σοι, ὦ στρατηγέ, δέχεσθαί τε ἡμᾶς εὐμενῶς καὶ ἐπαμύνειν, τῆς τε χώρας πέρι ὡς οἰκείας τὸ λοιπὸν καὶ κατηκόου τὰ προσήκοντα διανοεῖ 441 σθαι, καὶ μὴ περιιδεῖν οἰχήσεσθαι κινδυνεῦον γένος οὐ σμικρὸν οὐδὲ ἄσημον, ἀλλὰ καὶ πλείστην ὅσην ὠφέλειαν τῇ Περσῶν ἐπικρατείᾳ προσφέρεσθαι ἱκανώτατον. πολέμων τε γὰρ ἡμᾶς ἴδριας ὄντας ἀμωσγέπως εὑρήσοιτε ἂν καὶ καρτερώτατα ξυναγωνιζομένους, ἥ τε χώρα ἐν ὑπερτέρῳ τῶν Κόλχων κειμένη γενήσεται ὑμῖν ὁρμητήριον ἀσφαλὲς καὶ οἷον ἐπιτείχισμα κατὰ τῶν πολεμίων. ταῦτα ἀκούσας ὁ Ναχοραγὰν προσίετο αὐτοὺς ἀσμενέστατα καὶ ἐπῄνει τῆς μεταστάσεως καὶ θαρροῦντας ἰέναι ἐκέλευσεν, ὡς τῆς Περσικῆς ἐπικουρίας ἐν δέοντι τευξομένους. οἱ μὲν οὖν πρέσβεις ἐς τὰ οἰκεῖα ἐπανελθόντες καὶ ἕκαστα διαγγείλαντες μεγίστων ἀνέπλησαν τὸ ἔθνος ἐλπίδων. 3. Ὅτι λογιζόμενος ὁ Χοσρόης ὡς οὐχ οἷόν τε αὐτῷ ἀνὰ τὴν Κολχίδα γῆν πρὸς Ῥωμαίους παρατάττεσθαι, τῶν μὲν τῆς θαλάσσης κρατούντων καὶ ἅπαντα, ὧν ἂν δέοιντο, ῥᾳδίως ἐνθένδε μεταπεμπομένων, αὐτοῦ δὲ διὰ μακρᾶς ὁδοῦ καὶ ἐρήμου μόλις τοῖς στρατοπεδεύουσιν ἐλάχιστα γοῦν τῶν ἐδωδίμων ὑπὸ ἀχθοφόροις ἀνδράσι τε καὶ ὑποζυγίοις χαλεπώτατα στέλλειν ἀναγκαζομένου· ταῦτα δὴ ἐπισκοπῶν ἔγνω τὸν ὅλον πόλεμον καταθέσθαι, ὡς ἂν μὴ ἐπὶ πλεῖστον αὐτοῖς ἡ εἰρήνη χωρίοις τισὶ περιοριζομένη ἀτελὴς καὶ οἷον σκάζουσα διαμένοι, ἀλλ' ὁμοίως ἁπανταχοῦ ἐπιρρωσθείη. καὶ τοίνυν ἐκπέμπει ἐπὶ τῇ πρεσβείᾳ ἐς τὸ Βυζάντιον ἄνδρα Πέρσην τῶν σφόδρα παρ' αὐτοῖς λογιμωτάτων, ὄνομα αὐτῷ Ζίχ. οὗτος ἀφικόμενος καὶ παρελθὼν ὡς Ἰουστινιανὸν βασιλέα πολλὰ μὲν ἔφη τῶν παρόντων πέρι, πολλὰ δὲ ἀκήκοεν· καὶ πέρας ἐς τόδε ξυνηλθέτην ἐφ' ᾧ Ῥωμαίους τε καὶ Πέρσας κατέχειν μὲν ἅπαντα, ὧν ἤδη ἐτύγχανον κατὰ τὴν Λαζῶν χώραν πολέμου θεσμῷ ἐπειλημμένοι, εἴτε πολίσματά γε εἴτε φρούρια εἶεν, ἡσυχίαν δὲ ἄγειν ἐφ' ἑαυτῶν καὶ ἥκιστα κατ' ἀλλήλων παρατάττεσθαι, ἕως ἐς ἕτερόν τι μεῖζον καὶ τελεώτερον τὸ ἑκατέρωθεν ἄρχον συμβαίη. ὁ μὲν οὖν Ζὶχ οὕτω τὰ τῆς πρεσβείας διαπραξάμενος ἀπενόστησεν ἐς τὰ οἰκεῖα. οὕτω μὲν οὖν τὰ μεγάλα καὶ ἀμφήριστα γένη κατὰ τὸ ξυγκείμενον τὰ ὅπλα ἔθεντο καὶ ἠρεμοῦντα ἐπὶ μακρότατον διετέλουν, ὡς μηδὲν ὁτιοῦν τό γε ἐπ' ἐκείνοις ὁπότερον γοῦν αὐτῶν διαπονεῖσθαι. Τέλος τῆς ἱστορίας Ἀγαθίου σχολαστικοῦ. Περὶ πρέσβεων ἐθνικῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Μενάνδρου. 1. Περὶ Ἀβάρων, ὡς πολλὰ περινοστήσαντες ἧκον ἐς Ἀλανοὺς καὶ ἱκέται ἐγένοντο
206
Σαρωσίου τοῦ Ἀλανῶν ἡγουμένου, ὡς ἂν δι' αὐτοῦ γνώριμοι ἔσοιντο Ῥωμαίοις. ὁ δὲ Ἰουστίνῳ τῷ Γερμανοῦ κατ' ἐκεῖνο καιροῦ τῶν ἐν Λαζικῇ καταλόγων ἐξηγουμένῳ τῶν Ἀβάρων πέρι ἐδήλωσεν, ὁ δὲ Ἰουστῖνος Ἰουστινιανῷ βασιλεῖ· καὶδὴ ἐνεκελεύσατο ὁ βασιλεὺς τῷ στρατηγῷ στέλλειν ἐς Βυζάντιον τὴν πρεσβείαν τοῦ ἔθνους. καὶ οὖν Κανδὶχ ὄνομά τις ᾑρέθη πρεσβευσόμενος ὑπὲρ Ἀβάρων πρῶτος, ὃς ἐς τὰ βασίλεια ἐσφοιτήσας ἔλεξε τῷ αὐτοκράτορι ὡς πάρεστι τὸ μέγιστόν τε καὶ ἀλκιμώτατον τῶν ἐθνῶν, καὶ ὡς τὸ φῦλον οἱ Ἄβαροι ἀκαταμάχητοί τέ εἰσι καὶ τὸ ἀντιστατοῦν οἷοί τε ῥᾳδίως ἀπώσασθαί τε καὶ διαφθείρειν, καὶ ὡς προσῆκόν ἐστι τῷ βασιλεῖ ἐς ὁμαιχμίαν σφᾶς ἑταιρίσασθαι ἀλεξητῆράς τε ἔχειν ἀγαθούς, καὶ ὡς οὐκ ἄλλως εὐνούστατοι ἔσονται τῇ Ῥωμαϊκῇ πολιτείᾳ ἢ δώροις ἐς τὰ μάλιστα τιμιωτάτοις καὶ χρήμασιν ἐτησίοις καὶ γῆς εὐφορωτάτης οἰκήσει. ταῦτα τῷ αὐτοκράτορι ἐπειδὴ ἤγγειλεν ὁ Κανδίχ, αὐτίκα, οὐ γὰρ ἐσφρίγα οἱ τὸ σῶμα οὐδὲ ἤκμαζεν ἡ ἀλκή, ὥσπερ ἀμέλει ἡνίκα Γελίμερά τε τὸν Βάνδηλον καὶ Οὐίττιγιν τὸν Γότθον ἄμφω ἔτι νεάζων ἔθετο δοριαλώτω, ἀλλ' ἤδη γηραλέος τε ἦν καὶ τὸ ἀνδρεῖον ἐκεῖνο φρόνημα καὶ φιλοπόλεμον μετεβέβλητο ἐς τὸ ῥᾳθυμότερον, ταῦτα ἔγνω ἑτέρῳ τρόπῳ καὶ οὐχὶ πολέμῳ τὴν βαρβαρικὴν ἀποκρούσασθαι δύναμιν. καὶ κατηγωνίσατο ἂν καὶ ἄρδην ἠφάνισεν, εἰ καὶ μὴ πολέμῳ, ἀλλ' οὖν εὐβουλίᾳ, εἴ γε μὴ τῷ ὀφειλομένῳ τέλει πρότερον ἠφανίσθη αὐτός· οὐ γὰρ πολλῷ ὕστερον ᾤχετο ἐκεῖσε. ἐπεὶ οὖν ἥκιστα ἦν οἷός τε περιεῖναι, τὴν ἑτέραν ἐτράπετο. 2. Ὅτι δημηγορήσας ὁ βασιλεύς, τοῦ τε ἱεροῦ ξυλλόγου τὸ ἀγχίνουν τε καὶ βουλευτικὸν τοῦ βασιλέως ἐπαινέσαντος, παραχρῆμα τά τε δῶρα ἔστελλεν, σειράς τε χρυσῷ διαπεποικιλμένας καὶ κλίνας ἐσθῆτάς τε σηρικὰς καὶ ἕτερα πλεῖστα ἐκμαλθακῶσαι 443 οἷά τε ὄντα ἀλαζονείας ἀνάπλεα φρονήματα, πρὸς τοῖς καὶ πρεσβευσόμενον Βαλεντῖνον (εἷς δὲ οὗτος τῶν βασιλικῶν μαχαιροφόρων), προύτρεπέ τε τὸ φῦλον ὁμαιχμίαν ἐσάγειν Ῥωμαίοις καὶ κατὰ τῶν ἀντιπάλων ὁπλίζεσθαι, ἐμφρονέστατα, οἶμαι, προμηθευσάμενος ὁ βασιλεύς, ὡς ἢ νικῶντες οἱ Ἄβαροι ἢ καὶ ἡσσώμενοι ἐξ ἀμφοῖν πορίσωσι Ῥωμαίοις τὸ συνοῖσον. τοῦ δὲ Βαλεντίνου ἐκεῖσε ἀφικομένου καὶ τὰ δῶρα παρασχομένου καὶ ὅσα ἐσήμηνεν ὁ βασιλεὺς ἐξειπόντος, πρῶτον μὲν ἐξεπολεμώθησαν Οὐνιγούροις, εἶτα Ζάλοις, Οὐννικῷ φύλῳ· καὶ Σαβήρους δὲ καθεῖλον. 3. Ὅτι ἐπεὶ οἱ ἄρχοντες Ἀντῶν ἀθλίως διετέθησαν καὶ παρὰ τὴν σφῶν αὐτῶν ἐλπίδα ἐπεπτώκεσαν, αὐτίκα οἱ Ἄβαροι ἔκειρόν τε τὴν γῆν καὶ ἐληίζοντο τὴν χώραν. πιεζόμενοι δ' οὖν ταῖς τῶν πολεμίων ἐπιδρομαῖς οἱ Ἄνται ἐπρεσβεύσαντο ὡς αὐτούς, Μεζάμηρον τὸν Ἰδαριζίου Κελαγάστου ἀδελφὸν ἐπὶ τὴν πρεσβείαν χειροτονήσαντες, ἐδέοντό τε πρίασθαι τῶν τινας τοῦ οἰκείου φύλου δοριαλώτων. καὶ τοίνυν Μεζάμηρος ὁ πρεσβευτής, στωμύλος τε ὢν καὶ ὑψαγόρας, ὡς Ἀβάρους ἀφικόμενος ἀπέρριψε ῥήματα ὑπερήφανά τε καὶ θρασύτερά πως. ταῦτά τοι ὁ Κοτράγηρος ἐκεῖνος, ὁ τοῖς Ἀβάροις ἐπιτήδειος, ὁ κατὰ Ἀντῶν τὰ ἔχθιστα βουλευσάμενος, ἐπεὶ ὁ Μεζάμηρος ὑψηλότερον ἢ κατὰ πρεσβευτὴν διελέγετο, εἶπεν ὡς τὸν Χαγάνον· οὗτος ὁ ἀνὴρ μεγίστην ἐσότι περιβέβληται δύναμιν ἐν Ἄνταις οἷός τε πέφυκε κατὰ τῶν ὁπωσοῦν αὐτῷ πολεμίων ἀντιτάττεσθαι. δεῖ τοιγαροῦν ἀποκτανθῆναι τοῦτον καὶ τὸ λοιπὸν ἀδεῶς ἐπιδραμεῖσθαι τὴν ἀλλοτρίαν. τούτῳ πεισθέντες οἱ Ἄβαροι, παρωσάμενοι τὴν τῶν πρέσβεων αἰδῶ ἐν οὐδενί τε λόγῳ θέμενοι τὴν δίκην ἀναιροῦσι τὸν Μεζάμηρον. ἐξ ἐκείνου πλέον ἢ πρότερον ἔτεμνον τὴν γῆν τῶν Ἀντῶν καὶ οὐκ ἀνίεσαν ἀνδραποδιζόμενοι ἄγοντές τε καὶ φέροντες. 4. Ὅτι ἐδέξατο Ἰουστινιανὸς παρὰ Ἀβάρων πρέσβεις, ἐφ' ᾧσφᾶς περιαθρῆσαι γῆν, ὅποι τὸ φῦλον θήσονται τὰς οἰκήσεις. καὶ ὁ μὲν βασιλεύς, Ἰουστίνου τοῦ στρατηγοῦ σημήναντός οἱ, ἐν βουλῇ ἐποιήσατο ἐς τὴν Ἐλούρων χώραν κατοικίσαι τὸ ἔθνος, ἔνθα πρὸ τοῦ ᾤκουν οἱ Ἔλουροι· δευτέρα δὲ προσαγορεύεται Παιονία· 444 καὶ εἴ γε θυμῆρες αὐτοῖς ἐγένετο, καὶ κατένευσεν ἂν ὁ βασιλεύς. ἀλλ' ἐκεῖνοι Σκυθίας οὔτι ᾤοντο δεῖν ἔσεσθαι ἐκτός· αὐτῆς γὰρ δήπουθεν ἐσότι ἐφίεντο. τοῦτο μὲν οὖν οὐ προύβη, ἔστειλε δὲ ὅμως Ἰουστῖνος ὁ στρατηγὸς τοὺς πρέσβεις ἐς τὸ Βυζάντιον ἐδήλωσέ τε τῷ βασιλεῖ, ὡς ἂν αὐτοῦ ἐν κατοχῇ ἔσοιντο ἐπὶ πολύ. ἐφιλοποιήσατο γὰρ τῶν πρέσβεων ἕνα (ὄνομά οἱ Κουνίμων) ἐν ἀπορρήτῳ τέ οἱ ἔλεξεν ὁ
207
Κουνίμων ὡς ἕτερα διαλεγόμενοι ἕτερα γνωματεύουσι, καὶ ὡς λόγοις μὲν ἐς τὰ μάλιστα μετρίοις χρῶνται, καὶ ὡς τὴν ἐπιείκειαν παραπέτασμα προβάλλονται τοῦ δόλου τῷ ἐμπεδῶσαι δῆθεν τὸ εὔνουν ὡς τοὺς Ῥωμαίους, ὡς ἂν ταύτῃ διαπεραιωθεῖεν τὸν Ἴστρον, τὸ δέ γε βουλόμενον αὐτοῖς τῆς γνώμης ἔχει ἑτέρως, καὶ ὡς, εἴ γε διέλθοιεν τὸν ποταμόν, βούλονται πανστρατὶ ἐπιθέσθαι. τούτων οὖν Ἰουστῖνος ἐγνωσμένων αὐτῷ τῷ βασιλεῖ ἐσήμηνεν, ὡς ἂν οἱ πρέσβεις τῶν Ἀβάρων ἐγκαθειργμένοι ὦσιν ἐν Βυζαντίῳ· ταύτῃ γὰρ οὐκ ἀνέξοιντο διελθεῖν τὸ ῥεῖθρον, πρὶν ἢ ἀφεθῶσιν οἱ πρέσβεις. ἐν ᾧ δὲ ταῦτα ἔπρασσεν ὁ Ἰουστῖνος, οὐχ ἧττον παρεσκευάζετο ἅμα φυλάξων τὰς διαβάσεις τοῦ ποταμοῦ· Βῶνον γὰρ τὸν πρωτοστάτην τοῦ θητικοῦ καὶ οἰκετικοῦ τῇ τοῦ ποταμοῦ ἀπένειμε φυλακῇ. οἱ δὲ πρέσβεις τῶν Ἀβάρων, ἐπεὶ οὐδέν τι ὤνησαν ὧνπερ αἰτοῦντες πρὸς βασιλέα ἀφίκοντο, δῶρα ὥσπερ σύνηθες ἦν αὐτοῖς παρ' αὐτοῦ εἰληφότες, καὶ μὲν οὖν ὠνησάμενοι τὰ ὅσα χρεών, τοῦτο μὲν ἐσθῆτος, τοῦτο δὲ καὶ ὅπλων, ἀφέθησαν μέν, ὅμως δ' οὖν Ἰουστίνῳ λάθρᾳ ἐνεκελεύσατο ὁ βασιλεὺς τρόπῳ τῳ τὰ ὅπλα ἀφελέσθαι παρὰ σφῶν. καὶ οὖν ὁ στρατηγός, ἐπεὶ ἐδέξατό γε αὖθις ἐπανιόντας τοὺς πρέσβεις, κατὰ ταῦτα ἐποίει. ἐντεῦθεν ἤρξατο ἡ δυσμένεια Ῥωμαίων τε καὶ Ἀβάρων ἤδη ἐκ πολλοῦ ὑποτυφομένη, καὶ μάλιστα τῷ μὴ ὡς θᾶττον ἀφεθῆναι τοὺς πρέσβεις. συνεχέστατα γὰρ ἐσήμηνεν ὁ Βαιανὸς ὡς ἂν ἐπανέλθοιεν· τὸ μελετώμενον δὲ σάφα ἐπιστάμενος ὁ βασιλεὺς ἄλλοτε ἄλλως διετίθει τὸ παρόν, ὅπως ἐς τὴν βασιλίδα πόλιν ἐγκαθειργμένοι εἶεν. 5. Ὅτι ἐπὶ Ἰουστίνου τοῦ νέου οἱ τῶν Ἀβάρων πρέσβεις παρεγένοντο ἐν Βυζαντίῳ τὰ συνήθη δῶρα ληψόμενοι, ἅπερ τῷ κατ' αὐτοὺς ἔθνει Ἰουστινιανὸς ὁ πρὸ τοῦ βασιλεὺς ἐδίδου· ἦσαν δὲ 445 καλῴδιά τε χρυσῷ διαπεποικιλμένα, ἐς τὸ εἴργειν τι τῶν ἀποδιδρασκόντων ἐπινενοημένα, καὶ κλῖναι ὁμοίως καὶ ἄλλα τινὰ ἐς τὸ ἁβρότερον ἀνειμένα. τότε δὴ οὖν οἱ πρέσβεις τῶν Ἀβάρων ἐς πεῖραν ἰέναι τοῦ βασιλέως ἐβούλοντο, εἴ γε οὐκ ἄλλως † δῶρα λαμβάνειν αὐτοῖς καὶ τῇ Ῥωμαίων ῥᾳθυμίᾳ ἐπεντρυφᾶν καὶ τὸ ἀμελὲς αὐτῶν οἰκεῖον τίθεσθαι κέρδος· καὶ δὴ παρὰ βασιλέα φοιτᾶν ἠξίουν. καὶ οὖν τοῦτο ἐφειμένον αὐτοῖς, ἔτι γε μὴν καὶ διὰ τῶν ἑρμηνέων ὅ τι βούλονται λέγειν, τοιοῖσδε ἐχρήσαντο λόγοις· Χρεών, ὦ βασιλεῦ, κληρονομοῦντά σε τῆς πατρῴας ἀρχῆς καὶ τοὺς πατρῴους φίλους οὐκ ἄλλως ἤπερ ὁ πατὴρ ὁ σὸς εὖ ποιεῖν, καὶ ταύτῃ φαίνεσθαι μᾶλλον διάδοχον εἶναι τοῦ τετελευτηκότος τῷ μηδὲν ἐναλλάττειν ὧν ἐκεῖνος ἔπραττε περιών. οὕτω γὰρ καὶ ἡμεῖς τῆς αὐτῆς ἀνθεξόμεθα γνώμης, καὶ οὐχ ἧττον τὸ τῆς εὐεργεσίας ὄνομα μεταθήσομεν εἰς σέ, καὶ μετ' ἐκεῖνον εὐεργέτην ἀποκαλέσοιμεν· πρός γε καὶ αἰσχυνθησόμεθα τῷ πεπονθέναι καλῶς μὴ τοῖς ὁμοίοις ἀμείβεσθαι τὸν δεδρακότα. καὶ γὰρ πατέρα τὸν σὸν δώροις ἡμᾶς φιλοφρονούμενον ἀντεδωρούμεθα τῷ καὶ δυνάμενοι μὴ κατατρέχειν τὴν Ῥωμαϊκήν, ἀλλὰ πλέον ἐνδείκνυσθαί τι. τοὺς γὰρ ἐκ γειτόνων ὑμῖν βαρβάρους τὴν Θρᾴκην ἀεὶ περικόπτοντας ἠφανίσαμεν ἀθρόον, καὶ οὐδεὶς ὁστισοῦν αὐτῶν περιλέλειπται τὰ Θρᾳκῶν ὁρίσματα καταδραμούμενος· δεδίασι γὰρ τῶν Ἀβάρων τὴν δύναμιν φιλίως ἔχουσαν πρὸς τὴν Ῥωμαίων ἀρχήν. πεπείσμεθα δὴ οὖν ὡς ἐν τούτῳ μόνῳ καινοτομήσεις ἡμᾶς τῷ πλέον παρέχειν ἡμῖν ἢ ὁ σὸς ἐδίδου πατήρ· ἀνθ' ὧν καὶ ἡμεῖς ἤπερ ἐκείνῳ γενησόμεθά σοι κατὰ τὸ πλέον ὑπεύθυνοι καὶ μείζονας ἐποφλήσομέν σοι τὰς χάριτας. πάρεσμεν οὖν ληψόμενοι τὰ κατὰ τὸ εἰωθός. γνῶθι γὰρ ὡς ἄλλως οὐκ ἔστι δυνατὸν τὸν καθ' ἡμᾶς ἡγεμόνα σοί τε καὶ τῇ Ῥωμαίων εὐνούστατον ἔσεσθαι πολιτείᾳ, εἴ γε μὴ ἐγχειρισθείη πρότερον αὐτῷ τὰ ἐφ' οἷς οὐ κινεῖν ὅπλα κατὰ Ῥωμαίων ἔγνω. Οἱ μὲν τῶν Ἀβάρων πρέσβεις τοιαῦτα διεξῆλθον ἐπαμφοτερίζοντες τῇ γνώμῃ· τοῦτο μὲν γὰρ ἐδόκουν ἱκετεύειν, τοῦτο δὲ ἀπειλεῖν. ᾤοντο γὰρ ὡς ταύτῃ δεδίξονταί τε καὶ ἐκφοβήσουσι τὸν βασιλέα, καὶ ὡς ἐκ τούτου ἀναγκασθήσονται Ῥωμαῖοι ὥσπερ ὑπόφοροι εἶναι Ἀβάρων. ὁ δὲ βασιλεὺς οὐδὲν ἕτερον ἢ ψόφον ἡγησάμενος τῶν Ἀβάρων τὰ ῥήματα ἀντέλεξεν οὕτως· προβαλλομένων ὑμῶν σὺν ἱκετείᾳ τὴν μεγαληγορίαν οἰομένων τε τῇ συγκράσει ταύτῃ τῶν 446 λόγων τὸ σπουδαζόμενον ὑμῖν ἀνύσειν, ἀμφοτέρας, ὡς εἰπεῖν, ἐκπεπτώκατε τῆς ἐλπίδος· οὐδὲ γὰρ ὑποθωπεύοντες ἡμᾶς ἀπατήσετε, οὐδὲ μὴν ἀπειλοῦντες ἐκφοβήσετε. πλείονα δὲ ὑμῖν ἐγὼ παρέξω τοῦ ἡμετέρου πατρὸς τὸ πέρα τοῦ δέοντος ἐπηρμένους ὑμᾶς τῷ πρέποντι σωφρονίζειν· ὁ γὰρ μεταρρυθμίζων τοὺς ἀτάκτους τῶν λογισμῶν καὶ ὥσπερ παιδεύων τε καὶ ἀνακόπτων τῆς ἐπ' ὀλέθρῳ τῶν αὐθαδιζομένων ὁρμῆς ὀφθήσεται κατὰ τὸ
208
μᾶλλον εὐεργέτης ἤπερ ὁ χορηγὸς τῆς τρυφῆς, ὃς φιλεῖν μὲν δοκεῖ, προφάσεως δὲ μικρᾶς ἐπιλαβόμενος τὸν δῆθεν εὐεργετούμενον ἠφάνισεν εὐθέως. ἄπιτε τοιγαροῦν πλείστου πριάμενοι παρ' ἡμῶν κἂν γοῦν ἐν ζῶσι τελεῖν καὶ ἀντὶ τῶν Ῥωμαϊκῶν χρημάτων τὸν καθ' ἡμᾶς φόβον εἰς σωτηρίαν εἰληφότες. οὔτε γὰρ δεηθείην ποτὲ τῆς καθ' ὑμᾶς συμμαχίας, οὔτε τι λήψεσθε παρ' ἡμῶν ἢ καθ' ὅσον ἡμῖν δοκεῖ, ὥσπερ δουλείας ἔρανον, καὶ οὐχ, ὡς οἴεσθε, φορολογίαν τινά. τοιοῦτον ἐπισείσαντος φόβον τοῦ βασιλέως τοῖς πρέσβεσι τῶν Ἀβάρων, κατεγνωκότες ἐκ τῶν εἰρημένων οἱ βάρβαροι ὡς οὐκ ἀνέξεται σφῶν τῆς πλεονεξίας, καὶ ὡς οὐδὲν αὐτοῖς ἐκδοθήσεται ὧν ἐκομίζοντο πρὸ τοῦ, καὶ ὡς τὸ λοιπὸν ἀδεῶς οὐκ ἐπιδραμοῦνται τὴν Ῥωμαϊκήν, ἐν δυσθυμίᾳ τε ἐτύγχανον πολλῇ καὶ ἀναλογιζόμενοι ἦσαν ὅποι τὰ παρόντα ἐκβήσεται καὶ ὅποι τύχης αὐτοῖς χωρήσοι τὰ πράγματα· οὐδὲ γὰρ μένειν ἐν Βυζαντίῳ ἀνόνητα ἤθελον, οὔτε μὴν ἄπρακτοι ἀπιέναι ἐβούλοντο. ὅμως δ' οὖν τῶν κακῶν αὐτοῖς αἱρετώτερον ὑπῆρχεν ἀπονοστῆσαι ὡς τοὺς ὁμοφύλους. καὶ τούτοις ἑνωθέντες ἐς τὴν τῶν Φράγγων χώραν ἀφίκοντο τοῦ βασιλέως τὴν ἀπολογίαν θαυμάσαντες. 6. Ὅτι ἠγγέλθη Ἰουστίνῳ ὡς ἐκ τῆς Περσῶν ἐπικρατείας ἐξώρμησεν ὁ Ζὶχ πρεσβευσόμενός τε καὶ διαλεχθησόμενος περὶ Σουάνων, ἐν ταὐτῷ καὶ φιλοφροσύνης ῥήματα ἀποκομίσων βασιλεῖ, ἔτι τε καὶ τὰ ἐφ' οἷς Ῥωμαῖοι προσεγκαλοῦσιν εὖ διαθησόμενος. ὁ δὲ Ἰουστῖνος ἐν βουλῇ ἐποιεῖτο ἢ μὴ προσδέξασθαι τὴν πρεσβείαν ἢ προσδεχόμενον εἰδέναι τὸν Ζὶχ ὡς τὰ κατὰ νοῦν αὐτῷ ἀνυσθήσεται οὐδαμῶς. καὶ δὴ ξυγκροτηθείσης αὐτῷ ἐκκλησίας, δοκεῖ κατάδηλον γενέσθαι ἔτι ὁδοιποροῦντι τῷ Ζὶχ διὰ συλλαβῶν Ἰωάννου, ὡς τὸ παράπαν οὐδὲν τῶν δοκηθέντων προσεδέξατο ὁ 447 βασιλεύς. τούτου γενομένου, τὸ γράμμα ἐνεχειρίσθη Τιμοθέῳ τῶν ἅμα Ἰωάννῃ γενομένων ἑνὶ κατὰ δὴ τὴν Περσῶν πρὸ τοῦ. καὶ οὖν Τιμοθέῳ ἐνεκελεύσατο βασιλεὺς ῥήματα μὲν δῆθεν τῆς ὡς Ῥωμαίους φιλίας ἀποκομίσαι βασιλεῖ τῶν Περσῶν, ὑπαντιάζοντι δέ, ὥσπερ εἰκός, τῷ πρεσβευτῇ ἐπιδεῖξαι τὴν Ἰωάννου ἐπιστολήν, ὡς ἂν ἔσοιτο ἐξεπιστάμενος ὁ Ζὶχ καὶ σαφέστατα προγινώσκων τὴν βασιλέως βουλήν. Τιμόθεος οὖν, τοῦτο ἐπιτετραμμένον αὐτῷ, παρεγένετο ἐν τοῖς ὁρίοις· γνοὺς δὲ ὡς οὔπω πάρεστιν ὁ Περσῶν πρεσβευτής, ἐπορεύετο ὅ γε αὐτίκα πρὸς Χοσρόην. ξυμβὰν δὲ οὕτω, τοῦ Ζὶχ δι' ἑτέρας ἀτραποῦ ἐς τὴν Νίσιβιν ἀφικομένου ἐκεῖ τε διατρίψαντος τῷ διατεθῆναι τὸ σῶμα ἀρρώστως, ἐν τοσούτῳ Τιμόθεος πρὸς τοῦ Περσῶν βασιλέως ἀφεθεὶς ἐπικατέλαβε τὸν Ζὶχ ἐπανερχόμενος κατὰ δὴ τὴν Νίσιβιν ἔτι νοσώδη τά τε γραφέντα οἱ πρὸς Ἰωάννου ἐνεχείρισεν. ὁ δὲ καταμαθὼν ὡς ἐς τοὐναντίον αὐτῷ τῶν ἐλπισθέντων ἡ ὁδὸς γίνεται καὶ ὡς οὐκ αἰσίως οἱ προβήσεται τὰ τῆς πρεσβείας, δυσθυμίᾳ περιπεσὼν καὶ τῇ νόσῳ κάτοχος ὢν κατέστρεψε τὸν βίον. καὶ μὲν δὴ καὶ Ἰωάννην αὐτίκα συνέβη τεθνάναι. μετὰ ταῦτα ἀγγέλλεται ἐν Βυζαντίῳ ὡς ἕτερος ἥξοι πρεσβευτὴς ὁ προσαγορευόμενος Μεβώδης. οὗτος ἐς τὴν βασιλίδα ἐπορεύετο ἐξωγκωμένος καὶ μάλα βρενθυόμενος καὶ ἐλπίδα ἔχων, ὡς περὶ Σουανίας αὐτῷ κινηθήσονται λόγοι, καὶ ὅτι Πέρσας ἀρέσκουσαι γενήσονται ξυνθῆκαι. ταύτῃ τῇ διανοίᾳ ἐπηρμένος ἐν Βυζαντίῳ ᾔει αὐθαδέστερον ἢ κατὰ πρεσβευτὴν θέμενος τοῖς κατὰ τὴν ὁδοιπορίαν. παραγενομένου δέ, (βασιλεὺς γὰρ ἤδη ἐπέπυστο Μεβώδου τῆς ἀλαζονείας πέρι, καὶ ὁποῖα ἄττα ἐλπίζων τὴν ἄφιξιν ἐποιήσατο), τὰς μὲν ἐκ βασιλέως Περσῶν ἔδοξε δέχεσθαι προσρήσεις κατὰ τὸν εἰωθότα θεσμόν, περιεφρόνησε δὲ ὅμως τὸν Μεβώδη καὶ ἀπεφλαύριζε μηδὲ τὴν οἱανοῦν συνουσίαν ὡς αὐτὸν ποιούμενος. ὡς δὲ ἐς τοὐναντίον ἢπερ ἐβούλετο τὰ τῆς πρεσβείας οἱ ἐχώρει, καὶ τὸ παράπαν οὐδὲν αὐτῷ ἔλεξε περὶ Σουανίας ὁ βασιλεύς, ἔπειτα ἐξελιπάρει ὁ Μεβώδης τοὺς ἅμα οἱ Σαρακηνοὺς ἐς λόγους ἰέναι τῷ αὐτοκράτορι. εἵποντο γὰρ ἀμφὶ τοὺς τεσσαράκοντα οἰκείῳ τινὶ πρεσβευτῇ ταττόμενοι. ὁ γὰρ τῶν Σαρακηνῶν φύλαρχος Ἄμβρος ἐκπέμψας ὑπῆρχε καὶ ὅγε ξὺν τῷ Μεβώδῃ πρεσβείαν διαλεχθησομένους περὶ ὧν χρημάτων πρὸς Ἰουστινιανοῦ 448 ἐκομίζοντο. Μεβώδης οὖν τοῦ σκοποῦ τοῦ περὶ Σουανίας ἁμαρτών, ὡς ἂν μὴ πάντη ἄπρακτος ἀναχωρήσοι, ἐπιμελέστατά πως ἠντιβόλει τῆς ὡς βασιλέα τυχεῖν εἰσόδου τοὺς Σαρακηνούς. καὶ τοίνυν ὑπολαβὼν ὁ αὐτοκράτωρ· τί γὰρ δῆτα, ἔφη, βούλονται οἱ καθ' ὑμᾶς Σαρακηνοί; ὡς δὲ ἐγκείμενον ἑώρα, κατένευσε μόνῳ εἰσιέναι τῷ ἐκείνων πρεσβευτῇ. ἠπίστατο γὰρ ὡς ἀπαυθαδιαζόμενος οὐκ ἂν ἕλοιτο ἄνευ τῶν οἱ ἑπομένων ὡς βασιλέα φοιτῆσαι, ἀλλ' ὥσπερ
209
ἡνίκα παρὰ Ἰουστινιανὸν ξὺν ἅπασι τοῖς ἅμα αὐτοῖς τῶν Σαρακηνῶν οἱ πρέσβεις ἐγίνοντο, καὶ τὸν οὕτω βούλεσθαι τὸ σύνηθες διασώζοντα ποιήσειν. ἐντεῦθέν τε εὐπρόσωπον ᾤετο ἕξειν αἰτίαν, ὡς αὐτὸς μὲν τὰ ἁρμόδια βασιλεῖ διεπράξατο, ὁ δὲ Σαρακηνὸς ἥκιστα ἔγνω τὰ δέοντα· εἶτα κατὰ δὴ τοῦ βαρβάρου ἀντιστραφήσεται τὸ ἐπίκλημα. καὶ οὐκ ἄλλως ἀπέβη ἢ βασιλεὺς ἐστοχάσατο. ὁ γὰρ δὴ Σαρακηνὸς ἀπρεπὲς εἶναι τὸ παρεῖναί οἱ μόνῳ ὡς βασιλέα ὑποτοπήσας, καὶ τὸ κρατῆσαν δῆθεν καταλύειν οὐχ αἱρετέον αὐτῷ, ἀπηνήνατο τὴν ἐς βασιλέα πάροδον. τότε ὁ βασιλεὺς τὸν μὲν Σαρακηνὸν τελεώτατα περιεφρόνησεν, ὁ δὲ ἐς τὸν Μεβώδη παρήγαγε τὰς αἰτίας. ὁ δὲ τῶν Περσῶν πρεσβευτής· ὦ δέσποτα, ἔλεξεν, οὐ πάρειμι συνεπαμύνων, εἴ γε ὁ Σαρακηνὸς ἐπλημμέλησέ τι, ἄλλως δὲ ἀκουσόμενος, ὅπως, εἰ μὲν ἁρμόδια τῷ δικαίῳ λέγοι, μὴ περιόψομαι, εἰ δέ γε ἐς τοὐναντίον ὀφθήσεται ἀδίκως ἐπεγκαλῶν, αὐτὸς ἐγὼ καταδιαιτήσω τοῦ Σαρακηνοῦ. ὁ βασιλεὺς ἐπιτωθάζων· ἥκεις, ὡς ἔοικεν, οὐχὶ πρεσβευσόμενος, ἀλλὰ δικάσων. ὁ Μεβώδης αὐτίκα ὅγε τῷ πληκτικῷ τοῦ λόγου συγχέας τὸ πρόσωπον ἐφοινίττετο. τοιγαροῦν παραχρῆμα τὸν αὐτοκράτορα προσειπὼν ᾗπερ θέμις οὕτως ἀνεχώρησεν. ὀλίγαις δὲ ὕστερον ἡμέραις αὖθις ἐς τὰ βασίλεια παρελθὼν παρῃτεῖτο λιπαρῶς περὶ τῆς τῶν Σαρακηνῶν εἰσόδου. τοῦ δὲ βασιλέως ἀνανεύοντος, οὐχ ὅσιον ἔφασκεν εἶναι μὴ τὰ ὅσα ἐπετέλει πρὸ τοῦ παρὰ Ῥωμαίους πρεσβευόμενος ὁ Ζὶχ καὶ ἐμὲ αὖθις ἐπιτελεῖν. οἱ γὰρ καθ' ἡμᾶς Σαρακηνοὶ ἅμα αὐτῷ παρὰ βασιλέα ἐγίνοντο. δεῖ οὖν καὶ ἐμὲ τῶν ἴσων ἐκείνῳ ἀπολαύειν, ὡς ἂν μὴ ὥσπερ λελωβημέναι ὦσιν αἱ μεταξὺ Ῥωμαίων τε καὶ Περσῶν συνθῆκαι. ὁ βασιλεὺς πρὸς ταῦτα ὀργίλως ἔχων· τί οὖν, εἰ καὶ πεφώραται ὁ Ζὶχ ἐπὶ μοιχείᾳ ἢ καὶ ἑτέρῳ ὅτῳ πλημμελήματι τῶν ἀνηκέστων ἁλούς, καὶ σοὶ κατ' ἴχνος ἐκείνῳ ἰτέα; ἢ οὐ ξυναι 449 σθάνῃ βασιλεῖ Ῥωμαίων καὶ Ἰουστίνῳ διαλεγόμενος; τότε κατορρωδήσας ὁ Μεβώδης περιδεής τε γενόμενος πρηνὴς ἔκειτο ἐπ' ἐδάφους, πρὸς ἄρνησίν τε καταφεύγων καὶ ἀναινόμενος εἰρῆσθαί οἱ τὰ τοιάδε. ταύτῃ τῇ ἀπολογίᾳ χρωμένου, ὁ αὐτοκράτωρ ἔδοξεν ὑπάγεσθαι τῇ πειθοῖ ἔλεξέ τε· ἔοικεν οὖν ὁ ἑρμηνεὺς ἡμῖν ἕτερα ἀνθ' ἑτέρων φράσαι. εἰ τοίνυν οὐδὲν λέλεκταί σοι παρὰ τὸ προσῆκον, ἴσθι τὸ ἐπίκλημα ἀπονιψάμενος. οὕτως ὁ βασιλεὺς ἑκοντὶ ἀποπροσποιησάμενος τὰ λεχθέντα πρὸς αὐτοῦ εἰδέναι τῶν εἰρημένων τὴν ἄγνοιαν ὑπεκρίνατο, καὶ δὴ ἐς τὸ ἠπιώτερον μετηνέχθη, ὡς ἂν μὴ θρασύτερός τε καὶ κατὰ τὸ μᾶλλον ὑψαγόρας ἔσοιτο ὁ Μεβώδης τῷ ἐς ἔννοιαν ἔχειν συνειδέναι τὸν αὐτοκράτορα τῇ τῶν ῥημάτων τραχύτητι. οὕτω δὴ οὖν τοῦ βασιλέως παρακρουσαμένου τὴν ὑπόνοιαν· οἰμωζέτω, ἦ δὲ ὁ Μεβώδης, καὶ τὰ Σαρακηνικὰ φῦλα ἅπαντα καὶ Ἄμβρος αὐτὸς καὶ ἡ πρεσβεία ἡ κατ' αὐτούς· ἐμοὶ γὰρ σιγὴ ἔσοιτο ἕκατί τε αὐτῶν, οὐδ' εἴποιμί τι τὸ λοιπόν. τούτων οὕτω κεκινημένων, πλεῖστα μὲν καὶ ἄλλα ὁ βασιλεὺς τὸν Σαρακηνὸν εἶπε κακῶς, καὶ ὡς μεταβολεύς τε καὶ παλιγκάπηλος ἥκοι. πρὸς τοῖς δ' ἔφασκεν ὡς οὐχ οἷός τε πέφυκε λήσειν ὅτου ἕνεκα βασιλεῖ ἐντευξόμενος ἀφίκετο. φησὶ γὰρ ὡς ἐθέλοι τὰ συνήθη χρήματα κομίσασθαι πρὸς ἡμῶν, ἀνθ' ὧν, οἶμαι, κομιεῖται ξυμφορὰς ὁ κατάρατός τε καὶ ἀπολούμενος. γελοιῶδες γάρ, εἰ Σαρακηνῶν ἔθνει, καὶ ταῦτα νομάδων, Ῥωμαῖοί γε ὄντες τεταξόμεθα ἐς φόρων ἀπαγωγήν. ὁ Μεβώδης· εἶεν, ἔφη, ὦ δέσποτα, εἰ καὶ ἄπρακτον, ὅμως ἀποπέμψεις αὐτόν. ὁ βασιλεύς· καὶ εἰ μὴ παρεγένετο, ὅσον τό γε ἐφ' ἡμῖν, ἀλλ' οὖν ἀπίτω. καὶ ἐμὲ ξὺν αὐτῷ κέλευσον, ἦ δὲ ὁ Μεβώδης. ἐς τέλος ἐλθούσης τῆς πρεσβείας ἐν τούτοις, τόν τε Περσῶν πρεσβευτὴν καὶ τοὺς Σαρακηνοὺς ὁ βασιλεὺς ἅμα ἀφῆκεν ἐς τὰ πάτρια ἤθη ἀπονοστήσοντας. οὕτω τε ἀπεσιγήθη ἅπαντα τῇ τοῦ αὐτοκράτορος νουνεχείᾳ τὰ ὅσα Ἰωάννης ἐπὶ τῇ πρεσβείᾳ διεπράξατο οὐ κατὰ τὸ προσῆκον. ὡς δὲ οἱ Σαρακηνοὶ ἔνδον τῆς ἑαυτῶν ἐγένοντο ἀπήγγειλάν τε τῷ Ἄμβρῳ τὴν τοῦ βασιλέως βουλὴν περὶ τοὺς μηδίζοντας τῶν Σαρακηνῶν, τότε ὁ Ἄμβρος Καβώσῃ τῷ ἀδελφῷ, ὃς Ἀλαμουνδάρῳ τῷ τῶν ὑπὸ Ῥωμαίους Σαρακηνῶν ἡγουμένῳ ἀντικαθιστάμενος ἦν, 450 σημαίνει καταδραμεῖν τὴν Ἀλαμουνδάρου γῆν. ἥδε δὲ ἡ γῆ ὑπὸ Ἀραβίαν τελεῖ. 7. Ὅτι ἀρχομένου τοῦ τετάρτου ἔτους τῆς Ἰουστίνου βασιλείας πρεσβεία τῶν Τούρκων ἀφίκετο ἐν Βυζαντίῳ. ὡς γὰρ τὰ Τούρκων ἐπὶ μέγα ἤρθη, οἱ Σογδαῗται οἱ πρὸ τοῦ μὲν Ἐφθαλιτῶν, τηνικαῦτα δὲ Τούρκων κατήκοοι, τοῦ σφῶν βασιλέως ἐδέοντο πρεσβείαν στεῖλαι ὡς Πέρσας, ὡς ἂν ἐκεῖσε ἀπιόντες οἱ Σογδαῗται ὤνιον παράσχοιντο τὴν μέταξαν τοῖς Μήδοις.
210
καὶ οὖν πείθεται ὁ Σιζάβουλος ἀφίησί τε πρεσβευσομένους Σογδαΐτας· ἐξηγεῖτο δὲ τῆς πρεσβείας Μανιάχ. ἀφικόμενοι δὴ οὖν παρὰ βασιλέα Περσῶν ἐδέοντο τῆς μετάξης πέρι, ὅπως ἄνευ τινὸς κωλύμης αὐτοῖς προέλθοι ἐπ' αὐτῇ τὰ τῆς ἐμπορίας. ὁ δὲ Περσῶν βασιλεύς (οὐδαμῶς γὰρ αὐτῷ ἤρεσκε τὰ τοιάδε, ὡς ἂν μὴ ἐνθένδε ἄδεια ἔσοιτο τούτοις τοῖς Περσῶν ἐμβατεύειν ὁρίοις) ἀνεβάλετο ἐς τὸ αὔριον· καὶ μὲν οὖν αὖθις ἀναβολῇ ἐχρῆτο πάλιν ἑτέρᾳ. ὡς δὲ ἄλλοτε ἄλλως τὸ παρὸν ἀπεκρούετο, τῶν Σογδαϊτῶν ἐκλιπαρούντων τε καὶ ἐγκειμένων, τότε Χοσρόης ἐκκλησιάσας ἀνελογίζετο. καὶ οὖν ὁ Κάτουλφος ἐκεῖνος ὁ Ἐφθαλίτης, ὃς διὰ τὴν ἐκ τοῦ κατ' αὐτὸν βασιλέως γεγενημένην βιαίαν μίξιν τῇ γυναικὶ προύδωκε τὸ ὁμόφυλον τοῖς Τούρκοις, οὗτος γοῦν (μετανάστης γὰρ ἐν τῷ μεταξὺ ἐγεγόνει τοῦ χρόνου καὶ ἐμήδιζεν ἤδη) παρῄνεσε βασιλεῖ τῶν Περσῶν τὴν μέταξαν οὐδαμῶς ἀποπέμψασθαι, ἀλλὰ γὰρ καὶ ὠνήσασθαι, καὶ τὰ ὑπὲρ αὐτῆς μὲν καταθέσθαι τιμήματα, θεωμένων δὲ ἄλλως τῶν πρέσβεων ταύτην ἀφανίσαι πυρί, ὡς ἂν μήτε ἀδικεῖν δόξοι μήτε μὴν βούλεσθαι χρῆσθαι τῇ ἐκ Τούρκων μετάξῃ. καὶ ἡ μὲν μέταξα ἐπυρπολήθη, αὐτοὶ δὲ ἐς τὰ πάτρια ἤθη ἀνεχώρησαν τῷ γεγενημένῳ ἥκιστα χαίροντες. ἐπειδὴ δὲ τῷ Σιζαβούλῳ τὰ ξυγκυρήσαντα ἔφρασαν, αὐτίκα ὅγε καὶ ἑτέρᾳ πρεσβείᾳ ἐχρῆτο ὡς Πέρσας φιλοποιήσασθαι τὴν κατὰ σφᾶς πολιτείαν βουλόμενος. ἐπεὶ δὲ ἡ Τούρκων πρεσβεία αὖθις ἀφῖκτο, ὁ βασιλεὺς ἅμα τοῖς ἐν τέλει Περσῶν καὶ τῷ Κατούλφῳ ἐγνωμάτευε, πάντη ἀξύμφορον εἶναι Πέρσαις φιλίαν θέσθαι ὡς Τούρκους· τὸ γὰρ Σκυθικὸν εἶναι παλίμβολον. ταύτῃ τοι καὶ παρενεγύησε δηλητηρίῳ φαρμάκῳ ἐνίους διαφθαρῆναι τῶν πρέσβεων, ὅπως ἀπείποιεν τῆς ἐκεῖσε μετέπειτα παρουσίας. καὶ δὴ οἱ πλεῖστοι τῶν πρεσβευσαμένων Τούρ 451 κων τῇ περὶ τὴν ἐδωδὴν μίξει τῶν ἀναιρετικῶν φαρμάκων αὐτοῦ που τὸν βίον κατέλυσαν πλὴν τριῶν ἢ τεσσάρων. θροῦς δὲ ἐφοίτησε Πέρσαις ὡς διώλοντο τῷ πνιγηρῷ τῶν Περσῶν αὐχμῷ τῶν Τούρκων οἱ πρέσβεις, ἅτε τῆς αὐτῶν χώρας θαμὰ νιφετῷ παλυνομένης, καὶ ἀδύνατον ὂν αὐτοῖς ἄνευ κρυμώδους καταστήματος βιοτεύειν. ταύτῃ τοι καὶ ἄλλως ὑποτοπήσαντες, οἵ γε τὴν ἐπιβουλὴν διέφυγον, οὕτω ξυμβὰν εἰς τὴν πατρῴαν ἐπανελθόντες τὰ ἅπερ οἱ Πέρσαι καὶ οἳ διεψιθύρισαν ταῦτα. ὅμως ὁ Σιζάβουλος (ἀγχίνους γάρ τις καὶ δεινός) οὐκ ἠγνόησε τὸ πραχθέν, ᾠήθη δέ, ὅπερ καὶ ἦν, ὡς ἐδολοφονήθησαν οἱ πρέσβεις. ἔνθεν τοιγαροῦν ἡ δυσμένεια ἤρξατο Περσῶν τε καὶ Τούρκων. καὶ λαβόμενος ὁ Μανιάχ, ὃς τῶν Σογδαϊτῶν προειστήκει, τοιοῦδε καιροῦ ξυμβουλεύει τῷ Σιζαβούλῳ ἄμεινον εἶναι Τούρκοις ἀσπάσασθαι τὰ Ῥωμαίων καὶ παρ' αὐτοὺς ὤνιον ἀποκομίζειν τὴν μέταξαν, ὥς γε καὶ κατὰ τὸ πλέον τῶν ἄλλων ἀνθρώπων χρωμένους. ἑτοιμότατα δὲ ἔχειν ἔφη ὁ Μανιὰχ καὶ αὐτὸς συναπαίρειν τοῖς πρέσβεσιν τῶν Τούρκων· καὶ ὡς ταύτῃ φίλοι ἔσονται Ῥωμαῖοί τε καὶ Τοῦρκοι. τούτοις δήπου κατανεύσας τοῖς ῥήμασιν ὁ Σιζάβουλος ἐκπέμπει αὐτόν τε καὶ ἑτέρους τινὰς ὡς βασιλέα Ῥωμαίων πρεσβευσομένους προσρήσεις τε ἀποκομιοῦντας καὶ δῶρα μετάξης οὐκ ὀλίγον τι χρῆμα καὶ συλλαβάς τινας. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΕΠΙΣΤΟΛΩΝ.] Τοιάσδε τινὰς ἐπιστολὰς ἐπιφερόμενος ὁ Μανιὰχ ἀπήρξατο τῆς ὁδοιπορίας, καὶ δὴ ἐς τὰ μάλιστα πολλὴν διανύσας ἀτραπὸν χώρους τε διελθὼν ἐσότι πλείστους ὄρη τε μέγιστα καὶ ἀγχινεφῆ καὶ πεδία καὶ νάπας λίμνας τε καὶ ποταμούς, εἶτα τὸν Καύκασον τὸ ὄρος ὑπερελθών, τὸ τελευταῖον ἀφίκετο ἐς Βυζάντιον. καὶ τοίνυν εἰς τὰ βασίλεια παρελθὼν καὶ παρὰ βασιλέα γενόμενος ἅπαντα ἔπραξε τὰ ὅσα ἕπεται τῷ τῆς φιλίας θεσμῷ, τό τε γράμμα καὶ τὰ δῶρα ἐνεχείρισε τοῖς ἐς τοῦτο ἀνειμένοις, καὶ ἐδεῖτο μὴ ἀνονήτους αὐτῷ γενέσθαι τοὺς τῆς ὁδοιπορίας ἱδρῶτας. ἀτὰρ ὁ βασιλεὺς ἀναλεξάμενος διὰ τῶν ἑρμηνέων τὸ γράμμα τὸ Σκυθικὸν ἀσμενέστατα προσήκατο τὴν πρεσβείαν. τοιγαροῦν ἤρετο τοὺς πρέσβεις περὶ τῆς τῶν Τούρκων ἡγεμονίας τε καὶ χώρας. οἱ δέ γε ἔφασαν τέτταρας μὲν αὐτοῖς εἶναι ἡγεμονίας, τὸ δέ γε κράτος τοῦ ξύμπαντος ἔθνους ἀνεῖσθαι μόνῳ τῷ Σιζαβούλῳ. πρός γε ἔλεξαν ὡς παρεστήσαντο καὶ Ἐφθαλίτας μέχρι καὶ ἐς φόρου ἀπα 452 γωγήν. πᾶσαν οὖν, ἔφη ὁ αὐτοκράτωρ, τὴν τῶν Ἐφθαλιτῶν † ἐποιήσασθε δύναμιν; πάνυ μὲν οὖν, ἔλεξαν οἱ πρέσβεις. αὖθις ὁ βασιλεύς· κατὰ πόλεις ἤ που ἆρα κατὰ κώμας ᾤκουν οἱ Ἐφθαλῖται; οἱ πρέσβεις· ἀστικοί, ὦ δέσποτα, τὸ φῦλον. εὔδηλον οὖν, ἦ δὲ ὁ βασιλεύς, ὡς ἐκείνων δήπου τῶν πόλεων κύριοι καθεστήκατε. καὶ μάλα, ἔφασαν. ὁ βασιλεύς· ἄρα ἡμᾶς ἀναδιδάξητε ὅση τῶν Ἀβάρων πληθὺς τῆς τῶν Τούρκων
211
ἀφηνίασεν ἐπικρατείας, καὶ εἴ τινες ἔτι παρ' ὑμῖν. εἰσὶ μέν, ὦ βασιλεῦ, οἵ γε τὰ ἡμέτερα στέργουσιν ἔτι, τοὺς δὲ δήπουθεν ἀποδράσαντας οἶμαι ἀμφὶ τὰς εἴκοσιν εἶναι χιλιάδας. εἶτα ἀπαριθμησάμενοι οἱ πρέσβεις ἔθνη κατήκοα Τούρκων τὸ λοιπὸν ἠντιβόλουν τὸν αὐτοκράτορα εἰρήνην τε ξυνεστάναι καὶ ὁμαιχμίαν Ῥωμαίοις τε καὶ Τούρκοις. προσετίθεσαν δὲ ὡς καὶ ἑτοιμότατα ἔχουσι καταπολεμῆσαι τῆς Ῥωμαίων ἐπικρατείας τὸ δυσμενές, ὁπόσον ἐς τὴν κατ' αὐτοὺς ἀγελάζονται ἤπειρον. ἐπὶ τούτοις ἅμα τῷ λέξαι τὼ χεῖρε ὑψοῦ ἀνατείνας ὁ Μανιὰχ οἵ τε ξὺν αὐτῷ ὅρκῳ ἐπιστώσαντο μεγίστῳ ἦ μὴν ὀρθογνώμονι διανοίᾳ ταῦτα εἰρῆσθαι. πρός γε καὶ κατέχεον ἀρὰς σφίσιν αὐτοῖς, ἔτι γε μὴν καὶ τῷ Σιζαβούλῳ, ἀλλὰ γὰρ καὶ παντὶ τῷ ἔθνει, εἴ γε οὐχὶ τὰ ἐπηγγελμένα ἀληθῆ τε εἴη καὶ πρακτέα. οὕτω μὲν οὖν τὸ φῦλον οἱ Τοῦρκοι φίλοι ἐγένοντο Ῥωμαίοις καὶ τῇ καθ' ἡμᾶς οὐχὶ ἄλλως ἐφοίτησαν πολιτείᾳ. 8. Ὅτι διαθρυλληθὲν κατὰ τὴν Τουρκίαν, ὅσοι ἀγχίθυροι ἦσαν, ὡς Ῥωμαίων ἐνδημοῦσι πρέσβεις καὶ ὡς πορεύονται τὴν ἐπὶ τὸ Βυζάντιον ἅμα πρεσβείᾳ Τούρκων, ὁ τῶν ἐκείνη ἐθνῶν ἡγεμὼν ἐδήλωσε τῷ Σιζαβούλῳ ξὺν ἱκετείᾳ ὡς ἂν καὶ αὐτὸς ἐκ τοῦ σφετέρου τινὰς ἀποστείλαι ἔθνους ἐπὶ θέαν τῆς Ῥωμαϊκῆς πολιτείας· καὶ τοίνυν ὁ Σιζάβουλος ἐφίετο. καὶ ἕτεροι δὲ προεστῶτες ἐθνῶν ταῦτα ἐζήτουν· ὁ δὲ οὐδενὶ ξυνεχώρησε τῶν πάντων ἢ μόνον τῷ τῶν Χολιατῶν ἡγεμόνι. καὶ οὖν καὶ τοῦτον παρειληφότες οἱ Ῥωμαῖοι διὰ τοῦ λεγομένου ποταμοῦ Ὠὴχ καὶ ἀτραπὸν διανύσαντες οὐδαμῶς ὀλίγην ἐγένοντο κατὰ δὴ τὴν λίμνην τὴν ἄπλετον ἐκείνην 453 καὶ εὐρεῖαν. ἐνταῦθα ὁ Ζήμαρχος ἐνδιατρίψας ἡμέρας τρεῖς στέλλει Γεώργιον, ὃς ἀνεῖτο ἐς τὴν τῶν ἐπιτομωτέρων συλλαβῶν ἀπαγγελίαν, προδηλώσοντα τῷ βασιλεῖ τὴν σφῶν αὐτῶν ἐκ Τούρκων ἐπάνοδον. καὶ οὖν ὁ Γεώργιος ἅμα Τούρκοις δέκα πρὸς τοῖς δύο ἀπήρξατο τῆς ἐπὶ τὸ Βυζάντιον ὁδοῦ ἀνύδρου τε μάλα οὔσης καὶ πάντη ἐρήμου, ὅμως δ' οὖν ἐπιτομωτέρας. ὁ δὲ Ζήμαρχος κατὰ δὴ τὸ ψαμαθῶδες τῆς λίμνης παροδεύων ἐπὶ ἡμέρας δέκα καὶ δύο δυσβάτους τέ τινας χώρους παραμειψάμενος ἐγένετο κατὰ τὰ ῥεῖθρα τοῦ Ἴχ, οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸν Δαΐχ, καὶ διὰ λιμνῶν ἑτέρων αὖθις ἐς τὸν Ἀττίλαν· πάλιν ὡς Οὐγούρους, οἳ δὴ καὶ σφίσιν ἀπήγγειλαν ὡς εἰς τὰ περὶ τὸν Κωφῆνα ποταμὸν ἐς τὰ λάσια τέσσαρες χιλιάδες Περσῶν ἐπιτηροῦσι προλελοχισμένοι, ὡς ἂν χειρώσωνται παριόντας αὐτούς. ταύτῃ τοι ὁ τῶν Οὐγούρων ἡγούμενος, ὃς διέσωζεν ἐκεῖσε τοῦ Σιζαβούλου τὸ κράτος, πληρώσας ὕδατος ἀσκοὺς παρέσχετο τοῖς περὶ Ζήμαρχον, ὡς ἂν ἔχοιεν ὅθεν ὑδρεύσοιντο διὰ τῆς ἀνύδρου ἰόντες. εὗρον δὲ καὶ λίμνην, καὶ παραμειψάμενοι τὸ μέγα τοῦτο ὑδροστάσιον ἀφίκοντο ἐς ἐκείνας τὰς λίμνας, ἐν αἷς ἐπιμιγνύμενος ἀπόλλυται ὁ Κωφὴν ποταμός. ἐξ ἐκείνου δὴ τοῦ χώρου πέμπουσι διοπτῆρας προδιασκεψομένους εἴ γε ὡς ἀληθῶς οἱ Πέρσαι ἐνεδρεύουσιν· οἳ δὴ ἀνιχνεύσαντες ἀπήγγειλαν μηδένα ἰδεῖν. ὅμως ξὺν μεγίστῳ φόβῳ ἀφίκοντο ἐς Ἀλανίαν, κατὰ τὸ μᾶλλον δεδιότες τὸ φῦλον τῶν Ὀρομουσχῶν. 9. Ὅτι γενόμενοι ἐν Ἀλανίᾳ παρὰ Σαρώσιον τὸν ἐκείνη ἡγεμόνα καὶ ἅμα τοῖς ἑπομένοις Τούρκοις ἐσφοιτῆσαι βουλόμενοι, ὁ Σαρώσιος τὸν μὲν Ζήμαρχον καὶ τούς οἱ ἑπομένους ἐδέξατο ἀσμένως, τοὺς δὲ δὴ πρέσβεις τῶν Τούρκων ἔφασκε μὴ πρότερον τῆς ὡς αὐτὸν εἰσόδου τυχεῖν ἢ καταθεμένους τὰ ὅπλα. τοιγάρτοι καὶ ἅμιλλα αὐτοῖς ἐγένετο περὶ τούτου ἐπὶ ἡμέρας τρεῖς, καὶ Ζήμαρχος ἦν τῶν φιλονεικουμένων διαιτητής. τέλος ἀποθέμενοι τὰ ὅπλα οἱ Τοῦρκοι, ὡς Σαρωσίῳ ἐδόκει, ὡς αὐτὸν ἐσεφοίτησαν. ὁ δὲ δὴ Σαρώσιος παρενεγύησε τοῖς περὶ Ζήμαρχον διὰ τῆς τῶν Μιυσιμιανῶν ἀτραποῦ ἥκιστα ἰέναι, τῷ κατὰ τὴν Σουανίαν τοὺς Πέρσας 454 ἐνεδρεύειν· ἄμεινον δὲ εἶναι διὰ τῆς λεγομένης Δαρεινῆς ἀτραποῦ οἴκοι ἀποχωρεῖν. ταῦτα ἐπεὶ ἔγνω ὁ Ζήμαρχος, διὰ τῆς Μιυσιμιανῆς ἔστειλεν ἀχθοφόρους δέκα μέταξαν ἐπιφερομένους ἀπατήσοντας Πέρσας τῷ προεκπεμφθῆναι τὴν μέταξαν καὶ προτερῆσαι τῇ ὁδῷ, ἐκ τούτου τε ὑποτοπῆσαι ὡς ἐς τὸ αὔριον παρέσται καὶ ὁ Ζήμαρχος. καὶ οἱ μὲν ἀχθοφόροι ᾤχοντο ἀπιόντες, Ζήμαρχος δὲ διὰ τῆς Δαρεινῆς παρεγένετο ἐς Ἀψιλίαν, τῇ Μιυσιμιανῇ χαίρειν εἰπὼν ἐς τὰ εὐώνυμά τε ἐάσας αὐτήν, ᾗ ἐπίδοξοι ἦσαν ἐπιθήσεσθαι οἱ Πέρσαι. καὶ ἧκεν ἐς τὸ Ῥογατόριον, εἶτα κατὰ δὴ τὸν Εὔξεινον Πόντον, εἶτα ναυτιλίᾳ χρησάμενος ἐς Φάσιν ποταμόν, πάλιν ἐς Τραπεζοῦντα· οὕτω τε δημοσίῳ ἵππῳ ἐς Βυζάντιον παρὰ βασιλέα εἰσελθὼν ἔφρασε τὸ πᾶν. Ζημάρχῳ μὲν οὖν ἐν τοιοῖσδε ἔληξεν ἡ πορεία καὶ ἀποπορεία ἐπὶ Τούρκους.
212
10. Ὅτι Ἀβάρων καὶ Φράγγων σπεισαμένων πρὸς ἀλλήλους, καὶ τῆς εἰρήνης ἐμπεδώτατα ἐχούσης, ἐσήμηνεν ὁ Βαιανὸς Σιγισβέρτῳ τῷ τῶν Φράγγων ἡγεμόνι οἷα λιμῷ πιεζομένης αὐτῷ τῆς στρατιᾶς, καὶ ὡς χρεὼν εἴη βασιλέα καθεστῶτα καὶ πρός γε αὐτόχθονα μὴ περιιδεῖν στράτευμα ἔνσπονδον. ἔφασκε δὲ ὡς, εἴ γε ἐπιρρώσει τῶν Ἀβάρων τὸ στράτευμα τοῖς ἀναγκαίοις, οὐ πλέον ἢ τρεῖς ἡμέρας αὐτοῦ ἐνδιατρίψει, εἶτα ἀπαλλαγήσεται. ταῦτα ἐπειδὴ ἀπήγγελτο τῷ Σιγισβέρτῳ, παραχρῆμα ὅ γε ἄλευρά τε ἔστειλε τοῖς Ἀβάροις καὶ ὄσπρια καὶ ὄϊς καὶ βόας. 11. Ὅτι Ἀλβούιος ὁ τῶν Λογγιβάρδων μόναρχος, οὐ γὰρ αὐτῷ ἀπέληγεν ἡ πρὸς Κονιμοῦνδον ἀπέχθεια, ἀλλ' ἐκ παντὸς τρόπου ᾤετο δεῖν καταστρέψασθαι τὴν τῶν Γηπαίδων ἐπικράτειαν, ταύτῃ τοι πρέσβεις ἐξέπεμψεν ὡς τὸν Βαιανὸν ἐς ὁμαιχμίαν παρακαλῶν. παραγενομένων δὲ τῶν πρέσβεων, ἠντιβόλουν μὴ περιιδεῖν σφᾶς ὑπὸ Γηπαίδων τὰ ἀνήκεστα πεπονθότας, μάλιστα καὶ Ῥωμαίων τῶν ἄγαν ἐχθίστων Ἀβάροις συμμαχούντων τοῖς Γήπαισιν. ἐδίδασκον δὲ ὡς οὐ κατὰ τοσοῦτον πρὸς Γήπαιδας τὸν πόλεμον ἀναρρίψουσι καθ' ὅσον Ἰουστίνῳ μαχήσονται, βασιλεῖ τῷ τῶν Ἀβάρων ἔθνει ἐς τὰ μάλιστα δυσμενεστάτῳ γε ὄντι, ὃς παρωσάμενος τὰς Ἰουστινιανοῦ τοῦ μητραδέλφου σπονδὰς πρὸς Ἀβάρους ἐκ πολλοῦ γεγενημένας τῶν εἰωθότων ἐστέρησεν. προσετίθεσαν δὲ ὡς, εἴ γε 455 ἔσοιντο ἅμα Λογγιβάρδοις, ἀκαταμάχητοι γενήσονταί πως, καὶ ὡς καταστρεφόμενοι Γήπαιδας τοῦ τε πλούτου σφῶν ἔτι γε μὴν καὶ τῆς ἐκείνων κοινῇ κρατήσουσι χώρας, καὶ ὡς ἡ Σκυθία τὸ λοιπὸν αὐτοῖς εὐημεροῦσί γε ἐς ἀεί, καὶ μὲν οὖν ἡ Θρᾴκη αὐτὴ ἔσται εὐεπίβατος, καὶ ἁπλῶς ξὺν οὐδενὶ πόνῳ ἐκ γειτόνων ὁρμώμενοι τὴν Ῥωμαίων καταδραμοῦνται, καὶ ὡς ἄχρις αὐτοῦ γε δήπου τοῦ Βυζαντίου ἐλάσουσιν. ἔφασκον δὲ οἱ τῶν Λογγιβάρδων πρέσβεις ὡς καὶ συνοίσει τοῖς Ἀβάροις τὴν πρὸς Ῥωμαίους ἀσπάσασθαι μάχην· ἢ γὰρ ἂν ἐκεῖνοι προτερήσουσι καὶ ἐκ παντὸς τρόπου καθελοῦσι τὴν Ἀβάρων δύναμιν, ὅπου καὶ γῆς τυγχάνουσιν ὄντες. 12. Ὅτι ὁ Βαιανὸς τοὺς τῶν Λογγιβάρδων πρέσβεις δεξάμενος ἐδόκει τούτους περιφρονεῖν τῷ βούλεσθαί γε αὐτὸς κερδαλεώτερον θέσθαι ὡς αὐτοὺς τὴν συμμαχίαν· καὶ πὴ μὲν τὸ μὴ δύνασθαι, πὴ δὲ τὸ δύνασθαι μὲν προΐσχετο, μὴ βούλεσθαι δέ. ξυνελόντα δὲ εἰπεῖν ἅπαντα τρόπον ἀπάτης τοῖς δεομένοις ἐπισείσας ἔδοξε μὲν πείθεσθαι μόλις, οὐκ ἄλλως δὲ ἢ εἰ τὸ δεκατημόριον τῶν τετραπόδων ἁπάντων, ὅσα παρὰ Λογγιβάρδοις ὑπῆρχεν, αὐτίκα κομίσαιντο, καὶ ὡς, εἰ γένοιντο καθυπέρτεροι, ἥμισυ μὲν τῆς λείας ἕξουσιν αὐτοί, τὴν δὲ τῶν Γηπαίδων χώραν εἰς τέλεον. ἃ δὴ καὶ ἐγένετο· καὶ ἐχώρουν Γήπαισι πολεμήσοντες. ἐπειδὴ δὲ ἐπύθετο Κονιμοῦνδος, λέγεται δείσας ὡς καὶ αὖθις παρὰ βασιλέα Ἰουστῖνον ἔπεμψε πρέσβεις, καὶ ὡς οὐδὲν ἧττον ἢ πρότερον ξυνεπιλαβέσθαι οἱ τοῦ κινδύνου ἱκέτευε, καὶ πάλιν τὸ Σίρμιον καὶ τὴν εἴσω Δράου ποταμοῦ χώραν ἐπηγγέλλετο δώσειν, αἰδώς τε αὐτὸν οὐκ εἶχεν ἤδη περὶ τῶν αὐτῶν ὀμωμοκότα ἅπαξ καὶ τοῖς ὅρκοις οὐχὶ ἐγκαρτερήσαντα. διὸ δὴ καὶ βασιλεὺς Ἰουστῖνος εὖ εἰδώς τε καὶ τεκμαιρόμενος τοῖς φθάσασιν, ὡς Κονιμούνδῳ ἔνεστι πίστεως οὐδὲν ὁτιοῦν, ἀνήνασθαι μὲν οὔτι ᾤετο χρῆναι τὴν ξυμμαχίαν, ἀναβολῇ δὲ ὅμως παρεκρούσατο τοῦ βαρβάρου τὴν αἴτησιν· ἔφη γὰρ ὡς διεσκεδασμένα τὰ Ῥωμαϊκὰ ὑπάρχει στρατεύματα, ξὺν σπουδῇ δὲ ὡς οἷόν τέ ἐστιν ἀθροίσας αὐτίκα ἐκπέμψοι. ἀκήκοα δὴ περὶ Κονιμούνδου καὶ τοιάδε, ἐμοὶ δὲ οὐ πιστά· λίαν γὰρ ἀναιδὲς ὑπῆρχε τὸν παρασπονδήσαντα περὶ τῶν αὐτῶν δεῖσθαι καὶ πάλιν. λέγεται 456 δὲ ὡς καὶ Λογγίβαρδοι τηνικαῦτα ἐπρεσβεύσαντο παρὰ Ἰουστῖνον, καὶ ὅτι Γήπαιδας τῆς ὡς Ῥωμαίους ἀγνωμοσύνης πλεῖστα ὅσα κακηγορήσαντες τὴν ἐκ Ῥωμαίων μὲν θηρώμενοι συμμαχίαν ἤνυσαν οὐδέν, κατεπράξαντο δὲ ὅμως πρὸς τοῦ βασιλέως μηδετέρους τῆς Ῥωμαίων ἀπολαῦσαι ἐπικουρίας. 13. Ὅτι Βαιανὸς ὁ τῶν Ἀβάρων ἡγούμενος, ἐν ᾧ χρόνῳ τὸ Σίρμιον ἠβούλετο πολιορκήσειν, Βιταλιανόν τε τὸν ἑρμηνέα καὶ Κομιτᾶν εἶχεν ἐν δεσμοῖς. ἄμφω γὰρ τὼ ἄνδρε τούτω Ἰουστῖνος ὁ βασιλεὺς ἤδη στείλας ὑπῆρχεν ὡς αὐτὸν αἰτήσοντας αὐτοῦ, ὡς ἂν ἅττα διαλεχθείη γε αὐτοῖς. ὁ δὲ παρὰ τὸν κοινὸν τῶν πρέσβεων θεσμὸν εἶχεν ἐν δεσμοῖς. 14. Ὅτι ὁ Βαιανὸς μετὰ τὴν τειχομαχίαν στέλλει τινὰς ἀμφὶ τῆς εἰρήνης διαλεχθησομένους. ἔνιοι δὲ τῶν ἐν Σιρμίῳ ἀνὰ τὸ ἠλίβατον τοῦ βαλανείου, ὃ δῆτα τῷ δήμῳ
213
ἐτύγχανεν ἀνειμένον, ἐπὶ κατασκοπῇ τῶν πολεμίων κατὰ τὸ σύνηθες ἐνιζάνοντες καὶ ἐν ἀπόπτῳ καραδοκοῦντές τε καὶ θεώμενοι, εἴ που ἐπήλυσις ἔσται βαρβαρική, ὡς κατενόησαν τοὺς τῶν Ἀβάρων ἀγγελιαφόρους ἤδη προσιόντας, τῷ μήκει τῆς ἀτραποῦ ἀποπλανηθέντες καὶ οὔπω κατεγνωκότες τὸ ἀκριβὲς ὑπετόπησαν εἶναι πληθὺν Ἀβαρικήν, ἐδήλωσάν τε αὐτίκα καὶ τὸ σημεῖον καθεῖλον. ὁ δὲ Βῶνος πρὸς τοῦτο δυσχεράνας σαφέστερον ἔσπευσε καταμαθεῖν τἀληθές. γνοὺς δὲ ὀλίγους εἶναι τοὺς Ἀβάρους καὶ βούλεσθαί οἱ ἐπικηρυκεύσασθαι, ἐξέπεμψε καὶ αὐτὸς τοὺς ποιησομένους τὰς καταλλαγὰς ἐς τὰ ἔξω τοῦ τείχους. ἔτι γὰρ ἐκ τοῦ ἕλκους περιώδυνος ἦν, καὶ ὁ Θεόδωρος ὁ ἰατρὸς οὐκ εἴα τὸν στρατίαρχον ἐν φανερῷ γίνεσθαι τοῖς ἐναντίοις. εἰκὸς γὰρ μηδὲ εἰδέναι ἔφασκε τοὺς πολεμίους ὡς ἐβλήθη. εἰ δὲ τοῦτο κατάδηλον ἔσται αὐτοῖς, τότε ἀνάγκη μὴ ὑποκρύπτειν, ὡς ἂν μὴ ὑπόνοια γένηται σφίσι τοῦ ἀποβεβιωκέναι αὐτόν. οἱ δέ, ἐπεὶ ἕτεροι περὶ τῆς εἰρήνης ἦλθον διαλεχθησόμενοι καὶ οὐχὶ αὐτός, ὑπενόησαν ὡς διώλετο ὁ στρατηγός, καὶ αὐτῷ ἐθέλειν ἔφασκον ἐν συνουσίᾳ γενέσθαι. τότε ὁ Θεόδωρος τοῦ συνοίσοντος εὖ μάλα στοχασάμενος ἔλεξεν ὡς τὸ λοιπὸν οὐ χρεὼν ἀποκρύπτεσθαι τὸν στρατηγόν, μᾶλλον μὲν οὖν ἐς τὰ ἔξω ἰέναι τῆς πόλεως καὶ ἐς ὄψιν γίνεσθαι τῶν βαρβάρων· καὶ φαρ 457 μάκῳ τινὶ τὸ ἕλκος περιστείλας ἀφίησιν αὐτόν. καὶ δὴ προελθὼν 457 ὁ Βῶνος ἀγχοῦ τε τῶν βαρβάρων γενόμενος ἐφάνη σφίσι. τότε οἱ πρέσβεις τοιάδε ἀμοιβαίῳ τῷ λόγῳ ἔφασαν· ταῦτα ἡμῖν, ὦ Ῥωμαῖοι, διαλεχθῆναι πρὸς ὑμᾶς ὁ τῶν Ἀβάρων ἐκέλευσε δεσπότης· μή μοι μέμψιν τινὰ ποιήσασθε πόλεμον ἀραμένῳ· ὑμεῖς γὰρ πρῶτοι τὴν αἰτίαν τοῦ πολέμου δεδώκατε. πολλοῖς γὰρ πόνοις ὁμιλήσας καὶ ἀποδημίας οὐχ ἥκιστα ποιησάμενος μόλις ἐχειρωσάμην ταυτηνὶ τὴν χώραν, καὶ ὑμεῖς ἀφείλεσθέ με βιαίως αὐτήν. πρὸς τοῖς καὶ τὸν Οὐσδίβαδον τῷ τῶν δοριαλώτων ἀνήκοντά μοι νόμῳ ἔχετε λαβόντες. ἀλλὰ γὰρ καὶ ὕβρεις ἐς τὰ μάλιστα πικρὰς ὁ καθ' ὑμᾶς κατέχεέ μοι βασιλεύς, οὐ μόνον ἅπαξ ἢ δίς, ἀλλὰ καὶ πολλάκις, τῶν δεόντων τε οὐδὲν ἠβουλήθη διαπράξασθαι. εἰ τοίνυν τοιαῦτα πρὸς ὑμῶν ἠδικημένος τοῖς ὅπλοις ἐχρησάμην, οὐδαμῶς ὑπάρχω μεμπτέος. καὶ νῦν οὖν, εἴ γε βούλεσθε περὶ σπονδῶν τε καὶ εἰρήνης ἡμῖν θέσθαι λόγους, ἑτοιμότατα ἔχομεν, ἐν ὑμῖν τε κείσθω προτιμῆσαι τὸ συνοῖσον καὶ τὰ εἰρηναῖα πρὸ τοῦ πολέμου ἑλέσθαι. πρὸς ταῦτα ἀπεκρίνατο ὁ Βῶνος· πρότεροι μὲν ἡμεῖς οὐκ ἠρξάμεθα πολέμου· οὐδὲ γὰρ καθ' ὑμῶν ἠλάσαμεν, ἐς τοὐναντίον μὲν οὖν σὺ κατὰ τῆς Ῥωμαίων ἤλασας, λοιπὸν δέ, ὅτι καὶ ὁ βασιλεὺς ἐν βουλῇ ἐποιήσατο χρήματά σοι ἐπιδοῦναι· τοιγαροῦν καὶ παρέσχε τοῖς κατὰ σὲ πρέσβεσιν. ἐπεὶ δὲ κατενόησεν αὐθαδιζόμενον καὶ ὑπὲρ αὐτὴν δήπου τὴν βαρβαρικὴν ἀλαζονείαν ἐξωγκωμένον ῥήματά τε ὑπερήφανα σημάναντα καὶ τῆς σῆς δυνάμεως καθυπέρτερα, τηνικαῦτα καὶ αὐτὸς ἅτε ἀγχίνους ἐπετέλεσε τὰ οἰκεῖα. καὶ τὸ νῦν δὲ ἔχον ἡμέτερόν ἐστιν ὡς βασιλέα στεῖλαι οὓς ἂν σὺ βουληθείης πρέσβεις τοὺς βεβαιώσοντας τὰ περὶ τῆς εἰρήνης. μηδὲ γὰρ ἐν ἡμῖν εἶναι νόμιζε κἂν γοῦν φθέγξασθαί τι, μήτι γε καὶ ἑτέρως ἢ καθὰ βασιλεῖ τῷ ἡμετέρῳ δοκεῖ διαπράξασθαι. ταῦτα Βώνου εἰρηκότος, εὖ ἔχειν ἔδοξε τῷ Βαιανῷ τὰ ῥήματα. ἐσήμανε δὲ αὖθις· ἐπειδὴ τὰ ἐς ὁμαιχμίαν ἑπόμενά μοι ἔθνη αἰσχύνομαι, αἰδώς τέ με ἔχει, εἴ γε πάντη ἄπρακτος ἐνθένδε ἀναχωρήσω μηδέν τι ὀνήσας ἐμαυτόν, ὡς ἂν μὴ οὖν δόξω μάτην πεποιηκέναι καὶ ἀκερδῆ τὴν ἐπιχείρησιν, βραχέα μοί τινα πέμψατε δῶρα. καὶ γὰρ ἐν τῇ Σκυθίᾳ περαιωθεὶς οὐδὲν ὁτιοῦν ἐκομισάμην, καὶ τῶν ἀδυνάτων ἐστὶ κἀντεῦθεν ἥκιστα ὠφελη 458 θέντα με ἀπελεύσεσθαι. Βώνῳ δὲ τῷ στρατηγῷ καὶ τοῖς ὅσοι γε ἀμφ' αὐτὸν (ἦν δὲ ὁ τῆς πόλεως μέγιστος ἱερεύς) ἔδοξεν εὔλογον μὲν εἶναι τὸ προτεινόμενον· οὐδὲ γὰρ πλεῖστα ἐβούλετο κομίσασθαι, ἀλλ' ἄχρι δίσκου ἑνὸς ἀργυροποιήτου καὶ ὀλίγου χρυσίου, ἔτι γε μὴν καὶ ἀμπεχονίου Σκυθίου. πλὴν ἐδεδίεσαν οἱ περὶ Βῶνον ἰδιοβουλῆσαι καὶ οὐχὶ γνώμῃ τοῦ αὐτοκράτορος ἅπαντα διαπράξασθαι. ἀντεσήμαναν τοιγαροῦν αὐτῷ ὡς· νῦν ἔχομεν βασιλέα φοβερόν τε καὶ ἐμβριθέστατον, καὶ οὐκ ἀνεξόμεθα οὐδὲ ὅσα οἷόν τέ ἐστι διαλαθεῖν αὐτὸν ἐπιτελέσαι αὐθαιρέτως, ἄλλως τε δὲ ἡμεῖς, ἅτε ἐν ἐκστρατεύματι τυγχάνοντες, οὐκ ἐπιφερόμεθα χρημάτων περιουσίαν, ἢ μόνον στρατιωτικὴν ἐφεστρίδα, ἥν γε δήπου καὶ περιβεβλήμεθα, ἔτι τε τὰ ὅπλα. δωροφορῆσαι δὴ οὖν τῷ τῶν Ἀβάρων ἡγουμένῳ ἐξ ὧν ἐνταῦθα ἥκομεν ἔχοντες εὐτελῶν, ἄθρει, ὦ Χαγάνε, μὴ καὶ ὕβρις πέφυκέ τις. ἀξιότιμον δέ, καθὰ ἔφην, ὡδὶ οὐκ ἔχομεν· τὰ γὰρ τιμαλφέστερα τῶν ἐφοδίων ἡμῖν ἐν ἑτέροις ὑπάρχουσι τόποις καὶ ὡς πορρωτάτω ἡμῶν.
214
εἰ οὖν ὁ καθ' ἡμᾶς αὐτοκράτωρ φιλοφρονήσεταί σε δώροις, οὐκ ὀκνήσομεν δήπου καὶ ἡμεῖς γεγηθότες τε καὶ τῷ βασιλεῖ ἑπόμενοι ταῦτα διαπράξασθαι, καθ' ὅσον οἷοί τέ ἐσμεν, ὥσπερ φίλῳ προσφερόμενοι καὶ ὁμοδούλῳ. πρὸς ταῦτα ἀγανακτήσας ὁ Βαιανὸς σὺν ὅρκῳ ἠπείλησεν ἦ μὴν στράτευμα ἐκπέμψειν τὴν Ῥωμαίων ἐπιδραμούμενον. καὶ δὴ τοῦ στρατηγοῦ κατάδηλον αὐτῷ πεποιηκότος, ὡς ἐξέσται μέν οἱ ποιεῖν ὅσα ἂν δυνήσοιτο, εἰδέναι δὲ ὡς οὐ πάντως ἐπ' ἀγαθῷ τῶν στελλομένων ἔσται ἡ ἐπιδρομή, αὐτὸς ἔφη ὅτι· τοιούτους ἐπαφήσω τῇ Ῥωμαϊκῇ ὡς, εἰ καὶ συμβαίη γε σφίσι θανάτῳ ἁλῶναι, ἀλλ' ἔμοιγε μὴ γενέσθαι τινὰ συναίσθησιν. καὶ δὴ παρεκελεύσατο δέκα χιλιάδας τῶν Κοτριγούρων λεγομένων Οὔννων διαβῆναι τὸν Σάον ποταμὸν καὶ δῃῶσαι τὰ ἐπὶ Δελματίαν, αὐτὸς δὲ ξὺν πάσῃ τῇ κατ' αὐτὸν πληθύϊ διελθὼν τὸν Ἴστρον ἐς τὰ τῶν Γηπαίδων διέτριβεν ὅρια. 15. Ὅτι αὖθις ἦλθε Ταργίτιος βουλόμενος πρεσβεύσασθαι ὡς βασιλέα, ἐκεῖνά τε ἔφη τῷ βασιλεῖ καὶ ἤκουσε πρὸς αὐτοῦ ἅπερ καὶ ἄλλοτε. τήν τε γὰρ πόλιν τὸ Σίρμιον ἐβούλετο πρὸς Ῥωμαίων κομίσασθαι ἅτε οἰκεῖον ὂν αὐτῷ κτῆμα, ἐξότε τὰ τῶν Γηπαίδων 459 ὑπ' αὐτοῦ διέφθαρτο πράγματα, ἔτι τε καὶ τὰ χρήματα, ἅπερ Ἰουστῖνος τοῖς Οὔννοις ἐφ' ἑκάστῳ ἐνιαυτῷ ἐδίδου· καί, οἷα μηδὲν εἰληφότων αὐτῶν ἐκ τῶν παροιχομένων ἐτῶν, ἅπαντα ὁμοῦ Ταργίτιος εἰσπράττειν ἠξίου οὕτω τε λοιπὸν τὰς ἐνιαυσιαίας συντάξεις ἐρρωμένας κατατιθέναι Ῥωμαίοις. πρός γε καὶ τὸν Οὐσδίβαδον ἐζήτει οἷα προσήκοντα τῷ τῶν δοριλήπτων αὐτῷ θεσμῷ. καὶ ἕτερα δέ τινα προεβάλλετο ὁ Ταργίτιος ὑπερηφανίας ἀνάπλεα, ὧν οὐδένα λόγον ἐποιεῖτο ὁ βασιλεύς· ἀλλὰ γὰρ τά τε λεγόμενα πρὸς αὐτοῦ ἀπεφλαύριζε καὶ μὲν οὖν βασιλικῶς ἐχρῆτο τοῖς ῥήμασιν. ἐπὶ τούτοις οὖν διάφοροι πρεσβεῖαι φοιτήσασαι, ὡς διηνύσθη πλέον οὐδέν, διαφῆκε τὸν Ταργίτιον ὁ βασιλεὺς εἰρηκὼς αὐτῷ στέλλειν ἐκεῖσε Τιβέριον αὐτοκράτορα στρατηγὸν περὶ τοῦ παντὸς διαλεχθησόμενον καὶ βεβαιώσοντα τὰ ἕκαστα. 16. Ὅτι ἄλλα τε πολλὰ αἴτια ἐγένοντο τοῦ πολέμου Ῥωμαίων τε καὶ Περσῶν, τὸ δέ γε μᾶλλον ἀναπτερῶσαν Ἰουστῖνον ὅπλα κινῆσαι κατὰ Περσῶν τὸ ἔθνος οἱ Τοῦρκοι ἐγένοντο. οἵδε γὰρ ἐσβάλλοντες ἐς τὴν Μηδικὴν τῆς τε γῆς ἔτεμον, ἔστειλαν δὲ καὶ ὡς Ἰουστῖνον πρεσβείαν ἐφ' ᾧ συνεκπολεμῶσαί γε αὐτὸν Πέρσαις, κοινῇ τε καθελεῖν ἐξαιτοῦντες ἀμφοτέρων τοὺς δυσμενεῖς καὶ τὰ Τούρκων μᾶλλον ἀσπάσασθαι· οὕτω γὰρ ἂν τῇ μὲν Ῥωμαίων, τῇ δὲ Τούρκων ἐπιτιθεμένων ἐν μέσῳ τὰ Περσῶν διαφθαρῆναι. ταύταις ταῖς ἐλπίσιν ἐπηρμένος Ἰουστῖνος ῥᾳδίως ᾤετο τὴν Περσῶν καταστρέψεσθαι δύναμιν καὶ ἐς τὸ μὴ εἶναι ξυνελάσειν. καὶ οὖν ὡς οἷόν τε ἦν ἐν βεβαίῳ ἕξειν αὐτοῦ τὴν πρὸς Τούρκους φιλίαν ἅπαντα παρεσκευάζετο. 17. Ὅτι αὖθις οἱ Ἄβαροι πρεσβείαν ἔστειλαν ὡς Ῥωμαίουςκαί, περὶ ὧν πολλάκις, περὶ τῶν αὐτῶν ἐπρεσβεύοντο. ὡς δὲ οὐδὲν ὑπήκουον οἱ Ῥωμαῖοι, (οὐ γὰρ Ἰουστῖνον τὸν αὐτοκράτορα ἤρεσκε) τὸ τελευταῖον τοῦ Ἀψὶχ ἐς πρεσβείαν ἐληλυθότος ξυνήρεσε Τιβερίῳ καὶ τοῖς περὶ τὸν Ἀψὶχ παρασχεθῆναι γῆν τοὺς Ῥωμαίους, ἵνα κατοικίζεσθαι μέλλοιεν οἱ Ἄβαροι, εἴ γε τῶν παρὰ σφίσιν ἀρχόντων λήψονται τοὺς παῖδας ὁμηρεύσοντας. καὶ οὖν τὰ τοιάδε Τιβέριος ἐσήμηνε βασιλεῖ. ἀλλὰ γὰρ τῷ αὐτοκράτορι οὔτι ἐδόκει τοῖς πράγμασι τῶν Ῥωμαίων εἶναι λυσιτελές· οὐκ ἄλλως δὲ εἰρηνεύσειν ἔφασκεν, εἴ γε μὴ αὐτοῦ δῆτα τοῦ Ἀβάρων ἡγουμένου λάβοι τῶν παίδων τινὰς ἐς ὁμήρους. Τιβερίῳ δὲ οὐ 460 ταῦτα ἐδόκει· ἐγνωμάτευε γὰρ ὡς, εἴ γε τῶν παρὰ Σκύθαις ἀρχόντων λήψονται τοὺς παῖδας, οἷα εἰκός, βουλευομένου τοῦ Χαγάνου τὰ ξυντεθειμένα παρώσασθαι, οὐ συγχωρήσειν ποτὲ τῶν ὁμηρευόντων τοὺς πατέρας. Τιβέριος μὲν τοιᾶσδε ὑπῆρχε γνώμης, βασιλεῖ δὲ οὐχ οὕτως ἐδόκει· ἀλλὰ γὰρ δήπου καὶ ἐνεμέσιζε τοῖς Ῥωμαίων στρατιάρχαις τὸν πόλεμον ἀναβαλλομένοις, συλλαβαῖς τε ἐχρῆτο ὡς αὐτοὺς διαγορευούσαις ὡς δέοι τοῖς βαρβάροις ἐνδείκνυσθαι ὅτι γε δήπου Ῥωμαίοις οὐχὶ ἐς τὸ ἁβροδίαιτον ὁ βίος, ἄλλως δὲ ὡς φιλοπόλεμοί τέ εἰσι καὶ φερέπονοι. ἐπεὶ δὲ τὰ τῆς ἔριδος ἐνίκα, καὶ ὁ πόλεμος ἠπειλεῖτο, Τιβέριος ἐσήμηνε Βώνῳ ἐν γράμμασι φυλάξασθαι τὰς διαβάσεις τοῦ ποταμοῦ. 18. Ὅτι μετὰ τὴν νίκην τῶν Ἀβάρων, ἡττηθέντος Τιβερίου τοῦ στρατηγοῦ, μετὰ τὰς ξυνθήκας συνήρεσε πρεσβεύσασθαι ὡς τὸν Ῥωμαίων αὐτοκράτορα. καὶ δὴ Τιβέριος ξυναπέστειλε τῇ πρεσβείᾳ Δαμιανὸν ταξίαρχον ἐσήμηνέ τε τῷ βασιλεῖ ἅπαντα τὰ ξυνενεχθέντα,
215
καὶ περὶ ὧν βούλεται τὸ Ἀβαρικόν. καὶ ἐσπείσαντο τελέως Ῥωμαῖοί τε καὶ Ἄβαροι. 19. Ὅτι τῶν Ἀβάρων σπεισαμένων καὶ ἐς τὰ οἰκεῖα ἀπερχομένων, οἱ Σκαμάρεις ἐγχωρίως ὀνομαζόμενοι ἐνεδρεύσαντες ἀφείλοντο ἵππους τε καὶ ἄργυρον καὶ ἑτέραν ἀποσκευήν. τούτου ἕνεκα πρεσβείαν ἔστειλαν αὖθις ὡς Τιβέριον, τῶν κεκλοφότων πέρι ἐπιμεμφόμενοι, ἔτι καὶ τὰ ἀφαιρεθέντα ἀνακομίσασθαι βουλόμενοι. καὶ δὴ ἀνερευνηθέντες οἱ τὴν κλοπὴν εἰργασμένοι ἐν φανερῷ τε γενόμενοι, μοῖράν τινα ἀπεκατέστησε τοῖς Ἀβάροις. 20. Ὅτι τοῦ δεκάτου ἔτους ἀνυσθέντος τῶν πεντηκοντουτίδων σπονδῶν, μετὰ τὴν σφαγὴν Σουρήνα, ἐν τούτῳ ὁ Περσῶν βασιλεὺς στέλλει Σεβόχθην ἄνδρα Πέρσην ἐς πρεσβείαν ὡς Ἰουστῖνον τὸν βασιλέα, τῶν ἐν Περσαρμενίᾳ μὲν ξυνενεχθέντων ἄγνοιαν δῆθεν ὑποκρινόμενος, ἄλλως δὲ τὸ συντεταγμένον Ῥωμαίους κατατιθέναι χρυσίον βουλόμενος, οἷα δὴ τῆς δεκαετίας περαιωθείσης, ἧς τὰ χρήματα ὑφ' ἓν ἐκομίσατο, εἶτα ἐμπεδώτατα ξυνεστάναι τὴν εἰρήνην, καθά που ἐνεγέγραπτο ἐν ταῖς ξυνθήκαις. σφόδρα γὰρ ἐν ἀρχαῖς ἐτάραξε Χοσρόην αἰσθόμενον ὡς βασιλεὺς Ῥωμαίων πρὸς πόλεμον ὥρμητο τὰ εἰρηναῖα παρωσάμενος, ἐδεδοίκει τε μή πως ἐκ μεγάλης παρασκευῆς ἐπίθοιτό τε αὐτῷ, καὶ ἄλλως οὐχ ἥκιστα 461 φροντίδα ἐτίθετο εἰς ἔσχατον γῆρας ἐληλακὼς καὶ ἤδη ἐκλελυμένος ταῖς ὁρμαῖς τοῦ πολέμου, ὥστε ἐρρῶσθαι τὰ εἰρηναῖα καὶ ὥσπερ ἀμέλει πατρῷον κτῆμα τοῖς γε αὐτοῦ παισὶν ἀσάλευτά τε καὶ ἄτρωτα καταλιπεῖν. Σεβόχθην μὲν οὖν Ἰουστῖνος φοιτήσαντα ἐς τὰ βασίλεια οὔτι μάλα προσίετο, ἐπεὶ καὶ ἄλλως, ἡνίκα εἰσῆλθε κατὰ δὴ τὸ εἰωθὸς τὸν αὐτοκράτορα προσκυνήσων, χαμαὶ ῥίψαντος ἑαυτόν, οὕτω ξυμβάν, ὁ πῖλος, ὃς ἐπὶ τῇ κεφαλῇ κατὰ τὸ νενομισμένον Πέρσαις ἐπέκειτο, ἐς τοὔδαφος ἔπεσεν. τούτῳ αἰσίῳ τινὶ συμβόλῳ χρησάμενοι οἱ ἐν τέλει καὶ ὁ δῆμος ταῖς κολακείαις τὸν βασιλέα ἐπτέρωσαν, ὡς ὅσον οὔπω ὑποπεσεῖταί γε αὐτῷ ἡ Περσίς. τῷ τοι ἄρα Ἰουστῖνος ἐπηρμένος τε ἦν ταῖς ἐλπίσι καὶ μετεωρίζετο τῇ διανοίᾳ τὰ κατὰ νοῦν ῥᾷστα ἐκβήσεσθαι οἰόμενος. Σεβόχθην δὴ οὖν ἀγγείλαντα ἐφ' οἷς παρεγένετο ὁ βασιλεὺς περιεφρόνησέ γε αὐτὸν καὶ ἐν οὐδενὶ λόγῳ ἐποιεῖτο τὸν ἄνδρα. ἔφη τοιγαροῦν ὡς αὐτὸν ὡς ἡ φιλότης χρήμασι βεβαιουμένη οὐκ ἀγαθή· (αἰσχρὰ γὰρ καὶ ἀνδραποδώδης ὠνητή τε ἡ τοιάδε) φιλίαν δὲ τὴν ἰσόρροπόν τε καὶ οὐχὶ κερδαλέαν ὁρίζεσθαι, ἐν ᾗ καὶ τὸ βέβαιον παραπέπηγε φύσει τινί. πρὸς τοῖσδε ἀνεπυνθάνετό γε πρὸς αὐτοῦ μήτι καὶ περὶ τῆς κατὰ σφᾶς Ἀρμενίας βούλοιτο διαλέγεσθαι. Σεβόχθης δὴ οὖν ἀπεκρίνατο ἀκηκοέναι μὲν τὸν αὐτοῦ βασιλέα ὡς ἀνὰ τὰ ἐκείνη βραχεῖά τις ἐγένετο ταραχή, στεῖλαι δὲ ὅμως τινὰ τὸν δυνάμενον ἐν κόσμῳ θέσθαι τὰ γεγενημένα καὶ τὸν θόρυβον καταπαύσοντα. Ἰουστῖνος δὲ Περσαρμενίους προφανέστατα ἔφη εἰσδέξασθαι Περσῶν ἀποχωρήσαντας, καὶ οὐ περιόψεσθαι σφᾶς ἀδικουμένους οἷα δὴ ὁμογνώμονας τὰ εἰς θεόν. Σεβόχθης δὴ οὖν ἐν Πέρσαις ἀγχίνους τε ἅμα καὶ νομίζων τὰ περὶ τὸ θεῖον οὐκ ἄλλως ἢ καθὰ νομίζουσι Χριστιανοί, ἐπιμελέστατά πως ἐδεῖτο τοῦ βασιλέως Ἰουστίνου μὴ κινῆσαί τι τῶν ἐν κόσμῳ, ἐν νῷ δὲ βαλέσθαι τὸν πόλεμον, οὕτως ἄδηλον πρᾶγμα καὶ οὔτι ἐπὶ ῥητοῖς εἰωθότα χωρεῖν, καὶ ὅτι δή, εἴ γε οὕτω τύχοι, καὶ κρατούντων Ῥωμαίων ἐς τοὐναντίον αὐτοῖς περισταίη τὰ τῆς νίκης. ἐσιόντες γὰρ ἐς τὴν Περσῶν καὶ ἐπὶ μακρότατον ὁδοιπορίας ἐλαύνοντες εὑρήσουσιν ἅπαντάς γε δήπου περὶ τὸ θεῖον οὐκ ἄλλως ἤπερ αὐτοὶ ἐσπουδακότας· ὡς, εἴγε ἕλοιντο τοὺς τοιούσδε ἀποκτιννύναι, οὐδὲν ἧττον αὐτοὶ πάλιν ἡττηθήσονται. οὐ δῆτα οὖν χρεὼν κατὰ Χριστιανῶν τοὺς ὁμοδόξους θήγειν τὰ ξίφη. ἀλλὰ γὰρ τοῖς οὕτω λίαν ὁμαλοῖς τε καὶ ἐπιεικέσι λόγοις Ἰουστῖνος οὐκ ᾤετο χρῆναι ἔσεσθαι πειθήνιος. ἔφη δὲ ὡς, εἴ γε πειραθείη δάκτυλον ἕνα 462 κινηθῆναι βασιλεὺς Περσῶν, πῆχυν αὐτὸς κινηθήσεται, καὶ ὡς ἐς τὴν Περσῶν ἐλάσοι· θαρρεῖν τε ὡς, εἰ πρὸς πόλεμον ὁρμήσοι, καθελεῖ τε Χοσρόην καὶ αὐτὸς βασιλέα χειροτονήσοι Πέρσαις. οὕτω τοίνυν ὑπερόρια εἰπὼν ἀπέπεμψε Σεβόχθην. Βιβλίου βʹ. 21. Ὅτι ἐπεὶ Ἰουστῖνος τὰς φρένας παρεκόπη καὶ Τιβέριος ἀνεδέξατο διοικεῖν τῆς πολιτείας τὰ πράγματα, ἐν ἀπόρῳ ἦσαν αὐτός τε Τιβέριος καὶ ἡ βασιλὶς Σοφία ὅπως διάθοιντο τὰ τῶν πολέμων. ἀλλὰ γὰρ ἔλυσε τὸ ἄπορον σφῶν βασιλεὺς ὁ Περσῶν ὡς τὸν Ῥωμαίων
216
αὐτοκράτορα στείλας Ἰάκωβον, ὃς τὰ Περσικὰ ῥήματα τῇ Ἑλληνίδι φωνῇ διασαφηνίζειν ἠπίστατο. συννοήσας γὰρ ἐς ἔσχατον ὡς νῦν ἐλπίδος οἱ Ῥωμαῖοι κατολισθήσαντες ἥδιστον μὲν ἂν ἔχοιεν ἐπὶ ταῖς οἱαισοῦν ξυνθήκαις διαλῦσαι τὸν πόλεμον, οὐ μὴν θαρρῆσαι πρεσβείαν τινὰ στεῖλαι διὰ τὸ οὐκ εὐπρόσωπον εἶναι τὸν ἀρξάμενον πολέμου ἀπάρξασθαι καὶ ἱκετείας· προτερήσας οὖν ὁ Περσῶν βασιλεὺς τὴν αἰσχύνην προανεῖλε καὶ τῷ κατεπτηχότι τῆς γνώμης αὐτῶν ἐπενόησε πρόφασιν, ὡς ἂν ἔλθοιεν ἐς λόγους αἰτησόμενοι μεθ' ἱκετηρίας εἰρήνην. στέλλει τοίνυν Ἰάκωβον ἄμεινόν πως βουλευσάμενος, ὡς οὐ πώποτε ἂν εὐκλεέστερον Πέρσαι τὸν πρὸς Ῥωμαίους κατάθοιντο πόλεμον· τοσαῦτα γὰρ ἐνδώσειν Ῥωμαίους, ὅσα ἂν ἐθελήσωσι Πέρσαι αὐτοί. ἡ δὲ σταλεῖσα πρὸς αὐτοῦ ὡς Ἰουστῖνον ἐπιστολὴ οὔτε τῆς ἡλικίας ἦν τοῦ Περσῶν βασιλέως, μειρακιώδης οὖσα παντοίως, οὔτε δὲ ἄλλου τινὸς οἶμαι ἐμφρονεστάτου. ἕτερον γὰρ τὸν ὁντιναοῦν ἀπαυθαδίζεσθαι οὐκ ἄπο τρόπου ἦν· ἐκεῖνον μέντοι οὐ βρενθύεσθαι ἴσως ἐχρῆν οὐδὲ ὑψαγόραν τινὰ εἶναι καὶ ἀπειρόκαλον. ἡ γὰρ ἐπιστολὴ ὕβρεών τε μεστὴ καὶ ὀνειδισμοῦ καὶ μεμεθυσμένων ῥημάτων ὑπῆρχεν. καὶ ἡ μὲν ἐπιστολὴ ὑπερηφανίας τε ἦν καὶ ἀλαζονείας πλήρης· εἰσάγεται δ' οὖν Ἰάκωβος, οὐ μὴν ὡς Ἰουστῖνον ἅτε νοσώδη τυγχάνοντα, ἀλλὰ γὰρ ὡς τὴν βασιλίδα, ἐπεὶ αὐτὴ ξὺν Τιβερίῳ ἅπαντα ἔπραττεν. ἀναλεξαμένη τοίνυν τὸ γράμμα ἐπηγγείλατο καὶ αὐτὴ 463 στέλλειν τὸν πρεσβευσόμενον ὡς βασιλέα Περσῶν καὶ ἀμφὶ τῶν ὁπωσοῦν κεκινημένων διαλεχθησόμενον. στέλλεται δ' οὖν Ζαχαρίας, ἐν τοῖς βασιλείοις καταταττόμενος ἰατροῖς, ἐπιφερόμενος γράμμα ἐκ τῆς βασιλίδος. 22. Ὅτι ἐπὶ Τιβερίου Καίσαρος οἱ τῶν Ῥωμαίων στρατηγοὶ εἰσβολὴν ἐς Ἀλβανίαν ποιησάμενοι καὶ ὁμήρους λαβόντες Σαβείρων καὶ Ἀλανῶν καὶ ἄλλων ἐθνῶν ἧκον ἐς Βυζάντιον. ἀφικομένους δὲ ἐν Βυζαντίῳ τοὺς πρέσβεις τῶν ἐνδεδωκότων ἑαυτοὺς Ἀλανῶν τε καὶ Σαβείρων ὁ Καῖσαρ δέχεται ἐπιεικῶς καὶ πάνυ φιλανθρώπως, πυθόμενός τε παρ' αὐτῶν, ὁπόσα χρήματα αὐτοῖς ἐδίδου ὁ Περσῶν βασιλεύς, δεδωκώς τε ἐξουσίαν σφίσιν ἐς ὅσον ἠβούλοντο ἐξᾶραι τῇ ψευδολογίᾳ τὸ χρῆμα καὶ τῷ κόμπῳ τἀληθὲς ἐπικαλύψαι, διπλάσια τούτων ἔγωγε παρέξω, ἔφη, τοῖς τε ἐν τέλει ὑμῶν, πρὸς δὲ δὴ καὶ ὑμῖν αὐτοῖς. ἐπὶ τούτοις ἥσθησάν τε οἱ βάρβαροι καὶ ἐδόκουν χάριν εἰδέναι τῷ κρείττονι ἀνθ' ὧν ὑπήκοοι Ῥωμαίων ἐγένοντο. ἤγγελλον δὲ ὡς ὁ Σαβεὶρ ἀπέστη οὐκ ἐς μακρὰν ὀλίγα τε φροντίσας τῶν ὁμήρων Πέρσαις προσετέθη. τοῖς μὲν οὖν πρέσβεσιν αὖθις ἐν συνουσίᾳ γενόμενος ὁ Καῖσαρ τὰ ὅσα ἁρμόδια διελέχθη καὶ ἔφη τούς τε προσχωροῦντας αὐτῷ ἑκοντὶ μάλα εὐεργετήσειν, τοὺς δέ γε οὐ βουλομένους καὶ ἄκοντας ἕξειν ὑπὸ τὴν αὑτοῦ χεῖρα βίᾳ καὶ δυνάμει. 23. Ὅτι τῶν στρατηγῶν δῃούντων τὴν Περσῶν Ἀρμενίαν, ἐν τούτῳ παρεγένετο Ναδώης, ἐς τὴν λεγομένην σμικρὰν χειροτονηθεὶς πρεσβείαν, πρὸς Χοσρόου ἐκπεμφθείς· ὃς τῆς διὰ Θεοδώρου τοῦ Βάκχου πρεσβείας ἔδοξεν ἀμοιβαίαν ἀποκομίζειν ἐκ τοῦ Χοσρόου ἀγγελίαν, κυρίως δὲ ὡς ἑτοιμότατα ἔχοι καὶ αὐτὸς στεῖλαι τοὺς ἄρχοντας κατὰ δὴ τὰ ὅρια τῆς ἕω, ὡς ἂν ἐν τῷ αὐτῷ γενόμενοι τοῖς ἐκ Ῥωμαίων ἐκπεμφθησομένοις σκοπήσοιέν τε καὶ διασκέψοιντο ὅπως χρὴ τὰ ὅπλα καταθέσθαι, ἀνακρινομένου τούτου πρώτου τίς ἄρα πολιτεία τῆς λύσεως τῶν πεντηκοντουτίδων σπονδῶν αἰτία ἐγένετο. ᾧτινί γε δήπου ἐμφρονέστατά πως ἀπεκρίνατο ὁ Καῖσαρ, ὡς πρεσβυτέρῳ τυγχάνοντι βασιλεῖ Περσῶν αὐτὸς ἔτι νέος ὢν καὶ ὅσον ἐπὶ τῇ ἀκμῇ τῆς ἡλικίας Χοσρόου παῖς καθεστὼς ἕτοιμος εἴη ἐφ' ὅπερ ἂν ἐκεῖνος ἡγήσοιτο ἕπεσθαί οἱ, καί, εἴτε τὰ ξίφη βούλοιτο εἴτε τὴν ἡσυχίαν, ἀκολουθήσειν. ἀποπέμψας 464 οὖν ἐπὶ τοῖς τοιοῖσδε τὸν Ναδώην ὁ Καῖσαρ οὐκ ἐς μακρὰν καὶ αὐτὸς ἔστειλε κατὰ τὴν ἑῴαν τοὺς εὖ διαθήσοντας τὰ ἀμφίβολα, ἐς ταὐτὸν συνελευσομένους τοῖς Περσῶν ἡγεμόσιν. ἦσαν δὲ οἱ σταλέντες Θεόδωρος ὁ Πέτρου, ὃς τῶν ἐν τῇ αὐλῇ καταλόγων πρὸ τοῦ γενόμενος ἡγεμὼν τηνικαῦτα τῶν βασιλεῖ ἀνειμένων προειστήκει θησαυρῶν, οἵ γε ἀπὸ τῆς δαψιλείας τῇ Ῥωμαίων προσαγορεύονται φωνῇ (λαργοὺς γὰρ οἱ Λατῖνοι τὸ δαψιλὲς ὀνομάζουσιν)· Ἰωάννης τε καὶ Πέτρος, ἄμφω τῇ τῶν ὑπάτων τετιμημένω ἀξίᾳ, πρός γε καὶ Ζαχαρίας ἐν τοῖς βασιλείοις καταταττόμενος ἰατροῖς. οἳ δὴ γενόμενοι ἐς Κωνσταντίναν πόλιν τῆς μεταξὺ τῶν ποταμῶν ἀνέμενον ἐλευσόμενον ἐκ τοῦ Χοσρόου ἐς τὰ περὶ Νίσιβιν καὶ τὸ Δάρας Μεβώδην τὸν Σανναχοερύγαν, ᾧ δὴ τὸ κῦρος τῶν περὶ τὴν εἰρήνην ἐπέθηκε Χοσρόης. κατ' αὐτὸν δὲ τὸν χρόνον καὶ Ἀστέριος, εἷς τῶν βασιλείων
217
διαιτητῶν, οὓς δὴ ἀντιγραφέας ἀποκαλέσοις, δοριάλωτος ὢν ἀνῃρέθη ὑπὸ Χοσρόου φωραθεὶς ὡς κρύβδην ἐγεγράφει βασιλεῖ τῶν Ῥωμαίων ἐπιθέσθαι κεκακωμένοις νῦν Πέρσαις. Μεβώδου δὲ ἀφικομένου ἐν τοῖς ὁρίοις, ἅμιλλα μέν τις γέγονε πρότερον αὐτῷ τε καὶ τοῖς ἀμφὶ Θεοδώρῳ καὶ Ζαχαρίᾳ περὶ τοῦ ὅποι δέον ποιήσασθαι τὴν ξυνέλευσιν. Ῥωμαῖοι μὲν γὰρ ἠξίουν ἐν τοῖς τελοῦσιν ὑπὸ τὸ Δάρας χωρίοις οἷα δὴ οἰκείοις καθεστῶσι ξυγκροτεῖσθαι τὴν ἐκκλησίαν· ἀτὰρ οἱ Πέρσαι ἔφασκον, ἐπεὶ ἡ πόλις αὐτοῖς τῷ θεσμῷ τοῦ πολέμου ὑπεκλίθη, οὐκ ἄπο τρόπου καὶ τὰ ὅσα γε ὑπὸ τὴν πόλιν ἁρμόζειν αὐτοῖς, καὶ οὐ δέον ἐκεῖσε ξυνιέναι, οἷα μὴ καθεστώτων ὁροθεσίων. μετὰ γοῦν ταῦτα, οὕτω δοκοῦν ἀμφοτέροις τοῖς μέρεσι, ξυνῆλθον ἐν τῷ δὴ λεγομένῳ Ἀθραήλων· πρὸς τοῖς καὶ οἱ ἐπιχώριοι ἄρχοντες πολιτείας ἀμφοτέρας. καὶ τοίνυν προυτίθεσαν ἅς γε δήπουθεν ᾤοντο κατ' ἀλλήλων τὰς πολιτείας ἔχειν αἰτίας, ὡς τῆς ἑτέρας τὴν ἑτέραν ἄδικά τε καὶ οὐχ ὅσια εἰργασμένης παρασπονδησάσης τε καὶ πόλεμον ἄδικον ἑλομένης. πλείστων δὲ ὅσων ῥημάτων ἐξ ἀμφοῖν τοῖν μεροῖν, ὥς πη ἔτυχεν, ἐρριμμένων, χύδην τε προουσῶν τῶν δικαιολογιῶν τῷ ἕκαστον ἐθέλειν τῇ κατ' αὐτὸν πολιτείᾳ, οἷα εἰκός, εὐνούστατον ἑαυτὸν ἀποφῆναι, τέλος ἐς δημηγορίαν πρῶτοι Ῥωμαῖοι κατέστησαν. 24. Ὅτι οἱ πρέσβεις ξυνελθόντες τε καὶ εἰς ἓν γενόμενοι κατὰ 465 δὴ τὰ ὅρια τῆς ἕω ἐξ ἀμφοτέρας πολιτείας τὴν εἰρήνην ὅπως βεβαιωθῆναι δέον διασκεψόμενοι, γλαφυρά τε καὶ ποικίλα ῥήματα ἕκαστοι ἀπορρίψαντες εἰπόντες τε καὶ ἀκηκοότες τὰ ὅσα χρεών, τυχὸν καὶ τὰ ὅσα μὴ χρεών, τέλος ξυνῆκαν, οἱ πρέσβεις περὶ μὲν τοῦ διαρραγῆναι τὰς σπονδὰς τίς αἴτιος καὶ οὔ, τὸ τοιόνδε σιγηθῆναι, διερευνῆσαι δὲ τρόπον ὅτῳ ἐμπεδωθήσεται τὰ εἰρηναῖα τοῦ λοιποῦ καὶ αἱ ἀμφήριστοι πολιτεῖαι κατάθοιντο τὰ ὅπλα. εὐθὺς οὖν Μεβώδου κατὰ τὰς πρώην ξυνθήκας, αἵ γε ξυνέστησαν ἐπὶ τοῦ αὐτοκράτορος Ἰουστινιανοῦ, τὰς τριάκοντα χιλιάδας τῶν νομισμάτων φήσαντος χρῆναι τοὺς Ῥωμαίους τῇ πολιτείᾳ Περσῶν κατατιθέναι ἀν' ἔτος, ἔτι γε μὴν ἀποχωρῆσαι Περσαρμενίας τε καὶ Ἰβηρίας, πρὸς δέ γε καὶ αὐτοὺς τοὺς ὅσοι γε αἴτιοι τῆς ἀποστάσεως ἀποδοθῆναι βασιλεῖ τῶν Περσῶν χρησομένῳ σφίσι ταῖς προσηκούσαις † φωναῖς, τοσαῦτα τοῦ Μεβώδου κατατείναντος, οἱ τῶν Ῥωμαίων πρέσβεις, τὸ τοιόνδε ἐκ τοῦ Καίσαρος παρεγγυηθὲν αὐτοῖς, αὐτίκα οἵγε τοῦτο αὐτὸ οὐδὲ τοὔνομα προσίεσθαι ἔφασαν τῆς εἰρήνης, εἴπερ ἐπὶ συντελείᾳ τινὶ καὶ ἅτε ἐς φόρου ἀπαγωγὴν Πέρσαι ἐλπίζοιεν Ῥωμαίους ἕξειν τοῦ λοιποῦ· μηδὲ γὰρ ἀνέξεσθαι τοῦ τοιοῦδε τὸν Καίσαρά τι παρασχέσθαι μήτε μὴν ὥσπερ ἀμέλει ὤνιόν τι χρῆμα πρίασθαι τὴν εἰρήνην. οὕτω δὴ γὰρ εἰ ἔσοιτο, οὔτι εἶναι μόνιμον οὐδὲ βεβαίαν. χρῆναι τοίνυν Ῥωμαίων ἔλεγον οἱ πρέσβεις πρότερον τοῦ τοιοῦδε ἀπειπεῖν οὕτω τε ἐφ' οἷς δέοι τὰ τῆς εἰρήνης προϊέναι διασκέψασθαι. καὶ αὖθις ἕκατι τοῦ τοιοῦδε τερθρείας λόγων ἀπερριμμένης πολλῆς ἐξ ἀμφοῖν τοῖν μεροῖν, καὶ οὐχ ὑποχαλώντων ἐν ἀρχῇ τῶν Περσῶν, ἀλλ' ἢ τὰς ἀνέκαθεν τριάκοντα χιλιάδας τοῦ χρυσοῦ νομίσματος ἢ προσάπαξ ὡς χρὴ μέγα τι καταθέσθαι δικαιολογουμένων, τὸ τελευταῖον ἔδοξεν ὁ Μεβώδης ἐπιδεικνύναι δῆθεν αὐτοῖς ἐκ τοῦ κατ' αὐτὸν βασιλέως γράμμα ἄρτι σταλέν, ἐν ᾧ περιείχετο ὡς χάριν τῆς πρὸς Καίσαρα φιλίας ἀνέξοιτο καὶ χρημάτων ἐκτὸς ἐξ ἰσοτιμίας ἀναρρῶσαι τὴν εἰρήνην. τοῦτο ἐπεὶ [οἱ] κατὰ τὴν βασιλίδα διεθρυλήθη πόλιν, ἅπαντες ἀνεπτερώθησάν τε καὶ ἐδόκουν οἵ τε ἐν τέλει καὶ ὅσος ἕτερος ὅμιλος ἤδη ἀργήσειν τὰ ξίφη καὶ ἐμπεδώτατα καθέξειν τὴν εἰρήνην, ἐπεὶ καὶ ὁ Καῖσαρ Περσαρμενίας τε καὶ δὴ Ἰβη 466 ρίας αὐτῆς ἑτοιμότατα εἶχε παραχωρῆσαι Πέρσαις, σαφέστατα ἐξεπιστάμενος ὡς οὐπώποτε ἐνδώσοιεν τοσαύτης ἐστερημένοι χώρας, οὐδέ γε εἰ τελέως κατολισθήσοι καὶ ἐξίτηλα ἔσοιτο τὰ πράγματα Περσῶν. τοὺς μέντοι γενεάρχας Περσαρμενίων, ἀλλὰ γὰρ καὶ τοὺς τῷ γένει σφῶν ἡνωμένους, καὶ ἁπλῶς τὸν ὁντιναοῦν, οἵ γε αὐτομολήσαντες ἦσαν ὡς Ῥωμαίους, οὔτε ἐκδώσειν, ἀλλ' οὐδὲ ἑτέρως ἐμπεδώσειν ἔφασκε τὴν εἰρήνην, εἴ γε μὴ ἄδεια ἔσοιτο τοῖς βουλομένοις Περσαρμενίων τε καὶ Ἰβήρων τὴν σφετέραν ἐκλιπόντας ἀνασκευάσασθαι ἐς τὴν Ῥωμαίων. λόγον γὰρ οὐχ ἥκιστα ἐποιεῖτο πολὺν ὁ Καῖσαρ τῶν ὀμωμοσμένων ὑπὸ Ἰουστινιανοῦ τοῦ βασιλέως τοῖς Περσαρμενίοις καὶ τοῖς μεταχωρήσασιν Ἰβήρων. ὠμωμόκει γὰρ ὁ βασιλεὺς ὡς καθ' ὅσον οἷόν τέ ἐστιν αὐτῷ ἅπαντα ἀνακινήσειν τρόπον, ὡς ἂν καὶ αὐτήν γε δήπου τὴν θρεψαμένην σφᾶς ποιήσεται ὑποχείριον· εἰ δέ γε ἄχρι τέλους οὔτι ἔσοιτο δυνατὸς πρὸς τὸν πόλεμον ἀνθέξειν, ἀλλὰ τοὺς αἰτίους τῆς ἀποστάσεως καὶ
218
τοὺς τῷ αἵματι σφίσι προσήκοντας, ξυνελόντα δὲ εἰπεῖν τοὺς ὅσοι βούλονται Ῥωμαϊκῆς μετασχεῖν πολιτείας, οὐπώποτε ποιήσεσθαι ἐκδότους. ἐδόκει δὲ καὶ βασιλεὺς ὁ Περσῶν ἥδεσθαι ἐπὶ τοῖς, ὡς ἂν Ῥωμαῖοι μὲν ἐκστήσοιντο τῆς Περσῶν Ἀρμενίας τε καὶ Ἰβηρίας, ἐξουσίαν δὲ αὐτὸς προσνέμοι, ὅποι ἐθέλουσιν οἱ τῇδε οἰκήτορες ἰέναι, οὔτι ἄπο τρόπου γε, οἶμαι. ἠπίστατο γάρ, πλὴν ὀλιγίστων τῶν ἐν τέλει, οἳ τῆς ἀποστάσεως ἦρξαν, ὡς οὐδεὶς Περσαρμενίων καὶ Ἰβήρων πόθῳ τῆς θρεψαμένης, ὃς φύσει τοῖς ἀνθρώποις ἐνιζάνει τε καὶ προσπέπηγεν, ἀνασκευάσοιτο ἐς τὴν ὀθνείαν· ἄλλως τε καὶ ἅμα ἤλπιζε τοῦ πολέμου λωφήσαντος ἐν δέοντι θέσθαι τὰ περὶ Περσαρμενίας τε καὶ Ἰβηρίας. αἵδε γὰρ αὐτῷ αἱ χῶραι πάμφοροί τε ὑπῆρχον καὶ πλεῖστα ἐσότι ἐδασμοφόρουν. τοιγαροῦν διὰ ταῦτα ἤρεσκε τὸν βασιλέα Περσῶν ἐπὶ τοῖσδε τὸν πόλεμον καταθέσθαι. προσῆλθε δὲ τῷ Καίσαρι διανοεῖσθαι, ὡς ἂν τὸ λοιπὸν μηδεμία ὑπολείποιτο τοῦ πολέμου αἰτία, τῆς Περσαρμενίας τε καὶ Ἰβηρίας ἕκατι τὴν πόλιν τὸ Δάρας παρὰ σφῶν ἀντιλήψεσθαι, ἥκιστα μὲν τοῦ κερδαλέου χάριν· οὐ γὰρ δή τι τὸ Δάρας ἡ πόλις ἐς ἕτερόν τι ὀνησιφόρος ἢ τῷ ἀσφαλέστατα ἔχειν καὶ τῆς ὑπὸ Ῥωμαίους ἑῴας ὥσπερ τι ἔρυμα προβεβλῆσθαι. ἅμα οὖν τὸ ἀτύχημα ἀκέσασθαι βουλόμενος τῷ ἀπειληφέναι Ῥω 467 μαίους τὰ οἰκεῖα, ἅμα δὲ καὶ μηδὲ ἕνα σπινθῆρα τοῦ πολέμου καταλιπεῖν ἐθέλων, ἔγνω ἀνασώσασθαι τὸ Δάρας ἢ χρήμασιν ἤγουν ἑτέρῳ τρόπῳ τινί. περὶ μὲν οὖν τοῦ χρῆναι ἐξ ἰσοτιμίας τὴν εἰρήνην προελθεῖν, πρὶν ἢ διακριθῆναι τὸν ἐν Ἀρμενίᾳ πόλεμον, ἐδόκει καὶ ξυνέθεντο Πέρσαι. μελλόντων δὲ ὅσον οὔπω παραχωρῆσαι Ῥωμαίοις καὶ τοῦ Δάρας ἢ οὐδενὸς ἤγουν ὀλιγίστης χρυσίου ποσότητος, εὔδηλον ὂν πρότερον ἀφισταμένων Ῥωμαίων Περσαρμενίας καὶ Ἰβηρίας, ἐν ᾧ τὰ τοιάδε οἱ ἐξ ἑκατέρων διαλεγόμενοι πρέσβεις, γέγονε τὰ κατὰ τὴν ἐν Ἀρμενίᾳ ξυμπλοκήν, ἐν ᾗ προσπταίσαντες οἱ Ῥωμαῖοι μεγάλως παρὰ πολὺ τῆς ἐλπίδος ἐς τὸ ἧττον ὠλίσθησαν. διὸ δὴ τῶν Περσῶν ταῖς εὐπραγίαις ἐπηρμένων, ὁ σφῶν βασιλεὺς ἔφασκεν ὅλως περὶ τὸ τὴν πόλιν τὸ Δάρας ἐνδοῦναι Ῥωμαίοις μὴ ἐνδέξασθαι λόγον τινά. αὐτὸς μὲν γὰρ κατὰ τὸν κοινὸν τοῦ πολέμου θεσμὸν βίᾳ καὶ δυνάμει ἐξελεῖν καὶ προσκτήσασθαι τὸ Δάρας ἀπισχυρίζετο· τοὺς δέ γε Ῥωμαίους Περσαρμενίᾳ τε καὶ Ἰβηρίᾳ ἐπιστῆναι παρασπονδήσαντας, πρὸς δέ γε καὶ ἀφηνιάσαντας τοὺς ταύτη οἰκοῦντας ἀπὸ Περσῶν ὑποδέξασθαι. καὶ τοίνυν αὖθις ὁ βάρβαρος θρασύς τε καὶ ὑψαύχην ἦν, καὶ μὲν οὖν ἐπὶ τοῖς ξυνενεχθεῖσιν ἐβρενθύετο μέγα ἠπείλησέ τε καὶ πρὸ τοῦ πέρατος τῶν τριῶν ἐτῶν τῆς ἤδη ξυνεστώσης ἐκεχειρίας, ἧς ἐντὸς ἐδόκει τὴν εἰρήνην ἀνὰ τὴν ἕω ἐρρῶσθαι, τὰ ὅπλα κινήσειν, καὶ κατ' αὐτήν γε δήπου τὴν πρὸς ἥλιον ἀνίσχοντα χώραν ξυγκροτήσειν τὸν πόλεμον πρότερον καταθέμενον Ῥωμαίοις τὸ ὑπὲρ τῆς τοιαύτης ἀνακωχῆς δεδομένον χρυσίον, ἡνίκα Ζαχαρίας ὁ ἰατρὸς καὶ τόδε ἐμπεδώσας ὑπῆρχεν. ἔφασκε δὲ τὰ χρήματα ἀποδώσειν κατὰ τοσοῦτον, καθ' ὅσον ἐνέλιπε τῇ τριετίᾳ· εἶτα οὕτως πολέμου ἀπάρξεσθαι αὖθις. ταύτην οὖν Μεβώδου οἷα δὴ ἐκ βασιλέως Περσῶν ἀπαγγείλαντος τὴν γνώμην, οἱ τῶν Ῥωμαίων ἄρχοντες παραβήσεσθαι μὲν οἵδε τὰς ξυνθήκας ἥκιστα ἔλεγον· οὐδὲ γὰρ ξυντετάχθαι ἐν ταῖς ἐξεῖναι θατέρῳ βουλομένῳ τῶν μερῶν ἢ τοῦ χρυσίου παντὸς ἤγουν μοίρας τινὸς ὡς τὸν παρασχόμενον ἀναδραμούσης διαρρηγνύναι τὰς σπονδάς. ὅμως δ' οὖν περὶ τούτων αὖθις ἐν ἀπορρήτῳ ἀλλήλοις Μεβώδης τε καὶ Ζαχαρίας ἐν τῷ αὐτῷ ξυνερχομένω διελεγέσθην, ἐκοινολογοῦντό τε καὶ προυτίθεσαν τὰ ὅσα ἄμφω τὼ ἄνδρε ᾤοντο χρῆναι εἰρῆσθαι· ἐπει 468 ρῶντό τε ἅτερος ἑτέρου ὅπως ξυνέλθοιεν ἐς καταλλαγὰς αἱ πολιτεῖαι. καὶ Μεβώδης μὲν ἰσχυρότατά πως ἀπομνύμενος ἦν, ὡς βούλεται τῷ Καίσαρι χρησιμώτατα ἐξυπηρετήσασθαι καὶ μὲν δὴ ἐπιτηδειότατός οἱ εἶναι· Ζαχαρίας δὲ ἤρετο εἰ οἷόν τε εἴη λαθραιότατα καὶ ἥκιστα ἐξεπισταμένου τινὸς ὑπὲρ τῆς πόλεως τοῦ Δάρας ῥητόν τι παρασχέσθαι χρυσίον. Ζαχαρίας δὲ ἔφασκε τὰ τοιάδε, ἐπιτετραμμένον αὐτῷ πρὸς τοῦ Καίσαρος, οὐκ ἐς τὸ ἐμφανές, οὐδὲ μὴν ἑτέρου ἐξεπισταμένου τινὸς ἢ Μαυρικίου τοῦ Παύλου ἐς τὰ μάλιστα εὐνούστατα ὡς τὸν Καίσαρα ἔχοντος, ὃς ἐν τῷ τότε τὸν βασίλειον ἰθύνειν ἐκληρώσατο λόγον· ὥστε ἀμέλει μηδὲ πρὸς τῶν βασιλείων γραφέων τὰ περὶ τοῦ τοιοῦδε γεγράφθαι τῷ μάλα ἐν παραβύστῳ εἶναι τὰ βεβουλευμένα τῷ Καίσαρι. γράφει δ' οὖν Ζαχαρίᾳ, ὡς † εἴποις σὺ Μεβώδης λύτρα δῆθεν τοῦ Δάρας τὸν βασιλέα κομίσασθαι Περσῶν, αὐτῷ πεισθήσεται ὁ Καῖσαρ τὰ
219
χρήματα καταθήσειν, καὶ δὴ οὐκ ἐς ἀναβολήν. ταῦτα τοίνυν Ζαχαρίου, εἰ καὶ μὴ ἀναφανδόν, ὑπαινιττομένου δὲ ὅμως τῷ Μεβώδῃ, οὐδὲν ὅγε ἔφασκε περὶ τούτου ἐπιτετράφθαι πρὸς τοῦ βασιλέως Περσῶν, οὐδὲ μὴν ἀνέξεσθαι ὅλως ἐπὶ χρήμασι μεταθεῖναι τὸ Δάρας. διεβεβαιοῦτο δὲ ἔμπης καὶ ὅρκοις τισὶν ἐπετίθει τὸ πιστόν, ὡς, νῦν εἰ προέλθοιεν αἱ ξυνθῆκαι, ὕστερον αἰτοῦντι τῷ Καίσαρι δώσειν ὥσπερ ἐξαίρετόν τι δῶρον τὸν βασιλέα Περσῶν τὴν πόλιν. πρόδηλος οὖν ἦν ἐντεῦθεν μὴ ἐρρωμένα φρονῶν τῇ Ῥωμαίων ἀρχῇ, ἀλλὰ πόρρω τῆς ἀληθείας φθεγγόμενος βουλόμενός τε Ῥωμαίους μὲν ἀμαχητὶ ὑπαναχωρῆσαι τῆς Περσαρμενίας καὶ Ἰβηρίας, τελευταῖον δὲ ἀμφὶ τοῦ Δάρας αἰτεῖν καὶ τῶν ἐπηγγελμένων ἥκιστα τυγχάνειν, εἶτα τὴν ἐν ὑστέρῳ βουλήν, καθὰ δήπου τὸ περιφερόμενον ἐκεῖνό φησι, μὴ ἔχειν ἰσχύν, ὥσπερ καὶ Σουανίας πέρι ἐν τῷ πρὸ τοῦ ἠπατήθη Πέτρος ὑπὸ τοῦ Ζίχ. ὁμοίως οὖν καὶ ὁ Μεβώδης ἠβούλετο δράσειν. ἐπεὶ δὲ ἑώρα Ζαχαρίαν ἐσότι ἐμφρονέστατον, καὶ οὐχ οἷόν τε ὂν αὐτῷ παρακρούσασθαι τὸν ἄνδρα, ὁ δὲ τὴν ἑτέραν ἐτράπετο, ὡς ἂν τρόπῳ τῳ ἀπάτῃ περιέλθοι τοὺς Ῥωμαίους. ἐπὶ χρόνον γάρ τινα ξυνῄει ἐς ταὐτὸ τοῖς ἀμφὶ Ζαχαρίαν ἐλπίδας ὑποστρωννύς, ὡς ἔσοιτο εἰρήνη, καὶ ὡς ἐπινεύσοι ὁ Περσῶν βασιλεὺς ἐνδοῦναι Ῥωμαίοις τὸ Δάρας, ταύτῃ οἰόμενος ἐκλύσειν τὴν ἐς τὸν πόλεμον προθυμίαν τοῦ Καίσαρος. καὶ οὖν ἐν τοιοῖσδε τριβομένου τοῦ χρόνου, καὶ 469 τῶν ἐξ ἑκατέρας πολιτείας πρέσβεων περὶ ταῦτα ἐνησχολημένων, οὕτω τε φερομένου τοῦ ἑῴου πολέμου ἐπ' ἀδήλοις, κατὰ δὲ τὸ τέταρτον ἔτος Τιβερίου Κωνσταντίνου Καίσαρος βασιλείας ἐν τῇ Θρᾴκῃ ξυνηνέχθη τὸ Σκλαυηνῶν ἔθνος μέχρι που χιλιάδων ἑκατὸν Θρᾴκην καὶ ἄλλα πολλὰ ληίσασθαι. 25. Ὅτι ὁ Καῖσαρ ἔστειλε κατὰ τὴν Ἰταλίαν χρυσίον συχνὸν ἄχρι κεντηναρίων τριάκοντα, ἅτινά γε δήπου Παμφρόνιος ὄνομα, ἀξίωμα βασιλέως πατήρ, ἐκομίσατο, ἐκ τῆς πρεσβυτέρας Ῥώμης κατὰ δὴ τὴν βασιλίδα τηνικαῦτα ἀφιγμένος ἐπὶ τούτῳ, ἐφ' ᾧ δεήσεις τῷ Καίσαρι προσαγαγεῖν τῇ Ἰταλίᾳ ἐκτετρυχωμένῃ ταῖς τῶν Λογγιβάρδων ἐπιδρομαῖς ἐπαμῦναι. ὁ δὲ Καῖσαρ, ἐπεὶ αὐτῷ ὁ πόλεμος ὁ Περσικὸς ἅπαντα ἦν καὶ ἐνέκειτό γε ὅλος, ἐκεῖσε στρατιὰν οὐχ οἷός τε ἦν ἐκπέμπειν, οὐδὲ μὴν ἅμα τῇ ἕῳ καὶ κατὰ τὴν ἑσπέραν πολεμητέα γε αὐτῷ εἶναι ἐδόκει. χρήματα δὲ ἄλλως ἐπέδωκε Παμφρονίῳ, ἐφ' ᾧ τινας τῶν ἡγεμόνων τοῦ Λογγιβάρδων ἔθνους, εἴ πώς γε ἔσται αὐτῷ δυνατά, πείσοι τοῦ κέρδους ἱμείραντας μεταβαλέσθαι ὡς Ῥωμαίους ξὺν τῇ κατ' αὐτοὺς δυνάμει, καὶ τοῦτο μὲν τῇ Ἰταλίᾳ μὴ ἐνοχλεῖν, τοῦτο δὲ καὶ κατὰ τὴν ἕω πολεμησείοντας καὶ τῇ Ῥωμαίων ἐπικρατείᾳ ἐπικουρῆσαι. ἀπειθούντων δὲ τῶν Λογγιβάρδων, οἷα εἰκός, τὴν ἑτέραν ἰέναι, καί τινας τῶν Φραγγικῶν ἡγεμόνων διὰ τῆς τῶν χρημάτων ἐπιδόσεως ἑταιρίσασθαι καὶ ταύτῃ ἐκλειῆναί τε καὶ ἐκτρῖψαι τῶν Λογγιβάρδων τὴν δύναμιν. 26. Ὅτι οἱ Μῆδοι δεδιότες τὴν τῶν Ῥωμαίων ἐμβολὴν κατὰ τῆς Περσῶν ὅσον οὔπω ἐσομένην καὶ ἐπανιόντες τὸ λεγόμενον Θαυννάριος φρούριον, χηρεῦον Ῥωμαϊκῆς ἐπικουρίας, ἐν κατοχῇ ἐποιήσαντο· καὶ ἐπ' οἴκου ἀνεχώρησαν μηδὲν τὸ παράπαν τῆς ἀναισχύντου τῶν σπονδῶν ξυγχύσεως ἄξιόν τι πορισάμενοι, μήτε μὴν μέγα τι Ῥωμαίους βλάψαντες, ὡς ὑπωπτεύθησαν τὴν ἀρχήν. 27. Ὅτι Τανχοσδρὼ σαφῶς ἐξεπιστάμενος καὶ αὐτὸς τὴν Χοσρόου βουλήν, ὡς Μεβώδης ἀναπτερώσας αὐτὸν εἴη μὴ μεῖναι τὸ πέρας τῶν τριετηρίδων σπονδῶν, αἵ γε ἀμφὶ τῆς ἕω ἐμπεδωθεῖσαι ἐτύγχανον, καὶ ὅτι οὕτω δοκοῦν αὐτῷ ἀναμφιβόλως ἐμβαλεῖν αὐτόν τε Μεβώδην καὶ Σαπώην τὸν Μαιράνου κατὰ τῆς πρὸς τὴν ἕω 470 τῶν Ῥωμαίων ἐπικρατείας, εἴτε προστεταγμένον οἱ τοιάδε ἐκ Χοσρόου εἴτε καὶ αὐτομάτως τοῦτο σκοπῶν ἐφ' ἑαυτοῦ, ὥσπερ ἀμέλει δευτέραν ἀφεὶς ἄγκυραν, ἐκτραπεὶς ἀπὸ τοῦ Κιθαρίζον ὥρμησε καὶ αὐτὸς κατὰ τῆς Ῥωμαίων ἐν ἀνατολῇ χώρας ἀπὸ τῶν Ἀρμενίας ἐμβολῶν, διπλῆν ἐκεῖσε τὴν ταραχὴν ποιησόμενος. 28. Ὅτι πολιορκούντων Ῥωμαίων τὸ Χλωμάρων καὶ προσβολὰς ἐν κύκλῳ ποιουμένων τάς τε ἑλεπόλεις μηχανὰς περιστησάντων, πρὸς δέ γε καὶ ὑπονόμους ἔνερθεν ὑπορυττόντων ἐς τὸ ἀφανές, στέλλει Βιγγάνης ὡς Μαυρίκιον τόν τε τοῦ φρουρίου ἀρχιερέα ... Χριστιανοὶ γὰρ ἦσαν οἱ τῆς Ἀρζανηνῆς ἅπαντες. ταύτῃ τοι, ὡς αἰδοῦς ἀξιωθησόμενον πρὸς Ῥωμαίων
220
Χριστιανῶν ὄντων τὸν προεστῶτα τῶν ἱερῶν τοῦ Χριστοῦ, ἱκετεύειν ἐπέτρεψε τῷ μυσταγωγῷ εἰληφότας ὁπόσος ἦν αὐτοῖς χρυσός τε καὶ ἄργυρος ἀπαναστῆναι καὶ μὴ πέρα πονεῖν. οὔτε γὰρ ἐνδώσειν ποτὲ Βιγγάνου τὸν ἥλιον ὁρῶντος τοὺς ὅσοι γε ἐς τὸ Χλωμάρων εἰσὶ Ῥωμαίοις ἑαυτούς, προσμενόντων τε τῇ πολιορκίᾳ Χριστιανῶν ἔσεσθαι τὸ διαφθειρόμενον πλῆθος, καὶ ἀσεβήσειν Ῥωμαίους πρὸς θεὸν περιορῶντας ἀναιτίως τοὺς ἔνδον ἀπολλυμένους. ταῦτα Βιγγάνης ἐδήλου. Μαυρίκιος δὲ πολλά τε καὶ ἐπαγωγὰ τῷ ἱερεῖ διαλεχθεὶς καὶ τοῖς ἅμα αὐτῷ πρὸς ἱκετείαν ἀφιγμένοις, πίστεις τε εὐνοίας πρὸς τοῦ ἱερέως εἰληφώς, ἀπαγγέλλειν ἐκέλευσε Βιγγάνῃ ὡς, εἴπερ ἑαυτὸν ἐνδώσοι Ῥωμαίοις, ἀξιώματός τε μείζονος ἤπερ ἐφ' οὗ νῦν ἐστι παρὰ Πέρσαις ἀξιωθήσεται πρὸς Ῥωμαίων, κτήσεώς τε διπλασίας καὶ ἄλλης εὐπορίας γενήσεται κύριος. καὶ ἕτερα δέ, ὁπόσα ἦν ἐφολκά, εἰπὼν ἀφίησιν αὖθις ἔνδον τοῦ φρουρίου γενέσθαι τὸν ἱερέα καὶ τοὺς ξὺν αὐτῷ. ἀλλὰ γὰρ ὁ Βιγγάνης εὐνούστατα ἔχων ὡς βασιλέα Περσῶν καὶ ἐς τὴν κατ' αὐτὸν πολιτείαν, ἔτι γε μὴν τῷ χώρῳ πίσυνος, ἥκιστα ταῖς μεγίσταις ὑποσχέσεσι Μαυρικίου τὰ ὦτα ὑπέσχε καὶ ταῦτα βάρβαρος ὢν οὐκ ἀφηνίασε τοῦ πρέποντος, τὴν δὲ ἐξ ἀρχῆς δουλείαν τιμιωτέραν ἡγήσατο πλούτου. στέλλει δὲ αὖθις τὰ ἐς ἁγιστείαν τοῦ θεοῦ ἀνειμένα, περιρραντήριά τε καὶ ἐκπώματα καὶ ἄλλα ὅσα τιμαλφέστατα σκεύη, ὡς Μαυρίκιον, καθάπερ ἀμέλει λύτρα τοῦ φρουρίου ταῦτα ὑποδέχεσθαι ἀντιβολῶν τὴν πολιορκίαν καταλύσοντα. ἀτὰρ ὁ στρατηγός, ἐπειδὴ ταῦτα ἐθεάσατο, οὐ προσήκατο, καίτοι ἐρίτιμα τυγ 471 χάνοντα· ἥξειν γὰρ ἔφασκεν οὐ τὰ ἱερὰ σκυλεύσων οὔτε μὴν Χριστῷ μαχησόμενος, ἀλλὰ σὺν Χριστῷ πολεμήσων καὶ μᾶλλον ἐξαιρησόμενος τοὺς ὁμοδόξους πρὸς τῶν οὐκ ὀρθὰ φρονούντων Περσῶν. εἶτα ἐν ἀπορρήτῳ ἔλεξε τῷ ἱερουργῷ ὅσα ἐχρῆν, συνεχώρησέ τε αὖθις εἴσω γενέσθαι τοῦ φρουρίου. ὡς δὲ ἐπανῆκε τὸ τελευταῖον ὁ ἱερεὺς ὁ Βάρβαρος καὶ οὐδὲν ὁτιοῦν ἐς τὸ ἰθὺ τῆς γνώμης ἐφθέγξατο, ἐς τοὐναντίον μὲν οὖν τὰ Περσῶν ἐπεφώρατο ἀσπαζόμενος, ξυλλαμβάνεται μὲν ὅγε καὶ οἱ ξὺν αὐτῷ, αὖθις δὲ ἐγκελευσαμένου τοῦ στρατηγοῦ εἴχοντο τῆς πολιορκίας οἱ Ῥωμαῖοι. 29. Ὅτι Ἰταλία ὑπὸ τῶν Λογγιβάρδων σχεδὸν ἅπασα ἐπεπόρθητο. διὸ δὴ καὶ ἐκ τῆς συγκλήτου βουλῆς τῆς πρεσβυτέρας Ῥώμης ἅμα ἱερεῦσιν ἐκ τοῦ προεστῶτος [τῆς] ἐν Ῥώμῃ τῶν ἱερῶν πεμφθέντων τινῶν, παρεγένοντο πρεσβευόμενοι ὡς τὸν αὐτοκράτορα τοῖς ἐκεῖσε μέρεσιν ἐπαρκέσαι. ἀλλ' ὁ Περσικὸς πόλεμος ἐν Ἀρμενίᾳ τε κατὰ ταὐτὸν καὶ ἐς τὰ περὶ τὴν ἑῴαν ξυνεστηκώς τε καὶ οὐκ ἀπολήγων, μᾶλλον μὲν οὖν ἐπὶ τὰ μείζονα δυσχερῆ ἐκτεινόμενος, οὐδεμίαν ἀξιόλογον συνεχώρησε στρατιὰν τὸν αὐτοκράτορα οὐδὲ μὴν ἀποχρῶσαν τοῖς ἐκεῖσε πράγμασι δύναμιν στεῖλαι. ὅμως δὲ καὶ ἐκ τῶν παρόντων τε καὶ ἐνδεχομένων στράτευμά τι ξυναγείρας ἔστελλεν ὁ βασιλεὺς καὶ τὴν ἄλλην ἐτίθετο ἐπιμέλειάν τε καὶ σπουδήν, εἴ πώς τινας τῶν ἡγουμένων τοῦ Λογγιβάρδων ἔθνους δεξιώσηται δώροις ὑποπείθων καὶ μεγίστας ἐπαγγελλόμενος χάριτας, ἤδη τε πλεῖστοι τῶν δυνατῶν μετετίθεντο ὡς Ῥωμαίους τὴν ἐκ τοῦ αὐτοκράτορος ὠφέλειαν προσδεχόμενοι. 30. Ὅτι Βαιανὸς ὁ τῶν Ἀβάρων Χαγάνος οὐδεμιᾶς ἀφορμῆς ἢ σκήψεως λαβόμενος οὐδὲ ψευδῆ γοῦν κατὰ Ῥωμαίων αἰτίαν ἀξιώσας τινὰ συνθεῖναι, ἀλλὰ γὰρ καὶ κατὰ τόδε ὁμοίως τὸ ἔτος Ταργίτιον πρὸς βασιλέα στείλας, ὡς τὰ συνταχθέντα κομίσαιτο τῶν χρημάτων (ὀγδοήκοντα δὲ χιλιάδες ὑπῆρχον εἰς ἔτος ἕκαστον νομισμάτων), ἐπειδὴ τόν τε ἄλλον φόρτον, ὃν ἐκ τῶν χρημάτων ἐνεπορεύσατο, καὶ τὸ χρυσίον ἔχων ἐπανῆκεν ὡς αὐτόν, ἐκεῖνος ἀναισχυντότατα καὶ βαρβαρώτατα ἄφνω παραλύσας τὰς συνθήκας, ἃς πρὸς Τιβέριον τῆς Καίσαρος ἐπιβάντα τύχης εὐθὺς ἐν ἀρχαῖς ἐποιήσατο, καὶ πανστρατιᾷ κινήσας ἀφικνεῖται κατὰ δὴ τὸν Σάον ποταμὸν μεταξὺ Σιρμίου πόλεως καὶ Σιγγηδόνος. καὶ γεφυροῦν ἐπεχείρει τὸν ῥοῦν, ἐπιβουλεύων μὲν Σιρμίῳ τῇ πόλει καὶ παρα 472 στήσασθαι ταύτην βουλόμενος, δείσας δὲ μὴ διακωλυθείη πρὸς τῶν Ῥωμαίων τῶν ἐπιφυλαττόντων ἐν Σιγγηδόνι καὶ τὴν ἐκ πολλοῦ τοῦ χρόνου πεῖράν τε καὶ ἐπιστήμην αὐτῶν ἐν ταῖς διαπλεούσαις τὸν ποταμὸν ναυσὶν ὑπειδόμενος, βουλόμενός τε πρὸς τοῦ τὴν βουλὴν ἐς τὸ φανερὸν ἐκπεσεῖν τὸ ἐγχείρημα τελεώσασθαι, πλοῖα συναγείρας κατὰ τὴν ἄνω Παννωνίαν εἰς τὸν Ἴστρον πολλὰ βαρέα, καὶ οὐ κατὰ λόγον τῆς ναυπηγικῆς τέχνης, ὅμως ἐκ τῶν ἐνόντων μακρὰς συμπηξάμενος στρατιώτιδας ναῦς καὶ πολλοὺς ἐν αὐταῖς ἐπιβιβάσας ὁπλίτας ἐρέτας τε οὐ κατὰ κόσμον ἀλλὰ βαρβαρικῶς τε καὶ
221
ἀνωμάλως ταῖς κώπαις τύπτοντας τὸ ὕδωρ, κινήσας ἀθρόον ταῖς τε ἐπακτρίσι κατὰ τὸν ποταμόν, καὶ αὐτὸς μετὰ πάσης τῆς Ἀβάρων στρατιᾶς πεζῇ διὰ τῆς Σιρμιανῆς πορευόμενος νήσου, παραγίνεται κατὰ τὸν Σάον ποταμόν. διαταραχθέντων δὲ τῶν ἐν ταῖς πόλεσι ταύταις Ῥωμαίων καὶ τὸ ἐγχείρημα συννοησάντων, τοῦ τε ἐν Σιγγηδόνι στρατηγοῦ Σήθου τοὔνομα στείλαντος πρὸς τὸν Χαγάνον καὶ ἐπερωτῶντος ὅ τι δὴ καὶ βουλόμενος, εἰρήνης βεβαίας τε καὶ φιλίας συνεστώσης αὐτῷ τε καὶ Ῥωμαίοις, πρὸς τὸν Σάον ἀφίκετο ποταμόν, ἅμα δὲ λέγοντος ὡς οὐ περιόψεται γεφυροῦν ἐπιχειροῦντος αὐτοῦ τὸν ποταμόν, οὐκ ἐπιτρέποντος ὅλως τοῦ αὐτοκράτορος· οὐ κατὰ Ῥωμαίων τι μηχανώμενος ἔφη βούλεσθαι πηγνύναι τὴν γέφυραν, ἄλλως δὲ κατὰ Σκλαυηνῶν χωρεῖν, καὶ διαπεραιούμενος τὸν Σάον ἐπιβαίνων τε ἐς τὴν Ῥωμαίων αὖθις τὸν Ἴστρον διαβήσεσθαι κατ' αὐτῶν, πλοίων αὐτῷ πολλῶν παρὰ τοῦ Ῥωμαίων αὐτοκράτορος ἐς τὴν διάβασιν παρασκευαζομένων· τοῦτο γὰρ δὴ καὶ πρότερον πρὸς χάριν τοῦ Ῥωμαίων βασιλέως πρᾶξαι καὶ πολλὰς αἰχμαλώτων μυριάδας ἐκ τῆς Ῥωμαίων γῆς Σκλαυηνοῖς δεδουλωμένων ἐλευθέρας αὖθις Ῥωμαίοις ἀποδοῦναι. νῦν δὲ ὑβρίσθαι μὲν ἔλεγε πρὸς αὐτῶν οὐ βουλομένων τὸ συνταχθὲν τηνικαῦτα τέλος παρὰ σφῶν καθ' ἕκαστον ἔτος ἐπ' αὐτὸν κατατιθέναι, καὶ πρέσβεις δὲ Ἀβάρων σταλέντας πρὸς αὐτῶν ἀνῃρῆσθαι, διὰ ταῦτά τε ἥκειν ἐς τὸν Σάον. καὶ ἐπὶ τούτῳ πρέσβεις ἐκέλευε δέξασθαι παρ' αὐτοῦ τὸν Σῆθον σταλησομένους δι' αὐτοῦ ὡς τὸν αὐτοκράτορα καὶ αἰτήσοντας παρασκευάσαι κατὰ τὸν Ἴστρον αὐτῷ τὰ πλοῖα διαπεραιοῦσθαι μέλλοντι κατὰ Σκλαυηνῶν, ὀμνύειν τε ἔλεγεν ἔχειν ἑτοίμως τοὺς νομιζομένους μεγίστους παρά τε Ἀβάροις καὶ Ῥωμαίοις ὅρκους, ὡς οὐδεμίαν τινὰ κατὰ 473 Ῥωμαίων ἢ κατὰ τῆς Σιρμίου πόλεως μηχανώμενος βλάβην, ἀλλ' ἐπὶ τῇ τοῦ ἔθνους τῶν Σκλαυηνῶν ἐφόδῳ τὴν γέφυραν βούλοιτο πήξασθαι. ταῦτα οὐ πιστὰ μὲν οὔτε Σήθῳ αὐτῷ οὔτε τοῖς ἐν Σιγγηδόνι ἐδόκει Ῥωμαίοις· ὅμως δὲ οὔτε παρασκευὴν ἱκανὴν ἔχειν οἰόμενοι, στρατιωτῶν τε ὀλίγων αὐτοῖς παρόντων καὶ δρομάδων νεῶν πολλῶν οὐ παρουσῶν, οἷα τῆς κινήσεως ταύτης ἐξαίφνης τε καὶ ἀπροσδοκήτως γενομένης, ἅμα τε τοῦ Χαγάνου διαπειλεῖν ἀρξαμένου καὶ διαμαρτύρασθαι, ὡς αὐτὸς μὲν ταῖς πρὸς Ῥωμαίους συντεθειμέναις αὐτῷ περὶ τῆς εἰρήνης ἐμμένοι συνθήκαις, κατὰ δὲ τῶν ἑαυτοῦ τε καὶ Ῥωμαίων πολεμίων Σκλαυηνῶν χωρῶν οὐκ ἀφέξεται τοῦ ἔργου τῆς γεφυρώσεως· εἰ δέ τις θαρρήσοι Ῥωμαίων ἓν γοῦν ἀφεῖναι βέλος κατὰ τῶν ἐπιχειρούντων πηγνύναι τὴν γέφυραν, γινώσκειν αὐτοὺς ὡς αὐτοὶ τῆς αἰτίας τῆς τῶν σπονδῶν ἤρξαντο καταλύσεως, καὶ τὸ ἐντεῦθεν ἅτε ἐκπολεμώσαντας αὐτοὺς τὸ Ἀβάρων ἔθνος μὴ μέμφεσθαι ὅ τι ἂν παρ' αὐτῶν ἡ Ῥωμαίων ἡγεμονία πάθῃ. ταῦτα δείσαντες οἱ ἐν Σιγγηδόνι τοὺς ὅρκους γοῦν αὐτὸν ὀμνύναι προεκαλοῦντο. καὶ ὃς παραυτίκα τούς τε Ἀβαρικοὺς ὤμνυεν ὅρκους ξίφος σπασάμενος καὶ ἐπαρασάμενος ἑαυτῷ τε καὶ τῷ Ἀβάρων ἔθνει παντὶ ὡς, εἰ κατὰ Ῥωμαίων τι μηχανώμενος γεφυροῦν βουλεύοιτο τὸν Σάον, ὑπὸ ξίφους μὲν αὐτός τε καὶ τὸ Ἀβάρων ἅπαν ἀναλωθείη φῦλον, τὸν δὲ οὐρανὸν ἄνωθεν αὐτοῖς καὶ τὸν ἐπὶ τοῦ οὐρανοῦ θεὸν πῦρ ἐπαφήσειν, καὶ τὰ πέριξ ὄρη καὶ τὰς ὕλας αὐτοῖς ἐπιπεσεῖσθαι, καὶ τὸν Σάον ποταμὸν ὑπερβλύσαντα συγκαλύψειν αὐτούς. τοιαῦτα βαρβαρικῶς ἀπομοσάμενος ὁ Χαγάνος· νῦν, ἔφη, καὶ τοὺς Ῥωμαίους ὅρκους ὀμνύναι βούλομαι. καὶ ἅμα ᾔτει παρ' αὐτῶν, τί δὴ πιστόν τε καὶ σεβάσμιον ἔχειν νομίζοιεν, καθ' οὗ τοὺς ὀμνύντας τὴν τοῦ θεοῦ μῆνιν, ἢν ἐπιορκοῖεν, οὐκ ἐκφεύξεσθαι. παραχρῆμα οὖν ὁ τῆς Σιγγηδόνος πόλεως τὴν ἀρχιερωσύνην διέπων τὰς θεσπεσίας βίβλους αὐτῷ διὰ τῶν ἐν μέσῳ τὰς ἀγγελίας διακομιζόντων ἐνεχείρισεν· καὶ ὃς δολερώτατά πως ἐπικρυψάμενος τὸν νοῦν ἀνίσταταί τε ἐκ τῆς καθέδρας καὶ σὺν φόβῳ δῆθεν πολλῷ καὶ σεβάσματι ταῦτα προσποιησάμενος δέχεσθαι καὶ προσκυνήσας προθυμότατα ὤμνυ κατὰ τοῦ λαλήσαντος τὰ ἐν ταῖς ἁγίαις διφθέραις ῥήματα θεοῦ μηδὲν τῶν εἰρημένων παρ' αὐτοῦ διαψεύσεσθαι. δέχεται τοιγαροῦν ὁ 474 Σῆθος τοὺς παρ' αὐτοῦ πρέσβεις καὶ ἀποστέλλει εἰς τὴν βασιλίδα Τιβερίῳ τῷ αὐτοκράτορι. ἕως δὲ οἵ τε πρέσβεις τὴν ἐπὶ τὴν βασιλεύουσαν πόλιν ὁδὸν διήνυον, καὶ ὁ αὐτοκράτωρ ἔμελλε ταῦτα ἀκούσεσθαι, ὁ Χαγάνος ἐν μέσῳ διαμελλήσας οὐδὲν πάσῃ σπουδῇ καὶ πολυχειρίᾳ, συμπάσης αὐτῷ τῆς Ἀβάρων ὡς εἰπεῖν στρατιᾶς συμπονούσης, ἐγεφύρου τὸν ποταμόν, ** θῆναι βουλόμενος πρὶν ἢ ὁ αὐτοκράτωρ αὐτοῦ συννοήσας τὸ βούλευμα διακωλύειν αὐτὸν ἐκ τῶν ἐνόντων ἐπιχειρήσοι.
222
31. Ὅτι ἀφικομένων τῶν πρέσβεων τῶν Ἀβάρων ἐς τὴν βασιλίδα καὶ αἰτούντων τὸν αὐτοκράτορα παρασκευάσαι τὰς ναῦς τῷ Χαγάνῳ καὶ τῇ στρατιᾷ τῶν Ἀβάρων ἐς τὸν Ἴστρον διαβησομένῃ κατὰ Σκλαυηνῶν (θαρροῦντα γὰρ ἤδη τὸν Χαγάνον ἐς τὴν φιλίαν τὴν αὐτοῦ τὴν γέφυράν τε ἐς τὸν Σάον ἐργάζεσθαι ποταμὸν καὶ βούλεσθαι τοὺς κοινοὺς ἐχθροὺς αὐτοῦ τε καὶ Ῥωμαίων Σκλαυηνοὺς ἐκτρῖψαι), ταῦτα ἀπαγγειλάντων, εὐθὺς μὲν τὸ ἐπιχείρημα καὶ τὴν ἔννοιαν τοῦ Χαγάνου διέγνω σαφῶς ὁ αὐτοκράτωρ, ὡς τὴν πόλιν τὸ Σίρμιον ἐξελεῖν βουλόμενος ἐργάζοιτο τὴν γέφυραν ἀποκωλῦσαι βουλόμενος τὴν τῶν ἀναγκαίων εἰσκομιδήν, ὅπως λιμῷ παραστήσοιτο τὴν πόλιν, (οὐ γὰρ ἦν ἀποχρώσας δαπάνας ἐς αὐτὴν προαποθέμενος, τῇ συνεστώσῃ πρὸς Ἀβάρους εἰρήνῃ θαρρῶν) ἀπορῶν δὲ στρατιᾶς, οὔτι λέγω πρὸς τὴν Ἀβάρων δύναμιν ἀντιταξομένης, ἀλλ' οὐδὲ ὀλιγίστης ὅλως ὑπαρχούσης αὐτῷ, πάντων τῶν στρατιωτικῶν καταλόγων ἐς τὸν πρὸς Πέρσας πόλεμον ἐν Ἀρμενίᾳ τε καὶ τῇ μέσῃ τῶν ποταμῶν ἐνησχολημένων, ἀπεπροσποιεῖτο δῆθεν ὡς οὐ συννοήσας τὸ βουλευθὲν τῷ Χαγάνῳ, ἔφασκε δὲ βούλεσθαι μὲν καὶ αὐτὸς κατὰ Σκλαυηνῶν αὐτοὺς χωρῆσαι πολλὰ τῆς Ῥωμαίων ἐπικρατείας δῃούντων, οὐκ εἶναι δὲ τῆς ἐπιχειρήσεως τὸν καιρὸν Ἀβάροις συμφέροντα, Τούρκων ἤδη περὶ Χερσῶνα ἐστρατοπεδευμένων καὶ ταχεῖαν αἴσθησιν αὐτῶν, ἢν τὸν Ἴστρον διαπεραιωθῶσι, δεξομένων. ἀλλὰ ἐπισχεῖν γὰρ νῦν εἶναι καλὸν αὐτοὺς καὶ ὑπερβαλέσθαι τὴν ἐπιχείρησιν. αὐτὸς δὲ οὐ πολλοῦ χρόνου τὴν διάνοιαν γνώσεσθαι Τούρκων, ὅποι δὴ καὶ τῆς ἐφόδου τὴν ἔννοιαν ἔχοιεν, καὶ ταύτην δήλην ποιήσειν τῷ Χαγάνῳ. ταῦτα οὐκ ἔλαθε τὸν Ἀβάρων πρεσβευτὴν ἐξεπίτηδες πρὸς τοῦ βασιλέως συμπεπλασμένα, καὶ ὡς τὸν ἀπὸ Τούρκων αὐτοῖς προβαλλόμενος φόβον ἐφέξειν ἤλπιζε τῆς ἐπινοίας αὐτούς. 475 ἔδοξε δ' οὖν πείθεσθαι καὶ συνετίθετο πάντως ἐπισχήσειν τὸν Χαγάνον· ἦν δὲ οὗτος ὁ μάλιστα ἐνάγων αὐτὸν ἀεὶ καὶ παροτρύνων ἐς τὸν κατὰ Ῥωμαίων πόλεμον. καὶ οὗτος μὲν δῶρα ἐφ' οἷς ὑπέσχετο πολλὰ κομισάμενος ἐξώρμησε τῆς βασιλίδος· καὶ συνέβη κατὰ τὴν Ἰλλυριῶν αὐτὸν διοδεύοντα μετὰ τῶν προπεμπόντων ὀλίγων Ῥωμαίων πρὸς τῶν κατατρεχόντων τὴν χώραν Σκλαυηνῶν ἀναιρεθῆναι. οὐ πολλαὶ δὲ διέδραμον ἡμέραι, καὶ παραυτίκα ἕτερος ἧκεν ἐκ τοῦ Χαγάνου σταλεὶς ἐς τὴν βασιλίδα πρεσβευτής, Σόλαχος τοὔνομα, ὃς εἰσόδου πρὸς βασιλέα τυχὼν φανερώτατα ἤδη καὶ μετὰ γυμνῆς τῆς ἀναιδείας ἔφη ὧδε· ὡς ὁ Σάος μὲν ἤδη διαπέφρακται ποταμὸς γεφυρωθεὶς ἠλίθιόν τι νομίζω διαβεβαιοῦσθαι· τὸ γὰρ προδηλότατον ἐν εἰδόσι λέγειν ψόγος τῷ λέγοντι· καὶ οὐδεμία μηχανὴ Ῥωμαίους ἐπαρκέσαι Σιρμίῳ τῇ πόλει, μήτε τροφῆς μήτε μὴν ἑτέρας τινὸς βοηθείας διὰ τοῦ ποταμοῦ τὸ λοιπὸν ἐς αὐτὴν ἐσπλευσομένης, πλὴν εἰ μὴ τοσαύτη Ῥωμαίων ἀφίκοιτο πληθὺς ὡς δυνάμει καὶ βίᾳ τήν τε τῶν Ἀβάρων ἀπελάσαι στρατιὰν καὶ διαλῦσαι τὴν γέφυραν. χρῆναι γοῦν τὸν αὐτοκράτορα μηδαμῶς ἐκπολεμῶσαι μιᾶς ἕνεκα πόλεως εὐτελοῦς, μᾶλλον δὲ χύτρας, (ταύτῃ γὰρ αὐτῇ δήπουθεν ἐχρήσατο τῇ λέξει) Ἀβάρους τε καὶ τὸν τῶν Ἀβάρων Χαγάνον, ἀλλ' ἐξαγαγόντα σῴους ἅπαντας τοὺς ἐν αὐτῇ στρατιώτας τε καὶ οἰκήτορας, οὐ μὴν ἀλλὰ καὶ ὅσα ἐστὶν αὐτοῖς τῶν φέρεσθαι δυναμένων κτημάτων, παραχωρῆσαι τῷ Χαγάνῳ τῆς πόλεως γυμνῆς τε καὶ ἐρήμου τὸ λοιπὸν καθεστώσης. δεδοικέναι γὰρ αὐτὸν μὴ νῦν μὲν ταῖς τῆς εἰρήνης ἐμμένειν προσποιοῖντο Ῥωμαῖοι συνθήκαις, μέχρι τὸν κατὰ Περσῶν διάθοιντο πόλεμον, διαθέμενοι δὲ μετέπειτα πανστρατιᾷ κατὰ Ἀβάρων χωρήσοιεν, ἑτοιμότατον ἐπιτείχισμα ταύτην γε δήπου τὴν πόλιν ἔχοντες κατ' αὐτῶν καὶ οὔτε ποταμῷ μεταξὺ μεγίστῳ οὔτε μὴν ἑτέρᾳ τινὶ δυσχωρίᾳ παντελῶς διειργόμενοι. σαφές τε εἶναι καὶ φανερώτατον ὡς οὐκ ἐπὶ καλῷ τῷ Ἀβάρων, εἰρήνης τῷ αὐτοκράτορι πρὸς αὐτοὺς σταθερᾶς συνεστώσης, τηλικαῦτα περὶ τὴν πόλιν τὸ Σίρμιον ᾠκοδομήσατο τείχη. χαίρειν μὲν γὰρ ἔφασκε τὸν Χαγάνον καὶ ἐπὶ τοῖς καθ' ἕκαστον ἔτος στελλομένοις αὐτῷ παρὰ βασιλέως δώροις· καλὸν γὰρ ὑπάρχειν κτῆμα καὶ χρυσὸν καὶ ἄργυρον καὶ μὲν οὖν ἐσθῆτα σηρικήν· ἁπάντων δ' οὖν ἀξιοκτητότερον εἶναι τούτων καὶ τιμιώτερον τὴν ψυχήν, περὶ 476 ἧς φοβούμενον αὐτὸν καὶ ἀναλογιζόμενον, ὡς τὰ πολλὰ τῶν εἰς τὸν φθάσαντα χρόνον κατ' ἐκείνην δήπου τὴν χώραν ἐπελθόντων ἐθνῶν τοιούτοις δώροις Ῥωμαῖοι προδηλεάσαντες τέλος ἐς καιρὸν ἐπιθέμενοι πανωλεθρίᾳ διέφθειραν, οὐκ ἀποστήσεσθαι τῆς ἐπιχειρήσεως, οὐ δώροις, οὐκ ἐπαγγελίαις, οὐχ ἑτέρῳ τινὶ τῶν πάντων, πρὶν ἂν τὴν πόλιν τὸ Σίρμιον χειρωσάμενος τὴν Σιρμιανὴν ἅπασαν οἰκειώσηται νῆσον, ἣν
223
δικαιότατα καὶ προσήκειν αὐτῷ Γηπαίδων πρότερον κτῆμα γενομένην, αὐτῶν δὲ ὑπὸ Ἀβάρων πολεμηθέντων, ὡς ἐντεῦθεν καὶ τὰ κτήματα κατὰ τὸ εἰκὸς αὐτῷ μᾶλλον καὶ οὐ Ῥωμαίοις ἁρμόζειν. ταῦτα ἐτάραξε μέν, καὶ τὴν διάνοιαν δεινῶς ὑπό τε ὀργῆς καὶ λύπης συνέχεε τοῦ αὐτοκράτορος· τοῖς εἰκόσι δέ, ὡς ἐνῆν, λόγοις καὶ αὐτὸς χρησάμενος ἀντέλεξεν ὧδε· ὡς οὔτε δυνάμει καὶ ἀνδρείᾳ χειρὸς οὔτε σοφίᾳ περιῆλθεν ἡμᾶς ὁ Χαγάνος, ἀλλὰ εἰρήνας τε καὶ συνθήκας καὶ θεὸν τὸν ὀμοθέντα καθυβρίσας, παντί που δῆλον. πλέον δὲ ὅμως οὐδὲν αὐτῷ τὴν ἀπιστίαν οἶμαι παρέξειν· θᾶττον γὰρ ἂν αὐτῷ μίαν τῶν θυγατέρων κατεγγυήσω, δυοῖν ὑπαρχουσῶν, ἢ τὸ Σίρμιον τὴν πόλιν ἑκὼν παραδώσω. εἰ δέ γε δυνάμει καὶ βίᾳ ταύτην ἐξέλοι, καὶ οὕτω τὸν ὑβρισμένον παρ' αὐτοῦ θεὸν ἔκδικον ἀναμένων αὐτὸς ἥκιστά τι καταπροέσθαι τῆς Ῥωμαίων πολιτείας ἐννοηθείην ποτέ. ἐπὶ τούτοις τὸν πρεσβευτὴν ἀποπεμψάμενος παρεσκευάζετο ἐκ τῶν ἐνόντων τῇ πόλει ἀμύνειν, στρατιὰν μέν, ὡς ἔφθην εἰρηκώς, οὐδὲ βραχεῖάν τινα ἔχων, στρατηγοὺς δὲ καὶ ἡγεμόνας καὶ λοχαγοὺς στέλλων, τοὺς μὲν διὰ τῆς Ἰλλυριῶν, τοὺς δὲ διὰ Δαλματίας, ὡς ἂν τὴν πόλιν διὰ φρουρᾶς ἔχοιεν. 32. Ὅτι Θέογνις, ἐπεὶ ἐν Κασίᾳ καὶ Καρβωναρίᾳ ταῖς νήσοις ἐγένετο, λόγων αὐτῷ κινηθέντων περὶ σπονδῶν, προσεδέξατο. παραγενομένου τε τοῦ Βαιανοῦ καὶ τοῦ ἵππου ἀποβεβηκότος, τεθείσης οἱ καθέδρας χρυσῆς ἐνιζάνει αὐτοῦ, ἐκ δύο λινῶν ὑφασμάτων σκευασθείσης αὐτῷ ὥσπερ καλύβης τινός. ἀλλὰ γὰρ καὶ ὥσπερ ἀντ' ἐρύματος πρὸ τῶν στέρνων αὐτῷ καὶ τοῦ προσώπου προυβάλλοντο θυρεοὺς διὰ τὸ μὴ ἐκτοξεῦσαι Ῥωμαίους τυχὸν οὕτω δὴ ἀθρόον ἐς αὐτόν. ἀτὰρ οἵ γε ἀμφὶ Θέογνιν παραγενόμενοι βραχύ τε ἀφεστῶτες τοῦ χωρίου, ἵνα ὁ Βαιανὸς ἐφεζόμενος ἦν, διελέγοντο, ἑρμηνέων Οὔννων τὰς πύστεις διασαφηνιζόντων, περὶ 477 σπονδῶν. καὶ ὁ μὲν Βαιανὸς ἔφασκε δεῖν ὑπείκειν οἱ Ῥωμαίους ἀμαχητὶ τοῦ Σιρμίου, οἷα δὴ τὸ λοιπὸν μηδεμιᾶς ὑπολελειμμένης μηχανῆς ἐς τὸ μὴ ἁλῶναι τὸ ἄστυ· πρὸς τῷ καὶ χήτει τῶν ἀναγκαίων θᾶττον ὑποβληθήσεσθαι, τοῦτο μὲν ἐξ ἀμφοῖν τοῖν μεροῖν κεκωλυμένης αὐτῇ τῆς σιτοπομπίας, τοῦτο δὲ καὶ τῆς τῶν Ἀβάρων δυνάμεως τῷ πολέμῳ μὴ ὑποχαλώσης, ἄχρις οὗ ὑποχείριον ποιήσοιντο τὴν πόλιν. προυβάλλετο δὲ καί τινα εὐπρόσωπον αἰτίαν τοῦ ἱμείρειν δεσπόσαι τοῦ ἄστεος, διὰ τὸ μὴ αὐτομόλους ἐκ τῆς Ἀβαρικῆς στρατιᾶς, ἀγχιθύρου οὔσης τῆς πόλεως, ἑαυτοὺς ἐνδιδόναι Ῥωμαίοις. τούτων οἱ διειλεγμένων, ἀντεῖπε Θέογνις ὡς πρῶτον μὲν οὐδὲ αὐτὸς ἐνδώσοι τῷ πολέμῳ πρότερον ἢ τὸ Ἀβαρικὸν ἐνδοῦναι, ἄλλως τε μὴ ἐλπίζειν τὸν Βαιανὸν τοιούτους εὑρήσειν Ῥωμαίους ὁποίους καὶ βούλεται. ταῦτα αὐτῶν καὶ τὰ τοιαῦτα ἀποφηναμένων καὶ ξυμφωνησάντων οὐδαμῶς πρὸς εἰρήνην, διαρρήδην Θέογνις ἀπειρηκὼς τῶν σπονδῶν ἔφη ὡς τὸν Βαιανὸν ἀναχωρεῖν τε αὐτὸν καὶ πρὸς πολέμου παράταξιν ἐξοπλίζεσθαι, ἅτε αὔριον καὶ οὐκ ἐς ἀναβολὴν ἀναρρήξοντος αὐτοῦ τὴν μάχην. ἐπὶ τούτοις ἀπηλλάγησαν. Περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Θεοφυλάκτου ἀπὸ ἐπάρχων καὶ ἀντιγραφέων. 1. Ὅτι τὸ Σίρμιον τὸ ἄστυ ἐπεὶ ἐν χερσὶν ἐγεγόνει τῶν Οὔννων, προῆλθον αἱ σπονδαί, ὅπως ἡσυχίαν ἀσπάσοιτο τὸ πολέμιον καὶ τὴν ἠρεμίαν φιλοσοφήσοιεν. αἱ δὲ συνθῆκαι ἐπονείδιστοι Ῥωμαίοις· μετὰ γὰρ τηλικοῦτον κολοφῶνα κακοῦ, οἷά πως ἀγωνοθέται καθήμενοι, ὥσπερ ἆθλον εὐδοξίας δῶρα λαμπρὰ τοῖς βαρβάροις παρείχοντο ὀγδοήκοντά τε χιλιάδας χρυσῶν καθωμολόγουν ἀν' ἔτος ἕκαστον τοῖς βαρβάροις ἐγκαταβάλλεσθαι δι' ἐμπορίας ἀργύρου τε καὶ ποικίλης ἐσθῆτος. οὐ περαιτέρω δὲ διήρκεσαν 478 τῶν δύο ἐνιαυτῶν αἱ σπονδαί· κατηυθαδιάσατο γὰρ Ῥωμαίων ὁ παρὰ τοῖς Οὔννοις λεγόμενος Χαγάνος. φήμη δέ τις ἀμφ' αὐτὸν πρὸ τοῦ τὴν εἰρήνην διαφθαρῆναι περιεκέχυτο, ὡς ζῶα τρέφεται παρὰ Ῥωμαίοις τῷ μεγέθει καὶ τῷ σώματι ἐμφανέστατα. διὸ ἐζήτησε βασιλέα Μαυρίκιον εἰς θέαν τούτων ἐλθεῖν. καὶ ψυχαγωγεῖ θᾶττον ὁ βασιλεὺς τῆς ἱστορίας τὸν ἔρωτα καὶ δίδωσιν εἰς Θεωρίαν ἐλεφάντων γενέσθαι, πέμψας ὡς αὐτὸν ἐκ τῶν παρ' αὐτῷ τρεφομένων θηρίων τὸ ἐξοχώτατον. ὁπηνίκα δ' εἶδε τὸ Ἰνδικὸν ζῶον ὁ Χαγάνος ἐλέφαντα, παραυτίκα καταλύει τὸ θέατρον καὶ παλιννοστεῖν
224
προστάττει τὸ θηρίον παρὰ τὸν Καίσαρα, ἢ καταπλαγεὶς ἢ ἀποφαυλίσας τὸ θαυμαζόμενον, οὐκ ἔχω εἰπεῖν· οὐ γὰρ ἂν ἐκρυψάμην. ἐπώχλει δὲ τὸν Καίσαρα καὶ κλίνην χρυσῆν τεχνουργήσαντα ὡς αὐτὸν παραπέμψαι· ἐπὶ τοσοῦτον γὰρ τοῦτον μετεώριζεν ἡ τῆς παρούσης τύχης ἀκρώρεια. βασιλεὺς δὲ τὸ δῶρον ἐξεργασάμενος βασιλικῶς μετεπέμπετο. ὁ δὲ σοβαρευόμενος πολλῷ μᾶλλον κατεβρενθύετο οἷα προπηλακιζόμενος τῷ ἀναξίῳ τοῦ δωρήματος, ἀπεπέμπετο δὲ παρὰ τὸν αὐτοκράτορα ὡς εὐτελές τι καὶ ἄκομψον τὴν χρυσῆν ἀλαζονευόμενος κλίνην. ναὶ μὴν ἠξίου καὶ πρὸς ταῖς ὀγδοήκοντα τοῦ χρυσοῦ χιλιάσι καὶ ἑτέρας εἴκοσιν ἀν' ἔτος ἕκαστον παρὰ Ῥωμαίων ἀποίσεσθαι· καὶ δῆτα δυσανασχετοῦντος τοῦ αὐτοκράτορος, περιφρονεῖ τὰς συνθήκας καὶ τοὺς ὅρκους ταῖς αὔραις φέρειν ἐδίδου, ἀθρόον τε τὴν πολέμῳ φίλην ἀράμενος σάλπιγγα τὰς δυνάμεις συνήθροιζεν. 2. Ὅτι ὁ Χαγάνος Ταργίτιον σὺν Ἐλπιδίῳ τῷ Ῥωμαίων πρέσβει ὡς βασιλέα Μαυρίκιον ἔστειλεν εἴκοσι χιλιάδας χρυσοῦ πρὸς ταῖς ὀγδοήκοντα ἀναβιβάσας λαμβάνειν ἀν' ἔτος. ἧκον δὲ ἄμφω ἐς βασιλέα, ῥήτρα τε καὶ ὁμολογία ἐγίγνετο ἦν μὴν εἴκοσι χιλιάδας πρὸς ταῖς ὀγδοήκοντα καταθεῖναι Ῥωμαίους χρυσῶν, ἢ πόλεμον ἀντιλαμβάνειν παραμελήσαντας. τοιγάρτοι αἱ συνθῆκαι δοκοῦσί πως ἀναθάλπεσθαι, καὶ ὁ πόλεμος ἐκεχειρίαν ἐλάμβανεν. μετά τινα δὲ βραχεῖαν χρόνου ῥοπὴν ἡ τῆς εἰρήνης εὐεξία νοθεύεται, καὶ πάλιν Ῥωμαίοις τὸ τῶν Ἀβάρων ἐπιτίθεται φῦλον, ἀλλ' οὐκ ἀναφανδόν, ῥᾳδιουργικώτερον δέ πως καὶ δολερώτερον. τὸ γὰρ τῶν Σκλαυηνῶν ἔθνος ἐπαφίησιν, καὶ πλεῖστα τῆς Ῥωμαίων γῆς 479 ἀποκείρεται, καὶ τῶν Μακρῶν μέχρι καλουμένων τειχῶν, οἷα διάττοντες, ἀθρόον προσβαλόντες ταῖς ὄψεσι πολὺν ἀπεργάζονται φόνον. 3. Ὅτι Φιλιππικοῦ τοῦ γαμβροῦ Μαυρικίου στρατηγοῦντος, ἐπεὶ τῆς βασιλίδος ἐξεδήμησε πόλεως καὶ τῆς Ἀμίδης ἐπέβη, πρεσβεύουσι Πέρσαι ἐνδόξως πως καταθέσθαι τὸν πόλεμον· προσέταττον γὰρ Ῥωμαίοις χρήμασι τὰς σπονδὰς σφετερίσασθαι Μεβώδην τὸν σατράπην ὡς τὸν στρατηγὸν ἀποστείλαντες. καὶ οὖν ἧκε Μεβώδης ὁ Πέρσης παρὰ τοὺς Ῥωμαίους, καὶ ὁ στρατηγὸς ἐκκλησίαν ἐκάθισεν ὡς ἑαυτὸν συγκαλεσάμενος τοὺς ταγματάρχας καὶ λοχαγοὺς καὶ ὑπασπιστὰς καὶ τῆς μαχίμου δυνάμεως τὸ ἐμφανέστερον. ὁπηνίκα δ' ὁ σύλλογος ἐπεπλήρωτο, ὁ Πέρσης τῶνδε τῶν λόγων ἀπήρξατο· Ἄνδρες πολέμιοι, (μὴ ταραττέτω δὲ τοὺς ἀκούοντας τοῦ πρεσβευτοῦ τὸ προοίμιον· εἰ γὰρ τὰς γνώμας ἀμείψητε, μεταλλάξω κἀγὼ τὴν προσφώνησιν) ὁπλίσατε τὴν εἰρήνην ἀποχειροτονοῦντες τὸν πόλεμον, δόρυ καὶ ξίφος ὡς γεγηρακότα χαιρέτωσαν, καὶ στρατεύσατε σύριγγα πρᾶον ὁμοῦ καὶ ποιμενικὸν περιλαλοῦσαν τερέτισμα. ὁ Περσῶν βασιλεὺς τῆς εἰρήνης ἐστὶν ἐραστὴς καὶ σεμνύνεται ἀπεκδυόμενος πρῶτος τὸν πόλεμον· βασιλικὸν γὰρ ἡ τῆς εἰρήνης ἀρέσκεια, ὡς καὶ τυράννων ἴδιον τὸ φιλόνεικον. ἄνδρες τῶν αὐτῶν παθημάτων ἡμῖν κοινωνοί, μεινάτω τῶν πάντων ὁ πόλεμος μόνος ἀκόρεστος. αἵματι τὴν γῆν ἐμιάναμεν, πολλάκις τὸν θάνατον ἱστορήσαμεν· ζωγράφος γὰρ τοῦ θανάτου ὁ πόλεμος, ἐγὼ δέ φημι, καὶ ἀρχέτυπον καὶ τῶν ἀνθρωπίνων κακῶν ἀρχηγέτης καὶ διδάσκαλος αὐτοδίδακτος. χρημάτων ἐρᾷ τις; ἀλλὰ πλούτῳ καὶ πενίᾳ γεγόναμεν παίγνιον, ποτὲ κρατοῦντες ποτὲ δὲ κρατούμενοι, καὶ συμμεταβαλλόμενοι ταῖς τοῦ πολέμου τροπαῖς ἀίδιον ὥσπερ τὴν μεταβολὴν ἐκαρπούμεθα. ἐκόμα τις τῶν ἀριστέων χρυσῷ; μετὰ τῆς ἡδονῆς τὴν ἀπιστίαν ἐκέκτητο. τί γὰρ ἀπιστότερον ἐν πολέμῳ χρημάτων ἀμέσως μετατιθεμένων ἐς ἄλλον καὶ πάλιν ἐξ ἐκείνου εἰς ἕτερον, ὡς ἐγρηγορότα βλέπειν ἐνύπνιον τὸν κτησάμενον, ἢ τῇ ὑστεραίᾳ τῆς ἔναγχος μεμνῆσθαι κραιπάλης; ὑμεῖς, ὦ Ῥωμαῖοι, τὴν παρρησίαν πάλαι τῷ πολέμῳ δεδώκατε· ὑμεῖς καὶ τῆς εἰρήνης γίνεσθε μαθηταί. ἐπικηρυκευομένων Περσῶν τὸν φιλόδακρυν ἀποσείσασθε πόλεμον· οἷς γὰρ τῆς ἁμαρτίας 480 ἡ ἔναρξις, τούτοις καὶ τῆς ἐπανορθώσεως ὁ μετάμελός ἐστιν ἁρμόδιος. μὴ γινέσθω θράσος ὑμῖν ταῦτα τὰ φιλάνθρωπα ῥήματα. οὐ γὰρ περιδεὴς γεγονὼς ὁ Περσῶν βασιλεὺς χθές που καὶ τρίτην, ὅτε τῆς Μηδικῆς τὸ Ῥωμαϊκὸν κατετόλμησε γῆς, τὴν συμπλοκὴν ἀπαναίνεται, χρυσῷ γὰρ πολλῷ καὶ δώροις λαμπροῖς πρίασθαι Ῥωμαίοις τὰς σπονδὰς ἐγκελεύεται. οὐ γὰρ νηποινὶ καταθέσθαι τοὺς ἡμαρτηκότας θέμις τὸν πόλεμον· ἱκανὴ γὰρ ἡ ἔκτισις καὶ Περσικὸν κατευνάσαι θυμὸν καὶ θράσος περιστεῖλαι Ῥωμαίων πολεμικῆς ὀρεγόμενον σάλπιγγος. Ἔτι τοίνυν παρατείνοντος τοῦ
225
λόγου, τοῦ πρέσβεως Ῥωμαῖοι κατεχειροτόνουν συρίττοντες καὶ ταραχὴν ταῖς βοαῖς ἐνεποίουν, ὥσπερ δεινοπαθούντων ἐπὶ τοῖς ῥήμασι τοῦ βαρβάρου. ἐδόκουν γὰρ καὶ Ῥωμαῖοι μεγαλαυχεῖν ἐπὶ τοῖς ἔναγχος γεγενημένοις, ὡς ἐσέδυσαν ἐς τὴν Περσῶν πολιτείαν, ὡς λείας ἐκράτησαν, ὡς Καρδαρίγαν ἐφενάκισαν. ὁ δὲ στρατηγὸς τὴν ἐκκλησίαν διέλυσεν, καὶ ὁ Πέρσης οὐκ ἐπέθηκε τέλος τοῖς ῥήμασιν. ὀλίγαι τοίνυν ἡμέραι διῳχήκασιν, καὶ ὁ τῆς Νισίβιδος τῆς ἱερατικῆς προλάμπων τιμῆς ὡς τὸν στρατηγὸν ἀφικνεῖται τὰ αὐτὰ τῷ Μεβώδῃ ῥήματα ἐς μέσον τιθέμενος. τὸ τηνικαῦτα τοιγαροῦν ὁ στρατηγὸς τοὺς Περσῶν λόγους δι' ἐπιστολέως ἐς βασιλέα παρέπεμψεν. ὁ δὲ βασιλεὺς τὰς τοῦ στρατηγοῦ ἱστορήσας κεραίας παραυτίκα ἀνεῖλε προστάγματι τὸν Φιλιππικὸν ἐγκελευσάμενος τὰς αἰσχίστας ταύτας σπονδὰς ἀποπέμπεσθαι ὡς ἀπᾳδούσας Ῥωμαϊκῆς μεγαλειότητος. καὶ μέντοι ὁ στρατηγὸς τὰς αὐτοκρατορικὰς δέλτους πτυξάμενος ἐπὶ τὸ Μαμβραθῶν στρατοπεδεύεται. οὕτω μὲν ἐσφρίγα ὁ πόλεμος. 4. Ὅτι ὁ Χοσρόης μετὰ τὴν ἧτταν τὰς στάσεις τοῦ ὁπλιτικοῦ δεδιὼς διενοήθη ἐς λόγους περὶ τῆς εἰρήνης κοινολογήσασθαι Τιβερίῳ τῷ Καίσαρι. ὁ δὲ Καῖσαρ ταῦτα πυθόμενος ἐς διαλλαγὰς προιέναι διέγνω. ἐκπέμπει γοῦν τοὺς περὶ συμβάσεως λόγους δυνατοὺς καθιδρύσασθαι κεχειροτονηκὼς πρεσβευτὰς Ἰωάννην καὶ Πέτρον, ἐν τῇ κορυφαίῳ τῆς συγκλήτου βουλῆς τελοῦντας ἀξίᾳ (πατρίκιοι δ' ἄρα ὄντες ἐτύγχανον), Θεόδωρόν τε τῇ μαγιστερίᾳ ἀρχῇ παρὰ Ῥωμαίοις τιμώμενόν τε καὶ γεραιρόμενον· ναὶ μὴν καὶ Χοσρόης Σαρναχοργάνην, ἄνδρα τῇ Περσικῇ πολιτείᾳ διὰ τὴν ἀξίαν 481 ἀπόβλεπτον, πρὸς ἑτέροις ἀξιολογωτάτοις ἀνδράσιν, τῷ πολέμῳ δι' αὐτῶν παραδοὺς τὴν ἀνάπαυλαν. συστάσης τοίνυν περὶ τὴν Ἀρμενίαν κατ' ἐκεῖνο καιροῦ κρατερᾶς μάχης Ῥωμαίοις τε καὶ Πάρθοις, Ταμχοσρὼ ἐφεστηκότος τῆς Βαβυλωνίας δυνάμεως, Ἰουστινιανοῦ δὲ τῆς Ῥωμαϊκῆς, γίνεται κατόπιν τὸ Ῥωμαϊκὸν τῆς προτέρας εὐκλείας. διά τοι τοῦτο ἀπειρήκασι Μῆδοι τῶν εἰρηναίων σπονδῶν, καὶ πάλιν αὐτοῖς ἀναζωπυροῦται τὸ φιλοπόλεμον, μετριοπαθεῖν ἐπὶ τοῖς ἔναγχος οὐ χωρήσαντες ἐπιτεύγμασιν. οἱ μὲν οὖν πρέσβεις μέχρι λόγων τὰ τοῦ σκοποῦ διανύσαντες χωροῦσι πρὸς τὰ οἴκοι ὀρφανὰς τὰς πρεσβείας τῆς εἰρήνης καταλείψαντες. 5. Ὅτι Χοσρόης ὁ Περσῶν βασιλεὺς ἡττηθεὶς καὶ ἀποδιωχθεὶς παρὰ Βαρὰμ καὶ τῆς βασιλείας ἐκπεσὼν καὶ δέκα σημείοις ἐχόμενα τοῦ Κιρκηνσίου τῆς πόλεως ἀγραυλιζόμενος ἀπεκπέμπει ἀγγέλους παραδηλῶν τὴν ἄφιξιν καὶ τὰς νεωτέρας τύχας καὶ τὴν ἐς τὸν Καίσαρα καταφυγήν, τήν τε ἐς τὰ οἴκοι κάθοδον ἐξαιτούμενος ἠξίου συμμαχικὸν ἀπὸ Ῥωμαίων ἀποίσεσθαι. τρίτη γοῦν φυλακὴ τῆς νυκτός, καὶ οἱ ἄγγελοι πρὸς ταῖς πύλαις ἐχώρησαν. ἐπεὶ δὲ τοῖς πυλωροῦσι τὰ τοῦ τειχίου διεξοδευόμενα ὑπὸ τῶν πρέσβεων διεγνωρίζετο, ὑπὸ τὸν ἡγεμόνα θᾶττον τῆς πόλεως οἱ τὴν φρουρὰν τῶν πυλῶν ἐγχειρισθέντες προίεσαν τῷ τε ἡγεμόνι μετὰ συντόνου σπουδῆς τὴν περιπέτειαν ἀνετίθεσαν. τῷ δὲ φρουράρχῃ ἦν ἄρα Πρόβος ὄνομα. ὁ μὲν οὖν Πρόβος ἐξ ἑωθινοῦ τὸν Χοσρόην πρὸς τὸ ἄστυ εἰσάγει, δεξιότητι δὲ καὶ φιλοφροσύνῃ τοῦτον ἐξένιζεν, τὰ δὲ τούτου γύναια παῖδας ὑπομαζίους περιαγόμενα λίαν εἰς τὰ μάλιστα φιλανθρωπίας ἠξίου, τούς τε ὑπασπιστὰς καὶ περιπόλους (τριάκοντα δ' ἄρα τῷ Χοσρόῃ ὑπῆρχον) εὖ ἐποίει κάρτα ἐπιεικῶς. δευτέρα δὲ ἡμέρα, καὶ Χοσρόης ἐζήτει τὸν Πρόβον διὰ γράμματος πρεσβεύειν παρὰ τὸν Καίσαρα, καὶ ἐγχαράξας βασιλείους κεραίας διὰ Πρόβου τῷ αὐτοκράτορι ἔστελλεν. τῇ δὲ ὑστεραίᾳ Κομεντιόλῳ τῷ στρατηγῷ κατὰ τὴν Ἱερὰν πόλιν ἐνδιατρίβοντι κατάδηλον τὴν τοῦ Χοσρόου ἐνδημίαν ὁ Πρόβος πεποίηται, πέμψας ἐς αὐτὸν καὶ τὰ παρὰ Χοσρόου ἐν ἀξιώσει γεγραμμένα τῷ Καίσαρι· ὁ δὲ Κομεντίολος τῶν ὑπὸ τοῦ Πρόβου διαγνωσθέντων αὐτῷ κατὰ τὴν Ἱερὰν πόλιν τοῖς ταχυδρομοῦσιν ἄγγελον παρεδίδου ἥξοντα εἰς βασιλέα. ὁ δ' αὐτοκράτωρ Μαυρίκιος τούτων ἀκηκοὼς περιγάνυται καὶ ταῖς κρείττοσιν ἐλπίσι κατάκομος ἦν, τά τε σήμαντρα τὰ Περσικὰ περιελόμενος ὅ τι ἂν καὶ ταῖς δέλτοις ἐνεκεχάρακτο διηρευνᾶτο ἀνελέσθαι τε καὶ διαγνῶναι. ἡ δὲ τῆς ἀξιώσεως τοῦ τῶν Περσῶν βασιλέως ἐν τούτοις που συνετέτακτο· ἐπὶ λέξεως γὰρ προσθήσω τὴν πρέσβευσιν ἀκαλλώπιστον φράσεως, ὅπως τῇ ἀμαθίᾳ τῆς λέξεως τὸν νοῦν τῆς ἀξιώσεως ἀνεπίπλαστον ἐνοπτρισώμεθα. Χοσρόης Περσῶν βασιλεὺς τῷ ἐμφρονεστάτῳ βασιλεῖ τῶν Ῥωμαίων, ἀγαθοποιῷ, εἰρηνικῷ, δυνάστῃ, φιλευγενεῖ καὶ μισοτυράννῳ, ἐπιεικεῖ, δικαιοπραγεῖ, τοῖς ἀδικουμένοις σωτῆρι, εὐεργετικῷ,
226
ἀμνησικάκῳ χαίρειν. δύο τισὶν ὀφθαλμοῖς τὸν κόσμον καταλάμπεσθαι πάντα ἄνωθεν καὶ ἐξ ἀρχῆς τὸ θεῖον ἐπραγματεύσατο, τουτέστιν τῇ δυνατωτάτῃ τῶν Ῥωμαίων βασιλείᾳ καὶ τοῖς ἐμφρονεστάτοις σκήπτροις τῆς Περσῶν πολιτείας· ταύταις γὰρ ταῖς μεγίσταις ἀρχαῖς τὰ ἀπειθῆ καὶ φιλοπόλεμα ἔθνη λικμίζεται, καὶ ἡ τῶν ἀνθρώπων διαγωγὴ κατακοσμεῖται καὶ κυβερνᾶται διὰ παντός. καὶ ἔστι λαβεῖν τὴν τῶν πραγμάτων ἀκολουθίαν τοῖς ἡμετέροις ῥήμασι συμφωνοῦσαν. ἐπεὶ τοίνυν σκαιοί τινες καὶ πονηροὶ ἐν τῷ κόσμῳ ἐπιπολάζοντες δαίμονες πάντα τὰ ὑπὸ τοῦ θεοῦ καλῶς τεταγμένα συγχεῖν μὲν ἐπείγονται, εἰ καὶ μὴ ἔκβασιν ἡ τούτων λαμβάνει ἐγχείρησις, πρέπει τοὺς θεοφιλεῖς καὶ εὐσεβεστάτους ἀνθρώπους τούτοις ἀντιστρατεύεσθαι ἔχοντας ἀπὸ τοῦ θεοῦ σοφίας θησαυρὸν καὶ δικαιοσύνης βραχίονα καὶ ὅπλα. κατὰ τοίνυν ταύτας τὰς ἡμέρας οἱ βλαπτικώτατοι δαίμονες κατὰ τῆς Περσῶν ἐπιφοιτήσαντες πολιτείας δεινὰ κατειργάσαντο καὶ δούλους κατὰ δεσποτῶν ἐπεστράτευσαν, κατὰ βασιλείας οἰκέτας, κατὰ τῆς τάξεως τὴν ἀταξίαν, κατὰ τοῦ καθήκοντος τὸ μὴ πρέπον, καὶ πᾶσι τοῖς ἐναντίοις τῶν ἀγαθῶν ἐχορήγησαν ὅπλα. Βαρὰμ γάρ, ὁ κατάπτυστος δοῦλος, ὑπὸ τῶν ἡμετέρων προγόνων αὐξηθεὶς καὶ διαλάμψας καὶ μὴ χωρήσας τῆς δόξης τὸ μέγεθος πρὸς ὄλεθρον ἀπεσκίρτησεν, καὶ βασιλείαν ἑαυτῷ μνηστευόμενος πᾶσαν διετάραξε τὴν Περσῶν πολιτείαν, καὶ πάντα καὶ πράττει καὶ διεγχειρεῖ, ἵνα μέγαν ὀφθαλμὸν ἀποσβέσῃ δυνάμεως, καὶ λάβωσιν ἐντεῦθεν ἔθνη ἀνήμερα καὶ κακοπραγέστατα παρρησίαν καὶ δύναμιν κατὰ τῆς ἡμερωτάτης τῶν Περσῶν βασιλείας, εἶτα λοιπὸν ἐντεῦθεν τῷ χρόνῳ καὶ κατὰ τῶν παρ' ὑμῖν φορολογουμένων ἐθνῶν κράτος ἄσχετον καὶ πολλῆς λύμης οὐκ ἄμοιρον. πρέπει τοίνυν τῷ εἰρηνικῷ τῆς 483 προνοίας ὑμῶν λῃστευομένῃ βασιλείᾳ καὶ ὑπὸ τυράννων βιαζομένῃ παρασχεῖν χεῖρα σωτήριον, συστήσασθαί τε μέλλουσαν ἀρχὴν καταλύεσθαι, καὶ τῆς σωτηρίας τὰς αἰτίας ὥσπερ τρόπαια οἰκουμενικὰ ἐν τῇ Ῥωμαίων πολιτείᾳ ἱδρύσασθαι, ἀναγορευθῆναί τε ὑμᾶς κτίστας καὶ σωτῆρας καὶ ἰατροὺς τῆς Περσῶν πολιτείας. πάντα γὰρ τὰ τῷ δικαίῳ συμβαίνοντα πρέπει τοῖς δυνατωτάτοις βασιλεῦσι διὰ παντὸς ἀπεργάζεσθαι, καὶ ἐντεῦθεν τῆς μεγαλονοίας τὰ ἐγκώμια καὶ τοῦ τῇδε κόσμου μεταναστεύουσιν ἔχειν διὰ παντὸς ἀδιάφθαρτα, παράδειγμά τε συστήσασθαι ὡς οὐ δεῖ κατὰ δεσποτῶν δραπέτας ὁπλίζεσθαι. τὸ τοίνυν ἀνώμαλον νῦν τῶν πραγμάτων τῆς Περσικῆς πολιτείας προσήκει παρ' ὑμῶν κυβερνᾶσθαι· λαμπροτέραν γὰρ ἐντεῦθεν οἱ Ῥωμαῖοι τὴν εὔκλειαν δι' ὑμῶν ἀπολήψονται. ταῦτα Χοσρόης ἐγώ, ὡς παρών, γράφων προσφθέγγομαι, Χοσρόης ὁ σὸς υἱὸς καὶ ἱκέτης· οὐ γὰρ διὰ τὴν τύχην τῶν συμβεβηκότων ἀθετήσεις τῆς ἀξίας ἢ τῆς προσηγορίας τὸ πρόσφορον. οἱ δοτῆρες τῶν ἀγαθῶν ἄγγελοι τοῦ θεοῦ ἀνεπονείδιστον καὶ ἀτυράννητον ὑμῖν τὴν βασιλείαν διαφυλάξουσιν. 6. Ὅτι ὁ Χοσρόης μετὰ τὴν αἴτησιν τῆς πρεσβείας τῆς πρὸς Μαυρίκιον σταλείσης ἐπὶ τὴν λεγομένην Ἱερὰν πόλιν ἀφίκετο, οὐδὲ μὴν Κομεντίολος ὁ στρατηγὸς ἀγέραστον καταλέλοιπε τὸν τέως τῆς βασιλείας χηρεύοντα· οὕτω γὰρ ἔδοξε Μαυρικίῳ, καὶ τὸ δόγμα μετεχώρει πρὸς πρᾶξιν. οὐκοῦν ἐπὶ τὸ Βεδαμᾶς, οὕτω χωρίον λεγόμενον, ἐς συνάντησιν γίνεται Κομεντίολος Χοσρόῃ τήν τε παρασκευὴν βασίλειον αὐτῷ συστησάμενος ἐδορυφόρει μεγαλουργῶς. ἐνάτη δ' ἡμέρα, καὶ τοῖς ἐν Μαρτυροπόλει φρουροῦσι Πέρσαις ἄγγελον ὁ Χοσρόης ἐξέπεμψεν ἄνδρα σατράπην Μιραγδοῦν, οὕτω λεγόμενον, τάς τε νεωτέρας τύχας καταδηλῶν, καὶ ὡς οὐ μετὸν αὐτοῖς τῆς πόλεως ἔχεσθαι, τῆς τοῦ αὐτοκράτορος μεγαλονοίας ἀπομάχους καὶ φίλους Πέρσας μεταπλαττούσης. Βεστὰμ δὲ τῶν παρὰ Πέρσαις διαφανῶν κατὰ τὴν Ἀρμενίαν ἀπέστελλεν ἐς τὸ Ἀδραβίγανον ἐγκελευόμενος γενέσθαι καὶ τοὺς αὐτόθι ἐνδιατρίβοντας Πέρσας ὑπηκόους αὐτῷ καταστήσασθαι. καὶ ταῦτα μὲν οὕτως ἐς τὸ φανερὸν διεπράττετο· οἷα δὲ κέρκωψ πεφυκὼς τὴν διάνοιαν καὶ πάντα τοῦ δόλου τιθέμενος δεύτερα, τὸν τῆς φιλοξενίας ἀθετήσας θεσμὸν καὶ τοὺς ἅλας τῆς φιλοφροσύνης 484 ὑπὸ τὰς πτέρνας καταβαλόμενος πεμπταῖον ἄγγελον κατέπεμπεν τοῖς τὴν Μαρτυρόπολιν κατοικοῦσι Χαλδαίοις, ἐγκελευόμενος ἔχεσθαι τῆς φρουρᾶς κάρτα κομιδῇ καὶ τοῖς ἐς τὸ φανερὸν προσταττομένοις αὐτῷ μὴ προσέχειν τὸν νοῦν. ἀναβολῆς τοίνυν τῆς περὶ τὴν βασιλείαν καθόδου τέως ἐγγινομένης αὐτῷ, ἐνεχείρει ὡς βασιλέα γενέσθαι Ῥωμαίων. ὁ μὲν οὖν Μαυρίκιος τὴν τούτου ἔφεσιν διαγνοὺς γράμμασι βασιλείοις τὴν ὡς αὐτὸν ἐνδημίαν ἐνέκοπτε δόξης ὑπερορῶν τήν τε τοῦ συνοίσοντος ἐπίδοσιν Χοσρόῃ πραγματευόμενος·
227
διενοεῖτο γὰρ ὡς οὐ δεῖ πόρρω τῆς Περσῶν πολιτείας μεταχωρῆσαι τοῦτον, ἵνα μὴ τῷ Βαρὰμ πάγιον ἐντεῦθεν τὸ τῆς τυραννίδος καθιδρυνθείη ἐγχείρημα. ἦρος δ' ἀρχομένου ὁ Χοσρόης πρέσβεις ἐς βασιλέα ἐξέπεμπεν. ὁ μὲν οὖν αὐτοκράτωρ βασιλικῶς ἐκκλησίαν τρίτῃ συγκροτήσας ἡμέρᾳ ἐπιφανῶς προσκυνεῖται ὑπὸ τῶν πρέσβεων. σιωπῆς τοίνυν δαψιλευομένης τῷ συνεδρίῳ, καὶ τοῦ βασιλέως ἄδειαν λόγων ἐκθέσεως ἀποδεδωκότος τοῖς Πέρσαις, ὁ τῶν πρέσβεων ἐπιφανέστερος προπιαίνων τῷ δακρύῳ τὸν λόγον κἀντεῦθεν τοὺς βασιλικοὺς οἰκτιρμοὺς ἀποθηρώμενος τῶνδε τῶν λόγων ἀπήρξατο. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΔΗΜΗΓΟΡΙΩΝ.] Λεχθέντων δὲ μεταξὺ πολλῶν, καὶ τούτων οὕτω διαλαληθέντων ὑπὸ τῶν πρέσβεων, καὶ τῆς ἀξιώσεως τὸ πιθανὸν καὶ ἐπίχαρι κληρωσαμένης τῇ εὐροίᾳ τοῦ λόγου, ὑπό τε τῆς βουλῆς καὶ τοῦ αὐτοκράτορος δογματίζεται ἐπικουρήσειν τῷ Χοσρόῃ Ῥωμαίους, τῷ δὲ Βαρὰμ κάρτα κομιδῇ παρασκευάζεσθαι πόλεμον, ἀνάξιον Λατινίδος ἀρχῆς τοῦ βασιλέως κρίναντος ὅπλα τοῖς ἀδικοῦσι παρέχεσθαι καὶ προκινδυνεύειν τοῦ μὴ καλοῦ διὰ τὸν ὄγκον τῆς ὑποσχέσεως, καὶ Ῥωμαίους αἰσχίστην ἀναδεξαμένους ὑπόθεσιν ἀθανάτοις ὀνείδεσι διὰ παντὸς στηλιτεύεσθαι. τὰ μὲν οὖν περὶ τοῦ δόγματος ἐς ἐκείνην τὴν ἡμέραν περὶ τὸ βασίλειον ἄστυ ἐξηχεῖτό τε καὶ ἐπεπόλαζεν· πεμπταῖοι δ' οἱ πρέσβεις εἰσφρήσαντες πρὸς τὸν Καίσαρα, δώροις διακοσμηθέντες βασιλικοῖς ἐν γράμμασι τὸ παρὰ τοῦ βασιλέως ἀποφέρονται ψήφισμα, τόν τε Σαμὲν καὶ Χοσροπερόζην τούς τε ἄλλους, τοὺς ἤδη πρότερον κατὰ τὸν τοῦ πολέμου καιρὸν ᾑρήκει τὸ Ῥωμαϊκόν, ὁ αὐτοκράτωρ ἐς Χοσρόην ἅμα τοῖς πρέσβεσιν ἐξαπέστειλεν. ὁ δὲ Χοσρόης τὰ ἐν τῷ βιβλίῳ τοῦ βασιλέως διαγνοὺς τήν τε τῶν Ῥωμαίων ἀγασθεὶς ἀρετήν, τὴν Ἱερὰν πόλιν καταλιπὼν ἅμα Κομεντιόλῳ ἐς Κωνσταντίναν τὸ ἄστυ ἀφίκετο, μικροῦ τε ὕστερον καὶ ὁ τῆς Μελιτηνῆς 485 προεστὼς (Δομετιανὸς δ' ἄρα οὗτος) βασιλικαῖς ὑποθήκαις γίνεται πρὸς Χοσρόην, ὃς πρὸς γένος συνῆπται τῷ βασιλεῖ, τὴν τιμὴν ἱερεύς, τὴν δὲ περὶ τὸν βίον κατασκευὴν ἱερώτερος, τὸν λόγον ἡδύς, τὴν πρᾶξιν ταχύς, τὴν συμβουλὴν ἐμφρονέστατος. συνείπετο δὲ αὐτῷ ὅ τε Γρηγόριος, ὁ τῆς Ἀντιοχέων τοῦ ἱερατικοῦ ἐξηγούμενος· ἔδοξε γὰρ καὶ τοῦτο τῷ βασιλεῖ, καὶ μετεφοίτα πρὸς τὴν πρᾶξιν ὁ λόγος. παραγενηθέντες γοῦν οἱ ἱερεῖς ἐς Κωνσταντίναν λόγοις καὶ δώροις παρηγόρουν Χοσρόην, ἐπιτεύξεις ἐλπίδων ἀθυμουμένῳ διατιθέμενοι. ὁ μὲν οὖν Χοσρόης ἀνὰ τὴν Νίσιβιν πρέσβεις ἀπέστελλεν ἀναμιμνήσκων Πέρσας τῆς εὐνοίας τῆς ἐς τὸ βασίλειον γένος, παρακαλῶν τῷ ἠπίῳ τῆς παραινέσεως ὡς οὐ δεῖ τυράννων ἐξουσίας ἀνέχεσθαι καὶ καθυβρίζειν νόμον ἀρχαῖον καὶ πάτριον γεγηρακότα τῇ Περσῶν βασιλείᾳ καὶ μηδέποτε τῷ νεωτέρῳ τῆς καθαιρέσεως ἀπενεγκάμενον τὸ ἀδόκιμον. 7. Ὅτι τῷ Βαρὰμ ἐπεὶ κατάδηλον γέγονεν ὡς διεσώθη ὁ Χοσρόης, ὅπως τε Ῥωμαῖοι φιλοφρόνως αὐτὸν ἀνεδέξαντο, πρέσβεις ἐξέπεμψεν ἀξιῶν τὸν αὐτοκράτορα μηδαμῶς ταῖς Χοσρόου τύχαις ἐπικουρεῖν, διισχυριζόμενος Νίσιβίν τε πόλιν παραδιδόναι Ῥωμαίοις καὶ τὰ ἄχρι Τίγριδος ποταμοῦ. ὁ μὲν οὖν Βαρὰμ τηνάλλως ἐπλανᾶτο· οὐ γὰρ οἷός τε ἦν διαφθείρειν τὴν τοῦ βασιλέως ὁσιότητα. 8. Ὅτι μετὰ τῶν ἀνδραγαθημάτων τὴν ἐπίτευξιν ὁ Χοσρόης ἐς τὸν Μαυρίκιον τῶν ἑπομένων ἀρχόντων τινὰς μετεπέμπετο καὶ τὴν τῶν παρηκολουθηκότων περιπέτειαν ἐνσημαίνεται, ἠξίου τε μελλήσεως ἐγκοπὴν ταῖς συμμαχικαῖς αὐτὸν ἐπιθεῖναι δυνάμεσι καὶ ὡς τάχιστα βοηθεῖν, τήν τε τῶν χρημάτων αὐτῷ παρὰ τοῦ βασιλέως γενέσθαι περιβολήν, ἰσχυριζόμενος τὴν οἰκείαν ἀπολαβόντα ἀρχὴν ἀντικαταβάλλειν Ῥωμαίοις τὸ δάνειον. ὁ δὲ τοῦ Ῥωμαϊκοῦ βασιλεὺς μετὰ τῆς συμμαχίας τῶν ὅπλων καὶ τὴν τῶν χρημάτων αὐτῷ μεγίστην ῥοπὴν ἐχαρίζετο. ὁ τοίνυν Χοσρόης χειρογραφήσας τὸ δάνεισμα καὶ ἐς Μαυρίκιον ἀποστειλάμενος τὸν πολυτάλαντον τῶν χρημάτων ἐκομίζετο πλοῦτον, καὶ τοῦτον κατακερματίσας ταῖς περὶ αὐτὸν Περσικαῖς κατασπείρει δυνάμεσιν. 9. Ὅτι μετ' οὐ πολὺ τῷ Σαράμῃ ἐς βασιλέα γενέσθαι Χοσρόης προσέταττε καθικετεύων τὸν Καίσαρα Κομεντίολον τῆς στρατηγικῆς ἐπιστασίας ἀποβαλεῖν, ὡς οἷα δὴ ὑπὸ Κομεντιόλου προ 486 πηλακιζομένου, καὶ ταῖς ἀναβολαῖς τὰς ἀναβολὰς τῆς ἐπικουρίας ὑποφθείροντος. ὁ τοίνυν Σαράμης κατὰ τὸ προστεταγμένον αὐτῷ ἐς Βυζάντιον ἀφικνεῖται τήν τε πρεσβείαν διεξῆλθε τῷ αὐτοκράτορι. καὶ οὖν ὁ βασιλεὺς ἀποστράτηγον τῆς ἐπὶ Περσίδα καθόδου
228
Κομεντίολον ποιησάμενος Ναρσῇ, ὃς τοῦ στρατηγοῦ ὑπασπιστὴς ἐτύγχανεν ὤν, τὴν ἡγεμονίαν ἐντίθησιν. Ἕκτη δ' ἡμέρα, καὶ ὁ Μαυρίκιος λιθοκόλλητον ζώνην καὶ τιάραν βασιλικὴν κλίνας τε καὶ τραπέζας χρυσᾶς ἐς τὸ Δάρας τῷ Χοσρόῃ ἀπέστελλεν, πομπήν τε βασίλειον αὐτῷ συγκροτῶν ἐκ τῶν παρ' αὐτῷ δορυφόρων μεγαλοπρεπῶς μετεδίδου, ὅπως μὴ βασιλικῆς χηρεύων συντάξεως εὐκαταφρόνητος εἴη Ῥωμαίοις τε καὶ Πέρσαις. περιεστοιχίζετο γοῦν πάντοθεν βασιλικῇ δορυφορίᾳ Χοσρόης, ὁπόσῃ νόμος Ῥωμαίοις αὐτοκρατορικὰ σκῆπτρα γεραίρεσθαι. ὁρῶντες γοῦν οἱ Μῆδοι ὁπόση τῷ Χοσρόῃ ὑπὸ τοῦ αὐτοκράτορος ῥώμη περιεκέχυτο, τὴν γνώμην μεταναστευσάμενοι, χαίρειν φράσαντες τῇ τυραννίδι προσεχώρουν Χοσρόῃ. καὶ τοῦ μὲν Βαρὰμ ὁσημέραι τὸ συμμαχικὸν κατησθένει, τῷ δὲ Χοσρόῃ κατὰ νοῦν ἐχώρει τὰ πράγματα, καταλιπαινομένης αὐτῷ τῆς δυνάμεως. διανοεῖται γοῦν παραυτίκα Χοσρόης τῷ Μαυρικίῳ εὐνουστάτην πρᾶξιν ἐνδείξασθαι. διὸ ἐν βασιλικῇ διφθέρᾳ τὴν πόλιν Δάρας ὑπήκοον ἐγγράφεται προῖκα Μαυρικίῳ τόν τε Δολαύζαν τὸν σατράπην, ἄνδρα ἀπόβλεπτον, ἐς Βυζάντιον στέλλει τὰς κλεῖς οἰσόμενον τοῦ πολίσματος τήν τε ἐν γράμμασι δωρεάν. ὁ μὲν οὖν πρέσβις ἐπὶ τὸ βασίλειον ἄστυ γενόμενος παρεδίδου Ῥωμαίοις τὸ πόλισμα καὶ ἐς λόγους πρὸς τὸν αὐτοκράτορα ἧκεν· ὁ δὲ Μαυρίκιος δώροις βασιλικοῖς μεγαλύνας τοῦτον τὴν τῶν προαπαγγελθέντων ὠχύρου καὶ αὖθις ὑπόσχεσιν, παῖδα Χοσρόην ἀποκαλῶν. 10. Ὅτι ὁ Χοσρόης δεδοικὼς μή που δολοφονία τις ὑποσταίη αὐτῷ ὑπὸ τῶν ἐγχωρίων, ἐδεῖτο Μαυρικίου ἐς τὴν τοῦ σώματος φρουρὰν χιλίους ἐκ τοῦ ὁπλιτικοῦ παραπέμπεσθαι. ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς σωματοφύλακας ἐς Χοσρόην ἐξέπεμπεν. 11. Ὅτι ὁ Μαυρίκιος ἕως τοῦ Ἑβδόμου ὀνομαζομένου ἐλθὼν (ἠκηκόει γὰρ ὡς τὸ Οὐννικὸν ἐκστρατεύει) καὶ ἀκηκοὼς Δαλαυζᾶν τὸν Πέρσην ἥκοντα ὡς αὐτὸν παλινδρομεῖ πρὸς τὸ βασίλειον ἄστυ, 487 διαθείς τε ὡς ἐνῆν ἐπιδεξίως τὴν τῆς πρεσβείας ἀξίωσιν τοῦ σκοποῦ αὖθις τῆς ἐκδημίας ἀπήρχετο. 12. Ὅτι τρίτη ἡμέρα, καὶ πρέσβεις ὑπὸ τοῦ βασιλείου ἐξεπέμποντο ἄστεος, ἥ τε ἀξίωσις ὑπὸ τῆς συγκλήτου ἐς τὸν βασιλέα ἐγίγνετο· ἡ δὲ ὑπόθεσις τὴν ἐπανάζευξιν τῆς βασιλέως ἐκδημίας ἐθήρα λαβεῖν. ὁ δὲ μηδὲν προσηκάμενος τῆς πρεσβείας παλιννοστεῖν προστάττει τοῖς πρέσβεσιν. 13. Ὅτι πρὸς τῇ Ἀγχιαλῷ τὸν χάρακα ὁ Μαυρίκιος διαγραψάμενος ἡμέρας τε πέντε πρὸς ταῖς δέκα ἐνθαδὴ τὴν διατριβὴν ποιησάμενος ἐς τὸ βασίλειον ἄστυ ἐπάνεισιν, ἥκειν ἀκούσας ὑπὸ τοῦ Περσῶν βασιλέως ἐς Βυζάντιον πρέσβεις. τρίτη δὲ ἡμέρα, καὶ οἱ τῆς Κελτικῆς Ἰβηρίας πρέσβεις ἐς τὸ βασίλειον παραγίνονται ἄστυ· αἱ δὲ προσηγορίαι τοῖς πρέσβεσι Βόσος καὶ Βέττος. τούτους ὁ τοῦ ἔθνους δυνάστης (Φράγγοι δὲ οὗτοι τῇ νεωτέρᾳ γλώσσῃ κατονομάζονται. ὄνομα δὲ Θεοδώριχος αὐτῷ) ἐς βασιλέα ἐξέπεμπεν ἠξίου τε συνθήκαις φορολογίας τῷ Ῥωμαϊκῷ συμμαχῆσαι καὶ δώροις ἀνελέσθαι τὸν πρὸς Χαγάνον πόλεμον. ὁ μὲν οὖν αὐτοκράτωρ τοὺς πρέσβεις φιλοφρονησάμενος δώροις ἀπόμισθον τὴν ξυμμαχίαν ἐκέλευε Φράγγους παρέχεσθαι, ἀργυρολογεῖσθαι τὸ Ῥωμαϊκὸν ὑπὸ τῶν βαρβάρων οὐκ ἀνεχόμενος. Ὁ δὲ Χαγάνος ἐπενθήκας λαμβάνειν τὰς συνθήκας ἐξῄτει τὸν βασιλέα. ἐπεὶ δὲ ὁ αὐτοκράτωρ τοῖς λόγοις τοῦ βαρβάρου ὤτων οὐκ ἐδίδου βαλβῖδα, ἀντελάμβανε παραυτίκα τὸν πόλεμον. 14. Ὅτι ὁ Πρίσκος δέκα καὶ πέντε ποιησάμενος χάρακας τόν τε Ἴστρον διαπεραιωθεὶς ποταμὸν τετάρτῃ ἡμέρᾳ εἰς Νόβας τὰς ἄνω παραγίνεται. ὁ δὲ Χαγάνος τοῦτο μεμαθηκὼς ὡς τὸν Πρίσκον πρέσβεις ἐξέπεμψε τήν τε αἰτίαν ἐξηρευνᾶτο μαθεῖν τῆς τῶν Ῥωμαίων ἀφίξεως. ὁ δὲ στρατηγὸς τοὺς τόπους ἔφασκεν εὐφυεῖς ἐς κυνηγέσια πεφυκέναι, ἱππασίμους τε καὶ λίαν ἐνύδρους. ὁ δὲ Χαγάνος ἐδήλου ἐπ' ἀλλοτρίας γῆς ἐπιβαίνειν Ῥωμαίους, παρασπονδῆσαί τε Πρίσκον, καὶ ἀοράτως τὴν εἰρήνην ὑπ' αὐτοῦ περισχίζεσθαι. ἔφασκε τοίνυν ὁ Πρίσκος Ῥωμαϊκὸν ὑπεῖναι τὸ ἔδαφος, ὁ δὲ βάρβαρος ὅπλοις καὶ νόμοις πολέμων Ῥωμαίους ἀποκτήσασθαι τοῦτο. τοῦ τοίνυν Χαγάνου ζυγομαχοῦντος καὶ 488 διαμφιβάλλοντος περὶ τούτων τῶν τόπων, φασὶ τὸν Πρίσκον τὴν ἐκ τῆς ἕω ἀπόδρασιν ὀνειδίσαι Χαγάνῳ. θέρους γὰρ ἐνεστῶτος ὁ πρὸς τῇ ἕῳ ὑπὸ τῶν Τούρκων Χαγάνος ὑμνούμενος πρέσβεις ἐξέπεμψε Μαυρικίῳ βασιλεῖ ἐπιστολήν τε συντεταχὼς ἐπινίκια ἐχάραττεν ἐν αὐτῇ. ἡ δὲ τῆς ἐπιστολῆς ἐπιγραφὴ
229
εἶχεν ἐπὶ λέξεως οὕτως· τῷ βασιλεῖ τῶν Ῥωμαίων ὁ Χαγάνος ὁ μέγας δεσπότης ἑπτὰ γενεῶν καὶ κύριος κλιμάτων τῆς οἰκουμένης. 15. Ὅτι τοῦ ἦρος ἀνίσχοντος, μελλούσης δὲ ἐπιβήσεσθαι τῆς μεγάλης τῶν Χριστιανῶν ἑορτῆς καὶ πάθος ὁμοῦ καὶ ἀνάστασιν τοῦ σωτῆρος ἑορτάζειν θεοῦ, τοῦ τε λιμοῦ τοὺς Ῥωμαίους καταπιέζοντος, παραδόξῳ προνοίᾳ τινὶ ὁ Χαγάνος πρὸς τοὺς Ῥωμαίους πρεσβεύεται. ἡ δὲ ἀξίωσις ἦν λύσιν τῷ λιμῷ ἐπιθεῖναι. ὁ μὲν οὖν Πρίσκος ἐπὶ τῷ καινοπρεπεῖ τῆς ἀξιώσεως διηπόρει τε καὶ ἠπίστει· ἐπεὶ δὲ πίστεις Ῥωμαῖοί τε καὶ βάρβαροι ἔδοσαν καὶ ἀντελάμβανον, πενθημέρους σπονδὰς συστησάμενοι τὴν ἀφοβίαν ἐπραγματεύοντο. ἁμάξαις τοιγαροῦν ὁ Χαγάνος ἐπισιτισμὸν λιμώττουσι τοῖς Ῥωμαίοις παρείχετο. διὰ τοῦτο μέχρι τῶν χρόνων τῶν καθ' ἡμᾶς τῶν παραδοξολογουμένων τὰ τῆς βαρβαρικῆς φιλανθρωπίας ταύτης καθέστηκεν. τετάρτη δὲ ἡμέρα, καὶ τῆς Ῥωμαϊκῆς δυνάμεως εὐσθενούσης τοῖς πρὸς ζωὴν ἀναγκαιοτάτοις τῷ βίῳ, ὁ Χαγάνος πρέσβεις ἐξέπεμψεν Ἰνδικὰς ὑπὸ τοῦ Πρίσκου λαβεῖν ἀξιῶν καρυκείας. ὁ μὲν οὖν Πρίσκος τοῦ βαρβάρου τὴν ἀξίωσιν ἐθεράπευε πέπερί τε ἐξέπεμψε καὶ φύλλον Ἰνδικὸν κασσίαν τε καὶ τὸ λεγόμενον κόστον. ὁ δὲ ἀπολαβὼν τὰς Ῥωμαϊκὰς δωρεάς, καταρωματισάμενος ἥσθη λίαν περιχαρῶς. γίνεται οὖν ἀπόμαχος μέχρι ὅτου Ῥωμαίοις ἡ δημοτελὴς ἐκείνη καὶ μεγάλη πανήγυρις ἐπεπέραστο. συνηλίζοντο τοιγαροῦν τὰ ἀντίθετα, καὶ οὐκ ἦν δέος ἐν ἑκατέραις δυνάμεσιν. οὐκοῦν ἀποτερματιζούσης τῆς ἑορτῆς ἀγγέλους ὁ Χαγάνος ἐξέπεμπε διακρίνεσθαι ἀπ' ἀλλήλων ἀξιῶν τὰς δυνάμεις. 16. Ὅτι ὁ Χαγάνος μετὰ τὴν πέμπτην ἧτταν καταπολεμηθεὶς ὑπὸ Ῥωμαίων, πρίν τι τὸν αὐτοκράτορα τῶν γεγενημένων ἐν εἰδήσει γενέσθαι, πρέσβεις ἐς Μαυρίκιον ἔπεμψεν ἀναλαβεῖν τοὺς ζωγρηθέντας πειρώμενος. ἦσαν δὲ χιλιάδες ἑπτακαίδεκα πρὸς τοῖς διακοσίοις. ὁ δὲ Μαυρίκιος ταῖς ἀπειλαῖς τοῦ βαρβάρου καταπλα 489 γεὶς καὶ τοῖς λόγοις ἀποβουκολούμενος δι' ἐπιστολέως τῷ Πρίσκῳ προσέταξεν ἀποδοῦναι τοὺς ζωγρηθέντας τῷ Χαγάνῳ Ἀβάρους. οὕτω μὲν οὖν ἀπὸ τῆς Τόμεως ἀνεδίδοντο τῷ Χαγάνῳ οἱ βάρβαροι. Τέλος τῆς ἱστορίας Θεοφυλάκτου. Περὶ πρέσβεων ἐθνικῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Προκοπίου Καισαρέως. 1. Ὅτι ὁ Καβάδης ὁ τῶν Περσῶν βασιλεὺς μετὰ τὴν κάθοδον τὴν ἐς τὰ βασίλεια ὀλίγῳ ὕστερον χρήματα τῷ Ἐφθαλιτῶν βασιλεῖ ὦφλεν, ἅπερ ἐπεὶ ἀποτιννύναι οὐχ οἷός τε ἦν, Ἀναστάσιον τὸν Ῥωμαίων αὐτοκράτορα ᾔτει ταῦτά οἱ δανεῖσαι τὰ χρήματα. ὁ δὲ κοινολογησάμενος τῶν ἐπιτηδείων τισὶν ἐπυνθάνετο εἴ γέ οἱ ταῦτα ποιητέα εἴη. οἵπερ αὐτὸν τὸ συμβόλαιον ποιεῖσθαι οὐκ εἴων. ἀξύμφορον γὰρ ἀπέφαινον εἶναι βεβαιοτέραν τοῖς πολεμίοις χρήμασιν οἰκείοις ἐς τοὺς Ἐφθαλίτας τὴν φιλίαν ποιήσασθαι, οὓς δὴ ἐς ἀλλήλους ξυγκρούειν ὅτι μάλιστα σφίσιν ἄμεινον εἶναι. διὸ δὴ Καβάδης ἐξ αἰτίας οὐδεμιᾶς ἔγνω ἐπὶ Ῥωμαίους στρατεύεσθαι. καὶ πρῶτα μὲν αὐτάγγελος Ἀρμενίων τῇ χώρᾳ ἐπῆλθε καὶ αὐτῆς τὰ πολλὰ ἐξ ἐπιδρομῆς ληϊσάμενος ἐς Ἄμιδαν πόλιν ἐν Μεσοποταμίᾳ κειμένην ἐκ τοῦ αἰφνιδίου ἀφίκετο καὶ ταύτην ἐπολιόρκει. 2. Ὅτι οἱ Πέρσαι οἱ ἐν τῇ Ἀμίδῃ οὐκ ἔχοντες τίνες ἂν ἐν τοῖσδε τοῖς δεινοῖς γένοιντο, τὴν μὲν ἀπορίαν τῶν ἀναγκαίων ἐς τὸ ἀκριβὲς ἔκρυπτον δόκησιν παρέχοντες ὡς πάντων σφίσι τῶν ἐπιτηδείων ἀφθονία εἴη, ἐς· δὲ τὰ οἰκεῖα ξὺν τῷ εὐπρεπεῖ λόγῳ ἀναχωρεῖν ἤθελον. καὶ οἱ Ῥωμαῖοι ὡσαύτως ἀπαλλάσσεσθαι ἤθελον. γίνονται οὖν ἐν ἀμφοτέροις λόγοι, ἐφ' ᾧ δὴ Πέρσαι λίτρας χρυσίου χιλίας λαβόντες ἀποδώσουσι Ῥωμαίοις τὴν πόλιν, ἑκάτεροί τε ἄσμενοι τὰ ξυγκείμενα ἐπιτελῆ ἐποίουν, τά τε χρήματα λαβὼν ὁ τοῦ Γλώνου υἱὸς Ἄμιδαν Ῥωμαίοις παρέδωκεν. Γλώνης γὰρ ἤδη ἐτετελευτήκει. 3. Ὅτι οἱ Πέρσαι τοῦ πρὸς Οὔννους πολέμου σφίσι μηκυνομένου ἐς σπονδὰς Ῥωμαίοις ξυνίασιν, αἵπερ αὐτοῖς ἐς ἑπτὰ ἔτη ἐγένοντο, Κέλερός τε τοῦ Ῥωμαίου καὶ Ἀσπευέδου τοῦ Πέρσου αὐτὰς ποιησαμένων. 4. Ὅτι κατὰ τὰς Κασπίας καλουμένας πύλας ὁ Φιλίππου Ἀλέξανδρος πύλας τεκτηνάμενος φυλακτήριον κατεστήσατο. ὃ δὴ ἄλλοι τε πολλοὶ προϊόντος τοῦ χρόνου ἔσχον καὶ
230
Ἀμβαζούκης, Οὖννος μὲν τὸ γένος, Ῥωμαίοις τε καὶ Ἀναστασίῳ βασιλεῖ φίλος.οὗτος ἐπειδὴ ἐς γῆρας ἀφῖκτο βαθὺ καὶ τελευτᾶν ἔμελλε, πέμψας παρὰ τὸν Ἀναστάσιον χρήματά οἱ δοθῆναι ᾔτει, ἐφ' ᾧ τό τε φυλακτήριον καὶ πύλας τὰς Κασπίας ἐνδώσει Ῥωμαίοις. βασιλεὺς δὲ Ἀναστάσιος (δρᾶν γὰρ ἀνεπισκέπτως οὔτε ἠπίστατο οὔτε εἰώθει) λογισάμενος ὅτι οἱ στρατιώτας ἐνταῦθα ἐκτρέφειν ἀδύνατα ἦν ἐν χωρίῳ ἐρήμῳ τε ἀγαθῶν ἁπάντων καὶ οὐδαμῆ ἐν γειτόνων ἔχοντι ἔθνος Ῥωμαίοις κατήκοον, χάριν μὲν τῷ ἀνθρώπῳ τῆς ἐς αὐτὸν εὐνοίας πολλὴν ὡμολόγει, τὸ δὲ ἔργον τοῦτο οὐδενὶ λόγῳ προσίετο. Ἀμβαζούκης μὲν οὖν οὐ πολλῷ ὕστερον ἐτελεύτα νόσῳ, Καβάδης δὲ βιασάμενος τοὺς αὐτοῦ παῖδας ἔσχε τὰς πύλας. 5. Ὅτι μετὰ θάνατον Ἀναστασίου τὴν βασιλείαν κατασχόντος Ἰουστίνου μέριμνά τις Καβάδῃ ἐγένετο, μή τι Πέρσαι νεωτερίσωσιν εἰς τὸν αὐτοῦ οἶκον, ἐπειδ' ἂν αὐτὸς τελευτήσῃ τὸν βίον. ἐπεὶ δὲ ἀντιλογίας χωρὶς ἐς τῶν παίδων τινὰ τὴν ἀρχὴν παραπέμψαι ἔμελλεν, ἔδοξεν αὐτῷ τόν τε πόλεμον καὶ τὰς τοῦ πολέμου αἰτίας διαλῦσαι Ῥωμαίοις, ἐφ' ᾧ Χοσρόης παῖς ἐσποιητὸς Ἰουστίνῳ βασιλεῖ γένοιτο. οὕτω γάρ οἱ μόνως τὸ ἐχυρὸν ἐπὶ τῇ ἀρχῇ διασώσασθαι. διὸ δὴ πρέσβεις τε ὑπὲρ τούτων καὶ γράμματα ἐς Βυζάντιον Ἰουστίνῳ βασιλεῖ ἔπεμψεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· οὐ δίκαια μὲν πεπονθέναι πρὸς Ῥωμαίων ἡμᾶς καὶ αὐτὸς οἶσθα. ἐγὼ δὲ ὑμῖν τὰ ἐγκλήματα πάντα ἀφεῖναι παντελῶς ἔγνωκα ἐκεῖνο εἰδώς, ὡς οὗτοι ἂν μάλιστα τῶν ἀνθρώπων νικῷεν, οἵ γε προσόντος αὐτοῖς τοῦ δικαίου εἶτα ἐλασσούμενοι ἑκόντες εἶναι τῶν φίλων ἡσσῶνται. χάριν μέντοι αἰτοῦμαί σε ὑπὲρ τούτων τινά, ἣ ἂν οὐχ ἡμᾶς αὐτοὺς μόνον, ἀλλὰ καὶ τὸ ἑκατέρου ὑπήκοον ἅπαν ἔς τε τὸ ξυγγενὲς ξυνδέουσα καὶ τὴν ἀπ' αὐτοῦ ὡς τὸ εἰκὸς εὔνοιαν ἐς κόρον δήπου τῶν τῆς εἰρήνης ἀγαθῶν καταστήσεσθαι ἱκανὴ εἴη. λέγω 491 δὲ ὅπως ἂν Χοσρόην τὸν ἐμόν, ὅς μοι τῆς βασιλείας διάδοχος ἔσται, εἰσποιητὸν παῖδα ποιήσαις. ταῦτα ἐπεὶ ἀπενεχθέντα βασιλεὺς Ἰουστῖνος εἶδεν, αὐτός τε περιχαρὴς γέγονε καὶ Ἰουστινιανὸς ὁ βασιλέως ἀδελφιδοῦς, ὃς δὴ αὐτῷ καὶ τὴν βασιλείαν ἐκδέξασθαι ἐπίδοξος ἦν, καὶ κατὰ τάχος ἐς τὴν πρᾶξιν ἠπειγέσθην τὴν εἰσποίησιν ἐν γράμματι θέσθαι, ᾗ νόμος Ῥωμαίοις, εἰ μὴ Πρόκλος ἐκώλυσεν, ὃς βασιλεῖ τότε παρήδρευε τὴν τοῦ καλουμένου κοιαίστωρος ἀρχὴν ἔχων, ἀνὴρ δίκαιός τε καὶ χρημάτων διαφανῶν ἀδοξότατος. ὃς καὶ τότε ἀνταίρων ἔλεξεν ὧδε· νεωτέροις μὲν ἐγχειρεῖν πράγμασιν οὐδὲ εἴωθα, ἄλλως δέδοικα πάντων μάλιστα εὖ εἰδώς, ὅτι ἐν τῷ νεωτεροποιῷ τό γε ἀσφαλὲς οὐδαμῶς σώζεται. δοκῶ δέ μοι, εἰ καὶ λίαν τις ἦν περὶ ταῦτα θρασύς, ἀποκνῆσαι ἂν ἐς τήνδε τὴν πρᾶξιν καὶ κατορρωδῆσαι τὸν ἐξ αὐτῆς σάλον. οὐ γὰρ ἄλλο οἶμαι οὐδὲν ἔν γε τῷ παρόντι ὑμῖν ἐν βουλῇ εἶναι, ἢ ὅπως ἂν τὰ Ῥωμαίων πράγματα Πέρσαις εὐπρεπεῖ παραδοίημεν λόγῳ, οἵ γε οὐκ ἐγκρυφιάζοντες οὐδὲ παραπετάσμασί τισι χρώμενοι, ἀλλὰ διαρρήδην ὁμολογοῦντες τὸ βούλευμα οὕτως ἀναίδην ἀφαιρεῖσθαι τὴν βασιλείαν ὑμᾶς ἀξιοῦσι, τῷ μὲν τῆς ἀπάτης φανερῷ τὴν ὠφέλειαν προισχόμενοι, λόγῳ δὲ ἀναιδεῖ τὴν ἀπραγμοσύνην προβεβλημένοι. καίτοι ἐχρῆν ἑκάτερον ὑμῶν ταύτην τῶν βαρβάρων τὴν πεῖραν παντὶ ἀποκρούεσθαι σθένει· σὲ μέν, ὦ βασιλεῦ, ὅπως δὴ μὴ Ῥωμαίων εἴης βασιλεὺς ὕστατος, σὲ δέ, ὦ στρατηγέ, ὅπως ἂν μὴ σαυτῷ ἐς τὴν βασιλείαν ἐμποδὼν γένοιο. τὰ μὲν γὰρ ἄλλα σοφίσματα λόγων ὡς ἐπὶ πλεῖστον σεμνότητι καλυπτόμενα ἴσως ἄν που καὶ ἑρμηνέως τοῖς πολλοῖς δέοιτο, αὕτη δὲ ἄντικρυς ἐκ προοιμίων εὐθὺς ἡ πρεσβεία τῷ Ῥωμαίων βασιλεῖ Χοσρόην τοῦτον, ὅστις ποτέ ἐστι, κληρονόμον εἰσποιεῖν βούλεται. οὕτως γάρ μοι περὶ τούτων διαλογίζεσθε. φύσει τοῖς παισὶ τὰ τῶν πατέρων ὀφείλεται, οἵ τε νόμοι τῷ διαλλάσσοντι ἀλλήλοις ἀεὶ ἐν πᾶσιν ἀνθρώποις μαχόμενοι ἐνταῦθα ἔν τε Ῥωμαίοις καὶ πᾶσι βαρβάροις ξυνίασί τε καὶ ξυνομολογοῦντες ἀλλήλοις κυρίους ἀποφαίνουσι τοὺς παῖδας εἶναι τοῦ τοῦ πατρὸς κλήρου, ὥστε τὰ πρῶτα ἑλομένοις ὑμῖν πάντα λελείψεται τὰ λοιπὰ ξυγχωρεῖν. Οὗτος μὲν τοσαῦτα εἶπεν, βασιλεὺς δὲ καὶ ὁ βασιλέως ἀδελ 492 φιδοῦς τούς τε λόγους ἐνεδέχοντο καὶ τὸ πρακτέον ἐν βουλῇ ἐποιοῦντο. ἐν τούτῳ δὲ καὶ ἄλλα Καβάδης γράμματα πρὸς Ἰουστῖνον βασιλέα ἐκπέμψας ἄνδρας τε αὐτὸν στεῖλαι δοκίμους ἠξίου, ἐφ' ᾧ τὴν εἰρήνην πρὸς αὐτὸν θήσονται, καὶ γράμμασι τὸν τρόπον σημῆναι, καθ' ὃν ἂν αὐτῷ τὴν τοῦ παιδὸς εἰσποίησιν θέσθαι βουλομένῳ εἴη. καὶ τότε δὴ Πρόκλος ἔτι μᾶλλον ἢ πρότερον τὴν Περσῶν πεῖραν διέβαλλεν, μέλειν τε αὐτοῖς ἰσχυρίζετο, ὅπως δὴ τὸ Ῥωμαίων κράτος σφίσιν αὐτοῖς ὡς ἀσφαλέστατα
231
προσποιήσωνται, καὶ γνώμην ἀπέφαινε τὴν μὲν εἰρήνην αὐτοῖς αὐτίκα δὴ μάλα περαίνεσθαι, ἄνδρας δὲ τοὺς πρώτους ἐκ βασιλέως ἐπ' αὐτῇ στέλλεσθαι, οὓς δὴ δεήσει πυνθανομένῳ τῷ Καβάδῃ, καθ' ὅ τι δεῖ τὴν εἰσποίησιν Χοσρόῃ γενέσθαι, διαρρήδην ἀποκρίνασθαι, ὅτι δὴ ὡς βαρβάρῳ προσήκει. δηλονότι οὐ γράμμασιν οἱ βάρβαροι τοὺς παῖδας ποιοῦνται, ἀλλ' ὅπλων σκευῇ. οὕτω τοίνυν τοὺς πρέσβεις Ἰουστῖνος ὁ βασιλεὺς ἀπεπέμψατο ἄνδρας τοὺς Ῥωμαίων ἀρίστους πέμψαι σφίσιν οὐκ ἐς μακρὰν ὑποσχόμενος, οἳ τά τε ἀμφὶ τῇ εἰρήνῃ καὶ τῷ Χοσρόῃ ὡς ἄριστα διοικήσονται, γράμμασί τε Καβάδην κατὰ ταῦτα ἠμείψατο. 6. Ὅτι ὁ τῶν Περσῶν βασιλεὺς ἐπέστελλε τοῖς Ἴβηρσι τὰ νόμιμα τῆς αὐτοῦ πολιτείας τηρεῖν. διὸ Γουργένης ὁ βασιλεὺς αὐτῶν προσχωρεῖν Ἰουστίνῳ βασιλεῖ ἤθελε τά τε πιστὰ ἠξίου λαβεῖν, ὡς οὔποτε Ἴβηρας καταπροήσονται Πέρσαις Ῥωμαῖοι. ὁ δὲ ταῦτά τε αὐτῷ ξὺν προθυμίᾳ πολλῇ ἐδίδου καὶ Πρόβον τὸν Ἀναστασίου τοῦ βεβασιλευκότος ἀδελφιδοῦν, ἄνδρα πατρίκιον, ξὺν χρήμασι πολλοῖς ἐς Βόσπορον ἔπεμψεν, ἐφ' ᾧ στράτευμα Οὔννων χρήμασιν ἀναπείσας Ἴβηρσι πέμπει ἐς ξυμμαχίαν. οἱ δὲ Βοσπορῖται αὐτόνομοι μὲν τὸ παλαιὸν ᾤκουν, Ἰουστίνῳ δὲ βασιλεῖ ἔναγχος προσχωρεῖν ἔγνωσαν. ἐπεὶ δὲ Πρόβος ἄπρακτος ἐνθένδε ἀνεχώρησε, Πέτρον στρατηγὸν ξὺν Οὔννοις τισὶν ἐς Λαζικὴν βασιλεὺς ἔπεμψε Γουργένῃ ὅση δύναμις ξυμμαχήσοντα. 7. Ὅτι Βελισάριος στρατηγὸς τῆς ἑῴας κατεστάθη. ὅσπερ ἐπεί τε ἐς Χοσρόην καὶ Πέρσας ἦλθε, δεινῶς ἤσχαλλον, καὶ αὐτοῖς τὴν εἰρήνην ἐς Ῥωμαίους πεποιημένοις μετέμελεν ἤδη, ὅτι δὴ αὐτοῖς τὴν δύναμιν ἐπὶ μέγα χωρεῖν ᾔσθοντο. πέμψας τε ὁ Χοσρόης ἐς Βυζάντιον πρέσβεις ξυγχαίρειν τε Ἰουστινιανῷ ἔφασκε καὶ τὸ μέρος λαβεῖν ξὺν γέλωτι δῆθεν τῶν ἐκ Λιβύης λαφύρων 493 ἠξίου, ὅτι δὴ οὐκ ἄν ποτε Βανδήλων τῷ πολέμῳ περιέσεσθαι ἴσχυσεν, εἰ μὴ αὐτῷ Πέρσαι ἐσπείσαντο. τότε μὲν οὖν Χοσρόην Ἰουστινιανὸς χρήμασι δωρησάμενος τοὺς πρέσβεις οὐκ ἐς μακρὰν ἀπεπέμψατο. 8. Ὅτι Χοσρόης μαθὼν ὡς καὶ Ἰταλίαν Βελισάριος Ἰουστινιανῷ προσποιεῖν ἤρξατο οὐκ ἔτι κατέχειν οἷός τε ἦν τὴν διάνοιαν, ἀλλὰ σκήψεις ἐπινοεῖν ἤθελεν, ὅπως δὴ λόγῳ τινὶ εὐπρεπεῖ τὰς σπονδὰς λύσειεν. ὑπὲρ ὧν κοινολογησάμενος Ἀλαμουνδάρῳ ἐκέλευεν αὐτὸν ξυμπορίζεσθαι πολέμου αἰτίας. ὁ δὲ Ἀρέθᾳ ἐπικαλέσας, ὅτι αὐτὸν περὶ γῆς ὁρίων βιάζοιτο, ἐς χεῖράς τε αὐτῷ ἐν σπονδαῖς ἦλθε καὶ γῆν τῶν Ῥωμαίων ἐπὶ ταύτῃ τῇ σκήψει καταθεῖν ἤρξατο ἔφασκέ τε, ὡς αὐτὸς οὐ λύει τὰς Περσῶν τε καὶ Ῥωμαίων σπονδάς, ἐπεὶ αὐτὸν ἐς ταύτας οὐδέτεροι ἐσεγράψαντο. καὶ ἦν δὲ οὕτως. οὐ γάρ τις πώποτε Σαρακηνῶν λόγος ἐν σπονδαῖς γέγονεν ἅτε ξυνεχομένων τῷ Περσῶν τε καὶ Ῥωμαίων ὀνόματι. αὕτη δὲ ἡ χώρα, ἣ δὴ πρὸς ἑκατέρων τῶν Σαρακηνῶν ἀντελέγετο, Στράτα μὲν κέκληται, Παλμύρας δὲ πόλεως πρὸς νότον τέτραπται δένδρον ἤ τι τῶν ἐν τοῖς ληίοις ἀγαθῶν οὐδαμῆ φέρουσα (ἡλιόκαυστος γὰρ ὑπερφυῶς ἐστι) προβάτων δέ τισιν ἐκ παλαιοῦ ἀνειμένη νομαῖς. Ἀρέθας μὲν οὖν Ῥωμαίων ἰσχυρίζετο εἶναι τὸν χῶρον τῷ τε ὀνόματι τεκμηριούμενος, οὗ δὴ πρὸς πάντων ἄνωθεν ἔτυχεν (στράτα γὰρ ἡ ἐστρωμένη ὁδὸς τῇ Λατίνων καλεῖται φωνῇ) καὶ μαρτυρίαις παλαιοτάτων ἀνδρῶν χρώμενος. Ἀλαμούνδαρος δὲ φιλονεικεῖν μὲν ὑπὲρ τοῦ ὀνόματος ἥκιστα ἐδικαίου, μισθοὺς δέ οἱ τοῦ ἐνταῦθα νομοῦ ἐκ παλαιοῦ ἔφασκε τοὺς τὰ πρόβατα κεκτημένους διδόναι. διὸ δὴ ὁ Ἰουστινιανὸς Στρατηγίῳ πατρικίῳ καὶ τῶν βασιλικῶν θησαυρῶν ἄρχοντι, ἄλλως δὲ ξυνετῷ καὶ εὐπατρίδῃ, ἔτι μέντοι καὶ Σούμμῳ τῶν ἐν Παλαιστίνῃ στρατιωτῶν ἡγησαμένῳ, τὴν τῶν ἀντιλεγομένων ἐπέτρεψε δίαιταν. ὁ δὲ Σοῦμμος Ἰουλιανοῦ ἀδελφὸς ἦν, ὃς ὀλίγῳ ἔμπροσθεν ἐς Αἰθίοπας καὶ Ὁμηρίτας ἐπρέσβευσε. καὶ αὐτοῖν ἅτερος μὲν Σοῦμμος μὴ χρῆναι Ῥωμαίους καταπροίεσθαι τὴν χώραν ἠξίου, Στρατήγιος δὲ βασιλέως ἐδεῖτο μὴ χώρας τινὸς ἕνεκα βραχείας τε καὶ ὡς ἥκιστα λόγου ἀξίας, ἀλλ' ἀγόνου τε καὶ ἀκάρπου παντάπασιν οὔσης, Πέρσαις πολεμησείουσι σκήψεις τοῦ πολέμου χαρίζεσθαι. Ἰουστινιανὸς μὲν 494 ταῦτα ἐν βουλῇ ἐποιεῖτο, καὶ χρόνος πολὺς ταύτῃ δὴ τῇ διαίτῃ ἐτρίβη. Χοσρόης δὲ ὁ Περσῶν βασιλεὺς λελύσθαι πρὸς Ἰουστινιανοῦ τὰς σπονδὰς ἔφασκε πολλὴν ἐπιβουλὴν ἐς οἶκον τὸν αὐτοῦ ἄρτι ἐνδειξαμένου, οἷς δὴ ἑταιρίζεσθαι Ἀλαμούνδαρον ἐν σπονδαῖς ἐνεχείρησε. Σοῦμμον γὰρ ἔναγχος ἐπὶ διαίτῃ δῆθεν τῷ λόγῳ παρ' αὐτὸν ἥκοντα ἐπαγγελίαις αὐτὸν περιελθεῖν μεγάλων
232
χρημάτων, ἐφ' ᾧ προσχωρήσοι Ῥωμαίοις, γράμματά τε προίσχετο, ἃ δὴ πρὸς Ἀλαμούνδαρον ὑπὲρ τούτων Ἰουστινιανὸς ἔγραψεν. καὶ πρὸς Οὔννων δέ τινας ἰσχυρίζετο αὐτὸν ἐπιστολὴν πέμψαι ἐγκελευομένην αὐτοῖς ἐσβάλλειν τε ἐς τὴν Περσῶν γῆν καὶ τοῖς ἐκείνη χωρίοις ἐπὶ πλεῖστον λυμήνασθαι· ἣν δή οἱ τοὺς Οὔννους αὐτοὺς ἔφασκεν ἐγχειρίσαι ἐς ὄψιν ἐλθόντας. ταῦτα Χοσρόης τοῖς Ῥωμαίοις ἐπικαλῶν τὰς σπονδὰς λύειν διενοεῖτο. εἰ μέντοι αὐτὰ λέγοντί οἱ ἀληθίζεσθαι ξυνέβαινεν, οὐκ ἔχω εἰπεῖν. 9. Ὅτι Οὐιττίγης ὁ τῶν Γότθων ἡγούμενος ἤδη τῷ πολέμῳ κεκακωμένος πρέσβεις δύο παρὰ Χοσρόην ἔπεμψεν ἀναπείσοντας ἐπὶ Ῥωμαίους στρατεύεσθαι, οὐ Γότθους μέντοι πρέσβεις, ὅπως μὴ κατάδηλοι αὐτόθεν γενόμενοι ξυγχέωσι τὰ πραττόμενα, ἀλλὰ Λιγούρους ἱερεῖς χρήμασιν ἁδροῖς ἐς ταύτην ἠγμένους τὴν πρᾶξιν. ὧν ἅτερος μέν, ὅσπερ ἀξιώτερος ἔδοξεν εἶναι δόκησίν τε καὶ ὄνομα ἐπισκόπου περιβεβλημένος οὐδὲν αὐτῷ προσῆκον, ἐς τὴν πρεσβείαν καθίστατο, ὁ δὲ δὴ ἕτερος αὐτῷ ὑπηρετῶν εἵπετο, ὁδῷ τε ἰόντες ἐς τὰ ἐπὶ τῆς Θρᾴκης χωρία ἑταιρίζονταί τινα ἐνθένδε Σύρας τε καὶ τῆς Ἑλληνίδος φωνῆς ἑρμηνέα σφίσιν ἐσόμενον, ἅπαντάς τε Ῥωμαίους λαθόντες ἐς τὰ τῶν Περσῶν ἤθη ἀφίκοντο (ἅτε γὰρ ἐν σπονδαῖς καθεστῶτες οὐκ ἐς τὸ ἀκριβὲς ταύτη ἐφύλασσον) Χοσρόου τε ἐς ὄψιν ἐλθόντες ἔλεξαν ὧδε· τοὺς μὲν ἄλλους ἅπαντας, ὦ βασιλεῦ, πρέσβεις τῶν αὐτοῖς ἕνεκα ξυμφόρων ἐκ τοῦ ἐπὶ πλεῖστον ξυμβαίνει ἐς τὴν πρεσβείαν καθίστασθαι, ἡμᾶς δὲ Οὐίττιγις ὁ Γότθων τε καὶ Ἰταλιωτῶν βασιλεὺς ἔπεμψε λόγους ὑπὲρ τῆς σῆς ποιησομένους ἀρχῆς. καὶ αὐτὸν νόμιζε παρόντα σοι τὰ νῦν φθέγγεσθαι τάδε. εἴ τίς σε, ὦ βασιλεῦ, ξυνελὼν φαίη τήν τε σὴν βασιλείαν καὶ πάντας ἀνθρώπους Ἰουστινιανῷ προέσθαι, ὀρθῶς ἂν εἴποι. ὁ μὲν γὰρ νεωτεροποιός τε ὢν φύσει καὶ τῶν οὐδ' ὁπωστιοῦν αὐτῷ προσηκόντων ἐρῶν μένειν τε οὐ δυνάμενος ἐν τοῖς καθεστῶσι γῆν μὲν ἅπασαν ξυλλαβεῖν ἐπεθύμησεν, ἑκάστῃ 495 δὲ ἀρχὴν περιβαλέσθαι ἐν σπουδῇ ἔσχεν. εἶτα (οὐδὲ γὰρ Πέρσαις κατὰ μόνας ἐγχειρεῖν ἴσχυεν οὐδὲ Περσῶν οἱ ἀντιστατούντων οἷός τε ἦν ἐπ' ἄλλους ἰέναι) σὲ μὲν τῷ τῆς εἰρήνης παραπετάσματι ἐξαπατᾶν ἔγνω, τοὺς δὲ λοιποὺς βιαζόμενος μεγάλας δυνάμεις ἐπὶ τῇ σῇ ἀρχῇ ἑταιρίζεσθαι. Βανδήλων μὲν οὖν ἤδη καθελὼν τὴν δυναστείαν καὶ Μαυρουσίους καταστρεψάμενος, Γότθων αὐτῷ φιλίας ὀνόματι ἐκποδὼν ἱσταμένων, χρήματά τε μεγάλα καὶ σώματα πολλὰ ἐπαγόμενος ἐφ' ἡμᾶς ἥκει, ἔνδηλος δέ ἐστιν, ἢν καὶ Γότθους παντάπασιν ἐξελεῖν δύνηται, ὡς ξὺν ἡμῖν τε καὶ τοῖς ἤδη δεδουλωμένοις ἐπὶ Πέρσας στρατεύσει οὐδὲ τὸ τῆς φιλίας ἐννοῶν ὄνομα οὐδέ τι τῶν ὀμωμοσμένων ἐρυθριῶν. ἕως οὖν ἔτι σοι λείπεταί τις σωτηρίας ἐλπίς, μηδὲ ἡμᾶς ἐργάσῃ κακὸν περαιτέρω μηδέν, μηδὲ αὐτὸς πάθῃς, ἀλλ' ὅρα μὲν ἐν τοῖς ἡμετέροις κακοῖς, οἷα ὀλίγῳ ὕστερον ξυμβήσεται Πέρσαις, ἐνθυμοῦ δὲ ὡς Ῥωμαῖοι τῇ σῇ βασιλείᾳ εὔνοι μὲν οὐκ ἄν ποτε εἶεν, δυνάμει δὲ κρείσσους γενόμενοι οὐδὲν μελλήσουσι τὸ ἐς Πέρσας ἔχθος ἐνδείκνυσθαι. ἐν δέοντι τοίνυν τῇ ἐξουσίᾳ χρῆσαι, μὴ παυσαμένης ἐπιζητήσῃς. Ταῦτα ἐπεὶ Χοσρόης ἤκουσεν, εὖ τέ οἱ παραινεῖν Οὐίττιγις ἔδοξε καὶ λύειν τὰς σπονδὰς ἔτι μᾶλλον ἐν σπουδῇ εἶχε. φθόνῳ γὰρ εἰς βασιλέα Ἰουστινιανὸν ἐχόμενος λογίζεσθαι ὡς ἥκιστα ἔγνω, ὅτι δὴ πρὸς ἀνδρῶν Ἰουστινιανῷ δυσμενῶν μάλιστα οἱ λόγοι ἐς αὐτὸν γένοιντο, ἀλλὰ τῷ βούλεσθαι ἐς τὸ πεισθῆναι αὐτόμολος ἦλθεν. ὃ δὴ καὶ ἐς τοὺς Ἀρμενίων τε καὶ Λαζῶν λόγους ὀλίγῳ ὕστερον ἔδρασεν, ὅπερ μοι αὐτίκα μάλα λελέξεται, καίτοι τοιαῦτα Ἰουστινιανῷ ἐπεκάλουν ἐγκλήματα, ἅπερ ἂν εἰκότως βασιλεῖ γενναίῳ ἐγκώμια εἴη, ὅτι δὴ τὴν βασιλείαν τὴν αὑτοῦ μείζω τε ποιεῖσθαι καὶ πολλῷ ἐπιφανεστέραν ἐν σπουδῇ ἔχοι. ταῦτα γὰρ καὶ Κύρῳ ἄν τις ἐπενέγκοι τῷ Περσῶν βασιλεῖ καὶ Ἀλεξάνδρῳ τῷ Μακεδόνι. διὰ ταῦτα μὲν ὁ Χοσρόης τὰς σπονδὰς λύειν διενοεῖτο. 10. Ὅτι ἐπεὶ καταστρατηγηθεὶς Χοσρόης τὸν Εὐφράτην ἐπεραιώθη ποταμὸν πέμψας παρὰ Βελισάριον αὐτὸς μὲν Ῥωμαίοις κεχαρίσθαι τοῦ Μήδων στρατοῦ τὴν ἀναχώρησιν ἔφασκεν, προσδέχεσθαι δὲ τοὺς παρ' αὐτῶν πρέσβεις, οὓς σφίσι παρέσεσθαι οὐκ ἐς μακρὰν ἄξιον εἶναι. Βελισάριος δὲ καὶ αὐτὸς παντὶ τῷ στρατῷ τὸν ποταμὸν διαβὰς παρὰ Χοσρόην εὐθὺς ἔπεμψεν. οἵ, ἐπεὶ 496 παρ' αὐτὸν ἵκοντο, πολλὰ τῆς ἀναχωρήσεως ἐπαινέσαντες πρέσβεις ἐς αὐτὸν ἥξειν παρὰ βασιλέως αὐτίκα δὴ μάλα ὑπέσχοντο, οἳ δὴ ἀμφὶ τῇ εἰρήνῃ τὰ ξυγκείμενα πρότερον ἔργῳ ἐπιτελῆ πρὸς αὐτὸν θήσονται, ἠξίουν τε διὰ Ῥωμαίων ἅτε φίλων αὐτῶν τῇ
233
πορείᾳ χρῆσθαι. ὁ δὲ καὶ ταῦτα ὑπεδέχετο ἐπιτελέσειν, εἴ τινά οἱ δοῖεν τῶν δοκίμων ἐν ὁμήρων λόγῳ ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ, ἐφ' ᾧ τὰ ξυγκείμενα πράξωσιν. οἱ μὲν οὖν πρέσβεις παρὰ Βελισάριον ἐπανήκοντες τοὺς Χοσρόου λόγους ἀπήγγελλον, ὁ δὲ εἰς τὴν Ἔδεσαν ἀφικόμενος Ἰωάννην τὸν Βασιλείου παῖδα γένει τε καὶ πλούτῳ πάντων Ἐδεσηνῶν διαφανέστατον ὅμηρον τῷ Χοσρόῃ οὔτι ἑκούσιον εὐθὺς ἔπεμψεν. 11. Ὅτι Χοσρόης βουλευσάμενος Γουβάζην τὸν Λαζῶν βασιλέα ἐκποδὼν ποιήσασθαι καὶ Λαζοὺς ἐνθένδε πανδημεὶ ἀναστήσειν οὕτω τε Πέρσας καὶ ἄλλα ἄττα ἔθνη ξυνοικιεῖν ἐν ταύτῃ τῇ χώρᾳ, ταῦτα βουλευόμενος Ἰσζιγούσναν ὡς ἐπὶ πρεσβείᾳ δῆθεν λόγῳ ἐς Βυζάντιον στέλλει. ὃς δόλους ῥάψας καὶ ἀποτυχὼν ὡς πρεσβεύσων ἧκεν ἐς Βυζάντιον τήν τε γυναῖκα καὶ θυγατέρας ἐπαγόμενος δύο (τοῦτο γὰρ ἦν αὐτῷ τὸ παραπέτασμα τοῦ ξυνεληλυθότος ὁμίλου) τῷ τε βασιλεῖ ἐς ὄψιν ἥκων ἀμφὶ μὲν τῶν σπουδαίων τινὶ οὐ μέγα ἢ μικρὸν εἰπεῖν ἴσχυσε, καίπερ οὐχ ἧσσον ἢ μῆνας δέκα κατατρίψας ἐν τῇ Ῥωμαίων γῇ. τὰ μέντοι δῶρα παρὰ Χοσρόου, ᾗπερ εἴθισται, καὶ γράμματα βασιλεῖ ἔδωκε, δι' ὧν οἱ Χοσρόης Ἰουστινιανὸν βασιλέα σημῆναι ἠξίου, εἴ οἱ τὸ σῶμα ὑγείας πέρι ὡς ἄριστα ἔχοι. τοῦτον μὲν τὸν Ἰσζιγούσναν Ἰουστινιανὸς μάλιστα πρέσβεων ἁπάντων, ὧν ἡμεῖς ἴσμεν, ξύν τε πολλῇ φιλοφροσύνῃ εἶδε καὶ διὰ τιμῆς ἱκανῶς ἤγαγεν, ὥστε καί, ἡνίκα δὴ αὐτὸν εἱστία, Βαρδούκιον, ὅσπερ αὐτῷ ἑρμηνεὺς εἵπετο, ξὺν αὐτῷ ἐπὶ τῆς στιβάδος κατέκλινε, πρᾶγμα πώποτε οὐ γεγονὸς πρότερον ἐκ τοῦ παντὸς χρόνου. ἑρμηνέα γὰρ οὐδὲ τῶν τινι καταδεεστέρων ἀρχόντων, μή τι γε δὴ βασιλεῖ ὁμοτράπεζον γεγονότα οὐδείς ποτε εἶδεν. ἀλλὰ καὶ μεγαλοπρεπέστερον ἢ κατὰ πρεσβευτὴν τὸν ἄνδρα τοῦτον ἐδέξατό τε καὶ ἀπεπέμψατο, καίπερ που ἐν οὐδενὶ ἔργῳ τὴν πρεσβείαν πεποιημένον. ἢν γάρ τις τάς τε δαπάνας διαριθμήσαιτο καὶ τὰ δῶρα, ὅσα ἐνθένδε κομισάμενος Ἰσζιγούσνας ἀπιὼν ᾤχετο, πλέον αὐτὰ κατατείνοντα ἢ ἐς χρυσοῦ δέκα κεντηνάρια εὑρήσει. καὶ ταῦτα μὲν ἐς τοῦτο ἐτελεύτα. 12. Ὅτι Γουβάζης ὁ Λαζικῆς βασιλεὺς πολεμούμενος παρὰ Περσῶν ἀνήνεγκεν ἐς Ἰουστινιανὸν βασιλέα τὰ παρόντα αὐτῷ καὶ τῶν μὲν τὰ πρότερα πεπραγμένων Λαζοῖς ἐδεῖτο συγγνώμονα εἶναι, ἀμῦναι δὲ σφίσι πάσῃ δυνάμει ἀπαλλαξείουσι τῆς Μήδων ἀρχῆς. οὐ γὰρ κατὰ μόνας δυνήσεσθαι Κόλχους ἀποκρούσασθαι τὴν Περσῶν δύναμιν. ταῦτα ἐπὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, περιχαρὴς γενόμενος ἄνδρας ἑπτακισχιλίους καὶ Δαγίσθεον ἄρχοντα καὶ Τζάνους χιλίους ἐς ἐπικουρίαν Λαζοῖς ἔπεμψεν, οἳ δὴ ἐν γῇ τῇ Κόλχων γενόμενοι ἅμα Λαζοῖς τε καὶ Γουβάζῃ ἐνστρατοπεδευσάμενοι ἀμφὶ τὸν Πέτρας περίβολον ἐς πολιορκίαν καθίσταντο. Περσῶν δὲ τῶν ἐνταῦθα ὄντων καρτερώτατα ἐκ τοῦ περιβόλου ἀμυνομένων, χρόνον τῇ προσεδρείᾳ πολὺν τετρίφθαι ξυνέβη, ἐπεὶ καὶ τὰ ἐδώδιμα ἐναποθέμενοι σφίσιν οἱ Πέρσαι διαρκῶς εἶχον. τούτοις ὁ Χοσρόης ξυνταραχθεὶς στρατιὰν πολλὴν ἐπ' αὐτοὺς ἔστελλεν. 13. Ὅτι Γουβάζης ὁ Λαζῶν βασιλεὺς Ἀλανοὺς καὶ Σαβίνους ἐς ξυμμαχίαν ἐπηγάγετο, οἵπερ ὡμολόγησαν κεντηναρίων τριῶν οὐχ ὅσον ἀδῄωτον Λαζοῖς φυλάξειν τὴν γῆν, ἀλλὰ καὶ τὴν Ἰβηρίαν οὕτω καταστήσεσθαι ἀνδρῶν ἔρημον, ὡς μηδὲ Πέρσαις ἐνθένδε τὸ λοιπὸν ἰέναι δυνατὰ ἔσεσθαι. ταῦτά τε σφίσι τὰ χρήματα βασιλέα Γουβάζης ὑπέσχετο δώσειν. αὐτὸς μὲν οὖν ἀνενεγκὼν ἐς Ἰουστινιανὸν τὰ ξυγκείμενα τοῖς τε βαρβάροις ἱκέτευε ταῦτα τὰ χρήματα πέμπειν καὶ Λαζοῖς ἅπαν κεκακωμένοις παρὰ ψυχὴν προέσθαι τινά. ἔφασκε δὲ καί οἱ αὐτῷ τὸ δημόσιον τὰς συντάξεις ὀφείλειν ἐνιαυτῶν δέκα, ἐπεὶ ἐν τοῖς σελεντιαρίοις ἐν παλατίῳ τασσόμενος οὐδὲν κεκομισμένος ἐνθένδε εἴη, ἐξ οὗ δὴ ἐς γῆν τὴν Κολχίδα Χοσρόης ἐσῆλθε. βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπιτελέσειν διενοεῖτο τὴν αἴτησιν, ἐπιγενομένης δέ οἱ ἀσχολίας τινὸς οὐκ ἔπεμψε τῷ καθήκοντι χρόνῳ τὰ χρήματα, ἀλλ' οὐ πολλῷ ὕστερον Σαβίνων μὲν τῷ ἔθνει χρήματα ἔπεμψε, Γουβάζην δὲ καὶ Λαζοὺς χρήμασιν ἄλλοις δεδώρηται. ἐτύγχανε δὲ πολλῷ πρότερον καὶ ἄλλο στράτευμα λόγου ἄξιον ἐς Λαζικὴν πέμψας, οἳ οὔπω ἀφικόμενοι ἐνταῦθα ἔτυχον. 14. Ὅτι Γιζέριχος Ἄσπαρα καὶ Βονιφάτιον μάχῃ νικήσας 498 πρόνοιάν τε ἐπιδειξάμενος ἀφηγήσεως ἀξίαν τὴν εὐτυχίαν ὡς μάλιστα ἐκρατύνατο. δείσας γάρ, ἢν καὶ αὖθις ἔκ τε Ῥώμης καὶ Βυζαντίου στρατὸς ἐπ' αὐτὸν ἴοι, μὴ οὐχ οἷοί τε ὦσιν οἱ Βάνδηλοι τῇ τε ῥώμῃ καὶ τῇ τύχῃ ὁμοίᾳ χρῆσθαι, οὐχ οἷς εὐημέρησεν ἐπηρμένος, ἀλλ' οἷς ἔδεισε μέτριος γεγονὼς σπονδὰς πρὸς
234
βασιλέα Βαλεντινιανὸν ποιεῖται, ἐφ' ᾧ ἐς ἕκαστον ἔτος δασμοὺς ἐκ Λιβύης βασιλεῖ φέρειν, ἕνα τε παίδων Ὀνόριχον ἐν ὁμήρου μοίρᾳ ἐπὶ ταύτῃ δὴ τῇ ὁμολογίᾳ παρέδωκεν. Γιζέριχος μὲν οὖν ἔν τε τῇ μάχῃ ἐγένετο ἀνὴρ ἀγαθὸς καὶ τὴν νίκην ὡς ἀσφαλέστατα διεφύλαξεν καὶ Ὀνόριχον τὸν παῖδα τῆς φιλίας αὐτοῖς ἐπὶ μέγα χωρούσης ἀπέλαβεν. 15. Ὅτι Γιζέριχος οὐδέν τι ἧσσον, ἀλλὰ καὶ μᾶλλον τὰ τῶν Ῥωμαίων ἦγέ τε καὶ ἔφερε ξύμπαντα, ἕως Ζήνων ἐς ὁμολογίαν ἀφίκετο, σπονδαί τε αὐτοῖς ἀπέραντοι ξυνετέθησαν μήτε Βανδήλους πολέμιόν τι ἐς τὸν πάντα αἰῶνα Ῥωμαίους ἐργάσασθαι μήτε αὐτοῖς πρὸς ἐκείνων ξυμβῆναι, ταύτας τε τὰς σπονδὰς Ζήνων αὐτὸς διεσώσατο καὶ ὃς μετ' ἐκεῖνον τὴν βασιλείαν παρέλαβεν Ἀναστάσιος. διέμειναν δὲ καὶ ἐς Ἰουστῖνον αὐτοκράτορα. 16. Ὅτι ἦν τις ἐν Γότθοις Θεύδατος ὄνομα τῆς Θευδερίχου ἀδελφῆς Ἀμαλαφρίδης υἱός, πόρρω που ἤδη ἡλικίας ἥκων, λόγων μὲν Λατίνων μεταλαχὼν καὶ δογμάτων Πλατωνικῶν, πολέμων δὲ ἀμελετήτως παντάπασιν ἔχων. ὃς πλείστων μὲν τῶν ἐν Τούσκοις χωρίων κύριος ἐγεγόνει, βιαζόμενος δὲ καὶ τὰ λειπόμενα τοὺς κεκτημένους ἀφαιρεῖσθαι ἐν σπουδῇ εἶχεν. γείτονα γὰρ ἔχειν συμφορά τις Θευδάτῳ ἐδόκει εἶναι. ταύτην αὐτῷ Ἀμαλασούνθα τὴν προθυμίαν ἀναστέλλειν ἠπείγετο, καὶ ἀπ' αὐτοῦ ἤχθετό τε αὐτῇ ἐς ἀεὶ καὶ χαλεπῶς εἶχεν. ἐβουλεύετο οὖν Ἰουστινιανῷ βασιλεῖ Τουσκίαν ἐνδοῦναι, ἐφ' ᾧ χρήματά τε πολλὰ καὶ βουλῆς πρὸς αὐτοῦ ἀξίωμα κομισάμενος ἐν Βυζαντίῳ τὸ λοιπὸν διατρίβοι. 17. Ὅτι Βελισαρίῳ εὐημερήσαντι, ἐπεὶ Πέτρος ἔμαθε ταῦτα, ἐγκείμενος πολλῷ ἔτι μᾶλλον καὶ δεδισσόμενος Θεύδατον οὐκ ἔτι ἀνίει. καὶ ὃς ἀποδειλιάσας τε καὶ ἐς ἀφασίαν ἐμπεπτωκὼς οὐχ ἧσσον ἢ εἰ δοριάλωτος ξὺν τῷ Γελίμερι αὐτὸς ἐγεγόνει ἐς λόγους τῷ Πέτρῳ κρύφα τῶν ἄλλων ἁπάντων ἦλθεν, ἔς τε ξύμβασιν 499 ἐν σφίσιν ἦλθον, ἐφ' ᾧ Θεύδατος Ἰουστινιανῷ βασιλεῖ Σικελίας ἐκστήσεται πάσης, πέμψει δὲ αὐτῷ καὶ στέφανον χρυσοῦν ἀνὰ πᾶν ἔτος κατὰ τριακοσίας ἕλκοντα λίτρας, Γότθους τε ἄνδρας μαχίμους ἐς τρισχιλίους, ἡνίκα ἂν αὐτῷ δέῃ, καὶ ἐξουσίαν οὐδαμῆ ἔσεσθαι τῶν τινα ἱερέων ἢ βουλευτῶν ἀποκτιννύναι ἢ ἀνάγραπτον αὐτοῦ τὴν οὐσίαν ἐς τὸ δημόσιον ὅτι μὴ βασιλέως ποιεῖσθαι γνώμῃ, εἰ δέ γε τῶν ὑπηκόων τινὰς ἐς τὸ τῶν πατρικίων ἢ ἄλλο βουλῆς ἀξίωμα Θεύδατος ἀγαγεῖν βούληται, τοῦτο δὲ οὐκ αὐτὸν δώσειν, ἀλλὰ βασιλέα αἰτήσειν διδόναι, εὐφημοῦντα δὲ Ῥωμαίων τὸν δῆμον ἀναβοήσειν ἀεὶ βασιλέα πρῶτον, ἔπειτα Θεύδατον, ἔν τε θεάτροις καὶ ἱπποδρομίοις, καὶ εἴ που ἄλλῃ τὸ τοιοῦτον γενέσθαι δεήσει, εἰκόνα τε χαλκῆν ἢ ὕλης ἑτέρας μήποτε Θευδάτῳ μόνῳ καθίστασθαι, ἀλλὰ γίνεσθαι μὲν ἀεὶ ἀμφοτέροις, στήσεσθαι δὲ οὕτως ἐν δεξιᾷ μὲν τὴν βασιλέως, ἐπὶ θάτερα δὲ τὴν Θευδάτου. ἐπὶ ταύτῃ τῇ ξυμβάσει γράμματα γράψας τὸν πρεσβευτὴν ὁ Θευδάτος ἀπεπέμψατο. ὀλίγῳ δὲ ὕστερον ψυχῆς ὀρρωδία περιλαβοῦσα τὸν ἄνθρωπον ἐς δείματα ἀπῆγεν ὅρον οὐκ ἔχοντα, καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν δεδισσομένη τῷ τοῦ πολέμου ὀνόματι, καὶ ὡς, ἤν γε βασιλέα οὐδαμῆ ἀρέσκῃ τά τε αὐτῷ καὶ Πέτρῳ ξυγκείμενα, ὁ πόλεμος εὐθὺς ἀπαντήσει. αὖθις οὖν τὸν Πέτρον μεταπεμψάμενος ἐν Ἀλβανοῖς ἤδη γενόμενον ἅτε κοινολογούμενος λάθρα τοῦ ἀνθρώπου ἀνεπυνθάνετο, εἰ τὴν ξύμβασιν βασιλεῖ πρὸς ἡδονῆς ἔσεσθαι οἴεται. καὶ ὃς οὕτω δὴ ὑποτοπάζειν ἔφη. ἢν δέ γε ταῦτα μηδαμῆ ἀρέσκῃ τὸν ἄνδρα, τί τὸ ἐντεῦθεν γενήσεται; εἶπεν. ἀπεκρίνατο Πέτρος· πολεμητέα σοι τὸ λοιπόν, ὦ γενναῖε. τί δέ; δίκαια ταῦτα, φίλε πρεσβευτά; ἔφη. ὁ δὲ αὐτίκα ὑπολαβών· καὶ πῶς οὐ δίκαια, ἀγαθέ, εἶπεν, τὰ ἐπιτηδεύματα τῇ ψυχῇ ἑκάστῃ φυλάσσεσθαι. τί δὴ τοῦτό ἐστιν; ὁ Θευδάτης ἠρώτα. ὅτι σοὶ μὲν σπουδὴ πολλὴ φιλοσοφεῖν, ἔφη, Ἰουστινιανῷ δὲ Ῥωμαίων γενναίῳ εἶναι, διαφέρειν δέ, ὅτι τῷ μὲν φιλοσοφίαν ἀσκήσαντι θάνατον ἀνθρώποις πορίζεσθαι ἄλλως τε καὶ τοσούτοις τὸ πλῆθος οὐ μήποτε εὐπρεπὲς εἴη, καὶ ταῦτα ἀπὸ τῆς Πλάτωνος διατριβῆς, ἧς δηλονότι μετασχόντι σοι μὴ οὐχὶ φόνου παντὸς ἐλευθέρῳ εἶναι οὐχ ὅσιον, ἐκεῖνον δὲ χώρας μεταποιεῖσθαι οὐδὲν ἀπεικὸς ἄνωθεν τῇ ὑπαρχούσῃ προσηκούσης ἀρχῇ. ταύτῃ ὁ Θευδάτης τῇ ὑποθήκῃ 500 ἀναπεισθεὶς ὡμολόγησεν Ἰουστινιανῷ βασιλεῖ τῆς ἡγεμονίας ἐκστήσεσθαι, καὶ κατὰ ταῦτα αὐτός τε καὶ ἡ γυνὴ ὤμοσε τόν τε Πέτρον ὅρκοις κατέλαβεν, ὡς οὐ πρότερον ἔκπυστα ταῦτα ποιήσεται, πρὶν ἂν βασιλέα οὐκ ἐνδεχόμενον τὴν προτέραν ξύμβασιν ἴδοι. καὶ Ῥούστικον τῶν τινα ἱερέων καὶ αὐτῷ μάλιστα ἐπιτήδειον Ῥωμαίων ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ ξὺν αὐτῷ ἔπεμψεν. οἷς δὴ καὶ
235
γράμμα ἐνεχείρισεν. Πέτρος μὲν οὖν καὶ Ῥούστικος ἐν Βυζαντίῳ γενόμενοι τὰ πρότερον δόξαντα βασιλεῖ ἤγγειλαν, καθάπερ Θεύδατος σφίσιν ἐπέστελλεν. ἐπεὶ δὲ τοὺς λόγους ἐνδέχεσθαι βασιλεὺς ἥκιστα ἤθελε, τὰ ἐν ὑστέρῳ γεγραμμένα ἐπέδειξαν. 18. Ὅτι Θεύδατος ὁ τῶν Γότθων ἀρχηγός, ἐπειδὴ Βελισάριον ἐς Σικελίαν ἥκειν ἐπύθετο, ξυνθήκας πρὸς Γερμανοὺς ποιεῖται, ἐφ' ᾧ ἔχοντάς τε αὐτοὺς τὴν Γότθοις ἐπιβάλλουσαν ἐν Γάλλοις μοῖραν καὶ χρυσίου κεντηνάρια λαβόντας εἴκοσι πόλεμον σφίσι τόνδε ξυνάρασθαι διεπρεσβεύσαντο. ὃς οὔ ποτε τὰ ξυγκείμενα ἔργῳ ἐπιτελέσας μοῖραν τὴν πεπρωμένην ἀνέπλασεν. 19. Ὅτι στέλλονται παρὰ Γότθων πρέσβεις ἐς τὸ Γερμανῶν ἔθνος, ἐφ' ᾧ Γαλλίας τε αὐτοῖς ξὺν τῷ χρυσῷ δώσουσι καὶ ὁμαιχμίαν ποιήσονται. Φράγγων δὲ τότε ἡγεμόνες ἦσαν Ἰλδίβερτός τε καὶ Θευδίβερτος καὶ Κλωδάριος, οἳ Γαλλίας τε καὶ τὰ χρήματα παραλαβόντες διενείμαντο μὲν κατὰ λόγον τῆς ἑκάστου ἀρχῆς, φίλοι δὲ ὡμολόγησαν Γότθοις ἐς τὰ μάλιστα ἔσεσθαι καὶ λάθρα αὐτοῖς ἐπικούρους πέμψειν, οὐ Φράγγους μέντοι, ἀλλ' ἐκ τῶν σφίσι κατηκόων. ὁμαιχμίαν γὰρ αὐτοῖς ἐκ τοῦ ἐμφανοῦς ἐπὶ τῷ Ῥωμαίων κακῷ ποιήσασθαι οὐχ οἷοί τε ἦσαν, ἐπεὶ ὀλίγῳ πρότερον βασιλεῖ ἐς τόνδε τὸν πόλεμον ξυλλήψεσθαι ὡμολόγησαν. οἱ μὲν οὖν πρέσβεις ἐφ' οἷσπερ ἐστάλησαν διαπεπραγμένοι ἐπανῆκον ἐς Ῥάβενναν. 20. Ὅτι Ῥωμαῖοι καὶ Γότθοι ἀλλήλοις ἐπὶ τῇ ἐκεχειρίᾳ ὁμήρους ἔδοσαν, Ζήνωνα μὲν Ῥωμαῖοι, Γότθοι δὲ Οὐλίαν οὐκ ἀφανῆ ἄνδρα, ἐφ' ᾧ ἐν τρισὶ μησὶ μηδεμιᾷ ἐς ἀλλήλους ἐφόδῳ χρήσονται, ἕως οἱ πρέσβεις ἐκ Βυζαντίου ἐπανήκοντες γνώμην τὴν βασιλέως ἀναγγείλωσιν. ἢν δέ τινος καὶ ἀδικίας οἱ ἕτεροι ἐς τοὺς ἐναντίους ὑπάρξωσι, τοὺς πρέσβεις οὐδέν τι ἧσσον ἀποδοθήσε 501 σθαι ἐς τὸ σφῶν ἔθνος. τῶν μὲν οὖν βαρβάρων οἱ πρέσβεις Ῥωμαίων παραπεμπόντων ἐς Βυζάντιον ἧκον, οἱ δὲ Ῥωμαῖοι πόλεις τινὰς ἑλόντες καὶ πανταχόθεν τοὺς βαρβάρους κυκλωσάμενοι ἐν μέσῳ εἶχον. διὸ δὴ Γότθοι διαλύειν τε τὰ ξυγκείμενα καί τι ἐς Ῥωμαίους κακουργεῖν ὤργων. πέμψαντες οὖν παρὰ Βελισάριον πρέσβεις ἠδικῆσθαι σπονδαῖς ἔφασαν. Οὐιττίγιδος γὰρ Γότθους τοὺς ἐν Πόρτῳ μεταπεμψαμένου κατά τινα χρείαν Παῦλόν τε καὶ Ἰσαύρους τὸ ταύτη φρούριον λόγῳ οὐδενὶ καταλαβόντας ἔχειν, ταὐτὸ δὲ τοῦτο ἀμφί τε Ἀλβανῷ καὶ Κεντουκέλλαις δῆθεν τῷ λόγῳ ᾐτιῶντο ἠπείλουν τε ἢν μὴ ταῦτα σφίσιν ἀποδιδῷ οὐκ ἐπιτρέψειν. Βελισάριος δὲ ξὺν γέλωτι αὐτοὺς ἀπεπέμψατο παραπέτασμα μὲν εἶναι ταύτην τὴν αἰτίαν εἰπών, ἀγνοεῖν δὲ οὐδένα, ὅτου δὴ ἕνεκα Γότθοι τὰ χωρία ταῦτα ἔλιπον. καὶ τὸ λοιπὸν ὑποψίᾳ τινὶ ἐς ἀλλήλους ἐχρῶντο. 21. Ὅτι Οὐίττιγις Βελισάριον ἅμα ἦρι ἀρχομένῳ ἐπὶ σφᾶς τε καὶ Ῥάβενναν ἥξειν ἀκούοντες ἐν μεγάλῳ καθίσταντο δείματι καὶ τὰ παρόντα σφίσιν ἐν βουλῇ ἐποιοῦντο. καὶ αὐτοῖς πολλὰ βουλευσαμένοις (οὐ γὰρ ἀξιόμαχοι τοῖς πολεμίοις ᾤοντο εἶναι) ἔδοξεν ἄλλων τινῶν βαρβάρων ἐπικουρίαν ἐπάγεσθαι. Γερμανῶν μὲν οὖν τοῦ τε δολεροῦ καὶ ἀπίστου ἤδη ἐν πείρᾳ γεγενημένοι ἀπείχοντο, ἀγαπῶντες ἢν μὴ καὶ αὐτοὶ ξὺν Βελισαρίῳ ἐπὶ σφᾶς ἴωσιν, ἀλλ' ἀμφοτέροις ἐκποδὼν στήσονται. ἐς δὲ Λαγγοβάρδων τὸν ἄρχοντα Οὐαάκην πρέσβεις ἔπεμψαν χρήματά τε μεγάλα προτεινόμενοι καὶ ἐς τὴν ὁμαιχμίαν παρακαλοῦντες. οἳ δή, ἐπεὶ βασιλεῖ φίλον τε καὶ ξύμμαχον τὸν Οὐαάκην ἔγνωσαν εἶναι, ἄπρακτοι ἀνεχώρησαν. Οὐίττιγις τοίνυν τοῖς παροῦσιν ὡς τὸ εἰκὸς ἀπορούμενος τῶν πρεσβυτέρων ἀεὶ συνεκάλει πολλούς, παρ' ὧν δὴ συχνὰ ἐπυνθάνετο, ὅ τί ποτέ οἱ βουλευομένῳ τε καὶ πράσσοντι ἄμεινον τὰ πράγματα ἕξει. γνῶμαι οὖν πολλαὶ πρὸς τῶν ἐς τὴν βουλὴν ξυνιόντων ἐλέγοντο, αἱ μὲν ἐπιτηδείως τοῖς παροῦσιν οὐδαμῆ ἔχουσαι, αἱ δέ τι καὶ λόγου ἄξιον φέρουσαι. ἐν τοῖς καὶ τότε δὲ ἐς τὸν λόγον εἰσῆλθεν, ὡς οὔποτε πρότερον ὁ Ῥωμαίων βασιλεὺς τοῖς ἐν τῇ ἑσπερίᾳ βαρβάροις πολεμεῖν ἴσχυε, πλήν γε δὴ ὅτε αἱ σπονδαὶ ἐς Πέρσας γεγένηνται. τούς τε γὰρ Βανδήλους καὶ Μαυρουσίους τηνικαῦτα ἀπολωλέναι καὶ Γότθοις τὰ παρόντα συμπεπτωκέναι, ὥστε ἤν τις καὶ νῦν Ἰουστινιανῷ τὸν 502 Μήδων βασιλέα ξυγκρούῃ, οὐ μήποτε Ῥωμαῖοι τούτου δὴ ἐκπεπολεμωμένου τοῦ ἔθνους σφίσι πόλεμον ἄλλον διενεγκεῖν πρὸς οὐδένας ἀνθρώπων τὸ λοιπὸν ἕξουσι. ταῦτα Οὐίττιγίν τε αὐτὸν ἤρεσε καὶ Γότθους τοὺς ἄλλους. ἔδοξεν οὖν πρέσβεις παρὰ τὸν Μήδων βασιλέα Χοσρόην στέλλεσθαι, οὐ Γότθους μέντοι, ὅπως μὴ κατάδηλοι αὐτόθεν
236
γενόμενοι ξυγχέωσι τὰ πραττόμενα, ἀλλὰ Ῥωμαίους, οἵπερ αὐτὸν Ἰουστινιανῷ πολέμιον καταστήσουσι. διὸ δὴ τῶν ἐν Λιγούροις ἱερέων δύο χρήμασι πολλοῖς ἐς ταύτην ἀναπείθουσι τὴν ὑπουργίαν, ὧν ἅτερος μέν, ὅσπερ ἀξιώτερος ἔδοξεν εἶναι, ἐπισκόπου δόκησίν τε καὶ ὄνομα περιβεβλημένος οὐδὲν αὐτῷ προσῆκον ἐς τὴν πρεσβείαν καθίστατο, ὁ δὲ ἕτερος αὐτῷ ὑπηρετῶν εἵπετο. γράμματά τε αὐτοῖς ἐγχειρίσας πρὸς Χοσρόην γεγραμμένα Οὐίττιγις ἔπεμψεν. οἷς δὴ Χοσρόης ἠγμένος ἀνήκεστα ἐν σπονδαῖς ἔργα εἰργάσατο. 22. Ὅτι ταῦτα πεπυσμένος Ἰουστινιανὸς τὸν ἐν τῇ ἑσπερίᾳ πόλεμον καταλύσας Βελισάριον μετεπέμψατο, ἐφ' ᾧ ἐπὶ Πέρσας στρατεύσειεν, καὶ τοὺς Οὐιττίγιδος πρέσβεις (ἔτι γὰρ ὄντες ἐν Βυζαντίῳ ἐτύγχανον) αὐτίκα δὴ ἀπεπέμψατο ἄνδρας παρ' αὐτοῦ ἐπὶ Ῥαβέννης σταλήσεσθαι ὑποσχόμενος, οἵπερ ἐς Γότθους τὰς σπονδὰς θήσονται, ὅπη ἂν ἑκατέροις ξυνοίσειν μέλλῃ. τούτους δὲ τοὺς πρέσβεις οὐ πρότερον μεθῆκε Βελισάριος τοῖς πολεμίοις, ἕως καὶ αὐτοὶ τοὺς ἀμφὶ Ἀθανάσιόν τε καὶ Πέτρον ἀφῆκαν. οὓς δὴ ἐς Βυζάντιον ἀφικομένους γερῶν βασιλεὺς τῶν μεγίστων ἠξίωσεν, Ἀθανάσιον μὲν ὕπαρχον τῶν ἐν Ἰταλίᾳ πραιτωρίων καταστήσας, Πέτρῳ δὲ τὴν τοῦ μαγίστρου καλουμένην ἀρχὴν παρασχόμενος. 23. Ὅτι Ἐράριχος Γότθους ἅπαντας ξυγκαλέσας πρέσβεις ἀνέπεισε πρὸς Ἰουστινιανὸν πέμψαι δεησομένους, ἐφ' ᾧ εἰρήνην πρὸς αὐτοὺς θήσεται, ἐφ' οἷσπερ Οὐιττίγιδι τὰ πρότερα σπένδεσθαι ἤθελεν, ὥστε τὰ ἐκτὸς Πάδου ποταμοῦ Γότθους ἔχοντας ἀπαλλάττεσθαι Ἰταλίας τῆς ἄλλης. καὶ ἐπεὶ Γότθοι ταῦτα ἐπῄνεσαν, ἀπολέξας τινὰς τῶν οἱ ἐς τὰ μάλιστα ἐπιτηδείων πρέσβεις ἔπεμψεν ἄλλους τε καὶ Καβαλλάριον ὄνομα. οἱ δὲ πρὸς βασιλέα ταῦτα δῆθεν τῷ λόγῳ πράξειν ἔμελλον, λάθρα δὲ αὐτοῖς ἄλλο μηδὲν πρὸς βασιλέα πράσσειν ἐπέστελλεν, πλήν γε δὴ ὅπως χρήματά τε αὐτὸς πολλὰ λήψεται καὶ ἐς πατρικίους ἀνάγραπτος εἴη, ἐφ' ᾧ Ἰταλίαν παραδοὺς ξύμπασαν τὸ τῆς ἀρχῆς κατάθοιτο σχῆμα. 503 οἱ μὲν οὖν πρέσβεις ἐν Βυζαντίῳ ἐγένοντο καὶ κατὰ ταῦτα ἔπρασσον. 24. Ὅτι, ἡνίκα Ἐλούρων ἐς Βυζάντιον πρέσβεις σταλεῖεν, τούτων δὴ τῶν ἀνδρῶν, οἳ τοὺς Ῥωμαίων κατηκόους ληίζονται, τὰς συντάξεις ἁπάσας πρὸς βασιλέως κεκομισμένοι πόνῳ οὐδενὶ ἀπηλλάσσοντο. 25. Ὅτι Γήπαιδες καὶ Λαγγόβαρδοι ἅτε δὴ ἐν γειτόνων πη ᾠκημένοι ἀλλήλοις διάφοροι ἐγένοντο ἐς τὰ μάλιστα. πολεμησείοντες οὖν προθυμίᾳ τῇ πάσῃ ἐς ἀλλήλους ἑκάτεροι ὤργων τοῖς πολεμίοις διὰ μάχης ἰέναι, χρόνος τε τῇ ξυμβολῇ τακτὸς ὥριστο. Λαγγόβαρδοι δὲ οὐκ ἂν οἰόμενοι Γήπαισιν ἀξιόμαχοι κατὰ μόνας αὐτοὶ ἔσεσθαι (πλήθει γὰρ αὐτοὺς ἐλαττοῦσθαι τῶν πολεμίων ξυνέβαινε) Ῥωμαίους ἔγνωσαν ἐς συμμαχίαν ἐπαγαγέσθαι. πέμψαντες οὖν παρὰ Ἰουστινιανὸν πρέσβεις στράτευμα σφίσιν ἐδέοντο πέμψαι. ὅπερ ἐπεὶ Γήπαιδες ἔγνωσαν πέμπουσι καὶ αὐτοὶ ἐς Βυζάντιον πρέσβεις ὑπὲρ τῶν αὐτῶν δεησομένους. ἦρχε δὲ τότε Γηπαίδων μὲν Θορὶς ὄνομα, τῶν δὲ δὴ ἑτέρων Αὐδούιν. βασιλεὺς δὲ Ἰουστινιανὸς λόγους μὲν τοὺς πρὸς ἀμφοτέρων ἀκούειν ἔγνω, οὐχ ἅμα μέντοι ξυνιόντων, ἀλλὰ καὶ χωρὶς παρ' αὐτῶν γινομένων. ἐν τοῖς πρώτοις Λαγγόβαρδοι βασιλεῖ ἐς ὄψιν ἐλθόντες ἔλεξαν ὧδε. ἡμῖν μέν, ὦ βασιλεῦ, καὶ καταπεπλῆχθαι τῇ Γηπαίδων ἀτοπίᾳ ξυμβαίνει, οἵ γε τοσαῦτά τε τὸ πλῆθος καὶ τοιαῦτα τὸ μέγεθος ἐς τὴν ἡμετέραν παρανενομηκότες ἀρχὴν νῦν καὶ τὴν μεγίστην τῶν ὕβρεων ὑμῖν κομιοῦντες ἐφ' ὑμᾶς ἥκουσιν. οὗτοι γὰρ ἂν μόνοι τὰ ἔσχατα ἐς τοὺς πέλας ὑβρίζοιεν, οἳ λίαν αὐτοὺς εὐπετεῖς ἐς τὸ ἐξαπατᾶσθαι οἰόμενοι τῆς τῶν ἠδικημένων ἀπολαύσοντες εὐηθείας παρ' αὐτοὺς ἥκοιεν. ὑμᾶς δὲ διασκοπεῖσθαι τοσοῦτον αἰτοῦμεν, ὅπη ποτὲ γνώμης τὰ ἐς φιλίαν Γήπαισιν ἔχειν. οὕτω γὰρ ἂν τὰ ξυνοίσοντα ὡς ἀσφαλέστατα ἐξεργάσησθε τῇ Ῥωμαίων ἀρχῇ, ἐπεὶ τοῖς ἀεὶ προγεγενημένοις τεκμηριοῦσθαι τὰ ἐσόμενα ξὺν τῷ ἀσφαλεῖ δύνανται ἄνθρωποι. εἰ μὲν οὖν ἐς ἑτέρους τινὰς τὴν ἀγνωμοσύνην ἐπιδεδεῖχθαι μόνον τὸ Γηπαίδων ἔθνος ξυνέβαινε, πολλοῦ λόγου τε ἂν ἡμῖν καὶ χρόνου καὶ τῆς ἔξωθεν μαρτυρίας ἐδέησε διελέγχειν ἐφιεμένοις τὸν τῶν ἀνδρῶν τρόπον. νῦν δὲ τὸ παράδειγμα ἐγγύθεν παρ' ὑμῶν αὐτῶν λαβεῖν πάρεστι. σκέψασθε γάρ. Γότθοι μὲν τὴν Δακῶν χώραν ἐς φόρου ἀπαγω 504 γὴν τὰ πρότερα εἶχον, Γήπαιδες δὲ τοῦ Ἴστρου ἐπὶ θάτερα τὸ ἐξ ἀρχῆς ᾤκηντο ἅπαντες, Γότθων μὲν οὕτω καταπεπτηχότες τὴν δύναμιν, ὥστε τὸν ποταμὸν διαπορθμεύεσθαι οὐδὲ ὅσον ἀποπειράσασθαι
237
πώποτε ἴσχυσαν, ἔνσπονδοι δὲ καὶ φίλοι Ῥωμαίοις τὰ μάλιστα ὄντες καὶ δῶρα πολλὰ τῷ τῆς φιλίας ὀνόματι κομιζόμενοι ἀνὰ πᾶν ἔτος πρός τε τῶν ἔμπροσθεν βεβασιλευκότων καὶ παρὰ σοῦ μέντοι οὐδέν τι ἧσσον. ἡδέως ἂν οὖν πυθόμεθα τούτων τῶν ἀνδρῶν τί ποτε ὑπὲρ τούτων αὐτοῖς ἐς Ῥωμαίους ἀγαθὸν εἴργασται. ἀλλ' οὐκ ἂν ἔχοιεν οὐ μικρὸν [δὲ] οὐ μέγα εἰπεῖν. ὡς μὲν οὖν οὐκ εἶχον ἐφ' ὅτῳ ἂν ὑμᾶς ἀδικοῖεν, οὐ γνώμῃ τινί, ἀλλ' ἀπορίᾳ ἠναγκασμένοι ἡσυχῆ ἔμενον. τοῦ μὲν γὰρ Ἴστρου ἐπέκεινα προσίεσθαι ὑμεῖς οὐδὲν ἠξιοῦτε, τὸ δὲ ἐνθένδε τὸ ἐκ Γότθων αὐτοὺς ἀνεσόβει δέος. τίς δ' ἂν εὐγνωμοσύνην ποτὲ τὴν ἀδυναμίαν καλοίη; ποία δὲ φιλίας βεβαίωσις ἐν τῇ τοῦ ἐξαμαρτάνειν ἀμηχανίᾳ γενήσεται; οὐκ ἔστιν, ὦ βασιλεῦ, οὐκ ἔστι ταῦτα. δύναμις γὰρ ἀνθρώπου φύσιν ἐνδείκνυται μόνην ἐξάγουσα πᾶσιν ἐν δημοσίῳ τῇ τοῦ δρᾶν ἐξουσίᾳ τὸν τρόπον. ἰδοὺ γάρ, ἐπειδὴ τάχιστα Γήπαιδες εἶδον Γότθους μὲν ἐκ Δακίας ἀπεληλαμένους ἁπάσης, ὑμᾶς δὲ ἀσχολίᾳ τῇ πρὸς τοὺς πολεμίους ἐχομένους, πανταχόθι τῆς γῆς ἐπιβατεῦσαι τῆς ἡμετέρας οἱ μιαρώτατοι τετολμήκασι. πῶς ἄν τις ἐφικέσθαι δύναιτο λόγῳ τῆς τοῦ πράγματος ἀτοπίας; οὐ κατεφρόνησαν τῆς Ῥωμαίων ἀρχῆς; οὐκ ἔλυσαν σπονδῶν τε καὶ συμμάχων θεσμούς; οὐχ ὕβρισαν εἰς οὓς ἥκιστα ἐχρῆν; οὐκ ἐβιάσαντο βασιλείαν, ἧς δοῦλοι ἂν εὔξαιντο εἶναι, ἤν τις σχολὴ ὑμῖν ἐπ' αὐτοῖς γένηται; Γήπαιδες, ὦ βασιλεῦ, Σίρμιον ἔχουσι καὶ Ῥωμαίους ἀνδραποδίζουσι ὅλην τε προσποιεῖσθαι Δακίαν αὐχοῦσι. τίνα πόλεμον ὑπὲρ ὑμῶν ποτε ξὺν ὑμῖν ἢ πρὸς ὑμᾶς αὐτοὺς νενικηκότες; ἢ τίνος ἀγωνίας ἆθλα τὴν χώραν ταύτην πεποιημένοι; καὶ ταῦτα ἔμμισθοι πρὸς ὑμῶν γεγονότες πολλάκις καὶ τὰ χρήματα κεκομισμένοι χρόνον οὐκ ἴσμεν ὁπόσον ἄνω. καίτοι τῆς παρούσης αὐτῶν πρεσβείας οὐ γέγονε πρᾶξις μιαρωτέρα ἐκ τοῦ παντὸς χρόνου. ἐπειδὴ γὰρ ἡμᾶς πολεμησείοντας ἐπ' αὐτοὺς εἶδον, ἐς Βυζάντιόν τε θαρσοῦσι ἀφῖχθαι καὶ βασιλεῖ ἐς τοσόνδε περιυβρισμένῳ ἐς ὄψιν ἥκειν, ἴσως τε καὶ ἀναιδείας περιουσίᾳ ἐς ξυμμαχίαν παρακαλέσουσιν ἐφ' ἡμῖν τοῖς οὕτω κατε 505 σπουδασμένοις ὑμῖν. καὶ μὴν εἰ μὲν ἀποδωσείοντες ἥκασιν ὧνπερ ἐπεβάτευσαν οὐδὲν σφίσι προσῆκον, Λαγγοβάρδους αἰτιωτάτους τῆς ἐνθένδε ὠφελείας λογιστέον Ῥωμαίους, ὧνπερ τῷ δέει ἀναγκασθέντες τὴν ἀκούσιον εὐγνωμοσύνην ὀψὲ τοῦ καιροῦ μεταμπίσχονται. τῷ γὰρ τὴν ἀνάγκην πεποιημένῳ τὴν χάριν εἰκότως ὁ τῆς εὐεργεσίας τυχὼν εἴσεται. εἰ δέ γε μηδὲ νῦν ἐκστῆναι τῶν οὐ προσηκόντων βεβούληνται, τίς ἂν εἴη τῆσδε τῆς κακοτροπίας ὑπερβολή; ταῦτα μὲν οὖν ἡμῖν ἀφελείᾳ βαρβαρικῇ λόγων σπανιζούσῃ τῶν πραγμάτων ἐπαξίως εἰρήσθω οὐδαμῆ. σὺ δέ, ὦ βασιλεῦ, διασκοπούμενος ὅσα ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν ἡμῖν εἴρηται ἐν Ῥωμαίοις τε καὶ Λαγγοβάρδοις τὰ σοὶ ξυνοίσοντα πρᾶσσε, τοῦτο πρὸς τοῖς ἄλλοις ἅπασιν ἐννοῶν, ὡς ἡμῖν μὲν ἀμφὶ τῷ θεῷ ὁμογνωμονοῦσι τὰ ἐξ ἀρχῆς συντετάξονται Ῥωμαῖοι δικαίως, τοῖς δέ γε Ἀρειανοῖς οὖσι καὶ δι' αὐτὸ τοῦτο ἀπ' ἐναντίας χωρήσουσι. Λαγγόβαρδοι μὲν τοσαῦτα εἶπον. γενόμενοι δὲ τῇ ὑστεραίᾳ παρὰ βασιλέα καὶ οἱ Γηπαίδων πρέσβεις ἔλεξαν ὧδε· δίκαιον, ὦ βασιλεῦ, τοὺς ἐπὶ ξυμμαχίας αἰτήσει παρὰ τοὺς πέλας ἀφικομένους ἀναδιδάξαι πρῶτον ὡς δίκαιά τε δεησόμενοι πάρεισι καὶ ξύμφορα τοῖς ξυμμαχήσουσιν, οὕτω τε τοὺς λόγους ὧνπερ ἕνεκα πρεσβεύουσι ποιεῖσθαι. ὡς μὲν οὖν ἠδικήμεθα πρὸς Λαγγοβάρδων αὐτόθεν δῆλον. δίκῃ γὰρ διαλύειν τὰ διάφορα ἐν σπουδῇ ἔχομεν, δικάζεσθαι δὲ οἷς ἂν σπουδάζηται βιάζεσθαι οὐδαμῆ πρόσεστιν. ὡς δὲ πολυανθρωπίᾳ τε καὶ ἀρετῇ Γήπαιδες παρὰ πολὺ Λαγγοβάρδων κρείσσους τυγχάνουσιν ὄντες, τί ἄν τις ἐν εἰδόσι μακρολογοίη; τὸ δὲ ξὺν τοῖς καταδεεστέροις ἐς τὴν ἀγώνισιν καθισταμένους ἐς κακόν τι προὖπτον ἰέναι, παρὸν τὴν νίκην ξὺν τοῖς δυνατωτέροις ταττομένους ἀκίνδυνον ἔχειν, οὐκ ἄν τινας οἰόμεθα τῶν καὶ κατὰ βραχὺ σωφρονούντων ἑλέσθαι, ὥστε καὶ ὑμῖν ἐφ' ἑτέρους τινὰς ἰοῦσι ξυντετάξονται τὸ λοιπὸν Γήπαιδες χάριν μὲν τῶν πεπραγμένων ὀφείλοντες, δυνάμεως δὲ περιουσίᾳ ξυμποριζόμενοι τὴν τῶν πολεμίων ὡς τὸ εἰκὸς ἐπικράτησιν. καὶ μὴν καὶ τοῦτο λογίζεσθαι ὑμᾶς ἂν πρέποι, ὡς Λαγγόβαρδοι μὲν ἐξ ὑπογύου Ῥωμαίοις γεγένηνται φίλοι, Γήπαιδας δὲ ὑμῖν ἐνσπόνδους τε τὸ ἀνέκαθεν καὶ γνωρίμους γεγονέναι ξυμβαίνει. φιλία δὲ χρόνου μήκει συμπλεκομένη τὴν διάλυσιν οὐκ εὐπετῆ ἔχει. ὥστε 506 ξυμμάχους οὐ δυνατοὺς μόνον, ἀλλὰ καὶ βεβαίους κεκτήσεσθε. δικαιώματα μὲν οὖν ἐς τὴν ξυμμαχίαν ἐπαγωγὰ ταῦτά ἐστιν ἡμῖν. θεάσασθε δὲ ὁποῖοι Λαγγόβαρδοι τοὺς τρόπους εἰσίν. δίκῃ μὲν τὰ διάφορα διαλῦσαι, καίπερ πολλὰ προκαλουμένων ἡμῶν, οὐδαμῆ ἔγνωσαν
238
θράσει ἀλογίστῳ ἐχόμενοι. ἐπεὶ δὲ ὁ πόλεμος ἤδη που ἐν χερσὶ γέγονεν, οἱ δὲ ὀπίσω τῶν πραγμάτων ἀναποδίζοντες τῷ τὴν οἰκείαν ἀσθένειαν ξυνεπίστασθαι παρ' ὑμᾶς ἥκουσιν ἀξιοῦντες Ῥωμαίους ἀνελέσθαι τὸν ὑπὲρ αὐτῶν ἀγῶνα. πάντως δὲ οἱ κλῶπες οὗτοι τό τε Σίρμιον καὶ ἄλλα ἐπὶ Δακίας ἄττα χωρία ὑπόθεσιν ὑμῖν τοῦ πολέμου τοῦδε προίσχονται εἶναι. καίτοι πόλεών τε καὶ χώρας τοσοῦτον τῇ σῇ βασιλείᾳ περίεστιν, ὥστε καὶ διερευνᾶσθαι τῶν ἀνθρώπων τινάς, οἷς ἂν καὶ δοίης μοῖράν τινα πρὸς ἐνοίκησιν. Φράγγους ἀμέλει καὶ τὸ Ἐλούρων ἔθνος καὶ τούτους Λαγγοβάρδους τοσούτοις ἐδωρήσω πόλεών τε καὶ χώρας, ὦ βασιλεῦ, μέτροις, ὁπόσα οὐκ ἄν τις διαριθμήσαιτο. ἡμεῖς δὲ τῇ φιλίᾳ τῇ σῇ τὸ θαρσεῖν ἔχοντες τοῦτο, ὅπερ ἐβούλου, διαπεπράγμεθα, ὁ δέ τι προίεσθαι τῶν ὑπαρχόντων βεβουλημένος κρείσσω παρὰ πολὺ τοῦ πρὸς αὐτοῦ τετυχηκότος τῆς χάριτος τὸν προτερήσαντά τε καὶ γνώμῃ τὸ δῶρον αὐτῷ μόνῳ ἑλόμενον οἴεται εἶναι, ἢν μὴ ἐς τὸν κεκτημένον ὑβρίζων, ἀλλὰ τῷ φίλος σοι ἐς τὰ μάλιστα θαρσῶν εἶναι, τὴν τοῦ πράγματος ἀξίωσιν πεποιῆσθαι δοκῇ. ὅπερ καὶ Γήπαισιν ἐς Ῥωμαίους τετύχηκεν εἶναι. ὧν ἐνθυμουμένους ὑμᾶς μάλιστα μὲν κατὰ τὸ ξυμμαχικὸν αἰτοῦμεν ξὺν ἡμῖν ἐπὶ Λαγγοβάρδους ἰέναι δυνάμει τῇ πάσῃ, εἰ δὲ μή, ἐκποδὼν ἀμφοτέροις στῆναι. ταῦτα γὰρ βουλευόμενοι δίκαια ποιεῖτε καὶ λίαν ἐπιτηδείως τῇ Ῥωμαίων ἀρχῇ. Καὶ Γήπαιδες μὲν τοσαῦτα εἶπον. βουλευσάμενος δὲ πολλὰ ὁ Ἰουστινιανὸς αὐτοὺς μὲν ἀποπέμψασθαι ἀπράκτους ἔγνω, ὁμαιχμίαν δὲ πρὸς Λαγγοβάρδους διώμοτον πεποιημένος πλέον αὐτοῖς ἢ ἐς μυρίους ἱππεῖς ἔπεμψεν, ὧν Κωνσταντῖνος καὶ Βούζης καὶ Ἀράτιος ἦρχον. ξυνῆν δὲ αὐτοῖς καὶ Ἰωάννης ὁ Βιταλιανοῦ ἀδελφιδοῦς, προρρηθὲν αὐτῷ ἐκ βασιλέως, ἐπειδὰν τάχιστα διαμαχέσωνται πρὸς τὸ Γηπαίδων ἔθνος, ἐνθένδε σπουδῇ ἐς τὴν Ἰταλίαν ξὺν τοῖς ἑπομένοις ἰέναι. ξύμμαχοί τε αὐτοῖς Ἔλουροι πεντακόσιοι καὶ χίλιοι εἵποντο, ὧν ἄλλοι τε καὶ Φιλημοὺθ ἦρχον. 26. Ὅτι μετὰ τὴν ἅλωσιν Ῥώμης ὁ Τούτιλας Στέφανον ἄνδρα 507 Ῥωμαῖον παρὰ βασιλέα πρεσβευτὴν ἔπεμψε τὸν μὲν πόλεμον τόνδε καταλύειν αἰτῶν, ἐνσπόνδους δὲ Γότθους ποιεῖσθαι, ἐφ' ᾧ δὴ αὐτῷ ξυμμαχήσουσιν ἐπὶ πολεμίους τοὺς ἄλλους ἰόντι. ὁ δὲ Ἰουστινιανὸς οὐδὲ τὸν πρεσβευτὴν ἐς ὄψιν ἐλθεῖν συνεχώρησεν, οὐδέ τινα τῶν λεγομένων ἐντροπὴν τὸ παράπαν πεποίηται, Γερμανὸν δὲ τὸν ἀνεψιὸν τὸν αὐτοῦ ἄνδρα πατρίκιον ἐπὶ Τούτιλάν τε καὶ Γότθους ξὺν στρατῷ ἔπεμψεν, ἄλλους τε ἄρχοντας ἕπεσθαί οἱ κελεύσας καὶ τὸν Βιταλιανοῦ ἀδελφιδοῦν καὶ αὐτοῦ κηδεστὴν Ἰωάννην. 27. Ὅτι Χοσρόης Ἰσδιγούσναν ὡς Ἰουστινιανὸν ἔπεμψε πρέσβιν ὀφρυάζοντά τε καὶ ἀλαζονείᾳ τινὶ ἀμυθήτῳ ἐχόμενον. οὗ δὴ ὅ τε τῦφος καὶ τὸ φύσημα φορητὸν εἶναι Ῥωμαίων οὐδενὶ ἔδοξεν. ἐπήγετο δὲ τήν τε γυναῖκα καὶ τοὺς παῖδας καὶ τὸν ἀδελφόν, ἑπομένων τε καὶ θεραπευόντων πάμπολυ πλῆθος, (εἴκασεν ἄν τις ἐς παράταξιν τοὺς ἄνδρας ἰέναι) εἵποντο δὲ καὶ δύο τῶν ἐν Πέρσαις λογιμωτάτων, οἳ δὴ καὶ διαδήματα ἐπὶ τῶν κεφαλῶν χρυσᾶ ἐφόρουν. ἔδακνέ τε τοὺς ἐν Βυζαντίῳ ἀνθρώπους, ὅτι δὴ αὐτὸν ὁ βασιλεὺς οὐ κατὰ πρεσβευτήν, ἀλλὰ πολλῷ ἔτι μᾶλλον φιλοφροσύνης τε καὶ μεγαλοπρεπείας ἠξίωσε. Βαρδούκιος μέντοι ξὺν αὐτῷ ἐς Βυζάντιον οὐκ ἔτι ἦλθεν, ἐπεὶ Χοσρόην φασὶν αὐτὸν ἐξ ἀνθρώπων ἀφανίσαι ἄλλο οὐδὲν τῷ ἀνθρώπῳ ἐπενεγκόντα, πλήν γε δὴ ὅτι ὁμοτράπεζος τῷ βασιλεῖ Ῥωμαίων γέγονεν. οὐ γὰρ ἄν, ἔφη, ἑρμηνεύς γε ὢν ἐς τοῦτο ἀξιώματος πρὸς βασιλέως ἐφίκοιτο, εἰ μὴ καταπροδοὺς ἔτυχε τὰ τῶν Περσῶν πράγματα. τινὲς δὲ τὸν Ἰσδιγούσναν αὐτὸν διαβαλεῖν φασιν ὡς λάθρα Ῥωμαίοις ἐς λόγους ἔλθοι. τὰ δὲ πρῶτα ὁ πρεσβευτὴς οὗτος βασιλεῖ ἐντυχὼν οὐ μικρὸν ἀμφὶ τῇ εἰρήνῃ οὐ μέγα εἶπεν, ἀλλ' ᾐτιᾶτο Ῥωμαίους ἐς τὴν ἐκεχειρίαν ἠδικηκέναι, Ἀρέθαν τε καὶ Σαρακηνοὺς τοὺς Ῥωμαίων ἐνσπόνδους Ἀλαμουνδάρῳ ἐν σπονδαῖς λυμήνασθαι φάσκων ἄλλα τε οὐκ ἀξιόλογα ἐπιφέρων ἐγκλήματα, ὧν ἐπιμνησθῆναι οὐκ ἀναγκαῖον. 28. Ὅτι ἐν Βυζαντίῳ ὁ Χοσρόου πρεσβευτὴς Ἰσδιγούσνας ἀμφὶ τῇ εἰρήνῃ ἐς λόγους Ἰουστινιανῷ ξυνιὼν πολύ τι χρόνου κατέτριψε μῆκος, πολλά τε διαφιλονεικήσαντες ἐν ὑστάτῳ ξυνέβησαν, ἐφ' ᾧ πεντάετες μὲν τὴν ἐκεχειρίαν ἐν τῇ ἑκατέρου βασιλέως ἐπι 508 κρατείᾳ εἶναι, φοιτῶντας δὲ παρ' ἀλλήλους ἑκατέρωθεν καὶ ἀδεῶς ἐπικηρυκευομένους τὰ ἀμφὶ Λαζικὴν καὶ Σαρακηνοὺς διοικήσασθαι. ξυνέκειτο δὲ Πέρσας πρὸς Ῥωμαίων λαβεῖν ὑπὲρ μὲν τῆς ἐκεχειρίας τῶν πέντε τούτων ἐνιαυτῶν κεντηνάρια χρυσοῦ εἴκοσι, ὑπὲρ δὲ μηνῶν δώδεκα, οὓς δὴ μετὰ τὴν
239
προτέραν ἐκεχειρίαν ἐς ταύτην διαδραμεῖν μεταξὺ ἔτυχεν, ἕως ἑκάτεροι παρ' ἀλλήλων ἐπρέσβευον, ἕτερα κεντηνάρια ἕξ. ἐπὶ τούτῳ γὰρ ἔφασκον Πέρσαι καὶ τοὺς ὑπὲρ τῶν σπονδῶν λόγους ξυγκεχωρηκέναι γενέσθαι. ταῦτα δὲ τὰ εἴκοσι κεντηνάρια Ἰσδιγούσνας μὲν αὐτόθεν ἠξίου κομίζεσθαι, βασιλεὺς δὲ ἤθελεν ἐς ἕκαστον ἔτος τέτταρα δοῦναι, τούτου δὴ ἕνεκα τοῦ μὴ παραβῆναι τὰς ξυνθήκας Χοσρόην ἐνέχυρον ἔχειν. ὕστερον μέντοι τὸ ξυγκείμενον ἅπαν χρυσίον Ῥωμαῖοι Πέρσαις εὐθὺς ἔδοσαν τοῦ μὴ δοκεῖν δασμοὺς ἀνὰ πᾶν ἔτος αὐτοῖς ἀποφέρειν. τὰ γὰρ αἰσχρὰ ὀνόματα, οὐ τὰ πράγματα, εἰώθασιν ἄνθρωποι ἐκ τοῦ ἐπὶ πλεῖστον αἰσχύνεσθαι. ἦν δέ τις ἐν Πέρσαις Βερσαβοῦς ὄνομα λόγιμός τε διαφερόντως καὶ Χοσρόῃ βασιλεῖ ἐς τὰ μάλιστα φίλος, ὅνπερ ποτὲ Βαλεριανὸς ἐν Ἀρμενίᾳ παραπεπτωκότα ἐν ξυμβολῇ δοριάλωτον εἷλεν ἔς τε Βυζάντιον αὐτίκα βασιλεῖ ἔπεμψεν, καὶ αὐτῷ χρόνος πολὺς φυλασσομένῳ ἐνταῦθα ἐτρίβη, βουλομένῳ τε ἦν τῷ Χοσρόῃ χρημάτων ὑπὲρ αὐτοῦ προίεσθαι πλῆθος, ὅπως τὸν Βερσαβοῦν ἐπανήκοντα ἴδῃ ἐς τὰ Περσῶν ἤθη. ἀλλὰ νῦν, ἐξαιτησαμένου αὐτὸν Ἰσδιγούσνα, ὁ Ἰουστινιανὸς τὸν ἄνδρα ἀφῆκεν. ἐπηγγέλλετο γὰρ βασιλεῖ ὁ πρεσβευτὴς οὗτος ἀναπείσειν Χοσρόην ἐκ τῆς Λαζικῆς ἀναστῆσαι τὸ Περσῶν στράτευμα. ἐγένετο δὲ ἡ ἐκεχειρία ἥδε Ῥωμαίοις τε καὶ Πέρσαις πέμπτον τε καὶ εἰκοστὸν ἐνιαυτὸν Ἰουστινιανοῦ τὴν αὐτοκράτορος ἀρχὴν ἔχοντος. ταύταις ταῖς σπονδαῖς Ῥωμαίων οἱ πλεῖστοι ἐπιεικῶς ἤχθοντο, καὶ εἰ μὲν δικαίαν τινὰ ἢ ἀλόγιστον ἐποιοῦντο μέμψιν οἷά γε τὰ τῶν ἀρχομένων οὐκ ἔχω εἰπεῖν. ἔλεγον δὲ ὅτι Λαζικῆς βεβαιότατα πρὸς Περσῶν ἐχομένης αἱ ξυνθῆκαι αὗται γεγόνασιν, ὡς μήτις πενταετὲς αὐτοὺς ἐνοχλήσοι, ἀλλ' ἀδεέστερόν τε καὶ ἀπονώτερον γῆς τῆς Κολχίδος τὰ κάλλιστα πάντα τοῦτον τὸν χρόνον ἐνοικεῖν δύνωνται. ὅθεν αὐτοὺς τὸ λοιπὸν ἐξελάσαι οὐδεμιᾷ Ῥωμαῖοι ἐς ἅπαντα τὸν αἰῶνα μηχανῇ ἕξουσιν, ἀλλὰ καὶ τὸ Βυζάντιον ἐνθένδε Πέρσαις εὐέφοδον τὸ λοιπὸν 509 ἔσται. ταῦτα οὖν ἀποσκοποῦντες οἱ πολλοὶ ἤσχαλλον καὶ δυσφορούμενοι διηποροῦντο, καὶ ὅτι Πέρσαι τὸ ἐκ παλαιοῦ μὲν σφίσιν ἐν σπουδῇ γεγονός, δόξαν δὲ οὔτε πολέμου κρατήσειν οὔτε τῳ ἄλλῳ τρόπῳ δυνατὸν ἔσεσθαι, λέγω δὲ ὅπως ἐς δασμοῦ ἀπαγωγὴν ὑπόφοροι αὐτῶν Ῥωμαῖοι ἔσονται, ἰσχυρότατα ἐν τῷ παρόντι τῷ τῆς ἐκεχειρίας ὀνόματι ἐκρατύναντο. τάξας γὰρ ὁ Χοσρόης Ῥωμαίοις κεντηναρίων ἐπετείων τεσσάρων δασμόν, οὗπερ γλιχόμενος τὸ ἐξ ἀρχῆς διαφανὴς ἦν, ἐς ἕνδεκα ἔτη τὰ νῦν καὶ μῆνας ἓξ εὐπρεπεῖ λόγῳ ἓξ καὶ τεσσαράκοντα κεντηνάρια τῇ τῆς ἐκεχειρίας κεκόμισται σκήψει ὄνομα τῷ δασμῷ τὰς σπονδὰς θέμενος, καίπερ ἐπὶ Λαζικῆς μεταξὺ βιαζόμενός τε καὶ πολεμῶν, ὧνπερ Ῥωμαῖοι σφᾶς αὐτοὺς ῥύσασθαι ἐς τὸν ἔπειτα χρόνον ἐλπίδι τὸ λοιπὸν οὐδεμιᾷ εἶχον, ἀλλὰ φόρου ὑποτελεῖς Πέρσαις ᾔσθοντο οὐ κεκρυμμένως γεγενημένοι. Ἰσδιγούσνας δὲ χρήματά τε περιβαλλόμενος, ὅσα οὐδεὶς πρέσβεων πώποτε, καὶ πάντων οἶμαι πλουσιώτατος Περσῶν γεγονὼς ἐπ' οἴκου ἀπεκομίσθη, ἐπεὶ αὐτὸν Ἰουστινιανὸς ἐτετιμήκει τε ἐς τὰ μάλιστα καὶ χρήμασι μεγάλοις δωρησάμενος ἀπεπέμψατο. μόνος δὲ πρέσβεων ἁπάντων οὗτος ἐς πεῖραν φυλακῆς οὐδεμιᾶς ἦλθεν, ἀλλ' αὐτός τε καὶ ὅσοι αὐτῷ βάρβαροι εἵποντο πολλοὶ ἐς ἄγαν ὄντες ἐν πολλῇ ἐξουσίᾳ ἐγένοντο ἐπὶ χρόνου μῆκος ἐντυγχάνειν τε καὶ ξυγγίνεσθαι οἷς ἂν βούλοιντο καὶ τῆς πόλεως πανταχόσε περιπάτους ποιεῖσθαι ὠνεῖσθαί τε καὶ ἀποδίδοσθαι, ὅσα ἦν βουλομένοις σφίσι, καὶ ξυμβόλαια ποιεῖσθαι ταῦτα ἐργασίᾳ τε τῇ περὶ πάντα ἐνδιατρίβειν ξὺν πάσῃ ἀδείᾳ καθάπερ ἐν πόλει αὐτῶν ἰδίᾳ, Ῥωμαίων αὐτοῖς οὐδενὸς ἑπομένου ἢ ξυνόντος ὅλως ἢ τηρεῖν ἀξιοῦντος, ᾗπερ εἰώθει. μετὰ δὲ τὴν τοῦ χειμῶνος ὥραν ἀφικόμενος παρὰ Χοσρόην σὺν τοῖς χρήμασιν Ἰσδιγούσνας τὰ ξυγκείμενα σφίσιν ἐσήγγειλεν, καὶ ὃς τὰ μὲν χρήματα κεκομισμένος τὴν ἐκεχειρίαν μελλήσει οὐδεμιᾷ ἐπεσφράγισεν, Λαζικῆς δὲ μεθίεσθαι οὐδαμῆ ἤθελεν, ἀλλὰ καὶ τοῖς χρήμασι τούτοις Οὔννων Σαβήρων ἑταιρισάμενος μέγα τι χρῆμα ξὺν Πέρσαις τισὶ τῷ Μερμερόῃ εὐθὺς ἔπεμψεν, ᾧ δὴ ἐπέστελλεν ἔργου ἔχεσθαι δυνάμει τῇ πάσῃ, καὶ μὴν καὶ ἐλέφαντάς οἱ πολλοὺς ἔστειλε. Μερμερόης δὲ παντὶ τῷ Περσῶν τε καὶ Οὔννων στρατῷ ἐκ Μοχησίριδος ἀναστὰς ἐπὶ τὰ Λαζῶν ὀχυρώματα ᾔει τοὺς ἐλέφαντας ἐπαγόμενος. 29. Ὅτι τῶν Οὔννων τῶν ἡσσημένων ἐν τῇ ξυμβολῇ καὶ διαφυγόντων τοὺς Οὐτουγούρους δισχίλιοι ἦλθον ἐς Ῥωμαίων τὴν γῆν παῖδάς τε καὶ γυναῖκας ἐπαγόμενοι. ἡγοῦντο δὲ αὐτῶν ἄλλοι καὶ Σιννίων, ὅσπερ ξὺν Βελισαρίῳ πολλῷ πρότερον ἐπὶ Γελίμερα καὶ Βανδήλους ἐστράτευσε, γίνονταί τε Ἰουστινιανοῦ ἱκέται. καὶ ὃς αὐτοὺς ὑπεδέξατο προθυμίᾳ τῇ
240
πάσῃ ἔν τε χωρίοις ἱδρύσασθαι τοῖς ἐπὶ Θρᾴκης ἐκέλευσεν. ἅπερ ἐπεὶ Σανδὴλ ὁ τῶν Οὐτουγούρων βασιλεὺς ἔμαθε, παρωξυσμένος τε καὶ περιωργισμένος, εἰ αὐτὸς μὲν Κουτριγούρους ὁμογενεῖς ὄντας ἀδικίας τῆς ἐς Ῥωμαίους τινύμενος ἐξ ἠθῶν ἀναστήσειεν αὐτοὺς τῶν πατρίων, οἱ δὲ βασιλέως σφᾶς ἐνδεξαμένου ἐνοικησάμενοι ἐν Ῥωμαίων τῇ γῇ πολλῷ ἄμεινον βιοτεύσουσιν, ἔπεμψέ [τε] πρέσβεις ἐς βασιλέα τὰ πεπραγμένα ὀνειδιοῦντας οὐκ ἐπιστολὴν αὐτοῖς τινα ἐγχειρίσας, ἐπεὶ γραμμάτων παντάπασιν Οὖννοι ἀνήκοοί τε καὶ ἀμελέτητοι ἐς τόδε εἰσί, βαρβαρικώτερον δὲ ἅπαντα ἀποστομιοῦντας, ὅσα δὴ αὐτὸς ἐπιστείλειε σφίσιν. ἀφικόμενοι οὖν οἱ πρέσβεις ἐς ὄψιν Ἰουστινιανῷ λέγειν οἱ ἔφασαν δι' αὐτῶν ὡς ἐν ἐπιστολῇ τάδε· βασιλεὺς Σανδὴλ παροιμίαν τινὰ ἐκ παιδὸς ἀκηκοὼς οἶδα, καὶ εἴ τι μὴ αὐτῆς ἐπιλέλησμαι, τοιαύτη τις τυγχάνει οὖσα. τὸ θηρίον ὁ λύκος τῆς μὲν τριχός, φασίν, ἴσως ἄν τι καὶ παραλλάξαι οὐκ ἀδύνατος εἴη, τὴν μέντοι γνώμην οὐ μεταστρέψαι οὐκ ἀφιείσης αὐτῷ μεθαρμόσασθαι ταύτην τῆς φύσεως. ταῦτα μὲν παροιμιαζόμενός φησιν ὁ Σανδήλ, τῶν πρεσβυτέρων πλαγίῳ τινὶ παραδηλούντων τὰ ἀνθρώπινα λόγῳ, οἶδα δέ τι καὶ ἀπὸ τῆς πείρας μαθών, οἷα εἰκὸς ἦν ἀγροικιζόμενον βάρβαρον ἐκμαθεῖν. τοὺς κύνας οἱ ποιμένες ἐπιτιτθίους ὄντας ἀναιρούμενοι οὐκ ἀπημελημένως οἴκοι ἐκτρέφουσιν. εὔγνωμον δὲ τοῖς σιτίζουσιν ζῶον ὁ κύων καὶ τὰ ἐς χάριν μνημονικώτατος. πράσσεται δὴ οὖν ταῦτα ποιμέσι τούτου δὴ ἕνεκα, τοῦ τῶν λύκων ἐπιόντων ποτὲ διακρούσασθαι τὰς ἐκείνων ἐφόδους τοὺς κύνας παραστάτας τε καὶ σωτῆρας τοῖς προβατίοις καθισταμένους. καὶ ταῦτα ἐν γῇ τῇ πάσῃ γίγνεσθαι οἴομαι. τεθέαται γὰρ τῶν πάντων οὐδεὶς οὔτε ποίμνῃ κύνας ἐπιβουλεύσαντας οὔτε λύκους ἀμυνομένους αὐτῆς πώποτε, ἀλλ' ὥσπερ τινὰ τοῦτον ἡ φύσις θεσμὸν κυσί τε καὶ προβάτοις καὶ λύκοις νομοθετήσασα ἔθετο, οἶμαι δὲ κἀν τῇ βασιλείᾳ τῇ σῇ, οὗ δὴ πραγμάτων ἐκ τοῦ ἐπὶ πλεῖστον ἁπάντων, τάχα δέ που καὶ τῶν ἀμηχάνων, περιουσίαν ξυμβαίνει εἶναι, παράλλαξιν τούτων τινὰ οὐδαμῆ γίνεσθαι, ἢ τοῖς πρέσβεσι τοῖς ἐμοῖς δείξατε, ὅπως ἄν τι καὶ τῶν οὐκ εἰωθότων ἐπὶ γήραος οὐδῷ μάθοιμεν. εἰ δὲ ἀραρότως ταῦτα πανταχῆ πέφυκεν, οὐ καλῶς σοι ἐς Κουτριγούρων τὸ γένος ξεναγεῖσθαι οἶμαι τεθολωμένον ἐπαγαγομένῳ γειτόνημα καὶ οὓς ὄντας ὑπερορίους οὐκ ἤνεγκας τὰ νῦν ἐνδήμους πεποιημένῳ. αὐτοί τε γὰρ τρόπον ἐς Ῥωμαίους τὸν οἰκεῖον ἐνδείξονται οὐ πολλῷ ὕστερον, καὶ τούτου χωρὶς οὔτε πολέμιος ἐπιλείψει διαφθείρων τὴν Ῥωμαίων ἀρχὴν ἐλπίδι τοῦ ἡσσηθεὶς ἀμείνων ἔσεσθαι παρά σοι, οὔτε φίλος περιέσται Ῥωμαίοις ἐμπόδιός ποτε τοῖς καταθέουσι γῆν τὴν ὑμετέραν ἐσόμενος δέει τοῦ μή, ἐπειδ' ἂν φέρηται παρὰ τῆς τύχης τὰ κράτιστα, τοὺς ἡσσημένους ἐπιδεῖν ἐπιφανέστερον αὐτοῦ παρ' ὑμῖν πράσσοντας, εἴ γε ἡμεῖς μὲν ἐν χώρᾳ ἐρήμῳ τε καὶ ἄλλως ἀγόνῳ τὰ διαιτητήρια ἔχομεν, τοῖς δὲ Κουτριγούροις σιτωνεῖν τε κἀν τοῖς οἰνῶσι κατακραιπαλᾶν ἐν ἐξουσίᾳ ἐστὶν καὶ παροψίδας αἱρεῖσθαι πάσας. πάντως δέ που καὶ βαλανείων αὐτοῖς μέτεστι, καὶ χρυσοφοροῦσιν οἱ πλάνητες καὶ ἱματίων οὐκ ἀμοιροῦσι λεπτῶν τε καὶ πεποικιλμένων καὶ κατειλημμένων χρυσῷ, καίτοι Κουτρίγουροι μὲν Ῥωμαίων ἀνάριθμα πλήθη ἐξηνδραποδικότες τὰ πρότερα μετήνεγκαν ἐς γῆν τὴν σφετέραν, οἷς δὴ τὰ ἀνδραποδώδη πάντα ἐπέχειν τοῖς καταράτοις ἐγίγνετο, ἀλλὰ καὶ μάστιγας οὐχ ἡμαρτηκόσιν ἐντεῖναι. καὶ θανατοῦν ἴσως πρόχειρον ἦν, καὶ ὅσα ἄλλα δεσπότῃ βαρβάρῳ ὅ τε τρόπος καὶ ἡ ἐξουσία ἐφίησιν. ἡμεῖς δὲ πόνοις τε ἡμετέροις καὶ κινδύνοις ἐς ψυχὴν φέρουσι τύχης αὐτοὺς ἀπαλλάξαντες τῆς τότε κρατούσης τοῖς γειναμένοις ἀπέδομεν διαπονήματα ἡμῖν τοῦ πολέμου γεγενημένους. ὧν δὴ τὰς ἀμοιβὰς πρὸς ὑμῶν ἀπ' ἐναντίας ἑκάτεροι κεκομίσμεθα, εἴ γε ἡμεῖς μὲν ἀπολαύομεν ἔτι τῶν πατρίων κακῶν, οἱ δὲ τοῖς δι' ἀρετὴν ἡμετέραν ἀποφυγοῦσι τὴν αὐτῶν δούλωσιν χώρας τῆς ἐκείνων ἰσομοιροῦντες διαλαγχάνουσι. τοσαῦτα Κουτριγούρων οἱ πρέσβεις εἶπον, βασιλεὺς δὲ αὐτοὺς πολλὰ τιθασεύσας καὶ δώρων πλήθει παρηγορήσας οὐκ ἐς μακρὰν ἀπεπέμψατο. 30. Ὅτι πολλάκις ἐς Ἰουστινιανὸν ὁ Τούτιλας πρέσβεις ἐτύγχανε πέμψας, οἵ, ἐπεὶ ἐς ὄψιν Ἰουστινιανῷ ἦλθον, ἀνεδίδαξαν μὲν ὡς τῆς Ἰταλίας τὰ μὲν πολλὰ κατέλαβον Θράγγοι, ἡ δὲ λοιπὴ 512 ἔρημος ἀνθρώπων τῷ πολέμῳ ἐπὶ πλεῖστον γεγένηται, Σικελίας δὲ καὶ Δαλματίας, αἵπερ ἀκραιφνεῖς διέμειναν μόναι, Ῥωμαίοις ἐξίστανται Γότθοι, δασμοὺς δὲ καὶ φόρους ὑπὲρ τῆς ἐρήμου ὁμολογοῦσιν ἀνὰ πᾶν ἔτος, καὶ συμμαχήσειν ἐφ' οὓς ἂν ἀεὶ βασιλεὺς βούλοιτο καὶ
241
τἄλλα κατήκοοι αὐτῷ ἔσεσθαι. ἀλλὰ βασιλεὺς μάθησιν οὐδεμίαν τῶν λεγομένων ποιούμενος τοὺς πρέσβεις ἅπαντας ἀπεπέμπετο πρὸς τὸ τῶν Γότθων ὄνομα χαλεπῶς ἔχων ἄρδην τε αὐτὸ τῆς Ῥωμαίων ἀρχῆς ἐξελάσαι διανοούμενος. 31. Ὅτι ὁ Ἰουστινιανὸς ἐδυσφορεῖτο οὐκ ἔχων ὅποι ποτὲ τοὺς Σκλαυηνοὺς ἀναστέλλοι διαβαίνοντας τὸν ποταμὸν Ἴστρον, ἐφ' ᾧ ληΐσονται τὴν Ῥωμαίων ἀρχήν, ἢ ξὺν ταῖς ὠφελίαις τὴν ἀπορίαν ποιουμένους ἐνθένδε, ἤθελέ τε τούτων δὴ εἵνεκα Γηπαίδων τῷ ἔθνει ἐς ξυνθήκας καταστῆναί τινας. ἐν τούτῳ δὲ Γήπαιδές τε καὶ Λαγγόβαρδοι αὖθις πολεμησείοντες ἐπ' ἀλλήλους ᾔεσαν, Γήπαιδές τε δύναμιν τὴν Ῥωμαίων δειμαίνοντες (ἀνήκοοι γὰρ οὐδαμῆ ἦσαν, ὡς Ἰουστινιανὸς βασιλεὺς ὁμαιχμίαν διωμότως πρὸς Λαγγοβάρδους πεποίηται) φίλοι καὶ ξύμμαχοι Ῥωμαίοις γενέσθαι ἐν σπουδῇ ἔσχον. πρέσβεις οὖν ἐς Βυζάντιον εὐθὺς πέμπουσι βασιλέα καὶ αὐτοὶ ἐς τὴν ὁμαιχμίαν παρακαλοῦντες. καὶ ὃς αὐτοῖς μελλήσει οὐδεμιᾷ ἐπὶ τῇ συμμαχίᾳ τὰ πιστὰ ἔδωκε. δεηθέντων δὲ τῶν πρέσβεων τῶνδε καὶ τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς ἄνδρες δώδεκα ὅρκια δόντες ταύτας αὐτοῖς τὰς συνθήκας ἐπέρρωσαν. οὐ πολλῷ δὲ ὕστερον Λαγγοβάρδοις κατὰ τὸ ξυμμαχικὸν δεομένοις στρατιὰν ἐς ξυμμαχίαν ἐπὶ Γήπαιδας Ἰουστινιανὸς ἔπεμψεν ἐπενεγκὼν Γήπαισι Σκλαυηνῶν τινας ἐπὶ πονηρῷ τῶν Ῥωμαίων μετὰ τὰς ξυνθήκας διαβιβάσαι ποταμὸν Ἴστρον. οἱ μὲν οὖν Λαγγόβαρδοι πανδημεὶ ἅμα Ἀμαλαφρίδα ἐς τὰ Γηπαίδων ἤθη ἀφίκοντο, ὑπαντιασάντων δὲ τῶν Γηπαίδων σφίσι καὶ μάχης καρτερᾶς γινομένης, ἡσσῶνται Γήπαιδες καὶ αὐτῶν πολλοὶ ἀπέθανον, Αὐδούιν τε ὁ τῶν Λαγγοβάρδων βασιλεὺς τῶν οἱ ἑπομένων τινὰς ἐς Βυζάντιον πέμψας εὐαγγέλια βασιλεῖ Ἰουστινιανῷ ἐδήλου νενικημένων τῶν πολεμίων. ἐμέμφετο δέ οἱ οὐ παραγενέσθαι κατὰ τὸ ξυμμαχικὸν τὸν τοῦ βασιλέως στρατόν, καίπερ Λαγγοβάρδων το 513 σούτων πλῆθος ἔναγχος ἐσταλμένων, ἐφ' ᾧ Ναρσῇ ξυστρατεύσωσιν ἐπὶ Τούτιλάν τε καὶ Γότθους. 32. Ὅτι Τεΐας οὐκ ἀξιομάχους τῷ Ῥωμαίων στρατῷ Γότθους κατὰ μόνας οἰόμενος εἶναι παρὰ Θευδίβαλδον τὸν Φράγγων ἄρχοντα ἔπεμψε χρήματα πολλὰ προτεινόμενος ἐπί τε ξυμμαχίαν παρακαλῶν. ἀλλὰ Φράγγοι τὰ ξύμφορα οἶμαι βεβουλευμένοι τοὺς πρέσβεις ἀπέπεμψαν οὐδὲ ὑπὲρ τῶν Γότθων οὐδὲ ὑπὲρ τῆς τῶν Ῥωμαίων ὠφελείας βουλόμενοι θνήσκειν, ἀλλὰ σφίσιν αὐτοῖς προσποιεῖν Ἰταλίαν ἐν σπουδῇ εἶχον καὶ τούτου δὴ ἕνεκα τοὺς ἐκ πολέμου κινδύνους ὑφίστασθαι ἤθελον. Τέλος τῆς Προκοπίου ἱστορίας. Περὶ πρέσβεων ἐθνικῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Ἀρριανοῦ ἀναβάσεως Ἀλεξάνδρου. 1. Ὅτι κατὰ τὸ Γόρδιον ὄντος Ἀλεξάνδρου Ἀθηναίων πρέσβεις παρ' αὐτὸν ἀφίκοντο δεόμενοι ἀφεῖναι σφίσι τοὺς αἰχμαλώτους ὅσοι ἐπὶ Γρανίκῳ ἐλήφθησαν Ἀθηναίων ξυστρατευόμενοι τοῖς Πέρσαις καὶ τότε ἐν Μακεδονίᾳ ξὺν τοῖς δισχιλίοις δεδεμένοι ἦσαν· καὶ ὑπὲρ αὐτῶν ἄπρακτοι ἐν τῷ τότε ἀπῆλθον. οὐ γὰρ ἐδόκει ἀσφαλὲς εἶναι Ἀλεξάνδρῳ ἔτι ξυνεστῶτος τοῦ πρὸς τὸν Πέρσην πολέμου ἀνεῖναί τι τοῦ φόβου τοῖς Ἕλλησιν ὅσοι ἐναντία τῇ Ἑλλάδι στρατεύεσθαι ὑπὲρ τῶν βαρβάρων οὐκ ἀπηξίωσαν· ἀλλὰ ἀποκρίνεται, ἐπειδ' ἂν τὰ παρόντα καλῶς γένηται, τότε ἥκειν ὑπὲρ τῶν αὐτῶν πρεσβευσομένους. 2. Ὅτι παρὰ τοῦ Σκυθῶν βασιλέως τῶν ἐν τῇ Ἀσίᾳ ἀφικνοῦνται παρὰ Ἀλέξανδρον πρέσβεις ὑπὲρ τῶν πραχθέντων ἐς ἀπολογίαν ἐκπεμφθέντες, ὅτι οὐκ ἀπὸ κοινοῦ τῶν Σκυθῶν ἐπρά 514 χθη, ἀλλὰ καθ' ἁρπαγὴν λῃστρικῷ τρόπῳ σταλέντων, καὶ αὐτὸς ὅτι ἐθέλει ποιεῖν τὰ ἐπαγγελλόμενα. καὶ τούτῳ φιλάνθρωπα ἐπιστέλλει Ἀλέξανδρος, ὅτι οὔτε ἀπιστοῦντα μὴ ἐπεξιέναι καλὸν αὐτῷ ἐφαίνετο, οὔτε κατὰ καιροῦ ἦν ἐν τῷ τότε ἐπεξιέναι. 3. Ὅτι παρὰ Ἀλέξανδρον ἧκεν αὖθις πρεσβεία Σκυθῶν τῶν ἐκ τῆς Εὐρώπης ξὺν τοῖς πρέσβεσιν, οἷς αὐτὸς ἐς Σκύθας ἔστειλεν. ὁ μὲν δὴ τότε βασιλεὺς τῶν Σκυθῶν, ὅτε οὗτοι ὑπ' Ἀλεξάνδρου ἐπέμποντο, τετελευτηκὼς ἐτύγχανεν, ἀδελφὸς δὲ ἐκείνου ἐβασίλευεν. ἦν δὲ ὁ νοῦς τῆς πρεσβείας ἐθέλειν ποιεῖν πᾶν τὸ ἐξ Ἀλεξάνδρου ἐπαγγελλόμενον Σκύθας· καὶ δῶρα ἔφερον Ἀλεξάνδρῳ παρὰ τοῦ βασιλέως τῶν Σκυθῶν, ὅσα μέγιστα νομίζεται ἐν Σκύθαις.
242
4. Ὅτι ἀφίκετο παρὰ Ἀλέξανδρον Φαρασμάνης ὁ Χωρασμίων βασιλεὺς ξὺν ἱππεῦσι χιλίοις καὶ πεντακοσίοις. ἔφασκε δὲ ὁ Φαρασμάνης ὅμορος οἰκεῖν τῷ τε Κόλχων γένει καὶ ταῖς γυναιξὶ ταῖς Ἀμαζόσι, καί, εἰ θέλοι Ἀλέξανδρος, ἐπὶ Κόλχους τε καὶ Ἀμαζόνας ἐλάσας καταστρέψασθαι τὰ ἐπὶ τὸν πόντον τὸν Εὔξεινον ταύτῃ καθήκοντα γένη, ὁδῶν τε ἡγεμὼν ἔσεσθαι ἐπηγγέλλετο καὶ τὰ ἐπιτήδεια τῇ στρατιᾷ παρασκευάσειν. καὶ τοῦτον Ἀλέξανδρος ἐπαινέσας τε καὶ φιλίαν καὶ ξυμμαχίαν πρὸς αὐτὸν ξυνθέμενος αὐτῷ μὲν τότε οὐκ ἔφη ἐν καιρῷ εἶναι ἐλαύνειν ἐπὶ τὸν Πόντον· Ἀρταβάζῳ δὲ τῷ Πέρσῃ, ὅτῳ τὰ Βακτρίων ἐξ Ἀλεξάνδρου ἐπιτέτακτο, καὶ ὅσοι ἄλλοι πρόσχωροι τούτῳ ξατράπαι ξυστήσας Φαρασμάνην ἀποπέμπει ἐς τὰ ἤθη τὰ αὐτοῦ. αὐτῷ δὲ τὰ Ἰνδῶν ἔφη ἐν τῷ τότε μέλειν. 5. Ὅτι παρὰ Ἀβισάρου πρέσβεις ἧκον, ἐνδιδόντες αὐτόν τε Ἀλεξάνδρῳ Ἀβισάρην καὶ τὴν χώραν ὅσης ἦρχε. καίτοι πρό γε τῆς μάχης τῆς πρὸς Πῶρον γενομένης Ἀλεξάνδρῳ ἐπενόει Ἀβισάρης καὶ αὐτὸς ξὺν Πώρῳ τάττεσθαι· τότε δὲ καὶ τὸν ἀδελφὸν τὸν αὑτοῦ ξὺν τοῖς ἄλλοις πρέσβεσι παρὰ Ἀλέξανδρον ἔπεμπε χρήματά τε κομίζοντα καὶ ἐλέφαντας τεσσαράκοντα δῶρον Ἀλεξάνδρῳ. ἧκον δὲ καὶ παρὰ τῶν αὐτονόμων τῶν Ἰνδῶν πρέσβεις παρὰ Ἀλέξανδρον καὶ παρὰ Πώρου ἄλλου του ὑπάρχου Ἰνδῶν. Ἀλέξανδρος δὲ Ἀβισάρην διὰ τάχους ἰέναι παρ' αὐτὸν κελεύει ἐπαπειλήσας, 515 εἰ μὴ ἔλθοι, ὅτι αὐτὸν ὄψεται ἥκοντα ξὺν τῇ στρατιᾷ ἵνα οὐ χαιρήσει ἰδών. 6. Ὅτι παρεγένοντο παρὰ Ἀλέξανδρον τῶν Μαλλῶν τῶν ὑπολειπομένων πρέσβεις ἐνδιδόντες τὸ ἔθνος, καὶ παρὰ Ὀξυδρακῶν οἵ τε ἡγεμόνες τῶν πόλεων καὶ οἱ νομάρχαι αὐτοὶ καὶ ἄλλοι ἅμα τούτοις ἑκατὸν καὶ πεντήκοντα οἱ γνωριμώτατοι αὐτοκράτορες περὶ σπονδῶν δῶρά τε ὅσα μέγιστα παρ' Ἰνδοῖς κομίζοντες καὶ τὸ ἔθνος καὶ οὗτοι ἐνδιδόντες. συγγνωστὰ δὲ ἁμαρτεῖν ἔφασαν οὐ πάλαι παρ' αὐτὸν πρεσβευσάμενοι· ἐπιθυμεῖν γάρ, ὥσπερ τινὲς ἄλλοι, ἔτι μᾶλλον αὐτοὶ ἐλευθερίας τε καὶ αὐτόνομοι εἶναι, ἥντινα ἐλευθερίαν ἐξ ὅτου Διόνυσος ἐς Ἰνδοὺς ἧκε σώαν σφίσιν εἶναι ἐς Ἀλέξανδρον· εἰ δὲ Ἀλεξάνδρῳ δοκοῦν ἐστιν, ὅτι καὶ Ἀλέξανδρον ἀπὸ θεοῦ γενέσθαι λόγος κατέχει, ξατράπην τε ἀναδέξασθαι ὅντινα τάττοι Ἀλέξανδρος καὶ φόρους ἀποίσειν τοὺς Ἀλεξάνδρῳ δόξαντας· διδόναι δὲ καὶ ὁμήρους ἐθέλειν ὅσους ἂν αἰτῇ Ἀλέξανδρος. ὁ δὲ χιλίους ᾔτησε τοὺς κρατιστεύοντας τοῦ ἔθνους, οὕς, εἰ μὲν βούλοιντο, ἀντὶ ὁμήρων καθέξειν, εἰ δὲ μή, ξυστρατεύοντας ἕξειν, ἔστ' ἂν διαπολεμηθῇ αὐτῷ πρὸς τοὺς ἄλλους Ἰνδούς. οἱ δὲ τούς τε χιλίους ἔπεμψαν τοὺς κρατίστους καὶ μεγίστους σφῶν ἐπιλεξάμενοι, καὶ ἅρματα πεντακόσια οὐκ αἰτηθέντες καὶ τοὺς ἀμβάτας τῶν ἁρμάτων. Ἀλέξανδρος δὲ ξατράπην μὲν τούτοις τε καὶ τῶν Μαλλῶν τοῖς ἔτι σωζομένοις ἐπέταξε Φίλιππον· τοὺς ὁμήρους δὲ αὐτοῖς ἀφῆκεν, τὰ δὲ ἅρματα ἔλαβεν. 7. Ὅτι καὶ παρὰ Ὀσσαδίων γένους αὐτονόμου Ἰνδικοῦ πρέσβεις ἧκον ἐνδιδόντες καὶ οὗτοι τοὺς Ὀσσαδίους. 8. Ὅτι κατιόντι τῷ Ἀλεξάνδρῳ ἐς Βαβυλῶνα Λιβύων τε πρεσβεῖαι ἐνετύγχανον ἐπαινούντων τε καὶ στεφανούντων ἐπὶ τῇ βασιλείᾳ τῆς Ἀσίας, καὶ ἐξ Ἰταλίας Βρέττιοί τε καὶ Λευκανοὶ καὶ Τυρρηνοὶ ἐπὶ τοῖς αὐτοῖς ἐπρέσβευον. καὶ Καρχηδονίους τότε πρεσβεῦσαι λέγεται καὶ ἀπὸ Αἰθιόπων πρέσβεις ἐλθεῖν καὶ Σκυθῶν τῶν ἐκ τῆς Εὐρώπης, καὶ Κελτοὺς καὶ Ἴβηρας ὑπὲρ φιλίας δεησομένους· ὧν τά τε ὀνόματα καὶ τὰς σκευὰς τότε πρῶτον ὀφ 516 θῆναι πρὸς Ἑλλήνων τε καὶ Μακεδόνων. τοὺς δὲ καὶ ὑπὲρ τῶν ἐς ἀλλήλους διαφορῶν λέγουσιν ὅτι Ἀλεξάνδρῳ διακρῖναι ἐπέτρεπον· καὶ τότε μάλιστα αὐτόν τε αὑτῷ Ἀλέξανδρον καὶ τοῖς ἀμφ' αὐτὸν φανῆναι γῆς τε ἁπάσης καὶ θαλάσσης κύριον. 9. Ὅτι παρελθόντι Ἀλεξάνδρῳ ἐς Βαβυλῶνα πρεσβεῖαι παρὰ τῶν Ἑλλήνων ἐνέτυχον, ὑπὲρ ὅτων μὲν ἕκαστοι οὐκ ἀναγέγραπται· δοκεῖν δ' ἔμοιγε αἱ πολλαὶ στεφανούντων τε αὐτὸν ἦσαν καὶ ἐπαινούντων ἐπὶ ταῖς νίκαις ταῖς τε ἄλλαις καὶ μάλιστα ταῖς Ἰνδικαῖς, καὶ ὅτι σῶος ἐξ Ἰνδῶν ἐπανήκει χαίρειν φασκόντων. καὶ τούτους δεξιωσάμενός τε καὶ τὰ εἰκότα τιμήσας ἀποπέμψαι ὀπίσω λέγεται. ὅσους δὲ ἀνδριάντας ἢ ὅσα ἀγάλματα ἢ εἰ δή τι ἄλλο ἀνάθημα ἐκ τῆς Ἑλλάδος Ξέρξης ἀνεκόμισεν ἐς Βαβυλῶνα ἢ ἐς Πασαργάδας ἢ ἐς Σοῦσα ἢ ὅπη ἄλλῃ τῆς Ἀσίας, ταῦτα δοῦναι ἄγειν τοῖς πρέσβεσιν. καὶ τὰς Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνας τὰς χαλκᾶς οὕτω λέγεται ἀπενεχθῆναι ὀπίσω ἐς Ἀθήνας καὶ τῆς Ἀρτέμιδος τῆς Κελκέας τὸ ἕδος.
243
10. Ὅτι ἐπανελθὼν Ἀλέξανδρος ἐς Βαβυλῶνα καταλαμβάνει Πευκέσταν ἥκοντα ἐκ Περσῶν, ἄγοντα στρατιὰν Περσῶν ἐς δισμυρίους, ἄγοντα καὶ ἄλλα τινὰ ἔθνη. καὶ πρεσβεῖαι δὲ ἐν τούτῳ ἐκ τῆς Ἑλλάδος ἧκον, καὶ τούτων οἱ πρέσβεις αὐτοί τε ἐστεφανωμένοι Ἀλεξάνδρῳ προσῆλθον καὶ ἐστεφάνουν αὐτὸν στεφάνοις χρυσοῖς, ὡς θεωροὶ δῆθεν ἐς τιμὴν θεοῦ ἀφιγμένοι. Τέλος τῆς ἱστορίας Ἀρριανοῦ. Περὶ πρέσβεων. Ἐκ τῆς ἱστορίας Ἀππιανοῦ τῆς ἐπιγραφομένης Βασιλικῆς. 1. Ὅτι τὸν πόλεμον τὸν πρὸς Ῥωμύλον Τατίου αἱ Ῥωμαίωνγυναῖκες καὶ Σαβίνων θυγατέρες διῄτησαν, αὐταὶ τῷ χάρακι τῶν 517 γονέων προσελθοῦσαι χεῖράς τε προτείνουσαι καὶ βρέφη τὰ ἤδη σφίσιν ἐκ τῶν ἀνδρῶν γενόμενα ἐπιδεικνύουσαι καὶ τοῖς ἀνδράσι μαρτυροῦσαι μηδὲν ὑβριστικὸν ἐς αὐτὰς ἁμαρτεῖν, ἐδέοντό τε λαβεῖν τινα οἶκτον τοὺς Σαβίνους σφῶν τε αὐτῶν καὶ κηδεστῶν καὶ ἐκγόνων καὶ θυγατέρων καὶ φείσασθαι συγγενοῦς καὶ μιαροῦ πολέμου, ἢ πρώτας ἀνελεῖν αἳ τὴν αἰτίαν ἔχουσι τοῦ πολέμου. οἱ δὲ τῶν τε παρόντων ἀπορίᾳ καὶ οἴκτῳ τῶν γυναικῶν, συγγινώσκοντες ἤδη μὴ καθ' ὕβριν εἰργάσθαι ταῦτα Ῥωμαίους ἀλλὰ ὑπὸ χρείας, ἐς τὰς διαλλαγὰς ἐνεδίδουν, καὶ συνελθόντες Ῥωμύλος τε καὶ Τάτιος ἐς τὴν ἐξ ἐκείνου γενομένην ἱερὰν ὁδὸν ἐπὶ τοῖσδε συνέβησαν, βασιλεύειν μὲν ἄμφω Τάτιόν τε καὶ Ῥωμύλον, Σαβίνους δὲ τοὺς τότε τῷ Τατίῳ συστρατεύσαντας, καὶ εἴ τινες ἄλλοι τῶν Σαβίνων ἐθέλοιεν, ἐς τὸ Ῥωμαίων μετοικίσασθαι ἐπ' ἴσῃ καὶ ὁμοίᾳ. 2. Ὅτι Σαυνῖται ἐς τὴν Φρεγελλανῶν ἐμβαλόντες ἐπόθουν, Ῥωμαῖοι δὲ Σαυνιτῶν καὶ Δαυνίων ὀγδοήκοντα κώμας καὶ μίαν εἷλον, καὶ ἄνδρας ἐξ αὐτῶν χιλίους καὶ δισμυρίους ἀνελόντες ἀπανέστησαν αὐτοὺς ἀπὸ τῆς Φρεγέλλης. καὶ πάλιν ἐς Ῥώμην ἐπρέσβευον οἱ Σαυνῖται νεκρὰ σώματα ἀνδρῶν φέροντες, ὡς αἰτίους. τοῦδε τοῦ πολέμου γεγονότας ἀνῃρηκότες, καὶ χρυσίον ὡς ἀπὸ τῆς ἐκείνων περιουσίας πεπορισμένον. ἐφ' οἷς αὐτοὺς ἡ βουλὴ πάνυ νομίζουσα τετρῦσθαι προσεδόκα κακοπαθοῦντας ἐνδώσειν περὶ τῆς ἡγεμονίας. οἱ δὲ τὰ μὲν ἄλλα ἐδέχοντο καί, εἴ τῳ καὶ ἀντέλεγον, ἢ παρῃτοῦντο καὶ παρεκάλουν ἢ ἐς τὰς πόλεις ἀνετίθεντο· περὶ δὲ τῆς ἡγεμονίας οὐκ ἀνασχόμενοι πάλιν οὐδ' ἀκοῦσαι, οὐκ ἐκδωσόμενοι δὴ τὰς πόλεις ἔφασαν ἥκειν, ἀλλὰ ἐς φιλίαν συνάξοντες. λυσάμενοι δὴ τοῦ χρυσίου τοὺς αἰχμαλώτους ἀπῄεσαν ὀργῇ, καὶ τὴν πεῖραν ἔχοντες τὴν περὶ τῆς ἡγεμονίας. καὶ Ῥωμαῖοι μὲν ἐψηφίζοντο μηδὲ πρεσβείας ἔτι παρὰ Σαυνιτῶν προσίεσθαι, ἀλλὰ ἄσπονδον καὶ ἀκήρυκτον πόλεμον αὐτοῖς πολεμεῖν ἕως κατὰ κράτος ἐξέλωσιν, θεὸς δὲ ἐνεμέσησε τῆς μεγαληγορίας, καὶ ὕστερον ἡττήθησαν ὑπὸ Σαυνιτῶν καὶ ὑπὸ ζυγὸν ἤχθησαν οἱ Ῥωμαῖοι. ἐς 518 γὰρ στενώτατον χῶρον τούτους συγκλείσαντες οἱ Σαυνῖται τοῦ Ποντίου σφῶν στρατηγοῦντος, καὶ λιμῷ πιεζομένων Ῥωμαίων, οἱ στρατηγοὶ σφῶν πρεσβευσάμενοι παρεκάλουν τὸν Πόντιον καταθέσθαι Ῥωμαίοις χάριν, ἣν οὐ πολλοὶ παρέχουσι καιροί. ὁ δὲ ἀπεκρίνατο μὴ δεῖν μηδὲ πρεσβεύειν ἔτι πρὸς αὐτόν, εἰ μὴ τὰ ὅπλα καὶ αὑτοὺς παραδιδοῖεν. θρῆνος οὖν ἦν οἷα πόλεως ἁλούσης. καὶ οἱ στρατηγοὶ διέτριψαν μὲν ἔτι ἄλλας ἡμέρας ὀκνοῦντες ἀνάξιόν τι τῆς πόλεως ἐργάσασθαι· ὡς δ' οὔτε μηχανὴ σωτηρίας ἐφαίνετο, ὅ τε λιμὸς ἐπίεζεν αὐτούς, καὶ νεότης ἦν πέντε μυριάδων, ἣν ὤκνουν φθειρομένην ὑπεριδεῖν, ἐπέτρεψαν ἑαυτοὺς τῷ Ποντίῳ καὶ παρεκάλουν, εἴτε κτείνειν εἴτε πωλεῖν εἴτε φυλάττειν ἐπὶ λύτροις ἕλοιτο, μηδὲν ἐς σώματα ἀνδρῶν ἀτυχούντων ὑβρίσαι. Ὁ δὲ τῷ πατρὶ συνεβουλεύετο μεταπεμψάμενος αὐτὸν ἐκ τοῦ Καυδίου φερόμενον ὑπὸ γήρως ἁμάξῃ. καὶ ὁ πρεσβύτης ἔφη· ἕν ἐστιν, ὦ παῖ, μεγάλης ἔχθρας φάρμακον, εὐεργεσίας ἢ κολάσεως ὑπερβολή. αἱ μὲν οὖν κολάσεις καταπλήσσουσιν, αἱ δὲ εὐεργεσίαι προσάγονται. ἴσθι νίκην τήνδε πρώτην καὶ μεγίστην, θησαυρίζειν τὴν εὐτυχίαν, καὶ πάντας ἀπόλυσον ἀπαθεῖς μήτ' ἐνυβρίσας μήτ' ἀφελόμενος μηδέν, ἵνα σῶον ᾖ σοι τὸ μέγεθος τῆς εὐεργεσίας. εἰσὶ δ', ὡς ἀκούω, φιλότιμοι κακόν, ἀλλὰ μόναις εὐεργεσίαις ἡττώμενον διαγωνιοῦνταί σοι περὶ τῆσδε τῆς χάριτος. ἔχεις ἐνέχυρον τήνδε τὴν εὐεργεσίαν εἰρήνης ἀθανάτου λαβεῖν. ἢν δέ σε ταῦτα μὴ πείθῃ, κτεῖνον ἅπαντας ὁμαλῶς μηδ' ἄγγελον ὑπολιπών. λέγω δ' ἐκεῖνα μὲν αἱρούμενος, ταῦτα δ' ὡς ἀναγκαῖα. Ῥωμαῖοι γὰρ ὁτιοῦν ὑβρισθέντες ἀμυνοῦνταί σε πάντως· ἀμυνεῖσθαι δὲ μέλλοντας αὐτοὺς προκατάβλαπτε. μεῖζον δ' οὐκ ἂν
244
εὕροις βλάβος νέων ὁμοῦ πέντε μυριάδων. Ὁ μὲν τοσαῦτα εἶπεν, ὁ δὲ παῖς ἀντέλεξεν· ὅτι μέν, ὦ πάτερ, ἐναντιώτατα εἶπας ἀλλήλοις, οὐ θαυμάζω· προεῖπας γὰρ ἐρεῖν ὑπερβολὰς ἑκατέρων. ἐγὼ δὲ οὐ κτενῶ μὲν ἄνδρας τοσούτους νέμεσίν τε θεοῦ φυλασσόμενος καὶ φθόνον ἀνθρώπων αἰδούμενος, καὶ τὰ ἔθνη τὰς ἐς ἀλλήλους ἐλπίδας οὐκ ἀφαιρήσομαι δι' ἀνηκέστου κακοῦ. περὶ δὲ τῆς ἀφέσεως οὐδ' αὐτῷ μέν μοι δοκεῖ, 519 Ῥωμαίων πολλὰ καὶ δεινὰ δεδρακότων ἡμᾶς καὶ χωρία καὶ πόλεις ἡμετέρας ἔτι νῦν ἐχόντων, τούσδε τοὺς εἰλημμένους ἀπολύειν παντὸς ἀπαθεῖς. οὐ ποιήσω· ἐμπληξία γὰρ ἡ ἄλογος φιλανθρωπία. ἐπισκόπει δέ, παρεὶς ἐμέ, καὶ τὸ Σαυνιτῶν, ὧν παῖδες καὶ πατέρες καὶ ἀδελφοὶ τεθνᾶσιν ὑπὸ Ῥωμαίων καὶ κτήματα καὶ χρήματα ἀφῃρημένοι χρῄζουσι παραμυθίας. φύσει δὲ γαῦρον ὁ νενικηκώς, καὶ τὰ κέρδη περιβλέπονται. τίς οὖν ἀνέξεταί μου τούσδε μὴ κτείνειν μήτε πωλεῖν μηδὲ ζημιοῦν, ἀλλ' ὡς εὐεργέτας ἀπαθεῖς προπέμπειν; διὰ μὲν δὴ ταῦτα παρῶμεν τὰς ὑπερβολάς, ἐπεὶ τῆς μὲν οὐ κύριος ἐγώ, τῆς δ' ἀπανθρωποτέρας οὐκ ἀνέχομαι. ὡς δ' ἂν καὶ Ῥωμαίων τι τοῦ φρονήματος περιέλοιμι καὶ τὰ πρὸς τοὺς ἄλλους ἀδιάβλητος εἴην, ὅπλα μὲν αὐτούς, οἷς ἐχρήσαντο ἀεὶ καθ' ἡμῶν, ἀφαιρήσομαι καὶ χρήματα (καὶ γὰρ ταῦτ' ἔχουσι παρ' ἡμῶν), ἐκπέμψω δ' ὑπὸ ζυγὸν σώους, ᾗ τινι αἰσχύνῃ καὶ αὐτοὶ κατ' ἄλλων ἐχρήσαντο, καὶ εἰρήνην εἶναι τοῖς ἔθνεσι συνθήσομαι τῶν τε ἱππέων ἐπιλέξομαι τοὺς ἐπιφανεστάτους ὅμηρα τῶνδε τῶν συνθηκῶν, ἕως ἅπας ὁ δῆμος ἐπιψηφίσῃ. καὶ τάδε ποιῶν ἡγοῦμαι νενικηκότος τε ἔργα ποιήσειν καὶ φιλανθρώπου, Ῥωμαίους τε ἀγαπήσειν ὅσα καὶ αὐτοί, φάσκοντες ἀρετῆς ἀντιποιεῖσθαι, πολλάκις ἐς ἄλλους ἔδρασαν. Ταῦτα τοῦ Ποντίου λέγοντος ὁ πρεσβύτης ἐδάκρυσέ τε καὶ ἐπιβὰς τῆς ἀπήνης εἰς τὸ Καύδιον ἀπήλαυνεν. ὁ δὲ Πόντιος τοὺς πρέσβεις καλέσας ἤρετο εἴ τις εἰρηνοδίκης αὐτοῖς παρείη. τοῖς δὲ παρῆν οὐδεὶς ὡς ἐπὶ ἄσπονδον καὶ ἀκήρυκτον πόλεμον ἐστρατευκόσι. τοῖς οὖν ὑπάτοις καὶ τοῖς ἄλλοις ἄρχουσι τῆς στρατιᾶς καὶ παντὶ τῷ πλήθει λέγειν ἐκέλευε τοὺς πρέσβεις· ἡμεῖς ἀεὶ Ῥωμαίοις ἐσπενδόμεθα φιλίαν, ἣν αὐτοὶ διελύσατε Σιττικηνοῖς τοῖς ἡμετέροις ἐχθροῖς συμμαχοῦντες· εἶτ' αὖθις αὖ φιλίας ἡμῖν γενομένης Νεαπολίταις ἐπολεμεῖτε τοῖς ἡμετέροις γείτοσιν. καὶ οὐκ ἠγνοοῦμεν ὅτι ταῦτ' ἦν ὑμῖν παρασκευὴ πλεονεξίας ἐπὶ ὅλην τὴν Ἰταλίαν. ἔν τε ταῖς προτέραις μάχαις πολλὰ παρὰ τὴν ἀπειρίαν τῶν ἡμετέρων στρατηγῶν προλαβόντες οὐδὲν ἐπεδείξασθε μέτριον ἐς ἡμᾶς, οὐδ' ἠρκεῖσθε τὴν χώραν πορθοῦντες καὶ χωρία καὶ πόλεις ἔχοντες ἀλλοτρίας καὶ κληρούχους ἐς αὐτὰ πέμποντες, ἀλλὰ καὶ πρεσβευσαμένων ἡμῶν δὶς πρὸς ὑμᾶς καὶ πολλὰ 520 συγχωρούντων, ὑπερήφανα ἡμῖν ἄλλ' ἐπετάσσετε, τὴν ἀρχὴν ὅλην ἀποθέσθαι καὶ ὑμῶν ὑπακούειν, ὥσπερ οὐ σπενδομένους ἀλλὰ ἑαλωκότας. καὶ ἐπὶ τοῖσδε τὸν πόλεμον τόνδε ἄσπονδον καὶ ἀκήρυκτον ἐψηφίσασθε κατ' ἀνδρῶν ποτὲ φίλων, κατὰ Σαβίνων ἐκγόνων τῶν ὑμῖν συνοικούντων. ἕνεκα μὲν οὖν τῆς ὑμετέρας πλεονεξίας ἔδει καὶ τὰ παρ' ἡμῶν ὑμῖν ἄσπονδα εἶναι. ἐγὼ δὲ νέμεσίν τε θεῶν αἰδούμενος, ἣν ὑμεῖς ὑπερείδεσθε, καὶ συγγενείας καὶ φιλίας τῆς ποτὲ μνημονεύων δίδωμι ἕκαστον ὑμῶν σὺν ἱματίῳ σῶον ὑπὸ ζυγὸν ἀπελθεῖν, ἢν ὀμόσητε τήν τε γῆν καὶ τὰ χωρία πάνθ' ἡμῖν ἀποδώσειν καὶ τοὺς κληρούχους ἀπὸ τῶν πόλεων ἀπάξειν καὶ μηδέ ποτ' ἐπὶ Σαυνίτας στρατεύσειν. Ἀπαγγελθέντων δὲ τούτων ἐς τὸ στρατόπεδον ὀλοφυρμὸς ἦν καὶ θρῆνος ἐπὶ πλεῖστον· θανάτου γὰρ ἡγοῦντο εἶναι χείρονα τὴν ὕβριν τὴν ὑπὸ τῷ ζυγῷ. ὡς δὲ καὶ περὶ τῶν ἱππέων ἐπύθοντο, αὖθις ἐθρήνουν ἐπὶ πλεῖστον. ὑπὸ δὲ ἀπορίας αὐτὰ ἐδέχοντο, καὶ τοὺς ὅρκους ὤμνυον ὅ τε Πόντιος καὶ οἱ Ῥωμαίων ὕπατοι δύο ὄντες, Ποστούμιός τε καὶ Βετούριος, καὶ ταμίαι δύο καὶ ταξιάρχαι δʹ καὶ χιλίαρχοι δώδεκα, σύμπαντες ὅσοι μετὰ τοὺς διεφθαρμένους ἦρχον. γενομένων δὲ τῶν ὅρκων ὁ μὲν Πόντιος παραλύσας τι τοῦ διατειχίσματος καὶ δυσὶ δόρασιν ἐς τὴν γῆν ἐμπεπηγόσιν ἐπικάρσιον ἄλλο ἐπιθεὶς ἐξέπεμπε Ῥωμαίων ἕκαστον ὑπὸ τούτῳ, καί τινα ὑποζύγια ἔδωκεν αὐτοῖς ἐς τοὺς ἀρρωστοῦντας, καὶ τροφήν, ἄχρι τῆς Ῥώμης φέρεσθαι. δύναται δ', ἐμοὶ δοκεῖν, τὸ εἶδος τῆς ἀφέσεως, ὃ καλοῦσιν οἱ τῇδε ζυγόν, ὀνειδίζειν ὡς δοριαλώτοις. Ἀπαγγελθείσης δὲ τῆς συμφορᾶς ἐς τὴν πόλιν οἰμωγὴ καὶ θρῆνος ἦν ὡς ἐπὶ πένθει, καὶ αἱ γυναῖκες ἐκόπτοντο τοὺς αἰσχρῶς περισεσωσμένους ὡς ἀποθανόντας, ἥ τε βουλὴ τὴν ἐπιπόρφυρον ἐσθῆτα ἀπέθετο, καὶ θυσίαι καὶ γάμοι καὶ ὅσα ἄλλα τοιουτότροπα ἐπέσχητο ἐπὶ τὸ ἔτος ὅλον, ἕως τὴν συμφορὰν ἀνέλαβον. τῶν δὲ ἀφειμένων οἱ μὲν ἐς τοὺς ἀγροὺς διέφευγον ὑπὸ αἰδοῦς, οἱ δὲ νυκτὸς ἐς τὴν
245
πόλιν ἐσῄεσαν. οἱ δὲ ἄρχοντες ἡμέρας μὲν ἐσῆλθον ὑπ' ἀνάγκης, καὶ τὰ σημεῖα τῆς ἀρχῆς ἐπέκειτο αὐτοῖς, ἔπρασσον δὲ οὐδέν. 3. Ὅτι ὁ Πύρρος ὁ βασιλεὺς τῆς Ἠπείρου, νικήσας τοὺς Ῥω 521 μαίους καὶ ἀναλαβεῖν χρῄζων τὴν στρατιὰν ἐκ μάχης εὐτόνου καὶ Ῥωμαίους ἐλπίζων ἐς διαλύσεις τότε μάλιστα ἐνδώσειν, ἔπεμπεν ἐς Ῥώμην Κινέαν τὸν Θεσσαλὸν δόξαν ἐπὶ λόγοις ἔχοντα μιμεῖσθαι τὴν Δημοσθένους ἀρετήν. καὶ παρελθὼν ὁ Κινέας ἐς τὸ βουλευτήριον ἄλλα τε πολλὰ περὶ τοῦ βασιλέως ἐσεμνολόγει, καὶ τὴν ἐπὶ τῷ ἀγῶνι μετριοπάθειαν κατελογίζετο μήτ' ἐπὶ τὴν πόλιν εὐθὺς ἐλάσαντος μήτ' ἐπὶ τὸ ἡσσημένον στρατόπεδον. ἐδίδου δ' αὐτοῖς εἰρήνην καὶ φιλίαν καὶ συμμαχίαν πρὸς Πύρρον, εἰ Ταραντίνους μὲν ἐς ταῦτα συμπεριλάβοιεν, τοὺς δ' ἄλλους Ἕλληνας τοὺς ἐν Ἰταλίᾳ κατοικοῦντας ἐλευθέρους καὶ αὐτονόμους ἐῷεν, Λευκανοῖς δὲ καὶ Σαυνίταις καὶ Δαυνίοις καὶ Βρεττίοις ἀποδοῖεν ὅσα αὐτῶν ἔχουσι πολέμῳ λαβόντες. καὶ γιγνομένων ἔφη τούτων Πύρρον ἀποδώσειν αὐτοῖς τοὺς αἰχμαλώτους ἄνευ λύτρων. οἱ δ' ἐνεδοίαζον ἐπὶ πλεῖστον τῇ τε δόξῃ τοῦ Πύρρου καὶ τῷ συμβεβηκότι πάθει καταπλαγέντες, ἕως Ἄππιος Κλαύδιος ὁ Καῖκος ἐπίκλησιν, ἤδη τετυφλωμένος, ἐς τὸ βουλευτήριον τοῖς παισὶν αὑτὸν ἀγαγεῖν κελεύσας· ἠχθόμην, εἶπεν, ὅτι μὴ βλέπω, νῦν δ' ὅτι ἀκούω. τὰ γὰρ τοιαῦτα ὑμῶν βουλεύματα ἠξίουν μήθ' ὁρᾶν μήτ' ἀκούειν, οἳ δι' ἓν ἀτύχημα ἀθρόως οὕτως ἑαυτῶν ἐκλέλησθε, καὶ τὸν τοῦτο δράσαντα αὐτόν τε καὶ τοὺς ἐπαγαγομένους αὐτὸν βουλεύεσθε φίλους ἀντὶ πολεμίων θέσθαι καὶ τὰ τῶν προγόνων κτήματα Λευκανοῖς καὶ Βρεττίοις δοῦναι. τί τοῦτ' ἐστὶν ἢ Ῥωμαίους ἐπὶ Μακεδόσι γενέσθαι; καὶ ταῦτά τινες εἰρήνην ἀντὶ δουλείας τολμῶσιν ὀνομάζειν. ἄλλα τε πολλὰ ὅμοια τούτοις ὁ Ἄππιος εἰπὼν καὶ ἐρεθίσας εἰσηγήσατο Πύρρον, εἰ δέοιτο τῆς Ῥωμαίων φιλίας καὶ συμμαχίας, ἐξ Ἰταλίας ἀπελθόντα πρεσβεύειν, παρόντα δὲ μήτε φίλον ἡγεῖσθαι μήτε σύμμαχον μήτε Ῥωμαίοις δικαστὴν ἢ διαιτητήν. καὶ ἡ βουλὴ ταῦθ' ἅπερ καὶ Ἄππιος εἶπεν ἀπεκρίνατο Κινέᾳ. Λαβινίῳ δ' ἄλλα δύο τέλη καταλέγοντες ἐκήρυξαν οὕτως, εἴ τις ἀντὶ τῶν ἀπολωλότων αὑτὸν ἐπιδίδωσιν, ἐς τὴν στρατιὰν ἀπογράφεσθαι. καὶ ὁ Κινέας ἔτι παρὼν καὶ θεώμενος αὐτοὺς ὠθουμένους ἐς τὰς ἀπογραφὰς λέγεται πρὸς τὸν Πύρρον ἐπανελθὼν εἰπεῖν ὅτι πρὸς ὕδραν ἐστὶν αὐτοῖς ὁ πόλεμος. οἱ δὲ οὐ Κινέαν ἀλλὰ Πύρρον αὐτὸν εἰπεῖν τοῦτο τὸ ἔπος ἰδόντα τὴν στρατιὰν τῶν Ῥωμαίων τῆς προτέρας πλείονα· καὶ γὰρ ὁ ἕτερος 522 ὕπατος τῷ Λαβινίῳ Κορογκάνιος ἧκεν ἐκ Τυρρηνίας μεθ' ἧς εἶχε παρασκευῆς. λέγεται δὲ καὶ τἄλλα περὶ τῆς Ῥώμης πυνθανομένῳ Πύρρῳ Κινέας εἰπεῖν ὅτι πόλις ἐστὶ στρατηγῶν ὅλη, καὶ τοῦ Πύρρου θαυμάσαντος μεταλαβὼν φάναι· βασιλέων μᾶλλον ἢ στρατηγῶν. Πύρρος δ', ὡς οὐδὲν εἰρηναῖόν οἱ παρὰ τῆς βουλῆς ἀπήντησεν, ἐπὶ τὴν Ῥώμην ἠπείγετο πάντα δῃῶν, καὶ φθάνει μὲν ἐς πόλιν Ἀναγνίαν, βαρεῖαν δ' ἔχων ἤδη τὴν στρατιὰν ὑπὸ λείας καὶ πλήθους αἰχμαλώτων, ἀναθέμενος μάχην ἀνέστρεφεν ἐπὶ Καμπανίας, ἡγουμένων τῶν ἐλεφάντων, καὶ τὴν στρατιὰν ἐς χειμασίαν κατὰ πόλεις διῄρει. Ῥωμαίων δὲ πρέσβεις αὐτὸν ἠξίουν λῦσαι τῇ πόλει τοὺς αἰχμαλώτους, ἢ ἀντιλαβεῖν ὅσους ἔχουσι Ταραντίνων καὶ τῶν ἄλλων συμμάχων αὐτοῦ. ὁ δὲ σπενδομένοις μὲν ἔφη, καθάπερ προεῖπε Κινέας, χαριεῖσθαι τοὺς αἰχμαλώτους, πολεμοῦσι δ' οὐ δώσειν ἐφ' ἑαυτὸν ἄνδρας τοιούτους καὶ τοσούτους. ἐξένιζε δ' αὐτοὺς βασιλικῶς, καὶ τὸν τῆς πρεσβείας ἡγούμενον Φαβρίκιον πυνθανόμενος ἐν τῇ πόλει μέγα δύνασθαι καὶ δεινῶς πένεσθαι καθωμίλει, λέγων, εἰ πράξειεν αὐτῷ τὰς διαλύσεις, ὑποστράτηγον καὶ κοινωνὸν τῶν παρόντων ἀγαθῶν ἀπάξειν ἐς Ἤπειρον, χρήματά τε αὐτὸν λαβεῖν ἐντεῦθεν ἤδη παρεκάλει, πρόφασιν ὡς δώσοντα τοῖς τὴν εἰρήνην ἐργασομένοις. ἐπιγελάσας δ' ὁ Φαβρίκιος περὶ μὲν τῶν κοινῶν οὐδ' ἀπεκρίνατο, τὴν δ' ἐμήν, ἔφη, παρρησίαν οὔτε τῶν σῶν φίλων οὐδεὶς οὔτε αὐτὸς οἴσεις σύ, ὦ βασιλεῦ· καὶ τὴν πενίαν τὴν ἐμαυτοῦ μακαρίζω μᾶλλον ἢ τὸν τῶν τυράννων πλοῦτον ὁμοῦ καὶ φόβον. οἱ δὲ οὐχ οὕτω φασὶν αὐτόν, ἀλλ' ὅτι μου τῆς φύσεως Ἠπειρῶται μεταλαβόντες ἐμὲ σοῦ προθήσουσι. ὁποτέρως δ' οὖν ἀπεκρίνατο, θαυμάσας αὐτὸν τοῦ φρονήματος ὁ Πύρρος ἑτέραν ὁδὸν ἐς τὰς διαλλαγὰς ἐπενόει καὶ τοὺς αἰχμαλώτους ἐς τῶν Κρονίων τὴν ἑορτὴν ἔπεμπεν ἄνευ φυλάκων, ἐφ' ᾧ, δεχομένης μὲν τῆς πόλεως ἃ ὁ Πύρρος προτείνει, μένειν καὶ τῆς αἰχμαλωσίας ἀπολελύσθαι, μὴ δεχομένης δὲ ἑορτάσαντας ἐπανήκειν ἐς αὐτόν. τούτους ἡ βουλὴ πάνυ παρακαλοῦντας καὶ ἐνάγοντας ἐς
246
τὰς διαλύσεις ἐκέλευσεν ἑορτάσαντας Πύρρῳ παραδοῦναι σφᾶς αὐτοὺς ἐν ἡμέρᾳ ῥητῇ, καὶ θάνατον ἐπέταξε τοῖς ἀπολειφθεῖσι τῆς ἡμέρας. 523 οἱ δὲ αὐτὴν ἅπαντες ἐφύλαξαν, καὶ Πύρρῳ πολεμητέα πάντως αὖθις ἐδόκει. 4. Ὅτι τὸν Πύρρον ἤδη μὲν τὰ Ῥωμαίων κατέπλησσεν, ἐτάρασσε δὲ καὶ τὰ ἐν Μολοσσοῖς θορυβούμενα, Ἀγαθοκλῆς τε ἄρχων Σικελίας ἄρτι ἐτεθνήκει, οὗ θυγατέρα Λάνειαν ἔχων ὁ Πύρρος ἐν ταῖς γυναιξὶ τὴν νῆσον οἰκείαν ἀντὶ τῆς Ἰταλίας περιεβλέπετο. ὤκνει δ' ὅμως ἔτι τοὺς ἐπικαλέσαντας ἄνευ τινὸς εἰρήνης καταλιπεῖν. ἄσμενος οὖν τῆς προφάσεως τῆς περὶ τὸν αὐτόμολον ἐπιβὰς ἐμαρτύρει τοῖς ὑπάτοις, καὶ Κινέαν ἔπεμπεν ἐς Ῥώμην χάριν ὁμολογήσοντα τῆς σωτηρίας τοῦ βασιλέως καὶ τοὺς αἰχμαλώτους ἀμοιβὴν ἄγοντα εἰρήνην τε ὅπη δύναιτο πράξοντα. δῶρα δ' ὁ Κινέας ἔφερε πολλὰ μὲν ἀνδράσι, πολλὰ δὲ γυναιξί, φιλοχρήματον καὶ φιλόδωρον εἶναι τὴν πόλιν πυθόμενος καὶ τὰς γυναῖκας ἰσχύειν παρὰ Ῥωμαίοις ἐκ παλαιοῦ. οἱ δὲ περὶ μὲν τῶν δώρων ἐνεκελεύσαντο ἀλλήλοις, καί φασιν οὐδένα λαβεῖν οὐδὲν οὔτε ἄνδρα οὔτε γυναῖκα, ἀπεκρίναντο δ' αὐτῷ, καθὰ καὶ πρότερον, ἀπελθόντα Πύρρον ἐξ Ἰταλίας πρεσβεύειν πρὸς αὐτοὺς ἄνευ δώρων· ἀπορήσειν γὰρ οὐδενὸς τῶν δικαίων. τοὺς δὲ πρέσβεις καὶ αὐτοὶ πολυτελῶς ἐξένιζον καὶ Πύρρῳ τοὺς Ταραντίνων καὶ τῶν ἄλλων αὐτοῦ συμμάχων αἰχμαλώτους ἀντέπεμπον. ὁ μὲν δὴ Πύρρος ἐπὶ τούτοις ἐς Σικελίαν διέπλει μετά τε τῶν ἐλεφάντων καὶ ὀκτακισχιλίων ἱππέων ὑποσχόμενος τοῖς συμμάχοις ἐκ Σικελίας ἐπανήξειν ἐς τὴν Ἰταλίαν. καὶ ἐπανῆλθεν ἔτει τρίτῳ, Καρχηδονίων αὐτὸν ἐξελασάντων ἐκ Σικελίας. 5. Ὅτι ὁ τῶν Κελτῶν βασιλεὺς Βρέννος, τῶν Φαβίων τῶν Ῥωμαίων πολλοὺς ἀνελόντων Κελτῶν, μὴ δεξάμενος τοὺς Ῥωμαίων πρέσβεις, ἐπὶ τούτοις πρέσβεις ἐπιλεξάμενος ἐς κατάπληξιν, οἳ Κελτῶν ἁπάντων μεγάλων τὰ σώματα ὄντων ὑπερέβαλλον, ἐξέπεμπεν ἐς Ῥώμην αἰτιώμενος τοὺς Φαβίους, ὅτι πρεσβεύοντες παρὰ τοὺς κοινοὺς νόμους ἐπολέμησαν, ᾔτει τε τοὺς ἄνδρας ἐς δίκην ἐκδότους οἱ γενέσθαι, εἰ μὴ θέλουσι Ῥωμαῖοι κοινὸν αὐτῶν εἶναι τὸ ἔργον. οἱ δὲ Ῥωμαῖοι συνεγίνωσκον μὲν τοὺς Φαβίους ἁμαρτεῖν, αἰδοῖ δὲ οἴκου διαφέροντος χρήματα τοὺς Κελτοὺς πράξασθαι παρὰ σφῶν παρεκάλουν. οὐ πειθομένων δὲ χειροτονοῦσι τοὺς Φαβίους ἐπὶ τὴν ἐτήσιον ἀρχὴν χιλιάρχους καὶ τοῖς πρεσβεύ 524 ουσι τῶν Κελτῶν ἔφασαν οὐ δύνασθαι νῦν οὐδὲν ἐς τοὺς Φαβίους ἄρχοντας ἤδη, τοῦ δὲ ἐπιόντος ἔτους ἥκειν αὐτούς, ἂν ἔτι μηνίωσιν, ἐκέλευον. Βρέννος δὲ καὶ ὅσοι Κελτῶν ἦσαν ὑπ' ἐκείνῳ νομίσαντες ὑβρίσθαι καὶ χαλεπῶς ἐνεγκόντες ἐς τοὺς ἄλλους Κελτοὺς περιέπεμπον, ἀξιοῦντες αὐτοὺς συνεφάψασθαι τοῦδε τοῦ πολέμου. καὶ πολλῶν ἀφικομένων ἄραντες ἤλαυνον ἐπὶ τὴν Ῥώμην. 6. Ὅτι οἱ Σαλύων τοῦ ἔθνους ἡττηθέντες ὑπὸ Ῥωμαίων ἐς Ἀλλούβριγας κατέφυγον. καὶ αὐτοὺς ἐξαιτοῦντες οἱ Ῥωμαῖοι στρατεύουσιν ἐπὶ τοὺς Ἀλλούβριγας οὐκ ἐκδιδόντας, ἡγουμένου σφῶν Γναίου Δομιτίου. ᾧ παροδεύοντι τὴν τῶν Σαλύων ἐντυγχάνει πρεσβευτὴς Βιτοίτου βασιλέως τῶν Ἀλλουβρίγων, ἐσκευασμένος τε πολυτελῶς, καὶ δορυφόροι παρείποντο αὐτῷ κεκοσμημένοι καὶ κύνες· δορυφοροῦνται γὰρ δὴ καὶ πρὸς κυνῶν οἱ τῇδε βάρβαροι. μουσικός τε ἀνὴρ εἵπετο βαρβάρῳ μουσικῇ τὸν βασιλέα Βιτοῖτον, εἶτ' Ἀλλούβριγας, εἶτα τὸν πρεσβευτὴν αὐτὸν ἔς τε γένος καὶ ἀνδρείαν καὶ περιουσίαν ὑμνῶν· οὗ δὴ καὶ μάλιστα ἕνεκα αὐτοὺς οἱ τῶν πρεσβευτῶν ἐπιφανεῖς ἐπάγονται. ἀλλ' ὁ μὲν συγγνώμην αἰτῶν τοῖς Σαλύων δυνάσταις ἀπέτυχεν. 7. Ὅτι τῶν Τευτόνων μοῖρα λῃστεύουσα πολύανδρος ἐς τὴν γῆν τῶν Νωρικῶν ἐσέβαλεν, καὶ ὁ Ῥωμαίων ὕπατος Παπίριος Κάρβων δείσας μὴ ἐς τὴν Ἰταλίαν ἐσβάλοιεν, ἐφήδρευε τοῖς Ἀλπίοις, ᾗ μάλιστά ἐστιν ἡ διάβασις στενωτάτη. οὐκ ἐπιχειρούντων δὲ ἐκείνων, αὐτὸς ἐπέβαινεν αὐτοῖς αἰτιώμενος ἐς Νωρικοὺς ἐσβαλεῖν Ῥωμαίων ξένους ὄντας. ἐποιοῦντο δ' οἱ Ῥωμαῖοι ξένους, οἷς ἐδίδοσαν μὲν εἶναι φίλοις, ἀνάγκη δ' οὐκ ἐπῆν ὡς φίλοις ἐπαμύνειν. οἱ μὲν δὴ Τεύτονες πλησιάζοντι τῷ Κάρβωνι προσέπεμπον ἀγνοῆσαί τε τὴν ἐς Ῥωμαίους Νωρικῶν ξενίαν, καὶ αὐτῶν ἐς τὸ μέλλον ἀφέξεσθαι· ὁ δ' ἐπαινέσας τοὺς πρέσβεις καὶ δοὺς αὐτοῖς ὁδῶν ἡγεμόνας κρύφα τοῖς ἡγουμένοις ἐνετείλατο μακροτέραν αὐτοὺς περιάγειν, τῇ βραχυτέρᾳ δὲ αὐτὸς διαδραμών, ἀδοκήτως ἀναπαυομένοις ἔτι τοῖς Τεύτοσιν ἐμπεσὼν ἔδωκε δίκην ἀπιστίας
247
πολλοὺς ἀποβαλών. τάχα δ' ἂν καὶ πάντας ἀπώλεσεν, εἰ μὴ ζόφος καὶ ὄμβρος καὶ βρονταὶ βαρεῖαι τῆς μάχης ἔτι συνεστώσης ἐπιπεσοῦσαι διέστησαν αὐτοὺς ἀπ' ἀλλήλων, καὶ ὁ ἀγὼν ὑπὸ 525 τῆς ἄνωθεν ἐκπλήξεως διελύθη. σποράδες δὲ καὶ ὣς ἐς ὕλας οἱ Ῥωμαῖοι διαφυγόντες, τρίτῃ μόλις ἡμέρᾳ συνῆλθον. καὶ Τεύτονες ἐς Γαλάτας ἐχώρουν. 8. Ὅτι ἔθνη δύο Λιγύριοι καὶ Ἐλβήττιοι ἐς τὴν Ῥωμαίων Κελτικὴν ἐσέβαλον, καὶ τούτων τὸν στόλον ὁ Καῖσαρ Γάιος πυθόμενος διετείχισεν ὅσα περὶ Ῥοδανόν ἐστι ποταμὸν ἐς ἑκατὸν καὶ πεντήκοντα σταδίους μάλιστα. καὶ πρεσβευσαμένοις ἐπὶ διαπείρᾳ τοῖς πολεμίοις ὑπὲρ σπονδῶν ἐκέλευεν ὅμηρα δοῦναι καὶ χρήματα. ἀποκριναμένων δ' εἰθίσθαι ταῦτα λαμβάνειν, οὐ διδόναι, βουλόμενος φθάσαι τὴν ὁμαιχμίαν αὐτῶν, ἐπὶ μὲν τοὺς Λιγυρίους ἐλάσσους ὄντας ἔπεμπε Λαβιῆνον, αὐτὸς δὲ ἐπὶ τοὺς Ἐλβηττίους ἐχώρει προσλαβὼν Γαλατῶν τῶν ὀρείων ἐς δισμυρίους. καὶ γίνεται Λαβιήνῳ τὸ ἔργον εὐμαρὲς ἀδοκήτοις Λιγυρίοις περὶ τὸν ποταμὸν ἐπιπεσόντι καὶ τρεψαμένῳ καὶ σκεδάσαντι τοὺς πολλοὺς ἐν ἀσυνταξίᾳ. 9. Ὅτι Ἀριοῦνστος Γερμανῶν βασιλεὺς τῶν ὑπὲρ Ῥῆνον ἐπιβαίνων τῆς πέραν Αἰδούοις ἔτι πρὸ τοῦ Καίσαρος ἐπολέμει φίλοις οὖσι Ῥωμαίων. τότε μὲν δὴ τοῖς Ῥωμαίοις κελεύουσι πεισθεὶς ἀνέζευξεν ἀπὸ τῶν Αἰδούων καὶ φίλος ἠξίωσε Ῥωμαίοις γενέσθαι. καὶ ἐγένοντο, ὑπατεύοντος αὐτοῦ Καίσαρος καὶ ψηφισαμένου. 10. Ὅτι Οἱσυπέται, ἔθνος Γερμανικόν, καὶ Ταγχρεῖς δοκοῦσι πρότεροι σφετέροις ἱππεῦσιν ὀκτακοσίοις τρέψασθαι τῶν Καίσαρος ἱππέων ἐς πεντακισχιλίους, ὁ δὲ Καῖσαρ αὐτοῖς πρεσβευομένοις ἐς αὐτὸν ἐπιθέσθαι τοὺς πρέσβεις κατασχών, καὶ τὸ πάθος ἐκείνοις ἐς τέλος αἰφνίδιον οὕτω συνενεχθῆναι ὡς τεσσαράκοντα χιλιάδας τούτων συγκοπῆναι. Κάτωνά τε ἐν Ῥώμῃ τῶν τις συγγραφέων φησὶ γνώμην ἐσενεγκεῖν ἐκδοῦναι τοῖς βαρβάροις τὸν Καίσαρα ὡς ἐναγὲς ἔργον ἐς διαπρεσβευσαμένους ἐργασάμενον. ὁ δὲ Καῖσαρ ἐν ταῖς ἰδίαις ἀναγραφαῖς τῶν ἐφημέρων ἔργων φησὶ τοὺς Οἱσυπέτας καὶ Ταγχρέας κελευομένους ἐκπηδᾶν ἐς τὰ ἀρχαῖα σφῶν φάναι πρέσβεις ἐς τοὺς ἐκβαλόντας Σοθήβους ἀπεσταλκέναι καὶ 526 τὰς ἀποκρίσεις αὐτῶν ἀναμένειν, καὶ ἐν ταῖσδε ταῖς διαπρεσβεύσεσιν ἐπιθέσθαι τοῖς ὀκτακοσίοις καὶ παρ' αὐτὸ τρέψαι τοὺς Ῥωμαίων πεντακισχιλίους. ἐπιπρεσβευομένων δ' αὐτῶν καὶ περὶ τοῦ παρασπονδήματος ἀπολογουμένων, ὑποτοπήσας ἐνέδραν ὁμοίαν ἐπιθέσθαι πρὸ τῶν ἀποκρίσεων. 11. Ὅτι ἀποροῦντες Ῥωμαῖοί τε καὶ Καρχηδόνιοι χρημάτων, οἱ μὲν οὐκ ἔτι ἐναυπήγουν τετρυμένοι διὰ τὰς εἰσφοράς, ἀλλὰ πεζὴν στρατιὰν καταλέγοντες ἐξέπεμπον ἐς Λιβύην καὶ ἐς Σικελίαν ἀνὰ ἔτος ἕκαστον, Καρχηδόνιοι δ' ἐς Πτολεμαῖον ἐπρεσβεύοντο, τὸν Πτολεμαίου τοῦ Λάγου, βασιλέα Αἰγύπτου, δισχίλια τάλαντα κιχρώμενοι. τῷ δ' ἦν ἔς τε Ῥωμαίους καὶ Καρχηδονίους φιλία καὶ συναλλάξαι σφᾶς ἐπεχείρησεν ἀλλήλοις. οὐ δυνηθεὶς δ' ἔφη χρῆναι φίλοις κατ' ἐχθρῶν συμμαχεῖν, οὐ κατὰ φίλων. 12. Ὅτι οἱ Καρχηδόνιοι δὶς ἐν τῇ γῇ τοῦ αὐτοῦ χρόνου καὶ δὶς ἐν τῇ θαλάσσῃ παθόντες, ἐν ᾗ δὴ καὶ πάνυ προύχειν ἐνόμιζον, καὶ χρημάτων ἀποροῦντες ἤδη καὶ νεῶν καὶ ἀνδρῶν, ᾔτουν ἀνοχὰς παρὰ τοῦ Λουτατίου, καὶ λαβόντες ἐπρεσβεύοντο εἰς Ῥώμην περὶ διαλλαγῶν ἐπὶ βραχυτέροις συνέπεμπόν τε τοῖς πρέσβεσιν Ἀτίλιον Ῥῆγλον τὸν ὕπατον αἰχμάλωτον ὄντα σφῶν, δεησόμενον τῆς πατρίδος ἐπὶ τοῖσδε συνθέσθαι. ὁ δὲ ἧκε μὲν ὡς αἰχμάλωτος ἐσταλμένος φοινικικῶς, ὑπολειφθεὶς δὲ τῶν πρέσβεων ἐν τῷ βουλευτηρίῳ τετρῦσθαι τὰ Καρχηδονίων ἐδήλου καὶ παρῄνεσεν ἢ πολεμεῖν ἐγκρατῶς ἢ ἐπὶ πλείοσι συνθέσθαι. καὶ τόνδε μὲν ἐς Καρχηδόνα ἑκόντα ἐπανελθόντα ἔκτειναν οἱ Καρχηδόνιοι κέντρα σιδήρεα σανίσιν ἐνηρμοσμένα πάντοθεν ἑστῶτι περιθέντες, ἵνα μηδαμόσε δύναιτο ἐπικλίνεσθαι, αὐτοὶ δὲ τὴν εἰρήνην ἐπὶ πλέοσι συνέθεντο. καὶ ἦν ἐφ' οἷς συνέθεντο, τὰ μὲν αἰχμάλωτα Ῥωμαίων καὶ τοὺς αὐτομόλους, ὅσοι παρὰ Καρχηδονίοις εἰσί, Ῥωμαίοις εὐθὺς ἀποδοῦναι, καὶ Σικελίας Ῥωμαίοις ἀποστῆναι καὶ τῶν βραχυτέρων νήσων ὅσαι περὶ Σικελίαν, Συρακουσίοις δὲ ἢ Ἱέρωνι τῷ Συρακουσῶν τυράννῳ πολέμου Καρχηδονίους μὴ κατάρχειν, μηδὲ ἐκ τῆς Ἰταλίας ξενολογεῖν, ποινὴν δὲ τοῦ πολέμου Ῥωμαίοις ἐνεγκεῖν τάλαντα Εὐβοϊκὰ δισχίλια ἐν ἔτεσιν εἴκοσι, τὸ μέρος ἑκάστου ἔτους ἐς Ῥώμην ἀναφέροντας. ἔχει δὲ τὸ Εὐβοϊκὸν τάλαντον Ἀλεξανδρείους δραχμὰς ἑπτακισχιλίας. ὁ μὲν δὴ πρῶτος περὶ Σικελίας 527 Ῥωμαίοις καὶ Καρχηδονίοις πόλεμος ἔτεσιν εἴκοσι καὶ
248
τέσσαρσιν αὐτοῖς γενόμενος ἐς τοῦτο ἐτελεύτα. καὶ ἀπώλοντο νῆες ἐν αὐτῷ Ῥωμαίων ἑπτακόσιαι, Καρχηδονίων δὲ πεντακόσιαι. Σικελίας δὲ οὕτω τοῦ πλέονος Ῥωμαῖοι κατέσχον, ὅσου Καρχηδόνιοι κατεῖχον· φόρους τε αὐτοῖς ἐπέθεσαν, καὶ τέλη τὰ θαλάσσια ταῖς πόλεσι μερισάμενοι στρατηγὸν ἐτήσιον ἔπεμπον ἐς Σικελίαν. Ἱέρωνα δὲ τὸν Συρακουσίων τύραννον ἀνθ' ὧν αὐτοῖς ἐς τόνδε τὸν πόλεμον συνεπεπράχει φίλον καὶ σύμμαχον ἔθεντο. Καταλυθέντος δὲ τοῦ πολέμου τοῦδε Κελτοὶ Καρχηδονίους τόν τε μισθὸν ᾔτουν τὸν ἔτι ὀφειλόμενον σφίσιν ἐκ Σικελίας καὶ δωρεάς, ὅσας ὑπέσχητο αὐτοῖς δώσειν Ἀμίλχας. ᾔτουν δὲ καὶ Λίβυες, ὑπήκοοι μὲν ὄντες οἵδε Καρχηδονίων, ἀπὸ δὲ τῆς ἐν Σικελίᾳ στρατείας ἐπὶ φρονήματος γεγονότες καὶ τοὺς Καρχηδονίους ἀσθενεῖς καὶ ταπεινοὺς ὁρῶντες, ἐχαλέπαινόν τε αὐτοῖς τῆς ἀναιρέσεως τῶν τρισχιλίων, οὓς ἐσταυρώκεσαν τῆς ἐς Ῥωμαίους μεταβολῆς οὕνεκα. διωθουμένων δὲ τῶν Καρχηδονίων ἑκατέρους, κατέλαβον ἄμφω Τύνητα πόλιν καὶ Ἰτύκην, ἣ μεγίστη Λιβύης ἐστὶ μετὰ Καρχηδόνα· ὅθεν ὁρμώμενοι τήν τε ἄλλην ἀφίστανον καὶ τῶν Νομάδων τινὰς ἔπειθον καὶ δούλων πολὺ πλῆθος ἀποδιδρασκόντων ὑπεδέχοντο, τά τε Καρχηδονίων πάντα ἐλεηλάτουν. οἱ δὲ πανταχόθεν [τε] πολεμούμενοι συμμάχους ἐπὶ τοὺς Λίβυας Ῥωμαίους ἐπεκαλοῦντο. καὶ Ῥωμαῖοι στρατιὰν μὲν αὐτοῖς οὐκ ἔπεμψαν, ἀγορὰν δὲ ἔκ τε Ἰταλίας καὶ Σικελίας ἐπάγεσθαι καὶ ξενολογεῖν ἐκ τῆς Ἰταλίας ἐς μόνον τόνδε τὸν πόλεμον ἐπέτρεψαν, ἔπεμψαν δὲ καὶ πρέσβεις ἐς Λιβύην, εἰ δύναιντο διαλῦσαι τὸν πόλεμον· οἳ ἐπανῆλθον ἄπρακτοι. καὶ Καρχηδόνιοι ἐγκρατῶς εἴχοντο τοῦ πολέμου. 13. Ὅτι ψηφισαμένων Ῥωμαίων Κρησὶ πολεμεῖν διὰ τάδε, οἱ Κρῆτες ἐπρέσβευσαν εἰς Ῥώμην περὶ διαλλαγῶν. οἱ δὲ αὐτοὺς ἐκέλευον ἐκδοῦναί τε αὐτοῖς Λασθένη τὸν πολεμήσαντα Ἀντωνίῳ καὶ τὰ σκάφη τὰ λῃστικὰ πάντα παραδοῦναι καὶ ὅσα Ῥωμαίων εἶχον αἰχμάλωτα καὶ ὅμηρα τριακόσια καὶ ἀργυρίου τάλαντα τετρακισχίλια. οὐ δεξαμένων δὲ ταῦτα Κρητῶν ᾑρέθη 528 στρατηγὸς ἐπ' αὐτοὺς Μέτελλος. καὶ νικᾷ μὲν ὁ Μέτελλος ἐν Κυδωνίᾳ Λασθένη, καὶ φυγόντος ἐς Κνωσσὸν Πανάρης Μετέλλῳ τὴν Κυδωνίαν παρέδωκεν ἐπὶ συνθήκῃ μηδὲν παθεῖν αὐτός. Μετέλλου δὲ Κνωσσὸν περικαθημένου, ὁ Λασθένης τὴν οἰκίαν χρημάτων πλήσας κατέφλεξε καὶ διέφυγεν ἀπὸ τῆς Κνωσσοῦ. καὶ οἱ Κρῆτες ἐς Πομπήιον Μάγνον στρατηγοῦντα τοῦ λῃστικοῦ καὶ Μιθριδατείου πολέμου πέμψαντες ἔφασαν ἑαυτοὺς ἐλθόντι ἐπιτρέψειν. ὁ δὲ ἀσχόλως τότε ἔχων ἐκέλευε τὸν Μέτελλον, ὡς οὐ δέον ἔτι πολεμεῖν τοῖς ἑαυτοὺς ἐπιτρέπουσιν, ἐξανίστασθαι τῆς νήσου· παραλήψεσθαι γὰρ αὐτὸς αὐτὴν ἐπελθών. ὁ δὲ οὐ φροντίσας ἐπέμεινε τῷ πολέμῳ, μέχρι ὑπηγάγετο αὐτὴν Λασθένει συνθέμενος ὅμοια Πανάρει, καὶ ἐθριάμβευσε καὶ Κρητικὸς ἐκλήθη ὅδε δικαιότερον Ἀντωνίου τὴν νῆσον ἐξεργασάμενος. Λόγος ςϛʹ. 14. Ὅτι Ἀσδρούβα τοῦ στρατηγοῦ Καρχηδονίων σὺν Ἀννίβᾳτῷ ὕστερον ἀοιδίμῳ ἐπὶ στρατηγίαις, γυναικός οἱ γιγνομένῳ ἀδελφῷ, προελθόντος ἀπὸ τῆς ἑσπερίου θαλάσσης ἐς τὸ μεσόγαιον ἐπὶ Ἴβηρα ποταμόν, ὃς μάλιστα τέμνων τὴν Ἰβηρίαν καὶ τῆς Πυρήνης ἀφεστὼς ὁδὸν ἡμερῶν πέντε ἐξίησιν εἰς τὸν ἑσπέριον ὠκεανόν, Ζακανθαῖοι, ἄποικοι Ζακυνθίων ἐν μέσῳ τῆς τε Πυρήνης καὶ τοῦ Ἴβηρος ποταμοῦ ὄντες, καὶ ὅσοι ἄλλοι Ἕλληνες ἐκεῖσε ᾤκουν, δείσαντες ὑπὲρ σφῶν ἐπρέσβευον ἐς Ῥώμην. καὶ ἡ σύγκλητος οὐκ ἐθέλουσα τὰ Καρχηδονίων ἐπαίρεσθαι πρέσβεις ἐς Καρχηδόνα ἔπεμπεν. καὶ συνέβησαν ἀμφότεροι ὅρον εἶναι Καρχηδονίοις τῆς ἀρχῆς τῆς ἐν Ἰβηρίᾳ τὸν Ἴβηρα ποταμόν, καὶ μήτε Ῥωμαίους τοῖς πέραντοῦ ποταμοῦ τοῦδε πόλεμον ἐκφέρειν Καρχηδονίων ὑπηκόοις οὖσιν, μήτε Καρχηδονίους ἐπὶ πολέμῳ τὸν Ἴβηρα διαβαίνειν, καὶ Ζακυνθαίους δὲ καὶ τοὺς ἐν Ἰβηρίᾳ Ἕλληνας αὐτονόμους καὶ ἐλευθέρους εἶναι. καὶ τάδε ταῖς συνθήκαις ταῖς Ῥωμαίων καὶ Καρχηδονίων προσεγράφη. 15. Ὅτι Ἀννίβας τὸν Ἴβηρα ποταμὸν περαιωθεὶς τὴν χώρανἐπόρθει καὶ τῇ πόλει μηχανήματα ἐφίστη, ἑλεῖν δ' οὐ δυνάμενος 529 ἀπετάφρευε καὶ περιετείχιζε καὶ φρούρια πολλὰ περιθεὶς ἐκ διαστημάτων ἐπεφοίτα. Ζακανθαῖοι δὲ αἰφνιδίῳ κακῷ καὶ ἀκαταγγέλτῳ συμπεσόντες ἐπρέσβευον ἐς Ῥώμην. καὶ ἡ σύγκλητος αὐτοῖς συνέπεμπε πρέσβεις, οἳ πρῶτον μὲν Ἀννίβαν ἔμελλον ὑπομνήσειν τῶν συγκειμένων, οὐ πειθομένου δὲ ἐς Καρχηδόνα πλευσεῖσθαι
249
κατ' αὐτοῦ. τούτοις τοῖς πρέσβεσι πλεύσασιν ἐς Ἰβηρίαν καὶ ἐς τὸ στρατόπεδον ἀπὸ θαλάσσης ἀναβαίνουσιν ὁ Ἀννίβας ἀπηγόρευσε μὴ προσιέναι. καὶ οἱ μὲν ἀπέπλευσαν ἐπὶ Καρχηδόνος σὺν τοῖς πρέσβεσι τοῖς Ζακανθαίοις καὶ τῶν συνθηκῶν ἀνεμίμνησκον αὐτούς, Καρχηδόνιοι δὲ ᾐτιῶντο τοὺς Ζακανθαίους πολλὰ τοὺς ὑπηκόους σφῶν ἀδικεῖν. καὶ Ζακανθαίων οἱ πρέσβεις ἐς δίκην αὐτοὺς προυκαλοῦντο ἐπὶ Ῥωμαίων κριτῶν, οἱ δ' οὐκ ἔφασαν χρῄζειν δίκης ἀμύνασθαι δυνάμενοι. ὧν ἐς Ῥώμην ἀπαγγελθέντων, οἱ μὲν ἐκέλευον συμμαχεῖν Ζακανθαίοις, οἱ δ' ἐπεῖχον ἔτι λέγοντες οὐ συμμάχους αὐτοὺς ἐν ταῖς συνθήκαις σφῶν, ἀλλ' αὐτονόμους καὶ ἐλευθέρους ἀναγεγράφθαι, ἐλευθέρους δ' ἔτι τοὺς πολιορκουμένους εἶναι. καὶ ἐκράτησεν ἡ γνώμη. 16. Ὅτι Κλαύδιος ὁ διάδοχος Νωβελίωνος τοὺς Νεργόβριγας, οἳ γένος εἰσὶ Κελτιβήρων, καταδραμὼν τῇ πόλει παρεστρατοπέδευσεν. οἱ δέ, προσαγομένων αὐτοῖς μηχανημάτων ἅμα καὶ χωμάτων, κήρυκα πέμψαντες λυκῆν ἀντὶ κηρυκείου περικείμενον ᾔτουν συγγνώμην. ὁ δὲ οὐκ ἔφη δώσειν, εἰ μὴ πάντες Ἀρβακοὶ καὶ Βελλοὶ καὶ Τιτθοὶ δεηθεῖεν ὁμοῦ. ὧν τὰ μὲν ἔθνη πυθόμενα προθύμως ἐπρεσβεύετο, καὶ τὸν Κλαύδιον Μάρκελλον ἠξίουν ποινὴν αὐτοῖς ἐπιθέντα μετρίαν ἐς τὰς Γράκχου συνθήκας ἀναγαγεῖν· ἀντέλεγον δ' αὐτοῖς ἐπιχώριοί τινες ὑπ' ἐκείνων πεπολεμημένοι. καὶ ὁ Μάρκελλος ἐξ ἑκατέρων πρέσβεις ἐς Ῥώμην ἔπεμπεν ἀντιλέξοντας ἀλλήλοις, ἰδίᾳ δ' ἐπέστελλε τῇ βουλῇ προτρέπων ἐς τὰς διαλύσεις· ἐβούλετο γὰρ ἐφ' ἑαυτοῦ τὸν πόλεμον ἐκλυθῆναι δόξαν οἱ χρηστὴν καὶ ἀπὸ τοῦδε νομίζων ἔσεσθαι. τῶν δὲ πρέσβεων οἱ μὲν ἐκ τῆς φιλίας ἐς τὴν πόλιν ἐσελθόντες ἐξενίζοντο, οἱ δὲ ἐκ τῶν πολεμίων, ὡς ἔθος ἐστίν, ἔξω τειχῶν ἐστάθμευον. ἀποδοκιμάζουσα δ' ἡ βουλὴ τὴν εἰρήνην καὶ χαλεπῶς φέρουσα ὅτι μή, καθάπερ αὐτοὺς ἠξίου Νωβελίων ὁ πρὸ Μαρκέλλου, Ῥωμαίοις αὑτοὺς ἐπετετρόφεσαν, ἔφη Μάρκελλον αὐτοῖς ἐξοίσειν τὰ δό 530 ξαντα. καὶ στρατιὰν εὐθὺς ἐκλήρουν ἐς Ἰβηρίαν τότε πρῶτον ἀντὶ καταλέξεως· πολλῶν γὰρ αἰτιωμένων τοὺς ὑπάτους ἀδίκους ποιεῖσθαι τὰς καταγραφὰς καί τινας ἐς τὰς κουφοτέρας στρατείας καταλέγειν, ἔδοξεν ἀπὸ κλήρου τότε συναγαγεῖν. ὧν ἐστρατήγει Λικίννιος Λούκουλλος ὕπατος, πρεσβευτῇ χρώμενος Κορνηλίῳ Σκιπίωνι τῷ Καρχηδόνα μετ' οὐ πολὺ ἑλόντι καὶ Νωμαντίαν ὕστερον. Ὁ μὲν δὴ Λούκουλλος ὥδευεν, ὁ δὲ Μάρκελλος τόν τε πόλεμον προεῖπε τοῖς Κελτίβηρσι καὶ τὰ ὅμηρα αἰτοῦσιν ἀπέδωκεν, τὸν δὲ ἐν Ῥώμῃ τοὺς λόγους διαθέμενον ὑπὲρ τῶν Κελτιβήρων ἰδίᾳ πρὸς αὑτὸν ἀνακαλέσας ἐπὶ πολὺ διέτριβεν· ὑπὲρ ὅτου δὴ καὶ ὑπωπτεύετο μὲν καὶ τότε, μᾶλλον δ' ἐπιστώθη τοῖς ὕστερον γενομένοις, ὅτι αὐτοὺς ἀνέπειθεν ἑαυτῷ τὰ κατὰ σφᾶς ἐπιτρέψαι, ἐπειγόμενος ἄρα πρὸ τοῦ Λουκούλλου τὸν πόλεμον καταλυθῆναι. Μαρκέλλου γὰρ ἐπὶ Νωμαντίαν χωροῦντος καὶ πέντε σταδίους ἀποσχόντος παρεστρατοπέδευεν αὐτοῖς καὶ συνεδίωκεν ἐς τὴν πόλιν, ἕως ὁ τῶν Νωμαντίνων στρατηγὸς Λιτέννων ὑποστὰς ἐβόα βούλεσθαι Μαρκέλλῳ συνελθεῖν ἐς λόγους, καὶ συνελθὼν ἔφη Βελλοὺς καὶ Τιτθοὺς καὶ Ἀρβακοὺς ἑαυτοὺς ἐπιτρέπειν Μαρκέλλῳ. ὁ δὲ ἄσμενος ἀκούσας ὅμηρά τε καὶ χρήματα πάντας ᾔτησε καὶ λαβὼν ἀφῆκεν ἐλευθέρους. 17. Ὅτι ὁ Οὐρίατθος τοὺς Ῥωμαίους νικήσας ἐς τὴν εὐτυχίαν οὐχ ὕβρισεν, ἀλλὰ νομίσας ἐν καλῷ θήσεσθαι τὸν πόλεμον ἐπὶ χάριτι λαμπρᾷ συνετίθετο Ῥωμαίοις, καὶ τὰς συνθήκας ὁ δῆμος ἐπεκύρωσεν, Οὐρίατθον εἶναι Ῥωμαίων φίλον καὶ τοὺς ὑπ' αὐτῷ πάντας ἧς ἔχουσι γῆς ἄρχειν. ὧδε μὲν ὁ Οὐριάτθου πόλεμος ἐδόκει πεπαῦσθαι χαλεπώτατός τε Ῥωμαίοις γενόμενος καὶ ἐπὶ εὐεργεσίᾳ καταλυθείς, οὐ μὴν ἐπέμεινεν οὐδ' ἐς βραχὺ τὰ συγκείμενα· ὁ γὰρ ἀδελφὸς Αἰμιλιανοῦ τοῦ ταῦτα συνθεμένου Καιπίων διάδοχος αὐτῷ τῆς στρατηγίας γενόμενος διέβαλλε τὰς συνθήκας καὶ ἐπέστελλε Ῥωμαίοις ἀπρεπεστάτας εἶναι. καὶ ἡ βουλὴ τὸ μὲν πρῶτον αὐτῷ συνεχώρει κρύφα λυπεῖν τὸν Οὐρίατθον ὅ τι δοκιμάσειεν. ὡς δὲ αὖθις ἠνώχλει καὶ συνεχῶς ἐπέστελλεν, ἔκρινε λῦσαί τε τὰς σπονδὰς καὶ φανερῶς πολεμεῖν αὖθις Οὐριάτθῳ. 18. Ὅτι ὁ Πομπήιος τοσοῖσδε συνενεχθεὶς κακοῖς ὑπὸ τῶν 531 Νωμαντίνων ἐς τὰς πόλεις μετὰ τῶν συμβούλων ἀνεζεύγνυ χειμάσων τὸ ἐπίλοιπον, τοῦ ἔαρος προσδοκῶν ἥξειν οἱ διάδοχον, καὶ δεδιὼς κατηγορίαν ἔπρασσεν ἐς τοὺς Νωμαντίνους κρύφα τοῦ πολέμου διαλύσεις. οἱ δὲ καὶ αὐτοὶ κάμνοντες ἤδη φόνῳ τε πολλῷ ἀρίστων καὶ τροφῶν ἀπορίᾳ καὶ μήκει τοῦ πολέμου [καὶ] μακροῦ παρὰ προσδοκίαν γεγονότος ἐπρέσβευον ἐς Πομπήιον. ὁ δὲ ἐς μὲν τὸ
250
φανερὸν ἐκέλευεν αὑτοὺς Ῥωμαίοις ἐπιτρέπειν (οὐ γὰρ εἰδέναι συνθήκας ἑτέρας Ῥωμαίων ἀξίας), λάθρᾳ δ' ὑπισχνεῖτο ἃ ἔμελλε ποιήσειν. καὶ συνθεμένων ἐκείνων καὶ ἐπιτρεψάντων ἑαυτούς, ὅμηρά τε καὶ αἰχμάλωτα ᾔτησε καὶ τοὺς αὐτομόλους, καὶ πάντα ἔλαβεν. ᾔτησε δὲ καὶ ἀργυρίου τάλαντα τριάκοντα, ὧν μέρος αὐτίκα ἔδοσαν οἱ Νωμαντῖνοι, καὶ τὰ λοιπὰ ὁ Πομπήιος ἀνέμενεν. παραγενομένου δ' αὐτῷ διαδόχου Μάρκου Ποπλίου, οἱ μὲν ἔφερον τὰ λοιπὰ τῶν χρημάτων, ὁ δ' ἀπηλλαγμένος μὲν τοῦ περὶ τοῦ πολέμου δέους τῷ παρεῖναι τὸν διάδοχον, τὰς δὲ συνθήκας εἰδὼς αἰσχράς τε καὶ ἄνευ Ῥωμαίων γενομένας, ἠρνεῖτο μὴ συνθέσθαι τοῖς Νωμαντίνοις. καὶ οἱ μὲν αὐτὸν ἤλεγχον ἐπὶ μάρτυσι τοῖς τότε παρατυχοῦσιν ἀπό τε βουλῆς καὶ ἱππάρχοις καὶ χιλιάρχοις αὐτοῦ Πομπηίου, ὁ δὲ Πόπλιος αὐτοὺς ἐς Ῥώμην ἔπεμπε δικασομένους τῷ Πομπηίῳ. κρίσεως δὲ ἐν τῇ βουλῇ γενομένης, Νωμαντῖνοι μὲν καὶ ὁ Πομπήιος ἐς ἀντιλογίαν ἦλθον, τῇ βουλῇ δ' ἔδοξε πολεμεῖν Νωμαντίνοις. καὶ ὁ Πόπλιος ἐνέβαλεν ἐς τοὺς γείτονας αὐτῶν Λούσονας. 19. Ὅτι Μαγκῖνος ὁ στρατηγὸς πολλάκις ἡττηθεὶς ὑπὸ Νωμαντίνων, λόγου δὲ ψευδοῦς ἐμπεσόντος ὅτι Νωμαντίνοις ἔρχονται βοηθοῦντες Κάνταβροί τε καὶ Βακκαῖοι, δείσας ἔφυγεν ἐς ἔρημον τὸ Νωβελίωνος χαράκωμα, καὶ μεθ' ἡμέραν ἐς αὐτὸ συγκλεισθεὶς οὔτε κατεσκευασμένον οὔτε ὠχυρωμένον, περιεχόντων αὐτὸν τῶν Νωμαντίνων καὶ πάντας ἀποκτείνειν ἀπειλούντων, εἰ μὴ συνθοῖτο εἰρήνην, συνέθετο ἐπὶ ἴσῃ καὶ ὁμοίᾳ Ῥωμαίοις καὶ Νωμαντίνοις. καὶ ὁ μὲν ἐπὶ τούτοις ὤμνυε τοῖς Νωμαντίνοις, οἱ δ' ἐν ἄστει πυθόμενοι χαλεπῶς ἔφερον ὡς ἐπὶ αἰσχίσταις πάνυ σπονδαῖς καὶ τὸν ἕτερον τῶν ὑπάτων Αἰμίλιον Λέπιδον ἐς Ἰβηρίαν ἐξέπεμπον, Μαγκῖνον δ' ἀνεκάλουν ἐς κρίσιν. καὶ τῷδε μὲν ἕσποντο πρέσβεις 532 Νωμαντίνων· ὁ δ' Αἰμίλιος ἀναμένων καὶ ὅδε τὰς ἐκ Ῥώμης ἀποκρίσεις καὶ τὴν ἀργίαν οὐ φέρων Βακκαίων κατεψεύδετο ὡς ἀγορὰν ἐν τῷδε τῷ πολέμῳ Νωμαντίνοις παρασχόντων, καὶ τὴν γῆν αὐτῶν κατέτρεχε Παλλαντίαν τε πόλιν, ἣ μεγίστη Βακκαίων ἐστίν, οὐδὲν ἐξαμαρτοῦσαν ἐς τὰ συγκείμενα ἐπολιόρκει, καὶ Βροῦτον ἐφ' ἕτερα τῆς Ἰβηρίας ἀπεσταλμένον κηδεστὴν ὄντα οἱ τοῦδε τοῦ ἔργου μετασχεῖν ἔπεισεν. κατέλαβον δ' αὐτοὺς ἀπὸ Ῥώμης πρέσβεις Κίννας τε καὶ Καικίλιος, οἳ τὴν βουλὴν ἔφασαν ἀπορεῖν εἰ, τοσῶνδε πταισμάτων σφίσιν ἐν Ἰβηρίᾳ γενομένων, ὁ Αἰμίλιος πόλεμον ἕτερον αἱρεῖται, καὶ ψήφισμα ἐπέδωκαν αὐτῷ προαγορεῦον Αἰμίλιον Βακκαίους μὴ πολεμεῖν. ὁ δὲ ἀρξάμενός τε ἤδη τοῦ πολέμου καὶ τὴν βουλὴν τοῦτ' ἀγνοεῖν ἡγούμενος, ἀγνοεῖν δ' ὅτι καὶ Βροῦτος αὐτῷ συνεπιλαμβάνει, καὶ σῖτον καὶ χρήματα καὶ στρατιὰν Βακκαῖοι τοῖς Νωμαντίνοις παρέσχον, ἔσεσθαι δὲ καὶ τὴν ἀνάζευξιν τοῦ πολέμου φοβερὰν ὑπολαβών, καὶ σχεδὸν Ἰβηρίας ὅλης διάλυσιν, εἰ καταφρονήσειαν ὡς δεδιότων, τοὺς μὲν ἀμφὶ τὸν Κίνναν ἀπράκτους ἀπέλυσε καὶ τάδε αὐτὰ ἐπέστειλε τῇ βουλῇ. 20. Ὅτι μετὰ τὴν καθαίρεσιν Αἰμιλίου οἱ Ῥωμαῖοι Μαγκίνῳ ἐδίκαζον καὶ τοῖς πρέσβεσι τοῖς Νωμαντίνων. οἱ μὲν δὴ τὰς συνθήκας, ἃς ἐπεποίηντο πρὸς Μαγκῖνον, ἐπεδείκνυον, ὁ δὲ τὴν αἰτίαν αὐτῶν ἐς Πομπήιον ἀνέφερε τὸν πρὸ αὐτοῦ γενόμενον στρατηγόν, ὡς ἀργὸν καὶ ἄπορον τὸν στρατὸν ἐγχειρίσαντά οἱ, καὶ δι' αὐτὸ κἀκεῖνον ἡσσημένον τε πολλάκις καὶ συνθήκας ὁμοίως αὐτῷ θέμενον πρὸς τοὺς Νωμαντίνους· ὅθεν ἔφη καὶ τὸν πόλεμον τόνδε παρὰ τὰς συνθήκας ἐκείνας ὑπὸ Ῥωμαίων ἐψηφισμένον ἀπαίσιον αὐτοῖς γεγονέναι. οἱ δ' ἐχαλέπαινον μὲν ἀμφοτέροις ὁμοίως, ἀπέφυγε δ' ὅμως Πομπήιος ὡς περὶ τῶνδε κριθεὶς καὶ πάλαι· Μαγκῖνον δ' ἔγνωσαν ἐκδοῦναι τοῖς Νωμαντίνοις ἄνευ σφῶν αἰσχρὰς συνθήκας πεποιημένον, ᾧ λόγῳ καὶ Σαυνίταις οἱ πατέρες ὅμοια χωρὶς αὐτῶν συνθεμένους ἡγεμόνας εἴκοσιν ἐξεδεδώκεσαν. Μαγκῖνον μὲν δὴ Φρούριος ἀγαγὼν ἐς Ἰβηρίαν γυμνὸν παρεδίδου τοῖς Νωμαντίνοις· οἱ δ' οὐκ ἐδέξαντο. 21. Ὅτι Νωμαντῖνοι πολιορκούμενοι ὑπὸ Σκιπίωνος καὶ κάμνοντες ὑπὸ λιμοῦ πέντε ἄνδρας ἔπεμπον ἐς τὸν Σκιπίωνα, οἷς εἴρητο μαθεῖν εἰ μετριοπαθῶς σφίσι χρήσεται παραδοῦσιν αὑτούς. 533 Αὔαρος δὲ αὐτῶν ἡγούμενος πολλὰ μὲν περὶ τῆς προαιρέσεως καὶ ἀνδρείας τῶν Νωμαντίνων ἐσεμνολόγησε, καὶ ἐπεῖπεν ὡς οὐδὲ νῦν ἁμάρτοιεν ὑπὲρ παίδων καὶ γυναικῶν καὶ ἐλευθερίας πατρίου κακοπαθοῦντες ἐς τοσόνδε κακοῦ. διὸ καὶ μάλιστα, εἶπεν, ὦ Σκιπίων, ἄξιόν ἐστι σὲ τοσῆσδε ἀρετῆς γέμοντα φείσασθαι γένους εὐψύχου τε καὶ ἀνδρικοῦ καὶ προτεῖναι τὰ
251
φιλανθρωπότερα τῶν κακῶν ἡμῖν, ἃ καὶ δυνησόμεθα ἐνεγκεῖν ἄρτι πειρώμενοι μεταβολῆς. ὡς οὐκ ἐφ' ἡμῖν ἔτι ἐστίν, ἀλλ' ἐπὶ σοί, τὴν πόλιν ἢ παραλαβεῖν, εἰ τὰ μέτρια κελεύοις, ἢ μαχομένην ὑπεριδεῖν ἀπολέσθαι. ὁ μὲν Αὔαρος ὧδε εἶπεν, ὁ δὲ Σκιπίων (ᾔσθετο γὰρ παρὰ τῶν αἰχμαλώτων τὰ ἔνδον) ἔφη δεῖν αὐτοὺς ἐγχειρίσαι τὰ κατὰ σφᾶς καὶ σὺν ὅπλοις παραδοῦναι τὴν πόλιν. ὧν ἀπαγγελθέντων οἱ Νωμαντῖνοι, χαλεποὶ καὶ τέως ὄντες ὀργὴν ὑπ' ἐλευθερίας ἀκράτου καὶ ἀηθίας ἐπιταγμάτων, τότε καὶ μᾶλλον ὑπὸ τῶν συμφορῶν ἠγριωμένοι τε καὶ ἀλλόκοτοι γεγονότες τὸν Αὔαρον καὶ τοὺς σὺν αὐτῷ πέντε πρέσβεις ἀπέκτειναν. 22. Ὅτι Ἀτίλιος ὁ στρατηγὸς Ῥωμαίων αἰχμάλωτος γεγονὼςὑπὸ Ξανθίππου τοῦ Λακεδαιμονίου, τόνδε μετ' οὐ πολὺ κάμνοντες οἱ Καρχηδόνιοι σὺν οἰκείοις πρέσβεσιν ἔπεμψαν ἐς Ῥώμην ἐργασόμενον σφίσι διαλλαγὰς ἢ ἐπανήξοντα· καὶ ὁ Ἀτίλιος Ῥῆγλος ἐν ἀπορρήτῳ τοῖς τέλεσι Ῥωμαίων ἐπισκήψας ἐγκρατῶς ἔχεσθαι τοῦ πολέμου ἐπανῆλθεν ἐς λύμην ἕτοιμον, καὶ αὐτὸν οἱ Καρχηδόνιοι καθείρξαντες ἐν γαλεάγρᾳ κέντρα πάντοθεν ἐχούσῃ διέφθειραν. 23. Ὅτι Καρχηδόνιοι ἐπὶ ταῖς κακοπραγίαις δυσφοροῦντες αἱροῦνται στρατηγὸν αὐτοκράτορα Ἀννίβαν. ἅμα δὲ ταῦτ' ἔπρασσον, καὶ ἐς τὸν Σκιπίωνα περὶ εἰρήνης ἐπρεσβεύοντο ἡγούμενοι τούτοιν ἑνὸς πάντως τυχεῖν, ἢ τὴν εἰρήνην ἕξειν, ἢ χρόνον διατρίψειν ἕως ἀφίκοιτο ὁ Ἀννίβας. Σκιπίων μὲν οὖν αὐτοῖς ἀνοχάς τε ἔδωκε καὶ τὴν δαπάνην τοῦ στρατοῦ λαβὼν πρεσβεύειν ἐφῆκεν ἐς Ῥώμην· οἱ δὲ ἐπρέσβευον καὶ τειχῶν ἐκτὸς ἐστάθμευον ὡς ἔτι πολέμιοι, ἀχθέντες τε ἐπὶ τὴν βουλὴν ἐδέοντο συγγνώμης τυχεῖν. τῶν δὲ βουλευτῶν οἱ μὲν τῆς Καρχηδονίων ἀπιστίας ὑπεμίμνησκον, ὁσάκις σύνθοιντο καὶ παραβαῖεν, ὅσα τε Ἀννίβας δεινὰ δράσειε Ῥωμαίους καὶ τοὺς Ῥωμαίων συμμάχους ἔν τε Ἰβηρίᾳ καὶ Ἰταλίᾳ· 534 οἱ δὲ τὸ τῆς εἰρήνης χρήσιμον οὐ Καρχηδονίοις μᾶλλον ἢ σφίσιν ὑπεδείκνυον ἔσεσθαι, τῆς Ἰταλίας τοσοῖσδε πολέμοις ἐκτετρυχωμένης, τό τε τοῦ μέλλοντος περιδεὲς ἐπεξῄεσαν, ἐπιπλευσουμένων ἐπὶ τὸν Σκιπίωνα αὐτίκα σὺν μεγάλοις στρατοῖς Ἀννίβου τε ἐξ Ἰταλίας καὶ Μάγωνος ἐκ Λιβύων καὶ Ἄννωνος ἀπὸ Καρχηδόνος. ἐφ' οἷς ἀποροῦσα ἡ βουλὴ συμβούλους ἔπεμψε τῷ Σκιπίωνι, μεθ' ὧν ἔμελλε κρινεῖν τε καὶ πράξειν ὅ τι δοκιμάσειε συνοίσειν. ὁ δ' ἐς τὴν εἰρήνην τοῖς Καρχηδονίοις ἐπὶ τοῖσδε συνέβη, Μάγωνα μὲν ἐκ Λιβύων ἀποπλεῖν αὐτίκα, καὶ τοῦ λοιποῦ Καρχηδονίους μὴ ξενολογεῖν μηδὲ ναῦς ἔχειν μακρὰς πλείους τριάκοντα μηδὲ πολυπραγμονεῖν τι πέραν ὧν ἔχουσιν ἐντὸς τῶν λεγομένων Φοινικίδων τάφρων, ἀποδοῦναι δὲ Ῥωμαίοις ὅσους αἰχμαλώτους αὐτῶν ἔχουσι καὶ αὐτομόλους, ἀργυρίου τε αὐτοῖς τάλαντα χίλια καὶ ἑξακόσια ἐσενεγκεῖν ἐν χρόνῳ, ἔχειν δὲ Μασσανάσσην Μασσυλίους τε καὶ τῆς Σύφακος ἀρχῆς ὅσα δύναιτο. τάδε μὲν συνέθεντο ἀλλήλοις, καὶ πρέσβεις διέπλεον, οἱ μὲν ἐς Ῥώμην τοὺς ὑπάτους ὁρκιοῦντες, οἱ δ' ἀπὸ Ῥώμης ἐς Καρχηδόνα, καὶ τὰ τέλη τῶν Καρχηδονίων αὐτοῖς ὤμνυεν. Γινομένων δ' ἔτι τούτων ὁ Ἀννίβας ἄκων ἐς Καρχηδόνα ἔπλει τὴν ἐς τοὺς ἄρχοντας ἀπιστίαν τοῦ δήμου καὶ ταχυεργίαν ὑφορώμενος. ἀπιστῶν δ' ἔτι τὰς σπονδὰς ἔσεσθαι, καί, εἰ γένοιντο, εὖ εἰδὼς οὐκ ἐς πολὺ βεβαίους ἐσομένας, ἐς Ἀδρυμητὸν Λιβύης κατήγετο πόλιν καὶ σῖτον συνέλεγεν ἐπί τε ὠνὴν ἵππων περιέπεμπε καὶ τὸν δυνάστην τῶν Νομάδων τῶν καλουμένων Ἀρεακιδῶν εἰς φιλίαν ὑπήγετο· καὶ τετρακισχιλίους ἱππέας αὐτομόλους αὐτῷ προσφυγόντας, οἳ Σύφακος ὄντες τότε ἐγίγνοντο Μασσανάσσου, κατηκόντισεν ὑποπτεύσας, τοὺς δὲ ἵππους διέδωκε τῷ στρατῷ. ἦλθε δὲ καὶ Μεσώτυλος αὐτῷ δυνάστης ἕτερος μετὰ χιλίων ἱππέων, καὶ Βέρνας Σύφακος υἱὸς ἕτερος ἔτι τῶν πλεόνων τῆς πατρῴας ἀρχῆς ἐπικρατῶν, πόλεις τε Μασσανάσσου τὰς μὲν ὑπήγετο τὰς δ' ἐβιάζετο. Καρχηδονίων δὲ ὁ δῆμος ἄρτι τὰς συνθήκας πεποιημένοι, καὶ Σκιπίωνος αὐτοῖς ἔτι παρόντος, οὔπω τῶν ἰδίων πρέσβεων ἀπὸ 535 Ῥώμης ἀνεστροφότων, ἀγορὰν Σκιπίωνος ὑπ' ἀνέμων κατενεχθεῖσαν ἐς Καρχηδόνα διήρπασαν καὶ τοὺς παραπέμποντας αὐτὴν ἔδησαν, πολλὰ τῆς βουλῆς ἀπειλούσης καὶ παραινούσης μὴ λύειν συνθήκας ἄρτι γεγενημένας. οἱ δὲ καὶ ταῖς συνθήκαις ἐπεμέμφοντο ὡς ἀδίκως γενομέναις, καὶ τὸν λιμὸν ἔφασαν ἐνοχλεῖν ὑπὲρ τὰς παραβάσεις. Σκιπίων μὲν οὖν οὐκ ἠξίου πολέμου κατάρχειν μετὰ σπονδάς, ἀλλ' ᾔτει δίκας ὡς φίλους ἁμαρτόντας· οἱ δὲ καὶ τοὺς πρέσβεις αὐτοῦ κρατεῖν ἐπενόουν, ἕως ἀφίκοιντο αὑτοῖς οἱ ἀπὸ Ῥώμης. ἀλλὰ τούσδε μὲν Ἄννων ὁ Μέγας καὶ Ἀσδρούβας ὁ Σέριφος ἐξείλοντο τοῦ πλήθους καὶ προύπεμπον δύο
252
τριήρεσιν· ἕτεροι δ' Ἀσδρούβαν τὸν ναύαρχον ἔπεισαν ὁρμοῦντα περὶ τὴν Ἀπόλλωνος ἄκραν, ὅτ' ἂν ἀποστῶσιν αἱ προπομποὶ τριήρεις, ἐπιθέσθαι τοῦ Σκιπίωνος. καὶ ὁ μὲν ἐπέθετο, καὶ τῶν πρέσβεών τινες ἐκ τοξευμάτων ἀπέθανον· οἱ δὲ λοιποὶ τιτρωσκόμενοί τε καὶ ἐρέσσοντες ἔφθασαν ἐς τὸν λιμένα τοῦ σφετέρου στρατοπέδου καὶ ἐξήλαντο τῆς νεὼς ἤδη λαμβανομένης. παρὰ τοσοῦτον ἦλθον αἰχμάλωτοι γενέσθαι. Ὧν οἱ ἐν ἄστει Ῥωμαῖοι πυθόμενοι τοὺς πρέσβεις τοὺς Καρχηδονίων, οἳ περὶ τῆς εἰρήνης ἔτι παρῆσαν, ἐκέλευον ἀποπλεῖν αὐτίκα ὡς πολεμίους. καὶ οἱ μὲν ἐξέπλεον καὶ ὑπὸ τοῦ χειμῶνος ἐς τὸ τοῦ Σκιπίωνος στρατόπεδον κατήγοντο, Σκιπίων δὲ τῷ ναυάρχῳ πυθομένῳ περὶ αὐτῶν ὅ τι δέοι ποιεῖν, οὐδὲν ὅμοιον, ἔφη, ταῖς Καρχηδονίων ἀπιστίαις, ἀλλ' ἀπόπεμπε ἀπαθεῖς. μαθοῦσα δ' ἡ γερουσία τὸν δῆμον ὠνείδιζε τῇ συγκρίσει καὶ συνεβούλευε καὶ νῦν δεηθῆναι Σκιπίωνος τὰ μὲν συγκείμενα φυλάσσειν, δίκας δὲ τῶν ἡμαρτημένων παρὰ Καρχηδονίων λαβεῖν. οἱ δὲ καὶ αὐτῇ τῇ γερουσίᾳ δυσχεραίνοντες ἐκ πολλοῦ διὰ τὴν κακοπραγίαν, ὡς οὐκ εὖ τὰ συμφέροντα προορωμένῃ, καὶ ὑπ' ἀνδρῶν δημοκόπων ἐρεθιζόμενοί τε καὶ ἐς ἀλόγους ἐλπίδας ἐπαιρόμενοι τὸν Ἀννίβαν ἐκάλουν μεθ' ἧς εἶχε στρατιᾶς. ὁ δὲ ὁρῶν τὸ μέγεθος τοῦ πολέμου Ἀσδρούβαν αὐτοὺς ἐκέλευε σὺν τῇ παρούσῃ δυνάμει καλεῖν. Ἀσδρούβας τε δὴ τῆς καταδίκης αὐτῷ λυθείσης παρεδίδου τὸν στρατὸν Ἀννίβᾳ, καὶ οὐδ' ὣς ἐπιφαίνεσθαι τοῖς Καρχηδονίοις ἐθάρρει, ἀλλ' ἐκρύπτετο ἐν τῇ πόλει· Σκιπίων δὲ ναῦς τῇ Καρχηδόνι ἐπιστήσας εἶργεν αὐτοὺς ἀγορᾶς ἀπὸ θαλάσσης, οὐκ εὐποροῦντας οὐδ' ἀπὸ τῆς γῆς ἀσπόρου διὰ τὸν πόλεμον γενομένης. 24. Ὅτι ἱππομαχίας γενομένης Ἀννίβᾳ τε καὶ Σκιπίωνι, καὶ πλεονεκτοῦντος Σκιπίωνος, ὁ Ἀννίβας ἐς ἔσχατον κακοῦ ἀφιγμένος καὶ τὸ παρὸν ἐπινοῶν ὅπως δύναιτο διαθέσθαι, πρέσβεις ἐς Μασσανάσσην ἔπεμπε ὑπομιμνήσκων τε τῆς ἐν Καρχηδόνι διατριβῆς καὶ παιδεύσεως καὶ παρακαλῶν ἔτι οἱ συναγαγεῖν ἐς συνθήκας Σκιπίωνα· τὰ γὰρ πρότερα τοῦ δήμου καὶ τῶν ἀνοητοτέρων ἁμαρτήματα γενέσθαι. ὁ δὲ τῷ ὄντι [περι]τεθραμμένος τε καὶ πεπαιδευμένος ἐν Καρχηδόνι καὶ τὸ ἀξίωμα τῆς πόλεως αἰδούμενός τε καὶ φίλος ὢν ἔτι πολλοῖς ἐκεῖθεν ἐδεήθη τοῦ Σκιπίωνος, καὶ συνήγαγεν αὐτοὺς αὖθις ἐς τοιάσδε συνθήκας ὥστε Καρχηδονίους τάς τε ναῦς καὶ τοὺς ἄνδρας, οὓς ἔλαβον Ῥωμαίοις ἀγορὰν φέροντας, ἀποδοῦναι, καὶ τὰ ἡρπασμένα ἅπαντα, ἢ τῶν ἀπολωλότων τιμήν, ἣν ἂν ὁρίσῃ Σκιπίων, ποινήν τε τοῦ ἀδικήματος χίλια τάλαντα εἰσενεγκεῖν. τάδε μὲν ἦν τὰ συγκείμενα, καὶ γενομένων ἀνοχῶν μέχρι αὐτὰ μάθωσι Καρχηδόνιοι, ὁ μὲν Ἀννίβας ἐξ ἀέλπτου περιεσώζετο, Καρχηδονίων δ' ἡ μὲν βουλὴ τὰ συμβάντα ὑπερησπάζετο καὶ παρεκάλει τὸν δῆμον ἐμμεῖναι τοῖς ἐγνωσμένοις, τήν τε κακοπραγίαν σφῶν τὴν ἐς ἅπαντα διηγουμένη καὶ τὴν παροῦσαν ἀπορίαν στρατοῦ τε καὶ χρημάτων καὶ ἀγορᾶς. οἱ δέ, οἷον ὄχλος, ἀφρόνως ἡγοῦντο τοὺς στρατηγοὺς σφῶν δι' ἑαυτοὺς ταῦτα Ῥωμαίοις συντίθεσθαι, ἵνα δι' ἐκείνων δυναστεύσωσι τῆς πατρίδος· ὃ καὶ Ἀννίβαν νῦν καὶ Ἀσδρούβαν οὐ πρὸ πολλοῦ ποιῆσαί τε καὶ τὸ στρατόπεδον νυκτὸς ἐγχειρίσαντα τοῖς πολεμίοις μετ' ὀλίγον καὶ ἑαυτὸν ἐθελῆσαι τῷ Σκιπίωνι ἐνδοῦναι, καὶ ἐπὶ τῷδε προσπελάσαντα κρύπτεσθαι νῦν ἐν τῇ πόλει. βοῆς δ' ἐπὶ τούτῳ καὶ θορύβου γενομένου, τὴν ἐκκλησίαν τινὲς καταλιπόντες ἐζήτουν Ἀσδρούβαν περιιόντες. ὁ δ' ἔφθασε μὲν ἐς τὸν τοῦ πατρὸς τάφον καταφυγὼν καὶ φαρμάκῳ διαχρησάμενος αὑτόν. Καρχηδόνιοι δ' ἐπέστελλον Ἀννίβᾳ λῦσαι τὰς ἀνοχὰς καὶ πολεμεῖν Σκιπίωνι, κρῖναι δ' ὅτι τάχιστα τὸν πόλεμον μάχῃ διὰ τὴν ἀπορίαν. ὁ μὲν δὴ πέμψας ἔλυσε τὰς ἀνοχάς, καὶ ὁ πόλεμος ἤρχετο. 25. Ὅτι μετὰ τὴν ἧσσαν Ἀννίβου οἱ Καρχηδόνιοι πρέσβεις ἐπὶ κελητίου προσέπεμπον τῷ Σκιπίωνι, ὧν ἡγοῦντο Ἄννων τε ὁ Μέγας λεγόμενος καὶ Ἀσδρούβας ὁ Σέριφος· οἳ τὸ κηρύκειον 537 ὑψηλὸν ἔστησαν ἐπὶ τῆς πρῴρας καὶ τὰς χεῖρας ὤρεγον ἐς τὸν Σκιπίωνα ἱκετῶν τρόπον. ὁ δὲ αὐτοὺς ἐκέλευσεν ἥκειν ἐς τὸ στρατόπεδον καὶ ἐλθοῦσιν ἐφ' ὑψηλοῦ προκαθήμενος ἐχρημάτιζεν. οἱ δὲ μετ' οἰμωγῆς ἑαυτοὺς ἐρρίπτουν ἐς τὸ ἔδαφος, καὶ τῶν ὑπηρετῶν ἀνιστάντων καὶ λέγειν κελευόντων ὅ τι θέλοιεν, Ἀσδρούβας ὁ Ἔριφος εἶπεν· ἐμοὶ μὲν ἔστιν, ὦ Ῥωμαῖοι, καὶ Ἄννωνι τῷδε, καὶ ὅσοι Καρχηδονίων εὔφρονες, καθαρεύειν ἁμαρτημάτων ὧν ἡμῖν ἐπικαλεῖτε· τοὺς γὰρ πρέσβεις ὑμῶν, ἐς οὓς ἐξήμαρτεν ἡ πατρὶς ἄκουσα ὑπὸ λιμοῦ, περιεσώζομεν καὶ πρὸς ὑμᾶς ἐπέμπομεν. χρὴ δ' ὑμᾶς μηδὲ Καρχηδονίων καταγινώσκειν
253
ἁπάντων, οἵ γε τὴν εἰρήνην καὶ πρότερον ᾔτησαν καὶ λαβόντες προθύμως ὤμνυον. εἰσὶ δ' αἱ πόλεις ἐπὶ τὸ χεῖρον εὐεπίτρεπτοι, καὶ τὸ πρὸς χάριν ἀεὶ παρὰ τοῖς πλήθεσιν ἐπικρατεῖ. ἃ καὶ ἡμεῖς ἐπάθομεν οὔτε πεῖσαι δυνηθέντες τὸ πλῆθος οὔτε ἐπισχεῖν διὰ τοὺς ἐκεῖ μὲν διαβαλόντας ἡμᾶς, παρὰ δ' ὑμῖν τὴν παρρησίαν ἀφῃρημένους. μὴ δὴ ἀπὸ τῆς ὑμετέρας εὐπειθείας ἢ εὐβουλίας, ὦ Ῥωμαῖοι, τὰ παρ' ἡμῖν κρίνετε, ἀλλ', εἴ τῳ καὶ τὸ πεισθῆναι τοῖς ἐπιτρίβουσιν ἀδίκημα εἶναι δοκεῖ, τὸν λιμὸν ὑπείδεσθε καὶ τὴν ἀνάγκην, ἣ γέγονεν ἡμῖν ὑπὸ τοῦ πάθους. οὐ γὰρ δὴ τῶν αὐτῶν ἔργον ἑκούσιον ἦν ἄρτι μὲν περὶ εἰρήνης παρακαλεῖν καὶ χρήματα τοσαῦτα διδόναι καὶ τῶν νεῶν τῶν μακρῶν πλὴν ὀλίγων ἀφίστασθαι καὶ τὸ πολὺ τῆς ἀρχῆς ὑμῖν παριέναι καὶ περὶ τῶνδε ὀμνύναι τε καὶ ὁρκοῦν πέμψαντας ἐς Ῥώμην, ἔτι δ' ὄντων τῶν ἡμετέρων πρέσβεων παρ' ὑμῖν ἑκόντας ἁμαρτεῖν, ἀλλὰ μάλιστα μὲν θεῶν τις ἔβλαπτε καὶ ὁ χειμὼν ὁ τὴν ἀγορὰν ὑμῶν ἐς Καρχηδόνα καταγαγών, ἐπὶ δὲ τῷ χειμῶνι ὁ λιμὸς ἡμᾶς ἀφείλετο μὴ καλῶς ὑπὲρ τῶν ἀλλοτρίων φρονῆσαι πάντων ἐνδεεῖς ὄντας. οὐδὲ λογισμὸν αἰτεῖν ἄξιον παρὰ πλήθους ἀσυντάκτου καὶ ἀτυχοῦντος. εἰ δὲ καὶ ὣς ἀδικεῖν ὑμῖν δοκοῦμεν, οὐκ ἀτυχεῖν, ὁμολογοῦμεν, καὶ δι' αὐτὸ καὶ παρακαλοῦμεν. ἔστι δὲ τῶν μὲν οὐδὲν ἁμαρτόντων δικαιολογία, τῶν δὲ ἁμαρτόντων παράκλησις. ἐφ' ᾗ ταχύτερός ἐστιν ὁ τῶν εὐτυχούντων ἔλεος τὰ ἀνθρώπεια ὑφορωμένων, ὅτ' ἂν αἴσθωνται διὰ τὰς αἰφνιδίους μεταβολὰς παρακαλοῦντας τοὺς ἐχθὲς ἀδικεῖν δυναμένους. οἷα Καρχηδόνιοι, πόλις ἡ τῆς Λιβύης μεγίστη καὶ δυνατωτάτη ναυσὶ 538 καὶ χρήμασιν ὁμοῦ καὶ ἐλέφασι καὶ στρατῷ πεζῷ τε καὶ ἱππικῷ καὶ ὑπηκόοις πολλοῖς, ἑπτακοσίοις ἔτεσιν ἀνθήσασα καὶ Λιβύης πάσης καὶ ἄλλων ἐθνῶν καὶ νήσων καὶ θαλάσσης τοσῆσδε ἄρξασα καὶ ὑμῖν αὐτοῖς ἐς ἀμφήριστον ἐπὶ πλεῖστον ἐλθοῦσα, νῦν οὐκ ἐν τῇ θαλάσσῃ καὶ ταῖς ναυσίν, οὐδ' ἐν τοῖς ἐλέφασι καὶ ἵπποις, οὐδ' ἐν τοῖς ὑπηκόοις, ὧν πάντων ὑμῖν ἀφίσταται, τὴν ἐλπίδα τῆς σωτηρίας, ἀλλ' ἐν αὐτοῖς ὑμῖν ἔχει τοῖς προπεπονθόσι κακῶς. ἃ χρὴ θεωροῦντας ὑμᾶς καὶ τὴν ἐπ' αὐτοῖς νέμεσιν φυλασσομένους μετριοπαθῶς χρῆσθαι ταῖς εὐπραξίαις καὶ τῆς σφετέρας αὐτῶν, ὦ Ῥωμαῖοι, μεγαλοφροσύνης καὶ τῆς Καρχηδονίων ποτὲ τύχης ἄξια πράσσειν, τὰς δὲ τοῦ δαιμονίου μεταβολὰς ἀνεπιφθόνως ἐν ταῖς ἡμετέραις συμφοραῖς διατίθεσθαι, ἵνα καὶ πρὸς τοὺς θεοὺς ἀναμάρτητα ᾖ τὰ ὑμέτερα ὑμῖν, καὶ πρὸς ἀνθρώπους ἀξιέπαινα πάντας. οὐ γὰρ δὴ μὴ μετάθωνταί γε καὶ νῦν οἱ Καρχηδόνιοι δέος ἐστίν, οἳ τοσήνδε μετάνοιαν καὶ δίκην τῆς πρὶν ἀγνωμοσύνης ὑφίστανται. ἔστι δ' ἀναμαρτησίας τοῖς μὲν σώφροσιν ἡ εὐβουλία φυλακή, τοῖς δ' ἁμαρτοῦσι τὸ προπαθεῖν καὶ μεταγνῶναι, βεβαιοτέρους τε εἰκός ἐστι τοὺς νενουθετημένους εἶναι τῶν ἀπειράτων. οὐδ' ἄξιον Καρχηδονίοις ὑμᾶς ὠμότητα καὶ ἁμαρτίαν ἐπικαλοῦντας ταῦτα μιμεῖσθαι· τοῖς μὲν γὰρ ἀτυχοῦσιν ἑτέρων ἁμαρτημάτων ἄρχουσιν ὑπὸ τῆς ἀπορίας αἱ συμφοραί, τοῖς δ' εὖ πράσσουσιν ἐν ἐξουσίᾳ τὸ φιλάνθρωπόν ἐστιν. οὐδ' εὐκλεὲς οὐδὲ συμφέρον ἐς τὴν ἀρχὴν ὑμῖν ἐστι πόλιν τοσήνδε καθαιρεῖν μᾶλλον ἢ περισώζειν. ἐστὲ δὲ ἀμείνονες μὲν ὑμεῖς τῶν ὑμετέρων συμφερόντων κριταί, ἡμεῖς δὲ ὑμῖν ἐς τὴν ἑαυτῶν σωτηρίαν δύο ταῦτα φέρομεν ἐκ πάντων, τὸ τῆς Καρχηδονίων ἀρχῆς ποτε ἀξίωμα, καὶ τὴν ὑμετέραν αὐτῶν ἐς πάντα μετριοπάθειαν, ἣ μετὰ τῶν ὅπλων ἐς τοσοῦτον ὑμᾶς ἐπῇρεν ἀρχῆς καὶ δυνάμεως. τίσι δὲ συνθήκαις, ἂν ἄρα διδῶτε τὴν εἰρήνην, χρησόμεθα περὶ αὐτῆς, περισσὸν λέγειν τοὺς ἐφ' ὑμῖν τὰ ἑαυτῶν τιθεμένους. Τοσαῦτ' εἰπὼν ὁ Σέριφος ἐπέκλαυσεν. ὁ δὲ Σκιπίων μεταστησάμενος αὐτοὺς ἐβουλεύετο μετὰ τῶν ἀρίστων ἐπὶ πολύ. ὡς δ' ἔκρινεν, ἐσκαλέσας αὐτοὺς ἔλεγεν ὧδε· ἐστὲ μὲν οὐδεμιᾶς συγγνώμης ἄξιοι, πολλάκις ἐς σπονδὰς ἡμῶν ὑβρίσαντες καὶ τὰ τελευταῖα νῦν καὶ ἐς πρεσβείας ἁμαρτόντες οὕτω φανερῶς καὶ ἀθεμίτως, ὡς μήτε ἐξαρνεῖσθαι μήτε ἀντιλέγειν ὅτι μὴ τῆς ἐσχάτης 539 ἐστὲ τιμωρίας ἄξιοι. τί δὲ δεῖ κατηγορεῖν τῶν ὁμολογούντων; ἐς ἱκεσίας καταφεύγετε οἱ μηδ' ὄνομα Ῥωμαίων ὑπολιπόντες ἄν, εἰ ὑμεῖς ἐκρατήσατε. ἀλλ' ἡμεῖς μὲν οὐδέποθ' ὑμῖν ὅμοια ποιήσομεν, ἐπεὶ καὶ τοὺς πρέσβεις ὑμῶν ἔτι ὄντας ἐν Ῥώμῃ, παρεσπονδηκότων ὑμῶν καὶ ἐς πρέσβεις ἁμαρτόντων, ἥ τε πόλις ἀπέλυσε, κἀγὼ καταχθέντας ἐς τὸ στρατόπεδον πρὸς ὑμᾶς ἤδη πολεμοῦντας ἀπέλυσα ἀπαθεῖς. χρὴ δ' ὑμᾶς καταγινώσκοντας αὑτῶν, ὅ τι ἂν λάβητε, κέρδος ἡγεῖσθαι. λέξω δ' ἅ μοι δοκεῖ, καὶ ἡ σύγκλητος ἐπιψηφιεῖ ἃ ἂν δοκιμάσῃ. δίδομεν ὑμῖν τὴν εἰρήνην ἔτι καὶ νῦν, ὦ Καρχηδόνιοι, ἢν τάς τε ναῦς τὰς μακρὰς
254
παραδιδῶτε Ῥωμαίοις χωρὶς δέκα μόνων καὶ τοὺς ἐλέφαντας, ὅσους ἔχετε, καὶ ὅσα ἡρπάσατε πρώην, ἢ τὴν τῶν ἀπολωλότων τιμήν, ἐμοῦ τὰ ἀμφίβολα κρίνοντος, καὶ αἰχμάλωτα πάντα καὶ αὐτομόλους, ὅσους Ἀννίβας ἐξ Ἰταλίας ἤγαγεν. ταῦτα μὲν ἐν τριάκοντα ἡμέραις, ἀφ' οὗ ἂν ἡ εἰρήνη κριθῇ· ἐν δ' ἑξήκοντα ἡμέραις Μάγωνα χρὴ Λιγύων ἀποστῆναι, καὶ τὰς φρουρὰς ὑμᾶς ἐξαγαγεῖν ἐκ τῶν πόλεων ὅσαι τῶν Φοινικίδων τάφρων ἐκτός εἰσιν, καὶ ὅσα αὐτῶν ἔχετε ὅμηρα ἀποδοῦναι, καὶ ἐς Ῥώμην ἑκάστου ἔτους ἀναφέρειν Εὐβοϊκὰ τάλαντα διακόσια ἐπὶ πεντήκοντα ἐνιαυτούς, καὶ μήτε ξενολογεῖν ἀπὸ Κελτῶν ἢ Λιγύων ἔτι, μήτε Μασσανάσσῃ μήτε ἄλλῳ Ῥωμαίων φίλῳ πολεμεῖν, μηδὲ στρατεύειν τινὰ Καρχηδονίων ἐπ' ἐκείνους ἀπό γε τοῦ κοινοῦ. τὴν δὲ πόλιν ὑμῖν ἔχειν καὶ τὴν χώραν, ὅσην ἐντὸς τῶν Φοινικίδων τάφρων εἴχετε ἐμοῦ διαπλέοντος ἐς Λιβύην, Ῥωμαίων τε εἶναι φίλους καὶ συμμάχους κατὰ γῆν καὶ κατὰ θάλασσαν, ἢν ἀρέσκῃ ταῦτα τῇ βουλῇ· ἀρεσάντων δέ, Ῥωμαίους ἀναχωρεῖν ἐκ Λιβύης πεντήκοντα καὶ ἑκατὸν ἡμέραις. ἀνοχὰς δὲ ἢν ἐθέλητε λαβεῖν ἔστε πρεσβεύσητε ἐς Ῥώμην, δώσετε μὲν ἡμῖν αὐτίκα ὅμηρα πεντήκοντα καὶ ἑκατὸν παῖδας, οὓς ἂν αὐτὸς ἐπιλέξωμαι, δώσετε δὲ ἐς δαπάνην τῇ στρατιᾷ τάλαντα ἄλλα χίλια καὶ ἀγοράν. καὶ γενομένων τῶν σπονδῶν ἀπολήψεσθε τὰ ὅμηρα. Ταῦτα τοῦ Σκιπίωνος εἰπόντος, οἱ μὲν πρέσβεις ἔφερον ἐς Καρχηδόνα τοὺς λόγους, συνιόντος δὲ τοῦ πλήθους ἐς ἐκκλησίαν ἐπὶ πολλὰς ἡμέρας, τοῖς μὲν ἀρίστοις ἐδόκει τὰ προτεινόμενα δέξασθαι καὶ μὴ περί τινων ἀπειθοῦντας κινδυνεύειν περὶ ἁπάντων, τὸ δ' ἀγοραῖον πλῆθος οὐ τὸ παρὸν δεινὸν ἐκλογιζόμενοι 540 μᾶλλον ἢ τὴν ἀφαίρεσιν ὧν ἔχουσι, τοσήνδε οὖσαν, ἠπείθουν καὶ ἠγανάκτουν, εἰ ἐν λιμῷ τὸν σῖτον οἱ ἄρχοντες αἱροῦνται Ῥωμαίοις ἀντὶ τῶν πολιτῶν ἐς τὰς ἀνοχὰς παρασχεῖν, ἐφ' ἕκαστόν τε αὐτῶν συνιστάμενοι πᾶσιν ἠπείλουν τὰς οἰκίας αὐτῶν διαρπάσειν καὶ καταπρήσειν. τέλος δ' ἔγνωσαν Ἀννίβαν ἔχοντα μὲν ἤδη πεζοὺς ἑξακισχιλίους ἱππέας δὲ πεντακοσίους, σταθμεύοντα δ' ἐν πόλει Βαρθαμά, σύμβουλον ἐπὶ τοῖς παροῦσι καλεῖν. ὁ δ' ἧκε, καὶ τῶν μετρίων δεδιότων μὴ φιλοπόλεμος ἀνὴρ ἐπιτρίψῃ τὸ πλῆθος, πάνυ σεμνῶς ἐκέλευε τὴν εἰρήνην δέχεσθαι. ὁ δὲ δῆμος καὶ τόνδε ὑπὸ ὀργῆς μανιώδους ἐβλασφήμει καὶ πᾶσιν ἠπείλει, μέχρι τῶν γνωρίμων τοὺς μὲν ἐς Μασσανάσσην καταφυγεῖν, τοὺς δὲ ἐς αὐτοὺς Ῥωμαίους αὐτομολῆσαι τῆς πόλεως ἀπογνόντας. οἱ δὲ Καρχηδόνιοι πυθόμενοι σῖτον πολὺν ἐς ἐμπόριόν τι ὑπὸ Ἀννίβου σεσωρεῦσθαι ὁλκάδας ἐπ' αὐτὸν ἐξέπεμπον καὶ ναῦς μακράς, ἐγνωκότες, εἰ τὸν σῖτον λάβοιεν, ἐκστρατεῦσαι καὶ ὑπομεῖναι πᾶν ὅ τι ἂν ἡ τύχη κρίνῃ, μᾶλλον ἢ Ῥωμαίοις δουλεύειν ἑκόντες. ἐπεὶ δὲ ἄνεμός τε καὶ χειμὼν τὰς ναῦς συνέτριψαν, ἀπογνόντες ἁπάντων ἐμέμφοντο τοῖς θεοῖς ὡς ἐπιβουλεύουσι καὶ συνετίθεντο τῷ Σκιπίωνι καὶ ἐπρεσβεύοντο ἐς Ῥώμην· καὶ ὁ Σκιπίων ἔπεμπε τοὺς συμβουλεύσοντας κυροῦν τὰ συγκείμενα. λέγεται δὲ τοῦτο εἰσηγήσασθαι τῇ τε πόλει συμφέρειν ὑπολαβὼν καὶ πυθόμενος Γναῖον Κορνήλιον Λέντλον τὸν ὕπατον ἐφεδρεύειν αὑτοῦ τῇ στρατηγίᾳ, τὴν δόξαν οὐκ ἐθέλων ἑτέρου γενέσθαι. προσέταξε γοῦν λέγειν τοῖς ἀπιοῦσιν ὅτι βραδυνόντων Ῥωμαίων αὐτὸς ἐφ' ἑαυτοῦ συνθήσεται. Οἱ δὲ πάνυ μὲν ἥδοντο κεκρατηκότες πόλεως τοσαύτης, ἣ πολλὰ καὶ δεινὰ πρότερον αὐτοὺς ἐδεδράκει καὶ τῶν ἐπὶ τῆς γῆς δευτέραν ἢ τρίτην εἶχεν ἡγεμονίαν· οἱ σύμβουλοι δ' ἐστασίαζον, οἱ μὲν ἔτι σὺν ὀργῇ χαλεπαίνοντες τοῖς Καρχηδονίοις, οἱ δὲ ἐλεοῦντες αὐτοὺς ἤδη καὶ ἀξιοῦντες ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὸ σφέτερον εὐπρεπὲς διατίθεσθαι. ὑπαναστὰς δέ τις τῶν Σκιπίωνος φίλων εἶπεν· οὐ περὶ τῆς Καρχηδονίων σωτηρίας ἐστὶν ἡμῖν ἡ φροντίς, ὦ ἄνδρες, ἀλλὰ περὶ τῆς Ῥωμαίων ἔς τε θεοὺς πίστεως καὶ πρὸς ἀνδρῶν εὐφημίας, μὴ Καρχηδονίων αὐτῶν ὠμότερα πράξωμεν, οἳ Καρχηδονίοις ὠμότητα ἐπικαλοῦμεν, καὶ μετριοπαθείας ἀεὶ φροντίσαντες ἐπὶ τῶν βραχυτέρων ἀμελήσωμεν ἐν τοῖς μείζοσιν· ἃ 541 μηδὲ λαθεῖν ἔνεστι διὰ τὸ μέγεθος, ἀλλ' ἐς ἅπασαν γῆν περιελεύσεται καὶ νῦν καὶ ὕστερον, ἢν πόλιν περιώνυμον καὶ θαλασσοκράτορα ἀνέλωμεν, ἣ καὶ νήσων ἦρξε πολλῶν καὶ θαλάσσης ὅλης καὶ Λιβύης ὑπὲρ ἥμισυ ἔν τε τοῖς πρὸς ἡμᾶς αὐτοὺς ἀγῶσι πολλὰ καὶ τύχης καὶ δυνάμεως ἔργα ἐπεδείξατο. οἷς ἔτι μὲν φιλονεικοῦσιν ἐρίζειν ἔδει, πεσόντων δὲ φείδεσθαι, καθὰ καὶ τῶν ἀθλητῶν οὐδεὶς τὸν πεσόντα ἔτι τύπτει, καὶ τῶν θηρίων τὰ πολλὰ φείδεται τῶν καταπεσόντων. καλὸν δ' ἐν τοῖς εὐτυχήμασι νέμεσιν θεῶν φυλάσσεσθαι καὶ ἀνθρώπων φθόνον. εἰ δέ τις, ὅσα
255
ἔδρασαν ἡμᾶς, ἀκριβῶς ἐκλογίζεται, αὐτὸ μάλιστά ἐστι τοῦτο τῆς τύχης τὸ φοβερώτατον, εἰ περὶ μόνης ἄρτι σωτηρίας παρακαλοῦσιν οἱ πόσα καὶ πηλίκα δεδυνημένοι δρᾶσαι καὶ οὐ πρὸ πολλοῦ περί τε Σικελίας καὶ Ἰβηρίας καλῶς ἀγωνισάμενοι. ἀλλ' ἐκείνων μὲν δίκας ἔδοσαν, τῶν δὲ τελευταίων παραβάσεων λιμὸν αἰτιῶνται, κακὸν ἀνθρώποις ἐπιπονώτατον, ὃ πάντας ἐξαιρεῖν δύναται λογισμούς. Ἐγὼ δ' οὐκ ἐρῶ μὲν οὐδὲν ὑπὲρ Καρχηδονίων (οὐ γὰρ ἄξιον), οὐδ' ἀγνοῶ καὶ πρότερον αὐτοὺς ἄλλας συνθήκας πρὸ τῶνδε παραβῆναι· ἃ δ' ἐπὶ τοῖς τοιούτοις ποιοῦντες οἱ πατέρες ἡμῶν ἐς τόδε τύχης προῆλθον εἰδότας ὑμᾶς ἀναμνήσω. τῶν γὰρ γειτόνων ἡμῖν τῶνδε πάντων ἐν κύκλῳ πολλάκις ἀποστάντων καὶ σπονδὰς συνεχῶς λυσάντων οὐ κατεφρόνησαν, οὐ Λατίνων, οὐ Τυρρηνῶν, οὐ Σαβίνων, τούς τε αὖ μετ' ἐκείνους περιοικοῦντας ἡμῖν Αἰκανοὺς καὶ Βολούσκους καὶ Καμπανούς, καὶ ὅσα ἄλλα τῆς Ἰταλίας ἐς σπονδὰς ὕβρισεν, εὐσταθῶς ἔφερον, καὶ τὸ Σαυνιτῶν γένος τρὶς μὲν φιλίας καὶ συνθηκῶν καταφρονῆσαν, ἔτεσι δ' ὀγδοήκοντα μεγίστους ἡμῖν πολέμους πεπολεμηκὸς οὐκ ἀνέστησαν οὐδὲ τοὺς ἄλλους, ὅσοι Πύρρον προσηγάγοντο κατὰ τῆς Ἰταλίας. οὐδ' ἡμεῖς, τὰ ἔναγχος ταῦτα, τοὺς Ἰταλῶν Ἀννίβᾳ προσθεμένους διεφθείραμεν, οὐδὲ Βρυττίους, οἳ μέχρι τέλους αὐτῷ συνηγωνίσαντο, ἀλλὰ γῇ μόνῃ ζημιώσαντες εἰάσαμεν ἔχειν τὰ ὑπόλοιπα, ὡς εὐσεβὲς ὁμοῦ καὶ ἐς εὐτυχίαν ἡμῖν χρήσιμον μὴ ἀφανίζειν ἀνθρώπων γένη μᾶλλον ἢ νουθετεῖν. Τί οὖν παθόντες ἐπὶ Καρχηδονίων ἀλλάξομεν τὴν φύσιν, ᾗ χρώμενοι μέχρι νῦν εὐτυχοῦμεν; ὅτι μείζων ἐστὶν ἡ πόλις αὕτη; δι' αὐτὸ μέντοι καὶ τοῦτο μᾶλλον ἔτι φειδοῦς ἀξία. ἀλλ' ὅτι πολλάκις παρεσπόνδησεν εἰς ἡμᾶς; καὶ γὰρ ἕτεροι, καὶ σχεδὸν ἅπαν 542 τες. ἀλλ' ὅτι μικρὰν νῦν ὑφίσταται τιμωρίαν; ὧν νῆές τε πᾶσαι χωρὶς δέκα παραιροῦνται, καὶ τοὺς ἐλέφαντας, οἷς ἰσχύουσι, παραδιδόασι καὶ τάλαντα Εὐβοϊκὰ μύρια τελοῦσι καὶ πόλεων ἁπασῶν ἀφίστανται καὶ χώρας ὅσης ἄρχουσιν ἐκτὸς τῶν Φοινικίδων τάφρων, καὶ στρατολογεῖν αὐτοῖς ἀπηγόρευται, καὶ ὅσα λιμώττοντες ἥρπασαν ἀποδιδόασιν ἔτι λιμώττοντες, καὶ τῶν ἀμφιλόγων ἐστὶν αὐτοῖς Σκιπίων ὁ πολεμήσας κριτής. ἐγὼ μὲν καὶ τοῦ μεγέθους τῶνδε καὶ τοῦ πλήθους ἐπαινῶ τὸν Σκιπίωνα, καὶ ὑμᾶς ἀξιῶ φείσασθαι διὰ τὸν φθόνον καὶ τὴν τῶν ἀνθρωπείων μεταβολήν, οἷς εἰσὶν ἔτι νῆες, πρὶν συνθώμεθα, πολλαὶ καὶ πλῆθος ἐλεφάντων, καὶ Ἀννίβας στρατηγικώτατος ἀνὴρ ἤδη στρατιὰν ἔχει, καὶ Μάγων ἐκ Κελτῶν καὶ Λιβύων ἑτέρους ἄγει πολλούς, καὶ Βερμινᾶς ὁ Σύφακος αὐτοῖς συμμαχεῖ καὶ ἄλλα Νομάδων ἔθνη, δούλους τε ἔχουσι πολλούς. καὶ ἢν ἀπογνῶσι τὰ παρ' ἡμῶν, ἀφειδῶς ἅπασι χρήσονται. χαλεπώτερον δ' οὐδὲν ἀφειδίας ἐν μάχαις, ἐς αἷς καὶ τὸ δαιμόνιον ἀνώμαλον καὶ ἐπίφθονόν ἐστιν. ἃ καὶ Σκιπίων ἔοικεν ὑφορώμενος ἐπιστεῖλαι μὲν ὑμῖν τὴν ἑαυτοῦ γνώμην, ἐπειπεῖν δ' ὅτι καὶ βραδυνόντων συνθήσεται. εἰκὸς δ' ἐκεῖνον καὶ τάδε ἄμεινον ἡμῶν ἐκλογίζεσθαι καὶ πλέον ἔτι συνορᾶν ὄντα ἐπὶ τῶν ἔργων. λυπήσομέν τε ἀκυροῦντες αὐτοῦ τὴν παραίνεσιν ἄνδρα φιλόπολιν καὶ στρατηγὸν ἐξαίρετον, ὃς οὐδ' ἐς Λιβύην ἡμᾶς ὁρμωμένους παρώξυνε καὶ στρατιὰν οὐ λαβὼν αὑτῷ συνεστήσατο καὶ τὰ ἐκεῖ προήγαγεν ἡμῖν ἐς ὅσον οὐκ ἠλπίζομεν. ὃ καὶ θαυμάζειν ἄξιον, ὅτι ῥᾳθύμως ἔχοντες ἐν ἀρχῇ τοῦδε τοῦ πολέμου νῦν ἔχετε φιλονείκως καὶ ἀμέτρως. Εἰ δέ τις ταῦτα μὲν ἡγεῖται καλῶς ἔχειν, δέδιε δὲ μὴ καὶ νῦν τὰς σπονδὰς παραβῶσιν οἱ Καρχηδόνιοι, μάλιστα μὲν εἰκὸς αὐτοὺς ἤδη σπονδῶν φυλακῆς αἰσθάνεσθαι πολλὰ ἐκ τῶν παραβάσεων παθόντας, καὶ τὴν εὐσέβειαν ἐς τὸ μέλλον ποιήσεσθαι περὶ πολλοῦ ἐξ ἀσεβείας ἐς γόνυ πεσόντας· οὐκ ἔστι δὲ τῶν αὐτῶν συμβούλων ἄρτι μὲν καταφρονεῖν τῶν Καρχηδονίων ὡς οὐδὲν ἔτι ἰσχυόντων, δεδιέναι δ' αὖθις ὡς ἀποστῆναι δυναμένους. ἡμῖν δὲ τὸ φυλάσσειν αὐτοὺς ἐς τὸ μὴ πάλιν αὐξῆσαι τοῦ νῦν ἀνελεῖν εὐχερέστερόν ἐστι· νῦν μὲν γὰρ ἐξ ἀπογνώσεως μαχέσονται, ὕστερον δ' ἀεὶ δεδιότας τηρήσομεν. ἅλις δὲ κακῶν ἕξουσι καὶ χωρὶς ἡμῶν, 543 οἷς οἵ τε περίοικοι πάντες ἐπικείσονται δυσμεναίνοντες τῆς ποτὲ βίας, καὶ Μασσανάσσης, ἀνὴρ πιστότατος ἡμῖν, ἐφεδρεύσει παρὼν ἀεί. Εἰ δ' ἄρα τις καὶ τῶνδε πάντων καταφρονεῖ, ὅπως δ' αὐτὸς ἐκδέξεται τὴν Σκιπίωνος ἀρχήν, τὸ ἑαυτοῦ μόνον σκοπεῖ, καὶ πιστεύει καὶ τὰ τῆς τύχης αὐτῷ ἐς τέλος ἀπαντήσειν, τί καὶ χρησόμεθα τῇ πόλει λαβόντες αὐτήν, ἢν καὶ λάβωμεν; ἀνελοῦμεν ἄρδην, ὅτι σῖτον ἡμῶν καὶ ναῦς ἥρπασαν; ἃ μετὰ πολλῶν ἄλλων ἀξιοῦσιν ἀποδοῦναι. ἢ τοῦτο μὲν οὐ πράξομεν νέμεσίν τε θεῶν φυλαττόμενοι καὶ ψόγον ἀνθρώπων,
256
Μασσανάσσῃ δ' ἔχειν δώσομεν; ἀλλ' εἰ καὶ φίλος ἐστίν, οὐ χρὴ στερροποιεῖν οὐδ' ἐκεῖνον ἀμέτρως, ἡγεῖσθαι δὲ τὴν ἔριν αὐτῶν τὴν ἐς ἀλλήλους τῷ Ῥωμαίων κοινῷ συμφέρειν. ἐς προσόδους τὴν χώραν ἀνήσομεν; ἀλλ' ἡ φυλάξουσα στρατιὰ τὴν πρόσοδον ἀναλώσει· πολλῆς γάρ, ὡς ἐν πολλοῖς περιοίκοις καὶ πᾶσι βαρβάροις, δεῖ. ἀλλ' ἀποίκους πέμψομεν ἐς μέσους τοσούσδε Νομάδας; οἳ τῶν μὲν βαρβάρων ἰσχυόντων ἀεὶ δεινὰ πείσονται, ἢν δὲ ἐπικρατήσωσιν αὐτῶν, ἐς τὸ μέλλον ἡμῖν ἔσονται φοβεροὶ καὶ ἐπίφθονοι χώραν τοσήνδε καὶ πολὺ κρείττονα τῆς ἡμετέρας ἔχοντες. ἃ καὶ αὐτά μοι δοκεῖ συνιδὼν ὁ Σκιπίων κελεύειν ὑμῖν δέχεσθαι καὶ τὰς Καρχηδονίων παρακλήσεις. πειθώμεθα οὖν καὶ τοῖς δεομένοις καὶ τῷ στρατηγῷ. Ὁ μὲν οὕτως εἶπεν, Πούπλιος δὲ Κορνήλιος, Κορνηλίου Λέντλου συγγενὴς τοῦ τότε ὄντος ὑπάτου καὶ τὸν Σκιπίωνα διαδέξασθαι προσδοκῶντος, ἀντέλεγεν οὕτως· τὸ μὲν συμφέρον ἐστὶ μόνον ἐν τοῖς πολεμίοις, ὦ ἄνδρες, χρήσιμον· καὶ ὅσῳ δυνατὴν ἔτι καὶ νῦν ἀποφαίνουσιν οὗτοι τὴν πόλιν, φυλάξασθαι χρὴ τὴν ἀπιστίαν αὐτῆς μετὰ τῆς δυνάμεως, καὶ τὴν ἰσχὺν προανελεῖν, ἐπεὶ μὴ τὴν ἀπιστίαν δυνάμεθα. οὐδεὶς δ' ἡμῖν καιρὸς ἐς τὸ λῦσαι τὸν ἀπὸ Καρχηδονίων φόβον ἐπιτηδειότερός ἐστι τοῦ παρόντος, ἐν ᾧ πάντων εἰσὶν ἀσθενεῖς καὶ ἄποροι, πρὶν αὖθις αὐτῶν ἐς ἑκάτερον αὐξῆσαι. οὐ μέντοι καὶ τὸν τοῦ δικαίου λογισμὸν ἂν περιφύγοιμι, οὐδ' ἀμετρίας μοι δοκῶ δόξαν οἴεσθαι τὴν πόλιν ἐπὶ Καρχηδονίοις, οἳ παρὰ μὲν τὰς εὐπραξίας ἀδικοῦσι καὶ ἐνυβρίζουσιν ἐς ἅπαντας, ἐν δὲ ταῖς συμφοραῖς παρακαλοῦσιν, ἂν δὲ τύχωσιν, εὐθὺς ἐπὶ ταῖς συνθήκαις μετατίθενται, καὶ οὔτε σπονδῶν ἐστὶν αὐτοῖς αἰδὼς οὔτε λόγος ὅρκων. οὓς οὗτος ἀξιοῖ περισώζειν διὰ 544 νέμεσιν θεῶν καὶ ἀνθρώπων φθόνον. ἐγὼ δ' αὐτοὺς ἡγοῦμαι τοὺς θεοὺς ἐς τόδε τὴν Καρχηδόνα περιενεγκεῖν, ἵνα δῶσί ποτε δίκην ἀσεβείας οἳ καὶ περὶ Σικελίαν καὶ Ἰβηρίαν καὶ Ἰταλίαν καὶ ἐν αὐτῇ τῇ Λιβύῃ καὶ πρὸς ἡμᾶς καὶ πρὸς τοὺς ἄλλους ἅπαντας ἀεὶ συνετίθεντο καὶ παρώρκουν καὶ δεινὰ καὶ σχέτλια ἔδρων. ὧν τὰ ἀλλότρια ὑμῖν πρὸ τῶν ἡμετέρων διέξειμι, ἵνα εἰδῆτε πάντας ἐφησθησομένους Καρχηδονίοις, εἰ δίκην δοῖεν. Οὗτοι Ζακανθαίους, πόλιν Ἰβηρίας ἐπιφανῆ σφίσι τε αὐτοῖς ἔνσπονδον καὶ φίλην ἡμῖν, ἡβηδὸν ἔκτειναν οὐδὲν ἀδικοῦντας. οὗτοι Νουκερίαν ὑπήκοον ἡμῶν ἐπὶ συνθήκῃ λαβόντες καὶ ὀμόσαντες σὺν δύο ἱματίοις ἕκαστον ἀπολύειν, τὴν μὲν βουλὴν αὐτῶν ἐς τὰ βαλανεῖα συνέκλεισαν καὶ ὑποκαίοντες τὰ βαλανεῖα ἀπέπνιξαν, τὸν δὲ δῆμον ἀπιόντα κατηκόντισαν. Ἀχερράνων δὲ τὴν βουλὴν ἐν σπονδαῖς ἐς τὰ φρέατα ἐνέβαλον, καὶ τὰ φρέατα ἐπέχωσαν. Μάρκον τε Κορνήλιον ὕπατον ἡμέτερον ὅρκοις ἀπατήσαντες ἤγαγον μὲν ὡς ἐπισκεψόμενον αὐτῶν τὸν στρατηγὸν ἀρρωστοῦντα, συναρπάσαντες δὲ ἀπήγαγον ἐς Λιβύην ἐκ Σικελίας αἰχμάλωτον μετὰ δύο καὶ εἴκοσι νεῶν. ἔκτειναν καὶ Ῥῆγλον αἰκισάμενοι, στρατηγὸν ἕτερον ἡμῶν, ὑπὸ εὐορκίας ἐπανελθόντα πρὸς αὐτούς. ὅσα δ' Ἀννίβας ἢ πολεμῶν ἢ ἐνεδρεύων ἢ παρορκῶν ἔς τε πόλεις καὶ στρατόπεδα ἡμῶν καὶ λήγων ἐς τοὺς συμμάχους ἔδρασε τοὺς αὑτοῦ τὰς πόλεις πορθῶν καὶ τοὺς αὐτῷ συστρατευσαμένους κατακαίνων, μακρὸν ἂν εἴη καταλέγειν, πλὴν ὅτι τετρακόσια ἡμῶν ἀνέστησεν ἄστη. τοὺς δ' αἰχμαλώτους ἡμῶν τοὺς μὲν ἐς τάφρους καὶ ποταμοὺς ἐμβαλόντες ὡς γεφύραις ἐπέβαινον, τοὺς δὲ τοῖς ἐλέφασιν ὑπέβαλλον, τοὺς δ' ἀλλήλοις μονομαχεῖν ἐκέλευον ἀδελφοὺς ἀδελφοῖς συνιστάντες καὶ πατέρας υἱοῖς. τὰ δ' ἔναγχος ταῦτα, περὶ εἰρήνης ἐπρέσβευον ἐνταῦθα καὶ παρεκάλουν καὶ ὤμνυον, καὶ οἱ πρέσβεις αὐτῶν ἔτι παρῆσαν, ἐν δὲ Λιβύῃ τὰς ναῦς ἡμῶν διήρπαζον καὶ τοὺς στρατιώτας κατέδεον. τοσοῦτον αὐτοῖς καὶ ἀνοίας διὰ τὴν ὠμότητα περίεστιν. Τούτοις οὖν τίς ἐστιν ἔλεος ἢ μετριοπάθεια παρ' ἑτέρων, τοῖς οὐδὲν μέτριον οὐδ' ἥμερον ἐς οὐδένας εἰργασμένοις; τοῖς, ὥσπερ ἔφη Σκιπίων, εἰ ἐλάβοντο ἡμῶν, οὐδ' ἂν ὄνομα Ῥωμαίων ὑπολιποῦσιν· ἀλλὰ πίστις ἐστὶ βέβαιος ἡ δεξιά. ποία; τίς σπονδή, τίς 545 ὅρκος ὃν οὐκ ἐπάτησαν; τίς δὲ συνθήκη καὶ χάρις ἐς ἣν οὐχ ὕβρισαν; μὴ μιμησώμεθα οὖν, φησίν, αὐτούς. τίνα γὰρ συνθήκην ἡμεῖς λύομεν οἱ μήπω τι συνθέμενοι; ἀλλὰ τὴν ὠμότητα, φησίν, αὐτῶν μὴ μιμησώμεθα. φίλους οὖν καὶ συμμάχους ποιησόμεθα τοὺς ὠμοτάτους; οὐδέτερα τούτων ἄξια. ἀλλ' ἐπιτρεψάτωσαν ἡμῖν αὑτοὺς νόμῳ μὲν νενικημένων, ᾧ πολλοὶ σφᾶς ἐπέτρεψαν, σκεψόμεθα δ' ἡμεῖς, καί, ὅ τι ἂν δῶμεν, εἴσονται χάριν οὐχὶ συνθήκην νομίζοντες εἶναι. διαφέρει δὲ τούτοις ἑκάτερον ὧδε. μέχρι μὲν συντίθενται, παραβήσονται καθάπερ καὶ πάλαι, πρόφασιν [δ'] ἀεί τινα τῶν συνθηκῶν φέροντες
257
ὡς ἐν αὐταῖς ἠλαττωμένοι· τὰ δ' ἀμφίλογα εὐπροφάσιστα. ὅτ' ἂν δὲ παραδῶσιν αὑτούς, καὶ τὰ ὅπλα παρελώμεθα, καὶ τὰ σώματα ἐφ' ἡμῖν γένηται, καὶ πεισθῶσιν ὅτι μηδὲν αὐτοῖς ἴδιον, τὰ μὲν φρονήματα αὐτῶν καταβήσεται, ἀγαπήσουσι δ' ὅ τι ἂν παρ' ἡμῶν λάβωσιν ὡς ἀλλότριον. εἰ μὲν οὖν Σκιπίων ἑτέρως δοκεῖ, τὰς γνώμας ἔχετε συγκρίνειν· εἰ δὲ συνθήσεται Καρχηδονίοις χωρὶς ὑμῶν, τί καὶ ἐπέστελλεν ὑμῖν; ἐγὼ μὲν γάρ, ὡς ὑμῖν κυρίοις οὖσι περὶ τῶνδε κρῖναι, τὴν γνώμην εἶπον, ἣν νομίζω συνοίσειν τῇ πόλει. Τοιαῦτα καὶ ὁ Πούπλιος εἶπεν· ἡ δὲ βουλὴ κατὰ ἄνδρα παρ' ἑκάστου ψῆφον ᾔτει, καὶ ἐς τὴν Σκιπίωνος γνώμην οἱ πλείους συνέδραμον. ἐγίνοντο οὖν αἱ συνθῆκαι, τρίται αἵδε, Ῥωμαίοις καὶ Καρχηδονίοις πρὸς ἀλλήλους. καὶ ὁ Σκιπίων ἐς αὐτὰς ἐδόκει μάλιστα τοὺς Ῥωμαίους ἐναγαγέσθαι, εἴτε τῶν εἰρημένων οὕνεκα λογισμῶν, εἴτε ὡς ἀρκοῦν Ῥωμαίοις ἐς εὐτυχίαν τὸ μόνην ἀφελέσθαι Καρχηδονίους τὴν ἡγεμονίαν· εἰσὶ γὰρ οἳ καὶ τόδε νομίζουσιν, αὐτὸν ἐς Ῥωμαίων σωφρονισμὸν ἐθελῆσαι γείτονα καὶ ἀντίπαλον αὐτοῖς ἐς ἀεὶ φόβον καταλιπεῖν, ἵνα μή ποτε ἐξυβρίσειαν ἐν μεγέθει τύχης καὶ ἀμεριμνίᾳ. καὶ τόδε οὕτω φρονῆσαι τὸν Σκιπίωνα οὐ πολὺ ὕστερον ἐξεῖπε Ῥωμαίοις Κάτων ἐπιπλήττων παρωξυμμένοις κατὰ Ῥόδου. ὁ δὲ Σκιπίων ταῦτα συνθέμενος ἐκ Λιβύης ἐς τὴν Ἰταλίαν παντὶ τῷ στρατῷ διέπλει καὶ ἐς τὴν Ῥώμην ἐσήλαυνεν. «. Ὅτι Μασσανάσσης μετὰ τὰς συνθήκας Καρχηδονίοις μηνίων καὶ Ῥωμαίοις θαρρῶν ἐπέβαινε γῇ πολλῇ τῶν Καρχηδονίων » ὡς γενομένῃ ποτὲ ἑαυτοῦ· καὶ οἱ Καρχηδόνιοι Ῥωμαίους παρεκάλουν σφίσι Μασσανάσσην συναλλάξαι. οἱ δ' ἔπεμπον διαλλακτάς, οἷς εἴρητο συμπράσσειν ὅσα δύναιντο Μασσανάσσῃ. οὕτω μὲν τὴν γῆν ἀπετέμετο Καρχηδονίων ὁ Μασσανάσσης, καὶ συνθῆκαι Καρχηδονίοις καὶ πρὸς τόνδε ἐγένοντο. αἳ διέμειναν ἐς ἔτη πεντήκοντα, ἐν οἷς μάλιστα ἡ Καρχηδὼν εἰρηνεύουσα ὁμαλῶς ἐς μέγα δυνάμεως καὶ εὐανδρίας ἦλθεν ἔκ τε πεδίων εὐκαρπίας καὶ θαλάσσης εὐκαιρίας. καὶ εὐθύς, οἷον ἐν ταῖς εὐτυχίαις γίνεται, οἱ μὲν ἐρωμάιζον, οἱ δὲ ἐδημοκράτιζον, οἷς δ' ἤρεσκε Μασσανάσσης. ἡγοῦντο δ' ἑκάστων οἱ καὶ δόξῃ καὶ ἀρετῇ προύχοντες, τῶν μὲν ῥωμαϊζόντων ὁ Μέγας Ἄννων, τῶν δὲ αἱρουμένων τὰ Μασσανάσσου Ἀννίβας ὁ Ψαρὸν ἐπικαλούμενος, τῶν δὲ δημοκρατιζόντων Ἀμίλχαρ, ᾧ Σαυνίτης ἐπώνυμον ἦν, καὶ Καρθάλων· οἳ φυλάξαντες Ῥωμαίους τε Κελτίβηρσι πολεμοῦντας καὶ Μασσανάσσην ἐπικουροῦντα υἱῷ πρὸς ἑτέρων Ἰβήρων συγκεκλεισμένῳ, πείθουσι τὸν Καρθάλωνα, βοήθαρχον ὄντα καὶ ἐπὶ τῇδε τῇ ἀρχῇ τὴν χώραν περιιόντα, ἐπιθέσθαι τοῖς Μασσανάσσου σκηνουμένοις ἐν ἀμφιλόγῳ γῇ. ὁ δὲ καὶ ἔκτεινέ τινας αὐτῶν καὶ λείαν περιήλασε καὶ τοὺς ἐν τοῖς ἀγροῖς Λίβυας ἐπὶ τοὺς Νομάδας ἤγειρεν, ἄλλα τε πολλὰ αὐτοῖς ἔργα πολέμων ἐς ἀλλήλους γίνεται, μέχρι Ῥωμαίων ἕτεροι πρέσβεις ἦλθον ἐπὶ διαλύσεις, οἷς ὁμοίως εἴρητο Μασσανάσσῃ βοηθεῖν ἀδήλως. καὶ ἐβεβαίωσαν οἵδε τῷ Μασσανάσσῃ ὅσα προειλήφει μετὰ τέχνης ὧδε. εἶπον μὲν οὐδὲν οὐδὲ ἤκουσαν, ἵνα μή τι ὡς ἐν δίκῃ Μασσανάσσης ἐλαττοῖτο, ἐν μέσῳ δ' ἀμφοῖν γενόμενοι τὰς χεῖρας διέστησαν· καὶ τοῦτο ἦν αὐτοῖς κέλευσμα πρὸς ἀμφοτέρους ἐς διαλύσεις. ἠμφισβήτει δὲ καὶ ἄλλων τινῶν ὁ Μασσανάσσης, ἐφ' οἷς πάλιν οἱ Καρχηδόνιοι κατέφυγον ἐπὶ Ῥωμαίους. οἱ δ' ὑπέσχοντο μὲν αὐτοῖς καὶ τότε πρέσβεις πέμψειν εἰς δίαιταν, διέτριψαν δὲ ἕως εἴκασαν πολλὰ τῶν Καρχηδονίων διεφθάρθαι, καὶ τότε πρέσβεις ἔπεμπον ἑτέρους καὶ Κάτωνα, οἳ ἐς τὴν ἀμφίλογον γῆν ἀφικόμενοι ἠξίουν σφίσιν ἀμφοτέρους περὶ ἁπάντων ἐπιτρέπειν. Μασσανάσσης μὲν οὖν, οἷα πλεονεκτῶν καὶ Ῥωμαίοις ἀεὶ θαρρῶν, ἐπέτρεπεν, οἱ Καρχηδόνιοι δ' ὑπώπτευον, ἐπεὶ καὶ τοὺς πρότερον ᾔδεσαν οὐκ εὖ δικάσαντας. ἔφασαν οὖν τὰς συνθήκας τὰς ἐπὶ Σκιπίωνος οὐδὲν χρῄζειν δικῶν οὐδὲ διορθώσεως, ὅσα μὴ ἐξ αὐτῶν παραβαίνεται μόνα. οἱ δ' οὐκ 547 ἀνασχόμενοι περὶ μέρους δικάζειν ἐπανῄεσαν καὶ τὴν χώραν περι εσκόπουν ἀκριβῶς τε εἰργασμένην καὶ κατασκευὰς μεγάλας ἔχουσαν. εἶδον δὲ καὶ τὴν πόλιν ἐσελθόντες, ὅση τε τὴν δύναμιν ἦν, καὶ πλῆθος ὅσον ηὔξητο ἐκ τῆς οὐ πρὸ πολλοῦ κατὰ Σκιπίωνα διαφθορᾶς. ἐπανελθόντες τε ἐς Ῥώμην ἔφραζον οὐ ζήλου μᾶλλον ἢ φόβου γέμειν αὐτοῖς τὰ Καρχηδονίων, πόλεως δυσμενοῦς τοσῆσδε καὶ γείτονος εὐχερῶς οὕτως αὐξανομένης. καὶ ὁ Κάτων μάλιστα ἔλεγεν οὔ ποτε Ῥωμαίοις βέβαιον οὐδὲ τὴν ἐλευθερίαν ἔσεσθαι πρὶν ἐξελεῖν Καρχηδόνα. ὧν ἡ βουλὴ πυνθανομένη ἔκρινε μὲν πολεμεῖν, ἔτι δ' ἔχρῃζε
258
προφάσεων, καὶ τὴν κρίσιν ἀπόρρητον εἶχον. Κάτωνα δ' ἐξ ἐκείνου φασὶν ἐν τῇ βουλῇ συνεχεῖ γνώμῃ λέγειν, Καρχηδόνα μὴ εἶναι, Σκιπίωνα δὲ τὸν Νασικᾶν τὰ ἐναντία ἀξιοῦν, Καρχηδόνα ἐᾶν, ἐς φόβον ἄρα καὶ τόνδε Ῥωμαίων ἐκδιαιτωμένων ἤδη. 27. Ὅτι οἱ Καρχηδόνιοι τῷ Μασσανάσσου πταίσματι συμπεσόντες, ἀσθενεστάτης ὑπ' αὐτοῦ τῆς πόλεως γενομένης, καὶ οἱ Ῥωμαῖοι τοῦτο πυθόμενοι στρατὸν ἐπήγγελον ἐς ὅλην τὴν Ἰταλίαν, τὴν μὲν χρείαν οὐ λέγοντες, ὡς δ' ἂν ὀξέως ἔχοιεν ἐς τὰ παραγγελλόμενα χρῆσθαι. καὶ οἱ Καρχηδόνιοι νομίζοντες ἐκλύσειν τὴν πρόφασιν ἐπεκήρυσσον Ἀσδρούβᾳ τε τῷ στρατηγήσαντι τοῦδε τοῦ πολέμου καὶ Καρθάλωνι τῷ βοηθάρχῳ, καὶ εἴ τις ἄλλος ἐφῆπτο τοῦ ἔργου, θάνατον, ἐς ἐκείνους τὴν αἰτίαν τοῦ πολέμου περιφέροντες, ἔς τε Ῥώμην πρέσβεις ἔπεμπον, οἳ κατηγόρουν μὲν αὐτοῦ Μασσανάσσου, κατηγόρουν δὲ καὶ τῶνδε τῶν ἀνδρῶν ὡς ἀμυνομένων αὐτὸν ὀξέως καὶ προπετῶς καὶ τὴν πόλιν ἐς πρόφασιν ἔχθρας ἐμβαλόντων. ὡς δέ τις τῶν βουλευτῶν τοὺς πρέσβεις ἤρετο, ὅπως οὐκ ἐν ἀρχῇ τοῦ πολέμου τοὺς αἰτίους, ἀλλὰ μετὰ τὴν ἧσσαν ἐξεκήρυξαν, καὶ πρὸς ἡμᾶς οὐ πρότερον ἀλλὰ νῦν πρεσβεύεσθε, οἱ μὲν ἀποκρίσεως ἠπόρουν, ἡ δὲ βουλὴ πάλαι διεγνωκυῖα πολεμῆσαι καὶ προφάσεις ἐρεσχηλοῦσα ὧδε ἀπεκρίνατο, Καρχηδονίους οὔπω Ῥωμαίοις ἱκανῶς ἀπολογήσασθαι. πάλιν οὖν ἀγωνιῶντες ἠρώτων, εἰ δοκοῦσιν ἁμαρτεῖν, τί παθόντες ἀπολύσονται τὸ ἔγκλημα. οἱ δὲ οὕτως ἔφασαν τῷ ῥήματι· εἰ τὸ ἱκανὸν ποιήσετε Ῥωμαίοις. ζητούντων δ' ἐκείνων ὅ τι εἴη τὸ ἱκανόν, οἱ μὲν ᾤοντο Ῥωμαίους ἐθέλειν τοῖς χρήμασι προσεπιθεῖναι τοῖς ἐπὶ Σκιπίωνος ὡρισμένοις, οἱ δὲ Μασσανάσσῃ τῆς ἀμφιλόγου γῆς μεταστῆναι. 548 ἀποροῦντες οὖν πάλιν ἐς Ῥώμην ἔπεμπον καὶ παρεκάλουν γνῶναι σαφῶς ὅ τι ἔστιν αὐτοῖς τὸ ἱκανόν. οἱ δὲ αὖθις ἔφασαν εἰδέναι Καρχηδονίους καλῶς, καὶ εἰπόντες ἀπέπεμψαν. Οἱ μὲν δὴ φόβου καὶ ἀπορίας ἦσαν ἐν τούτῳ. Ἰτύκη δὲ ἡ πόλις καὶ αὐτὴ τὰ Καρχηδονίων ἀπογνοῦσα καὶ τὸ πάλαι μῖσος ἐς αὐτοὺς ἐκφέρουσα ἐν καιρῷ πρέσβεις ἐς Ῥώμην ἔπεμψεν, οἳ τὴν Ἰτύκην Ῥωμαίοις ἐπέτρεπον. ἡ δὲ βουλὴ τέως ἐς τὸν πόλεμον ὁρμῶσά τε καὶ παρασκευαζομένη, πόλεως ὀχυρᾶς οὕτω καὶ ἐπικαίρου προσγενομένης, ἐξέφηνε τὴν γνώμην, καὶ ἐς τὸ Καπιτώλιον, οὗπερ εἰώθασι περὶ πολέμου σκοπεῖν, συνελθοῦσα ἐψηφίσατο Καρχηδονίοις πολεμεῖν. στρατηγούς τε τοὺς ὑπάτους αὐτίκα ἐξέπεμπον, ἐπὶ μὲν τοῦ πεζοῦ Μάρκον Μανίλιον, ἐπὶ δὲ τοῦ στόλου Λεύκιον Μάρκιον Κηνσωρῖνον, οἷς ἐν ἀπορρήτῳ λέλεκτο μὴ ἀνασχεῖν τοῦ πολέμου πρὶν Καρχηδόνα κατασκάψαι. Καρχηδονίοις δὲ προσέπεσεν ἥ τε κρίσις τοῦ πολέμου καὶ τὸ ἔργον ὁμοῦ δι' ἑνὸς ἀγγέλου· ὁ γὰρ αὐτὸς ἔφερέ τε τὸ ψήφισμα τοῦ πολέμου καὶ τὰς ναῦς ἐδήλου πλεῖν ἐπὶ σφᾶς. ἐκπλαγέντες οὖν ἀπεγίνωσκον αὑτῶν ἀπορίᾳ τε νεῶν καὶ ἀπωλείᾳ προσφάτῳ τοσῆσδε νεότητος, οὐ συμμάχους ἔχοντες, οὐ μισθοφόρους ἑτοίμους, οὐ σῖτον ἐς πολιορκίαν συνενηνεγμένον, οὐκ ἄλλο οὐδέν, ὡς ἐν ἀκηρύκτῳ καὶ ταχεῖ πολέμῳ, οὐδ' αὐτοὶ διαρκεῖν δυνάμενοι Ῥωμαίοις τε καὶ Μασσανάσσῃ. πρέσβεις οὖν ἑτέρους ἐς Ῥώμην ἔπεμπον αὐτοκράτορας, ὅπη δύναιντο τὰ παρόντα διαθέσθαι. οἷς ἡ σύγκλητος εἶπεν, ἐὰν τοῖς ὑπάτοις ἔτι οὖσιν ἐν Σικελίᾳ τριάκοντα ἡμερῶν τῶνδε οἱ Καρχηδόνιοι τʹ τοὺς ἐνδοξοτάτων σφῶν παῖδας ἐς ὁμηρείαν παράσχωσι καὶ τἄλλα κατακούσωσιν αὐτῶν, ἕξειν Καρχηδόνα ἐλευθέραν τε καὶ αὐτόνομον καὶ γῆν ὅσην ἔχουσιν ἐν Λιβύῃ. ταῦτα μὲν ἐς τὸ φανερὸν ἐψηφίσαντο καὶ τοῖς πρέσβεσιν ἔδωκαν ἐς Καρχηδόνα φέρειν τὸ δόγμα, ἐν ἀπορρήτῳ δὲ τοῖς ὑπάτοις ἐπέστειλαν ἔχεσθαι τῶν ἰδίᾳ σφίσιν ἐντεταλμένων. Οἱ δὲ Καρχηδόνιοι τὴν μὲν γνώμην ὑπώπτευον, οὐκ ἐπὶ συνθήκῃ βεβαίᾳ τὰ ὅμηρα παρέχοντες· οἷα δ' ἐν κινδύνῳ τοσῷδε τὰς ἐλπίδας ἐν ᾧ μηδὲν ἐκλείψουσι τιθέμενοι, σπουδῇ προλαβόντες τὴν προθεσμίαν τοὺς παῖδας ἦγον ἐς Σικελίαν, γονέων τε αὐτοῖς ἐπικλαιόντων καὶ οἰκείων καὶ μάλιστα τῶν μητέρων, αἳ σὺν ὀλολυγῇ μανιώδει τῶν τέκνων ἐξήπτοντο καὶ νεῶν τῶν φερουσῶν αὐτὰ καὶ στρατηγῶν τῶν ἀγόντων, ἀγκυρῶν τε ἐπελαμβάνοντο καὶ 549 καλῴδια διέσπων καὶ ναύταις συνεπλέκοντο καὶ τὸν πλοῦν ἐκώλυον. εἰσὶ δ' αἳ καὶ μέχρι πολλοῦ τῆς θαλάσσης παρένεον δεδακρυμέναι τε καὶ ἐς τὰ τέκνα ἀφορῶσαι. αἱ δ' ἐπὶ τῆς γῆς τὰς κόμας ἐτίλλοντο καὶ τὰ στέρνα ἔκοπτον ὡς ἐπὶ πένθει· ἐδόκουν γὰρ ὄνομα μὲν ἐς εὐπρέπειαν εἶναι τὴν ὁμηρείαν, ἔργῳ δὲ τῆς πόλεως ἔνδοσιν, ἐπ' οὐδεμιᾷ συνθήκῃ τῶνδε τῶν παίδων διδομένων. καὶ πολλαὶ καὶ τοῦτο ἐν ταῖς οἰμωγαῖς κατεμαντεύοντο τῇ πόλει, μηδὲν αὐτὴν ὀνήσειν τοὺς παῖδας ἐκδιδομένους. καὶ παραλαβόντες
259
αὐτὰ οἱ ὕπατοι ἔπεμπον ἐς Ῥώμην καὶ τοῖς Καρχηδονίοις ἔφασαν ἐς τὸ τέλος τοῦ πολέμου τὰ λοιπὰ ἐρεῖν ἐν Ἰτύκῃ. διαπλεύσαντές τε ἐς αὐτὴν ἐστρατοπέδευον. Ἀφικομένων κἀκεῖ πρέσβεων ἐκ Καρχηδόνος, οἱ μὲν ὕπατοι προυκάθηντο ἐπὶ βήματος ὑψηλοῦ, ἡγεμόνων τε σφίσι καὶ χιλιάρχων παρεστώτων, ἡ στρατιὰ δ' ἑκατέρωθεν ἐπὶ μῆκος πολὺ ὅπλοις τε ἐπισήμοις ἐσκεύαστο, καὶ τὰ σημεῖα ἔφερον ὀρθά, ἵνα οἱ πρέσβεις τὸ πλῆθος ἐκ τούτων συμβάλοιεν. ἐπεὶ δ' οἱ μὲν ὕπατοι τῷ σαλπικτῇ προσέταξαν ὑποσημῆναι σιωπήν, ὁ δὲ κήρυξ ἀνεῖπε τοὺς Καρχηδονίων πρέσβεις προσιέναι, οἱ μὲν εἰσήγοντο διὰ στρατοπέδου μακροῦ καὶ τοῦ βήματος οὐ προσεπέλαζον, ἀλλὰ περισχοίνισμα ἦν ἐν μέσῳ, οἱ δ' ὕπατοι λέγειν αὐτοὺς ἐκέλευον ὅ τι χρῄζοιεν. καὶ οἱ πρέσβεις ἔλεγον ἐλεεινὰ πολλὰ καὶ ποικίλα συνθηκῶν τε πέρι τῶν σφίσι πρὸς Ῥωμαίους γενομένων καὶ Καρχηδόνος αὐτῆς χρόνου καὶ πλήθους καὶ δυνάμεως καὶ ἀρχῆς τῆς ἐς πολὺ μεγίστης ἐν γῇ καὶ θαλάσσῃ γενομένης. οὐκ ἐπὶ σεμνολογίᾳ δ' ἔφασαν λέγειν· οὐ γὰρ εἶναι καιρὸν συμφοραῖς σεμνολογίας. ἀλλ' ἐς σωφρόνισμα ὑμῖν, ὦ Ῥωμαῖοι, καὶ μετριοπάθειαν ἡ τῆς ἡμετέρας μεταβολῆς ὀξύτης ἔστω. κράτιστοι δέ, ὅσοι τοὺς πταίσαντας ἐλεοῦντες τὸ σφέτερον εὔελπι ποιοῦνται τῷ μηδὲν ἐς ἄλλας τύχας ἁμαρτεῖν. καὶ τάδε μὲν ὑμῶν ἄξια καὶ τῆς ὑμετέρας εὐσεβείας, ἣν προσποιεῖσθαι μάλιστα ἀνθρώπων· εἰ δὲ καὶ ἀνημέρων τετυχήκειμεν ἐχθρῶν, κόρος ἐστὶν ἀτυχημάτων ὅσα πεπόνθαμεν, οἳ τὴν ἡγεμονίαν τῆς τε γῆς καὶ θαλάσσης ἀφῃρήμεθα, καὶ τὰς ναῦς ὑμῖν παρέδομεν καὶ ἄλλας οὐκ ἐπικτώμεθα, καὶ θήρας καὶ κτήσεως ἐλεφάντων ἀπέστημεν, καὶ ὅμηρα τὰ κράτιστα καὶ πάλαι καὶ νῦν παρεδώκαμεν, καὶ φόρους τελοῦμεν εὐτάκτως οἱ παρ' ἑτέρων ἀεὶ λαβόντες. καὶ τάδε ἤρκεσε τοῖς πα 550 τράσιν ὑμῶν, οἷς ἐπολεμήσαμεν, καὶ συνθήκας ἐπ' αὐτοῖς ἐγράψαντο ἡμῖν ὡς φίλοις τε καὶ συμμάχοις, καὶ ὅρκος ἐστὶν ἐν ταῖς συνθήκαις ἀμφοῖν ὅμοιος. κἀκεῖνοι μὲν ἡμῖν, οἷς ἐπολεμήσαμεν, πιστοὶ μετὰ ταῦτα ἐγένοντο, ὑμεῖς δ', οἷς οὐδ' ἐς χεῖρας ἤλθομεν, τί τῶνδε τῶν συνθηκῶν αἰτιώμενοι παραβεβάσθαι, τὸν πόλεμον τόνδε ὀξέως οὕτως ἐψηφίσασθέ τε καὶ ἀκηρύκτως ἐπηγάγετε ἡμῖν; πότερον οὐ δίδομεν τοὺς φόρους· ἢ ναῦς ἔχομεν, ἢ τοὺς ἐπιφθόνους ἐλέφαντας; ἢ οὐ πιστοὶ τὰ πρὸς ὑμᾶς ἐξ ἐκείνου γεγόναμεν, ἢ οὐκ ἐλεεινοὶ τῶν πέντε μυριάδων τῶν χθὲς ἀπολομένων ὑπὸ λιμοῦ; ἀλλὰ Μασσανάσσῃ πεπολεμήκαμεν. πολλά γε πλεονεκτοῦντι· καὶ πάντα δι' ὑμᾶς ἐφέρομεν. ἀπαύστως δ' ἔχων καὶ ἀθεμίστως ἐς ἡμᾶς καὶ τὸ ἔδαφος, ἐν ᾧ καὶ ἐτράφη καὶ ἐπαιδεύθη, γῆν ἄλλην ἡμῶν ἀπέσπα περὶ τὸ Ἐμπόριον, καὶ λαβὼν καὶ τήνδε ἐπέβαινεν ἑτέρας, μέχρι τὰς συνθήκας ἡμῖν τὰς πρὸς ὑμᾶς συνέχεεν. εἰ τοῦτ' ἐστὶν ἡ τοῦ πολέμου πρόφασις, ἡμεῖς δὲ καὶ τοὺς ἀμυναμένους αὐτὸν ἐξεκηρύξαμεν καὶ πρὸς ὑμᾶς πρέσβεις ἐπέμψαμεν, οἳ περὶ τούτων ἀπελογοῦντο, καὶ ἑτέρους αὐτοκράτορας ὅπη θέλετε συνθέσθαι. τί οὖν ἔδει νεῶν καὶ στόλου καὶ στρατοῦ πρὸς ἄνδρας οὐχ ὁμολογοῦντας μὲν ἁμαρτεῖν, ἑαυτοὺς δ' ὑμῖν ἐπιτρέποντας; ὅτι δὲ οὐκ ἀπατῶντες ὑμᾶς οὐδὲ μικρολογούμενοι παθεῖν ὅ τι ἂν ζημιῶτε ταῦτα προυτείνομεν, ἐπιδέδεικται σαφῶς, ὅτε τοὺς ἀρίστους παῖδας ἐς ὁμηρείαν αἰτοῦσιν ὑμῖν εὐθύς, ὡς τὸ δόγμα ἐκέλευε, τὰς τριάκοντα προλαβόντες ἡμέρας ἀπεστείλαμεν. τοῦ δ' αὐτοῦ δόγματός ἐστιν, ἢν παράσχωμεν ὑμῖν τὰ ὅμηρα, τὴν Καρχηδόνα ἐλευθέραν ἐᾶν καὶ αὐτόνομον κεκτημένην ἃ ἔχομεν. Οἱ μὲν δὴ πρέσβεις τοσαῦτα εἶπον, Κηνσωρῖνος δ' ὑπαναστὰς ἀντέλεξεν ὧδε· τὰς μὲν αἰτίας τοῦ πολέμου τί δεῖ λέγειν ὑμῖν, ὦ Καρχηδόνιοι, πρεσβεύσασιν ἐς Ῥώμην καὶ παρὰ τῆς συγκλήτου μαθοῦσιν; ὃ δὲ ἐψεύσασθε περὶ ἡμῶν, τοῦθ' ὑμᾶς ἐλέγξω. καὶ γὰρ τὸ δόγμα δηλοῖ, καὶ ἡμεῖς ὑμῖν ἐν Σικελίᾳ προείπομεν τὰ ὅμηρα παραλαμβάνοντες, τὰ λοιπὰ τῶν δοξάντων ἐπικελεύσειν ἐν Ἰτύκῃ. τῶν μὲν οὖν ὁμήρων τῆς τε ταχυτῆτος καὶ τῆς ἐπιλέξεως ἐπαινοῦμεν ὑμᾶς· τί δὲ ὅπλων δεῖ τοῖς εἰρηνεύουσι καθαρῶς; φέρετε· πάντα ὅσα δημοσίᾳ τε καὶ ἰδίᾳ ἕκαστος ὑμῶν ἔχει, βέλη τε καὶ καταπέλτας, ἡμῖν παράδοτε. Ὁ μὲν οὕτως εἶπεν, οἱ δὲ πρέσβεις ἔφασαν ἐθέλειν μὲν καὶ τοῖσδε ὑπακοῦσαι, ἀπορεῖν δέ, ὅπως Ἀσδρούβαν, ᾧ θάνατον ἐπεκήρυξαν, δύο μυριάδας ἀνδρῶν ἤδη συναγαγόντα καὶ αὐτῇ Καρχηδόνι παραστρατοπεδεύοντα ἀμυνοῦνται. εἰπόντων δὲ τῶν ὑπάτων, ὅτι Ῥωμαῖοι τούτων ἐπιμελήσονται, οἱ μὲν καὶ ταῦτα δώσειν ὑπέσχοντο. καὶ συμπεμφθέντες αὐτοῖς Κορνήλιος Σκιπίων ὁ Νασικᾶς καὶ Γναῖος Κορνήλιος ὁ Ἱσπάνος ἐπίκλησιν παρελάμβανον εἴκοσι μυριάδας πανοπλιῶν καὶ βελῶν καὶ ἀκοντίων πλῆθος ἄπειρον καὶ καταπέλτας ὀξυβελεῖς τε καὶ
260
λιθοβόλους ἐς δισχιλίους. φερομένων δ' αὐτῶν, ἡ μὲν ὄψις ἦν λαμπρὰ καὶ παράλογος, ἁμαξῶν τοσῶνδε ὑπ' αὐτῶν τῶν πολεμίων ἀγομένων, οἱ δὲ πρέσβεις εἵποντο αὐτοῖς καὶ ὅσοι τῆς γερουσίας ἢ τῆς ἄλλης πόλεως ἄριστοι ἢ ἱερεῖς ἢ ἄλλως ἐπιφανεῖς ἔμελλον τοὺς ὑπάτους ἐς ἐντροπὴν ἢ ἔλεον ἄξειν. ἐσαχθέντες δὲ τῷ αὐτῷ κόσμῳ τοῖς ὑπάτοις παρέστησαν. καὶ ὁ Κηνσωρῖνος (ἦν γὰρ εἰπεῖν ἱκανώτερος τοῦ συνάρχου) ἀναστὰς καὶ σκυθρωπάσας ἐπὶ πολὺ ἔλεξεν ὧδε· τῆς μὲν εὐπειθείας ὑμᾶς, ὦ Καρχηδόνιοι, καὶ προθυμίας τῆς μέχρι νῦν ἔς τε τὰ ὅμηρα καὶ τὰ ὅπλα ἐπαινοῦμεν, χρὴ δὲ ἐν τοῖς ἀναγκαίοις βραχυλογεῖν. ὑπόστητε γενναίως τὸ λοιπὸν τῆς συγκλήτου κέλευσμα. ἔκστητε τῆς Καρχηδόνος ἡμῖν καὶ ἀνοικίσασθε ὅπη θέλετε τῆς ὑμετέρας ὀγδοήκοντα σταδίους ἀπὸ θαλάσσης· τήνδε γὰρ ἡμῖν ἔγνωσται κατασκάψαι. οἱ δ' ἔτι λέγοντος αὐτοῦ τὰς χεῖρας ἐς τὸν οὐρανὸν ἀνέσχον μετὰ βοῆς καὶ τοὺς θεοὺς ὡς ἠπατημένοι κατεκάλουν πολλά τε καὶ δυσχερῆ κατὰ Ῥωμαίων ἐβλασφήμουν, ἢ θανατῶντες ἢ ἔκφρονες ὄντες ἢ τοὺς Ῥωμαίους ἐς μύσος πρέσβεων διερεθίζοντες, ἔς τε τὴν γῆν σφᾶς ἐρρίπτουν καὶ ταῖς χερσὶ καὶ κεφαλαῖς αὐτὴν ἔτυπτον· οἱ δὲ τὰς ἐσθῆτας ἐπερρήγνυντο καὶ τοῖς σώμασι τοῖς ἑαυτῶν ἐνύβριζον ὡς ὑπὸ ἀνοίας ἐνηδρευμένοι. ἐπεὶ δέ ποτε αὐτοῖς ὁ οἶστρος ἔληξεν, σιωπὴ πολλὴ καὶ κατήφεια ἦν οἷα νεκρῶν κειμένων. Ῥωμαῖοι δ' ἐξεπλήσσοντο, καὶ οἱ ὕπατοι φέρειν αὐτοὺς ἐγνώκεσαν ὡς ἐπὶ ἀλλοκότῳ κελεύσματι, μέχρι παύ 552 σαιντο ἀγανακτοῦντες, καλῶς εἰδότες· οἱ δὲ παρὰ τὴν σιωπὴν ἁπτομένου σφῶν τοῦ κακοῦ μᾶλλον, ἀγανακτεῖν μὲν ἔτι ἐπαύσαντο, ἀνέκλαιον δὲ καὶ κατεθρήνουν ἑαυτούς τε καὶ παῖδας καὶ γυναῖκας ἐς ὀνομάτων καὶ τὴν πατρίδα αὐτὴν ὡς ἐς ἄνθρωπον ἀκούουσαν λέγοντες οἰκτρὰ καὶ πολλά. οἱ δὲ ἱερεῖς καὶ τὰ τῶν ἱερῶν ὀνόματα καὶ τοὺς ἐν αὐτοῖς θεοὺς ἀνεκάλουν ὡς παροῦσι κἀκεῖνοι προφέροντες τὴν ἀπώλειαν. ἦν τε παμμιγής τε καὶ ἐλεεινὸς οἶκτος οἰμωζόντων ὁμοῦ τά τε κοινὰ καὶ τὰ ἴδια, μέχρι καὶ Ῥωμαίους αὐτοῖς ἐπιδακρῦσαι. Τοὺς δὲ ὑπάτους ἐπῄει μὲν οἶκτος ἀνθρωπίνης μεταβολῆς, σκυθρωποὶ δ' ἀνέμενον καὶ τούτων κόρον αὐτοῖς ἐγγενέσθαι. ὡς δὲ καὶ ὀδυρμῶν ἔληξαν, αὖθις ἦν σιωπή. καὶ λόγον αὑτοῖς διδόντες ὡς ἡ μὲν πόλις ἔστιν ἄνοπλος, ἔρημος, οὐ ναῦν οὐ καταπέλτην οὐ βέλος οὐ ξίφος ἔχουσα, οὐκ ἄνδρας οἰκείους ἱκανοὺς ἀπομάχεσθαι, πέντε μυριάδων ἔναγχος διεφθαρμένων, ξενικὸν δ' οὐδέν ἐστιν ἢ φίλος ἢ σύμμαχος ἢ καιρὸς ἐς ταῦτα, ἔχουσι δ' αὐτοῖς οἱ πολέμιοι καὶ τέκνα καὶ ὅπλα καὶ τὴν χώραν καὶ περικάθηνται τὸ ἄστυ ναυσὶ καὶ πεζῷ καὶ μηχανήμασι καὶ ἵπποις, Μασσανάσσης δὲ ἐχθρὸς ἕτερος ἐν πλευραῖς, θορύβου μὲν ἔτι καὶ ἀγανακτήσεως ἐπέσχον ὡς οὐδὲν ἐν ταῖς συμφοραῖς ὠφελούντων, ἐς δὲ λόγους αὖθις ἐτράποντο. καὶ Βάννων, ᾧ Τίγιλλας ἐπώνυμον ἦν, ἐπιφανέστατος ὢν ἐν τοῖς τότε παροῦσιν, αἰτήσας εἰπεῖν ἔλεξεν· εἰ μέν ἐστι καὶ τῶν πρότερον εἰρημένων ἔτι πρὸς ὑμᾶς, ὦ Ῥωμαῖοι, λόγος, ἐροῦμεν, οὐχ ὡς δίκαια προφέροντες (οὐ γάρ ἐστιν ἐν καιρῷ τοῖς ἀτυχοῦσιν ἀντιλογία), ἀλλ' ἵνα μάθητε ὡς οὐκ ἀπροφάσιστος ἔστιν ὑμῖν ὁ ἔλεος ὁ ἐφ' ἡμῖν οὐδὲ ἄλογος. ἡμεῖς γὰρ Λιβύης ἄρχοντες καὶ θαλάσσης ὅτι πλείστης περὶ ἡγεμονίας ὑμῖν ἐπολεμήσαμεν· καὶ ταύτης ἀπέστημεν ἐπὶ Σκιπίωνος, ὅτε τὰς ναῦς ὑμῖν παρέδομεν καὶ ἐλέφαντας ὅσους εἴχομεν, καὶ φόρους ἐταξάμεθα δώσειν καὶ δίδομεν ἐν καιρῷ. πρὸς οὖν θεῶν τῶν τότε ὀμωμοσμένων, φείδεσθε μὲν ἡμῶν, φείδεσθε δὲ τῶν Σκιπίωνος ὅρκων ὀμόσαντος ἔσεσθαι Ῥωμαίοις Καρχηδονίους συμμάχους καὶ φίλους. οὐδ' ἔστιν ἐς ταῦθ' ὅ τι ἡμάρτομεν. οὐ ναῦς ἔχομεν, οὐκ ἐλέφαντας, οὐ τοὺς φόρους ἐκλείπομεν, ἀλλὰ καὶ συνεμαχήσαμεν ὑμῖν ἐπὶ τρεῖς βασιλεῖς. μηδέ τῳ παραστῇ καταγινώσκειν, εἰ ταῦτα καὶ πρώην εἴπομεν, ὅτε τὰ ὅπλα ᾐτεῖτε· αἵ τε γὰρ συμφοραὶ ποιοῦσι μακρολό 553 γους, καὶ ἅμα συνθηκῶν οὐδὲν ἐν ταῖς ἱκεσίαις δυνατώτερον, οὐδ' ἔχομεν ἐς οὐδὲν ἕτερον ἀντὶ λόγων καταφυγεῖν, οἳ τὴν δύναμιν ὑμῖν ἅπασαν ἐξέδομεν. Τὰ μὲν δὴ πρότερα τοιαῦτα, ὧν ὁ Σκιπίων ἐστὶν ἡμῖν, ὦ Ῥωμαῖοι, βεβαιωτής· τῶν δὲ παρόντων ὑμεῖς, ὦ ὕπατοι, δημιουργοὶ καὶ μάρτυρές ἐστε ἡμῖν. ὅμηρα ᾐτήσατε, καὶ τὰ κράτιστα ἠγάγομεν ὑμῖν. ὅπλα ᾐτήσατε, καὶ πάντα ἐλάβετε, ὧν οὐδὲ οἱ ληφθέντες ἐν ταῖς πολιορκίαις μεθίενται. ἐπιστεύσαμεν δὲ ἡμεῖς τῷ Ῥωμαίων ἤθει καὶ τρόπῳ· καὶ γὰρ ἡ σύγκλητος ἡμῖν ἐπέστειλε, καὶ ὑμεῖς τὰ ὅμηρα αἰτοῦντες ἔφατε τὴν Καρχηδόνα αὐτόνομον ἐάσειν, εἰ λάβοιτε. εἰ δὲ προσέκειτο καὶ τὰ λοιπὰ ὑμῶν ἀνέξεσθαι κελευόντων, οὐκ εἰκὸς ἦν ὑμᾶς ἐπὶ μὲν τοῖς ὁμήροις, αἰτήματι σαφεῖ, τὴν πόλιν αὐτόνομον ἔσεσθαι προαγορεῦσαι, ἐν δὲ προσθήκῃ τῶν ὁμήρων ποιεῖσθαι τὴν
261
Καρχηδόνος αὐτῆς κατασκαφήν, ἣν εἰ θέμις ὑμῖν ἐστιν ἀνελεῖν, πῶς ἐλευθέραν ἔτι ἀφήσετε ἢ αὐτόνομον, ὡς ἐλέγετε; Τάδε μὲν εἴχομεν εἰπεῖν περὶ τῶν προτέρων συνθηκῶν καὶ περὶ τῶν πρὸς ὑμᾶς γενομένων. εἰ δὲ καὶ τούτων οὐκ ἀνέξεσθε, παρίεμεν ἅπαντα, καί, ὃ τοῖς ἀτυχοῦσίν ἐστι λοιπόν, ὀδυρόμεθα καὶ δεόμεθα. πολλὴ δ' ἱκεσία δι' ἀφθονίαν κακῶν· ὑπέρ τε γὰρ πόλεως παρακαλοῦμεν ἀρχαίας χρησμοῖς μετὰ θεῶν συνῳκισμένης, καὶ ὑπὲρ δόξης ἐπὶ μέγα προελθούσης, καὶ ὀνόματος ἐπιφοιτήσαντος ἐπὶ τὴν γῆν ὅλην, ὑπέρ τε ἱερῶν τῶν ἐν αὐτῇ τοσῶνδε καὶ θεῶν οὐδὲν ἀδικούντων, οὓς μὴ πανηγύρεις ἀφέλησθε καὶ πομπὰς καὶ ἑορτάς, μηδὲ τοὺς τάφους τὰ ἐναγίσματα, οὐδὲν ὑμῖν ἔτι τῶν νεκρῶν ἐπιζημίων ὄντων. εἰ δὲ καὶ ἡμῶν ἐστιν ἔλεος (φατὲ δὲ ἡμᾶς ἐλεεῖν, οἳ συγχωρεῖτε μετοικίσασθαι), φείσασθε πολιτικῆς ἑστίας, φείσασθε ἀγορᾶς, φείσασθε βουλαίας θεοῦ πάντων τε τῶν ἄλλων, ὅσα τοῖς ἔτι ζῶσι τερπνὰ καὶ τίμια. τί γὰρ δὴ καὶ δέος ἐστὶν ὑμῖν ἔτι Καρχηδόνος, οἳ καὶ τὰς ναῦς ἔχετε ἡμῶν καὶ τὰ ὅπλα καὶ τοὺς ἐπιφθόνους ἐλέφαντας; περὶ δὲ τῆς ἀνοικίσεως, εἴ τῳ δοκεῖ τοῦτο ἐς παρηγορίαν ἡμῖν προτίθεσθαι, ἔστι καὶ τόδε ἀμήχανον ἀνδράσιν ἐς ἤπειρον ἀνοικίσασθαι θαλασσοβιώτοις, ὧν ἄπειρον πλῆθος ἐργάζεται τὴν θάλασσαν. δίδομεν δ' ὑμῖν ἀντίδοσιν αἱρετωτέραν ἡμῖν καὶ εὐκλεεστέραν ὑμῖν· τὴν μὲν πόλιν ἐᾶτε τὴν οὐδενὸς ὑμῖν αἰτίαν, αὐτοὺς δὲ ἡμᾶς οὓς ἀνοικίζετε, εἰ θέλετε, 554 διαχρήσασθε. οὕτω γὰρ ἀνθρώποις δόξετε χαλεπαίνειν, οὐχ ἱεροῖς καὶ θεοῖς καὶ τάφοις καὶ πόλει μηδὲν ἀδικούσῃ. Δόξης δ' ἀγαθῆς καὶ εὐσεβοῦς ἐφίεσθε, ὦ Ῥωμαῖοι, παρὰ πάντα ἔργα, καὶ μετριοπάθειαν ἐν τοῖς εὐτυχήμασιν ἐπαγγέλλεσθε, καὶ τοῦθ' οἷς ἂν ἀεὶ λάβητε καταλογίζεσθε. μή, πρὸς Διὸς καὶ θεῶν τῶν τε ἄλλων καὶ ὅσοι Καρχηδόνα ἔτι ἔχουσί τε καὶ μή ποτε μνησικακήσαιεν ὑμῖν μηδὲν παισὶν ὑμετέροις, μὴ ἀγαθὴν δόξαν ὑμῶν αὐτῶν ἐν ἡμῖν πρώτοις διαβάλητε μηδὲ τοιῷδε ἔργῳ τὴν εὔκλειαν ὑμῶν καταμιάνητε, χαλεπῷ μὲν ἐργασθῆναι, χαλεπῷ δὲ ἀκουσθῆναι, παρά τε πρώτοις ὑμῖν ἐξ ἅπαντος τοῦ βίου γενησομένῳ. πόλεμοι γὰρ πολλοὶ μὲν Ἕλλησιν ἐγένοντο καὶ βαρβάροις, πολλοὶ δὲ ὑμῖν, ὦ Ῥωμαῖοι, πρὸς ἑτέρους· καὶ οὐδείς πω κατέσκαψε πόλιν χεῖράς τε πρὸ μάχης καθιεῖσαν καὶ ὅπλα καὶ τέκνα παραδοῦσαν καί, εἴ τις ἔστιν εἰς ἀνθρώπους ἄλλη ζημία, καὶ ταύτην παθεῖν ὑπομένουσαν. προφέροντες δ' ὑμῖν ὁρκίους θεοὺς καὶ τύχην ἀνθρώπειον καὶ τὴν φοβερωτάτην τοῖς εὐτυχοῦσι Νέμεσιν δεόμεθα μήτε ἐς τὴν ὑμετέραν εὐπραγίαν ὑμᾶς ὑβρίσαι, μήτε τὰς ἡμετέρας συμφορὰς ἐς ἀνήκεστον προαγαγεῖν, συγχωρῆσαι δ', εἰ μὴ δίδοτε τὴν πόλιν ἔχειν, ἔς γε τὴν σύγκλητον ἔτι πρεσβεῦσαι περὶ αὐτῆς καὶ δεηθῆναι. βραχὺ δ' ὁρᾶτε τὸ διάστημα τοῦ χρόνου, βάσανον μὲν ἡμῖν φέρον μακρὰν ἐν ὀλίγῳ διὰ τὴν τῶν ἐσομένων ἀμφιβολίαν, ὑμῖν δὲ τὸ μὲν ἀσφαλὲς ἴσον, ἢ νῦν ἢ μετ' ὀλίγον τὰ δοκοῦντα δρᾶν, τὸ δ' εὐσεβὲς καὶ φιλάνθρωπον ἐπιγίγνεται. Τοιαῦτα μὲν εἶπεν ὁ Βάννων, οἱ δὲ ὕπατοι δῆλοι μὲν ἦσαν ἐσκυθρωπακότες παρὰ πάντα τὸν λόγον ὅτι μηδὲν ἐνδώσουσιν αὐτοῖς, παυσαμένων δὲ ὁ Κηνσωρῖνος ἔλεξεν· περὶ μὲν ὧν ἡ σύγκλητος προσέταξεν, τί δεῖ πολλάκις λέγειν; προσέταξε γάρ, καὶ χρὴ γενέσθαι· οὐδὲ ἀναθέσθαι δυνάμεθα τὰ ἤδη κεκελευσμένα γενέσθαι. ταῦτα δ' εἰ μὲν ὡς ἐχθροῖς ἐπεκελεύομεν, ἔδει μόνον εἰπεῖν καὶ ποιεῖν ἀναγκάζειν· ἐπεὶ δὲ ἐπ' ὠφελείᾳ τινί, τάχα μέν τι καὶ ἡμῶν, τὸ δὲ πλέον ὑμῶν, ὦ Καρχηδόνιοι, γίνεται, οὐκ ὀκνήσω καὶ τοὺς λογισμοὺς ὑμῖν εἰπεῖν, ἢν δύνησθε πεισθῆναι μᾶλλον ἢ βιασθῆναι. ἡ θάλασσα ὑμᾶς ἥδε μεμνημένους τῆς ἐν αὐτῇ ποτε ἀρχῆς καὶ δυνάμεως ἀδικεῖν ἐπαίρει καὶ ἀπὸ τοῦδε ἐς συμφορὰς περιφέρει. Σικελίᾳ τε γὰρ δι' αὐτὴν ἐπεχειρήσατε καὶ 555 Σικελίαν ἀπωλέσατε, ἔς τε Ἰβηρίαν διεπλεύσατε καὶ Ἰβηρίαν ἀφῄρησθε, ἔν τε ταῖς συνθήκαις ἐληίζεσθε τοὺς ἐμπόρους καὶ τοὺς ἡμετέρους μάλιστα, ἵνα λανθάνοιτε, κατεποντοῦτε, ἕως ἁλόντες ποινὴν ἡμῖν ἔδοτε Σαρδώ. οὕτω καὶ Σαρδοῦς ἀφῃρέθητε διὰ τὴν θάλασσαν, ἣ πέφυκε πείθειν ἅπαντας ἀεὶ τοῦ πλέονος ὀρέγεσθαι διὰ τὴν ἐν αὐτῇ ταχυεργίαν. ὃ καὶ Ἀθηναίους, ὅτ' ἐγένοντο ναυτικοί, μάλιστα ηὔξησέ τε καὶ καθεῖλεν· ἔοικε γὰρ τὰ θαλάσσια τοῖς ἐμπορικοῖς κέρδεσιν, ἃ καὶ τὴν αὔξησιν ἔχει καὶ τὴν ἀπώλειαν ἀθρόαν. ἴστε γοῦν αὐτοὺς ἐκείνους, ὧν ἐπεμνήσθην, ὅτι τὴν ἀρχὴν ἐπὶ τὸν Ἰόνιον ἐπεκτείνοντες ἐς τὴν Σικελίαν οὐ πρὶν ἀπέστησαν τῆς πλεονεξίας, πρὶν τὴν ἀρχὴν ἅπασαν ἀφαιρεθῆναι καὶ λιμένας καὶ ναῦς παραδοῦναι τοῖς πολεμίοις καὶ φρουρὰν ἐνδέξασθαι τῇ πόλει καὶ τὰ τείχη σφῶν αὐτοὶ τὰ μακρὰ καθελεῖν καὶ
262
σχεδὸν ἠπειρῶται τότε κἀκεῖνοι γενέσθαι· ὃ καὶ διέσωσεν ἐπὶ πλεῖστον αὐτούς. εὐσταθέστερος γάρ, ὦ Καρχηδόνιοι, ὁ ἐν ἠπείρῳ βίος ἠρεμίᾳ καὶ γεωργίᾳ πρὸς πόνων, καὶ σμικρότερα μὲν ἴσως τὰ κέρδη, βεβαιότερα δὲ καὶ ἀκινδυνότερα, καθάπερ τὰ τῆς γεωργίας παρὰ τοὺς ἐμπόρους. ὅλως τέ μοι δοκεῖ πόλις ἡ μὲν ἐν τῇ θαλάσσῃ ναῦς τις εἶναι μᾶλλον ἢ γῆ πολὺν τὸν σάλον τῶν πραγμάτων ἔχουσα καὶ τὰς μεταβολάς, ἡ δὲ ἐν τῷ μεσογείῳ καρποῦσθαι τὸ ἀκίνδυνον ὡς ἐν γῇ. διὰ τοῦτ' ἄρα καὶ τὰ πάλαι βασίλεια ὡς ἐπίπαν ἦν ἐν μέσῳ, καὶ ἀπὸ τοῦδε μέγιστα ἐγένοντο τὰ Μήδων καὶ Ἀσσυρίων καὶ Περσῶν καὶ ἑτέρων. ἀλλὰ βασιλικῶν μὲν ὑποδειγμάτων παύσομαι οὐδὲν ὑμῖν ἔτι διαφερόντων· ἐς δὲ τὴν ὑμετέραν Λιβύην ἀπίδετε, ὅσαι μεσόγειοι πόλεις ἀκινδύνως βιοῦσιν. ὧν ἧς ἂν ἐθέλητε γείτονες ἔσεσθε, ἵνα τὴν ἐρεθίζουσαν ὑμᾶς ὄψιν τε καὶ μνήμην ἀφῆτε τῶν νῦν ἐνοχλούντων κακῶν, ὅτ' ἂν ἐς τὴν θάλασσαν κενὴν σκαφῶν ἀφορῶντες ἀναμιμνήσκεσθε τοῦ πλήθους ὧν εἴχετε νεῶν, καὶ λαφύρων ὅσων ἐφέρετε καὶ ἐς τούσδε τοὺς λιμένας κατήγεσθε σοβαροί, καὶ τὰ νεώρια καὶ τὰ τῶν σκευῶν ταμιεῖα ἐνεπίμπλατε. τί δὲ αἱ ἐν τοῖς τείχεσιν ὑποδοχαὶ στρατοπέδων τε καὶ ἵππων καὶ ἐλεφάντων; τί δὲ θησαυροὶ τούτοις παρῳκοδομημένοι; τί ταῦτα μνημεῖα ὑμῖν ἐστιν; ἢ τί ἄλλο πλὴν ὀδύνη καὶ ἐρέθισμα ἐπανελθεῖν ἐς αὐτά, εἴ ποτε δύναισθε; φάρμακον δὲ κακῶν ἀκεστήριον λήθη, ἧς οὐκ ἔνι μετασχεῖν ὑμῖν, ἢν μὴ τὴν 556 ὄψιν ἀπόθησθε. καὶ τούτου σαφέστατος ἔλεγχος, ὅτι πολλάκις συγγνώμης καὶ συνθηκῶν τυχόντες παρεσπονδήσατε. εἰ μὲν οὖν ἔτι τῆς ἀρχῆς ἐφίεσθε καὶ δυσμεναίνετε ἡμῖν ὡς ἀφῃρημένοι καὶ καιροφυλακεῖτε, δεῖ τῆσδε τῆς πόλεως ὑμῖν καὶ λιμένων τοιῶνδε καὶ νεωρίων καὶ τειχῶν ἐς στρατοπέδου τρόπον εἰργασμένων. καὶ τί ἔτι φειδόμεθα ἐχθρῶν εἰλημμένων; εἰ δὲ τῆς μὲν ἀρχῆς ἀπέστητε καθαρῶς, οὐ λόγῳ μᾶλλον ἢ γνώμῃ, μόνα δ' ἐξῄρησθε Λιβύης ἃ ἔχετε, καὶ τάδε ἀπροφασίστως συνέθεσθε ἡμῖν, φέρετε, καὶ ἔργῳ ταῦτ' ἐπιδείξατε, ἐς μὲν Λιβύην, ἣν ἔχετε, ἀνοικισάμενοι, τῆς δὲ θαλάσσης ἐκστάντες, ἧς ἀπέστητε. μηδ' ὑποκρίνεσθε ἐλεεῖν ἱερὰ καὶ ἑστίας καὶ ἀγορὰς καὶ τάφους· ὧν τάφοι μὲν ἔστων ἀκίνητοι, καὶ ἐναγίζετε αὐτοῖς ἐπερχόμενοι, καὶ τοῖς ἱεροῖς θύειν εἰ θέλετε ἐπιόντες, τὰ δὲ λοιπὰ καθέλωμεν. οὐ γὰρ καὶ νεωρίοις θύετε, οὐδὲ ἐναγίζετε τείχεσιν. ἑστίας δὲ καὶ ἀγορὰς καὶ ἱερὰ καὶ ἄλλα ἔνι καὶ μετελθόντας ἐργάσασθαι, καὶ ταχὺ κἀκεῖνα ὑμῖν ἔσται πάτρια, ᾧ λόγῳ καὶ τὰ ἐν Τύρῳ καταλιπόντες ἠλλάξασθε Λιβύην, τά τε ἐπίκτητα ὑμῖν τότε γενόμενα νῦν πάτρια τίθεσθε. βραχεῖ τε λόγῳ μάθοιτε ἂν ὡς οὐχ ὑπὸ δυσμενείας ἀλλ' ἐπὶ βεβαίῳ τε ὁμονοίᾳ καὶ ἀμεριμνίᾳ κοινῇ τάδε προστάσσομεν, εἰ ἀναμνησθείητε ὅτι καὶ Ἄλβην ἡμεῖς, οὐκ ἐχθρὰν ἀλλὰ μητρόπολιν οὖσαν, οὐδὲ δυσμεναίνοντες ἀλλ' ὡς ἄποικοι προτιμῶντες, ἐπὶ συμφέροντι κοινῷ μετῳκίσαμεν ἐς Ῥώμην, καὶ ἐλυσιτέλησεν ἀμφοτέροις. ἀλλ' εἰσὶ γὰρ ὑμῖν ἔτι χειρώνακτες πολλοὶ θαλασσοβίωτοι. καὶ τούτου πεφροντίκαμεν, ὡς ἂν εὐκόλως ἐπιμιγνύοισθε τῇ θαλάσσῃ καὶ τὴν τῶν ὡραίων διάθεσίν τε καὶ ἀντίληψιν ἔχοιτε εὐμαρῆ· οὐ γὰρ μακρὰν ὑμᾶς ἀπὸ θαλάσσης, ἀλλ' ὀγδοήκοντα σταδίους ἀναδραμεῖν κελεύομεν. ἡμεῖς δ' οἱ ταῦτα προστάσσοντες ὑμῖν ἑκατὸν τῆς θαλάσσης ἀπέχομεν. χωρίον δὲ ὑμῖν δίδομεν, ὃ θέλετε, ἐπιλέξασθαι, καὶ μετελθοῦσιν αὐτονόμοις εἶναι. τοῦτο δ' ἔστιν ὃ προυλέγομεν, αὐτόνομον ἐάσειν Καρχηδόνα, εἰ πείθοιτο ἡμῖν· Καρχηδόνα γὰρ ὑμᾶς, οὐ τὸ ἔδαφος ἡγούμεθα. Τοσαῦτα εἰπὼν ὁ Κηνσωρῖνος ἡσύχασεν. καὶ τῶν Καρχηδονίων ὑπ' ἐκπλήξεως οὐδὲν ἀποκρινομένων ἐπεῖπεν· ἃ μὲν ἔδει πείθοντα καὶ παρηγοροῦντα εἰπεῖν, εἴρηται· τὸ δὲ πρόσταγμα τῆς βουλῆς δεῖ γενέσθαι καὶ αὐτίκα γενέσθαι. ἄπιτε οὖν· ἐστὲ γὰρ 557 ἔτι πρέσβεις. ὁ μὲν εἶπεν οὕτως, οἱ δ' ἐξωθούμενοι πρὸς τῶν ὑπηρετῶν καὶ τὸ μέλλον ὑπὸ Καρχηδονίων ἔσεσθαι προορῶντες ᾔτησαν αὖθις εἰπεῖν. καὶ εἰσαχθέντες ἔφασαν· τὸ μὲν ἀπαραίτητον τοῦ κελεύσματος ὁρῶμεν· οὐ γὰρ οὐδὲ πρεσβεῦσαι δίδοτε ἐς Ῥώμην. ἡμεῖς δὲ ἐπανελεύσεσθαι μὲν πρὸς ὑμᾶς οὐκ ἐλπίζομεν, ἀλλ' ὑπὸ Καρχηδονίων ἔτι λέγοντες ἀπολεῖσθαι· δεόμεθα δ' ὑμῶν οὐχ ὑπὲρ ἑαυτῶν (ἐσμὲν γὰρ πάντα παθεῖν ἕτοιμοι), ἀλλ' ὑπὲρ αὐτῆς ἔτι Καρχηδόνος, εἰ δύναιτο καταπλαγεῖσα τὰς συμφορὰς ὑποστῆναι. περιστήσατε αὐτῇ τὰς ναῦς ἕως ὁδεύοντες ἄπιμεν, ἵνα καὶ θεωροῦντες καὶ ἀκούοντες ὧν προσετάξατε ἐνέγκωσιν, ἂν ἄρα δύνωνται. ἐς τοῦτο δ' ἡμῖν ἀνάγκης ἀφῖκται καὶ τύχης ὡς αὐτοὶ παρακαλεῖν ὑμᾶς τὰς ναῦς ἐπάγειν ἐπὶ τὴν πατρίδα. Οἱ μὲν δὴ τοσαῦτα εἰπόντες ἀπῄεσαν, καὶ ὁ Κηνσωρῖνος πεντήρεσιν εἴκοσι παραπλεύσας ἀνεκώχευε παρὰ τὴν πόλιν. τῶν δὲ
263
πρέσβεων οἱ μὲν ἐκ τῆς ὁδοῦ διεδίδρασκον, οἱ δὲ πλέονες ἐπορεύοντο σιγῇ. Καρχηδόνιοι δ' οἱ μὲν ἀπὸ τῶν τειχῶν ἐς τοὺς πρέσβεις, ὁπότε ἥξουσιν, ἀφεώρων καὶ βραδύνουσιν αὐτοῖς ἤχθοντο καὶ τὰς κόμας ἐτίλλοντο· οἱ δ' ὑπήντων ἔτι προσιοῦσιν οὐκ ἀναμένοντες, ἀλλ' ἐπειγόμενοι μαθεῖν. σκυθρωποὺς δ' ὁρῶντες ἐτύπτοντο τὰ μέτωπα καὶ διηρώτων, οἱ μὲν ὁμοῦ πάντας, οἱ δ' ἕκαστον, ὡς εἶχέ τις φιλίας καὶ γνώσεως ἐς αὐτὸν ἐπιστρέφων τε καὶ πυνθανόμενος. ὡς δὲ οὐδεὶς ἀπεκρίνατο, ἀνῴμωζον ὡς ἐπ' ὀλέθρῳ σαφεῖ, καὶ οἱ ἐπὶ τοῦ τείχους ἀκούοντες συνανῴμωζον αὐτοῖς, οὐκ εἰδότες μὲν οὐδέν, ὡς δ' ἐπὶ σαφεῖ καὶ μεγάλῳ κακῷ. περὶ δὲ τὰς πύλας ὀλίγου μὲν αὐτοὺς καὶ συνεπάτησαν ἐπιπίπτοντες ἀθρόοι, ὀλίγου δὲ καὶ διέσπασαν, εἰ μὴ τοσόνδε ἔφασαν, ὅτι χρὴ τῇ γερουσίᾳ πρότερον ἐντυχεῖν. τότε γὰρ οἱ μὲν διίσταντο αὐτοῖς, οἱ δὲ καὶ ὡδοποίουν ἐπιθυμίᾳ τοῦ θᾶσσον μαθεῖν. ὡς δὲ ἐς τὸ βουλευτήριον ἐσῆλθον, ἡ μὲν γερουσία τοὺς ἄλλους μετεστήσατο, καὶ μόνοι συνήδρευον ἐφ' ἑαυτῶν, τὸ δὲ πλῆθος ἔξω περιειστήκεσαν. οἱ δὲ πρέσβεις ἀπήγγελλον πρῶτα μὲν τὸ κέλευσμα τῶν ὑπάτων· καὶ εὐθὺς ἦν βοὴ τῆς γερουσίας, καὶ ὁ δῆμος ἔξω συνεβόα. ὡς δὲ ἐπῆγον οἱ πρέσβεις ὅσα ἀντέλεξαν δικαιολογούμενοι καὶ δεόμενοι καὶ ἐς Ῥώμην πρεσβεῦσαι παραιτούμενοι, αὖθις ἦν τῆς βουλῆς σιγὴ βαθεῖα τὸ τέλος μαθεῖν περιμενούσης, καὶ ὁ δῆμος αὐτοῖς συνεσιώπα. ὡς δ' ἔμαθον ὅτι μηδὲ πρε 558 σβεύειν ἐπέτρεψαν, ἠλάλαξαν ἐξαίσιον ὀδυρόμενοι, καὶ ὁ δῆμος ἐσέδραμεν ἐς αὐτούς. καὶ ἀπὸ τοῦδε ἦν οἶστρος ἄλογός τε καὶ μανιώδης, οἷον ἐν τοῖς βακχείοις πάθεσί φασι τὰς μαινάδας ἀλλόκοτα καινουργεῖν. οἱ μὲν τῶν βουλευτῶν τοὺς περὶ τῶν ὁμήρων ἐσηγησαμένους ὡς ἐξάρχους τῆς ἐνέδρας ᾐκίζοντο καὶ διέσπων, οἱ δὲ τοὺς συμβουλεύσαντας περὶ τῶν ὅπλων, οἱ δὲ τοὺς πρέσβεις κατέλευον ὡς κακῶν ἀγγέλους, οἱ δὲ καὶ περιέσυρον ἀνὰ τὴν πόλιν. ἕτεροι δὲ τοὺς Ἰταλούς, οἳ ἔτι παρ' αὐτοῖς ὡς ἐν αἰφνιδίῳ κακῷ καὶ ἀκηρύκτῳ ἦσαν, ἐλυμαίνοντο ποικίλως, ἐπιλέγοντες ὁμήρων πέρι καὶ ὅπλων καὶ ἀπάτης ἀμύνασθαι. οἰμωγῆς τε ἅμα καὶ ὀργῆς καὶ δέους καὶ ἀπειλῆς ἡ πόλις ἐνεπέπληστο, καὶ ἐν ταῖς ὁδοῖς ἀνεκάλουν τὰ φίλτατα καὶ ἐς τὰ ἱερὰ ὡς ἐς ἄσυλα κατέφευγον καὶ τοὺς θεοὺς ὠνείδιζον ὡς οὐδὲ σφίσιν αὐτοῖς ἐπικουρῆσαι δυναμένους. ἕτεροι δὲ ἐς τὰς ὁπλοθήκας ἰόντες ἔκλαιον ὁρῶντες κενάς· οἱ δ' ἐς τὰ νεώρια καταθέοντες ὠδύροντο τὰς ναῦς ὡς ἀπίστοις ἐκδεδομένας. καὶ τὰ ὀνόματά τινες τῶν ἐλεφάντων ἀνεκάλουν ὡς ἔτι παρόντων, τούς τε προγόνους καὶ σφᾶς αὐτοὺς ἐλοιδόρουν, ὡς δέον μήτε ναῦς μήτε ἐλέφαντας μήτε φόρους μήτε τὰ ὅπλα παραδόντας ἀποθανεῖν σὺν τῇ πατρίδι ὡπλισμένῃ. μάλιστα δ' αὐτοὺς ἐς ὀργὴν ἀνέκαιον αἱ μητέρες αἱ τῶν ὁμήρων, οἷά τινες ἐκ τραγῳδίας ἐρινύες ἐντυγχάνουσαι μετ' ὀλολυγῆς ἑκάστῳ καὶ τὴν ἔκδοσιν τῶν παίδων προφέρουσαι καὶ τὴν ἑαυτῶν ἀπόρρησιν· ἐπεγέλων τε αὐτοῖς ὡς θεῶν ἀμυνομένων αὐτοὺς ἀντὶ τῶν παίδων. 28. Ὅτι τοῦ Μαρίου ἐς Κίρταν ἀφικομένου πρέσβεις Βόκχου παρῆσαν, οἳ πεμφθῆναί τινας ἐς λόγους Βόκχῳ παρεκάλουν. καὶ ἐπέμφθησαν Αὖλός τε Μάλλιος ὁ πρεσβευτὴς καὶ Κορνήλιος Σύλλας ὁ ταμίας, οἷς ὁ Βόκχος ἔφη Ῥωμαίοις πολεμῆσαι διὰ Μάριον· γῆν γάρ, ἣν αὐτὸς Ἰογόρθαν ἀφείλετο, πρὸς Μαρίου νῦν ἀφῃρῆσθαι. Βόκχος μὲν δὴ ταῦτα ἐνεκάλει, Μάλλιος δ' ἔφη τὴν γῆν τήνδε Ῥωμαίους ἀφελέσθαι Σύφακα πολέμου νόμῳ καὶ δοῦναι Μασσανάσσῃ δωρεάν, διδόναι δὲ Ῥωμαίους τὰς δωρεὰς ἔχειν τοῖς λαβοῦσιν, ἕως ἂν τῇ βουλῇ καὶ τῷ δήμῳ δοκῇ. οὐ μὴν ἀλόγως μεταγνῶναι· Μασσανάσσην τε γὰρ ἀποθανεῖν, καὶ τοὺς Μασσα 559 νάσσου παῖδας Ἰογόρθαν κατακαίνοντα Ῥωμαίοις πολέμιον γενέσθαι. οὔκουν ἔτι εἶναι δίκαιον οὔτε τὸν πολέμιον ἔχειν δωρεάν, ἣν ἔδομεν φίλῳ, οὔτε σὲ δοκεῖν Ἰογόρθαν ἀφαιρεῖσθαι τὰ Ῥωμαίων. καὶ Μάλλιος μὲν τάδε περὶ τῆς γῆς ἔλεξεν. 29. Ὅτι ὁ Βόκχος ἑτέρους ἔπεμπε πρέσβεις, οἳ Μαρίου μὲν ἔμελλον περὶ εἰρήνης δεήσεσθαι, Σύλλα δὲ ἵνα συμπράξαιεν ἐς τὰς διαλύσεις. λῃστευθέντας δ' ἐν ὁδῷ τούς τε πρέσβεις τούσδε ὁ Σύλλας ὑπεδέξατο † καὶ ξενίζων μέχρι Μάριον ἀπὸ Γαιτούλων ἐπανελθεῖν. παρῄνει δὲ Βόκχον διδάσκειν ὅτι χρὴ Σύλλᾳ πείθεσθαι περὶ ἁπάντων. ἐνδιδοὺς οὖν ἤδη πρὸς τὴν τοῦ Ἰογόρθα προδοσίαν ὁ Βόκχος ἐς μὲν ὑπόκρισιν ἐπ' ἄλλον στρατὸν περιέπεμπεν ἐς Αἰθίοπας τοὺς γείτονας, οἳ ἐπὶ ἑσπέραν ἀπὸ τῶν ἑῴων Αἰθιόπων διήκουσιν ἐς τὸ Μαυρούσιον ὄρος, ὃ καλοῦσιν Ἄτλαντα, Μάριον δ' ἠξίου Σύλλαν οἱ πέμψαι συνελθεῖν ἐς λόγους. καὶ Μάριος μὲν ἔπεμπε τὸν
264
Σύλλαν, Ἄψαρα δὲ Ἰογόρθα φίλον, ἐν Βόκχου καταλελειμμένον ἐφορᾶν τὰ γιγνόμενα, αὐτός τε Βόκχος καὶ Μαγδάλσης φίλος Βόκχου, καί τις ἐξελεύθερος ἀνδρὸς Καρχηδονίου, Κορνήλιος, ἐνήδρευσαν ὧδε. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΕΠΙΒΟΥΛΩΝ.] 30. Ὅτι Ῥωμαῖοι τοῦ Φιλίππου τοῦ Μακεδόνος τοῦ πολεμήσαντος αὐτοῖς πέρι πάμπαν ἐπολυπραγμόνουν οὐδέν, οὐδὲ σφίσιν ἐνθύμιος ἦν ὅλως, πονουμένης ἔτι τῆς Ἰταλίας ὑπὸ Ἀννίβου τοῦ Καρχηδονίων στρατηγοῦ, καὶ αὐτοὶ μεγάλοις στρατοῖς Λιβύην καὶ Καρχηδόνα καὶ Ἰβηρίαν περικαθήμενοι καὶ καθιστάμενοι Σικελίαν. αὐτὸς δὲ Φίλιππος ἀρχῆς ἐπιθυμίᾳ μείζονος, οὐδέν τι προπαθών, ἔπεμπε πρὸς Ἀννίβαν ἐς τὴν Ἰταλίαν πρέσβεις, ὧν ἡγεῖτο Ξενοφάνης, ὑπισχνούμενος αὐτῷ συμμαχήσειν ἐπὶ τὴν Ἰταλίαν, εἰ κἀκεῖνος αὐτῷ σύνθοιτο κατεργάσασθαι τὴν Ἑλλάδα. συμβάντος δὲ ἐς ταῦτα τοῦ Ἀννίβου καὶ ἐπὶ τῇ συνθήκῃ ὀμόσαντος, πρέσβεις τε ἀντιπέμψαντος ἐπὶ τοὺς ὅρκους τοῦ Φιλίππου, Ῥωμαίων τριήρης ἔλαβε τοὺς ἑκατέρων πρέσβεις ἀναπλέοντας καὶ ἐς Ῥώμην 560 ἐκόμισεν. ἐφ' ᾧ Φίλιππος ἀγανακτῶν Κερκύρᾳ προσέβαλεν, ἣ Ῥωμαίοις συνεμάχει. 31. Ὅτι Πτολεμαίου τοῦ βασιλεύοντος Αἰγύπτου πρέσβεις, καὶ σὺν αὐτοῖς ἕτεροι παρά τε Χίων καὶ Μιτυληναίων καὶ Ἀμυνάνδρου τοῦ Ἀθαμανῶν βασιλέως, δίς, ἔνθα περ οἱ Αἰτωλοὶ τὰς πόλεις ἐπισκεψομένας ἐκάλουν, συνῆλθον ἐπὶ διαλλαγῇ Ῥωμαίων καὶ Αἰτωλῶν καὶ Φιλίππου. Σουλπικίου δ' εἰπόντος οὐκ εἶναι κυρίου περὶ τῆς εἰρήνης τι κρῖναι, καὶ ἐς τὴν βουλὴν κρύφα ἐπιστέλλοντος, ὅτι Ῥωμαίοις συμφέρει πολεμεῖν Αἰτωλοὺς Φιλίππῳ, ἡ μὲν βουλὴ τὰς συνθήκας ἐκώλυσε καὶ τοῖς Αἰτωλοῖς ἔπεμπε συμμαχίαν πεζοὺς μυρίους καὶ ἱππέας χιλίους, μεθ' ὧν οἱ Αἰτωλοὶ κατέλαβον Ἀμβρακίαν, ἣν οὐ πολὺ ὕστερον αὐτῶν Φίλιππος ἀποπλευσάντων ἀνέλαβεν. οἱ δὲ πρέσβεις αὖθις συνῆλθον καὶ πολλὰ φανερῶς ἔλεγον, ὅτι Φίλιππος καὶ Αἰτωλοὶ διαφερόμενοι τοὺς Ἕλληνας ἐς δουλείαν Ῥωμαίοις ὑποβάλλουσιν ἐθίζοντες αὐτοὺς τῆς Ἑλλάδος θαμινὰ πειρᾶσθαι. ἐφ' οἷς ὁ μὲν Σουλπίκιος ἀντιλέξων ἀνίστατο, τὸ δὲ πλῆθος οὐκ ἤκουσεν, ἀλλ' ἐκεκράγεσαν τοὺς πρέσβεις εὖ λέγειν. καὶ τέλος Αἰτωλοί τε πρῶτοι κατὰ σφᾶς ἄνευ Ῥωμαίων Φιλίππῳ συνέβησαν, καὶ πρέσβεις αὐτοῦ Φιλίππου καὶ Ῥωμαίων ἐπὶ διαλλαγαῖς ἀφίκοντο ἐς Ῥώμην. καὶ ἐγένοντο συνθῆκαι Ῥωμαίοις καὶ Φιλίππῳ, μηδετέρους ἀδικεῖν τοὺς ἑκατέρωθεν φίλους. ἐς μὲν δὴ τοῦτ' ἔληξεν ἡ Φιλίππου καὶ Ῥωμαίων ἐς ἀλλήλους πεῖρα πρώτη, καὶ τὰς συνθήκας οὐδέτεροι βεβαίους οὐδ' ἀπ' εὐνοίας ἐδόκουν πεποιῆσθαι. 32. Ὅτι μετ' οὐ πολὺ Φίλιππος μὲν τῶν ὑπηκόων τοῖς ἐπὶ θαλάσσης στόλον ἐπαγγείλας Σάμον καὶ Χίον εἷλε καὶ μέρος τῆς Ἀττάλου γῆς ἐπόρθησε καὶ αὐτῆς ἀπεπείρασε Περγάμου, μὴ φειδόμενος ἱερῶν ἢ τάφων, τήν τε Ῥοδίων περαίαν ἐδῄου διαλλακτήρων οἱ γεγονότων, καὶ ἑτέρῳ μέρει στρατοῦ τὴν Ἀττικὴν ἐλυμαίνετο καὶ τὰς Ἀθήνας ἐπολιόρκει, ὡς οὐδὲν τῶνδε Ῥωμαίοις προσηκόντων. λόγος τε ἦν ὅτι Φίλιππος καὶ Ἀντίοχος ὁ Σύρων βασιλεὺς ὑπόσχοιντο ἀλλήλοις, Ἀντιόχῳ μὲν ὁ Φίλιππος συστρατεύσειν ἐπί τε Αἴγυπτον καὶ ἐπὶ Κύπρον, ὧν τότε ἦρχεν ἔτι παῖς ὢν Πτολεμαῖος ὁ τέταρτος, ᾧ Φιλοπάτωρ ἐπώνυμον ἦν, Φιλίππῳ δ' Ἀντίοχος ἐπὶ Κυρήνην καὶ τὰς Κυκλάδας νήσους καὶ Ἰωνίαν. 561 καὶ τήνδε τὴν δόξαν ἐκταράσσουσαν ἅπαντας Ῥόδιοι μὲν Ῥωμαίοις ἐμήνυσαν, ἐπὶ δὲ τοῖς Ῥοδίων Ἀθηναίων πρέσβεις ᾐτιῶντο Φίλιππον τῆς πολιορκίας, καὶ Αἰτωλοὶ μεταγινώσκοντες κατηγόρουν ὡς καὶ περὶ σφᾶς ἀπίστου γεγονότος ἠξίουν τε αὖθις ἐς τοὺς Ῥωμαίων συμμάχους ἐγγραφῆναι. Ῥωμαῖοι δ' Αἰτωλοῖς ἐμέμψαντο τῆς οὐ πρὸ πολλοῦ μεταβολῆς, πρέσβεις δ' ἐς τοὺς βασιλέας ἔπεμπον, οἳ προηγόρευον αὐτοῖς Ἀντίοχον μὲν Αἰγύπτῳ μὴ ἐπιχειρεῖν, Φίλιππον δὲ μηδὲν ἐς Ῥοδίους ἢ Ἀθηναίους ἢ Ἄτταλον ἢ ἐἄλλον τινὰ Ῥωμαίων φίλον ἁμαρτάνειν. τούτοις ὁ Φίλιππος ἀπεκρίνατο Ῥωμαίοις ἕξειν καλῶς, ἂν ἐμμένωσιν ᾗ συνέθεντο πρὸς αὐτὸν εἰρήνῃ. οὕτω μὲν αἱ γενόμεναι σπονδαὶ ἐλέλυντο, καὶ στρατιὰ Ῥωμαίων ἐς τὴν Ἑλλάδα ἠπείγετο, στρατηγοῦντος Ποπλίου καὶ ναυαρχοῦντος Λευκίου. 33. Ὅτι Φλαμίνιος αὖθις συνῆλθεν ἐς λόγους Φιλίππῳ κατὰ τὸν Μηλιέα κόλπον, ἔνθα κατηγορούντων τοῦ Φιλίππου Ῥοδίων καὶ Αἰτωλῶν καὶ Ἀμυνάνδρου τοῦ Ἀθάμανος ἐκέλευσε Φίλιππον ἐξάγειν τὰς φρουρὰς ἐκ Φωκίδος, καὶ πρέσβεις ἐς Ῥώμην ἀμφοτέρους ἀποστεῖλαι. γενομένων δὲ τούτων, οἱ μὲν Ἕλληνες ἐν τῇ βουλῇ τῇ Ῥωμαίων ἠξίουν τὸν Φίλιππον
265
ἐξαγαγεῖν ἐκ τῆς Ἑλλάδος τὰς τρεῖς φρουράς, ἃς αὐτὸς πέδας ἐκάλει τῆς Ἑλλάδος, τὴν μὲν ἐν Χαλκίδι Βοιωτοῖς καὶ Εὐβοεῦσι καὶ Λοκροῖς ἐπικειμένην, τὴν δὲ ἐν Κορίνθῳ καθάπερ πύλαις τὴν Πελοπόννησον ἀποκλείουσαν, καὶ τρίτην ἐν Δημητριάδι τὴν Αἰτωλοῖς καὶ Μάγνησιν ἐφεδρεύουσαν. ἡ δὲ βουλὴ τοὺς Φιλίππου πρέσβεις ἤρετο τί φρονοίη περὶ τῶνδε τῶν φρουρῶν ὁ βασιλεύς, ἀποκριναμένων δὲ ἀγνοεῖν, Φλαμίνιον ἔφη κρινεῖν καὶ πράξειν ὅ τι ἂν δίκαιον ἡγῆται. οὕτω μὲν οἱ πρέσβεις ἐκ Ῥώμης ἐπανῄεσαν, Φλαμίνιος δὲ καὶ Φίλιππος ἐς οὐδὲν συμβαίνοντες ἀλλήλοις αὖθις ἐς πόλεμον καθίσταντο. 34. Ὅτι ἡττηθεὶς πάλιν ὁ Φίλιππος περὶ συμβάσεων ἐπεκηρυκεύετο πρὸς Φλαμίνιον. ὁ δ' αὖθις αὐτῷ συνελθεῖν ἐς λόγους συνεχώρει, πολλὰ μὲν τῶν Αἰτωλῶν δυσχεραινόντων καὶ διαβαλλόντων αὐτὸν ἐς δωροδοκίαν, καταγινώσκων τῆς ἐς ἅπαντα εὐχεροῦς μεταβολῆς, ἡγούμενος δ' οὔτε Ῥωμαίοις συμφέρειν οὐδὲ 562 τοῖς Ἕλλησι Φιλίππου καθαιρεθέντος ἐπιπολάσαι τὴν Αἰτωλῶν βίαν. τάχα δ' αὐτὸν καὶ τὸ παράδοξον τῆς νίκης ἀγαπᾶν ἐποίει. συνθέμενος δὲ χωρίον, οἷ τὸν Φίλιππον ἐπελθεῖν ἔδει, τοὺς συμμάχους ἐκέλευε γνώμην προαποφήνασθαι κατὰ πόλεις. τὰ μὲν δὴ παρὰ τῶν ἄλλων φιλάνθρωπα ἦν, τό τε τῆς τύχης ἄδηλον ἐξ ὧν ἔπαθεν ὁ Φίλιππος ὑφορωμένων καὶ τὸ πταῖσμα τοῦτο οὐ κατ' ἀσθένειαν ἀλλὰ πλέον ἐκ συντυχίας αὐτὸν παθεῖν ἡγουμένων· Ἀλέξανδρος δὲ ὁ τῶν Αἰτωλῶν πρόεδρος ἀγνοεῖν ἔφη τὸν Φλαμίνιον ὅτι μηδὲν ἄλλο μήτε Ῥωμαίοις μήθ' Ἕλλησι συνοίσει πλὴν ἐξαιρεθῆναι τὴν ἀρχὴν τὴν Φιλίππου. ὁ δὲ Ἀλέξανδρον ἀγνοεῖν ἔφη τὴν Ῥωμαίων φύσιν, οἳ οὐδένα πω τῶν ἐχθρῶν εὐθὺς ἀπ' ἀρχῆς ἀνέτρεψαν, ἀλλὰ πολλῶν ἐς αὐτοὺς ἁμαρτόντων, καὶ Καρχηδονίων ἔναγχος, ἐφείσαντο τὰ σφέτερα αὐτοῖς ἀποδόντες καὶ φίλους ποιησάμενοι τοὺς ἠδικηκότας. ἀγνοεῖς δ', ἔφη, καὶ τοῦθ', ὅτι τοῖς Ἕλλησιν ἔθνη πολλά, ὅσα βάρβαρα τὴν Μακεδονίαν περικάθηται, εἴ τις ἐξέλοι τοὺς Μακεδόνων βασιλέας, ἐπιδραμεῖται ῥᾳδίως. ὅθεν ἐγὼ δοκιμάζω τὴν μὲν ἀρχὴν ἐᾶν τῶν Μακεδόνων προπολεμεῖν ὑμῶν πρὸς τοὺς βαρβάρους, Φίλιππον δὲ ἐκστῆναι τοῖς Ἕλλησιν ὧν πρότερον ἀντέλεγε χωρίων, καὶ Ῥωμαίοις ἐς τὴν τοῦ πολέμου δαπάνην ἐσενεγκεῖν τάλαντα διακόσια ὅμηρά τε δοῦναι τὰ ἀξιολογώτατα καὶ τὸν υἱὸν αὐτοῦ Δημήτριον, μέχρι δὲ ταῦθ' ἡ σύγκλητος ἐπικυρώσει, τετραμήνους ἀνοχὰς γενέσθαι. δεξαμένου δὲ πάντα τοῦ Φιλίππου, τὴν μὲν εἰρήνην ἡ βουλὴ μαθοῦσα ἐπεκύρωσεν, τὰς δὲ προτάσεις τὰς Φλαμινίου σμικρύνασα καὶ φαυλίσασα ἐκέλευσε τὰς πόλεις, ὅσαι ἦσαν Ἑλληνίδες ὑπὸ Φιλίππῳ, πάσας ἐλευθέρας εἶναι, καὶ τὰς φρουρὰς ἀπ' αὐτῶν Φίλιππον ἐξαγαγεῖν πρὸ τῶν ἐπιόντων Ἰσθμίων, ναῦς τε ὅσας ἔχει χωρὶς ἑξήρους μιᾶς καὶ σκαφῶν πέντε καταφράκτων παραδοῦναι τῷ Φλαμινίῳ, καὶ ἀργυρίου τάλαντα Ῥωμαίοις ἐσενεγκεῖν πεντακόσια μὲν αὐτίκα, πεντακόσια δὲ ἔτεσι δέκα, ἑκάστου τὸ μέρος ἔτους ἐς Ῥώμην ἀναφέροντα, ἀποδοῦναι δὲ καὶ αἰχμάλωτα καὶ αὐτόμολα αὐτῶν ὅσα ἔχοι. τάδε μὲν ἡ βουλὴ προσέθηκεν, καὶ Φίλιππος ἐδέξατο ἅπαντα· ᾧ καὶ μάλιστα ἡ σμικρολογία Φλαμινίου καταφανὴς ἐγένετο. συμβούλους δ' ἔπεμπον αὐτῷ, καθάπερ εἰώθεσαν ἐπὶ τοῖς λήγουσι πολέμοις, δέκα ἄνδρας, μεθ' ὧν αὐτὸν ἔδει τὰ εἰλημμένα καθίστασθαι. καὶ τάδε μὲν διετίθετο σὺν ἐκείνοις, αὐτὸς δ' ἐς τὸν τῶν Ἰσθμίων 563 ἀγῶνα ἐπελθών, πληθύοντος τοῦ σταδίου, σιωπήν τε ἐσήμηνεν ὑπὸ σάλπιγγι καὶ τὸν κήρυκα ἀνειπεῖν ἐκέλευσεν· ὁ δῆμος ὁ Ῥωμαίων καὶ ἡ σύγκλητος καὶ Φλαμίνιος ὁ στρατηγός, Μακεδόνας καὶ βασιλέα Φίλιππον ἐκπολεμήσαντες, ἀφιᾶσι τὴν Ἑλλάδα ἀφρούρητον ἀφορολόγητον ἰδίοις ἤθεσι καὶ νόμοις χρῆσθαι. πολλῆς δ' ἐπὶ τούτῳ βοῆς καὶ χαρᾶς γενομένης, θόρυβος ἥδιστος ἦν, ἑτέρων μεθ' ἑτέρους τὸν κήρυκα καὶ παρὰ σφᾶς ἀνειπεῖν μετακαλούντων. στεφάνους τε καὶ ταινίας ἐπέβαλλον τῷ στρατηγῷ καὶ ἀνδριάντας ἐψηφίζοντο κατὰ πόλεις πρέσβεις τε μετὰ χρυσῶν στεφάνων ἔπεμπον ἐς τὸ Καπιτώλιον, οἳ χάριν ὡμολόγουν καὶ ἐς τοὺς Ῥωμαίων συμμάχους ἀνεγράφοντο. καὶ δεύτερος ὅδε πόλεμος Ῥωμαίοις τε καὶ Φιλίππῳ ἐς τοῦτο ἐτελεύτα. Οὐ πολὺ δὲ ὕστερον καὶ συνεμάχησε Ῥωμαίοις ὁ Φίλιππος ἐν τῇ Ἑλλάδι κατὰ Ἀντιόχου βασιλέως περῶντάς τε ἐπὶ Ἀντίοχον ἐςτὴν Ἀσίαν διὰ Θρᾴκης καὶ Μακεδονίας ὁδὸν οὐκ εὐμαρῆ παρέπεμπεν οἰκείοις τέλεσι καὶ τροφαῖς καὶ δαπανήμασιν, ὁδοποιῶν καὶ ποταμοὺς δυσπόρους ζευγνὺς καὶ τοὺς ἐπικειμένους Θρᾷκας διακόπτων, ἕως ἐπὶ τὸν Ἑλλήσποντον ἤγαγεν. ἐφ' οἷς ἡ μὲν βουλὴ τὸν υἱὸν αὐτῷ Δημήτριον παρὰ σφίσιν ὁμηρεύοντα ἀπέλυσε καὶ τῶν χρημάτων
266
ἀφῆκεν, ὧν ἔτι ὤφειλεν· οἱ δὲ Θρᾷκες οἵδε Ῥωμαίους ἀπὸ τῆς ἐπ' Ἀντιόχῳ νίκης ἐπανιόντας, οὐκ ἔτι Φιλίππου παρόντος, τήν τε λείαν ἀφείλοντο καὶ πολλοὺς διέφθειραν, ᾧ καὶ μάλιστα ἐπεδείχθη ὅσον αὐτοὺς ἀνιόντας ὤνησεν ὁ Φίλιππος. Ἐκτελεσθέντος δὲ *** πολλοὶ κατηγόρουν τοῦ Φιλίππου, τὰ μὲν ἀδικεῖν αὐτόν, τὰ δὲ οὐ ποιεῖν ὧν ὥρισε Φλαμίνιος, ὅτε διετίθετο τὴν Ἑλλάδα. καὶ Δημήτριος ἐς ἀντιλογίαν ἐπρέσβευεν ὑπὲρ αὐτοῦ, κεχαρισμένος μὲν ἔκπαλαι Ῥωμαίοις ἀπὸ τῆς ὁμηρείας, Φλαμινίου δὲ αὐτὸν τῇ βουλῇ γνωρίζοντος ἰσχυρῶς. νεώτερον δ' ὄντα καὶ θορυβούμενον ἐκέλευσαν τὰ τοῦ πατρὸς ὑπομνήματα ἀναγνῶναι, ἐν οἷς ἦν ἐφ' ἑκάστου, τὰ μὲν ἤδη γεγονέναι, τὰ δὲ γενήσεσθαι, καίπερ ἀδίκως ὡρισμένα· καὶ γὰρ τοῦτο προσέκειτο πολλοῖς. ἡ δὲ βουλὴ τὴν ὑπόγυον αὐτοῦ ἐς Ἀντίοχον προθυμίαν αἰδουμένη συγγινώσκειν τε ἔφη καὶ προσεπεῖπε διὰ Δημήτριον. ὁ δ' ὁμολογουμένως αὐτοῖς ἐς τὸν Ἀντιόχου πόλεμον χρησιμώτατός τε γεγονὼς καὶ βλαβερώτατος ἂν φανείς, εἰ Ἀντιόχῳ παρακαλοῦντι συνέπραξεν, πολλὰ 564 ἐλπίσας ἐπὶ τῷδε, καὶ ὁρῶν αὑτὸν ἀπιστούμενον καὶ κατηγορούμενον καὶ συγγνώμης ἀντὶ χαρίτων ἀξιούμενον, καὶ τῆσδε διὰ Δημήτριον, ἤχθετο καὶ ἠγανάκτει, καὶ ἐπέκρυπτεν ἄμφω. ὡς δὲ καὶ ἐν δίκῃ τινὶ Ῥωμαῖοι πολλὰ τῶν Φιλίππου πρὸς Εὐμένη μετέφερον, ἀσθενοποιοῦντες ἀεὶ τὸν Φίλιππον, ἐς πόλεμον ἤδη λανθάνων ἡτοιμάζετο. 35. Ὅτι Ῥωμαῖοι ταχέως αὐξανόμενον τὸν Περσέα ὑφορῶντο· καὶ μάλιστα αὐτοὺς ἠρέθιζεν ἡ τῶν Ἑλλήνων φιλία καὶ γειτνίασις, οἷς ἔχθος ἐς Ῥωμαίους ἐπεποιήκεσαν οἱ Ῥωμαίων στρατηγοί. ὡς δὲ καὶ οἱ πρέσβεις οἱ ἐς Βαστέρνας ἀπεσταλμένοι τὴν Μακεδονίαν ἔφασκον ἰδεῖν ἀσφαλῶς ὠχυρωμένην καὶ παρασκευὴν ἱκανὴν καὶ νεότητα γεγυμνασμένην, Ῥωμαίους καὶ τάδε διετάρασσεν. αἰσθόμενος δ' ὁ Περσεὺς ἑτέρους ἔπεμπε πρέσβεις τὴν ὑπόνοιαν ἐκλύων. ἐν δὲ τούτῳ καὶ Εὐμένης, ὁ τῆς περὶ τὸ Πέργαμον Ἀσίας βασιλεύς, ἀπὸ τῆς πρὸς Φίλιππον ἔχθρας δεδιὼς Περσέα ἧκεν ἐς Ῥώμην καὶ κατηγόρει φανερῶς αὐτοῦ παρελθὼν ἐς τὸ βουλευτήριον, ὅτι Ῥωμαίοις δυσμενὴς γένοιτο ἀεί, καὶ τὸν ἀδελφὸν οἰκείως ἐς αὐτοὺς ἔχοντα ἀνέλοι, καὶ Φιλίππῳ τε παρασκευὴν τοσήνδε κατ' αὐτῶν συναγαγόντι συμπράξειεν, καὶ βασιλεὺς γενόμενος οὐδὲν ἐκλύσειεν αὐτῆς, ἀλλὰ καὶ προσεξεργάσαιτο ἕτερα, καὶ τὴν Ἑλλάδα ἀμέτρως θεραπεύοι Βυζαντίοις τε καὶ Αἰτωλοῖς καὶ Βοιωτοῖς συμμαχήσας, καὶ Θρᾴκην κατακτῷτο, μέγα ὁρμητήριον, καὶ Θετταλοὺς καὶ Περραιβοὺς διαστασιάσειε βουλομένους τι πρεσβεῦσαι πρὸς ὑμᾶς. καὶ τῶν ὑμετέρων, ἔφη, φίλων καὶ συμμάχων Ἀβρούπολιν μὲν ἀφῄρηται τὴν ἀρχήν, Ἀρθέταυρον δ' ἐν Ἰλλυριοῖς δυνάστην καὶ ἔκτεινεν ἐπιβουλεύσας καὶ τοὺς ἐργασαμένους ὑποδέδεκται. διέβαλλε δ' αὐτοῦ καὶ τὰς ἐπιγαμίας βασιλικὰς ἄμφω γενομένας καὶ τὰς νυμφαγωγίας ὅλῳ τῷ Ῥοδίων στόλῳ παραπεμφθείσας. ἔγκλημα δ' ἐποίει καὶ τὴν ἐπιμέλειαν αὐτοῦ καὶ τὸ νηφάλιον τῆς διαίτης, ὄντος οὕτω νέου, καὶ ὅτι πρὸς πολλῶν ὀξέως ἐν ὀλίγῳ ἀγαπῷτο καὶ ἐπαινοῖτο. ζήλου τε καὶ φθόνου καὶ δέους μᾶλλον ἢ ἐγκλημάτων οὐδὲν ὁ Εὐμένης ἀπολιπὼν ἐκέλευε τὴν σύγκλητον ὑφορᾶσθαι νέον ἐχθρὸν εὐδοκιμοῦντα καὶ γειτονεύοντα. 565 Ἡ δ' ἔργῳ μὲν οὐκ ἀξιοῦσα βασιλέα σώφρονα καὶ φιλόσοφον καὶ ἐς πολλοὺς φιλάνθρωπον ἀθρόως οὕτως ἐπαιρόμενον καὶ πατρικὸν ὄντα σφίσιν ἐχθρὸν ἐν πλευραῖς ἔχειν, λόγῳ δ' ἃ προύτεινεν ὁ Εὐμένης αἰτιωμένη, πολεμεῖν ἔκρινε τῷ Περσεῖ. καὶ τοῦτ' ἀπόρρητον ἔτι ἐν σφίσιν αὐτοῖς ποιούμενοι Ἅρπαλόν τε πεμφθέντα παρὰ Περσέως ἐς ἀντιλογίαν Εὐμένους καὶ Ῥοδίων τινὰ πρεσβευτήν, βουλομένους ἐς ὄψιν τὸν Εὐμένη διελέγχειν, παρόντος μὲν ἔτι τοῦ Εὐμένους οὐ προσήκαντο, μεταστάντος δὲ ἐδέξαντο. καὶ οἱ μὲν ἐπὶ τῷδε πρῶτον ἀγανακτοῦντές τε καὶ παρρησίᾳ χρώμενοι πλέον † βουλομένους δ' ἤδη Ῥωμαίους Περσεῖ καὶ Ῥοδίοις μᾶλλον ἐξηγρίωσαν· τῶν δὲ βουλευτῶν πολλοὶ τὸν Εὐμένη δι' αἰτίας εἶχον ὑπὸ φθόνου καὶ δέους αἴτιον τοσοῦδε πολέμου γενόμενον. καὶ Ῥόδιοι τὴν θεωρίαν αὐτοῦ, μόνου βασιλέων, ἐς τὴν ἑορτὴν τοῦ Ἡλίου πεμπομένην οὐκ ἐδέξαντο. αὐτὸς δ' ἐς τὴν Ἀσίαν ἐπανιὼν ἐκ Κίρρας ἐς Δελφοὺς ἀνέβαινε θύσων, καὶ αὐτῷ τέσσαρες ἄνδρες ὑπὸ τὸ τειχίον ὑποστάντες ἐπεβούλευον. καὶ ἄλλας δέ τινας αἰτίας οἱ Ῥωμαῖοι ἐς τὸν Περσέως πόλεμον ὡς οὔπω κεκριμένον προσελάμβανον, καὶ πρέσβεις ἐς τοὺς φίλους βασιλέας Εὐμένη καὶ Ἀντίοχον καὶ Ἀριαράθην καὶ Μασσανάσσην καὶ Πτολεμαῖον τὸν Αἰγύπτου περιέπεμπον, ἑτέρους δ' ἐς τὴν Ἑλλάδα καὶ Θεσσαλίαν καὶ Ἤπειρον καὶ Ἀκαρνανίαν καὶ ἐς τὰςνήσους, ὅσας δύναιντο προσαγαγέσθαι· ὃ καὶ μάλιστα τοὺς Ἕλληνας
267
ἐτάραττεν, ἡδομένους μὲν τῷ Περσεῖ φιλέλληνι ὄντι, ἀναγκαζομένους δ' ἐνίους Ῥωμαίοις ἐς συμβάσεις χωρεῖν. Ὧν ὁ Περσεὺς αἰσθόμενος ἔπεμπεν ἐς Ῥώμην ἀπορῶν τε καὶ πυνθανόμενος τί παθόντες ἐκλήθονται τῶν συγκειμένων καὶ πρέσβεις κατ' αὐτοῦ περιπέμπουσιν ὄντος φίλου, δέον, εἰ καί τι μέμφονται, λόγῳ διακριθῆναι. οἱ δ' ἐνεκάλουν ὅσα Εὐμένης εἴποι καὶ πάθοι, καὶ μάλιστα ὅτι Θρᾴκην κατακτῷτο καὶ στρατιὰν ἔχοι καὶ παρασκευὴν οὐκ ἠρεμήσοντος ἀνδρός. ὁ δ' αὖθις ἔπεμπεν ἑτέρους, οἳ ἐς τὸ βουλευτήριον ἀπαχθέντες ἔλεγον ὧδε· τοῖς μὲν προφάσεως ἐς πόλεμον, ὦ Ῥωμαῖοι, δεομένοις ἱκανὰ πάντα ἐς τὴν πρόφασίν ἐστιν· εἰ δ' αἰδεῖσθε συνθήκας οἱ πολὺν ἀξιοῦντες αὐτῶν λόγον ἔχειν, τί παθόντες ὑπὸ Περσέως αἱρεῖσθε πόλεμον; οὐ γὰρ ὅτι στρατιὰν ἔχει καὶ παρασκευήν. οὐ γὰρ ἔχει ταῦτα 566 καθ' ὑμῶν, οὐδὲ τοὺς ἄλλους κεκτῆσθαι βασιλέας κωλύετε. οὐδ' ἄδικον ἀσφαλῶς ἔχειν ἐς τοὺς ἀρχομένους καὶ τὰ περίοικα, καὶ εἴ τις ἔξωθεν ἐπιβουλεύοι. πρὸς δὲ ὑμᾶς, ὦ ἄνδρες Ῥωμαῖοι, ὑπὲρ τῆς εἰρήνης ἐπρέσβευσε καὶ τὰς συνθήκας ἔναγχος ἀνεκαίνισεν. ἀλλὰ Ἀβρούπολιν ἐξέβαλε τῆς ἀρχῆς. ἐπιδραμόντα γε τοῖς ἡμετέροις ἀμυνόμενος. καὶ τοῦτ' αὐτὸς ὑμῖν ἐδήλωσε Περσεύς, καὶ τὰς συνθήκας αὐτῷ μετὰ τοῦτο ἀνενεώσασθε, οὔπω διαβάλλοντος Εὐμένους. τὸ μὲν δὴ περὶ Ἀβρούπολιν καὶ πρεσβύτερόν ἐστι τῶν συνθηκῶν, καὶ παρ' ὑμῖν, ὅτε συνετίθεσθε, δίκαιον ἐφάνη. Δόλοψι γὰρ ἐπεστράτευσεν οὖσι τῆς ἰδίας ἀρχῆς, καὶ δεινὸν εἰ τῶν ἑαυτοῦ λογισμὸν ὑμῖν ὀφλήσει. δίδωσι δ' ὅμως περὶ πολλοῦ ποιούμενος ὑμᾶς τε καὶ δόξαν ἀγαθήν. ἔκτειναν δ' οἱ Δόλοπες οἵδε τὸν ἡγούμενον αὐτῶν αἰκισάμενοι, καὶ ζητεῖ Περσεύς, τί ἂν ὑμεῖς ἐδράσατε τοὺς ὑπηκόους τοιαῦτα πράξαντας. ἀλλὰ Ἀρθέταυρόν τινες ἀνελόντες ἐν Μακεδονίᾳ διέτριβον. κοινῷ γε πάντων ἀνθρώπων νόμῳ, καθὰ καὶ ὑμεῖς τοὺς ἑτέρων φεύγοντας ὑποδέχεσθε. μαθὼν δὲ καὶ τοῦθ' ὅτι ἔγκλημα ποιεῖσθε, ἐξεκήρυξεν αὐτοὺς τῆς ἀρχῆς ὅλης. Βυζαντίοις δὲ καὶ Αἰτωλοῖς καὶ Βοιωτοῖς οὐ καθ' ὑμῶν ἀλλὰ καθ' ἑτέρων συνεμάχησεν. καὶ ταῦτα πάλαι ὑμῖν ἡμέτεροι πρέσβεις ἐμήνυον, καὶ οὐκ ἐμέμφεσθε μέχρι τῆς Εὐμένους διαβολῆς, ἣν οὐκ εἰάσατε τοὺς ἡμετέρους πρέσβεις ἐς ὄψιν αὐτὸν ἐλέγξαι. ἀλλὰ τὴν ἐπιβουλὴν τὴν ἐν Δελφοῖς αὐτῷ γενομένην προσγράφετε Περσεῖ. πόσων Ἑλλήνων, πόσων δὲ βαρβάρων κατ' Εὐμένους πρεσβευσάντων πρὸς ὑμᾶς, οἷς πᾶσιν ἐχθρός ἐστι τοιοῦτος ὤν. Ἐρέννιον τὸν ἐν Βρεντεσίῳ τίς ἂν πιστεύσειεν ὅτι Περσεύς, Ῥωμαῖον ὄντα καὶ φίλον ὑμέτερον καὶ πρόξενον, ἤλειφεν ἐπὶ τὴν τῆς βουλῆς φαρμακείαν, ὡς ἀναλῶσαι τὴν σύγκλητον δι' αὐτοῦ δυνάμενος, ἢ τοὺς ὑπολοίπους εὐμενεστέρους ἕξων διὰ τοὺς ἀναιρουμένους; ἀλλ' Ἐρέννιος μὲν ἐψεύσατο τοῖς ἐπιτρίβουσιν ἐς τὸν πόλεμον ὑμᾶς πρόφασιν εὐσχήμονα διδούς. Εὐμένης δ' ὑπ' ἔχθρας τε καὶ φθόνου καὶ δέους οὐδὲ ταῦτ' ὤκνησεν ἐγκαλέσαι Περ 567 σεῖ, ὅτι πολλοῖς ἔθνεσι κεχαρισμένος καὶ φιλέλλην, καὶ σωφρόνως ἀντὶ μέθης καὶ τρυφῆς ἄρχει· καὶ ταῦθ' ὑμεῖς αὐτοῦ λέγοντος ὑπέστητε ἀκροάσασθαι. τοιγάρτοι τὴν ἐκείνου διαβολὴν αὔξετε καθ' ὑμῶν ὡς οὐ φέροντες σώφρονας καὶ δικαίους καὶ φιλοπόνους γείτονας. Περσεὺς δ' Ἐρέννιον μὲν καὶ Εὐμένη, καὶ εἴ τις ἄλλος θέλοι, προκαλεῖται παρ' ὑμῖν ἐς ἐξέτασιν καὶ κρίσιν, ὑμᾶς δ' ἀναμιμνήσκει μὲν τῆς ἐς Ἀντίοχον τὸν μέγαν τοῦ πατρὸς ἑαυτοῦ προθυμίας καὶ βοηθείας, ἧς ἐπιγιγνομένης καλῶς ᾐσθάνεσθε, αἰσχρὸν δὲ παρελθούσης ἐπιλαθέσθαι, προφέρει δὲ συνθήκας πατρῴας τε καὶ ἰδίας πρὸς αὐτὸν ὑμῖν γενομένας. καὶ ἐπὶ τοῖσδε οὐκ ὀκνεῖ καὶ παρακαλεῖν ὑμᾶς θεοὺς οὓς ὠμόσατε αἰδεῖσθαι, καὶ μὴ πολέμου κατάρχειν ἀδίκως ἐς φίλους, μηδ' ἔγκλημα ποιεῖσθαι γειτνίασιν καὶ σωφροσύνην καὶ παρασκευήν. οὐ γὰρ ἄξιον ὡς Εὐμένους καὶ ὑμῶν ἅπτεσθαι φθόνον ἢ φόβον. τὸ δὲ ἐναντίον ἐστὶ σῶφρον, φείδεσθαι γειτόνων ἐπιμελῶν καί, ὡς Εὐμένης φησίν, εὖ παρεσκευασμένων. Οἱ μὲν δὴ πρέσβεις τοιαῦτα εἶπον, οἱ δὲ οὐδὲν αὐτοῖς ἀποκρινάμενοι τὸν πόλεμον ἐς τὸ φανερὸν ἐκύρουν. καὶ ὁ ὕπατος ἐκέλευε τοὺς πρέσβεις ἐκ μὲν τῆς πόλεως αὐτῆς ἡμέρας, ἐκ δὲ τῆς Ἰταλίας τριάκοντα ἄλλαις ἐξιέναι. τὰ δὲ αὐτὰ καὶ τοῖς ἐπιδημοῦσι Μακεδόνων ἐκήρυττεν. καὶ θόρυβος αὐτίκα μετὰ τὸ βουλευτήριον ἐπίφθονος ἦν, ἐν ὀλίγαις ὥραις ἐλαυνομένων τοσῶνδε ὁμοῦ, καὶ οὐδὲ ὑποζύγια εὑρεῖν ἐν οὕτω βραχεῖ διαστήματι οὐδὲ πάντα φέρειν δυναμένων. ὑπὸ δὲ σπουδῆς οἱ μὲν οὐκ ἔφθανον ἐπὶ τοὺς σταθμούς, ἀλλ' ἐν μέσαις ἀνεπαύοντο ταῖς ὁδοῖς, οἱ δὲ παρὰ ταῖς πύλαις μετὰ παίδων ἑαυτοὺς ἐρρίπτουν καὶ μετὰ γυναικῶν, πάντα τε ἐγίγνετο ὅσα εἰκὸς ἐν αἰφνιδίῳ καὶ τοιῷδε κηρύγματι· αἰφνίδιον γὰρ αὐτοῖς ἐφαίνετο διὰ τὰς ἔτι πρεσβείας.
268
36. Ὅτι μετὰ τὴν νίκην ὁ Περσεύς, εἴτ' ἐπιγελῶν Κράσσῳ καὶ τωθάζων αὐτόν, εἴτ' ἀποπειρώμενος ὅπως ἔτι φρονήματος ἔχοι, εἴτε τὴν Ῥωμαίων δύναμίν τε καὶ παρασκευὴν ὑφορώμενος, εἴθ' ἑτέρῳ τῷ λογισμῷ, προσέπεμπεν αὐτῷ περὶ διαλλαγῶν καὶ πολλὰ δώσειν ὑπισχνεῖτο ὧν ὁ πατὴρ Φίλιππος οὐ συνεχώρει· ᾧ καὶ μᾶλλον ὕποπτος ἦν ἐπιγελῶν καὶ πειρώμενος. ὁ δὲ Περσεῖ μὲν ἀπεκρίνατο Ῥωμαίων ἀξίας οὐκ εἶναι διαλύσεις αὐτῷ, εἰ μὴ 568 καὶ Μακεδόνας καὶ ἑαυτὸν ἐπιτρέψειε Ῥωμαίοις· αἰδούμενος δ' ὅτι Ῥωμαῖοι τῆς ἥττης κατῆρξαν, ἐκκλησίαν συναγαγὼν Θεσσαλοῖς μὲν ἐμαρτύρησεν ὡς ἀνδράσιν ἀγαθοῖς περὶ τὴν συμφορὰν γενομένοις, Αἰτωλῶν δὲ καὶ ἑτέρων Ἑλλήνων κατεψεύσατο ὡς πρώτων τραπέντων. καὶ τούτους ἐς Ῥώμην ἔπεμψεν. 37. Ὅτι Ῥόδιοι πρέσβεις ἐς Μάρκιον ἔπεμψαν συνηδόμενοι τῶν γεγονότων Περσεῖ. ὁ δὲ Μάρκιος τοὺς πρέσβεις ἐδίδασκε Ῥοδίους πεῖσαι πέμψαντας ἐς Ῥώμην διαλῦσαι τὸν πόλεμον Ῥωμαίοις τε καὶ Περσεῖ. καὶ Ῥόδιοι πυθόμενοι μετέπιπτον ὡς οὐ φαύλως ἔχοντος τοῦ Περσέως· οὐ γὰρ εἴκαζον ἄνευ Ῥωμαίων ταῦτα Μάρκιον ἐπισκήπτειν. ὁ δ' ἀφ' ἑαυτοῦ καὶ τάδε καὶ ἕτερα πολλὰ δι' ἀτολμίαν ἔπραττεν. Ῥόδιοι μὲν οὖν καὶ ὣς πρέσβεις ἔπεμπον ἐς Ῥώμην, καὶ ἑτέρους πρὸς Μάρκιον. Τέλος τῆς ἱστορίας Ἀππιανοῦ. Περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Μάλχου ῥήτορος τοῦ Φιλαδελφέως. 1. Ὅτι ἐν τῷ ἑπτακαιδεκάτῳ ἔτει τῆς βασιλείας Λέοντος τοῦ Μακέλλη, πάντων πανταχόθεν τεταράχθαι δοκούντων, ἀφικνεῖταί τις τῶν Σκηνιτῶν Ἀράβων, οὓς καλοῦσι Σαρακηνούς, ἱερεὺς τῶν παρ' ἐκείνοις Χριστιανῶν, ἐξ αἰτίας τοιαύτης. Πέρσαι καὶ Ῥωμαῖοι σπονδὰς ἐποιήσαντο, ὅτε ὁ μέγιστος πρὸς αὐτοὺς ἐπὶ Θεοδοσίου συνερράγη πόλεμος, μὴ προσδέχεσθαι τοὺς ὑποσπόνδους Σαρακηνούς, εἴ τις ἐς ἀπόστασιν νεωτερίσαι προέλοιτο. ἐν δὲ τοῖς Πέρσαις ἦν ὁ Ἀμόρκεσος τοῦ Νομαλίου γένους· καὶ εἴτε τιμῆς οὐ τυγχάνων ἐν τῇ Περσίδι γῇ ἢ ἄλλως τὴν Ῥωμαίων χώραν βελτίω νενομικώς, ἐκλιπὼν τὴν Περσίδα εἰς τὴν γείτονα Πέρσαις Ἀραβίαν ἐλαύνει, κἀντεῦθεν ὁρμώμενος προνομὰς ἐποιεῖτο καὶ 569 πολέμους Ῥωμαίων μὲν οὐδενί, τοῖς δὲ ἀεὶ ἐν ποσὶν εὑρισκομένοις Σαρακηνοῖς· ἀφ' ὧν καὶ τὴν δύναμιν αὔξων προῄει κατὰ μικρόν. μίαν δὲ τῶν Ῥωμαίων παρεσπάσατο νῆσον Ἰωτάβην ὄνομα, καὶ τοὺς δεκατηλόγους ἐκβαλὼν τῶν Ῥωμαίων αὐτὸς ἔσχε τὴν νῆσον, καὶ τὰ τέλη ταύτης λαμβάνων χρημάτων εὐπόρησεν οὐκ ὀλίγων ἐντεῦθεν. καὶ ἄλλας δὲ ὁ αὐτὸς Ἀμόρκεσος τῶν πλησίον ἀφελόμενος κωμῶν ἐπεθύμει Ῥωμαίοις ὑπόσπονδος γενέσθαι καὶ φύλαρχος τῶν κατὰ Πετραίαν ὑπὸ Ῥωμαίοις ὄντων Σαρακηνῶν. πέμπει οὖν πρὸς Λέοντα τὸν βασιλέα Ῥωμαίων Πέτρον ἐπίσκοπον τῆς φυλῆς τῆς ἑαυτοῦ, εἴ πως δύναιτο ταῦτα πείσας ποτὲ διαπράξασθαι. ὡς δ' ἀφίκετο καὶ διελέχθη τῷ βασιλεῖ, δέχεται τοὺς λόγους ὁ βασιλεὺς καὶ μετάπεμπτον εὐθὺς ποιεῖται τὸν Ἀμόρκεσον ἐλθεῖν πρὸς αὐτόν, ἀβουλότατα τοῦτο διανοησάμενος καὶ ποιήσας. εἰ γὰρ δὴ καὶ φύλαρχον χειροτονῆσαι προῄρητο, ἔδει πόρρωθεν ὄντι τῷ Ἀμορκέσῳ τοῦτο προστάξαι, ἕως καὶ τὰ Ῥωμαίων ἐνόμιζε φοβερὰ καὶ τοῖς ἄρχουσιν ἀεὶ τοῖς τυχοῦσι Ῥωμαίων ἔμελλεν ἥκειν πεπτηχὼς καὶ τήν γε προσηγορίαν βασιλέως ἀκούων αὐτήν· καὶ γὰρ διὰ πολλοῦ κρεῖττόν τι τῶν ἀνθρώπων εἶναι τῶν ἄλλων ἐνόμιζεν. νῦν δὲ πρῶτον μὲν αὐτὸν διὰ πόλεων ἦγεν, ἃς ἔμελλεν ὄψεσθαι τρυφῆς μόνον γεμούσας, ὅπλοις δὲ οὐ χρωμένας· ἔπειτα δέ, ὡς ἀνῆλθεν ἐς Βυζάντιον, δέχεται παρὰ τοῦ βασιλέως ἀσμένως, καὶ τραπέζης κοινωνὸν βασιλικῆς ἐποιήσατο καὶ βουλῆς προκειμένης μετὰ τῆς γερουσίας συμπαρεῖναι ἐποίει· καὶ τό γε δὴ αἴσχιστον ὄνειδος τῶν Ῥωμαίων, ὅτι καθέδραν αὐτῷ τὴν πρωτοπατρικίων ἀποδοθῆναι ἐκέλευσε σχηματισάμενος ὁ βασιλεύς, ὅτι δὴ Χριστιανὸς ἀνεπείσθη γενέσθαι· καὶ τέλος ἀπέπεμψεν αὐτόν, ἰδίαν μὲν παρ' αὐτοῦ εἰκόνα τινὰ χρυσῆν καὶ κατάλιθον λαβὼν σφόδρα τε οὖσαν πολυτελῆ, χρήματα δὲ καὶ αὐτὸς ἐκείνῳ ἐκ τοῦ δημοσίου ἀντιδοὺς καὶ τῶν ἄλλων κελεύσας ἕκαστον εἰσενεγκεῖν, ὅσοι ἐτέλουν εἰς τὴν βουλήν. τὴν δὲ νῆσον ἐκείνην, ἧς ἐμνήσθημεν πρόσθεν, οὐ μόνον κατέλιπεν αὐτῷ ἔχειν βεβαίως, ἀλλὰ καὶ ἄλλας αὐτῷ κώμας
269
προσέθηκε πλείονας. ταῦτα παρασχὼν Ἀμορκέσῳ ὁ Λέων καὶ τῶν φυλῶν ἄρχοντα, ὧν ἤθελε, ποιήσας ἀπέπεμψεν ὑψηλόν, καὶ ὅσος οὐκ ἔμελλε τοῖς δεξαμένοις λυσιτελεῖν. 2. Ὅτι ὁ αὐτὸς Λέων βασιλεὺς ἀπέστειλε πρὸς τοὺς ἐν τῇ Θρᾴκῃ βαρβάρους πρεσβευτὴν Τελόγιον τὸν σελεντιάριον. οἱ δὲ 570 βάρβαροι τοῦτον ἀσμένως δεξάμενοι ἀντιπέμπουσι πρέσβεις πρὸς τὸν βασιλέα φίλοι Ῥωμαίων εἶναι βουλόμενοι. ᾐτήσαντο δὲ τρία, πρῶτον Θευδέριχον τὸν κατάρχοντα αὐτῶν τὴν κληρονομίαν ἀπολαβεῖν, ἣν ἀφῆκεν αὐτῷ Ἄσπαρ, δεύτερον νέμεσθαι τὴν Θρᾴκην συγχωρηθῆναι αὐτῷ, τρίτον καὶ στρατηλάτην γενέσθαι τῶν ταγμάτων, ὧνπερ καὶ Ἄσπαρ ἡγήσατο. καὶ ὁ μὲν βασιλεὺς πρὸς τὰ δύο παντελῶς ἀπείπατο, μόνον δὲ περὶ τῆς στρατηγίας κατένευσεν, εἰ φίλος αὐτοῦ γένηται ἀδόλως· καὶ οὕτω τοὺς πρέσβεις ἀπέπεμψεν. ὁ δὲ Θευδέριχος ὁ τῶν βαρβάρων ἀρχηγὸς τοὺς πρέσβεις αὐτοῦ δεξάμενος ἐκ τοῦ βασιλέως ἀπράκτους τὸ μὲν τῆς δυνάμεως αὐτοῦ εἰς Φιλίππους ἐκπέμπει, τῷ δὲ προσεκάθητο τὴν Ἀρκαδιούπολιν μηχανῇ πάσῃ πολιορκῶν. καὶ ταύτην παραλαμβάνει οὐχ ὅπλοις, ἀλλὰ λιμῷ τοὺς ἔνδον τοῦ ἄστεος ἰσχυρῶς στενοχωρήσαντι· καὶ γὰρ καὶ ἵππων καὶ ὑποζυγίων καὶ νεκρῶν σωμάτων ἥψαντο καρτεροῦντες εἴ ποθεν αὐτοῖς ἔλθοι βοήθεια, τῆς δὲ μὴ παρούσης ἀπήλπισαν καὶ συνέδωκαν. οἱ δὲ ἐκπεμφθέντες ἐπὶ Φιλίππους τὰ πρὸ τοῦ ἄστεος ἐνέπρησαν μόνον, οὐδὲν δὲ ἄλλο δεινὸν εἰργάσαντο. καὶ τούτων οὕτω λυμαινομένων τὴν Θρᾴκην, ὅμως καὶ αὐτοὶ οἱ βάρβαροι ὑπὸ τοῦ λιμοῦ συνεχόμενοι πρεσβείαν πέμπουσι περὶ εἰρήνης πρὸς τὸν βασιλέα. καὶ γίνεται ἡ σύμβασις τῶν ὅρκων ἐπὶ τούτοις, τοῖς μὲν Γότθοις δίδοσθαι κατ' ἔτος χρυσίου λίτρας δισχιλίας, τὸν δὲ Θευδέριχον καθίστασθαι στρατηγὸν δύο στρατηγιῶν τῶν ἀμφὶ βασιλέα, αἵπερ εἰσὶ μέγισται εἰς τὴν ἑτέραν γῆν· αὐτὸν δὲ τῶν Γότθων αὐτοκράτορα εἶναι, καὶ μηδένας ἐξ αὐτῶν ἀποστῆναι θέλοντας τὸν βασιλέα δέχεσθαι· συμμαχεῖν δὲ τῷ βασιλεῖ εἰς πᾶν ὅ τι κελεύοι, πλὴν ἐπὶ μόνων τῶν Βανδήλων. 3. Ὅτι ὁ Αὔγουστος ὁ τοῦ Ὀρέστου υἱὸς ἀκούσας Ζήνωνα πάλιν τὴν βασιλείαν ἀνακεκτῆσθαι τῆς ἕω τὸν Βασιλίσκον ἐλάσαντα, ἠνάγκασε τὴν βουλὴν ἀποστεῖλαι πρεσβείαν Ζήνωνι σημαίνουσαν, ὡς ἰδίας μὲν αὐτοῖς βασιλείας οὐ δέοι, κοινὸς δὲ ἀποχρήσει μόνος ὢν αὐτοκράτωρ ἐπ' ἀμφοτέροις τοῖς πέρασι. τὸν μέντοι Ὁδόαχον ὑπ' αὐτῶν προβεβλῆσθαι ἱκανὸν ὄντα σώζειν τὰ 571 παρ' αὐτοῖς πράγματα, πολιτικὴν ἔχοντα σύνεσιν ὁμοῦ καὶ μάχιμον· καὶ δεῖσθαι τοῦ Ζήνωνος πατρικίου τε αὐτῷ ἀποστεῖλαι ἀξίαν καὶ τὴν τῶν Ἰταλῶν τούτῳ ἐφεῖναι διοίκησιν. ἀφικνοῦνται δὴ ἄνδρες τῆς βουλῆς τῆς ἐν Ῥώμῃ τούτους εἰς Βυζάντιον κομίζοντες τοὺς λόγους, καὶ ταῖς αὐταῖς ἡμέραις ἐκ τοῦ Νέπωτος ἄγγελοι τῶν τε γεγενημένων συνησθησόμενοι τῷ Ζήνωνι καὶ δεόμενοι ἅμα ταῖς ἴσαις τῷ Νέπωτι συμφοραῖς χρησαμένῳ συσπουδάσαι προθύμως τῆς βασιλείας ἀνάκτησιν, χρήματά τε καὶ στρατὸν ἐπὶ ταῦτα διδόντα καὶ τοῖς ἄλλοις, οἷς δέοι, συνεκπονοῦντα τὴν κάθοδον. ταῦτά τε τοὺς λέξοντας ὁ Νέπως ἀπέστελλεν. Ζήνων δὲ τοῖς ἥκουσι τοῖς μὲν ἀπὸ τῆς βουλῆς ἀπεκρίνατο ταῦτα, ὡς δύο ἐκ τῆς ἕω βασιλέας λαβόντες τὸν μὲν ἐξεληλάκασιν, Ἀνθέμιον δὲ ἀπέκτειναν· καὶ νῦν τὸ ποιητέον αὐτοὺς ἔφη γινώσκειν· οὐ γὰρ ἂν βασιλέως ἔτι ὄντος ἑτέραν ἡγήσεσθαι γνώμην ἢ κατιόντα προσδέχεσθαι· τοῖς δὲ ἐκ τοῦ βαρβάρου ὅτι καλῶς πράξοι παρὰ τοῦ βασιλέως Νέπωτος τὴν ἀξίαν τοῦ πατρικίου δεξάμενος Ὁδόαχος· ἐκπέμψειν γὰρ αὐτόν, εἰ μὴ Νέπως ἐπεφθάκει. ἐπαινεῖν δὲ ὡς ἀρχὴν ἐπιδέδεικται ταύτην τοῦ τὸν κόσμον φυλάττειν τὸν τοῖς Ῥωμαίοις προσήκοντα, καὶ πιστεύειν ἐντεῦθεν ὡς καὶ τὸν βασιλέα τὸν ταῦτα τιμήσαντα καταδέξοιτο θᾶττον, εἰ ποιεῖν θέλοι τὰ δίκαια. καὶ βασίλειον γράμμα περὶ ὧν ἠβούλετο πέμπων τῷ Ὁδοάχῳ πατρίκιον ἐν τούτῳ τῷ γράμματι ἐπωνόμασε. ταῦτα δὲ συνεσπούδαζε τῷ Νέπωτι ὁ Ζήνων ἐκ τῶν ἑαυτοῦ κακῶν τὰ ἐκείνου οἰκτείρων καὶ τό γε κοινὸν τῆς τύχης εἰς ὑπόθεσιν ἔχων τῷ δυστυχοῦντι συνάχθεσθαι. ἅμα δὲ καὶ Βηρίνα συνεπώτρυνε τοῦτον τῇ Νέπωτος γυναικὶ συγγενεῖ οὔσῃ συσπεύδουσα. 4. Ὅτι ἐν τῷ ἑξῆς ἔτει ἐπὶ Ζήνωνος πρέσβεις ἦλθον ἐκ Θρᾴκης τῶν ὑποσπόνδων Γότθων, οὓς δὴ καὶ φοιδεράτους οἱ Ῥωμαῖοι καλοῦσιν, ἀξιοῦντες Ζήνωνα Θευδερίχῳ σπείσασθαι τῷ παιδὶ Τριαρίου ἥσυχον ἐθέλοντι διεξάγειν τὸν βίον καὶ μηδένα πόλεμον τοῖς κοινοῖς αἴρεσθαι πράγμασιν. ἠξίουν δὲ καὶ σκοπεῖν ὅσα πολέμιος ὢν κατέβλαψε. Ῥωμαίους, καὶ
270
ὅσα Θευδέριχος ὁ τοῦ Βαλαμείρου παῖς στρατηγὸς ὢν καὶ φίλος ταῖς πόλεσιν ἐλυμήνατο, καὶ 572 μὴ νῦν ἀπεχθείας παλαιὰς ὁρᾶν μᾶλλον ἢ ὅπως τι τῷ κοινῷ γένοιτο πάντως ὠφέλιμον. εὐθὺς οὖν ὁ βασιλεὺς τὴν βουλὴν συγκαλέσας γνώμην αὐτοῖς προύθηκεν, ὅ τι δέοι ποιῆσαι. οἱ δὲ ἀμφοτέροις μὲν οὐκ ἔφασαν ἱκανὸν τὸ δημόσιον εἶναι συντάξεις τε καὶ μισθὸν ἐπαρκέσαι προχείρως, ὁπότε γε μηδὲ αὐτοῖς μόνοις τοῖς στρατιώταις ἀμέμπτους ὑποτελεῖν τὰς χορηγίας δυνάμεθα. ὁπότερον δὲ αὐτῶν δεῖ φίλον προελέσθαι, τούτου κύριον αὐτὸν τὸν βασιλέα καθίστασαν. ὁ δὲ ἐπὶ τὴν αὐλὴν τούς τε κατὰ τὴν πόλιν στρατιώτας καλέσας καὶ τὰς σχολὰς ἁπάσας, ἀναβὰς ἐπὶ βῆμα πολλὰ τοῦ Θευδερίχου κατηγόρει, ἐν τούτοις ὅπως τε τοῖς Ῥωμαίοις ἐχθρὸς ἄνωθεν εἴη, καὶ ὡς ἐλυμήνατο τοῖς τὴν Θρᾴκην οἰκοῦσι χεῖράς τε ἀποτέμνων ἅμα τῷ Ἁρματίῳ καὶ τὸ γεωργοῦν ἅπαν ποιήσας ἀνάστατον· ὅπως τε τυραννίδα πάλιν ἐπὶ τοῖς κοινοῖς τὴν Βασιλίσκου ἐπήγειρε καὶ ὡς τοὺς στρατιώτας ἐκεῖνον ἀνέπεισεν ἐκποδὼν ποιήσασθαι, ὡς τῶν Γότθων ἀρκούντων. καὶ νῦν δὲ πρεσβεύεσθαι οὐκ εἰρήνης γε μᾶλλον ἢ στρατηγίας δεόμενον. ἣν οὖν ἔχετε γνώμην καὶ ὑμεῖς περὶ τούτων, ταύτην, ἔφη, παρ' ὑμῶν ἀκοῦσαι βουλόμενος νυνὶ παρεκάλεσα, εἰδὼς τῶν βασιλέων τούτους ἀσφαλῶς πράττειν, οἳ ἂν τὰ βουλεύματα τοῖς στρατιώταις κοινώσουσιν. οἱ δὲ ἧς κατέτεινε κατηγορίας ἀκούσαντες καὶ ἐκ ταύτης διδαχθέντες ὃ χρῆν ἀποκρίνασθαι πάντες ἀνεβόησαν ἐχθρὸν εἶναι Ῥωμαίοις Θευδέριχον καὶ πάντας, εἴ τις ἐκείνῳ συνέστηκεν. οὐ μέντοι τοῖς πρέσβεσι ταύτην εὐθὺς ἔδωκεν ἀπόκρισιν ὁ Ζήνων, ἀλλ' ἐπεῖχεν, ἕως τι πλέον ἀκούσει τῶν ἔξωθεν. ἐν τούτῳ δὲ γράφοντες τὰ ἔνδον γινόμενα τῶν ἐν τῇ πόλει τινὲς τῷ Θευδερίχῳ ἑάλωσαν, Ἄνθιμός τε ἰατρὸς καὶ Μαρκελλῖνος καὶ Στέφανος, καὶ οὐ μόνον ἑαυτῶν ἐπιστολὰς ἔπεμπον, ἀλλὰ καὶ τῶν ἐν τέλει πλαττόμενοι γράμματα ἐκείνῳ ἐπέστελλον θαρσύνειν βουλόμενοι, ὡς ἱκανοὺς ἔχοντα τοὺς συμπράττοντας ἔνδον. καὶ τρεῖς τῶν ἀπὸ βουλῆς, τοῦ μαγίστρου παρόντος, ἐξετάσαντες ταῦτα καὶ πληγὰς τὰ σώματα πολλὰς ἐπιθέμενοι φυγὴν εἰς ἅπαξ ἐπέθηκαν. δῆθεν γὰρ ἀπέχεσθαι θανάτου καὶ σφαγῶν δοκεῖν ὁ Ζήνων ἐβούλετο. 5. Ὅτι τῷ αὐτῷ ἔτει πρέσβεις ἐκ Καρχηδόνος ἐς Βυζάντιον ἦλθον, οὓς Ἀλέξανδρος ἦγεν ὁ τῆς Ὀλυβρίου γυναικὸς ἐπίτροπος· 573 ὃς ἐτύγχανε πεμφθεὶς ὑπὸ Ζήνωνος πάλαι, συνθελούσης καὶ αὐτῆς τοῦτο τῆς Πλακιδίας. ἔλεγον δὲ οἱ πρέσβεις ὅτι Ὀνώριχος φίλος τε τῷ βασιλεῖ καθεστήκοι ἀδόλως καὶ στέργοι τὰ Ῥωμαίων, καὶ ἀφίησι πάντα, ἃ πρόσθεν ἐνεκάλει περί τε τῶν προσόδων καὶ τῶν ἄλλων χρημάτων, ἃ τῆς αὐτοῦ γυναικὸς προειλήφει ὁ Λέων, καὶ ὅσα τῶν ἐμπόρων τῶν ἐκ τῆς Καρχηδόνος ἄρτι καθισταμένου τοῦ πολέμου ἐλήφθη, καὶ εἴ τι ἄλλο πάλαι ὁ πατὴρ πρὸς Ῥωμαίους ὁπωσοῦν ἔσχεν αἰτίαν· τήν τε εἰρήνην ἔχειν ἀξιοίη βεβαίαν, καὶ μηδὲν εἶναι λοιπὸν τοῖς Ῥωμαίοις ὕποπτος τῷ μὴ οὐχὶ γνησίως τὰς σπονδὰς ἐμπεδώσειν καὶ ὅσα ἤδη συνέκειτο. εἰδέναι γὰρ χάριν, ὅτι τὴν Ὀλυβρίου τετιμήκοι γυναῖκα· καὶ ταῦτα πυθόμενος πάντα ἕτοιμος ἦν βασιλεῖ πράττειν ἃ βούλοιτο. ἦν δὲ τοῦτο πρόσχημα εὐπρεπὲς τῷ λόγῳ, ἐπεὶ τό γε ἀληθὲς πᾶσαν ἐδεδοίκεσαν ὑποψίαν πολέμου, καὶ μετὰ τὸν θάνατον Γινζιρίχου πεσόντες ἐς πᾶσαν μαλακίαν οὔτε τὴν αὐτὴν ῥώμην ἐς πράγματα ἔσχον οὔτε τὰς αὐτὰς ἔτι συνεῖχον παρασκευάς, ἃς ἐκεῖνος πρὸς πᾶσαν πρᾶξιν εἶχεν ἐφόρμους, ὡς θᾶττον ἀεὶ πράττειν ἢ ὡς ἂν ἄλλοι βουλεύσαιντο. δεξάμενος δὲ αὐτοὺς φιλοφρόνως ὁ Ζήνων τιμῆς μὲν ἠξίωσε δεούσης τοὺς πρέσβεις, καὶ δώροις ἀπέπεμψε τοῖς πρέπουσι κοσμήσας, Ἀλέξανδρον δὲ ποιεῖ τῶν πριβάτων κόμητα. 6. Ὅτι συνθήκας πρὸς ἀλλήλους ποιησάμενοι Θευδέριχος καὶ ὁ Τριαρίου οἱ Γότθοι μὴ πολεμεῖν ἀλλήλοις πέμπουσιν ἄμφω πρέσβεις ἐπὶ τὸ Βυζάντιον, ὁ μὲν τοῦ Βαλαμείρου τῷ βασιλεῖ ἐγκαλῶν ὅτι προδεδομένος ὑπ' ἐκείνου τυγχάνει, καὶ ὡς τῶν συντεθέντων οὐδὲν εὑρὼν ἀληθὲς Θευδερίχῳ συμβαίη, αἰτῶν δὲ χώραν αὐτῷ, ἐν ᾗ μένοι, δοθῆναι καὶ σῖτον, ὅστις αὐτῷ καὶ μέχρι καρποῦ τὸν στρατὸν ἐξαρκέσει διάγειν, καὶ τοὺς προαγωγέας τῶν λημμάτων τῆς ἀρχῆς, οὓς δομεστίκους καλοῦσι Ῥωμαῖοι, ἐκπέμπειν ὡς τάχιστα, λόγον διδόντας ὧν ἔλαβον· ἢ μὴ ταῦτα ποιουμένων πρὸς αὐτὸν τῶν Ῥωμαίων οὐ δυνήσεσθαι αὐτὸς πολὺν ὄχλον κατέχειν τοῦ μὴ ὅθεν δύναιντο δι' ἁρπαγῆς ἑαυτοῖς ἐπανορθοῦσθαι τὴν ἔνδειαν. ταῦτα μὲν ὁ ἕτερος Θευδέριχος ἔλεγεν· ὁ μέντοι Τριαρίου τά τε ἐπὶ Λέοντος συντεθέντα ἠξίου αὐτῷ πάντως γενέσθαι, καὶ τῶν προτέρων χρόνων τὰς συντάξεις λαμβάνειν, τούς τε κηδεστὰς αὐτῷ ζῶντας ἀποδοθῆναι· εἰ δὲ καὶ ἄρα τεθνήκασι, τὸν 574 Ἰλλοῦν
271
περὶ τούτων ἐπομόσαι καὶ ἄλλους, οἷς αὐτὸς ἐπὶ τούτῳ τῶν Ἰσαύρων πιστεύει. Ζήνων δὲ πυθόμενος πρὸς μὲν τὸν Βαλαμείρου ἀπεκρίνατο, ὅτι αὐτὸς εἴη προδότης καὶ πάντα ἐναντία οἷς ὑπέσχετο δράσας, ὅστις διαπολεμεῖν ὑποσχόμενος μόνος εἶτα καὶ βοήθειαν προσκαλέσηται ἄλλην, πάλιν δὲ τὴν δύναμιν τῶν Ῥωμαίων καλέσας κρύφα πρὸς Θευδέριχον πράττει περὶ φιλίας· οὗ δὴ καὶ αἰσθόμενον τὸν στρατηγὸν τῆς Θρᾴκης καὶ τοὺς ἄλλους, ὁπόσοι τὰ Ῥωμαίων φρονοῦσι, μήτε ἀπηντηκέναι μήτε συμβάλλειν αὐτῷ τὰς δυνάμεις θαρσῆσαι φοβουμένους ἐνέδραν. νῦν τε, εἰ θελήσαι πρὸς αὐτὸν πολεμῆσαι, ἐπαγγέλλεσθαι αὐτῷ ταῦτα δώσειν νικῶντι, χρυσίου λίτρας χιλίας, μυριάδας δʹ ἀργυρίου, πρόσοδόν τε πρὸς τούτοις νομισμάτων μυρίων· καὶ γάμον αὐτῷ δώσειν τῆς Ὀλυβρίου παιδὸς ἢ ἄλλης τῶν ἐνδόξων γυναικῶν ἐν τῇ πόλει. ταῦτά τε ἅμα λέγων τῶν τε ἀποσταλέντων παρ' αὐτοῦ τοὺς πλείονας ἀξίαις ἐτίμησε καὶ πρέσβεις ἀπέστειλε πρῶτον μὲν Φιλόξενον, εἶτα Ἰουλιανόν, εἴ πως ἄρα δύναιντο μεταπεῖσαι ξυρραγῆναι ἐκείνῳ. ὡς δὲ οὐδὲν ἔπειθεν, πέμψας τοὺς στρατιώτας ἐς τὸν πόλεμον ὥρμα καὶ παρεκάλει θαρσεῖν ὡς αὐτὸς ἐκστρατεύσων καὶ κοινῇ σὺν ἐκείνοις ὅ τι ἂν δέοι πεισόμενος. οἱ δὲ ὡς ἐπήκουσαν ὅτι αὐτὸς βασιλεὺς ἐξάγειν ἐθέλοι, οὕτως ἕκαστος αὐτῶν ἠπείγετο ἑαυτὸν ἐπιδεῖξαι βασιλεῖ πολλοῦ ἄξιον ὄντα, ὥστε καὶ οἱ πρότερον τοῖς ἡγεμόσιν αὐτῶν ἐφ' ᾧ μὴ στρατεύοιντο ἀργύριον διδόντες πάλιν εἰς τὸ μετέχειν τῆς ἐξόδου παρεῖχον. καὶ πάντες ἀνθήπτοντο τοῦ πολέμου ὀργῶντες, καὶ τούς τε κατασκόπους τοὺς παρὰ Θευδερίχου πεμφθέντας ἐζώγρησαν, καὶ τῆς τοῦ Βαλαμείρου φυλακῆς μοῖραν ἐλθοῦσαν ἐπὶ τὸ Μακρὸν τεῖχος οἱ ἐκεῖ φυλάττοντες διαπρεπῶς ἀπεκρούσαντο. ἐπεὶ δὲ εἰς τὴν αὐτοῦ φερόμενος ὁ Ζήνων ἀνεχώρησε φύσιν καὶ ὑπὸ τῆς συμφύτου ἀπεσβέσθη δειλίας, ἐνταῦθα ὀργίζονται καὶ χαλεπῶς ἔφερον κατὰ συστάσεις τε γινόμενοι ἐμέμφοντο ἀλλήλους τῆς ὅλης ἀτολμίας, εἰ χεῖράς τε ἔχοντες καὶ βαστάζοντες ὅπλα μαλακίας τοιαύτης ἀκούειν ἀνέχονται, δι' ἧς πόλεις ἅπασαι καὶ ἡ πᾶσα Ῥωμαίων ἰσχὺς ἐξαπόλωλε, πάντων ἐπ' ἐξουσίας περικοπτόντων ἃ βούλοιντο. τοῦτον ὁ Μαρτινιανὸς συναισθόμενος τὸν θροῦν πέμπει Ζήνωνι λέγων ὅτι δεῖ τὸ στρατόπεδον ὡς τάχιστα διαλύειν, μή τι καὶ νεώτερον συνεστη 575 κότες ἐργάσωνται. πέμψας οὖν ἐκέλευεν ἀπιέναι ἑκάστους ἐπὶ τὰ χειμάδια, ὡς πρὸς τὸν Θευδέριχον ἐσομένης εἰρήνης. οἳ τὸν χάρακα ἔλυσαν· καὶ ἀπῆλθον οἱ πλείους τῇ διαλύσει ἀχθόμενοι, καὶ ὅτι θᾶττον αὐτοῖς χωρισθῆναι συνέβη, πρὶν ἄνδρα σκεψαμένους τοῖς κοινοῖς ἐπιστῆσαι, ὃς τῆς παρούσης λύμης ἀνακτᾶσθαι τὴν πολιτείαν ὁπωσοῦν δυνήσεται. Τέλος τῆς ἱστορίας Μάλχου. Περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Πρίσκου ῥήτορος. 1. Ὅτι τῶν Σκυθῶν κατὰ τὸν τῆς πανηγύρεως καιρὸν καταστρατηγησάντων Ῥωμαίους καὶ πολλοὺς ἀνελόντων, οἱ Ῥωμαῖοι ἐπέστελλον πρὸς τοὺς Σκύθας ἐν αἰτίᾳ σφᾶς ποιούμενοι τῆς τοῦ φρουρίου αἱρέσεως ἕνεκεν καὶ τῆς τῶν σπονδῶν ὀλιγωρίας. οἱ δὲ ἀπεκρίναντο ὡς οὐκ ἀρξάμενοι ἀλλ' ἀμυνόμενοι ταῦτα δράσειαν· τὸν γὰρ τῆς Μάργου ἐπίσκοπον εἰς τὴν αὐτῶν διαβεβηκότα γῆν καὶ διερευνησάμενον τὰς παρὰ σφίσι βασιλείους θήκας σεσυληκέναι τοὺς ἀποκειμένους θησαυρούς· καὶ εἰ μὴ τοῦτον ἐκδοῖεν, ἐκδοῖεν δὲ καὶ τοὺς φυγάδας κατὰ τὰ ὑποκείμενα (εἶναι γὰρ παρὰ Ῥωμαίοις πλείστους) τὸν πόλεμον ἐπάξειν. Ῥωμαίων δὲ τὴν αἰτίαν οὐκ ἀληθῆ φαμένων εἶναι, ἐν τοῖς σφετέροις λόγοις τὸ πιστὸν οἱ βάρβαροι θέμενοι κρίσεως μὲν τῶν ἀμφιβόλων κατωλιγώρουν, πρὸς πόλεμον δὲ ἐτράπησαν, καὶ περαιωθέντες τὸν Ἴστρον πόλεις καὶ φρούρια πλεῖστα ἐπὶ τῷ ποταμῷ ἐκάκωσαν. ἐν οἷς καὶ τὸ Βιμινάκιον εἷλον· πόλις δὲ αὕτη τῶν ἐν Ἰλλυριοῖς Μυσῶν. ὧν γινομένων, καί τινων λογοποιούντων ὡς ὁ τῆς Μάργου ἐπίσκοπος ἐκδοθείη, ὥστε μὴ ἑνὸς ἀνδρὸς πέρι τῷ παντὶ Ῥωμαίων τὸν ἐκ τοῦ πολέμου ἐπαχθῆναι κίνδυνον, ὑποτοπήσας ὁ ἄνθρωπος ἐκδοθήσεσθαι, λαθὼν τοὺς ἐν τῷ ἄστει πρὸς τοὺς πολε 576 μίους παραγίνεται καὶ αὐτοῖς παραδώσειν ὑπισχνεῖται τὴν πόλιν, εἴ γε ἐπιεικές τι οἱ τῶν Σκυθῶν βουλεύσαιντο βασιλεῖς. οἱ δὲ ἔφασαν πάντα ποιήσειν τὰ ἀγαθά, εἰ τὴν αὐτοῦ ἄγοι ἐς ἔργον ὑπόσχεσιν· δεξιῶν τε καὶ ὅρκων ἐπὶ τοῖς εἰρημένοις δοθέντων, μετὰ βαρβαρικῆς πολυπληθίας ἐς τὴν Ῥωμαϊκὴν ἐπάνεισι γῆν καὶ ταύτην προλοχίσας ἀντικρὺ τῆς ὄχθης νυκτὸς
272
διανίστησιν ἐκ συνθήματος καὶ ὑπὸ τοῖς ἀντιπάλοις τὴν πόλιν ποιεῖ. δῃωθείσης δὲ τῆς Μάργου τὸν τρόπον τοῦτον, ἐπὶ μεῖζον ηὐξήθη τὰ τῶν βαρβάρων πράγματα. 2. Ὅτι ἐπὶ Θεοδοσίου τοῦ μικροῦ βασιλέως Ἀττήλας ὁ τῶν Οὔννων βασιλεὺς τὸν οἰκεῖον στρατὸν ἀγείρας γράμματα στέλλει παρὰ τὸν βασιλέα τῶν τε φυγάδων καὶ τῶν φόρων πέρι, ὅσοι προφάσει τοῦδε τοῦ πολέμου οὐκ ἐδέδοντο, τὴν ταχίστην οἱ ἐκπέμπεσθαι παρακελευόμενος· συντάξεως δὲ ἕνεκα † μέλλοντος φόρου παρ' αὐτὸν πρέσβεις τοὺς διαλεξομένους ἀφικνεῖσθαι, ὡς, εἰ μελλήσειαν ἢ πρὸς πόλεμον ὁρμήσειαν, οὐδὲ αὐτὸν ἔτι ἐθέλοντα τὸ Σκυθικὸν ἐφέξειν πλῆθος. ταῦτα ἀναγνόντες οἱ ἀμφὶ τὰ βασίλεια οὐδαμῶς τοὺς παρὰ σφᾶς καταφυγόντας ἐκδώσειν ἔφασαν, ἀλλὰ σὺν ἐκείνοις τὸν πόλεμον ὑποστήσεσθαι, πέμψειν δὲ πρέσβεις τοὺς τὰ διάφορα λύσοντας. ὡς δὲ τῷ Ἀττήλᾳ τὰ δεδογμένα Ῥωμαίοις ἠγγέλλετο, ἐν ὀργῇ τὸ πρᾶγμα ποιούμενος τὴν Ῥωμαϊκὴν ἐδῄου γῆν, καὶ φρούριά τινα καθελὼν τῇ Ῥατιαρίᾳ προσέβαλε μεγίστῃ καὶ πολυανθρώπῳ. 3. Ὅτι μετὰ τὴν ἐν Χερρονήσῳ μάχην Ῥωμαίων πρὸς Οὔννους ἐγίνοντο καὶ αἱ συμβάσεις, Ἀνατολίου πρεσβευσαμένου. καὶ ἐπὶ τοῖσδε ἐσπένδοντο, ὅπως ἐκδοθεῖεν μὲν τοῖς Οὔννοις οἱ φυγάδες, καὶ ἓξ χιλιάδες χρυσίου λιτρῶν ὑπὲρ τῶν πάλαι συντάξεων δοθεῖεν αὐτοῖς· φόρον δὲ ἔτους ἑκάστου δισχιλίας καὶ ἑκατὸν λίτρας χρυσοῦ σφίσι τεταγμένον εἶναι· ὑπὲρ δὲ αἰχμαλώτου Ῥωμαίου φεύγοντος καὶ ἐς τὴν σφετέραν γῆν ἄνευ λύτρων διαβαίνοντος δώδεκα χρυσοῦς εἶναι ἀποτίμησιν, μὴ καταβάλλοντας δὲ τοὺς ὑποδεχομένους ἐκδιδόναι τὸν φεύγοντα· μηδένα δὲ βάρβαρον Ῥωμαίους κατὰ σφᾶς φεύγοντα δέχεσθαι. ταύτας προσεποιοῦντο 577 μὲν ἐθελονταὶ Ῥωμαῖοι τὰς συνθήκας τίθεσθαι· ἀνάγκῃ δὲ ὑπερβάλλοντι δέει, ὅπερ κατεῖχε τοὺς σφῶν ἄρχοντας, πᾶν ἐπίταγμα καίπερ ὂν χαλεπὸν τυχεῖν τῆς εἰρήνης ἐσπουδακότες ἠσμένιζον, καὶ τὴν τῶν φόρων σύνταξιν βαρυτάτην οὖσαν προσίεντο, τῶν χρημάτων αὐτοῖς καὶ τῶν βασιλικῶν θησαυρῶν οὐκ εἰς δέον ἐκδεδαπανημένων, ἀλλὰ περὶ θέας ἀτόπους καὶ φιλοτιμίας οὐκ εὐλόγους καὶ ἡδονὰς καὶ δαπάνας ἀνειμένας, ἃς οὐδεὶς τῶν εὖ φρονούντων οὐδὲ ἐν εὐπραγίαις ὑποσταίη, μήτι γε δὴ οἱ τῶν ὅπλων ὀλιγωρήσαντες, ὥστε μὴ μόνον Σκύθαις, ἀλλὰ γὰρ καὶ τοῖς λοιποῖς βαρβάροις τοῖς παροικοῦσι τὴν Ῥωμαίων ὑπακούειν ἐς φόρου ἀπαγωγήν. τούτων τῶν συντάξεων καὶ τῶν χρημάτων πέρι, ἅπερ ἔδει τοῖς Οὔννοις ἐκπέμπεσθαι, συνεισφέρειν πάντας ἠνάγκασαν δασμὸν εἰσπραττομένους καὶ τοὺς κατὰ χρόνον τινὰ τὴν βαρυτάτην κουφισθέντας τῆς γῆς ἀποτίμησιν εἴτε δικαστῶν κρίσει εἴτε βασιλέων φιλοτιμίαις. συνεισέφερον δὲ ῥητὸν χρυσίον καὶ οἱ ἐν τῇ γερουσίᾳ ἀναγεγραμμένοι ὑπὲρ τῆς σφῶν αὐτῶν ἀξίας. καὶ ἦν πολλοῖς ἡ λαμπρὰ τύχη βίου μεταβολή· ἐσεπράττοντο γὰρ μετὰ αἰκισμῶν ἅπερ ἕκαστον ἀπεγράψαντο οἱ παρὰ βασιλέως τοῦτο ποιεῖν ἐπιτεταγμένοι, ὥστε τὸν κόσμον τῶν γυναικῶν καὶ τὰ ἔπιπλα τοὺς πάλαι εὐδαίμονας προτιθέναι ἐν ἀγορᾷ. τοῦτο μὲν μετὰ τὸν πόλεμον τὸ κακὸν Ῥωμαίους ἐδέξατο, ὥστε πολλοὺς ἢ ἀποκαρτερήσαντας ἢ βρόχον ἁψαμένους τὸν βίον ἀπολιπεῖν. τότε δὲ ἐκ τοῦ παραχρῆμα τῶν θησαυρῶν ἐξαντληθέντων, τό τε χρυσίον καὶ οἱ φυγάδες ἐπέμποντο, Σκόττα ἐπὶ ταύτην τὴν πρᾶξιν ἀφιγμένου· ὧν πλείστους Ῥωμαῖοι ἀπέκτειναν ἀπειθοῦντας πρὸς τὴν ἔκδοσιν, ἐν οἷς καὶ τῶν βασιλικῶν ὑπῆρχον Σκυθῶν, οἳ ὑπὸ Ἀττήλᾳ τάττεσθαι ἀνηνάμενοι παρὰ Ῥωμαίους ἀφίκοντο. τοῖς δὲ αὑτοῦ ὁ Ἀττήλας προστιθεὶς ἐπιτάγμασι καὶ Ἀσημουντίους ἐκέλευσεν ἐκδιδόναι ὅσους αἰχμαλώτους ὑπῆρχον ἔχοντες εἴτε Ῥωμαίους εἴτε βαρβάρους. Ἀσημοῦς δέ ἐστι φρούριον καρτερόν, οὐ πολὺ μὲν ἀπέχον τῆς Ἰλλυρίδος, τῷ δὲ Θρᾳκίῳ προσκείμενον μέρει· ὅπερ οἱ ἐνοικοῦντες ἄνδρες πολλὰ δεινὰ τοὺς ἐχθροὺς εἰργάσαντο, οὐκ ἀπὸ τειχῶν ἀμυνόμενοι, ἀλλ' ἔξω τῆς τάφρου μάχας ὑφιστάμενοι πρός τε ἄπειρον πλῆθος καὶ στρατηγοὺς μέγιστον παρὰ Σκύθαις ἔχοντας κλέος, ὥστε τοὺς μὲν Οὔννους ἀπορρεύσαντας τοῦ φρουρίου 578 ὑπαναχωρῆσαι, τοὺς δὲ ἐπεκτρέχοντας καὶ περαιτέρω τῶν οἰκείων γινομένους, ἡνίκα ἀπήγγελλον αὐτοῖς οἱ σκοποὶ διιέναι τοὺς πολεμίους λείαν Ῥωμαϊκὴν ἀπάγοντας, ἀδοκήτοις τε ἐμπίπτειν καὶ σφέτερα τὰ ἐκείνων ποιεῖσθαι λάφυρα, πλήθει μὲν λειπομένους τῶν ἀντιπολεμούντων, ἀρετῇ δὲ καὶ ῥώμῃ διαφέροντας. πλείστους τοίνυν οἱ Ἀσημούντιοι ἐν τῷδε τῷ πολέμῳ Σκύθας μὲν ἀπέκτειναν, Ῥωμαίους δὲ ἠλευθέρωσαν, τοὺς δὲ καὶ ἀποδράσαντας τῶν ἐναντίων ἐδέξαντο. οὐκ ἀπάγειν οὖν ἔφη ὁ Ἀττήλας τὸν στρατὸν
273
οὐδὲ ἐπικυροῦν τὰς τῆς εἰρήνης συνθήκας, εἰ μὴ ἐκδοθεῖεν οἱ παρ' ἐκείνους καταφυγόντες Ῥωμαῖοι ἢ καὶ ὑπὲρ αὐτῶν δοθεῖεν ἀποτιμήσεις, ἀφεθείησαν δὲ καὶ οἱ παρὰ Ἀσημουντίων ἀπαχθέντες αἰχμάλωτοι βάρβαροι. ἀντιλέγειν δὲ αὐτῷ ὡς οὐχ οἷός τε ἦν οὔτε Ἀνατόλιος πρεσβευόμενος οὔτε Θεόδουλος ὁ τῶν στρατιωτικῶν κατὰ τὸ Θρᾴκιον ταγμάτων ἡγούμενος, (οὔτε γὰρ ἔπειθον οὔτε τὰ εὔλογα προτείνοντες, τοῦ μὲν βαρβάρου τεθαρρηκότος καὶ προχείρως ἐς τὰ ὅπλα ὁρμῶντος, αὐτῶν δὲ κατεπτηχότων διὰ τὰ προϋπάρξαντα) γράμματα παρὰ τοὺς Ἀσημουντίους ἔστελλον ἢ ἐκδιδόναι τοὺς παρ' αὐτοὺς καταφυγόντας αἰχμαλώτους Ῥωμαίους, ἢ ὑπὲρ ἑκάστου δώδεκα τιθέναι χρυσοῦς, διαφεθῆναι δὲ καὶ τοὺς αἰχμαλώτους Οὔννους. οἱ δὲ τὰ αὐτοῖς ἐπεσταλμένα ἀναγνόντες ἔφασαν τοὺς μὲν παρ' αὐτοὺς καταφυγόντας Ῥωμαίους ἀφεῖναι ἐπ' ἐλευθερίᾳ, Σκύθας δὲ ὅσους αἰχμαλώτους ἔλαβον ἀνῃρηκέναι, δύο δὲ συλλαβόντας ἔχειν διὰ τὸ καὶ τοὺς πολεμίους μετὰ τὴν γενομένην ἐπὶ χρόνον πολιορκίαν ἐξ ἐνέδρας ἐπιθεμένους τῶν πρὸ τοῦ φρουρίου νεμόντων παίδων ἁρπάσαι τινάς, οὓς εἰ μὴ ἀπολάβοιεν, οὐδὲ σφᾶς τοὺς νόμῳ πολέμου κτηθέντας ἀποδώσειν. ταῦτα ἀπαγγειλάντων τῶν παρὰ τοὺς Ἀσημουντίους ἀφιγμένων, τῷ τε Σκυθῶν βασιλεῖ καὶ τοῖς Ῥωμαίοις ἄρχουσιν ἐδόκει μὲν ἀναζητεῖσθαι οὓς οἱ Ἀσημούντιοι ἔφασαν ἡρπάσθαι παῖδας, οὐδενὸς δὲ φανέντος, οἱ παρὰ τοῖς Ἀσημουντίοις βάρβαροι ἀπεδόθησαν, πίστεις τῶν Σκυθῶν δόντων ὡς παρ' αὐτοῖς οἱ παῖδες οὐκ εἴησαν. ἐπωμνύοντο δὲ καὶ οἱ Ἀσημούντιοι, ὡς οἱ παρὰ σφᾶς καταφυγόντες Ῥωμαῖοι ἐπ' ἐλευθερίᾳ ἀφείθησαν. ὤμνυον δέ, καίπερ παρὰ σφίσιν ὄντων Ῥωμαίων· οὐ γὰρ ἐπίορκον ᾤοντο ὅρκον ὀμνύναι ἐπὶ σωτηρίᾳ τῶν ἐκ τοῦ σφετέρου γένους ἀνδρῶν. 4. Ὅτι γενομένων τῶν σπονδῶν Ἀττήλας αὖθις παρὰ τοὺς ἑῴους ἔπεμψε πρέσβεις φυγάδας αἰτῶν. οἱ δὲ τοὺς πρεσβευομένους δεξάμενοι καὶ πλείστοις δώροις θεραπεύσαντες ἀπέπεμψαν φυγάδας μὴ ἔχειν φήσαντες. ὁ δὲ πάλιν ἑτέρους ἔπεμψεν. χρηματισαμένων δὲ καὶ αὐτῶν, τρίτη παρεγένετο πρεσβεία, καὶ τετάρτη μετ' αὐτήν. ὁ γὰρ βάρβαρος ἐς τὴν Ῥωμαίων ἀφορῶν φιλοτιμίαν, ἣν ἐποιοῦντο εὐλαβείᾳ τοῦ μὴ παραβαθῆναι τὰς σπονδάς, ὅσους τῶν ἐπιτηδείων εὖ ποιεῖν ἐβούλετο ἔπεμπε παρ' αὐτούς, αἰτίας τε ἀναπλάττων καὶ προφάσεις ἐφευρίσκων κενάς. οἱ δὲ παντὶ ὑπήκουον ἐπιτάγματι καὶ δεσπότου ἡγοῦντο τὸ πρόσταγμα, ὅπερ ἂν ἐκεῖνος παρεκελεύσατο. οὐ γὰρ μόνον τὸν πρὸς αὐτὸν ἀνελέσθαι πόλεμον εὐλαβοῦντο, ἀλλὰ καὶ Παρθυαίους ἐν παρασκευῇ τυγχάνοντας ἐδεδίεσαν καὶ Βανδίλους τὰ κατὰ θάλασσαν ταράττοντας καὶ Ἰσαύρους πρὸς τὴν λῃστείαν διανισταμένους καὶ Σαρακηνοὺς τῆς αὐτῶν ἐπικρατείας τὴν ἕω κατατρέχοντας καὶ τὰ Αἰθιοπικὰ ἔθνη συνιστάμενα. διὸ δὴ τεταπεινωμένοι τὸν μὲν Ἀττήλαν ἐθεράπευον, πρὸς δὲ τὰ λοιπὰ ἔθνη ἐπειρῶντο παρατάττεσθαι δυνάμεις τε ἀθροίζοντες καὶ στρατηγοὺς χειροτονοῦντες. 5. Ὅτι καὶ αὖθις Ἐδέκων ἧκε πρέσβις, ἀνὴρ Σκύθης μέγιστα κατὰ πόλεμον ἔργα διαπραξάμενος, σὺν Ὀρέστῃ, ὃς τοῦ Ῥωμαϊκοῦ γένους ὢν ᾤκει τὴν πρὸς τῷ Σάῳ ποταμῷ Παιόνων χώραν τῷ βαρβάρῳ κατὰ τὰς Ἀετίου στρατηγοῦ τῶν ἑσπερίων Ῥωμαίων συνθήκας ὑπακούουσαν. οὗτος ὁ Ἐδέκων ἐς τὰ βασίλεια παρελθὼν ἀπεδίδου τὰ παρὰ Ἀττήλα γράμματα, ἐν οἷς ἐποιεῖτο τοὺς Ῥωμαίους ἐν αἰτίᾳ τῶν φυγάδων πέρι· ἀνθ' ὧν ἠπείλει ἐπὶ τὰ ὅπλα χωρεῖν, εἰ μὴ ἀποδοθεῖεν αὐτῷ καὶ ἀφέξονται Ῥωμαῖοι τὴν δοριάλωτον ἀροῦντες. εἶναι δὲ μῆκος μὲν αὐτῆς κατὰ τὸ ῥεῦμα τοῦ Ἴστρου ἀπὸ τῆς Παιόνων ἄχρι Νοβῶν τῶν Θρᾳκίων, τὸ δὲ βάθος πέντε ἡμερῶν ὁδόν· καὶ τὴν ἀγορὰν τὴν ἐν Ἰλλυριοῖς μὴ πρὸς τῇ ὄχθῃ τοῦ Ἴστρου ποταμοῦ γίνεσθαι, ὥσπερ καὶ πάλαι, ἀλλ' ἐν Ναϊσσῷ, ἣν ὅριον ὡς ἐπ' αὐτοῦ δῃωθεῖσαν τῆς Σκυθῶν καὶ Ῥωμαίων ἐτίθετο γῆς, πέντε ἡμερῶν ὁδὸν εὐζώνῳ ἀνδρὶ τοῦ Ἴστρου ἀπέχουσαν ποταμοῦ. πρέσβεις δὲ ἐκέλευσε πρὸς αὐτὸν ἀφικνεῖσθαι τοὺς περὶ τῶν ἀμφιβόλων διαλεξομένους, οὐ τῶν ἐπιτυχόντων, ἀλλὰ τῶν ὑπατικῶν ἀνδρῶν τοὺς μεγίστους· οὓς εἰ ἐκπέμπειν εὐλαβηθεῖεν, αὐτὸν δεξόμενον σφᾶς ἐς τὴν 580 Σερδικὴν διαβήσεσθαι. τούτων ἀναγνωσθέντων βασιλεῖ τῶν γραμμάτων, ὡς ὑπεξῆλθεν ὁ Ἐδέκων σὺν τῷ Βιγίλᾳ ἑρμηνεύσαντι ὅσαπερ ὁ βάρβαρος ἀπὸ στόματος ἔφρασε τῶν Ἀττήλᾳ δεδογμένων, καὶ ἐς ἑτέρους οἴκους παρεγένετο, ὥστε αὐτὸν Χρυσαφίῳ τῷ βασιλέως ὑπασπιστῇ οἷα δὴ τὰ μέγιστα δυναμένῳ ἐς ὄψιν ἐλθεῖν, ἀπεθαύμασε τὴν τῶν βασιλείων οἴκων περιφάνειαν. Βιγίλας δέ, ὡς τῷ Χρυσαφίῳ ἐς λόγους ἦλθεν ὁ βάρβαρος,
274
ἔλεγεν ἑρμηνεύων, ὡς ἐπαινοίη ὁ Ἐδέκων τὰ βασίλεια καὶ τὸν παρὰ σφίσι μακαρίζοι πλοῦτον. ὁ δὲ Χρυσάφιος ἔφασκεν ἔσεσθαι καὶ αὐτὸν οἴκων τε χρυσοστέγων καὶ πλούτου κύριον, εἴ γε περιίδοι μὲν τὰ παρὰ Σκύθαις, ἕλοιτο δὲ τὰ Ῥωμαίων. τοῦ δὲ ἀποκριναμένου ὡς τὸν ἑτέρου δεσπότου θεράποντα ἄνευ τοῦ κυρίου οὐ θέμις τοῦτο ποιεῖν, ἐπυνθάνετο ὁ εὐνοῦχος εἴ γε ἀκώλυτος αὐτῷ ἡ παρὰ τὸν Ἀττήλαν εἴη εἴσοδος καὶ δύναμιν παρὰ Σκύθαις ἔχει τινά. τοῦ δὲ ἀποκριναμένου ὡς καὶ ἐπιτήδειος εἴη τῷ Ἀττήλᾳ καὶ τὴν αὐτοῦ ἅμα τοῖς εἰς τοῦτο ἀποκεκριμένοις λογάσιν ἐμπιστεύεται φυλακήν, (ἐκ διαδοχῆς γὰρ κατὰ ῥητὰς ἡμέρας ἕκαστον αὐτῶν ἔλεγε μεθ' ὅπλων φυλάττειν τὸν Ἀττήλαν) ἔφασκεν ὁ εὐνοῦχος, εἴπερ πίστεις δέξοιτο, μέγιστα αὐτῷ ἐρεῖν ἀγαθά· δεῖσθαι δὲ σχολῆς· ταύτην δὲ αὐτῷ ὑπάρχειν, εἴ γε παρ' αὐτὸν ἐπὶ δεῖπνον ἔλθοι χωρὶς Ὀρέστου καὶ τῶν ἄλλων συμπρεσβευτῶν. ὑποσχόμενος δὲ τοῦτο ποιεῖν, ἐπὶ τὴν ἑστίασιν πρὸς τὸν εὐνοῦχον παραγενόμενος, καὶ ὑπὸ τῷ Βιγίλᾳ ἑρμηνεῖ δεξιὰς καὶ ὅρκους ἔδοσαν, ὁ μὲν εὐνοῦχος ὡς οὐκ ἐπὶ κακῷ τῷ Ἐδέκωνι, ἀλλ' ἐπὶ μεγίστοις ἀγαθοῖς τοὺς λόγους ποιήσοιτο, ὁ δὲ ὡς οὐκ ἐξείποι τὰ αὐτῷ ῥηθησόμενα, εἰ καὶ μὴ πέρατος κυρήσοι. τότε δὴ ὁ εὐνοῦχος ἔλεγε τῷ Ἐδέκωνι, εἰ διαβὰς ἐς τὴν Σκυθικὴν ἀνέλοι τὸν Ἀττήλαν καὶ παρὰ Ῥωμαίους ἥξει, ἔσεσθαι αὐτῷ βίον εὐδαίμονα καὶ πλοῦτον μέγιστον. τοῦ δὲ ὑποσχομένου καὶ φήσαντος ἐπὶ τῇ πράξει δεῖσθαι χρημάτων, οὐ πολλῶν δέ, ἀλλὰ πεντήκοντα λιτρῶν χρυσίου δοθησομένων τῷ ὑπ' αὐτὸν τελοῦντι πλήθει, ὥστε αὐτῷ τελείως συνεργῆσαι πρὸς τὴν ἐπίθεσιν, καὶ τοῦ εὐνούχου τὸ χρυσίον παραχρῆμα δώσειν ὑποσχομένου, ἔλεγεν ὁ βάρβαρος ἀποπέμπεσθαι μὲν αὐτὸν ἀπαγγελοῦντα τῷ Ἀττήλᾳ περὶ τῆς πρεσβείας, συμπέμπεσθαι δ' αὐτῷ Βιγίλαν τὴν παρὰ τοῦ Ἀττήλα ἐπὶ τοῖς φυγάσιν ἀπόκρισιν δεξόμενον. δι' αὐτοῦ 581 γὰρ περὶ τοῦ αὐτοῦ χρυσίου μηνύσειν, καὶ ὃν τρόπον τοῦτο ἐκπεμφθήσεται. ἀπεληλυθότα γάρ, ὥσπερ καὶ τοὺς ἄλλους, πολυπραγμονήσειν τὸν Ἀττήλαν, τίς τε αὐτῷ δωρεὰ καὶ ὁπόσα παρὰ Ῥωμαίων δέδοται χρήματα· μὴ οἷόν τε δὲ ταῦτα ἀποκρύπτειν διὰ τοὺς συμπορευομένους. ἔδοξε δὴ τῷ εὐνούχῳ εὖ λέγειν, καὶ τῆς γνώμης τὸν βάρβαρον ἀποδεξάμενος ἀποπέμπει μετὰ τὸ δεῖπνον καὶ ἐπὶ βασιλέα φέρει τὴν βουλήν. ὃς Μαρτιάλιον τὴν τοῦ μαγίστρου διέποντα ἀρχὴν προσμεταπεμψάμενος ἔλεγε τὰς πρὸς τὸν βάρβαρον συνθήκας. ἀνάγκῃ δὲ ἐθάρρει τὸ τῆς ἀρχῆς· πασῶν γὰρ τῶν βασιλέως βουλῶν ὁ μάγιστρός ἐστι κοινωνός, οἷα δὴ τῶν τε ἀγγελιαφόρων καὶ ἑρμηνέων καὶ στρατιωτῶν τῶν ἀμφὶ τὴν βασιλέως φυλακὴν ὑπ' αὐτὸν ταττομένων. ἐδόκει δὲ αὐτοῖς βουλευομένοις τῶν προκειμένων πέρι μὴ μόνον Βιγίλαν, ἀλλὰ γὰρ καὶ Μαξιμῖνον ἐκπέμπειν πρεσβευόμενον παρὰ τὸν Ἀττήλαν. 6. Ὅτι φωραθέντα τὸν Βιγίλαν ἐπιβουλευόμενον τῷ Ἀττήλᾳ, καὶ τοῦ χρυσίου τὰς ἑκατὸν λίτρας τὰς παρὰ τοῦ Χρυσαφίου τοῦ εὐνούχου σταλείσας ἀφελομένου, παρευθὺ ἔπεμπεν Ὀρέστην καὶ Ἤσλαν ὁ Ἀττήλας ἐς τὴν Κωνσταντίνου ἐντειλάμενος τὸν μὲν Ὀρέστην τὸ βαλλάντιον, ἐν ᾧπερ ἐμβεβλήκει Βιγίλας τὸ χρυσίον τὸ Ἐδέκωνι δοθησόμενον, τῷ σφετέρῳ περιθέντα τραχήλῳ ἐλθεῖν τε παρὰ βασιλέα καὶ αὐτῷ ἐπιδείξαντα καὶ τῷ εὐνούχῳ ἀνερωτᾶν, εἴ γε αὐτὸ ἐπιγινώσκοιεν, τὸν δὲ Ἤσλαν λέγειν ἀπὸ στόματος εὖ μὲν γεγονότος εἶναι πατρὸς τὸν Θεοδόσιον παῖδα, εὖ δὲ καὶ αὐτὸν φύντα καὶ τὸν πατέρα Μουνδίουχον διαδεξάμενον διαφυλάξαι τὴν εὐγένειαν· ταύτης δὲ τὸν Θεοδόσιον ἐκπεπτωκότα δουλεύειν αὐτῷ τὴν τοῦ φόρου ἀπαγωγὴν ὑφιστάμενον. οὐ δίκαιον οὖν ποιεῖ τῷ βελτίονι καὶ ὃν αὐτῷ ἡ τύχη δεσπότην ἀνέδειξεν ὡς πονηρὸς οἰκέτης λαθριδίως ἐπιτιθέμενος. οὐ λύσειν οὖν τὴν αἰτίαν ἔφη τῶν ἐς αὐτὸν ἡμαρτημένων, εἰ μή γε τὸν εὐνοῦχον ἐκπέμψοι πρὸς κόλασιν. καὶ οὗτοι μὲν ἐπὶ τοῖσδε ἐς τὴν Κωνσταντίνου παρεγένοντο· συνηνέχθη δὲ τὸν Χρυσάφιον ἐξαιτεῖσθαι καὶ παρὰ Ζήνωνος. Μαξιμίνου γὰρ εἰρηκέναι τὸν Ἀττήλαν ἀπαγγείλαντος χρῆναι βασιλέα πληροῦν τὴν ὑπόσχεσιν καὶ τῷ Κωνσταντίῳ τὴν 582 γυναῖκα διδόναι, ἣν οὐδαμῶς παρὰ τὴν ἐκείνου βουλὴν ἑτέρῳ κατεγγυηθῆναι οἷόν τε ἦν (ἢ γὰρ ἂν ὁ τολμήσας ἐκδεδώκει δίκας, ἢ τοιαῦτα τὰ βασιλέως ἐστίν, ὥστε μηδὲ τῶν σφετέρων κρατεῖν οἰκετῶν, καθ' ὧν συμμαχίαν, εἴ γε βούλοιτο, ἕτοιμον εἶναι παρασχεῖν) ἐδήχθη τε ὁ Θεοδόσιος τὸν θυμὸν καὶ δημοσίαν τὴν τῆς κόρης οὐσίαν ποιεῖ. 7. Ὅτι ὡς ἠγγέλθη τῷ Ἀττήλᾳ τὸν Μαρκιανὸν ἐς τὰ κατὰ τὴν ἕω Ῥωμαϊκὰ παρεληλυθέναι βασίλεια μετὰ τὴν Θεοδοσίου τελευτήν, ἠγγέλθη δὲ αὐτῷ καὶ τὰ τῆς Ὀνωρίας πέρι γεγενημένα, πρὸς μὲν
275
τὸν κρατοῦντα τῶν ἑσπερίων Ῥωμαίων ἔστελλε τοὺς διαλεξομένους μηδὲν Ὀνωρίαν πλημμελεῖσθαι, ἣν ἑαυτῷ πρὸς γάμον κατενεγύησε· τιμωρήσειν γὰρ αὐτῇ, εἰ μὴ καὶ τὰ τῆς βασιλείας ἀπολάβῃ σκῆπτρα. ἔπεμπε δὲ καὶ πρὸς τοὺς ἑῴους Ῥωμαίους τῶν ταχθέντων φόρων ἕνεκα. ἀπράκτων δὲ ἐξ ἀμφοτέρων τῶν αὐτοῦ ἐπανελθόντων πρέσβεων· οἱ μὲν γὰρ τῆς ἑσπέρας ἀπεκρίναντο Ὀνωρίαν αὐτῷ ἐς γάμον ἐλθεῖν μήτε δύνασθαι ἐκδεδομένην ἀνδρί· σκῆπτρον δὲ αὐτῇ μὴ ὀφείλεσθαι· οὐ γὰρ θηλειῶν, ἀλλὰ ἀρρένων ἡ τῆς Ῥωμαϊκῆς βασιλείας ἀρχή. οἱ δὲ τῆς ἕω ἔφασαν οὐχ ὑποστήσεσθαι τὴν τοῦ φόρου ἀπαγωγήν, ἣν ὁ Θεοδόσιος ἔταξεν· καὶ ἡσυχάζοντι μὲν δῶρα δώσειν, πόλεμον δὲ ἀπειλοῦντι ὅπλα καὶ ἄνδρας ἐπάξειν τῆς αὐτοῦ μὴ λειπομένους δυνάμεως. ἐμερίζετο οὖν τὴν γνώμην καὶ διηπόρει ποίοις πρότερον ἐπιθήσεται, καὶ ἔχειν αὐτῷ ἐδόκει καλῶς τέως ἐπὶ τὸν μείζονα τρέπεσθαι πόλεμον καὶ ἐς τὴν ἑσπέραν στρατεύεσθαι, τῆς μάχης αὐτῷ μὴ μόνον πρὸς Ἰταλιώτας, ἀλλὰ καὶ πρὸς Γότθους καὶ Φράγγους ἐσομένης, πρὸς μὲν Ἰταλιώτας ὥστε τὴν Ὀνωρίαν μετὰ τῶν χρημάτων λαβεῖν, πρὸς δὲ Γότθους χάριν Γεζερίχῳ κατατιθέμενον. 8. Ὅτι τῷ Ἀττήλᾳ ἦν τοῦ πρὸς Φράγγους πολέμου πρόφασις ἡ τοῦ σφῶν βασιλέως τελευτὴ καὶ ἡ τῆς ἀρχῆς τῶν ἐκείνου παίδων διαφορά, τοῦ πρεσβυτέρου μὲν Ἀττήλαν, τοῦ δὲ νεωτέρου Ἀέτιον ἐπὶ συμμαχίᾳ ἐπάγεσθαι ἐγνωκότος· ὃν κατὰ τὴν Ῥώμην εἴδομεν πρεσβευόμενον μήπω ἰούλου ἀρχόμενον, ξανθὸν τὴν κόμην τοῖς αὐτοῦ περικεχυμένην διὰ μέγεθος ὤμοις. θετὸν δὲ αὐτὸν ὁ Ἀέτιος ποιησάμενος παῖδα καὶ πλεῖστα δῶρα δοὺς ἅμα τῷ βασιλεύοντι ἐπὶ φιλίᾳ τε καὶ ὁμαιχμίᾳ ἀπέπεμψεν. τούτων ἕνεκα ὁ 583 Ἀττήλας τὴν ἐκστρατείαν ποιούμενος αὖθις τῶν ἀμφ' αὐτὸν ἄνδρας ἐς τὴν Ἰταλίαν ἔπεμπεν ὥστε τὴν Ὀνωρίαν ἐκδιδόναι· εἶναι γὰρ αὐτῷ ἡροσμένην πρὸς γάμον, τεκμήριον ποιούμενος τὸν παρ' αὐτῆς πεμφθέντα δακτύλιον, ὃν καὶ ἐπιδειχθησόμενον ἐστάλκει· παραχωρεῖν δὲ αὐτῷ τὸν Βαλεντινιανὸν καὶ τοῦ ἡμίσεως τῆς βασιλείας μέρους, ὡς καὶ τῆς Ὀνωρίας διαδεξαμένης μὲν παρὰ πατρὸς τὴν ἀρχήν, ταύτης δὲ τῇ τοῦ ἀδελφοῦ ἀφαιρεθεῖσαν πλεονεξίᾳ. ὡς δὲ οἱ ἑσπέριοι Ῥωμαῖοι τῆς προτέρας ἐχόμενοι γνώμης πρὸς οὐδὲν τῶν αὐτῷ δεδογμένων ὑπήκουον, εἴχετο μᾶλλον τῆς τοῦ πολέμου παρασκευῆς πᾶν τὸ τῶν μαχίμων ἀγείρων πλῆθος. 9. Ὅτι ὁ Ἀττήλας μετὰ τὸ τὴν Ἰταλίαν ἀνδραποδίσασθαι ἐπὶτὰ σφέτερα ἀναζεύξας τοῖς κρατοῦσι τῶν ἑῴων Ῥωμαίων πόλεμον καὶ ἀνδραποδισμὸν τῆς χώρας κατήγγελλεν, ὡς μὴ ἐκπεμφθέντος τοῦ παρὰ Θεοδοσίου τεταγμένου φόρου. 10. Ὅτι Ἀρδαβούριος ὁ τοῦ Ἄσπαρος Σαρακηνοῖς ἐπολέμεικατὰ τὴν Δαμασκόν· καὶ ἐκεῖσε παραγενομένου Μαξιμίνου τοῦ στρατηγοῦ καὶ Πρίσκου τοῦ συγγραφέως, εὗρον αὐτὸν τοῖς Σαρακηνῶν πρέσβεσι περὶ εἰρήνης διαλεγόμενον. 11. Ὅτι Βλέμμυες καὶ Νουβάδες ἡττηθέντες ὑπὸ Ῥωμαίων πρέσβεις παρὰ τὸν Μαξιμῖνον ἔπεμπον ἐξ ἀμφοτέρων τῶν ἐθνῶν εἰρήνης πέρι, βουλόμενοι σπένδεσθαι, καὶ ταύτην διατηρῆσαι ἔφασαν, ἐφ' ὅσον ὁ Μαξιμῖνος τῇ Θηβαίων ἐγκαταμένοι χώρᾳ. τοῦ δὲ μὴ προσδεξαμένου ἐπὶ χρόνῳ σπένδεσθαι τοσούτῳ, ἔλεγον ἄχρι τῆς αὐτοῦ ζωῆς μὴ κινήσειν ὅπλα. ὡς δὲ οὐδὲ τοὺς δευτέρους τῆς πρεσβείας προσίετο λόγους, ἑκατοντούτεις ἔθεντο σπονδάς· ἐν αἷς ἐδόκει Ῥωμαῖον μὲν αἰχμάλωτον ἄνευ λύτρων ἀφεῖσθαι, εἴτε κατὰ ἐκείνην εἴτε κατὰ ἑτέραν ἔφοδον ἥλω, τὰ δὲ τότε ἀπαχθέντα ἀποδοθῆναι βοσκήματα, καὶ τῶν δαπανηθέντων κατατίθεσθαι τὴν ἀποτίμησιν, ὁμήρους δὲ τοὺς εὖ γεγονότας παρὰ σφίσι δίδοσθαι πίστεων ἕνεκα τῶν σπονδῶν. εἶναι δὲ αὐτοῖς κατὰ τὸν παλαιὸν νόμον ἀκώλυτον τὴν εἰς τὸ ἱερὸν τῆς Ἴσιδος διάβασιν, τοῦ ποταμίου σκάφους Αἰγυπτίων ἐχόντων τὴν ἐπιμέλειαν, ἐν ᾧπερ τὸ ἄγαλμα τῆς θεοῦ ἐντιθέμενον διαπορθμεύεται. ἐν ῥητῷ 584 γὰρ οἱ βάρβαροι χρόνῳ ἐς τὴν οἰκείαν διακομίζοντες τὸ ξόανον πάλιν αὐτῷ χρηστηριασάμενοι ἐς τὴν νῆσον ἀποσώζουσιν. ἐμπεδωθῆναι τοίνυν ἐν τῷ ἐν Φίλαις ἱερῷ τὰς συνθήκας ἐδόκει τῷ Μαξιμίνῳ ἐπιτήδειον ὄν. ἐπέμποντο μετεξέτεροι· παρεγίνοντο δὲ καὶ τῶν Βλεμμύων καὶ Νουβάδων οἱ τὰς σπονδὰς ἐν τῇ νήσῳ τιθέμενοι. ἐγγραφέντων δὲ τῶν συνδοξάντων καὶ τῶν ὁμήρων παραδοθέντων· ἦσαν δὲ τῶν τε τυραννησάντων καὶ ὑπὸ τυράννων γεγονότων παῖδες, ὅπερ οὐδεπώποτε ἐν τῷδε τῷ πολέμῳ ἐγένετο· οὔποτε γὰρ Νουβάδων καὶ Βλεμμύων παρὰ Ῥωμαίοις ὡμήρευσαν παῖδες.
276
συνηνέχθη δὲ τὸν Μαξιμῖνον ἀνωμάλως διατεθῆναι τὸ σῶμα καὶ ἀποθανεῖν. τὴν δὲ τοῦ Μαξιμίνου τελευτὴν μαθόντες οἱ βάρβαροι τούς τε ὁμήρους ἀφείλοντο βιασάμενοι καὶ τὴν χώραν κατέδραμον. 12. Ὅτι Γωβάζης πρεσβεύεται παρὰ Ῥωμαίους. Ῥωμαῖοι δὲἀπεκρίναντο τοῖς παρὰ Γωβάζου σταλεῖσι πρέσβεσιν ὡς ἀφέξονται τοῦ πολέμου, εἴ γε ἢ αὐτὸς Γωβάζης ἀπόθοιτο τὴν ἀρχὴν ἢ γοῦν τὸν παῖδα τῆς βασιλείας ἀφέλοιτο· οὐ γὰρ θέμις τῆς χώρας ἀμφοτέρους ἡγεμονεύειν παρὰ τὸν παλαιὸν θεσμόν. ὥστε δὲ θάτερον βασιλεύειν, Γωβάζην ἢ τὸν αὐτοῦ παῖδα, τῆς Κολχίδος, καὶ τῇδε λυθῆναι τὸν πόλεμον, Εὐφήμιος ἐσηγήσατο, τὴν τοῦ μαγίστρου διέπων ἀρχήν· ὃς ἐπὶ συνέσει καὶ λόγων ἀρετῇ δόξαν ἔχων Μαρκιανοῦ τοῦ βασιλέως τὴν τῶν πραγμάτων ἔλαχεν ἐπιτροπὴν καὶ πλείστων τῶν εὖ βουλευθέντων ἐκείνῳ καθηγητὴς ἐγένετο· ὃς καὶ Πρίσκον τὸν συγγραφέα τῶν τῆς ἀρχῆς φροντίδων ἐδέξατο κοινωνόν. τῆς δὲ αἱρέσεως τῆς αὐτῷ δοθείσης, ὁ Γωβάζης εἵλετο τῆς βασιλείας παραχωρῆσαι τῷ παιδί, αὐτὸς τὰ σύμβολα ἀποθέμενος τῆς ἀρχῆς, καὶ παρὰ τὸν κρατοῦντα Ῥωμαίων τοὺς δεησομένους ἔπεμπεν, ὡς, ἑνὸς Κόλχου ἡγεμονεύοντος, οὐκ ἔτι δι' αὐτὸν χαλεπαίνοντα ἐπὶ τὰ ὅπλα χωρεῖν. βασιλεὺς δὲ διαβαίνειν αὐτὸν ἐς τὴν Ῥωμαίων ἐκέλευε καὶ τῶν αὐτῷ δεδογμένων διδόναι λόγον. ὃς δὲ τὴν μὲν ἄφιξιν οὐκ ἠρνήσατο, Διονύσιον δὲ τὸν εἰς τὴν Κολχίδα πάλαι διαπεμφθέντα τῆς τε αὐτοῦ Γωβάζου διαφορᾶς ἕνεκα πίστιν δώσοντα ᾔτησεν, ὡς οὐδὲν ὑποσταίη ἀνήκεστον. διὸ δὴ ἐς τὴν Κολχίδα Διονύσιος ἐστέλλετο, καὶ περὶ τῶν διαφόρων συνέβησαν. 13. Ὅτι ὁ Μαιοριανὸς ὁ τῶν ἑσπερίων Ῥωμαίων βασιλεύς, ὡς αὐτῷ οἱ ἐν Γαλατίᾳ Γότθοι σύμμαχοι κατέστησαν, καὶ τὰ παροικοῦντα τὴν αὐτοῦ ἐπικράτειαν ἔθνη τὰ μὲν ὅπλοις, τὰ δὲ λόγοις παρεστήσατο, καὶ ἐπὶ τὴν Λιβύην σὺν πολλῇ διαβαίνειν ἐπειρᾶτο δυνάμει, νηῶν ἀμφὶ τὰς τριακοσίας ἠθροισμένων αὐτῷ, πρέσβεις μὲν πρότερον παρ' αὐτὸν ὁ τῶν Βανδίλων ἡγούμενος ἔπεμπε λύειν τὰ διάφορα λόγοις βουλόμενος· ὡς δὲ οὐκ ἔπειθε, τὴν Μαυρουσίων γῆν, ἐς ἣν τοὺς ἀμφὶ τὸν Μαιοριανὸν ἀπὸ τῆς Ἰβηρίας ἀποβαίνειν ἐχρῆν, πᾶσαν ἐδῄωσε καὶ ἐκάκωσε καὶ τὰ ὕδατα. 14. Ὅτι οἱ ἑσπέριοι Ῥωμαῖοι ἐς δέος ἐλθόντες περὶ Μαρκελλίνου, μήποτε αὐξανομένης αὐτῷ τῆς δυνάμεως καὶ ἐπ' αὐτοὺς ἀγάγοι τὸν πόλεμον, διαφόρως ταραττομένων αὐτοῖς τῶν πραγμάτων, τοῦτο μὲν ἐκ Βανδίλων, τοῦτο δὲ καὶ Αἰγιδίου, ἀνδρὸς ἐκ Γαλατῶν μὲν τῶν πρὸς τῇ ἑσπέρᾳ ὁρμωμένου, τῷ δὲ Μαιοριανῷ συστρατευσαμένου καὶ πλείστην ἀμφ' αὑτὸν ἔχοντος δύναμιν καὶ χαλεπαίνοντος διὰ τὴν τοῦ βασιλέως ἀναίρεσιν· ὃν τοῦ πρὸς Ἰταλιώτας τέως ἀπήγαγε πολέμου ἡ πρὸς Γότθους τοὺς ἐν Γαλατίᾳ διαφορά. περὶ γὰρ τῆς ὁμόρου πρὸς ἐκείνους διαφιλονεικῶν γῆς καρτερῶς ἐμάχετο καὶ ἀνδρὸς ἔργα μέγιστα ἐν ἐκείνῳ ἐπεδείξατο τῷ πολέμῳ. τούτων δὴ ἕνεκα οἱ ἑσπέριοι Ῥωμαῖοι παρὰ τοὺς ἑῴους πρέσβεις ἔστειλαν, ὥστε αὐτοῖς καὶ τὸν Μαρκελλῖνον καὶ τοὺς Βανδίλους διαλλάξαι. καὶ πρὸς μὲν τὸν Μαρκελλῖνον Φύλαρχος σταλεὶς ἔπεισεν αὐτὸν κατὰ Ῥωμαίων ὅπλα μὴ κινεῖν, ὁ δὲ παρὰ τοὺς Βανδίλους διαβὰς ἄπρακτος ἀνεχώρει, τοῦ Γεζερίχου μὴ ἄλλως τὸν πόλεμον καταθήσειν ἀπειλοῦντος, εἰ μή γε αὐτῷ ἡ τοῦ Βαλεντινιανοῦ καὶ Ἀετίου περιουσία δοθῇ. καὶ γὰρ καὶ παρὰ τῶν ἑῴων Ῥωμαίων ἐκεκόμιστο μοῖραν τῆς Βαλεντινιανοῦ περιουσίας ὀνόματι Εὐδοκίας τῆς τῷ Ὀνορίχῳ γεγαμημένης. διὸ δὴ ἔτους ἑκάστου ταύτην τοῦ πολέμου πρόφασιν ποιούμενος εὐθὺς ἦρος ἀρχομένου σὺν στόλῳ τὴν ἐκστρατείαν ἐποιεῖτο ἐπί τε Σικελίαν καὶ τὰς Ἰταλίας· καὶ ταῖς μὲν πόλεσιν, ἐν αἷς μάχιμον δύναμιν τῶν Ἰταλιωτῶν εἶναι συνέβαινεν, οὐ ῥᾳδίως προσεφέρετο, καταλαμβάνων δὲ χωρία, ἐν οἷς μὴ ἔτυχεν οὖσα ἀντίπαλος δύναμις, 586 ἐδῄου τε καὶ ἠνδραποδίζετο. οὐ γὰρ πρὸς πάντα τἀποβάσιμα τοῖς Βανδίλοις μέρη οἱ Ἰταλιῶται ἀρκεῖν ἐδύναντο, πλήθει τῶν πολεμίων βιαζόμενοι καὶ τῷ μὴ παρεῖναι σφίσι ναυτικὴν δύναμιν, ἣν παρὰ τῶν ἑῴων αἰτοῦντες οὐκ ἐτύγχανον διὰ τὰς πρὸς Γεζέριχον ἐκείνοις τεθείσας σπονδάς· ὅπερ ἔτι μάλιστα ἐκάκωσε τὰ ἐν τῇ ἑσπέρᾳ Ῥωμαίων πράγματα διὰ τὸ διῃρῆσθαι τὴν βασιλείαν. Ἐπρεσβεύσαντο δὲ κατ' ἐκεῖνον τὸν χρόνον κατὰ τοὺς ἑῴους Ῥωμαίους Σαράγουροι καὶ Οὔρωγοι καὶ Ὀνόγουροι, ἔθνη ἐξαναστάντα τῶν οἰκείων ἠθῶν, Σαβίρων ἐς μάχην σφίσιν ἐληλυθότων, οὓς ἐξήλασαν Ἄβαροι μετανάσται γενόμενοι ὑπὸ ἐθνῶν οἰκούντων μὲν τὴν
277
παρωκεανῖτιν ἀκτήν, ὥσπερ καὶ οἱ Σαράγουροι ἐλαθέντες κατὰ ζήτησιν γῆς πρὸς τοῖς Ἀκατίροις Οὔννοις ἐγένοντο, καὶ μάχας πρὸς ἐκείνους πολλὰς συστησάμενοι τό τε φῦλον κατηγωνίσαντο καὶ πρὸς Ῥωμαίους ἀφίκοντο, τυχεῖν τῆς αὐτῶν βουλόμενοι ἐπιτηδειότητος. βασιλεὺς οὖν καὶ οἱ ἀμφ' αὐτὸν φιλοφρονησάμενοι καὶ δῶρα δόντες αὐτοὺς ἀπέπεμψαν. 15. Ὅτι στασιαζόντων τῶν φυγάδων ἐθνῶν κατὰ τοὺς κατὰ τὴν ἕω Ῥωμαίους, παρὰ τῶν Ἰταλῶν πρεσβεία ἀφίκετο λέγουσα ὡς οὐχ ὑποστήσονται, εἰ μή γε σφίσι τοὺς Βανδίλους διαλλάξοιεν. ἀφίκετο δὲ καὶ παρὰ τοῦ Περσῶν μονάρχου, τῶν τε παρ' αὐτοὺς καταφευγόντων ἐκ τοῦ σφετέρου ἔθνους αἰτίαν ἔχουσα καὶ τῶν Μάγων τῶν ἐν τῇ Ῥωμαίων γῇ ἐκ παλαιῶν οἰκούντων χρόνων, ὡς ἀπάγειν αὐτοὺς τῶν πατρίων ἐθῶν καὶ νόμων ἐθέλοντες καὶ τῆς περὶ τὸ θεῖον ἁγιστείας παρενοχλοῦσί τε ἐς ἀεὶ καὶ ἀνακαίεσθαι κατὰ τὸν θεσμὸν οὐ συγχωροῦσι τὸ παρ' αὐτοῖς ἄσβεστον καλούμενον πῦρ· καὶ ὡς χρὴ τοῦ Ἰουροειπαὰχ φρουρίου ἐπὶ τῶν Κασπίων κειμένου πυλῶν χρήματα χορηγοῦντας Ῥωμαίους ποιεῖσθαι ἐπιμέλειαν ἢ γοῦν τοὺς φρουρήσοντας αὐτὸ στρατιώτας στέλλειν, καὶ μὴ μόνους σφᾶς δαπάνῃ καὶ φυλακῇ τοῦ χωρίου βαρύνεσθαι· εἰ γὰρ ἐνδοῖεν, οὐκ εἰς Πέρσας μόνους, ἀλλὰ καὶ εἰς Ῥωμαίους 587 τὰ ἐκ τῶν παροικούντων ἐθνῶν κακὰ ῥᾳδίως ἀφικέσθαι. χρῆναι δὲ αὐτοὺς ἔλεγον καὶ χρήμασιν ἐπικουρεῖν ἐπὶ τῷ πρὸς Οὔννους πολέμῳ τοὺς Κιδαρίτας λεγομένους· ἔσεσθαι γὰρ σφίσιν αὐτῶν νικώντων ὄνησιν, μὴ συγχωρουμένου τοῦ ἔθνους καὶ εἰς τὴν Ῥωμαϊκὴν διαβαίνειν ἐπικράτειαν. πάντων δὲ ἕνεκα Ῥωμαίων ἀποκριναμένων στέλλειν τὸν διαλεξόμενον τῷ Παρθυαίῳ μονάρχῃ· μήτε γὰρ φυγάδας εἶναι παρὰ σφίσι μήτε παρενοχλεῖσθαι τοὺς Μάγους τῆς θρησκείας πέρι· τὴν φυλακὴν δὲ τοῦ Ἰουροειπαὰχ φρουρίου καὶ τὸν πόλεμον τὸν πρὸς τοὺς Οὔννους ὑπὲρ σφῶν αὐτῶν ἀναδεδεγμένους μὴ δικαίως χρήματα αἰτεῖν παρ' αὐτῶν. ἐπρεσβεύετο δὲ παρὰ μὲν Βανδίλους ὑπὲρ Ἰταλῶν Τατιανὸς ἐν τῇ τῶν πατρικίων ἀξίᾳ καταλεγόμενος, παρὰ δὲ Πέρσας Κωνστάντιος, τρίτον μὲν τὴν ὕπαρχον λαχὼν ἀρχήν, πρὸς δὲ τῇ ὑπατικῇ ἀξίᾳ καὶ τῆς πατρικιότητος τυχών. 16. Ὅτι μετὰ τὸν ἐμπρησμὸν τῆς πόλεως τὸν ἐπὶ Λέοντος ἧκεν ὁ Γωβάζης σὺν Διονυσίῳ ἐς τὴν Κωνσταντίνου Περσικὴν ἔχων στολὴν καὶ τῷ Μηδικῷ δορυφορούμενος τρόπῳ. ὃν οἱ ἀμφὶ τὰ βασίλεια δεξάμενοι πρότερον μὲν τοῦ νεωτερισμοῦ κατεμέμψαντο, ἔπειτα δὲ φιλοφρονησάμενοι ἀπέπεμψαν· εἷλε γὰρ αὐτοὺς τῇ τε θωπείᾳ τῶν λόγων καὶ τὰ τῶν Χριστιανῶν ἐπιφερόμενος σύμβολα. 17. Ὅτι Σκίροι καὶ Γότθοι ἐς πόλεμον συνελθόντες καὶ διαχωρισθέντες ἀμφότεροι πρὸς συμμάχων μετάκλησιν παρεσκευάζοντο· ἐν οἷς καὶ παρὰ τοὺς ἑῴους Ῥωμαίους ἦλθον. καὶ Ἄσπαρ μὲν ἡγεῖτο μηδετέροις συμμαχεῖν, ὁ δὲ αὐτοκράτωρ Λέων ἐβούλετο Σκίροις ἐπικουρεῖν. καὶ δὴ γράμματα πρὸς τὸν ἐν Ἰλλυριοῖς στρατηγὸν ἔπεμπεν ἐντελλόμενος σφίσι κατὰ τῶν Γότθων βοήθειαν τὴν προσήκουσαν πέμπειν. 18. Ὅτι ἧκε κατὰ τοῦτον τὸν χρόνον παρὰ τῶν Ἀττήλα παίδων ὡς τὸν βασιλέα Λέοντα πρεσβεία τὰς αἰτίας διαλύουσα τῆς προϋπαρξάσης διαφορᾶς, καὶ ὡς χρὴ αὐτοὺς ἐπὶ εἰρήνῃ σπένδεσθαι καὶ κατὰ τὸ παλαιὸν ἔθος παρὰ τὸν Ἴστρον ἐς ταὐτὸν 588 ἰόντας Ῥωμαίοις προτιθέναι ἀγορὰν καὶ ἀντιλαμβάνειν, ὧν ἂν δεόμενοι τύχοιεν. καὶ ἡ μὲν σφῶν αὐτῶν πρεσβεία ἐν τοῖσδε οὖσα ἄπρακτος ἐπανῄει· οὐ γὰρ ἐδόκει τῷ βασιλεύοντι Οὔννους τῶν Ῥωμαϊκῶν συμβολαίων μετέχειν πολλὰ τὴν αὐτοῦ κακώσαντας γῆν· οἱ δὲ τοῦ Ἀττήλα παῖδες τὴν ἐπὶ τῇ πρεσβείᾳ ἀπόκρισιν δεξάμενοι πρὸς σφᾶς διεφέροντο· ὁ μὲν γὰρ Δεγγιζίχ, ἀπράκτων ἐπανελθόντων τῶν πρέσβεων, πόλεμον Ῥωμαίοις ἐπάγειν ἐβούλετο, ὁ δὲ Ἠρνὰχ πρὸς ταύτην ἀπηγόρευε τὴν παρασκευήν, ὡς τῶν κατὰ χώραν ἀπαγόντων αὐτὸν πολέμων. 19. Ὅτι Σαράγουροι Ἀκατίροις καὶ ἄλλοις ἔθνεσιν ἐπιθέμενοι ἐπὶ Πέρσας ἐστράτευον. καὶ πρότερον μὲν ἐπὶ τὰς Κασπίας παρεγένοντο πύλας· καὶ φρουρὰν Περσικὴν ἐν αὐταῖς ἐγκαθεστῶσαν εὑρόντες ἑτέραν ὁδὸν ἐτράποντο, δι' ἧς ἐπὶ τοὺς Ἴβηρας ἐλθόντες τήν τε αὐτῶν ἐδῄουν καὶ τὰ Ἀρμενίων χωρία κατέτρεχον· ὥστε Πέρσας πρὸς τῷ πολέμῳ τῶν Κιδαριτῶν τῷ πάλαι αὐτοῖς συστάντι καὶ ταύτην εὐλαβουμένους τὴν ἔφοδον παρὰ Ῥωμαίους πρεσβεύσασθαι καὶ αἰτεῖν χρήματα σφίσιν αὐτοῖς δίδοσθαι ἢ ἄνδρας πρὸς φυλακὴν τοῦ Ἰουροειπαὰχ φρουρίου,
278
καὶ λέγειν, ἅπερ αὐτοῖς πολλάκις εἴρητο πρεσβευομένοις, ὡς, αὐτῶν ὑφισταμένων τὰς μάχας καὶ μὴ συγχωρούντων τὰ ἐπιόντα ἔθνη βάρβαρα πάροδον ἔχειν, ἡ τῶν Ῥωμαίων ἀδῄωτος διαμένει χώρα. τῶν δὲ ἀποκριναμένων ὡς ἕκαστον ἀνάγκη τῆς οἰκείας ὑπερμαχοῦντα γῆς τῆς σφετέρας φρουρᾶς ἐπιμελεῖσθαι, πάλιν ἄπρακτοι ἐπανέζευξαν. 20. Ὅτι Δεγγιζὶχ πόλεμον ἐπὶ Ῥωμαίους ἐπενεγκόντος καὶ τῇ τοῦ Ἴστρου ὄχθῃ προσκαρτεροῦντος, τοῦτο μαθὼν ὁ Ἀναγάστης ὁ Ὀρνιγίσκλου (αὐτὸς γὰρ εἶχε τὴν πρὸς τῷ Θρᾳκίῳ μέρει τοῦ ποταμοῦ φυλακήν) ἐκ τῶν ἀμφ' αὐτὸν ἐκπέμψας ἐπυνθάνετο ὅ τι βουλόμενοι πρὸς μάχην παρασκευάζονται. ὁ δὲ Δεγγιζὶχ τοῦ Ἀναγάστου κατολιγωρήσας τοὺς ὑπ' αὐτοῦ πεμφθέντας ἀπράκτους ἠφίει, παρὰ δὲ τὸν βασιλέα τοὺς διαλεξομένους ἔστελλεν, ὡς, εἰ μὴ γῆν καὶ χρήματα αὐτῷ τε καὶ τῷ ἑπομένῳ δοίη στρατῷ, πόλεμον ἐπάξει. τῶν δὲ παρ' ἐκείνου πρέσβεων ἐς τὰ βασίλεια ἀφικομένων καὶ τὰ αὐτοῖς ἐνταλθέντα ἀπαγγειλάντων, ἀπεκρίνατο βασιλεὺς ἑτοίμως ἔχειν πάντα ποιεῖν, εἴ γε ὑπακουσόμενοι αὐτῷ παραγένωνται· χαίρειν γὰρ τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπὶ συμμαχίᾳ ἀφικνουμένοις. 21. Ὅτι Ἀναγάστου καὶ Βασιλίσκου καὶ Ὄστρουϊ καὶ ἄλλωντινῶν στρατηγῶν Ῥωμαίων τοὺς Γότθους ἔς τινα κοῖλον χῶρον συγκλεισάντων καὶ πολιορκούντων, λιμῷ τε πιεζομένων τῶν Σκυθῶν σπάνει τῶν ἐπιτηδείων, πρεσβείαν παρὰ τοὺς Ῥωμαίους ποιήσασθαι, ὥστε αὐτοὺς εἰ ἐνδιδόασι νεμομένους γῆν ὑπακούειν αὐτῶν ἐς ὅ τι ἂν θέλοιεν· τῶν δὲ ἐπὶ βασιλέα τὴν ἐκείνων φέρειν ἀποκριναμένων πρεσβείαν, καὶ τῶν βαρβάρων τοῦ λιμοῦ πέρι σφᾶς θέσθαι ἐθέλειν τὰς συμβάσεις φαμένων καὶ μὴ οἵους τε εἶναι μακρὰς ποιεῖσθαι ἀνακωχάς, βουλευόμενοι οἱ τὰς Ῥωμαϊκὰς τάξεις διέποντες τροφὰς χορηγήσειν αὐτοῖς ὑπέσχοντο ἄχρι τῆς βασιλέως ἐπιτροπῆς, εἴ γε σφᾶς αὐτοὺς διέλοιεν ὥσπερ καὶ τὸ Ῥωμαϊκὸν διακέκριται πλῆθος· ἔσεσθαι γὰρ αὐτῶν ῥᾳδίως οὕτως ἐπιμέλειαν, ἐς τοὺς κληρουμένους καὶ οὐκ εἰς πάντας ἀποβλεπόντων τῶν στρατηγῶν, οἵπερ ἐς φιλοτιμίαν ὁρῶντες πρὸς τὴν αὐτῶν πάντως ἁμιλληθήσονται κομιδήν. τῶν δὲ Σκυθῶν τοὺς ἀπαγγελθέντας διὰ τῶν πρέσβεων προσδεξαμένων λόγους καὶ ἐς τοσαύτας σφᾶς αὐτοὺς ταξάντων μοίρας, ἐς ὅσασπερ καὶ οἱ Ῥωμαῖοι διεκέκριντο, Χελχάλ, τοῦ Οὔννων γένους ἀνὴρ καὶ ὑποστράτηγος τῶν διεπόντων τὰ Ἄσπαρος τάγματα, παρὰ τὴν ἐπιλαχοῦσαν αὐτοῖς βαρβαρικὴν μοῖραν ἐλθὼν καὶ τῶν Γότθων (πλείονες δὲ τῶν ἄλλων ὑπῆρχον) μεταπεμψάμενος τοὺς λογάδας τοιῶνδε ἐποιήσατο λόγων ἀρχήν, ὡς δώσει μὲν αὐτοῖς γῆν ὁ βασιλεύς, οὐκ εἰς σφετέραν δὲ αὐτῶν ὄνησιν, ἀλλὰ τοῖς ἐν σφίσιν Οὔννοις. τούτους γὰρ ὀλιγώρως γεηπονίας ἔχοντας δίκην λύκων τὰς αὐτῶν ἐπιόντας διαρπάζεσθαι τροφάς, ὥστε θεραπόντων τάξιν ἐπέχοντας τῆς ἐκείνων ἕνεκα ταλαιπωρεῖσθαι τροφῆς, καίπερ ἐς ἀεί ποτε τοῖς Οὔννοις τοῦ Γότθων γένους ἀσπόνδου διαμείναντος, καὶ ἐκ προγόνων τὴν αὐτῶν ἀποφυγεῖν ὁμαιχμίαν ὀμοσαμένων, ἐφ' ᾧ καὶ ὅρκων πατρίων πρὸς τῇ τῶν οἰκείων στερήσει καταφρονεῖν· αὐτὸν δέ, εἰ καὶ τὸ Οὔννων αὐχεῖ γένος, δικαιοσύνης πόθῳ τάδε πρὸς αὐτοὺς εἰπόντα δεδωκέναι περὶ τοῦ πρακτέου βουλήν. ἐπὶ τούτοις οἱ Γότθοι διαταραχθέντες καὶ εὐνοίᾳ τῇ πρὸς αὐτοὺς ταῦτα τὸν Χελχὰλ εἰρηκέναι νομίσαντες, τοὺς ἐν αὐτοῖς Οὔννους συστάντες διεχει 590 ρίζοντο· καὶ μάχη καρτερὰ ἀμφοτέρων συνίστατο τῶν ἐθνῶν ἐκ συνθήματος. ὃ Ἄσπαρ πυθόμενος, ἀλλὰ γὰρ καὶ οἱ τῶν λοιπῶν στρατοπέδων ἡγεμόνες μετὰ τῶν οἰκείων παραταξάμενοι τὸν ἐπιτυχόντα τῶν βαρβάρων ἀνῄρουν. τοῦ δὲ δόλου καὶ τῆς ἀπάτης οἱ Σκύθαι λαβόντες ἔννοιαν σφᾶς τε ἀνεκαλοῦντο καὶ ἐς χεῖρας τοῖς Ῥωμαίοις ἐχώρουν. ἀλλ' οἱ μὲν Ἄσπαρος τὴν σφίσιν ἐπιλαχοῦσαν ἔφθασαν ἀναλώσαντες μοῖραν, τοῖς δὲ λοιποῖς στρατηγοῖς οὐκ ἀκίνδυνος ἡ μάχη ἐγένετο, τῶν βαρβάρων καρτερῶς ἀγωνισαμένων, ὥστε τοὺς ἐξ αὐτῶν ὑπολειφθέντας τάς τε Ῥωμαϊκὰς τάξεις διώσασθαι καὶ τῇδε τὴν πολιορκίαν διαφυγεῖν. 22. Ὅτι μεγίστης πρὸς τὸ Σουάνων ἔθνος Ῥωμαίοις τε καὶ Λαζοῖς ὑπαρχούσης διαφορᾶς, καὶ σφόδρα ἐς τὴν τοῦ σώματος † τῶν Σουάνων συνισταμένων μάχην, καὶ Περσῶν δὲ ἐθελόντων αὐτῷ πολεμεῖν διὰ τὰ φρούρια, ἅπερ τῶν Σουάνων ἀφῄρηντο, πρεσβείαν ἔστελλεν, ἐπικούρους αὐτῷ διαπεμφθῆναι παρὰ βασιλέως αἰτῶν ἐκ τῶν παραφυλαττόντων στρατιωτῶν τὰ Ἀρμενίων ὅρια τῶν Ῥωμαίοις ὑποτελῶν, ἐφ' ᾧ προσχώρων ὄντων ἑτοίμην ἔχειν βοήθειαν,
279
καὶ μὴ κινδυνεύειν τοὺς πόρρωθεν ἀπεκδεχόμενον, ἢ παραγενομένων ἐπιτρίβεσθαι δαπάνῃ, τοῦ πολέμου, ἂν οὕτω τύχῃ, διαναβαλλομένου, καθάπερ ἤδη πρότερον ἐγεγόνει. τῆς γὰρ σὺν Ἡρακλείῳ ἀπεσταλμένης βοηθείας, καὶ Περσῶν καὶ Ἰβήρων τῶν αὐτῷ ἐπαγόντων τὸν πόλεμον πρὸς ἑτέρων ἐθνῶν τότε ἀπασχοληθέντων, μάχην † τὴν συμμαχίαν ἀπέπεμψεν ἀσχάλλων ἐπὶ τῇ τῶν τροφῶν χορηγίᾳ, ὥστε αὖθις τῶν Πάρθων ἐπ' αὐτὸν ἀναζευξάντων Ῥωμαίους ἐπικαλέσασθαι. τῶν δὲ στεῖλαι τὴν βοήθειαν ἐπαγγειλαμένων καὶ ἄνδρα τὸν αὐτῆς ἡγησόμενον, παρεγένετο καὶ Περσῶν πρεσβεία ἀγγέλλουσα τοὺς Κιδαρίτας Οὔννους ὑπ' αὐτῶν κατηγωνίσθαι καὶ Βαλαὰμ πόλιν αὐτῶν ἐκπεπολιορκηκέναι. ἐμήνυον δὲ τὴν νίκην καὶ βαρβαρικῶς ἐπεκόμπαζον τὴν παροῦσαν αὐτοῖς μεγίστην δύναμιν ἀποφαίνειν ἐθέλοντες. ἀλλὰ αὐτοὺς παραυτίκα τῶν ἀγγελθέντων ἀπέπεμπε 591 βασιλεύς, ἐν μείζονι φροντίδι τὰ ἐν Σικελίᾳ συνενεχθέντα ποιούμενος. Τέλος τῆς ἱστορίας Πρίσκου. Περὶ πρέσβεων ἐθνικῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Εὐναπίου Σαρδιανοῦ. Λόγος Γʹ. 1. Ὅτι τοῦ Ἰουλιανοῦ ἐς τὴν πολεμίαν χωροῦντος, καὶ τῶν Χαμάβων ἱκετευόντων φείδεσθαι καὶ ταύτης ὡς οἰκείας, ὁ Ἰουλιανὸς συνεχώρει, καὶ τὸν βασιλέα σφῶν προελθεῖν κελεύσας, ἐπειδὴ προῆλθε, καὶ ἐπὶ τῆς ὄχθης εἶδεν ἑστηκότα, ἐπιβὰς πλοίου, τὸ πλοῖον † οὖν ἔχων τοξεύματος, ἑρμηνέα ἔχων διελέγετο τοῖς βαρβάροις. ἐκείνων δὲ πάντα ποιεῖν ὄντων ἑτοίμων, ὁρῶν εὐπρόσωπόν τε ἅμα καὶ ἀναγκαίαν αὑτῷ τὴν εἰρήνην (Χαμάβων γὰρ μὴ βουλομένων ἀδύνατόν ἐστι τὴν ἐκ τῆς Βρεττανικῆς νήσου σιτοπομπίαν ἐπὶ τὰ Ῥωμαϊκὰ φρούρια διαπέμπεσθαι) καμπτόμενος ὑπὸ τῆς χρείας χαρίζεται τὴν εἰρήνην, καὶ ὅμηρα ᾔτει λαβεῖν πίστεως ἕνεκεν. τῶν δὲ ἱκανοὺς εἶναι αἰχμαλώτους λεγόντων, ἐκείνους ἔφη τὸν πόλεμον αὐτῷ δεδωκέναι· καθ' ὁμολογίαν γὰρ μὴ λαβεῖν· νυνὶ δὲ ζητεῖν παρ' αὐτῶν τοὺς ἀρίστους, εἰ μὴ τεχνάζουσι περὶ τὴν εἰρήνην. τῶν δὲ ἱκετευόντων καὶ ἀξιούντων εἰπεῖν οὓς βούλεται, μεταλαβὼν αὖθις τὸν τοῦ βασιλέως αὐτῶν αἰτεῖται παῖδα, πλαττόμενος, ὃν εἶχεν αἰχμάλωτον, ὥσπερ οὐκ ἔχων. ἐνταῦθα ὅ τε βασιλεὺς αὐτῶν καὶ οἱ βάρβαροι πρηνεῖς ἐκταθέντες οἰμωγῇ τε ἀφθόνῳ καὶ ὀλοφύρσει προσεκέχρηντο δεόμενοι μηδὲν ἀδύνατον ἐπιτάττεσθαι· ἀδύνατον δὲ αὐτοῖς εἶναι καὶ τοὺς πεσόντας ἀναστῆσαι καὶ ὁμήρους δοῦναι τοὺς τετελευ 592 τηκότας. γενομένης δὲ σιωπῆς, ὁ τῶν βαρβάρων βασιλεὺς ἀναβοήσας μέγιστον ὅσον· εἴθε ἔζη μοι, ἔφη, ὁ παῖς, ἵνα σοὶ δοθεὶς ὅμηρος, ὦ Καῖσαρ, δουλείαν ηὐτύχει τῆς ἐμῆς βασιλείας εὐδαιμονεστέραν. ἀλλ' ὑπὸ σοῦ τέθνηκεν ἀτυχήσας ἴσως καὶ τὸ ἀγνοηθῆναι. πολέμῳ γὰρ ἐπίστευσε τὸ σῶμα νέος ὤν, ὃν σὺ μόνον ἀντάξιον εἰρήνης ὑπολαμβάνεις. καὶ νῦν, ὦ βασιλεῦ, σὺ μὲν ἐξαιτεῖς ὡς ὄντα, ἐγὼ δὲ ἄρχομαι θρηνεῖν συνορῶν τίνα οὐκ ἔχω. παῖδα γὰρ ὀδυρόμενος ἕνα καὶ κοινὴν εἰρήνην τῷ παιδὶ συναπολώλεκα. κἂν μὲν πιστεύσῃς τοῖς ἐμοῖς ἀτυχήμασιν, παραμυθίαν ἔχει μοι τὸ πάθος ὡς ὑπὲρ ἁπάντων ἠτυχηκότι· ἂν δὲ ἀπιστήσῃς, καὶ πατὴρ ἀτυχὴς καὶ βασιλεὺς ὀφθήσομαι. τοῖς γὰρ ἐμοῖς κακοῖς οὐκ ἀκολουθήσει μὲν ὁ παρὰ τῶν ἄλλων ἔλεος, ὅσπερ ἅπασιν ὀφείλεται τοῖς ἐν τοιούτοις καθεστηκόσιν, προσκείσονται δὲ αἱ κοιναὶ συμφοραί. καὶ οὐ παραιτήσομαι τοῖς ἄλλοις ἀτυχῶν, ἀλλὰ κοινωνεῖν ἐμοὶ τῶν δεινῶν ἀναγκάσω, τοσοῦτον ἀπολαύων τῆς βασιλικῆς ἐξουσίας ὅσον ἀτυχεῖν μόνος μὴ δύνασθαι. τούτων ἀκούων ὁ βασιλεὺς τήν τε ψυχὴν ἔπαθε καὶ τοῖς λεγομένοις συμπαθῶς ἐπεδάκρυσε· καὶ καθάπερ ἐν τοῖς δράμασιν, ὅτ' ἂν εἰς ἄπορον καὶ δύσλυτον αἱ τῶν ὑποκειμένων ἔργων πλοκαὶ τελευτήσωσιν, ὁ καλούμενος ἀπὸ μηχανῆς θεὸς ἐπεισόδιος εἰς μέσον ἕλκεται πάντα συμπεραίνων καὶ καταστρέφων ἐπὶ τὸ σαφέστερον καὶ εὔκριτον, οὕτω καὶ αὐτὸς ἐπὶ πράγμασιν ἀμηχάνοις καὶ δυσεξόδοις, μετ' οἰμωγῆς ἁπάντων τὴν μὲν εἰρήνην αἰτούντων, τὸν δὲ ἐπιζητούμενον ὅμηρον ἀπαγορευόντων μὴ ἔχειν, τόν τε νεανίσκον παραγαγὼν ἅπασιν ἔδειξε βασιλικῶς παρ' αὐτῷ διαιτώμενον καὶ διαλεχθῆναι τῷ πατρὶ κελεύσας ὅσα ἐβούλετο περιεσκόπει τὸ πραχθησόμενον. τὰ δὲ ἐπὶ τούτοις ἦν ἄξια τούτων. οὐκ ἔτεκεν ὁ ἥλιος τοιαύτην ἡμέραν, οἵαν τότε ἐξῆν τοῖς παροῦσιν ὁρᾶν καὶ ἱστορεῖν. οἱ μὲν γὰρ ἀπὸ θορύβου καὶ θρήνων
280
ἐκπλήξει καὶ θάμβει συνδεθέντες ἐς τὸ ἀκίνητον ἐπάγησαν, ὥσπερ Ἰουλιανοῦ δείξαντος αὐτοῖς οὐ τὸν νεανίσκον, ἀλλ' εἴδωλον, ὁ δὲ βασιλεύς, ἐπεὶ ἡσυχία μυστηρίων ἁπάντων ἐγένετο σταθερωτέρα, βαρὺ φθεγξάμενος εἰς μέσον· τοῦτον, εἶπεν, ὁ μὲν ὑμέτερος, ὡς ὑμεῖς ὑπο 593 λαμβάνετε, πόλεμος ἀπολώλεκε, θεὸς δὲ ἴσως καὶ τὸ Ῥωμαίων 593 σέσωκε φιλάνθρωπον. ἕξω δὲ αὐτὸν ὅμηρον, οὐ παρ' ὑμῶν καθ' ὁμολογίαν, ἀλλὰ παρὰ τοῦ πολέμου λαβὼν καὶ τῷ κρατεῖν ἀρκούμενος. καὶ οὗτος μὲν οὐδενὸς ἀτυχήσει τῶν καλλίστων ἐμοὶ ξυνών, ὑμεῖς δὲ πειρώμενοι παραβαίνειν τὰς συνθήκας ἀποτεύξεσθε πάντων. φημὶ δὲ οὐχ ὅτι κολάσομαι τὸν ὅμηρον, ὃν οὐδὲ ἐνέχυρον παρ' ὑμῶν εἴληφα τῆς εἰρήνης, ἀλλ' ἀνδρείας ἀπόδειξιν καθ' ὑμῶν ἔχω· ὃ καὶ ἄλλως ἄνισον καὶ θεομισὲς τοὺς οὐδὲν ἀδικοῦντας ὑπὲρ τῶν ἀδικούντων δάκνειν καὶ σπαράττειν, ὥσπερ τὰ θηρία τοὺς ἀπαντῶντας, ὅτ' ἂν ὑφ' ἑτέρων διώκηται· ἀλλ' ὅτι πρῶτον μὲν ἄρξετε χειρῶν ἀδίκων, οὗ μείζων ὄλεθρος οὐκ ἔστιν ἀνθρώποις, κἂν δοκῶσι πρὸς τὸ βραχὺ καὶ παρὸν ἐπιτυγχάνειν· δεύτερον δὲ ὅτι πρὸς Ῥωμαίους ὑμῖν ὁ λόγος ἔσται κἀμὲ τὸν ἄρχοντα τούτων, ὃν οὔτε πολεμοῦντες οὔτε εἰρήνην αἰτοῦντες ἐνικήσατε. προσεκύνησαν ἐπὶ τούτοις ἅπαντες καὶ ἀνευφήμουν θεόν τινα ἐπὶ τοῖς λόγοις ἡγούμενοι. σπεισάμενος γοῦν καὶ τὴν τοῦ Νεβισγάστου μητέρα μόνον αἰτήσας, ἐκείνων ὁμολογησάντων τε ἅμα καὶ δόντων, ἀνέζευξεν ἐπὶ τοιαύταις πράξεσιν, μετοπώρου τε ἑστηκότος καὶ χειμῶνος ἤδη συνισταμένου καὶ διαψύχοντος. 2. Ὅτι Βαδομάριός τις δυνάμει καὶ τόλμῃ προεῖχε Γερμανῶν καὶ εἰς τοῦτο ὑπετύφετο μεγαλαυχίας, ὥστε ἐτύγχανε μὲν ὅμηρον τὸν ἑαυτοῦ δεδωκὼς υἱόν, ἕως ἂν ἀποδῷ τοὺς αἰχμαλώτους, οὓς ἐκ τῆς καταδρομῆς εἶχε συνηρπασμένους, τούτους δὲ οὐκ ἀποδιδοὺς ἀπῄτει τὸν ὅμηρον, πολλὰ ἀπειλῶν, εἰ μὴ λάβοι. ἀποπέμπει δὴ τοῦτον Ἰουλιανὸς αὐτῷ τοσοῦτον ἐπιθείς, ὡς οὐκ ἔστιν ἀξιόπιστον ἓν μειράκιον ὑπὲρ πολλῶν εὐγενεστέρων ὁμηρεῦον παρ' αὐτῷ, ἀλλ' ἢ τοὺς αἰχμαλώτους ἀποδιδόναι προσῆκον ὄντας ὑπὲρ τρισχιλίους τοῖς αὐτίκα ἥξουσι πρέσβεσιν, ἢ ἀδικοῦντα εἰδέναι. ταῦτα ἔγραφέτε καὶ τὴν πρεσβείαν ἔστελλεν, καὶ αὐτὸς εἵπετο τῇ πρεσβείᾳ ἀπὸ Νεμέτων ἄρας ἐπὶ τὸν Ῥῆνον. ἤδη τε ἦν πρὸς τοῖς Ῥαυράκοις,ὅ ἐστι φρούριον. 3. Ὅτι μετὰ τὴν Ἰουλιανοῦ τῆς βασιλείας ἀναγόρευσιν πρεσβεῖαι πανταχόθεν συνέβαινον καὶ στέφανοι πολλοὶ χρυσοῖ [οἳ] αὐτῷ παρὰ τῶν ἐθνῶν ἀνεκομίζοντο. ἐνταῦθα καὶ οἱ τὴν Ἰωνίαν οἰκοῦντες ἔτυχον ὅσων ἐδεήθησαν, καὶ πλειόνων ἢ ἐλασσόνων, 594 Λυδοὶ δὲ καὶ εὐχῆς κρεῖττον ἔπραττον, Εὐναπίου μὲν τοῦ ῥήτορος ὑπὲρ αὐτῶν πρεσβεύοντος, εὐημερήσαντος δὲ οὕτω κατὰ τὴν πρεσβείαν ὥστε καὶ δίκῃ τινὶ περιμαχήτῳ συνειπεῖν, ᾗ ὁ βασιλεὺς αὐτὸν ἐκέλευεν· ὁ δὲ ἐνίκα καὶ τὴν δίκην. καὶ ἐκ Κλαζομενῶν δὲ Πείσων εὐδοκίμει λέγων. 4. Ὅτι Βαλεντινιανοῦ ἀνάρρησις ἐν Νικαίᾳ τῆς Βιθυνίας γίνεται, πρεσβεῖαί τε ὅσαι συνεπεφοιτήκεσαν ἐπὶ τοῦτον τοὺς χρυσοῦς ἔχουσαι στεφάνους πρὸς ἐκεῖνον ἀνεφέροντο. καὶ πρὸς πάσας ἀπεφαίνετο μὲν οὐδὲν ἐπιτρέχων ῥᾳδίως οὑτωσὶ καὶ συντόμως, ἐπηγγέλλετό τι δὲ ἅπασιν ὡς ποιήσων αὐτίκα μάλα. 5. Ὅτι τῷ βασιλεῖ Οὐάλεντι ἡσυχίαν ἀπὸ τῶν οἰκείων καὶ τῶν ὀθνείων ἄγοντι τὸ ἐπίλεκτον ἀγγέλλεται τῶν Σκυθῶν στράτευμα πλησίον ἤδη που τυγχάνειν, οὓς ὁ Προκόπιος εἰς συμμαχίαν ἐξεκεκλήκει παρὰ τοῦ Σκυθῶν βασιλέως. γαύρους εἶναι τὰ φρονήματα ἔλεγον τοὺς προσιόντας καὶ περιφρονητικοὺς τῶν ὁρωμένων, ὀλιγώρους τε πρὸς τὸ ἀκόλαστον μεθ' ὕβρεως καὶ πολὺ τὸ ἀγέρωχον καὶ θερμὸν ἐπὶ πᾶσιν ἔχοντας. ὁ δὲ βασιλεὺς συντόμως αὐτοὺς ἀποτεμὼν τῆς ἐπὶ Σκύθας ὑποστροφῆς κατεῖχεν ἐντὸς ἀρκύων καὶ τὰ ὅπλα παραδοῦναι κελεύσας. οἱ δὲ ἔδοσαν τὴν τῆς γνώμης ὑπεροψίαν μέχρι τοῦ κινῆσαι τὰς κόμας ἐπιδειξάμενοι. διασπείρας οὖν αὐτοὺς κατὰ τὰς πόλεις ἐν ἀδέσμῳ κατεῖχε φρουρᾷ, καὶ καταφρόνησιν ἐνεποιεῖτο τοῖς θεωμένοις αὐτῶν τὰ σώματα πρός τε μῆκος ἀχρεῖον ἐλαυνόμενα καὶ βαρύτερα τοῖς ποσίν, κατά τε τὸ μέσον διεσφιγμένα, ᾗπέρ φησιν Ἀριστοτέλης τὰ ἔντομα. δεχόμενοι δ' οὖν αὐτοὺς εἰς τὰς οἰκίας οἱ τὰς πόλεις οἰκοῦντες καὶ πειρώμενοι τῆς ἀσθενείας τὴν ἑαυτῶν ἐξαπάτην γελᾶν ἠναγκάζοντο. τούτους ἀπῄτει τοὺς γενναίους ὁ Σκυθῶν βασιλεύς. καὶ ἦν τὸ πρᾶγμα δριμὺ καὶ πρὸς τὸν τοῦ δικαίου λόγον οὐκ εὐδιαίτητον. ὁ μὲν γὰρ ἔφασκε βασιλεῖ δεδωκέναι κατὰ συμμαχίαν καὶ ὅρκους· ὁ δὲ ἀπέφασκε βασιλέα μὴ τυγχάνειν καὶ αὐτὸν οὐκ ὀμωμοκέναι. ἐκείνου δὲ προστιθέντος τὸν Ἰουλιανόν, καὶ ὅτι διὰ τὴν ἐκείνου δεδώκει συγγένειαν, *** καὶ τὰ
281
τῶν πρέ 595 σβεων ἀξιώματα προστιθέντος, ὁ βασιλεὺς ἀντεφώνει, τούς τε πρέσβεις ἔχειν τὴν δίκην καὶ τοὺς παρόντας ὡς πολεμίους κατέχεσθαι πολεμίῳ πρὸς συμμαχίαν ἥκοντας. ἐκ τούτων δὲ τῶν προφάσεων ὁ Σκυθικὸς ἀνεγείρεται πόλεμος, τῷ μὲν ἀξιώματι τῶν συνιόντων ἐθνῶν καὶ τοῖς μεγέθεσι τῶν παρασκευῶν ἐπὶ μέγα προβήσεσθαι καὶ χωρήσειν πολυτρόπων συμφορῶν καὶ ἀτεκμάρτου τύχης προσδοκηθείς, τῇ δὲ τοῦ βασιλέως ὀξύτητι καὶ προνοίᾳ κατενεχθεὶς ἐπὶ τὸ σταθερὸν καὶ ἀσφαλέστερον. 6. Ὅτι τῶν Σκυθῶν ἡττηθέντων καὶ ὑπὸ τῶν Οὔννων ἀναιρεθέντων καὶ ἄρδην ἀπολλυμένων τὸ πλῆθος, οἱ μὲν ἐγκαταλαμβανόμενοι σὺν γυναξὶ καὶ τέκνοις διεφθείροντο, καὶ οὐδεμία φειδὼ τῆς περὶ τοὺς φόνους ἦν ὠμότητος. τὸ δὲ συναλισθὲν καὶ πρὸς φυγὴν ὁρμῆσαν πλῆθος μὲν οὐ πολὺ τῶν εἴκοσι μυριάδων ἀποδέουσαι συνῆλθον ἐς τὸ μάχιμον ἀκμαζούσας κινηθέντες καὶ ταῖς ὄχθαις ἐπιστάντες χεῖράς τε ὤρεγον πόρρωθεν μετὰ ὀλοφυρμῶν καὶ βοῆς καὶ προέτεινον ἱκετηρίας, ἐπιτραπῆναι τὴν διάβασιν παρακαλοῦντες καὶ τὴν σφῶν συμφορὰν ὀδυρόμενοι καὶ προσθήκην τῇ συμμαχίᾳ παρέξειν ἐπαγγελλόμενοι. οἱ δὲ ταῖς ὄχθαις ἐπιτεταγμένοι Ῥωμαίων οὐδὲν ἔφασαν πράξειν ἄνευ βασιλέως γνώμης. ἐντεῦθεν ἀναφέρεται μὲν ἐπὶ τὸν βασιλέα ἡ γνῶσις· πολλῆς δὲ ἀντιλογίας γενομένης, καὶ πολλῶν ἐφ' ἑκάτερα γνωμῶν ἐν τῷ βασιλικῷ συλλόγῳ ῥηθεισῶν, ἔδοξε τῷ βασιλεῖ. καὶ γὰρ ὑπῆν τι ζηλοτυπίας αὐτῷ πρὸς τοὺς συμβασιλεύοντας, οἳ παῖδες μὲν ἦσαν ἀδελφοῦ (καὶ γέγραπται οὕτω πρότερον), τὴν βασιλείαν δὲ διῃρῆσθαι κατὰ σφᾶς ἐδόκουν, τὴν διανομὴν οὐκ ἀνενεγκόντες ἐπὶ τὸν θεῖον. τούτων δὴ ἕνεκα, καὶ ὡς μεγάλῃ προσθήκῃ τὸ Ῥωμαϊκὸν αὐξήσων, δεχθῆναι κελεύει τοὺς ἄνδρας τὰ ὅπλα καταθεμένους. πρὶν δὲ τὴν διάβασιν ἐκ βασιλέως ἐπιτραπῆναι, Σκυθῶν οἱ τολμηρότατοι καὶ αὐθάδεις βιάσασθαι τὸν πόρον ἔγνωσαν, καὶ βιαζόμενοι κατεκόπησαν. οἱ δὲ διαφθείραντες τὸν ἀποδασμὸν τοῦτον τῆς τε ἀρχῆς παρελύθησαν καὶ περὶ τοῖς σώμασιν ἐκινδύνευσαν, ὅτι πολεμίους διέφθειραν, οἵ τε παραδυναστεύοντες βασιλεῖ καὶ δυνάμενοι μέγιστον κατεγέλων αὐτῶν τὸ φιλοπόλεμον καὶ στρατη 596 γικόν, πολιτικοὺς δὲ οὐκ ἔφασαν εἶναι. ὁ μὲν γὰρ βασιλεὺς ἐξ Ἀντιοχείας ἐπέτρεπεν αὐτοῖς τὴν ἀχρεῖον ἡλικίαν πρῶτον ὑποδεξαμένοις καὶ παραπέμψασιν εἰς τὴν Ῥωμαϊκὴν ἐπικράτειαν καὶ ταύτην ἐς ὁμηρείαν ἀσφαλῶς κατέχουσιν ἐπιστῆναι ταῖς ὄχθαις, καὶ μὴ πρότερον τοὺς μαχίμους δέξασθαι διαβαίνοντας μηδὲ τὰ πλοῖα παρασχεῖν ἐς τὴν περαίωσιν, εἰ μὴ τὰ ὅπλα καταθέμενοι γυμνοὶ διαβαίνοιεν. οἱ δὲ ταῦτα ἐπιτραπέντες, ὁ μὲν ἐκ τῶν διαβεβηκότων ἤρα παιδαρίου τινὸς λευκοῦ καὶ χαρίεντος τὴν ὄψιν, ὁ δὲ ἥλω γυναικὸς εὐπροσώπου τῶν αἰχμαλώτων, ὃς δὲ ἦν αἰχμάλωτος ὑπὸ παρθένου, τοὺς δὲ τὸ μέγεθος κατεῖχε τῶν δώρων τά τε λινᾶ ὑφάσματα καὶ τὸ τῶν στρωμάτων ἐπ' ἀμφότερα θυσανοειδές· ἕκαστος δὲ ἁπλῶς αὐτῶν ὑπελάμβανε καὶ τὴν οἰκίαν καταπλήσειν οἰκετῶν καὶ τὰ χωρία βοηλατῶν καὶ τὴν ἐρωτικὴν λύσσαν τῆς περὶ ταῦτα ἐξουσίας. νικηθέντες δὲ ὑπὸ τούτων νίκην αἰσχίστην καὶ παρανομωτάτην, ὥσπερ τινὰς εὐεργέτας καὶ σωτῆρας παλαιοὺς μετὰ τῶν ὅπλων ἐδέξαντο. οἱ δὲ τοσοῦτον ἀκονιτὶ πρᾶγμα διαπεπραγμένοι καὶ τὴν οἴκοι συμφορὰν εὐτυχήσαντες, οἵ γε ἀντὶ τῆς Σκυθῶν ἐρημίας καὶ τοῦ βαράθρου τὴν Ῥωμαϊκὴν ἀρχὴν ἀπελάμβανον, εὐθὺς πολύ τι βάρβαρον ἐν τῷ παρασπόνδῳ καὶ ἀπίστῳ διέφαινον. ἡ μὲν γὰρ ἄχρηστος ἡλικία προλαβοῦσα κατὰ τὴν διάβασιν μετὰ βαθείας σπουδῆς καὶ φροντίδος τῶν ταῦτα βεβουλευμένων εἰς τὰ ἔθνη κατεχεῖτο καὶ διεσπείρετο. οἰκέται δὲ καὶ γυναῖκες καὶ παῖδες ἐκείνων, οἱ μὲν βασιλικὰ παράσημα ἔχοντες, τὰς δὲ ἦν ἁβροτέρας ὁρᾶν ἢ κατὰ αἰχμάλωτον. παῖδες δὲ αὐτῶν καὶ τὸ οἰκετικὸν πρός τε τὴν εὐκρασίαν τῶν ἀέρων ἀνέδραμον καὶ παρὰ τὴν ἡλικίαν ἥβησαν, καὶ πολὺ τὸ ἐπιφυόμενον ἦν πολέμιον γένος. οἱ μὲν οὖν παλαιοὶ μῦθοι λέγουσι περὶ τὴν Βοιωτίαν καὶ τὴν Κολχίδα δρακοντείων ὀδόντων κατασπαρέντων ἐνόπλους ἅμα τῷ σπόρῳ τοὺς ἄνδρας ἀναπάλλεσθαι· ὁ δὲ καθ' ἡμᾶς χρόνος καὶ τὸν μῦθον τοῦτον εἰς φῶς καὶ ἔργον συνήγαγε καὶ ὀφθῆναι κατηνάγκασεν. οὐ γὰρ ἔφθασαν τοῦ Σκυθικοῦ γένους εἰς τὴν ἐπικράτειαν τὴν Ῥωμαϊκὴν οἱ παῖδες ὥσπερ ὀδόντες διασπαρέντες, καὶ πάντα ἦν μεστὰ θυμοῦ καὶ μανίας καὶ φόνων, ἀνελθόντων αὐτῶν ἐς ἡλικίαν μάχιμον παρὰ τὸν χρόνον. τὸ δὲ ἀκ 597 μάζον τῆς Σκυθικῆς ἀλκῆς καὶ γενναιότατον τοῖς ὑποδεξαμένοις ἀντὶ τῶν ἐκβεβληκότων ἐς ἐπανάστασιν εὐθὺς ἐγερθὲν καὶ μαχόμενον πολὺ
282
δεινότερα καὶ τραγικώτερα συνετόλμησεν ὧν ἔπαθεν. ἡ μὲν γὰρ Θρᾴκη πᾶσα καὶ ἡ συνεχὴς αὐτῇ χώρα Μακεδονία καὶ Θεσσαλία τοιαύτη τίς ἐστι καὶ οὕτω πολυύμνητος, ὥστε οὐδὲ εἷς κατὰ ταῦτα ἀναγράφειν λόγος ἦν. τοσαύτην δὲ οὖσαν αὐτὴν καὶ οὕτω πολυάνθρωπον εὐδαίμονά τε ἅμα καὶ εὔανδρον ἡ τῶν Σκυθῶν ἄπιστος καὶ παράλογος ἐπανάστασις ἐξαπιναίως καὶ παραχρῆμα τῆς διαβάσεως συντολμηθεῖσα καὶ ἀνοιδήσασα κατεστόρεσεν ἐς τοσόνδε καὶ καθημάξευσε ταῖς συμφοραῖς, ὥστε χρυσὸν ἀποδειχθῆναι πρὸς τὰ Θρᾴκια πάθη τὴν Μυσῶν παροιμιώδη λείαν. δόξαν δ' αὐτοῖς στασιάζειν ἀξιομάχου μὴ παρούσης δυνάμεως ἐς ἄμυναν, τῷ τε πλήθει πρὸς ἀνθρώπους ἀφυλάκτους καὶ ἀνόπλους ἐφάνησαν φοβερώτατοι καὶ τῷ φονικωτάτῳ πρὸς τὸ κρατούμενον πάντα ἀνδρῶν ἐχήρωσαν. περιειστήκει δὲ ἐς ἴσον λόγον καὶ Σκύθας Οὔννων μὴ φέρειν ὄνομα καὶ Ῥωμαίους Σκυθῶν. πόλεις γοῦν εὐαρίθμητοι καὶ ὀλίγαι τινὲς διεσώθησαν καὶ ἔτι σώζονται τειχῶν ἕνεκεν καὶ οἰκοδομημάτων· ἡ δὲ χώρα καὶ τὸ πλεῖστον ἀπανάλωται, καὶ ἔστιν ἀοίκητον καὶ ἄβατον διὰ τὸν πόλεμον. βασιλεὺς δὲ ἐπειδὴ τούτων ἐπύθετο τῶν ἀδιηγήτων κακῶν, πρὸς μὲν τοὺς Πέρσας ἀναγκαίαν εἰρήνην συνθέμενος, ἑαυτῷ δὲ πολεμήσας ἐπὶ μεταγνώσει τῆς ὑποδοχῆς, τῷ θυμῷ τε ὑπερέζεσε καὶ πρὸς τὸν πόλεμον ἐντείνων ἑαυτὸν προκαταπέμπει τὸ Σαρακηνῶν ἱππικὸν ὡς ἀντισχῆσον τοῖς βαρβάροις. ἤδη γὰρ καὶ τὴν Κωνσταντινούπολιν κατέτρυχον καὶ τοῖς τείχεσιν ἠνώχλουν περικαθήμενοι, πολέμιόν τε οὐδὲν ὁρῶντες ἐς ἀντίπαλον μάχην καὶ τοῖς φρονήμασιν ἐς πᾶσαν ὕβριν ὠλισθηκότες. ὃ δὴ καὶ περιφανῶς ἔδοξε κάλλιστα στρατηγῆσαι κατὰ τὸν καιρὸν ἐκεῖνον ἡ τύχη. 7. Ὅτι ἐπὶ Θεοδοσίου τοὺς πρώτους χρόνους τῆς βασιλείας τὸ τῶν Σκυθῶν ἔθνος ἐξελαυνόμενοι τῆς χώρας ὑπὸ τῶν Οὔννων διεβεβήκεσαν τῶν φυλῶν ἡγεμόνες ἀξιώματι καὶ γένει προήκοντες. οὗτοι ταῖς τιμαῖς τοῦ βασιλέως ἐξωγκωμένοι καὶ πάντα ἐφ' ἑαυτοῖς ὁρῶντες κείμενα στάσιν ἐν ἀλλήλοις οὐ μικρὰν ἤγειραν, οἱ 598 μὲν ἀγαπᾶν καὶ δέχεσθαι τὴν παροῦσαν εὐδαιμονίαν κελεύοντες, οἱ δὲ τὸν οἴκοι γεγονότα φυλάττειν ὅρκον αὐτοῖς καὶ μὴ παραβαίνειν ἐκείνας τὰς συνθήκας. αὗται δὲ ἦσαν ἀσεβέσταται καὶ βαρβαρικὸν ἦθος εἰς ὠμότητα παρατρέχουσαι, παντὶ τρόπῳ Ῥωμαίοις ἐπιβουλεύειν καὶ πάσῃ μηχανῇ καὶ δόλῳ τοὺς ὑποδεξαμένους ἀδικεῖν, κἂν τὰ μέγιστα ὑπ' αὐτῶν εὖ πάσχωσιν, ὡς ἂν τῆς ἐκείνων ἁπάσης χώρας ἐγκρατεῖς γένωνται. περὶ τούτου μὲν οὖν ἦν αὐτοῖς ἡ στάσις, καὶ διανεμηθέντες ἀλλήλων ἀπερράγησαν, οἱ μὲν τὰ χείρω προθέμενοι τῆς βουλῆς, οἱ δὲ τὰ εὐσεβέστερα, ἐπικρύπτοντες δὲ ἑκατέρα στάσις τὴν πρόφασιν τῆς ὀργῆς ὅμως. καὶ ὁ βασιλεὺς τιμῶν οὐκ ἔληγεν, ἀλλ' ὁμοτραπέζους εἶχε καὶ ὁμοσκήνους, καὶ πολὺ τὸ φιλόδωρον ἐς αὐτοὺς ἦν· οὐδαμοῦ γὰρ ἐξεφέρετο καὶ παρεγυμνοῦτο τὰ τῆς φιλονεικίας. ἦν δὲ ἡγεμὼν τῆς μὲν θεοφιλοῦς καὶ θείας μερίδος Φράβιθος, ἀνὴρ νέος μὲν κατὰ τὴν ἡλικίαν, γεγονὼς δὲ εἰς ἀρετὴν καὶ ἀλήθειαν ἁπάντων ἀνθρώπων κάλλιστος. θεούς τε γὰρ ὡμολόγει θεραπεύειν κατὰ τὸν ἀρχαῖον τρόπον καὶ οὐδεμίαν ὑπέστη πλάσιν εἰς ἀπάτην καὶ διακράτησιν, ἀλλὰ γυμνὴν καὶ καθαρὰν διέφαινε τὴν ψυχὴν περὶ τοῦ βίου, ἐχθρὸν ὑπολαμβάνων ὁμῶς Ἀΐδαο πύλῃσιν ὅς χ' ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ. γυναῖκα οὖν ᾔτησε Ῥωμαίαν εὐθύς, ἵνα μηδὲν ὑβρίζῃ διὰ σώματος ἀνάγκην. καὶ ὁ βασιλεὺς ἐπέτρεψε τὸν γάμον, καὶ ὁ πατὴρ τῆς κόρης (ἐτρέφετο γὰρ ὑπὸ πατρί) καὶ τὸ πρᾶγμα ἐθαύμασε μακάριον ἑαυτὸν ὑπολαμβάνων, εἰ τοιοῦτον ἕξοι γαμβρόν. τῶν μὲν οὖν ὁμοφύλων ὀλίγοι τινὲς τὴν εὐσέβειαν καὶ ἀρετὴν ἀγασθέντες τοῦ νεανίσκου πρὸς τὴν ἐκείνου γνώμην ἐχώρησαν καὶ συνεστήκεσαν, οἱ δὲ πολλοὶ καὶ δυνατώτεροι τῶν δεδογμένων ἐξ ἀρχῆς ἀπρὶξ εἴχοντο καὶ πρὸς τὴν ὠδῖνα τῆς ἐπιβουλῆς σφαδάζοντες ἐμεμήνεσαν· ὧν ἦρχεν Ἐρίουλφος, ἀνὴρ ἡμιμανὴς καὶ τῶν ἄλλων λυσσωδέστερος. συμποσίου δὲ προτεθέντος αὐτοῖς παρὰ τοῦ βασιλέως ἁδροτέρου καὶ πολυτελεστέρου, τὴν παροιμίαν ἀποδείξαντες ἀληθῆ τὴν λέγουσαν· οἶνος καὶ ἀλήθεια τοῦ Διονύσον, καὶ τότε ῥήξαντος 599 αὐτοῖς παρὰ πότον τὴν ἐπικρυπτομένην στάσιν, διαλύεται μὲν τὸ συμπόσιον ἀτάκτως, καὶ διὰ θυρῶν ἐχώρουν τεθορυβημένοι καὶ παρακεκινηκότες· ὁ δὲ Φράβιθος δι' ἀρετῆς ὑπερβολὴν τὸ καλὸν καὶ δίκαιον κάλλιον ἅμα καὶ θεοφιλέστερον ὀφθήσεσθαι νομίζων, εἰ προσθείη τάχος, οὐ περιμείνας ἕτερον καιρόν, ἀλλὰ σπασάμενος τὸ ξίφος τῆς πλευρᾶς Ἐριούλφου διήλασεν. καὶ ὁ μὲν ἔκειτο πεσών, ὀνειροπολήσας τὴν ἄδικον ἐπιβουλήν· οἱ δὲ ***
283
284